TLG 0057 033 :: GALENUS :: Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine

Source: Marquardt, J., Müller, I., Helmreich, G. (eds.), Claudii Galeni Pergameni scripta minora, vol. 3. Leipzig: Teubner, 1893 (repr. Amsterdam: Hakkert, 1967): 33–100.

Citation: Kühn volume — page — (line)

5

.

806

(t1)

ΓΑΛΗΝΟΥ ΘΡΑΣΥΒΟΥΛΟΣ.
t2[πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν.]
1 Οὐκ ἄλλα μέν, ὦ Θρασύβουλε, παραχρῆμα περὶ τοῦ προβληθέντος ὑπὸ σοῦ ζητήματος εἶπον, ἄλλα δὲ συγγράψασθαι τοῖσδε τοῖς ὑπομνήμασιν ἔχω· πάν‐ τως γάρ που γιγνώσκεις, ὡς ἀεί τε τὰ αὐτὰ περὶ τῶν
5αὐτῶν διεξέρχομαι καὶ ὡς εἰς οὐδὲν ἐπιχειρῶ λέγειν, ὧν οὔτε μέθοδον ἔμαθον οὔτ’ ἐγυμνασάμην πω κατ’ αὐτήν. ἀρχὴ τοίνυν εὑρέσεως οὐ τούτῳ μόνῳ τῷ νῦν

5

.

807

προκειμένῳ σκέμματι τὸ γνῶναι, τί ‖ ποτ’ ἐστὶ τὸ ζη‐ τούμενον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν. αὐτὸ δὲ δὴ τοῦτο τὸ γνῶναι διττόν ἐστιν· ἢ γὰρ τὴν ἔννοιαν μόνην τοῦ πράγματος ἢ καὶ τὴν οὐσίαν γιγνώσκομεν.
5ὅτῳ δ’ ἀλλήλων ταῦτα διαφέρει, γέγραπται μὲν ἐπὶ πλέον ἐν τοῖς περὶ ἀποδείξεως, ἵναπερ καὶ τὰς ἄλλας ἁπάσας μεθόδους ἐκτιθέμεθα, γένοιτο δ’ ἂν καὶ νῦν δῆλον ἐξ αὐτῆς τῆς χρήσεως. Ὄντος γὰρ τοῦ προβλήματος τοῦδε, πότε‐
10ρον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ καλούμενον ὑγι‐ εινόν, καὶ σοῦ διὰ ταῦτ’ ἀξιώσαντος ἀκοῦσαι τὴν ἐμὴν ὑπὲρ αὐτοῦ δόξαν, ὅτι πολλάκις ἰατροῖς τε καὶ γυμνα‐ σταῖς ἔφησθα παραγεγονέναι διαμφισβητοῦσιν, ἀπο‐ κρίνεσθαί μοι πρότερον ἠξίωσά σε, τίνα ποτὲ τὴν33
15ἔννοιαν ἑκάστου τῶν ὀνομάτων ἔχεις, ἰατρικῆς τε καὶ γυμναστικῆς καὶ ὑγιεινοῦ, μή που σὺ μὲν ὑπὲρ ἄλλων πραγμάτων ἀκούειν ποθῇς, ἐγὼ δ’ ὑπὲρ ἄλλων σοι διαλέγωμαι, κἄπειτα πρὸς τοὔνομα μόνον ὁ λόγος ἡμῖν

5

.

808

οὐ πρὸς αὐτὸ γίγνηται τὸ πρᾶγμα. σὺ μὲν ‖ οὖν πρὸς τοῦτ’ ἀπεσιώπησας οἰόμενος ἐμὲ χρῆναι λέγειν αὐτὸν ὑπὲρ ἁπάντων ἅπαντα, τὸ δ’ ἀληθὲς οὐχ ὧδ’ ἔχει· πολλὰ γὰρ ἂν εἴης οὐχ ἓν προβεβληκώς, πρῶτον μὲν
5τί ποτ’ ἐστὶν ἰατρική, δεύτερον δὲ τί ποτε γυμναστικὴ καὶ τρίτον ἐπὶ τούτοις τί ποτε τὸ ὑγιεινόν, ἢ τοῦτο δὴ τὸ μάλιστα προβεβλημένον, ὁποτέρας αὐτῶν εἴη. καίτοι τοῦτ’ αὐτὸ τὸ τέταρτον οὐχ ἁπλῶς ἔφασκον δεῖν οὕτω προβάλλειν, [ὁποτέρας εἴη αὐτῶν τῶν τεχνῶν τὸ
10ὑγιεινόν] ἀλλ’ εὐθὺς προστιθέντας, εἴτ’ ἴδιον εἴτ’ οἰκεῖον εἴτε μέρος εἴθ’ ὁπωσοῦν ἄλλως ἐθέλοι τις· ἔσεσθαι γάρ τινα κἀνταῦθ’ ἀρχὴν τῆς εὑρέσεως τῷ ζητουμένῳ. προβληθέντος γὰρ αὐτοῦ τελέως ὧδέ πως καὶ νὴ Δί’ ἐρωτηθέντος, ἆρά γε τῆς ἰατρικῆς ἐστιν
15ἢ τῆς γυμναστικῆς οἰκεῖον τὸ ὑγιεινόν, ἐπειδὰν ἑκάστου τῶν τριῶν ἐκείνων ὀνομάτων εἴπωμεν τὸ σημαινόμενον, ἰατρικῆς τε καὶ γυμναστικῆς καὶ ὑγιεινοῦ, δεήσει τέ‐ ταρτον ἐπ’ αὐτοῖς ἐξηγήσασθαι τὸ οἰκεῖον ὅ τι σημαίνει
καὶ τίς ὁ κανὼν αὐτοῦ τῆς διαγνώσεως. ἀλλὰ τοῦτο34
20μὲν ἴδιον αὐτοῦ τοῦ προβλήματος ὑπάρχει, τὸ δ’ ἰατρι‐

5

.

809

κὴν ἐξηγήσα‖σθαι τί ποτ’ ἐστὶ καὶ γυμναστικὴν καὶ ὑγιεινὸν οὐκ ἴδιον μὲν τοῦ προβλήματος [ὑπάρχει], ὁμολογεῖσθαι δ’ ἀναγκαῖον. ὅθεν, ἐπειδὴ τοῦθ’ ἓν μό‐ νον, ὃ προὔβαλες, σὺ διελθεῖν ἐβουλήθης τότε καί σε
5κινδυνεύειν ἐν ταῖς ἀποκρίσεσιν ἑώρων ὀκνοῦντα, τῶν τινα γεγυμνασμένων ἐν λογικῇ θεωρίᾳ φιλοσόφων ἐπι‐ φανέντα πως τοῖς λόγοις κατὰ τύχην ἠξίουν ἀποκρί‐ νασθαί μοι. προθύμως δ’ ἐκείνου τοῦτο ποιήσαντος καὶ πάντ’ ὀρθῶς ἀποκριναμένου ῥᾳδίως, ὡς οἶσθα,
10διεπεράνθη τὸ πρόβλημα. Καὶ μὴν κατάδηλος ἦσθα καὶ τότε μὲν εὐθὺς ἱκανῶς χαίρων ἐπὶ τῇ τῶν λόγων μεθόδῳ· καὶ γὰρ θᾶττον ἢ κατὰ τὴν προσδοκίαν εὑρέθη τὸ ζητού‐ μενον· ἐξ ὑστέρου δὲ προσκείμενος ἀεὶ λιπαρῶς ἐβιάσω
15τε καὶ κατηνάγκασας οὐ πάνυ τί με πρόθυμον ὄντα γράψασθαι τοὺς λόγους· οὔτε γὰρ ἓν τουτὶ τὸ πρό‐ βλημα μόνον ἀκριβῶς ἐρευνηθὲν ᾤμην χρῆναι διασώ‐ ζειν ἐν γράμμασιν οὔθ’ ὁμοίως τῷδε τὰ λοιπὰ πάντα

5

.

810

διεξέρχεσθαι σχολὴν ἦγον. ὅθεν, ὅπερ ‖ αὐτὸς ἐπ’ ἐμαυτοῦ πράξας ἔτυχον, ἱκανὸν ᾤμην ἔσεσθαι καὶ πρὸς ὑμᾶς τοὺς φίλους, δεῖξαι τὴν ὁδόν, ᾗ χρώμενος ἄν τις οὐ τοῦτο μόνον ἀλλὰ καὶ τἆλλα πάντα διαιροῖτο
5προβλήματα. Τὴν γὰρ λογικὴν ὀνομαζομένην παρὰ τοῖς φιλοσόφοις θεωρίαν ὅστις ἂν ἱκανῶς ἀσκήσῃ, πᾶν
οὗτος ὁμοίως δυνήσεται μεταχειρίζεσθαι ζήτημα· τὸ δ’ ἄνευ ἐκείνης ἀναγιγνώσκειν ὑπομνήματα προβλημάτων35
10οὐδὲν ἄλλ’ ἢ χρόνον ἀπολλύειν ἐστὶν οὔτε κρίνειν εἰ‐ δότα, τίνα μὲν ἐν αὐτοῖς ἀληθῶς εἴρηται, τίνα δὲ ψευδῶς, οὔτε πάντων τῶν γεγραμμένων μνημονεύειν δυνάμενον. ἀλλ’ ἐπειδὴ κατέστην ἅπαξ εἰς τὸ λέγειν περὶ τοῦ προβλήματος, ὅθενπερ ὀλίγον ἔμπροσθεν ὁ
15λόγος ἔδειξεν, ἄρχεσθαι δεῖ. Καὶ νὴ Δι’ εἴ τις ἐρωτηθείς, ὅ τί ποτ’ ἐστὶν ἰατρική, φαίη τέχνην εἶναι θεραπευτικὴν μὲν νοσούντων, φυλακτικὴν δ’ ὑγιαινόντων, ἄντικρυς ἂν οὗτος δοκοίη τὸ ζητούμενον εἰληφέναι μέρος αὐτῆς

5

.

811

ἀποφαίνων ‖ τὸ ὑγιεινόν· ὥσπερ αὖ καὶ ὅστις ἰατικὴν ἀρρωστούντων μόνον εἶναι λέγει τὴν ἰατρικήν, ἑτέρῳ τρόπῳ καὶ οὗτος ἐξ ἑτοίμου λαμβάνει τὸ ζητούμενον ἀφαιρῶν αὐτῆς τὸ ὑγιεινόν. οὕτω δὲ καὶ τὴν γυμνα‐
5στικὴν εἴ τις ὑγιείας φυλακτικὴν εἶναι φήσειεν, ἐκ προχείρου τὸ ζητούμενον λήψεται, ὥσπερ γε καὶ ὃς ἂν εὐεξίας αὐτὴν ἀποφαίνηται δημιουργόν, ἑτέρῳ τρόπῳ καὶ ὅδε τὸ ζητούμενον ὡς ὁμολογούμενον θήσεται. χρὴ γάρ, εἴθ’ ὁρισμόν τις τῆς τέχνης εἴθ’ ὑπογραφὴν
10ἐγχειρήσειεν ἀποδιδόναι, μὴ τὸ ζητούμενον ἀναποδεί‐ κτως τοῦτον ἀναιρεῖν ἢ τίθεσθαι ἀλλ’ ἑτέρωθέν ποθεν ἐξ ὁμολογουμένων ἀρξάμενον ἀποδεικνύναι πειρᾶσθαι. ἆρ’ οὖν ἄμεινον ἰατρικὴν μὲν εἶναι λέγειν, ἧς τέλος ἡ ὑγίεια, γυμναστικὴν δ’, ἧς τέλος 〈ἡ〉 εὐεξία, καὶ
15ταύτας τὰς ὑπογραφὰς ἀρχὰς τίθεσθαι τῆς ζητήσεως; ἀλλά τοι καὶ οὕτως ἐκ προχείρου μὲν τῆς γυμναστικῆς ἀφαιρησόμεθα τὸ ὑγιεινόν, ἐπὶ δ’ αὖ τῆς ἰατρικῆς ἔτ’ ἄδηλόν τε καὶ ζητούμενον ἀπολείψομεν· εἰ γὰρ δὴ τέλος ἡ ὑγίεια τῆς τέχνης ἐστὶ ταύτης, τάχ’ ἂν ἔχοι36

5

.

812

λαβὴν ὁ λόγος ‖ εἰς διορισμόν, οὐ φυλακὴν τῆς οὔσης ἀλλὰ ποίησίν τε καὶ γένεσιν τῆς οὐκ οὔσης τέλος εἶναι τιθέμενος αὐτῆς. εὐπορία γὰρ εἰς ἑκάτερον ἐν‐ τεῦθεν ἐπιχειρεῖν ἐπαγωγαῖς χρωμένους, εἰ μὲν τῆς
5αὐτῆς τέχνης τό τε ποιῆσαί τι πρότερον οὐκ ὂν καὶ τὸ φυλάξαι σῶον, ἐπειδὰν γένηται, δεικνύναι βουλη‐ θείημεν, οἰκοδομικῆς τε καὶ ναυπηγικῆς καὶ τεκτονικῆς τε καὶ χαλκευτικῆς μνημονεύοντας, εἰ δ’ ἄλλης μὲν τὸ δημιουργεῖν, ἄλλης δὲ τὸ διαφυλάττειν σῶον, ὑφαν‐
10τικῆς τε καὶ ῥαπτικῆς καὶ πρὸς ταύταις σκυτοτομίας τε καὶ νευρορραφίας· οὕτω γὰρ ὀνομάζουσι τὴν τὰ πεπονηκότα τῶν ὑποδημάτων ἐπανορθουμένην. ἄλλου μὲν γὰρ εἶναι δοκεῖ τεχνίτου ποιεῖν ἱμάτιον, ἄλλου δ’ ἠπήσασθαι ῥαγέν, ὥσπερ αὖ καὶ ὑπόδημα δημιουρ‐
15γῆσαι μὲν τοῦ σκυτοτόμου, πονῆσαν δ’ ἐπανορθώσα‐ σθαι τοῦ νευρορράφου. δέδεικται δ’ ἡμῖν ἐν τοῖς περὶ ἀποδείξεως, ὡς οὐ χρηστέον ἐπαγωγαῖς εἰς ἀποδείξεις

5

.

813

ἐπιστημονικάς· ὥσθ’ ὅστις ἐν ἐκείνοις ἐγυ‖μνάσατο, καταφρονήσει μὲν τῆς τοιαύτης ὁδοῦ, ζητήσει δ’ ἑτέραν βελτίω, ὁ μὴ γυμνασάμενος δὲ θάτερον τῶν μερῶν ἑλόμενος, ὁπότερον ἂν βουληθῇ, δι’ ὅλης ἡμέρας ἐρί‐
5ζειν ἕξει. Καὶ γὰρ αὖ καὶ ζήτημ’ ἄλλο πρὸς τοῖς εἰρημένοις οὐ σμικρὸν ἀναφυήσεται τῆς μὲν ἰατρικῆς ὑγιείας ποίησιν, οὐ σωτηρίαν τε καὶ φυλακὴν ὑποθε‐ μένοις τὸ τέλος, τῆς γυμναστικῆς δὲ [τὴν] εὐεξίαν·37
10ἀναγκασθήσεται γάρ τις, οἶμαι, καθάπερ ἐπὶ τῆς ὑγι‐ είας οὕτω κἀπὶ τῆς εὐεξίας ἑτέραν μὲν τὴν φυλακτι‐ κὴν αὐτῆς τέχνην ἀποφαίνειν, ἑτέραν δὲ τὴν δημιουρ‐ γικήν. ἀλλ’ εἰ τοῦτο, δύο ἄλλας τέχνας ἐξ ἀνάγκης ζητήσομεν, ἑτέραν μὲν τῆς ἰατρικῆς, τὴν τῆς ὑγιείας
15φυλακτικήν, ἑτέραν δὲ τῆς γυμναστικῆς, τὴν τῆς εὐεξίας διασωστικήν. καὶ μὲν δὴ καὶ διττῆς οὔσης τῆς εὐεξίας, ὡς ἐν ἄλλοις ἀποδέδεικται, ποτέρας αὐτῶν ἡ γυμνα‐ στικὴ δημιουργός ἐστιν, χαλεπὸν ἔσται διελεῖν, ἆρά γε τῆς κατὰ φύσιν ἢ τῆς ἀθλητικῆς· ἢ δῆλον, ὡς δύο
20ἄλλας ἡμῖν τέχνας ἀναγκαῖόν ἐστι ζητεῖν; καὶ δὴ καὶ 〈αἱ〉 σύμπασαι τὸν ἀριθμὸν ἓξ γενήσονται, τρεῖς μὲν

5

.

814

αἱ δημιουργοῦσαι τὰ τέλη, ‖ τρεῖς δ’ αἱ φυλάττουσαι. τριῶν γὰρ ὑποκειμένων τελῶν, ὑγιείας, εὐεξίας τῆς κατὰ φύσιν, εὐεξίας τῆς τῶν ἀθλητῶν, εἰς τοσοῦτον ἀνάγκη τὸν ἀριθμὸν ἐξήκειν τὰς τέχνας. καὶ μὴν εἴπερ
5τῷ διαφέρειν τὰς εὐεξίας ἀλλήλων τε καὶ τῆς ὑγιείας διαφόρων δεήσεται τῶν τεχνῶν, ἀνάγκη πᾶσα καὶ τῆς ὑγιείας οὔσης διττῆς, ἑτέρας μὲν τῆς καθ’ ἕξιν, ἑτέρας δὲ τῆς κατὰ σχέσιν ὀνομαζομένης, διττὰς εἶναι καὶ τὰς τέχνας. οὐ γὰρ δὴ πλέονι μὲν ἡ εὐεξία τῆς καθ’ ἕξιν
10ὑγιείας, ἐλάττονι δὲ τῆς κατὰ σχέσιν ὑπερέχει. Γνοίης δ’ ἂν ἐναργῶς ἑκάστης αὐτῶν ἐπιμελῶς ἀνασκεψάμενος τὴν φύσιν, ἀνασκέψῃ δὲ τόνδε τὸν τρόπον. ἡκέτω τις εἰς ἔννοιάν σοι νῦν ὧν ἐθεάσω πολλάκις ἀρρώστων ἰσχυρῶς μὲν διανοσησάντων, ἀπηλ‐38
15λαγμένων δ’ ἄρτι τοῦ νοσεῖν, οὕτως ἰσχνός τε καὶ ἀδύνατος εἰς τὰς κινήσεις, ὡς ἑτέρων δεῖσθαι τῶν μετακομιούντων. οὗτος ἰάσεως μὲν οὐκέτι χρῄζει μηκέτι γε νοσῶν, ἀναθρέψεως δέ τινος καὶ ῥώμης, ἵν’ ἰσχυ‐

5

.

815

ρός θ’ ἅμα [καὶ] πρὸς τὰς ‖ κατὰ φύσιν ἐνεργείας γένηται καὶ φέρειν ἱκανὸς τὰ προσπίπτοντα. δῆλον γὰρ ὡς ὁ οὕτω διακείμενος, ὡς διάκειται νῦν, ὁπότε πρότερον ἀπήλλακται τοῦ νοσεῖν, οὔτε θάλπος οὔτε
5κρύος οὔτ’ ἀγρυπνίαν οὔτ’ ἀπεψίαν οὔτ’ ἄλλο τῶν πάντων οὐδὲν ἐνεγκεῖν ἱκανός ἐστιν, ἀλλ’ ἐκ τοῦ ῥᾴστου νοσήσει πάλιν, ὡς ἂν οὐκ ἀσφαλῆ τε καὶ μήπω πεπη‐ γυῖαν κεκτημένος τὴν ὑγιεινὴν κατάστασιν. ἀλλ’ εἴπερ δύσλυτος γένοιτο καὶ καθ’ ἕξιν, οὔπω μέν ἐστιν εὐεξία
10—τὸ γὰρ εὖ προσλαβοῦσα τότ’ ἂν εὐεξία γένοιτο— τοῦ μέντοι μεμπτή τις εἶναι καὶ ἄχρηστος διάθεσις ἀπήλλακται. τὸ γὰρ μήτ’ ἐνεργεῖν δύνασθαι κατὰ τὸν βίον ἱκανῶς ἑτοίμως τε βλάπτεσθαι μεμπτὴ καὶ ἄχρη‐ στος διάθεσις. εἰ δὲ μήτ’ εἰς τὰς πράξεις ἐμποδίζοιτο
15μήθ’ ἑτοίμως βλάπτοιτο, τοιαύτη δ’ ἐστὶν ἡ καθ’ ἕξιν ὑγίεια, τοῦ μὲν μηκέτ’ εἶναι μεμπτὴ καὶ ἄχρηστος εἰς τὰς κατὰ τὸν βίον ἐνεργείας ἀπήλλακται, τὸ δ’ ἐπαι‐
νετὸν οὔπω κέκτηται, κτήσαιτο δ’ ἄν, εἰ καὶ πρὸς τῷ39

5

.

816

μηκέτ’ ἀσθενῶς ἐνεργεῖν ‖ ἔτι καὶ ῥώμην τιν’ ἀξιό‐ λογον προσλάβοιτο. μέση γὰρ ἡ καθ’ ἕξιν ὑγίεια ταῖς ἐνεργείαις ἐστὶ τῆς τε κατὰ σχέσιν ὑγιείας καὶ τῆς εὐεξίας. ἡ μὲν γὰρ κατὰ σχέσιν ἀρρώστους ἔχει τὰς
5ἐνεργείας, ἡ δ’ εὐεξία ῥωμαλέας, ἡ δ’ αὖ καθ’ ἕξιν οὔπω μὲν εὐρώστους, ἀρρώστους δ’ οὐκέτι. κἀν τῷδε δῆλον, ὡς, εἰ καὶ μέση τέτακται, πλέον τῆς κατὰ σχέσιν ὑγιείας χρήσιμος εἰς πάσας τοῦ βίου τὰς πράξεις ἐστὶν ἡ καθ’ ἕξιν, οὐ μὴν ἤδη τὸ κατ’ ἀρετὴν ἔχουσα· μόνῃ
10γὰρ τοῦθ’ ὑπάρχει τῇ εὐεξίᾳ. καί μοι νόει κατὰ στίχον τινὰ τὸ μὲν βλάβην ἐνεργείας, ὅπερ ἐν τῷ νοσεῖν γίγνεται, ἕτερον δ’ ἔξω μὲν τῆς βλάβης, ἄχρηστον δ’ ὑπ’ ἀσθενείας, ὅπερ ἐν τῷ κατὰ σχέσιν ὑγιαίνειν, ἄλλο δὲ τρίτον ἀσθενείας μὲν ἀπηλλαγμένον, εὐρωστίαν δ’
15οὔπω κεκτημένον, ὅπερ ἐν τῷ καθ’ ἕξιν, ἐφ’ ᾧ τέταρ‐ τον οἷον ἀρετή τίς ἐστι τῶν ἐνεργειῶν ἡ εὐεξία. [καὶ ἡ ἀκρότης τε καὶ ἡ τελειότης αὐτῶν ἡ ἐπ’ ἄκρον ἐστὶν αὐ‐ τῶν εὐεξία.] ἡ τοίνυν εἰς ἕξιν ὑγιεινὴν ἄγουσα τέχνη

5

.

817

τὸν ἄνθρωπον ‖ ἑτέρα δηλονότι τῆς ἰασαμένης αὐτὸν ὑπάρξει, συγκεχωρημένου γ’ ἅπαξ τοῦ τε δεῖν ἐπὶ δια‐ φόροις τέλεσι διαφόρους εἶναι τὰς τέχνας τοῦ τε δύο καθ’ ἕκαστον ἑτέραν μὲν τὴν δημιουργοῦσαν, ἑτέραν
5δὲ τὴν διαφυλάττουσαν. ᾧ καὶ δῆλον, ὡς ἡ περὶ τέ‐
λους ἔννοια περιείληφεν ἅπασαν τὴν νῦν ἡμῖν προκει‐ μένην ζήτησιν, καὶ διὰ τοῦθ’ ὅσοι τῶν ὁρισμῶν ἀπὸ τοῦ τέλους τὴν σύστασιν ἔχουσιν, οὐ σμικρὰς γεννῶσιν ἀπορίας.40
10 Ἴσως οὖν ἄμεινον ἐπ’ αὐτὴν ἀφικόμε‐ νον τὴν οὐσίαν τῆς τέχνης ἀρχὴν τῆς ζητήσεως ἐκεί‐ νην ποιήσασθαι. τί οὖν ἐστιν ἰατρική; εἴποι ἄν τις εἶναι ἐπιστήμην ὑγιεινῶν τε καὶ νοσερῶν. ἀλλὰ κἀν τούτῳ δόξει προχείρως εἰλῆφθαι τὸ ὑγιεινὸν ὡς μέρος
15δηλονότι τῆς ἰατρικῆς ὑπάρχον. ὅθεν οἶμαι τῶν τἀναν‐ τία τιθεμένων ἔνιοι μόνων τῶν νοσερῶν ἐπιστήμην εἶναι συγχωρήσουσι τὴν ἰατρικήν. ἀλλ’ οὗτοί γε πρῶ‐ τον μὲν ἀγνοοῦσιν, ὡς ἔστι μία τῶν ἐναντίων ἁπάν‐ των ἐπιστήμη καὶ ὅστις γιγνώσκει τὰ νοσερά, τοῦτον
20ἀνάγκη πᾶσα μὴ ἀγνοεῖν τὰ ὑγιεινά. τουτὶ μὲν ὡς μεῖζον ἢ κατ’ ἐκείνους παρείσθω, λεγέσθω δ’ ἤδη τὸ

5

.

