TLG 0057 032 :: GALENUS :: De placitis Hippocratis et Platonis GALENUS Med., vel Claudius Galenus De placitis Hippocratis et Platonis N.B.: The text in the TLG data bank is based upon the editor’s 1975 typescript. Citation: Book — chapter — section — (line) | ||
1.5.1 | ... τὸ πάμπαν. ἀλλὰ κἀκεί‐ νου τὸ συνεχὲς τῷ στέρνῳ διασεσήπει, καὶ ἦν οὕτω σαφῶς θεάσασθαι τὴν καρδίαν | |
5 | ὡς κἀν ταῖς τῶν ζῴων ἀνα‐ τομαῖς, ἐπειδὰν ἑκόντες αὐτὴν γυμνώσωμεν. | |
---|---|---|
1.5.2 | τὸ μὲν οὖν παιδάριον ἐσώθη σαρκωθέντων τε τῶν περὶ τὸ στέρνον | |
3 | καὶ συμφύντων | |
5 | ἀλλήλοις καὶ 〈εἰσ〉 τοιοῦτον ἐπίθεμα γενομένων τῆς καρδίας οἷόνπερ ἡ ἔμπροσθεν | |
ἦν κορυφὴ τοῦ χιτῶνος. | ||
1.5.3 | καὶ οὐ χρὴ θαυμάζειν εἰ γυμνωθείσης τῆς καρδίας ἐσώθη τὸ παιδάριον. οὐδὲν | |
5 | γὰρ περιττότερον ἡ διά‐ θεσις εἶχε τῶν ὁσημέραι γινομένων εἰς τὸν θώρακα | |
1.5.4 | συντρήσεων. οὐ μὴν οὐδὲ ὁ περικάρδιος ἴδιον ἐξαίρετον ἐπιφέρει τινὰ κίνδυνον, | |
4 | ||
5 | ὥσπερ που καὶ Ἡρόφιλος εἴρηκε καὶ ἄλλοι πολλοὶ | |
τῶν ἰατρῶν. | ||
1.5.5 | οὔτε οὖν τὸ παιδάριον ἐκεῖνο παρ’ ὅλην τὴν θεραπείαν ἐβέβλαπτο τὴν ἐνέργειαν οὔθ’ ὁπόταν ζῷον | |
1.5.6 | ὁμοίως ἀνατέμνωμεν. τίνος οὖν ἕνεκα ταῦτ’ εἴρηταί μοι; τοῦ τὴν καρδίαν αἵματος εἶναι μεστὴν τηνικαῦτα κατ’ ἀμ‐ φοτέρας τὰς κοιλίας. τῷ τοῦτο δῆλον; εἰ τρώσαις αὐτήν, | |
εὐθὺς ἐκχεῖται τὸ αἷμα. | ||
1.5.7 | ἐχρῆν δέ γε κατὰ τὸν Χρύσιππον ἢ τὸ πνεῦμα πρότερον ἐκκενούμενον φαίνεσθαι κἄπειθ’ οὕ‐ τως ἕπεσθαι τὸ αἷμα, ἢ μηδὲ ὅλως ἕπεσθαι, καθάπερ οὐδὲ ἐπὶ τῶν κατὰ τὸν ἐγκέφαλον ἕπεται κοιλιῶν, ἀλλ’ ἐπειδὰν | |
5 | ἐκκόψαντες τὸ κρανίον ἀφέλωμεν τὴν παχεῖαν μήνιγγα καὶ γυμνώσαντες ἅπαντα τὸν ἐγκέφαλον ἐπιχειρῶμεν τιτρώσκειν ἡντινοῦν αὐτοῦ κοιλίαν, οὔτε ἐν τῷ παραχρῆμα φαίνεται | |
κατ’ αὐτὰς αἷμα περιεχόμενον οὔθ’ ὕστερον ἑπόμενον. | ||
1.5.8 | οὕτως δὲ κἀπὶ τοῦ τεθνεῶτος ἤδη ζῴου κατὰ μὲν τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας οὐκ ἔσθ’ ὅπως οὐκ ἂν εὕροις αἵματος θρόμβους, ἐν δὲ ταῖς κατὰ τὸν ἐγκέφαλον οὐχ εὑρήσεις, | |
5 | πλὴν εἰ θλασθέντος αὐτοῦ σὺν τῷ κρανίῳ τῶν ἐν αὐτῷ | |
1.5.9 | τινες ἀρτηριῶν ἢ φλεβῶν διασπασθεῖεν. οὕτω δὲ κἀπὶ τῶν τιτρωσκομένων κατὰ τὴν ἔκφυσιν τοῦ νωτιαίου βοῶν εὑρί‐ σκεταί ποτε διαδιδόμενον εἴς τινα τῶν προσθίων κοιλιῶν | |
αἷμα. | ||
1.5.10 | καὶ οὐδὲν οὐδ’ ἐνταῦθα θαυμαστὸν αὐτῆς τῆς ὀπι‐ σθίου κοιλίας τιτρωσκομένης καὶ πολλῶν καὶ μεγάλων αὐτῇ συντιτρωσκομένων ἀγγείων ἀφικνεῖσθαί ποτε καὶ μέχρι τῶν | |
1.5.11 | προσθίων τὸ αἷμα. δύναιτο δὲ ἂν ἐνίοτε καὶ βρόχῳ πνι‐ γέντος τοῦ ζῴου διὰ τὴν ὑπερβάλλουσαν βίαν ῥαγῆναί τι τῶν κατὰ τὸν ἐγκέφαλον ἀγγείων, οἷα δὴ πολλάκις ὁρᾶται γιγνόμενα καὶ καθ’ ὁτιοῦν ἄλλο μέρος ὑπὸ πλήθους αἵμα‐ | |
5 | τος ἢ χύσεως ἀναρραγέντος ἀγγείου· εἰ δὲ ἐν ὕδατι πνιγείη | |
τὸ ζῷον, οὐκ ἂν ὁμοίως ἀγγεῖον ῥαγείη. | ||
1.5.12 | κατὰ μέντοι τοὺς ἄλλους ἅπαντας θανάτους τῶν ζῴων οὐκ ἂν εὕροις ἐν ἐγκεφάλου κοιλίᾳ περιεχόμενον θρόμβον, ὥσπερ ἐν τῇ καρ‐ | |
1.5.13 | δίᾳ διαπαντός. ἀλλὰ τὰ μὲν ἐπὶ τῶν τεθνεώτων ἐκ περιουσίας εἰρῆσθαί μοι δοκῶ. ἐπάνειμι δὲ αὖθις ἐπὶ 〈τὰ〉 ζῶντα ζῷα καὶ δείκνυμί σοι γυμνωθείσης τῆς καρδίας οὐ μόνον εἰ σμίλην καθείης εἰς τὴν ἀριστερὰν κοιλίαν, αἷμα | |
5 | προχεόμενον εὐθέως, ἀλλὰ κἂν γραφεῖον ἢ βελόνην ἤ τι | |
τοιοῦτον ἕτερον. | ||
1.5.14 | καίτοι γε εἴπερ ἀναγκαῖον ἦν, ἐχρῆν ἐκκενωθῆναι τὸ πνεῦμα πρότερον, ἵνα ἀκολουθήσῃ τὸ αἷμα· τὸ γὰρ στεγνὸν τῆς ὀπῆς ἂν εἰς χρόνου μῆκος οὐ σμικρὰ | |
1.5.15 | συνετέλεσεν. ἀλλ’ οὐχ ὧδ’ ἔχει τἀληθές· ἕπεται γὰρ αὐτίκα μάλα τῷ τρώσαντι τὸ αἷμα, ὥστε οὐκ ἄν, οὐδὲ εἰ πάνυ σφόδρα ταχύνοις ἐν τῇ χειρουργίᾳ, δυνηθείης ποτὲ ἀναίμα‐ κτον ἐξαρπάσαι τὸ τρῶσαν. ᾧ δῆλον ὡς πλήρης ἐστὶν αἵμα‐ | |
5 | τος ἡ ἀριστερὰ κοιλία. | |
1.6.1 | Τὸ γὰρ ὑπὸ τῶν περὶ τὸν Ἐρασίστρατον λεγόμενον, ὡς πρὶν μὲν τοῦ γυμνωθῆναι πνεῦμα μόνον ἐν αὐτῇ περιείχετο, γυμνωθείσης δὲ παρεμπίπτει τὸ αἷμα, οὐδὲν ἄλλ’ ἐστὶν ἢ | |
1.6.2 | ἀνθρώπων λόγος ἀναισχύντων πρὸς τὸν ἔλεγχον. ἀλλὰ | |
καὶ τοῦτ’ αὐτῶν ἐλέγξαι τὸ ἀναισχύντημα ῥᾷστόν ἐστιν. εἰ γὰρ δὴ παρὰ φύσιν εἰς τὴν πνευματικὴν κοιλίαν τῆς καρδίας ἐκπέπτωκε τὸ αἷμα, πάντ’ ἐχρῆν, οἶμαι, συγκεχύ‐ | ||
5 | σθαι τὰ κατὰ φύσιν αὐτῆς ἔργα καὶ μήτε τὰς ἀρτηρίας ἔθ’ ὁμοίως σφύζειν ἵν’ ἐκ τοῦ παρ’ αὐτῆς ἐπληροῦντο πνεύματος, ἀπολωλέναι τε παμπόλλας ἐνεργείας, ὡς ἂν τῆς | |
πηγῆς αὐτῶν οὐκέτι οὔσης. | ||
1.6.3 | (Ἐρασίστρατος μὲν γὰρ ζωτικοῦ πνεύματος, Χρύσιππος δὲ τοῦ ψυχικοῦ πνεύματος πλήρη | |
φησὶν εἶναι τὴν κοιλίαν ταύτην.) | ||
1.6.4 | ἀλλ’ οὐδὲν ὅλως τὸ ζῷον καταλαμβάνει σύμπτωμα. καὶ τοῦτ’ ἔνεστι τῷ βουλομένῳ μαθεῖν παρ’ ἡμῶν, ὥσπερ ἀμέλει πολλάκις ἐδείξαμεν οὐκ ὀλίγοις τῶν ἀπιστούντων εὐθὺς ἀντιπαραβάλλοντες αὐ‐ | |
5 | τοῖς ἐφ’ ἑτέρου ζῴου, πολλάκις δὲ καὶ καθ’ ἓν ὁτιοῦν 〈καὶ〉 ταὐ‐ τόν, ὁπόσα τε καὶ ὁποῖα καταλαμβάνει τὸ σύμπαν σῶμα | |
παθήματα κοιλίας ἐγκεφάλου τρωθείσης. | ||
1.6.5 | καίτοι τί λέγω τρω‐ θείσης; εἰ γὰρ καὶ πρὶν τρῶσαι θλίψεις ἡντινοῦν αὐτῶν ἀκίνητόν τε καὶ ἀναίσθητον, ἄπνουν τε καὶ ἄφωνον εὐθὺς | |
1.6.6 | ἔσται τὸ ζῷον. οὕτω δὲ κἀπὶ τῶν ἀνθρώπων αὐτῶν ἀνατι‐ | |
τραμένων φαίνεται συμπῖπτον. ἐν γὰρ τῷ τὰ κατεαγότα τῶν ὀστῶν ἐκκόπτειν ὑποβάλλειν ἀναγκαζομένων ἡμῶν ἀσφα‐ | ||
5 | λείας ἕνεκα τοὺς καλουμένους μηνιγγοφύλακας, εἰ βραχεῖ βιαιότερον ἐπιθλίψει τις αὐτοῖς τὸν ἐγκέφαλον, ἀναίσθητός τε καὶ ἀκίνητος ἁπασῶν τῶν καθ’ ὁρμὴν κινήσεων ὁ ἄν‐ θρωπος ἀποτελεῖται, οὐ μὴν τήν γε καρδίαν γυμνωθεῖσαν | |
θλιβόντων. | ||
1.6.7 | ἀλλ’ ἔγωγε οἶδα καὶ πυράγρᾳ ποτὲ χαλκέως ἐπιτρέψας τινὶ περιλαβεῖν αὐτήν, ἐπειδὴ καὶ τῶν δακτύλων ἐξεπήδα βιαίως παλλομένη· ἀλλ’ οὐδὲν οὐδὲ τότε τὸ ζῷον ἔπασχεν οὔτε εἰς αἴσθησιν οὔτε εἰς κίνησιν τὴν καθ’ ὁρμήν, | |
5 | ἀλλ’ ἐκεκράγει τε μεγάλα καὶ ἀκωλύτως ἀνέπνει καὶ πάντα | |
ἐκίνει σφοδρῶς τὰ κῶλα. | ||
1.6.8 | μόνη γὰρ ἡ τῶν ἀρτηριῶν βλά‐ πτεται κίνησις οὕτω διαληφθείσης τῆς καρδίας, ἄλλο δὲ οὐ‐ δὲν πάσχει τὸ ζῷον, ἀλλ’ ἄχρι περ ἂν ζῇ καὶ κινεῖ πάντα | |
1.6.9 | τὰ μέλη καὶ ἀναπνεῖ. ἐγκεφάλου δὲ οὕτω θλιφθέντος ἔμ‐ παλιν ἅπαντα συμπίπτει· σφύζουσι μὲν αἱ ἀρτηρίαι κατὰ φύσιν ἅμα τῇ καρδίᾳ, κινεῖται δὲ οὐδὲν μέλος οὐδὲ ἀναπνεῖ | |
τὸ ζῷον οὐδὲ ἐκφωνεῖ. | ||
1.6.10 | ἤδη μὲν οὖν ἐκ τῶνδε καὶ ἄλλο τι μεῖζον ἐκφαίνεται, τὸ μήτε τὴν καρδίαν ἐγκεφάλου τι προσ‐ δεῖσθαι πρὸς τὴν οἰκείαν κίνησιν μήτε τὸν ἐγκέφαλον | |
1.6.11 | τῆς καρδίας. οὐ μὴν τούτου γε ἕνεκεν ἐμνημόνευσα τῶν ἐκ τῆς ἀνατομῆς φαινομένων, ἀλλ’ ὅπως ἐπιδείξαιμι τὸ ψυ‐ | |
χικὸν πνεῦμα κατὰ τὰς τοῦ ἐγκεφάλου κοιλίας περιεχόμενον. | ||
1.6.12 | ἔνθα νῦν καὶ μάλιστα μεμψαίμην 〈ἂν〉 τὸν Χρύσιππον, ὅτι βουλόμενος εἰλικρινές τι καὶ καθαρὸν εἶναι πνεῦμα τὸ κατὰ τὴν ἀρχὴν τῆς ψυχῆς, οὐ προσηκόντως ἐν τῇ καρδίᾳ καθί‐ δρυσεν αὐτό. | |
1.6.13 | Καίτοι Χρύσιππον μὲν ἄν τις ἀποδέξαιτο με‐ τρίως ἀποφηνάμενον ὡς μήθ’ ὅτι τῶν νεύρων ἀρχὴ ἡ καρδία τὴν γνῶσιν αὐτῷ χαρίζεται μήτ’ ἄλλο μηδὲν τῶν κατὰ τὸ πρό‐ βλημα τοῦτο ζητουμένων· ὁμολογεῖ γὰρ ἀπείρως ἔχειν τῶν | |
5 | ἀνατομῶν· | |
1.6.14 | Ἀριστοτέλει δέ γε καὶ Πραξαγόρᾳ παρὰ τὸ φαι‐ νόμενον ἀποφαινομένοις ἀρχὴν τῶν νεύρων εἶναι τὴν καρ‐ | |
1.6.15 | δίαν ἐγκαλέσειεν ἄν τις δικαίως. ὅτι μὲν γὰρ ἄλλα πολλὰ τῶν κατὰ τὰς ἀνατομὰς ἀκριβῶς ἑωράκασιν, ἐξ ὧν ὑπελεί‐ ποντο συνταγμάτων ἔνεστι καταμαθεῖν· ὅτι δὲ ἤτοι παντά‐ πασιν αὐτοὶ τυφλώττοντες ἢ τυφλοῖς διαλεγόμενοι περὶ τῆς | |
5 | τῶν νεύρων ἀρχῆς ἔγραψαν, οὐ λόγοις χρὴ μακροῖς κατα‐ | |
σκευάζειν, ἀλλ’ ἐπὶ τὴν αἴσθησιν ἰέναι. | ||
1.6.16 | φαίνεται γάρ, ὡς ἔμπροσθεν ἐδήλωσα, τὰ μὲν ἐξ ἐγκεφάλου τῶν νεύρων ἄντι‐ κρυς ἐκπεφυκότα, τὰ δὲ ἐκ τοῦ νωτιαίου μυελοῦ, νωτιαῖος | |
1.6.17 | δὲ αὐτὸς ἐξ ἐγκεφάλου. βέλτιον οὖν ἦν οὔθ’ ἁπλῶς ἀρχὴν τῶν νεύρων ἀποφήνασθαι τὴν καρδίαν, ὅπερ Ἀριστοτέλης ἐποίησεν, οὔτε ἐκ πανουργίας τινὸς ἐπιβεβουλευμένης, ὡς ὁ | |
Πραξαγόρας. | ||
1.6.18 | οὗτος γὰρ ὁ ἀνὴρ ἐπειδὴ μηδὲν ἑώρα νεῦρον ἐκφυόμενον τῆς καρδίας, ἐφιλοτιμεῖτο δὲ πρὸς Ἱπποκράτην καὶ πάντως ἐβούλετο τὸν ἐγκέφαλον ἀφελέσθαι τῆς τῶν νεύ‐ ρων ἀρχῆς, οὐ σμικρὸν ἀπετόλμησε ψεύσασθαι τὰς ἀρτηρίας | |
5 | φάμενος ἐν τῷ προϊέναι καὶ κατασχίζεσθαι στενὰς γιγνομένας εἰς νεῦρα μεταβάλλειν· τοῦ γὰρ δὴ σώματος αὐτῶν ὑπάρ‐ χοντος νευρώδους μὲν ἀλλὰ κοίλου, 〈καὶ〉 κατὰ τὴν ἐπὶ πλέον ἐν τῷ ζῴῳ σχίσιν οὕτως γιγνομένων μικρῶν τῶν κοιλοτήτων ὡς ἐπιπίπτειν ἀλλήλοις τοὺς χιτῶνας, ὁπόταν τοῦτο πρῶτον | |
10 | γένηται, νεῦρον ἤδη φαίνεσθαι τὸ ἀγγεῖον. | |
1.6.19 | Ἐρασίστρατος μὲν οὖν οὐδὲ ἀντιλογίας ἠξίωσε τὸν λόγον ὡς ἀναισχύντως ἀποτετολμημένον. | |
1.7.1 | Ἐγὼ δὲ ἐπειδήπερ ἅπαξ κατέστην εἰς τὸ περὶ πάντων διασκέψασθαι, βραχέα τῷ Πραξαγόρᾳ διαλεχθῆναι βούλομαι καὶ μάλισθ’ ὅτι καὶ Χρύσιππος ἐμνημόνευσε τἀνδρὸς ἀντι‐ | |
θεὶς τοῖς ἀπὸ τῆς κεφαλῆς ἄρχεσθαι τὰ νεῦρα νομίζουσιν. | ||
1.7.2 | ὅτι γὰρ οὕτως ἐχρῆν ἔχειν τὸ φαινόμενον ἐκ τῶν ἀνατομῶν ὡς ὁ Πραξαγόρας εἴρηκεν, εἰ μελλήσει τις εὐλόγως ἀρχὴν τῶν νεύρων ὑπολήψεσθαι τὴν καρδίαν, οὐδὲ ἡμεῖς ἀμφισβη‐ | |
1.7.3 | τοῦμεν. ὅτι δὲ οὐχ οὕτως ἔχει, μυριάκις μὲν ἤδη τοῖς βουλη‐ θεῖσι γνῶναι τἀληθὲς ἐπὶ τῶν ζῴων ἐδείξαμεν, οὐκ ὀκνήσομεν δὲ κἀνταῦθα τὴν ἀνατομὴν ἑρμηνεῦσαι τῶν ἀρτηριῶν, ὥσπερ | |
ἔμπροσθεν τῶν νεύρων. | ||
1.7.4 | ἐκφύεται μὲν γὰρ ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἀρτηρία μεγίστη, καθάπερ τι πρέμνον ἁπα‐ | |
1.7.5 | σῶν τῶν κατὰ τὸ ζῷον ἀρτηριῶν. ἀποβλαστάνει δὲ ἀπ’ αὐτῆς πρῶτον μὲν ἡ τὴν καρδίαν περιστέφουσα· καὶ δὴ καὶ ὀνο‐ | |
1.7.6 | μάζουσιν οὕτως αὐτὴν οἷς μέλει τῶν ἀνατομῶν. ἀλλ’ οὐκ ἂν εἴποις, ὦ γενναιότατε Πραξαγόρα, μειουμένην ἐν τῷ | |
κατασχίζεσθαι τὴν ἀρτηρίαν ταύτην εἰς νεῦρα τελευτᾶν. | ||
1.7.7 | ἐφεξῆς δὲ τῆσδε δίχα σχισθείσης τῆς μεγάλης ἀρτηρίας ἡ μὲν μείζων μοῖρα κατακαμφθεῖσα πρὸς τὴν ῥάχιν ἐπὶ μέσων στηρίζεται τῶν σπονδύλων· ἡ δ’ ἑτέρα μετέωρος εὐθὺ τῶν | |
1.7.8 | σφαγῶν ἀναφέρεται. πρώτας οὖν ἐπίσκεψαί μοι τὰς εἰς τὸν θώρακα φερομένας ἀπ’ αὐτῶν καὶ τόλμησον εἰπεῖν τινα μεταβάλλειν εἰς νεῦρον. εἰσὶ μὲν γὰρ βʹ καὶ κʹ τὸν ἀριθμόν, ἐν ἑκάστῳ μεσοπλευρίῳ μία, συναποφύεται δὲ | |
5 | αὐταῖς ἀπὸ τοῦ νωτιαίου νεῦρα. | |
1.7.9 | καὶ φαίνεταί γε καθ’ ὅλον τὸν θώρακα καὶ συναποτεινόμενά τε καὶ συγκατασχιζόμενα ταυτὶ τὰ δύο γένη τῶν ἀγγείων, εἴς τε τὸν ὑπεζωκότα τὰς πλευρὰς χιτῶνα καὶ τοὺς μεσοπλευρίους μῦς τρίτου τινὸς αὐτοῖς συνα‐ | |
5 | ποφυομένου τε καὶ συναποτεινομένου καὶ συγκατασχιζομένου | |
1.7.10 | φλεβώδους ἀγγείου. ἀλλ’ οὐδὲν τό γε νῦν εἶναι δέομαι διεξέρχεσθαι περὶ φλεβῶν· ἀναμένει γὰρ οὖν κἀκείνας ἑτέ‐ | |
ρωθι οὐ σμικρὸς λόγος· ἐπὶ δὲ τὰς ἀρτηρίας αὖθις ἐπάνειμι. | ||
1.7.11 | καὶ καταλίπωμεν ἤδη τὰς κατὰ τὸν θώρακα μηδὲ αὐτοῦ τοῦ Πραξαγόρου τολμήσαντος ἐν θώρακι φάναι μηδεμίαν ἀρτη‐ | |
1.7.12 | ρίαν εἰς νεῦρον μεταβάλλειν. καίτοι εἴπερ ἐν θώρακι μὲν φαίνεται νεῦρα πάμπολλα, μεταβάλλει δὲ οὐδὲ μία κατ’ αὐτὸν εἰς νεῦρον ἀρτηρία, δῆλον ὡς οὐκ ἔστιν ἐκ τῶν ἀρτη‐ | |
1.7.13 | ριῶν ἡ γένεσις τοῖς νεύροις. ἀλλὰ γὰρ ἐπὶ τὰς ἔξω τοῦ | |
θώρακος ἴωμεν, ὧν πρώτη μέν ἐστι συζυγία τῶν ἐπὶ τὰς ὠμοπλάτας ἀναφερομένων, ἀφ’ ὧν οὐκ ὀλίγη μοῖρα καὶ πρὸς | ||
5 | τὸν νωτιαῖον εἴσω καταδύεται καὶ τοῖς ἐν τραχήλῳ μυσὶ διασπείρεται, δευτέρα δὲ τῶν εἰς τὰς χεῖρας φερομένων ἀρτη‐ ριῶν, ἅς μοι καὶ μάλισθ’ ὡς ἀπονευρουμένας ὁ Πραξαγόρας | |
1.7.14 | αἰνίττεσθαι δοκεῖ. καίτοι φανερώτερόν γε τῶν κατὰ τὸν θώρακα καὶ ταύτας ἰδεῖν ἔστιν, ὅσῳπερ καὶ μείζους εἰσίν, εἰς | |
ὅλα τὰ κῶλα κατασχιζομένας ἄχρι τῶν δακτύλων. | ||
1.7.15 | ἀλλ’ οὐδὲ τούτων οὐδεμία φαίνεται νεῦρον γιγνομένη. καὶ γὰρ αἱ κατὰ τοὺς καρποὺς τῶν χειρῶν, ὧν ἔθος ἡμῖν ἐστιν ἅπτεσθαι πυρετῶν διαγνώσεως ἕνεκα, καὶ μεταξὺ τῶν δακτύλων | |
5 | λιχανοῦ τε καὶ μεγάλου μικραὶ μὲν ὑπάρχουσι παντάπασιν, ἀλλ’ οὔτε εἰς νεῦρον ἤδη μεταβεβλήκασιν ἐναργῶς τε φαί‐ | |
1.7.16 | νονται σφύζουσαι καὶ πρὸ τῆς ἀνατομῆς. ἀλλ’ ἐν ταύταις μὲν ἴσως οὐ χρὴ πικρῶς διελέγχειν τὸν Πραξαγόραν ἀλλά | |
τι καὶ συγγνώμης νέμειν, εἰ μικρὰς ἀρτηρίας οὐκ ἐθεάσατο. | ||
1.7.17 | (καίτοι γε ὅταν εἰς νεῦρα μεταβάλλειν αὐτὰς φάσκῃ τὰς μικροτέρας, οὐκ ἀμβλυωπίαν ὑποτιμᾶται δήπουθεν, ἀλλ’ | |
1.7.18 | ὀξὺ βλέπειν ἐπαγγέλλεται.) τῶν δὲ κατὰ τὰς μασχάλας ἀρτη‐ ριῶν, ἔστι δὲ καθ’ ἑκατέραν χεῖρα μία, μεγάλων τε οὐσῶν ἅμα καὶ τέτταρα ζεύγη νεύρων μεγάλων ἀμφ’ αὑτὰς ἐχουσῶν ἀναμνῆσαι βούλομαι τοὺς τὰ τοῦ Πραξαγόρου | |
5 | πρεσβεύοντας. | |
1.7.19 | οὐδέπω μὲν γὰρ οὐδὲ ὑπήρξατο σχίζεσθαι κατὰ ταῦτα τὰ μόρια τῶν ἀρτηριῶν οὐδετέρα, μεγάλα δέ ἐστιν οὕτως ἤδη τὰ νεῦρα ὥστ’ εἰ καὶ τυφλὸς εἴη τις, οὐκ | |
1.7.20 | ἂν λάθοιεν αὐτοῦ τὴν ἁφήν. πόθεν οὖν ἐγεννήθη ταῦτα καὶ τίνων ἀρτηριῶν ἀπεβλάστησε, δίκαιος λέγειν ὁ Πραξα‐ | |
1.7.21 | γόρας ἐστί. καίτοι τί προκαλοῦμαι λέγειν ἐκεῖνον ἐνὸν ἡμᾶς | |
εἰπεῖν ἤδη τἀληθές, ὡς ἡ μὲν πρώτη συζυγία τῶν εἰρημέ‐ νων τεττάρων νεύρων ἀπὸ τοῦ νωτιαίου μυελοῦ σαφῶς ἀπο‐ | ||
5 | βλαστάνει, καθ’ ἃ συμβέβληκεν ὁ τέταρτος τοῦ τραχήλου σπόν‐ δυλος τῷ πέμπτῳ, ἡ δευτέρα δὲ ἐφεξῆς αὐτῇ μεταξὺ τοῦ πέμπτου τε καὶ ἕκτου καὶ δὴ καὶ ἡ τρίτη μὲν ἵνα συμβέ‐ βληκεν ὁ ἕκτος τῷ ἑβδόμῳ, ἡ τετάρτη δὲ ἐπ’ αὐτῇ, τὸ δὲ τελευταῖον ζεῦγος τῶν νεύρων ἐκ τῆς μεταξὺ χώρας ἐκφύεται | |
10 | τοῦ θ’ ὑστάτου τῶν τοῦ τραχήλου σπονδύλων καὶ τοῦ πρώ‐ του τῶν ἐν τῷ θώρακι καὶ τοῦτ’ ἔστι τὸ εἰς ἄκρας ἰὸν τὰς | |
χεῖρας. | ||
1.7.22 | οὕτως γὰρ οἱ ἀνατομικώτατοι τῶν πρὸ ἡμῶν ἔγρα‐ ψαν, ὧν κἀν τοῖς πρώτοις λόγοις κἀν τοῖς νῦν ἐνεστῶσι φυλάττω τὴν διδασκαλίαν [πληθυντικῶς], εἴ τί που παρεῖδον ἢ οὐκ ἀκριβῶς ἐξειργάσαντο, παραλιπών· ἐν ἑτέρᾳ γάρ μοι | |
1.7.23 | πραγματείᾳ περὶ τῶν τοιούτων εἰρήσεται. οὔκουν ἀρτηρίας χρὴ ζητεῖν ἐξ ὧν νεῦρα τῷ λόγῳ γεννήσαντες ἢ τοὺς δακτύ‐ | |
1.7.24 | λους κινήσομεν ἤ τι τῶν κατὰ τὰς χεῖρας ἕτερον. ἔχομεν γὰρ ἤδη τὰ νεῦρα καὶ πλείω καὶ μείζω τῶν ἀρτηριῶν οὐκ ἐκ τῆς ἐκείνων τραγικῆς μεταμορφώσεως, ἀλλ’ ἐκ τοῦ | |
νωτιαίου μυελοῦ γεγενημένα. | ||
1.7.25 | τὰ μὲν δὴ τοῦ Πραξαγόρου ψεύσματα πεφώραται σαφῶς ἤδη καὶ οὐδὲν ἔτι Πραξαγόρου | |
1.7.26 | γ’ ἕνεκεν ἐπὶ τὰς ἀρτηρίας ἰέναι χρὴ τῷ λόγῳ. ἀλλ’ ἐπει‐ δήπερ ὑπεσχόμην, ὡς ἔμπροσθεν ἐδήλωσα τὴν τῶν νεύρων εἰς ἅπαντα τοῦ ζῴου τὰ μόρια νομήν, οὕτω καὶ νῦν ἐκδι‐ δάξαι τῶν ἀρτηριῶν, ἐπὶ τὰς ὑπολοίπους αὖθις αὐτῶν τρέ‐ | |
5 | ψομαι. | |
1.7.27 | καὶ πρώτας μὲν τὰς ἐπὶ τοὺς μασθοὺς φερομένας προσ‐ θήσω τῷ λόγῳ, δευτέρας δὲ τὰς ἄνω τοῦ θώρακος καὶ τρίτας | |
1.7.28 | τὰς κάτω καὶ τετάρτας ὅσαι τοῖς σκέλεσι διανέμονται. αἱ μὲν δὴ τῶν μασθῶν ἀρτηρίαι τῆς ἐπὶ τὰς σφαγὰς ἀναφερομένης ἀποφύονται, ἐπιβαίνουσαι δὲ τῷ στέρνῳ καλουμένῳ μικρὸν ὑποκάτω τῆς τῶν κλειδῶν πρὸς αὐτὸ διαρθρώσεως ὑποφέ‐ | |
5 | ρονται διαπαντὸς αὐτῷ καὶ τελευτῶσαι διεκπίπτουσιν ἐκτὸς | |
τοῦ θώρακος ὑπὸ τοῦ στήθους. | ||
1.7.29 | οὐ μὴν ἐνταῦθά γε ὅλαι κατασχίζονται· φαίνεται γάρ τις αὐτῶν μοῖρα δι’ ἐπιγαστρίου κατιοῦσα κἀνταῦθ’ εἰς πλείω σχιζομένη ταῖς ἀπὸ τῶν βου‐ | |
1.7.30 | βώνων ἀνιούσαις εἰς ταὐτὸν ἥκουσα. λελέξεται δὲ ὑπὲρ ἐκείνων ὀλίγον ὕστερον, ἐπειδὰν ἡ τοῦ λόγου τάξις ὑπο‐ βάλλῃ. νυνὶ δὲ ἐπὶ τὰς ἄνω κλειδῶν ἰέναι καιρὸς ἀρχὴν | |
1.7.31 | τῷ λόγῳ τήνδε θεμένους. ἐπειδὰν πρῶτον ἐκ τοῦ θώρακος ἀνασχοῦσα καὶ τὰς κλεῖς ὑπερβᾶσα κατὰ μέσην γένηται τὴν | |
σφαγὴν ἡ ὄρθιος ἀρτηρία, δίχα σχίζεται. | ||
1.7.32 | τοὐντεῦθεν δὲ τὸ γεννηθὲν ζεῦγος ἀρτηριῶν μεγάλων οὐκ ὀρθῶς μὲν ὀνομά‐ ζονται καρωτίδες, ἀλλ’ ἤδη κρατεῖ τοὔνομα διὰ τὴν πολλὴν ἄγνοιαν ἁπάντων τῶν μεθ’ Ἱπποκράτην φιλοσόφων τε καὶ | |
1.7.33 | ἰατρῶν. ἀλλ’ ὅτι μὲν οὗτοί τε κακῶς ὑπειλήφασι πάθημα τῶν εἰρημένων ἀρτηριῶν εἶναι τὸν κάρον οὔθ’ Ἱπποκράτης οὕτως ἐγίγνωσκεν, ἐν τῷ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων ἀναγκαῖόν ἐστί μοι διελθεῖν· ἐν δὲ τῷ παρόντι λόγῳ τοῦ γε | |
5 | ὀνόματος οὐ φθονήσω ταῖς ἀρτηρίαις, ἀλλ’ ὀνομαζέσθωσαν | |
ἔτι καὶ νῦν καρωτίδες. | ||
1.7.34 | ὅστις δὲ ὁ τρόπος αὐταῖς ἐστι θέ‐ σεώς τε ἅμα καὶ σχίσεως ἁπάσης τε τῆς εἰς τὰ τῶν κλειδῶν | |
1.7.35 | ἄνω μόρια διανομῆς, ἐγὼ διηγήσομαι. φέρονται μὲν ἔτι καὶ νῦν ὄρθιαι, καθάπερ ἐξ ἀρχῆς ὥρμησαν, τὸ δ’ οἷον πρέ‐ | |
1.7.36 | μνον αὐτῶν εὐθὺ τῆς κεφαλῆς. ἀποβλαστήματα δὲ κατὰ τὸν τράχηλον ἀποπέμπουσι μικρὰ τοῖς ταύτῃ μυσίν. ἐπει‐ δὰν δὲ πλησίον ἤδη γένωνται τῆς γένυος, ἑκατέρα δίχα | |
σχίζεται. | ||
1.7.37 | καὶ οὕτως ἤδη τέτταρες αἱ πᾶσαι γεννηθεῖσαι δύο μὲν εἰς γλῶττάν τε καὶ σύμπαν τὸ πρόσωπον ὅσον τε τὸ τῆς κεφαλῆς ἐκτὸς τοῦ κρανίου κατασχίζονται· δύο δὲ λοιπὸν | |
1.7.38 | διεξερχόμεναι τὸ κρανίον εἰς τὸν ἐγκέφαλον ἔρχονται. καὶ δεῖ καὶ τῶνδε μεμνῆσθαι τῶν ἀρτηριῶν· οὐ σμικρὸς γὰρ οὐδὲ αὐτὰς ἐκδέχεται λόγος, ὅτι μηδὲ ἁπλῶς μηδὲ ὡς ἔτυχεν ἐπὶ τὸν ἐγκέφαλον ἀνίασιν, ἀλλ’ ὑπὸ τῇ παχείᾳ μή‐ | |
5 | νιγγι τὸ θαυμαστὸν ἐκεῖνο πλέγμα τὸ τῷ δικτύῳ παραπλή‐ | |
σιον ἐργάζονται. | ||
1.7.39 | νυνὶ δὲ 〈οὔτε〉 τούτων τῶν ἀρτηριῶν οὔτε ἄλλης οὐδεμιᾶς ἀνάγκη λέγειν ἅπασαν τὴν ἐκ τῆς ἀνατομῆς γιγνωσκομένην ἰδέαν· τῇ τε γὰρ περὶ χρείας μορίων πραγμα‐ τείᾳ καὶ τῇ τῶν ἀνατομικῶν ἐγχειρήσεων ἡ τοιαύτη διέξοδός | |
1.7.40 | ἐστιν οἰκειοτέρα. κατὰ δὲ τὸ παρόν, ὅσον ὑπογράψαι χρήσι‐ μον ὡς ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας αἱ ἀρτηρίαι | |
1.7.41 | πᾶσαι πεφύκασι, τὴν ἀνατομὴν αὐτῶν διέξειμι. ἡ μείζων μοῖρα τῆς μεγίστης ἀρτηρίας ἐστήρικται μὲν ἐπὶ μέσης τῆς ῥάχεως οὐ κατὰ τὸν νῶτον μόνον, ἀλλὰ καὶ τὴν ὀσφῦν | |
ἅπασαν. | ||
1.7.42 | ἀποφύσεις δὲ πρώτας μέν, ὡς ἔμπροσθεν εἴπομεν, εἰς ὅλον ἀποστέλλει τὸν θώρακα κἄπειτ’, ἐπειδὰν ἤδη διεκ‐ | |
1.7.43 | πίπτῃ τὸ διάφραγμα, καὶ τούτῳ ζεῦγος ἕτερον. ἐφεξῆς δὲ πρώτη τῶν κάτω τοῦ θώρακος ἀρτηρία διττὴ μετ’ αὐτὰς εὐθέως τὰς φρένας ἀποβλαστάνουσα τῆς ἐπὶ τὴν ῥάχιν φέ‐ ρεται πρὸς τῷ σπληνὶ καὶ γαστρὶ καὶ ἥπατι καὶ τοῖς ἐντέροις | |
5 | ἅπασι καὶ παντὶ τῷ μεσαραίῳ διασπειρομένη. | |
1.7.44 | ἑξῆς δὲ κατὰ συζυγίαν ἤδη δύο μὲν εἰς τοὺς νεφροὺς μείζονες πολλῷ τῆς προειρημένης, ἄλλαι δὲ δύο κατ’ ἐπιγάστριόν τε καὶ τὰς ψόας, καθ’ ἕκαστον σπόνδυλον ἓν ζεῦγος ἄχρι τοῦ πλατέος | |
5 | ὀστοῦ, καὶ μέν γε καὶ εἰς τὰς μήτρας τε καὶ ὄρχεις ἐντεῦθεν | |
1.7.45 | κατέρχονται καί τις ἀζυγὴς εἰς μεσεντέριον. ἀλλὰ καὶ εἰς αὐτὸν εἴσω τὸν νωτιαῖον ἀπὸ τῆς μεγάλης ἀρτηρίας καθ’ ὅλην τὴν ῥάχιν ἐκφύονταί τινες ἀρτηρίαι μικραί, δύο καθ’ | |
ἕκαστον σπόνδυλον. | ||
1.7.46 | ἐπειδὰν δὲ κατὰ τὸ ἱερὸν ὀστοῦν γένη‐ ται, σχίζεται τοὐντεῦθεν ἤδη μεγάλα μέρη. καὶ κατέρχεταί τις εἰς ἑκάτερον σκέλος, ἐν τῇ παρόδῳ τοῖς καθ’ ἱερὸν ὀστοῦν ἀποβλαστήματα πέμψασα κύστει τε καὶ τῆς μήτρας | |
5 | τοῖς κάτω καὶ ξυνελόντι φάναι τοῖς γεννητικοῖς ἅπασι μορίοις· οὐδὲν γὰρ ἔτι δέομαι λέγειν οὐδ’ ἐνταῦθα τὸν τρόπον τῆς | |
διανομῆς. | ||
1.7.47 | ἀπὸ τούτων τῶν ἀρτηριῶν τῶν ἐπὶ τὰ σκέλη φε‐ ρομένων, ἐπειδὰν πλησίον ἥκωσι βουβώνων, ἀποφύεται μία καθ’ ἑκατέραν ἄνω τοῦ σώματος ἰοῦσα δι’ ἐπιγαστρίου. | |
1.7.48 | κατασχιζόμεναι δὲ ἐνταῦθα ταῖς ἀπὸ τῶν μαστῶν καταφερο‐ μέναις εἰς ταὐτὸν ἥκουσιν, ὡς ἑνοῦσθαι τὰς τέτταρας τάσδε. περὶ τούτων τῶν ἀρτηριῶν εἴρηταί μοι καὶ πρόσθεν, ἡνίκα | |
τὰς κατὰ τὸν θώρακα διῄειν τῷ λόγῳ. | ||
1.7.49 | λοιπαὶ δὲ τῶν σκελῶν αἱ ἀρτηρίαι δύο, μία καθ’ ἑκάτερον ἐνεχθεῖσα βουβῶνα τοῖς ἐντὸς τοῦ μηροῦ παρατάττεται μέρεσιν ἄχρι τοῦ γόνα‐ | |
1.7.50 | τος. ἀπὸ τούτων ἑκατέρας εἰς τοὺς καθ’ ἑκάτερον τῶν μηρῶν μῦς αἱ ἀρτηρίαι κατασχίζονται, τὸ δὲ ὑπόλοιπον αὐτῶν διὰ τῆς ἰγνύος ἐνεχθὲν εἴς τε τὰ περὶ τὴν κνήμην ἅπαντα καὶ τὸν | |
πόδα νενέμηται. | ||
1.7.51 | καὶ οὐδὲν οὐδὲ ἐνταῦθα δέομαι διέρχεσθαι τὸν τρόπον τῆς νομῆς, ἀλλ’ ἀρκεῖ βραχεῖ λόγῳ δεδηλωκέναι τὰς ἐν τῷ ζῴω πάσας ἀρτηρίας ἀπὸ μιᾶς ἐκείνης πεφυκυίας, ἣν 〈ἐκφύεσθαι〉 ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας, οἷον ἐκ γῆς τι | |
1.7.52 | πρέμνον ἐλέγομεν. ἔστι δὲ καὶ ἑτέρα τις ἀρτηρία τῆς αὐτῆς κοιλίας ἐκφυομένη, φλεβώδης τὸν χιτῶνα. κατα‐ σχίζεται δὲ εἰς ὅλον αὕτη τὸν πνεύμονα τοῖς ζῴοις ἅπασιν οἷς πνεύμων ἐστίν· οἷς δὲ οὐκ ἔστιν, εἰς ἕτερόν τι μόριον | |
5 | ἀνάλογον ὑπάρχον πνεύμονι, καθάπερ τοῖς ἰχθύσιν εἰς τὰ | |
βράγχια. | ||
1.7.53 | ταύτην τὴν ἀρτηρίαν εἰκάσειεν ἄν τις τῷ τοῦ πρέμνου κάτωθεν ἐν αὐτῇ τῇ γῇ ἐμπεριεχομένῳ μέρει τοῦ φυτοῦ· καὶ δὴ καὶ κατασχίζεσθαι ταύτην μὲν ὡς ἂν εἰς ῥίζας τινὰς τὰς κατὰ τὸν πνεύμονα πεφυκυίας ἀρτηρίας, τὴν μεγά‐ | |
5 | λην δὲ τὴν εἰς ὅλον τὸ σῶμα νενεμημένην οἷόνπερ κλάδους ἀπομερίζειν ἑαυτῆς ἁπάσας τὰς κατὰ τὸ ζῷον ἀρτηρίας ὀλίγον | |
ἔμπροσθεν εἶπον. | ||
1.7.54 | οὕτως γὰρ οἶμαι καὶ τὸν Ἱπποκράτην προσ‐ εικάσαντα ῥίζωσιν ἀρτηριῶν ἀποφαίνεσθαι τὴν καρδίαν, ὥσπερ ἀμέλει τῶν φλεβῶν τὸ ἧπαρ. εἰρήσεται δέ μοι περὶ τῆς εἰκόνος ἐπὶ πλέον ἐν τοῖς ἑξῆς, ἐπειδὰν ὑπὲρ ἥπατός τε | |
1.7.55 | καὶ φλεβῶν ὁ λόγος περαίνηται. νυνὶ δὲ ἀρκεῖ τὰ λεγόμενα πρὸς ἔνδειξιν τοῦ καὶ τὰς ἀρτηρίας ἁπάσας ἀπὸ τῆς καρδίας ἐκπεφυκέναι καὶ μηδεμίαν αὐτῶν εἰς νεῦρον μεταβάλλειν, | |
ἀλλ’ ἀρχὴν ἁπάντων τῶν νεύρων ὑπάρχειν τὸν ἐγκέφαλον. | ||
1.8.1 | Καταλιπόντες οὖν ἤδη τὸν Πραξαγόραν ἀναίσχυντα σοφιζόμενον αὖθις ἐπὶ τὸν Ἀριστοτέλη μεταβῶμεν, ἐπειδὴ καὶ αὐτὸς ἐκ τῆς καρδίας φύεσθαί φησι τὰ νεῦρα. συγκεχυ‐ μένως δὲ εἴρηται καὶ ἀδιορίστως δὶς πρὸς αὐτοῦ περὶ τῆς | |
1.8.2 | τῶν νεύρων ἀρχῆς. ἐχρῆν γὰρ οἶμαι τὸν ἀπὸ καρδίας αὐτὰ φύεσθαι φάσκοντα δεῖξαι πῶς εἰς ἕκαστον τοῦ ζῴου μόριον ἀπ’ αὐτῆς ἔρχεται [τὸ] νεῦρον, ὥσπερ ἡμεῖς ὀλίγον ἔμπροσθεν ἐπεδείξαμεν ἀρτηρίαν, οὐ τὸ ἁπλῶς γε τοῦτο | |
5 | εἰπεῖν μόνον αὔταρκες ὑπολαβεῖν. | |
1.8.3 | ὅθεν 〈ὅπερ〉 ἐν τῷ τρίτῳ περὶ τῶν ἐν τοῖς ζῴοις ἔγραψεν οὐδαμῶς ἦν πρέπον Ἀριστοτέλει. παραγράψω δὲ τὴν ῥῆσιν αὐτήν· ‘ἔχει δὲ καὶ νεύρων πλῆ‐ θος ἡ καρδία, καὶ τοῦτο εὐλόγως· ἀπὸ ταύτης γὰρ αἱ κινή‐ | |
5 | σεις, περαίνονται δὲ διὰ τοῦ θ’ ἕλκειν καὶ ἀνιέναι· δεῖ οὖν | |
τοιαύτης ὑπηρεσίας τε καὶ ἰσχύος.‘ | ||
1.8.4 | ὅτι μὲν γὰρ “δεῖ τοιαύ‐ της ὑπηρεσίας τε καὶ ἰσχύος” ἐκείνῳ τῷ μέλει τοῦ σώματος ὃ τὴν ἀρχὴν τῆς ψυχῆς ἐν ἑαυτῷ περιέχει, πρόδηλον ἅπαντι· τὸ μέντοι τὴν καρδίαν τοῦτ’ εἶναι τὸ μέλος οὐ μόνον οὐκ | |
5 | ἀπέδειξεν ὁ Ἀριστοτέλης ἀλλ’ οὐδὲ πιθανῶς ἐπεχείρησεν, εἰ μὴ ἄρα τὸ νεύρων ἔχειν πλῆθος αὐτὴν ἱκανὸν εἶναι γνώ‐ | |
ρισμα νομίζει τοῦ νεύρων ὑπάρχειν ἀρχήν. | ||
1.8.5 | ἀλλ’ οὕτω γε καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ἀρχὰς ὑποληψόμεθα νεύρων. ἂν γὰρ ἱκανὸν εἶναι νομίσωμεν ἔνθ’ 〈ἂν〉 ᾖ νεῦρα πολλά, τοῦτ’ ἀρχὴν τίθεσθαι νεύρων, οὐδὲν ἡμᾶς κωλύσει καὶ | |
1.8.6 | ταῦτα τὰ μόρια νεύρων ἀρχὰς ὑπολαβεῖν. οὕτω δὲ καὶ τὸ τῷ δικτύῳ παραπλήσιον πλέγμα τὸ ὑπὸ τῇ παχείᾳ μήνιγγι τῶν ἀρτηριῶν ἀρχὴν ἐροῦμεν, οὐ τὴν καρδίαν· ἀναρίθμη‐ | |
τον γάρ τι πλῆθος ἀρτηριῶν ἐστι κατ’ ἐκεῖνο τὸ πλέγμα. | ||
1.8.7 | ταυτὶ μὲν οὖν ἐκ περιουσίας εἰρήσθω μοι πρὸς τὸ μηδ’ εἰ πολλὰ κατὰ τὴν καρδίαν ἐφαίνετο νεῦρα, πάντως ἄν τιν’ ἐκ τούτων τίθεσθαι δικαίως ἀρχὴν ἁπάντων τῶν κατὰ τὸ | |
1.8.8 | σῶμα τοῦ ζῴου νεύρων. ἐπεὶ δ’ οὐδ’ ἔχει νεῦρα πολλά, μεῖζον ἂν ἔτι γίγνοιτο τῷ Ἀριστοτέλει τὸ ἄτοπον. εἰσὶ μὲν γάρ τινες ἐν αὐτῇ νευρώδεις διαστάσεις, οὐ μὴν ἤδη γέ πω καὶ | |
1.8.9 | νεῦρα. δειχθείη δὲ ἂν οὐ διὰ μακρῶν τοῦτο κατ’ αὐτὸν | |
τὸν Ἀριστοτέλη. οὗτος γοῦν ἐστιν ὁ διδάξας ἡμᾶς εἰς τὴν ἐνέργειάν τε καὶ χρείαν ἀποβλέπειν ἑκάστου τῶν ὀργάνων, | ||
5 | οὐκ εἰς τὴν κατασκευήν, ἐπειδὰν ὅ τί ποτέ ἐστιν αὐτῷ τὸ | |
1.8.10 | εἶναι σκοπώμεθα. τὸ γοῦν ὀφθαλμῷ εἶναι τί ποτέ | |
ἐστιν ἐρωτηθέντες, ἀποκριναίμεθ’ 〈ἂν〉 “ὀργάνῳ ὀπτικῷ.” οὐ γὰρ δὴ τό γ’ ἐκ τοσούτων τε καὶ τοιούτων ὑγρῶν χιτώ‐ νων τε καὶ ὑμένων καὶ μυῶν ὡδί πως συγκειμένων κατε‐ | ||
5 | σκευάσθαι τὴν οὐσίαν αὐτὴν εἶναι βούλεται τῶν ὀφθαλμῶν ὁ Ἀριστοτέλης, ὀρθότατα γινώσκων, ὡς καὶ πρὸς ἡμῶν ἐν | |
ἑτέροις ἐπιδέδεικται. | ||
1.8.11 | νυνὶ δὲ οὐδὲ οἶμαι δεῖσθαι εἴς γε τὰ παρόντα τῆς παρ’ ἡμῶν ἀποδείξεως αὐτοῦ τοῦ Ἀριστοτέλους | |
1.8.12 | δοξάζοντος οὕτως. εἰ μὲν γὰρ πρὸς ἄλλον τινὰ τὸν λόγον ἐποιούμην, ἐπειρώμην ἂν ἐπιδεικνύειν ὡς ταῖς ἐνεργείαις τε καὶ χρείαις ἕκαστον τῶν μορίων, οὐ τῇ τοῦ σώματος | |
1.8.13 | ἰδέᾳ κρίνεται. ἐπειδὴ δὲ πρὸς Ἀριστοτέλη διαλέγομαι τὸν αὐτὸν οὕτως γινώσκοντα πολὺ πρότερον ἡμῶν, ἀναμνῆσαι χρὴ μόνον ὧν αὐτὸς ἔν τε τῷ δευτέρῳ περὶ ψυχῆς κἀν τῷ περὶ μορίων ἀπεφήνατο, τὸ ταὐτὸν καὶ τὸ ἕτερον | |
5 | ὄργανον ἐκ τῶν ἐνεργειῶν καὶ χρειῶν, οὐκ ἐκ τῆς τοῦ σώ‐ | |
ματος ἰδέας κρίνεσθαι βουλόμενος. | ||
1.8.14 | εἰ μὲν γὰρ ὀπτικὸν εἴη τὸ ὄργανον, ὀφθαλμός ἐστι, κἂν ἑτέρως ἔχῃ κατεσκευασμένον ἀνθρώποις τε καὶ καρκίνοις· εἰ δὲ βαδιστικόν, σκέλος, ἄν τ’ ἐλέφαντος ἄν τ’ αἰγὸς ἄν τε οἰὸς ἄν τε ἀνθρώπου τύχῃ. | |
1.8.15 | εἰ δὲ ταῦθ’ οὕτως ἔχει, κρινέσθω σοι τὸ νεῦρον, Ἀριστότελες φίλτατε, μὴ τῇ τοῦ σώματος ἰδέᾳ, καθάπερ τοῖς πολλοῖς καὶ | |
ἀγυμνάστοις περὶ λόγον, ἀλλ’ ἐνεργείᾳ τε καὶ χρείᾳ. | ||
1.9.1 | Τρία γάρ ἐστιν ὄργανα παραπλήσια μὲν ἀλλήλοις τὴν μορφὴν τοῦ σώματος, οὐκ ὀλίγον δὲ ἐνεργείαις τε καὶ χρείαις διαλλάττοντα· προσαγορεύεται δὲ αὐτῶν τὸ μὲν νεῦρον, τὸ | |
1.9.2 | δὲ σύνδεσμος, τὸ δὲ τένων. τὸ μὲν δὴ νεῦρον ἐξ ἐγκεφάλου πάντως ἢ νωτιαίου πέφυκεν αἴσθησιν ἢ κίνησιν ἢ τὸ συναμ‐ | |
1.9.3 | φότερον οἷς ἂν ἐμφύηται παράγον· ὁ σύνδεσμος δὲ ἀναίσθη‐ τος μέν ἐστιν, ἡ χρεία δὲ αὐτοῦ κατὰ τοὔνομα. λοιπὸς δὲ τένων πέρας ἐστὶ νευρῶδες μυὸς ἐκ συνδέσμου καὶ νεύρου γεννώμενος, ὡς ἔν τε τοῖς περὶ μυῶν κινήσεως ἡμῖν ἐπιδέ‐ | |
5 | δεικται κἀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι. νεῦρον μὲν δὴ πᾶν ἀκριβῶς ἐστι στρογγύλον, οἱ τένοντες δὲ οὐχ ἅπαντες, ἔτι δὲ μᾶλλον οἱ σύνδεσμοι· πλατύνονται γὰρ οἱ πλείους | |
1.9.4 | αὐτῶν εἰς ὑμένος ἰδέαν. ἀλλ’ ὑμὴν μὲν ἅπας ἀκριβῶς ἐστι λεπτὸς καὶ μαλακός, σύνδεσμος δὲ καὶ σκληρὸς καὶ παχὺς τοὐ‐ | |
1.9.5 | πίπαν. ἔνιοι μὲν αὐτῶν νευροχονδρώδεις ὀνομάζονταί τε καί εἰσιν· οὔτε δὲ ὑμὴν οὔτε νεῦρον οὔτε τένων εἰς τοσαύ‐ την ποθ’ ἥκει σκληρότητα, ἀλλὰ τῶν μὲν νεύρων ἔνια καὶ πάνυ μαλακὰ τὴν φύσιν ἐστίν, εἰς αἴσθησιν ἐπιτήδεια μόνην | |
5 | ἔνια δὲ εἰ καὶ σκληρότερα τούτων ὑπάρχει κατὰ τὴν τοῦ σώματος οὐσίαν, ἀλλὰ παμπόλλῳ γε ἀπολείπεται συνδέσμου | |
σκληρότητος. | ||
1.9.6 | οὕτω δὲ καὶ οἱ ὑμένες εἰ καὶ διαφέρουσιν ἀλλήλων κατὰ σκληρότητα, συνδέσμων ἀπολείπονται πάμπολυ. | |
1.9.7 | οἱ τένοντες δὲ σύγκεινται μὲν ἔκ τε τῶν συνδέσμων καὶ τῶν νεύρων τῶν σκληροτέρων, ἐν τῷ μέσῳ δὲ εἰκότως ἀμ‐ φοῖν εἰσι, τοσούτῳ νεύρου σκληρότεροι τὴν οὐσίαν ὑπάρ‐ | |
1.9.8 | χοντες ὅσῳ συνδέσμου μαλακώτεροι. ἅπαντα δὲ ταῦτά ἐστι τὰ τρία γένη λευκὰ καὶ ἄναιμα καὶ ἀκοίλια καὶ εἰς ἶνας εὐθείας λυόμενα πλὴν τῶν πάνυ σκληρῶν συνδέσμων· οὐ | |
γὰρ οἷόν τε τούτους ἀναλῦσαι εἰς ἶνας. | ||
1.9.9 | εἰ γοῦν οὕτως ὀνομάζειν ἐθέλεις ὡς Ἱπποκράτης ὠνόμαζε, τὸ μὲν αἴσθησίν τε καὶ κίνησιν παρέχον ἤτοι νεῦρον ἢ τόνον, ἄμφω γὰρ αὐτὸ προσαγορεύει, τὸ δὲ ἀναίσθητον σύνδεσμον, εἰς ὃν δὲ | |
5 | ὁ μῦς τελευτᾷ, τένοντα, δείξω σοι σαφῶς οὐκ ἔχουσαν πλῆ‐ | |
θος νεύρων τὴν καρδίαν· | ||
1.9.10 | εἰ δὲ καὶ συγχεῖν βούλοιο τὰς προσηγορίας ὡς οἱ πλεῖστοι τῶν μεθ’ Ἱπποκράτη, κάλει μὲν ἅπαντα νεῦρα, διαφορὰς δὲ ἐν αὐτοῖς λέγε τριττάς, αἰσθητικὰ μὲν καὶ προαιρετικὰ τὰ ἐξ ἐγκεφάλου καὶ νωτιαίου | |
5 | πεφυκότα, συνδετικὰ δὲ τὰ ἀναίσθητα καὶ τρίτα ἔτι πρὸς | |
τούτοις τὰ ἐκ τῶν μυῶν ἀπονευρουμένων φυόμενα· | ||
1.10.1 | καὶ οὕτως δὲ δείξομεν οὐκ ἔχουσαν ἀξιόλογα τὸ μέγεθος ἢ τὸ πλῆθος αἰσθητικά τε καὶ προαιρετικὰ νεῦρα τὴν καρδίαν ἐναργῶς, ἀλλ’ ὡς ἔμπροσθεν εἴρηται σμικρὸν ἀπ’ ἐγκεφάλου κατιὸν | |
1.10.2 | εἰς αὐτὴν ἐμφύεται. τί ποτε οὖν ἐστι τὸ πρὸς Ἀριστοτέλους εἰρημένον “ἔχει δὲ καὶ νεύρων πλῆθος ἡ καρδία”; οὔτε γὰρ φιλοψευδὴς ὁ ἀνὴρ οὔτε παντάπασιν ἄπειρος τῆς ἀνατομῆς, ἵνα καὶ τοῦτόν τις ὥσπερ τοὺς περὶ τὸν Χρύσιππον | |
1.10.3 | ἑτέροις ἐψευσμένοις ἠκολουθηκέναι νομίσειεν. ἐμοὶ μὲν δοκεῖ τὰς ὑπὸ Ἡροφίλου νευρώδεις διαφύσεις ὠνομασμένας αὐτὸς | |
οὐ νευρώδεις ἀλλ’ ἄντικρυς εἰρηκέναι νεῦρα. | ||
1.10.4 | πέρατα δ’ ἐστὶ ταῦτα τῶν ἐπὶ τοῖς στόμασι τῆς καρδίας ὑμένων, ὑπὲρ ὧν Ἐρασίστρατος μὲν ἀκριβῶς ἔγραψεν Ἡρόφιλος δὲ ἀμελῶς. | |
1.10.5 | συμφύονται δὲ καὶ συνδοῦνται δι’ αὐτῶν πρὸς τὴν καρδίαν οἱ ὑμένες οὗτοι καὶ ἡ χρεία γε κατὰ τοὺς συνδέσμους αὐ‐ | |
1.10.6 | τοῖς, οὐ κατὰ τὰ νεῦρα. ἀλλ’ εἰ καὶ νεῦρά τις εἶναι συγχω‐ ρήσειεν αὐτὰ καὶ μὴ νευρώδη σώματα, τό γε τὴν καρδίαν ὑπάρχειν νεύρων ἀρχὴν οὐκ ἐξ ἀνάγκης ἕπεται μὴ δυναμένων ἡμῶν ἐπιδεῖξαι μηδὲν νεῦρον εἰς μηδὲν μόριον τοῦ σώματος | |
5 | ἀπ’ αὐτῆς φερόμενον, ὡς ἔμπροσθεν ἐδείξαμεν ἀπ’ ἐγκε‐ | |
φάλου τε καὶ νωτιαίου. | ||
1.10.7 | δοκεῖ δή μοι δύο μὲν ἐνταῦθα ὑποθέμενος ὀρθῶς ὁ Ἀριστοτέλης, ἓν μὲν ὡς ἰσχύος δεῖ τινος οὐκ ἀγεννοῦς εἰς τὰς κατὰ προαίρεσιν ἐνεργείας, ἕτερον δὲ ὡς οὐδεμιᾶς τοιαύτης ἰσχύος ἐγκεφάλῳ μέτεστιν, ἐπ’ | |
5 | αὐτοῖς δὲ τρίτον ἐξ αἰσθήσεως προσλαβὼν τὸ πλῆθος τῶν ἐν τῇ καρδίᾳ νευρωδῶν συνδέσμων, οὐκέθ’ ὑπομεῖναι περὶ τὴν κατὰ μέρος ἀνατομὴν ἀσχοληθῆναι καὶ ζητῆσαι πῶς εἰς ἕκαστον τοῦ σώματος μόριον ἐκ καρδίας ἀφικνεῖται νεῦρον, | |
ἀλλ’ ὡς ἄντικρυς ἑπόμενον ἐν οἷς εἶπον ἀποφήνασθαι. | ||
1.10.8 | πολλὰ γὰρ δὴ τοιαῦτα καὶ παρὰ τοῖς ἰατροῖς ἔστιν εὑρεῖν ἀνατομικὰ θεωρήματα μοχθηρῶς γεγραμμένα, μὴ βουληθέντων αὐτῶν ἀναμεῖναι τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς, ἀλλ’ ἐξ ἀκολου‐ | |
1.10.9 | θίας μέν τινος ἐλπισάντων ὡς ἑωρακότων. οὕτω δή μοι καὶ ὁ Ἀριστοτέλης ἐσφάλθαι φαίνεται δύο μὲν ἀληθῆ θέμενος λήμ‐ | |
1.10.10 | ματα, τὸ δὲ τρίτον ἐγγὺς ἀληθείας πιθανόν. ἀληθῆ μὲν οὖν εἶναί φημι τό τε δεῖν ἰσχύος τινὸς τοῖς κινήσουσιν ὀργάνοις τὰ τοῦ ζῴου μέλη καὶ τὸ μηδὲν ἀπ’ ἐγκεφάλου φαίνεσθαι τοιοῦτον, πιθανὸν δέ, οὐκ ἀληθές, ὡς ἐν τῇ καρδίᾳ πλῆθος | |
5 | εἴη νεύρων. | |
1.10.11 | ἀλλ’ ἡμεῖς γε δεῖξαι δυνάμεθα τὸ καλῶς μὲν ὑπ’ αὐτοῦ τῷ λόγῳ γνωσθὲν ὄργανον ὑφ’ οὗ χρὴ κινεῖσθαι τὰ τοῦ ζῴου μέλη, διότι δ’ ἠμέλησε ζητῆσαι κατὰ τὰς ἀνατομὰς αὐτό, διὰ τοῦτ’ ἐκφυγόν τε τὴν διὰ τῶν αἰσθήσεων εὕρεσιν | |
1.10.12 | ἄγνωστόν τε μεῖναν τἀνδρί. τῶν μὲν γὰρ νεύρων οὐδέν ἐστι τοιοῦτον, οἱ δὲ ὀνομαζόμενοι μύες ὑποδεχόμενοι ταῦτα | |
1.10.13 | κινοῦσι τὰ μέλη. καὶ δόξειεν ἂν οἷον μοχλοῦ τινος ἔχειν | |
δύναμιν ὁ μῦς ὡς πρὸς τὸ νεῦρον. ὥσπερ γὰρ ὅσα ταῖς χερσὶν οὐχ οἷοί τ’ ἐσμὲν κινῆσαι βάρη, διὰ τῶν μοχλῶν | ||
5 | αὐτὰ κινοῦμεν, οὕτω καὶ τὰ τοῦ σώματος μέλη τοῖς νεύροις | |
1.10.14 | ἀδυνατοῦντες κινεῖν τοὺς μῦς προσεκτησάμεθα. λυόμενον γὰρ εἰς ἶνας ἐν ἑκάστῳ μυῒ τὸ νεῦρον ἀναμίγνυταί τε καὶ διαπλέκεται ταῖς ἐκ τῶν συνδέσμων ἰσίν, εἶτα ἐξ ἀμφοῖν ἕν τι νευρῶδες σῶμα γεννηθὲν ἐκφύεται τοῦ σώματος 〈τοῦ〉 μυὸς | |
5 | ὁ προσαγορευόμενος τένων· οὕτως γὰρ οὐχ Ἱπποκράτης μόνον ἀλλὰ καὶ Ὅμηρος αὐτὸν ὀνομάζουσιν· ὅστις τένων ὀργάνων ἐκφυόμενος ἀνάλογον ἕξει τῷ τοῦ μοχλοῦ πέρατι τῷ ψαύοντι | |
τῶν βαρῶν. | ||
1.10.15 | οὐδ’ ἔστιν οὐδὲν εὑρεῖν ἐν τῷ σώματι μέλος ὃ κατὰ μὲν τὴν ἡμετέραν κινεῖται προαίρεσιν, οὐ προτέτακται | |
1.10.16 | δὲ αὐτοῦ τις μῦς ἀπ’ ἐγκεφάλου δεχόμενος νεῦρον. ὅστις δὲ καὶ περὶ τοῦδε πεισθῆναι ἐθέλει βεβαίως, τούτῳ γέγραπται πρὸς ἡμῶν ὑπομνήματα δύο, κατὰ μόνας ἑκάτερον, ἓν μὲν ἅπαντας τοὺς μῦς ὁποία τ’ ἐστὶν ἐνέργεια καθ’ ἕκαστον ἀκριβῶς διδά‐ | |
5 | σκον, ἕτερον δὲ τὴν τῶν νεύρων εἰς αὐτοὺς νομὴν διηγού‐ | |
1.10.17 | μενον. οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι καὶ τοῖς περὶ χρείας μορίων ὑπομνήμασιν ἐπὶ πλέον ὑπὲρ ἁπάν‐ | |
των τούτων διέξιμεν. | ||
1.10.18 | ὥστ’ οὐδενὸς ἔτι προσδεῖν ἡμῖν ἔοικεν 〈ὁ λόγοσ〉, ἀλλ’ ὁμολογούμενος ἑαυτῷ τε καὶ τοῖς ἐναργῶς φαινομένοις ὑπάρχειν πᾶσιν ἀρχὴν τῶν νεύρων ἐγκέφαλον τιθέμενος. | |
1.10.19 | οὕτω δὲ καὶ τῶν ἀρτηριῶν ἐπεδείξαμεν ἀρχὴν ὑπάρ‐ χουσαν τὴν καρδίαν· ὅτι δὲ καὶ τῶν φλεβῶν ἀρχὴ τὸ ἧπάρ | |
1.10.20 | ἐστιν ἐν τοῖς ἐφεξῆς ἀποδειχθήσεται. ἐνταῦθ’ οὖν ἤδη καταπαύσας τὸ πρῶτον βιβλίον ἐπὶ τὰ συνεχῆ τοῖς ἀποδεδειγ‐ | |
μένοις ἐν αὐτῷ κατὰ τὸ δεύτερον τρέψομαι. | ||
2.1.1 | Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπι‐ σκέψασθαι προθέμενος ἀπὸ τοῦ πρώτου κατὰ τὴν δύναμιν ὑπηρξάμην, ᾧ καὶ τἆλλα σχεδὸν ἅπαντα τὰ κατὰ μέρος ἀκολουθεῖν ἔδειξα, τοῦτο δέ ἐστι τὰ περὶ τῶν διοικουσῶν | |
5 | ἡμᾶς δυνάμεων ὁπόσαι τέ εἰσι τὸν ἀριθμὸν ὁποία τέ τις | |
ἑκάστη καὶ τόπον ὅντιν’ ἐν τῷ ζῴῳ κατείληφεν· ἠξίουν τε μηδὲν οὕτω φυλάττεσθαι κατὰ τὸν λόγον ὡς τὸ τοῖς ἐναρ‐ γῶς φαινομένοις ἐναντία τίθεσθαι, καθάπερ οἵ τε μηδὲν | ||
10 | ἄλογον ζῷον ἐπιθυμεῖν ἢ θυμοῦσθαι φάσκοντες οἵ τε τὴν | |
ἀρχὴν τῶν νεύρων ὑπάρχειν ἐν τῇ καρδίᾳ. | ||
2.1.2 | ἀποτετόλμηται γὰρ ἅπαντα τὰ τοιαῦτα πρὸς ἀνθρώπων ἀνατρέψαι φιλονει‐ κούντων ὅσα καλῶς εἴρηται τοῖς παλαιοῖς, ὑπὲρ τοῦ νεωτέ‐ ραν αἵρεσιν ἰδίαν συστήσασθαι. τὰ μὲν οὖν τοιαῦτα τῶν | |
5 | ψευσμάτων ἐν τῷ πρώτῳ βιβλίῳ διήλεγξα· νυνὶ δὲ ἐπὶ θάτερον εἶδος λόγων ὧν ποιοῦνται ἔγνωκα μεταβὰς ἐπιδεῖξαι | |
σαφῶς, καθόσον οἷός τ’ εἰμί, πῇ ποτε σφάλλονται. | ||
2.2.1 | Διελέσθαι δὲ ἴσως ἄμεινον ἕνεκα σαφηνείας εὐθὺς ἐν ἀρχῇ τοῦδε τοῦ γράμματος, ἥτις ἐστὶν ἡ διαφορὰ τῶν λόγων οἷς χρῶνται πάντες οἱ κακῶς ὁτιοῦν μεταχειριζόμενοι πρό‐ | |
2.2.2 | βλημα. φημὶ δὴ τῶν λημμάτων ἃ ἕνεκα τοῦ συμπεράσματος λαμβάνουσιν, [ὡς] τὰ μὲν ἄντικρυς εἶναι ψευδῆ, τὰ δὲ οὐκ οἰκεῖα | |
τοῦ προκειμένου σκέμματος· | ||
2.2.3 | ἄντικρυς μὲν ψευδῆ τὰ τοιαῦτα, περὶ ὧν ἐν τῷ πρώτῳ βιβλίῳ διῆλθον ἐπὶ πλέον, ὅταν ἤτοι μηδὲν τῶν ἀλόγων ζῴων ἐπιθυμεῖν τις ἢ θυμοῦσθαι φάσκῃ, καθάπερ οἱ ἀπὸ τῆς Στοᾶς, ἢ πάλιν ἐκ καρδίας πεφυκέναι | |
5 | τὰ νεῦρα· τὰ δὲ οὐκ οἰκεῖα τῶν λημμάτων ὁπόσα τὴν φύσιν ἐστίν, εἴρηται μὲν ἐπὶ πλεῖστον ἐν τοῖς περὶ ἀποδείξεως ὑπο‐ μνήμασιν, ἐν οἷς ἅπασαν ἐδήλωσα τὴν ἀποδεικτικὴν μέθοδον ὁποία τίς ἐστιν παρεκάλουν τε διὰ τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων ἐν ἐκείνῃ γυμνάσασθαι πρότερον, ὅστις ὁτιοῦν | |
10 | ἀποδεικνύειν ἐπιχειρεῖ. | |
2.2.4 | γεγράφθαι δὲ λέγω ὑπὲρ αὐτῆς ἄριστα τοῖς παλαιοῖς φιλοσόφοις τοῖς περὶ Θεόφραστόν τε καὶ Ἀριστοτέλην κατὰ τὰ τῶν δευτέρων ἀναλυτικῶν βιβλία καὶ διὰ τοῦτο πρὸς ἐκείνους μὲν οὐδὲ μακρὸν ἔσεσθαι τὸν | |
5 | λόγον ἐλπίζω περὶ τῶν τριῶν ἀρχῶν τοῦ ζῴου· | |
2.2.5 | τὰ γὰρ ἰδιωτικά τε καὶ ῥητορικὰ λήμματα αἰδοῦνται παραλαμβάνειν εἰς ἀποδείξεις ἐπιστημονικάς, ὧν πέπλησται τὰ Χρυσίππου βιβλία ποτὲ μὲν ἰδιώτας ἐπικαλούμενα μάρτυρας ὧν ὑποτίθε‐ | |
5 | ται λημμάτων, ἔστι δὲ ὅτε ποιητὰς ἢ τὴν βελτίστην ἐτυμο‐ λογίαν ἤ τι ἄλλο τοιοῦτον, ἃ περαίνει μὲν οὐδέν, ἀναλίσκει δὲ καὶ κατατρίβει μάτην ἡμῶν τὸν χρόνον αὐτὸ τοῦτο μόνον ἐνδεικνυμένων αὐτοῖς, ὡς οὐκ ἔστιν ἐπιστημονικὰ τὰ τοῦ συμπεράσματος λήμματα, μετὰ ταῦτα δὲ καὶ συγκαταβαι‐ | |
10 | νόντων τε καὶ συμπαλαιόντων αὐτοῖς ὑπὲρ τοῦ δεῖξαι καὶ τοὺς ἰδιώτας καὶ τοὺς ποιητὰς οὐδὲν ἧττον ἡμῖν ἢ ἐκείνοις | |
μαρτυροῦντας, ἀλλ’ ἔστιν ὅτε καὶ μᾶλλον. | ||
2.2.6 | οὕτω δὲ καὶ τὴν ἐτυμολογίαν, ἐπειδὰν ἄγωμεν μακροτέραν σχολήν, ἐπιδείκνυ‐ μεν αὐτοῖς οὐδὲν μᾶλλον ἐκείνοις ἤπερ ἡμῖν μαρτυροῦσαν. | |
2.2.7 | ἀλλ’ ὅτι μὲν ἀλαζών ἐστι μάρτυς ἡ ἐτυμολογία πολλάκις μὲν ὁμοίως μαρτυροῦσα τοῖς τἀναντία λέγουσι τῶν ἀληθῶν, οὐκ ὀλιγάκις δὲ τοῖς ψευδομένοις μᾶλλον ἤπερ τοῖς ἀληθεύουσιν, ἐν ἑτέρᾳ πραγματείᾳ δέδεικταί μοι, τῇ περὶ ὀνομάτων ὀρθότη‐ | |
5 | τος, ἔνθα καὶ περὶ τῆς ἐγὼ φωνῆς ἐπέδειξα τὸν Χρύσιππον | |
ἐτυμολογοῦντα μοχθηρῶς. | ||
2.2.8 | τί ἂν οὖν ἔτι δεοίμην ὑπὲρ τῶν αὐ‐ τῶν ἐνταῦθα διεξιέναι; Χρυσίππῳ μὲν γὰρ καὶ τοῦτο φίλον, οὐ δὶς ἢ τρίς, ἀλλὰ καὶ τετράκις, ἐνίοτε καὶ πεντάκις ὑπὲρ τῶν αὐτῶν ἐν διαφερούσαις πραγματείαις διέρχεσθαι· φυλά‐ | |
2.2.9 | ξαιτο δὲ ἄν τις αὐτὸ τῶν χρόνου φειδομένων. ἃ δ’ οὖν ὑπὲρ τῆς ἐγὼ φωνῆς ἔγραψεν ἐν τῷ πρώτῳ περὶ ψυχῆς ὁ Χρύσιππος ὑπὲρ ἡγεμονικοῦ διαλεγόμενος, ἤδη παραγράψω γνωρίσματος ἕνεκα λημμάτων οὐκ οἰκείων τῷ προκειμένῳ | |
5 | σκέμματι. | |
2.2.10 | ‘Οὕτως δὲ καὶ τὸ ἐγὼ λέγομεν, κατὰ τοῦτο δεικνύντες ἑαυτοὺς ἐν ᾧ φαίνεσθαι διάνοιαν εἶναι, τῆς δείξεως φυσικῶς καὶ οἰκείως ἐνταῦθα φερομένης· | |
5 | καὶ ἄνευ δὲ τῆς κατὰ τὴν χεῖρα τοιαύτης δείξεως νεύοντες εἰς αὑτοὺς τὸ ἐγὼ λέγομεν, εὐθὺς καὶ τῆς ἐγὼ φωνῆς τοιαύ‐ της οὔσης καὶ κατὰ τὴν ἑξῆς ὑπογεγραμμένην δεῖξιν συνεκ‐ | |
φερομένης. | ||
2.2.11 | τὸ γὰρ ἐγὼ προφερόμεθα κατὰ τὴν πρώτην συλλαβὴν κατασπῶντες τὸ κάτω χεῖλος εἰς αὑτοὺς δεικτικῶς· ἀκολούθως δὲ τῇ τοῦ γενείου κινήσει καὶ ἐπὶ τὸ στῆθος νεύσει καὶ τῇ τοιαύτῃ δείξει ἡ ἑξῆς συλλαβὴ παράκειται | |
5 | οὐδὲν ἀποστηματικὸν παρενσημαίνουσα, ὅπερ ἐπὶ τοῦ ἐκεῖνος | |
συντέτευχεν.‘ | ||
2.2.12 | διὰ ταύτης οὖν ἁπάσης τῆς ῥήσεως ὁ Χρύ‐ σιππος οὐδὲν μὲν ἐπιστημονικὸν λῆμμα τοῦ τὴν ἀρχὴν τῆς ψυχῆς ὑπάρχειν ἐν καρδίᾳ παραλαμβάνει, δύο δ’ ἐς ταὐ‐ τὸν οὐκ οἰκεῖα τῷ προκειμένῳ συμπλέκει, τὸ μὲν ἕτερον ἀπὸ | |
5 | τῆς ἐτυμολογίας, ὅτι τὴν ἐγὼ φωνὴν φθεγγόμενοι κατὰ τὴν πρώτην συλλαβὴν τὴν ε λεγομένην τὸ στόμα κάτω που καὶ τὴν γένυν ἀπάγομεν ὡς ἐπὶ τὰ στέρνα, τὸ δὲ ἕτερον, ὅτι καὶ τὴν χεῖρα συνεπιφέρομεν ἐνίοτε τοῖς στέρνοις ἡμᾶς αὐτοὺς δεικνύντες ἐν | |
τῷ λέγειν ‘ἐμοὶ τοῦτο προσήκει‘, ‘τοῦτο ἐγώ σοι λέγω.‘ | ||
2.2.13 | ὅτι δὲ καὶ τῆς ῥινὸς ἅπτονται πολλάκις οἱ ἄνθρωποι λέγοντες ‘ἐμοὶ τοῦτο δός‘, ‘ἐμοὶ τοῦτο προσήκει‘, ‘τοῦτο ἐγώ σοι λέγω‘, παντελῶς ἐπιλέλησται. καίτοι κατά γε τὴν ἐγὼ φωνὴν οὐκ ἐπελάθετο | |
5 | τῆς ἐκεῖνος οὐκ ἀπὸ παραπλησίας δή τινος, ἀλλ’ ἀπὸ τῆς | |
αὐτῆς ἀκριβῶς συλλαβῆς ἀρχομένης, τῆς ε. | ||
2.2.14 | ἐχρῆν δ’, οἶμαι, καθάπερ ἐπὶ ταύτης ἐμνημόνευσε μέν, οὐκ ἔλυσε δὲ τὸ ἄτο‐ πον, οὕτω κἀπὶ τῆς ἐπὶ τοῦ στέρνου δείξεως ἐπιμνησθῆναι μὲν τῆς ἐπὶ τὴν ῥῖνα φορᾶς τοῦ δακτύλου, μὴ μέντοι μηδ’ | |
5 | ἐνταῦθα διαλύεσθαι τὸ προβληθέν, εἰ μὴ ἄρα τις οἴεται τὴν ἀπόφασιν τοῦ Χρυσίππου ψιλὴν αὐτὴν μόνην | |
ῥηθεῖσαν ἀπόδειξιν ὑπάρχειν. | ||
2.2.15 | τί γὰρ δὴ καί φησιν; ‘ἀκο‐ λούθως δὲ τῇ τοῦ γενείου κινήσει καὶ ἐπὶ τὸ στῆθος νεύσει καὶ τῇ τοιαύτῃ δείξει ἡ ἑξῆς συλλαβὴ παράκειται οὐδὲν ἀπο‐ στηματικὸν παρεμφαίνουσα, ὅπερ ἐπὶ τοῦ ἐκεῖνος συντέ‐ | |
2.2.16 | τευχεν.‘ ἐννοήσας γὰρ ὅτι καὶ ἡ ἐκεῖνος φωνὴ τὴν ἀρχὴν ἀπὸ τῆς αὐτῆς ποιεῖται συλλαβῆς ὥσπερ καὶ ἡ ἐγώ, καὶ δεήσει καὶ ταύτην ἐνδείκνυσθαι ταὐτὸν σημαινόμενον, εἰς τὴν τῶν ἐπιφερομένων συλλαβῶν διαφορὰν ἀναφέρει τὴν τοῦ ζητου‐ | |
5 | μένου λύσιν. | |
2.2.17 | ἔστι δὲ τοιάδε· εἰπὼν τῆς ἐγὼ φωνῆς τὴν δευτέραν συλλαβὴν τὴν γω μηδὲν ἀποστηματικὸν ἐμφαίνειν ἐπήγαγεν | |
2.2.18 | ἐπὶ [δὲ] τῆς ἐκεῖνος ἐμφαίνειν τὴν κει. τοῦτο δ’ ἀπόφασίς ἐστι ψιλὴ μηδεμίαν ἀπόδειξιν ἔχουσα, μὴ ὅτι βεβαίαν τε καὶ ἐπιστημονικήν, ἀλλὰ μηδ’ ἄχρι πιθανότητος ἢ ῥητορικῆς ἢ | |
σοφιστικῆς προϊοῦσα. | ||
2.2.19 | διὰ τί γὰρ ἡ μὲν κει συλλαβὴ ἀπο‐ στηματικόν τι δηλώσει, ἡ δὲ γω μή, οὐ προσθεῖναι δίκαιον ἦν αὐτὸν ἀπόδειξίν τινα; διὰ τί δὲ τοῖς μὲν στέρνοις ἐπιφέ‐ ροντες τὸν δάκτυλον ἐνδεικνύμεθα τὴν ἀρχὴν τῆς ψυχῆς | |
5 | ἐνταῦθ’ εἶναι, τῇ ῥινὶ δὲ ἐπιφέροντες οὐκ ἐνδεικνύμεθα; | |
2.2.20 | δίκαιον γάρ, εἴπερ ἡ δεῖξις ἱκανὴ πίστις εἰς εὕρεσιν ἡγεμονικοῦ μορίου ψυχῆς, οὐκ ἐπὶ μὲν τῶν στέρνων αὐτὴν ἱκανὴν ὑπάρχειν, ἀσθενῆ δὲ ἐπὶ τῆς ῥινός, ἀλλὰ κἀπὶ ταύ‐ της ἰσχύειν ὁμοίως· ἢ εἴπερ οὐδ’ ἐπὶ ταύτης, οὐδ’ ἐπὶ τῶν | |
5 | στέρνων. | |
2.2.21 | διὰ τί δὲ ἐν ταῖς συγκαταθέσεσιν ἐπινεύοντες τὴν κεφαλήν, ἐφ’ ὃ φέρομεν αὐτὴν μέρος, ἐν ἐκείνῳ τὴν ἀρχὴν τῆς ψυχῆς ὑπάρχειν ἐνδεικνύμεθα μᾶλλον καὶ οὐκ 〈ἐν〉 αὐτῷ τῷ | |
2.2.22 | κινουμένῳ; τὸ γάρ τοι πρῶτον κινούμενον ἐν ἡμῖν μόριον ἐπινευόντων αὐτὸ δήπου πιθανώτερον ἔχειν ἐστὶ τὴν ἀρχὴν τῆς ψυχῆς ἤπερ τι τῶν ἄλλων πρὸς ὃ φέρεται κινούμενον, ἵνα μὴ νῦν ἐκείνων μνημονεύω τῶν ἀνθρώπων οἳ ταῖς | |
5 | κεφαλαῖς ἀνανεύουσιν ἐπειδὰν συγκατατίθωνται· τάχα γὰρ φήσει τοὺς βαρβάρους, ὥσπερ τἆλλα χείρους εἰσὶ καὶ ἀλο‐ | |
γώτεροι τῶν Ἑλλήνων, οὕτω κἀν τῷδε σφάλλεσθαι. πάντ’ οὖν ὅσα τοιαῦτα τῶν ἐπιχειρημάτων ἐν τοῖς περὶ ἀποδείξεως | ||
10 | ἐδείξαμεν οὐκ οἰκεῖα τῷ ζητουμένῳ πράγματι καὶ διὰ τοῦτο νῦν οὐ χρὴ μηκύνειν περὶ αὐτῶν, ὥσπερ οὐδ’ ἐπὶ τῶν ἐκ τῆς ἐτυμολογίας ὁρμωμένων· εἴρηται γὰρ καὶ περὶ ἐκείνων | |
αὐτάρκως ἐν τοῖς περὶ ὀνομάτων ὀρθότητος. | ||
2.3.1 | Ἀλλὰ τίνα χρὴ ζητεῖν λήμματα τῷ προκειμένῳ προβλή‐ ματι προσήκοντά τε καὶ οἰκεῖα; γέγραπται μὲν δήπου καὶ περὶ τούτων ἐπὶ πλεῖστον ἐν τοῖς περὶ ἀποδείξεως ὑπό τε τῶν παλαιῶν εἰρημένοις ἀσαφέστερόν τε καὶ συντομώτερον | |
5 | ὑπό τε ἡμῶν ἐξηγουμένων ἐκεῖνα σαφῶς τε ἅμα καὶ διὰ | |
πολλῶν. | ||
2.3.2 | ἀρκέσει δὲ νῦν ἐξ αὐτῶν τὸ κεφάλαιον ἀναμνήσασι μόνον ἐκείνῳ χρήσασθαι σκοπῷ εἰς τὴν τῶν κατὰ μέρος | |
2.3.3 | εὕρεσιν. ἦν δὲ τὸ κεφάλαιον ὡς ἀπ’ αὐτῆς χρὴ τῆς οὐσίας τοῦ ζητουμένου πράγματος ἐξευρίσκειν τὰ προσήκοντά τε καὶ οἰκεῖα λήμματα, καθάπερ ἐν τούτοις ἐν οἷς Χρύσιππος [τε] ἐπισκο‐ πεῖται περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ τὸν τῆς οὐσίας λόγον | |
5 | εἰπόντας ὑπὲρ οὗ ζητοῦμεν πράγματος ἐκείνῳ χρῆσθαι κανόνι | |
τε καὶ σκοπῷ τῶν κατὰ μέρος ἁπάντων. | ||
2.3.4 | ἔστι δὲ τὸ ἡγεμονι‐ κόν, ὡς καὶ αὐτοὶ βούλονται, τὸ κατάρχον αἰσθήσεώς τε καὶ | |
2.3.5 | ὁρμῆς. οὔκουν ἄλλοθεν χρὴ δεικνύναι τὴν καρδίαν ἐν αὑτῇ τὸ ἡγεμονικὸν ἔχουσαν ἢ ἐκ τοῦ πάσης μὲν τῆς καθ’ ὁρ‐ μὴν κινήσεως ἐξηγεῖσθαι τοῖς ἄλλοις τοῦ ζῴου μορίοις, | |
ἅπασαν δὲ αἴσθησιν εἰς αὐτὴν ἀναφέρεσθαι. | ||
2.3.6 | πόθεν οὖν τοῦτο δειχθήσεται; πόθεν δὴ ἄλλοθεν ἢ ἐκ τῶν ἀνατομῶν; εἰ γὰρ αὕτη τοῖς κατὰ μέρος ἅπασιν ἐπιπέμπει δύναμιν αἰσθήσεώς τε ἅμα καὶ κινήσεως, ἀποπεφυκέναι τι πάντως | |
5 | ἀπ’ αὐτῆς ἀγγεῖον ἀναγκαῖον ἐστιν εἰς τὴν αὐτῶν ὑπηρεσίαν. | |
2.3.7 | ὥστε ἐκ τῆς ἀποδεικτικῆς μεθόδου πέφηνεν ὅτι τε χρησιμώτερον ἀνατέμνοντας τὰ ζῷα κατασκέπτεσθαι τίνα καὶ πόσα γένη σωμάτων ἐκ τῆς καρδίας ἐκφυόμενα διανέμεται τοῖς ἄλλοις τοῦ ζῴου μορίοις, ὅτι τε τούτων αὐτῶν ὄντων τοιούτων καὶ τοσῶνδε | |
5 | τοῦτο μὲν αἴσθησιν ἢ κίνησιν ἢ ἄμφω παράγει, τοῦτο δ’ ἄλλο τι· καὶ οὕτως ἔχειν ἤδη τίνων ἐν τοῖς ζῴοις | |
δυνάμεων ἡ καρδία πηγή. | ||
2.3.8 | ταύτης τῆς ὁδοῦ πᾶν ὅ τι περ ἂν ἔξω πίπτῃ, περιττόν τ’ ἐστὶ καὶ ἀλλότριον· καὶ ταύτῃ διήνεγκεν ἐπιστημονικὸν ἀποδείξεως λῆμμα ῥητορικοῦ τε καὶ γυμναστι‐ κοῦ καὶ σοφιστικοῦ, ὑπὲρ ὧν οὐδ’ αὐτῶν οὐδεμίαν ἐδίδαξαν | |
5 | ἡμᾶς οὔτε μέθοδον οὔτε γυμνασίαν οἵ γε περὶ τὸν Ζήνωνα καὶ | |
τὸν Χρύσιππον. | ||
2.3.9 | ὅθεν ἀναμέμικται φύρδην ἐν τοῖς βιβλίοις αὐτῶν ἐφεξῆς ἅπαντα τὰ λήμματα καὶ πολλάκις ἡγεῖται μέν, εἰ οὕτως ἔτυχε, ῥητορικὸν ἐπιχείρημα, τούτῳ δ’ ἕπεται γυ‐ μναστικόν τε καὶ διαλεκτικόν, εἶθ’ ἑξῆς ἐπιστημονικόν, εἶθ’, | |
5 | οὕτως εἰ ἔτυχεν, σοφιστικὸν οὐκ εἰδότων ὡς τὰ μὲν ἐπιστη‐ μονικὰ λήμματα πρὸς τὴν οὐσίαν ἀναφέρεται τοῦ ζητουμένου | |
2.3.10 | καὶ τοῦτον ἔχει τὸν σκοπόν· τῶν δ’ ἄλλων ἁπάντων ἔξωθεν ὄντων, ὅσοις μὲν ὁ διαλεκτικὸς εἰς τὸ γυμνάσασθαι χρῆται καὶ σοφιστὰς ἐξελέγξαι καὶ πεῖραν λαβεῖν κυήσεως μειρα‐ κίου καὶ μαιεύσασθαι καὶ προσαγαγεῖν ἐπί τινος εὕρεσιν | |
5 | ἀπορῆσαί τε ποιῆσαι, ταυτὶ μὲν ἅπαντα διαλεκτικά τε κάλει, εἰ βούλοιο, καὶ γυμναστικὰ καὶ τοπικά, τῶν γὰρ ὀνομάτων οὐ φροντίζω, διορίζειν δὲ ταῦτα πειρῶ τῶν ἐπιστημονικῶν· | |
2.3.11 | ὅσα δ’ ἔτι τούτων ἀποκεχώρηκεν ἐξωτέρω καὶ μάλιστα διὰ παραδειγμάτων ἐνδόξων τε καὶ πολιτικῶν ἐπαγωγῶν τέ τινων τοιούτων ἢ μαρτύρων εἰς σύστασιν ἀφικνεῖται, ταῦτ’ εἰ βού‐ λοιο πιθανά τε καὶ ῥητορικὰ προσαγορεύειν, οὔ μοι μέλει | |
5 | τῆς κλήσεως, γνωρίζειν δὲ αὐτῶν χρὴ πειρᾶσθαι τὴν φύσιν· ἔτι δὲ μᾶλλον ἀποκεχώρηκε τῆς οὐσίας τοῦ ζητουμένου τὰ | |
σοφιστικά. | ||
2.3.12 | καὶ γέγραπται περὶ τούτων ἁπάντων τοῖς παλαιοῖς, ἐν μὲν τοῖς σοφιστικοῖς ἐλέγχοις περὶ τῶν σοφιστικῶν εἴτε προτάσεων ἐθέλοις ὀνομάζειν εἴτε ἀξιωμάτων εἴτε λόγων, οὐδὲν γὰρ εἰς τὰ παρόντα διαφέρει, κατὰ δὲ τὰς ῥητορικὰς | |
5 | τέχνας ὑπὲρ τῶν ῥητορικῶν, ἐν δὲ τοῖς τοπικοῖς ὑπὲρ τῶν διαλεκτικῶν, ἐν δὲ τοῖς περὶ ἀποδείξεως, ἃ δὴ καὶ δεύτερα | |
ἀναλυτικὰ ἐπιγράφουσιν, ὑπὲρ τῶν ἐπιστημονικῶν. | ||
2.3.13 | ὥστε ὅστις ὁτιοῦν ἀποδεικνύναι πειρᾶται, πρῶτα μὲν χρὴ τοῦτον ἐγνωκέναι τὴν διαφορὰν τῶν λημμάτων αὐτῶν, εἶθ’ ἑξῆς χρόνῳ πολλῷ γεγυμνάσθαι, λέγοντος μὲν ἑτέρου γνωρίζειν | |
5 | αὐτὰ ποίου γένους ἐστὶν ἐκ τῶν εἰρημένων, μὴ λέγοντος δὲ ἑτέρου ταχέως ἐξευρίσκειν αὐτὸν εἰς ἕκαστον τῶν προβλη‐ | |
θέντων· ἑνὶ δὲ λόγῳ, καθάπερ ἐπὶ τοῦ λογίζεσθαι ποιοῦμεν, | ||
2.3.14 | οὕτω κἀνταῦθα πράττειν. εἰ γάρ τις ἐθέλει γίγνεσθαι λογιστικός, οὗτος ἐκμανθάνει μὲν πρῶτον ἀριθμοὺς ἅπαντας, οὓς ὀνομάζουσιν ἐκεῖνοι τετραγώνους καὶ ἑτερομήκεις, ἐφε‐ ξῆς δὲ γυμνάζεται χρόνῳ παμπόλλῳ πολλαπλασιάζειν καὶ | |
5 | μερίζειν, εἶθ’ ἑξῆς ἔτι μαθὼν ὀλιγίστας μεθόδους οὕτως ἤδη | |
περὶ παντὸς τοῦ προβληθέντος ἱκανὸς γίνεται λογίζεσθαι. | ||
2.3.15 | καί μοι θαυμάζειν ἐπέρχεται τῆς τῶν πολλῶν δοξοσοφίας, εἰ προβληθέντος μέν, ἂν οὕτω τύχῃ, τίς γίγνεται τόκος ἑκατο‐ στὸς Ἀττικῶν δισμυρίων πεντακισχιλίων ἑξακοσίων τρια‐ κονταεπτὰ μηνῶν τεσσαρεσκαίδεκα, τοῖς λογιστικοῖς ἐπιτρέ‐ | |
5 | πουσιν εἰδότες, οἶμαι, σαφῶς ὡς αὐτοῖς οὐ μέτεστιν ἐπι‐ στήμης οὐδεμιᾶς τοῦ λογίζεσθαι τὰ τοιαῦτα, διότι μήτ’ ἤσκη‐ | |
σαν αὐτὰ μήθ’ ὅλως ἔμαθον, ἀποδείξει δὲ χρῆσθαι τολμῶσιν εὖ εἰδότες ὡς οὔτε παρ’ ἑτέρων ἔμαθον ὅλως οὐδὲν οὔτε | ||
10 | αὐτοὶ καθ’ ἑαυτοὺς ἐξεῦρον, οἵ γε μηδὲ ἐζήτησαν, ὅπου γε καὶ ἣν μεμαθήκεσαν ὁδὸν ἀποδεικτικήν, οὐκ ἦν ἱκανόν, | |
ἀλλ’ ἐχρῆν, οἶμαι, πρότερον ἠσκῆσθαι κατ’ αὐτήν. | ||
2.3.16 | οὐδὲ γὰρ τοῖς ῥήτορσιν ἀπόχρη μέθοδον ἐκμαθεῖν, ὡς χρὴ διαι‐ ρεῖν ὑπόθεσιν ἅπασαν, ἀλλ’ ἐπὶ τῇ γνώσει τῆς μεθόδου καὶ | |
2.3.17 | τὴν ἄσκησιν ἐπάγουσιν. ἠβουλόμην ἂν οὖν μοι καὶ τὸν ἀποδεικτικὸν εἶναι φάσκοντα πρῶτον μὲν εἰπεῖν τὴν μέθοδον, ᾗ χρῆται πρὸς τὰς ἀποδείξεις, εἶθ’, ὅπως ἤσκηται κατ’ αὐ‐ | |
τήν, ἐπιδείξασθαι. | ||
2.3.18 | νυνὶ δὲ πῶς μὲν οἱ διὰ δύο τροπικῶν ἀναλύονται συλλογισμοὶ καὶ πῶς οἱ ἀδιαφόρως περαίνοντες ἤ τινες ἄλλοι τοιοῦτοι τῷ πρώτῳ καὶ δευτέρῳ θέματι προσχρώμενοι, πολλοῖς ἐστι συντυχεῖν ἀκριβῶς ἠσκη‐ | |
5 | μένοις, ὥσπερ ἀμέλει καὶ ἄλλοις ἐφ’ ὅσους διὰ | |
τοῦ τρίτου θέματος ἢ τετάρτου συλλογισμοὺς ἀναλύουσι. | ||
2.3.19 | καίτοι τούτων τοὺς πλείστους ἔνεστιν ἑτέρως ἀναλύειν συντομώτερον, ὡς Ἀντίπατρος ἔγραψε, πρὸς τῷ καὶ περιεργίαν εἶναι οὐ μικρὰν ἀχρήστου πράγματος ἅπασαν τὴν τῶν τοιούτων συλλογισμῶν | |
5 | πλοκήν, ὡς αὐτὸς ὁ Χρύσιππος ἔργῳ μαρτυρεῖ μηδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων εἰς ἀπόδειξιν δόγματος ἐκείνων δεη‐ | |
θεὶς τῶν συλλογισμῶν. | ||
2.3.20 | ὅπως δὲ χρὴ γνωρίζειν τε καὶ δια‐ κρίνειν ἐπιστημονικὰ λήμματα διαλεκτικῶν τε καὶ ῥητορικῶν καὶ σοφιστικῶν, οὐκέτι ἔγραψαν ἀξιόλογον οὐδὲν οἱ | |
περὶ τὸν Χρύσιππον οὔτε φαίνονται χρώμενοι· | ||
2.3.21 | ἀλλ’ ὅτι τὰς χεῖρας ἐπιφέρομεν τῷ θώρακι δεικνύντες ἡμᾶς αὐτοὺς ἢ τῇ κεφαλῇ κάτω νεύομεν, εἰ τὴν ἐγώ φθεγγόμεθα φωνήν, εἰς ἔνδειξιν τοῦ τὴν καρδίαν εἶναι τὴν ἀρχὴν τῆς ψυχῆς | |
5 | οὐκ αἰδοῦνται γράφοντες, ὧν ἡ μὲν δεῖξις οὐδὲν μᾶλλον ἐν τῇ καρδίᾳ ἢ ἐν τῇ ῥινί τε καὶ τῷ μετώπῳ (καὶ γὰρ καὶ ταῦτα δείκνυται πολλάκις ὑπὸ τῶν ἀνθρώπων) ἐμφαίνει τὸ ἡγεμονοῦν εἶναι τῆς ψυχῆς, ἡ δὲ ἐπίνευσις οὐδὲν μᾶλλον | |
2.3.22 | ἐν τοῖς κατὰ τὸν θώρακα ἢ ἐν τοῖς κατὰ τὴν κεφαλήν. ἡ δὲ ε φωνὴ πόσης ἀτοπίας ἔχεται, κατὰ τὸ δεύτερον ὑπέ‐ | |
δειξα τῶν ὑπὲρ ὀνομάτων ὀρθότητος. | ||
2.3.23 | εἴ τις οὖν καλῶς ἤσκηται τὰς διαφορὰς τῶν λημμάτων ἐξευρίσκειν τε καὶ γνωρίζειν, οὐ δεήσομαι πρὸς αὐτὸν ἀντιλογίας μακροτέρας, | |
2.3.24 | ὥσπερ οὐδὲ πρὸς τοὺς ἐκ τοῦ Περιπάτου. κατὰ γὰρ τὰς ἰδίας αὐτῶν διδασκαλίας ὁ λόγος ἔσται μοι πρὸς αὐτοὺς ὑπὲρ τοῦ τὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς ἀρχὴν ἐν ἐγκεφάλῳ περιέχεσθαι, τῆς δὲ θυμοειδοῦς ἐν καρδίᾳ, τῆς δ’ ἐπιθυμη‐ | |
5 | τικῆς ἐν ἥπατι. | |
2.3.25 | πρὸς μέντοι τοὺς Στωϊκοὺς ἀναγκαῖόν ἐστι μακρὸν ἀνύεσθαι λόγον, ἀνθρώπους ἐν μὲν τοῖς ἀχρήστοις τῆς λογικῆς θεωρίας ἱκανῶς γεγυμνασμένους, ἐν δὲ τοῖς χρησίμοις ἀγυμναστοτάτους τε ἅμα καὶ μοχθηραῖς ὁδοῖς ἐπι‐ | |
5 | χειρημάτων ἐντεθραμμένους· ὥστε ἀναγκαῖον εἶναι μὴ μόνον διδάσκειν αὐτοὺς ὅσον χρηστὸν ἀλλὰ πολὺ πρότερον ἀπο‐ | |
στῆσαι τοῦ μοχθηροῦ. | ||
2.3.26 | τοῦτο δὲ χαλεπῶς μὲν ἂν ἴσως, ἀνύσειν δ’ ἠλπίσαμεν, εἴ τις αὐτῶν ὑπέμεινε τῇ περὶ ἀποδείξεως πραγματείᾳ ἀκολουθήσας ἐπὶ πλέον ἐν αὐτῇ δοῦναί τε καὶ | |
2.3.27 | λαβεῖν λόγον ἐν εὐμενέσιν ἐλέγχοις. ἐπεὶ δὲ οὐχ ὑπομέ‐ νουσι μὲν τοῦτο, περὶ δὲ τοῦ προτεθέντος ἀεὶ ζητοῦσι πρὶν ὅπως χρὴ ζητεῖν καταστήσασθαι, τίς ἂν ἡμῖν ἐλπὶς ἔτι λεί‐ ποιτο τοῦ μεταστῆσαι τοὺς ἀνθρώπους ἀφ’ ὧν ψευδῶς | |
5 | ὑπειλήφασιν; | |
2.4.1 | Ἀλλ’ ἐπεὶ μὴ μόνον ἐκείνους πρόκειται πείθειν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὅστις ἂν μήπω μοχθηροῖς ἔθεσι λόγων ἐντεθραμμένος ἀνίατον ἔχῃ τὴν ἐν τῇ ψυχῇ διαστρο‐ φήν, ἄρξομαι πάλιν ἄνωθεν εἰς τὸ προκείμενον σκέμμα | |
5 | δεικνύναι πῶς μὲν ἄν τις ἐπιστημονικὰ λαμβάνοι λήμματα τὴν ἀληθινὴν ἀπόδειξιν συνιστάνοντα, πῶς δὲ ἂν ταῦτα δια‐ κρίνοι τις ἀπὸ τῶν ἄλλων λημμάτων, ἔτι τε πρὸς τούτοις τῶν τὴν φαινομένην ἀπόδειξιν οὐκ οὖσαν δὲ συνιστάντων λημμάτων ἐπιδείξω τὴν φύσιν ἐπ’ αὐτοῦ τοῦ νῦν ἡμῖν προ‐ | |
10 | κειμένου σκέμματος. | |
2.4.2 | ἥτις δὲ τούτων αὐτῶν ἐστι πρὸς ἄλληλα διαφορά, καθόσον οἷός τ’ εἰμί, σαφέστατα περὶ πάντων | |
2.4.3 | ἐρῶ. ἐπεὶ τοίνυν πρόκειται σκέψασθαι περὶ τῆς καρδίας, εἰ τὸ τῆς ψυχῆς ἡγεμονικόν ἐστιν ἐν αὐτῇ, τοῦτ’ ἔστιν, εἰ κατάρχει. πᾶσι τοῖς τοῦ ζῴου μορίοις αἰσθήσεώς τε ἅμα καὶ τῆς καθ’ ὁρμὴν κινήσεως, ἰστέον ὡς ὅσα μὲν ἀπὸ τῶν ὑπαρχόντων | |
5 | αὐτῇ λαμβάνεται λήμματα, διττὴν ἕξει τὴν διαφοράν· ἔσται γὰρ αὐτῶν τὰ μὲν κατ’ αὐτὸ τὸ προκείμενόν τε καὶ ζητού‐ μενον ἐπιστημονικά, τὰ δ’ ἄλλα πάντα γένους ἑτέρου δευτέ‐ | |
2.4.4 | ρου παρακειμένου τοῖς ἐπιστημονικοῖς· ὅσα δὲ ἀπὸ τῶν ἀνθρωπίνων δοξῶν εἴτ’ οὖν ἰδιωτῶν εἴτε ποιητῶν εἴτε φιλο‐ σόφων εἴτε ἐξ ἐτυμολογίας τινὸς εἴτε ἐκ νευμάτων, εἴτε ἐξ ἐπινευμάτων ἢ ἀνανευμάτων, εἴτε ἐξ ὁτουδήτινος ἑτέρου τοιούτου λαμβάνεται λήμματα, τοῦ | |
5 | τρίτου γένους ἔσται ταῦτα, διττὴν μὲν ἀπόστασιν ἀφεστῶτα τῶν ἐπιστημονικῶν, οὐ πολλῷ δέ τινι διαφέροντα τῶν σο‐ φιστικῶν, ἅπερ ἐν ὁμωνυμίαις τέ τισι καὶ τοῖς τῆς λέξεως | |
σχήμασι μάλιστα συνίσταται. | ||
2.4.5 | ἀρκτέον οὖν ἀπὸ τῶν ὑπαρ‐ χόντων ἁπάντων τῇ καρδίᾳ καὶ λεκτέον ἐφεξῆς ταῦτα πάντα, πρῶτον μὲν ἐν κεφαλαίοις τε καὶ κατὰ γένος, εἶθ’ οὕτως καὶ | |
2.4.6 | κατὰ μέρος τε καὶ κατ’ εἶδος. ὑπάρχει δὴ τῇ καρδίᾳ θέσις καὶ πηλικότης καὶ πλοκὴ καὶ διάπλασις καὶ διάθεσις καὶ κίνησις. ἀπὸ πρώτης οὖν τῆς θέσεως ἀρκτέον ἐπιδεικνύν‐ | |
τας ὅσαι προτάσεις ἀπ’ αὐτῆς συνίστανται. | ||
2.4.7 | κεῖται δὲ ὡς πρὸς μὲν τὸν θώρακα μέση πως μᾶλλον· ἡ μὲν γὰρ βάσις αὐτῆς ἀκριβῶς ἐστι μέση τοῦ θώρακος ἅπαντος, ἡ κορυφὴ δὲ καὶ τὰ κάτω μέρη προήκει τοσοῦτον, ἡλίκον περ ἂν ᾖ τὸ | |
5 | μέγεθος τῆς καρδίας. | |
2.4.8 | ὡς δὲ πρὸς ὅλον τὸ ζῷον ἀνωτέρω τῶν μέσων αὐτοῦ μερῶν τέτακται τοσοῦτον ὅσον ἀπέχει τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων· ἐκεῖνα γὰρ ἀκριβέστατα τὰ μέσα. ἀλλὰ καὶ πρὸς τὴν φάρυγγα, δι’ ἧς ἀναπνέομεν, οὕτω πως | |
5 | ἔχει θέσεως, ὥστε διὰ μέσου τοῦ πνεύμονος αὐτῇ συνῆπται. | |
2.4.9 | κατὰ γὰρ τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας ἐκφύεταί τις ἀρτηρία φλεβώδης τὸ σῶμα, τὸ μὲν πρῶτον εἰς τοσαῦτα μόρια σχιζομένη, ὅσοιπερ ἂν ὦσιν οἱ τοῦ πνεύμονος λοβοί· μετὰ ταῦτα δὲ ἤδη καθ’ ἕκαστον αὐτῶν ἑκάστη διανέμεται [εἰς] πολλὰ | |
5 | γιγνομένη μόρια, μέχρι περ ἂν ἀναλωθῇ σύμπασα. | |
2.4.10 | τοῖς δὲ ἐσχάτοις αὐτῆς πέρασι παμπόλλοις οὖσιν οἷόν περ δένδρου βλάσταις εἰς ταὐτὸν ἥκει τὰ τῆς τραχείας ἀρτηρίας πέρατα τὸν αὐτὸν τρόπον εἰς ὅλον τὸ σπλάγχνον μερισθείσης ὅν‐ | |
2.4.11 | περ ἡ φλεβώδης ἀρτηρία. καὶ μὲν δὴ καὶ πρὸς αὐτὸν τὸν πνεύμονα θέσιν ἔχει τοιαύτην ὥστ’ ἔξωθεν ὑπ’ αὐτοῦ | |
πανταχόθεν ἠμφιέσθαι. | ||
2.4.12 | τὰ μὲν οὖν τῆς θέσεως ὧδε ἔχει τῇ καρδίᾳ καὶ δύναιτ’ ἄν τις ἀπ’ αὐτῆς ἐπιχειρήματα ποιεῖσθαι τῇ μὲν ὡς πρὸς τὸ σύμπαν σῶμα, διότι μέσον πως αὐτοῦ κεῖται δικαίας ἕνεκα νομῆς ὧν ἐπιπέμπει δυνάμεων | |
5 | αὐτῷ, τῇ δὲ ὡς πρὸς τὴν τραχεῖαν ἀρτηρίαν, ὅτι τὴν φωνὴν | |
διὰ ταύτης ἐκπέμπει. | ||
2.4.13 | καὶ μὲν δὴ καὶ τὴν χρείαν τε καὶ τὴν ἐνέργειαν τῆς ἀναπνοῆς συνάπτων αὐτῇ δύναιτ’ ἄν τινα | |
2.4.14 | κἀντεῦθεν ἐπιχειρήματα λαμβάνειν. κατὰ δὲ τὸν αὐτὸν τρό‐ πον, ὅτι μέση τοῦ θώρακος, ἴσως ἂν ἔχοι τι καὶ περὶ τούτου | |
λαβεῖν ὁ βουλόμενος ἐκ πάντων ἐπιχειρεῖν. | ||
2.4.15 | ἀλλ’ οὔπω τούτων οὐδὲν ἐπιστημονικὸν οὐδὲ ἀποδεῖξαι τὸ προκείμενον ἱκανόν, ἔστ’ ἂν μηδέπω περαίνηται δι’ αὐτῶν ὡς αἰσθήσεώς τε καὶ κινήσεως τῆς κατὰ προαίρεσιν ἀρχὴ τοῖς ζῴοις ἐστὶν | |
5 | ἡ καρδία. οὐ γὰρ ἐξ ἀνάγκης ἕπεται τῷ μέσην τῷ ζῴῳ | |
κεῖσθαι τὸ πάντων ἀρχὴν ὑπάρχειν αὐτήν. | ||
2.4.16 | καίτοι γε οὐδὲ αὐτὸ τοῦτο ἀληθές ἐστι, τὸ μέσην ἐν τοῖς ζῴοις εἶναι τὴν καρδίαν· εἰ γὰρ ἀκριβῶς τις ἐξετάσειε, τὰ κατὰ τὸν ὀμφαλόν ἐστι μέσα. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ ὅτι μέση τοῦ θώρα‐ | |
5 | κος ἡ καρδία, διὰ τοῦτ’ ἀρχὴ τοῦ ζῴου παντός. | |
2.4.17 | οὐδὲ γὰρ ὅτι καθάπερ ἐν ἀκροπόλει τῇ κεφαλῇ δίκην μεγάλου βασιλέως ὁ ἐγκέφαλος ἵδρυται, διὰ τοῦτ’ ἐξ ἀνάγκης ἡ τῆς ψυχῆς ἀρχὴ κατ’ αὐτόν ἐστιν, οὐδὲ ὅτι καθάπερ τινὰς δο‐ | |
5 | ρυφόρους ἔχει τὰς αἰσθήσεις περιῳκισμένας, οὐδ’ εἴ γε καὶ τοῦτο λέγοι τις, ὅπερ οὐρανὸς ἐν ὅλῳ τῷ κόσμῳ, τοῦτ’ ἐν ἀνθρώποις εἶναι τὴν κεφαλὴν καὶ διὰ τοῦθ’, ὥσπερ ἐκεῖνος οἶκός ἐστι τῶν θεῶν, οὕτω τὸν ἐγκέφαλον οἶκον εἶναι τοῦ | |
λογισμοῦ. | ||
2.4.18 | καὶ γὰρ τὰ τοιαῦτα πάντα καίπερ ὄντα πολὺ [μὲν] πιθανώτερα τῶν ἐπὶ τῆς καρδίας εἰρημένων, ὅμως οὐκ ἔστιν οὐδὲ αὐτὰ πιστὰ πρὸς ἐπιστήμην ἀκριβῆ καθάπερ οὐδὲ ὅτι | |
τῆς φωνῆς ἡ καρδία δημιουργός ἐστιν. | ||
2.4.19 | εἰ μὲν γὰρ ἀπόδειξίν τινα διδάσκειν ἡμᾶς ἔχουσιν, ἡδέως ἀκουσόμεθα· τὸ δὲ ἀπὸ τῆς θέσεως μόνης ὁρμᾶσθαι μοχθηρόν. οὕτω γάρ, οἶμαι, καὶ τὸν πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν ἀρχὴν τῆς φω‐ | |
5 | νῆς ἐροῦμεν, ὡς ἐγγυτέρω γε ταῦτ’ ἐστὶ τῆς καρδίας τοῖς φωνητικοῖς ὀργάνοις. αὐτὸ μὲν γὰρ τὸ πρῶτόν τε καὶ ἴδιον | |
ὄργανον τῆς φωνῆς ὁ λάρυγξ ἐστίν. | ||
2.4.20 | εἰ γοῦν κατωτέρω τέμοις αὐτοῦ τὴν τραχεῖαν ἀρτηρίαν, οὐκέτ’ ἀκούσῃ φωνοῦντος τοῦ ζῴου, καίτοι γ’ ἀναπνέον ἀκωλύτως ὄψει καὶ νῦν αὐτό. καὶ εἴπερ ἄνθρωπος εἴη τὸ οὕτω τρωθέν, ἐξέσται σοι κελεύειν | |
2.4.21 | αὐτῷ φθέγξασθαί τι. προθυμηθήσεται μὲν γάρ, οὐδὲν δὲ ἀκούσῃ πλέον ἐκπνοῆς ῥοιζώδους, ἣν ἡμεῖς ὀνομάζομεν ἐκ‐ φύσησιν· ἄνευ δὲ τοῦ προθυμεῖσθαι φθέγξασθαι φέρεται μὲν ἔξω τὸ πνεῦμα κατὰ τὰς ἐκπνοάς, οὐ μὴν σὺν ψόφῳ γέ τινι | |
5 | καὶ ἀθρόως. | |
2.4.22 | ὄψει δὲ καὶ τοὺς κατὰ τὸν θώρακα μῦς ἅμα τοῖς κατ’ ἐπιγάστριον, ὅταν προθυμῆται φθέγγεσθαι τὸ ζῷον, | |
2.4.23 | ἐντεινομένους σφοδρῶς. τούτους μέν γε καὶ πρὸ τοῦ τρω‐ θῆναι [τὴν τραχεῖαν ἀρτηρίαν] τὴν φάρυγγα σαφῶς ἐστιν ἰδεῖν τεινομένους, ἐπειδὰν βιαιότερον φωνῶμεν, ἀλλ’ ἐπί γε τετρωμένῃ τῇ φάρυγγι | |
2.4.24 | πονοῦσιν μάτην ὅσα γε πρὸς γένεσιν φωνῆς. ἐκφύσησιν γὰρ μόνην ἐργάζονται διαφέρουσαν ἁπλῆς ἐκπνοῆς, ὅτι μετὰ | |
ψόφου τε ἅμα καὶ τάχους ἐκκενοῦται τὸ πνεῦμα. | ||
2.4.25 | διττὸν οὖν ἁμαρτάνεται κἀνταῦθα ἁμάρτημα τοῖς τὴν φωνὴν ἐκ τῆς καρδίας ἐκπέμπεσθαι νομίζουσιν, ὅτι πρῶτον μὲν ἀπὸ τῆς θέσεως ἐπιχειροῦσιν, ἔπειτα δὲ οὐδὲ ἀπὸ ταύτης ὡς χρή. | |
2.4.26 | τείνονται μὲν γὰρ οἵ τε κατὰ τὸν θώρακα μύες ἅπαντες οἵ τε κατ’ ἐπιγάστριον, ἐπειδὰν θελήσῃ φωνῆσαι τὸ ζῷον, εἰς τάσιν δή τινα καὶ κίνησιν ἀγόμενοι, τῆς καρδίας οὐδεμίαν | |
ἐν τούτῳ νεωτέραν ἐπικτωμένης ἐνέργειαν· | ||
5 | οὐ μὴν ἤδη γέ πω τὸ κάτωθεν ἀναφερόμενον πνεῦμα πρὶν ὑπὸ τοῦ λάρυγ‐ γος ῥυθμισθῆναι φωνῆς ἔχει ἰδέαν, ἀλλ’ ὡς εἴρηται πρό‐ σθεν, ἐκφυσήσεως μόνης, ὡς ἀπεδείξαμεν ἐν τῇ περὶ φωνῆς | |
πραγματείᾳ. | ||
2.4.27 | πληττομένη γὰρ ὑπὸ τῶν κατὰ τὸν λάρυγγα χόνδρων οἷον ὑπὸ πλήκτρων τινῶν ἡ ἐκφύσησις αὕτη φωνὴ | |
2.4.28 | γίνεται. σύγκειται δὲ ὁ λάρυγξ ἐκ τριῶν χόνδρων ὑπὸ | |
μυῶν πολλῶν κινουμένων. ὅστις δὲ ὁ τρόπος ἐστὶ τῆς τῶν χόνδρων συστάσεως ἢ τῆς τῶν μυῶν κινήσεως, ἐμοὶ | ||
5 | μὲν ἐν ταῖς περὶ τούτων πραγματείαις οἰκείαις ἀκριβῶς εἴρηται· τοῖς δὲ ἀπὸ τῆς θέσεως μόνης ἐπιχειροῦσιν οὐδὲν | |
τῶν τοιούτων γιγνώσκεται. | ||
2.4.29 | κἄπειτα θαυμάζουσιν ἐξαίφνης ἀκούσαντες ἐξ ἐγκεφάλου γίγνεσθαι τὴν φωνήν· ἔτι δὲ μᾶλλον, ἐπειδὰν ἀκούσωσιν ὡς αἱ κατὰ προαίρεσιν ἅπασαι κινήσεις ὑπὸ μυῶν ἐπιτελοῦνται, θαυμάζουσί τε καὶ παραδοξολόγους | |
5 | ἡμᾶς ἀποκαλοῦσι, καίτοι γε ἡμεῖς ἅπερ ἐπαγγελλόμεθα λόγῳ ταῦτα ἐν ταῖς τῶν ζῴων ἀνατομαῖς ἐπιδείκνυμεν, οἱ δ’ οὐδὲν ἄλλο ἔχουσι λέγειν ἢ διότι πλησίον ἐστὶν ἡ καρδία | |
τῆς φάρυγγος, διὰ τοῦτ’ ἐξ ἐκείνης ἄρχεσθαι τὴν φωνήν. | ||
2.4.30 | αἱροῦνται γάρ, οἶμαι, τὴν σύντομόν τε καὶ λείαν ὁδὸν ἐν τοῖς λόγοις ἀντὶ τῆς τραχείας τε καὶ μακρᾶς, κἂν αὕτη μὲν ἀπάγῃ πρὸς τὸ ζητούμενον, ἡ δὲ λεία τε καὶ ταχεῖα σφάλλῃ τἀληθοῦς. οὐδ’ ἔστιν ὅστις ἐμοί ποθ’ ὑπέμεινε δεικνύντι | |
5 | τοὺς μῦς ἅπαντας ὑφ’ ὧν ἡ ἀναπνοή τε γίγνεται καὶ φωνή. | |
2.4.31 | καίτοι γ’ οὐκ ἐν τούτοις μόνοις ἐστὶ τὸ κῦρος τῆς ἀποδείξεως, ἀλλ’ ἡ τρίτη μοῖρα τοῦ λόγου παντός. οἱ μὲν γὰρ μύες ὄργανά τινα κινοῦσιν ὑφ’ ὧν ἀναπνοή τε καὶ φωνὴ γίγνεται, δέονται δ’ αὐτοὶ πάλιν ὅπως κινηθῶσι τῶν ἀπ’ ἐγκεφάλου | |
5 | νεύρων, ὧν εἴ τι βρόχοις διαλάβοις εἴτε τέμοις, ἀκίνητον μὲν αὐτίκα μάλα ποιήσεις τὸν μῦν ἐκεῖνον, εἰς ὃν τὸ νεῦρον ἐνέβαλεν, ἀκίνητον δὲ καὶ τοῦ ζῴου τὸ μέλος, ὃ πρότερον | |
ὑπὸ τοῦ μυὸς ἐκινεῖτο, πρὶν τμηθῆναι τὸ νεῦρον. | ||
2.4.32 | ὅστις οὖν ὄντως ἀληθείας ἐρᾷ, πρὸς ἡμᾶς ἡκέτω μαθησόμενος ἐναργῶς ἐπ’ αὐτῶν τῶν ζῴων, εἰ μόνον ἔχοι τὰς αἰσθήσεις ἀπηρώτους, ὑφ’ ἑτέρων μὲν ὀργάνων τε καὶ μυῶν καὶ νεύ‐ | |
5 | ρων εἰσπνοὴν ἀβίαστον γιγνομένην, ὑφ’ ἑτέρων δὲ τὴν μετὰ | |
βίας· | ||
2.4.33 | ὀνομάζω δὲ ἀβίαστον μὲν τὴν τοῖς ὑγιαίνουσι καὶ μηδεμίαν ἰσχυρὰν κίνησιν κινουμένοις ὑπάρχουσαν, βιαίαν δὲ τὴν ἔν τε πάθεσί τισι καὶ τοῖς σφοδροῖς γυμνασίοις ἐπι‐ τελουμένην, ἐφ’ ἧς εὐθέως ὄψει συνεξαιρόμενα καὶ τὰ κατὰ | |
5 | τὰς ὠμοπλάτας ἅπαντα μόρια· καὶ δὴ κατὰ τὰς ἀνάλογον αὐταῖς ἐκπνοὰς ὑφ’ ἑτέρων μὲν ὀργάνων τε καὶ μυῶν καὶ νεύρων τὴν ἀβίαστόν τε καὶ μικράν, ὑφ’ ἑτέρων δὲ τὴν | |
βίαιόν τε καὶ μεγάλην, ἣν ὀνομάζειν ἔθος ἡμῖν ἐκφύσησιν. | ||
2.4.34 | ἐπὶ δὲ τούτοις ἅπασιν ἑξῆς ὑποδείξομέν σοι τὸ τῆς φωνῆς ἴδιον ὄργανον, τὸν λάρυγγα, καὶ τοὺς κινοῦντας αὐτὸν μῦς καὶ τὰ τῶν μυῶν ἐκείνων νεῦρα τὰ ἐξ ἐγκεφάλου καθήκοντα καὶ μετὰ ταῦτα τὴν γλῶτταν, ἕτερον ὄργανον οὐ φωνῆς, | |
5 | ἀλλὰ διαλέκτου τε καὶ διαλέξεως, ὁποτέρως ἂν ὀνομάζειν ἐθελήσῃς, καὶ τοὺς μῦς ἐπιδείξομέν σοι καὶ τὰ νεῦρα τὰ ἐξ | |
ἐγκεφάλου. | ||
2.4.35 | καὶ δὴ καὶ ζῷα πλείω παρασκευάσαντες ἄλλην κατ’ ἄλλο τῶν εἰρημένων ἐνεργειῶν ἐπιδείξομεν ἀπολλυμένην | |
ἐφ’ ἑκάστου τῶν ἀπ’ ἐγκεφάλου νεύρων τεμνομένου. | ||
2.4.36 | τάχ’ ἴσως ἐπιθυμεῖ τις ἀκοῦσαι τῶν εἰρημένων ἐνεργειῶν ἑκάστης τὸ ἴδιον ὄργανον καὶ τοὺς κινοῦντας μῦς οἵτινές τέ εἰσι καὶ πόσοι τὸν ἀριθμὸν ἥντινά τε θέσιν ἔχουσι καὶ πηλίκοι τὸ | |
5 | μέγεθος ὑπάρχουσι καὶ τίνα δέχονται νεῦρα καὶ πόσα καὶ πηλίκα καὶ κατὰ τί μάλιστα μέρος ἐξ ἐγκεφάλου βλαστάνοντα τίς τε τοῖς ὑπ’ αὐτῶν κινουμένοις ὀργάνοις τρόπος ἐστὶ τῆς | |
κινήσεως. | ||
2.4.37 | ἐγὼ δὲ καὶ πρόσθεν εἶπον ὡς πολλάκις ὑπὲρ τῶν αὐτῶν γράφειν οὐκ ἐπαινῶ, ἀλλ’ εἴπερ ὄντως ἐστί τις φιλομαθής, ἑτέρας ὑπὲρ τούτων ἁπάντων ἔχει πραγματείας ἡμῖν γεγραμμένας, πρῶτον μὲν τὴν περὶ θώρακός τε καὶ | |
5 | πνεύμονος κινήσεως, ἔνθα δείκνυμεν ὑπὸ τοῦ θώρακος κινούμενον τὸν πνεύμονα καὶ κατὰ μὲν τὰς διαστολὰς δια‐ στελλόμενον ἕλκειν τὸν ἔξωθεν ἀέρα καὶ τοῦτ’ εἶναι τὴν εἰσπνοήν, κατὰ δὲ τὰς συστολὰς συστελλόμενον ἐκθλίβειν τὸν ἐν αὑτῷ περιεχόμενον εἴς τε τὴν φάρυγγα καὶ τὸ στόμα | |
10 | καὶ διὰ τούτων ἐκπέμπειν ἔξω καὶ τοῦτ’ εἶναι τὴν ἐκπνοήν. | |
2.4.38 | ἑτέραν δ’ ἔχει πραγματείαν ἐφεξῆς τῇδε περὶ τῶν τῆς ἀνα‐ πνοῆς αἰτίων, ἔνθα καὶ τοὺς μῦς ἅπαντας ἐδήλωσα καὶ τὰ πρὸς αὐτῶν ὄργανα κινούμενα καὶ τὰ νεῦρα τὰ τοῖς μυσὶ | |
τὴν ἐξ ἐγκεφάλου παρέχοντα δύναμιν τὴν ψυχικήν. | ||
2.4.39 | εἶτ’ αὖθις ἄλλην ἑξῆς ταῖσδε περὶ τῆς φωνῆς ἔχει πραγματείαν ὑπέρ τε τῶν 〈τῆς φωνῆς ὀργάνων γεγραμμένην καὶ τῶν〉 ταῦτα κινούντων μυῶν ἔτι τε τῶν εἰς τούτους | |
5 | καθηκόντων ἐξ ἐγκεφάλου νεύρων. | |
2.4.40 | εἰς δέ γε τὰ παρόντα καὶ τοῦτ’ ἀρκεῖ μοι μόνον εἰπεῖν, ὡς εἴπερ ἡ φωνὴ τυπου‐ μένου πως τοῦ κατὰ τὸν πνεύμονα πνεύματος ὑπὸ τοῦ κατὰ τὴν καρδίαν ἐγίγνετο κἄπειθ’ ἑαυτῷ τὸ κατὰ τὴν φάρυγγα | |
5 | συντυποῦντος, οὐκ ἂν ἀπώλλυτο παραχρῆμα τμηθέντων νεύ‐ ρων τινῶν ἤτοι κατὰ τὸν τράχηλον ἢ τὴν κεφαλήν, ἔτι δὲ μᾶλλον οὐκ ἂν ἀπώλετο θλιψάντων τὸν ἐγκέφαλον ἢ τρω‐ | |
σάντων ἄχρι κοιλίας ἢ διατεμόντων τὸν νωτιαῖον μυελόν. | ||
2.4.41 | τὸ μὲν γὰρ τῆς τραχείας ἀρτηρίας, ἥνπερ δὴ καὶ φάρυγγα προσαγορεύομεν, ἢ τοῦ πνεύμονος ἢ τῆς καρδίας αὐτῆς βλα‐ βείσης ἀπόλλυσθαι τὴν φωνὴν οὐδὲν ἂν 〈ἦν〉 οἶμαι θαυμαστόν, εἴπερ ἐκ τῆς καρδίας ὡρμᾶτο· τὸ δὲ τοῦ ἐγκεφάλου θλιφθέν‐ | |
5 | τος ἤ τινος τῶν ἐξ αὐτοῦ νεύρων τῶν εἰς τοὺς τοῦ λάρυγγος μῦς φερομένων ἄτοπόν τε καὶ δεινῶς ἄλογον, εἴπερ γε μηδε‐ | |
νὸς αὐτῶν ἡ τῆς φωνῆς γένεσις προσδεῖται. | ||
2.4.42 | καὶ μὴν ἔμπαλιν ἔχει τὸ φαινόμενον οὗ δοξάζουσιν ἐκεῖνοι. καρδίας μὲν γὰρ γυμνωθείσης, ὡς κἀν τῷ πρὸ τούτου μοι λέλεκται γράμματι, καὶ κρατῶν καὶ θλίβων καὶ θλῶν οὔτε ἄπνουν οὔτε ἄφωνον | |
5 | οὔτε ἄλλην τινὰ τῶν καθ’ ὁρμὴν ἐνεργειῶν ἐμποδιζόμενον ὄψει τὸ ζῷον· ἐγκέφαλον δὲ γυμνώσας τῶν ὀστῶν 〈καὶ τρώσασ〉 ἢ θλίψας ἡντινοῦν αὐτοῦ κοιλίαν οὐκ ἄφωνον μόνον οὐδ’ ἄπνουν εὐθύς, ἀλλὰ καὶ παντάπασιν ἀναίσθητόν τε καὶ ἀκίνητον | |
ἁπασῶν τῶν καθ’ ὁρμὴν κινήσεων ἐργάσῃ τὸ ζῷον. | ||
2.4.43 | εἴρηται δέ μοι καὶ πρόσθεν ὡς οὐ χρὴ συντιτράναι τοῦ θώρακος | |
2.4.44 | οὐδετέραν κοιλότητα γυμνοῦντας τὴν καρδίαν. εἰ γὰρ δὴ τούτου τύχοι τις, οὐ μόνον ἢ θλίβειν ἢ θλᾶν ἤ τι τοιοῦ‐ τον ἕτερον ἐργάζεσθαι βουληθεὶς δυνήσεται κατορθοῦν, ἀλλὰ καὶ βουληθεὶς ἀθρόως ὅλην ἐξελεῖν οὐκ ἀτυχήσει τῆς χει‐ | |
5 | ρουργίας. | |
2.4.45 | γίγνεται μὲν οὖν τοῦτο καὶ κατὰ πολλὰς θυσίας ἐξ ἔθους οὕτως ἐπιτελουμένας καὶ φαίνεται τὰ ζῷα τῆς καρ‐ δίας ἤδη κατὰ τῶν βωμῶν ἐπικειμένης οὐκ ἀναπνέοντα μόνον ἢ κεκραγότα συντόνως, ἀλλὰ καὶ φεύγοντα, μέχριπερ ἂν | |
5 | ὑπὸ τῆς αἱμορραγίας ἀποθάνῃ. | |
2.4.46 | τάχιστα δὲ δήπουθεν αὐτῶν ἐκκενοῦται τὸ αἷμα τεττάρων μεγίστων ἀγγείων διασπωμένων, ἀλλ’ ἄχριπερ ἂν ἔτι ζῇ, καὶ ἀναπνεῖ καὶ φωνεῖ καὶ τρέχει. | |
2.4.47 | τοὺς δέ γε κατὰ τὸν πρῶτον σπόνδυλον ὁσημέραι διατεμνο‐ μένους ταύρους τὴν ἔκφυσιν τοῦ νωτιαίου μυελοῦ παραχρῆμα θεώμεθα μὴ ὅτι δραμεῖν ἔτι δυναμένους, ἀλλὰ μηδ’ ἐπ’ ἐλάχιστον προβῆναι, συναπόλλυται δ’ αὐτοῖς ἅμα τῇ τομῇ | |
5 | καὶ ἡ ἀναπνοὴ καὶ ἡ φωνή· καὶ γὰρ καὶ ταύταις ἄνωθέν | |
ἐστιν ἡ ἀρχή. | ||
2.4.48 | τὴν μέντοι καρδίαν ἐπὶ τῶν οὕτω πληγέντων ταύρων ἔστιν ἰδεῖν ἄχρι πλείστου σφύζουσαν ἅμα ταῖς ἀρτη‐ ρίαις ἁπάσαις· οὐ γὰρ δὴ καὶ ταύταις γε παρ’ ἐγκεφάλου | |
τὸ σφύζειν ἐστὶν ὥσπερ οὐδὲ αὐτῇ τῇ καρδίᾳ. | ||
2.4.49 | ὡς γὰρ αἱ κινήσεις ἑτέρου γένους εἰσίν, οὕτω καὶ τῶν ἀρχῶν οὐδετέρα προσδεῖται τῆς ἑτέρας, ἀλλ’ ἔστιν οὕτως ἥ τε καρδία πηγὴ τῆς κατὰ τοὺς σφυγμοὺς κινήσεως ὅ τ’ ἐγκέφαλος τῆς κατὰ | |
5 | προαίρεσιν οὐδ’ ἔστιν οὐδεὶς λόγος ὃς ἀναγκάσει μίαν ἀρχὴν ἁπασῶν εἶναι τῶν κατὰ τὸ ζῷον ἐνεργειῶν· οὔτε γὰρ ὡς οὐκ ἐνδεχομένων εἶναι πολλῶν οὔθ’ ὡς μὴ οὐχ οὕτως φαινο‐ | |
μένων ἐπιδείξει. | ||
2.4.50 | ἀλλὰ περὶ μὲν τούτου κἀν τοῖς ἑξῆς ἐπὶ πλέον αὐτοῖς διαλέξομαι. νυνὶ δ’ ἐφ’ ὅπερ ἔλεγον αὖθις ἐπάνειμι, πρὸς τὸ μήτε τῆς ἀναπνευστικῆς κινήσεως μήτε | |
2.4.51 | τῆς φωνητικῆς δημιουργικὴν ἀρχὴν εἶναι τὴν καρδίαν. δι’ ἐκείνην μὲν γὰρ τὸ πλεῖστον, οὐ μὴν ὑπ’ ἐκείνης γε τὴν ἀναπνοὴν γίγνεσθαι συμβέβηκεν, οὐ ταὐτὸν δ’ ἐστὶν ὑπό του γίγνεσθαι καὶ διά τι. γέγραπται δὲ ἡμῖν ἓν βιβλίον ἰδίᾳ καθ’ | |
5 | ἑαυτὸ περὶ χρείας ἀναπνοῆς. | |
2.5.1 | Οἱ δ’ ἡγούμενοι φωνὴν ἢ ἀναπνοὴν ὑπὸ τῆς καρδίας ἐπιτελεῖσθαι πρὸς τῆς κατὰ τὴν θέσιν ἐγγύτητος ἠπατήθησαν οὐκ εἰδότες ὡς οὐ πάντως εἴ τι πλησίον ἐστὶ μόριον ἐνερ‐ γείας ἡστινοσοῦν, ἐξ ἀνάγκης τοῦτο καὶ ἀρχὴ τῆς ἐνεργείας | |
5 | ἐστίν. | |
2.5.2 | οὐδὲ γὰρ ὅσοι τὸν ἐγκέφαλον ὑπολαμβάνουσιν ἀρχὴν εἶναι τῆς κατ’ ὀφθαλμοὺς καὶ ὦτα καὶ ῥῖνας αἰσθήσεως ὅτι πλησίον αὐτῶν ἐστιν, ὀρθῶς ἐπιχειροῦσιν, ἀλλὰ καὶ τούτους ἡ θέσις ἔσφαλλε, μᾶλλον δὲ οὐχ ἡ θέσις ἀλλ’ ἡ | |
2.5.3 | περὶ τῆς θέσεως δόξα. πάντως γὰρ δήπου τοιούτῳ τινὶ προσχρήσονται κατὰ τὰς ἀποδείξεις ἀξιώματι· πᾶσι τοῖς ἐνερ‐ | |
γοῦσιν ἐκ τῶν πλησίον ἐστὶν ἡ ἀρχή. | ||
2.5.4 | τούτου γὰρ ὑποτεθέν‐ τος ὡς ἀληθοῦς, εἶτ’ ἐκ τοῦ φαίνεσθαι προσληφθέντος ὡς ἐγκεφάλου ψαύει τὰ ὦτα, περαίνοιτ’ ἂν ἤδη τὸ καὶ τὴν | |
2.5.5 | ἀρχὴν αὐτοῖς τῆς ἐνεργείας ἐντεῦθεν ὑπάρχειν. ἀλλ’ οὔτε πρὸς αἴσθησιν οὔτε πρὸς νόησιν ἐναργές ἐστιν ὡς πρῶτόν τε καὶ ἐξ ἑαυτοῦ πιστὸν εἶναι τὸ νῦν εἰρημένον ἀξίωμα, | |
τὸ πᾶσι τοῖς ἐνεργοῦσιν ἐκ τῶν πλησίον εἶναι τὴν ἀρχήν. | ||
2.5.6 | οὔκουν οὔθ’ ὅτι πλησίον ἐγκεφάλου τὰ ὦτα καὶ οἱ ὀφθαλμοὶ καὶ αἱ ῥῖνες, ἐντεῦθεν αὐτοῖς ἡ τῆς αἰσθητικῆς δυνάμεώς ἐστιν ἀρχὴ οὔθ’ ὅτι πλησίον ἐστὶ καρδίας τὰ φωνητικά τε καὶ ἀναπνευστικὰ μόρια, διὰ τοῦτ’ ἐκ καρδίας αὐτοῖς ἡ ἀρχή. | |
2.5.7 | καὶ μὴν ὁ θαυμαζόμενος ὑπὸ τῶν Στωϊκῶν λόγος ὁ Ζήνω‐ νος, ὃν καὶ πρῶτον ἁπάντων ἔγραψεν ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ Διογένης ὁ Βαβυλώνιος, οὐκ ἐξ ἄλλου τινὸς ἔχει τὸ θαυμάζεσθαι πλὴν οὗ νῦν εἶπον ἀξιώματος | |
5 | ἤδη. | |
2.5.8 | εἴσῃ δ’ ἐναργέστερον εἰ παραγράψαιμεν αὐτόν· ἔχει γὰρ ὧδε· ‘Φωνὴ διὰ φάρυγγος χωρεῖ. εἰ δὲ ἦν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει. ὅθεν δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν χωρεῖ. λόγος δὲ ἀπὸ διανοίας | |
5 | χωρεῖ, ὥστ’ οὐκ ἐν τῷ ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια.‘ | |
2.5.9 | τὸν αὐτὸν δὴ τοῦτον λόγον Διογένης οὐ κατὰ τὴν αὐτὴν ἐρωτᾷ λέξιν, ἀλλ’ ὧδε· “Ὅθεν ἐκπέμπεται ἡ φωνή, καὶ ἡ ἔναρθρος, οὐκοῦν καὶ ἡ σημαίνουσα ἔναρθρος φωνὴ ἐκεῖθεν, τοῦτο | |
5 | δὲ λόγος. καὶ λόγος ἄρα ἐκεῖθεν ἐκπέμπεται ὅθεν καὶ | |
2.5.10 | ἡ φωνή. ἡ δὲ φωνὴ οὐκ ἐκ τῶν κατὰ τὴν κεφαλὴν τόπων ἐκπέμπεται ἀλλὰ φανερῶς ἐκ τῶν κάτωθεν μᾶλλον. ἐκφα‐ νὴς γοῦν ἐστι διὰ τῆς ἀρτηρίας διεξιοῦσα. καὶ ὁ λόγος | |
ἄρα οὐκ ἐκ τῆς κεφαλῆς ἐκπέμπεται, ἀλλὰ κάτωθεν μᾶλλον. | ||
2.5.11 | ἀλλὰ μήν γε κἀκεῖνο ἀληθές, τὸ τὸν λόγον ἐκ τῆς διανοίας ἐκπέμπεσθαι. ἔνιοι γοῦν καὶ ὁριζόμενοι αὐτόν φασιν εἶναι | |
2.5.12 | φωνὴν σημαίνουσαν ἀπὸ διανοίας ἐκπεμπομένην. καὶ ἄλλως δὲ πιθανὸν ὑπὸ τῶν ἐννοιῶν ἐνσεσημασμένον τῶν ἐν τῇ διανοίᾳ καὶ οἷον ἐκτετυπωμένον ἐκπέμπεσθαι τὸν λόγον καὶ παρεκτείνεσθαι τῷ χρόνῳ κατά τε τὸ διανενοῆσθαι καὶ τὴν | |
2.5.13 | κατὰ τὸ λέγειν ἐνέργειαν. καὶ ἡ διάνοια ἄρα οὐκ ἔστιν ἐν τῇ κεφαλῇ, ἀλλ’ ἐν τοῖς κατωτέρω τόποις, μάλιστά πως | |
περὶ τὴν καρδίαν.” | ||
2.5.14 | τοιοῦτος μέν σοι καὶ ὁ τοῦ Διογένους λόγος, ἔμπαλιν ἢ κατὰ τὸν τοῦ Ζήνωνος εἰς μῆκος ῥήσεων ἐκτεταμένος, ὥστε ἐκείνῳ μὲν ἐλλείπειν τινὰ τῶν ἀναγκαίων | |
ἀξιωμάτων, πλεονάζειν δὲ τούτῳ. | ||
2.5.15 | βούλομαι δὲ πρὶν ἐλέγχειν αὐτοὺς ἔτι καὶ τὸν τοῦ Χρυσίππου παραθέσθαι τόνδε τὸν τρόπον ἔχοντα· “Εὔλογον δὲ εἰς ὃ γίγνονται αἱ ἐν τούτῳ σημασίαι καὶ ἐξ οὗ λόγος, ἐκεῖνο εἶναι τὸ κυ‐ | |
2.5.16 | ριεῦον τῆς ψυχῆς μέρος. οὐ γὰρ ἄλλη μὲν ἡ πηγὴ λόγου ἐστὶν ἄλλη δὲ διανοίας, οὐδὲ ἄλλη μὲν φωνῆς πηγὴ ἄλλη δὲ λόγου, οὐδὲ τὸ ὅλον ἁπλῶς ἄλλη φωνῆς πηγή ἐστιν | |
ἄλλο δὲ τὸ κυριεῦον τῆς ψυχῆς μέρος.” | ||
2.5.17 | (τοιούτοις δὲ καὶ τὴν διάνοιαν συμφώνως ἀφοριζόμενοι λέγουσιν αὐτὴν | |
2.5.18 | πηγὴν εἶναι λόγου.) “τὸ γὰρ ὅλον ὅθεν ὁ λόγος ἐκπέμπεται ἐκεῖσε δεῖ καὶ τὸν διαλογισμὸν γίγνεσθαι καὶ τὰς διανοήσεις καὶ | |
2.5.19 | τὰς μελέτας τῶν ῥήσεων, καθάπερ ἔφην. ταῦτα δὲ ἐκφανῶς περὶ τὴν καρδίαν γίγνεται, ἐκ τῆς καρδίας διὰ φάρυγγος καὶ | |
2.5.20 | τῆς φωνῆς καὶ τοῦ λόγου ἐκπεμπομένων. πιθανὸν δὲ καὶ ἄλλως, εἰς ὃ ἐνσημαίνεται τὰ λεγόμενα, καὶ σημαίνεσθαι ἐκεῖθεν καὶ τὰς φωνὰς ἀπ’ ἐκείνου γίγνεσθαι κατὰ τὸν | |
προειρημένον τρόπον.” | ||
2.5.21 | ἅλις ἤδη μοι τῶν περὶ τῆς φωνῆς λόγων τῶν Στωϊκῶν· εἰ γὰρ καὶ τοὺς ὑπὸ τῶν ἄλλων ἠρω‐ τημένους ἐφεξῆς γράφοιμι σύμπαντας, εἰς ἄμετρόν τι μῆκος | |
2.5.22 | ἐκπεσεῖται τὸ γράμμα. οὐ γὰρ ἂν οὐδὲ τῶν ὑπὸ Χρυσίππου τε καὶ Διογένους εἰρημένων ἐμνημόνευσα λόγων, ἀλλ’ ἠρκέ‐ σθην ἐξετάσας τὸν τοῦ Ζήνωνος μόνον, εἰ μὴ πρός τινα τῶν Στωϊκῶν ἐγεγόνει μοί ποτε ἀμφισβήτησις ὑπὲρ τοῦ | |
5 | χωρεῖ ῥήματος, ὃ παρέλαβεν ὁ Ζήνων ἐν τῷ λόγῳ γράψας | |
2.5.23 | ὡδί· ‘φωνὴ διὰ φάρυγγος χωρεῖ.‘ τὸ γὰρ χωρεῖ τοῦτο ῥῆμα | |
ἐγὼ μὲν ἠξίουν ἀκούειν ἐν ἴσῳ τῷ ἐξέρχεται ἢ ἐκπέμπεται. ὁ δὲ τούτων μὲν μηδέτερον ἔφη σημαίνεσθαι πρὸς αὐτοῦ | ||
2.5.24 | καὶ τρίτον ἄλλο παρὰ ταῦτα λέγειν οὐκ εἶχεν. ἠναγκάσθην οὖν αὐτῷ τὰ τῶν ἄλλων Στωϊκῶν παραναγινώσκειν βιβλία μεταλαμβανόντων τὴν λέξιν ἢ εἰς τὸ ἐξέρχεται ἢ εἰς τὸ ἐκ‐ πέμπεται, καθάπερ καὶ νῦν ἀπέδειξα Χρύσιππόν τε καὶ | |
5 | Διογένην, μεθ’ οὓς οὐκ ἀναγκαῖον ἡγοῦμαι τὰς τῶν ἄλλων παραγράφειν ῥήσεις, ἀλλ’ ἐπὶ τὴν ἐξέτασιν αὐτῶν ἤδη τρέψομαι τὴν ἀρχὴν ἀπὸ τοῦ Ζήνωνος ποιησάμενος, ὅσπερ δὴ καὶ πατήρ ἐστι τοῦ τε περὶ τῆς φωνῆς λόγου | |
τοῦδε καὶ ἁπάσης τῆς τῶν Στωϊκῶν αἱρέσεως. | ||
2.5.25 | τὸ μὲν οὖν πρῶτον λῆμμα τῆς χωρεῖ φωνῆς μεταληφθείσης ἐπὶ τὸ σαφέστερον ἔσται τοιόνδε· ‘φωνὴ διὰ φάρυγγος ἐκπέμπεται,‘ τὸ δὲ ἐφεξῆς τούτῳ, τὸ δεύτερον, τοιοῦτον· ‘εἰ δὲ ἦν ἀπ’ | |