818

δεύτερον ὧν ‖ ἀγνοοῦσιν, ᾧ τάχ’ ἂν ἴσως ἀκολουθή‐ σειεν, ὅτι μὴ περιλαμβάνεται κατὰ τὸν ὅρον τῆς ἰατρι‐ κῆς ἐξ ἀνάγκης τὸ ζητούμενον· ἔνεστι γάρ τινι δια‐ στειλαμένῳ τὴν ὁμωνυμίαν, εἶτα δείξαντι σωμάτων μὲν
5τῶν ἐχόντων ὑγίειαν καὶ σημείων τῶν δηλούντων καὶ αἰτίων τῶν ποιούντων ἐπιστήμην εἶναι τὴν ἰατρικήν, οὐ μὴν τῶν γε φυλαττόντων αὐτήν, ἀντιλαμβάνεσθαι κατὰ τἀναντία τοῦ προβλήματος. ἐοίκασιν οὖν οἱ τὰ τοιαῦτα σοφιζόμενοι μήτε τὸ ζητούμενον ἀκριβῶς ἐπί‐
10στασθαι μήθ’ ὅτι καὶ σημεῖον ὑγιεινόν τι λέγομεν, ὃ τοῖς νοσοῦσιν ἐπιφαινόμενον ὑγιείας μελλούσης ἐστὶ
γνώρισμα, μήτ’ αἴτιον, ὃ τοῖς νοσοῦσι προσαγόμενον ὑγιείας ἐστὶ ποιητικόν, ὥσπερ ἀμέλει τὰ βοηθήματα σύμπαντα, μήθ’ ὡς καὶ τὸ δεδεγμένον ὑγίειαν σῶμα41
15καλοῦμεν ὑγιεινόν, ὧν πάντων ἐπιστήμην ὁ ἰατρὸς ἔχει μηδὲν κοινωνούντων τῷ προβλήματι πλὴν ὀνόματι. καὶ γὰρ εἰ τῆς τῶν ὑγιαινόντων φυλακῆς ὁ ἰατρὸς ἐπιστάτης ἐστὶν ἢ γυμναστοῦ τὸ τοιοῦτον ἴδιον, ἐξ ἀρχῆς ἡμῖν προὔκειτο ζητεῖν, ὅπερ, ὡς ὀλίγον ἔμπρο‐

5

.

819

σθεν ἐδείχθη, ‖ τὴν κρίσιν ἐν τῇ τοῦ τέλους ἔχει ζη‐ τήσει. πότερον γὰρ ἁπλῶς ὑγίεια τὸ τέλος ἐστὶ τῆς ἰατρικῆς οὐδὲν διαφέρον εἴτε ποιοῦντός τινος αὐτὴν οὐκ οὖσαν εἴτε φυλάττοντος οὖσαν ἢ τὸ ποιῆσαι μὲν
5μόνον ἰατρικῆς ἐστι, τὸ φυλάξαι δὲ τῆς γυμναστικῆς [αὐτῆς]; οὕτω δὲ καὶ περὶ τῆς γυμναστικῆς, ἆρά γ’ εὐεξία τὸ τέλος ἐστὶν ἢ ὑγίεια ἢ ποίησις ὁποτέρας τούτων ἢ φυλακή. Κινδυνεύσομεν γάρ, ὡς ὁ λόγος ἔδειξεν,
10ἐὰν ὑπερβῶμεν τὴν μίαν, ἑπτὰ ποιῆσαι περὶ τὸ σῶμα τὰς τέχνας, τὴν μὲν πρώτην καὶ σαφεστάτην καὶ σχε‐ δὸν μόνην ἀναμφισβήτητον ἰωμένην τὰ νοσήματα, δύο δ’ ἄλλας, τὴν μὲν ἐκ τῆς κατὰ σχέσιν ὑγιείας εἰς τὴν καθ’ ἕξιν ἄγουσαν, τὴν δ’ ἐν ταύτῃ φυλάττουσαν καὶ
15δύο ἄλλας ὁμοίως περὶ τὴν εὐεξίαν, δημιουργικὴν μὲν τὴν ἑτέραν, φυλακτικὴν δὲ τὴν ἑτέραν, ἔτι τε πρὸς
ταύταις ἄλλας δύο περὶ τὴν ἀθλητικὴν εὐεξίαν. ἁπλῶς μὲν γὰρ τὴν ἑτέραν τὴν κατὰ φύσιν ὀνομάζομεν εὐ‐42

5

.

820

εξίαν, οὐχ ἁπλῶς δὲ τὴν οὐ φύσει, ‖ τὴν ἀθλητικήν, ἀλλ’ ἀεὶ μετὰ προσθήκης, ὥσπερ καὶ Ἱπποκράτης ὁτὲ μὲν ὡδί πως λέγων· ‘διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων‘, ὁτὲ δ’ αὖ πάλιν· ‘ἐν τοῖσι
5γυμναστικοῖσιν αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραί‘ ... ἀλλ’ ἐν τοῖς ἀθλητικοῖς τε καὶ γυμναστικοῖς σώμασιν· ἀκούειν γάρ σε χρὴ γυμναστικὰ σώματα λέγεσθαι νῦν οὐ τὰ τῶν ὁπωσοῦν γυμναζομένων, οἷον ἤτοι σκαπτόν‐ των ἢ ἐρεσσόντων ἢ ἀμώντων ἤ τι τῶν ἄλλων, ὅσα
10κατὰ φύσιν ἀνθρώποις ἔργα, πραττόντων, ἀλλ’ οἷς αὐτὸ τοῦτ’ ἔστιν ἀγώνισμα τὸ γυμνάζεσθαι καταβλη‐ τικὴν τῶν ἀντιπάλων ἰσχὺν ἐπασκοῦσιν. διὰ τί μὲν οὖν ἡ τοιαύτη διάθεσις οὐ φύσει, δι’ ἑτέρων ἐξηγή‐ μεθα· τὸ δ’ οὖν ἐκ τοῦ λόγου χρηστὸν εἰς τὰ παρόντα
15τοῦτ’ ἔστιν αὐτὸ τὸ νῦν εἰρημένον, ὡς ἑπτὰ γενήσον‐ ται περὶ τὸ σῶμα τέχναι τὴν μίαν ὑπερβᾶσιν ἢ καὶ νὴ Δι’ ἐννέα. τί γὰρ οὐ χρὴ δύο ἄλλας τέχνας τί‐ θεσθαι, ἑτέραν μὲν τῆς ἄκρας εὐεξίας δημιουργόν,

5

.

821

ἑτέραν δὲ τῆς αὐτῆς ταύτης φυλακτικήν; ‖ ἐπὶ μὲν γὰρ τῆς τῶν γυμναστικῶν εὐεξίας ὅτι χρὴ φεύγειν τε καὶ δεδιέναι τὴν ἀκρότητα, πρὸς Ἱπποκράτους εἴρηται σα‐ φέστατα· τῆς δ’ ἁπλῶς λεγομένης εὐεξίας τῆς κατὰ43
5φύσιν οὐχ ὅπως φυλάττεσθαι προσήκει τὸ ἄκρον ἀλλὰ καὶ παντὶ τρόπῳ σπουδάζειν. οὕτως οὖν αἱ σύμπασαι γένοιντ’ ἂν ἐννέα περὶ τὸ σῶμα τέχναι καὶ τούτων ἑπτὰ μέν, ἃς ἂν καὶ ἐπαινέσειέ τις, αἱ δύο δ’ αἱ λοιπαὶ κακο‐ τεχνίαι δηλονότι καθάπερ καὶ ἡ κομμωτική. ταύτας
10μὲν οὖν, εἰ βούλει, παραλίπωμεν, ἐπέλθωμεν δ’ αὖθις τὰς ἑπτά, τὴν μὲν πρώτην ἁπασῶν, ἣν ἰᾶσθαι τὰς νόσους ἐλέγομεν, ἄλλας δ’ ἐφεξῆς αὐτῇ, δύο μὲν περὶ τὴν καθ’ ἕξιν ὑγίειαν, δύο δὲ περὶ τὴν εὐεξίαν καὶ δύο ἄλλας περὶ τὴν ἄκραν εὐεξίαν. ἤδη μὲν οὖν κἀκ
15τούτων εὔδηλον, ὡς, εἰ μή τις θείη περὶ τὸ σῶμα τέχνην ἓν ἔχουσαν δηλονότι καὶ τὸ τέλος, ἀναγκαῖόν ἐστι τοῦτον μέχρι τῶν ἑπτὰ προϊέναι καὶ ὡς οὐδὲν ἄλλο τὸ τέλος τοῦτ’ ἔστι παρὰ τὴν ὑγίειαν. Ἄμεινον δ’ ἴσως ἀκριβέστερον ἐπεξελθεῖν
20τῷ λόγῳ πρῶτον μὲν τοῦτ’ ἀναμνήσαντας, ὃ μηδεὶς

5

.

822

ἀγνοεῖ, ‖ τὰς μὲν κακοτεχνίας τὸ φαινόμενον ἀγαθὸν ἐκποριζομένας ἑκάστῳ τῶν ὄντων, τὰς τέχνας δὲ τὸ κατ’ ἀλήθειαν ἐν αὐτοῖς ὑπάρχον, ἐφεξῆς δὲ τούτῳ λέγοντας, ὡς, εἴπερ ἡ κομμωτικὴ καλουμένη νόθου
5κάλλους ἐστὶ δημιουργός, αὕτη μὲν ἂν εἴη κακοτεχνία
τε καὶ κολακεία, τέχνη δέ τις ἑτέρα συστήσεται περὶ τὸ γνήσιόν τε καὶ ὄντως ἀληθινὸν κάλλος, ὅπερ ἐστὶν εὔχροιά τε καὶ εὐσαρκία καὶ συμμετρία τῶν μορίων, ἃ τῇ κατὰ φύσιν εὐεξίᾳ συμβέβηκεν, ἣν καὶ δι’ ἄλλου44
10μὲν λόγου τῆς γυμναστικῆς διωρισάμεθα, καὶ νῦν δ’ ἂν ἴσως ἐπὶ κεφαλαίων οὐδὲν ἂν εἴη χεῖρον ὑπὲρ αὐ‐ τῶν εἰπεῖν ἀρχὴν τῷ λόγῳ τήνδε ποιησαμένους. Ἤτοι γὰρ τὸ κατὰ φύσιν ἐνεργεῖν ἑκάστῳ τῶν μορίων ὑγιαίνειν ἐστὶν ἢ τοῦτο μὲν ἐξ ἀνάγκης
15ἕπεται τῇ κατὰ φύσιν τοῦ σώματος κατασκευῇ, τὸ δ’ ὑγιαίνειν αὐτὸ τοῦτ’ ἔστι τὸ κατὰ φύσιν κατεσκευ‐ άσθαι. τούτων ὁπότερον ἂν ἐθελήσῃς ὑποθέμενος ὑγίειαν, οὐδὲν γὰρ εἰς τὰ παρόντα διαφέρει, τῶν ἑξῆς

5

.

823

λόγων οὕτως ἄκουε προσέχων ‖ τὸν νοῦν. πότερα τοῦ κατεσκευάσθαι κατὰ φύσιν ἕκαστον τῶν μορίων ἢ τῆς ἐνεργείας αὐτοῦ χρῄζομεν; ἐμοὶ μὲν πάντες δοκοῦσιν οὐδ’ ἂν ὅλως θελῆσαι μόριον ἔχειν οὐδὲν ἀργὸν ἔργου
5τινός, οὔτ’ οὖν ὀφθαλμοὺς μὴ βλέποντας οὔτε ῥῖνας ὀσμᾶσθαι μὴ δυναμένας οὔτε σκέλη μὴ βαδίζοντα οὔτ’ ἄλλο τῶν πάντων οὐδὲν ἢ μηδ’ ὅλως ἐνεργοῦν ἢ κακῶς ἐνεργοῦν. οὐδενὸς γὰρ ἁπάντων, ὧν χρῄζομεν, ἀτελοῦς χρῄζομεν οὔτ’ οἰκίας οὔθ’ ὑποδήματος οὔτε σκίμποδος
10οὔθ’ ἱματίου, ἀλλ’ ἅμα τε χρῄζομεν καὶ τελείου χρῄ‐ ζομεν. οὕτως οὖν οὐδὲ τοῦ περιπατεῖν ἀσθενῶς καὶ ἀρρώστως οὐδὲ τοῦ βλέπειν ἢ ἀκούειν ἀμβλέως οὔτ’ ἄλλου τῶν πάντων οὐδενὸς ἐλλιποῦς ὀρεγόμεθα. τίς
γὰρ εὔχροιαν ἢ εὐσαρκίαν ἢ κάλλος ἁπλῶς τοῦ σώμα‐45
15τος ἢ ῥώμην ἐλλιπῆ σχεῖν εὔχεται; καὶ μὴν εἴπερ οὐκ ἐλλιποῦς ἐνεργείας ἀλλὰ τελέας χρῄζομεν, οὐδὲ τῆς κατασκευῆς τοῦ σώματος, ἀφ’ ἧς ἐνεργοῦμεν, ἐλλιποῦς δεησόμεθα. τούτων δ’ ἦν θάτερον ὑγίεια· δῆλον οὖν,

5

.

824

ὡς οὐδεὶς ἀτε‖λοῦς ὑγιείας ἀλλ’ ὡς ἔνι μάλιστα τελειο‐ τάτης ἅπαντες χρῄζομεν. Εἰ μὲν οὖν ἄλλο τι τὴν εὐεξίαν οἴεταί τις εἶναι παρὰ τὴν τελείαν ὑγίειαν, ἄλλην μὲν τέχνην
5ὑγιείας, ἄλλην δ’ εὐεξίας ζητείτω· εἰ δ’ ἓν καὶ ταὐτόν ἐστιν ἄμφω, μίαν ἀνάγκη καὶ τέχνην εἶναι. πῶς οὖν ἓν καὶ ταὐτόν ἐστιν εὐεξία τε καὶ ἡ παντελὴς ὑγίεια; πρῶτον εἴπερ τὴν ταύτης αἰτίαν κατασκευὴν τὴν αὐτὴν δήπου καὶ τῆς εὐεξίας εἶναι πεπιστεύκαμεν, ἄμφω
10ταὐτὸν ἔσται· δεύτερον δ’ ἐξ αὐτῆς τῆς οὐσίας. εὐεξία μὲν γὰρ οὐδὲν ἄλλ’ ἐστὶν ἢ εὖ ἔχουσα ἕξις, ἡ δ’ ἕξις διάθεσίς ἐστι μόνιμος, ὥστε, οὗπερ ἕξις, τούτου καὶ εὐεξία, πρός τι δ’ ἄμφω. λέγεται δ’ οὖν τις ἕξιν ἔχειν ἐν γραμματικῇ καὶ ἄλλος ἐν ἀριθμητικῇ καὶ ἄλλος ἐν
15γεωμετρίᾳ καὶ ἄλλος ἐν ἀστρονομίᾳ καὶ καθ’ ἕκαστον τῶν ὄντων, ὅταν ἡ διάθεσις δύσλυτος ᾖ, ἕξις ὀνομά‐ ζεται. διαφερέτω δὲ μηδὲν ἔν γε τῷ παρόντι διάθεσιν ὀνομάζειν ἢ σχέσιν. εἴπερ οὖν, οὗπερ ἕξις, τούτου ‖

5

.

825

καὶ εὐεξία, τινὸς δ’ ἡ ἕξις, δῆλον, ὅτι καὶ ἡ εὐεξία τινὸς καὶ τοῦ αὐτοῦ γε, οὗ καὶ ἡ ἕξις. ἀλλ’ ἡμῖν νῦν οὐ περὶ τῆς γεωμετρικῆς ἕξεως ἢ μουσικῆς ἢ γραμμα‐ τικῆς, ἀλλὰ περὶ τῆς ὑγιεινῆς ὁ λόγος ἐστίν. οὐκοῦν,
5ὅταν εἴπωμεν εὐεξίαν, οὐ γραμματικὴν ἢ μουσικὴν ἢ γεωμετρικὴν ἀλλ’ ὑγιεινὴν λέγομεν. εὐθὺς δ’ αὐτὸ τοῦτο παρορῶσιν οἱ πολλοὶ καὶ νομίζουσι τὸ τῆς εὐεξίας ὄνομα τῷ τῆς ὑγιείας ὁμοίως λέγεσθαι. καίτοι τὸ μὲν τῆς ὑγιείας ὄνομα διαθέσεώς τινός ἐστι, τὸ δὲ τῆς46
10εὐεξίας οὐχ ἁπλῶς τὴν διάθεσιν, ἀλλὰ τὸ κατ’ αὐτὴν ἄριστόν τε καὶ μόνιμον ἐνδείκνυται· ἀρίστη γάρ ἐστιν ἕξις ἐκείνης τῆς διαθέσεως, ἣν ὑγίειαν ὀνομάζομεν, ἡ εὐεξία. οὔκουν—αὖθις γάρ που καὶ αὖθις ἀνάγκη ταὐτὸν εἰπεῖν, εἰ μέλλοι τις ἐξαιρήσεσθαι τῶν πολλῶν
15ἄγνοιαν παλαιάν—οὔτε διαθέσεως οὔτε κατασκευῆς οὔτ’ ἐνεργείας ἐστὶ τὸ τῆς εὐεξίας ὄνομα δηλωτικόν, ὥσπερ οὖν οὐδὲ τὸ τῆς ἕξεως, ἀλλὰ τοῦτο μὲν αὐτοῦ

5

.

826

μόνου τοῦ ‖ δυσλύτου τε καὶ μονίμου τῆς διαθέσεως, ἡ δ’ εὐεξία πλέον οὐδὲν αὐτῷ προστίθησι τοῦ εὖ. σύγκειται γοῦν ἐκ τοῦ τῆς ἕξεως ὀνόματος τὸ εὖ προσ‐ λαβόντος, ὅπερ εἰώθαμεν ἐπαινοῦντες ἅπασιν ἐπιφέρειν,
5ὅσα καλῶς καὶ κατὰ τὴν οἰκείαν ἀρετὴν διάκειται. τίνος οὖν ὀρεγόμεθα καὶ τί τῷ σώματι διὰ παντὸς ὑπάρχειν βουλόμεθα; πότερον διάθεσιν ὑγιεινὴν αὐτὸ τοῦτο μόνον ἴσχειν ἢ τοῦτό γε παραπλήσιον τῷ ζητεῖν, ἆρά γ’ οἰκίας μοχθηρᾶς καὶ μελλούσης ὅσον οὔπω κατα‐
10πεσεῖν χρῄζομεν ἢ καὶ πρὸς τὴν χρείαν, ἧς ἕνεκα γέ‐ γονεν, ἄριστα διακειμένης καὶ ὡς ἔνι μάλιστα πολυ‐ χρονιωτάτης; οὐδεὶς γάρ ἐστιν οὔτ’ ἐλλιπῶς οὔτ’ ὀλι‐ γοχρονίως ὑγιαίνειν βουλόμενος. ἀλλ’ οὐδ’ ἐστί τις
ὅλως τέχνη σκοπὸν ἔχουσα τὸ χεῖρόν τε καὶ ὀλιγο‐47
15χρονιώτερον, ἀλλ’ ὅπερ ἂν ἐκ τῆς αὐτῆς ὕλης ἄριστόν τε μέλλῃ καὶ πολυχρονιώτατον ἔσεσθαι, τοῦτο ταῖς ποιητικαῖς ἁπάσαις τέχναις ὁ σκοπός. οὐ μὴν οὐδὲ τέλος ἄλλο τι παρὰ τὴν ἐπιτυχίαν ἐστὶ τοῦ σκοποῦ

5

.

827

καὶ δῆλον ἐκ τῶν εἰρημένων, ‖ ὡς καὶ τέλος ἕν ἐστι τῆς περὶ τὸ σῶμα τέχνης καὶ σκοπὸς εἷς. εἴτ’ οὖν ἀρτιότητά τις ἐθέλοι τὸν σκοπὸν τοῦτον ὀνομάζειν εἴτ’ εὐεξίαν εἴθ’ ὑγίειαν εἴτε τὴν κατὰ φύσιν κατασκευὴν
5τοῦ σώματος εἴτε τὴν κατὰ φύσιν ἐνέργειαν εἴτε διά‐ θεσιν ἢ κατασκευήν, ἀφ’ ἧς ἐνεργοῦμεν τελέως ταύτας τὰς κατὰ φύσιν ἐνεργείας, οὐδὲν εἴς γε τὰ παρόντα δέομαι διαιρεῖν. Ἓν γάρ μοι πρόκειται δεῖξαι τὸ πᾶσαν
10τέχνην καὶ σκοποῦ καὶ τέλους ἐφίεσθαι. τέλος δ’ ἐν ἑκάστῳ τῶν ὄντων ἕν, ὅπερ οὐδὲν ἄλλ’ ἐστὶν ἢ τὸ κατ’ ἐκείνην τὴν οὐσίαν ἀγαθόν. ἀμπέλου γοῦν οὐκ ἄλλο μὲν τελειότης, ἄλλο δὲ τὸ ἀγαθόν, οὐ μὴν οὐδ’ ἄλλο τι παρὰ τοῦτο πρόκειται σκοπεῖσθαι τῇ περὶ τὰς
15ἀμπέλους τέχνῃ, καθάπερ οὐδὲ τῇ περὶ τὰς ἐλαίας, ἀλλὰ καὶ ἥδε τὴν τελειότητα τῆς ἐλαίας φύσεως ἔχει τὸν σκοπόν. ἓν δή τι τῶν ὄντων ἐστὶ τὸ τἀνθρώπου σῶμα καὶ τίς ἐστι καὶ τοῦδε πάντη τελειότης, ἣν καὶ

5

.

828

παροῦσαν φυλάττειν καὶ ‖ ἀποῦσαν ἀνασώζεσθαι πρό‐ κειταί τινι τέχνῃ. ταύτης δ’ εἴπερ τι κατωτέρω ποι‐ ήσομεν ἕτερον τέλος, ὁ προειρημένος ἡμᾶς ἐκδέξεται λόγος. ἔσται γὰρ ἡ μὲν τῆς εὐεξίας, ἡ δ’ ἄκρας εὐεξίας,
5ἑτέρα δὲ τῆς ὑγιεινῆς ἕξεως καὶ τετάρτη τις ἄλλη τέχνη σχέσεως ὑγιεινῆς δημιουργὸς ἔξωθέν τε τούτων ἄλλη πέμπτη τῆς ἀθλητικῆς εὐεξίας. εἰ δὲ καὶ δημι‐ ουργεῖν μὲν ἄλλαις τὰ τέλη, φυλάττειν δ’ ἄλλαις ἐπι‐ τρέψομεν, οὐ ταύτας μόνον ἀλλὰ καὶ σὺν αὐταῖς ἄλλας48
10τοσαύτας ἐπιζητήσομέν τε καὶ συστησόμεθα περὶ τὸ σῶμα τέχνας. Ὧι καὶ δῆλον, ὡς οὔτε πολλὰ τὰ τοῦ σώματος ἀγαθὰ χρὴ ποιεῖν οὔτ’ ἄλλην μέν τιν’ αὐτοῦ δημιουργόν, ἄλλην δὲ φύλακα. τῷ μὲν δὴ σκοπεῖσθαι
15δυναμένῳ διὰ κεφαλαίων τὸ σύμπαν οὐδὲν ἔτι προσ‐ δεῖ· τῷ δὲ τοῦτο μὴ δυναμένῳ δρᾶν ἢ καὶ πάντ’ ἐξαλεῖψαι τῆς διανοίας, ὅσα τοῖς κακῶς ὑπειλημμένοις ἕπεται, δεομένῳ παμπόλλων ἔθ’ ἡγοῦμαι δεῖν. ὅτι τε γὰρ οὐχ ἕν ἐστι τὸ τοῦ σώματος ἀγαθόν, ἀλλ’ ὑγίειά
20τε καὶ ῥώμη καὶ κάλλος ὅτι τε δυνατὸν ἑτέραν μὲν

5

.

829

εἶναι δημιουργὸν τού‖του τέχνην, ἑτέραν δὲ φυλακτι‐ κὴν ὅσα τ’ ἄλλα τούτοις ἑπόμενα κακῶς ἐγνώκασιν ἔνιοι, διελέγξαι χρή. καὶ πρῶτόν γε, ὅτι τοῦ σώματος ἓν ἀγαθόν ἐστι, διελθεῖν ἄμεινον πρώτως τε καὶ κυρί‐
5ως λεγόμενον, ἐφ’ ὃ πάντα τὴν ἀναφορὰν ἔχει. τὰ δ’ ἄλλα τὰ λεγόμενα σώματος ἀγαθὰ τὰ μὲν ὡς μόρια ἐκείνου λέγεται, τὰ δ’ ὡς αἴτια, τὰ δ’ οἷον καρπός τις. ὥσπερ γὰρ τὸ κάλλος ἥ τ’ εὔχροια καὶ ἡ εὐσαρκία καὶ ἡ συμμετρία καθάπερ καὶ ἄλλα τινὰ συμπληροῖ,
10τί κωλύει καὶ τὸ τοῦ σώματος ἀγαθὸν ἐξ ὑγιείας καὶ ῥώμης καὶ κάλλους συμπληροῦσθαι; τί δὲ κωλύει πάλιν
αὐτοῦ μὲν τοῦ σώματος ἀγαθὸν εἶναι τὴν ὑγίειαν, οἷον δὲ καρπόν τινα τὸ κάλλος αὐτοῦ καὶ τὴν ἐνέρ‐ γειαν ὑπάρχειν; τί δὲ κωλύει τὴν μὲν ἐνέργειαν εἶναι49
15τὸ πρῶτον ἀγαθὸν τοῦ σώματος, αἰτίαν δ’ αὐτοῦ τὴν ὑγίειαν; οὐ γὰρ ἐξ ἄλλων μέν τινων ὑγιαῖνον ἀκριβῶς ἔσται 〈τὸ〉 σῶμα, δι’ ἄλλων δ’ ἰσχυρὸν ἢ καλόν· *** αὐτὸ μέλλει ποιήσειν, εὐθὺς [δὲ] τοῦτο καὶ ἀκριβῶς ὑγιεινόν. ‖

5

.

830

Ὥστε καὶ διὰ τοῦτο μία τέχνη περὶ τὸ σῶμα. τὰ γὰρ αὐτὰ πράττοντες ἰσχυροί θ’ ἅμα κατὰ τὰς ἐνεργείας ἐσόμεθα καὶ καλλίους ὀφθῆναι καὶ ὑγι‐ εινότεροι καὶ εὐεκτικώτεροι, καθάπερ εἰ καὶ σφαλείη‐
5μέν τι περὶ τὸ σῶμα, καὶ τῶν ἐνεργειῶν τὴν ῥώμην καταλύσομεν καὶ τῷ κάλλει λυμανούμεθα καὶ τὴν εὐεξίαν καθαιρήσομεν καὶ τὴν ὑγίειαν μειώσομεν· ἅπαντα γὰρ ταῦτα συναυξάνεταί τε καὶ συμμειοῦται προσηκόντως. ἡ γάρ τοι κατὰ φύσιν ἐνέργεια δεῖται
10τῆς κατὰ φύσιν τοῦ σώματος κατασκευῆς, ὑφ’ ἧς γί‐ γνεται, λόγον αἰτίας ἐχούσης πρὸς αὐτήν. ὥστ’ οὐκ ἐνδέχεται πρότερον τὸ μὲν ἕτερον αὐτῶν εἶναι, τὸ δ’ ἕτερον μὴ παρεῖναι. καὶ μὲν δὴ καὶ συναυξάνεται καὶ συμμειοῦται ταῦτ’ ἀμφότερα. βελτίω μὲν δὴ γενόμενα
15τὸ μὲν εὐεξία, τὸ δὲ ῥώμη κέκληται. τὸν αὐτὸν γὰρ καὶ ἡ ῥώμη πρὸς τὴν ἐνέργειαν ἔχει λόγον, ὅνπερ ἡ εὐεξία πρὸς τὴν ὑγίειαν· ἑκάτερον γὰρ ἑκατέρῳ γίγνε‐ ται καὶ ὥσπερ ἡ εὐεξία τινός ἐστιν, οὕτω καὶ ἡ ῥώμη.

5

.

831

τῆς μὲν γὰρ κατὰ φύσιν εἴτε κατασκευῆς ‖ εἴτε δια‐ θέσεως ὀνομάζειν ἐθέλοις ἀρετή τις ἡ εὐεξία, τῆς δ’ ἐνεργείας ἡ ῥώμη. ταὐτὸν δ’ ἀρετή τε καὶ τελειότης ἐστὶ καὶ τὸ καθ’ ἕκαστον τῶν ὄντων ἀγαθόν, ὅπερ50
5αὐτοῦ πρώτως τε καὶ ἁπλῶς ἀγαθὸν ὀνομάζεται. καὶ μὲν δὴ καὶ χείρω γίγνεται διὰ τῶν αὐτῶν ἀμφότερα. καὶ ἡ μὲν ὑγιεινὴ διάθεσις, ὥσπερ ἔμπροσθεν εἴπομεν, εὐεξία προσαγορεύεται, εἰ δ’ αὖ τις ἐνεργεῖ ἀσθενῶς, ῥώμης ἀρρωστία τε καὶ ἀσθένεια. καὶ δὴ καὶ κάλλος
10μὲν τοῖς προτέροις, αἶσχος δὲ τοῖς δευτέροις ἐξ ἀνάγ‐ κης ἕπεται. πάντ’ οὖν ταῦτα καὶ συναύξεται καὶ συμ‐ μειοῦται καὶ τελειοῦται καὶ καθαιρεῖται πάνθ’ ἅμα καὶ τὸ βλάπτον ὁτιοῦν ἓν ἐξ αὐτῶν εὐθὺς καὶ τἆλλα σύμ‐ παντα βλάπτει τό τ’ ὠφελοῦν ὡσαύτως ἅπαντ’ ὠφελεῖ.
15καὶ δῆλον, ὡς καὶ διὰ τοῦτο μίαν ἀνάγκη τέχνην εἶναι περὶ σύμπαντα ταῦτα. τί δὴ τούτων ἐστὶ τὸ πρῶτόν τε καὶ ἁπλῶς ἀγαθὸν τοῦ σώματος, οὐδὲν μὲν ἐπείγει τό γε νῦν εἶναι λέγειν, ἵνα δὲ μηδὲ τοῦτ’ ἐνδέῃ,

5

.

832

προσθήσω. σώματος ‖ ἀγαθὸν ἁπλῶς καὶ πρῶτον, οὗ μάλιστα δεόμεθα, τελειότης τῆς ἐνεργείας ἐστίν, ὅπερ δὴ ῥώμην τε καὶ ἰσχὺν ὀνομάζουσιν ἐλλειπτικῶς ἑρμη‐ νεύοντες· ἐχρῆν γὰρ αὐτοὺς οὐ ῥώμην ἁπλῶς ἀλλ’
5ἐνεργείας ῥώμην οὐδ’ ἰσχὺν ἁπλῶς ἀλλ’ ἐνεργείας ἰσχὺν εἰπεῖν. ἑξῆς δὲ τούτῳ δεύτερον οὐχ ἁπλῶς οὐδὲ καθ’ ἑαυτὸ τοῦ σώματος ἀγαθόν, ἀλλ’ ὅτι γε τὸ πρῶτόν
τε καὶ καθ’ ἑαυτὸ τοιούτου δεῖται πάντως εἰς γένεσιν, ἡ τῆς ὑγιείας ἐστὶν εὐεξία, ἣν καὶ αὐτὴν πάλιν ἐλ‐51
10λειπτικῶς ὀνομάζοντες ἀφορμὴν σοφισμάτων παρέχου‐ σιν· δέον γὰρ εὐεξίαν ὑγιείας εἰπεῖν, οὐχ οὕτως ἀλλ’ ἁπλῶς εὐεξίαν ὀνομάζουσιν. ἕπεται δ’ ἐξ ἀνάγκης τῇδε τὸ κάλλος [ἄλλο τι γένος· ἕπεται ἐκείνοις], τρίτον ἀγαθὸν σώματος, ὥστ’ οὔθ’ ὁμογενῆ τὰ τοῦ σώματος ἀγαθὰ
15καθάπερ οὐδὲ τὰ τῆς ψυχῆς οὔθ’ ὁμοίως λέγεται ἅπαντα, ἀλλὰ τὸ μὲν ὡς πρῶτόν τε καὶ καθ’ ἑαυτό, τὸ δ’ ὡς αἴτιον ἐκείνου, τὸ δ’ ὡς ἐξ ἀνάγκης ἑπό‐ μενον. τίνος οὖν τούτων τῶν τριῶν ἡ περὶ τὸ σῶμα

5

.

833

τέχνη πρώτως ἐστὶ δη‖μιουργός; ἆρά γε τῆς ὑγιείας ἢ τῆς ἐνεργείας ἢ τοῦ κάλλους; ὅτι μὲν γὰρ ἐξ ἀνάγ‐ κης ὠφελήσει τε καὶ ποιήσει τὰ τρία, κἂν ἓν ἐξ αὐ‐ τῶν ὁτιοῦν ὠφελῇ, πρόδηλον ἤδη γέγονεν· εἴτε γὰρ
5τὴν ἐνέργειαν, ἐξ ἀνάγκης καὶ τὴν ὑγίειάν τε καὶ τὸ κάλλος· ἡ μὲν γὰρ οὐχ οἵα τ’ ἐστὶ χωρὶς τῆς ποι‐ ούσης αὐτὴν αἰτίας γενέσθαι, τὸ κάλλος δ’ ἐξ ἀνάγκης ἕπεται· εἴτε τὴν ὑγίειαν, εὐθὺς καὶ τὴν ἐνέργειαν καὶ τὸ κάλλος· ἄμφω γὰρ ἦν ταύτης ἔγγονα. καὶ μὴν εἰ
10τὸ κάλλος ποιεῖ, πάντως που καὶ τὴν ὑγίειαν προπε‐ ποίηκεν, εἰ δὲ τοῦτο, καὶ τὴν ἐνέργειαν. Ἀλλὰ τί τὸ πρώτως ἐστὶν ὑπὸ τοῦ τεχνίτου γιγνόμενον, ὁ λόγος ἐπόθει θηρᾶσαι. καὶ δὴ φαίνεται σαφῶς ἤδη διὰ τῶν εἰρημένων ἡ μὲν τέχνη
15τὴν ὑγίειαν ἐργαζομένη, ταύτῃ δ’ ἐξ ἀνάγκης ἐνέργειά τε καὶ τὸ φυσικὸν κάλλος ἀκολουθεῖ. ὅπου γὰρ πρῶ‐
τον ἐνεργῶν ὁ τεχνίτης ἵσταται, τοῦτ’ ἔστιν αὐτοῦ τὸ τέλος, ἵσταται δ’ ἐν τῷ τὴν κατὰ φύσιν ἐργάσασθαι52

5

.

834

διάθεσιν, ἀφ’ ἧς ἐνεργοῦμεν, ὅπερ ‖ ἦν ὑγίεια· ταύτην δ’ ἐργασάμενος οὐδὲν ἔτι πονεῖ περὶ τὴν ἐνέργειαν ἢ τὸ κάλλος, ἕπεται γὰρ ἐξ ἀνάγκης ἐκεῖνα, κἂν ὁ τεχνίτης μὴ θέλῃ, καὶ κωλῦσαί γ’ αὐτὰ τῷ τεχνίτῃ παντάπασιν
5ἀδύνατον ἅπαξ γε τὴν ὑγίειαν ἐργασαμένῳ, αὐτὴν μέντοι τὴν ὑγίειαν ἐπ’ αὐτῷ κωλύειν ἐστίν. εἰ δέ γέ πῃ διαφθείρειεν αὐτήν, οὐκ ἔστιν ἐπ’ αὐτῷ τὴν κατὰ φύσιν ἐνέργειαν ἢ τὸ κάλλος ἐκπορίσαι τῷ σώματι. τὴν οὖν περὶ τὸ σῶμα τέχνην, ἥτις ἂν ᾖ, περὶ μὲν
10τὴν ὑγίειαν ἁπάντων πρώτην τε καὶ καθ’ ἑαυτὴν πραγματεύεσθαι φατέον, ἐφεξῆς δὲ κατά τι συμβεβηκὸς τήν τ’ ἐνέργειαν καὶ τὸ κάλλος, οὐ μὴν ἀτελές γέ τι τούτων οὐδὲν οὐδ’ ἐλλιπές, ἀλλὰ τέλεά τε καὶ πλήρη καὶ ἄκρα. ὅπως μὲν οὖν ἐστι πολλὰ τοῦ σώματος
15ἀγαθὰ καὶ πῶς ἓν ὅτι τε μὴ πάντων ὡσαύτως ἡ περὶ τὸ σῶμα τέχνη πεφρόντικεν, ἀλλὰ τοῦ μὲν καθ’ αὑτό, τοῦ δὲ κατὰ συμβεβηκός, αὐτάρκως δέδεικται. Διὰ τί δ’ οὐκ ἐνδέχεται κατ’ οὐδε‐ μίαν ὕλην ἄλλην μὲν τέχνην τοῦ τέλους δημιουργόν,

5

.

835

ἑτέραν δ’ εἶναι ‖ τὴν φυλάττουσαν, ἤδη καὶ ταῦτα πειράσομαι δεικνύναι. καὶ πρῶτον μὲν ὡς οὐδὲ τὸ παράδειγμα αὐτοῖς ὁμολογεῖ τὸ σφέτερον, ἐπιδείξω, μετὰ ταῦτα δ’ ὡς οὐδ’ ἡ τῶν πραγμάτων αὐτῶν φύσις.
5εἴπερ γὰρ ἄλλης μέν ἐστι τέχνης ὑπόδημα ποιήσασθαι, τὸ δ’ ἠπήσασθαι τοῦτο παθὸν ἑτέρας, οὔπω τὴν τρί‐ την ἐνταῦθα τέχνην ἐπέδειξαν ἡμῖν τὴν φυλακτικήν.
ὡσαύτως δὲ κἀπὶ τῶν ἱματίων, εἴπερ ἑτέρας μέν ἐστι τέχνης ἠπήσασθαι, δημιουργῆσαι δ’ ἑτέρας, ἡ τρίτη53
10κἀνταῦθα τίς ἐστιν ἡ φυλακτική, λέγειν οὐχ ἕξουσιν. ἐπὶ μὲν γὰρ τῶν ἡμετέρων σωμάτων καὶ ὅλως τῶν ὑπὸ φύσεως διοικουμένων ἡ μὲν οἷον δημιουργὸς ἡ φύσις ἐστὶν ἀνάλογον ὑφαντικῇ τε καὶ σκυτοτομικῇ, τὸ πονῆσαν δ’ ἐπανορθοῦται γεωργός τε καὶ ἰατρός,
15ἀνάλογον αὖ καὶ οἵδε τῷ ῥάπτοντι τὰ ἱμάτια καὶ τῷ τὰ παλαιὰ τῶν ὑποδημάτων ἐπανορθουμένῳ. τὸ δὲ φυλάττειν ἱμάτιον ἢ ὑπόδημα καταθέμενον ἐπὶ τῆς οἰκίας, ὅπως μὴ κλαπείη πρός τινος ἢ ὑπὸ μυῶν καταβρωθείη, τάχα μὲν οὐδὲ τέχνης ἐστὶν οὐ‐

5

.

836

δεμιᾶς ἀλλ’ ἐπιμελείας μόνης. εἰ δ’ ἄρα ‖ καὶ τέχνην τινὲς εἶναι βούλονται φυλακτικὴν αὐτῶν, αἱ τοιαῦ‐ ται τέχναι τοῖς ἀνθρώποις ἡ στρατηγική τ’ εἰσὶ καὶ ἡ πολιτικὴ καὶ πρὸς ταύταις ἥ τε τῶν θυρωρῶν,
5εἰ βούλει, καὶ τῶν ἄλλων φυλάκων. ἵνα γὰρ μήτ’ ἐπὶ τοῖς πολεμίοις ὦμεν ἢ ὅλως τοῖς πονηροῖς ἀν‐ θρώποις μήτ’ ἐπὶ τοῖς θηρίοις, οἰκίας τε καὶ πόλεις οἰκοδομησάμεθα καὶ τείχη περιεβαλόμεθα καὶ στρα‐ τηγοὺς καὶ ἄρχοντας ἀπεδείξαμεν, ἀλλ’ οὐ τοιαύτην
10τιν’ ἐζητοῦμεν τέχνην ὑγιείας φυλακτικήν, ἀλλ’ ἥτις οἶμαι περὶ τὸ σῶμα τοῦ ἀνθρώπου πραγματευομένη τι, μὴ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτό, σῶον αὐτὸ καὶ ὑγιαῖνον ἀποδείκνυσιν. ἑκάστη δὲ τῶν νῦν εἰρημένων οὐκ αὐτὴ καθ’ αὑτὴν ὑγιείας ἐστὶ φύλαξ,
15ἀλλ’ ἐπειδὴ συμβέβηκεν τῷ μὴ σφαγέντι μηδ’ ὑπὸ
θηρίου καταβρωθέντι φυλάττεσθαι τὴν ὑγίειαν, ὥσπερ οὖν καὶ ὅλην τὴν ζωήν, διὰ τοῦτο κατά τι συμβεβηκός, οὐ πρώτως οὐδὲ κατὰ τὸν ἴδιον λόγον, ἑκάστη τῶν τοιούτων τεχνῶν ὑγιείας γίγνεται φύλαξ.54
20Ἡ πρώτη οὖν ὑγίειαν φυλάττουσα

5

.

837

κατὰ ‖ τὸν ἑαυτῆς λόγον ἐν τίσιν ἕξει τὴν πραγματείαν; ἐμοὶ μὲν δοκεῖ μήτ’ ἐν τοῖς οὐκ ἐξ ἀνάγκης ὁμιλοῦσι τῷ σώματι μήτ’ [ἐξ ἀνάγκης] ἐν τοῖς οὐδὲν διατιθεῖ‐ σιν, ἀλλ’ ἐν οἷς διατρίβει πάντως τὸ σῶμα, κἂν ἡμεῖς
5μὴ βουλώμεθα, καὶ τούτων τοῖς ὠφελεῖν ἢ βλάπτειν δυναμένοις, ἐν τούτοις τε καὶ περὶ ταῦτα πραγματεύ‐ εσθαι. ξίφεσι μὲν οὖν καὶ θηρίοις καὶ κρημνοῖς καὶ βρόχοις οὐκ ἐξ ἀνάγκης περιπίπτει τὸ σῶμα, ἀλλὰ τῷ περιέχοντι ἀέρι κατὰ διττὸν τρόπον ἐξ ἀνάγκης ὁμιλεῖ
10καὶ πάντη περικεχυμένῳ καὶ διὰ τῆς εἰσπνοῆς ἑλκο‐ μένῳ. καὶ μὲν δὴ καὶ ὕπνος καὶ ἐγρήγορσις ἡσυχία τε καὶ κίνησις ἐκ τῶν τοιούτων ἐστίν· ἀνάγκη γὰρ ἢ ὑπνοῦν ἢ ἐγρηγορέναι ἢ ἡσυχάζειν ἢ κινεῖσθαι, ὥσπερ οὖν καὶ λιμώττειν ἢ ἐσθίειν καὶ διψῆν ἢ πίνειν ἤ τινα
15μεταξὺ τούτων ἔχειν κατάστασιν. αἱ δὲ τῆς κοίτης διαφοραὶ καὶ τῶν ἱματίων οὐκ ἀναγκαῖαι πᾶσαι· κλίνη γὰρ ἐλεφαντόπους οὐδὲν οὔτ’ ὠφελεῖ τὴν ὑγίειαν οὔτε

5

.

838

βλάπτει, κατὰ ταὐτὰ δὲ καὶ σκίμπους εὐτε‖λὴς ἢ ἱμα‐ τίοις εὐτελέσιν ἢ πολυτελέσιν ἢ τοῖς σκεύεσιν ὑαλίνοις ἢ χρυσοῖς ἢ ἀργυροῖς ἢ ξυλίνοις χρῆσθαι καὶ παῖδας ἔχειν εὐμόρφους ἢ αἰσχροὺς τοὺς ὑπηρετουμένους ἢ
5μηδ’ ὅλως ἔχειν ἀλλ’ ἑαυτῷ διακονεῖσθαι. ταῦτα μὲν
γὰρ οὐδὲν οὔτ’ ὠφελεῖν οὔτε βλάπτειν ἡμᾶς πέφυκεν οὔτε καθ’ ἑαυτὰ καὶ πρώτως οὔτε κατὰ συμβεβηκός. ἀὴρ δὲ θερμὸς ἢ ψυχρὸς ἐδέσματά τε καὶ πόματα καὶ ἠρεμία καὶ κίνησις ἐγρήγορσίς τε καὶ ὕπνος ἐξ ἀνάγ‐55
10κης ὠφελεῖ καὶ βλάπτει κατὰ τὴν ἑαυτῶν δύναμιν· ἱμάτιον δὲ τρύχινον ἐν χειμῶνι καὶ βαρὺ καὶ πνιγῶδες ἐν [τῷ] θέρει βλάπτει μὲν 〈οὐκ〉 ἐξ ἀνάγκης ἀλλὰ κατὰ συμβεβηκός, ὅτι κρύει καὶ θάλπει τιμωρεῖται. Ταῦτ’ οὖν, ὅσα καθ’ αὑτὰ δύναμιν
15ἔχει βλάβης τινὸς ἢ ὠφελείας, ὁ τῆς ὑγιείας προνο‐ ούμενος ἐπισκοπεῖται. πῶς καὶ τίνα τρόπον; ἐπειδὰν μὲν ἱκανῶς ἤδη τὸ σῶμα κενώσεως ἔχῃ καὶ κίνδυνος ἥκῃ βλάβης αἰσθητῆς, τρέφεσθαι κελεύων, ἐπειδὰν δὲ ξη‐

5

.

839

ραίνηται μᾶλλον ‖ τοῦ μετρίου καὶ κίνδυνος ᾖ κἀν‐ τεῦθεν ἤδη βλαβῆναι, πίνειν ἀξιῶν· οὕτω δὲ καὶ γυ‐ μνάζων μέν, ἐπειδὰν ῥῶσαι μὲν βούληται τὴν διοικοῦσαν ἡμᾶς δύναμιν, ἐκκαθῆραι δὲ τοὺς κατὰ λεπτὸν πόρους,
5ἡσυχάζειν δὲ προστάττων, ἐπειδὰν ἤτοι κάμνειν πρὸς τῶν γυμνασίων αἴσθηται ἢ διαφορεῖσθαι τὸ σῶμα πέρα τοῦ προσήκοντος, ἀλλὰ καὶ τὴν γαστέρα λαπάτ‐ των μέν, ἢν ἴσχηται, κατέχων δέ, ἢν ἐκταράττηται, καὶ τἆλλα δὴ πάντα κατὰ τὸν αὐτὸν τρόπον ἕκαστα
10πραγματευόμενος, ἐν κεφαλαίῳ τῷδε προσέχων τὸν
νοῦν, ἐπειδὰν μὲν ἀκριβῶς ὑγιεινῶς ἔχῃ τὸ σῶμα, μηδὲν νεωτερίζειν, ἐπειδὰν δὲ κατά τι τῆς ἀκριβοῦς ἐξιστῆται συμμετρίας, εὐθὺς ἀντεισάγειν τὸ λεῖπον, πρὶν μεγά‐ λην γενέσθαι τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπήν, ὥσπερ ἂν56
15εἰ τὰς κρόκας ἐκρεούσας ἱματίου τινὸς οὐχ ἅμα πάσας οὐδ’ ἀθρόας ἀλλὰ καθ’ ἑκάστην ἡμέραν μίαν ὁ τοῦτ’ ἔργον πεποιημένος ἰῷτο παρεδρεύων, ὡς λανθάνειν τοὺς πολλοὺς τὴν ἐπανόρθωσιν ὑπὸ σμικρότητος. τοι‐ οῦτον γάρ τινα χρὴ καὶ τὸν τοῖς ὑγιαίνουσιν ἐφεστῶτα

5

.

840

τεχνίτην εἶναι σμι‖κρᾶς διαφθορᾶς καὶ βλάβης αἰσθη‐ τικόν θ’ ἅμα καὶ ἐπανορθωτικόν. εἰ δέ γ’ ἀπαθὲς ἔμενε πάντη τὸ σῶμα καὶ τοιοῦτον, οἷόνπερ ὁ ποιήσας αὐτὸ τεχνίτης ἀπέλιπεν, οὐκ ἂν ἐδεῖτο τοῦ διὰ παντὸς
5ἐπανορθουμένου. νυνὶ δ’ ἐπειδὴ διαρρεῖ τε καὶ φθεί‐ ρεται, δεῖταί τινος ἐπιστάτου παρεδρεύοντος, ὃς καὶ γνωριεῖ τὸ κενούμενον ὁποῖόν τ’ ἐστὶ καὶ ὁπόσον ἰάσε‐ ταί τε παραχρῆμα τοιοῦτόν τε καὶ τοσοῦτον ἕτερον ἀντεισάγων. ἀπορρεῖ τὸ κατὰ φύσιν ὑγρόν· ἐπάρδειν
10χρὴ τὴν ἴσην ὑγρότητα πόμα παρέχοντα. διαφορεῖται τὸ θερμόν· ἀντεισάγειν χρὴ τοσοῦτον ἕτερον. ἐκκενοῦ‐ ται τὸ ξηρόν· ἤδη καιρὸς τρέφειν· ἑνὶ λόγῳ τὸ δια‐ φορούμενον καὶ ἀπολλύμενον ἐπανορθοῦσθαι κατὰ βραχὺ πρὸ τοῦ τοῖς πολλοῖς γενέσθαι κατάφωρον.
15 Ὥσπερ οὖν εἰ δύο τινὲ πίθω νοήσαις τετρημένω πολλαχόθι, μεστὼ μὲν ἄμφω τὰ πρῶτα, κενουμένω δ’ ὁμοίως ὑπὸ τῶν ἐκροῶν, εἴη δὲ τῷ μὲν
ἐπιστατῶν τις ἀεὶ προσεδρεύων· ἐπαντλῶν ἴσον ἑκάστοτε57

5

.