5 | ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο.‘ | |
2.5.26 | τοῦτό φημι τὸ λῆμμα μὴ ὅτι τοῦ πρώτου γένους ἐκπεπτωκέ‐ ναι τῶν εἰς τὰς ἀποδείξεις ἐπιτηδείων, ἀλλὰ καὶ τοῦ δευτέρου τε καὶ τρίτου, περιέχεσθαι δὲ ἐν τῷ τετάρτῳ γένει τῶν σοφιστικῶν λημμάτων, εἴ γε δὴ σχῆμά τι λέξεως ὑποδύεται | |
5 | πεπανουργημένον τε καὶ σεσοφισμένον πρὸς ἀμφιβολίαν, ἐκ | |
ταύτης τὸν ἔλεγχον ἐλπίζον ἀποδράσεσθαι. | ||
2.5.27 | τὸ γὰρ ‘εἰ δ’ ἦν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει‘ μοχθηρῶς ἔχει τὴν ἀπὸ πρόθεσιν ἐγκειμένην τῇ | |
2.5.28 | ῥήσει. δύο γάρ εἰσιν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις σαφεῖς προθέσεις, ἥ τε ὑπὸ καὶ ἡ ἔξ, ὧν οὐδεμίαν παρέλαβεν καίτοι δυνάμενος εἰπεῖν ‘εἰ δ’ ἦν ἐκ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει‘· ἢ εἰ μὴ ἐκ τοῦ ἐγκεφάλου, ὑπὸ τοῦ | |
5 | ἐγκεφάλου γε πάντως ἐχρῆν εἰπεῖν αὐτόν. | |
2.5.29 | ἡ γὰρ διὰ τῆς φάρυγγος ἐκπεμπομένη φωνὴ ἔκ τινός τε καὶ ὑπό τινος ἐκπέμπεται· ἔκ τινος μὲν ὡς ἀγγείου περιέχοντος, ὑπό τινος δ’ ὡς δυνάμεως κινούσης τὸ περιέχον· ὥσπερ ἀμέλει καὶ τὸ | |
5 | οὖρον ἐξέρχεται μὲν διὰ τοῦ αἰδοίου, ἐκπέμπεται δ’ ἐξ ἀγγείου μὲν τῆς ὑπερκειμένης κύστεως, ὑπὸ δυνάμεως δὲ τῆς τὴν κύστιν συστελλούσης εἰς ἑαυτὴν ἵν’ ἐκθλίψῃ τὸ | |
2.5.30 | οὖρον. ἡ δ’ ἀπὸ πρόθεσις ἄδηλός ἐστιν εἴτ’ ἀντὶ τῆς ἐξ | |
εἴτ’ ἀντὶ τῆς ὑπὸ παρείληπται. εἰ μὲν οὖν ἀντὶ τῆς ἐξ, ἀληθής ἐστιν ὁ λόγος, ἔσται γὰρ τοιοῦτος· ‘εἰ δὲ ἦν ἐκ τοῦ | ||
5 | ἐγκεφάλου ἐκπεμπομένη ἡ φωνή, οὐκ ἂν διὰ τῆς φάρυγγος ἐξεπέμπετο‘· εἰ δὲ ἀντὶ τῆς ὑπό, ψευδής, ἔσται γὰρ αὖ πάλιν τοιοῦτος· ‘εἰ δὲ ἦν ὑπὸ τοῦ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν | |
2.5.31 | διὰ τῆς φάρυγγος ἐξῄει.‘ ὅτι δ’ οὐκ ἀληθής ἐστιν ὁ τοιοῦ‐ τος λόγος οὐκ ἐμὲ χρὴ κατασκευάζειν ἀλλ’ ἐκείνους αὐτοὺς ἀξιοῦν ἀποφήνασθαι προτέρους ὑπὲρ τοῦ τοιούτου λόγου· ‘τὸ οὖρον διὰ τοῦ αἰδοίου χωρεῖ· εἰ δὲ ἦν ὑπὸ τῆς καρδίας | |
5 | ἐκπεμπόμενον, οὐκ ἂν διὰ τοῦ αἰδοίου ἐξῄει. καὶ μὴν ὑπὸ προαιρέσεώς γε τῆς ἡμετέρας ἐκπέμπεται. οὐκ ἄρα ἐν τῇ | |
καρδίᾳ ἐστὶν ἡ προαίρεσις‘. | ||
2.5.32 | οὕτω δὲ καὶ περὶ διαχωρήματος ἐρωτᾶν ἐγχωρεῖ. καὶ γὰρ καὶ τοῦτο διὰ μὲν τῆς ἕδρας, ὑπὸ μέντοι τῆς ἡμετέρας προαιρέσεως πρώτης κινούσης ἐκπέμπε‐ ται, ἥτις οἶμαι καὶ τῶν πορρωτάτω κειμένων ἑαυτῆς δάκτυ‐ | |
5 | λον ὁντινοῦν τῶν ἐν ποδὶ κινεῖ παραχρῆμα μηδὲν ἐκ τοῦ | |
2.5.33 | διαστήματος ἐμποδιζομένη πρὸς τὸ τάχος. εἴτε γὰρ ἐν ἐγκε‐ φάλῳ θείης εἴτ’ ἐν καρδίᾳ τὴν προαίρεσιν ἢ διάνοιαν ἢ ὅ τί ποτε καὶ βούλει καλεῖν, οὐδὲν γὰρ εἰς τὰ παρόντα δια‐ φέρει, χρόνος οὐδεὶς εὑρεθήσεται μεταξὺ γιγνόμενος τοῦ τε | |
5 | βουληθῆναι κινῆσαι τὸν δάκτυλον καὶ τῆς ἐνεργείας αὐτοῦ, | |
καθάπερ οἶμαι κἀπὶ τῆς αἰσθήσεως ἔχει. | ||
2.5.34 | οὐ γὰρ οὖν οὐδ’ ἐπὶ ταύτης ἀναμεῖναι δεῖ χρόνον τινὰ τοῦ νύξαντος ἢ τρώ‐ σαντος ἵν’ αἴσθηται τὸ ζῷον ἀλλ’ ἅμα τε τὸ τέμνον τέμνει | |
2.5.35 | καὶ τὸ ζῷον αἰσθάνεται. καὶ τοῦτο βούλεταί γε Ζήνων καὶ Χρύσιππος ἅμα τῷ σφετέρῳ χορῷ παντί, διαδίδοσθαι τὴν ἐκ τοῦ προσπεσόντος ἔξωθεν ἐγγενομένην τῷ μορίῳ κίνησιν | |
2.5.36 | εἰς τὴν ἀρχὴν τῆς ψυχῆς ἵν’ αἴσθηται τὸ ζῷον. ὡς οὖν οὐδείς ἐστι χρόνος αἰσθητὸς ἐν τῷ μεταξὺ τοῦ τρωθῆναί τε τὸ μόριον αἰσθέσθαι τε τὸ ζῷον, ὡσαύτως οὐδὲ τοῦ βουλη‐ θῆναι κάμψαι τὸν ἄνθρωπον δάκτυλον ἢ τὸν πόδα καὶ αὐ‐ | |
5 | τῆς τῆς ἐνεργείας, οὕτως οὐδὲ τοῦ βουληθῆναι τὸ οὖρον ἐκκρῖναι καὶ αὐτῆς τῆς ἐκκρίσεως, ἀλλ’ ἅμα τε τὸ τῆς ψυχῆς ἡγεμονικὸν ἠβουλήθη καὶ τὰ τῆς ἐκκρίσεως ἐνήργη‐ | |
2.5.37 | σεν ὄργανα. πῶς οὖν λύσομεν ἐκεῖνον τὸν λόγον, ὦ σοφώ‐ τατοι, ‘εἰ δὲ ἦν ὑπὸ τῆς καρδίας ἐκπεμπόμενον τὸ οὖρον, οὐκ ἂν διὰ τοῦ αἰδοίου ἐξεκρίνετο‘; ἣν γὰρ ἂν εἴπητε λύσιν, | |
2.5.38 | ἐξέσται δήπου καὶ ἡμᾶς αὐτῇ χρήσασθαι. κατὰ μὲν δὴ τοὺς διαλόγους ἐκείνους ἀναγκάζειν χρὴ λύειν τὸν λόγον. ἐνταῦθα δὲ οὐκ ἐγχωρεῖ ποιεῖν οὕτως ἀλλὰ χρὴ τὴν λύσιν αὐτοὺς εἰπεῖν οὐδὲν ἔχουσαν ἀποκεκρυμμένον ἢ μακρὸν ἢ χαλεπόν, | |
5 | ἀλλ’ ἐκ προχείρου φαινομένην. | |
2.5.39 | οὐδὲν γὰρ κωλύει, φήσομεν, ἐκ τῆς κύστεως ἐκκρίνεσθαι διὰ τοῦ αἰδοίου τὸ οὖρον ἀρχὴν κινήσεως ἐπιπέμψαντος τοῦ ἡγεμονικοῦ ἵνα συσταλῇ τὸ | |
2.5.40 | περιέχον ἀγγεῖον. λοιπὸν εἴτ’ ἐγκέφαλός ἐστιν εἴτε καρδία τὸ τῆς ψυχῆς ἡγεμονοῦν, οὐδὲν οἶμαι διαφέρειν εἴς γε τὴν | |
2.5.41 | τοῦ προκειμένου λόγου διάλυσιν. ἄν τε γὰρ ἐγκέφαλος ᾖ τὴν ἀρχὴν τῆς κινήσεως αὐτὸς ἐπιπέμψει καὶ τοῖς τὸ οὖρον ἐκκρίνουσιν ὀργάνοις καὶ τοῖς τὸ περίττωμα τῆς τροφῆς καὶ τοῖς τὸ σκέλος κινοῦσι καὶ τοῖς τὸν πόδα καὶ τοὺς δακτύ‐ | |
5 | λους, ἄν θ’ ἡ καρδία, κατὰ τὸν αὐτὸν τρόπον. | |
2.5.42 | οὕτως οἶμαι καὶ τῆς φωνῆς ἐκπεμπομένης διὰ φάρυγγος οὐδὲν κωλύει τὸν ἐγκέφαλον αἴτιον ὑπάρχειν τῆς πρὸ τῆς φάρυγ‐ γος κινήσεως. ὥστε ἴσον ἔτι μένει τὸ ζητούμενον ἐξ ἀρχῆς | |
5 | οὐδὲν ἔκ γε τοῦ φαινομένου πρὸς οὐδέτερον τῶν δογμάτων | |
2.5.43 | ἐπικλῖναν. ὡς γὰρ ἐπὶ τῆς κατὰ τὴν κύστιν καὶ τὴν ἕδραν κινήσεως ἄδηλον ὑπῆρχε πότερον ἐγκέφαλος ἢ καρδία τὴν ἀρχὴν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον ἐπί τε φωνῆς καὶ ἀνα‐ πνοῆς ὁμοίως ἔτ’ ἄδηλον ὁπότερον τῶν σπλάγχνων ἔχει | |
5 | τὴν ἡγεμονίαν. | |
2.5.44 | ἀλλ’ ὡς εἴρηταί μοι καὶ πρόσθεν, ἡ τῆς θέσεως ἐγγύτης ἑκατέρους ἐξαπατῶσα φαντασίαν ἀποτελεῖ τῶν λημμάτων ὡς ἐπιστημονικῶν τε καὶ πρὸς ἀπόδειξιν | |
2.5.45 | ἐπιτηδείων· οὐ μὴν οὕτως γ’ ἔχει τἀληθές. ὅ τε γὰρ ἁπάν‐ των ἀρχὴν ὑποτιθέμενος εἶναι τὴν καρδίαν οὐκ εὐλαβηθή‐ σεται τὴν τῶν ὀφθαλμῶν 〈οὐκ〉 ἐγγύτητα, ὡς μὴ καὶ τούτους ἀπ’ ἐκείνης ὥσπερ πηγῆς τινος ἀρύεσθαι φάναι τὴν αἴσθησίν | |
5 | τε καὶ κίνησιν, ὅ τε τὸν ἐγκέφαλον, οὐκ ἄλλο τι μόριόν φησιν ἀρχὴν εἶναι τῆς τῶν ἀναπνευστικῶν τε καὶ φωνητικῶν ὀργά‐ νων κινήσεως, ἀλλ’ ἐκεῖνον ὥσπερ τοῖς ἄλλοις ἅπασιν | |
ἐξηγεῖσθαι τῆς κατὰ προαίρεσιν κινήσεως, οὕτως καὶ τοῖσδε. | ||
2.5.46 | ἅπερ οὖν ἐν ταῖς περὶ τῆς ἀποδείξεως μεθόδοις ἐδιδάχθημεν καθόλου, ταῦθ’ εὑρίσκεται κατὰ μέρος ἐπὶ πάσης ὕλης πραγ‐ μάτων ἀληθεύοντα. χρὴ γὰρ οὐκ ἀπὸ πάντων τῶν ὑπαρ‐ χόντων τῷ προκειμένῳ πράγματι τἀληθὲς λαμβάνειν ἀλλ’ | |
2.5.47 | ἀπὸ μόνου τοῦ συνημμένου τῷ προβλήματι. Ζήνων δὲ καὶ Χρύσιππος καὶ Διογένης οἵ τ’ ἄλλοι Στωϊκοὶ κἂν μυριάκις ἐπὶ τῷ λόγῳ θαρρῶσιν, οὐχ ἕξουσιν ἀπολογήσασθαι περὶ | |
τῶν ἁμαρτημάτων αὐτοῦ. | ||
2.5.48 | τὸ γάρ τοι δεύτερον λῆμμα τὸ κατ’ αὐτὸν εἰ μὲν ἀκριβῶς τε ἅμα καὶ σαφῶς καὶ διωρισμέ‐ νως εἴρητο, τῶν ἐκ δευτέρου γένους ἓν ἂν ἐφωράθη πάντως ὑπάρχον· ἐπεὶ δὲ κατὰ τὸ τῆς λέξεως σχῆμα πεπανουργημέ‐ | |
5 | νην ἀμφιβολίαν ἐπεσπάσατο, τοῦ τετάρτου γένους ἐν τούτῳ | |
2.5.49 | μετέσχεν. εἰ μὲν οὖν γινώσκων αὐτοῦ τὴν πανουργίαν ὁ Ζήνων ἑκὼν παρεχρήσατο, σοφιστὴς ἂν εἴη τις, οὐ φιλόσοφος· εἰ δὲ ἀγνοήσας ἄκων ἐχρήσατο, λογικῆς θεωρίας | |
ἀγύμναστος. | ||
2.5.50 | ἀλλ’ ἡμεῖς γε μήθ’ ἑκόντες ποτὲ τοιούτοις χρησαίμεθα λόγοις, ἐχθροῦ γὰρ ἀληθείας ἀνδρὸς τὸ πανούρ‐ γημα, μήτ’ ἄκοντες ὑπὸ ἀμαθίας τε ἅμα καὶ ἀγυμνασίας | |
2.5.51 | ἐμπίπτοιμεν εἰς αὐτούς. ὁμοίαν δὲ ἔχει τῷ δευτέρῳ λήμματι καὶ τὸ τέταρτον ἀτοπίαν, ἐν ᾧ φησιν ‘ὁ λόγος ἀπὸ διανοίας | |
2.5.52 | χωρεῖ.‘ ὁ γάρ τοι λόγος οὗτος, ἡ σημαίνουσα φωνή, ὑπὸ μὲν τῆς διανοίας ἐκπέμπεται, καθάπερ καὶ τἆλλα πάντα τὰ κατὰ προαίρεσιν ἐνεργούμενα, οὐ μὴν ἐκ τῆς διανοίας γε, | |
2.5.53 | ἀλλὰ ἐκ τοῦ λάρυγγος. ἔμπροσθεν δὲ οὐδέπω φωνὴ τὸ ἀνα‐ φερόμενόν ἐστιν, ἀλλ’ ὡς ἔφαμεν ὕλη τις οἰκεία φωνῆς, ἣν | |
ὀνομάζομεν ἐκφύσησιν. | ||
2.5.54 | ἐκπέμπεται δὲ ἐκ τῶν κατὰ πνεύμονα τραχειῶν ἀρτηριῶν, ὧν οὐδεμία τῆς καρδίας ἅπτεται. ὁ μὲν οὖν Ζήνων εἴτε ἄκων εἴτε ἑκὼν ἀσαφεῖ τῇ λέξει χρησάμενος εἰς τὸ τέταρτον εἶδος ἐμπέπτωκε τῶν λημμάτων, ὁ Διογένης δὲ τὰ | |
5 | πολλὰ μὲν εἰς τὸ δεύτερον, ἅπαξ δέ που καὶ αὐτὸς εἰς τὸ τέταρ‐ | |
2.5.55 | τον. ὅταν μὲν γὰρ λέγῃ ‘ὅθεν ἡ φωνὴ ἐκπέμπεται‘ καὶ ὅταν ‘ἡ δὲ φωνὴ οὐκ ἐκ τῶν κατὰ τὴν κεφαλὴν τόπων ἐκπέμπεται, ἀλλὰ φανερῶς ἐκ τῶν κάτω μᾶλλον,‘ ἐκ τοῦ δευτέρου γένους τῶν ἐπιχειρημάτων χρῆται τοῖς λήμμασιν· ὅταν δὲ | |
5 | φῇ τὸν λόγον ἀπὸ διανοίας ἐκπέμπεσθαι, δέον ὑπὸ διανοίας | |
φάναι, τῷ τετάρτῳ χρῆται γένει τῶν ἐπιχειρημάτων. | ||
2.5.56 | ὁ δὲ ἔλεγχος καὶ τῶν τούτου σφαλμάτων ὁ αὐτὸς τῷ προγεγραμ‐ | |
2.5.57 | μένῳ κατὰ τὸν τοῦ Ζήνωνος λόγον. οὕτω δὲ καὶ ὁ Χρύ‐ σιππος ἐπειδὰν μὲν λέγῃ ‘καὶ ἐξ οὗ ὁ λόγος ἐκπέμπεται, ἐκεῖνο εἶναι τὸ κυριεῦον τῆς ψυχῆς μέρος‘ ἀντιληψόμεθα τοῦ λόγου καὶ φήσομεν, ὑφ’ οὗ μὲν ὁ λόγος ἐκπέμπεται, τὸ | |
2.5.58 | κυριεῦον ὑπάρχειν, οὐ μὴν ἐξ οὗ γε. κατὰ δὲ τὸν αὐτὸν τρόπον κἀπειδὰν εἴπῃ ‘τὸ γὰρ ὅλον ὅθεν ὁ λόγος ἐκπέμπε‐ ται, ἐκεῖσε δεῖ καὶ τὸν διαλογισμὸν γίνεσθαι‘ οὐχ ‘ὅθεν‘ φήσομεν, ἀλλ’ ὑφ’ οὗ μέρους ὁ λόγος ἐκπέμπεται, καὶ τὸ λογίζε‐ | |
5 | σθαι κατ’ ἐκεῖνό τε καὶ ἐν ἐκείνῳ γίγνεσθαι. | |
2.5.59 | δῆλον γὰρ δὴ ὅτι τὸ ἐκεῖσε ἀντὶ τοῦ ἐκεῖ ὁ Χρύσιππος εἴρηκεν, ὅπερ ἴσον δύναται τῷ ἐν ἐκείνῳ τῷ μέρει τοῦ σώματος. οὐ γὰρ δὴ τό γε εἰς ἐκεῖνο τὸ μόριον ἡγητέον αὐτὸν βούλεσθαι δηλοῦν ἐν | |
5 | τῷ λέγειν ἐκεῖσε, κἂν ὅτι μάλιστα τὸ μὲν ἐκεῖσε εἰς τόπον | |
2.5.60 | ᾖ δηλοῦν, τὸ δὲ ἐκεῖ ἐν τόπῳ. σολοικίζειν γὰρ μᾶλλον ὑποληπτέον ἐν τῇ φωνῇ τὸν Χρύσιππον ἤπερ οὕτω προφα‐ νῶς ἀδιανόητα λέγειν· τὸ μὲν γὰρ ἱκανῶς σύνηθες αὐτῷ καὶ μόνον οὐ καθ’ ἑκάστην ῥῆσιν γινόμενον, τὸ δ’ ἀδιανόητα | |
2.5.61 | λέγειν οὐδαμῶς. ἐνίοτε γάρ που καὶ ψευδῆ λέγει, καθάπερ καὶ κατὰ τοῦτον τὸν λόγον, ἀλλ’ οὐκ ἀδιανόητά γε· διαφέρει | |
γὰρ πάμπολυ τὸ ψεῦδος τοῦ ἀδιανοήτου. | ||
2.5.62 | ἐπεὶ τοίνυν τὸ ἐκεῖσε ἀντὶ τοῦ ἐκεῖ πιθανώτερόν ἐστιν εἰρῆσθαι πρὸς τοῦ Χρυσίππου, γένοιτ’ ἂν ἡ ῥῆσις εἰς τὴν τῶν Ἑλλήνων διά‐ λεκτον μεταληφθεῖσα τοιάδε· ‘ὅθεν ὁ λόγος ἐκπέμπεται, ἐκεῖ | |
5 | δεῖ καὶ τὸν διαλογισμὸν γίγνεσθαι, τουτέστιν 〈ἐν〉 ἐκείνῳ τῷ | |
2.5.63 | μορίῳ.‘ τοῦτο δὲ φήσομεν ἄντικρυς εἶναι ψεῦδος. οὐ γάρ, εἴ τι κατὰ προαίρεσιν ἔκ τινος ἐκπέμπεται, κατ’ ἐκεῖνο τὸ μόριον δείκνυται τὴν διάνοιαν ὑπάρχειν, καθάπερ οὐδὲ τὸ | |
οὖρον οὐδὲ τὸ πτύελον οὐδὲ ἡ κόρυζα οὐδὲ τὸ ἀποπάτημα. | ||
2.5.64 | φαίνετοι τοίνυν τοῦτο σφῆλαν τόν τε Ζήνωνα πρῶτον καὶ μά‐ λιστα καὶ μετ’ αὐτὸν ἤδη τοὺς ἄλλους Στωϊκούς, οὐχ ἥκιστα δὲ καὶ τὸν Χρύσιππον, ὅσον γε ἐπὶ τῇ προγεγραμμένῃ ῥήσει. κατὰ μὲν γὰρ ἄλλην τινὰ μετ’ οὐ πάνυ πολὺ ταύ‐ | |
2.5.65 | της γεγραμμένην ἠναγκάσθη τὸ ἀληθὲς ὁμολογῆσαι. ἀναγ‐ κασθῆναι δὲ εἶπον αὐτόν, ὅτι λόγον ἕτερον ἀνατρέψαι βου‐ λόμενος ὡς οὐκ ἀληθῆ κἄπειτα τὸ τῆς ἀντιλογίας εἶδος αἰσθόμενος οὐδὲν ἧττον ἐπιστρέφον καὶ καθ’ ἑαυτοῦ συνανατρέ‐ | |
5 | ψαι καὶ τὸν ἴδιον οὐκ ὤκνησε τῷ τῶν ἑτεροδόξων. | |
2.5.66 | ἐχρῆν δ’ αὐ〈τὸν〉 ἢ μὴ ταῦτα γράφειν ἢ μὴ ἐκεῖνα καὶ μάλιστα πλη‐ σίον οὕτως ἀλλήλων. εἰ μὲν γὰρ ἀληθὴς οὗτος ὁ λόγος, οὐκ ἀληθὴς ἐκεῖνος, εἰ δ’ ἐκεῖνος ὑγιής, κίβδηλος οὗτος. | |
2.5.67 | ἡμεῖς μὲν οὖν ἐπιστημονικαῖς μεθόδοις γεγυμνασμένοι γνω‐ ρίζειν τε καὶ διακρίνειν δυνάμεθα τόν τε ἀληθῆ καὶ τὸν ψευδῆ· τοῖς δ’ ἀγυμνάστοις οὐ σμικρὸν ἂν εἴη ζήτημα πότε‐ | |
2.5.68 | ρον αὐτῶν ἕλωνται. παραγράψω δὴ καὶ τὴν ῥῆσιν αὐτὴν ἐν ᾗ δείκνυσιν ὁ Χρύσιππος ὡς οὐκ ἔστιν ὁ προγεγραμμένος λόγος | |
ἀποδεικτικός. | ||
2.5.69 | ἔστι δὲ τοιάδε· ‘Ἔχει δ’ ὡς ἔφην πλείονα αὐτοῖς ἐπὶ πᾶσι, μή ποτ’ εἰ καὶ τοῦτο δοθείη, καθάπερ ἐπιπορεύονται, ἀπὸ τῆς κεφαλῆς εἶναι τὴν ἀρχὴν ἐπὶ τὰ | |
2.5.70 | εἰρημένα μέρη ἐπιζητήσωμεν· σχεδὸν γάρ, οἷα ἄν τινα λέγοιεν περὶ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους φέρεσθαι διὰ τῆς φά‐ ρυγγος, ἀπὸ τῆς κεφαλῆς ποιᾶς τινος καταρχῆς γιγνομένης, τοιαῦτ’ ἔξεστι λέγειν, ἐν τῇ καρδίᾳ μὲν | |
5 | τοῦ ἡγεμονικοῦ ὄντος, τῆς δὲ τῶν κινήσεων ἀρχῆς ἀπὸ τῆς | |
κεφαλῆς οὔσης.‘ | ||
2.5.71 | [οἷον] ὃ γὰρ δὴ βούλεται λέγειν ὁ Χρύσιππος ἐν τῇδε τῇ ῥήσει, τοιοῦτόν ἐστιν· εἰ καὶ συγχωρήσειέ τις ἀρχὴν εἶναι νεύρων τὴν κεφαλήν, οὐ πάντως ἐν αὐτῇ συγχω‐ | |
2.5.72 | ρήσει καὶ τὸ ἡγεμονικὸν ὑπάρχειν. ἃ γὰρ ἐκεῖνοι δύνανται λέγειν ὑπὲρ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους διὰ τῆς φάρυγγος ἐκφέρεσθαι τὴν ἀρχὴν τῆς ἐνεργείας τοῖς μορίοις ἐπι‐ πεμπούσης τῆς κεφαλῆς, τοιαῦτ’ ἔξεστι λέγειν ὑπὲρ τῶν | |
5 | νεύρων ἡμῖν, ὡς ἐκ μὲν τῆς κεφαλῆς ἀρχομένων, ἀπὸ δὲ τῆς | |
καρδίας τὴν ἐνέργειαν ἐχόντων. | ||
2.5.73 | ὥσθ’ ὅτι δυνατόν ἐστιν ἐκ τοῦ στήθους τε καὶ διὰ τῆς φάρυγγος ἐκπέμπεσθαι τὴν φωνήν, ἀρχὴν τῆς κινήσεως τοῖς ἐνταῦθα μορίοις παρεχούσης | |
2.5.74 | τῆς κεφαλῆς, αὐτὸς ὁ Χρύσιππος ὡμολόγησεν. οὔκουν χρη‐ στέον ἐστὶν ὡς ἀποδεικτικῷ τῷ λόγῳ, καθάπερ οἱ πλεῖστοι τῶν Στωϊκῶν ὑπειλήφασιν. ἐπιχειρεῖται γὰρ ὡς εἶπον ἀπὸ τῆς κατὰ τὴν θέσιν ἐγγύτητος, ὅθεν καὶ λείπειν ἡγητέον | |
5 | τῷ τοῦ Ζήνωνος λόγῳ λήμματα πρὸς τὸ τελέως ἠρωτῆσθαι. | |
2.5.75 | δειχθείη δὲ ἂν ἐναργέστερον τοῦτο τῶν λημμάτων μεταλη‐ φθέντων ἐπὶ τὸ σαφέστερον, ὡς εἶναι τὸν λόγον τοιόνδε· | |
‘φωνὴ διὰ φάρυγγος ἐκπέμπεται. εἰ δὲ ἦν ἐκ τοῦ ἐγκεφά‐ | ||
5 | λου ἐκπεμπομένη, οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο. ὅθεν δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν ἐκπέμπεται. λόγος δὲ ἐκ δια‐ νοίας ἐκπέμπεται. ὥστ’ οὐκ ἔστιν ἐν τῷ ἐγκεφάλῳ ἡ διά‐ | |
2.5.76 | νοια.‘ τὸ μὲν οὖν πρῶτον λῆμμα τῶν πρὸς αἴσθησιν ἐναρ‐ γῶν ἐστιν, ὥστ’ οὐδ’ ἀποδείξεως αὐτὸ δεῖται· πιστὰ γὰρ ἐξ αὑτῶν ὑπάρχει πάντα τὰ πρὸς αἴσθησιν ἐναργῆ. τὸ δὲ δεύ‐ τερον οὔτε τῶν πρὸς αἴσθησιν οὔτε τῶν πρὸς νόησιν ἐναρ‐ | |
5 | γῶν ἐστι· τὴν ἀρχὴν γὰρ οὐδὲ ἐκ τῶν πρώτων ἀξιωμάτων ὑπάρχει· ἀλλ’ ἐχρῆν ὧδέ πως ἐρωτηθῆναι τὸν λόγον, εἴπερ | |
2.5.77 | ἐκ τῶν πρώτων τε καὶ ἀποδεικτικῶν ἤμελλεν ἄρχεσθαι· ‘φωνὴ | |
διὰ φάρυγγος ἐκπέμπεται. πᾶν δὲ τὸ διά τινος ἐκπεμπό‐ μενον ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεται. οὐκ ἔστι | ||
5 | δὲ ἐγκέφαλος τῇ φάρυγγι συνεχής· οὐκ ἄρα ἐξ ἐγκεφάλου | |
2.5.78 | ἐκπέμπεται.‘ μετὰ δὲ τοῦτον τὸν λόγον αὖθις ἕτερον ἐχρῆν ἐρωτᾶσθαι τὸ συμπέρασμα λῆμμα ποιησάμενον, ὡς εἶναι τοιόνδε τι· ‘ὅθεν ἡ φωνὴ ἐκπέμπεται, ἐκεῖθεν καὶ ἡ σημαίνουσα φωνή, τουτέστιν ὁ λόγος. ἐκ δὲ διανοίας ὁ λόγος ἐκπέμπεται, | |
5 | ἀλλ’ οὐκ ἐκ τοῦ ἐγκεφάλου· οὐκ ἄρα ἐν τῷ ἐγκεφάλῳ ἐστὶν ἡ | |
2.5.79 | διάνοια‘. οὕτω μὲν ἐχρῆν ἠρωτῆσθαι τοὺς λόγους ὑπὸ τοῦ Ζή‐ νωνος, εἰ μηδὲν τῶν λημμάτων ἤμελλεν μήτε παραλειφθήσεσθαι | |
μήτε ἐκ περιττοῦ παραληφθήσεσθαι. ἔνεστι δὲ καὶ συντομώ‐ | ||
5 | τερον ἔτι κατὰ τόνδε τὸν τρόπον ἐρωτῆσαι συνθέντα τοὺς λό‐ | |
2.5.80 | γους ἀμφοτέρους ἐς ταὐτόν· ‘ὁ λόγος διὰ φάρυγγος ἐκπέμ‐ πεται. πᾶν δὲ τὸ διά τινος ἐκπεμπόμενον ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεται. ὥστε καὶ ὁ λόγος ἐκ τῶν συνεχῶν τῇ φάρυγγι μορίων ἐκπέμπεται. ἐγκέφαλος δὲ οὐκ ἔστι | |
5 | συνεχὴς τῇ φάρυγγι· οὐκ ἄρα ἐξ ἐγκεφάλου λόγος ἐκπέμ‐ πεται, ἀλλὰ καὶ ἐκ τῆς διανοίας ἐκπέμπεται· οὐκ ἄρα ἐν ἐγκε‐ | |
φάλῳ ἐστὶν ἡ διάνοια.‘ | ||
2.5.81 | (ἔξεστι δὲ δηλονότι καὶ τὸ κυριεῦον εἰπεῖν ἀντὶ τοῦ τῆς διανοίας ὀνόματος, ὡσαύτως δὲ καὶ τὸ ἡγε‐ μονικὸν καὶ τὸ ἡγεμονοῦν καὶ τὸ ἡγούμενον καὶ τὸ δεσπόζον καὶ τὸ ἄρχον καὶ τὸ λογιζόμενον καὶ τὸ νοοῦν καὶ τὸ φρονοῦν· | |
5 | οὐδὲν γὰρ διαφέρειν ἡγητέον ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ | |
ταὐτὸ φυλάττων τὸ ὑποκείμενον πρᾶγμα.) | ||
2.5.82 | εἰ οὕτως ἅπαντες ἠρω‐ τήκεσαν τὸν λόγον καὶ μὴ τὸ ἀναγκαιότατον τῶν λημμάτων παραλελοίπεσαν, ἐν ᾧ δηλοῦται τὸ πᾶν τὸ διά τινος ἐκπεμ‐ πόμενον ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεσθαι, τὰ δὲ | |
5 | οὐκ ἀναγκαῖα μὴ μάτην προσετεθήκεσαν, εὐφώρατος ἂν ἦν ὁ λόγος ἀπό τε τῆς ἀπὸ προθέσεως ἐπιχειρεῖν ὡρμημένος οὐκ | |
ἀποδεικνύς τε τὸ προκείμενον. | ||
2.5.83 | εἰ μὲν γὰρ ἡ ἐξ πρόθεσις ἐγκέοιτο κατὰ τὸ λῆμμα τὸ λέγον ἀπὸ τῆς διανοίας ἐκπέμ‐ πεσθαι τὸν λόγον, ψευδὲς εἶναι φήσομεν αὐτό· μὴ γὰρ ἐκ τῆς διανοίας ἀλλ’ ὑπὸ τῆς διανοίας αὐτὸν ἐκπέμπεσθαι· | |
2.5.84 | εἰ δὲ τὴν ὑπὸ πρόθεσιν ἐκ τῆς ἀπό δηλουμένην νομίζομεν, ὡς εἶναι τὸ λῆμμα τοιοῦτον· ‘ὁ λόγος ὑπὸ τῆς διανοίας ἐκπέμπεται‘, τὸ μὲν λῆμμα φήσομεν ἀληθὲς ὑπάρχειν, ἀπέ‐ ραντον δὲ εἶναι τὸν λόγον, ὡς ἂν μηκέτι πάντων τῶν | |
5 | λημμάτων ὁμοίως ἠρωτημένων, ἀλλὰ τῶν μὲν τὴν ἐξ, τῶν | |
δὲ τὴν ὑπὸ πρόθεσιν ἐχόντων. | ||
2.5.85 | εἰ δέ γε πάνθ’ ὁμοίως ἐρωτηθείη, κατὰ μὲν τὴν ἐξ πρόθεσιν ἐν τῷ προτέρῳ λήμ‐ ματι γενήσεται τὸ ψεῦδος, κατὰ δὲ τὴν ὑπὸ τουτὶ μὲν ἀληθὲς ἔσται, τὸ καθόλου δὲ τὸ παραλελειμμένον ὑπ’ αὐτῶν, | |
5 | ὡσαύτως δὲ καὶ τὸ κατὰ μέρος, ἄμφω ψευδῆ. | |
2.5.86 | τὸ μὲν γὰρ καθόλου γενήσεται τοιοῦτον· ‘ἅπαν τὸ διά τινος ἐκπεμπό‐ μενον ὑπὸ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεται‘, τὸ δὲ κατὰ μέρος· ‘ὁ λόγος ὑπὸ τῶν συνεχῶν τῇ φάρυγγι μορίων | |
5 | ἐκπέμπεται.‘ οὐ γὰρ ὑπὸ τῶν συνεχῶν, ἀλλ’ ἐκ τῶν συνε‐ | |
χῶν ἀληθῶς ἂν λέγοιτο. | ||
2.5.87 | δέδεικται τοίνυν ἤδη σαφῶς τὸ κυριώτατον τῶν λημμάτων παραλελειμμένον αὐτοῖς ἢ ἑκοῦσι | |
2.5.88 | σοφιστικῶς ἢ ἄκουσιν ὑπὸ ἀγυμνασίας τῆς μεθόδου. διὸ καὶ παρακρούονται τὸν ἀκροατὴν οὐ δυνάμενον ἀκριβῶς διελέσθαι πότερον τῶν λημμάτων ἐστὶν ἀληθές, εἴτε τὸ κατὰ τὴν ἐξ πρόθεσιν ἠρωτημένον εἴτε τὸ κατὰ τὴν ὑπό· τὴν | |
5 | ἀρχὴν μὲν γὰρ οὐδὲ λέγουσιν αὐτὸ κατά γε τὴν λέξιν, εἰς δέ γε τὴν σύστασιν τοῦ λόγου παντὸς ὡς εἰρηκότες προσ‐ | |
2.5.89 | χρῶνται. τὸ γὰρ ‘εἰ δ’ ἦν ἀπὸ τοῦ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο‘ κατὰ τὴν τοῦ παραλελειμ‐ | |
μένου λήμματος δύναμιν ἀληθὲς εἶναι φαντάζεται. | ||
2.5.90 | πᾶσιν οὖν τοῖς ἁμαρτήμασιν ὁ τοῦ Ζήνωνος λόγος ὑπεύθυνός ἐστι κατὰ τὸ δεύτερον τῶν λημμάτων τὸ νυνί μοι λελεγμένον· πρῶτον μὲν ὅτι τὴν ἀπὸ πρόθεσιν ἐν αὐτῷ παρέλαβεν δέον | |
5 | ἤτοι τὴν ἐξ ἢ τὴν ὑπό· δεύτερον δ’ ὅτι τὰ κυριώτατα παρέλιπε, τό τε καθόλου, τὸ ‘πᾶν δὲ τὸ διά τινος ἐκπεμπό‐ μενον ἐκ τῶν συνεχῶν μορίων αὐτῷ ἐκπέμπεται‘, τό τε κατὰ μέρος, ὅτι ἡ φωνὴ καὶ ὁ λόγος ἐκ τῶν συνεχῶν τῇ φάρυγγι | |
2.5.91 | μορίων ἐκπεμφθήσεται. τούτων γὰρ οὕτω διορισθέντων εἰ μὲν κατὰ τὴν ἐξ πρόθεσιν ἅπαντα ἐρωτηθείη τὰ λήμματα, | |
ψεῦδος ἔσται τὸ τὸν λόγον ἐκ τῆς διανοίας ἐκπέμπεσθαι· εἰ | ||
5 | δὲ κατὰ τὴν ὑπό, τό τε καθόλου τὸ νυνὶ λελεγμένον μοι, τὸ πᾶν τὸ διά τινος ἐκπεμπόμενον ὑπὸ τῶν συνεχῶν ἐκπέμ‐ πεσθαι, καὶ τὸ κατὰ μέρος, τὸ τὸν λόγον ὑπὸ τῶν 〈συνεχῶν〉 [ἐν] τῇ | |
2.5.92 | φάρυγγι μορίων ἐκπέμπεσθαι. εἰ δὲ μικτῶς ἐρω‐ τηθείη κατά τινα μὲν λήμματα τῆς ἐξ προθέσεως ἀκριβῶς παραλαμβανομένης, καθ’ ἕτερα δὲ τῆς ὑπό, καθάπερ κἀν τῷ τὸν λόγον ὑπὸ τῆς διανοίας ἐκπέμπεσθαι, τῶν μὲν λημμάτων | |
5 | οὐδὲν μεμψόμεθα, τὸν ὅλον δὲ λόγον ἀπέραντον ὑπάρχειν ἐροῦμεν· οὐ γὰρ ἔτι συναφθήσονται πρὸς ἀλλήλας αἱ κύριαι | |
τοῦ συμπεράσματος προτάσεις. | ||
2.5.93 | ἔστι γὰρ αὐτῶν ἡ μὲν ἑτέρα τοιαύτη· ‘ὁ λόγος ὑπὸ τῆς διανοίας ἐκπέμπεται‘, ἡ δὲ ἑτέρα ‘ὁ λόγος ἐκ τοῦ ἐγκεφάλου οὐκ ἐκπέμπεται‘. ἐχρῆν δέ γ’ ἀμφοτέρας ἤτοι κατὰ τὴν ὑπὸ πρόθεσιν ἢ κατὰ τὴν ἐξ ἠρω‐ | |
5 | τῆσθαι, ἵν’ ἐπιφέρηταί τι κοινὸν αὐταῖς συμπέρασμα. | |
2.5.94 | Τάχ’ ἂν ἔτι πλείω λέγειν ὑπὲρ τῆς τοῦ λόγου μοχθη‐ ρίας ἐπειρώμην, εἰ μὴ καὶ ὁ Χρύσιππος ἐγνώκει τε τὴν ἀτοπίαν αὐτοῦ καὶ τὸν τρόπον τῆς ἀντιλήψεως αὐτὸς ἐγεγρά‐ φει δι’ ἧς ὀλίγον ἔμπροσθεν παρεθέμην ῥήσεως ἐγχωρεῖν | |
5 | φάσκων ἐκ τῶν κατὰ τὰ στήθη μερῶν ἐκπέμπεσθαι τὸν λόγον τὴν ἀρχὴν τῆς κινήσεως ἐπιπεμπούσης τῆς κεφαλῆς, ὥσπερ γε καὶ τὰ νεῦρα πάντα τὴν ἔκφυσιν ἐκ τῆς κεφαλῆς ἔχοντα | |
τὴν ἀρχὴν τῆς δυνάμεως ἀπὸ τῆς καρδίας λαμβάνειν. | ||
2.5.95 | ταῦτα μὲν οὖν ὀρθῶς εἴρηται τῷ Χρυσίππῳ καὶ διὰ τοῦτ’ ἄν τις αὐτῷ καὶ μᾶλλον μέμψαιτο, διότι καὶ κατιδὼν τὸ ἀληθὲς ὅμως οὐ χρῆται· τὰ δὲ ἀπὸ τῆς θέσεως ἐπικεχειρημένα καὶ τούτων | |
5 | ὅσα μᾶλλον ποιηταὶ μαρτυροῦσιν ἢ οἱ πολλοὶ τῶν ἀνθρώπων | |
2.5.96 | ἢ ἐτυμολογία τις ἤ τι τοιοῦτον ἕτερον, οὐκ ὀρθῶς. κάλλιον γὰρ ἦν ἐπιμείναντα τοῖς κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ὑποβαλλομένοις λήμμασιν ἐξετάσαι τε καὶ κρῖναι διὰ τῆς | |
2.5.97 | αἰσθήσεως. αὐτὸς δὲ ὥσπερ οὐ κατ’ ἐπιστήμην, ἀλλὰ κατὰ τύχην εἰρηκὼς τὸ ἀληθὲς ἀπεχώρησέ τε τῆς ζητήσεως αὐτοῦ | |
καὶ ποιητὰς ἐπάγεται μάρτυρας. | ||
2.6.1 | ὅπερ οὖν ὁ Χρύσιππος ἐθεάσατο μὲν οὐκ ἐπεξῆλθε δὲ τῷ λόγῳ, τοῦτ’ ἐγώ μοι | |
2.6.2 | δοκῶ προσθήσειν. ἐπειδὴ γὰρ ἐγχωρεῖ, κἂν ὅτι μάλιστα πάντων τῶν νεύρων ἐγκέφαλος ἀρχὴ φαίνηται, τὴν καρδίαν ἐπιπέμπειν αὐτῷ δύναμιν αἰσθητικήν τε καὶ προαιρετικήν, ὡσαύτως δὲ κἂν ἐκ τῶν κατὰ τὸν θώρακα μορίων ὁ λόγος ἐκπέμπηται, τὴν ἀρ‐ | |
5 | χὴν τῆς κινήσεως αὐτῶν ἀπ’ ἐγκεφάλου καταφέρεσθαι, ζη‐ τητέον ἐφεξῆς ἐστι, πότερον οὐδέτερον οὐδετέρῳ μεταδίδωσιν | |
οὐδεμιᾶς δυνάμεως ἢ τὸ ἕτερον τῷ ἑτέρῳ. | ||
2.6.3 | γένοιτο δ’ ἂν ἡ ζήτησις ὧδε. τὰ συνάπτοντα τὴν καρδίαν ἐγκεφάλῳ διασκέψασθαι χρὴ κατὰ τὰς τῶν ζῴων ἀνατομὰς ὁπόσα τ’ ἐστὶ καὶ ὁποῖα, κἄπειτα κατὰ τὸν τράχηλον ἕκαστον αὐτῶν ἢ τέμνειν | |
5 | ἢ θλᾶν ἢ βρόχοις διαλαμβάνειν, εἶτ’ ἐπισκέπτεσθαι τίνα | |
2.6.4 | καταλαμβάνει τὸ ζῷον παθήματα. συνάπτει δὲ καρδίαν ἐγκε‐ φάλῳ τὰ τρία γένη τῶν ἀγγείων, ἅπερ δὴ καὶ παντὸς τοῦ σώματος ὑπάρχει κοινά, φλέβες καὶ ἀρτηρίαι καὶ νεῦρα, φλέβες μὲν αἱ σφαγίτιδες ὀνομαζόμεναι, ἀρτηρίαι δὲ αἱ | |
5 | καρωτίδες, νεῦρα μὴν τὰ ταύταις ταῖς ἀρτηρίαις παραπεφυκότα. | |
2.6.5 | τὰς μὲν δὴ σφαγίτιδας φλέβας ἢ τὰς καρωτίδας ἀρτηρίας οὐχ ἁπλῶς χρὴ τέμνειν, ὥσπερ τὰ νεῦρα, τεθνήξεται γὰρ εὐθέως τὸ ζῷον αἱμορραγίᾳ λάβρῳ συσχεθέν, ἀλλ’ ἄμεινον βρόχοις ἰσχυροῖς διαλαβόντα πρῶτον ἔν τε τοῖς ἄνω καὶ | |
5 | κάτω μέρεσι τοῦ τραχήλου τὸ μέσον τῶν βρόχων διατέμνειν, | |
ὡς μηδεμίαν αἱμορραγίαν ἀκολουθῆσαι· | ||
2.6.6 | τὰ νεῦρα δὲ εἴτε θλᾶν εἴτε διαλαμβάνειν ἐθέλοις βρόχοις τισὶν ἢ τοῖς αὑτοῦ δακτύλοις εἴτε τέμνειν, ἐφ’ ἅπασι τούτοις τοῖς παθήμασιν ἓν καὶ ταὐτὸν ἀκολουθήσει σύμπτωμα τῷ ζῴῳ· ἄφωνον ἔσται | |
5 | παραχρῆμα, τῶν δὲ ἄλλων ἐνεργειῶν οὐδεμίαν οὔτ’ ἐν τῷ | |
παραυτίκα βεβλαμμένον οὔτ’ ἐξ ὑστέρου φανεῖται. | ||
2.6.7 | τῶν ἀρτη‐ ριῶν δέ γε βρόχοις διαληφθεισῶν ἢ ὡς εἴρηται τμηθεισῶν ἄφωνον μὲν ἢ καρῶδες, ὡς οἱ πλεῖστοι τῶν μεθ’ Ἱπποκρά‐ την κακῶς ἀνατεμόντων ἔγραψαν, οὐκ ἔσται τὸ ζῷον, αἱ δὲ | |
5 | ἀνωτέρω τῶν τρωθεισῶν ἀρτηριῶν ἅπασαι τελέως ἄσφυκτοι | |
2.6.8 | γενήσονται. τὰς δὲ φλέβας οὔτε βρόχοις διαλαμβάνων οὔθ’ ὡς εἴρηται τέμνων ὄψει τινὰ σαφῶς ἐνέργειαν ἀπολλυμένην. | |
2.6.9 | ἐκ τούτων τῶν φαινομένων ἕτοιμόν ἐστι συλλογίσασθαι μήτε τὴν καρδίαν εἰς τὴν τῶν σφυγμῶν κίνησιν ἐγκεφάλου τι προσδεῖσθαι μήτε τὸν ἐγκέφαλον καρδίας, ἵν’ αἰσθάνηταί τε | |
καὶ κατὰ προαίρεσιν ἐνεργῇ τὸ ζῷον. | ||
2.6.10 | ὅτι μὲν γὰρ οὐδὲν ἡ καρδία πρὸς τὴν οἰκείαν κίνησιν ἐγκεφάλου δεῖται, δῆλόν ἐστιν ἐκ τοῦ καὶ τῶν φλεβῶν καὶ τῶν ἀρτηριῶν καὶ τῶν νεύρων τῶν προειρημένων βρόχοις διαληφθέντων ὁμοίως ἔτι | |
5 | σφύζειν αὐτὴν καὶ τὰς καθ’ ὅλον τὸ ζῷον ἀρτηρίας· αἱ γὰρ ἀνωτέρω τῶν βρόχων μόναι παντάπασιν ἄσφυκτοι γίγνονται τοῦ συνεχοῦς αὐτῶν μέρους τοῦ μέχρι καρδίας | |
2.6.11 | ὡσαύτως ταῖς ἄλλαις σφύζοντος. ὅτι δὲ οὐ τῶν ἐξ ἐγκεφάλου δυνάμεων ἡ καρδία τὴν πρώτην ἀρχὴν ἔχει, μάθοις ἂν ἐκ τοῦ πάντων τῶν εἰρημένων νεύρων ἤτοι τμηθέντων ἢ βρό‐ χοις διαληφθέντων ἄφωνον μόνον γίγνεσθαι τὸ ζῷον, εἰσπνεῖν | |
5 | μέντοι καὶ ἐκπνεῖν ἀκωλύτως κατ’ ἀμφοτέρας τὰς διαφορὰς | |
τῶν ἔμπροσθεν εἰρημένων εἰσπνοῶν τε καὶ ἐκπνοῶν, οὕτω δὲ κἀν τοῖς τέσσαρσι κώλοις ἔτι καὶ νῦν ἐνεργεῖν, καὶ καθάπερ καὶ πρόσθεν ἀκούειν τε καὶ βλέπειν καὶ πᾶσαν αἴσθησιν | ||
2.6.12 | αἰσθάνεσθαι. μόνη γάρ, ὡς εἴρηται, φωνὴ διαφθείρεται τοῦ | |
2.6.13 | ζῴου τμηθέντων τῶν παρὰ ταῖς ἀρτηρίαις νεύρων. ὅσοι δὲ τῶν ἰατρῶν τε καὶ φιλοσόφων ἐπὶ ταῖς εἰρημέναις ἀρτηρίαις ἤτοι τμηθείσαις ἢ ὡς εἴρηται διαληφθείσαις ᾤοντο καροῦ‐ σθαι τὸ ζῷον, εἶτ’ ἐκ τούτου συνελογίζοντο τὴν καρδίαν | |
5 | ἐγκεφάλῳ χορηγεῖν αἴσθησίν τε καὶ κίνησιν, ἐσφάλθαι μὲν αὐτοὺς ὑποληπτέον ἐν τῇ περὶ τὸ φαινόμενον ἐμπειρίᾳ, τὸ | |
δ’ ἐξ ὑποθέσεως ἀκολουθοῦν ἀκριβῶς ἑωρακέναι· | ||
2.6.14 | εἴπερ γὰρ ὄντως ἐγίγνετο καρῶδες τὸ ζῷον, ὅπερ αὐτοῖς ὄνομα βούλεται σημαίνειν τὸ ἀναίσθητόν τε καὶ ἀκίνητον, ἐξ ἀνάγκης ἂν ἀκολουθεῖν τὸ τὴν καρδίαν ἐπιπέμπειν ἐγκεφάλῳ τὴν πρώτην | |
5 | ἀρχὴν αἰσθήσεώς τε καὶ κινήσεως, ἣν αὐτὸς ἅπαντι τῷ σώ‐ ματι διὰ νεύρων χορηγεῖ, ὥστ’ εἶναι δευτέραν τινὰ ἀρχὴν αὐτόν, οὐκ ἀκριβῶς πρώτην, ἀνάλογον ὑπάρχῳ μεγάλου βασι‐ | |
λέως. | ||
2.6.15 | ἀποδεδειγμένου γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς ἡ μὲν καρδία τῶν ἀρτηριῶν ὁ δ’ ἐγκέφαλος τῶν νεύρων ἐστὶν ἀρχή, περαίνοιτ’ ἄν, εἴπερ ἀληθὲς ἦν τὸ λεγόμενον, ὡς ἡ καρδία διὰ τῶν ἀρτηριῶν ἐγκεφάλῳ χορηγεῖ δύναμιν ψυχικήν. | |
2.6.16 | οὐ μὴν ἀληθές γ’ ἐστίν, ἀλλὰ κατεψεύσαντο τοῦ φαινομένου κατὰ τὰς ἀνατομάς. καρῶδες μὲν γὰρ οὐδ’ ἐπὶ τοῖς νεύροις τμηθεῖσι γίγνεται τὸ ζῷον, μήτι γε δὴ ταῖς ἀρτηρίαις· ἄφωνον δὲ τῶν νεύρων μὲν βλαβέντων γίγνεται, τῶν ἀρτηριῶν δ’ οὐ | |
5 | γίγνεται καὶ πολὺ δὲ μᾶλλον ἔτι τῶν φλεβῶν. | |
2.6.17 | ἀλλ’ οἱ πλεῖ‐ στοι τῶν ἰατρῶν τε καὶ φιλοσόφων ἅμα ταῖς ἀρτηρίαις τὰ νεῦρα τοῖς βρόχοις διαλαμβάνοντες, εἶτα ἄφωνον ὁρῶντες αὐτίκα τὸ ζῷον γιγνόμενον ἀρτηριῶν τὸ πάθος ᾠήθησαν | |
5 | ὑπάρχειν καὶ κάρον ὠνόμασαν, οὐκ ὀρθῶς, οἶμαι, εἰ μή τι ἄρα τὴν ἀφωνίαν ἐθέλουσιν ὀνομάζειν κάρον· οὕτω γὰρ 〈ἂν〉 ὀνόματι μόνον σφάλλοιντο κατά γε τοῦτο, περὶ δὲ τὸ πρᾶγμα αὐτὸ ἁμαρτάνοιεν, εἴπερ ἐπὶ ταῖς ἀρτηρίαις ὑπολαμβάνοιεν | |
ἄφωνον γίγνεσθαι τὸ ζῷον. | ||
2.7.1 | Ἐγὼ μὲν δή μοι δοκῶ τὸ κελευσθὲν ὑπὸ τοῦ Χρυσίππου πεπραχέναι ζητήσας εἴτ’ ἀπὸ καρδίας ἐγκεφάλῳ δύναμίς τις | |
2.7.2 | εἴτ’ ἀπ’ ἐγκεφάλου τῇ καρδίᾳ χορηγεῖται. Χρύσιππος δ’ αὐτὸς ὀλιγώρως ἐσχηκέναι φαίνεται περὶ τὴν τοῦ πράγματος ἔρευναν ἰδὼν μὲν τὴν ὁδὸν ᾗ χρὴ τὸ ζητούμενον ἁλῶναι, | |
2.7.3 | μὴ χρησάμενος δὲ αὐτῇ. μέμφομαι δ’ αὐτῷ καὶ διότι καθ’ ἓν βιβλίον ἐναντία λέγειν ὑπέμεινεν οὐκ ἀπὸ μακροῦ διαστή‐ ματος ἀλλήλων, ἔμπροσθεν μὲν ὡς ἀποδεικτικὸν γράψας τὸν τοῦ Ζήνωνος λόγον, ἐπὶ προήκοντι δὲ τῷ συγγράμματι | |
5 | δεικνὺς αὐτοῦ τὴν λύσιν. | |
2.7.4 | εὑρίσκω δ’ οὐχ ἥκιστα τὸν Χρύ‐ σιππον καὶ ἄλλας τινὰς ἐναντιολογίας ἐν αὐτῷ τούτῳ τῷ | |
2.7.5 | λόγῳ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ πεποιημένον. ἐν ἀρχῇ γὰρ προειπὼν ὡς τὰ μὲν ἄλλα μέρη τῆς ψυχῆς ἐν οἷς ἐστι τοῦ ζῴου μορίοις ὁμολογεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μόνου ζητεῖται διὰ τὸ μήτε αἴσθησιν ἐκφανῆ μηδεμίαν εἶναι αὐτοῦ | |
5 | μήτ’ ἐναργές τι τεκμήριον, ὀλίγον ὕστερον ὡς περὶ φαινο‐ | |
μένου τοῦ μέρους διαλέγεται. | ||
2.7.6 | ἔχουσι δὲ αἱ ῥήσεις αὐτοῦ τόνδε τὸν τρόπον· ‘οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς οὔτε αἰσθήσεως ἐκφανοῦς γιγνομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντέτευχεν, οὔτε τῶν τεκμηρίων δι’ ὧν ἄν τις συλλογί‐ | |
5 | σαιτο τοῦτο· οὐδὲ γὰρ ἂν οὐδ’ ἐπὶ τοσοῦτον ἀντιλογία προῆλ‐ | |
2.7.7 | θεν ἰατροῖς τε καὶ φιλοσόφοις.‘ ταῦτα προειπὼν ὁ Χρύσιππος ἐφεξῆς φησιν ὡς ἅπαντες ἄνθρωποι τῶν τῆς διανοίας παθῶν αἰσθάνονται κατά τε τὸν θώρακα καὶ τὴν | |
καρδίαν. | ||
2.7.8 | ἔχει δὲ καὶ ἥδε ἡ ῥῆσις ὧδε· ‘κοινῇ δέ μοι δο‐ κοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπὶ τοῦθ’ ὡσανεὶ αἰσθανό‐ μενοι περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ τὴν διάνοιαν πα‐ θῶν γιγνομένων καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτακται | |
5 | τόπον, οἷον μάλιστα ἐπὶ τῶν φόβων καὶ τῶν λυπῶν λέγω καὶ | |
ἐπὶ τῆς ὀργῆς καὶ μάλιστα τοῦ θυμοῦ.‘ | ||
2.7.9 | κατὰ τήνδε τὴν ῥῆσιν, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν ὡσανεὶ προσέθηκεν οὐ τολμήσας ἄντικρυς εἰπεῖν αἰσθάνεσθαι τοὺς ἀνθρώπους τῶν κατὰ τὴν διάνοιαν παθῶν ἐν τῷ θώρακι γιγνομένων· ‘ὡσανεὶ‘ | |
2.7.10 | γὰρ ἔφη ‘συναισθανόμενοι‘. μικρὸν δ’ ὕστερον καὶ τὸ ‘ὡσα‐ νεὶ‘ περιελὼν οὑτωσὶ γράφει· ‘ἡ γὰρ περὶ τὴν διάνοιαν γιγνο‐ μένη ταραχὴ καθ’ ἕκαστον τούτων αἰσθητῶς περὶ τοὺς θώ‐ | |
ρακάς ἐστιν‘· | ||
2.7.11 | εἶτ’ ἐφεξῆς· ‘τῆς μὲν γὰρ ὀργῆς γιγνομένης ἐνταῦθα εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθα εἶναι‘, καὶ πάλιν ἐν τοῖς ἑξῆς τοῦ συγγράμματος ‘καὶ τὰ τῶν ὀργιζο‐ μένων δὲ πάθη‘ φησί ‘φαίνεται περὶ τὸν θώρακα γιγνόμενα | |
5 | καὶ τὰ τῶν ἐρώντων‘, καὶ λοιπὸν οὐκέτι παύεται περὶ τῶν παθῶν διαλεγόμενος ὡς ἔν τε τῷ θώρακι καὶ περὶ τὴν | |
2.7.12 | καρδίαν μάλιστα συνίστασθαι φαινομένων. ὥστ’ ἔγωγε θαυ‐ μάζω τἀνδρός, ὅπως τὸ κατ’ ἀρχὰς ὑφ’ ἑαυτοῦ γραφόμενον οὐκ ἐξήλειψεν, ἔνθα φησὶν οὔτ’ αἴσθησιν οὐδεμίαν ἐκφανῆ γίγνεσθαι ποῦ τὸ κύριον τῆς ψυχῆς μέρος, οὔτε τεκμήριον· | |
5 | οὐ γὰρ 〈ἂν〉 ἐπὶ τοσοῦτον διενεχθῆναι πρὸς ἀλλήλους ἰατρούς | |
τε καὶ φιλοσόφους. | ||
2.7.13 | ἢ εἴπερ ἀρέσκεται τῷδε τῷ λόγῳ, πῶς οὐκ ᾐδέσθη πάλιν ἐν τοῖς ἑξῆς αἰσθήσει τε κρίνων τὸ δόγμα | |
2.7.14 | καὶ ‘φαίνεται‘ λέγων; ἐγὼ δή μοι δοκῶ, καθάπερ ὀλίγον ἔμπροσθεν ἔπραξα τὸν ἀληθέστερον ἑλόμενος λόγον ὃν ὁ Χρύσιππος ἔγραψε πρὸς ἑαυτὸν ἐναντιολογούμενος, οὕτω καὶ | |
2.7.15 | νῦν ποιήσειν. οὐδεμία γὰρ αἴσθησις ἡμῖν γίγνεται τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ κατὰ τὴν καρδίαν ἢ τὸν θώρακα περιεχο‐ μένου καὶ διὰ τοῦτ’ ἐπαινῶ μὲν τὰ πρῶτα τοῦ Χρυσίππου, δι’ ὧν ὁμολογεῖ τὸ ἀληθές, οὐκ ἐπαινῶ δὲ ἐν οἷς καταψεύ‐ | |
5 | δεται τῆς αἰσθήσεως. | |
2.7.16 | οὐ γὰρ ἓν ἔτ’ ἐνταῦθα δοκεῖ μοι σφάλλεσθαι κατὰ τὸν λόγον, ἀλλὰ δύο μεγάλα· πρῶτον μέν, ὅτι παντὸς τοῦ σώματος ἐν τοῖς τῆς ψυχῆς πάθεσιν ἐναργῶς ἀλλοιουμένου καὶ ποτὲ μὲν ὠχριῶντός τε καὶ καταψυχομένου | |
5 | καὶ τρέμοντος, ὡς ἐν τοῖς φόβοις φαίνεται γιγνόμενον, ἔστιν ὅτε δ’ ἐρυθριῶντός τε καὶ θερμαινομένου καὶ σφοδρῶς ἐν‐ τεινομένου, καθάπερ ἐν τοῖς θυμοῖς, οὐδενὸς μὲν ἄλλου | |
2.7.17 | μέμνηται μορίου, μόνων δὲ τῶν κατὰ τὸν θώρακα· ἔπειτα δ’ ὅτι κἂν συγχωρηθῇ μειζόνως ἡ καρδία τῶν ἄλλων τοῦ ζῴου μορίων ἐξισταμένη τοῦ κατὰ φύσιν ἐν φόβοις τε καὶ λύπαις ἀγωνίαις τε καὶ θυμοῖς ἅπασί τε τοῖς ἄλλοις πάθεσιν, | |
5 | οὐ τὸ λογιζόμενον τῆς ψυχῆς, ἀλλὰ τὸ θυμούμενον ἢ ἐπι‐ θυμοῦν ἐνταῦθα ὑπάρχειν ἐνδείξεται· ὥστε πλέον θάτερον ἢ | |
2.7.18 | ὅπερ αὐτὸς βούλεται περαίνεσθαι διὰ τοῦ λόγου. εἰ γὰρ ἐν μὲν τῷ διανοεῖσθαί τε καὶ μανθάνειν ἢ διδάσκειν οὐδεμία κίνησις ἐξαίρετος ἐμφαίνεται κατὰ τὴν καρδίαν, ἐν ἅπασι δὲ τοῖς πάθεσιν ἐναργῶς φαίνεται, δῆλον οἶμαι γίγνεται τὸ μὲν | |
5 | λογιζόμενον τῆς ψυχῆς οὐκ εἶναι κατὰ τὴν καρδίαν, τὸ δ’ ἀλόγιστόν τε καὶ παθητικὸν ὀνομαζόμενον ἐν αὐτῇ περιέ‐ χεσθαι· εἰ δ’ ἔνθα τὸ πάσχον ἐνταῦθά φησι καὶ τὸ λογιζό‐ μενον ὑπάρχειν, αὐτὸ τὸ ζητούμενον ἀπ’ ἀρχῆς ἐξ ἑτοίμου | |
λήψεται. | ||
2.7.19 | πολλῷ δ’ ἦν ἄμεινον ἀπόδειξίν τινα ἡμᾶς διδάξαι τοῦ λαβεῖν ἐκ προχείρου τὸ ζητούμενον· ἀλλ’ οὔτ’ ἐν τούτῳ τῷ βιβλίῳ τῷ πρώτῳ περὶ ψυχῆς οὔτ’ ἐν τοῖς περὶ παθῶν ἀπό‐ δειξίν τινα εἶπε τοῦ χρῆναι πάντως, ἔνθ’ ἂ〈ν〉 ᾖ τὸ ἄλογον, | |
5 | ἐνταῦθ’ εἶναι καὶ τὸ λογιζόμενον, ἀλλ’ ἑτοίμως τε κἀκ προ‐ χείρου πανταχοῦ λαμβάνει, καίτοι Πλάτωνος ἐνίας μὲν ἀπο‐ δείξεις ἐν τῷ τετάρτῳ τῆς Πολιτείας γράψαντος, ἐνίας δ’ αὖθις ἐρεῖν ἀναβαλομένου περὶ ὧν ἐνδείκνυται κατὰ τὸν | |
Τίμαιον, ἃς κἀγὼ διὰ τῶν ἑξῆς ὑπομνημάτων ἁπάσας γράψω. | ||
2.7.20 | νυνὶ δ’ οὔπω μοι πρόκειται τοῦτο δεικνύειν ἀλλ’ ὅτι τὸ λογιζόμενον τῆς ψυχῆς, ὃ δὴ καὶ ἡγεμονικόν τε καὶ διάνοιαν καὶ κύριον αὐτὸς ὁ Χρύσιππος ὀνομάζει, κατὰ τὸν ἐγκέφαλόν | |
2.7.21 | ἐστι. τούτου γὰρ ἀποδειχθέντος, ἐάν τις ἑτέρα δύναμις ἐν τῇ καρδίᾳ φαίνηται περιεχομένη μηδαμόθεν ἑτέρωθεν ὁρμωμένη, τὰς δύο μὲν ἀρχὰς ἤδη σαφῶς ἕξομεν, ἐφεξῆς δὲ | |
2.7.22 | καὶ τὴν τρίτην ὁμοίως ἐξευρήσομεν. ἀλλὰ τοῦτο μὲν εἰς τὸν | |
μέλλοντα λόγον ἀναβεβλήσθω· νυνὶ δ’ ἐπανέλθωμεν αὖθις ἐπ’ ἐκεῖνον τὸν λόγον ὅθεν εἰς τοῦτον ἐξέβημεν, ὡς ἄρα ὁ | ||
5 | Χρύσιππος ἐναντιολογούμενος ἑαυτῷ παρὰ πόδας οὐκ αἰσθάνε‐ ται, καθάπερ ἐπεδείξαμεν, διά τε τοῦ περὶ τῆς φωνῆς λόγου καὶ τοῦ φάσκειν ἐνίοτε μὲν οὐδεμίαν αἴσθησιν ἡμῖν γίγνεσθαι τοῦ περιέχοντος τόπου τὸ ἡγεμονικόν, ἐνίοτε δὲ φαίνεσθαι λέγειν αὐτόν. ἀλλὰ γὰρ οὐδὲ τοῦτ’ αὐτὸ πρόκειταί μοι νῦν ἀπο‐ | |
10 | δεικνύειν, ὅτι μὴ πάρεργον· | |
2.8.1 | ἀλλ’ ἦν ἐξ ἀρχῆς τὸ προκείμε‐ νον ἐν τούτῳ τῷ γράμματι τὰς τέτταρας διαφορὰς ἐπιδεῖξαι | |
τῶν λημμάτων. | ||
2.8.2 | ἐκάλουν δὲ τὸ μὲν πρῶτον γένος αὐτῶν ἐπιστημονικόν τε καὶ ἀποδεικτικόν, τὸ δὲ δεύτερον γυμναστι‐ κόν τε καὶ ὡς 〈ἂν〉 Ἀριστοτέλης ὀνομάσειε διαλεκτικόν, τὸ δὲ τρίτον πιθανόν τε καὶ ῥητορικόν, τὸ δὲ τέταρτον σοφιστικόν, | |
5 | ἐπεδείκνυόν τε τὰ μὲν ἀπὸ τῶν ὑπαρχόντων τε καὶ συμβαι‐ νόντων τῇ καρδίᾳ συνιστάμενα κατὰ [μόνον] μὲν αὐτὸ τὸ ζητού‐ μενον πρᾶγμα τῶν ἐπιστημονικῶν εἶναι λημμάτων, τὰ δ’ ἄλλα σύμπαντα διαλεκτικά, τὰ δ’ ἀπὸ τῶν ἔξωθεν μαρτύρων ῥητορικά, τὰ δ’ ὁμωνυμίαις τισὶν ἢ τοῖς τῆς λέ‐ | |
10 | ξεως σχήμασι πεπανουργημένα σοφιστικά. | |
2.8.3 | τὰ μὲν οὖν ἐπι‐ στημονικὰ καθ’ ἕκαστον πρᾶγμα παντάπασιν ὀλίγα τε καὶ εὐαρίθμητ’ ἐστί, τὰ δὲ γυμναστικὰ πάμπολλα· καθ’ ἕκαστον γὰρ τῶν ὑπαρχόντων τε καὶ συμβαινόντων τῷ πράγματι | |
2.8.4 | συνίσταται. τὸν γοῦν ἀπὸ τῆς φωνῆς ἐρωτώμενον λόγον ἐκ τῆς θέσεως ὁρμώμενον ἐπέδειξα· οὕτω δὲ καὶ τὸν ἀπὸ τῆς εἰσπνοῆς τε καὶ ἐκπνοῆς· ὡσαύτως δ’ ἔχοντα εὑρήσεις καὶ τὸν ἀπὸ τῆς ἐν ταῖς λύπαις δήξεως· ἐναργῶς μὲν 〈γὰρ〉 ἡ | |
5 | δῆξίς ἐστιν ἐν τῷ στόματι τῆς γαστρός, οἱ δ’ ἐς τὴν καρδίαν | |
ἀναφέρουσιν αὐτήν. | ||
2.8.5 | εἰ μὲν οὖν ὅτι πλησίον ἡ καρδία τέτακται τῷ στόματι τῆς γαστρός, διὰ τοῦτ’ ἀπ’ ἐκείνης ἄρχεσθαι νομίζουσι τὸ πάθος, ἀπὸ τῆς θέσεως ἐπιχειροῦσιν· εἰ δ’ αὐτὴν ὄντως οἴονται τὴν καρδίαν δάκνεσθαι, πάμπολυ | |
2.8.6 | σφάλλονται. κάτω μὲν γὰρ τοῦ θώρακος ἡ δῆξίς ἐστιν ὑπὸ τῷ κατὰ τὸ στέρνον χόνδρῳ, ἡ καρδία δ’ ἐν μέσῳ τέτακται τῷ θώρακι· καὶ οὐδεὶς ᾔσθετο πώποτε τῆς καρδίας αὐτῆς δακνομένης οὔτ’ ἐν λύπαις οὔτ’ ἐν ἄλλῳ πάθει ψυχῆς ἢ | |
2.8.7 | σώματος. οὐ μὴν οὐδ’ ἡ καρδιαλγία τοὔνομα τὴν ἐν τῷ θώρακι περιεχομένην καρδίαν ὀδυνᾶσθαι δηλοῖ, ἀλλ’ ἔστιν ὁμωνυμία τις οὐδένα λανθάνουσα τῶν ὡμιληκότων ἀρχαίων | |
γράμμασι. | ||
2.8.8 | ὥσπερ γὰρ τὸ κατὰ τὸν θώρακα σπλάγχνον, οὕτω καὶ τὸ τῆς γαστρὸς στόμα καρδίαν ὀνομάζουσιν οἱ παλαιοὶ | |
2.8.9 | καὶ πάμπολύ γε τοὔνομά ἐστι παρ’ αὐτοῖς. ἀλλ’ ἐγὼ δυοῖν ἢ τριῶν ἐπιμνησθήσομαι τῶν παραδειγμάτων ὑπὲρ τοῦ σαφῶς | |
2.8.10 | ἐνδείξασθαι τὸ σημαινόμενον ἐκ τῆς λέξεως. ὁ μὲν δὴ Νίκανδρος ὧδε πως φησίν· ‘ἣν κραδίην ἐπιδόρπιον, οἱ δὲ δοχαίην | |
κλείουσι στομάχοιο.‘ | ||
2.8.11 | Θουκυδίδης δ’ ὧδε· ‘καὶ ὁπότε εἰς τὴν καρδίαν στηρίξειεν, ἀνέτρεπέ τε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι ὅσαι | |
2.8.12 | ὑπὸ τῶν ἰατρῶν εἰσιν ὠνομασμέναι ἐπῄεσαν‘· ὁ δ’ Ἱππο‐ κράτης· ‘γυνὴ ἐκαρδιήλγεε καὶ οὐδὲν καθίστη· πάλην ἐς ῥοιῆς χυλὸν ἀλφίτων ἐπιπάσσουσα καὶ μονοσιτίη ἤρκεσε καὶ | |
〈οὐκ〉 ἀνήμεεν οἷα τὰ Χαιρίωνος.‘ | ||