841

τῷ κενουμένῳ, ‖ θατέρῳ δέ, πρὶν 〈ἂν〉 ἱκανῶς ἐκκενω‐ θῇ, μηδεὶς παρείη, τηνικαῦτα δ’ ἐξαίφνης ἐπιστάς τις ἀθρόως πληρώσειεν, εὔδηλον, ὡς τὸν μὲν ἕτερον τῶν πίθων οὐδέποτε ἐκκενοῦσθαί τε καὶ πληροῦσθαι, τὸν
5δ’ ἕτερον ἄμφω ταῦτα πάσχειν οἱ πολλοὶ τῶν θεωμέ‐ νων ἐροῦσιν, οὕτως ἔχει κἀπὶ τῶν ὑγιαινόντων τε καὶ νοσούντων σωμάτων. ἐπανορθοῦται μὲν ἄμφω ταῦτα μία τέχνη καθ’ ἕνα τρόπον ἀντεισάγουσα τὸ λεῖπον, ἡ διαφορὰ δ’ ἐν τῷ ποσῷ τῆς ἐπανορθώσεως, οὐκ ἐν
10τῷ ποιῷ. Καὶ μὴν ἡ κατὰ τὸ ποσὸν ἐν τοῖς γιγνομένοις διαφορὰ μιᾶς ἐστι τέχνης· εἰ δέ γ’ ἄλλης ἔσεσθαι μέλλοι, πάντως χρὴ παραλλάξαι τῷ ποιῷ. εἰ δ’, ὅτι τοῦ μὲν ἔφθασεν ἐκρυῆναι πολλά, πρὶν ἀφι‐
15κέσθαι τὸν τεχνίτην, ὁ δ’ ἕτερος ἀεὶ παρεδρεύοντος εὐτυχήσας αὑτῷ μεστὸς διαφυλάττεται, τούτου χάριν ἡγῇ διττὸν εἶναι τὸν τρόπον τῆς ἐπανορθώσεως, οὐκ ὀρθῶς ἔγνωκας· οὐ γὰρ ἄλλη μὲν τέχνη μίαν

5

.

842

ἀντεισάγει κρόκην ἐκρυεῖσαν, ἄλλη ‖ δὲ τρεῖς ἢ τέττα‐ ρας ἢ πεντακοσίας οὐδ’ ἄλλη μὲν τέχνη σμικρόν τι τοῦ τοίχου πονῆσαν ἐπανορθοῦται, μεῖζον δ’ αὐτοῦ πάθος ἑτέραν ἐπιζητεῖ τέχνην· καθόλου γὰρ ᾧ τρόπῳ
5γέγονεν ἕκαστον τῶν ὄντων, τούτῳ καὶ φθειρόμενον ἐπανορθοῦται. κρόκαι στήμοσι διαπλακεῖσαι ποιοῦσιν
ἱμάτιον. ἆρ’ οὖν ἢ παθεῖν ἔξω τούτων ἱμάτιον ἢ ἰαθῆναι δυνατόν; δεῖ δὴ πάντως, εἴ γε πάσχει τι πά‐ θος, ἤτοι στήμονα παθεῖν ἢ κρόκην ἢ συναμφότερα ἴασίν58
10τε μίαν εἶναι τῆς κρόκης ἀεὶ διαπλεκομένης τῷ στή‐ μονι μιμήσει τῆς γενέσεως. Ἀλλ’ αἱ κατὰ μέρος ἐνέργειαι τοὺς πολλοὺς ἐξαπατῶσιν οὐ δυναμένους θεάσασθαι τὸ καθόλου· μεθόδου γὰρ ἤδη λογικῆς τὸ τοιοῦτον, ἣν
15οὔτ’ ἔμαθον οὔτ’ ἤσκησαν οἱ τολμῶντες ἑκάστης ἡμέ‐ ρας εἰς τὰ προβλήματα λέγειν. ἄμεινον γὰρ ἦν, εἴπερ ᾔδεσαν ἐκείνην, διδάξαι τοὺς μαθητὰς ἅπαξ, οὐ μυρία προβλήματα διέρχεσθαι. ὁ μὲν γὰρ ἐκείνην μαθὼν οὐδὲν ἔτι δεῖται τῶν μυρίων ἑαυτῷ γε πάντα καλῶς

5

.

843

διαιρεῖσθαι δυνάμενος, ‖ ὁ δ’ ἀγνοῶν ἔτι τὴν μέθοδον πρὸς τῷ μὴ γιγνώσκειν, εἰ κακῶς εἴρηται τὰ μυρία, παμπόλλων ἔτι προβλημάτων, ὧν οὐκ ἀκήκοεν, ἐπιδεής ἐστιν. ἀλλὰ τοῦτο μὲν ὁδοῦ τι πάρεργον ἡμῖν εἰρήσθω
5πρός γε τοὺς ἑκάστης ἡμέρας εἰς τὰ προβλήματα λέγον‐ τας τοῖς μαθηταῖς, οὔτε δ’ αὐτοὺς εἰδότας, ὅ τι λέ‐ γουσιν, ἔστ’ ἂν ἀμαθεῖς θ’ ἅμα καὶ ἀγύμναστοι θεωρίας ὑπάρχωσι λογικῆς, ἐξαπατῶντάς τε τοὺς μαθητὰς ἀγνοίᾳ τοῦ κριτηρίου. καὶ γὰρ οὖν κἀνταῦθα πότερον ταῖς
10κατὰ μέρος ἐνεργείαις ἢ ταῖς καθόλου διακριτέον ἐστὶ τὰς τέχνας ἀπ’ ἀλλήλων, ἢ τοῦτο μὲν οὐχί, τοῖς σκο‐ ποῖς δὲ καὶ τοῖς τέλεσιν ἢ μηδὲ τούτοις, ἀλλὰ ταῖς ὕλαις τε καὶ τοῖς ὀργάνοις καὶ ταῖς ἀρχαῖς καὶ τῇ
θεωρίᾳ, μηδ’ ὅλως σκεψάμενοι ληροῦσιν ὑπὲρ ὧν οὐκ59
15ἴσασιν. ἄμεινον οὖν ἴσως ἐστὶ καὶ ἡμᾶς, ἐπειδήπερ ἅπαξ ὑπέστημέν σοι τὸν ἆθλον τοῦτον ἐκτελέσαι, διελ‐ θεῖν τι καὶ περὶ τῶν ῥηθέντων ἁπάντων ὡς οἷόν τε διὰ βραχυτάτων ἀρξαμένους αὖθις ἀπὸ τῶν κατὰ μέρος ἐνεργειῶν.
20 Ἔστιν οὖν τις ἐνέργεια κατὰ μέρος, ᾗ χρώμενοι τὰ βλέφαρα τῶν ὀφθαλμῶν ἀναρράπτομεν,

5

.

844

ἑτέρα ‖ δὲ τῇδε μηδὲν ἐοικυῖα, δι’ ἧς ὑποχύματα παρ‐ άγομεν, ἄλλαι δὲ τρίτη καὶ τετάρτη μήτ’ ἀλλήλαις τι μήτε ταῖσδε προσεοικυῖαι, καθ’ ἃς ὀστοῦν κατεαγὸς ἐκ μὲν τῆς κεφαλῆς ἐκκόπτομεν, ἐν ἄλλῳ δὲ μέρει τοῦ
5σώματος, οἷον βραχίονι καὶ πήχει, κατατείναντές τε καὶ διαπλάσαντες ἐπιδοῦμεν. ὧν ἁπασῶν ἐνεργειῶν ἀποκεχώρηκε πάμπολυ κήλης χειρουργία καὶ ταύτης ἡ τῶν κιρσῶν καὶ πασῶν ὁμοῦ τῶν εἰρημένων ἡ τοῦ κατὰ τὴν κύστιν λίθου. καὶ τούτων μὲν ἔτι τὰ πλεῖστα
10μετὰ σμίλης ἐνεργοῦμεν· ὑπαλεῖψαι δ’ ὀφθαλμὸν ἢ ἄρθρον ἐμβαλεῖν ἢ καταπλάσαι τι μέρος ἢ καθετῆρι χρῆσθαι καλῶς ἢ σικύαν κολλῆσαι γίγνεται μὲν ἄνευ σμίλης, ἀποκεχώρηκε δὲ καὶ ἀλλήλων πάμπολυ καὶ τῶν προειρημένων, ὥσπερ γε καὶ τὸ φλέβα τεμεῖν καὶ
15ἀρτηρίαν διελεῖν καὶ ἀποσχάσαι τὸ δέρμα καὶ παρα‐ κεντῆσαι τοὺς ὑδεριῶντας ἀλλήλων διενήνοχε καὶ συμ‐ πάντων τῶν προειρημένων. καὶ αὗται μὲν ἔτι καὶ πρὸς ταύταις ἕτεραι μυρίαι χειρουργίαι τινὲς ἐνερ‐

5

.

845

γοῦνται ‖ δι’ αὐτῶν 〈τῶν χειρῶν〉. τῶν δὲ φαρμακευ‐
όντων ὅλως ἕτερον τὸ γένος ἀλλήλων τε καὶ προσέτι τῶν κατὰ χειρουργίαν· οὐδὲν γὰρ ἔοικεν ἑλλεβόρου πόσις καὶ ἐδωδὴ σιτίων οὐδ’ ἀσιτία κλυστῆρι καὶ τρῖψις60
5λουτρῷ. τούτων δ’ ἐπὶ πλέον ἀποκεχώρηκεν ἕλκος πλῦναί τε καὶ καθῆραι καὶ φάρμακον ὑγρὸν ἐπιθεῖναι καὶ αὖθις ξηρὸν αἰωρηθῆναί τε καὶ περιπατῆσαι καὶ παλαῖσαι καὶ σκαμμωνίαν ἢ μελίκρατον πιεῖν. οἷς ἅπα‐ σιν οὐδὲν ἔοικεν ἡ τῶν σφυγμῶν τε καὶ τῆς θερμασίας
10διάγνωσις, καίτοι δι’ ἄκρων τῶν χειρῶν ἐνεργοῦμεν, καθάπερ οἶμαι καὶ ἡ τῶν ἐν τοῖς ἀφισταμένοις μέρεσι περιεχομένων ὑγρῶν ἢ τῶν ὄγκων τῶν ὑδερικῶν ἢ γαγγλίων ἢ ἀθερωμάτων ἢ μελικηρίδων ἢ στεατωμά‐ των· οὐ γὰρ ταῖς αὐταῖς ἐπιβολαῖς τε καὶ κινήσεσι
15τῶν δακτύλων καὶ μεταγωγαῖς καὶ θλίψεσιν ἀλλ’ ἐνίοτε πάμπολυ διαφερούσαις ἐπὶ τῶν εἰρημένων χρώμεθα. κινδυνεύομεν γοῦν ὅλης ἡμέρας οὐδὲν ἄλλο λέγειν ἢ τῶν ἐνεργειῶν τὰς διαφοράς· οὕτω πάμπολυ τὸ πλῆ‐ θος αὐτῶν ἐστιν. ‖

5

.

846

Ἀλλ’ ἤδη κἀκ τούτων ἱκανῶς ἄν τις γνωρίζοι, πηλίκον ἁμαρτάνουσιν, ὅσοι ταῖς κατὰ μέρος ἐνεργείαις ἡγοῦνται χρῆναι διακρίνειν τὰς τέχνας. οὐ‐ δεὶς γοῦν οὕτως ἠλίθιος οὐδ’ ἔμπληκτός ἐστιν, ὃς
5ἀφαιρήσεται μὲν τῆς ἰατρικῆς τὰς εἰρημένας ἐνεργείας, ἄλλην δέ τινα καθ’ ἑκάστην αὐτῶν ἐπιστήσει τέχνην ἤτοι κηλοτομικήν, ὡς νῦν ὀνομάζουσί τινες, ἢ λιθοτο‐ μικὴν ἢ παρακεντητικήν. εἰ γὰρ καὶ ὅτι μάλιστα τόνδε μέν τινα κηλοτόμον εἶναί φασι, παρακεντητὴν δὲ τόνδε,
10λιθοτόμον δὲ τόνδε, πάντας γοῦν ἰατροὺς αὐτοὺς ὀνο‐ μάζουσιν, ὥσπερ οἶμαι καὶ τοὺς ἀπὸ μορίων τινῶν ὠνομασμένους, ὧν ἐξαιρέτως προνοοῦνται. καὶ γὰρ οὖν καὶ τούτους ὀφθαλμικούς τε καὶ ὠτικοὺς καὶ ὀδοντικοὺς ἰατροὺς ὀνομάζουσιν, ἑτέρους δ’ ἀπὸ τῆς61
15ὕλης προσηγόρευσαν ἤτοι διαιτητικοὺς καὶ φαρμακευ‐ τικοὺς ἢ καὶ νὴ Δία βοτανικούς· εἰσὶ δ’ οἳ καὶ οἰνο‐ δότας καὶ ἑλλεβοροδότας ἰατρούς τινας ἐκάλεσαν ἐκ τοῦ πολλάκις αὐτοὺς θεάσασθαι ταῖς τοιαύταις ὕλαις

5

.

847

χρωμένους. ἔχουσι γὰρ οἶμαι ‖ λογικὰς ἀρχὰς ἅπαντες ἄνθρωποι φύσει καὶ γιγνώσκουσιν οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον, ὡς ἔστι μέν τι καὶ ταὐτὸν ἐν ταῖς ἐνεργείαις, ἔστι δέ τι καὶ διαφέρον. οὗ μὲν οὖν ἕνεκα γίγνονται,
5ταὐτόν [ὑγεία παρὰ πᾶσιν ὁ σκοπός], ὁ τρόπος δ’ οὐχ εἷς ἁπασῶν, ἀλλ’ εἰς ἀριθμὸν ἐξήκει πάμπολυν. εἰ μὲν δή τις, ὥσπερ καὶ Πλάτων ἑκάστου τὸν τρόπον τε καὶ καθόλου σκοπὸν μίαν ἐπιστήσας τέχνην, εἶτ’ εἰς εἴδη τε καὶ διαφορὰς τέμνων αὐτὴν αὖθις ἐκείνων τῶν
10τμημάτων ἕκαστον ὀνομάζει τέχνην, οὕτω καὶ αὐτὸς ἐθελήσειε διαιτητικήν τινα καὶ φαρμακευτικὴν καὶ χειρουργικὴν ὀνομάζειν τέχνην, οὐκ ἂν ἔχοιμι τούτῳ γ’ οὐδὲν ἐγκαλεῖν. οὕτω δὲ κἂν εἰ τῶν εἰρημένων ἕκαστον τέμνων, οἷον τὴν δίαιταν εἴς τε τὰ προσφε‐
15ρόμενα καὶ κενούμενα καὶ ποιούμενα καὶ ἔξωθεν προσ‐ πίπτοντα, καθ’ ἕκαστον αὐτῶν ἰδίαν τινὰ τέχνην
ἐπιστήσειεν, οὐδ’ ἂν τούτῳ τι μεμψαίμην. οὐδὲ γὰρ οὐδ’ εἰ πάλιν αὐτὰ ταῦτα κατατέμνοι πολυειδῶς ἄχρι τῶν κατὰ μέρος, οὐκ ἂν κωλύσαιμι λέγειν αὐτόν, ὡς62

5

.

848

ἐν τοῖς ‖ προσφερομένοις ἄλλη μέν ἐστι τέχνη φαρμά‐ κων, ἄλλη δ’ ἐδεσμάτων, ἄλλη δὲ πομάτων, καὶ καθ’ ἕκαστον αὐτῶν ἐδέσματος τοῦδε καὶ τοῦδε καὶ πόμα‐ τος τοῦδε καὶ τοῦδε καὶ φαρμάκου τοῦδε καὶ τοῦδε
5συγχωρήσαιμ’ ἂν ἰδίαν εἶναι λέγειν τὴν τέχνην· εἰ δ’ οἴεται ταύτας ἀλλήλων διαφέρειν τὰς τέχνας, ὡς ἀριθμητικήν, εἰ τύχοι, ῥητορικῆς ἢ ταύτην οἰκοδομι‐ κῆς τε καὶ τεκτονικῆς, οὐκ ἂν ἔτι συγχωρήσαιμι. ταύ‐ ταις μὲν γὰρ οὐδείς ἐστι σκοπὸς κοινός, ἐκείναις δὲ
10ταῖς ὀλίγον ἔμπροσθεν εἰρημέναις εἷς κοινὸς ἁπάσαις πρόκειται σκοπός, ὑγίεια. ὥσπερ οὖν ἐπὶ τῆς ῥητορι‐ κῆς, μιᾶς οὔσης τέχνης, ἄλλην μέν τινα προοιμίου, διηγήσεως δ’ ἄλλην καὶ πίστεών γε καὶ τῶν καλου‐ μένων ἐπιλόγων ἄλλην εἶναι συγχωρήσω τέχνην, εἴ μοι
15μόνον ἕν γε τοῦτο φυλάττοιτο, μιᾶς εἶναι τέχνης αὐτά, εἴτ’ εἴδη βούλει καλεῖν εἴτε μέρη, κατὰ τὸν αὐ‐ τὸν οἶμαι τρόπον ἔχει κἀπὶ τῆς ἰατρικῆς· ἄλλην μέν τινα τέχνην ἐρῶ χειρουργικήν, ἄλλην δὲ διαιτητικήν, ἄλλην δὲ φαρμακευτικήν, εἰ τοῦθ’ ἕν μοι φυλάττοιτο
20μόνον, ὡς εἷς ταύταις ἁπάσαις σκοπός, δι’ ὃν ἀναγκά‐

5

.

849

ζονται μιᾶς ‖ εἶναι τέχνης μόρια. τὰ γοῦν ἀνομοιότατα συνάγειν οὗτος φαίνεται καὶ συνδεῖν καὶ ἀναγκάζειν εἰς μίαν ἅπαντα τέχνην συντελεῖν. ἐκκόπτει τις ἢ ἀποκόπτει τὸ σεσηπός, ἄλλος δ’ ἀνατρέφει τε καὶ σαρ‐
5κοῖ τὸ κοῖλον. ἐναντία μὲν οὕτως καὶ πάντη διαφέ‐ ροντα δόξει τὰ πράγμαθ’ ὑπάρχειν. αἵ τε γὰρ ἐνέργειαι διαφέρουσι πολὺ καὶ τὸ γιγνόμενον ὑπ’ αὐτῶν ἐναν‐ τίον. ὁ μὲν γὰρ [καὶ] τῶν ὄντων ἀφαιρεῖ τι, τῷ δ’ ἔργον γεννῆσαί τιν’ οὐσίαν οὐκ οὖσαν. ἀλλ’ οὐδετέρῳ63
10γε τοῦτ’ αὐτὸ πρόκειται καθ’ αὑτό, τῷ μὲν ἐκκόψαι τι, τῷ δὲ γεννῆσαι, ὥσπερ οὐδὲ καῦσαί τι καὶ τεμεῖν οὐδ’ ἄλλο τῶν πάντων οὐδὲν αὐτὸ δι’ ἑαυτὸ μεταχει‐ ρίζεταί τις, ἀλλ’ ὡς ἄνευ τούτου τυχεῖν ὑγιείας οὐ δυνάμενος, ἐφ’ ἣν ἐπείγονται μὲν ἅπαντες, οὐ μὴν
15ταῖς αὐταῖς ὁδοῖς χρώμενοι. διὰ μὲν δὴ τὸ κοινὸν τοῦ σκοποῦ πάντες ἰατροὶ καλοῦνται, διὰ δὲ τὸ τῆς ἐνεργείας ἢ τῆς ὕλης ἢ τοῦ μορίου διάφορον ἤτοι χειρουργὸς ἢ φαρμακευτὴς ἢ ὀφθαλμικός, χειρουργὸς μὲν ἀπὸ τῆς ἐνεργείας, φαρμακευτὴς δ’ ἀπὸ τῆς ὕλης,

5

.

850

ὀφθαλμικὸς δ’ ἀπὸ τοῦ μορίου. τῷ γὰρ καὶ τὰ ‖ μόρια θεραπευόμενα διαφέρειν ἀλλήλων οὐκ ὀλίγον αὐτούς τε τοὺς θεραπεύοντας ἐνεργείαις τε καὶ ὕλαις χρῆσθαι διαφόροις οἱ μὲν ἀπὸ τῶν ἐνεργειῶν, οἱ δ’ ἀπὸ τῶν
5μορίων, οἱ δ’ ἀπὸ τῶν ὑλῶν ὠνομάσθησαν ὀφθαλμι‐ κοί τε καὶ χειρουργικοὶ καὶ φαρμακευταί, κοινῇ δ’ ἅπαντες ἀπὸ τοῦ τέλους ἰατροί. δέδεικται γὰρ ἔμ‐ προσθεν, ὡς ἅπασα τέχνη περὶ τὸ τῆς ὑποβεβλημένης οὐσίας ἀγαθὸν ἔσπευκεν, ἔνθ’ ἕν τι καθ’ ἑκάστην αὐ‐
10τῶν ἐστι τὸ πρῶτον ἀγαθόν. εἰ δ’, ὅτι καλῶς ἀναρ‐ ράπτων ὅδε τις τὰ βλέφαρα κακῶς, εἰ τύχοι, φαρμα‐ κεύει καί τις ἄριστος ὢν ἐν φαρμακείᾳ διαιτᾶν ὀρθῶς
οὐκ ἐπίσταται καὶ τοῦτ’ ἄλλος ἠσκηκὼς οὐκ ἐγυμνά‐ σατο τὰς χεῖρας, ἑτέρας ἀλλήλων πάντη τὰς τέχνας64
15ὑποληψόμεθα, πρῶτον μὲν οὐ τρεῖς μόνον ἀλλὰ καὶ τριακοσίας οὕτω γε ποιήσομεν· ὁ μὲν γάρ τις καθε‐ τῆρι χρῆται καλῶς, ὁ δὲ κλυστῆρι, φλεβοτομεῖ δ’ ἄλλος, ἀρτηριοτομεῖ δ’ ἕτερος· εἶθ’ ὅταν εὑρεθῇ τις ἅπαντα καλῶς ποιῶν, οὕτως αὖ πάλιν ἅπασαι μία γενήσονται.

5

.

851

καὶ μὴν ἑκατέρως ‖ μοχθηρόν, ἢ διὰ τὴν ἀφυΐαν τῶν τεχνιτῶν εἰς πολλὰς κατακερματίζειν τὴν μίαν ἢ διὰ τὴν εὐφυΐαν εἰς μίαν ἀνάγειν τὰς πολλάς. ὁ μὲν γὰρ πρότερος λόγος οὔτε τὴν ῥητορικὴν ἐάσει μίαν εἶναι
5τέχνην οὔτε τὴν ἀριθμητικὴν ἢ γεωμετρίαν ἢ μουσικὴν οὐδ’ ἄλλην τινὰ τῶν ἀξιολόγων, ἃς διὰ τὸ μέγεθος οἱ πολλοὶ τῶν μεταχειριζομένων ἀδυνατοῦσιν ὅλας ἐκμαν‐ θάνειν· ὁ δὲ δεύτερος εἰς μίαν ἀνάξει τέχνην ἐνίοτε τὰς μηδαμῶς κοινωνούσας· εἰ γὰρ ὁ αὐτὸς ἄνθρωπος
10ἀριθμητικός θ’ ἅμα καὶ γραμματικὸς εἴη καὶ φιλόσο‐ φος, ἐξέσται τινὶ μιᾶς εἶναι νομίζειν ἁπάσας μόρια. Μὴ τοίνυν μήτε τῷ πλήθει τῶν ἐργα‐ ζομένων τὰς τέχνας ἀλλὰ τοῖς προκειμένοις σκοποῖς διαιρώμεθα μήτ’ εἰς τὰς κατὰ μέρος ἐνεργείας ἀπο‐
15βλέπωμεν ἀλλ’ εἰς τὰς καθόλου. κοινὸν γὰρ ἓν ἐπὶ πάσαις ταῖς κατὰ μέρος ἐνεργείαις ἑκάστῃ τῶν τεχνῶν εὑρήσεις τι· διὸ καίτοι πάμπολυ δοκοῦσαι διαφέρειν ὅμως οὐ κεκώλυνται μιᾶς εἶναι τέχνης μόρια. τὸ γοῦν

5

.

852

ὑφαίνειν ἱμάτιον οὐδὲν ἄλλ’ ἐστὶν ‖ ἢ κρόκας στήμοσι διαπλέκειν. ἆρ’ οὖν ἕτερόν τι τοῦδε τὸ ῥάπτειν ἐστίν;
οὐδαμῶς, ἀλλὰ κἀν τούτῳ διαπλέκονται κρόκαι στή‐ μοσιν. ὡς εἴ γε καὶ κατ’ ἀρχὰς εὐθὺς ἐβούλετό τις65
5ἄνευ τῆς ὑφαντικῆς ἐνεργείας ἑτέρῳ τρόπῳ διαπλέξαι τὰς κρόκας τοῖς στήμοσιν, ἤτοι καθ’ ὃν νῦν ἠπῶνται τὰ ῥαγέντα τῶν ἱματίων ἢ καθ’ ὃν τοὺς ταλάρους ἢ τὰς σπυρίδας ἢ τὰ δίκτυα πλέκουσιν, ἐποίησε μὲν ἂν οὐδὲν ἧττον ἱμάτιον, ἀλλ’ ἐν χρόνῳ παμπόλλῳ. στοχα‐
10ζόμενοι τοίνυν οὐχ ἁπλῶς τοῦ τέλους, ἀλλὰ τοῦ θᾶττον ἐξικέσθαι πρὸς αὐτὸ τὴν διὰ τῶν ἱστῶν ἐπενόησαν ὑφαντικὴν οὐκ ἐν τῷ καθόλου τῶν εἰρημένων διαλ‐ λάττουσαν ἀλλ’ ἐν τῷ κατὰ μέρος. οὕτω δὲ κἀπὶ τῆς ἰατρικῆς ἀνάριθμα μὲν οὖν ὡς οὕτω φάναι τὰ κατὰ
15μέρος, ἀλλὰ τό γε καθόλου πᾶσιν ἔργον κοινόν· ὅ τε γὰρ ἀφαιρῶν τι τοῦ σώματος ὡς περιττὸν ὅ τε προσ‐ τιθεὶς ὡς λεῖπον ἓν ἄμφω ποιοῦσι καθόλου τὴν κατὰ φύσιν ἐκπορίζοντες τῷ σώματι συμμετρίαν, ἥτις ἦν ὑγίεια· οὕτω δὲ καὶ ὁ θερμαίνων καὶ ὁ ψύχων καὶ ὁ
20ξηραίνων καὶ ὁ ὑγραίνων. ‖

5

.