2.8.13 | ἅπαντες οὗτοι δηλοῦσιν ἐναργῶς τὸ στόμα τῆς γαστρὸς ὀνομάζεσθαι καρδίαν. ὥστε ταύτης μὲν τῆς καρδίας εἴη ἄν τι πάθος ἡ καρδιαλγία, τοῦ σπλάγχνου δ’ ὑπὲρ οὗ πρόκειται σκοπεῖν, εἰ τὸ κυριεῦον | |
5 | τῆς ψυχῆς μόριον ἐν ἑαυτῷ περιέχει, τοιοῦτον πάθος οὐδέ‐ | |
2.8.14 | ποτε γίγνεται. οὐδὲ γὰρ οὐδ’ αὐτοῦ τοῦ στόματος τῆς γαστρὸς ἅπαν ἄλγημα καρδιαλγίαν προσαγορεύουσιν, ἀλλὰ μόνον | |
ἐπειδὰν ὑπὸ δριμέων ὑγρῶν ἐρεθίζηταί τε καὶ ἀναδάκνηται. | ||
2.8.15 | τοῦτο δ’ αὐτῷ συμβαίνει ἐν ταῖς λύπαις· διὸ καὶ χολὴν ἐμοῦσιν οἱ λυπηθέντες, ἐν οἷς δ’ ὑπέρχεται κάτω καὶ ἡ | |
2.8.16 | γαστὴρ αὐτοῖς ἄκρατα χολώδη διαχωρεῖ. συμβαίνει δὲ οὐ μόνον τοῖς λυπηθεῖσιν ἀλλὰ καὶ τῶν ἐπὶ πλέον ἀσιτησάντων οὐκ ὀλίγοις δάκνεσθαι τὸ τῆς γαστρὸς στόμα καὶ μᾶλλον εἰ | |
2.8.17 | σφοδρῶς προγεγυμνασμένοι μὴ προσενέγκοιντο σιτία. τοῖς τε γὰρ λυπηθεῖσι καὶ τοῖς γυμνασαμένοις εὐτονώτερον εἰς τὴν γαστέρα συρρεῖ χολὴ ξανθή· πρὸς ταύτης οὖν δακνόμενοι | |
2.8.18 | καρδιαλγοῦσιν. οὐδ’ ἔστιν ἀναγκαῖον ἐν τῷδε τῷ λόγῳ τὴν | |
αἰτίαν ἐπισκέπτεσθαι δι’ ἣν τοῦτο συμβαίνει· μόνον γάρ μοι πρόκειται δεῖξαι κατά γε τὸ παρὸν ὡς οὐκ ἔστι τῆς | ||
5 | καρδίας τοῦ σπλάγχνου τὸ πάθος ἡ καρδιαλγία, καθάπερ οὐδὲ τὸ δάκνεσθαι κατὰ τὰς λύπας, ἀλλὰ τὸ μὲν σύμπτωμα τοῦ στόματος τῆς γαστρός, ἐπικεχείρηται δὲ ἀπὸ τῆς κατὰ τὴν θέσιν ἐγγύτητος, ὥσπερ γε καὶ τὸ πάλλεσθαι τὴν καρδίαν ἐν τοῖς φόβοις ἀπὸ συμβεβηκότος ἐπιχειρεῖται, ὧν ἑκάτερον | |
2.8.19 | οὐκ ἔστιν ἐπιστημονικόν. εἰ δὲ συγχωρηθείη τοιοῦτον ὑπάρχειν, οὐ Στωϊκοῖς καὶ Περιπατητικοῖς, ἀλλ’ Ἱπποκράτει καὶ Πλάτωνι μαρτυρεῖ, καθάπερ καὶ ὁπόσα τοῖς θυμουμένοις ὁ Χρύσιππος γράφει συμπίπτειν ἔν τε τῷ θώρακι παντὶ καὶ | |
5 | κατὰ τὴν καρδίαν. | |
2.8.20 | ἄχρι γὰρ ἂν ἐν μὲν τῷ διδάσκειν τε καὶ μανθάνειν καὶ ὅλως κινεῖσθαι τὴν ψυχὴν κατ’ ἐπιστή‐ μην τινὰ μηδὲν ἐπιδεικνύωσι συμβαῖνον τῇ καρδίᾳ, κατὰ δὲ τὰ πάθη δεικνύωσιν, οὐ μόνον οὐκ ἀνατρέπουσι τὸν παλαιὸν | |
2.8.21 | λόγον ἀλλὰ καὶ κατασκευάζουσιν. τὰ μὲν δὴ τοιαῦτα τῶν ἐπιχειρημάτων ἐκ τοῦ δευτέρου γένους ἐστὶ τῶν λημμάτων, ὥσπερ οἶμαι καὶ τὸ πρώτην ἁπάντων τῶν μορίων τοῦ ζῴου | |
2.8.22 | διαπλάττεσθαι τὴν καρδίαν. οὐ γὰρ τὴν κατὰ δύναμιν ἀρ‐ χὴν ἐνδείκνυται τοῦτο συγχωρηθὲν ὑπὲρ ἧς νῦν ζητοῦμεν, ἀλλὰ τὴν κατὰ γένεσιν. εἴρηται δέ μοι καὶ διώρισται σαφῶς | |
ὑπὲρ τῆς διαφορᾶς τῶν ἀρχῶν ἐν τῷ πρόσθεν λόγῳ. | ||
2.8.23 | τὸ μέντοι πρώτην μὲν ἁπάντων ἄρχεσθαι κινεῖσθαι τῶν τοῦ ζῴου μορίων αὐτήν, ὑστάτην δὲ παύεσθαι τῶν ἀποδεικτικῶν | |
2.8.24 | ἐστι λημμάτων. ἐνδείκνυται γὰρ ἀρχὴν εἶναι κινήσεως αὐτήν, οὐ μὴν ἁπάσης γε, ἀλλὰ μόνης τῆς κατὰ τοὺς σφυγμούς, ἥτις ἑτέρου γένους ἐστὶ τῆς κατὰ προαίρεσιν· ἐκείνης δ’ οὔτ’ ἄρχεσθαι πρώτην οὔθ’ ὑστάτην παύεσθαι τὴν καρδίαν ἔχει | |
2.8.25 | τις δεῖξαι. περαίνοιτ’ ἂν οὖν κἀκ τούτου τοῦ λήμματος οὐχ ὅπερ Ἀριστοτέλης τε καὶ Χρύσιππος ὑπολαμβάνουσιν, ἀλλ’ ὃ Πλάτωνι καὶ Ἱπποκράτει δοκεῖ, τῆς μὲν κατὰ προαίρε‐ σιν ἐν ἡμῖν κινήσεως ἀρχὴν εἶναι τὸν ἐγκέφαλον, ἑτέρας δέ | |
5 | τινος ἀπροαιρέτου τὴν καρδίαν. | |
2.8.26 | ἦν μὲν οὖν καὶ ταῦθ’ ἱκανὰ πρὸς ἀπόδειξιν τῶν προκειμένων, ἀλλ’ ἐπειδὴ προὐθέ‐ μην ἐν τῷδε τῷ βιβλίῳ τὰ λήμματα ἐπελθεῖν ἅπαντα τὰ λαμβανόμενα ἐκ τῶν ὑπαρχόντων τῇ καρδίᾳ, προσθεὶς ἔτι | |
2.8.27 | τὰ ὑπόλοιπα καταπαύσω τὸν λόγον. ἐπ’ αὐτοῖς δ’ ἐστὶ καὶ τὸ τοῦ Ἀριστοτέλους λῆμμα, περὶ οὗ κατὰ τὴν τελευτὴν τοῦ πρώτου βιβλίου διῆλθον, ἐκ τῶν ὑπαρχόντων τῇ καρδίᾳ· | |
2.8.28 | πλῆθος γάρ τι νεύρων ἐν αὐτῇ φαίνεσθαί φησιν. ἐδείχθη δ’ ὑφ’ ἡμῶν ὡς νευρώδη μέν τινα σώματα κατὰ τὴν καρδίαν εἴη, νεῦρα δ’ οὐκ εἴη, καὶ ὡς τὰ μὲν νευρώδη τῇ τοῦ σώ‐ ματος ἰδέᾳ μόνον ἔοικε τοῖς νεύροις, οὐκ ἐνεργείᾳ τε καὶ | |
5 | χρείᾳ, κρίνεσθαι δὲ προσήκει τὴν ἐν τοῖς ὀργάνοις ἑτερότη‐ | |
τα καὶ ταυτότητα ταῖς ἐνεργείαις καὶ ταῖς χρείαις αὐτῶν. | ||
2.8.29 | ὥστ’ οὐδὲν ἔτι περὶ τῶν αὐτῶν δέομαι διέρχεσθαι, μεταβή‐ σομαι δ’ ἐπί τι τῶν ὑπολοίπων, οὗ σχεδὸν ἅπαντες μεμνη‐ μονεύκασιν οἷς ἡ καρδία πασῶν τῶν δυνάμεων ἀρχὴ τῶν | |
2.8.30 | ἐν τοῖς ζῴοις ὑπείληπται. λέγουσι γὰρ ὅθεν ἡ τοῦ τρέφε‐ σθαι τοῖς ζῴοις ἀρχή, κατ’ ἐκεῖνο τὸ μόριον εἶναι καὶ τὸ λογιζόμενον τῆς ψυχῆς· ἐν καρδίᾳ δ’ εἶναι τὴν τοῦ τρέφε‐ σθαι τοῖς ζῴοις ἀρχήν, ὥστε καὶ τὸ λογιζόμενόν τε καὶ δια‐ | |
2.8.31 | νοούμενον ὑπάρχειν ἐν αὐτῇ. ψεύδονται δ’ ἐν ἀμφοτέροις | |
τοῖς λήμμασιν. οὔτε γὰρ ἐν καρδίᾳ τὴν ἀρχὴν τοῦ τρέφεσθαι τοῖς ζῴοις εἶναι συγχωροῦμεν ἀλλ’ ἕν τι καὶ τοῦτ’ ἔστι | ||
5 | τῶν ἐν τῇδε τῇ πραγματείᾳ προκειμένων εἰς τὴν σκέψιν, οὐ χρὴ δὲ τὸ ζητούμενον ὡς ὁμολογούμενον λαμβάνειν· οὔτε τὸ μίαν ἀρχὴν ἀμφοτέρων ὑπάρχειν τῶν δυνάμεων, ἀλλὰ καὶ | |
2.8.32 | τούτου τὸ ἐναντίον ἡμεῖς ἀποδείκνυμεν. θαυμάζω τοίνυν κἀνταῦθα τῶν ἀνδρῶν, εἰ ἄμφω τὰ ζητούμενα προχείρως | |
2.8.33 | λαμβάνουσιν οὐδεμίαν ἀπόδειξιν προστιθέντες. ὅμοιον δέ τι ποιοῦσι κἀπειδὰν ὅθεν ἡ ἀρχὴ τῆς τροφῆς ἐστιν ἐνταῦθ’ εἶναι φάσκωσι καὶ τὸ ἡγεμονικόν, εἶθ’ ἑξῆς προσλαμβάνωσιν | |
ὡς ἐν τῇ καρδίᾳ τῆς τροφῆς ἐστιν ἀρχή. | ||
2.8.34 | οὔτε γὰρ τοῦτ’ ἀληθές· ‘ἀρχὴ‘ γὰρ ‘τροφῆς καὶ ὑγρᾶς καὶ ξηρᾶς στόμα, στόμαχος, κοιλίη‘ φησὶν Ἱπποκράτης, οὔτ’ εἰ καὶ παντὸς μᾶλλον, ἂν ἐξ ἀνάγκης ἠκολούθει, καθ’ ὃ μόριον ἡ ἀρχὴ | |
5 | τῆς τροφῆς ἐστι, κατὰ τοῦτο ὑπάρχειν τὸν λογισμόν· τοῦτο | |
γὰρ ἕν τι τῶν ζητουμένων ἐστί. | ||
2.8.35 | τὸ δ’ ἕτερον τῶν ζητου‐ μένων ψεῦδος. ἡ μὲν γὰρ πρώτη τῆς τροφῆς ἀρχὴ ‘στόμα, στόμαχος, κοιλίη,‘ ἡ δευτέρα δ’ αἱ ἐξ ἥπατος εἰς κοιλίην καθήκουσαι φλέβες, ἐν αἷς πρώταις αἷμα γίγνεται, ἡ τρίτη | |
5 | δὲ τὸ ἧπαρ αὐτό, ἡ τετάρτη δὲ μετὰ τὸ ἧπαρ ἡ κοίλη φλέψ, ἐν ᾗ πρώτῃ καθαρὸν τῶν περιττωμάτων ἀπολείπεται τὸ αἷμα, παρὰ ταύτης δ’ ἤδη τῆς φλεβός, ὥσπερ τἆλλα τοῦ ζῴου μόρια πάντα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ καρδία λαμ‐ | |
βάνει τὴν τροφήν. | ||
2.8.36 | οὐ μὴν οὐδ’ ὅταν εἴπωσιν ὅθεν ἡ χορηγία τοῦ πνεύματος, ἐνταῦθ’ εἶναι τὸ ἡγεμονικόν, εἶτ’ ἐπ’ αὐτῷ προσλαμβάνωσιν ἐκ τῆς καρδίας χορηγεῖσθαι τὸ | |
2.8.37 | πνεῦμα, συγχωρητέον αὐτοῖς. καὶ γὰρ κἀνταῦθα πάλιν, εἰ μὲν τὸ ψυχικὸν πνεῦμά φασιν ἐκ τῆς καρδίας ἄρχεσθαι, τὸ ζητούμενον αὐτὸ λαμβάνουσιν· εἰ δὲ τὸ ζωτικόν, οὐκ ἐξ ἀνάγκης ἀκολουθήσει τὴν αὐτὴν ἀρχὴν ἀμφοτέροις | |
2.8.38 | ὑπάρχειν. Ἐρασίστρατος γοῦν οὐχ ἁπλῶς, ὥσπερ οὗτοι, τὸ ζητούμενον λαμβάνων ἀλλὰ μετὰ κατασκευῆς λόγων οὐκ ὀλίγων ἐκ μὲν τῆς κεφαλῆς φησι τὸ ψυχικόν, ἐκ δὲ τῆς | |
καρδίας τὸ ζωτικὸν ὁρμᾶσθαι πνεῦμα. | ||
2.8.39 | εἰ δ’ οὐδέτερον μὲν τούτων τῶν πνευμάτων ἠρωτῆσθαι κατὰ τὸν λόγον ἐροῦσι, τὸ δὲ ἀνάλογον τῇ ξηρᾷ καὶ ὑγρᾷ τροφῇ, τὸ προσαγορευό‐ μενον ὑλικόν, ἀκούσονται καὶ περὶ τοῦδε παρ’ Ἱπποκράτους· | |
5 | ‘ἀρχὴ τροφῆς πνεύματος στόμα, ῥῖνες, βρόγχος, πνεύμων, καὶ | |
2.8.40 | ἡ ἄλλη διαπνοή‘. οὔκουν οὔτε τούτων τῶν λόγων ἰσχυρὸς οὐδεὶς οὔθ’ ὅταν ὁ Διογένης εἴπῃ ‘ὃ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἐν τούτῳ ὑπάρχει τὸ ἡγεμονικόν, ὃ δὲ | |
2.8.41 | πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἡ καρδία.‘ τὸ γὰρ | |
πρῶτον ἐρωτήσομεν ὅπως λέγει. εἰ μὲν γὰρ ὡς ὄργανον πρῶτον, οὐδαμῶς ἡ καρδία τροφῆς καὶ πνεύματος ἀρύεται | ||
5 | πρώτη, ἀλλὰ τροφῆς μὲν “στόμα, στόμαχος, κοιλίη,” πνεύματος | |
2.8.42 | δὲ “στόμα, ῥῖνες, βρόγχος, πνεύμων·” εἰ δ’ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι τοῖς ἀρυομένοις, ἀληθὲς μὲν τὸ πρότερον λῆμμα, τοῦ δευτέρου δ’ ἀντιληψόμεθα φάσκοντες αὐτὸ τὸ | |
2.8.43 | ζητούμενον ἑτοίμως λαμβάνειν αὐτόν. ἡμεῖς μὲν γὰρ ἀπὸ κεφαλῆς πεμφθήσεσθαι τὴν ἀρχὴν ὁμολογοῦμεν τῆς κινήσεως, ἐπειδὰν ἐσθίειν ἢ πίνειν ἢ ἀναπνεῖν βουλώμεθα. ὁ Διογέ‐ νης δὲ τοῦτο λαβὼν χωρὶς ἀποδείξεως ἀμφισβήτησιν πεποίη‐ | |
5 | κεν ἰδίαν. | |
2.8.44 | κατὰ τὸν αὐτὸν δὲ τρόπον καθ’ ἑαυτοῦ τοῖς λό‐ γοις ἐχρήσατο. ‘τό‘ φησι ‘κινοῦν τὸν ἄνθρωπον τὰς κατὰ προαίρεσιν κινήσεις ψυχική τίς ἐστιν ἀναθυμίασις, πᾶσα δὲ ἀναθυμίασις ἐκ τῆς τροφῆς ἀνάγεται, ὥστε τὸ κινοῦν | |
5 | πρῶτον τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον ἡμᾶς | |
2.8.45 | ἀνάγκη ἓν καὶ ταὐτὸν εἶναι.‘ ὅταν ταῦτα ὁ Διογένης γράφῃ περὶ μὲν [οὖν] τοῦ τὴν οὐσίαν εἶναι τῆς ψυχῆς ἀναθυμίασιν, εἴτ’ οὖν ἐκ τροφῆς εἴτ’ ἐκ πνεύματος, οὐδὲν ἔν γε τῷ παρόντι φήσομεν ἀμφισβητεῖν, ἵνα μὴ τὰ πάντα λυπῶμεν τὸν ἄνδρα, | |
5 | περὶ δὲ τοῦ ταὐτὸν εἶναι τὸ κινοῦν πρῶτον ἡμᾶς τὰς κατὰ | |
προαίρεσιν κινήσεις καὶ τὸ τρέφον ἀντιληψόμεθα. | ||
2.8.46 | τοὐναν‐ τίον γὰρ ἅπαν ἐξ ὧν ὑπέθετο περαίνεσθαι φήσομεν, ἐξ αἵ‐ | |
2.8.47 | ματος μὲν ὁμολογοῦντες * * *. καὶ αὐτὸς ἐπιλανθανόμενος τῶν οἰκείων δογμάτων αἷμά φησιν εἶναι τὴν ψυχήν, ὡς | |
2.8.48 | Ἐμπεδοκλῆς καὶ Κριτίας ὑπέλαβον. εἰ δέ γε ἕποιτο Κλεάν‐ θει καὶ Χρυσίππῳ καὶ Ζήνωνι τρέφεσθαι μὲν ἐξ αἵματος φήσαντι τὴν ψυχήν, οὐσίαν δ’ αὐτῆς ὑπάρχειν τὸ πνεῦμα, πῶς ἔτι ταὐτὸν ἔσται τὸ τρέφον τε καὶ κινοῦν εἴπερ τρέφει | |
5 | μὲν τὸ αἷμα κινεῖ δὲ τὸ πνεῦμα; | |
2.8.49 | ὥστε πρὸς τοῖς ἄλλοις ἀτόποις καὶ ἀπέραντός ἐστιν ὁ τοῦ Διογένους λόγος. ὃ γὰρ ἐπιφέρει τοῖς ὑποτεθεῖσι λήμμασιν, οὐκ ἐξ ἀνάγκης ἕπεται. | |
2.8.50 | δειχθήσεται δὲ ἐπὶ πλέον ὑπὲρ αὐτοῦ διὰ τῶν ἑξῆς ὑπομνη‐ μάτων. ἐν μὲν γὰρ τῷ παρόντι δοκῶ μοι καιρὸν εἶναι | |
2.8.51 | καταπαύειν ἐνταῦθα τὸ βιβλίον. ὑποσχόμενος γὰρ περὶ τῶν ἐναργῶς φαινομένων ὑπάρχειν τῇ καρδίᾳ τὸν λόγον ἐν τῷδε τῷ γράμματι ποιήσασθαι, τί ἂν ἔτι δεοίμην ἐφάπτεσθαι τοιούτων ἐπιχειρημάτων ὧν δόγματα μᾶλλον, οὐ τὸ φαινό‐ | |
5 | μενον ἐκ τῆς ἀνατομῆς, ἡ ἀρχὴ τῆς συστάσεώς ἐστιν; | |
3.1.1 | Ὅτι μὲν ἀναγκαῖόν ἐστιν οὐ φιλοσόφοις μόνον ἀλλὰ καὶ ἰατροῖς ὅσοι γε μὴ ἀλογίστως ἅπτονται τῆς τέχνης, ἐσκέφθαι περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ὁπόσαι τέ εἰσι κατὰ γένος ὁποία τέ τις ἑκάστη κατ’ εἶδος ἐν τίνι τε μάλιστα τοῦ | |
5 | ζῴου μορίῳ καθίδρυται, διὰ τοῦ πρώτου δέδεικται λόγου, | |
3.1.2 | ὅτι δ’ οἱ κάλλιστα περὶ αὐτῶν ἀποφηνάμενοι Πλάτων τε καὶ Ἱπποκράτης εἰσίν, ἐρρέθη μὲν οὐκ ὀλίγα καὶ διὰ τοῦ πρώ‐ του βιβλίου, τελεώτατα δὲ ἐπεξῆλθον τῷ λόγῳ κατὰ τὸ δεύτε‐ ρον γράμμα τὰς διαφορὰς ἁπάντων τῶν λημμάτων ἐκθέ‐ | |
5 | μενος οἷς ἐχρήσαντο περὶ τοῦ προκειμένου δόγματος οἱ ἐπι‐ | |
φανέστατοι τῶν φιλοσόφων. | ||
3.1.3 | ἀναγκαῖον δέ μοι δοκεῖ καὶ νῦν ἔτι περὶ αὐτῶν ἀναμνήσαντι περαίνειν οὕτω τὸν ὑπό‐ | |
3.1.4 | λοιπον λόγον. τέτταρας ἔλεγον εἶναι τὰς πάσας διαφορὰς τῶν λημμάτων· ἔνια μὲν γὰρ αὐτῶν ἀπὸ τῶν ὑπαρχόντων τῷ μορίῳ λαμβάνεσθαι κατὰ τὴν τοῦ προβλήματος οὐσίαν, ἔνια δὲ ἀπὸ τῶν ὑπαρχόντων μὲν οὐ μὴν κατὰ τὸ προβε‐ | |
5 | βλημένον τε καὶ ζητούμενον, ἕτερα δὲ ἀπὸ τῶν ἔξωθεν μαρτύρων, πρὸς τούτοις δὲ καὶ τέταρτον τὸ [ἀπὸ] τῶν σοφιστικῶν λημμάτων τοῖς τῆς λέξεως σχήμασι πρὸς ἀμφιβολίαν πεπα‐ | |
νουργημένων. | ||
3.1.5 | οὐκ ὀλίγα δὲ ἔγραψα παραδείγματα ἀφ’ ὧν ἕκαστον τῶν λημμάτων ἐφευρίσκεται γένος, αὐτὰ τὰ ῥήματα | |
3.1.6 | τῶν χρωμένων αὐτοῖς προτιθέμενος. καὶ δὴ τοὺς λόγους αὐτῶν ἀνατρέπων ἱκανῶς βέλτιον ἐγνώκειν ἐν αὐτῷ τῷ τρίτῳ γράμματι τόν τ’ ἀριθμὸν καὶ τὰς οὐσίας τῶν ἀρετῶν διδάσκειν· κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπέρχεταί μοι τῶν | |
5 | ἀρετῶν μνημονεύσαντι [τὸ] λέγειν τὸν ἀριθμὸν καὶ τὰς διαφορὰς | |
τῶν συμβεβηκότων· | ||
3.1.7 | καί〈τοι〉 τίς γε τῶν ἐπιφανεστάτων σοφιστῶν μοι φήσας ὡς οὐ δυνατὸν ἀνατρέπειν ὅσαπερ ὁ Χρύσιππος ἔγραψεν περὶ τοῦ τὴν καρδίαν μόνην ἐν τῷ σώματι τοῦ ζῴου ἀρχὴν εἶναι τοῦ ἡγεμονικοῦ, κατὰ τοῦτο τὸ τρίτον ὑπό‐ | |
5 | μνημα ἐπεξελθεῖν με τῷ λόγῳ τά γ’ ἐλλείποντα παρεβίασεν. | |
3.1.8 | ἴσως μὲν οὖν τοῦτο αἴτιον αὐτὸ γενήσεται τοῦ ἐπαίνου, ἐπεί τοι οἱ μνημονεύοντες τῶν εἰρημένων ἐν τῷ δευτέρῳ λόγῳ γινώσκουσιν ἡμᾶς τὸ ἰσχυρόν τε καὶ γενναῖον ὧν ὁ Χρύ‐ σιππος εἶπεν ἀνατρέποντας ἐάσαντάς τε τὸ ἀσθενέστατον ἐπι‐ | |
5 | δεικνύειν αὐτοῦ τὰ σφάλματα. | |
3.1.9 | λέγω δὴ ὅτι ὁ Χρύσιππος κατὰ τὸν πρῶτον αὐτοῦ περὶ ψυχῆς λόγον τῶν μερῶν αὐτῆς τοῦ ἡγεμονικοῦ μνημονεύειν ἀρχόμενος, ἔνθα δὴ δεικνύναι πει‐ ρᾶται τὴν ἀρχὴν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ μόνῃ περιέχεσθαι | |
3.1.10 | οὑτωσὶ λέγει· “ἡ ψυχὴ πνεῦμά ἐστι σύμφυτον ἡμῖν συνεχὲς παντὶ τῷ σώματι διῆκον ἔστ’ ἂν ἡ τῆς ζωῆς εὔπνοια | |
παρῇ ἐν τῷ σώματι. | ||
3.1.11 | ταύτης οὖν τῶν μερῶν ἑκάστῳ διατε‐ ταγμένων μορίῳ τὸ διῆκον αὐτῶν εἰς τὴν τραχεῖαν ἀρτη‐ ρίαν φωνὴν εἶναι, τὸ δὲ εἰς ὀφθαλμοὺς ὄψιν, τὸ δὲ εἰς ὦτα ἀκοήν, τὸ δ’ εἰς ῥῖνας ὄσφρησιν, τὸ δ’ εἰς γλῶτταν | |
5 | γεῦσιν, τὸ δ’ εἰς ὅλην τὴν σάρκα ἁφὴν καὶ τὸ εἰς ὄρχεις ἕτερόν τιν’ ἔχον τοιοῦτον λόγον, σπερματικόν, εἰς ὃ δὲ συμβαίνει πάντα ταῦτα ἐν τῇ καρδίᾳ εἶναι, μέρος ὂν αὐτῆς | |
τὸ ἡγεμονικόν. | ||
3.1.12 | οὕτω δὲ ἐχόντων αὐτῶν τὰ μὲν λοιπὰ συμφωνεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μέρους τῆς ψυχῆς διαφωνοῦσιν ἄλλοι ἐν ἄλλοις λέγοντες αὐτὸ εἶναι τόποις. οἱ μὲν γὰρ περὶ τὸν θώρακά φασιν εἶναι αὐτό, οἱ δὲ περὶ | |
3.1.13 | τὴν κεφαλήν. κατὰ τὰ αὐτὰ δὲ ταῦτα διαφωνοῦσι, ποῦ τῆς κεφαλῆς καὶ τοῦ θώρακός ἐστιν, οὐ συμφωνοῦντες αὑτοῖς. | |
3.1.14 | Πλάτων δὲ καὶ τριμερῆ τὴν ψυχὴν φήσας εἶναι τὸ μὲν λογι‐ στικὸν ἔλεγεν ἐν τῇ κεφαλῇ εἶναι, τὸ δὲ θυμοειδὲς περὶ τὸν | |
θώρακα, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλόν. | ||
3.1.15 | οὕτω φαίνε‐ ται διαφεύγειν ὁ τόπος ἡμᾶς οὔτ’ αἰσθήσεως ἐκφανοῦς γενομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντετύχηκεν, οὔτε [τῶ] τῶν τεκμηρίων δι’ ὧν ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ | |
5 | ἂν ἀντιλογία ἐπὶ τοσοῦτον προῆλθεν καὶ ἐν ἰατροῖς καὶ | |
3.1.16 | ἐν φιλοσόφοις.” αὕτη πρώτη ῥῆσις γέγραπται ὑπὸ Χρυ‐ σίππου περὶ ἡγεμονικοῦ κατὰ τὸ πρότερον περὶ ψυχῆς. τὸ μὲν γὰρ ἥμισυ μέρος αὐτῷ τῆς βίβλου τὸ πρότερον ὑπὲρ | |
οὐσίας ψυχῆς ἔχει τὴν σκέψιν. | ||
3.1.17 | κατὰ δὲ τὸ ἐφεξῆς ἥμισυ τὸ ἀπὸ τῆς γεγραμμένης ῥήσεως ἀρχόμενον ἐπιδεικνύναι πειρᾶται τὸ τῆς ψυχῆς ἡγεμονοῦν ἐν καρδίᾳ περιέχεσθαι. | |
3.1.18 | τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου δίκαιον ἀγάσασθαι· σαφῶς τε γὰρ ἅμα καὶ ἀκριβῶς, ὡς ἐχρῆν εἰπεῖν ἀρχόμενον ἄνδρα | |
3.1.19 | τηλικούτου δόγματος, εἴρηται Χρυσίππῳ. καὶ γὰρ ὅτι Πλά‐ των τρία μέρη τῆς ψυχῆς ἐτίθετο καὶ ἅτινα ταῦτα εἴρηκε καὶ καθ’ οὕστινας τόπους ἐν τοῖς ζῴοις καθιδρυμένα καὶ ὅτι λόγῳ χρὴ διασκέψασθαι περὶ τοῦ δόγματος ἐκφυγόντος | |
5 | τὰς αἰσθήσεις. | |
3.1.20 | τὰ δ’ ἐφεξῆς οὐκέθ’ ὁμοίως ἔχει. δίκαιον γὰρ ἦν, οἶμαι, πρῶτον μὲν εἰπεῖν ὑπὸ τίνων πιθανῶν ἀναπεισθεὶς ὁ Πλάτων οὕτως ἐδόξαζεν, ἔπειτα δὲ ἐξελέγξαι καὶ διαβαλεῖν αὐτὰ κἀπὶ τούτῳ τὴν ἑαυτοῦ κατασκευάσαι | |
5 | δόξαν, οὐκ ἐκ πιθανῶν ἐπιχειρημάτων οἵοις ἔθος ἐστὶ χρῆ‐ σθαι σοφισταῖς τε καὶ ῥήτορσιν, ἀλλ’ ἐξ ἐπιστημονικῶν τε καὶ ἀποδεικτικῶν, ἃ δὴ μεταχειρίζεσθαι πρέπει φιλοσόφοις | |
ἀνδράσιν ἀλήθειαν σπουδάζουσιν. | ||
3.1.21 | ἆρ’ οὖν οὕτως ὁ Χρύ‐ σιππος ἔπραξεν, ἢ πᾶν τοὐναντίον ἐπελάθετο μὲν ὡς μηδὲ προειρηκὼς ὅλως τι περὶ τῆς τοῦ Πλάτωνος δόξης, ἄρχεται δ’ ἐπιχειρεῖν ἀπὸ τοῦ γένους τῶν λημμάτων ὃ κατὰ μαρτύ‐ | |
5 | ρων δόξαν ἢ πλήθους, οὐ κατὰ τὴν τοῦ πράγματος φύσιν | |
3.1.22 | ἄξιον πιστεύεσθαι; παραγράψω δὲ καὶ τὴν ῥῆσιν αὐτὴν ὧδέ πως ἔχουσαν· ‘περὶ ὧν ἑξῆς ζητήσομεν παραπλησίως ἀπὸ τῆς κοινῆς ὁρμώμενοι φορᾶς καὶ τῶν κατὰ ταύτην | |
εἰρημένων λόγων·‘ | ||
3.1.23 | κοινὴν ἐνταῦθα φορὰν ὁ Χρύσιππος εἴρηκε τὸ κοινῇ πᾶσιν ἀνθρώποις δοκοῦν. εἶτ’ ἐπιφέρων φησί· ‘καὶ ἐπὶ τούτων ἱκανῶς φαίνονται ἐνηνέχθαι ἀπ’ ἀρχῆς | |
3.1.24 | εἰς τὸ εἶναι τὸ ἡγεμονικὸν ἡμῶν ἐν τῇ καρδίᾳ.‘ εἶτ’ ἐφεξῆς τούτων ἁπτόμενος ἤδη τῶν ἐπιχειρημάτων αὐτῶν ὧδέ πως | |
γράφει κατὰ λέξιν· | ||
3.1.25 | ‘κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρε‐ σθαι ἐπὶ τοῦτο ὡσανεὶ συναισθανόμενοι περὶ τὸν θώρακα αὑτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτακται τόπον, οἷον μάλιστα ἐπὶ τῶν | |
5 | λυπῶν καὶ τῶν φόβων καὶ ἐπὶ τῆς ὀργῆς καὶ μάλιστα τοῦ θυμοῦ· 〈ὡσανεὶ γὰρ〉 ἐκ τῆς καρ‐ δίας ἀναθυμιωμένου καὶ ὠθουμένου ἐκτὸς ἐπί τινα καὶ ἐμφυσῶντος τὸ πρόσ‐ | |
ωπον καὶ τὰς χεῖρας γίγνεσθαι ἡμῖν ἐμφάσεις.‘ | ||
3.1.26 | ἐν τούτοις ἤδη πάνυ σφόδρα θαυμάζω τοῦ χρυσίππου πάνθ’ ἅμα | |
3.1.27 | συγχέοντός τε καὶ συνταράττοντος. εἰρηκώς τε γὰρ ὀλίγον ἔμ‐ προσθεν ὡς ὁ Πλάτων ἐν τοῖς περὶ τὸν θώρακα τόποις ὑπολαμβάνει τὸ θυμοειδὲς ὑπάρχειν, εἶτ’ ἀφ’ ὧν κινηθεὶς ἐπὶ τοῦθ’ ἧκεν ὑπερβὰς εἰπεῖν, ὑπερβὰς δὲ καὶ τὸ διαβαλεῖν | |
5 | αὐτά, κατασκευάζειν εὐθὺς ἄρχεται τὰ δοκοῦντα αὑτῷ πρώτου πάντων τῶν ἐπιχειρημάτων μνημονεύων δι’ οὗ δείκνυται | |
τὸ θυμοειδὲς ἐν τοῖς κατὰ τὸν θώρακα τόποις ὑπάρχον. | ||
3.1.28 | οὐ γὰρ δὴ ἐξ ἄλλων πραγμάτων φαινομένων ἢ ἐξ ὧν εἴρηκεν ὁ Χρύσιππος νῦν ἐναργέστερον ἄν τις ἀποδείξειεν ἐκ θώρα‐ | |
3.1.29 | κός τε καὶ καρδίας ὁρμᾶσθαι τὸν θυμόν. ‘ὡσανεὶ γάρ,‘ φησίν, ‘ἀναθυμιωμένου‘ τοῦ θυμοῦ ‘ἐκ τῆς καρδίας καὶ ὠθου‐ μένου ἐκτὸς ἐπί τινα καὶ ἐμφυσῶντος, τὸ πρόσωπόν τε καὶ τὰς | |
χεῖρας γίγνεσθαι ἐμφάσεις.‘ | ||
3.1.30 | ἐν ταύτῃ τῇ ῥήσει συγχωρεῖν ἔοικεν ὁ Χρύσιππος τῷ παλαιῷ λόγῳ ζέσιν τινὰ τῆς ἐμφύτου θερμότητος ὑπολαμβάνοντι γίγνεσθαι κατὰ τὴν καρδίαν ἐν τοῖς θυμοῖς, ᾗ ζέσει τό τε διαφυσᾶσθαι τὸ πρόσωπον ἕπεται | |
5 | καὶ σύμπαν ἐρεύθειν τε καὶ θερμαίνεσθαι τὸ σῶμα καὶ σφοδρῶς πηδᾶν τὴν καρδίαν σὺν ταῖς κατὰ τὸ ζῷον ἁπάσαις | |
ἀρτηρίαις. | ||
3.1.31 | ἆρ’ οὖν ὁ Πλάτων ἕτερόν τί φησιν, ἐπειδὰν ἐν Τιμαίῳ γράφῃ· ‘τὴν δὲ δὴ καρδίαν ἅμμα τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν ἵν’ ὅτε | |
5 | ζέσειε τὸ τοῦ θυμοῦ μένος, τοῦ λόγου παραγγείλαντος ὥς τις ἄδικος περὶ αὐτὰ γίγνεται πρᾶξις ἔξωθεν ἢ καί τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυμιῶν, ὀξέως διὰ πάντων τῶν στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώματι τῶν τε παρακελεύσεων | |
3.1.32 | καὶ ἀπειλῶν αἰσθανόμενον γίγνοιτο ἐπήκοον.‘ ἔτι δὲ τούτοις | |
ἐφεξῆς καὶ τάδε γράφει. “τῇ δὲ δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δεινῶν προσοδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐγέρσει προγι‐ | ||
5 | γνώσκοντες ὅτι [οἷα] διὰ πυρός γε ἡ τοιαύτη πᾶσα ἔμελλεν οἴδησις γίγνεσθαι τῶν θυμουμένων, ἐπικουρίαν αὐτῇ μηχανώμενοι | |
3.1.33 | τὴν τοῦ πνεύμονος ἰδέαν ἐνεφύτευσαν.” ὥστε ὦ φίλτατε Χρύσιππε, τὰ Πλάτωνος δόγματα γράφεις, ἐπειδὰν ἐκ τῆς καρδίας ἀναθυμιᾶσθαί τε καὶ πρὸς τὸ ἐκτὸς ὠθεῖσθαι καὶ | |
τὸ πρόσωπον ἐμφυσᾶν λέγῃς τὸν θυμόν. | ||
3.2.1 | Οὐ μὴν τοῦτό γ’ ἦν σοι τὸ ἀμφισβητούμενον, εἰ τὸ θυμούμενον τῆς ψυχῆς ἐν καρδίᾳ κατῴκισται, ἀλλ’ εἰ τὸ λογιζόμενον, ὅπερ ἐχρῆν ἀποδείξαντα μὴ πολλὰ κάμνειν ὑπὲρ τοῦ θυμουμένου μηδ’ ἐμπιπλάναι τὸ βιβλίον ἐπῶν ποιητικῶν | |
5 | ὧν ἐφεξῆς γράφεις ὡδί· | |
3.2.2 | ‘ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός.‘ καὶ πάλιν ‘ὁ θυμὸς αὐτὸν τῶν φρενῶν ἐξῆρ’ ἄνω.‘ | |
5 | καὶ πάλιν | |
‘πηδῶν δ’ ὁ θυμὸς ἔνδοθεν μαντεύεται.‘ | ||
3.2.3 | καὶ μυρία ἕτερα τοιαῦτα παρ’ ὅλον τὸ γράμμα κατασκευά‐ ζοντα τὸ θυμούμενον ὑπάρχειν ἐν τῇ καρδίᾳ, δέον μὴ τοῦτο δεικνύειν, ἀλλὰ τὸ λογιζόμενον ἢ νὴ Δία, εἴπερ ἀδύνατος ἦν ἄντικρυς ἐπιδεικνύναι τοῦτο, πειραθῆναι γοῦν [ἐπιχειρῆσαι] δεῖξαι | |
5 | καθ’ ἓν τοῦτο τὸ μόριον εἶναι τό τε θυμούμενον τῆς ψυχῆς | |
3.2.4 | καὶ τὸ λογιζόμενον. ὁ δέ γε τουτὶ μὲν οὐδ’ ἐπεχείρησε πρᾶξαι κατ’ οὐδὲν μέρος τοῦ βιβλίου, χρῆται δ’ αὐτῷ διὰ | |
παντὸς ἐξ ἑτοίμου λαμβάνων. | ||
3.2.5 | εὐθὺς γοῦν ἐν τοῖς ἐφεξῆς οὕτω γράφει· “τῆς μὲν ὀργῆς γιγνομένης ἐνταῦθα εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι καὶ νὴ Δία καὶ τὰ λοιπὰ πάθη καὶ τοὺς διαλογισμοὺς καὶ ὅσον τούτοις ἐστὶ | |
3.2.6 | παραπλήσιον.” οὐδὲν γὰρ ἀναγκαῖον ἔνθα τὰ πάθη καὶ τοὺς διαλογισμοὺς ἐνταῦθ’ ὑπάρχειν, ὡς, εἴ γε τοῦτ’ ἐκ προχείρου τις ἀξιώσειε λαμβάνειν, αὐτὸ τὸ ζητούμενον λήψε‐ | |
ται. | ||
3.2.7 | Πλάτωνος μὲν γὰρ λέγοντος οὐκ ἐκ ταὐτοῦ μέρους ὁρμᾶσθαι λογισμόν τε καὶ θυμὸν καὶ ἐπιθυμίαν, Ζήνωνος δὲ ἐν καρδίᾳ καθιδρύοντος ἅπαντα, προσῆκον ἦν, οἶμαι, καὶ Χρυσίππῳ καὶ παντὶ τῷ μετὰ Πλάτωνα καὶ Ζήνωνα κρί‐ | |
5 | νοντι τὰ δόγματα τῶν ἀνδρῶν προσθεῖναι θατέρῳ μὲν αὐ‐ | |
3.2.8 | τῶν ἀπόδειξιν, θατέρῳ δ’ ἔλεγχόν τινα. τὸ δὲ χωρὶς ἀπο‐ δείξεως ἀποφήνασθαι, καθάπερ ὁ Χρύσιππος ἐποίησεν, ὡς ἔνθ’ ἂν ᾖ τὸ παθητικὸν τῆς ψυχῆς, ἐνταῦθα καὶ τὸ λογι‐ στικὸν ὑπάρχει, τοσούτου δεῖ φιλοσόφῳ προσήκειν ὥστ’ | |
5 | οὐδ’ οἱ ῥήτορες οὐδ’ οἱ σοφισταὶ πράττουσιν αὐτό· πειρῶν‐ | |
3.2.9 | ται γοῦν κἀκεῖνοι πίστεσί τισι πιθαναῖς χρῆσθαι. τὸ δὲ ἕκαστον τῶν ζητουμένων ἐξ ἑτοίμου λαμβάνειν οὔτε σοφι‐ σταῖς οὔτε ῥήτορσιν οὔτε διαλεκτικοῖς οὔτ’ ἀποδεικτικοῖς | |
οὐδ’ ὅλως οὐδενὶ τῶν πάντων προσήκει. | ||
3.2.10 | κάλλιον οὖν ἦν, οἶμαι, καθάπερ ὁ Πλάτων ἀποδεῖξαι προὐθυμήθη τὸ ἑαυτοῦ δόγμα, καὶ τὸν Χρύσιππον οὕτω πειραθῆναι τὸ τοῦ Ζήνω‐ νος ἀποδεῖξαι καὶ μὴ πλῆθος ἐπῶν παραγράφειν ἐξ ἁπάντων | |
5 | τῶν ποιητῶν ἐκλέγοντα δεικνύντων ὀργὴν καὶ θυμὸν καὶ φόβον καὶ δειλίαν καὶ θράσος καὶ θάρσος καὶ καρτερίαν ὅσα τ’ ἄλλα τοιαῦτα τὰ μὲν ἐνεργείας τινὰς εἶναι, τὰ δὲ παθή‐ | |
3.2.11 | ματα τῆς καρδίας. τί γὰρ αὐτῷ βούλεται ταυτὶ τὰ ἔπη τὰ | |
ἐξ Ὁμήρου συνειλεγμένα; ‘κραδίη δέ οἱ ἔνδον ὑλάκτει.‘ καὶ | ||
5 | ‘στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· ‘τέτλαθι δὴ κραδίη· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης.‘ καὶ ‘ὣς πυκίν’ ἐν στήθεσσιν ἀναστενάχιζ’ Ἀγαμέμνων | |
‘νειόθεν ἐκ κραδίης, περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.‘ | ||
10 | καὶ ‘ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ.‘ καὶ ‘Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.‘ καὶ | |
15 | ‘ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ ἐν στήθεσσιν ἑοῖσιν.‘ | |
3.2.12 | ἐν ἅπασι γὰρ τούτοις οὐ τὸ λογιστικόν, ἀλλὰ τὸ θυμοειδὲς | |
ἐν τῇ καρδίᾳ περιέχεσθαι δηλοῦται, ὥσπερ οἶμαι κἀν τοῖσδε· ‘καὶ χόλος ὅς τ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι, ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο | ||
5 | ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός.‘ καὶ ‘καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.‘ | |
3.2.13 | καὶ πρὸς τούτοις ἔτι ‘καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.‘ καὶ | |
‘δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.‘ | ||
5 | καὶ ‘ἐν δ’ ἄρα οἱ στήθεσσι μένος πατρώϊον ἧκε.‘ καὶ ‘αὐτὰρ Ἀχιλλεὺς ‘δεινὸν ἐνὶ στήθεσσιν ἔχει μεγαλήτορα θυμόν.‘ | |
10 | καὶ ‘σοὶ δ’ ἄλληκτόν τε κακόν τε ‘θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης.‘ καὶ | |
‘ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει.‘ | ||
15 | καὶ ‘πρῆσεν ἐνὶ στήθεσσιν ἐρισθενέος Διὸς ἀλκὴν ‘γνώμεναι.‘ | |
3.2.14 | καὶ πρὸς τούτοις ἔτι ‘καὶ δέ μοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι ‘μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι.‘ καὶ | |
5 | ‘σεῖς’, ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν | |
‘ἐν στήθεσσιν ἔθελξε, φόβου δ’ ἐμνήσαθ’ ἕκαστος.‘ καὶ ‘Νέστορ, ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ.‘ καὶ | ||
10 | ‘οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ.‘ καὶ ‘ὦ γέρον, εἴθ’, ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν, ‘ὥς τοι γούναθ’ ἕποιτο.‘ | |
3.2.15 | καὶ | |
‘οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός.‘ καὶ ‘σὸν δὲ φίλον κῆρ | ||
5 | ‘τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο.‘ καὶ ‘ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε‘ καὶ ‘Τηλέμαχος δ’ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξεν.‘ | |
10 | καὶ ‘ὣς φάτ’ ἐνὶ στήθεσσι καθαπτόμενος φίλον ἦτορ· [καὶ] | |
‘τῷ δὲ μάλ’ ἐν πείσῃ κραδίη μένε τετληυῖα.‘ | ||
3.2.16 | πάντα μὲν γὰρ ταῦτα τὰ ἔπη καὶ πρὸς τούτοις ἔτι μυρία ἕτερα τὸ πλῆθος ὧν Χρύσιππος παρατίθεται τὸ θυμοειδὲς ἐν τῇ καρδίᾳ φησὶν ὑπάρχειν. ἐγὼ δὲ εἰ πάντα παραγρά‐ φοιμι, πληρώσω τὸ βιβλίον, ὥσπερ καὶ ὁ Χρύσιππος ἐπλή‐ | |
3.2.17 | ρωσεν. ἀλλ’ ἐξ Ὁμήρου μὲν ἱκανὰ καὶ ταῦτα· τῶν δ’ ἐξ Ἡσιόδου παραγραφέντων ὑπὸ Χρυσίππου παμπόλλων καὶ αὐτῶν ὄντων ἀρκέσει μοι δυοῖν ἢ τριῶν ἐπιμνησθῆναι πα‐ | |
ραδειγμάτων ἕνεκα· | ||
5 | ‘τοῦ γὰρ ἀέξετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι.‘ καὶ ‘οἷον ἐνὶ στήθεσσι χόλον θυμαλγέ’ ἔχουσα.‘ καὶ | |
‘πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.‘ | ||
3.2.18 | ἐν οἷς ἐγὼ μὲν ἐκπλήττομαι τῆς μεγαλοψυχίας τὸν Χρύσιππον. δέον γὰρ ὡς ἄνθρωπον ἀνεγνωκότα τοσούτους ποιητὰς καὶ γιγνώσκοντα σαφῶς ἅπασι τοῖς δόγμασιν αὐτοὺς μαρτυροῦντας ἄλλοτε κατ’ ἄλλα τῶν ἐπῶν, ὥσπερ καὶ Πλούταρχος ἐπέ‐ | |
5 | δειξεν ἐν τοῖς τῶν Ὁμηρικῶν μελετῶν, ἐκλέγειν μὲν ἐξ αὐ‐ τῶν ὅσα μαρτυρεῖ τῷ σπουδαζομένῳ πρὸς αὐτοῦ δόγματι, παραλείπειν δὲ τὰ μαχόμενα καὶ πᾶν ἐνίοτε κατασκευάζοντα | |
τοὐναντίον· ὁ δ’ ὁμοίως ἑξῆς ἁπάντων μέμνηται. | ||
3.2.19 | τὰ μὲν γὰρ τοιαῦτα τῶν ἐπῶν ἅπαντ’ ἐχρῆν ὑπ’ αὐτοῦ παραλελεῖφθαι, δι’ ὧν δὲ νοῦν καὶ φρένας καὶ διάνοιαν καὶ λογισμὸν εἶπέ τις ποιητὴς ἐν καρδίᾳ περιέχεσθαι, συνάγειν ἔδει, καθάπερ | |
5 | ἔχει καὶ τὰ τοιαῦτα· ‘καὶ τότε δὴ στηθέων Ἀθάμα φρένας ἐξέλετο Ζεύς.‘ καὶ | |
‘ἔγνως, Ἐννοσίγαιε, ἐμὴν ἐν στήθεσι βουλήν.‘ καὶ | ||
10 | ‘αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα.‘ καὶ ‘οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα.‘ | |
3.2.20 | ὥσπερ γὰρ τοῦ προτέρου γένους τῶν ἐπῶν, δι’ ὧν ἐν τῇ καρδίᾳ δείκνυται τὰ τῆς ψυχῆς πάθη, παμπόλλη τις ἀφθονία παρὰ τοῖς ποιηταῖς ἐστιν, οὕτως οὐδὲ θάτερον ὀλίγον, ἐν οἷς τὸ λογιζόμενον ἐν τῇ καρδίᾳ τις, ὅσον ἐπὶ τοῖς ποιηταῖς, | |
5 | ἐπιδεῖξαι δυνήσεται. | |
3.3.1 | Ταῦτ’ οὖν ἐχρῆν ἐκλέγειν μόνα τὸν Χρύσιππον, εἴπερ | |
3.3.2 | ὅλως κατὰ μάρτυρας ἐγνώκει διαιρεῖν τὸν ἀγῶνα. τὸ δὲ πλείω μὲν ἐκεῖνα, ταυτὶ δ’ ἐλάττω γράψαι τῷ μὲν τὸ ἀληθὲς τῆς ἱστορίας ἐπιδεικνύντι καλῶς 〈ἂν〉 γίγνοιτο· πλείω γὰρ ὄντως ἐστὶν ἐκεῖνα· τῷ δ’ ὅπερ ὁ Χρύσιππος σπουδάζει κατασκευά‐ | |
5 | ζειν ἐπιχειροῦντι πρὸς ἐναντιώματος ἂν εἴη, καὶ μάλισθ’ ὅσα φανερῶς ἐπιτιμῶντα ποιεῖ τὸν λογισμὸν τῷ θυμῷ, καθάπερ | |
καὶ τάδε· “στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· τέτλαθι δὴ κραδίη· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης.” | ||
3.3.3 | ταυτὶ γὰρ Ὅμηρος ἐποίησε τὸν Ὀδυσσέα λέγοντα πρὸς ἑαυ‐ τὸν ἡνίκ’ ἐφ’ οἷς ἑώρα κατὰ τὴν οἰκίαν πραττομένοις ὑπὸ τῶν θεραπαινῶν ἀνέζεσέ τε τὸ κατὰ τὴν καρδίαν αὐτοῦ θερμὸν ἔμελλέ τε νικήσας ὁ θυμὸς τὸν λογισμὸν ἐπ’ ἄκαιρον | |
3.3.4 | κόλασιν ἄξειν αὐτὸν τῶν γυναικῶν. ὃν γὰρ ἱππεὺς πρὸς ἵππον ἢ κυνηγέτης πρὸς κύνα λόγον ἔχουσιν, τοῦτον ὁ | |
λογισμὸς πρὸς θυμόν. | ||
3.3.5 | ἄρχειν μὲν γὰρ ἐν ἅπασι καὶ κρα‐ τεῖν ἐστι δικαιότερον τὸ φύσει κρεῖττον, ἱππεὺς μὲν ἵππου, κυνηγέτης δὲ κυνός, λογισμὸς δὲ θυμοῦ, συμβαίνει δ’ οὐκ ἀεὶ νόμῳ φύσεως διοικεῖσθαι τὴν συζυγίαν, ἀλλ’ ἵππος μὲν | |
5 | ἐνίοτε δυσπειθὴς οὐ κατὰ κόσμον ἐκφερόμενος συναπήνεγκεν αὑτῷ τὸν ἀναβάτην ἀρρωστίᾳ δυνάμεως ἢ ἐπιστήμης ἱππικῆς ἀμαθίᾳ νικηθέντα, θυμὸς δὲ ἰσχυρὸς [καὶ] ἐπὶ τιμωρίαν ἄκαι‐ ρον ἐξορμήσας σφοδρότερον ἔστιν ὅτε συνεπεσπάσατο λογι‐ | |
σμὸν ἄρρωστον ἢ ἀμαθῆ. | ||
3.3.6 | εἰ μὲν γὰρ καὶ ῥώμην καὶ ἐπι‐ στήμην ἔχοι, κρατήσει πάντως ὅ τε λογισμὸς τοῦ θυμοῦ καὶ ὁ ἡνίοχος τοῦ ἵππου· εἰ δ’ ἤτοι θατέρου τούτων ἢ ἀμφοῖν στεροῖτο, κίνδυνος ἐνταῦθα τοῦ φύσει κρείττονος ἐπικρατῆσαι | |
5 | τὸ χεῖρον, ὥσπερ [γὰρ] ἐν Σκύθαις τε καὶ Γαλάταις καὶ πολλοῖς ἄλλοις βαρβάροις ἔθνεσιν ὁ θυμὸς κρείττων τοῦ λογισμοῦ, παρ’ ἡμῖν δὲ ἔν τε παισὶ καὶ τοῖς ἀπαιδεύτοις ἀνθρώποις. | |
3.3.7 | Ὅμηρος δὲ δὴ τοῦτ’ αὐτὸ ἐπιδεῖξαι βουλόμενος Ἕκτορα μὲν καὶ Ἀχιλλέα καί τινας ἑτέρους τοιούτους θυμῷ δουλεύοντας | |
ὑποτίθεται νεανίσκους· Ὀδυσσέα δὲ καὶ Πολυδάμαντα καὶ | ||
5 | Νέστορα τῷ λογισμῷ κρατοῦντας τοῦ θυμοῦ, πολλάκις μὲν οὕτως ἱσχυρῶς ὡς μηδ’ ἐξορμῆσαι πρὸς ἄλογόν τινα πρᾶξιν τὸν θυμόν, ἔστιν ὅτε δ’ ὁρμῶντα μέν, ἀλλ’ ὑπὸ τοῦ λογισμοῦ κατεχόμενον, ὥσπερ κἀν τοῖσδε τοῖς ἔπεσιν Ὀδυσσέα πεποίη‐ | |
3.3.8 | κεν· ἅπαντα δ’ ἐφεξῆς αὐτὰ παραγράψω· “ἔνθ’ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ κεῖτ’ ἐγρηγορόων· ταὶ δ’ ἐκ μεγάροιο γυναῖκες ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάροιθεν, | |
5 | ἀλλήλοισι γέλω[τά] τε καὶ εὐφροσύνην παρέχουσαι. τοῦ δ’ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι· πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν, ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ, ἢ ἔτ’ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι | |
10 | ὕστατα καὶ πύματα· κραδίη δέ οἱ ἔνδον ὑλάκτει [ἀγαζομένου κακὰ ἔργα]. | |
3.3.9 | ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρ’ ἀγνοιήσας’ ὑλάει μέμονέν τε μάχεσθαι, | |
ὥς ῥα τοῦ ἔνδον ὑλάκτει 〈ἀγαζομένου κακὰ ἔργα·〉 στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· | ||
5 | τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης ἤματι τῷ, ὅτε τοι μένος ἄσχετος ἤσθιε Κύκλωψ ἰφθίμους ἑτάρους, σὺ δ’ ἐτόλμας, ὄφρα σε μῆτις ἐξάγαγ’ ἐξ ἄντροιο οἰόμενον θανέεσθαι. ὣς ἔφατ’ ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ.” | |
3.3.10 | εἰ μὴ σαφῶς ἐν τούτοις Ὅμηρος ἐκδιηγεῖται μάχην θυμοῦ πρὸς λογισμὸν ἐν ἀνδρὶ φρονίμῳ καὶ νίκην μὲν τοῦ λογισμοῦ, τοῦ θυμοῦ δ’ εὐπείθειαν πρὸς αὐτόν, οὐδ’ ἄλλ’ οὐδὲν ἄν | |
τις ἡμῖν συγχωρήσειε μανθάνειν τοῦ ποιητοῦ. | ||
3.3.11 | τῶν γὰρ οὕτως ἐναργῶς λεγομένων εἰς ἀμφιβολίαν ἀχθέντων οὐδὲ τοῖς ἄλλοις ἂν ἔχοι τις ὅ τι χρήσαιτο. τὰς γὰρ θεραπαίνας ἁμαρτανούσας ὁρῶν Ὀδυσσεὺς ὑπὸ μὲν τοῦ θυμοῦ βιαίως | |
5 | εἵλκετο πρὸς τὴν τιμωρίαν αὐτῶν, ὑπὸ δὲ τοῦ λογισμοῦ | |
3.3.12 | κατείχετο τὴν ἀκαιρίαν ἐκδιδάσκοντος. ἐπεὶ δ’ οὐκ ἠδύνατο ῥᾳδίως πείθειν ὁ λογισμὸς τὸν θυμὸν ἀναβάλλεσθαι τὴν τιμωρίαν εἰς ἐπιτηδειότερον καιρόν, σφοδρότερον αὐτῷ προσ‐ φέρεται, καθάπερ ἵππον ἐκφερόμενον ἡνίοχος ἀντισπῶν | |
5 | βιαίως ἰσχυρῷ χαλινῷ, καὶ δὴ καὶ ταῦτά φησι πρὸς αὑτόν· “καρτέρει κατὰ τὸ παρόν, ὦ γενναιοτάτη καρδία, καθάπερ που καὶ πρότερον ἐκαρτέρησας ἐπὶ Κύκλωπος, ὁρῶσα | |
3.3.13 | τοὺς ἑταίρους ὑπ’ αὐτοῦ διαφθειρομένους.” ἐμοὶ μὲν δὴ τούτων τῶν ἐπῶν εὐκαιρότατα μὲν ὁ Πλάτων δοκεῖ μνημονεύειν ἐν τετάρτῳ Πολιτείας, ἀκαιρότατα δ’ ὁ Χρύσιππος, ἔτι δὲ μᾶλλον ὧν Εὐριπίδης ἐποίησε λέγουσαν τὴν Μήδειαν, ἡνίκα | |
5 | καὶ κατὰ τὴν ἐκείνης ψυχὴν ὁ λογισμὸς ἐστασίαζε πρὸς τὸν | |
3.3.14 | θυμόν. ᾔδει μὲν γὰρ ὡς ἀνόσιόν τι καὶ δεινὸν ἔργον ἐργά‐ ζοιτο τῇ τῶν παίδων ἐπιχειροῦσα σφαγῇ, καὶ διὰ τοῦτ’ ὤκνει | |
τε καὶ ἀνεβάλλετο καὶ οὐκ εὐθὺς ὁρμήσασα ἔπραξε τοὖργον. | ||
3.3.15 | αὖθις δ’ αὐτὴν ὁ θυμὸς ὥσπερ τις ἵππος δυσπειθὴς νικήσας τὸν ἡνίοχον ἐπὶ τοὺς παῖδας εἷλκε βίᾳ καὶ ἔπειτα πάλιν ὁ λογισμὸς ἀντέσπα τε καὶ ἀπῆγεν, εἶτ’ αὖθις ἀνθεῖλκεν ὁ | |
3.3.16 | θυμός, εἶτ’ αὖθις ὁ λογισμός. ὥστε πολλάκις ἄνω καὶ κάτω πρὸς ἀμφοῖν ἀγομένη, ὡς συνεχώρησε τῷ θυμῷ, τηνικαῦτα ποιεῖ λέγουσαν ὁ Εὐριπίδης αὐτήν· “καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, | |
5 | θυμὸς δὲ κρείττων τῶν ἐμῶν βουλευμάτων.” | |
3.3.17 | μανθάνει μὲν δήπου τὸ μέγεθος ὧν μέλλει δράσειν κακῶν ὑπὸ τοῦ λογισμοῦ διδασκομένη, κρείττονα δ’ εἶναί φησιν αὐτοῦ τὸν θυμὸν καὶ διὰ τοῦθ’ ὑπ’ ἐκείνου πρὸς τοὖργον ἀπάγεσθαι βιαίως ἔμπαλιν Ὀδυσσεῖ τῷ λογισμῷ τὸν θυμὸν | |
3.3.18 | ἐπισχόντι. βαρβάρων μὲν γὰρ καὶ ἀπαιδεύτων ἀνθρώπων ἔθετο παράδειγμα τὴν Μήδειαν Εὐριπίδης, οἷς ὁ θυμὸς ἰσχυρότερος τοῦ λογισμοῦ· Ἑλλήνων δὲ καὶ πεπαιδευμένων, οἷόν περ αὖ πάλιν ὁ ποιητὴς ὑπέθετο τὸν Ὀδυσσέα, κρείττων | |
5 | ὁ λογισμὸς τοῦ θυμοῦ. | |
3.3.19 | πολλάκις μὲν οὖν ὁ λογισμὸς εἰς τοσοῦτον τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς κρείττων ἐστίν, ὡς μηδέποτε μάχην αὐτοῖς γίγνεσθαι πρὸς ἀλλήλους, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι, καὶ τοῦτο μὲν τοῖς εἰς | |
3.3.20 | τέλος ἥκουσι φιλοσοφίας ὑπάρχει· πολλάκις δ’ ὁ θυμὸς τοῦ λογισμοῦ κρατεῖ τοσοῦτον ὡς ἄρχειν τε καὶ ἡγεῖσθαι διὰ παντός, ὁρᾶται δ’ ἔν τε πολλοῖς τῶν βαρβάρων τοῦτο καὶ τῶν παίδων τοῖς φύσει θυμικοῖς, ἔτι δὲ θηρίων οὐκ | |
5 | ὀλίγοις καὶ ἀνθρώπων τοῖς θηριώδεσιν· | |
3.3.21 | ἔστιν ὅτε δὲ οὐδέτε‐ ρον εἰς τοσοῦτον ἰσχυρότερόν ἐστιν ὡς ἐφέλκεσθαι παρα‐ χρῆμα θάτερον, ἀλλ’ ἐναντιοῦταί τε πρὸς ἄλληλα καὶ δια‐ μάχεται καὶ νικᾷ τῷ χρόνῳ θάτερον, ἐπ’ Ὀδυσσέως μὲν ὁ | |
5 | λογισμός, ἐπὶ Μηδείας δ’ ὁ θυμός, ὡς δύο ὄντα αὐτὰ μόρια | |
3.3.22 | τῆς ψυχῆς ἢ εἰ μὴ μόρια, πάντως γε δυνάμεις τινές. ὁ δὲ Χρύσιππος οὔτε μόρια ψυχῆς ταῦτ’ εἶναι νομίζων οὔτε δυνά‐ μεις ἀλόγους ἑτέρας τῆς λογικῆς ὅμως οὐκ ὀκνεῖ τῶν Ὀδυσ‐ σέως τε καὶ Μηδείας ἐπῶν μνημονεύειν ἐναργῶς καταβαλλόν‐ | |
5 | των τὴν δόξαν αὐτοῦ. | |
3.3.23 | πῶς ἂν οὖν τις ἔτι διαλέγοιτο τοιού‐ τοις ἀνδράσι μήτε τῶν ἐναργῶς φαινομένων φροντίζουσιν, ὡς ἤδη πολλάκις ἔδειξα, καὶ τῶν ἐξελεγχόντων τὰ δόγματ’ | |
3.3.24 | αὐτῶν ὡς μαρτυρούντων μνημονεύουσιν; ἐμπέπλησται γὰρ ὁ περὶ ἡγεμονικοῦ λόγος ὑπὸ Χρυσίππου γεγραμμένος ἐπῶν ποιητικῶν ἤτοι τὰ πάθη περὶ τὸν θώρακά τε καὶ τὴν καρ‐ δίαν συνίστασθαι μαρτυρούντων ἢ δύο εἶναι τῆς ψυχῆς | |
5 | δυνάμεις ὅλῳ τῷ γένει διαφερούσας ἀλλήλων, τὴν μὲν ἄλογον, | |
τὴν δὲ λογικήν. | ||
3.3.25 | ὥσπερ γὰρ ἐξ Ὁμήρου καὶ Ἡσιόδου βρα‐ χέα παρεθέμην ὀλίγῳ πρόσθεν ὧν ὁ Χρύσιππος ἔγραψεν, οὕτως ἐξ Ὀρφέως καὶ Ἐμπεδοκλέους καὶ Τυρταίου καὶ Στη‐ σιχόρου καὶ Εὐριπίδου καὶ ἑτέρων ποιητῶν ἐπῶν μνημονεύει | |
5 | παμπόλλων ὁμοίαν ἐχόντων ἀτοπίαν, οἷον καὶ ὅταν εἴπῃ Τυρταῖον λέγοντα “αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν.” | |
3.3.26 | ὅτι μὲν γὰρ ἔχει ὁ λέων θυμόν, ἀκριβῶς ἅπαντες ἄνθρωποι καὶ πρὶν ἀκοῦσαι Τυρταίου γιγνώσκομεν, οὐ μὴν Χρυσίππῳ γ’ ἔπρεπε παραθέσθαι τὸ ἔπος ἀφαιρουμένῳ τοὺς λέοντας | |
τὸν θυμόν. | ||
3.3.27 | οὐδὲν γάρ, ὡς οἴεται, τῶν ἀλόγων ζῴων οὔτε τὸ θυμοειδὲς οὔτε τὸ ἐπιθυμητικὸν οὔτε τὸ λογιστικὸν ἔχει ἀλλ’ ὡς εἴρηταί μοι καὶ κατὰ τὸ πρῶτον γράμμα, παρὰ πᾶσαν τὴν ἐνάργειαν ἀφαιροῦνται τῶν εἰρημένων ἁπάντων | |
3.3.28 | αὐτὰ σχεδὸν ἅπαντες οἱ Στωϊκοί. Τυρταῖος δέ γε, καθάπερ οὖν καὶ Ὅμηρος καὶ Ἡσίοδος καὶ ἁπλῶς εἰπεῖν ἅπαντες οἱ ποιηταί, σφοδρότατον ἔχειν φησὶ τοὺς λέοντας τὸν θυμόν, ὥστε καὶ τῶν ἀνθρώπων ὅστις ἂν ᾖ θυμοειδέστατος, εἰκά‐ | |
5 | ζουσι λέοντι· καὶ χωρὶς δὲ τῶν ποιητῶν ἅπαντες ἄνθρωποι | |
τοὺς θυμικωτάτους λέοντας ὀνομάζουσιν, | ||
3.3.29 | [οὕτως] οὐδὲ τοῖς ἀθληταῖς παύονται καθ’ ἑκάστην ἡμέραν οὕτως ἐγκελευόμενοι. καὶ τοὐναντίον ἔοικεν ἅπαν ἢ βούλεται συμπίπτειν τῷ Χρυσίππῳ. | |
3.3.30 | τῶν γὰρ ἀπὸ τῆς φύσεως αὐτοῦ τοῦ ζητουμένου πράγματος ἐπιχειρημάτων ἀποχωρῶν ἑκάστοτε καὶ ῥητορικῶς μᾶλλον ἢ φιλοσόφως ἐν πλήθει μαρτύρων τὸ νικᾶν θέμενος ὑπ’ αὐ‐ | |
τῶν ὧν ἐπικαλεῖται προδίδοται. | ||