853

Ὡς γάρ, εἰ καὶ κατ’ ἀρχὰς εὐθὺς οἷόν τ’ ἦν ἡμῖν γεννῆσαι ζῷον, οὐκ ἄλλῳ μὲν [οὖν] ἄν τινι λόγῳ τὴν γένεσιν αὐτοῦ τὴν πρώτην, ἄλλῳ δ’ ἂν ἐποιούμεθα τὴν ἐπανόρθωσιν, οὕτως, ἐπεὶ μηδέτερον
5τούτων αὐτοὶ πρώτως ποιοῦμεν, ἀλλ’ ἡ φύσις ἐστὶν ἡ καὶ δημιουργοῦσα πρώτη τὸ ζῷον καὶ νῦν ἰωμένη νο‐ σοῦν, οὐκ ἄλλῳ μὲν τρόπῳ σάρκα πρότερον ἐδημιούρ‐
γησεν, ἄλλῳ δὲ νῦν, οὐδ’ ἄλλῳ μὲν τρόπῳ τὴν τροφὴν ἐπὶ τῶν κυουμένων, ἄλλῳ δὲ νῦν ἐπισπᾶται, ἀλλὰ καὶ66
10ταῦθ’ ὁμοίως ἐργάζεται καὶ τρέφει καὶ διακρίνει καὶ ἀποκρίνει καὶ πάνθ’ ἁπλῶς εἰπεῖν ὡσαύτως ἐργάζεται νῦν τε καὶ τότε. ὅτι δ’ ὁ ἰατρὸς τῆς φύσεώς ἐστιν ὑπηρέτης [οὐδὲ πρώτη τέχνη τις ἐκείνης] καὶ ὅτι καλῶς εἴρηται ‘φύσις ἐξαρκεῖ πάντα πᾶσιν‘, ἀλλὰ καὶ ὡς τὰς
15νόσους αὐτὴ κρίνει καὶ ὡς εἰσὶν αἱ φύσεις τῶν νούσων ἰατροί, παλαιοῖς ἀνδράσιν αὐτάρκως εἰρημένα, τί ἂν ἔτι δεοίμην ἐγὼ διέρχεσθαι; τὸ γὰρ εἰς τὰ παρόντα χρήσιμον ἀναμιμνήσκω μόνον, ὡς οὐκ ἄλλης μὲν τέχνης

5

.

854

τὸ ποιεῖν, ἄλλης δ’ ἐπαν‖ορθοῦσθαι τὸ πεπονθὸς ἀλλὰ τῆς αὐτῆς· εἰ δὲ καὶ μὴ τῆς αὐτῆς, ἀλλὰ τὴν ἰατρι‐ κὴν ἐδείξαμεν ἔμπροσθεν οὐχ ὥσπερ τὴν ἱματιουργικὴν εἰς οὐσίαν ἄγουσαν ὃ πρότερον οὐκ ἦν, ἀλλὰ τῇ τὰ
5πεπονηκότα τῶν ἱματίων ἐπανορθουμένῃ προσεοικυῖαν. ἐδείξαμεν δὲ καί, ὡς τὸ φυλάττειν ὁτιοῦν διττόν ἐστι καὶ ὡς θάτερον αὐτοῦ γένος, ἐξ οὗπέρ ἐστι καὶ τὸ προκείμενον ἡμῖν νῦν τὸ ὑγιεινόν, ἐπανορθοῦται κατὰ βραχὺ τὰ πονοῦντα καὶ ταύτῃ λανθάνει τοὺς πολλοὺς
10ὡς ἕτερον ὂν τῷ γένει τοῦ θεραπευτικοῦ. Τὸ δ’ οἴεσθαι τέλος εἶναί τινι τοῦτ’ αὐτὸ τὸ ποιεῖν οἰκίαν ἢ ἱμάτιον ἢ σκεῦος ἢ ὑγίειαν, ἀνθρώπων ἐστὶ μὴ δυναμένων ἀπὸ τοῦ τέλους αὐτοῦ
διακρῖναι τὴν πρὸ τοῦ τέλους ἐνέργειαν· οὐ γὰρ οἰκο‐67
15δομεῖν οἰκίαν αὐτὸ δὴ τοῦτο τέλος ἐστὶ τῆς οἰκοδο‐ μικῆς, ἀλλ’ οἰκία, καθάπερ οὐδ’ ὑφαίνειν ἐσθῆτα καὶ ναῦν συμπήττειν καὶ σκίμποδα καὶ τῶν ἄλλων ἕκαστον, ἀλλ’ αὐτὸ τὸ δημιουργηθέν, ὃ δὴ καὶ παυσαμένων τῆς ἐνεργείας τῶν τεχνιτῶν ἔτι διαμένει. καὶ ταύτῃ γε

5

.

855

διήνεγκαν αἱ ποιητικαὶ τέχναι ‖ τῶν μόνον πρακτικῶν, ὅτι τῶν μὲν πρακτικῶν, ὅταν ἐνεργοῦσαι παύσωνται, πέπαυται καὶ τὸ τέλος. οὐδὲν γοῦν ἔστι δεῖξαι τῆς ὀρχηστικῆς παρ’ αὐτὴν τὴν ἐνέργειαν, οἷον τῆς τεκτο‐
5νικῆς τὸν σκίμποδα καὶ τῆς οἰκοδομικῆς τὴν οἰκίαν καὶ τῆς ἰατρικῆς τὴν ὑγίειαν. οὐκ οἰκοδόμησις οὖν, ὥσπερ ὄρχησις, ἐστὶ τὸ τέλος τῆς οἰκοδομικῆς, ἀλλ’ οἰκία, τῆς ἐνεργείας ἕτερόν τι· κατὰ ταὐτὰ δὲ καὶ τῆς ὑφαντικῆς οὔθ’ ὕφανσις οὔθ’ ὑφαίνειν οὔτ’ ἐσθῆτος
10ποίησις ἢ γένεσις, ἀλλ’ ἐσθής. ὡσαύτως δ’ οὐδὲ ποί‐ ησις ἢ γένεσις ἢ ἐπανόρθωσις ὑγιείας ἐστὶ τὸ τέλος τῆς ἰατρικῆς ἀλλὰ ταῦτα μὲν ἐνέργειά τις ἥ γε καθό‐ λου τοῦ τεχνίτου, καθάπερ αἱ κατὰ μέρος ἦσαν ἐν τῷ τέμνειν καὶ καίειν καὶ κατατείνειν ἄρθρα καὶ κῶλα
15καὶ διαπλάττειν καὶ ἐπιδεῖν καὶ τούτων ἔτ’ ἀνωτέρω καὶ γενικώτεραι χειρουργεῖν καὶ φαρμακεύειν καὶ δι‐ αιτᾶν, ἀλλ’ ὑγίεια τὸ τέλος ἐστίν, ὃ καὶ παυσαμένου τῆς ἐνεργείας τοῦ τεχνίτου δεικνύειν ἔχομεν. οὐδ’ οὖν οὐδὲ τὸ φυλάττειν ὑγίειαν ἢ ἐπανορθοῦσθαι τέλος
20οὐδ’ ὅλως τὸ ὑγιάζειν, ἀλλὰ ταῦτα μὲν ἐνέργεια, τέλος

5

.

856

δ’ ‖ 〈ἡ〉 ὑγίεια. τὴν δὲ κοινὴν καὶ γενικὴν ἐπὶ πάσαις
ταῖς κατὰ μέρος ἐνεργείαις ἄλλος μὲν ἄλλως ὀνομάζει, δηλοῦσι δ’ ἅπαντες ἓν καὶ ταὐτὸν ὅ θ’ ὑγιάζειν λέγων ὅ θ’ ὑγίειαν ποιεῖν ὅ τε ποίησιν ὑγιείας ὅ θ’ ὑγίανσιν.68
5ἑτέρῳ δὲ τρόπῳ καὶ οἵδε ταὐτὸν τούτοις λέγουσιν ὅ τε τὴν ἴασιν τῶν νοσημάτων εἰπὼν ἢ τὴν θεραπείαν ἢ τὴν θεράπευσιν τῶν νοσούντων ἢ τὸ ἰᾶσθαι νὴ Δί’ ἢ τὸ τὰς νόσους ἐκκόπτειν ἢ τὸ τὴν ὑγίειαν ἀντ‐ εισάγειν ὅ τε πάντα τὰ δέοντα πράττειν ὅ τε τὰς
10νοσοποιοὺς αἰτίας ἐξάγειν. οὐδεὶς γὰρ τούτων τὸ τέλος ἀλλὰ τὴν πρὸ τοῦ τέλους ἐνέργειαν λέγει, καθάπερ εἰ καὶ πρακτική τις ἦν ἡ τέχνη περὶ τὸ σῶμα παραπλη‐ σίως ὀρχηστικῇ τε καὶ ὑποκριτικῇ. Ἐπεὶ τοίνυν πολυειδῶς ἀποδέδεικται
15τὸ μὴ δεῖν κρίνειν τὰς τέχνας ταῖς κατὰ μέρος ἐνερ‐ γείαις ἀλλ’ εἰς τὰς καθόλου τε καὶ πλησίον τοῦ τέλους ἀνάγειν, εἶτ’ αὐτῶν ἐκείνων πειρᾶσθαι διορίζειν τὸ τέ‐

5

.

857

λος, ἑξῆς ἴδωμεν, ‖ εἰ καὶ περὶ τὰς ὕλας αὐτῶν ὁμοίως ἔχει. φαίνεται γοῦν ὕλη τε μία πολλαῖς ὑποβεβλημένη τέχναις καὶ τέχνη μία παμπόλλαις ὕλαις χρωμένη. ξύλον μὲν γὰρ ὕλη κοινὴ καὶ ναυπηγῷ καὶ τέκτονι
5καὶ μηχανοποιῷ καὶ οἰκοδόμῳ καὶ ἄλλοις μυρίοις καὶ πηλὸς δὲ πολλῶν τεχνῶν ἐστιν ὕλη καὶ λίθοι καὶ τἆλλα σύμπαντα. ἰατρικῆς δ’ αὖ τέχνης μιᾶς οὔσης ὗλαι μυρίαι, τό τε σῶμα αὐτὸ τὸ τὴν ὑγίειαν δεχόμενον ἐδέσματά τε καὶ πόματα καὶ φάρμακα σύμπαντα καὶ
10διαιτήματα. ταυτὶ μὲν οὖν ἰατρῶν ὗλαι, τὸ σῶμα δ’ ὡς ἐξ οὗ τὸ τέλος ἢ ἐν ᾧ. δῆλον οὖν, ὡς οὐδ’ ἐκ τῶν ὑλῶν χρὴ κρίνειν τὰς τέχνας. οὐδὲ γὰρ εἴ τις ἑτέρας μὲν τὰς κοινὰς ὕλας καὶ ὡς ἂν εἴποι τις κατὰ συμβεβηκός, ἑτέρας δὲ τὰς οἰκείας τε καὶ προσεχεῖς69
15ὑποθέμενος ἑκάστῃ τῶν τεχνῶν, ᾗ μέν ἐστι φυσικὸν σῶμα τὸ ἡμέτερον, ὕλην αὐτὸ φαίη τῆς φυσικῆς ἐπι‐ στήμης ὑπάρχειν, ᾗ δ’ ὑγιαστόν ἐστι, τῆς ἰατρικῆς, ᾗ δ’ εὐεκτικὸν ἢ εὐεξίας δεκτικόν, τῆς γυμναστικῆς,

5

.

858

οὐδ’ οὕτως ἑτέρῳ τινὶ πλὴν τῷ τέλει ‖ διακρίνει τὰς τέχνας· τὸ γὰρ ὑγιαστὸν τόδε τι λέγειν σῶμα γιγνώ‐ σκοντός ἐστιν ἤδη τὸ τέλος. οὐ μὴν οὐδ’ εἰ τοῖς θεω‐ ρήμασι διακρίνει τις τὰς τέχνας, ἑτέρωθέν ποθεν
5ἄρχεται, τῇ δυνάμει τοῦ τέλους· τὰ γὰρ οἰκεῖα τῶν τεχνῶν ἑκάστης θεωρήματα τὸ τέλος ὁρίζει τε καὶ κρίνει. ταῦτα γοῦν οἰκεῖα τῆς τέχνης ἐστίν, ἃ γι‐ γνώσκων τις εἰς τὸ τέλος ὠφελεῖται· καὶ γραμματικῆς δὲ καὶ μουσικῆς καὶ τεκτονικῆς καὶ τῶν ἄλλων ἑκάστης
10ὅσα μὲν ἂν ἢ αὐτὸ τὸ τέλος ἄντικρυς ἢ αὐτὸ τὸ βέλ‐ τιον ἢ τὸ θᾶττον ἐν αὐτῷ δύνηται παρέχειν, οἰκεῖα τῆς τέχνης ἐστίν, ὅσα δ’ οὐδὲν ὠφελεῖ πρὸς τὴν τοῦ τέλους ποίησιν, οὐκ οἰκεῖα. Πανταχόθεν οὖν ὁ λόγος ἐπὶ τὸ τέλος
15ἔρχεσθαι κελεύει καὶ τούτῳ κρίνειν τὰς τέχνας· διὰ τοῦτο γὰρ ἐν ταῖς ἐνεργείαις ταῖς καθόλου καὶ τοῖς οἰκείοις θεωρήμασι καὶ ταῖς ἀρχαῖς 〈διαλλάττουσιν〉.
ἐξαλλάττονται γὰρ οὖν καὶ αἵδε κατὰ τὰ τέλη τῶν τεχνῶν. ἡ γὰρ ὑγίεια τὸ τέλος ἐστίν, ἐν θερμοῖς δ’70

5

.

859

αὕτη καὶ ψυχροῖς καὶ ξηροῖς καὶ ὑγροῖς. ‖ ἐν τούτοις δηλονότι καὶ ἡ τῆς ὕλης ἀρχὴ καὶ ἡ τῆς θεωρίας ἀρχὴ περὶ τὴν τούτου γνῶσιν, ἀλλ’ οὐχ ὡσαύτως ἰατρῷ τε καὶ φυσικῷ. καὶ τοῦτο δ’ αὐτὸ τὸ οὐχ ὡσαύτως ἀπὸ
5τοῦ τέλους τῶν ἐπιστημῶν ἐγνώσθη τε καὶ διεκρίθη καὶ προσηκόντως ἀεὶ τὸ τέλος ὁ λόγος ἐξευρίσκει κανόνα τε καὶ κριτήριον ἁπάντων τῶν κατὰ τὰς τέχνας. ἡ γάρ τοι σύστασις ἁπάσης τέχνης τὴν ἀρχὴν ἐντεῦθεν εἴλη‐ φεν. οὔτε γὰρ ἰατρικὴν ἄν τις ἔσπευσε συστήσασθαι,
10μὴ προποθέσας ὑγιείας, οὔτ’ οἰκοδομικήν, εἰ μὴ κἀν‐ ταῦθα οἰκίας ὠρέχθη, οὔθ’ ὑφαντικήν, εἰ μὴ πρότερον ἐσθῆτος. ἀλλὰ μὴν καὶ ἡ τὰς τέχνας ἁπάσας συνιστᾶσα τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν. ἐπιδέδεικται δ’ ἑτέρωθι, πῶς ἄν τις ὑποκειμένου τοῦ τέλους τὴν τέχνην αὐτοῦ
15κατὰ μέθοδον ἐξευρίσκοι, καὶ χρὴ πρότερον ἐν ἐκείνῳ γυμνάσασθαι τῷ λόγῳ τὸν ἀκριβῶς θέλοντα τοῖς ἐν‐ εστῶσιν ἀκολουθεῖν. εἴσεται γὰρ ἐναργῶς ὑπὸ μίαν τε καὶ τὴν αὐτὴν θεωρίαν ἄμφω πίπτοντα τὰ μόρια τὸ ὑγιεινὸν καὶ τὸ θεραπευτικόν. ἐγὼ δ’ ἂν εἰς τόδε

5

.

860

τὸ γράμμα πάντα μεταφέρων τὰ ‖ δι’ ἑτέρων ἐπὶ πλεῖστον ἠκριβωμένα λάθοιμ’ ἂν ἐμαυτὸν ὑπὲρ τὰς Μενεμάχου καὶ Μηνοδότου βίβλους ἀποτείνας αὐτό. Ἀλλ’ ὅτι μὲν ἡ περὶ τὸ τοῦ σώματος
5ἀγαθὸν τέχνη μία πάντως ἐστίν, ἔκ τε τῶν εἰρημένων ἔμπροσθεν αὐτάρκως οἶμαι δεδεῖχθαι κἀκ τῶν ἑξῆς ῥηθησομένων οὐδὲν ἧττον δειχθήσεται. οὐ μὴν ὅ τί
γε προσῆκεν ὀνομάζειν αὐτήν, ἤδη πω πέφανται· τάχα γὰρ οὔτ’ ἰατρικὴν οὔτε γυμναστικὴν ἀλλ’ ἕτερόν τι.71
10τάχα δ’ οὐκ ἔστιν ὅλως ὄνομα τῆς τέχνης ἐκείνης ὥσ‐ περ οὐδ’ ἄλλων πολλῶν. ἀλλὰ τοῦτο μὲν ὀλίγον ὕστε‐ ρον ἐπισκεψόμεθα. τὸ δ’ οὖν ἓν μὲν εἶναι τὸ τοῦ σώματος ἡμῶν ἀγαθόν, ὅ τί περ ἂν ᾖ, καθάπερ καὶ τῶν ἄλλων ἁπασῶν οὐσιῶν, εἶναι δὲ καὶ τέχνην αὐτοῦ
15μίαν, εἴπερ τι καὶ ἄλλο τῶν πάντων, ἀληθὲς εἶναί φημι καὶ τὴν αὐτήν γε μέθοδον ἀμφοῖν ὑπάρχειν. μιᾶς οὖν οὔσης περὶ τὸ τοῦ σώματος ἀγαθὸν τέχνης ἤδη σκοπώμεθα σύμπαντ’ αὐτῆς τὰ μόρια· πάντως γάρ

5

.

861

που ‖ κατοψόμεθα καὶ τὸ καλούμενον ὑγιεινὸν ἥντιν’ ἔχει τὴν δύναμιν. ἵνα δὲ κἀνταῦθα μεθόδῳ τινὶ ποι‐ ώμεθα τὴν τομήν, ἐπισκεψώμεθα τὸ γένος τῆς περὶ τὸ σῶμα τέχνης. ὅτι μὲν οὖν οὐκ ἐν αὐτῷ μόνῳ τῷ θεω‐
5ρῆσαι τὸ τέλος αὐτῆς ἐστιν ὥσπερ τῆς ἀριθμητικῆς τε καὶ ἀστρονομικῆς καὶ φυσικῆς, ἀλλά τι καὶ πράττει περὶ τὸ σῶμα, παντὶ δῆλον· ὅτι δ’ οὐδ’ ἐν αὐτῷ τῷ πράττειν τελευτᾷ καθάπερ ἡ ὀρχηστική, μηδέν, ὅταν ἐνεργοῦσα παύσηται, δεῖξαι δυναμένη, καὶ τοῦτ’ εὔ‐
10δηλον εἶναι νομίζω. δῆλον οὖν, ὡς ἤτοι τῶν ποιητι‐ κῶν ἢ τῶν κτητικῶν ἐστι τεχνῶν, ἐπειδὴ μήτε τῶν θεωρητικῶν εὑρέθη μήτε τῶν πρακτικῶν. ἀλλ’ οὐκ ἔστι τῶν κτητικῶν ὥσπερ ἡ ἀσπαλιευτική τε καὶ ἡ ἀγκιστρευτικὴ καὶ τὸ σύμπαν εἰπεῖν ἡ θηρευτική· χει‐
15ροῦνται γὰρ αὗται τῶν ὄντων τι καὶ κτῶνται, ποιοῦσι δ’ οὐδὲν [αὗται] πρότερον οὐκ ὄν. ἐκ λοιπῶν οὖν τῶν
ποιητικῶν ἐστιν ἡ περὶ τὸ σῶμα τἀνθρώπου τέχνη. διττὸν δὲ καὶ τούτων ἐστὶ τὸ ἔργον· ἢ γὰρ ὅλον τι72

5

.

862

ποιοῦσι πρότερον ‖ οὐκ ὂν ἢ κατὰ μέρος ἐπανορθοῦν‐ ται πεπονηκός. ἀλλ’ ἡ ζητουμένη νῦν τέχνη ποιεῖν μὲν ἀδύνατος ὅλον ἀνθρώπου σῶμα, κατὰ μέρη δ’ ἐπανορ‐ θοῦσθαι δύναται παραπλησίως τῇ τῶν ἱματίων ἀκεστικῇ
5καὶ οὐδ’ ἐνταῦθα πάντα τὸν αὐτὸν ἐκείνῃ τρόπον. ἡ γὰρ φύσις οὕτω γε καὶ ποιεῖ τὸ σῶμα καὶ αὖθις ἐπανορθοῦται κάμνον ὡς ἡ περὶ τὴν ἐσθῆτα τέχνη. ταύτης δ’ ὑπηρετική τίς ἐστιν ἡ νῦν ζητουμένη. συγ‐ χωρείσθω οὖν, ἵν’ ὁ λόγος προΐῃ, καλεῖν ἡμᾶς αὐτὴν
10ἐπανορθωτικήν. ἀλλ’ ἤτοι κατὰ μεγάλα τὴν ἐπανόρ‐ θωσιν ἢ κατὰ σμικρὰ ποιεῖται. τὸ μὲν δὴ κατὰ μεγάλα μόρια αὐτῆς ἰατρικόν τε καὶ θεραπευτικὸν ὀνομαζέσθω, τὸ δὲ κατὰ σμικρὰ φυλακτικόν. ἔστι μὲν οὖν καὶ αὐ‐ τοῦ τοῦ κατὰ μεγάλα παμπόλλη τις ἡ διαφορά· πᾶν
15γὰρ ποσὸν εἰς ἀνάριθμόν τι πλῆθος ἐγχωρεῖ τέμνειν. ἀλλ’ ἐπειδὴ μὴ πρόκειται νῦν ὑπὲρ αὐτῶν λέγειν, ἀφείσθω μὲν τοῦτο, τεμνέσθω δὲ τὸ κατὰ σμικρά. δοκεῖ δὲ καὶ τοῦτο τέμνεσθαι διαφοραῖς ἐπισήμοις τρι‐ χῶς. ἢ γὰρ τὸν ἄκρως τε καὶ τελέως ὑγιαίνοντα παρα‐

5

.

863

λαβὸν ἐν τούτῳ φυλάττει καὶ ‖ τουτὶ μὲν αὐτὸ τὸ τμῆμα προσαγορεύουσιν εὐεκτικόν· ἕτερον δ’ ἀναθρε‐ πτικὸν τῶν νενοσηκότων, ὃ δὴ καὶ καλοῦσιν ἔνιοι τῶν νεωτέρων ἰατρῶν ἀναληπτικόν· ἐν τῷ μέσῳ δ’ ἀμφοῖν
5ἐστι τὸ καλούμενον ὑπ’ αὐτῶν ἰδίως ὑγιεινόν· κοινῶς γὰρ καὶ τοῦτο φυλακτικὸν ἅμα καὶ ὑγιεινὸν ὀνομάζε‐ ται. ταῦτ’ οὖν τὰ τρία μόρια τοῦ φυλακτικοῦ τὰ νῦν εἰρημένα τὸ ἀναληπτικόν, τὸ ὑγιεινόν, τὸ εὐεκτικόν
ἐστι μὲν τοῦ κατὰ σμικρὰ ἐπανορθωτικοῦ μέρους τῆς73
10τέχνης, ἀλλήλων δὲ διαφέρει τῷ μᾶλλόν τε καὶ ἧττον· μᾶλλον μὲν γὰρ κατὰ σμικρὰ τὸ εὐεκτικόν, ἧττον δ’ αὐτοῦ τὸ ὑγιεινόν, ἐκείνου δ’ ἧττον κατὰ σμικρὰ τὴν ἐπανόρθωσιν ποιεῖται τὸ ἀναληπτικόν. ἔνιοι δὲ καὶ τέταρτον ἐν τούτῳ τῷ φυλακτικῷ τμῆμα προστιθέασι,
15τὸ καλούμενον ὑπ’ αὐτῶν ἰδίως προφυλακτικόν, ἀν‐ τίστροφον ἔχον δύναμιν τῷ τοὺς ἐκ νοσημάτων ἄρτι πεπαυμένους ἀνακομίζοντι. δῆλον δ’, ὡς ἄμφω ταῦτ’ ἐπαμφοτερίζει πως τοῖς ἐναντίοις μορίοις ὅλης τῆς τέχνης, λέγω δὲ τὸ κατὰ μεγάλα καὶ τὸ κατὰ σμικρά.
20τὸ μὲν γὰρ θεραπευτικὸν ὅτι κατὰ μεγάλα, πρόδηλον

5

.

864

παντί, ‖ τὸ δ’ εὐεκτικόν τε καὶ ὑγιεινὸν ὅτι κατὰ σμικρά, καὶ τοῦτ’ εὔδηλον. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστι τὸ ἀναληπτικὸν ὀνομαζόμενον καὶ τὸ προφυλακτικόν, ὡς μὲν πρὸς τὸ ὑγιεινὸν οὐ κατὰ σμικρὰ τὴν ἐπανόρ‐
5θωσιν ποιούμενον, ὡς δὲ πρὸς τὸ θεραπευτικὸν οὐ κατὰ μεγάλα. καί μοι δοκοῦσιν οὐδ’ ὅσοι ταῦτ’ ἄμφω τὰ μόρια προσαγορεύουσιν οὐδέτερα, κακῶς δοξάζειν. ἀλλὰ περὶ μὲν τούτων ἕτερος λόγος. Ἐν δὲ τῷ νῦν προκειμένῳ σκέμματι
10τοῦ φυλακτικοῦ μέρους τῆς περὶ τὸ σῶμα τέχνης ὑπο‐ κείσθω τριττὰ τμήματα, τὸ μὲν ἐπὶ τῶν κατὰ σχέσιν ὑγιαινόντων σωμάτων τεταγμένον, τὸ δ’ ἐπὶ τῶν καθ’ ἕξιν, τὸ δ’ ἐπὶ τῶν εὐεκτούντων· καὶ τὸ μὲν ἀναληπτι‐ κὸν ὀνομαζέσθω, μηδὲν γὰρ ὑπὲρ ὀνόματος αὐτοῖς νῦν
15διαφερώμεθα, τὸ δ’ ὑγιεινόν, τὸ δ’ εὐεκτικόν, ἐπὶ μὲν τὸ βέλτιον ἄγοντα τὰ πρότερα δύο, φυλάττον δ’ ἐν αὐτῷ τὸ εὐεκτικόν· καὶ τούτων οὕτως ἐχόντων ἀνα‐ μνησθῶμεν τοῦ προκειμένου σκέμματος. ἦν δ’, ὡς οἶ‐74

5

.

865

μαι, τοιόνδε, ‖ πότερον ἰατρικῆς ἐστιν ἢ γυμναστικῆς μόριον τὸ καλούμενον ὑγιεινόν. εὐλόγως οὖν εὐθὺς ἀπ’ ἀρχῆς ἔφαμεν, ὡς εἰς ὁρισμὸν ἐμπίπτει τὸ σύμ‐ παν ζήτημα. τί ποτε γάρ ἐστιν ἰατρικὴ καὶ τί ποτε
5γυμναστικὴ γνόντες οὐκ ἂν ἔτι χαλεπῶς εὕροιμεν, ὁποτέρας αὐτῶν ἐστι τὸ ὑγιεινόν. αὐτὸ μὲν γὰρ ὅ τί ποτ’ ἐστὶ τὸ ὑγιεινόν, ἤδη μοι δοκῶ πεφάνθαι σα‐ φῶς· ἢ γὰρ τὸ φυλακτικὸν ἅπαν ἢ τῶν τούτου μορίων τριῶν ὑπαρχόντων τὸ ἐν τῷ μέσῳ, ὃ περὶ τὴν καθ’
10ἕξιν ὑγίειαν ἀναστρέφεται. ἐμοὶ μὲν οὖν δοκεῖ λοιπὸν ὑπὲρ ὀνόματος ἡ ζήτησις εἶναι, τὸ δὲ πρᾶγμ’ αὐτὸ μηκέτ’ ἀμφισβήτησιν ἔχειν, ἔστ’ ἂν ὁμολογῆταί τε καὶ μένῃ τὰ προαποδεδειγμένα· καὶ δὴ διελθὼν αὐτὰ διὰ κεφαλαίων ἐπὶ τὴν τῶν ὀνομάτων ἐξήγησιν οὕτω τρέ‐
15ψομαι. φημὶ δή, καθάπερ ἀμφιεσμάτων ἀγαθῶν καὶ οἰκίας τε καὶ ὑποδημάτων, οὕτω καὶ τοῦ σώματος εἶναί τινα τέχνην, ἧς μιᾶς οὔσης δύο ταῦθ’ ὑπάρχειν

5

.

866

μόρια, δημιουργοῦν μὲν τὸ ἕτερον, ἐπανορ‖θούμενον δὲ θάτερον, καὶ ταῦθ’ ὑπάρχειν ἄμφω τῇ φύσει πρώ‐ τως, συνεργάζεσθαι δ’ εἰς τὸ ἕτερον αὐτῶν, τὸ ἐπανορ‐ θωτικόν, ἀνθρωπίνην τέχνην, ἧς εἶναι διττὰ μόρια,
5θεραπευτικὸν μὲν καὶ ἰατρικὸν τὸ ἕτερον, φυλακτικὸν δὲ θάτερον. ὀνομάζεσθαι δὲ τὸ φυλακτικὸν τοῦτο καὶ ὑγιεινόν· εἶναι δ’ αὐτοῦ τρία τμήματα, τὸ μὲν ἀνα‐ ληπτικόν, τὸ δ’ εὐεκτικόν, τὸ δ’ ὁμωνύμως τῷ παντὶ προσαγορευόμενον ὑγιεινόν. εἴτ’ οὖν τὸ σύμπαν φυ‐75
10λακτικὸν εἴτε τὸ μόριον αὐτοῦ ζητεῖ τις ὁποτέρας ἐστὶ τέχνης, ἆρ’ ἰατρικῆς ἢ γυμναστικῆς, ὅλον αὐτὸν χρὴ τὸ πρᾶγμα διελθόντα, καθάπερ ἐγὼ νῦν ἐποίησα, λέ‐ γειν οὕτως ἐφεξῆς, ὡς μιᾶς οὔσης τῆς περὶ τὸ σῶμα τέχνης ἔξεστιν, ὦ τάν, εἰ βούλει, καλεῖν αὐτὴν ἰατρι‐
15κήν, εἰ δ’ οὐκ ἐθέλεις οὕτω, γυμναστικήν· εἰ δ’ οὐδὲ τοῦτο, τὴν ὅλην ἀνώνυμον εἰπὼν εἶναι τὸ μὲν ἕτερον αὐτῶν τμῆμα κάλει ἰατρικήν, τὸ δ’ ἕτερον γυμναστι‐ κήν· εἰ δὲ μηδ’ οὕτως ἐθέλεις, ὑγιεινήν τινα τέχνην, τὴν ἀντιδιαιρουμένην τῇ θεραπευτικῇ, καὶ ταύτης, εἰ

5

.

867

βούλει, μέρη διαιτητικὴν εἰπὲ καὶ γυμνα‖στικήν. εἰ γὰρ καθ’ ἕκαστον ἐξηγήσῃ τῶν ὀνομάτων, οὕτως ἀκολουθή‐ σει σοι τὸ σύμπαν. Ἰώ, φασί τινες ἐπὶ τούτοις, ἀλλ’
5οὐχ, ὡς ἂν ἐγὼ φάναι βουληθῶ, διαιρεῖσθαι χρὴ περὶ τῶν ὀνομάτων, ἀλλ’ ὡς ὀρθῶς ἔχει διελθεῖν. αὖθις οὖν ἡμῖν ἐστι καὶ τούτοις ἀποκριτέον ὡδί πως· εἰ μέλλεις μνημονεύειν, ὦ οὗτος, ὡς οὐκέτι περὶ πραγ‐ μάτων ἡ σκέψις, ἀλλ’ ἐξήγησιν ὀνομάτων μοι προβέ‐
10βληκας, οὐδὲ τοῦτ’ ἀναδύομαι. φημὶ δή σοι καθόλου περὶ τῶν ὀνομάτων οὐ μόνον τούτων ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἔχειν εἰπεῖν σοφόν, ἀλλ’ εἴτ’ ἐκ
τῆς τῶν Ἀσσυρίων εἴη φωνῆς τοὔνομα, παρὰ τῶν Ἀσσυρίων αὐτῶν μανθάνειν χρῆναι τὸ πρᾶγμα, καθ’76
15οὗ τὸ ὄνομα λέγουσιν, εἴτ’ ἐκ τῆς τῶν Περσῶν ἢ Ἰνδῶν ἢ Ἀράβων ἢ Αἰθιόπων ἢ ὅλως ὡντινωνοῦν, ἐκείνων πυνθάνεσθαι. τὸ γὰρ ὄνομα ῥηθὲν αὐτὸ καθ’ αὑτὸ μόνον οὐδὲν ἐνδείκνυται. τὸ μὲν οὖν ἐμὸν ἀκή‐ κοας. εἰσὶ δ’ οἳ λέγουσιν ἐνδείκνυσθαι σφίσι τοὔνομα

5

.

868

καὶ τούτους ἐγὼ ‖ πάμπολλα συναθροίσας ὀνόματα Κελτῶν καὶ Θρᾳκῶν καὶ Μυσῶν καὶ Φρυγῶν ἐκέλευον ἐφ’ ἑκάστου λέγειν τὸ δηλούμενον πρᾶγμα· τῶν δ’ ἐν τῇ τῶν Ἑλλήνων φωνῇ μόνῃ δύνασθαι τοῦτο ποιεῖν
5εἰπόντων, ἑξῆς προὔτεινα λιμένα· τῶν δ’ εἰπόντων, ἵναπερ αἱ νῆες ὁρμοῦσιν, ἀλλὰ Θετταλούς γ’ ἔφην τὴν ὑφ’ ἡμῶν προσαγορευομένην ἀγορὰν οὕτως ὀνομάζειν. οἱ δ’ ἠρνοῦντο τὴν τῶν Θετταλῶν ἐπίστασθαι διά‐ λεκτον, ὥσπερ οὐκ αὐτὸ δὴ τοῦθ’ ὁμολογοῦντες, ὅπερ
10ἐξ ἀρχῆς ἐλέγετο, μηδὲν τῶν ὀνομάτων, ἐφ’ οὗ κεῖται πράγματος, ἄλλως δύνασθαι μαθεῖν ἢ παρ’ αὐτῶν τῶν θεμένων διδαχθέντα. πρὸς μὲν δὴ τοὺς οὕτως ἐμ‐ πλήκτους ἕτερός μοι γέγραπται λόγος ἰδίᾳ, τῷ δὲ τὰ πράγματ’ αὐτὰ μαθεῖν ἐθέλοντι μάλιστά τε καὶ πρῶτα
15καὶ τοῦθ’ ὡς ἔργον χρηστὸν σπουδάζοντι, τὰ δ’ ἐπ’ αὐτοῖς ὀνόματα τῆς πρὸς ἀλλήλους ἕνεκα διαλέκτου μαθεῖν ἐπιποθοῦντι τὴν τῶν Ἑλλήνων ἐξηγήσομαι χρῆσιν οὐδ’ οὖν τούτων ἁπάντων ἐπὶ πᾶσιν ὀνόμασιν

5

.

869

—τουτὶ μὲν γὰρ ἑρμηνευτικῆς τινός ἐστιν ‖ ἢ γραμ‐ ματικῆς ἐμπειρίας—ἀλλὰ τῶν Ἀττικῶν μὲν μάλιστα, δεύτερον δ’ ἤδη καὶ τῶν Ἰωνικῶν ἔχειν ἐμπειρίαν ὁμολογήσω τινὰ καὶ τῶν Δωρικῶν ὀνομάτων ὥσπερ77
5γε καὶ τῶν Αἰολικῶν. ἀλλ’ ἐν ταύταις μὲν ταῖς δια‐ λέκτοις ἀγνοεῖν μᾶλλον ἢ γιγνώσκειν τὰ πλεῖστα, τῆς Ἀτθίδος δ’ αὖ γιγνώσκειν τὰ πλείω ἢ ἀγνοεῖν ὁμολο‐ γήσαιμ’ ἄν. εἰ δὲ βούλει σὺ καὶ περὶ τῶν ὀνομάτων εἰπεῖν, Ὅμηρος μὲν οὕτω φησίν·
9
10‘ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων ἰούς τ’ ἐκτάμνειν ἐπί τ’ ἤπια φάρμακα πάσσειν‘.
11 ἑτέρωθι δέ φησι·
12 ‘φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά· ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων‘
14
15ὡς τῆς ἰατρικῆς τέχνης ἰωμένης τὰ κάμνοντα σώματα διά τε φαρμάκων καὶ χειρουργίας. Εἰ δ’ ἔτι καὶ τρίτον ἄλλο μόριον ἰάσεως ὑπῆρχε τὸ διαιτητικὸν ἐν τοῖς καθ’ Ὅμηρον χρόνοις, ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν, ὁ δ’ ἐμοῦ πρε‐
20σβύτερος θ’ ἅμα καὶ τὰ τῶν Ἑλλήνων πράγματα πι‐ θανώτερος ἐπίστασθαι Πλάτων ὁ φιλόσοφος οὐ πάνυ

5

.

870

τι χρῆσθαί φησι τοὺς πα‖λαιοὺς Ἀσκληπιάδας τούτῳ τῷ μέρει τῆς τέχνης. ἀλλ’ ὅτι γε τῆς ἰατρικῆς ἐστι μέρη ταῦτα τὰ τρία καὶ ὡς ἡ τὰ παρὰ φύσιν ἔχοντα
σώματα θεραπεύουσα τέχνη πρὸς ἁπάντων Ἑλλήνων78
5ἰατρικὴ καλεῖται, σχεδὸν οὐδεὶς ἀντιλέγει. γυμναστικῆς δὲ τέχνης οὔπω μὲν ἦν τοὔνομα καθ’ Ὅμηρον οὐδὲ καλεῖταί τις ὅλως γυμναστής, ὥσπερ ἰατρός, ὅπου γε καὶ παρὰ Πλάτωνι τὸ μὲν τῆς γυμναστικῆς ὄνομα οὐ πολλάκις εὑρεῖν ἔστι, παιδοτρίβην μέντοι καλεῖ μᾶλλον
10ἢ γυμναστὴν τὸν τεχνίτην αὐτῆς. ἤρξατο γὰρ ὀλίγον ἔμπροσθεν τῶν Πλάτωνος χρόνων ἡ τέχνη τῶν γυμνα‐ στῶν, ὅτε περ καὶ τὸ τῶν ἀθλητῶν ἐπιτήδευμα συνέστη. πάλαι μὲν γὰρ εἷς ἀνὴρ ἐργάτης τῶν κατὰ φύσιν ἔρ‐ γων ἀληθῶς εὐεκτικὸς εἰς ἀγῶνα καταβαίνων οὐ πάλην
15μόνον ἀλλὰ καὶ δρόμον ἠγωνίζετο καί τις ἐνίκα πολλά‐ κις εἷς ἄμφω τε ταῦτα καὶ ἀκοντίζων καὶ τοξεύων καὶ δισκοβολῶν καὶ ἅρματος ἐπιστατῶν, ὕστερον δὲ διε‐ κρίθη καὶ οἷόνπερ ἕνα πεποίηκεν Ὅμηρος Ἐπειὸν εἰς μὲν πάντα τὰ κατὰ φύσιν ἔργα πάντων ὕστατον, ἀγα‐

5

.

871

θὸν δὲ πυγμήν, ἧς ‖ ἐν ἄθλοις μόνοις ἡ χρεία, τοι‐ οῦτοι πάντες ἐγένοντο, μήτ’ ἀρόσαι μήτε σκάψαι μήθ’ ὁδὸν ἀνύσαι μηδ’ ἄλλο μηδὲν εἰρηναῖον ἔργον, ἔτι δὲ μᾶλλον πολέμιον ἐργάσασθαι καλῶς δυνάμενοι.
5 Τὴν τούτων τῶν ἀνθρώπων εὐεξίαν ἔμπροσθεν ἐμεμψάμεθα καὶ τὴν ἐπιστατοῦσαν αὐτοῖς ὁμοίως γυμναστικήν, ἄλλην δ’ εὐεξίαν ἐπῃνέσαμεν ἀσφαλῆ θ’ ἅμα καὶ πρὸς τὰς κατὰ φύσιν ἁπάσας ἐν‐ εργείας χρηστήν, ἧς ὗλαι ποιητικαί θ’ ἅμα καὶ φυ‐
10λακτικαὶ δύο ἐστόν, ἥ θ’ ὑγιεινὴ προσαγορευομένη
δίαιτα καὶ γυμνάσια. τεττάρων γὰρ οὐσῶν τῶν πασῶν ὑλῶν κατὰ γένος, ὑφ’ ὧν ἀλλοιοῦται τὸ σῶμα, χειρουρ‐ γίας καὶ φαρμακείας καὶ διαίτης καὶ γυμνασίων, ἡ μία μὲν ἄχρηστος τοῖς νοσοῦσιν, αἱ δύο δὲ τοῖς κατὰ79
15φύσιν ἔχουσιν. ὁ μὲν γὰρ νοσῶν εἰς πολλὰ καὶ φαρ‐ μάκων καὶ χειρουργίας καὶ διαίτης δεόμενος εἰς οὐδὲν δεῖται γυμνασίων, ὁ δ’ ὑγιαίνων ἀκριβῶς γυμνασίων μὲν χρῄζει καὶ διαίτης τινός, οὔτε δὲ φαρμάκων οὔτε χειρουργίας προσδεῖται. ‖

5

.

872

Τῆς οὖν ὑγιεινῆς τέχνης μέρος ἐστὶν ἡ γυμναστικὴ καὶ αὐτάρκως ὑπὲρ ἀμφοῖν ἡμᾶς ἐδί‐ δαξεν Ἱπποκράτης, ὅσα τε χρὴ γιγνώσκειν ἀέρων τε πέρι καὶ χωρίων καὶ ὑδάτων καὶ ἀνέμων καὶ ὡρῶν,
5ὡσαύτως ἐδεσμάτων τε πέρι καὶ πομάτων καὶ ἐπιτη‐ δευμάτων ἀκριβέστατα γράψας ἅπαντα· συμπληροῦται γὰρ ἐκ τούτων ἡ δίαιτα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑπέρ τε καιροῦ καὶ ποσότητος καὶ ποιότητος οὐ γυμνασίων μόνον ἀλλὰ καὶ τρίψεως αὐτάρκως διεξῆλ‐
10θεν. ἔοικε δὲ Πλάτων ἀπὸ μέρους ὀνομάζειν τὸ σύμ‐ παν [μόριον] οὐχ ὑγιεινὴν τέχνην ἀλλὰ γυμναστικὴν προσαγορεύων, ὅτι τ’ ἐξαίρετον ἴδιον ὑπάρχει τοῖς ὑγιαίνουσιν, ὡς ἂν μηδ’ ὅλως αὐτῷ χρωμένων τῶν νοσούντων, ὅτι τε τοῦτο μόνον ἐνόμιζεν ἐπιστάτου
15δεῖσθαι. τὸ γὰρ ὑγιαῖνον ἀκριβῶς σῶμα ταῖς κατὰ φύσιν ὀρέξεσι χρώμενον οὔτ’ ἐν ταῖς ποιότησιν οὔτ’ ἐν τῷ καιρῷ τῆς χρήσεως ἐξαμάρτοι ἄν τι περὶ τὰ σιτία. περὶ μὲν δὴ τούτου λόγος ἕτερος. ἀλλ’ ὅτι γε καὶ Πλάτων ἑτέραν μὲν οἶδε τὴν ὡς μέρος τῆς περὶ
20τὸ σῶμα τέχνης γυμναστικήν, ἑτέραν δὲ τὴν νῦν εὐδο‐ ‖

5

.

873

κιμοῦσαν, ἐκ τῶνδ’ ἂν μάλιστα μάθοις· ὑπογράψω γάρ σοι τὰς ῥήσεις αὐτοῦ, πρώτην μὲν τὴν ἐκ Γοργίου τόνδε τὸν τρόπον ἔχουσαν· ‘δυοῖν ὄντοιν 〈τοῖν〉 πραγ‐ μάτοιν δύο λέγω τέχνας· τὴν μὲν ἐπὶ τῇ ψυχῇ πολι‐80
5τικὴν καλῶ, τὴν δ’ ἐπὶ τῷ σώματι μίαν μὲν οὕτως ὀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δ’ οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικήν, τὴν δ’ ἰατρικήν‘. ἐνταῦθα μὲν οὖν ὅτι τε μία τοῦ σώμα‐ τός ἐστιν ἡ θεραπευτικὴ τέχνη δύο ἔχουσα τὰ πρῶτα
10μόρια, σαφῶς ἐδήλωσεν ὁ Πλάτων· ὅτι δὲ τῶν μὲν μορίων αὐτῆς ἐστιν ὀνόματα, τῆς δ’ ὅλης οὐκ ἔστιν ὅτι τε καὶ πρὸς τὸ βέλτιστον ἀποβλέπει καὶ ὡς ἡ εὐ‐ εξία τοῦτ’ ἔστιν, ἐκ τῶν τοιῶνδε φανερόν, ὧν ἕκαστα ἐν ταὐτῷ βιβλίῳ διῆλθε· ‘Σῶμά που καλεῖς τι καὶ
15ψυχήν; Πῶς γὰρ οὔ; Οὐκοῦν καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρου εὐεξίαν; Ἔγωγε. Τί δέ; δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δ’ οὔ; οἷον τοιόνδε λέγω· πολλοὶ δο‐ κοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴ‐ σθοιτό τις, ὅτι οὐκ εὖ ἔχουσιν, ἄλλος ἢ ἰατρός τε καὶ ‖

5

.

874

τῶν γυμναστικῶν τις‘. ἔν τε τοῖς ἑξῆς ὅτι τε πρὸς τὸ βέλτιστον μὲν ἀποβλέπουσιν οἵδε, πρὸς δ’ αὖ τὸ ἥδιστον ὀψοποιός τε καὶ κομμωτής, αὐτός γε διεξέρχεται. Τὴν μὲν τῶν τοὺς ἀθλητὰς γυμνα‐
5ζόντων γυμναστικήν, ὑποδυομένην μὲν ὀνόματι σεμνῷ,
κακοτεχνίαν δ’ οὖσαν, οὔπω μὲν εἰς τοσοῦτον ἀποκε‐ χωρηκυῖαν τοῦ κατὰ φύσιν, εἰς ὅσον αὐτὴν νῦν προ‐ ήχασιν, ἤδη δ’ ἀρχομένην οὐ πρὸς τὸ βέλτιον ἀπο‐ βλέπειν, [ἀλλ’ ἁπλῶς] ὡς ἰσχὺν τῶν ἀντιπάλων κατα‐81
10βλητικὴν ἐν τῷ τρίτῳ τῆς Πολιτείας ἐμέμψατο λέγων ὡδί· ‘ναὶ μὰ τὸν Δία, ἦ δ’ ὅς, σχεδόν γέ τι πάντων μάλιστα ἥ γε περαιτέρω γυμναστικῆς ἡ περιττὴ αὕτη ἐπιμέλεια τοῦ σώματος· καὶ γὰρ πρὸς οἰκονομίας καὶ πρὸς στρατείας καὶ πρὸς ἑδραίους ἐν πόλει ἀρχὰς
15δύσκολος. τὸ δὲ δὴ μέγιστον, ὅτι καὶ πρὸς μαθήσεις ἁστινασοῦν καὶ ἐννοήσεις τε καὶ μελέτας πρὸς ἑαυτὸν χαλεπή, κεφαλῆς τινας ἀεὶ διατάσεις καὶ ἰλίγγους ‖

5

.

875

ὑποπτεύουσα καὶ αἰτιωμένη ἐκ φιλοσοφίας ἐγγίγνεσθαι, ὥστε, ὅπῃ ταύτῃ ἀρετὴ ἀσκεῖται καὶ δοκιμάζεται, πάντη ἐμπόδιος· κάμνειν γὰρ οἴεσθαι ποιεῖ ἀεὶ καὶ ὠδίνοντα μήποτε λήγειν περὶ τοῦ σώματος‘. ἔτι δὲ σαφέστερον
5ἐν τοῖς ἑξῆς, ὡς οὐκ ἰσχὺν καταβλητικὴν οἴεται τέλος εἶναι τῆς γυμναστικῆς, ἀλλὰ τὴν πρὸς τὰς κατὰ φύσιν ἐνεργείας χρείαν, ἐνεδείξατο λέγων ὡδί. ‘αὐτὰ μὴν τὰ γυμνάσια καὶ τοὺς πόνους πρὸς τὸ θυμοειδὲς τῆς φύσεως βλέπων κἀκεῖν’ ἐπεγείρων πονήσει μᾶλλον ἢ
10πρὸς ἰσχύν, οὐχ ὥσπερ οἱ ἄλλοι ἀθληταὶ ῥώμης ἕνεκα σιτία καὶ πόνους μεταχειρίζονται‘. δῆλος οὖν ἐξ ἁπάν‐ των ὁ Πλάτων ἐστὶ τὴν Ἱπποκράτους ἀκριβῶς φυλάτ‐ των γνώμην ὑπὲρ τῆς γυμναστικῆς τέχνης ταύτης, ἧς τὸ τέλος ἐστὶν ἡ τῶν ἀθλητῶν εὐεξία· μέμφεται γὰρ82
15αὐτὴν ὡς ἄχρηστον εἰς τὰς πολιτικὰς πράξεις ἁπάσας, ὅπερ ἑνὶ λόγῳ περιλαβὼν ἐκεῖνος ὡδί πως ἀπεφήνατο· ‘διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων‘.

5

.