3.4.1 | Καὶ γὰρ οὖν ὅταν εἴπῃ διὰ τοῦτο λέγεσθαί τινας ἀκαρδίους, ὅτι πεπιστεύκασιν ἅπαντες ἄνθρωποι τὸ ἡγεμονι‐ κὸν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ περιέχεσθαι, θαυμάζειν ἄξιον τἀνδρός, εἰ μὴ ἄχρι τοσούτου παρακολουθεῖ τοῖς λεγομένοις | |
5 | ὡς γνωρίζειν ὅτι μηδένα τῶν ἀνοήτων τε καὶ ἀσυνέτων ἀκάρδιον ὀνομάζουσιν, ἀλλ’ ἐκείνους μὲν ἅπαντας ἐπειδὰν σκώπτωσιν οὐκ ἔχειν ἐγκέφαλόν φασι, τοὺς ἀτόλμους δὲ καὶ | |
δειλοὺς ἀκαρδίους ὀνομάζουσιν. | ||
3.4.2 | ἐξελέγχεται τοίνυν κἀνταῦθα τὸ τοῦ Χρυσίππου δόγμα πρὸς αὐτῶν ὧν ἐπικαλεῖται μαρτύ‐ ρων ἐν ἐγκεφάλῳ μὲν ὑπολαμβανόντων εἶναι τὸ λογιζόμενον, | |
3.4.3 | ἐν καρδίᾳ δὲ τὸ θυμοειδές. ἀλλὰ νὴ Δία θαυμασίως ὅπως ἐξηγεῖται τοὔνομα τὸ ἀκάρδιον ᾗτινι διανοίᾳ λέγουσιν οἱ πολλοί, συνάπτων εὐθὺς αὐτῷ καὶ τὸν ἄσπλαγχνον· ἔχει δὲ ἡ ῥῆσις | |
ὧδε· | ||
3.4.4 | “παραβάλλουσι δὲ τοῖς εἰρημένοις καὶ τὰ τοιαῦτα τῶν λεγομένων, οἷον τοὺς ἀσπλάγχνους, καθ’ ὅ φαμεν μὴ ἔχειν τινὰς ἐγκέφαλον καὶ ἔχειν, οὕτως ἡμᾶς ὑπονοοῦντες λέγειν καὶ μὴ ἔχειν καρδίαν τινὰς καὶ ἔχειν κατὰ τὰ προειρημένα, | |
5 | τῶν μὲν ἀσπλάγχνων τάχα λαμβανομένων κατὰ τὸ μηδὲν ἔχειν ἔνδον συναλγοῦν κατὰ τὰ ἐναντία καὶ ἀπὸ τῆς καρδίας οὕτως αὐτῶν κοινότερον λεγομένων, τοῦ δ’ ἐγκεφάλου λαμ‐ βανομένου ἤτοι κατὰ τὰ αὐτὰ ὁμοίου τινὸς ὄντος ἢ διὰ τὸ | |
καὶ τοῦτον ἔχειν τινὰ κυρίαν τοῖς σπλάγχνοις ὁμοίαν.” | ||
3.4.5 | ἡ μὲν ῥῆσις αὕτη· χρὴ δ’ αὐτὴν ἀναγνῶναί τινα καὶ τρὶς καὶ τετράκις ἐπὶ σχολῇ πολλῇ ἀκριβῶς προσέχοντα τὸν νοῦν τοῖς λεγομένοις. οὕτως γὰρ μόνως οἶμαι πεισθήσεσθαι τὸ | |
5 | κατὰ τὴν παροιμίαν λεγόμενον ὑπάρχειν αὐτῇ, τό ‘λαβὲ μηδὲν | |
3.4.6 | καὶ κράτει καλῶς.‘ ἔγωγ’ οὖν ἐν πολλοῖς πολλάκις βιβλίοις ἀνεγνωκὼς ῥήσεις ἐν αἷς ὀνόματα καὶ ῥήματα συνάπτεται μηδεμίαν ἔχοντα διάνοιαν, οὐδαμόθι τοῦτ’ ἀκριβούμενον εἶδον οὕτως ὡς κατὰ τήνδε τὴν νῦν ἡμῖν προγεγραμμένην | |
5 | λέξιν. | |
3.4.7 | αἴνιγμα γάρ ἐστιν ὁ λόγος τοῦ Χρυσίππου θαυμαστῇ τινι καταπεπλεγμένον ἀσαφείᾳ μετὰ συντομίας ἀκαίρου. καίτοι τήν γε συντομίαν οὐδὲ καθ’ ἕνα τῶν ἑαυτοῦ λόγων ἐζήλωκεν, ἀλλ’ οὕτω μακρός ἐστιν ὡς πολλάκις ἐν ὅλῳ βιβλίῳ πολυει‐ | |
5 | δῶς ὑπὲρ τῶν αὐτῶν ἄνω τε καὶ κάτω τοὺς λόγους ἑλίττειν. | |
3.4.8 | τὸ μὲν δὴ τῆς ἀσαφείας αὐτῷ σύνηθες ἀσθενείᾳ τῆς ἑρμη‐ νευτικῆς δυνάμεως ἑπόμενον, καί μοι δοκεῖ καὶ αὐτὸς αἰσθα‐ νόμενος αὐτῆς τρὶς καὶ τετράκις ὑπὲρ τῶν αὐτῶν ἐπὶ πλεῖ‐ | |
στον ἐκτείνειν τοὺς λόγους οὐκ ὀκνεῖ· | ||
3.4.9 | τὸ δὲ τῆς βραχυ‐ λογίας ἄηθές τε καὶ σπανίως ὑπ’ αὐτοῦ γιγνόμενον, ἐν οἷς ἂν μάλιστα λόγοις ἄφυκτον αἰσθάνηται τὸ σφάλμα τῶν ἑαυτοῦ δογμάτων. βούλεται γὰρ οἶμαι παρατρέχειν αὐτὸ | |
3.4.10 | διὰ ταχέων, ἀλλ〈ὰ μὴ〉 ὑπομένων ἐξελέγχεσθαι. καί μοι δοκεῖ, καθάπερ ἐν τοῖς ἄλλοις λόγοις ἀγωνίζεται σαφῶς ἑρμηνεύειν, οὕτως ἐν οἷς ἐξελέγχεται συγκρύπτειν τὸν λόγον ἀσαφείᾳ μετὰ βραχυλογίας ἵνα δηλαδὴ δοκῇ μὲν ἀπολελογῆσθαι πρὸς | |
5 | τοὔγκλημα καὶ μὴ παρεληλυθέναι τελέως αὐτό, μηδὲν δὲ ἡμεῖς ἔχωμεν ἀντιλέγειν τοῖς εἰρημένοις, ὧν οὐδ’ ὅλως μαν‐ | |
θάνομεν. | ||
3.4.11 | αὐτίκα γέ τοι κατὰ τὴν προγεγραμμένην ῥῆσιν, ἐν ᾗ τὸ ἄσπλαγχνον καὶ τὸ μὴ ἔχειν ἐγκέφαλον ὅπως οἱ πολλοὶ λέγουσιν ἐξηγεῖται, ἐμοὶ μὲν δοκεῖ τοιόνδε τι δηλοῦν· ἀσπλάγχνους μὲν καλοῦσιν ἐνίους ἐν ἴσῳ τῷ ἀκαρδίους, | |
5 | ἐπειδὴ σπλάγχνον ἡ καρδία, τὸ δ’ ἐγκέφαλον μὴ ἔχειν ἐν ἴσῳ τῷ ἄσπλαγχνον εἶναι λέγουσιν, ἐπειδὴ καὶ οὗτος σπλάγ‐ | |
χνον τ’ ἐστὶ καὶ κύριον. | ||
3.4.12 | οὐ μὴν προσίενταί γε πάντες οἱ Στωϊκοὶ τὴν τοιαύτην ἐξήγησιν ἀλλ’ ἕτερον μέν τι λέγεσθαί φασιν, οὐ δηλοῦσι δὲ αὐτό, τῶν ἐσωτερικῶν ὑπάρχον δηλο‐ νότι, καὶ ἐπιτιμῶσιν ἡμῖν εὐθέως ὡς προπετῶς ἀντιλέγουσι | |
5 | πρὶν γνῶναι τὸ λεγόμενον· οἱ δὲ καὶ λοιδοροῦντες σφοδρό‐ τερον ἀνεισάκτους τε καὶ φιλονείκους ἀποκαλοῦσιν οὔ φασί | |
τε διδάξειν τὸ λεγόμενον ἀπαιδεύτους ἀνθρώπους. | ||
3.4.13 | καίτοι τά γ’ ἄλλα καὶ μὴ βουλομένων ἡμῶν διεξέρχονται μακρῶς, ἀλλ’ ὅταν ὡς εἶπον ἐπί τι τοιοῦτον ἀφίκωνται μηδεμίαν ἔχον εὐπορίαν φλυαρίας, οἱ μὲν γράφοντες τὰ βιβλία ταχέως | |
5 | θ’ ἅμα καὶ ἀσαφῶς παρατρέχουσιν, οἱ δ’ ἐξηγούμενοι τὰ τούτων συγγράμματα φθόνου μᾶλλον ὑπόνοιαν εἰς τοὺς ἀκούοντας ἐκπέμπειν ἕτοιμοι γίγνονται προσποιούμενοι μὴ | |
βούλεσθαι διδάσκειν ἡμᾶς ἤπερ ὁμολογοῦντες νενικῆσθαι. | ||
3.4.14 | ἀλλὰ τοὺς μὲν ἀσπλάγχνους τε καὶ ἀνεγκεφάλους ἤδη παρέλθωμεν, ἵνα μὴ λυπῶμεν ἐπὶ πλέον τοὺς περὶ τὸν Χρύσιππον ἐναργῶς καταμαρτυρουμένους ὑφ’ ὧν ἐπικαλοῦνται μαρτύρων· ὅθεν δ’ | |
5 | ἀπελείπομεν ἐκεῖσε πάλιν ἐπανέλθωμεν. | |
3.4.15 | ἐμπλήσας ὁ Χρύ‐ σιππος ὅλον τὸ βιβλίον ἐπῶν Ὁμηρικῶν καὶ Ἡσιοδείων καὶ Στησιχορείων Ἐμπεδοκλείων τε καὶ Ὀρφικῶν, ἔτι δὲ πρὸς τούτοις ἐκ τῆς τραγῳδίας καὶ παρὰ Τυρταίου καὶ τῶν ἄλλων | |
5 | ποιητῶν οὐκ ὀλίγα παραθέμενος, εἶτα [μὴ] συνεὶς τῆς θαυμαστῆς δὴ ταύτης ἀπεραντολογίας (τοῦτο γὰρ αὐτῇ μᾶλλον ἡγοῦμαι | |
3.4.16 | προσήκειν τοὔνομα), ταῦτα κατὰ λέξιν ἐπιφέρει· ‘ταυτὶ μὲν φήσουσιν ἀδολεσχίαν εἶναι γραώδη, τυχὸν δὲ καὶ γραμμά‐ των διδασκάλου βουλομένου στίχους ὅτι πλείστους ὑπὸ τὸ | |
αὐτὸ διανόημα τάξαι.‘ | ||
3.4.17 | καλῶς εἶπες ὦ Χρύσιππε ταῦτα, κάλλιον δ’ ἦν εἰ μὴ μόνον εἶπες ἀλλὰ καὶ παντάπασιν | |
3.4.18 | ἐφυλάξω τὴν γραώδη ταύτην ἀδολεσχίαν. τί γὰρ ἂν εἴη γραωδέστερον ἢ ἀδολεσχότερον ἢ γραμματιστῇ πρεπωδέστερον ἢ πόρρω μᾶλλον ἀπεληλαμένον ἀποδείξεως προσηκούσης ἀνδρὶ φιλοσόφῳ τοῦ μνημονεύσαντα κατ’ ἀρχὰς εὐθὺς τοῦ Πλά‐ | |
5 | τωνος δόγματος ἐᾶσαι μὲν τοῦτο καὶ ἀπορρῖψαι παντάπασιν οὐδ’ ὡς ὑπὸ τῶν μετ’ αὐτὸν κατεσκεύασται προσγράψαντα, παρελθεῖν δὲ καὶ τὴν πρὸς τοὺς ἠρωτημένους ὑπὸ τῶν ἀνδρῶν λόγους ἀντιλογίαν τε καὶ λύσιν, ἐφ’ ᾗ δίκαιον ἦν αὐτὸν ἀποδείξεσι χρησάμενον ἐπιστημονικαῖς ἐμπεδῶσαι τὸ | |
10 | ἑαυτοῦ δόγμα, ποιητῶν δὲ μεμνῆσθαι καὶ πλῆθος ἰδιωτῶν καλεῖν μαρτυρῆσον καὶ τί λέγουσιν αἱ γυναῖκες γράφειν, | |
οὐδ’ οὖν οὐδὲ ἐν αὐτοῖς οἷς καλεῖ μάρτυσιν εὐτυχοῦντα; | ||
3.4.19 | καὶ γὰρ οἱ ποιηταὶ κατ’ αὐτοῦ λέγουσιν ἅπαντες τὰ πλείω καὶ οἱ ἰδιῶται. τίς γοῦν οὐκ ἔγραψε ποιητὴς ἐπιθυμεῖν τε | |
καὶ θυμοῦσθαι πολλὰ τῶν ζῴων ἀνθρώπου σφοδρότερον; | ||
3.4.20 | τίς δ’ ἰδιώτης οὐχ οὕτω χρῆται τοῖς ὀνόμασιν ὡς τὸ Πλάτω‐ νος βούλεται δόγμα, τὸν μὲν ἀκάρδιον ἐν ἴσῳ τῷ δειλὸν καὶ ἄτολμον καὶ ἄνανδρον ὀνομάζων, καρδίαν δὲ λαβεῖν ἐγκελευό‐ μενος ἐπειδὰν εἰς ἀνδρείαν πρᾶξιν ἐπεγείρῃ τὸν πέλας, ἐπεγγε‐ | |
5 | λῶν δὲ τοῖς ἀνόητον εἰποῦσί τι, κενεγκεφάλους καὶ ἀσυνέτους ὀνο‐ μάζων αὐτούς, ἑτέρους δ’ ἀγχίνους καὶ ἔννους φάσκων, οὓς ἂν ὡς συνετοὺς ἐπαινῇ, ἀσπλάγχνους δὲ ἀποκαλῶν τοὺς μὴ ἐλεοῦντας μηδένα μήτε φιλοῦντας μήθ’ ὅλως φροντίζοντας ἢ ἐπαινούντων ἢ ψεγόντων ἢ ἀδικούντων ἢ ὠφελούντων, | |
10 | ἀλλ’ ὥσπερ λίθους ἀναισθήτους ὑπάρχοντας; | |
3.4.21 | οὓς γὰρ ἂν εἰς ἀναισθησίαν παντελῆ σκῶψαι βουληθῶσιν, ἀσπλάγχνους ὀνο‐ μάζουσιν, ὥσπερ τοὺς ἀνάνδρους μὲν ἀκαρδίους, ἀνεγκεφάλους | |
3.4.22 | δὲ τοὺς ἄφρονας. ἐπεὶ δ’ ἐστὶ καὶ τρίτον τι σπλάγχνον τὸ ἧπαρ ἐν ᾧ τὸ ἐπιθυμητικὸν ἵδρυται τῆς ψυχῆς, καὶ χρὴ καὶ τούτῳ συμμετρίαν τινὰ τῶν οἰκείων ὑπάρχειν κινήσεων εἰ μέλλοι τελέως κεκοσμῆσθαι τὴν ψυχὴν ὁ ἄνθρωπος, εἴη ἂν | |
5 | καὶ ὁ κατὰ τοῦτ’ ἀναίσθητος, ὡς ἐπὶ τοῖς ἄλλοις τοῖς δύο, | |
καὶ μοχθηρῶς διακείμενος ἄσπλαγχνος ὀρθῶς ὀνομαζόμενος. | ||
3.4.23 | ὁ δ’ ἐναντίος αὐτῷ μεγαλόσπλαγχνος λέγεται, καθάπερ ὁ Εὐριπίδης εἰσάγει τὴν Μήδειαν ὄντως μεγαλόσπλαγχνον, ἁπάσας τὰς τῶν τριῶν σπλάγχνων δυνάμεις τε καὶ κινήσεις ἰσχυρὰς ἔχουσαν. ἐπιθυμητικωτάτην μὲν γὰρ προτίθεται | |
5 | τὴν γυναῖκα καὶ θυμικωτάτην ἅμα καὶ λογίσασθαι δεινήν. | |
3.4.24 | ἱκανὰ δὲ γνωρίσματα τοῦ μὲν ἐπιθυμητικοῦ τῆς ψυχῆς εἰς ὅσον ἀμέτρου κινήσεως ἀφῖκται, τὰ περὶ τὸν ἔρωτα τοῦ Ἰάσονος, ὑφ’ οὗ νικηθεῖσα προὔδωκεν ἅμα καὶ κατέλιπε τοὺς οἰκείους, ἐπηκολούθησε δὲ καὶ τελέως ἐπίστευσεν ἑαυτὴν ἀν‐ | |
5 | θρώπῳ ξένῳ· τοῦ δὲ θυμικοῦ τῆς σφοδρότητος οἷα περὶ | |
τοὺς παῖδας ἐμήνισεν, οὐ σμικρὰ γνωρίσματα· | ||
3.4.25 | τοῦ δὲ λογι‐ στικοῦ τῆς συνέσεως, ὑποτίθεται γὰρ κἀν τούτοις αὐτὴν ὁ Εὐριπίδης οὐ τὴν τυχοῦσαν, οὐ σμικρὰ σημεῖα 〈τὰ〉 πρὸς τὸ τιμωρήσασθαι τοὺς ἐχθροὺς ἐπινοηθέντα καὶ ὅσα πρὸς ἑαυ‐ | |
5 | τὴν διεξέρχεται καταστέλλουσα καὶ πείθουσα τὸν θυμὸν | |
3.4.26 | ἀποχωρεῖν ἔργων ἀνοσίων. ὥστ’ εὐλόγως ἐπ’ αὐτῆς ὁ Εὐρι‐ πίδης εἶπε ‘τί ποτ’ ἐργάσεται ‘μεγαλόσπλαγχνος, δυσκατάπαυστος | |
5 | ‘ψυχὴ δηχθεῖσα κακοῖσι;‘ | |
3.4.27 | αὕτη μὲν οὖν μεγαλόσπλαγχνος· ἄσπλαγχνος δὲ καὶ μικρό‐ σπλαγχνος ᾧ φαῦλα καὶ μικρὰ καὶ βραδυκίνητα καὶ δυσ‐ | |
3.4.28 | κίνητα τὰ τρία τῆς ψυχῆς μόρια. μεταξὺ δέ μοι τῶν λόγων ὧν διεξέρχομαι τὸ παραστὰν οὐκ ὀκνήσω φράσαι· λέλεκται δὲ ὑπὸ τῶν παλαιῶν φιλοσόφων ὡς οὐκ ἐνδέχεταί τινα δια‐ λεγόμενον ἀδολέσχοις ἀνθρώποις ἀποσχέσθαι τελέως ἁπάσης | |
5 | ἀδολεσχίας. | |
3.4.29 | ἔγωγ’ οὖν ἠναγκάσθην ὑπὸ τῆς Χρυσίππου προαχθεὶς ἀδολεσχίας ἐξηγεῖσθαι τάς τε τῶν ἰδιωτῶν καὶ τὰς Εὐριπίδου φωνάς, ὃ μήποτ’ ἂν ἑκὼν ἐτόλμησα πρᾶξαι | |
3.4.30 | περὶ τηλικούτου δόγματος ἀποδείξεις γράφων. οὐχ ὅπως γὰρ Εὐριπίδης ἢ Τυρταῖος ἤ τις ἄλλος ποιητὴς ἢ καὶ παντά‐ πασιν ἰδιώτης ἱκανὸς πιστεύεσθαι περὶ δόγματος ἁπάσης ἀποδείξεως χωρίς, ἀλλ’ οὐδ’ αὐτὸς ὁ πάντων ἰατρῶν ὁμολο‐ | |
5 | γουμένως ἄριστος Ἱπποκράτης, ὥσπερ οὐδὲ ὁ πρῶτος ἁπάν‐ | |
των φιλοσόφων Πλάτων. | ||
3.4.31 | οὐδὲ γὰρ ἂν ῥαγῶσιν ὑπὸ φθόνου σύμπαντες οἱ μετ’ αὐτὸν οὐδ’ ἂν ὑπὸ φιλονεικίας ἀναί‐ σχυντα σοφίζωνται, καθάπερ οἱ περὶ τὸν Χρύσιππον, ἢ τὴν δόξαν ὑπερβαλέσθαι ποτὲ δυνήσονται τὴν Πλάτωνος ἢ τὸν | |
5 | τῶν ἀποδείξεων μιμήσασθαι κόσμον· ἀλλ’ ὅμως οὐδὲ τούτοις τοῖς ἀνδράσι τοσοῦτον ὑπὲρ τοὺς ἄλλους ἐπιστήμῃ τὴν ψυχὴν κεκοσμημένοις οὐδεὶς νοῦν ἔχων ἁπλῶς εἰποῦσιν ἀξιοῖ | |
3.4.32 | πιστεύειν ἀλλ’ ἀναμένει τὴν ἀπόδειξιν. ὁ δέ γε Χρύσιππος ὧν μὲν οὗτοι λέγουσιν ἀποδείξεων ὑπὲρ τοῦ προκειμένου δόγματος οὔτε ἐμνημόνευσεν οὐδεμιᾶς οὔτ’ ἐξελέγχειν ἐπε‐ χείρησεν, οὐκ αἰδεῖται δὲ Τυρταῖόν τε καὶ Στησίχορον ἐπι‐ | |
5 | καλούμενος μάρτυρας οὓς εἰ καὶ ζῶντας ἤρετό τις εἰ τῆς περὶ τούτων τῶν δογμάτων ἐπιστήμης ἀμφισβητοῦσιν, ἐξω‐ μολογήσαντο ἂν εὖ οἶδ’ ὅτι μηδενὸς ἐπαΐειν αὐτῶν, αὐτοὶ δὲ μᾶλλον ἂν οἶμαι παρὰ Χρυσίππου τι μαθεῖν ἢ παρ’ αὑτῶν | |
ἀποδεικνύειν ἠξίωσαν. | ||
3.4.33 | εἶτα δηλαδὴ Χρύσιππος ἂν ἐπὶ τοὺς ἰδιώτας ἦγεν αὐτούς, ὁ σοφὸς ἐπὶ τοὺς ἀμαθεῖς, ὁ σώφρων ἐπὶ τοὺς μαινομένους, ὁ λόγων ἀκολουθίαν εἰδὼς ἐπὶ τοὺς διαφερομένους πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς κατὰ πάντα | |
3.4.34 | καιρὸν ἐν λόγοις τε ἅμα καὶ πράξεσιν. ἀλλ’ εἰ καὶ μαίνον‐ ται τὰ πάντα καὶ διαφέρονται πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς ἅπαντες οἱ ἰδιῶται, τοῦτο γοῦν οἶμαι σῶφρον ἔχουσι, τὸ | |
μὴ καλεῖν ἐφ’ ἃ λέγουσι τοὺς καταμαρτυρήσοντας ἑαυτῶν. | ||
3.4.35 | ἡ δὲ Χρυσίππου σοφία καὶ τῆς τῶν ἰδιωτῶν ἀμαθίας ἐπέ‐ κεινα προελήλυθεν· ἐπικαλεῖται γοῦν μάρτυρας ὑφ’ ὧν κατα‐ κρίνεται. τούτου χάριν ἠναγκάσθην κἀγὼ νῦν ἀδολεσχεῖν, ἵν’ ἐπιδείξω τὸν Χρύσιππον ἐν ἅπασι μέγιστα σφαλλόμενον. | |
3.4.36 | οὔτε γὰρ ἐμνημόνευσεν οὐδεμιᾶς τῶν ὑπὸ Πλάτωνός τε καὶ Ἱπποκράτους εἰρημένων ἀποδείξεων οὔτε ἀντεῖπεν οὔτ’ αὐτός τινα εἶπεν ἑτέραν ἀπόδειξιν οὔτε οἶδεν οὓς χρὴ καλεῖν | |
μάρτυρας. | ||
3.4.37 | ἐπεδείξαμεν οὖν ἤδη καὶ διὰ τοῦ πρώτου βιβλίου περὶ τῆς πρὸς ἑαυτὸν ἐναντιολογίας τοῦ Χρυσίππου· πρόδη‐ λος δὲ καὶ νῦν ἐστιν ἡ ἀναισθησία τἀνδρός, ἃ χρῆν ἀπο‐ κρύπτειν ἐναργῶς καταβάλλοντα τὸν λόγον αὐτοῦ, ταῦτ’ οὐ | |
5 | μόνον 〈οὐκ〉 ἀποκρύπτοντος, ἀλλὰ καὶ μαρτυρεῖν ὑπολαμβά‐ | |
νοντος. | ||
3.5.1 | Ἀποχωρήσαντες οὖν ἤδη τῶν τοιούτων ἴδωμεν ἑξῆς ἅπαντας οὓς ἐρωτᾷ λόγους ἐπὶ τὴν ἀρχὴν αὖθις ἀνελθόντες ἅπαντος τοῦ λόγου πρὸς τὸ μηδὲν παρελθεῖν. παραθήσομαι δὲ τὴν ῥῆσιν ἅπασαν, εἰ καὶ μακροτέρα πώς ἐστιν, ἔχουσαν | |
3.5.2 | ὧδε· “τῆς μὲν οὖν ὀργῆς γιγνομένης ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι καὶ νὴ Δία 〈καὶ〉 τὰ λοιπὰ πάθη καὶ τοὺς διαλογισμοὺς καὶ ὅσα τούτοις ἐστὶ | |
παραπλήσια. | ||
3.5.3 | σαινόμενοι δὲ φήμῃ οἱ πολλοὶ τούτων πολλὰ κατὰ τὴν ἀλήθειαν ἐπιλέγουσι τοιαῦτα ἐχόμενοι τῆς ῥηθείσης φορᾶς. πρῶτον μὲν γὰρ πάντες, ἵνα ἐντεῦθεν ἄρξωμαι, κατὰ τοῦτό φασιν ἀναβαίνειν τινῶν τὸν θυμὸν καὶ καταπίνειν | |
5 | τὴν χολήν τινας ἀξιοῦσι, λέγοντές τε καταπίνεσθαί τινα αὐ‐ τοῖς σπαράγματα καὶ μὴ καταπίνεσθαι κατὰ τὴν τοιαύτην | |
φορὰν λέγομεν. | ||
3.5.4 | οὕτω δὲ λέγεσθαι καὶ μηδὲν αὐτοῖς τού‐ των καταβαίνειν καὶ ὅτι “καταπιὼν τὸ ῥηθὲν ἀπῆλθεν”, ὅ τε Ζήνων πρὸς τοὺς ἐπιλαμβανομένους ὅτι “πάντα τὰ ζητού‐ μενα εἰς τὸ στόμα φέρεις,” ἔφησεν “ἀλλ’ οὐ πάντα καταπίνε‐ | |
5 | ται”, οὔτε τῆς καταπόσεως ἄλλως ἂν οἰκειότερον λεγομένης οὔτε τῆς καταβάσεως τῶν ῥηθέντων εἰ μὴ περὶ τὸν θώρακα | |
τὸ ἡγεμονικὸν ἡμῶν ἦν εἰς ὃ ταῦτα πάντα φέρεται. | ||
3.5.5 | ἐν γοῦν τῇ κεφαλῇ ὄντος αὐτοῦ γελοίως ῥηθήσεται καὶ ἀλλο‐ τρίως καταβαίνειν, ἀναβαίνειν [δ’] ἂν οἶμαι οἰκειότερον αὐτῶν λεγομένων καὶ οὐ καταβαίνειν τὸν προειρημένον τρόπον· | |
5 | τῆς 〈γὰρ〉 κατὰ τὴν ἀκοὴν αἰσθήσεως καταφερομένης περὶ τὴν διάνοιαν, ἐὰν ᾖ περὶ τὸν θώρακα, οἰκείως κατάβασις ῥη‐ | |
θήσεται, ἐὰν δὲ περὶ τὴν κεφαλήν, ἀλλοτριώτερον.” | ||
3.5.6 | ἐν τού‐ τοις πάλιν ὁ Χρύσιππος οὐκ αἰσθάνεται τοὺς ἰδιώτας ἐφ’ ἑαυτὸν καλῶν· τὸ γὰρ ἀναβαίνειν τὸν θυμὸν ἢ καταβαίνειν τὴν χολὴν ὅσα τ’ ἄλλα τοιαῦτα λέγεται μαρτυρεῖ τοῖς τὸν | |
5 | θυμόν τε καὶ ὅλως τὰ πάθη κάτω που τετάχθαι νομίζουσιν, | |
ὥσπερ ἐν τῇ κεφαλῇ τὸν λογισμόν. | ||
3.5.7 | τηνικαῦτα γὰρ οἶδα καὶ τὸ μὴ καταβαίνειν ἑαυτοῖς τὰ εἰρημένα λέγοντας τοὺς πολ‐ λοὺς οὐκ ἐπειδὰν μὴ παρακολουθῶσι μηδὲ μανθάνωσι τῶν λεγομένων, 〈ἀλλ’〉 ἐπειδὰν λέγηται μέν τινα ὡς ὀργὴν ἢ λύ‐ | |
5 | πην ἢ θυμὸν ἤ τι τοιοῦτον πάθος ἐκκαλεσόμενα, μὴ φρον‐ τίζῃ δὲ αὐτῶν ὁ ἀκούων μηδὲ κινῆται κατὰ πάθος. αὕτη | |
μὲν οὖν ἡ ἀδολεσχία τοῦτο τὸ πέρας ἐχέτω. | ||
3.5.8 | μετὰ ταῦτα δ’ ὁ Χρύσιππος τοιᾶσδ’ ἑτέρας μέμνηται· ‘αἱ δὲ γυναῖκες καὶ μᾶλλόν τι τούτων ἐμφαίνουσιν. εἰ γὰρ μὴ καταβαίνει αὐ‐ ταῖς τὰ λεγόμενα, πολλάκις τὸν δάκτυλον κατάγουσιν ἕως | |
5 | τοῦ κατὰ τὴν καρδίαν τόπου, οὐ φάσκουσαι καταβαίνειν | |
ὧδε τὰ εἰρημένα.‘ | ||
3.5.9 | τοῦτο τὸ ἐπιχείρημα τοῖς ἔμπροσθεν ὁμογενές ἐστι δύο ἕτερα προσειληφὸς ἐπιχειρήματα πάνσοφα, τό τε γυναῖκας εἶναι τὰς λεγούσας αὐτὰ καὶ μὴ ὥσπερ τὰ πρόσθεν τοὺς ἄνδρας, τό τε καὶ τῇ δείξει δηλοῦν ὥσπερ | |
5 | ὀρχουμένας ἅπερ ὁ λόγος ἐπὶ τῶν ἀνδρῶν ἐδήλου. ἀλλά τοι κἀνταῦθα, γενναιότατε Χρύσιππε, κατὰ σαυτοῦ καλεῖς τὰς | |
γυναῖκας μάρτυρας. | ||
3.5.10 | οὐδὲ γὰρ αὗται λέγουσιν οὕτως οὐδ’ ὀρχοῦνται ταῖς χερσὶν ὡς εἴρηκας, ἐπειδὰν ἀρνῶνται συνιέναι τῶν λεγομένων, ἀλλ’ ὅταν ὑπὸ λοιδορίας ἢ ἀπειλῆς ἤ τινος τοιούτου μήτε ὀργίζεσθαι φάσκωσι μήτε θυμοῦσθαι μήθ’ | |
5 | ὅλως ἀγανακτεῖν· ὅπερ οὐδ’ αὐτὸν οἶμαι λανθάνει τὸν Χρύ‐ | |
3.5.11 | σιππον. ἀντιφθεγγόμενος γοῦν κἀνταῦθα ἑαυτῷ μετ’ ὀλίγον | |
ὡδί πως γράφει· ‘ἀφ’ ἧς τε φορᾶς λέγομεν μὴ καταβαίνειν τὰ λεγόμενα, εἴτε ἀπειλὰς εἴτε λοιδορίας, ὥστε καθικέσθαι | ||
5 | καὶ ἅπτεσθαι αὐτῶν καὶ οὕτως κινεῖσθαι τὴν διάνοιαν, ἀπὸ τῆς φορᾶς ταύτης καὶ βαθεῖς τινάς φαμεν εἶναι διὰ τὸ μηδὲν τῶν τοιούτων ἐφικνεῖσθαι καταβὰν αὐτῶν.‘ | |
3.5.12 | ὅτι μὲν οὖν ἐπὶ τῶν ἀπειλούντων ἢ λοιδορούντων λέγεται τὸ μὴ καταβαίνειν εἰς τὸ στῆθος τὰ εἰρημένα, καὶ αὐτὸς ὁ | |
Χρύσιππος μαρτυρεῖ. | ||
3.5.13 | προσέρριψε δὲ τῷ λόγῳ τὸ τῆς δια‐ νοίας ὄνομα, δέον εἰπεῖν θυμοῦ· τὸ μὲν γὰρ λογίζεσθαί τε καὶ νοεῖν τὰ λεγόμενα καὶ τὸ μαχόμενον ἢ ἀκόλουθον ἐπί‐ στασθαι τῆς λογιστικῆς δυνάμεως ἔργον· τὸ δὲ ἐπὶ λοιδορίαις | |
5 | ἢ ἀπειλαῖς μήτ’ ὀργισθῆναι μήτε θυμωθῆναι τῆς θυμοει‐ | |
3.5.14 | δοῦς ἴδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἐφεξῆς ὁ Χρύσιππος | |
λέγει· μεταξὺ δὲ ταύτης τῆς τε νῦν γεγραμμένης ῥήσεως καὶ ἧς ὀλίγον ἔμπροσθεν ἔγραψα περὶ τῶν γυναικῶν, ἑτέρα ῥῆσίς | ||
5 | ἐστιν ἣν ἤδη παραγράψω πρὸς τὸ μηδὲν ὅλως ὑπερβαίνειν | |
3.5.15 | δοκεῖν. ἔχει δὲ ὧδε· ‘τούτοις δ’ ἀκολούθως ἀνεμεῖν τέ τινάς φαμεν τὰ φανέντα αὐτοῖς καὶ ἔτι τὸν βαθύν, λεγομένων πολλῶν τοιούτων συμφώνως τοῖς εἰρημένοις· καταπιόντες γάρ, ὅμοιον | |
εἰπεῖν, ὅτι ἡμέρα ἐστί, | ||
5 | καὶ ἐναποθέμενοι τοῦτο εἰς τὴν διά‐ νοιαν καὶ πάλιν ἐκεῖνο λέγοντες, ὅτι οὐκ ἔστιν ἡμέρα, μενόν‐ των τῶν πραγμάτων, οὐκ ἀλλοτρίως οὐδ’ ἀνοικείως ἀνεμεῖν | |
3.5.16 | λέγονται.‘ τοῦτο τὸ ἀνεμεῖν ἐγὼ μὲν οὐδὲ ἤκουσά τινος λέγοντος, ἀλλὰ μᾶλλον ἀποπτύσαι καὶ ἐκπτύσαι καὶ ἐκβαλεῖν καὶ ἀπορρῖψαι καὶ ἀποθέσθαι λέγουσιν, ἐπειδὰν λέγωσί τινα | |
δοξῶν ἀποστῆναι μοχθηρῶν. | ||
3.5.17 | εἰ δ’ ἄρα καὶ τὸ ἐξεμέσαι λέγοιτο πρός τινων, εἴη ἂν ταὐτὸν τῷ ἀποπτύσαι καὶ ἀπορ‐ ρῖψαι καὶ τοῖς ἄλλοις τοῖς ἐκ μεταφορᾶς λεγομένοις ὁμοίως | |
3.5.18 | ἔχον. ὅτι δ’ οὐ μόνον ἀνδρὶ φιλοσοφοῦντι τῶν τοιούτων ἐπιχειρημάτων οὐδέν ἐστι μεταχειριστέον, ἀλλ’ οὐδὲ ῥητο‐ ρικῷ, δέδεικται μὲν ἤδη μοι καὶ διὰ τῶν ἔμπροσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν ἔνεστιν ἐνδείξασθαι διὰ βραχέων ἀναμνήσαντα | |
5 | τῶν ῥητορικῶν τεχνῶν ἃς ἐκεῖνοι γράφουσι διδάσκοντες | |
ἡμᾶς τόπους ἐπιχειρημάτων εἰς ἑκάστην ὑπόθεσιν. | ||
3.5.19 | οὐδενὸς γὰρ τοιούτων μνημονεύουσιν οἵων ὁ Χρύσιππος ἐνέπλησε | |
3.5.20 | τὰ ἑαυτοῦ συγγράμματα. ἀλλὰ γὰρ εἴπερ πᾶσαν ῥῆσιν ἀκρι‐ βολογεῖσθαι βουληθείην, ὡς μηδὲν τῶν ἁμαρτημάτων ἀνέ‐ λεγκτον παραλιπεῖν, εἰς ἄπειρον ἄν τι μῆκος ἐκταθείη τὸ | |
βιβλίον. | ||
3.5.21 | ἀφέμενος οὖν ἤδη τῶν προγεγραμμένων ἐπὶ τὰ ἐφεξῆς τρέψομαι, δι’ ὧν ὁ Χρύσιππος ἀπάρχεται παρατίθε‐ σθαι τὰς τῶν ποιητῶν μαρτυρίας μεταξὺ παρεντιθεὶς αὐτῶν ὀλίγους λόγους ἑαυτοῦ, πολλάκις μὲν ὥσπερ ἐξήγησιν ὧν ἡ | |
5 | ῥῆσις βούλεται, πολλάκις δ’ ὥσπερ ἐπιτομήν τινα καὶ οἷον | |
καθόλου τι κεφάλαιον. | ||
3.5.22 | ἀρξάμενος οὖν ἀπό τινος Ἐμπεδο‐ κλείου ῥήσεως ἐξηγεῖταί τε αὐτὴν καί τινων κατὰ τὴν ἐξή‐ γησιν ἀξιολογωτέρων ἄρχεται λόγων, ἐν οἷς ἐστι καὶ ὁ περὶ τῆς φωνῆς, οὗ κατὰ τὸ δεύτερον ἐμνημόνευσα τῶνδε τῶν | |
5 | ὑπομνημάτων, ἐν ᾧ βιβλίῳ πάντας ἔδοξέ μοι κάλλιον εἶναι παραθέσθαι τοὺς λόγους οἳ τὸ πιθανὸν ἔχουσι καὶ οὐχὶ ἀπόβλητοι τελέως εἰσὶν οὐδὲ γυναῖκας οὐδὲ ἰδιώτας οὐδὲ ἐτυμολογίας ἢ φορὰς χειρῶν ἢ ἐπινεύσεις ἢ ἀνανεύσεις κεφα‐ λῆς ἢ ποιητὰς ἐπικαλοῦνται μάρτυρας· ἐφ’ ὧν καὶ μόνων | |
10 | ἐγνώκειν καταμεῖναι μὴ προσθεὶς αὐτοῖς ταυτὶ τὰ νῦν μοι | |
γραφόμενα. | ||
3.5.23 | δόξαν δὲ τοῖς ἑταίροις ἄμεινον εἶναι μηδ’ ὅσα παντάπασιν ἠδολέσχηται τῷ Χρυσίππῳ, μηδὲ ταῦθ’ ὑπερβῆ‐ ναι παντελῶς, ἀλλ’ ἐπισημήνασθαί τε τὴν ἀτοπίαν αὐτῶν ἐπιδεῖξαί τε πρὸς τῷ μηδὲν πλέον ἀνύειν αὐτὰ κατὰ τῶν | |
5 | Στωϊκῶν δογμάτων παρειλημμένα, διὰ τοῦτο προσέθηκα | |
πάντα ταῦτα κατὰ τόδε τὸ βιβλίον. | ||
3.5.24 | περὶ μὲν δὴ τῆς φωνῆς οὐδὲν ἔτι δέομαι λέγειν ἐν τῷδε σύμπαντα τὸν τόπον ἱκανῶς ἐξειργασμένος ἐν τῷ πρὸ τούτου βιβλίῳ, ὅσα δὲ ἐφεξῆς ἐστι τοῦ περὶ ταύτης λόγου κατὰ τὸ τοῦ Χρυσίππου βιβλίον | |
3.5.25 | εἰρημένα τούτων ἤδη μνημονεύσω. ἔστι δὲ τά τε κατὰ τὰς φορὰς τῶν χειρῶν, ὅταν ἐφαπτώμεθα τῶν στέρνων ἡμᾶς αὐτοὺς δεικνύντες, ἔτι τε τὰ κατὰ τὴν ἐγὼ φωνήν, ἃ δὴ κἀν τοῖς ἐτυμολογικοῖς εἶπεν, ἔχειν [τε] τι φάσκων αὐτὴν δεικτι‐ | |
5 | κὸν ἐκ τοῦ φαινομένου διὰ τὸ κατὰ τὴν πρώτην ἐν αὐτῇ συλλαβὴν ὡς ἐπὶ τὸ στῆθος ἀπάγεσθαι τήν τε κάτω γένυν | |
καὶ τὸ χεῖλος. | ||
3.5.26 | εἴρηταί μοι καὶ περὶ τούτων ἤδη κατὰ τὸ δεύτερον τῶνδε τῶν ὑπομνημάτων κἀν τοῖς περὶ ὀνομάτων | |
3.5.27 | ὀρθότητος. ὅμοια δὲ τοῖς τοιούτοις ἐπιχειρήμασι καὶ τὰ κατὰ τὴν ἐτυμολογίαν εἰσὶ τοῦ τῆς καρδίας ὀνόματος ἑξῆς τῶν προειρημένων ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα κατὰ τὸ | |
3.5.28 | πρῶτον περὶ ψυχῆς ὧδέ πως ἔχοντα· ‘τούτοις πᾶσι συμφώ‐ νως καὶ τοὔνομα τοῦτ‘ ἔσχηκεν ἡ καρδία κατά τινα κρά‐ τησιν καὶ κυρείαν ἀπὸ τοῦ ἐν αὐτῇ εἶναι τὸ κυριεῦον καὶ | |
κρατοῦν τῆς ψυχῆς μέρος, ὡς ἂν κρατία λεγομένη.‘ | ||
3.5.29 | τὸ μὲν ὡς πρὸς τὴν ζωὴν ἡμῶν κυριώτατον εἶναι τὸ σπλάγχνον οὐδ’ ἡμεῖς ἀμφισβητοῦμεν, ὦ γενναιότατε Χρύσιππε, οὐ μὴν | |
3.5.30 | ἁπλῶς γε κυριώτατον εἶναι συγχωροῦμεν. οὐ γὰρ ἄρχειν αὐτῷ καὶ δεσπόζειν τῶν ἄλλων ἡ φύσις ἔνειμεν, ὅταν γε προσηκόντως διοικῆται τὰ κατὰ τὸν ἄνθρωπον, ἀλλ’ ἐγκεφάλῳ μὲν ἄρχειν, ὑπακούειν δὲ τῇ καρδίᾳ, καθάπερ | |
5 | ἡμεῖς ἀποδείκνυμεν. | |
3.5.31 | ἐφεξῆς δὲ τοῖς εἰρημένοις ὁ Χρύσιππος τάδε γράφει· ‘ὁρμῶμεν κατὰ τοῦτο τὸ μέρος καὶ συγκατατι‐ θέμεθα τούτῳ καὶ εἰς τοῦτο συντείνει τὰ αἰσθητήρια πάντα.‘ | |
3.5.32 | ταῦτα τὰ κεφάλαια μόνα τῶν ἐπιστημονικῶν ἐστι καὶ εἴπερ ἀπέδειξεν ὁ Χρύσιππος αὐτά, τότ’ ἂν ἐπῃνοῦμέν τε τὸν | |
ἄνδρα καὶ τοῖς δόγμασιν ἐπειθόμεθα τῶν Στωϊκῶν. | ||
3.5.33 | ἐπεὶ δ’ ἀποδεῖξαι μὲν οὐκ ἐπεχείρησεν, ἀπεφήνατο δὲ μόνον, ἡμεῖς δὲ πρόσθεν μὲν ἤδη περὶ τῶν αὐτῶν ἀπεδείξαμεν ὡς οὔτε κατὰ τὴν καρδίαν γίγνεται καὶ πάντων αὐτῶν ἐγκέφαλός ἐστιν | |
5 | ἀρχή, καὶ διὰ τῶν ἐφεξῆς δὲ οὐδὲν ἧττον ἀποδείξομεν, οὐκέτ’ ἂν οἶμαι δίκαιον εἶναι τοῖς Χρυσίππου πιστεύειν δόγμασιν, | |
ἀλλὰ τοῖς Ἱπποκράτους καὶ Πλάτωνος. | ||
3.5.34 | ταυτὶ μὲν οὖν τὰ κεφάλαια τὸ σύμπαν κῦρος ἐν αὑτοῖς ἔχοντα περὶ τῶν προ‐ κειμένων ἡμῖν δογμάτων οὕτως ταχέως ὁ Χρύσιππος παρέ‐ δραμεν ὡς ἐπιμνησθῆναι μόνον· ἐν οἷς δὲ οὐ χρή, μηκύνει | |
3.5.35 | περιττῶς. ἑξῆς δὲ περί τε φωνῆς μνημονεύει καὶ νεύρων ἀρχῆς, ὑπὲρ ὧν ἀμφοτέρων εἴρηταί μοι κατὰ τὰ πρόσθεν | |
ὑπομνήματα. | ||
3.5.36 | καὶ μετὰ ταῦτα τὴν ἀκάρδιος ἐξηγεῖται προση‐ γορίαν, ὑπὲρ ἧς ἔμπροσθεν ἤδη μοι λέλεκται, τοσοῦτον δὲ ἐπισημανοῦμαι καὶ νῦν ἀπ’ αὐτῆς τῆς λέξεως τοῦ Χρυσίππου | |
3.5.37 | μαρτυρούσης οἷς προεῖπον. ἔχει δὲ ὧδε· ‘κατὰ τοῦτο καὶ εὐκάρδιοι λέγονταί ποι εἶναί τινες καθάπερ εὔψυχοι, καὶ καρδίαν ἀλγεῖν οἱ κηδόμενοί τινων, ὡς ἂν κατὰ τὴν καρδίαν | |
τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης.‘ | ||
3.5.38 | ἐν ταύτῃ γὰρ τῇ ῥήσει σαφῶς ὁ Χρύσιππος ἐμαρτύρησεν ἡμῖν ὡς οὐδέ‐ ποτε τὸ λογιζόμενον τῆς ψυχῆς οὐδεὶς τῶν ἰδιωτῶν ἐν καρ‐ δίᾳ νενόμικεν ὑπάρχειν, οὐδ’ ὁ ἀκάρδιος τὸν ἄψυχον, ὡς | |
5 | οἴεται ὁ Χρύσιππος, ἀλλὰ τὸν ἄτολμον δηλοῖ παρ’ αὐτοῖς. | |
3.5.39 | οὕτω δὲ καὶ τὴν καρδίαν ἀλγεῖν τὸ λυπεῖσθαι λέγουσιν, ὡς καὶ τοῦτ’ αὐτὸς μαρτυρεῖ διὰ τῆς αὐτῆς ταύτης ῥήσεως τῆς νυνὶ γεγραμμένης, ἐν ᾗ φησιν “ὡς ἂν κατὰ τὴν καρδίαν | |
τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης.” | ||
3.5.40 | οὕτως ἐν ἅπασι τοῖς λόγοις ὁ Χρύσιππος οὐκ αἰσθάνεται τὰ πάθη τῆς ψυχῆς ἐν τοῖς κάτω τῆς κεφαλῆς μέρεσιν ὑπάρχειν κατασκευάζων, οὐ τὸ λογιζόμενον ἢ ἐπιστήμην δεχόμενον ἢ ἀλήθειαν σπου‐ | |
3.5.41 | δάζον. οὕτω δὲ κἀπειδὰν ἐπιφέρων εἴπῃ “τὸ γὰρ ὅλον κα‐ θάπερ ἐν ἀρχῇ εἶπον εὖ μάλ’ ἐμφαίνουσιν οἵ τε φόβοι καὶ αἱ λῦπαι κατὰ τοῦτο τὸ μέρος γιγνόμεναι,” μαρτυρεῖ κἀν‐ | |
ταῦθα τῷ τοῦ Πλάτωνος λόγῳ. | ||
3.5.42 | καὶ διὰ τῶν ἑξῆς δὲ κατὰ τὸν παρα‐ πλήσιον τρόπον οὐκ αἰσθάνεται κατασκευάζων ὡς ἐν τῇ | |
3.5.43 | καρδίᾳ τὸ θυμοειδὲς ἵδρυται τῆς ψυχῆς· ‘ἥ τε γὰρ ἐν τοῖς φόβοις πάλσις τῆς καρδίας ἐκφανής ἐστι καὶ ἡ εἰς τοῦτο τῆς ὅλης ψυχῆς συνδρομὴ οὐκ ἄλλως ἐπιγεννηματικῶς γιγνο‐ μένων αὐτῶν, καθάπερ ἄλλοις ἄλλου συμπάσχειν πεφυκότος, | |
5 | καθὸ καὶ συνιζάνουσιν εἰς αὑτοὺς συναγόμενοι πρὸς τοῦτο ὡς | |
ἂν τὸ ἡγεμονικὸν καὶ κατ’ αὐτὴν ὡς ἂν αὐτῶν τούτου φυλακτικήν. | ||
3.5.44 | καὶ τὰ τῆς λύπης πάθη ἐνταυθοῖ που εὐφυῶς γίγνεται οὐδε‐ νὸς ἄλλου συμπάσχοντος οὐδὲ συναλγοῦντος τόπου. ἀλγη‐ δόνων γάρ τινων κατὰ ταῦτα γιγνομένων σφοδρῶν ἕτερος μὲν οὐδεὶς ἐμφαίνει τόπος τὰ πάθη ταῦτα, ὁ δὲ περὶ τὴν | |
3.5.45 | καρδίαν μάλιστα.‘ ταῦτα πάντα φήσομεν ἀληθῶς ὑπὸ τοῦ Χρυσίππου λέγεσθαι καὶ παρακαλέσομέν γε τοὺς ἀπ’ αὐτοῦ μεμνῆσθαί τε αὐτῶν καὶ μηκέτι παρ’ ἡμῶν ἑτέραν ἐπιζητεῖν ἀπόδειξιν ὑπὲρ τοῦ τοὺς φόβους καὶ τὰς λύπας καὶ πάνθ’ | |
5 | ὅσα τοιαῦτα πάθη κατὰ τὴν καρδίαν συνίστασθαι. | |
3.5.46 | ἀλλὰ τοῦτο μὲν καὶ παρ’ αὐτῶν ὁμολογούμενον λαμβάνεται τῶν Στωϊκῶν· οὐ μόνον γὰρ Χρύσιππος, ἀλλὰ καὶ Κλεάνθης καὶ Ζήνων ἑτοίμως αὐτὰ τιθέασιν· ἐκεῖνο δ’ ἐπισκέπτεσθαι χρὴ | |
5 | μόνον ἐν ᾧ τὴν πᾶσαν ἀμφισβήτησιν εἶναι συμβέβηκεν, εἰ | |
καὶ τὸ λογιζόμενόν ἐστιν ἐνταῦθα. | ||
3.5.47 | εἰ γὰρ ὥσπερ τὸ θυ‐ μοειδὲς ἐναργῶς ἐπιδείκνυται δι’ ὧν ὁ Χρύσιππος ἤδη πολλάκις εἴρηκε λόγων περιεχόμενον ἐν τῇ καρδίᾳ, ἡμεῖς δὲ καὶ περὶ τοῦ λογιζομένου παραπλησίας ταύταις ἢ καὶ σφοδροτέρας | |
5 | ἔτι προσθείημεν ἀποδείξεις ὑπὲρ τοῦ κατὰ τὴν κεφαλήν τε καὶ τὸν ἐγκέφαλον ὑπάρχειν αὐτό, τί ἄλλο ἢ τὸ Πλάτωνός τε καὶ Ἱπποκράτους ἀποδειχθήσεται δόγμα τὰς ἀποδείξεις | |
ἀμφοτέρας ἡμῶν συνθέντων; | ||
3.6.1 | Ἴσως οὖν ἄμεινον, ἐπειδὴ κατὰ τοῦτο τοῦ λόγου γεγόνα‐ μεν, ἀναμνῆσαι τῶν ἐπιστημονικῶν ἀποδείξεων ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τῷ πρὸ τούτου διελέχθην ὑπομνήματι, τὰ λήμ‐ | |
3.6.2 | ματα δεικνὺς ἐξ ὧν ἄν τις ἀποδείξειε τὸ προκείμενον. ἦν δ’ αὐτὸ τὸ κεφάλαιον ἐκ τῶν ὑπαρχόντων καὶ συμβεβηκό‐ των ἑκατέρῳ τῶν σπλάγχνων κατὰ τὴν οὐσίαν τοῦ ζητουμένου πράγματος ἄρχεσθαι χρῆναι· καὶ δὴ τὰ ὑπάρχοντά τε καὶ | |
5 | συμβαίνοντα καθ’ ἑκάτερον ἰδίᾳ πάντα διήλθομεν ἔμπροσθεν. | |
3.6.3 | ἦν δὲ καὶ τούτων κεφάλαια ταυτί· πρῶτον μὲν ὡς τῶν αἴσθησίν τε καὶ κίνησιν τὴν κατὰ προαίρεσιν ἅπασι τοῖς τοῦ ζῴου [γε] μέλεσι παραγόντων ὀργάνων, ἅπερ ὀνομάζεται νεῦρα, τὸν ἐγκέφαλον ἀρχὴν ὑπάρχειν συμβέβηκεν, ὥσπερ τῶν ἀρτη‐ | |
5 | ριῶν τὴν καρδίαν· | |
3.6.4 | ἔπειτα δ’ ὅτι θλιβεισῶν μὲν ἢ τρω‐ θεισῶν τῶν κατὰ τὸν ἐγκέφαλον κοιλιῶν ὅλον τὸ ζῷον αὐ‐ τίκα γίνεται καρῶδες, οὐ μὴν ἀπόλλυταί γε οὔτε ἡ κατὰ τὰς ἀρτηρίας οὔτε ἡ κατὰ τὴν καρδίαν κίνησις, ὥσπερ γε | |
5 | κἀπειδὰν ὁμοίως τὴν καρδίαν διαθῶμεν, αἱ μὲν κατὰ τὰς ἀρτηρίας κινήσεις παραβλάπτονται, τὸ δ’ ὅλον ζῷον οὔτε εἰς αἴσθησιν οὐδεμίαν οὔτε κίνησιν οὐδὲν φαίνεται βλαπτό‐ | |
μενον. | ||
3.6.5 | ἐπεδείξαμεν δὲ καὶ ὡς οὐδέτερον οὐδετέρῳ χορηγεῖ τῶν εἰρημένων δυνάμεων, οὔθ’ ἡ καρδία τῷ ἐγκεφάλῳ τῆς αἰσθητικῆς τε καὶ κατὰ προαίρεσιν κινητικῆς οὔθ’ ὁ ἐγκέ‐ φαλος τῇ καρδίᾳ τῆς σφυγμικῆς, ἀλλ’ ἔστιν ἑκάτερον τῶν | |
3.6.6 | μορίων ἑκατέρας δυνάμεως οἷον πηγή τις. ἐνδείκνυται δ’ ὁ λόγος ἤδη καὶ τὴν ἀπὸ τῶν νοσημάτων μαρτυρίαν, ὑπὲρ ἧς ἐν τοῖς ἑξῆς ἐπὶ πλέον ἐροῦμεν. ἐγκεφάλου μὲν γὰρ πάσχον‐ τος ἕτοιμον παραφρονῆσαί τε καὶ ἀκίνητον καὶ ἀναίσθητον | |
5 | γενέσθαι τὸ ζῷον, καρδίας δὲ συγκοπῆναι μὲν καὶ ἀπολέσθαι, | |
τῶν προειρημένων δ’ οὐδὲ ἓν παθεῖν. | ||
3.6.7 | εἴπερ οὖν οὕτως ταῦτ’ ἔχει, καθάπερ ἔχει, καὶ οἱ λέγοντες ἐκ καρδίας πεφυκέναι τὰ νεῦρα λέγειν μὲν δύνανται τοῦτο καὶ γράφειν, ὥσπερ καὶ ἄλλα πολλὰ λέγουσί τε καὶ γράφουσιν, οὐ μὴν ἐπί γε τῶν | |
3.6.8 | ζῴων ἐναργῶς δεικνύναι. τὴν μὲν γὰρ λογιζομένην ἀρχήν, ἀφ’ ἧς τὰ νεῦρα πέφυκεν, ἐγκέφαλον ἀναγκαῖον ὑπάρχειν· ὅσα δ’ ὁ Χρύσιππος ἐπὶ πλεῖστον μηκύνων ἐπὶ τῆς καρδίας διεξῆλθεν, οὐ τὸ λογίζεσθαι δείκνυσι τὸ σπλάγχνον, ἀλλὰ | |
5 | τὸ θυμοῦσθαι καὶ τὸ φοβεῖσθαι καὶ τὸ λυπεῖσθαι καὶ πάνθ’ | |
ὅσα τοῦ θυμοειδοῦς τῆς ψυχῆς ἐστιν ἔργα τε καὶ πάθη. | ||
3.7.1 | Ὅπερ οὖν εἶπον ἤδη πρόσθεν ἐν τῷδε τῷ γράμματι, τοῦτο καὶ νῦν ἀναγκαῖον ἀναμνῆσαι, ὅτι ὁ Χρύσιππος ἐν τῇ μετὰ τὰς προγεγραμμένας ῥήσεις λέξει προχείρως πάλιν ἐξ ἑνὸς ἄρχεσθαι μορίου τὰς δυνάμεις ἀμφοτέρας λαμβάνει | |
5 | μηδεμίαν ἀπόδειξιν ἢ παραμυθίαν ἢ πιθανότητα τῷ λόγῳ προστιθείς, ὡς ἐξ αὐτῆς φανερὸν ἔσται τῆς λέξεως αὐτοῦ | |
τόνδε τὸν τρόπον ἐχούσης· | ||
3.7.2 | “ἀτόπως οὖν αὐ〈τοῖσ〉 τὸ κατὰ ταῦτα ἐξαχθησόμενον, ἐάν τε μὴ φῶσι τὴν λύπην καὶ τὴν ἀγωνίαν 〈καὶ τὴν ὀδύνην〉 ἀλγηδόνας εἶναι, ἐάν τε ἀλγηδόνας 〈αἳ〉 ἐν ἄλλῳ | |
3.7.3 | γίνονται τόπῳ ἢ τῷ ἡγεμονικῷ. τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς χαρᾶς καὶ ἐπὶ τοῦ θάρσους ἐροῦμεν, ἅπερ ἐμφαίνει περὶ | |
τὴν καρδίαν γινόμενα. | ||
3.7.4 | ὃν τρόπον γὰρ ὅταν τὸν πόδα πονῶμεν ἢ τὴν κεφαλήν, περὶ τούτους τοὺς τόπους ὁ πόνος γίνεται, οὕτως συναισθανόμεθα καὶ τῆς κατὰ τὴν λύπην ἀλγηδόνος περὶ τὸν θώρακα γινομένης, οὔτε τῆς λύπης οὐκ | |
5 | οὔσης ἀλγηδόνος οὔτε ἐν ἑτέρῳ τινὶ τόπῳ ἢ τῷ ἡγεμονικῷ | |
3.7.5 | αὐτῆς γινομένης.” πρὸς ταύτην τὴν ῥῆσιν δίκαιον ἀποκρί‐ νασθαι τῷ Χρυσίππῳ καθ’ ἕκαστον ὧν ἐρωτᾷ κεφαλαίων εὐθέως ἀπὸ τῆς ἀρχῆς τὸ πρῶτον ἀναλαβόντας, ἔνθα φησὶ τὴν λύπην καὶ τὴν ἀγωνίαν καὶ τὴν ὀδύνην ἀλγηδόνας | |
5 | ὑπάρχειν. | |
3.7.6 | εἴτε γὰρ ἐρωτῶν ἡμᾶς οὕτως εἴποι τις, ὡς Χρύ‐ σιππος εἴρηκεν, εἴτε ἀποφαινόμενος, ἐπαινέσομεν αὐτοῦ τὸν λόγον καὶ φήσομεν ἀγωνίαν καὶ λύπην καὶ ὀδύνην ἀλγη‐ δόνας εἶναι τῷ γένει, μᾶλλον δ’ εἰ χρὴ τοῖς ὀνόμασι κατὰ | |
5 | τὴν τῶν Ἑλλήνων χρήσασθαι συνήθειαν, ὀδύνας μὲν καὶ ἀλγη‐ δόνας οὐδέτερον ἀλλήλων διαφέρειν, ὥσπερ οὐδὲ κίονα καὶ στῦλον οὐδ’ ὦπας καὶ ὀφθαλμούς· ἀγωνίας μέντοι καὶ λύπης | |
οἷον γένος εἶναί τι τὴν ἀλγηδόνα. | ||
3.7.7 | τὸ δ’ ἐν τῷ ἡγεμονικῷ τόπῳ τὰς ἀλγηδόνας γίνεσθαι, τοῦτ’ οὐκέτι τῷ Χρυσίππῳ συγχωρήσομεν [αὐτῷ τὴν ἀλγηδόνα κατά τε τὸ ἡγεμονικὸν συνίστασθαι]. δίκαιος οὖν ἐστιν ἐπιδεῖξαι καθ’ ἓν 〈καὶ〉 ταὐ‐ | |
3.7.8 | τὸν σπλάγχνον ἀμφοτέρας ᾠκισμένας τὰς δυνάμεις. καίτοι τί λέγω καὶ καθ’ ἓν καὶ ταὐτόν; οὐ γὰρ πρὸς Χρύσιππον οὕτω χρὴ ποιεῖσθαι τὸν λόγον, ἀλλὰ πρὸς Ἀριστοτέλην συγχω‐ ροῦντα μὲν εἶναι πλείους δυνάμεις ἡμῶν ἐν τῇ ψυχῇ τῷ | |
5 | γένει διαφερούσας, οὐ μὴν ἐν ἄλλῳ γε καὶ ἄλλῳ σπλάγχνῳ | |
καθιδρῦσθαι· πάντων γὰρ ἀρχὴν εἶναι βούλεται τὴν καρδίαν. | ||
3.7.9 | ὁ δὲ Χρύσιππος οὐδὲ τὰς δυνάμεις αὐτὰς διαλλάττειν ἀλλή‐ λων ὁμολογεῖ, οὐδ’ ἑτέρᾳ μέν τινι δυνάμει θυμοῦσθαι τὸ | |
3.7.10 | ζῷον, ἑτέρᾳ δ’ ἐπιθυμεῖν, ἑτέρᾳ δὲ λογίζεσθαι. οὔκουν οὐδ’ ἡμᾶς οὕτω χρὴ προβάλλειν αὐτό, καθάπερ ὀλίγον ἔμπροσθεν εἴπομεν, ἐπιδεῖξαι παρακαλοῦντας ὡς ἐν ταὐτῷ τόπῳ τοῦ ζῴου καὶ τὸ θυμοειδές ἐστι καὶ τὸ λογιστικὸν καὶ τὸ ἐπι‐ | |
5 | θυμητικόν. | |
3.7.11 | τὸ τοίνυν πρότερόν τε τούτου καὶ γενικώτερον ζήτημα τοῦτο παρακαλέσομεν ἢ Χρύσιππον ἤ τινα τῶν ἀπ’ αὐτοῦ καταστήσασθαί τε καὶ ἀποδεῖξαι· τοῦτο δ’ ἐστὶ τὸ τῆς αὐτῆς εἶναι δυνάμεως ἔργα τό τε λογίζεσθαι καὶ τὸ θυμοῦσθαι | |
5 | καὶ τὸ βρωμάτων τε καὶ πομάτων καὶ ἀφροδισίων ἐπιθυ‐ | |
3.7.12 | μεῖν. ἡμεῖς μὲν γὰρ ἐπί τε τῶν ἀλόγων ζῴων ἐναργῶς ἐπι‐ δείκνυμεν αὐτὰ κεχωρισμένα καὶ προσέτι τῶν παίδων, οἳ λογισμῷ μὲν ἥκιστα χρῶνται, θυμοῖς δὲ καὶ ἐπιθυμίαις ἰσχυ‐ | |
ροτάταις ὥσπερ τὰ θηρία δουλεύουσι. | ||
3.7.13 | καὶ ἡμῶν γ’ αὐτῶν ὁ μὲν τῷ λογισμῷ μάλιστα χρώμενος ἥκιστ’ ἐπιθυμητικός τ’ ἐστὶ καὶ θυμικός, ὁ δ’ ὑπό τινος τῶν ἀλόγων τῆς ψυχῆς | |
3.7.14 | μορίων ἀρχόμενος ἥκιστα χρῆται λογισμῷ. καὶ τῆς Μηδείας δ’ ἀναμνηστέον ἐν τούτῳ τῆς Εὐριπίδου καὶ τοῦ Ὁμηρικοῦ Ὀδυσσέως, ἐν οἷς ἐστασίασε μὲν ἑκάτερα πρὸς ἄλληλα τῆς ψυχῆς τὰ μόρια δηλοῦντα σαφῶς ὡς οὐχ ἕν ἐστιν, ἐνίκησε | |
5 | δὲ ἐπὶ τοῦ σοφωτέρου τὸ βέλτιον, ἐπὶ δὲ τῆς ἀπαιδεύτου τε | |
καὶ βαρβάρου τὸ χεῖρον. | ||
3.7.15 | καὶ ἐπὶ πολλῶν ἀνθρώπων τοιαῦτ’ ἐστὶ γινόμενα κατὰ τὴν ψυχήν, τοῦ λογισμοῦ ποτὲ μὲν τῷ | |
3.7.16 | θυμοειδεῖ μαχομένου, ποτὲ δὲ τῷ ἐπιθυμητικῷ. ὁ δὲ Χρύ‐ σιππος ἅμα τοῖς ἄλλοις Στωϊκοῖς ἐπὶ μὲν τῶν ἀλόγων ζῴων ὁμόσε χωρεῖ πρὸς τὸ δόγμα μηδ’ ἐπιθυμεῖν φάσκων· καί μοι περὶ τῆς ἀναισχυντίας τοῦ λόγου πρόσθεν εἴρηται· ἐπὶ | |
5 | δὲ τῶν παίδων ἄνω καὶ κάτω περιπλέκουσιν, οὐχ ὡσαύτως μὲν ἅπαντες, ἀναισχυντοῦντες δὲ καὶ παρὰ τὸ φαινόμενον | |
ἀποφαινόμενοι πάντες. | ||
3.7.17 | εἰρήσεται δέ μοι καὶ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς ἐφεξῆς. ὡσαύτως δὲ καὶ περὶ τῶν κατὰ τὴν ψυχὴν παθῶν τῆς διαφορᾶς οὐδὲν ὁμολογούμενον οὔτε τοῖς ἐναργέσιν οὔτ’ ἀλλήλοις λέγουσιν οὔθ’ ἕκαστος ἑαυτῷ. | |
3.7.18 | περὶ ὧν ἁπάντων ἔγνωκα κατὰ τὸν ἑξῆς λόγον τὸν δʹ διελ‐ θεῖν· οὑτοσὶ γὰρ ὁ τρίτος οὐκ οἶδ’ ὅπως παρενέπεσε διὰ τὰς τῶν ἑταίρων δεήσεις ἀξιούντων μη〈δ’〉 ὅσα τῶν ὑπὸ Χρυσίππου γεγραμμένων 〈ἄτοπα παρελθεῖν〉, ἀλλὰ πρὸς ἅπαντα τὴν | |
5 | ἀντιλογίαν ποιεῖσθαι. | |
3.7.19 | ἐγὼ δ’ ὧν μὲν καὶ αὐτὸς ὁ Χρύσιππος ᾔσθετο περιττῶς εἰρημένων ὑφ’ ἑαυτοῦ καὶ τάχ’ ἄν τῳ δοξάντων, ὡς αὐτός φησιν, ὑπὸ γραμματιστοῦ τινος ἢ γραὸς ἀδολεσχού‐ σης εἰρῆσθαι, βέλτιον ᾤμην εἶναι μηδ’ ὅλως μνημονεύειν· | |
5 | τὰ δ’ ἄλλα σύμπαντα δίχα τεμὼν ἐν μὲν τῷ πρὸ τούτου διῆλθον ἅπερ ἦν ἁπάντων ἰσχυρότατα, τοῖς δὲ περὶ τῶν τῆς ψυχῆς παθῶν ζητουμένοις ἐγνώκειν ἀναθεῖναι [κατὰ] τόδε τὸ | |
γʹ τῶν ὑπομνημάτων. | ||
3.7.20 | τοῦτο μὲν οὖν ἐὰν θεὸς ἡμᾶς σώζῃ πάντως πράξομεν. ἐπεὶ δ’ ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ μνημονεῦσαι πάντων διέγνωμεν ὧν εἶπεν ὁ Χρύσιππος ἐν τῷ προτέρῳ περὶ ψυχῆς 〈ὑπὲρ〉 ἡγεμονικοῦ διαλεγόμενος, ἑξῆς | |
5 | ἂν εἴη καιρὸς ἤδη συνάπτειν τοῖς εἰρημένοις τὰ λοιπά. | |
3.7.21 | συνεχὴς οὖν τῇ προγεγραμμένῃ ῥήσει τοῦ Χρυσίππου τοιάδε | |
τίς ἐστι· “καθ’ ἣν ἔτι φορὰν καὶ τὰ τοιαῦτα λέγεται πάντα· ‘ἡψάμην σου τῆς καρδίας‘ ὥσπερ τῆς ψυχῆς, καὶ ‘ἅπτομαι τῆς καρδίας‘ λέγομεν, οὐχ ὡς ἂν εἰ παρέλθοιέν τινες ἡμᾶς | ||
5 | ἐπὶ τοῦ ἐγκεφάλου καὶ τῶν σπλάγχνων λέγοντες καὶ τοῦ | |
3.7.22 | ἥπατος, ἀλλὰ τοῖς προειρημένοις παραπλησίως. ἐκεῖνα γάρ μοι δοκεῖ λέγεσθαι ὡς ἄν τις ἔφη ‘τῶν ἐντός σου ἅπτομαι,‘ διϊκνουμένης τῆς κακοποιΐας ἐπὶ τοσοῦτον· τῇ δὲ καρδίᾳ καθάπερ ἂν τῇ ψυχῇ χρώμεθα. καὶ τούτων ἔσται ἔμφασις | |
5 | ἐφιστᾶσι μᾶλλον.” | |
3.7.23 | ὅτι καὶ ταῦτα πρὸς τῷ μηδὲν ἀποδει‐ κνύειν ἀλλ’ ἰδιώτας ἐπικαλεῖσθαι μάρτυρας οὐδὲ περαίνει τι τῶν προκειμένων, ἀλλὰ τὸ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς, οὐ τὸ λογιζόμενον ἐνδείκνυται κατὰ τὴν καρδίαν | |
5 | ὑπάρχειν, ἄντικρυς δῆλον· ὅθεν οὐδ’ ἐπὶ πλέον ἐν αὐτοῖς χρὴ διατρίβειν ὁμοίαν ἔχουσιν ἀτοπίαν οἷς ἤδη πολλάκις | |
ἔδειξα. | ||
3.7.24 | μετὰ δὲ τὴν προγεγραμμένην ῥῆσιν ἑτέρα τις ἐφεξῆς ἐστιν, ἐν ᾗ τοὺς ἀσπλάγχνους τε καὶ τοὺς οὐκ ἔχοντας ἐγκέ‐ φαλον ἐξηγεῖται πῶς λέγονται, περὶ ἧς αὐτάρκως ἔμπροσθεν | |
3.7.25 | εἴρηται. μετὰ δὲ ταῦτα τοιάνδε τινὰ γράφει ῥῆσιν· “κατὰ τοιαύτην δέ μοι δοκοῦσι μάλιστα φορὰν καὶ οἱ τιμωρητικώτερον πρός τινας φερόμενοι ὁρμᾶν ἐπὶ τὸ ταύτην ἐκσπάσαι, καθ’ ἣν φορὰν ἐπιτείνοντες καὶ πρὸς τὰ λοιπὰ τῶν σπλάγχνων | |
5 | ὁμοειδῶς φέρονται.” | |
3.7.26 | ἐνταῦθα πάλιν ὁ Χρύσιππος οὐκ οἶδ’ ὅπως ἀγνοεῖ κατασκευάζων ἕτερόν τι τοῦ προκειμένου σκέμ‐ ματος. οἱ γὰρ ἀπειλοῦντές τισιν ὥσπερ ἐκκόψαι τοὺς ὀφθαλ‐ μοὺς αὐτῶν ἐνίοτε λέγουσιν ἢ κατάξαι τὴν κεφαλὴν ἢ συν‐ | |
5 | τρῖψαι τὰ σκέλη, κατὰ τὸν αὐτὸν τρόπον ἔστιν ὅτε καὶ τὴν | |
3.7.27 | καρδίαν ἐκσπάσαι φασὶν ἐν ἴσῳ τῷ ἀποκτεῖναι. ἀλλὰ τί | |
τοῦτο πρὸς τὰ παρόντα; τὸ γὰρ ἀποτεμεῖν ἐνίοτε τὰ ὦτα καὶ τὴν ῥῖνα καὶ διασπάσαι πολλάκις ἀλλήλους ἀπειλοῦσιν | ||
5 | οἱ ἄνθρωποι, καί πού τις εὐχομένη παρὰ τῷ ποιητῇ γυνὴ τάδε λέγει· τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι ἐσθέμεναι προσφῦσα. | |
3.7.28 | τί οὖν οὐ καὶ τὸ ἧπαρ ἀρχὴν τῆς ψυχῆς ἀποφαινόμεθα, φίλτατε Χρύσιππε, καὶ ταῦθ’ Ὅμηρον ἔχοντες μαρτυροῦντα, τηλικοῦτον ποιητήν, ᾧ μᾶλλον ἦν σε πιστεύειν δίκαιον ἢ τοῖς | |
ἰδιώταις; | ||
5 | οὗτος μέν γε πρὸς τοῖς ἄλλοις ἔτι καὶ ταῦθ’ ὑπὲρ ἥπατος ἔγραψε· | |
3.7.29 | καὶ Τιτυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν, κείμενον ἐν δαπέδῳ, ὁ δ’ ἐπ’ ἐννέα κεῖτο πέλεθρα· γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον δέρτρον ἔσω δύνοντες, ὁ δ’ οὐκ ἀπαμύνετο χερσί. | |
5 | Λητὼ γὰρ εἵλκυσε Διὸς κυδρὴν παράκοιτιν | |
Πυθώδ’ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος. | ||
3.7.30 | ἐν τούτοις ὁ ποιητὴς ἐναργῶς ἐνδείκνυται τὸ τῆς ψυχῆς ἐπι‐ θυμητικὸν μέρος ὑπάρχειν ἐν ἥπατι. ‘διότι γάρ,‘ φησίν, ‘ἐπεθύμησεν ὁ Τιτυὸς ὑβρίσαι τὴν Λητώ, διὰ τοῦτο γῦπες αὐτοῦ κείρουσι τὸ ἧπαρ‘, ὡς εἰς αὐτὸ μάλιστα τιμωρούμε‐ | |
3.7.31 | νοι τὸ κατάρξαν τῆς ὕβρεως. ἀλλ’ ἐνταῦθα μὲν ἐπαινῶ τὸν Χρύσιππον ἑκόντα σιωπήσαντα τὸ καταβάλλον αὐτοῦ τὴν | |
δόξαν. | ||
3.7.32 | ἐν οἷς δ’ ἤτοι περαίνει μηδὲν ἢ καθ’ ἑαυτοῦ καλεῖ τοὺς μαρτυρήσοντας, ἐνταῦθα νομίζω μὴ συνιέναι τῶν ἀκο‐ λουθούντων τε καὶ μαχομένων ἀλλήλοις πραγμάτων, ὥσπερ γε κἀν τοῖς ἑξῆς τῶν προγεγραμμένων, ἐν οἷς φησι “καὶ τὰ | |
5 | τῶν ὀργιζομένων δὲ πάθη περὶ τὸν θώρακα φαίνεται γινό‐ μενα καὶ τὰ τῶν ἐρώντων, ὥστε καὶ τὴν ἐπιθυμίαν μάλιστα | |
γίνεσθαι περὶ τούτους τοὺς τόπους.” | ||
3.7.33 | ἐφ’ ἑκάστῃ τῶν τοιούτων ῥήσεων ἐπιφθέγγεσθαι προσήκει, ‘τί οὖν, ὦ Χρύσιππε, τοῦτο πρὸς τὸ λογιστικόν, ὑπὲρ οὗ ζητοῦμεν;‘ οὐ γὰρ δὴ περὶ τῶν ὀργιζομένων ἢ ἐπιθυμούντων ἡ ἀμφισβήτησις ἦν, εἰ κατὰ | |
5 | τὸν θώρακά τε καὶ περὶ τὸν θώρακα τοῖς οὕτως ἔχουσι κινεῖται τὰ πάθη, ἀλλ’ εἰ καὶ τὸ λογιζόμενον ἐνταῦθά | |
ἐστιν. | ||
3.7.34 | ἐφεξῆς δὲ τούτων τάδε γράφει· “εὖ μάλα δὲ παρι‐ στᾶσι τὸ λεγόμενον, ὡς ἔφην, καὶ αἱ ἐν αὑτοῖς γινό‐ μεναι μελέται καὶ ῥήσεων καὶ τῶν παραπλησίων. ἐν ᾧ γὰρ ταῦτα πάντα συντελεῖται, πάντως εὔλογον ἐν ἐκείνῳ καὶ τὴν | |
5 | τοῦ λόγου διέξοδον γίνεσθαι καὶ λέγειν ἡμᾶς καὶ δια‐ | |
3.7.35 | νοεῖσθαι κατ’ ἐκεῖνο.” ἀληθῆ ταῦτα γράφεις, ὦ Χρύσιππε. καθ’ ὃ γὰρ ἐν ἑαυτοῖς μελετῶμεν ἢ καὶ μετὰ σιγῆς διεξερ‐ | |
χόμεθα διανοούμενοι, τοῦτο ἔστι τὸ λογιζόμενον. | ||
3.7.36 | ἀλλὰ πότερον ἐγκέφαλος ἢ καρδία τὸ διανοούμενόν ἐστιν, ὃ ἀπ’ ἀρχῆς ἐζητοῦμεν, ἐχρῆν ἀποδεῖξαί σε καὶ μὴ τὸ πρῶτον λῆμμα λαβόντα πρὸς ἁπάντων ὁμολογούμενον ἡγεῖσθαί τι | |
5 | παρ’ αὐτοῦ πλέον ἕξειν εἰς τὴν τῶν ζητουμένων εὕρεσιν. | |
3.7.37 | οὐδεὶς γοῦν ἐστιν ὃς οὐχ ὁμολογήσει καθ’ ὃ σκεπτόμεθα καὶ διαλεγόμεθα κατὰ τοῦτο τὸ μόριον εἶναι τὸ τῆς ψυχῆς | |
ἡγεμονικόν. | ||
3.7.38 | ἀλλ’ οὐ τοῦτ’ ἦν τὸ ζητούμενον, ἀλλ’ εἰ καρ‐ δία τοῦθ’ ὑπάρχει τὸ μόριον, ὅπερ οὐκ ἀπέδειξας, εἰ μή τινας | |
3.7.39 | ἄρα φῂς αἰσθάνεσθαι κατὰ τὴν καρδίαν λογιζομένους. ἀλλ’ ἐν ἀρχῇ γε τοῦ λόγου παντὸς ἔφησθα κατὰ λέξιν ὧδε· “οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς οὔτε αἰσθήσεως ἐκφα‐ νοῦς γινομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντέτευχεν, οὔτε | |
5 | τῶν τεκμηρίων δι’ ὧν ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν ἐπὶ τοσοῦτον ἡ ἀντιλογία προῆλθε καὶ ἐν ἰατροῖς | |
καὶ ἐν φιλοσόφοις.” | ||
3.7.40 | ὁ ταῦτ’ εἰπὼν Χρύσιππος εἰ πάλιν ἐν ταὐτῷ βιβλίῳ φάσκοι τῶν διαλογισμῶν ἡμᾶς αἰσθάνεσθαι κατὰ τὴν καρδίαν γινομένων, οὔθ’ ἑαυτοῦ δόξει μεμνῆσθαι | |
3.7.41 | καὶ καταψεύδεσθαι τῶν ἐναργῶν. οὐ μὴν τοιοῦτός γ’ ὁ ἀνήρ, ὥστ’ οὐκ ἂν εἴποι δι’ αἰσθήσεώς τινας ἐπιγινώσκειν ἐν τῇ καρδίᾳ τῶν προειρημένων ἕκαστον γινόμενον. καὶ μὴν εἰ μὴ δι’ αἰσθήσεως, ἀλλὰ δι’ ἀποδείξεώς τινος, ἡδέως | |
5 | ἂν ἀκούσαιμεν αὐτῆς. | |
3.7.42 | ἐμοὶ μὲν δὴ δοκεῖ τῷ περὶ τῆς φω‐ νῆς λόγῳ καὶ νῦν προσχρῆσθαι. τεκμαίρομαι δὲ καὶ ἐκ τῶν ἐπιφερομένων· “ἀπὸ γὰρ τῆς διανοίας” φησὶ “δεῖ λέγειν καὶ ἐν ἑαυτῷ λέγειν [ἢ φωνὴν διεξιέναι] καὶ | |
5 | διανοεῖσθαι καὶ ἐν ἑαυτοῖς φωνὴν διεξιέναι καὶ | |
ἐκτὸς ἐκπέμπειν.” | ||
3.7.43 | ὁμολογούμενον γάρ τι λαμβάνων ὡς τοῦ αὐτοῦ μορίου τὸ λέγειν εἴη καὶ τὸ ἐν ἑαυτῷ λέγειν, εἶτα προσλαμβάνων αὐτῷ τῆς καρδίας ἔργον εἶναι τὸ λέγειν, ἐξ ἀμφοῖν ἔχει περαινόμενον ἐν τῇ καρδίᾳ γίνεσθαι τὸ ἐν | |
3.7.44 | ἑαυτῷ λέγειν. ἀλλ’ ἡμεῖς γε κατὰ τὸ πρὸ τούτου γράμμα τὸν ὑπὸ τοῦ Ζήνωνος ἐρωτηθέντα λόγον ὑπὲρ τοῦ τὴν φω‐ νὴν ἀπὸ τῆς καρδίας ἐκπέμπεσθαι μοχθηρὸν ἐπεδείξαμεν, ὥστε καὶ ὁ νῦν ἐρωτώμενος ὑπὸ τοῦ Χρυσίππου λόγος ἅμα | |
5 | ἐκείνῳ συνανῄρηται. | |
3.7.45 | ἐπισκεψώμεθα οὖν ἤδη τὸν ἑξῆς· “οἰκείως δὲ τούτῳ καὶ οἱ στεναγμοὶ ἐντεῦθεν προΐενται.” καὶ τοὺς στεναγμούς, ὦ Χρύσιππε, καὶ τὰς φωνὰς ἐκ τοῦ θώρακος μὲν φήσομεν ἐκπέμπεσθαι καὶ τοῦ πνεύμονος, οὐ μὴν [οὐδ’] | |
3.7.46 | ἐκ τῆς καρδίας, ὥσπερ οὐδὲ τὰς φωνάς. ἀποδέδεικται γὰρ ἡμῖν ὑπὲρ ἑκάστου τούτων ἐν ἑτέροις οὐχ ἁπλῶς οὐδ’ ὥσπερ | |
ὑπὸ σοῦ νῦν οὐδεμίαν ἀπόδειξιν προσθέντος. | ||
3.7.47 | ἐφεξῆς δὲ τοῖσδε πλῆθος ἐπῶν ὁ Χρύσιππος γράφει τῶν πλείστων | |
3.7.48 | ἑαυτῷ μαχομένων, ὡς ἔμπροσθεν ἔδειξα. τὰ δὲ μεταξὺ τῶν ἐπῶν ἐστι μὲν ὀλίγιστα, περιέχεται δέ τις 〈καὶ〉 κατὰ ταῦτ’ ἐναν‐ τιολογία τοῦ Χρυσίππου πρὸς ἑαυτόν, ἣν ἐν τῷ μετὰ τοῦτ’ ἐπιδείξω βιβλίῳ καθ’ ὃ περὶ τῶν τῆς ψυχῆς παθῶν ἔγνωκα | |
3.7.49 | ποιήσασθαι τὸν λόγον. ἐν δὲ τῷ παρόντι τῶν ῥήσεων αὐ‐ | |
τῶν ἐπιμνησθήσομαι μόνων ἐχουσῶν ὧδε· “ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν ὅτι καὶ τὸ | ||
5 | λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάγων ὡς ταὐτὸν αὐτά, καθάπερ καὶ | |
3.7.50 | δεῖ ποιῆσαι.” φανερῶς γὰρ ἐνταῦθα συγχωρεῖ μὲν ἕτερόν τι παρὰ τὸ λογιστικὸν εἶναι τό τε θυμοειδὲς καὶ τὸ ἐπιθυ‐ μητικόν, ἐν δὲ τῇ καρδίᾳ κατῳκίσθαι φησίν, ὅπερ Ἀριστοτέ‐ | |
λους ἐστίν, οὐ τῶν Στωϊκῶν δόγμα. | ||
3.7.51 | καὶ διὰ τῶν ἑξῆς δὲ προειπὼν ἐν οἷς ὁ ποιητὴς ἐν τῇ καρδίᾳ τὸ λογιζόμενον ὑπάρχειν ἀποφαίνεται, μετὰ ταῦτ’ ἐπιφέρει· “ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα διὰ τούτων ἐμφαίνει· | |
5 | ‘οὐ γὰρ πώποτέ μ’ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν.‘” | |
3.7.52 | εἶτ’ ἐφεξῆς· “ὅτι δὲ τὸ θυμοειδὲς [εἰ] ἐνταῦθά πού ἐστι, τὰ τοιαῦτα | |
ἐμφαίνει πλείονα ὄντα· ‘Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα‘ καὶ 〈ἔτι | ||
5 | ‘καὶ〉 χόλος, ὅς τ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι.‘” | |
3.7.53 | ἐν τοῖς τοιούτοις ἅπασιν ὁ Χρύσιππος ὁμολογεῖ δυνάμεις τινὰς εἶναι τῆς ψυχῆς τήν τε θυμοειδῆ καὶ τὴν ἐπιθυμητι‐ κὴν ἑτέρας τῆς λογιστικῆς. ἀλλὰ περὶ μὲν τούτων ὡς ἔφην | |
ἐν τῷ τετάρτῳ διαλέξομαι γράμματι. | ||
3.7.54 | τὰ δ’ ὑπόλοιπα τῶν κατὰ τὸ Χρυσίππου βιβλίον ἐπιδραμὼν ἐνταῦθά που καὶ αὐτὸς ἤδη | |
3.7.55 | καταπαύσω τὸν ἐνεστῶτα λόγον. μετὰ δὴ τὸ πλῆθος τῶν ἐπῶν ἐφεξῆς ὁ Χρύσιππος περί τε φωνῆς καὶ λόγου καὶ νεύρων ἀρχῆς ὅσα τε τούτοις συνέζευκται διῆλθεν, ἃ δὴ καὶ μόνα τῶν κατὰ τὸ βιβλίον ἔπρεπεν ἀνδρὶ φιλοσόφῳ, περὶ ὧν καὶ | |
5 | ἡμεῖς ἐν τῷ πρὸ τούτου λόγῳ διεληλύθαμεν ὑπερβάντες τὰ | |
περιττῶς ἠδολεσχημένα. | ||
3.8.1 | Νυνὶ μέντοι κατὰ τοῦτο τὸ βιβλίον, ἐπειδὴ καὶ ταῦτ’ ἔδοξε προσθεῖναι τά τ’ ἄλλα τὰ προηγούμενα διῆλθον, ἑξῆς [τε] | |
3.8.2 | προσθήσω τὸν περὶ τῆς Ἀθηνᾶς λόγον. αἰσθόμενος γὰρ ὁ Χρύσιππος ἐναντιούμενον τοῖς ἑαυτοῦ δόγμασι τὸν περὶ τῆς θεοῦ μῦθον ἀπὸ τῆς τοῦ Διὸς κεφαλῆς ὑπειλημμένης γεγε‐ νῆσθαι τοιάδε λέγει· παραγράψω γὰρ ἅπασαν αὐτοῦ τὴν | |
5 | ῥῆσιν, εἰ καὶ μακροτέρα πώς ἐστιν· | |
3.8.3 | “ἀκούω δέ τινας λέγειν παραμυθουμένους πρὸς τὸ ἐν τῇ κεφαλῇ εἶναι τὸ ἡγεμονι‐ | |
3.8.4 | κὸν τῆς ψυχῆς μέρος. τὸ γὰρ τὴν Ἀθηνᾶν, μῆτιν οὖσαν καὶ οἷον φρόνησιν, ἐκ τῆς κεφαλῆς γενέσθαι τοῦ Διὸς σύμ‐ βολόν φασιν εἶναι τοῦ ταύτῃ τὸ ἡγεμονικὸν εἶναι· οὐ γὰρ ἄλλως ἂν ἐν τῇ κεφαλῇ γενέσθαι μῆτιν καὶ φρόνησιν, | |
5 | εἰ μὴ τὸ ἡγεμονικὸν ἐν ταύτῃ ἐστί· πιθανοῦ μέν τινος ἐχόμενοι, διαμαρτάνοντες δ’ ὡς ἐμοὶ φαίνεται καὶ ἀγνοοῦν‐ τες τὰ περὶ τούτων ἱστορούμενα, περὶ ὧν οὐ χεῖρόν ἐστιν | |
3.8.5 | ἐπὶ πλέον εἰπεῖν τοῖς ἐνεστῶσι ζητήμασι. φασὶ δ’ οἱ μὲν οὕτως ἁπλῶς ἐκ τῆς τοῦ Διὸς κεφαλῆς αὐτὴν γενέσθαι | |
οὐδὲ προσιστοροῦντες τὸ πῶς ἢ κατὰ τίνα λόγον, [ὁ δὲ | ||
5 | Ἡσίοδος ἐπὶ πλέον λέγει ἐν ταῖς θεογονίαις] τινῶν μὲν ἐν ταῖς θεογονίαις γραφόντων τὴν γένεσιν αὐτῆς πρῶτον μὲν Μήτιδι συγγενομένου τοῦ Διός, δεύτερον δὲ Θέμιδι, τινῶν δὲ ἐν ἑτέροις ἄλλως γραφόντων τὴν γένεσιν αὐτῆς· | |
3.8.6 | 〈ὁ δὲ Ἡσίοδος ἐπὶ πλέον λέγει ἐν ταῖς θεογονίαισ〉 ὡς ἄρα γενομένης ἔριδος τῷ Διὶ καὶ τῇ Ἥρᾳ γεννήσειεν ἡ μὲν Ἥρα δι’ ἑαυτῆς τὸν Ἥφαιστον, ὁ δὲ Ζεὺς τὴν Ἀθηνᾶν ἐκ | |
τῆς Μήτιδος καταποθείσης ὑπ’ αὐτοῦ. | ||
3.8.7 | ἡ μὲν γὰρ εἰς αὐ‐ τὸν κατάποσις τῆς Μήτιδος καὶ ἔνδον τοῦ Διὸς τῆς Ἀθηνᾶς γένεσις κατ’ ἀμφοτέρους τοὺς λόγους ἐστίν· διαφέρουσι δ’ ἐν τῷ πῶς ταῦτα συνετελέσθη, πρὸς τὸν ἐνεστῶτα λόγον | |
3.8.8 | οὐθενὸς ὄντος 〈τοῦ〉 τοιούτου. τὸ γὰρ κοινὸν ἐν αὐτοῖς ὑπάρχον μόνον χρήσιμόν ἐστι πρὸς τὰ ἐνεστηκότα. λέγεται δ’ ἐν μὲν | |
τῇ Θεογονίᾳ οὕτως· | ||
3.8.9 | Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν, πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων. ἀλλ’ ὅτε δή ῥα ἔμελλε θεὰν γλαυκώπιδ’ Ἀθήνην τέξεσθαι, τότ’ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας | |
5 | αἱμυλίοισι λόγοισιν ἑὴν ἐγκάτθετο νηδύν· ὥς οἱ συμφράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε. | |
3.8.10 | εἶτα προελθών φησιν οὕτως· αὐτὸς δ’ ἐκ κεφαλῆς γλαυκώπιδα γείνατ’ Ἀθήνην, δεινήν, ἐγρεκύδοιμον, ἀγέστρατον, ἀτρυτώνην, πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε. | |
5 | στήθεσι γὰρ αὐτοῖς ἔνδον εὔδηλον ὅτι ἀπέθετο τὴν Μῆτιν, | |
3.8.11 | καὶ οὕτως φησὶν αὐτὴν γεννῆσαι κατὰ τὴν κεφαλήν. ἐν δὲ τοῖς μετὰ ταῦτα πλείω διεληλυθότος αὐτοῦ τοιαῦτ’ ἐστὶ τὰ | |
λεγόμενα· ἐκ ταύτης ἔριδος ἡ μὲν τέκε φαίδιμον υἱὸν | ||
5 | Ἥφαιστον τέχνῃσιν ἄνευ Διὸς αἰγιόχοιο, ἐκ πάντων παλάμῃσι κεκλημένον οὐρανιώνων. | |
3.8.12 | αὐτὰρ ὅ γ’ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο κούρην νόσφ’ Ἥρης παρεδέξατο καλλιπαρῄου, ἐξαπαφὼν Μῆτιν, καίπερ πολὺ δινεύουσαν. συμμάρψας δ’ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδύν, | |
5 | δείσας μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ. | |
3.8.13 | τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων κάππιεν ἐξαπίνης. ἡ δ’ αὐτίκα Παλλάδ’ Ἀθήνην κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε πὰρ κορυφὴν Τρίτωνος ἐπ’ ὄχθῃσιν ποταμοῖο. | |
5 | Μῆτις δ’ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων, | |
πλεῖστα θεῶν εἰδυῖα καταθνητῶν τ’ ἀνθρώπων. | ||
3.8.14 | ἔνθα θεὰν παρέδεκτο Θέμιν· παλάμαις περὶ πάντων ἀθανάτων ἐκέκασθ’ 〈οἳ〉 Ὀλύμπια δώματ’ ἔχουσιν, αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνῃ· σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχε’ ἔχουσαν.” | |
3.8.15 | ταῦτα προειπὼν ὁ Χρύσιππος ἑξῆς αὐτοῖς συνάπτων τάδε γράφει· “τὰ μὲν οὖν περὶ τῆς Ἀθηνᾶς λεγόμενα τοιαῦτά | |
ἐστιν, ἄλλου τινὸς συμβόλου ποιοῦντ’ ἔμφασιν. | ||
3.8.16 | πρῶτον μὲν γὰρ ἡ Μῆτις λέγεται ὡσανεί τις φρόνησις καὶ περὶ τῶν κατὰ τὸν βίον τέχνη, ᾗ τὰς τέχνας δεῖ καταπίνεσθαι καὶ ἐναποτίθεσθαι, καθ’ ὃν λόγον καὶ τὰ λεγόμενά τινας κατα‐ | |
5 | πίνειν φαμέν, διὰ δὲ τὴν κατάποσιν συνηκολουθηκότως | |
λέγεται καὶ εἰς τὴν κοιλίαν ἀποτίθεσθαι αὐτά. | ||
3.8.17 | μετὰ ταῦτα τὴν καταποθεῖσαν τοιαύτην τέχνην τίκτειν εὔλογον ἐν αὐτοῖς παραπλησίαν τῆς τικτούσης μητρός· πρός τε τούτοις τὰ ὑπὸ τῶν ἐπιστημῶν τικτόμενα ἐν αὐτοῖς· πῶς δ’ ἂν ἐκπο‐ | |
3.8.18 | ρεύοιτο καὶ διὰ τίνος μάλιστα, πάρεστι σκοπεῖν. φανερὸν γὰρ ὅτι λόγῳ ἐκφέρεται διὰ τοῦ στόματος κατὰ τὴν κεφα‐ λήν, ἐξ ἴσου οὕτως τῆς κεφαλῆς λεγομένης ὃν τρόπον προ‐ | |
βάτου κεφαλὴ λέγεται καὶ τὰς κεφαλὰς ἀφαιροῦσί τινων, | ||
5 | καθ’ ὃν λόγον παραγινόμενον καὶ ἐκ τῆς κορυφῆς λέγεται γενέσθαι, τῶν τοιούτων παραλλαγῶν κατὰ σύμβολον | |
3.8.19 | γινομένων πλειόνων. καὶ χωρὶς δὲ τῆς ἱστορίας ταύτης ἀπ’ αὐτοῦ μόνον τοῦ γενέσθαι ταύτην κατὰ τὴν κεφαλὴν τὰ παραπλήσια 〈ἄν〉 τις λέγοι· οὐ γὰρ ἐν τῇ κεφαλῇ φησιν αὐ‐ τὴν γενέσθαι, εἰ μή τινες διαστρέφοντες ἢ παραλλάττοντες | |
5 | τὸν λόγον ἐξελθεῖν ταύτῃ γινομένην ἄλλως ἔροιντο· ὥστε | |
μᾶλλον καὶ τοῦτο σύμβολον πρὸς τὸν ἕτερον εἶναι, ὡς ἔφην. τὰ γὰρ ἐν αὐτοῖς γινόμενα τεχνικὰ κατὰ τὴν κεφαλὴν | ||
3.8.20 | ἐξιόντα μάλιστα ἀποσημαίνει τὸν προειρημένον λόγον.” αὕτη μὲν ἡ τοῦ Χρυσίππου ῥῆσις. ἐπεὶ δ’ ἐστὶ πάνυ μακρὰ καὶ διὰ τοῦτ’ ἴσως τινὲς οὐκ ἀκριβῶς αὐτῆς ἅπαντα τὸν νοῦν καταμανθάνουσιν, ἐγὼ πειράσομαι διὰ βραχέων εἰπεῖν ἃ | |
3.8.21 | βούλεται δηλοῦν. οὐ μάχεταί μοι, φησίν, ὁ μῦθος λέγων ἐκ τῆς τοῦ Διὸς κεφαλῆς γεγεννῆσθαι τὴν Ἀθηνᾶν φρόνη‐ | |
σιν ὑπάρχουσαν. | ||
3.8.22 | οὐ γὰρ αὐτὸ τοῦτο μόνον εἴρηται κατ’ αὐτόν, ἀλλ’ ὅτι καταπιὼν τὴν Μῆτιν ὁ Ζεὺς καὶ ὥσπερ ἐγκύμων ἐξ αὐτῆς γενόμενος τὴν γεννηθεῖσαν ἐν αὑτῷ κόρην | |
3.8.23 | ἀπεκύησε διὰ τῆς κεφαλῆς. εἰρῆσθαι δ’ οὕτω φησὶ τὰ κατὰ τὸν μῦθον, ἐπειδὴ τὰς τέχνας ἁπάσας ἐν τῇ καρδίᾳ συνι‐ σταμένας διὰ τὸν λόγον εἰς τὸ φανερὸν ἐκφερόμενοί τινες | |
λόγοι διὰ τῆς κεφαλῆς ἐξιᾶσιν. | ||
3.8.24 | ἔστι γὰρ καὶ τὸ στόμα τῆς κεφαλῆς μόριον. οὐ γὰρ τὸ τετριχωμένον μόνον ἀλλὰ καὶ τὸ μετὰ τὸν τράχηλον ἄνωθεν ἅπαν ὀνομάζεσθαι κεφαλήν, καθ’ ὃ σημαινόμενον ἀποτμηθῆναί τινος λέγομεν τὴν κεφα‐ | |
3.8.25 | λήν. εἰ δὲ μὴ διὰ τοῦ στόματος τοῦ Διός, ἀλλ’ ἐκ τῆς κορυφῆς ἐμυθολόγησεν ἐξεληλυθέναι τὴν Ἀθηνᾶν, οὐδὲν ἄτοπον εἶναί φησι τοιούτων παραλλαγῶν κατὰ σύμβολον | |
γινομένων πλειόνων. | ||
3.8.26 | ἐν τούτοις τοῖς λόγοις ὁ Χρύσιππος τὰ μὲν ἄλλα πιθανῶς τε ἅμα καὶ εὐμηχάνως ἐξηγεῖται τοῦ μύθου προσαρμόττων αὐτὸν τῷ Στωϊκῷ δόγματι· τὸ δὲ συνέχον τε καὶ κυριώτατον τοῦ λόγου παντός, ὑπὲρ οὗ δίκαιον | |
5 | ἦν ἀγωνίσασθαι, μάλιστα διὰ ταχέων παρέδραμεν ὡς κἀν τοῖς πρόσθεν ἐποίησεν ἐξηγούμενος ὅπως οἱ πολλοὶ λέγουσι | |
τοὺς μὲν οὐκ ἔχειν, τοὺς δ’ ἔχειν ἐγκέφαλον. | ||
3.8.27 | ὡς γὰρ ἐν ἐκείνοις αὐτὸ τὸ ζητούμενον τάχιστα παρῆλθεν ἐν τοῖς ἔξωθεν αὐτοῦ μηκύνας ἐπὶ πλεῖστον, οὕτω κἀνταῦθα τὸ συνέχον αὐτὸ τοῦ λόγου διὰ ταχέων παρέδραμεν ἀρκεσθεὶς | |
5 | εἰπεῖν διὰ τοῦτ’ ἐκ τῆς κορυφῆς γεγεννῆσθαι τὴν Ἀθηνᾶν, οὐκ ἐκ τοῦ στόματος, “τοιούτων παραλλαγῶν κατὰ σύμβολον | |
γινομένων πλειόνων.” | ||
3.8.28 | ἐχρῆν γὰρ αὐτὸν ἢ μηδ’ ὅλως ἧφθαι τοῦ μύθου μηδέν γ’ ἀναγκαῖον ἔχοντος ἀνδρὶ φιλοσόφῳ πρὸς ἀπόδειξιν δόγματος, ἢ ἁπτόμενον, ὅπερ ἦν μάλιστα τὴν ἀντιλογίαν συνέχον, ἀκριβῶς ἅπαν διεξελθεῖν, εἰ καὶ | |
5 | πλειόνων ἔχρῃζε λόγων, οὐκ ὀκνήσαντα τοὺς πολλοὺς προσ‐ | |
γράψαι. | ||
3.8.29 | βουλόμενος δ’ ἄν τις οἶμαι καὶ τοὺς τοιούτους ἑτέρως ἐξηγεῖσθαι πολλὰς ἐπιχειρημάτων ἀφορμὰς ἐκ τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων δύναιτο λαμβάνειν, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν τοῖς ἑξῆς ἀναγκαῖον ἔσται διελθεῖν | |
5 | ἐπειδὰν περὶ τοῦ ψυχικοῦ πνεύματος ὁ λόγος ἡμῖν γίγνηται, διὰ βραχέων δ’ ἂν καὶ νῦν αὐτὰ μόνον εἴποιμι τὰ κεφά‐ | |
λαια τῶν μελλόντων ἀποδειχθήσεσθαι. | ||
3.8.30 | ὥσπερ γὰρ αὐτὸ τὸ σῶμα τῆς καρδίας ἐξ ἑαυτοῦ διαστελλόμενόν τε καὶ συστελ‐ λόμενον ἐν μέρει τὰς ὕλας τε ἕλκει καὶ αὖθις ἐκπέμπει, κατὰ τὸν αὐτὸν τρόπον ὁ ἐγκέφαλος ἐπειδὰν προέληται τοῦ περιε‐ | |
5 | χομένου κατὰ τὰς ἑαυτοῦ κοιλίας πνεύματος, ὃ δὴ καὶ ψυχι‐ κὸν ὀνομάζομεν, ἐπιπέμψαι τινὶ μορίῳ, τὴν εἰς τοῦτ’ ἐπιτή‐ | |
δειον κίνησιν κινηθεὶς οὕτως ἐπιπέμπει. | ||
3.8.31 | γένεσις δὲ τῷ πνεύματι τῷδε τῷ κατὰ τὰς κοιλίας αὐτοῦ τάχα μέν τις ὀλίγη καὶ ἐκ τῶν εἰς αὐτὰς περαιουμένων γίγνεται φλεβῶν, τὴν πλείστην δὲ καὶ κυριωτάτην αἱ κατὰ τὸ δικτυοειδὲς πλέγμα | |
5 | τὸ κατὰ τὴν τοῦ ἐγκεφάλου βάσιν ἀρτηρίαι χορηγοῦσιν, αἵ‐ | |
τινες ἀπὸ τῆς καρδίας ἀναφέρονται. | ||
3.8.32 | ὥστ’ εἴ τις βούλοιτο τοῖς ἀληθέσι συνάπτειν τὸν μῦθον, ἐν τοῖς κάτω μέρεσι κυηθεῖσαν τὴν φρόνησιν, τουτέστι τὸ πνεῦμα τὸ ψυχικόν, ἐν τῇ κεφαλῇ φήσει τελειοῦσθαι καὶ μάλιστά γε κατὰ τὴν κορυ‐ | |
5 | φήν, ὅτι κατὰ ταύτην ἐστὶν ἡ μέση καὶ κυριωτάτη τῶν ἐγκε‐ | |
3.8.33 | φάλου κοιλιῶν. ἐγὼ μὲν οὖν, ὥσπερ ὁ Πλάτων αὐτὸς εἶπε, “τὰ τοιαῦτα” πάντα μυθολογήματα “ἄλλως μὲν χαρίεντα ἡγοῦ‐ μαι, λίαν δὲ δεινοῦ καὶ ἐπιπόνου καὶ οὐ πάνυ εὐτυχοῦς | |
ἀνδρός, | ||
5 | κατ’ ἄλλο μὲν οὐδέν, ὅτι δ’ αὐτῷ ἀνάγκη μετὰ τοῦτο τὸ τῶν Ἱπποκενταύρων εἶδος ἐπανορθοῦσθαι καὶ αὖθις τὸ τῆς Χιμαίρας, καὶ ἐπιρρεῖ δ’ ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων καὶ ἄλλων ἀμηχάνων πλήθη τε καὶ ἀτοπίαι τερατολόγων τινῶν φύσεων, αἷς εἴ τις ἀπιστῶν | |
10 | προσβιβᾷ κατὰ τὸ εἰκὸς ἕκαστον, ἅτε ἀγροίκῳ τινὶ σοφίᾳ | |
χρώμενος, πολλῆς αὐτῷ σχολῆς δεήσει.” | ||
3.8.34 | ταύτην τὴν ῥῆσιν ἐχρῆν ἀνεγνωκότα τὸν Χρύσιππον ἀποκεχωρηκέναι τῶν μύ‐ θων καὶ μὴ κατατρίβειν τὸν χρόνον ἐξηγούμενον αὐτῶν τὰς ὑπονοίας. ἂν γὰρ ἅπαξ εἰς τοῦτ’ ἀφίκηταί τις, ἀνάριθμον | |
5 | πλῆθος ἐπιρρεῖ μυθολογημάτων, ὥσθ’ ὅλον ἀπολέσει τὸν | |
βίον εἴ τις ἐπεξέρχοιτο πάντα. | ||
3.8.35 | ἄμεινον δ’ ἦν οἶμαι τὸν ἀληθείας ὄντως ἐφιέμενον ἄνδρα μὴ τί λέγουσιν οἱ ποιηταὶ σκοπεῖν, ἀλλὰ τῶν ἐπιστημονικῶν λημμάτων ὑπὲρ ὧν ἐν τῷ δευτέρῳ γράμματι διῆλθον ἐκμαθόντα τὴν τῆς εὑρέσεως | |
5 | ὁδὸν ἐφεξῆς μὲν ἀσκῆσαί τε καὶ γυμνάσασθαι κατὰ ταύτην, ὅταν δ’ ἱκανῶς ἤδη τὰ κατὰ τὴν ἄσκησιν αὐτῷ προήκῃ τηνικαῦτα ἀφικόμενον ἐφ’ ἕκαστον τῶν προβλημάτων ἐπι‐ σκέπτεσθαι περὶ τῶν εἰς τὰς ἀποδείξεις αὐτοῦ λημμάτων, τίνα μὲν ἐξ αἰσθήσεως ἁπλῆς, τίνα δ’ ἐξ ἐμπείριας ἤτοι τῆς κατὰ | |
10 | τὸν βίον ἢ τῆς κατὰ τὰς τέχνας, τίνα δὲ ἐκ τῶν πρὸς νόησιν ἐναργῶν χρὴ λαβόντα περαίνειν ἐξ αὐτῶν ἤδη τὸ προκείμε‐ | |
νον. | ||
3.8.36 | εἰ ταύτην τὴν ὁδὸν ὁ Χρύσιππος ἐτράπετο παρελθὼν τὴν κατὰ τοὺς μύθους τε καὶ τὰς ἐτυμολογίας ἀνανεύσεις τε καὶ κατανεύσεις κεφαλῆς καὶ χειρῶν κινήσεις καὶ χειλῶν σχήματα καὶ ποιητῶν μαρτυρίας ἅμα γυναιξὶ καὶ τοῖς ἄλλοις | |
5 | ἰδιώταις, αὐτὸς ἂν εὕρισκε τἀληθὲς ἡμῶν τε τὸν χρόνον οὐκ ἂν ἀπώλλυεν ἐπιδεικνύντων αὐτῷ μηδὲ ἐν οἷς ἐπικαλεῖται | |
μάρτυσι μηδὲ ἐν τούτοις τι πλέον ἔχοντι. | ||
3.8.37 | καὶ γὰρ οἱ ποιηταὶ τὰ πλείω κατὰ τῶν δογμάτων αὐτοῦ λέγουσι καὶ οἱ μῦθοι καὶ οἱ ἰδιῶται καὶ τῶν ἄλλων ἕκαστος, οὓς ὡς ἑαυτῷ | |
3.8.38 | μαρτυροῦντας ἐν τῷ προτέρῳ περὶ ψυχῆς ἔγραψε. ταῦτ’ ἐστὶν ἃ παραλελοίπειν ἐγὼ κατὰ τὸ πρὸ τούτου βιβλίον ὧν εἰρήκει Χρύσιππος ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ λόγῳ, νομίζων εἰ κἀκεῖνος οὐκ ᾐδέσθη πλεονάζειν ἐν αὐτοῖς, | |
5 | ἐμοὶ γοῦν προσήκειν ἀποχωρῆσαι τῆς τοιαύτης ἀδολεσχίας. | |
3.8.39 | ἐπεὶ δ’, ὡς ἔφην, ἔδοξε τῶν ἑταίρων τισὶν ὑπὸ φιλοτιμίας κινηθεῖσιν ἐπιμνησθῆναί με καὶ τῶν τοιούτων λόγων, ἐκεί‐ νοις χαριζόμενος ἔγραψα καὶ τουτὶ τὸ βιβλίον, ὅσον οἷόν τ’ ἦν ἐμοί, μετὰ τοῦ διὰ ταχέων παρέρχεσθαι τὰ περιττῶς ὑπὸ | |
5 | τοῦ Χρυσίππου γεγραμμένα, καὶ τῶν χρησίμων τῇ προκειμένῃ | |
πραγματείᾳ προστιθεὶς οὐκ ὀλίγα. | ||
4.1.1 | Τῶν μὲν λόγων τοῦ μήκους οὐχ ἡμᾶς αἰτιατέον, ἀλλὰ τοὺς ἐμπλήσαντας ἃ συνέγραψαν βιβλία μοχθηρῶν ἐπιχειρη‐ μάτων, ἅπερ εἰ μέν τις ἅπαντα παρέρχοιτο, τάχ’ ἂν ὑπο‐ πτευθείη τῷ μὴ δύνασθαι λύειν αὐτὰ μᾶλλον, οὐ τῷ κατα‐ | |
5 | φρονεῖν αἱρεῖσθαι τὴν βραχυλογίαν· εἰ δ’ ἀκολουθῶν ἐξε‐ λέγχοι πάντα, κίνδυνος εἰς τοσαύτην ἐμπεσεῖν μακρολογίαν | |
4.1.2 | ὡς μηδέποτε κεφαλὴν ἐπιθεῖναι τῇδε τῇ πραγματείᾳ. ταῦτά τοι κἀγὼ βουληθεὶς ἑκάτερον τῶν ἐγκλημάτων ἐκφυγεῖν εὑρη‐ κέναι μοι δοκῶ μέσην τινὰ καὶ σύμμετρον ὁδὸν ἴσον ἀφε‐ | |
στῶσαν ἐλλιποῦς τε βραχυλογίας καὶ περιττῆς μακρολογίας. | ||
4.1.3 | ἐάσας γὰρ ἅπαντας τοὺς ἄλλους Στωϊκούς, ὅσα Χρύσιππος ἔγραψεν εἰς τὸ περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων δόγμα, ταῦτ’ ἔγνων χρῆναι προχειρισάμενος μόνα παραβάλλειν αὐτὰ | |
4.1.4 | τοῖς ὑφ’ Ἱπποκράτους τε καὶ Πλάτωνος εἰρημένοις. παμ‐ πόλλων δ’ ἐπιχειρημάτων γεγραμμένων αὐτῷ περὶ τοῦ τὰ πάθη τῆς ψυχῆς ἐν τοῖς κατὰ τὸν θώρακα τόποις συνίστασθαι, περὶ δὲ τοῦ τὸ λογιζόμενον ἐνταῦθ’ ὑπάρχειν, οὐδεμιᾶς | |
5 | ἀποδείξεως εἰρημένης, ἀλλ’ ἑτοίμως ἀεὶ λαμβάνοντος τἀνδρός, ἔνθα τὰ πάθη τῆς ψυχῆς συνίσταται, ἐνταῦθα καὶ τὴν διά‐ νοιαν ὑπάρχειν, εἴρηται μὲν ἤδη μοι πρὸς αὐτὸν οὐκ ὀλίγα καὶ διὰ τῶν ἔμπροσθεν, εἰρήσεται δὲ καὶ νῦν ὅσον ὑπό‐ | |
λοιπον. | ||
4.1.5 | εἰ μὲν οὖν ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ὁ Χρύ‐ σιππος ἔγραφε καὶ μὴ διεφέρετο πρὸς αὑτὸν ἐν τοῖς πλείστοις δόγμασιν ἐπαμφοτερίζων, οὐδ’ ἂν ἐμοὶ μακρὸς ὁ τῆς ἀντι‐ λογίας ἐγίνετο λόγος. ἐπεὶ δ’ ἄλλοτε ἄλλα περὶ τῶν αὐτῶν | |
5 | εὑρίσκεται γράφων, οὐκέτι ῥᾴδιον οὔτε τὴν γνώμην ἑρμη‐ | |
4.1.6 | νεῦσαι τἀνδρὸς οὔθ’ ὅπῃ σφάλλεται δεικνύναι. περὶ γοῦν τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἐν τῷ προτέρῳ περὶ τῆς ψυχῆς εἰπών, ὡς ὁ Πλάτων ὑπελάμβανε, τὸ μὲν λογιστικὸν ἐν τῇ κεφαλῇ τετάχθαι, τὸ δὲ θυμοειδὲς ἐν τῇ καρδίᾳ, τὸ δὲ | |
5 | ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλόν, ἐν τοῖς ἑξῆς αὐτὸς εἰς τὴν | |
καρδίαν πειρᾶται τὰ τρία συνάγειν. | ||
4.1.7 | ἔχουσι δὲ αἱ ῥήσεις ὧδε· “ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρί‐ στησιν ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάπτων εἰς ταὐτὸν καὶ τὸ ἐπιθυμητικόν, | |
4.1.8 | καθάπερ καὶ ἔδει ποιῆσαι.” εἶτα ἐπιφέρων φησίν, “ὅτι μὲν γὰρ τὸ λογιστικόν ἐστιν ἐνταῦθα, διὰ τούτων ἐμφαίνεται· ἄλλο δ’ ἐνὶ στήθεσσι νόος καὶ μῆτις ἀμύμων. ἀλλ’ ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.” | |
4.1.9 | εἶτ’ ἐφεξῆς ἔπη παραθέμενος πλείω μετὰ ταῦτά φησιν, “ὅτι | |
δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, ἐκ τούτων ἐμφαίνει· οὐ γὰρ πώποτέ μ’ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε.” | ||
4.1.10 | καὶ μετ’ ὀλίγα πάλιν, “ὅτι δὲ καὶ τὸ θυμοειδὲς ἐνταῦθα αὐτῷ ἐστι, τὰ τοιαῦτα ἐμφαίνει πλείονα ὄντα· Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα. καὶ ἔτι | |
5 | καὶ χόλος ὅς τ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι· ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο | |
ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠύτε καπνός,” | ||
4.1.11 | ἐναργέστατα καὶ σαφέστατα διὰ τῶν τοιούτων ἐνδεικνύμενος ὡς ὑπολαμβάνει καὶ αὐτὸς ὁμοίως Ἱπποκράτει καὶ Πλάτωνι δυνάμεις τῆς ψυχῆς ὑπάρχειν ἑτέρας παρὰ τὸν λογισμόν, τήν τε ἐπιθυμητικὴν καὶ τὴν θυμοειδῆ, καὶ καθ’ ἕν γε μό‐ | |
5 | νον τοῦτο διαφερόμενος αὐτοῖς, καθ’ ὅσον ἐν τῇ καρδίᾳ πάσας εἶναί φησιν, ὡς Ἀριστοτέλης ὑπελάμβανεν, οὐκ ἐν | |
4.1.12 | τοῖς τρισὶ σπλάγχνοις, ἐγκεφάλῳ καὶ ἥπατι καὶ καρδίᾳ. ἀλλὰ καὶ τὰ τῶν δυνάμεων ἔργα τε καὶ πάθη διὰ τῶν ἐπῶν ὧν | |
ἔγραψεν αὐτάρκως ἐνεδείξατο, διὰ μὲν τοῦ φάναι· “οὐ γὰρ πώποτέ μ’ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς | ||
5 | θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν”, ὡς ὁ ἔρως πάθος εἴη τῆς ἐπιθυμητικῆς δυνάμεως· ἐν δὲ τῷ λέγειν· “Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα”, | |
4.1.13 | ὡς ὁ χόλος τῆς θυμοειδοῦς. διαφερέτω δ’ ἔν γε τῷ παρόντι μηδέν, εἴτε ἔργα τῶν δυνάμεων εἴτε πάθη τὰ τοιαῦτα πάντα | |
λέγοιμεν, ὕστερον γὰρ ὑπὲρ αὐτῶν ἀκριβῶς ἐπισκεψόμεθα. | ||
4.1.14 | κατὰ μὲν 〈οὖν〉 τὸ πρότερον περὶ ψυχῆς βιβλίον ὁ Χρύσιππος οὐχ ὅπως ἀντιλέγει μηδεμίαν εἶναι τῆς ψυχῆς δύναμιν ἢ ἐπιθυμητικὴν ἢ θυμοειδῆ, ἀλλὰ καὶ τὰ παθήματ’ αὐτῶν ἐκδιδάσκει καὶ τόπον ἀπονέμει τοῦ σώματος ἕνα· κατὰ δὲ τὰ | |
5 | περὶ τῶν παθῶν ἅπαντα, τά τε τρία δι’ ὧν ἐπισκέπτεται τὰ λογικὰ περὶ αὐτῶν ζητήματα καὶ προσέτι τὸ θεραπευτικόν, ὃ δὴ καὶ ἠθικὸν ἐπιγράφουσί τινες, οὐκέθ’ ὁμοίως εὑρίσκε‐ ται γινώσκων, ἀλλὰ τὰ μὲν ὡς ἐπαμφοτερίζων γράφει, τὰ δὲ ὡς μηδεμίαν ἡγούμενος εἶναι δύναμιν τῆς ψυχῆς μήτε ἐπι‐ | |
10 | θυμητικὴν μήτε θυμοειδῆ. | |
4.1.15 | κατὰ μὲν γὰρ τὴν ἐξήγησιν τῶν ὁρισμῶν τοῦ πάθους ἐμφαίνει τινὰ δύναμιν ἄλογον ἐν τῇ ψυχῇ τῶν παθῶν αἰτίαν ὑπάρχειν, ὡς ὀλίγον ὕστερον ἐπι‐ δείξω τὴν ῥῆσιν ἐξηγησάμενος αὐτοῦ· ἐν δὲ τοῖς ἐφεξῆς, | |
5 | ἔνθα ζητεῖ πότερα κρίσεσιν ἐπιγίγνεται τὰ πάθη, προφανῶς ἀποχωρεῖ τῆς Πλάτωνος δόξης, ὅς γ’ οὐδὲ τὴν ἀρχὴν ἐν τῇ διαιρέσει τοῦ προβλήματος ἠξίωσε καὶ ταύ‐ | |
4.1.16 | της ἐπιμνησθῆναι. καίτοι τοῦτο πρῶτον εὐθὺς ἐγκαλέσειεν ἄν τις αὐτῷ παρὰ τὸ τῆς διαιρέσεως ἐλλιπὲς ἐσφαλμένῳ. τὸ γάρ τοι πάθος, οἷον ὁ ἔρως, ἤτοι κρίσις τίς ἐστιν ἢ κρίσεσιν | |
ἐπιγιγνόμενον ἢ κίνησις ἔκφορος τῆς ἐπιθυμητικῆς δυνάμεως. | ||
5 | οὕτω δὲ καὶ ὁ χόλος ἤτοι κρίσις ἢ ἑπόμενόν τι ταύτῃ πάθος | |
4.1.17 | ἄλογον ἢ κίνησις σφοδρὰ τῆς θυμοειδοῦς δυνάμεως. ὁ δέ γ’ οὐδ’ οὕτως ἐγχωροῦν εἰς τρία τέμνεσθαι τὸ πρόβλημα μεταχειρίζεται τὸν λόγον ἐπιδεικνύναι πειρώμενος ὡς ἄμει‐ νον εἴη κρίσεις ὑπολαμβάνειν αὐτὰ καὶ οὐκ ἐπιγινόμενά τινα | |
5 | ταῖς κρίσεσιν, ἐπιλαθόμενος ὧν αὐτὸς ἐν τῷ προτέρῳ τῶν περὶ ψυχῆς ἔγραψε, τὸν μὲν ἔρωτα τῆς ἐπιθυμητικῆς εἶναι δυνά‐ | |
μεως, τὸν δὲ χόλον τῆς θυμοειδοῦς. | ||
4.2.1 | Ὥσπερ δ’ ἐν τούτοις ἐπελάθετό τε ἅμα τῶν ἑαυτῷ γεγραμμένων οὐκ ἠξίωσέ τε πρὸς τὸ τῶν παλαιῶν ἀντειπεῖν δόγμα, κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς ὁρισμοῖς τῶν γενι‐ κῶν παθῶν οὓς πρώτους ἐξέθετο, τελέως ἀποχωρεῖ τῆς γνώ‐ | |
5 | μης αὐτῶν, τὴν λύπην ὁριζόμενος δόξαν πρόσφατον κακοῦ παρουσίας, τὸν δὲ φόβον προσδοκίαν κακοῦ, τὴν δ’ ἡδονὴν | |
4.2.2 | δόξαν πρόσφατον ἀγαθοῦ παρουσίας. ἄντικρυς γὰρ ἐν τού‐ τοις τοῦ λογιστικοῦ τῆς ψυχῆς μόνου μέμνηται παραλείπων τό τ’ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές· καὶ γὰρ τὴν δόξαν καὶ | |
τὴν προσδοκίαν ἐν τῷ λογιστικῷ μόνῳ συνίστασθαι νομίζει. | ||
4.2.3 | κατὰ μέντοι τὸν τῆς ἐπιθυμίας ὅρον, ἣν ὄρεξιν ἄλογον εἶναί φησιν, ἐφάπτεται μέν πως ὅσον ἐπὶ τῇ λέξει τῆς ἀλόγου κατὰ τὴν ψυχὴν δυνάμεως, ἀποχωρεῖ δὲ κἀνταῦθα κατὰ τὴν ἐξήγησιν αὐτῆς, εἴγε καὶ ἡ ὄρεξις ἣν κατὰ τὸν ὁρισμὸν | |
4.2.4 | παρέλαβε τῆς λογικῆς ἐστι δυνάμεως. ὁρίζεται γοῦν αὐτὴν ὁρμὴν λογικὴν ἐπί τι〈νοσ〉 ὅσον χρὴ ἥδον〈τοσ〉. ἐν μέντοι δὴ τούτοις τοῖς ὅροις ὁρμὰς καὶ δόξας καὶ κρίσεις ὑπάρχειν οἴεται τὰ πάθη, κατὰ δέ τινας τῶν ἐφεξῆς Ἐπικούρῳ καὶ Ζήνωνι | |
5 | μᾶλλον ἢ τοῖς ἑαυτοῦ δόγμασιν ἀκόλουθα γράφει. | |
4.2.5 | τήν τε γὰρ λύπην ὁριζόμενος μείωσιν εἶναί φησιν ἐπὶ φευκτῷ δο‐ κοῦντι ὑπάρχειν τήν θ’ ἡδονὴν ἔπαρσιν ἐφ’ αἱρετῷ δοκοῦντι | |
4.2.6 | ὑπάρχειν. καὶ γὰρ αἱ μειώσεις καὶ αἱ ἐπάρσεις καὶ αἱ συστο‐ λαὶ καὶ αἱ διαχύσεις, καὶ γὰρ τούτων ἐνίοτε μέμνηται, τῆς ἀλόγου δυνάμεώς ἐστι παθήματα ταῖς δόξαις ἐπιγιγνόμενα. τοιαύτην δέ τινα τὴν οὐσίαν τῶν παθῶν Ἐπίκουρος καὶ | |
4.2.7 | Ζήνων, οὐκ αὐτὸς ὑπολαμβάνει. ὃ καὶ θαυμάζειν ἐπέρχεταί μοι τἀνδρὸς ἐν ἐπαγγελίᾳ λογικῆς τε ἅμα καὶ ἀκριβοῦς | |
διδασκαλίας οὐκ ἀκριβοῦντος. | ||
4.2.8 | καὶ γὰρ οὐ κατὰ ταῦτα μόνον αὐτὸς ἑαυτῷ διαφέρεται φανερῶς, ἀλλὰ κἀπειδὰν ὑπὲρ τῶν κατὰ τὸ πάθος ὁρισμῶν γράφων ἄλογόν τε καὶ παρὰ φύσιν κίνησιν ψυχῆς αὐτὸ φάσκῃ καὶ πλεονάζουσαν | |
5 | ὁρμήν, εἶτα τὸ μὲν ἄλογον ἐξηγούμενος τὸ χωρὶς λόγου τε καὶ κρίσεως εἰρῆσθαι φάσκῃ, τῆς δὲ πλεοναζούσης ὁρμῆς παράδειγμα τοὺς τρέχοντας σφοδρῶς παραλαμβάνῃ· ταυτὶ | |
4.2.9 | γὰρ ἀμφότερα μάχεται τῷ κρίσεις εἶναι τὰ πάθη. εἰσόμεθα | |
δ’ ἐναργέστερον αὐτὰς τὰς ῥήσεις αὐτοῦ παραγράψαντες· | ||
4.2.10 | ἔχει δ’ ἡ μὲν ἑτέρα τόνδε τὸν τρόπον· “δεῖ δὲ πρῶτον ἐν‐ τεθυμῆσθαι ὅτι τὸ λογικὸν ζῷον ἀκολουθητικὸν φύσει ἐστὶ τῷ λόγῳ καὶ κατὰ τὸν λόγον ὡς ἂν ἡγεμόνα πρακτικόν. | |
4.2.11 | πολλάκις μέντοι καὶ ἄλλως φέρεται ἐπί τινα καὶ ἀπό τινων ἀπειθῶς τῷ λόγῳ ὠθούμενον ἐπὶ πλεῖον, καθ’ ἣν φορὰν ἀμφότεροι ἔχουσιν οἱ ὅροι, τῆς παρὰ φύσιν κινήσεως ἀλόγως | |
οὕτως γινομένης καὶ τοῦ ἐν ταῖς ὁρμαῖς πλεονασμοῦ. | ||
4.2.12 | τὸ γὰρ ἄλογον τουτὶ ληπτέον ἀπειθὲς λόγῳ καὶ ἀπεστραμμένον τὸν λόγον, καθ’ ἣν φορὰν καὶ ἐν τῷ ἔθει τινάς φαμεν ὠθεῖσθαι καὶ ἀλόγως φέρεσθαι ἄνευ λόγου 〈καὶ〉 κρίσεως· 〈οὐ γὰρ〉 | |
5 | ὡς εἰ διημαρτημένως φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον, ταῦτ’ ἐπισημαινόμεθα, ἀλλὰ μάλιστα καθ’ ἣν ὑπογράφει φοράν, οὐ πεφυκότος τοῦ λογικοῦ ζῴου κινεῖσθαι οὕτως κατὰ τὴν ψυ‐ | |
4.2.13 | χήν, ἀλλὰ κατὰ τὸν λόγον.” ἡ μὲν οὖν ἑτέρα τῶν τοῦ Χρυ‐ σίππου ῥήσεων ἐξηγουμένη τὸν πρότερον τῶν ὅρων τοῦ | |
πάθους ἐνταυθοῖ τελευτᾷ. τὴν δ’ ὑπόλοιπον ἐν ᾗ τὸν ἕτε‐ | ||
5 | ρον ὅρον ἐξηγεῖται γεγραμμένην ἐφεξῆς τῇδε κατὰ τὸ πρῶ‐ | |
4.2.14 | τον σύγγραμμα περὶ παθῶν ἤδη σοι παραθήσομαι· “κατὰ τοῦτο δὲ καὶ ὁ πλεονασμὸς τῆς ὁρμῆς εἴρηται, διὰ τὸ τὴν καθ’ αὑτοὺς καὶ φυσικὴν τῶν ὁρμῶν συμμετρίαν ὑπερβαί‐ | |
4.2.15 | νειν. γένοιτο δ’ ἂν τὸ λεγόμενον διὰ τούτων γνωριμώτερον, οἷον ἐπὶ τοῦ πορεύεσθαι καθ’ ὁρμὴν οὐ πλεονάζει ἡ τῶν σκελῶν κίνησις ἀλλὰ συναπαρτίζει τι τῇ ὁρμῇ ὥστε καὶ | |
στῆναι, ὅταν ἐθέλῃ, καὶ μεταβάλλειν. | ||
4.2.16 | ἐπὶ δὲ τῶν τρεχόν‐ των καθ’ ὁρμὴν οὐκέτι τοιοῦτον γίνεται, ἀλλὰ πλεονάζει παρὰ τὴν ὁρμὴν ἡ τῶν σκελῶν κίνησις ὥστε ἐκφέρεσθαι καὶ μὴ μεταβάλλειν εὐπειθῶς οὕτως εὐθὺς ἐναρξαμένων. | |
4.2.17 | αἷς οἶμαί τι παραπλήσιον καὶ ἐπὶ τῶν ὁρμῶν γίνεσθαι διὰ τὸ τὴν κατὰ λόγον ὑπερβαίνειν συμμετρίαν, ὥσθ’ ὅταν ὁρμᾷ μὴ εὐπειθῶς ἔχειν πρὸς αὐτόν, ἐπὶ μὲν τοῦ δρόμου τοῦ πλεονασμοῦ λεγομένου παρὰ τὴν ὁρμήν, ἐπὶ δὲ τῆς | |
4.2.18 | ὁρμῆς παρὰ τὸν λόγον. συμμετρία γάρ ἐστι φυσικῆς ὁρμῆς | |
ἡ κατὰ τὸν λόγον καὶ ἕως τοσούτου, [καὶ] ἕως αὐτὸς ἀξιοῖ. διὸ δὴ καὶ τῆς ὑπερβάσεως κατὰ τοῦτο καὶ οὕτως γινομένης | ||
5 | πλεονάζουσά τε ὁρμὴ λέγεται εἶναι καὶ παρὰ φύσιν καὶ ἄλο‐ | |
4.2.19 | γος κίνησις ψυχῆς.” αἱ μὲν τοῦ Χρυσίππου ῥήσεις αὗται. σκεψώμεθα δ’ ἀκριβέστερον ὑπὲρ ἑκατέρας αὐτῶν ἀπὸ τῆς προτέρας ἀπαρξάμενοι, καθ’ ἣν ἐξηγεῖται πῶς εἴρηται τὸ | |
πάθος ἄλογος καὶ παρὰ φύσιν κίνησις ψυχῆς. | ||
4.2.20 | ἐπειδὴ γὰρ ἠπίστατο δύο σημαινόμενα πρὸς τῆς ἄλογος φωνῆς ὧν τὸ ἕτερον βούλεται μόνον δηλοῦσθαι κατὰ τὸν ὅρον, τὸ χωρὶς κρίσεως, ὀρθῶς ἐποίησε μηδεμίαν ὑπολιπόμενος ἀμφι‐ | |
5 | βολίαν ἀλλ’ αὐτὸς δηλώσας ὅτι τὴν κατὰ τὸ πάθος ὁρμὴν ἄλογον εἶναί φησι καθόσον ἀπέστραπται τὸν λόγον καὶ | |
4.2.21 | ἀπειθεῖ τῷ λόγῳ καὶ χωρὶς κρίσεως γίνεται. διὰ μὲν οὖν τοῦ ἀπεστράφθαι φάναι τὸν λόγον ἐχώρισε τὴν κατὰ τὸ πάθος ἄλογον κίνησιν τῶν ἀψύχων τε καὶ τῶν ἀλόγων | |
ζῴων. | ||
4.2.22 | κινεῖται μὲν γὰρ καὶ λίθος καὶ ξύλον ἐνιότε καὶ τῶν ἄλλων ἕκαστον τῶν ἀψύχων, ἀλλ’ οὐχ ὡς ἀπεστραμμένον τὸν λόγον οὐδ’ ὡς ἀπειθοῦν. ᾧ γὰρ τὴν ἀρχὴν μὴ μέτεστι τοῦ πείθεσθαί τε καὶ ἕπεσθαι τῷ λόγῳ, τοῦτο πῶς ἂν ἢ | |
5 | ἀπειθεῖν ἢ ἀπεστράφθαι ποτὲ δύναιτο τὸν λόγον; ἀλλ’ ὅλως | |
4.2.23 | μὴ χρῆσθαι λέγοιτο ἂν εἰκότως. ἀπεστράφθαι δὲ καὶ ἀπει‐ θεῖν λεχθήσεται τὸ φύσιν μὲν ἔχον ἕπεσθαί τε καὶ πείθεσθαι, παρὰ φύσιν δέ ποθ’ ἑτέρως φερόμενον. ἐκ μὲν δὴ τῶν τοιούτων δείκνυται τὸ μήτ’ ἀψύχῳ τινὶ μήτ’ ἀλόγῳ ζῴῳ | |
5 | πάθος ἐγγίνεσθαι ψυχικόν. | |
4.2.24 | ἐπειδὰν δὲ γράφῃ χωρὶς λόγου καὶ κρίσεως γίγνεσθαι τὴν κατὰ πάθος κίνησιν, εἶτα συνάπτων ἐφεξῆς λέγῃ “οὐχὶ εἰ διημαρτημένως φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον, καὶ ἀπεστραμμένως τε καὶ ἀπειθῶς αὐτῷ,” | |
4.2.25 | διορίζει τῶν ἁμαρτημάτων τὰ πάθη καὶ πάνυ δεόντως. τὰ μὲν γὰρ ἁμαρτήματα μοχθηραὶ κρίσεις εἰσὶ καὶ ὁ λόγος ἐψευ‐ σμένος τῆς ἀληθείας καὶ διημαρτημένος· τὸ δὲ πάθος ἔμπαλιν οὐδὲν μὲν ἡμαρτημένον οὐδὲ παρορώμενον κατὰ τὸν λογισμόν, | |
5 | ἀπειθὴς δέ ἐστι τῷ λόγῳ κίνησις ψυχῆς. | |
4.2.26 | ὁ μὲν γὰρ ὑπὲρ τοῦ σῶσαι τὴν πατρίδα τῆς ζωῆς τῶν τέκνων καταφρονήσας καὶ ἤτοι παραδοὺς ἑτέροις ἀποσφάττειν ἢ αὐτὸς ὑπομείνας σφάξαι τῇ γε τοῦ καλοῦ φαντασίᾳ τοῦτο δρᾷ καὶ λογισμῷ | |
5 | τινι χρησάμενος· | |
4.2.27 | ἡ Μήδεια δ’ ἔμπαλιν οὐ μόνον ὑπ’ οὐδε‐ νὸς ἐπείσθη λογισμοῦ κτείνειν τοὺς παῖδας, ἀλλὰ καὶ τοὐ‐ ναντίον ἅπαν, ὅσον ἐπὶ τῷ λογισμῷ μανθάνειν φησὶν οἷα δρᾶν μέλλει κακά, τὸν θυμὸν δὲ εἶναι κρείττονα τῶν βουλευ‐ | |
5 | μάτων, τουτέστιν οὐχ ὑποτετάχθαι καὶ πείθεσθαι καὶ ἕπεσθαι καθάπερ τινὶ δεσπότῃ τῷ λόγῳ τὸ πάθος ἀλλ’ ἀφηνιάζειν καὶ ἀποχωρεῖν καὶ ἀπειθεῖν τῷ προστάγματι, ὡς ἑτέρας τινὸς ἔργον ἢ πάθημα δυνάμεως ὑπάρχον, οὐ τῆς λογιστικῆς. πῶς γὰρ ἂν ἢ ἀπειθεῖν ἑαυτῷ τι δύναιτο ἢ ἀποστρέφεσθαι | |
10 | ἑαυτὸ ἢ μὴ ἕπεσθαι ἑαυτῷ; | |
4.2.28 | ταυτὶ μὲν οὖν ἅπαντα πρὸς τῷ μηδὲν ἔχειν μεμπτὸν ἔτι καὶ ἀληθῶς τε καὶ διωρισμένως καὶ κατὰ τὴν Πλάτωνος εἴρηται γνώμην, παραπλησίως δὲ καὶ τὰ κατὰ τὴν ἐξήγησιν τοῦ δευτέρου τῶν ὅρων ὑπ’ αὐτοῦ | |
5 | γεγραμμένα, δι’ ἧς ἐμνημόνευσε καὶ τῶν τρεχόντων ὠκέως, οἳ μηδ’ εἰ στῆναι βούλοιντο παραχρῆμα δύναιντο πράττειν | |
4.2.29 | αὐτό. σαφῶς γὰρ κἀνταῦθα ἔνδειξις γίγνεται δυνάμεως ἑτέρας παρὰ τὸν λόγον, ὑφ’ ἧς ἀποτελεῖται τὰ παθήματα. γνοίημεν δ’ ἂν ἐναργέστερον εἰ τὴν αἰτίαν ἐξεύροιμεν ὑφ’ ἧς συμ‐ βαίνει μὴ δύνασθαι στῆναι παραχρῆμα πολλοὺς τῶν θεόν‐ | |
5 | των. | |
4.2.30 | ἡ δ’ εὕρεσις ἐξ αὐτοῦ γένοιτ’ ἂν ἡμῖν τοῦ μὴ πᾶσιν οὕτως συμβαίνειν ἀλλ’ ὅσοι δι’ ὁμαλοῦς τινος ἢ κατάντους φέρονται. τῶν μὲν γὰρ ἀνάντη χωρία διαθεόντων οὐκ ἔστιν ὅτῳ τοῦτο συμπίπτει· παραχρῆμα γοῦν ἵστανται βουληθέντες, | |
5 | ὡς ἂν τῆς ῥοπῆς τοῦ σώματος μὴ φερούσης αὐτοὺς βιαίως | |
4.2.31 | [κάτω] καθάπερ ἐκείνους ἔφερε. σύνθετος γὰρ αὐτῶν ἔνεστιν ἡ τῆς φορᾶς αἰτία, ἡ μέν τις ὡς ζῴων ὑφ’ ὁρμῆς κινουμένων ἡ δ’ ὡς ἀψύχων σωμάτων τῷ βάρει ῥεπόντων. οὕτω γοῦν καὶ λίθοι πολλάκις ὀρῶν καταφέρονται στῆναι μεταξὺ μὴ | |
5 | δυνάμενοι πρὶν ἐξικέσθαι πρός τι χωρίον ὁμαλὸν ἢ κοῖλον. | |
4.2.32 | ὥστε καὶ κατὰ τοῦτο τὸ παράδειγμα δυνάμεώς ἐστιν ἔνδειξις ἑτέρας παρὰ τὸν λογισμόν, ἀλόγου τὴν φύσιν οἵαπέρ ἐστιν | |
4.2.33 | ἐν τοῖς τῶν ζῴων σώμασι τὸ βάρος. ὅτι δ’ οὐ δύνανται διὰ τοῦτο στῆναι βουληθέντες, οὐ μόνον ἐκ τῆς τῶν ἀναν‐ τῶν τε καὶ καταντῶν χωρίων διαφορᾶς ἔνεστι μαθεῖν, ἀλλὰ | |
4.2.34 | καὶ ἐκ τῆς ἐν αὐτοῖς τοῖς ὁμαλέσι διαφόρου κινήσεως. ὁ μὲν γὰρ εἰς τοὐπίσω τὴν ῥοπὴν τοῦ σώματος ποιησάμενος ἐν τῷ τρέχειν αὐτοκράτωρ ἐστὶ τοῦ στῆναι, ὁ δ’ εἰς τὸ ἔμ‐ | |
προσθεν ὑπ’ ἐκείνης κωλύεται. | ||
4.2.35 | καὶ δι’ αὐτό γε τοῦτο οὕτω θέουσιν ἅπαντες ὑπ’ αὐτῆς τοῦ πράγματος τῆς φύσεως διδασκόμενοι συντελεῖν τὴν εἰς τὸ πρόσω ῥοπὴν τῷ τάχει | |
4.2.36 | τῆς κινήσεως. ὥσπερ οὖν ἐπὶ τοῦ παραδείγματος, ὦ γενναιό‐ τατε Χρύσιππε, τοῖς μὲν μηδὲν ὑπὸ τοῦ κατὰ τὸ σῶμα βάρους εἰς τάχος κινήσεως ὠφελουμένοις ἕτοιμον τὸ στῆναι, τοῖς δ’ ἐκ διττῆς αἰτίας τὸ τάχος γεννῶσιν οὐκέθ’ ἡ βούλησις ἱκανή, | |
5 | κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν τῆς ψυχῆς ὁρμῶν, ὅταν μὲν ὁ | |
λογισμὸς μόνος ἔχῃ τὴν αἰτίαν, ἐπ’ αὐτῷ παῦσαι τὴν ὁρμήν· ὅταν δ’ ἤτοι θυμὸς ἢ ἐπιθυμία τις αὐτῷ προσέλθῃ, δυνάμεις ἄλογοί τε καὶ παραπλήσιαι τῷ κατὰ τὸ σῶμα βάρει, παρα‐ χρῆμα μὲν οὐχ οἷόν τε στῆναι, χρόνῳ δ’ ἂν ἴσως γένοιτο | ||
4.2.37 | καὶ τοῦτο καθάπερ ἐπὶ τῶν θεόντων. τὸ δ’ ἴσως τῷ λόγῳ προσέθηκα διὰ τὴν τῶν κατὰ μέρος αἰτίων ὅσα γε κινεῖ τὴν ὁρμὴν ἄνισον δύναμιν. ἐπειδὴ γὰρ καὶ λογισμὸς αὐτὴν κινεῖ καὶ ἐπιθυμία καὶ θυμός, ἡ μὲν ὑφ’ ἑνὸς αὐτῶν συστᾶσα | |