876

ὅτι δὲ καὶ σφαλερὰ πρὸς ὑγίειαν ἡ μά‖λιστα κατωρ‐ θωμένη διάθεσις αὐτῶν ἐστιν, ἐφ’ ἣν σπεύδουσι, καὶ ὡς καὶ τοῦτ’ ἐγίγνωσκον Ἱπποκράτης τε καὶ Πλάτων, εἴρηται μὲν καὶ δι’ ἄλλων.
5 Οὐ μὴν ἀλλ’ ἐπειδήπερ ἅπαξ κατ‐ έστην εἰπεῖν τι περὶ τῆς μοχθηρᾶς εὐεξίας τε καὶ γυμναστικῆς, ὑπομνησθήσομαι καὶ τούτων ὡς ἔνι μά‐ λιστα διὰ βραχυτάτων. τῆς ὑγιείας ἐν συμμετρίᾳ τινὶ τεταγμένης ἀμετρίας ἐστὶ δημιουργὸς ἡ τοιαύτη γυμνα‐
10στικὴ πολλὴν καὶ πυκνὴν αὔξουσα σάρκα καὶ πλῆθος αἵματος ὡς ἔνι μάλιστα γλισχροτάτου παρασκευάζουσα. βούλεται γὰρ οὐ τὴν ἰσχὺν αὐξῆσαι μόνον ἀλλὰ καὶ τὸν ὄγκον τε καὶ τὸ βάρος τοῦ σώματος, ὥστε καὶ ταύτῃ χειροῦσθαι τὸν ἀνταγωνιστήν. οὔκουν ἔτι χαλε‐
15πὸν οὐδὲν ἐξευρεῖν, ὡς διὰ τοῦτ’ ἄχρηστός τε πρὸς τὰς κατὰ φύσιν ἐνεργείας ἐστὶ καὶ ἄλλως σφαλερά. ὅπερ γὰρ ἐν ἁπάσαις ταῖς ὄντως τέχναις ἀγώνισμά ἐστι μέγιστον εἰς ἄκρον ἀφικέσθαι τοῦ σκοποῦ, τοῦτ’ ἐν ταύτῃ μοχθηρότατόν ἐστιν, ὡς οὐ φυσικήν τινα

5

.

877

διάθεσιν, ἀλλ’, ‖ ὡς Ἱπποκράτης ἔλεγεν, οὐ φύσει κατασκευαζούσῃ. τὰ μὲν γὰρ τῆς φύσεως ἀγαθὰ προ‐ ϊόντα τε καὶ ἐπιδιδόντα καὶ αὐξανόμενα γίγνεται βελτίω, τὰ δ’ οὐ φύσει πάντα τοσούτῳ χαλεπώτερα ὅσῳ καὶ83
5μείζω. ὅθεν ἄφωνοί τινες αὐτῶν ἐξαίφνης, ἕτεροι δ’ ἀναίσθητοι καὶ ἀκίνητοι καὶ τελέως ἀπόπληκτοι γί‐ γνονται τοῦ παρὰ φύσιν ὄγκου τοῦδε καὶ τοῦ πλήθους ἀποσβέσαντός τε τὴν ἔμφυτον θερμασίαν ἐμφράξαντός τε τὰς διεξόδους τοῦ πνεύματος. ὅσοι δ’ ἂν αὐτῶν
10τὰ πρᾳότατα πάθωσιν, ἀγγεῖον ῥήξαντες ἐμοῦσιν ἢ πτύουσιν αἷμα. τοὺς μὲν δὴ τῆς τοιαύτης εὐεξίας δη‐ μιουργούς, ὧν ἐστι τὰ θαυμαστὰ ταυτὶ συγγράμματα νῦν ὑπὸ τῶν τὰ ὦτα κατεαγότων περιφερόμενα, τελέως ἤδη τοῦδε τοῦ γράμματος ἀποδιοπομπησόμεθα. γι‐
15γνώσκεις γὰρ δήπου καὶ σύ, Θρασύβουλε φίλτατε, μηδ’ ἀποκρίσεως αὐτοὺς ἀξιουμένους ὑπ’ ἐμοῦ. τί γὰρ ἂν καὶ πλέον εἴη τοῖς χθὲς μὲν καὶ πρώην πεπαυμένοις τοῦ παρὰ φύσιν ἐμπίπλασθαί τε καὶ κοιμᾶσθαι, τόλ‐ μης δ’ εἰς τοσοῦτον ἥκουσιν, ὥσθ’ ὑπὲρ ὧν οὐδ’ οἱ

5

.

878

ἱκανῶς ἠσκηκότες 〈τὴν〉 ἀκολού‖θων τε καὶ μαχομέ‐ νων διάγνωσιν ἔχουσιν εὐπετῶς ἀποφήνασθαι, περὶ τούτων ἀναισχύντως διατείνεσθαι; τί μάθοιεν ἂν οὗτοι βαθὺ καὶ σοφὸν καὶ ἀκριβὲς ἀκούσαντες θεώρημα;
5θαυμαστὸν μέντ’ ἂν ἦν, εἰ τοῖς μὲν ἐκ παίδων ἀσκου‐
μένοις ἐν τοῖς ἀρίστοις μαθήμασιν οὐχ ἅπασιν ὑπ‐ άρχει κριταῖς ἀγαθοῖς εἶναι τῆς τοιαύτης θεωρίας, ὅσοι δ’ ἀσκοῦνται μέν, ὥστ’ ἐν ἄθλοις νικᾶν, ἀφυεῖς δ’ ὄντες κἀκεῖ στεφάνων μὲν ἠτύχησαν, ἐξαίφνης δ’ ἀνεφάνησαν84
10γυμνασταί, τούτοις ἄρα μόνοις ὑπάρξει νοῦς περιττός. καὶ μὴν ἐγρήγορσις μᾶλλον καὶ φροντὶς οὐκ ἀμαθὴς ἢ ὕπνος ὀξὺν τὸν νοῦν ἀπεργάζονται καὶ τοῦτο πρὸς ἁπάντων σχεδὸν ἀνθρώπων ᾄδεται, διότι πάντων ἐστὶν ἀληθέστατον, ὡς γαστὴρ ἡ παχεῖα τὸν νοῦν οὐ τίκτει
15τὸν λεπτόν. ἴσως οὖν ἡ κόνις ἔτι μόνη σοφίαν αὐτοῖς ἐδωρήσατο. τὸν μὲν γὰρ πηλόν, ἐν ᾧ πολλάκις ἐκυλιν‐ δοῦντο, τίς ὑπολαμβάνει σοφίας εἶναι δημιουργὸν ὁρῶν γε καὶ τοὺς σῦς ἐν αὐτῷ διατρίβοντας; ἀλλ’

5

.

879

οὐδ’ ἐν τοῖς ἀποπάτοις εἰκός, ἐν ‖ οἷς διημέρευον, ἀγ‐ χίνοιαν φύεσθαι. καὶ μὴν παρὰ ταῦτ’ οὐδὲν ἄλλο πρότερον ἔπραττον· ὅλον γὰρ ἑωρῶμεν αὐτῶν τὸν βίον ἐν ταύτῃ τῇ περιόδῳ συστρεφόμενον ἢ ἐσθιόντων ἢ
5πινόντων ἢ κοιμωμένων ἢ ἀποπατούντων ἢ κυλινδου‐ μένων ἐν κόνει τε καὶ πηλῷ. Τούτους οὖν ἀποπέμψαντες—οὐ γὰρ κακοτεχνίας ἀλλὰ τέχνας ἥκομεν ἐπισκεψόμενοι— τοὺς τῆς ὄντως γυμναστικῆς ἐπιστήμονας ἤδη καλῶμεν,
10Ἱπποκράτην τε καὶ Διοκλέα καὶ Πραξαγόραν καὶ Φιλό‐ τιμον Ἐρασίστρατόν τε καὶ Ἡρόφιλον ὅσοι τ’ ἄλλοι τὴν ὅλην περὶ τὸ σῶμα τέχνην ἐξέμαθον. ἤκουσας δήπου ἀρτίως Πλάτωνος λέγοντος, ὡς οὐδέν ἐστιν ἴδιον
ὄνομα. μὴ τοίνυν ζήτει ἓν ὄνομα κατὰ πάσης τῆς περὶ85
15τὸ σῶμα τέχνης, οὐ γὰρ εὑρήσεις· ἀλλ’ εἴπερ ποτὲ κατασταίης ὑπὲρ αὐτῆς εἰπεῖν, ἀρκείτω σοι Πλάτωνα μιμησαμένῳ διελθεῖν, ὡς μιᾶς οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικήν, τὴν δ’ ἰατρικήν, ὑγιαινόντων μὲν δηλονότι τὴν γυμναστι‐ ‖

5

.

880

κήν, νοσούντων δὲ τὴν ἰατρικήν. ἀλλ’ ἐκεῖνο μᾶλλον ἐπισκέψεως ἄξιον, ὅτι μὴ τὴν ὑγιεινὴν τέχνην ὁ Πλάτων ἀντιδιεῖλε τῇ ἰατρικῇ, καθάπερ ἐποίησαν οἱ προειρη‐ μένοι πάντες ἄνδρες, ὧν, εἰ βούλει, μνημονεύσωμεν
5ἑνός, ἐπειδὴ καὶ πρόχειρα πᾶσίν ἐστιν αὐτοῦ τὰ συγ‐ γράμματα. λέγει τοίνυν Ἐρασίστρατος ἐν τῷ προτέρῳ τῶν Ὑγιεινῶν· ‘οὐδὲ γὰρ ἰατρὸν εὑρεῖν ἔστιν, ὅστις δέδωκεν αὑτὸν εἰς τὴν [περὶ] τῶν ὑγιεινῶν πραγμα‐ τείαν‘. εἶτ’ ἐφεξῆς· ‘αἱ μὲν γὰρ παρά τι πάθος γι‐
10γνόμεναι ἀπεψίαι καὶ αἱ τούτων θεραπεῖαι εἰς ἰατρι‐ κὴν καὶ οὐκ εἰς τὴν τῶν ὑγιεινῶν πραγματείαν πίπτου‐ σιν‘. εἶτ’ αὖθις ἔτι προελθών· ‘εἰ δέ τις εἴη φαυλότης περὶ τὸ σῶμα, δι’ ἣν τὰ προσφερόμενα αἰεὶ διαφθαρή‐ σεται, καὶ οὕτως εἰς τὴν αὐτὴν κακοχυμίαν τοῖς προ‐
15ϋπάρχουσιν ἥξει, τὴν τοιαύτην διάθεσιν ἰατροῦ καὶ οὐχ ὑγιεινοῦ λύειν‘. εἶτ’ ἐφεξῆς· ‘τὸ λέγειν περὶ τού‐ των ἢ λύειν ταύτας ἰατροῖς καὶ οὐχ ὑγιεινοῖς ἐπιβάλ‐ λει‘. φαίνεται γὰρ οὗτος οὐ μόνον ὑγιεινήν τιν’ ὀνο‐

5

.

881

μάζων τέχνην ὁμοίως τοῖς ἄλλοις ἅπασιν, ἀλλὰ ‖ καὶ τὸν τεχνίτην αὐτῆς ὑγιεινόν, ὥσπερ οἶμαι καὶ τὸν τῆς
ἰατρικῆς ἰατρόν, ἵνα τῆς περὶ τὸ σῶμα θεραπευτικῆς τέχνης, ἧς οὐδὲν ἦν ὄνομα τοῖς Ἕλλησιν ἴδιον, εἰς86
5δύο τὰ πρῶτα τμηθείσης, ὥσπερ αὐτὰς τὰς τέχνας ἰατρικήν τε καὶ ὑγιεινήν, οὕτω καὶ τοὺς τεχνίτας αὐ‐ τῶν ὀνομάζωμεν ὑγιεινόν τε καὶ ἰατρόν· ὡσαύτως δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν ἐχρήσαντο τοῖς ὀνόμασιν. Ἀλλ’, ὡς ἔοικεν, οὔπω κατὰ Πλά‐
10τωνα σύνηθες ἦν τοῖς Ἕλλησιν οὔθ’ ὑγιεινὴν τὴν τέχνην οὔτε τὸν ἐπιστήμονα καλεῖν ὑγιεινόν· οὐδὲ γὰρ οὐδὲ τὸ τοῦ Ἱπποκράτους ὑγιεινὸν ὑγιεινόν, ἀλλὰ τὸ μέν τι περὶ διαίτης ἐπιγέγραπται, τὸ δέ τι περὶ ὑδά‐ των τε καὶ ἀέρων καὶ τόπων. τάχα δ’, ὡς ἔφην, οὐδὲ
15χρείαν εἶναι διαίτης ὁ Πλάτων ἐνόμιζε τοῖς ὑγιαίνουσιν, ἀλλ’ ἀρκεῖν μόνην γυμναστικήν. οὐδὲ γὰρ τὸ ἀνα‐ ληπτικὸν μόριον ἢ τὸ προφυλακτικὸν ἴσως ἡγεῖται προσήκειν τῇ γυμναστικῇ· μέσα γάρ, ὡς ἔφην, αὐτὰ τεταγμένα δυνατόν ἐστιν, ὁποτέρῳ τις βούλεται, προσ‐
20νέμειν. ἀλλ’ εἰ καὶ ταῦτά τις τοῖς ἰατροῖς ἐπιτρέψειεν, ‖

5

.

882

ὀλίγον ἐστὶ τὸ ὑγιεινὸν ἀέρων τε πέρι καὶ ὑδάτων καὶ χωρίων καὶ γυμνασίων καὶ σιτίων ἐπισκοπούμενον· καίτοι γ’ οὐδὲ περὶ σιτίων ἁπάντων, ἀλλ’ ὅσα τοῖς ὑγιαίνουσιν ἁρμόττει μόνον. τάχα δ’, ἐπειδὴ καὶ τὰ
5τῶν ἀέρων τε καὶ χωρίων καὶ ὑδάτων ἔφθανεν ἤδη γιγνώσκεσθαι τοῖς ἰατροῖς, ὡς ἂν καὶ πρώτου τοῦ θεραπευτικοῦ μορίου συστάντος, οὐδὲν ἔτι προσεπι‐ μαθεῖν αὐτῶν ἐνέλιπεν εἰς τὸ μὴ μόνον ἰατροῖς ἀλλὰ
καὶ ὑγιεινοῖς γενέσθαι πλὴν τῆς περὶ τὰ γυμνάσια87
10τέχνης. οὔκουν οὐδ’ ἀπεικὸς οὐδ’ ἀπὸ μορίου τοῦ προσαγορευθέντος ὀνομασθῆναι τὸ σύμπαν. ἀλλὰ τοῦτο μὲν ὑπὲρ ὀνόματός ἐστιν, οὐ περὶ πράγματος σκο‐ πεῖσθαι. Καὶ εἴ τις, ὅπερ καὶ πρόσθεν εἶπον,
15αὐτὸ δὴ τοῦτο γιγνώσκων, ὅτι μὴ [καὶ] περὶ πράγμα‐ τος ὁ λόγος ἀλλ’ ὀνόματός ἐστιν, ἐμὲ κελεύσειεν ἀπο‐ φαίνεσθαί τι καὶ περὶ τοῦδε, βέλτιον ὀνομάζειν ἐρῶ τοὺς δύο τὰ πρῶτα μόρια φάσκοντας τῆς ὅλης τέχνης ὑγιεινόν τε καὶ θεραπευτικόν, εἴ γ’ ἐν ταῖς μεθόδοις

5

.

883

ταῖς διαιρετικαῖς ἐμάθομεν ‖ ἀντιδιαιρεῖν ἀλλήλοις ὁμογενῆ πράγματα. τῷ γάρ, εἰ τύχοι, τῶν ζῴων εἰ‐ πόντι τὰ μὲν ἐναέρια, τὰ δ’ ἔνυδρα προσθεῖναι τού‐ τοις τὰ λογικὰ προφανῶς ἄτοπον. ἡ μὲν γὰρ προτέρα
5διαίρεσις ἔμπυρά τε καὶ ἔγγεια προσκεῖσθαι ποθεῖ· ταῦτα γὰρ ἀνάλογόν ἐστι τοῖς ἐναερίοις τε καὶ ἐν‐ ύδροις· ἡ δ’ αὖ δευτέρα τοῖς λογικοῖς ἀντιδιαιρεῖσθαι βούλεται τὰ ἄλογα, κατὰ ταὐτὰ δὲ καὶ τῷ μὲν θνητῷ τὸ ἀθάνατον, ἀγρίῳ δὲ τὸ ἥμερον καὶ πεζῷ τὸ πτηνὸν
10καὶ τὸ νηκτόν· ἐσχάτη γὰρ ἀτοπία τῶν ζῴων, εἰ τύχοι, τὰ μὲν ἀθάνατα λέγειν εἶναι, τὰ δὲ πεζά, τὰ δὲ δί‐ ποδα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς περὶ τὸ σῶμα τέχνης εἴ τις ἐθέλοι τέμνων ἐξευρίσκειν τὰ μό‐ ρια, τὸ μὲν τοὺς νοσοῦντας ἰώμενον ἰατρικῆς τέχνης
15λεχθήσεται, τὸ δὲ τῶν ὑγιαινόντων προνοούμενον ὑγιεινῆς. καὶ τούτου γ’ ἔτι κάλλιον, ὡς ἡμεῖς ἔμ‐
προσθεν ἐλέγομεν, τῆς περὶ τὸ σῶμα τέχνης ἐπανορ‐ θωτικῆς τινος οὔσης τὸ μὲν κατὰ μεγάλα τὴν ἐπανόρ‐ θωσιν ποιούμενον ἰατικόν τε καὶ ἰατρικὸν ὀνομασθή‐88
20σεται, τὸ δὲ κατὰ σμικρὰ καὶ διὰ τοῦτο λανθάνον, εἰ ‖

5

.

884

τὴν ἀρχὴν ἐπανορθοῦται, φυλακτικόν. ἔτι δὲ κάλλιον ὀνομάσεις ἀπὸ τῶν ὑλῶν αὐτά, νοσερὸν μὲν τὸ ἕτερον, ὑγιεινὸν δὲ θάτερον. εἰ δ’ αὖ πάλιν ἐθέλοις τέμνειν τὸ ὑγιεινὸν ἢ φυλακτικόν—εἴρηται γάρ, ὡς ἑκατέρως
5ἐγχωρεῖ προσαγορεύειν—ἀπὸ μὲν τῆς ὑποκειμένης ὕλης εἰς τρία τεμεῖς, ὡς ἔμπροσθεν εἴρηται, τό τ’ ἀναληπτικὸν ὀνομαζόμενον καὶ τὸ κατ’ εἶδος ὑγιεινὸν καὶ πρὸς τούτοις τὸ εὐεκτικόν. ὑποβέβληται γὰρ ἡ ἴδιος ἑκάστῳ τῶν εἰρημένων ὕλη, τῷ μὲν τὸ κατὰ σχέσιν
10ὑγιαῖνον σῶμα, τῷ δὲ τὸ καθ’ ἕξιν, τῷ τρίτῳ δὲ τὸ καλούμενον εὐεκτικόν· συμβέβηκε γὰρ ὁμωνύμως λέγε‐ σθαι τοῖς μορίοις τῆς τέχνης αὐτὰ τὰ σώματα. κατὰ δὲ τὰς ὕλας τῶν βοηθημάτων εἴπερ ἡ τομή σοι γίγνοιτο, τετραχῇ διαιρήσεις τὴν φυλακτικήν τε καὶ ὑγιεινὴν
15ταύτην τέχνην. ἔσται γὰρ αὐτῆς ἡ μὲν ἐν προσφερο‐ μένοις, ἡ δ’ ἐν ποιουμένοις, ἡ δ’ ἐν κενουμένοις, ἡ δ’ ἐν τοῖς ἔξωθεν προσπίπτουσιν ἀναστρεφομένη· διὰ τούτων γὰρ ἡ ὑγίεια φυλάττεται. τὸ μὲν οὖν ἐν τοῖς προσφερομένοις τῆς ὑγιεινῆς τέχνης μέρος ἐδεσμάτων

5

.

885

τ’ ἐστὶ καὶ πομάτων ‖ ἐπιστήμη τῶν εἰς ὑγιείας φυλα‐ κὴν ἀνηκόντων, τὸ δ’ ἐν τοῖς κενουμένοις ἱδρώτων τε καὶ διαχωρημάτων οὔρων τε καὶ ὅλως ἁπάντων τῶν ἐκ τοῦ σώματος ἡμῶν ἐκκενοῦσθαι δεομένων, τὸ δὲ
5τῶν ἔξωθεν προσπιπτόντων, ἀέρος ὕδατος, ἅλμης θα‐ λάττης, ἐλαίου τῶν τ’ ἄλλων ἁπάντων τῶν τοιούτων. ἔτι δὲ τὸ τέταρτόν τε καὶ λοιπὸν ὅπερ ἐν τοῖς ποιου‐ μένοις ἐτέτακτο μέρος τῆς τέχνης ἐν γυμνασίοις ἐστὶ καὶ τοῖς καλουμένοις ἐπιτηδεύμασι. καὶ γὰρ ἐγρήγορ‐89
10σις καὶ ἀγρυπνία καὶ ὕπνος καὶ ἀφροδίσιά τε καὶ θυμὸς καὶ φροντὶς καὶ λουτρὸν ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ χρὴ διαγιγνώσκειν τὸν ὑγιεινὸν ἑκάστου τῶν εἰρημένων ποσότητά τε καὶ ποιότητα καὶ καιρόν. Πολλοστὸν οὖν μέρος γίγνεται τῆς
15ὑγιεινῆς τέχνης ἡ περὶ τῶν γυμνασίων ἐπιστήμη· δι‐ καιότερον γὰρ οἶμαι καλεῖν ἐστι γυμναστικὴν τέχνην, ἥτις ἂν ἐπιστήμη τῆς ἐν ἅπασι τοῖς γυμνασίοις ᾖ δυ‐ νάμεως, ὡς τό γε περὶ τῶν κατὰ παλαίστραν ἐπίστα‐ σθαι μόνον ἐσχάτως τε μικρόν ἐστι καὶ πᾶσιν ἥκιστα

5

.

886

χρήσιμον. ἐρέσσειν γοῦν ἄμει‖νόν ἐστι καὶ σκάπτειν καὶ θερίζειν καὶ ἀκοντίζειν καὶ τρέχειν καὶ πηδᾶν καὶ ἱππάζεσθαι καὶ κυνηγετεῖν ὁπλομαχεῖν τε καὶ σχίζειν ξύλα καὶ βαστάζειν καὶ γεωργεῖν ἅπαντά τε
5τἆλλα κατὰ φύσιν ἐργάζεσθαι κρεῖττον ἢ κατὰ παλαί‐ στραν γυμνάζεσθαι. καί σοι πάρεστιν ἤδη σκοπεῖν, οὐ μόνον ὅτι πολλοστόν ἐστι μόριον 〈τῆσ〉 ὑγιεινῆς τέχ‐ νης ἡ γυμναστική, ἐλάχιστον δ’ αὖ πάλιν ἐστὶ τῆς γυμναστικῆς τὸ περὶ τῶν κατὰ παλαίστραν μόριον ὅτι
10τε τούτῳ παράκειται τὸ τῶν ἀθλητῶν ἐπιτήδευμα, [καὶ] διαθέσεώς τινος ἀπεργαστικὸν οὐ φύσει καὶ κακο‐ τεχνίαν ἐπιστατοῦσαν ἔχον, ὑποδυόμενον μὲν τέλει χρηστῷ τῆς εὐεξίας, ἄλλο δέ τι μᾶλλον ἢ εὐεξίαν ἐργα‐ ζόμενον. ἀλλὰ τῆς μὲν τοιαύτης κακοτεχνίας οἱ δυστυ‐90
15χῶς ἀθλήσαντες ἐξαίφνης ἐπιστήμονες ἀναφαίνονται, τῆς δ’ ὄντως γυμναστικῆς Ἱπποκράτης καὶ ὁ προειρη‐ μένος ἅμ’ αὐτῷ χορὸς ἐπιστήμων ἐστίν. ὥσπερ δ’ ἐν τοῖς κατ’ ἰατρικὴν οὐχ ἅπασιν ὀρθῶς [ἅμα] εἴρηται πάντα, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ περὶ γυμνασίων.
20ἀλλὰ νῦν οὐ πρόκειται διελέγχειν τοὺς κακῶς ὑπὲρ

5

.

887

αὐτῶν ‖ ἐγνωκότας, ἀλλ’ ἐξηγεῖσθαι τοὔνομα τῆς γυμνα‐ στικῆς, ὡς ἔστιν ἐπιστήμη τις ἥδε τῶν ἐν γυμνασίοις δυνάμεων, ὥσπερ ἡ φαρμακευτικὴ τῶν ἐν φαρμάκοις· ἄμφω γὰρ ταῦτα τὰ μόρια τὴν κλῆσιν ἀπὸ τῶν ὑλῶν
5ἔσχηκεν ὁμοίως τοῖς ἄλλοις, οἷς ὀλίγον ἔμπροσθεν εἶπον. Ὧι καὶ δῆλον, ὡς ὅσοι τὴν γυμνα‐ στικὴν ἀντιδιαιροῦσι τῇ ἰατρικῇ, κακῶς γιγνώσκουσιν· ἡ μὲν γὰρ ἀπὸ τῆς ὕλης, ἡ δ’ ἀπὸ τῆς καθόλου τε
10καὶ γενικῆς ἐνεργείας ὠνόμασται. πρῶται μὲν γάρ εἰσιν αἱ κατὰ μέρος ἐνέργειαι, καθῆραι δι’ ἑλλεβόρου καὶ σκαμμωνίας, εἰ τύχοι, καὶ τεμεῖν φλέβα καὶ ὀστοῦν ἐκκόψαι καὶ ἀσιτῆσαι προστάξαι καὶ δοῦναι τροφήν· ἐπ’ αὐταῖς δ’ ἕτεραι γενικώτεραί τε καὶ ἤδη καθόλου,
15φαρμακεῦσαι καὶ χειρουργῆσαι καὶ διαιτῆσαι καὶ τού‐
των ἁπασῶν κοινή, τὸ ἰάσασθαι, καθάπερ οἶμαι πάλιν ἐπὶ ταῖς περὶ τὰ ὑγιαίνοντα γιγνομέναις ἐνεργείαις ἁπάσαις κοινὴ ἡ φυλακή. καὶ ὅστις ἀντιδιαιρεῖται τῷ91

5

.