5 | τῶν ἄλλων ἡσυχαζόντων ὑπ’ ἐκείνου μόνου δεσπόζεται. | |
4.2.38 | ὥστ’ εἰ μὲν ὑπὸ τοῦ λογισμοῦ γένοιτο, καὶ καταπαύειν αὐ‐ τὴν καὶ αὖθις ἐπεγείρειν οἷόν τε διὰ μόνου τοῦ βουληθῆναι, εἰ δ’ ὑπὸ θυμοῦ τινος ἢ ἐπιθυμίας, ὅταν ἐκεῖνα λωφήσῃ· εἰ δ’ ὑφ’ ἑκατέρων ἐνεργούντων γίγνοιτο, λογισμοῦ θ’ ἅμα | |
5 | καί τινος ἀλόγου δυνάμεως, εἰ μὲν οὖν ἀντισπῶντος τοῦ λογισμοῦ, κρατήσει τὸ ἰσχυρότερον, εἰ δὲ συνεκθέοντος, οὐδέποτε παύσε‐ | |
4.2.39 | ται. λέγω δὲ συνεκθεῖν τῷ πάθει τὸν λογισμὸν ὅταν ἅπερ ἐκεῖνο προστάττει καὶ ὁ λογισμὸς δοξάζῃ, ὥσπερ ἐπὶ τῶν ἀκο‐ | |
λάστων. δοξάζουσι γὰρ ἀγαθὸν εἶναι μέγιστον οὗτοι τὴν | ||
5 | ἀπόλαυσιν τῶν ἡδίστων ἑκουσίως ἑπομένου κατὰ τὴν ψυχὴν | |
4.2.40 | αὐτῶν τοῦ λογισμοῦ τῇ ἐπιθυμίᾳ. ἀντιτείνειν δέ φημι τὸν λογισμὸν τῷ πάθει μὴ δοξάζοντος μὲν τἀνθρώπου καλὸν ἢ ἀγαθὸν εἶναι τὴν ἀπόλαυσιν τῆς προκειμένης ἡδονῆς, ἑλκο‐ μένου δέ πως ἐπ’ αὐτὴν διὰ τὴν τῆς ἐπιθυμητικῆς δυνάμεως | |
4.2.41 | ἰσχυρὰν κίνησιν. ἀλλ’ εἰ μὲν ὁ λογισμὸς κρατήσειεν, ἐγκρα‐ τὴς ἑαυτοῦ τε καὶ τῶν ἑαυτοῦ παθῶν ὁ τοιοῦτος ἄνθρωπός ἐστί τε καὶ λέγεται, εἰ δ’ ἐπιθυμία, τοὐναντίον τῷδε πρόσρημα | |
λαβὼν ἀκρατὴς ὀνομάζεται. | ||
4.2.42 | ὅταν δ’ ὑπὸ τοῦ λογισμοῦ μόνου πρὸς τὴν τῶν ἡδέων ἄγηται χρῆσιν, ὁ τοιοῦτος σώφρων καλεῖται, σκοπὸν τῆς αἱρέσεως αὐτῶν οὐ τὴν ἀπόλαυσιν ἀλλὰ τὴν ὠφέλειαν πεποιημένος, ὥσπερ γε καὶ ἀκόλαστος ὁ πρὸς | |
5 | τῆς ἐπιθυμίας μόνης ἀγόμενος, ἀκολουθοῦντος αὐτῇ τοῦ | |
4.2.43 | λόγου καθάπερ τινὸς οἰκέτου. τῇ τοιαύτῃ συμπλοκῇ τῶν τὰς ὁρμὰς κινούντων αἰτίων μαρτυρεῖ καὶ τὸ τοῦ Χρυσίππου παράδειγμα. τῶν μὲν γὰρ πρὸς ἄναντες θεόντων ἡ λογικὴ μόνη δύναμις ἡγεῖται, τῶν δ’ ἀκουσίως κατὰ κρημνοῦ φερο‐ | |
5 | μένων ἡ ἄλογος, ἥνπερ δὴ τὸ βάρος τοῦ σώματος ἔφαμεν | |
ὑπάρχειν, τῶν δ’ ἐς τὸ κάταντες θεόντων ἀμφότεραι. | ||
4.2.44 | οὕτω δὲ καὶ τῶν ἐφ’ ὁμαλοῦς εἰ πρόσω ῥέποιεν· ὡς εἴγε ἀνα‐ νεύοιεν ὀπίσω, θέοιεν μὲν ἂν οὕτω γε τῶν ἑτέρων ἧττον, ἵσταιντο δ’ ἂν ὁπότε βουληθεῖεν. ὥστε οὐδὲν ἄχρι γε τῆς | |
5 | τῶν ὅρων ἐξηγήσεως ὁ Χρύσιππος ἐναντίον ἀπεφήνατο τοῖς | |
παλαιοῖς. | ||
4.3.1 | Ὁπόταν δ’ ἐφεξῆς ἐπισκέπτηται πότερα κρίσεις τινὰς ἢ κρίσεσιν ἑπόμενα χρὴ νομίζειν εἶναι τὰ πάθη, καθ’ ἑκάτερα μὲν ἀποχωρεῖ τῶν παλαιῶν, πολὺ δὲ μᾶλλον ἐν τῷ τὸ φαυ‐ | |
4.3.2 | λότερον ἡγεῖσθαι. καὶ γὰρ Ζήνωνι κατά γε τοῦτο καὶ ἑαυτῷ καὶ πολλοῖς ἄλλοις μάχεται τῶν Στωϊκῶν, οἳ οὐ τὰς κρίσεις αὐτὰς τῆς ψυχῆς ἀλλὰ καὶ τὰς ἐπὶ ταύταις ἀλόγους συστολὰς καὶ ταπεινώσεις καὶ δήξεις ἐπάρσεις τε καὶ διαχύσεις ὑπο‐ | |
4.3.3 | λαμβάνουσιν εἶναι τὰ τῆς ψυχῆς πάθη. Ποσειδώνιος μέν γε | |
τελέως ἀπεχώρησεν ἀμφοτέρων τῶν δοξῶν· οὔτε γὰρ κρίσεις οὔτε ἐπιγιγνόμενα κρίσεσιν, ἀλλ’ ὑπὸ τῆς θυμοειδοῦς | ||
5 | τε καὶ ἐπιθυμητικῆς δυνάμεως ἡγεῖται γίγνεσθαι τὰ πάθη | |
4.3.4 | κατὰ πᾶν ἀκολουθήσας τῷ παλαιῷ λόγῳ. καὶ πυνθάνεταί γε τῶν περὶ τὸν Χρύσιππον οὐκ ὀλιγάκις ἐν τῇ περὶ παθῶν ἑαυτοῦ πραγματείᾳ, τίς ἡ τῆς πλεοναζούσης ὁρμῆς ἐστιν αἰτία. ὁ μὲν γὰρ λόγος οὐκ ἂν δύναιτό γε πλεονάζειν παρὰ | |
5 | τὰ ἑαυτοῦ πράγματά τε καὶ μέτρα. | |
4.3.5 | πρόδηλον οὖν ὡς ἑτέρα τις ἄλογός ἐστι δύναμις αἰτία τοῦ πλεονάζεσθαι τὴν ὁρμὴν ὑπὲρ τὰ μέτρα τοῦ λόγου, καθάπερ τοῦ πλεονάζεσθαι τὸν δρόμον ὑπὲρ τὰ μέτρα τῆς προαιρέσεως ἄλογος ἡ αἰτία, τὸ | |
5 | βάρος τοῦ σώματος. | |
4.3.6 | ἀλλ’ οὐ τοῦτο θαυμαστὸν εἰ πολλοῖς ἐναντία λέγει Χρύσιππος, ὥσπερ οὐδ’ ὅτι τῆς ἀληθείας ἀπέ‐ σφαλται, συγγνώμη γὰρ ἀνθρώπῳ γε ὄντι καὶ ἁμαρτάνοντι, ἀλλ’ ὅτι μήτε ἐπεχείρησεν ὅλως τὰ πρὸς τῶν | |
5 | παλαιῶν εἰρημένα διαλύσασθαι καὶ πρὸς αὑτὸν διαφέρεται νυνὶ μὲν γίνεσθαι νομίζων τὰ πάθη ἄνευ λόγου καὶ κρίσεως, νυνὶ δ’ οὐ μόνον κρίσεσιν ἕπεσθαι φάσκων, ἀλλ’ αὐτὸ δὴ | |
τοῦτο κρίσεις εἶναι. | ||
4.3.7 | τὸ γὰρ μηδ’ ὅλως ἐφάπτεσθαι κρίσεως ἐναντιώτατον δήπου τῷ κρίσιν εἶναι τὸ πάθος, εἰ μὴ νὴ Δία βοηθῶν τις αὐτῷ φαίη πλείω σημαίνειν τὸ τῆς κρίσεως ὄνομα καὶ κατὰ μὲν τὴν ἐξήγησιν τοῦ ὅρου τὴν οἷον περίσκε‐ | |
5 | ψιν εἰρῆσθαι κρίσιν, ὡς εἶναι τὸ ἄνευ κρίσεως ἴσον 〈τῷ〉 ἄνευ περισκέψεως, ἔνθα δὲ κρίσεις εἶναί φησι τὰ πάθη, τὰς ὁρμάς | |
4.3.8 | τε καὶ τὰς συγκαταθέσεις ὀνομάζεσθαι κρίσεις. ἀλλ’ εἴπερ τοῦτό τις δέξαιτο, πλεονάζουσα συγκατάθεσις ἔσται τὸ πάθος, καὶ πάλιν ὁ Ποσειδώνιος ἐρήσεται τὴν αἰτίαν ὑφ’ ἧς πλεο‐ νάζεται, πρὸς τῷ καὶ μέγιστον ἁμάρτημα κατὰ τὴν διδασκα‐ | |
5 | λίαν ἡμαρτῆσθαι τῷ Χρυσίππῳ. | |
4.3.9 | εἰ γὰρ ἐν αὐτῷ δὴ τούτῳ τὸ κῦρος τοῦ δόγματός ἐστιν, ἐν τῷ διαστείλασθαι τὴν ὁμω‐ νυμίαν καὶ δεῖξαι κατὰ τί μὲν σημαινόμενον ἄνευ κρίσεως γίνεται τὰ πάθη, κατὰ τί δὲ κρίσεις εἰσίν, ὁ δ’ οὐδὲ καθ’ | |
5 | ἓν τῶν τεττάρων βιβλίων ἃ περὶ τῶν παθῶν ἔγραψεν ἐποίησεν αὐτό, πῶς οὐκ ἄν τις αὐτὸν δικαίως μέμψαιτο; | |
4.3.10 | τάχα μὲν γὰρ οὐδὲ βραχυλογίαν τις ἄκραν ἐζηλωκὼς ὀρθῶς ἂν ὑπερβαίνοι τὰ οὕτως ἀναγκαῖα, πολὺ δ’ οὖν μᾶλλον ὅταν ἐπὶ μήκιστον ἐκτείνῃ τοὺς λόγους, ὥσπερ ὁ Χρύσιππος. | |
ἀλλὰ περὶ μὲν τούτου καὶ μικρὸν ὕστερον ἐπισκεψόμεθα. | ||
4.4.1 | Περὶ δὲ τοῦ μὴ φροντίζειν τῆς πρὸς ἑαυτὸν ἐναν‐ τιολογίας αὐτὸν ἔχων ἔτι μυρία λέγειν, ἃ τάχ’ ἂν καὶ ὕστερον εἰ μακροτέρας ἐπιλαβοίμην σχολῆς εἰς μίαν ἀθροίσαιμι πραγματείαν, ἅπαντα παραλιπὼν τἆλλα μόνων | |
4.4.2 | τῶν οἰκείων τοῖς νῦν προκειμένοις μνημονεύσω. τὴν τοίνυν ἐπιθυμίαν ἐν τῷ πρώτῳ περὶ παθῶν ὁρισάμενος ὄρεξιν ἄλογον, αὐτὴν πάλιν τὴν ὄρεξιν ἐν ἕκτῳ τῶν κατὰ γένος ὅρων ὁρμὴν λογικὴν εἶναί φησιν ἐπί τι〈νοσ〉 ὅσον χρὴ ἥδοντος | |
5 | [αὐτῷ], οὕτω δὲ αὐτὴν ὁρίζεται κἀν τοῖς περὶ τῆς ὁρμῆς, ὥστε τὸν τῆς ἐπιθυμίας ὅρον ἀναπτυσσόμενον γίγνεσθαι | |
τοιοῦτον· ἐπιθυμία ἐστὶν ὁρμὴ λογικὴ ἐπί τι〈νοσ〉 ὅσον χρὴ ἥδοντος | ||
4.4.3 | [αὐτῷ], ἄλογος. ἀλλὰ τὸ μὲν ἐν διαφέρουσιν ἤτοι βιβλίοις ἢ χωρίοις βιβλίων ἀναισθήτως ἔχειν τῆς ἐναντιολογίας ἧττον δεινόν· ὅταν δ’ ἐν αὐτοῖς οἷς φθέγγεταί τις ἐναντία τε καὶ παντοίως μαχόμενα συμπλέξῃ, συγχεῖ καὶ ταράσσει τὴν διδα‐ | |
5 | σκαλίαν ἐν τῷδε καὶ πολλὴν ἀπορίαν παρέχει τοῖς ἐξελέγχειν αὐτὰ πειρωμένοις, ὥσπερ ἂν εἰ καὶ οὕτω τις εἴποι γε, καταβὰς ἄνω καὶ διαλεχθεὶς τῷ λίθῳ καὶ πλεύσας διὰ μέσης | |
τῆς πέτρας ἀνελθεῖν εἰς τὸν βυθὸν τῆς λίμνης. | ||
4.4.4 | ἄν τε γὰρ ὡς οὐ καταβάντα διελέγχῃς φάσκων αὐτὸν ἄνω μεμενηκέναι [καταβάντα], τοῦτ’ αὐτὸ δήπου φήσει καὶ αὐτὸς εἰρηκέναι κατὰ τὸν λόγον ἐν τῷ προσθεῖναι τὸ ἄνω, ἄν θ’ ὡς οὐδενὶ διαλε‐ | |
5 | χθέντα, καὶ τοῦτ’ εἰρῆσθαι φήσει, ταὐτὸ γὰρ εἶναι τὸ λίθῳ διαλέγεσθαι τῷ μηδὲ λίθῳ, τῷ λίθῳ γὰρ οὐδεὶς διαλέγεται, καὶ τἆλλα οὕτως ἅπαντα σοφιστικῶς ἐπανορθοῦσθαι δυνήσε‐ ταί τις· ὥστε κατ’ ἀρχὰς εὐθὺς δεῖν ἀποδρᾶναι λόγων εἶδος τοιούτων ἐν ᾧ χρὴ τοὺς ἀκούοντας οὐχ ἃ σημαίνεται συνή‐ | |
10 | θως ὑφ’ ἑκάστου τῶν ὀνομάτων μανθάνειν, ἀλλ’ ἕτερ’ ἄττα. | |
4.4.5 | τοιοῦτον γάρ τι καὶ ὁ Χρύσιππος ἀξιώσει, ἐπειδὰν μὲν ἄνευ κρίσεως λέγῃ [τις] γίνεσθαι τὰ πάθη τῆς ψυχῆς, ἀκούειν ἡμᾶς ἀξιῶν ὅτι μετὰ κρίσεώς τε γίνεται καὶ κρίσεις εἰσίν· ἐπειδὰν δ’ ἄνευ λόγου καὶ ἄλογα, τὸ μήτ’ ἄλογα μήτ’ ἐν ἀλόγῳ | |
5 | τινὶ δυνάμει τῆς ψυχῆς ἀλλ’ ἐν τῇ λογιζομένῃ καὶ | |
4.4.6 | λογικά, τὸ γὰρ κρίνειν ταύτης ἔργον ὑπάρχειν· ἐπειδὰν δ’ ἀπειθῶς τε καὶ ἀπεστραμμένως τοῦ λόγου, τὸ μηδεμίαν ἐπι‐ ζητεῖν ἑτέραν ἐν τῇ ψυχῇ δύναμιν ἧς κινουμένης ἀπειθῶς | |
τῷ λόγῳ γίγνεσθαι τὰ πάθη· | ||
5 | μηδὲ γὰρ εἶναί τινα τοιαύτην, ὡς ἔνιοι τῶν φιλοσόφων ὑπολαμβάνουσιν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ προσαγορεύοντες, τὸ ὅλον γὰρ εἶναι τὸ τῶν | |
4.4.7 | ἀνθρώπων ἡγεμονικὸν λογικόν. εἰ μὲν γὰρ εἰς πρόβλημά τις ἀπὸ στόματος ἐπὶ καιροῦ λέγοι, κάλλιον μὲν καὶ τούτῳ διωρισμένως τε χρῆσθαι καὶ σαφῶς τοῖς ὀνόμασιν, ἕξει δ’ | |
οὖν ὅμως συγγνώμην αὐτοῦ τὰ σφάλματα· | ||
5 | τὸ δ’ ἐπιστημονι‐ κὴν καὶ λογικὴν πραγματείαν ἐπαγγειλάμενον γράφειν ἀπειθῆ μὲν τῷ λόγῳ τινὰ κίνησιν ὀνομάζειν, ἀξιοῦν δ’ ἡμᾶς ἀκούειν αὐτὴν λογικὴν ἢ ἀπεστράφθαι μὲν τὸν λόγον, εἶναι δ’ οὐδὲν ἄλλο ἢ λόγον τε καὶ κρίσιν αὐτήν, οὐκ οἶδ’ εἰ μὴ τῆς | |
4.4.8 | μεγίστης μέμψεως ἄξιον ὑπάρχει· [ἄνθρωπος] μὴ συγχωρῶν ἐπὶ ταὐτοῦ λέγειν αἰσχύνεσθαι καὶ αἰδεῖσθαι μηδ’ ἥδεσθαι καὶ χαίρειν, ἀλλ’ ἀκριβοῦν ἅπαντα καὶ μέχρι τῶν ὀνομά‐ των ἀξιῶν αὑτὸν ἐν τοῖς συγγράμμασιν, ὃ μικρὸν ἔμπροσθεν | |
5 | οὐκ ἐκ λόγου καὶ κρίσεως ἔφησε γίγνεσθαι, προελθὼν ἐν λόγῳ καὶ κρίσει συνίστασθαί φησιν, ἐνὸν ἐκφυγεῖν μὲν ἁπάσας τὰς οὕτως ἀκαίρους τε ἅμα καὶ παρὰ τὸ τῶν Ἑλλήνων ἔθος ἀναπεπλασμένας ὁμωνυμίας, ἀκριβῶσαι δὲ καὶ διαρθρῶσαι | |
4.4.9 | τὸν λόγον Ἑλληνικοῖς τε καὶ σαφέσιν ὀνόμασιν. τὸ γοῦν ἄλογον ὡσαύτως ἀφώνῳ τε καὶ ἀτραχήλῳ διχῶς ἅπαντες ἄνθρωποι λέγουσι καὶ τρίτον οὐδέν ἐστιν ἐπ’ αὐτῶν σημαινόμενον εὑρεῖν οὔτε παρὰ τοῖς νῦν Ἕλλησιν οὔτε παρὰ τοῖς | |
4.4.10 | παλαιοῖς, εἴ τι χρὴ τεκμαίρεσθαι τοῖς βιβλίοις αὐτῶν. ἄφωνον | |
δὲ δὴ πῶς λέγουσι καὶ ἀτράχηλον; (ἀναγκάζει γὰρ ἡμᾶς [τὰ ῥήματα] ἡ Χρυσίππειος ἑρμηνεία καὶ ταῦτ’ ἐξηγεῖσθαι.) τὸ | ||
4.4.11 | μὲν οἶμαι στερήσει φωνῆς ἢ τραχήλου, τὸ δὲ κακώσει. εἰ μὲν γάρ τις φάσκοι τοὺς ἰχθῦς ἀφώνους ὑπάρχειν ἢ τὰ φυτά, τῷ μηδ’ ὅλως ἔχειν φωνὴν οὕτως αὐτὰ προσαγορεύει· εἰ δέ τις ἄφωνον εἶναι λέγοι τὸν κιθαρῳδὸν ἢ τὸν κήρυκα, | |
5 | κάκωσίν τινα ἐνδείκνυται τῆς φωνῆς τἀνθρώπου· ἢ γὰρ μι‐ κρόφωνον ἢ τραχύφωνον ἢ μελάμφωνον ἤ τι τοιοῦτον ἕτε‐ ρον εἶναί φησιν αὐτόν, οὐ μὴν παντελῶς γ’ ἐστερῆσθαι | |
φωνῆς. | ||
4.4.12 | οὕτω δὲ καὶ ἀτραχήλους τινὰς ὀνομάζουσιν ἀνθρώ‐ πους, οὐ μὰ Δί’ ὥσπερ τοὺς ἰχθῦς ἀτραχήλους ἄν τις εἴποι, διότι μηδ’ ὅλως αὐτοῖς ὑπάρχει τράχηλος, οὐδεὶς γὰρ ἂν οὕτως γε ἄνθρωπος ἀτράχηλος εἴη, ὡς ἐστερῆσθαι τὸ πάμπαν | |
5 | τραχήλου, ἀλλὰ τῷ μικρὸν ἔχειν τὸν τράχηλον ὀνομάζονταί τινες οὕτως καὶ μένει κἀνταῦθα τὰ παραπλήσια δύο σημαινό‐ | |
4.4.13 | μενα καθάπερ ἐπὶ τῆς ἄφωνος προσηγορίας. οὕτω δὲ καὶ ἄπους καὶ ἀσκελὴς καὶ ἀκοίλιος καὶ ἄπλευρος καὶ ἄχειρ καὶ πάνθ’ ὅσα τοιαῦτα, ποτὲ μὲν ἀναιρούσης τῆς α φωνῆς τὸ σημαινόμενον ἑκάστου τῶν ὀνομάτων οὗ προτάττεται, ποτὲ | |
5 | δ’ οὐκ ἀναιρούσης. | |
4.4.14 | οὕτως εὑρίσκω καὶ τὸ ἄλογον ὄνομα παρά τε τοῖς παλαιοῖς ἅπασιν εἰρημένον ὑπό τε τῶν νῦν ἀνθρώπων λεγόμενον. ἐπειδὰν μὲν γὰρ ἢ τὸν ἰχθῦν τις ἢ τὸν καρκίνον ἄλογον εἶναι φάσκῃ, παντάπασιν ἀναιρεῖ τὸ | |
4.4.15 | σημαινόμενον ἐκ τῆς λόγος φωνῆς. ἐπειδὰν δὲ τόδε τι τὸ ὑπὸ τοῦδε λεγόμενον ἐπιμεμφόμενοι φάσκωσιν ἄλογον, οὐχ ὡς οὐδένα λόγον ἔχον ἀλλ’ ὡς μεμπτέον καὶ μοχθηρῶς ἔχον οὕτως ὀνομάζουσιν. ἄλλο δὲ τρίτον ἢ καὶ νὴ Δία τέταρτον, | |
5 | ὡς οὗτοι βιάζονται, σημαινόμενον οὐκ ἔστιν ἐν ἔθει τοῖς | |
Ἕλλησιν, ὧν ἐξηγεῖσθαι τὴν φωνὴν ἐπαγγέλλονται. | ||
4.4.16 | δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς ὁ Χρύσιππος ἐν τῇδε τῇ ῥήσει· “διὸ καὶ οὐκ ἄπο τρόπου λέγεται ὑπό τινων τὸ τῆς ψυχῆς πάθος εἶναι κίνησις παρὰ φύσιν, ὡς ἐπὶ φόβου ἔχει καὶ | |
4.4.17 | ἐπιθυμίας καὶ τῶν ὁμοίων. πᾶσαι γὰρ αἱ τοιαῦται κινή‐ σεις τε καὶ καταστάσεις ἀπειθεῖς τε τῷ λόγῳ εἰσὶ καὶ ἀπε‐ στραμμέναι· καθὸ καὶ ἀλόγως φαμὲν φέρεσθαι τοὺς τοιού‐ τους οὐχ οἷον κακῶς ἐν τῷ διαλογίζεσθαι, ὡς ἄν τις εἴποι | |
5 | κατὰ τὸ ἔχειν ἐναντίως πρὸς τὸ εὐλόγως, ἀλλὰ κατὰ τὴν | |
τοῦ λόγου ἀποστροφήν.” | ||
4.4.18 | ἐναργῶς ἐν τούτοις ὁ Χρύσιππος ἐνδείκνυται τὰ δύο σημαινόμενα τῆς ἄλογον φωνῆς, ἅπερ καὶ ὄντως ἐστὶ παρὰ τοῖς Ἕλλησι, τὸ μὲν ἕτερον ᾧ τὸ εὔλογον | |
4.4.19 | ἐναντίον ἐστί, τὸ δ’ ἕτερον ᾧ μηδὲν μέτεστι λόγου. τὸ μὲν οὖν ἀντικείμενον τῷ εὐλόγῳ ἁμάρτημά ἐστι καὶ κρίσις μοχθηρά· τὸ δ’ ἕτερον, ὃ χωρὶς λόγου γίγνεται παντός, ἡ | |
4.4.20 | κατὰ τὸ πάθος ὁρμὴ καὶ κίνησις. εἰ δέ γε ἦν πλείω τὰ σημαινόμενα τοῦ ἄλογον ὀνόματος, οὐκ ἂν ὤκνησεν οὐδὲ περὶ ἐκείνων εἰπεῖν ἐπιδεικνὺς ὡς οὐδὲ καθ’ ἓν αὐτῶν ἄλογον εἴρηται τὸ τῆς ψυχῆς πάθος, ἀλλὰ κατὰ μόνον ὅπερ αὐτὸς | |
5 | ὠνόμασε τὸ κατὰ τὴν ἀποστροφὴν τοῦ λόγου γινόμενον. | |
4.4.21 | ὅσα μὲν γάρ τις ἔκρινε κακῶς, οὐκ ἀπέστραπται τὸν λόγον, ἀλλ’ ἔσφαλται κατ’ αὐτόν· ὅσαι δ’ ὁρμαὶ κατὰ θυμὸν ἢ ἐπιθυμίαν ἀποτελοῦνται μὴ προσχρώμεναι λόγῳ, ταύτας ἀλό‐ γους ὀνομάζει κατὰ τὸ ἕτερον τῶν σημαινομένων, ἐν ᾧ τὴν | |
5 | α φωνὴν ἀποφάσκειν τε καὶ ἀναιρεῖν ἐλέγομεν τὸ σημαινό‐ | |
4.4.22 | μενον τῆς μετ’ αὐτὸ τεταγμένης. ἡ γὰρ ἀπειθὴς λόγῳ κίνησις ψυχῆς ἄλογός ἐστι κατὰ τοῦτο τὸ σημαινόμενον ἐν | |
ᾧ τὸ μηδὲ ὅλως χρῆσθαι λόγῳ περιέχεται. | ||
4.4.23 | ὡς εἴγε χρώ‐ μεθα λόγῳ καὶ κατ’ αὐτήν, οὐκ ὀρθῶς ὁ Χρύσιππος εἶπεν ἔν τε τῷ πρώτῳ περὶ παθῶν οὐχὶ “διημαρτημένως φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον,” ἀλλ’ “ἀπεστραμμένως τε καὶ | |
5 | ἀπειθῶς αὐτῷ” καὶ πάλιν ἐν τῷ θεραπευτικῷ τῶν παθῶν αὐτὰ δὴ ταῦτα τὰ μικρῷ πρόσθεν μοι παραγεγραμμένα διὰ τῆς ῥήσεως ἐν ᾗ τὸ μὲν ἐναντίως τῷ εὐλόγως λεγόμενον ἄλογον οὐκ ἔφασκεν ἐν τῷ τοῦ πάθους ὁρισμῷ σημαίνεσθαι, | |
θάτερον δὲ τὸ ἀπειθές τε καὶ ἀπεστραμμένον τὸν λόγον. | ||
4.4.24 | ἐπιφέρων γοῦν φησιν· “οἷαι καὶ ἀκρατεῖς αἱ τοιαῦται κατα‐ στάσεις εἰσίν, ὡς ἂν οὐ κρατούντων ἑαυτῶν, ἀλλ’ ἐκφερο‐ μένων καθάπερ οἱ τῷ τόνῳ τρέχοντες προσεκφέρονται οὐ | |
4.4.25 | κρατοῦντες τῆς τοιαύτης κινήσεως. οἱ δὲ κατὰ τὸν λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, κἂν ὁποι‐ οσοῦν ᾖ, κρατοῦσιν ἤτοι ἀπαθεῖς εἰσι τῆς τοιαύτης κινήσεως καὶ | |
4.4.26 | τῶν κατ’ αὐτὴν ὁρμῶν.” ἐνταῦθα γὰρ πάλιν τὸ “κἂν ὁποι‐ οσοῦν ᾖ” προσκείμενον ἐπὶ τοῦ λόγου σαφῶς ἐνδείκνυται τὸν | |
ἀπὸ τῶν ἁμαρτημάτων διορισμὸν τοῦ πάθους. | ||
4.4.27 | εἴτε γὰρ ὑγιὴς εἴη καὶ ἀληθὴς ὁ λόγος εἴτε μοχθηρός τε καὶ ψευδής, ὁ κινούμενος κατ’ αὐτὸν οὐκ ἄν ποτε γένοιτ’ ἐν πάθει. | |
4.4.28 | κατὰ μὲν γὰρ τὸν ἀληθῆ προσηκόντως τε καὶ κατωρθωμένως κινεῖται, κατὰ δὲ τὸν ψευδῆ μοχθηρῶς τε καὶ διημαρτημέ‐ νως. ἵνα γὰρ ὁ λόγος ἡγεμών ἐστιν, ἢ ἀρετὴ ἕπεται ἢ | |
ἁμάρτημα, πάθος δ’ οὐδέποτε. | ||
4.4.29 | τὸ γοῦν οἰηθῆναι τὴν ἡδο‐ νὴν ἀγαθὸν εἶναι, καθάπερ ὁ Ἐπίκουρος, ἡμαρτημένος τε λόγος ἐστὶ καὶ ψευδής, ἁπάσας τε τὰς ἐνεργείας καὶ κατὰ μέρος κινήσεις [ἐκ] τῆς ψυχῆς ὅσαι τῆς ἡδονῆς ὡς τέλους στοχά‐ | |
5 | ζονται μοχθηρῶς, μοχθηρὰς μὲν ἐξ ἀνάγκης ἔχει καὶ διημαρ‐ τημένας, οὐ μὴν ἤδη γέ πω καὶ πάθη· τὸ γὰρ ἴδιον τοῦ πάθους αὐτὸ δὴ τοῦτ’ ἔστι, τὸ χωρὶς λόγου κινεῖσθαι τὴν | |
ψυχήν. | ||
4.4.30 | ὅθεν καὶ δεόντως ὁ Χρύσιππος ἔγραψεν “οἱ δὲ κατὰ λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες τὰς κατὰ μέρος δηλονότι κινήσεις τῆς ψυχῆς κρατοῦσι τῶν κατ’ αὐτὰς ὁρμῶν ἀνάλογον τοῖς περιπατοῦσιν ἀλλ’ οὐχ ὑπ’ | |
5 | αὐτῶν ἐκφέρονται βιαίως, ὥσπερ οἱ κατὰ πρανοῦς θέοντες.” | |
4.4.31 | συνάπτων γοῦν τῇ προγεγραμμένῃ ῥήσει καὶ ταυτὶ προσγρά‐ φει· “οἱ δέ γε κατὰ λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες καὶ ἐὰν ὁποιοσοῦν ᾖ, κρατοῦσι τῶν κινήσεων καὶ τῶν κατ’ αὐτὰς ὁρμῶν, ὥστε πεισθῆναι ἐάνπερ | |
5 | ἐνδεικνύηται αὐτός, παραπλησίως τοῖς περιπατοῦσιν.” | |
4.4.32 | οὐκ ἀρκεσθεὶς δὲ τούτοις ἐπιφέρει “διὸ καὶ αἱ οὕτως ἄλογοι κινήσεις πάθη τε λέγονται καὶ παρὰ φύσιν εἶναι ἅτ’ ἐκβαί‐ | |
4.4.33 | νουσαι τὴν λογικὴν σύστασιν.” πῶς “οὕτως”; ἢ δηλονότι χωρὶς λόγου παντὸς καὶ ἀπεστραμμέναι τὸν λόγον, ὃν ἡγε‐ μόνα ἔδωκεν ἡμῖν ἡ φύσις ἁπασῶν τῶν κατὰ μέρος ἐνερ‐ γειῶν; οὐχ ἡγεῖται δ’ ἐν τοῖς πάθεσιν· ὅθεν ἐκβεβηκέναι | |
5 | φησὶ τὴν λογικὴν σύστασιν ἁπάσας τὰς κατὰ πάθος κινή‐ | |
σεις, ὀρθότατα λέγων. | ||
4.4.34 | εἰ γὰρ ἡ μὲν λογικὴ τοῦ ζῴου σύστα‐ σις ἡγεμόνα κέκτηται τὸν λόγον, οὐ κρατεῖ δ’ οὗτος οὐδ’ ἡγεῖται τῶν κατὰ πάθος κινήσεων, ἐκβέβηκε τὴν λογικὴν φύσιν ὁ κατὰ πάθος κινούμενος. καὶ μὴν εἴπερ οὐ λόγος | |
5 | ὁρμῆς ἡγεῖται, ἀποκρινάσθωσαν ἡμῖν οἱ περὶ τὸν Χρύσιππον | |
4.4.35 | ὅ τί ποτέ ἐστι τὸ ἡγούμενον. οὐ γὰρ δὴ ἀποχρήσει γε αὐ‐ τοῖς εἰπεῖν ὡς οὔτε λόγος οὔτε ἄλλη δύναμις οὐδεμία. συγχωροῦσι γὰρ οὕτως ἀναίτιόν τινα κίνησιν ὃ παντὸς μᾶλλον φυλάττεσθαι παραινοῦσι καὶ μέμφονταί γε τὸν Ἐπί‐ | |
5 | κουρον ἐπειδάν τινα τοιαύτην ὑποτιθῆται. | |
4.4.36 | εἴπερ οὖν μηδὲν ἀναιτίως γίγνεται καὶ τοῦτ’ ἔστιν ἁπάντων σχεδόν τι τῶν φιλοσόφων ὁμολόγημα κοινόν, οὐ Χρυσίππου μόνον ἢ Ἀρι‐ στοτέλους ἢ Πλάτωνος, ἀποκρινάσθωσαν ἡμῖν, ἥτις ποτ’ | |
4.4.37 | ἐστὶν αἰτία τῆς κατὰ πάθη κινήσεως. οὐ γὰρ δὴ ὁ λόγος γε νῦν ἡγεμὼν οὐδ’ αἴτιος αὐτοῖς ὑπάρχει, καθάπερ ἔν τε | |
τοῖς ἁμαρτήμασι καὶ κατορθώμασιν. | ||
4.4.38 | ὁ μὲν οὖν Ποσειδώνιος, ὡς ἂν οἶμαι τεθραμμένος ἐν γεωμετρίᾳ καὶ μᾶλλον τῶν ἄλλων Στωϊκῶν ἀποδείξεσιν ἕπεσθαι συνειθισμένος, ᾐδέσθη τήν τε πρὸς τὰ σαφῶς φαινόμενα μάχην καὶ τὴν αὐτοῦ πρὸς | |
5 | αὑτὸν ἐναντιολογίαν τοῦ Χρυσίππου καὶ πειρᾶται μὴ μόνον ἑαυτὸν τοῖς Πλατωνικοῖς, ἀλλὰ καὶ τὸν Κιττιέα Ζήνωνα προσάγειν· οἱ δ’ ἄλλοι Στωϊκοὶ σχεδὸν ἅπαντες οὐκ οἶδ’ ὅπως ἕπεσθαι μᾶλλον οἷς ἐσφάλη Χρύσιππος ὑπομένουσιν ἢ | |
τἀληθὲς αἱρεῖσθαι. | ||
4.5.1 | Καὶ οἵ γε νῦν αὐτῶν ἐνδοξότατοι πυνθανομένων ἡμῶν ἑκάστοτε τίνα ποτὲ χρὴ τίθεσθαι τὴν αἰτίαν τῆς κατὰ τὰ πάθη κινήσεως, ἄνω μὲν καὶ κάτω τοὺς λόγους ἑλίττουσιν, ἀποσαφοῦσι δ’ οὐδέν, ἀλλ’ ἐνίοτε μὲν τὸν ἡμαρτημένον | |
5 | λόγον φασὶ καὶ τὴν δόξαν τὴν ψευδῆ τῶν κατὰ τὰ πάθη | |
κινήσεων αἴτιον ὑπάρχειν, δυσωπούμενοι δ’ αὖθις ὑπὸ τῶν Χρυσίππου ῥήσεων ὑποχωροῦσί τε τούτων καὶ κινήσεις τινὰς ἀναιτίους ὑποτίθενται καὶ μένουσιν οὐδέποτ’ ἐπὶ τῶν αὐτῶν | ||
10 | ἀποκρίσεων, ἀλλ’ Εὐρίπου δίκην ἑκάστοτε μεταρρέουσιν ἀπὸ μὲν τοῦ τὸν λόγον τε καὶ τὴν δόξαν αἰτιᾶσθαι τῶν παθῶν ἐπὶ τὸ χωρὶς αἰτίας οὑτωσί πως κινουμένην τὴν ψυχὴν ἐμ‐ πίπτειν τοῖς πάθεσιν, ἀπὸ δ’ αὖ τῆς εἰκαίας τε καὶ ἀναιτίου | |
κινήσεως ἐπὶ τὸ λογικὰς εἶναι τὰς κινήσεις τῶν παθῶν. | ||
4.5.2 | ὁ γὰρ ἔλεγχος ἑκατέρων τῶν ἀποκρίσεων ἐκ προχείρου παρα‐ κείμενος οὐκ ἐᾷ καταμένειν ἐπ’ οὐδετέρας αὐτῶν ἐν μὲν τῷ τὰς κατὰ τὰ πάθη κινήσεις ὑπὸ τοῦ λόγου γίγνεσθαι φάσκειν | |
5 | οὐκ ἐχόντων αὐτῶν ἁμάρτημα διακρῖναι πάθους, ἐν δὲ [καὶ] τῷ καὶ τοῦτον ἀφελεῖν εἰς ἀναίτιόν τινα κίνησιν ἐμπιπτόντων, ἐνὸν αὐτοῖς ἐξ ἑτοίμου φυγεῖν ἀμφοτέρας τὰς ἀτοπίας, τὴν μὲν τοῦ μὴ δύνασθαι διορίσαι πάθους ἁμάρτημα χωρίζοντας τοῦ λόγου τὰ πάθη, τὴν δὲ τοῦ γίνεσθαί τι χωρὶς αἰτίας | |
10 | ὁμολογήσαντας ἀλόγους τινὰς εἶναι δυνάμεις ἐν τῇ ψυχῇ | |
τῶν κατ’ αὐτὴν παθῶν αἰτίας. | ||
4.5.3 | οὐ μόνον τοίνυν οἱ ἄλλοι, ἀλλὰ καὶ ὁ Χρύσιππος αὐτὸς ἐν τοῖς περὶ παθῶν συγγράμ‐ μασιν ἐπ’ οὐδεμιᾶς ὁρμίζει βεβαίως δόξης, ἀλλ’ ἀεὶ σαλεύει | |
4.5.4 | καθάπερ ἐν κλύδωνι. καὶ γὰρ καὶ χωρὶς λόγου παντὸς γίγνεσθαί φησιν τὰ πάθη καὶ αὖθις τῆς λογικῆς εἶναι δυνά‐ μεως μόνης, ὥστε διὰ τοῦτο μηδὲ ἐν τοῖς ἀλόγοις ζῴοις συνίστασθαι, καὶ χωρὶς κρίσεως γίνεσθαι καὶ αὖθις κρίσεις | |
4.5.5 | εἶναι. ἐμπίπτει δέ ποτε καὶ εἰς τὸ φάσκειν εἰκῇ γίνεσθαι τὰς κατὰ τὰ πάθη κινήσεις, ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ ἀναι‐ | |
τίως, εἴ τις ἀκριβῶς ἐξετάζοι τὸ ῥῆμα. | ||
4.5.6 | αἷς γοῦν ὀλίγον ἔμ‐ προσθεν γέγραφα ῥήσεσιν ἐφεξῆς φησιν “οἰκείως δὲ τῷ τῶν παθῶν γένει ἀποδίδοται καὶ ἡ πτοία κατὰ τὸ ἐνσεσοβημένον | |
4.5.7 | τοῦτο καὶ φερόμενον εἰκῇ.” ἀλλ’ εἰ μὲν τὸ ἀναιτίως 〈τὸ〉 εἰκῇ λέγεις, ὦ Χρύσιππε, καὶ σεαυτῷ μάχῃ καὶ Ἀριστοτέλει καὶ Πλάτωνι καὶ ταῖς ἁπάντων ἀνθρώπων ἐννοίαις καὶ πολὺ πρότερον αὐτῇ τῶν πραγμάτων τῇ φύσει μηδενὸς ἀναιτίως | |
5 | γίνεσθαι δυναμένου· εἰ δὲ τὸ χωρὶς λόγου σημαίνει σοι τὸ εἰκῇ, τὸ μὲν ἄλογον οὕτω γε μετειλημμένον ἂν εἴη, τὸ δ’ | |
ἐξ ἀρχῆς ζητούμενον ἔτι μένει· | ||
4.5.8 | τὴν παράλογον ταύτην κίνη‐ σιν, τὴν ὑπὸ λόγου μὲν μὴ γινομένην, ὑπ’ αἰτίας δέ τινος γινο‐ μένην, ἐρωτῶμέν σε, τίς ἐδημιούργησεν αἰτία; ἡμεῖς μὲν γάρ φαμεν ἐνίοτε μὲν τὴν θυμοειδῆ δύναμιν, ἐνίοτε δὲ τὴν ἐπι‐ | |
4.5.9 | θυμητικήν· σὺ δὲ οὔτε ταῦτα ὁμολογεῖς οὔτε τὴν λογικὴν εἰπεῖν τολμᾷς, ἀλλ’ εἰκῇ γίνεσθαι φήσας ἀπηλλάχθαι νομί‐ ζεις τοῦ ζητήματος, οὐκ εἰδὼς ὅτι πᾶν ὅ τί περ ἂν εἰκῇ καὶ ἀπὸ ταὐτομάτου γίνεσθαι λέγηται κατὰ τὴν ὡς πρὸς ἡμᾶς | |
5 | γνῶσιν οὕτω προσαγορεύεται, ταῖς δ’ ἀληθείαις οὐδὲν αὐτῶν | |
οὕτω γίγνεται, καθάπερ καὶ ὁ θειότατος Ἱπποκράτης εἶπεν· | ||
4.5.10 | “ἡμῖν μὲν αὐτόματον, αἰτίᾳ δ’ οὐκ αὐτόματον.” οὕτω δὲ καὶ τὸ πλεονάζουσαν ὁρμὴν εἶναι τὸ πάθος ἐξηγούμενος ὁ Χρύ‐ σιππος ἔν τε τῷ περὶ παθῶν ἠθικῷ κἀν τῷ πρώτῳ τῶν λογικῶν ὑπὲρ τὴν τοῦ λόγου συμμετρίαν γίνεσθαί φησιν τὴν | |
5 | ὑπερβολὴν τῆς κινήσεως, οὐ μὴν τήν γ’ αἰτίαν αὐτῆς προστί‐ | |
4.5.11 | θησιν. ἐχρῆν δέ γε κἀνταῦθα μὴ περιπλέκειν καὶ ταράττειν τὸν λόγον εἰς περιττὸν ἐκτείνοντα μῆκος, ἀλλὰ τοῦ πλεονά‐ | |
ζεσθαι τὴν ὁρμὴν εἰπόντα τὴν αἰτίαν ἀπηλλάχθαι. | ||
4.5.12 | ὡς γὰρ ἐπὶ τῶν εἰς τὸ κάταντες θεόντων ἅμα τῇ βουλήσει τὸ βάρος τοῦ σώματος αἴτιον ὑπάρχει τῆς κινήσεως, οὕτως ἐν τοῖς τῆς ψυχῆς πάθεσιν ὅ τί ποτ’ ἄλλο τῇ λογικῇ δυνάμει προσιὸν | |
5 | αἴτιον γίνεται τῆς ἀμέτρου καὶ ὡς αὐτὸς εἴωθεν ὀνομάζειν | |
4.5.13 | ἐκφόρου κινήσεως, ἐχρῆν αὐτὸν διελθεῖν. ἡ δ’ οὖν ῥῆσις | |
ἡ κατὰ τὸ θεραπευτικὸν τῶν παθῶν βιβλίον ὧδ’ ἔχει· “οἰ‐ κείως δὲ καὶ ὁρμὴ πλεονάζουσα λέγεται εἶναι τὸ πάθος, ὡς | ||
5 | ἄν τις ἐπὶ τῶν ἐκφερομένων κινήσεων πλεονάζουσαν κίνη‐ σιν εἴποι, τοῦ πλεονασμοῦ ἐν αὐτῇ γινομένου κατὰ τὴν τοῦ λόγου ἀποστροφήν, καὶ τὸ ἄνευ τοῦ πλεονασμοῦ τούτου | |
4.5.14 | σωστικόν. ὑπερβαίνουσα γὰρ τὸν λόγον ἡ ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη οἰκείως τ’ ἂν πλεονάζειν ῥηθείη καὶ κατὰ τοῦτο παρὰ φύσιν γίγνεσθαι καὶ εἶναι ἄλογος, | |
ὡς ὑπογράφομεν.” | ||
4.5.15 | “ὑπερβαίνουσα” φησί “τὸν λόγον ἡ ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη” τὴν κατὰ τὸ πάθος ἔκφορον ἀπεργάζεται κίνησιν. οὔκουν ὁ λόγος αἴτιος | |
4.5.16 | ὦ Χρύσιππε τῆς ἐκφόρου τε καὶ ἀμέτρου κινήσεως. αὐ‐ τὸς γὰρ ὁμολογεῖς αὐτὴν γίνεσθαι παρὰ τὸν λόγον· οὐκ ἐγχωρεῖ δ’ ἅμα τε παρὰ τὸν λόγον γίνεσθαί τι καὶ ὑπὸ τοῦ λόγου· πάντως δ’ ὑπό τινος αἰτίας· οὐκ ἔστι δ’ ἐκείνη | |
5 | λογική· ἄλογος ἄρα τις ἡ τὸ πάθος ἐργαζομένη δύναμις. | |
4.5.17 | καὶ “τάδ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλισκό‐ μεσθα,” καίτοι γ’ ἐνὸν ἡμῖν λέγειν, ὦ γενναιότατε Χρύσιππε, δυοῖν θάτερον, ἢ ὡς οὐδὲν διαφέρει πάθος ἁμαρτήματος ἢ ὡς ἐπιγίνεται τοῖς ἁμαρτήμασι τὰ πάθη· τούτων γὰρ ὁπο‐ | |
5 | τερονοῦν εἰπόντες οὐκ ἂν ἠναγκαζόμεθα τὴν αἰτίαν ἀπο‐ | |
κρίνεσθαι τῆς παρὰ τὸν λόγον ἀμέτρου κινήσεως. | ||
4.5.18 | ἀλλὰ τού‐ των μὲν οὐδέτερον ὑπέμεινας εἰπεῖν αἰδούμενος ἐναντία λέγειν τοῖς ἐναργῶς φαινομένοις, αὐτὸς δὲ πρὸς αὑτὸν ἐναν‐ τιολογούμενος οὐκ αἰσθάνῃ παρὰ τὸν λόγον γίνεσθαι φάσκων | |
5 | τινὰς κινήσεις καὶ ἀπεστράφθαι τὸν λόγον καὶ ἀφηνιάζειν αὐτὸν κἄπειτα μικρὸν ὕστερον τὰς αὐτὰς ταύτας ὑπὸ λογι‐ | |
4.5.19 | κῆς γίνεσθαι δυνάμεως φάσκων. ἡ δ’ αὐτὴ μάχη κἀν [ἐν] τῷ κρίσεις τε φάσκειν εἶναι τὰ πάθη τῆς ψυχῆς καὶ χωρὶς κρί‐ | |
σεως γίνεσθαι. | ||
4.5.20 | τὴν μὲν οὖν ἐκ τοῦ πρώτου περὶ παθῶν ῥῆσιν, ἔνθα φησὶ χωρὶς κρίσεως γίνεσθαι τὰ πάθη, παρεθέ‐ μην ἔμπροσθεν. ὅτι δὲ καὶ κατὰ τὸ θεραπευτικὸν αὐτοῦ βιβλίον, ὃ δὴ καὶ ἠθικὸν ἐπιγράφεται, τῆς αὐτῆς δόξης | |
4.5.21 | ἔχεται, μαθεῖν ἔνεστιν ἐκ τῆσδε τῆς ῥήσεως· “οὐ γὰρ ἐν τῷ κρίνειν ἀγαθὰ ἕκαστα τούτων λέγεται ἀρρωστήματα ταῦτα, ἀλλὰ καὶ κατὰ τὸ ἐπὶ πλέον ἐκπεπτωκέναι πρὸς ταῦτα τοῦ κατὰ | |
φύσιν.” | ||
4.5.22 | ἴσως δ’ ἄν τινος “ἐν τῇδε τῇ ῥήσει” λέγοντος “οὐκ ἀπεστέρηκε μὲν τοῦ κρίσιν εἶναι τὸ ἀρρώστημα, οὐ μὴν ἐν αὐτῇ γε μόνῃ τῇ ψευδεῖ κρίσει τὴν γένεσιν αὐτοῦ τίθεται, ἀλλὰ προσέρχεσθαί φησι τὸ ἐπὶ πλέον,” ἐκ τῶν ἐπιφερομένων | |
5 | ἡ γνώμη τοῦ Χρυσίππου καταφανήσεται “ὅθεν οὐκ ἀλόγως | |
4.5.23 | γυναικομανεῖς τινες λέγονται καὶ ὀρνιθομανεῖς.” εἰ γὰρ δὴ μὴ μάτην ἐγκείσεται τὸ τῆς μανίας ὄνομα τῷ τοῦ ἀρρωστή‐ ματος προσρήματι, μανία δ’ ὑπὸ τῆς ἀλόγου κατὰ τὸ σῶμα | |
γίνεται δυνάμεως, οὐδὲν ἧττον τῶν ἀρρωστημάτων λογικόν. | ||
4.5.24 | ἀλλὰ νὴ Δί’ ἴσως ἄν τις φήσειε τὸ μανιῶδες οὐ διὰ τὴν ἄλογον γίνεσθαι δύναμιν, ἀλλὰ διὰ τὸ ἐπὶ πλέον ἢ προσῆ‐ κεν ἐξῆχθαι τήν τε κρίσιν καὶ τὴν δόξαν, ὡς εἰ καὶ οὕτως ἔλεγεν, ἀρρωστήματα γίνεσθαι κατὰ τὴν ψυχὴν οὐχ ἁπλῶς | |
5 | τῷ ψευδῶς ὑπειληφέναι περί τινων ὡς ἀγαθῶν ἢ κακῶν, | |
4.5.25 | ἀλλὰ τῷ μέγιστα νομίζειν αὐτά· μηδέπω γὰρ ἀρρώστημα τὴν περὶ τῶν χρημάτων εἶναι δόξαν ὡς ἀγαθῶν, ἀλλ’ ἐπειδάν τις αὐτὰ μέγιστον ἀγαθὸν εἶναι νομίζῃ καὶ μηδὲ ζῆν ἄξιον ὑπολαμβάνῃ τῷ στερηθέντι χρημάτων· ἐν τούτῳ γὰρ συνί‐ | |
5 | στασθαι τήν τε φιλοχρηματίαν καὶ τὴν φιλαργυρίαν ἀρρω‐ | |
στήματα οὔσας. | ||
4.5.26 | ἀλλὰ τῷ ταῦτα φάσκοντι Ποσειδώνιος ἀντι‐ λέγων ὧδέ πώς φησι· “τοιούτων δ’ ὑπὸ τοῦ Χρυσίππου λεγο‐ μένων διαπορήσειεν ἄν τις πρῶτον μὲν πῶς οἱ σοφοὶ μέ‐ γιστα καὶ ἀνυπέρβλητα νομίζοντες εἶναι ἀγαθὰ τὰ καλὰ | |
5 | πάντα οὐκ ἐμπαθῶς κινοῦνται ὑπ’ αὐτῶν ἐπιθυμοῦντές τε ὧν ὀρέγονται καὶ περιχαρεῖς γινόμενοι ἐπὶ τοῖς αὐτοῖς ὅταν | |
τύχωσιν αὐτῶν. | ||
4.5.27 | εἰ γὰρ τὸ μέγεθος τῶν φαινομένων ἀγα‐ θῶν ἢ κακῶν κινεῖ τὸ νομίζειν καθῆκον καὶ κατ’ ἀξίαν εἶναι παρόντων αὐτῶν ἢ παραγινομένων 〈ἐμπαθῶς κινεῖσθαι〉 καὶ μηδένα λόγον προσίεσθαι περὶ τοῦ ἄλλως δεῖν ὑπ’ αὐτῶν κινεῖσθαι, τοὺς | |
5 | ἀνυπέρβλητα νομίζοντας εἶναι τὰ περὶ αὑτοὺς τοῦτ’ ἔδει | |
4.5.28 | πάσχειν, ὅπερ οὐχ ὁρᾶται γινόμενον. ὁμοίως δὲ καὶ εἰς τοὺς προκόπτοντας καὶ μεγάλας βλάβας ὑπὸ τῆς κακίας ὑπολαμβάνον‐ τας παρεῖναι· ἔδει δὲ καὶ ὑποφέρεσθαι φόβοις καὶ λύπαις περι‐ | |
4.5.29 | πίπτειν μὴ μετρίαις, ὅπερ οὐδ’ αὐτὸ συμβαίνει.” τούτοις δ’ | |
ἐφεξῆς ὁ Ποσειδώνιος καὶ τάδε γράφει· “εἴ τε πρὸς τῷ μεγέ‐ θει τῶν φαινομένων καὶ τὴν ἀσθένειαν τῆς ψυχῆς αἰτιάσοιντο | ||
5 | καὶ διὰ τοῦτο τοὺς μὲν σοφοὺς τὸ παράπαν ἐροῦσιν ἀπηλλάχθαι τῶν παθῶν, τοὺς δὲ φαύλους, ὅταν ἀσθενεῖς ὦσι μὴ κατὰ τὴν κοινὴν ἀσθένειαν ἀλλὰ κατὰ τὴν ἐπὶ | |
4.5.30 | πλεῖον ἐρρυηκυῖαν, 〈οὔ〉, οὐδ’ οὕτως λέλυται τὸ ζητούμενον. ὅτι γὰρ διὰ τὴν νόσον τῆς ψυχῆς ἐν τοῖς πάθεσι γίνονται, πάν‐ τες ὁμολογοῦσι· πῶς μέντοι γε κινηθείσης καὶ πῶς κινού‐ | |
4.5.31 | σης ζητεῖται μέν, οὐχ ὑποδείκνυται δέ.” εἶτ’ ἐφεξῆς καὶ | |
τάδε γράφει· “οὐ μόνον δ’ οἱ ἐπὶ πλέον ἐρρυηκυῖαν ἔχοντες τὴν κακίαν καὶ ἐν ταῖς εὐεμπτωσίαις ὄντες ἐμπίπτουσιν εἰς | ||
5 | τὰ πάθη ἀλλὰ πάντες οἱ ἄφρονες ἕως ἂν ἔχωσι τὴν κακίαν | |
4.5.32 | καὶ εἰς μεγάλα πάθη καὶ εἰς μικρὰ ἐμπίπτουσι.” καὶ τού‐ των ἑξῆς τάδε· “τὸ δ’ ὑπολαμβάνειν κατ’ ἀξίαν [εἶναι] τῶν συμβεβηκότων οὕτως κεκινῆσθαι, ὥστε ἀποστρέφεσθαι τὸν λόγον μέγα πάθος ἐμφαίνει, οὐ καλῶς ὑπολαμβάνειν | |
4.5.33 | ἐστί· γίνεται δὲ καὶ διὰ σύμμετρον καὶ μικρόν.” ἐχόμενα δὲ | |
τούτων ὁ Ποσειδώνιος καὶ τάδε γράφει· “δυοῖν τε τὴν αὐτὴν ἀσθένειαν ἐχόντων καὶ τὴν ὁμοίαν λαμβανόντων φαντασίαν | ||
5 | ἀγαθοῦ ἢ κακοῦ ὁ μὲν ἐν πάθει γίνεται, ὁ δὲ οὔ, καὶ ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον, καὶ ἐνίοτε ὁ ἀσθενέστερος μεῖζον ὑπολαμβάνων τὸ προσπεπτωκὸς οὐ κινεῖται· καὶ ὁ αὐτὸς ἐπὶ τοῖς αὐτοῖς ὁτὲ μὲν ἐν πάθεσι γίνεται, ἔστιν ὅτε δ’ οὔ, καὶ | |
4.5.34 | ὁτὲ μὲν μᾶλλον, ὁτὲ δ’ ἧττον. οἱ γοῦν ἀήθεις μᾶλλον πάσχουσιν ἐν φόβοις, ἐν λύπαις, ἐν ἐπιθυμίαις, ἐν ἡδοναῖς, | |
καὶ οἱ κακώτεροι συναρπάζονται ταχέως ὑπὸ τῶν παθῶν.” ἐφεξῆς δὲ τούτων ὁ Ποσειδώνιος ῥήσεις τε ποιητικὰς παρα‐ | ||
5 | τίθεται καὶ ἱστορίας παλαιῶν πράξεων μαρτυρούσας οἷς λέγει. | |
4.5.35 | καὶ μετὰ ταῦτα ἐπιφέρων φησί· “τὸ μὲν ἄρα κακὸν ὑπὸ τοῦ ἀσυνήθους ταχὺ συναρπάζεται, τὸ δ’ ἐναντίως ἠγμένον χρόνῳ μετασυνεθιζόμενον· ἐν οἷς αἱ μὲν ὑπολήψεις ἴσαι πολλάκις καὶ τὰ τῆς ἀσθενείας, τὰ πάθη δ’ οὔτ’ ἐπίσης οὔτε ἴσα | |
4.5.36 | γίγνεται.” καὶ μὴν καὶ τούτων ἑξῆς τοιάσδε τινὰς ἐρωτήσεις ἐρωτᾷ· παραγράψω δὲ καὶ ταύτας αὐτοῖς ὀνόμασι, κἂν μα‐ | |
κρότεραί πως αἱ ῥήσεις ὦσι· “διὰ τί δέ τινες τῶν μεγάλα | ||
5 | νομιζόντων καίπερ ἀσθενεῖς ὄντες ταῖς γνώμαις βουλεύον‐ ταί τε καὶ συμφράδμονας ἄλλους παραλαμβάνουσιν, ὡς ὁ | |
4.5.37 | διαγρυπνῶν Ἀγαμέμνων; οὗτος γὰρ διὰ τὴν τροπὴν εὐθὺς ἅμα τοῖς ἄλλοις ἀριστεῦσιν ἀρρήτῳ τινὶ πένθει βέβλητο κατὰ τὸν ποιητήν. λωφήσαντος δὲ τοῦ πάθους καίπερ τῆς τῶν συμβεβηκότων ὑπολήψεως ἅμα τῇ τῶν λογισμῶν ἀσθενείᾳ | |
5 | διαμενούσης οὐδαμῶς ἡσυχάζειν ἐδοκίμαζεν· | |
4.5.38 | ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή, Νέστορ’ ἐπὶ πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν, εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο, ἥτις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο. | |
4.5.39 | ἐπεὶ δὲ καὶ αὐτὸς ὁ Νέστωρ θεασάμενος διὰ τῆς ὄρφνης πόρρωθεν προσιόντα τίς ἐστιν ἐπερωτᾷ, δηλώσας μετά τινος σχετλιασμοῦ φησι· πλάζομαι ὧδ’, ἐπεὶ οὔ μοι ἐπ’ ὄμμασι νήδυμος ὕπνος | |
5 | ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε’ Ἀχαιῶν. αἰνῶς γὰρ Δαναῶν πέρι δείδια οὐδέ μοι ἦτορ ἔμπεδον, ἀλλ’ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω στηθέων ἐκθρώσκει, τρομέει δ’ ὑπὸ φαίδιμα γυῖα. | |
4.5.40 | εἰ μὲν δὴ τὴν καρδίαν σαλευόμενος οὕτως ὑπὸ τοῦ φόβου πάρεστι συμβουλευόμενος, οἱ ἐν τοῖς πάθεσιν ὄντες οὐ κατ’ ἀξίαν τῶν συμβεβηκότων καθήκειν νομίζοντες μηδένα λόγον | |
4.5.41 | προσίεσθαι κινοῦνται κατὰ τὰ πάθη· εἰ δὲ μηκέτι φοβού‐ μενος, ἀνανεούμενος δὲ τὰ ἐν τῷ φόβῳ ταῦτά φησι, διὰ τί ποτε τῆς αὐτῆς ὑπολήψεως καὶ ἀσθενείας ὑποκειμένης οἱ μὲν ἀποκλίνουσι τὸν λόγον, οἱ δὲ προσίενται, διαπορήσειεν ἄν | |
5 | τις εὐλόγως. τὸ δ’ αἴτιον τοῦ πάθους παντὸς οὐκ εἴρηκεν.” | |
4.5.42 | ἑξῆς τούτοις ὁ Ποσειδώνιος καὶ τάδε φησί· “τὸ δὲ δὴ μὴ μόνον ἀποστρέφεσθαι τὸν λόγον ἐν ταῖς ἐπιθυμίαις, ὥς φησιν, ἀλλὰ καὶ προσυπολαμβάνειν ὅτι εἰ καὶ μὴ συμφέ‐ ρον ἐστί, καὶ οὕτως ἑκτέον, μάχην περιέχει, φέρεσθαί τε ὡς | |
5 | ἐπὶ μέγα συμφέρον καὶ διὰ τὸ μέγεθος αὐτοῦ, εἰ καὶ ἀσύμ‐ φορόν ἐστιν, ἄξιόν 〈τε〉 ἡγεῖσθαι τοῦ μεγέθους αὐτοῦ, εἰ καὶ μηδὲν ἔχει ὄφελος ἀλλὰ καὶ τοὐναντίον, | |
ὅμως ἀντέχεσθαι οὕτως αὐτοῦ. | ||
4.5.43 | ἔστω γὰρ τοὺς λέγοντας ὅτι οὐκ ἔστι συμφέρον ἀποστρέφεσθαι καὶ τοὺς ἐπαγγελλο‐ μένους δείξειν ὅτι ἀσύμφορόν ἐστι λήρους ἡγεῖσθαι καὶ διὰ τὸ μέγα ὄφελος εἶναι τὸ διωκόμενον· ἀλλ’ ἐκεῖνό γε | |
5 | ἀπίθανον διὰ τὸ μέγα αὐτὸ ἀγαθὸν ὑπολαμβάνειν οἴεσθαι δεῖν, κἂν ᾖ μέγιστον κακόν, ὅμως αὐτὸ λαμβάνειν ἐπιφω‐ νοῦντας ἔα μ’ ἀπολέσθαι· τοῦτό μοι νῦν συμφέρει. | |
4.5.44 | τούτου γὰρ τὴν αἰτίαν οὐ πιθανόν ἐστιν ἐν τῇ ὑπολήψει κεῖσθαι τοῦ μέγα ἀγαθὸν ὑπάρχειν ἐφ’ ὃ ὠθοῦνται· ζητη‐ | |
τέον δέ.” | ||
4.5.45 | ἐγὼ μὲν οὐκ ἔχω πρὸς ταῦτα οὐδὲν ἀποκρίνασθαι τῷ Ποσειδωνίῳ, νομίζω δὲ μηδ’ ἄλλον τινὰ ἕξειν, εἴ γε χρὴ τεκμαίρεσθαι τῇ τε φύσει τῶν πραγμάτων αὐτῇ καὶ τοῖς νῦν οὖσι Στωϊκοῖς. οὐκ ὀλίγων γὰρ οὐδὲ τῶν ἐπιτυχόντων ἐν | |
5 | τοῖς καθ’ ἡμᾶς χρόνοις γεγονότων οὐδενὸς αὐτῶν οὐδὲν ἤκουσα πιθανὸν εἰπόντος εἰς τὰς ὑπὸ τοῦ Ποσειδωνίου προβληθείσας ἀπορίας. ἀλλὰ περὶ μὲν ἐκείνων καὶ αὖθις | |
ἐροῦμεν. | ||
4.6.1 | Ὅτι δ’ ὁ Χρύσιππος οὐχ ἅπαξ ἢ δὶς ἀλλὰ πάνυ πολλά‐ κις αὐτὸς ὁμολογεῖ δύναμίν τινα ἑτέραν εἶναι τῆς λογικῆς ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων αἰτίαν τῶν παθῶν, ἔνεστιν ἡμῖν ἐκ τῶν τοιούτων καταμαθεῖν ἐν οἷς αἰτιᾶται τῶν | |
5 | πραττομένων οὐκ ὀρθῶς ἀτονίαν τε καὶ ἀσθένειαν τῆς ψυχῆς· οὕτω γὰρ αὐτὰς ὀνομάζει, καθάπερ γε καὶ τἀναντία τὸ μὲν | |
4.6.2 | εὐτονίαν τὸ δ’ ἰσχύν. ὅσα γὰρ οὐκ ὀρθῶς πράττουσιν ἄνθρωποι, τὰ μὲν εἰς μοχθηρὰν κρίσιν ἀναφέρει, τὰ δ’ εἰς ἀτονίαν καὶ ἀσθένειαν τῆς ψυχῆς, ὥσπερ γε καὶ ὧν κατορ‐ θοῦσιν ἡ ὀρθὴ κρίσις ἐξηγεῖται μετὰ τῆς κατὰ τὴν ψυχὴν | |
5 | εὐτονίας. | |
4.6.3 | ἀλλὰ τοιούτων ὥσπερ ἡ κρίσις ἔργον ἐστὶ τῆς λογικῆς δυνάμεως, οὕτως ἡ εὐτονία ῥώμη τε καὶ ἀρετὴ δυνά‐ μεως ἑτέρας παρὰ τὴν λογικήν, ἣν αὐτὸς ὁ Χρύσιππος ὀνομάζει τόνον, ἀφίστασθαί τέ φησιν ἔστιν ὅτε τῶν ὀρθῶς ἐγνωσμέ‐ | |
5 | νων ἡμῖν ἐνδόντος τοῦ τόνου τῆς ψυχῆς καὶ μὴ παραμεί‐ ναντος ἕως παντὸς μηδ’ ἐξυπηρετήσαντος τοῖς τοῦ λόγου προστάγμασιν, ἐναργῶς ἐν τοῖς τοιούτοις ἐνδεικνύμενος οἷόν | |
4.6.4 | τι τὸ πάθος ἐστίν. ἤδη δὲ καὶ ῥῆσιν αὐτοῦ τινα παραγράψω περὶ τούτων ἐκδιδάσκουσαν· ἔστι δ’ ἐκ τοῦ περὶ παθῶν | |
ἠθικοῦ· | ||
4.6.5 | “ἔτι δὲ καὶ κατὰ τοῦτ’ ἴσως 〈ὡσ〉 οἱ ἐπὶ τοῦ σώματος λέγονται τόνοι ἄτονοι καὶ εὔτονοι εἶναι κατὰ τὸ νευρῶδες τῷ δύνασθαι ἡμᾶς ἢ ἀδυνατεῖν ἐν τοῖς διὰ τούτων ἐπιτελουμένοις ἔργοις, καὶ ὁ ἐν τῇ ψυχῇ λέγεται τόνος ὡς εὐτονία καὶ ἀτονία.” | |
4.6.6 | καὶ ἐφεξῆς, “ὥσπερ γὰρ ἐν δρόμῳ καὶ ἀνθέξει τινὸς καὶ τοῖς παραπλησίοις ἤδη, ἃ διὰ τῶν νεύρων ἐνεργεῖται, ἔστι τις ἐπιτελεστικὴ κατάστασις καὶ ἐνδοτική, τῶν νεύρων προεκλελυ‐ μένων καὶ ἀνειμένων, ἀναλόγως καὶ ἐπὶ ψυχῆς ἐστι τοιοῦτον | |
5 | νευρῶδες, καθὸ καὶ κατὰ μεταφορὰν ἀνεύρους τινὰς λέγο‐ | |
μεν καὶ νεῦρα ἔχειν.” | ||
4.6.7 | εἶθ’ ἑξῆς ἐξηγούμενος αὐτὸ τοῦτο τάδε γράφει· “ὁ μὲν δειμῶν ἐπιγινομένων ἀφίσταται, ὁ δὲ κέρδους ἢ ζημίας φερομένης ἐξελύθη καὶ ἐνέδωκεν, ὁ δὲ | |
4.6.8 | καθ’ ἕτερα τοιαῦτα οὐκ ὀλίγα. ἕκαστον γὰρ τῶν τοιούτων τρέπεταί τε καὶ δουλοῦται ἡμᾶς, ὡς ἐνδιδόντας αὐτοῖς καὶ φίλους καὶ πόλεις προδιδόναι καὶ αὑτοὺς εἰς πολλὰς καὶ ἀσχήμονας πράξεις ἐπιδιδόναι τῆς πρόσθεν φορᾶς ἐκλυ‐ | |
5 | θείσης. | |
4.6.9 | οἷος εἰσῆκται καὶ τῷ Εὐριπίδῃ ὁ Μενέλαος· σπα‐ σάμενος γὰρ τὴν μάχαιραν φέρεται ἐπὶ τὴν Ἑλένην ὡς ἀναιρήσων, ἰδὼν δὲ καὶ καταπλαγεὶς [εἰς] τὸ κάλλος ἐξέβαλε τὴν μάχαιραν, οὐδὲ ταύτης ἔτι δυνάμενος κρατεῖν, καθὰ καὶ | |
5 | ἡ ἐπίπληξις αὕτη εἴρηται αὐτῷ· σὺ δ’ ὡς ἐσεῖδες μαστὸν [ἐκείνης] ἐκβαλὼν ξίφος φίλημ’ ἐδέξω προδότιν αἰκάλλων κύνα·” ἃ πάντα εἴρηται ὀρθῶς τῷ Χρυσίππῳ, μάχεται δὲ τῷ κρίσεις | |
εἶναι τὰ πάθη. | ||
4.6.10 | κρίνας γοῦν ὁ Μενέλαος ἀποκτεῖναι τὴν Ἑλένην καὶ σπασάμενος τὸ ξίφος, ἐπειδὴ πλησίον ἧκεν αὐ‐ τῆς, ἐκπλαγεὶς τοῦ κάλλους διὰ τὴν ἀτονίαν καὶ ἀσθένειαν τῆς ψυχῆς, τοῦτο γάρ ἐστιν ὃ κατασκευάζει παρ’ ὅλον τὸν | |
5 | λόγον ὁ Χρύσιππος, οὐ μόνον ἀπέρριψε τὸ ξίφος ἀλλὰ καὶ καταφιλεῖ τὴν γυναῖκα καὶ ὥσπερ ἂν εἴποι τις αὑτὸν δοῦ‐ λον ἐγχειρίζει οὐ μεταπεισθεὶς ὑπὸ λόγου τινός, ὡς ἑτέραν κτήσασθαι κρίσιν, ἀλλ’ ἀκρίτως τε καὶ ἀλόγως ὁρμήσας ἐπὶ | |
4.6.11 | τἀναντία τοῖς ἐξ ἀρχῆς κεκριμένοις. ὅθεν καὶ αὐτὸς ὁ Χρύ‐ | |
σιππος ἐπιφέρων ἐρεῖ· “διὸ πάντων τῶν φαύλων οὕτω πρατ‐ τόντων ἀποστατικῶς καὶ ἐνδοτικῶς κατὰ πολλὰς αἰτίας ἀσθε‐ | ||
4.6.12 | νῶς καὶ κακῶς ἕκαστα πράττειν ἂν λέγοιτο.” τὸ μὲν οὖν ἀποστατικῶς μὲν τοῦ λόγου, τοῖς πάθεσι δ’ ἐνδοτικῶς ἁπάν‐ των τῶν φαύλων πραττόντων ἀσθένειάν τινα καὶ ἀτονίαν ἐμφαίνεσθαι κατὰ τὴν ψυχὴν αὐτῶν ἀληθέστατα λέγεται· τὸ | |
5 | δὲ κατὰ πολλὰς αἰτίας, ὃ δὴ καὶ αὐτὸς προσέθηκεν ἐν τῇ ῥήσει, καλῶς μὲν εἴρηται πρὸς αὐτοῦ, κάλλιον δ’ ἦν εἰ καὶ τὰς πολλὰς ταύτας αἰτίας αἵτινές ποτ’ εἰσὶν ἐφεξῆς αὐτὸς | |
διεληλύθει. | ||
4.6.13 | εἰ γάρ τις προσέχοι τὸν νοῦν, οὐδὲν οὕτως εὑ‐ ρήσει συνέχον τὴν περὶ τῶν παθῶν πραγματείαν καὶ μάλιστα τὴν θεραπευτικήν, ἐν ᾗ ταῦτ’ ἔγραφεν, ὡς τὸ πάσας γνῶναι τὰς αἰτίας ὑφ’ ὧν ἀποχωροῦσι τῶν ἐξ ἀρχῆς κρίσεων οἱ | |