888

ἰατρικῷ τὸ φυλακτικόν, ὁμογενῶν ποιεῖται τὴν ‖ ἀντί‐ θεσιν. ἄμφω γὰρ ἀπὸ τῆς ἐνεργείας ὠνόμασται, καθά‐ περ αὖ πάλιν ἀπὸ τῆς ὑποκειμένης ὕλης τό τε νοσερὸν καὶ ὑγιεινόν, ἀπὸ δὲ τῆς τῶν βοηθημάτων ὕλης τό τε
5φαρμακευτικὸν [ὠνόμασται] καὶ τὸ γυμναστικόν· τὸ μὲν γὰρ τοῦ νοσεροῦ τε καὶ ἰατρικοῦ μέρος ὑπάρχει, τὸ δὲ τοῦ ὑγιεινοῦ τε καὶ φυλακτικοῦ. Προσέχειν δ’ ἐνταῦθα τὸν νοῦν χρή, μή πῃ λάθωμεν τὸν αὐτὸν ἀποδείξαντες τῷ γυμνα‐
10στικῷ τὸν ἐπιστάτην τῶν παλαισμάτων καὶ μόριόν τι ποιήσαντες ὅλης τῆς γυμναστικῆς τὴν ὡς ἂν εἴποι τις παλαιστρικήν· ὁ γὰρ ἐπιστάμενος τά τε παλαίσματα σύμπαντα καὶ τῶν τρίψεων ἁπάσας καλῶς ἐργάζεσθαι τὰς κατὰ μέρος ἐνεργείας ἀνάλογόν ἐστι σιτοποιῷ καὶ
15μαγείρῳ καὶ οἰκοδόμῳ, δημιουργεῖν μὲν ἐπισταμένοις ἄρτους τε καὶ ὄψα καὶ οἰκίας, οὐ μὴν ἐπαΐουσί γ’ οὐ‐ δὲν οὐδὲ γιγνώσκουσιν, ὅ τί τε χρηστὸν ἐν αὐτοῖς καὶ μὴ χρηστὸν ἥντινά τε δύναμιν ἔχον ἕκαστον αὐτῶν ἐστι πρὸς ὑγίειαν. ἡ μὲν οὖν προνοουμένη τοῦ σώμα‐

5

.

889

τος ἡμῶν τέχνη μία, καθάπερ εἴρηται πολλάκις, ‖ αἱ δ’ ἄλλαι τὰς ὕλας ταύτῃ παρασκευάζουσιν. οὔτε γὰρ οἷς ἄμεινόν ἐστιν ὑποδεδέσθαι [μὲν] καὶ ἀνυποδέτοις εἶναι σκυτοτόμος οἶδεν οὔθ’ οἷς ὑποδεδέσθαι μέν, ἀλλὰ
5τοῖον ἢ τοῖον ὑπόδημα. τοῦτο μὲν γὰρ Ἱπποκράτης γιγνώσκει καὶ κελεύει γε τῷδέ τινι φορεῖν ἀρβύλας τὰς πηλοπάτιδας, οὐ μὴν αὐτός γε δημιουργήσει τὰς ἀρβύλας, οὐ μᾶλλον ἢ ὁ στρατηγὸς τὸ κράνος καὶ τὸν θώρακα καὶ τὸ δόρυ καὶ τὴν ἀσπίδα καὶ τὴν μάχαιραν92
10καὶ τὰς κνημῖδας. οὐδὲ γὰρ ὁ οἰκοδόμος οἶδεν ὑψηλῆς πέρι καὶ ταπεινῆς οἰκήσεως οὐδὲ τῆς πρὸς ἀνατολὴν ἢ δύσιν ἐστραμμένης οὐδέ γε τῆς πρὸς βορρᾶν τε καὶ ψυχρᾶς ἢ νοτίου καὶ θερμῆς οὐδὲ σκοτεινῆς ἢ φωτει‐ νῆς οὐδὲ καταγαίου τε καὶ ὑπερῴου καὶ νοτερᾶς καὶ
15ξηρᾶς, ἀλλ’ ὅλως ἀγνοεῖ, τίνα μὲν ὠφέλειαν ἕκαστον τούτων ἔχει, τίνα δὲ βλάβην, ὥσπερ γε καὶ ὁ σιτο‐ ποιὸς οὐκ οἶδεν, ὅτῳ χρὴ καθαρὸν ἄρτον διδόναι καὶ ὅτῳ συγκομιστὸν οὐδ’ ὅτῳ πολὺν ἢ ὀλίγον οὐδ’ ἐν

5

.

890

ὅτῳ καιρῷ, κατασκευάζει μέντοι καλῶς αὐτούς. ‖ ὡσ‐ αύτως δὲ καὶ ὁ μάγειρος ἢ φακῆν ἢ πτισάνην ἢ χόν‐ δρον ἢ τεῦτλον ἤ τι τῶν ἄλλων ἐπίσταται σκευάζειν οὐκ εἰδὼς οὐδενὸς αὐτῶν τὴν δύναμιν. αἱ μὲν δὴ
5τοιαῦται τέχναι τὰς ἁπάσας ὕλας παρασκευάζουσι τῇ θεραπευτικῇ τοῦ σώματος, ὥσπερ αὐταῖς ταύταις ἕτεραι, τῷ μὲν σιτοποιῷ τοὺς πυροὺς ὁ γεωργὸς καὶ κρίβανον ὁ ἰπνοπλάστης καὶ ὁ ὑλοτόμος τὰ ξύλα καὶ ὁ τέκτων τὸν ἄβακα, τῷ τέκτονι δ’ αὐτῷ πάλιν ἄλλος μὲν ἀξί‐
10νην, ἄλλος δὲ στάθμην, ἄλλος δ’ αὖ τὰ ξύλα, καὶ σκυτοτόμῳ δὲ κατὰ ταὐτὰ τὴν μὲν σμίλην ἡ χαλκευ‐ τική, τὰ σκύτη δ’ ἡ βυρσοδεψική, τὸν καλόποδα δ’ ἡ τεκτονική· καὶ οἰκοδόμῳ δὲ λατύποι τε καὶ λιθοτόμοι
καὶ πλινθουργοὶ καὶ τέκτονες, οἱ μὲν λίθους, οἱ δὲ93
15πλίνθους, οἱ δ’ ἐπιτήδεια ξύλα προπαρασκευάζουσιν. αἱ μὲν οὖν τοιαῦται τέχναι σύμπασαι προσδέονταί τ’ ἀλλήλων καὶ παρασκευάζουσι ταῖς τελεωτέραις τάς θ’ ὕλας αὐτάς, ἐξ ὧν ἐργάζονται τὸ τέλος, ὄργανά τε χρηστά, δι’ ὧν ἐκείνας κοσμοῦσιν.
20 Ἁπάσαις δ’ αὐταῖς ἐφέστηκεν οἷον ἀρχιτεκτονική τις ἡ θεραπευτικὴ τοῦ σώματος καὶ

5

.

891

κελεύει τῇ ‖ μὲν οἰκοδομικῇ τοιάνδε τινὰ τὴν οἰκίαν ποιῆσαι, τῇ δὲ σκυτοτομικῇ τὸ ὑπόδημα καὶ τῇ μὲν σιτοποιητικῇ τὸν ἄρτον, τῇ δ’ αὖ μαγειρικῇ τοὖψον ἑκάστῃ τε τῶν ἄλλων, ὡς ἑκάστη πέφυκεν. ἀλλὰ ταύ‐
5της τῆς περὶ τὸ σῶμα θεραπευτικῆς ἡ ὑγιεινὴ μόριον ἦν καὶ ταύτης τετραχῇ τεμνομένης ἑνὸς τῶν μορίων ἡ γυμναστικὴ μόριον. αὕτη τοίνυν οἷον ἀρχιτεκτονική τίς ἐστι τοσῶνδε τεχνῶν, ἱππευτικῆς μέν, ὅταν ἱππά‐ ζεσθαι δέῃ, διδάσκουσα μέτρον καὶ καιρὸν καὶ ποι‐
10ότητα, κυνηγετικῆς δὲ καὶ συμπάσης θηρευτικῆς, ὅταν αὖ τούτων ἡ χρεία καλῇ, κατὰ ταὐτὰ δὲ καὶ σκαπτόν‐ των καὶ θεριζόντων καὶ ὑλοτομούντων καὶ ἐρεσσόντων καὶ ὀρχουμένων καὶ πᾶν ὁτιοῦν ἐνεργούντων ἐπιστατεῖ τε καὶ ἄρχει καὶ προστάττει.
15Μία τῶν τοιούτων ἐστὶ τεχνῶν καὶ
ἡ περὶ τὰ παλαίσματα—καλῶμεν δ’ αὐτήν, εἰ βούλει, παιδοτριβικήν—αὕτη μὲν οὐδ’ ἐπαΐουσα τῶν πρὸς ὠφέλειάν τε καὶ βλάβην τοῦ σώματος, εὐσχήμονας δὲ καὶ πολυειδεῖς καὶ καταβλητικὰς καὶ ἀπόνους ἐξευ‐94

5

.

892

ρίσκουσα λαβάς θ’ ἅμα καὶ ‖ κινήσεις οὐδὲν ἧττον τῆς ὀρχηστικῆς. ἀλλ’ ἐκείνη μὲν οὐκ ἀντιποιεῖται τῆς περὶ τὸ σῶμα θεραπείας· ἡ παιδοτριβικὴ δ’ οὐκ οἶδ’ ὅπως ὑπ’ ἀναισθησίας ἐσχάτης οἷον ἔμπληκτός τις οἰκέτης
5ἐπανίσταται δεσπότῃ χρηστῷ, τῇ γυμναστικῇ, καθάπερ εἰ καί τις ὁπλίτης ἢ ἱππεὺς ἢ τοξότης ἢ σφενδονήτης ἢ ἀκοντιστὴς ἀντιλέγοι τῷ στρατηγῷ παρατάττοντί τε καὶ ὁπλίζοντι καὶ πρὸς τὸν πόλεμον ἐξάγοντι καὶ αὖ‐ θις ἡσυχάζειν κελεύοντι· μαίνοιτο γὰρ ἄν που κἀκεῖ‐
10νος, εἰ τὸν στρατηγὸν εἰς τὰς κατὰ μέρος ἐνεργείας προκαλούμενος, εἶτα βελτίων εὑρισκόμενος ἢ κοινωνεῖν ἀξιοῖ τῆς ἀρχῆς ἢ μέρος ἀποφαίνοι τὴν αὑτοῦ τέχνην τῆς στρατηγικῆς. μαίνοιτο δ’ ἂν οὐδὲν ἧττον, οἶμαι, καὶ ὁ παιδοτρίβης ἢ κοινωνεῖν γυμναστικῆς ἢ μέρος
15ἔχειν αὐτῆς οἰόμενος· ὑπηρέτης γάρ ἐστι μόνον, ὥσπερ γ’ ὁ στρατιώτης τῆς στρατηγικῆς, οὕτω καὶ ὁ παιδο‐ τρίβης [αὐτὸς γάρ], ᾗ μὲν γυμνάζει, τῆς γυμναστικῆς, ᾗ δ’ ἀσκεῖ τέχνην παλαισμάτων, ἑτέρας αὖ τινός ἐστιν

5

.

893

ἐπιτηδεύσεως ὑπηρέτης, ἣν ἐγὼ μὲν ὀνομάζω ‖ κατα‐ βλητικήν, οὐ μήν γ’ αὑτοὺς οὕτω καλοῦσιν οἱ τοὺς ἀθλητὰς ἀσκοῦντες, ἀλλὰ γυμναστὰς ὀνομάζουσι. καί‐ τοι κατά γε τὴν ἀλήθειαν ἕτερον μέν ἐστι παιδοτρι‐
5βικὴ καθάπερ ἡ τοξευτική, καταβλητικὴ δ’ οἷόνπερ ἡ στρατηγική, γυμναστικὴ δ’ οἷον ἡ ἰατρική, καὶ διτταῖς ὑπηρετεῖ τέχναις ἐφεστώσαις ἑκάστη τῶν τοιούτων. οὕτω γὰρ καὶ ἡ σκυτοτομικὴ τὸ μὲν ὡς στρατιώτῃ τῷδέ τινι χρηστὸν ὑπόδημα παρὰ τῆς στρατηγικῆς ἐκ‐95
10διδάσκεται, τὸ δ’ ὡς εἰς ὑγίειαν ἐπιτήδειον ὑπὸ τῆς περὶ τὸ σῶμα τέχνης ἐργάζεσθαι κελεύεται. ὡσαύτως δὲ καὶ ἡ μαγειρικὴ τὸ μὲν εἰς ὑγίειαν ὄψον ἰατρῷ τε καὶ ὑγιεινῷ παρασκευάζει, τὸ δ’ εἰς ἡδονὴν τέχνῃ μὲν οὐκέτι τοῦτό γ’ οὐδεμιᾷ, κολακείᾳ δέ τινι τὸ τέλος οὐ
15τὴν ὑγίειαν, ἀλλὰ τὴν ἡδονὴν πεποιημένῃ. καὶ δὴ οὖν καὶ 〈ἡ〉 παλαιστικὴ τὸ μὲν εἰς ὑγίειαν χρηστὸν ὑγιει‐ νοῖς τε καὶ γυμνασταῖς παρασκευάζει, τὸ δ’ εἰς διά‐ θεσιν ἀθλητικὴν ἐκείνῃ τῇ κακοτεχνίᾳ τῇ πολλάκις εἰρημένῃ, τῇ καλούσῃ μὲν ἑαυτὴν γυμναστικήν, κάλλιον
20δ’ ἂν ὀνομασθείη καταβλητική. καὶ γὰρ οὖν καὶ ὀνομάζουσιν αὐτὴν οἱ Λάκωνες καββαλικὴν καὶ καββα‐

5

.

894

λικώτερον ἑαυτῶν ‖ γέ φασιν εἶναι τὸν ἐν ταύτῃ τε‐ θραμμένον, οὐκ ἰσχυρότερον. Ὅπου γε καὶ ἡ ὑγιαίνουσα πολιτεία μισεῖ τοῦτο τὸ ἐπιτήδευμα καὶ βδελύττεται, πάσης μὲν
5τῆς εἰς τὸν βίον ἰσχύος ἀνατρεπτικὸν ὑπάρχον, εἰς οὐκ ἀγαθὴν δὲ τοῦ σώματος ἄγον διάθεσιν. ἐγὼ γοῦν ἐπειράθην ἐμαυτοῦ πολλάκις ἰσχυροτέρου τῶν ἀρίστων εἶναι δοκούντων καὶ πολλοὺς στεφανίτας ἀγῶνας ἀν‐ ῃρημένων ἀθλητῶν. ἔν τε γὰρ ὁδοιπορίαις ἁπάσαις
10ἄχρηστοι τελέως ἦσαν ἔν τε [ταῖς] πολεμικαῖς πράξεσιν, ἔτι δὲ μᾶλλον ἐν πολιτικαῖς τε καὶ γεωργικαῖς, εἰ δέ που καὶ φίλῳ νοσοῦντι παραμεῖναι δέοι, πάντων ἀχρη‐ στότατοι συμβουλεῦσαί τε καὶ συσκέψασθαι καὶ συμ‐ πρᾶξαι, ταύτῃ μέν, ᾗπέρ γε καὶ οἱ σύες. ἀλλ’ ὅμως96
15οἱ τούτων ἀτυχέστατοι καὶ μηδεπώποτε νικήσαντες ἐξαίφνης ἑαυτοὺς ὀνομάζουσι γυμναστάς, εἶτ’ οἶμαι καὶ κεκράγασιν οὐδὲν ἧττον τῶν συῶν ἐκμελεῖ καὶ βαρ‐ βάρῳ φωνῇ. τινὲς δ’ αὐτῶν καὶ γράφειν ἐπιχειροῦσιν ‖

5

.

895

ἢ περὶ τρίψεως ἢ εὐεξίας ἢ ὑγιείας ἢ γυμνασίων, εἶτα προσάπτεσθαι τολμῶσι καὶ ἀντιλέγειν οἷς οὐδ’ ὅλως ἔμαθον, οἷος καὶ ὁ πρώην μὲν Ἱπποκράτει ἐγκαλῶν ὡς οὐκ ὀρθῶς ἀποφηναμένῳ περὶ τρίψεως. ἐπεὶ δ’
5ἡμᾶς ἀφικομένους ἠξίωσάν τινες τῶν παρόντων ἰατρῶν τε καὶ φιλοσόφων ἅπαντα διελθεῖν αὐτοῖς τὸν λόγον, εἶτ’ ἐφαίνετο ἁπάντων πρῶτος ὑπὲρ αὐτῆς Ἱπποκράτης ἀποφηνάμενος ἄριστα, παρελθὼν εἰς τὸ μέσον ἐξαίφνης ὁ αὐτοδίδακτος ἐκεῖνος γυμναστὴς ἐκδύσας παιδάριον
10ἐκέλευσεν ἡμᾶς τρίβειν τε τοῦτο καὶ γυμνάζειν ἢ σιω‐ πᾶν περὶ τρίψεως καὶ γυμνασίων, εἶτ’ ἐφεξῆς ἐβόα· ποῦ γὰρ Ἱπποκράτης εἰσῆλθεν εἰς σκάμμα; ποῦ δ’ εἰς παλαίστραν; ἴσως οὐδ’ ἀναχέασθαι καλῶς ἠπίστατο. οὗτος μὲν οὖν ἐκεκράγει τε καὶ ἄλλως οὐδὲ σιωπῶν
15ἀκούειν ἐδύνατο καὶ μανθάνειν τὰ λεγόμενα, ἡμεῖς δὲ κατὰ σχολὴν τοῖς παροῦσι διελέχθημεν, ὡς ὅμοιον ὁ κακοδαίμων ἐκεῖνος ἐργάζοιτο μαγείρῳ τε καὶ σιτοποιῷ
περὶ πτισάνης ἢ ἄρτου διαλέγεσθαι τολμῶντι κἄπειτα ‖97

5

.

896

φάσκοντι· ποῦ γὰρ Ἱπποκράτης ἐν μαγειρείῳ διέτριψεν ἢ ἐν μυλῶνι; σκευασάτω γοῦν μοι πλακοῦντα καὶ ἄρτον καὶ ζωμὸν καὶ λοπάδα, ἔπειθ’ οὕτως ὑπὲρ αὐ‐ τῶν διαλεγέσθω.
5 Τί ποτ’ οὖν, φήσεις, ἰατροὺς ὀνο‐ μάζομεν Ἱπποκράτην τε καὶ τὸν ἀπ’ αὐτοῦ χορόν, εἴπερ οὐ κατὰ πάσης τῆς περὶ τὸ σῶμα τέχνης τοὔνομα φέρομεν, ἀλλὰ κατὰ μόνου τοῦ μέρους αὐτῆς, ὃ τοὺς κάμνοντας ἰᾶται; φαίνονται μὲν γὰρ ὅλην μεταχειρι‐
10σάμενοι τὴν τέχνην, ὡς μηδὲ τὸ περὶ τὰ γυμνάσια μέρος αὐτῆς ἀπολιπεῖν. ὅτι πρώτου συστάντος ὅλης τῆς τέχνης μέρους τοῦ θεραπευτικοῦ, διότι καὶ μάλιστα κατήπειγεν, ὕστερον δὲ κατὰ πολλὴν σχολὴν αὐτῷ προστεθέντος τοῦ φυλακτικοῦ τε καὶ ὑγιεινοῦ προσ‐
15αγορευομένου, τὴν ὅλην τέχνην ἀπὸ τοῦ μέρους ὀνο‐ μασθῆναι συνέβη, καθάπερ ἐπ’ ἄλλων πολλῶν ἐγένετο· καὶ γὰρ γεωμέτρας ὀνομάζομεν οὐ τοὺς περὶ τῶν ἐπι‐ πέδων σχημάτων μόνον, ἀλλὰ καὶ τοὺς περὶ τῶν στε‐ ρεῶν ἐπισταμένους οὐδ’ ἔστιν οὐδεὶς νῦν ὥσπερ γεω‐
20μέτρης οὕτω καὶ στερεομέτρης ὀνομαζόμενος, ἀλλ’

5

.

897

ἐκλέλοιπε τοὔνομα, κα‖θάπερ καὶ τὸ τῶν ὑγιεινῶν, οὐ τῶν σωμάτων οὐδὲ τῶν διαιτημάτων λέγω τῶν ὑγιει‐ νῶν, ἀλλὰ τῶν ἐπισταμένων ἀνδρῶν ταῦτα, τῶν ὑπ’ Ἐρασιστράτου τοῖς ἰατροῖς ἀντιδιῃρημένων. ὡσαύτως
5δὲ καὶ τριηράρχας μὲν ὠνόμαζον οἱ παλαιοὶ τοὺς
ἄρχοντας τῶν τριήρων, νῦν δ’ ἤδη πάντας οὕτω κα‐ λοῦσι τοὺς ὁπωσοῦν ἡγουμένους στόλου ναυτικοῦ, κἂν μὴ τριήρεις ὦσιν αἱ νῆες. ὅμοιόν τι τούτῳ περὶ τὴν ἰατρικὴν ἐγένετο καὶ τοὺς ἰατρούς· ἀπὸ γὰρ τοῦ πρώ‐98
10του συστάντος μέρους ὅλην τε τὴν περὶ τὸ σῶμα τέχνην ὀνομασθῆναι συνέβη τοῦ χρόνου προϊόντος ἰατρικὴν αὐτόν τε τὸν ἐπιστήμονα τῆς τέχνης ἰατρόν. οὔκουν οὐδ’ ἀπεικός ἐστιν ἐρωτηθέντα τινὰ νῦν, ἧστινός ἐστι τέχνης μέρος τὸ ὑγιεινόν, ἀποκρίνασθαι
15τῆς ἰατρικῆς· ἐκταθείσης γὰρ ἐπὶ πλέον τῆς προσηγο‐ ρίας καὶ μηκέτι τὸ μέρος ἀλλ’ ὅλην τὴν περὶ τὸ σῶμα τέχνην σημαινούσης Ἱπποκράτης τε δικαίως καὶ οἱ νῦν ἅπαντες ἰατροὶ ὀνομάζονται· ἴσασι γὰρ μόρια τῆς τέχνης αὐτῆς δύο τὰ μέγιστα, θεραπευτικόν τε καὶ
20ὑγιεινόν. αὐτοῦ δ’ αὖ πάλιν τοῦ ὑγιεινοῦ μέρους

5

.

898

ἴσασι τὸ γυμναστι‖κόν, ὡς καὶ πρόσθεν ἐπιδέδεικται. καθάπερ οὖν Ἱπποκράτης καὶ Διοκλῆς καὶ Πραξαγό‐ ρας καὶ Φιλότιμος καὶ Ἡρόφιλος ὅλης τῆς περὶ τὸ σῶμα τέχνης ἐπιστήμονες ἦσαν, ὡς δηλοῖ τὰ συγγράμ‐
5ματα αὐτῶν, οὕτως αὖ πάλιν οἱ περὶ Θέωνα καὶ Τρύ‐ φωνα τὴν περὶ τοὺς ἀθλητὰς κακοτεχνίαν μετεχειρί‐ σαντο, καθάπερ αὖ καὶ τὰ τούτων δηλοῖ συγγράμματα, παρασκευήν τέ τι γυμνάσιον ὀνομαζόντων καὶ αὖθις ἕτερόν τι μερισμόν, ἔπειτ’ ἄλλο τι τέλειον, ἀποθερα‐
10πείαν δ’ ἄλλο, καὶ ζητούντων, εἴτε κατὰ τὴν τοιαύτην περίοδον ἀσκητέον ἐστὶ καὶ γυμναστέον τὸν ἀθλητὴν
εἴτε κατ’ ἄλλον τινὰ τρόπον. ᾗ καὶ θαυμάζειν ἐπέρ‐ χεταί μοι τῶν νῦν τοὺς ἀθλητὰς γυμναζόντων, ὅταν ἀμφισβητούντων ἀκούσω μέρος εἶναι τῆς ἑαυτῶν τέχνης99
15τὸ ὑγιεινόν. ὅπου γὰρ οὐδὲ τῆς ὄντως γυμναστικῆς μέ‐ ρος ἐστὶν ἀλλ’ ἔμπαλιν ἐκείνη μέρος ὑγιεινοῦ, τί χρὴ περὶ τῆς τούτων κακοτεχνίας ἀμφιβάλλειν, ἣ μήτε μέρος ἐστὶν ὅλως τῆς περὶ τὸ σῶμα τέχνης ἐπιτηδεύματός τε προέστηκεν οὐχ ὑπὸ Πλάτωνος μόνον ἢ Ἱπποκράτους,
20ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἰατρῶν τε καὶ φιλοσό‐
φων ἀτιμαζομένου;100