4.6.14 | κατὰ πάθος τι πράττοντες. ὁ δέ γε τοσούτου δεῖ συμπάσας ἀκριβῶς ἐκδιδάσκειν ὥστ’ οὐδ’ αὐτὴν ταύτην ἧς μέμνηται νῦν ἐδήλωσε σαφῶς. οὐ γὰρ δὴ ἀποχρήσει γ’ ἡμῖν εἰπεῖν ὡς ἡ τῆς ψυχῆς ἐστιν ἀσθένεια· κοινὴ γὰρ αὕτη γε κατὰ πάντα | |
5 | τὰ πάθη καὶ μία. | |
4.6.15 | Χρύσιππος δὲ πολλὰς εἶναί φησιν αἰτίας τὰς ἐξελεγχούσας δηλονότι τὴν ἀσθένειαν τῆς ψυχῆς, ὥσπερ ἐπὶ μὲν τοῦ Μενέλεω τὸ κάλλος τῆς Ἑλένης, ἐπὶ δὲ τῆς | |
4.6.16 | Ἐριφύλης τὸν χρυσόν, ἐπ’ ἄλλου δέ τινος ἄλλο. μυρία γάρ ἐστι τὰ κατὰ μέρος ὑφ’ ὧν ἐξίστανται τῆς ἀρχαίας κρίσεως | |
οἱ κατὰ πάθος ζῶντες. | ||
4.6.17 | ἀλλ’ οὐ χρὴ τῶν μυρίων τούτων μνημονεύειν ἀλλ’ εἰς ὀλίγα κεφάλαια τὸν λόγον ἄγειν, ὡς ὁ Πλάτων ἐποίησε βασιλικὸν μέν τι λέγων εἶναι καὶ δεσπο‐ τικὸν ἐπιστήμην καὶ μήποτε ἂν ἁμαρτεῖν μηδένα κατὰ μηδὲν | |
5 | ἐπιστήμης παρούσης, τοὺς μέντοι μεταπεισθέντας ἢ ἐπιλαθομένους [αὐτῶν] ἢ βιασθέντας ἢ δελεασθέντας ἐξαμαρτάνειν, ἄλλον ἐν | |
4.6.18 | ἄλλῃ πράξει. ἀλλὰ τὸ μὲν ἐπιλαθέσθαι καὶ τὸ μεταπεισθῆναι πάθος οὐδέπω, καθάπερ οὐδὲ τὸ μηδὲ ὅλως ἔχειν ἐπιστήμην· | |
ἀμαθία γὰρ τοῦτο καὶ ἄγνοιά ἐστιν, οὐ πάθος. | ||
4.6.19 | εἰ δέ τις ὑπὸ θυμοῦ βιασθεὶς ἢ δελεασθεὶς ὑφ’ ἡδονῆς ἀπέστη τῶν ἐξ ἀρχῆς κεκριμένων, ἀσθενὴς μὲν ἡ ψυχὴ τούτῳ καὶ ἄτονος, ἡ κίνησις δ’ αὐτῆς τὸ πάθος ἐστίν, ὥσπερ που καὶ ἡ τοῦ | |
5 | κατὰ τραγῳδίαν ὑποκειμένου Μενέλεω ψυχὴ δελεασθεῖσα πρὸς τῆς ἐπιθυμίας ἐξέστη τῶν κεκριμένων, ἡ δέ γε Μηδείας βιασθεῖσα πρὸς τοῦ θυμοῦ, περὶ ἧς καὶ αὐτῆς οὐκ οἶδ’ ὅπως ὁ Χρύσιππος οὐκ αἰσθάνεται καθ’ ἑαυτοῦ τῶν Εὐρι‐ πίδου μεμνημένος ἐπῶν | |
10 | καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, | |
θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων. | ||
4.6.20 | οὐ γὰρ μανθάνειν ἐχρῆν εἰρηκέναι τὸν Εὐριπίδην, εἰ τοῖς τοῦ Χρυσίππου δόγμασιν ἔμελλε μαρτυρήσειν, ἀλλ’ αὐτὸ τὸ ἐναντιώτατον, ἀγνοεῖν τε καὶ μὴ μανθάνειν οἷα δρᾶν μέλλει | |
4.6.21 | κακά. τὸ δὲ γινώσκειν μὲν αὐτὸ νικᾶσθαι δ’ ὑπὸ τοῦ θυμοῦ τί ἄλλο ἐστὶν ἢ δύο ἀρχὰς εἰσάγοντος ἀνθρώπου τῶν τῆς Μηδείας ὁρμῶν, ἑτέραν μὲν ᾗ γιγνώσκομέν τε τὰ πράγ‐ ματα καὶ ἐπιστήμην ἔχομεν αὐτῶν, ἥτις ἐστὶν ἡ λογικὴ | |
4.6.22 | δύναμις, ἑτέραν δ’ ἄλογον, ἧς ἔργον τὸ θυμοῦσθαι; αὕτη | |
μὲν οὖν Μηδείας ἐβιάσατο τὴν ψυχήν· ἡ δ’ ἑτέρα ἡ ἐπι‐ θυμητικὴ τὴν τοῦ Μενέλεω δελεάσασα κατηνάγκασεν ἀκο‐ | ||
4.6.23 | λουθεῖν οἷς αὐτὴ προσέταττε. Χρύσιππος δ’ οὔτε τῆς ἐν τούτοις ἐναντιώσεως αἰσθάνεται καὶ μυρί’ ἕτερα γράφει τοιαῦτα, καθάπερ ἐπειδὰν λέγῃ “ἔστι δὲ ὡς οἶμαι κοινότα‐ τον ἡ ἄλογος αὕτη φορὰ καὶ ἀπεστραμμένη τὸν λόγον, καθ‐ | |
4.6.24 | ὸ καὶ θυμῷ φαμέν τινας φέρεσθαι.” καὶ πάλιν “διὸ καὶ ἐπὶ τῶνδε τῶν ἐμπαθῶν ὡς περὶ ἐξεστηκότων ἔχομεν καὶ ὡς πρὸς παρηλλαχότας ποιούμεθα τὸν λόγον καὶ οὐ παρ’ ἑαυτοῖς οὐδ’ | |
ἐν αὑτοῖς ὄντας.” | ||
4.6.25 | καὶ ἐφεξῆς δὲ πάλιν ἐξηγούμενος αὐτὰ ταῦτα, “ἡ δὲ παραλλαγὴ γίγνεται καὶ ἡ ἐξ αὐτοῦ ἀναχώρησις οὐ κατ’ ἄλλο τι ἢ τὴν τοῦ λόγου ἀποστροφήν, ὡς προείπομεν.” | |
4.6.26 | τό τε γὰρ “θυμῷ φέρεσθαι” καὶ “ἐξεστηκέναι” καὶ “οὐ παρ’ ἑαυτοῖς οὐδ’ ἐν ἑαυτοῖς εἶναι” καὶ πάνθ’ ὅσα τοιαῦτα φανερῶς καταμαρ‐ τυρεῖ τοῦ κρίσεις εἶναι τὰ πάθη κἀν τῇ λογικῇ δυνάμει τῆς | |
ψυχῆς συνίστασθαι, καθάπερ καὶ τὰ οὕτως ἔχοντα· | ||
4.6.27 | “διὸ καὶ τοιαύτας ἐστὶν ἀκοῦσαι φωνὰς ἐπί τε τῶν ἐρώντων καὶ τῶν ἄλλως σφόδρα ἐπιθυμούντων καὶ ἐπὶ τῶν ὀργιζομένων, ὅτι τε τῷ θυμῷ θέλουσι χαρίζεσθαι καὶ ἐᾶν αὐτούς, εἴτε | |
5 | ἄμεινον εἴτε μή, καὶ μηθὲν λέγειν αὐτοῖς, καὶ ὡς τοῦτο ἐκ παντός γε τρόπου ποιητέον, καὶ εἰ διαμαρτάνουσι καὶ εἰ | |
ἀσύμφορόν ἐστιν αὐτοῖς.” | ||
4.6.28 | καὶ γὰρ καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα τὴν θυμοειδῆ δύναμιν ἑτέραν τινὰ τῆς λογιζομένης ἐνδείκνυται καὶ τὴν ὁρμὴν τοῦ ζῴου ποτὲ μὲν ὑπ’ ἐκείνης ἄρχεσθαι διδάσκει, ποτὲ δ’ ὑπὸ τῆς ἐπιθυμητι‐ | |
5 | κῆς, ὅταν γ’ ἐν πάθει καθεστήκῃ, καθάπερ ὅταν ἔξω πάθους | |
4.6.29 | ὑπὸ τῆς λογικῆς. ὅμοια δὲ τοῖς προγεγραμμένοις καὶ τὰ | |
οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα, κάθαπερ ἔχει καὶ τάδε· “οἵας μάλιστα φορὰς καὶ οἱ ἐρώμενοι ἀξιοῦσι πρὸς ἑαυτοὺς ἔχειν τοὺς ἐραστάς, ἀπερισκεπτότερον καὶ ἄνευ ἐπιστροφῆς | ||
5 | λογικῆς ἱσταμένους καὶ ἔτι τοῦ παραινοῦντος λόγου αὐτοῖς ὑπερβατικοὺς ὄντας, μᾶλλον δ’ οὐδ’ ὅλως ὑπομονητικοὺς | |
4.6.30 | ἀκοῦσαί τινος τοιούτου.” καὶ γὰρ καὶ τὰ τοιαῦτα πάντα τῇ παλαιᾷ δόξῃ μαρτυρεῖ, καθάπερ καὶ τὰ ἐφεξῆς αὐτῶν τάδε· “οὕτως τε μακρὰν ἀπέχουσιν ἀπὸ τοῦ λόγου, ὡς ἂν ἀκοῦσαι ἢ προσέχειν τινὶ τοιούτῳ, ὥστε μηδὲ τὰ τοιαῦτα ἄπο τρόπου | |
5 | ἔχειν γ’ αὐτοῖς λέγεσθαι· Κύπρις γὰρ οὐδὲ νουθετουμένη χαλᾷ· ἂν γὰρ βιάζῃ, μᾶλλον ἐντείνειν φιλεῖ. νουθετούμενος δ’ Ἔρως μᾶλλον πιέζει.” | |
4.6.31 | καὶ γὰρ καὶ ταῦτα καὶ τὰ ἐφεξῆς λεγόμενα τῷ παλαιῷ μαρτυρεῖ δόγματι περὶ τῆς τῶν παθῶν γενέσεως· ἔχει δ’ οὕτως· “ἔτι δ’ ὥσπερ ἄκαιρον ἐπιτιμητὴν καὶ οὐκ ἐπιγνώ‐ μονα τοῖς γινομένοις ἐν τῷ ἐρᾶν ἀποκλίνουσι τὸν λόγον, | |
5 | καθάπερ ἄνθρωπον ἀκαίρως δοκοῦντα νουθετεῖν, ἡνίκα δὴ καὶ οἱ θεοὶ δοκοῦσιν αὐτοῖς ἐφιέναι | |
ἐπιορκεῖν”. | ||
4.6.32 | καὶ ἔτι τὰ τούτων ἑξῆς ἔτι μᾶλλον· “ἐξείη (φασίν) αὑτοῖς τὸ ἐπιὸν ποιεῖν ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ.” ἐνταῦθα μέν γε ναὶ μὰ τὸν Δία σαφῶς εἶπεν “ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ” καθάπερ | |
4.6.33 | ἔμπροσθεν ἔφη “τῷ θυμῷ.” λόγῳ δ’ οὔτ’ ἐν τούτοις οὔτ’ ἐν ἄλλῳ τινὶ τῶν ἑξῆς ἀκολουθεῖν φήσει τοὺς ἐν πάθει κα‐ θεστηκότας, ἀλλ’ ἀπεστράφθαι διὰ παντὸς αὐτὸν καὶ φεύ‐ | |
4.6.34 | γειν καὶ μὴ προσίεσθαι καὶ πάνθ’ ὅσα τοιαῦτα. καὶ μὲν δὴ καὶ ὅταν μνημονεύῃ τοῦ Μενανδρείου ἔπους, ἐν ᾧ φησι τὸν νοῦν ἔχων ὑποχείριον | |
εἰς τὸν πίθον δέδωκα, | ||
5 | φανερῶς κἀνταῦθα μαρτυροῦσαν ἀπόφασιν τῇ παλαιᾷ δόξῃ παρατίθεται, καθάπερ κἀπειδὰν ἐξηγούμενος τὸ μὴ παρ’ | |
4.6.35 | ἑαυτοῖς εἶναι μηδ’ ἐν ἑαυτοῖς λέγῃ ταυτί· “οἰκείως δὲ καὶ ἐκφέρεσθαι λέγονται οἱ οὕτως ὀργιζόμενοι τοῖς ἐπὶ τῶν δρόμων προεκφερομένοις παραπλησίως κατὰ τὸ πλεονάζον τῶν μὲν παρὰ τὴν ἐν τῷ τρέχειν ὁρμήν, τῶν δὲ παρὰ τὸν | |
5 | ἴδιον λόγον. οὐ γὰρ ἂν οὕτως 〈ὡσ〉 οἵ γε κρατοῦντες τῆς κινή‐ σεως καθ’ ἑαυτοὺς ἂν κινεῖσθαι λέγοιντο, ἀλλὰ κατ’ ἄλλην | |
τινὰ βίαν ἔξωθεν αὐτῶν.” | ||
4.6.36 | ὁμολογεῖ κἀνταῦθα βίαν τινὰ τὴν κινοῦσαν εἶναι πᾶσι τοῖς ἐμπαθέσιν ὁρμάς, ὀρθότατα γιγνώσκων, πλὴν ὅτι τὴν βίαν ἔξωθεν αὐτῶν ἔφησεν εἶναι, δέον οὐκ ἔξωθεν ἀλλ’ ἐν τοῖς ἀνθρώποις ὑπάρχειν εἰπεῖν. | |
4.6.37 | οὐ γὰρ διὰ τοῦτο λέγομεν αὐτοὺς ἑαυτῶν ἔξω καθεστηκέναι καὶ μὴ ἐν αὑτοῖς εἶναι, διότι τὸ βιαζόμενον αὐτοὺς ὁρμᾶν κατὰ τὸ πάθος ἔξωθέν ἐστιν, ἀλλ’ ὅτι παρὰ φύσιν ἔχουσιν, εἴγε τὸ λογικὸν τῆς ψυχῆς ᾧ κρατεῖν καὶ ἄρχειν τῶν ἄλλων | |
5 | ἦν κατὰ φύσιν, οὐ κρατεῖ νῦν ἀλλὰ κρατεῖται καὶ ἄρχεται | |
πρὸς τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων· | ||
4.6.38 | ὅπερ οἶμαι καὶ διὰ τῶν τοιούτων παραδειγμάτων ὁ Χρύσιππος κατασκευάζων οὐκ αἰσθάνεται. παρατίθεται γοῦν τὸν Εὐριπίδῃ γεγραμ‐ μένον Ἡρακλέους πρὸς Ἄδμητον διάλογον· ἔχει δ’ ὧδε· | |
5 | τί δὲ ἂν προκόπτοις, εἰ θέλεις στένειν ἀεί; ταυτὶ μὲν Ἡρακλῆς λέγει, ὁ δ’ Ἄδμητος ἀποκρίνεται ἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει. | |
4.6.39 | δῆλον γὰρ ὅτι τῆς ἐπιθυμητικῆς δυνάμεως οὐ τῆς λογικῆς ὁ ἔρως πάθος ὑπάρχων ἐξάγει τὴν ὅλην ψυχὴν καὶ ἄγει τὸν | |
ἄνθρωπον εἰς ἐναντίας πράξεις ὧν ἐξ ἀρχῆς ἐκεκρίκει. | ||
4.6.40 | παρα‐ τίθεται δὲ καὶ τὰ τοῦ Ἀχιλλέως πρὸς τὸν Πρίαμον εἰρημένα· ἄνσχεο μηδ’ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν· | |
5 | οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος οὐδέ μιν ἀνστήσεις· πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα. | |
4.6.41 | ταῦτα μέν φησι λέγειν αὐτὸν “παρ’ αὑτῷ διαλεγόμενον,” οὕτω γὰρ ἔγραψεν αὐτοῖς ὀνόμασιν, ἐξίστασθαι δ’ οὐκ ὀλιγάκις ἐκ τῶν αὐτῶν τούτων κρίσεων ἐν τοῖς συμπίπτουσι καὶ μὴ | |
κρατεῖν ἑαυτοῦ νικώμενον ὑπὸ τῶν παθῶν. | ||
4.6.42 | καὶ γὰρ οὖν κἀνταῦθα τό τε τῶν κρίσεων ἐξίστασθαι καὶ τὸ μὴ κρατεῖν ἑαυτοῦ καὶ τὸ ποτὲ μὲν εἶναι παρ’ ἑαυτῷ, ποτὲ δ’ οὔ, καὶ πάνθ’ ὅσα τοιαῦτα τοῖς τε φαινομένοις ἐναργῶς ὁμολογεῖ | |
5 | καὶ τῇ παλαιᾷ δόξῃ περὶ παθῶν τε καὶ ψυχῆς δυνάμεων, οὐ | |
4.6.43 | μὴν οἷς ὑπέθετο Χρύσιππος. ὁμοίως δ’ εἴρηται καὶ τὰ τοιαῦτα κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον· “τὸ γὰρ δὴ σεσοβη‐ μένον καὶ παρηλλαχὸς ἐν ἡμῖν καὶ ἀπειθὲς τῷ λόγῳ οὐχ | |
ἧττον ἐπὶ τῆς ἡδονῆς καταγίνεται.” | ||
4.6.44 | καὶ πάλιν, “οὕτω γὰρ ἐξιστάμεθα καὶ ἔξω γινόμεθα ἑαυτῶν καὶ τελέως ἀποτυφλού‐ μεθα ἐν τοῖς σφαλλομένοις, ὥστε ἔστιν ὅτε σπόγγον ἔχοντες ἢ ἔριον ἐν ταῖς χερσὶ τοῦτο διαράμενοι βάλλομεν ὡς δή | |
5 | τι περανοῦντες δι’ αὐτῶν. εἰ δ’ ἐτυγχάνομεν μάχαιραν | |
ἔχοντες ἢ ἄλλο τι, τούτῳ ἂν ἐχρησάμεθα παραπλησίως.” | ||
4.6.45 | καὶ ἐφεξῆς “πολλάκις δὲ κατὰ τὴν τοιαύτην τυφλότητα τὰς κλεῖς δάκνομεν καὶ τὰς θύρας τύπτομεν οὐ ταχὺ αὐτῶν ἀνοιγομένων πρός τε τοὺς λίθους ἐὰν προσπταίσωμεν, τιμω‐ ρητικῶς προσφερόμεθα καταγνύντες καὶ ῥιπτοῦντες αὐτοὺς | |
5 | εἴς τινας τόπους καὶ ἐπιλέγοντες καθ’ ἕκαστα τούτων ἀτο‐ | |
4.6.46 | πώτατα.” ὡσαύτως δὲ κἀν τοῖς ἑξῆς φησιν “ἐννοήσειε δ’ ἄν τις ἐκ τῶν τοιούτων καὶ τὴν ἐν τοῖς πάθεσιν ἀλογιστίαν καὶ ὡς ἐν τοῖς τοιούτοις ἀποτυφλούμεθα καιροῖς ὡς ἂν | |
ἕτεροί τινες γεγονότες τῶν προδιαλελογισμένων.” | ||
4.6.47 | ὅλως δ’ εἴ τις ἐκλέγοι πάντα καὶ παραγράφοι νῦν ὅσα κατὰ τὸ περὶ παθῶν εἴρηται βιβλίον αὐτῷ, μαχόμενα μὲν οἷς αὐτὸς ὑπέ‐ θετο δόγμασιν ὁμολογοῦντα δὲ τοῖς τε φαινομένοις ἐναργῶς | |
5 | καὶ τῇ Πλάτωνος δόξῃ, μῆκος ἂν ἄμετρόν τι γένοιτο τοῦ | |
4.6.48 | βιβλίου. μεστὸν γάρ ἐστιν αὐτῶν τὸ γράμμα, τῶν τε κρί‐ σεων ἐξίστασθαι λέγοντι καὶ τῶν προδιαλελογισμένων διὰ τὸν θυμὸν ἢ τὴν ἐπιθυμίαν ἢ τὴν ἡδονὴν ἤ τι τοιοῦτον μανιωδῶς τε κινεῖσθαι καὶ οὐκ ἐν ἑαυτῷ οὐδὲ παρ’ ἑαυτῷ | |
5 | εἶναι τετυφλῶσθαί τε τὴν διάνοιαν ἀλογίστως τε φέρεσθαι | |
καὶ πάνθ’ ὅσα τοιαῦτα. τὰς μὲν δὴ τοιαύτας ῥήσεις αὐτοῦ τινι κατὰ σχολὴν ἐκλέγειν ἐπιτρέπω, | ||
4.7.1 | δεδειγμένου γε ἤδη σαφῶς αὐτῶν τοῦ τύπου. μεταβή‐ σομαι δ’ ἐπί τινα τῶν ὑπὸ τοῦ Ποσειδωνίου πρὸς τὸν Χρύ‐ | |
4.7.2 | σιππον ἀντειρημένων. “ὁ γοῦν ὅρος οὗτος,” φησίν, “ὁ τῆς ἄτης, ὥσπερ οὖν καὶ ἄλλοι πολλοὶ τῶν παθῶν ὑπό τε Ζή‐ νωνος εἰρημένοι καὶ πρὸς τοῦ Χρυσίππου γεγραμμένοι, σα‐ | |
4.7.3 | φῶς ἐξελέγχουσι τὴν γνώμην αὐτοῦ. δόξαν γὰρ εἶναι πρό‐ | |
σφατον τοῦ κακὸν αὐτῷ παρεῖναί φησι τὴν λύπην. ἐν ᾧ καὶ συντομώτερον ἐνίοτε λέγοντες ὧδέ πως προφέρονται· | ||
4.7.4 | λύπη ἐστὶ δόξα πρόσφατος κακοῦ παρουσίας.” εἶναι μὲν δὴ τὸ πρόσφατόν φησι τὸ ὑπόγυον κατὰ τὸν χρόνον, ἀξιοῖ δὲ τὴν αἰτίαν αὐτῷ ῥηθῆναι δι’ ἣν ἡ τοῦ κακοῦ δόξα πρόσφατος μὲν οὖσα συστέλλει τε τὴν ψυχὴν καὶ λύπην | |
5 | ἐργάζεται, χρονισθεῖσα δ’ ἢ οὐδ’ ὅλως ἢ οὐκ ἔθ’ ὁμοίως | |
4.7.5 | συστέλλει. καίτοι οὐδὲ τὸ πρόσφατον ἐχρῆν ἐγκεῖσθαι κατὰ | |
τὸν ὅρον, εἴπερ ἀληθῆ τὰ Χρυσίππου. κατὰ γὰρ τὴν γνώ‐ μην αὐτοῦ μᾶλλον ἦν μεγάλου κακοῦ ἢ ἀνυπομονήτου ἢ ἀκαρ‐ | ||
5 | τερήτου, καθάπερ αὐτὸς εἴωθεν ὀνομάζειν, τὴν λύπην εἰρῆσθαι | |
4.7.6 | δόξαν, οὐ προσφάτου. ἔνθα καὶ διχόθεν ὁ Ποσειδώνιος ἀντιλέγει τῷ Χρυσίππῳ, κατὰ μὲν τοῦτον τὸν δεύτερον ὁρισμὸν ἀναμιμνήσκων τῶν τε σοφῶν καὶ τῶν προκοπτόν‐ των, ὡς ἔμπροσθεν εἴρηται· οἱ μὲν γὰρ ἐν μεγίστοις ἀγα‐ | |
5 | θοῖς, οἱ δ’ ἐν μεγίστοις κακοῖς ἑαυτοὺς ὑπολαμβάνοντες | |
εἶναι ὅμως οὐ γίνονται διὰ τοῦτ’ ἐν πάθει. | ||
4.7.7 | κατὰ δὲ τὸν πρῶτον ἐρωτᾷ τὴν αἰτίαν δι’ ἣν οὐχ ἡ τῆς τοῦ κακοῦ παρουσίας δόξα τὴν λύπην, ἀλλ’ ἡ πρόσφατος ἐργάζεται μόνη· καί φησι διὰ τί πᾶν τὸ ἀμελέτητον καὶ ξένον ἀθρόως | |
5 | προσπῖπτον ἐκπλήττει τε καὶ τῶν παλαιῶν ἐξίστησι κρίσεων, ἀσκηθὲν δὲ καὶ συνεθισθὲν καὶ χρονίσαν ἢ οὐδ’ ὅλως ἐξί‐ στησιν, ὡς κατὰ πάθος κινεῖν, ἢ ἐπὶ μικρὸν κομιδῇ· διὸ καὶ προενδημεῖν φησι τοῖς πράγμασι μήπω τε παροῦσιν | |
οἷον παροῦσι χρῆσθαι. | ||
4.7.8 | βούλεται δὲ τὸ προενδημεῖν ῥῆμα τῷ Ποσειδωνίῳ τὸ οἷον προαναπλάττειν τε καὶ προτυποῦν τὸ πρᾶγμα παρ’ ἑαυτῷ τὸ μέλλον γενήσεσθαι καὶ ὡς πρὸς | |
4.7.9 | ἤδη γενόμενον ἐθισμόν τινα ποιεῖσθαι κατὰ βραχύ. διὸ καὶ τὸ τοῦ Ἀναξαγόρου παρείληφεν ἐνταῦθα, ὡς ἄρα τινὸς ἀναγ‐ γείλαντος αὐτῷ τεθνάναι τὸν υἱὸν εὖ μάλα καθεστηκότως εἶπεν “ᾔδειν θνητὸν γεννήσας” καὶ ὡς τοῦτο λαβὼν Εὐρι‐ | |
5 | πίδης τὸ νόημα τὸν Θησέα πεποίηκε λέγοντα | |
4.7.10 | “ἐγὼ δὲ παρὰ σοφοῦ τινος μαθὼν εἰς φροντίδας νοῦν συμφοράς τ’ ἐβαλλόμην, φυγάς τ’ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς θανάτους τ’ ἀώρους καὶ κακὰς ἄλλας ὁδούς, | |
5 | ὥστ’, εἴ τι πάσχοιμ’ ὧν ἐδόξαζόν ποτε, μή μοι νεῶρες προσπεσὸν ψυχὴν δάκοι.” | |
4.7.11 | οὕτως δὲ εἰρῆσθαί φησι καὶ τὰ τοιαῦτα· εἰ μὲν τόδ’ ἦμαρ πρῶτον ἦν κακουμένῳ καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν, εἰκὸς σφαδᾴζειν ἦν ἂν ὡς νεόζυγα | |
5 | πῶλον χαλινὸν ἀρτίως δεδεγμένον· νῦν δ’ ἀμβλύς εἰμι καὶ κατηρτυκὼς κακῶν. ἔσθ’ ὅτε τὰ τοιαῦτα· [μακρὸς] χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει κακόν. | |
4.7.12 | ὅτι δ’ ἐν τῷ χρόνῳ μαλάττεται τὰ πάθη, κἂν αἱ δόξαι μένωσι τοῦ κακόν τι αὐτοῖς γεγονέναι, καὶ ὁ Χρύσιππος ἐν | |
τῷ δευτέρῳ περὶ παθῶν μαρτυρεῖ γράφων ὧδε· | ||
4.7.13 | “ζητήσαι δ’ ἄν τις καὶ περὶ τῆς ἀνέσεως τῆς λύπης, πῶς γίνεται, πότε‐ ρον δόξης τινὸς μετακινουμένης ἢ πασῶν διαμενουσῶν, καὶ | |
4.7.14 | διὰ τί τοῦτ’ ἔσται.” εἶτ’ ἐπιφέρων φησί, “δοκεῖ δέ μοι ἡ μὲν τοιαύτη δόξα διαμένειν, ὅτι κακὸν αὐτὸ ὃ δὴ πάρεστιν, ἐγχρονιζομένης δ’ ἀνίεσθαι ἡ συστολὴ καὶ ὡς οἶμαι ἡ | |
4.7.15 | ἐπὶ τὴν συστολὴν ὁρμή. τυχὸν δὲ καὶ ταύτης διαμενούσης οὐχ ὑπακούσεται τὰ ἑξῆς, διὰ ποιὰν ἄλλην ἐπιγινομένην | |
διάθεσιν δυσσυλλόγιστον τούτων γινομένων. | ||
4.7.16 | οὕτω γὰρ καὶ κλαίοντες παύονται καὶ μὴ βουλόμενοι κλαίειν κλαίουσιν, ὅταν μὴ ὁμοίας τὰς φαντασίας τὰ ὑποκείμενα ποιῇ καὶ ἐνιστῆταί | |
4.7.17 | τι ἢ μηθέν. ὃν τρόπον γὰρ ἡ θρήνων παῦσις γίνεται καὶ κλαυθμοί, τοιαῦτα εὔλογον καὶ ἐπ’ ἐκείνων συντυγχάνειν ἐν ταῖς ἀρχαῖς μᾶλλον τῶν πραγμάτων κινούντων, καθάπερ ἐπὶ τῶν τὸν γέλωτα κινούντων γίνεσθαι ἔφην, καὶ τὰ ὅμοια | |
4.7.18 | τούτοις.” ὅτι μὲν οὖν ἐν τῷ χρόνῳ παύεται τὰ πάθη καίτοι τῆς δόξης διαμενούσης, αὐτὸς ὁ Χρύσιππος ὁμολογεῖ· διὰ τίνα μέντοι τὴν αἰτίαν τοῦτο γίνεται, δυσλόγιστον εἶναί | |
φησιν. | ||
4.7.19 | εἶθ’ ἑξῆς ἕτερα παραπλησίως γινόμενα γράφει περὶ ὧν οὐδ’ αὐτῶν δηλονότι τὴν αἰτίαν ἐπαγγέλλεται γιγνώσκειν. ἀλλ’ οὐ Ποσειδώνιός γε, Χρύσιππε, τὰς αἰτίας τῶν τοιού‐ των ἀγνοεῖν φησιν, ἀλλ’ ἐπαινεῖ καὶ ἀποδέχεται τὰ ὑπὸ τῶν | |
4.7.20 | παλαιῶν εἰρημένα, ἃ ἐφεξῆς ἐρῶ. σὺ δ’ οὔτ’ ἐκείνων μνη‐ μονεύσας οὔτ’ ἄλλην αὐτὸς εἰπὼν οἴει λελύσθαι τὸ ζητού‐ | |
4.7.21 | μενον, ἂν ὁμολογήσῃς ἀγνοεῖν τὴν αἰτίαν. καίτοι τό γε συνέχον ὅλην τὴν πραγματείαν τήν τε τῶν λογικῶν ζητημά‐ των καὶ τὴν θεραπευτικὴν τῶν παθῶν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τὰς αἰτίας ἐξευρεῖν ὑφ’ ὧν γίνεταί τε καὶ παύεται τὰ | |
5 | πάθη. | |
4.7.22 | οὕτω γὰρ ἄν τις οἶμαι καὶ τὴν γένεσιν αὐτῶν κωλύσειε καὶ γενομένας παῦσαι δυνηθείη. συναναιρεῖσθαι γὰρ εὔλογον οἶμαι ταῖς αἰτίαις τάς τε γενέσεις καὶ τὰς ὑπάρ‐ | |
ξεις τῶν πραγμάτων. | ||
4.7.23 | ταῦτά τοι καὶ ἀπορεῖς κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον τι καὶ γράψαι τοιοῦτον ἡμῖν, ᾧ προσέχοντες τὸν νοῦν κωλύσομέν τε τῶν παθῶν ἕκαστον γίνεσθαι καὶ γενόμενον ἰασόμεθα, καίτοι ταῦτα καὶ τοῦ Πλάτωνος θαυ‐ | |
5 | μαστῶς γράψαντος, ὡς καὶ ὁ Ποσειδώνιος ἐπισημαίνεται θαυμάζων τὸν ἄνδρα καὶ θεῖον ἀποκαλῶν ὡς καὶ πρεσβεύων αὐτοῦ τά τε περὶ τῶν παθῶν δόγματα καὶ τὰ περὶ τῶν τῆς ψυχῆς δυνάμεων ὅσα τε περὶ τοῦ μὴ γίνεσθαι τὴν ἀρχὴν ἢ γενόμενα παύεσθαι τάχιστα τῆς ψυχῆς τὰ πάθη γέγραπται | |
10 | πρὸς αὐτοῦ. | |
4.7.24 | συνῆφθαι δὲ καὶ τὴν περὶ τῶν ἀρετῶν διδασκα‐ λίαν τούτοις φησὶ καὶ τὴν περὶ τοῦ τέλους καὶ ὅλως πάντα τὰ δόγματα τῆς ἠθικῆς φιλοσοφίας ὥσπερ ἐκ μιᾶς μηρίνθου δεδέσθαι τῆς γνώσεως τῶν κατὰ τὴν ψυχὴν δυνάμεων αὐτός | |
5 | τε δείκνυσιν ὡς ὑπὸ θυμοῦ καὶ ἐπιθυμίας γίγνεται τὰ πάθη καὶ διὰ τίνα τὴν αἰτίαν ἐν τῷ χρόνῳ καθίσταται, κἂν αἱ δόξαι τε καὶ αἱ κρίσεις ἔτι μένωσι τοῦ κακὸν ὑπάρχειν αὐ‐ | |
4.7.25 | τοῖς ἢ γεγονέναι. προσχρῆται δ’ εἰς τοῦτο μάρτυρι καὶ αὐτῷ τῷ Χρυσίππῳ κατὰ τὸ δεύτερον περὶ τῶν παθῶν ὧδέ πως | |
γράφοντι· | ||
4.7.26 | “ἐπὶ δὲ τῆς λύπης καὶ ὡς ἂν ἐμπλησθέντες τινὲς ὁμοίως φαίνονται ἀφίστασθαι, καθάπερ καὶ ἐπὶ Ἀχιλ‐ λέως ταῦτα λέγει ὁ ποιητὴς πενθοῦντος τὸν Πάτροκλον· ἀλλ’ ὅτε δὴ κλαίων τε κυλινδόμενός τ’ ἐκορέσθη | |
5 | καί οἱ ἀπὸ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυίων, ἐπὶ τὸ παρακαλεῖν ὥρμησε τὸν Πρίαμον τὴν τῆς λύπης | |
4.7.27 | ἀλογίαν αὐτῷ παριστάς.” εἶτ’ ἐφεξῆς ἐπιφέρει καὶ ταῦτα· “καθ’ ὃν λόγον οὐκ ἂν ἀπελπίσαι τις οὕτως τῶν πραγμάτων ἐγχρονιζομένων καὶ τῆς παθητικῆς φλεγμονῆς ἀνιεμένης τὸν λόγον παρεισδυόμενον καὶ οἱονεὶ χώραν λαμβάνοντα παρι‐ | |
5 | στάναι τὴν τοῦ πάθους ἀλογίαν.” | |
4.7.28 | ἐναργῶς γὰρ ἐν τούτοις ὁ Χρύσιππος ὁμολογεῖ τήν τε παθητικὴν φλεγμονὴν ἀνίεσθαι κατὰ τὸν χρόνον, ἔτι τῆς ὑπολήψεώς τε καὶ δόξης μενούσης, ἐμπίπλασθαί τε τῶν παθητικῶν κινήσεων τοὺς ἀνθρώπους | |
5 | καὶ διὰ τοῦτο παῦλάν τινα λαμβάνοντος τοῦ πάθους καὶ | |
4.7.29 | ἡσυχάσαντος τὸν λόγον ἐπικρατέστερον γίνεσθαι. ταῦτα γὰρ ἀληθῆ μέν ἐστιν εἴπερ τινὰ καὶ ἄλλα, μάχεται δὲ ταῖς ὑπο‐ θέσεσιν αὐτοῦ καθάπερ καὶ τὰ ἐπιφερόμενα τόνδε [τόνδε] τὸν τρόπον | |
4.7.30 | ἔχοντα· “λέγεται δὲ καὶ τοιαῦτα εἰς τὴν μεταβολὴν τῶν παθῶν· λαιψηρὸς δὲ κόρος στυγεροῖο γόοιο καὶ ἔτι τὰ τοιαῦτα εἰς τὸ κατὰ τὴν λύπην ἀγωγόν· τοῖς δὲ δυστυχοῦσί πως | |
5 | τερπνὸν τὸ κλαῦσαι κἀποδύρασθαι τύχας·” | |
4.7.31 | καὶ ἔτι τούτων ἐφεξῆς, “ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο” καὶ “τὸν αὐτὸν ἔγειρε γόον | |
5 | ἄναγε πολύδακρυν ἁδονάν.” | |
4.7.32 | ἔστι δὲ ἀμέλει πάμπολλα καὶ ἄλλα τοιαῦτα παρὰ τῶν ποιη‐ τῶν ἀθροῖσαι μαρτύρια τοῦ καὶ λύπης καὶ δακρύων καὶ κλαυθμῶν καὶ θυμοῦ καὶ νίκης καὶ τιμῆς καὶ πάντων [τε] τῶν τοιούτων ἐμπίπλασθαι τοὺς ἀνθρώπους, ἐφ’ οἷς οὐδὲν | |
5 | χαλεπόν ἐστι συλλογίζεσθαι τὴν αἰτίαν δι’ ἣν ἐν τῷ χρόνῳ | |
4.7.33 | παύεται μὲν τὰ πάθη, κρατεῖ δὲ τῶν ὁρμῶν ὁ λόγος. ὡς γὰρ ἐφίεται τὸ παθητικὸν τῆς ψυχῆς οἰκείων τινῶν ὀρεκτῶν, οὕτως καὶ τυγχάνον [τῶν καὶ τυγχανόντων] αὐτῶν ἐμπίπλαται κἀν τούτῳ τὴν ἑαυτοῦ κίνησιν καθίστησιν, ἥτις ἐκράτει τῆς ὁρμῆς τοῦ ζῴου | |
5 | καὶ καθ’ ἑαυτὴν ἦγεν ἐφ’ ὅ τι παρήγετο. | |
4.7.34 | οὔκουν ἀσυλλό‐ γιστοι τῆς παύλης τῶν παθῶν εἰσιν αἱ αἰτίαι, καθάπερ ὁ Χρύσιππος ἔλεγεν, ἀλλὰ καὶ πάνυ σαφεῖς τῷ γε μὴ βουλο‐ | |
4.7.35 | μένῳ φιλονεικεῖν τοῖς παλαιοῖς. οὐδὲν γὰρ οὕτως ἐναργές ἐστιν ὡς τὸ δυνάμεις τινὰς ἐν ταῖς ἡμετέραις εἶναι ψυχαῖς ἐφιεμένας φύσει, τὴν μὲν ἡδονῆς τὴν δὲ κράτους καὶ νίκης, ἃς ἐναργῶς ὁρᾶσθαί φησι κἀν τοῖς ἄλλοις ζῴοις ὁ Ποσειδώ‐ | |
5 | νιος, ὥσπερ καὶ ἡμεῖς ἐπεδείξαμεν εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου | |
4.7.36 | γράμματος. ἐπιμέμφεται δ’ ὀρθῶς τοῦ Χρυσίππου καὶ τὸ φάναι “τυχὸν δὲ τῆς ὁρμῆς διαμενούσης οὐχ ὑπακούσεται | |
τὰ ἑξῆς διὰ ποιὰν ἄλλην ἐπιγινομένην διάθεσιν.” ἀμήχανον | ||
5 | γὰρ εἶναί φησι παρεῖναι μὲν τὴν ὁρμήν, ὑπ’ ἄλλης δέ τινος | |
4.7.37 | αἰτίας κωλύεσθαι τὴν κατ’ αὐτὴν ἐνέργειαν. ὅθεν κἀπειδὰν λέγῃ, “οὕτω γὰρ καὶ κλαίοντες παύονται καὶ μὴ βουλόμενοι κλαί‐ ειν κλαίουσιν, ὅταν 〈μὴ〉 ὁμοίας τὰ ὑποκείμενα φαντασίας ποιῇ,” τὴν αἰτίαν ἐρωτᾷ κἀνταῦθα ὁ Ποσειδώνιος δι’ ἣν καὶ οἱ πολλοὶ μὴ | |
5 | βουλόμενοι πολλάκις κλαίουσιν ἐπισχεῖν μὴ δυνάμενοι τὰ δάκρυα καὶ ἄλλοι κλαίειν ἔτι βουλόμενοι φθάνουσι[ν ἔτι] παυόμε‐ | |
νοι, 〈δηλονότι〉 διὰ τὰς παθητικὰς κινήσεις σφόδρα ἐγκειμένας ὡς μὴ κρατεῖσθαι πρὸς τῆς βουλήσεως, ἢ παντε‐ | ||
10 | λῶς πεπαυμένας ὡς μηκέτ’ ἐπεγείρεσθαι δύνασθαι πρὸς | |
4.7.38 | αὐτῆς. οὕτω γὰρ ἥ τε τοῦ λόγου μάχη τε καὶ διαφορὰ πρὸς τὸ πάθος εὑρεθήσεται καὶ τῆς ψυχῆς αἱ δυνάμεις ἐναργῶς σω‐ θήσονται, οὐ μὰ Δία ὡς Χρύσιππός φησι διά τινας αἰτίας ἀσυλλογίστους τούτων γινομένων ἀλλὰ διὰ τὰς ὑπὸ τῶν | |
5 | παλαιῶν εἰρημένας. | |
4.7.39 | οὐ γὰρ Ἀριστοτέλης μόνον ἢ Πλάτων ἐδόξαζον οὕτως ἀλλ’ ἔτι πρόσθεν ἄλλοι τέ τινες καὶ ὁ Πυθαγόρας, ὡς καὶ ὁ Ποσειδώνιός φησιν ἐκείνου πρώτου μὲν εἶναι λέγων τὸ δόγμα, Πλάτωνα δ’ ἐξεργάσασθαι καὶ | |
4.7.40 | κατασκευάσαι τελεώτερον αὐτό. διὰ τοῦτο τοίνυν καὶ τὰ ἔθη φαίνεται πλεῖστον δυνάμενα καὶ ὅλως ὁ χρόνος εἰς τὰς | |
4.7.41 | παθητικὰς κινήσεις. ἐν μὲν γὰρ τοῖς ἔθεσιν οἰκειοῦται κατὰ βραχὺ τὸ τῆς ψυχῆς ἄλογον οἷς ἂν ἐντρέφηται, κατὰ δὲ τὸν χρόνον ὡς προείρηται παῦλα γίνεται τῶν παθῶν ἐμπιπλα‐ μένων τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων ὧν ἐπεθύμουν ἔμ‐ | |
5 | προσθεν. | |
4.7.42 | αἱ δὲ λογικαὶ γνώσεις τε καὶ κρίσεις καὶ ὅλως ἐπιστῆμαι πᾶσαι καὶ τέχναι διὰ τὸν χρόνον αὐτὸν μόνον ψιλὸν οὔτε δύσλυτοι φαίνονται γίγνεσθαι καθάπερ οἱ κατὰ πάθος ἐθισμοί, οὔτε μετατίθεσθαί τε καὶ παύεσθαι καθάπερ | |
4.7.43 | ἡ λύπη καὶ ἄλλα πάθη. τίς γὰρ τοῦ τὰ δὶς δύο τέσσαρα εἶναι διὰ τὸν χρόνον ἐμπλησθεὶς ἀπέστη καὶ μετεδόξασεν; ἢ τίς τοῦ [μὴ] πάσας 〈ἴσασ〉 εἶναι τὰς ἐκ τοῦ κέντρου τοῦ | |
κύκλου; | ||
4.7.44 | καθ’ ἕκαστόν τε τῶν ἄλλων θεωρημάτων οὐδείς ἐστιν ὅστις ἐμπλησθεὶς ἀπέθετο τὴν παλαιὰν δόξαν, ὥσπερ ἀποτίθεται τὸ κλαίειν τε καὶ λυπεῖσθαι καὶ στένειν οἰμώζειν τε καὶ θρηνεῖν ὅσα τε ἄλλα τοιαῦτα, κἂν αἱ περὶ τῶν γεγενη‐ | |
4.7.45 | μένων ὡς κακῶν ὅμοιαι διαμένωσιν ὑπολήψεις. ἱκανὰ μὲν οὖν ἀμέλει καὶ ταῦτα πρὸς ἔνδειξιν ὧν οὐκ ὀρθῶς ἔγραψεν ὁ Χρύσιππος ὑπέρ τε τῶν τῆς ψυχῆς παθῶν, καὶ πολὺ πρότε‐ | |
ρον ἔτι περὶ τῶν ἐργαζομένων αὐτὰ δυνάμεων· | ||
4.7.46 | οὐ μὴν ἀλλὰ διὰ τοῦ πέμπτου γράμματος ἔγνωκα περὶ τῶν αὐτῶν ἔτι διαλεχθῆναι παραλείπων μὲν τὰ πλεῖστα τῶν οὐκ ὀρθῶς εἰρημένων αὐτῷ, μόνων δὲ ἐκείνων μνημονεύων ἐν οἷς | |
5 | ἐναντιολογεῖται πρὸς ἑαυτὸν ἐναντία τε τολμᾷ φθέγγεσθαι τοῖς ἐναργῶς φαινομένοις· ἐπιμνησθήσομαι δ’ ἐν αὐτοῖς ἔτι καὶ τῶν ὑπὸ τοῦ Ποσειδωνίου πρὸς τὸν Χρύσιππον ἀντειρη‐ | |
μένων. | ||
5.1.1 | Ὁ περὶ τῶν παθῶν τῆς ψυχῆς λόγος ἀναγκαῖος μὲν ἦν ἡμῖν ἐσκέφθαι καὶ δι’ ἑαυτόν, ἀναγκαιότερον δὲ ἐποίησαν αὐτὸν οἱ περὶ τὸν Χρύσιππον εἰς ἀπόδειξιν τοῦ περιέχοντος | |
5.1.2 | τόπου τὸ τῆς ψυχῆς ἡγεμονοῦν προσχρησάμενοι. δείξαντες γάρ, ὡς μὲν αὐτοὶ νομίζουσιν, ἅπαντα τὰ πάθη συνιστόμενα κατὰ τὴν καρδίαν, ὡς δὲ τἀληθὲς ἔχει, τὰ κατὰ μόνον τὸν θυμόν, ἔπειτα προσλαβόντες ὡς ἔνθα ἂν ᾖ τὰ πάθη τῆς | |
5 | ψυχῆς, ἐνταῦθ’ ἐστὶ καὶ τὸ λογιζόμενον αὐτῆς, οὕτως ἤδη | |
περαίνουσιν ἐν τῇ καρδίᾳ τὸ λογιστικὸν ὑπάρχειν. | ||
5.1.3 | ἡμεῖς δὲ ὅτι μὲν ἐντεῦθεν ὁρμᾶται τὰ κατὰ τὸν θυμὸν ἀληθεύειν αὐτούς φαμεν, οὐ μὴν οὔθ’ ὅτι καθ’ ἕνα τόπον ἀναγκαῖόν ἐστι τό τε θυμούμενον εἶναι καὶ τὸ λογιζόμενον οὔθ’ ὅτι | |
5 | μιᾶς δυνάμεώς ἐστον ἔργα συγχωροῦμεν, ἀλλ’ ἀποδεικνύειν αὐτοὺς ἀξιοῦμεν, ὥσπερ τἆλλα τὰ κατὰ τὸν λόγον, οὕτω καὶ ὅτι τὴν αὐτὴν ἀρχὴν ἀναγκαῖόν ἐστιν εἶναι τῶν τε παθῶν | |
καὶ τοῦ λογισμοῦ. | ||
5.1.4 | Χρύσιππος μὲν οὖν ἐν τῷ πρώτῳ περὶ παθῶν ἀποδεικνύναι πειρᾶται κρίσεις τινὰς εἶναι τοῦ λογι‐ στικοῦ τὰ πάθη, Ζήνων δ’ οὐ τὰς κρίσεις αὐτάς, ἀλλὰ τὰς ἐπιγιγνομένας αὐταῖς συστολὰς καὶ χύσεις ἐπάρσεις τε καὶ | |
5.1.5 | ταπεινώσεις τῆς ψυχῆς ἐνόμιζεν εἶναι τὰ πάθη. ὁ Ποσειδώνιος δ’ ἀμφοτέροις διενεχθεὶς ἐπαινεῖ τε ἅμα καὶ προσίεται τὸ Πλάτωνος δόγμα καὶ ἀντιλέγει τοῖς περὶ τὸν Χρύσιππον οὔτε κρίσεις εἶναι τὰ πάθη δεικνύων οὔτε ἐπιγιγνόμενα κρίσεσιν, | |
5 | ἀλλὰ κινήσεις τινὰς ἑτέρων δυνάμεων ἀλόγων ἃς ὁ Πλά‐ | |
των ὠνόμασεν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ. | ||
5.1.6 | πολλῶν δ’ εἰρημένων αὐτῷ πρὸς ἀπόδειξιν τοῦ παλαιοῦ δόγματος, ἃ μέν ἐστιν ἐπίκαιρα, ταῦτ’ ἐν τῷ πρὸ τούτου λόγῳ τετάρτῳ τῆς ὅλης ὄντι πραγματείας ἐπειράθην εἰπεῖν διὰ βραχέων | |
5.1.7 | ἐπὶ τῇ τελευτῇ τοῦ γράμματος. ἐν μὲν γὰρ τοῖς ἔμπροσθεν αὐτὸς ἐπ’ ἐμαυτοῦ διῆλθον ὅσα τε μάχεται τῶν ἐναργῶς φαινομένων τῷ Χρυσίππου δόγματι καὶ ὅσα πρὸς ἑαυτὸν ἐναντιολογούμενος εἴρηκεν οὐκ ἀναμείνας τὸν ἔξωθεν κατή‐ | |
5 | γορον. | |
5.1.8 | ἱκανὰ μὲν οὖν ἦν καὶ ἐκεῖνα πρὸς ἀπόδειξιν τοῦ πλείους εἶναι δυνάμεις αἷς ἐπιθυμοῦμέν τε καὶ θυμούμεθα καὶ λογιζόμεθα καὶ μὴ μίαν, ὡς ὁ Χρύσιππος οἴεται. προσ‐ κείσεται δ’ οὐκ ὀλίγα καὶ κατὰ τοῦτον ἔτι τὸν λόγον ὅσα ὁ | |
5 | Χρύσιππος αὐτὸς ἐναντιολογούμενος αὑτῷ μαρτυρεῖ τοῖς τ’ | |
ἀληθέσιν ἅμα καὶ τῷ παλαιῷ δόγματι. | ||
5.1.9 | τὰ μὲν γὰρ ἄλλα τὰ κακῶς εἰρημένα παρ’ αὐτοῦ καίτοι πάμπολλα τὸν ἀριθμὸν ὄντα παρελθεῖν ἔκρινα πολύβιβλόν τε ἅμα τὴν πραγματείαν ἔσεσθαί μοι νομίζων εἰ πάντ’ ἐξελέγχοιμι καλῶς, πεπεισμένος | |
5 | τε ὑπὸ φιλονεικίας τῆς πρὸς τοὺς παλαιοὺς ἐριστικώτερον ὑπὲρ αὐτῶν ἀντεροῦντάς μοι τοὺς ἐπαινοῦντας τὰ Χρυσίππου | |
δόγματα· | ||
5.1.10 | ἐν οἷς δὲ αὐτὸς ἑαυτὸν καταβάλλει μετὰ τοῦ καὶ μάχεσθαι τοῖς ἐναργῶς φαινομένοις, ἐν τούτοις ἡγοῦμαι τάχ’ ἂν αἰδεσθῆναί τέ τινα καὶ μεταστῆναι πρὸς τὰ βελτίω κα‐ θάπερ καὶ ὁ Ποσειδώνιος ἐποίησεν αἰδεσθεὶς συναγορεῦσαι | |
5 | ψευδεῖ φανερῶς δόγματι τῷ τῶν ἄλλων Στωϊκῶν, οἵ γε μέχρι τοσούτου φιλονεικίας ἥκουσιν ὥστ’ ἐπειδὴ τῆς λογικῆς δυνά‐ μεως ἔφασαν εἶναι τὰ πάθη, τοῖς ἀλόγοις ζῴοις μὴ μετέχειν αὐτῶν συγχωρεῖν, οἱ πλεῖστοι δ’ οὐδὲ τοῖς παιδίοις ὅτι | |
δηλαδὴ καὶ ταῦτ’ οὐδέπω λογικά. | ||
5.1.11 | τὸ μὲν οὖν οὕτως ἀναι‐ σχυντεῖν πρὸς τὰ πᾶσιν ἀνθρώποις ἐναργῶς φαινόμενα σο‐ φιστῶν ἔργον ἐστί, τὸ δὲ μηδὲ ἅπερ ὑπέθεντο δύνασθαι διαφυλάττειν, ἀλλ’ ἐναντία γράφειν αὐτῶν, ἀγυμνάστων περὶ | |
5 | λόγον ἀνθρώπων, οἷόσπερ καὶ ὁ θαυμασιώτατος Χρύσιππος ἐν παμπόλλαις εὑρίσκεται πραγματείαις. ἀλλὰ περὶ μὲν τῶν | |
ἄλλων ἑτέρωθι. | ||
5.2.1 | περὶ δὲ τῶν τῆς ψυχῆς παθῶν ὡς οὐκ ἔστι τῆς λογιστι‐ κῆς δυνάμεως ἤδη μέν μοι καὶ τὸ πρὸ τούτου πεπλήρωται βιβλίον ὧν αὐτὸς ἄκων ὁμολογεῖ, πληρωθήσεται δ’ οὐδὲν | |
5.2.2 | ἧττον καὶ τοῦτο τὴν ἀρχὴν ἐνθένδε ποιησαμένῳ. τὸ πάθος τῆς ψυχῆς κίνησίν τινα παρὰ φύσιν ἄλογον ὑπάρχειν οὐχ οἱ παλαιοὶ μόνον, ἀλλὰ καὶ Χρύσιππος ὁμολογεῖ. καὶ μὲν δὴ καὶ ὡς ἡ κίνησις αὕτη ταῖς τῶν ἀστείων οὐκ ἐγγίνεται ψυχαῖς, | |
5.2.3 | ὡμολόγηται παρ’ ἀμφοῖν. ὁποία δέ τίς ἐστιν ἡ τῶν φαύλων ψυχὴ κατά τε τὰ πάθη καὶ πρὸ τῶν παθῶν οὐκέθ’ ὁμοίως | |
ἐξηγοῦνται. Χρύσιππος μὲν γὰρ ἀνάλογον ἔχειν αὐτήν φησι | ||
5 | τοῖς ἐπιτηδείοις σώμασιν εἰς πυρετοὺς ἐμπίπτειν ἢ διαρροίας | |
5.2.4 | ἤ τι τοιοῦτον ἕτερον ἐπὶ μικρᾷ καὶ τυχούσῃ προφάσει. καὶ μέμφεταί γε ὁ Ποσειδώνιος αὐτοῦ τὴν εἰκόνα· χρῆναι γάρ φησιν οὐ τούτοις ἀλλὰ τοῖς ἁπλῶς ὑγιαίνουσι σώμασιν εἰκάσαι τὴν τῶν φαύλων ψυχήν· εἴτε γὰρ ἐπὶ μεγάλοις αἰ‐ | |
5 | τίοις εἴτ’ ἐπὶ μικροῖς πυρέττοιεν οὐδὲν διαφέρειν ὡς πρὸς τὸ πάσχειν τε αὐτὰ καὶ εἰς πάθος ἄγεσθαι καθ’ ὁτιοῦν, ἀλλὰ τῷ τὰ μὲν εὐέμπτωτα εἶναι τὰ δὲ δύσπτωτα διαφέρειν | |
ἀλλήλων. | ||
5.2.5 | οὔκουν ὀρθῶς εἰκάζεσθαί φησιν ὑπὸ τοῦ Χρυ‐ σίππου τὴν μὲν ὑγίειαν τῆς ψυχῆς τῇ τοῦ σώματος ὑγιείᾳ, τὴν δὲ νόσον τῇ ῥᾳδίως εἰς νόσημα ἐμπιπτούσῃ καταστάσει τοῦ σώματος· ἀπαθῆ μὲν γὰρ γίγνεσθαι ψυχὴν τὴν τοῦ | |
5 | σοφοῦ δηλονότι, σῶμα δ’ οὐδὲν ὑπάρχειν ἀπαθές· ἀλλὰ δικαιότερον εἶναι προσεικάζειν τὰς τῶν φαύλων ψυχὰς “ἤτοι τῇ σωματικῇ ὑγιείᾳ ἐχούσῃ τὸ εὐέμπτωτον εἰς νόσον (οὕτω γὰρ ὠνόμασεν ὁ Ποσειδώνιος) ἢ αὐτῇ τῇ νόσῳ”, εἶναι γὰρ | |
ἤτοι νοσώδη τινὰ ἕξιν ἢ ἤδη νοσοῦσαν. | ||
5.2.6 | συμφέρεται μέντοι τῷ Χρυσίππῳ καὶ αὐτὸς ὡς νοσεῖν τε λέγειν τὴν ψυχὴν ἅπαντας τοὺς φαύλους ἐοικέναι τε τὴν νόσον αὐτῶν ταῖς εἰρημέναις τοῦ σώματος καταστάσεσι. λέγει γοῦν ὧδε κατὰ | |
5.2.7 | λέξιν· “διὸ καὶ ἡ νόσος τῆς ψυχῆς ἔοικεν οὐχ ὡς ὁ Χρύ‐ σιππος ὑπείληφε τῇ νοσώδει καχεξίᾳ τοῦ σώματος, καθ’ ἣν ὑποφέρεται ῥεμβώδεσιν οὐχὶ περιοδικοῖς οἷα τ’ ἐμπίπτειν πυρετοῖς, ἀλλὰ μᾶλλον ἔοικεν ἡ ψυχικὴ νόσος ἤτοι σω‐ | |
5 | ματικῇ ὑγιείᾳ ἐχούσῃ τὸ εὐέμπτωτον εἰς τὴν νόσον ἢ αὐτῇ τῇ | |
νόσῳ. ἔστι γὰρ ἡ μὲν σωματικὴ νόσος ἕξις ἤδη νοσοῦσα, ἡ δὲ ὑπὸ τοῦ Χρυσίππου λεγομένη νόσος εὐεμπτωσίᾳ μᾶλ‐ | ||
5.2.8 | λον ἔοικεν εἰς πυρετούς.” ἐν τούτοις τὸν Ποσειδώνιον ἐπαι‐ νῶ μὲν ὅτι τοῖς ὑγιαίνουσι σώμασιν ὁμοίως ἔχειν φησὶ τὰς τῶν φαύλων ψυχὰς ὅταν ἔξω παθῶν καθεστήκωσιν, οὐκ | |
ἐπαινῶ δὲ νόσον ὀνομάζοντα τὴν τοιαύτην κατάστασιν. | ||
5.2.9 | ἐχρῆν γάρ, εἴπερ ὀρθῶς εἴκαζε, τὰς μὲν τῶν σπουδαίων ψυχὰς ὁμοίως ἔχειν φάναι τοῖς ἀπαθέσι σώμασιν, εἴτ’ οὖν ἐστιν εἴτ’ οὐκ ἔστιν τινὰ τοιαῦτα, περιττὸν γὰρ ὡς πρὸς τὴν προ‐ | |
5 | κειμένην εἰκόνα διασκέπτεσθαι τοῦτο, τὰς δὲ τῶν προκο‐ πτόντων τοῖς εὐεκτικοῖς, τὰς δὲ τῶν μετρίων ἀνδρῶν τοῖς ὑγιαίνουσι χωρὶς εὐεξίας, τὰς δὲ τῶν πολλῶν τε καὶ φαύλων τοῖς ἐπὶ σμικρᾷ προφάσει νοσοῦσι, τὰς δὲ τῶν ὀργιζομένων ἢ θυμουμένων ἢ ὅλως ἐν πάθει τινὶ καθεστώτων τοῖς ἤδη | |
5.2.10 | νοσοῦσιν. ἀλλὰ γὰρ εὐλαβηθῆναί μοι δοκεῖ διαφερόμενος ἐν | |
ἅπασι φωραθῆναι Χρυσίππῳ· τίνα γὰρ ἄν τις ἄλλην αἰτίαν εἴποι τοῦ τὴν νόσον τῆς ψυχῆς ὁμοιοῦν αὐτὸν τῇ καταστάσει | ||
5.2.11 | τῶν θ’ ὑγιαινόντων σωμάτων τῶν τ’ ἤδη νοσούντων; οὐ γὰρ ἀμφοτέροις ἀλλὰ μόνοις τοῖς νοσοῦσι δικαιότερον ἦν παραβεβλῆσθαι τὰς νοσούσας ψυχάς· ἀδύνατον γὰρ ἓν πρᾶγμα τὴν νόσον τῆς ψυχῆς δυσὶν ἐναντίοις ὡμοιῶσθαι πράγμασιν, | |
5.2.12 | ὑγιείᾳ τε ἅμα καὶ νόσῳ. εἰ γὰρ δὴ τοῦτο, καὶ τὴν ὑγίειαν ἀναγκαῖον ἔσται τῇ νόσῳ παραπλησίαν ὑπάρχειν, εἴ γε δὴ τῇ τῆς ψυχῆς νόσῳ προσέοικεν ἑκάτερον αὐτῶν· τὰ γὰρ τῷ αὐτῷ παραπλήσια πάντως που καὶ ἀλλήλοις ἐστὶ παρα‐ | |
5 | πλήσια. | |
5.2.13 | Χρύσιππος δ’ ἀτοπώτερον ἔτι μηδ’ ἐν ταῖς περιο‐ δικαῖς τισι νόσοις καθεστῶσιν, οἱονεὶ τριταίων ἢ τεταρταίων πυρετῶν, ὡμοιῶσθαι συγχωρῶν τὴν νόσον τῆς ψυχῆς. γρά‐ | |
5.2.14 | φει γοῦν ὧδε· “ὑπονοητέον τοίνυν τὴν μὲν τῆς ψυχῆς νόσον ὁμοιοτάτην εἶναι τῇ τοῦ σώματος πυρετώδει καταστάσει καθ’ ἣν οὐ περιοδικῶς ἀλλ’ ἀτάκτως πυρετοὶ καὶ φρῖκαι γίνονται καὶ ἄλλως ἀπὸ τῆς διαθέσεως καὶ μικρῶν ἐπιγινο‐ | |
5.2.15 | μένων αἰτίων.” οὐκ οἶδα τί ποτε δόξαν αὐτῷ τοὺς μὲν ἑτοίμως ἔχοντας πρὸς τὸ νοσῆσαι νοσεῖν ἤδη φησί, τοὺς δ’ | |
ἤδη νοσοῦντας οὐδ’ ὅλως νοσεῖν. | ||
5.2.16 | οἱ γὰρ ἐν τεταρταίαις καὶ τριταίαις περιόδοις ὄντες, ἐπειδὰν μὲν ῥιγῶσί τε καὶ πυρέττω‐ σιν, ἐν πάθει καθεστήκασι, κινουμένης δ’ αὐτῶν τῆς νοσώ‐ δους κατασκευῆς ἐπειδὰν μηδὲν τούτων πάσχωσιν ἀλλ’ ἐν | |
5.2.17 | τοῖς καλουμένοις διαλείμμασιν ὦσιν, ἔξω τῶν παθῶν εἰσι. τὴν μέντοι νοσώδη κατάστασιν εἰκάζοι τις ἄν, οἶμαι, τοῖς ἤτοι πεν‐ θοῦσιν ἢ ἐρῶσιν ἢ φθονοῦσιν ἤ τι τοιοῦτον ἕτερον πάσχουσι. | |
5.2.18 | καὶ γὰρ οὗτοι, καθ’ ὃν μὲν ἂν χρόνον ἢ ὑπνώττωσιν ἢ πρὸς ἄλλῳ τινὶ τὴν διάνοιαν ἔχωσιν, ἔξω τῶν παθῶν γίνονται, μετ’ ὀλίγον δὲ ἀναμνησθέντες αὐτῶν εἰς παραπλησίαν τινὰ κατά‐ | |
στασιν ἀφικνοῦνται ταῖς καταβολαῖς τῶν πυρετῶν. | ||
5 | ὅσοις μέντοι μήτε πένθος ἐνέστηκε μήτ’ ἐπιθυμία τις ὑπόγυος ἢ θυμός, | |
5.2.19 | οὗτοι τοῖς ὑγιαίνουσι τὰ σώματα παραπλησίως ἔχουσιν. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἔνιοι μέν εἰσιν εὐάλωτοι νόσοις, ἔνιοι δ’ οὔ, καὶ τῶν τὰς ψυχὰς ὑγιαινόντων οἱ μὲν τούτοις οἱ δ’ ἐκείνοις ὁμοίως ἕξουσιν, οὐ μὴν λεχθήσονταί γε νοσεῖν | |
5.2.20 | τὰς ψυχὰς εἴπερ μηδὲ ἐκεῖνοι τὰ σώματα. ἀλλὰ νὴ Δία, φήσει τις ἴσως τῶν Στωϊκῶν, ὥσπερ οὖν καὶ λέγουσιν, οὐ τὴν αὐτὴν ἀναλογίαν εἶναι τῇ ψυχῇ πρὸς τὸ σῶμα κατά τε | |
τὰ πάθη καὶ τὰ νοσήματα καὶ τὴν ὑγίειαν. | ||
5.2.21 | τί ποτ’ οὖν, ὦ βέλτιστοι, φαίημεν ἂν ἡμεῖς πρὸς αὐτούς, εἰκάζετε τοῖς κατὰ τὸ σῶμα πάθεσί τε καὶ νοσήμασι τὰ τῆς ψυχῆς πάθη; τί δὲ | |
5.2.22 | Χρύσιππος ἐν τῷ περὶ παθῶν ἠθικῷ γράφει ταυτί; “οὔτε γὰρ περὶ τὸ νοσοῦν σῶμά ἐστί τις τέχνη ἣν προσαγορεύο‐ μεν ἰατρικήν, οὐχὶ δὲ καὶ περὶ τὴν νοσοῦσαν ψυχήν ἐστί τις τέχνη οὔτ’ ἐν τῇ κατὰ μέρος θεωρίᾳ τε καὶ θεραπείᾳ | |
5 | δεῖ λείπεσθαι ταύτην ἐκείνης. | |
5.2.23 | διὸ καὶ καθάπερ τῷ περὶ τὰ σώματα ἰατρῷ καθήκει τῶν τε συμβαινόντων αὐτοῖς πα‐ θῶν ἐντὸς εἶναι, ὡς εἰώθασι τοῦτο λέγειν, καὶ τῆς ἑκάστῳ οἰκείας θεραπείας, οὕτω καὶ τῷ τῆς ψυχῆς ἰατρῷ ἐπιβάλλει | |
5.2.24 | ἀμφοτέρων τούτων ἐντὸς εἶναι ὡς ἔνι ἄριστα. καὶ ὅτι οὕ‐ τως ἔχει μάθοι ἄν τις τῆς πρὸς ταῦτ’ ἀναλογίας παρατε‐ θείσης ἀπ’ ἀρχῆς. ἡ γὰρ πρὸς ταῦτα ἀντιπαρατείνουσα οἰκειότης παραστήσει, ὡς οἴομαι, καὶ τὴν τῶν θεραπειῶν | |
5 | ὁμοιότητα καὶ ἔτι τὴν ἀμφοτέρων τῶν ἰατρειῶν πρὸς ἀλλή‐ | |
λας ἀναλογίαν.” | ||
5.2.25 | ὅτι μὲν οὖν ἀναλογίαν τινὰ βούλονται εἶναι τῶν ἐν τῇ ψυχῇ τοῖς κατὰ τὸ σῶμα, δῆλον οἶμαι γεγο‐ νέναι καὶ οὐ μόνον γε διὰ τῆς προγεγραμμένης ῥήσεως ἀλλὰ καὶ δι’ ὧν ἐφεξῆς γράφει τόνδε τὸν τρόπον ἐχόντων· | |
5.2.26 | “καθάπερ γὰρ καὶ ἐπὶ τοῦ σώματος θεωρεῖται ἰσχύς τε καὶ ἀσθένεια, εὐτονία καὶ ἀτονία [καὶ τόνος], πρὸς δὲ τούτοις ὑγίειά τε καὶ νόσος, καὶ εὐεξία τε καὶ καχεξία”, καὶ τἆλλα ὅσα τούτοις ἑξῆς καταλέγει πάθη τε καὶ ἀρρωστήματα καὶ νοσή‐ | |
5 | ματα, “κατὰ τὸν αὐτόν” φησι “τρόπον ἀνάλογόν τινα πᾶσι | |
τούτοις καὶ ἐν ψυχῇ λογικῇ συνίσταταί τε καὶ ὀνομάζεται.” | ||
5.2.27 | εἶθ’ ἑξῆς ἐπιφέρων φησίν, “ὡς οἴομαι, ἀπὸ τῆς τοιαύτης ἀνα‐ λογίας τε καὶ ὁμοιότητος καὶ τῆς ἐν αὐτοῖς συνωνυμίας γεγενημένης· καὶ γὰρ καὶ κατὰ ψυχήν τινας λέγομεν ἰσχύειν καὶ ἀσθενεῖν καὶ εὐτόνους καὶ ἀτόνους εἶναι καὶ ἔτι νοσεῖν | |
5 | καὶ ὑγιαίνειν, οὕτω πως καὶ τοῦ πάθους καὶ τοῦ κατ’ αὐ‐ | |
τὴν ἀρρωστήματος λεγομένου καὶ τῶν τούτοις παραπλησίων.” | ||
5.2.28 | ἐναργὼς γὰρ ἐν τούτοις ὁ Χρύσιππος ἀναλογίαν τινὰ βού‐ λεται σώζεσθαι τῶν ἐν τῇ ψυχῇ τοῖς κατὰ τὸ σῶμα καὶ πα‐ θῶν πρὸς πάθη καὶ ἀρρωστημάτων πρὸς ἀρρωστήματα καὶ νοσημάτων πρὸς νοσήματα καὶ ὑγιείας πρὸς ὑγίειαν καὶ εὐε‐ | |
5 | ξίας πρὸς εὐεξίαν καὶ ἰσχύος πρὸς ἰσχὺν καὶ ἀσθενείας πρὸς ἀσθένειαν καὶ ἁπλῶς εἰπεῖν ἁπάντων τῶν συνωνύμως λεγο‐ μένων πρὸς ἅπαντα· καὶ γὰρ τοὔνομα καὶ τὸν λόγον αὐτῶν εἶναι τὸν αὐτὸν εἴ γε δὴ συνώνυμά φησιν ὑπάρ‐ | |
5.2.29 | χειν αὐτά. ὥστε ὅπως ἄν τις ὁρίζηται καθόλου τὴν ἐν τῷ σώματι νόσον, ἀναγκαῖον εἶναι τούτῳ καὶ τὴν ἐν ψυχῇ κατὰ | |
τὸν αὐτὸν τρόπον ὁρίζεσθαι. ὅτι μὲν οὖν πρόκειται τῷ | ||
5 | Χρυσίππῳ 〈τὴν〉 ἀναλογίαν ἅπασαν ἐξηγεῖσθαί τε καὶ φυλάττειν, | |
5.2.30 | ἐκ τούτων δῆλον. εἰ δὲ ἐπιχειρήσας αὐτὸ ποιεῖν οὐ τυγχάνει τοῦ προτεθέντος, οὐκ ἀποστατέον ἐστὶ τῆς ὁμοιότητος ἀλλὰ τῇ διδασκαλίᾳ μεμπτέον ὡς οὐκ ἀληθεῖ. τοῦτο δ’ οὐδὲν ἧττον αὐτῇ καὶ κατὰ τὸν ἐφεξῆς ὑπάρχει λόγον ἅπαντα τὸν | |
5.2.31 | ἐν τῷ περὶ παθῶν ἠθικῷ. γράφει γοῦν ὧδε· “διὸ καὶ κατὰ τρόπον προῆκται Ζήνωνι λόγος. ἡ δὲ τῆς ψυχῆς νόσος | |
ὁμοιοτάτη ἐστὶ τῇ τοῦ σώματος ἀκαταστασίᾳ. λέγεται δὲ | ||
5 | εἶναι σώματος νόσος ἡ ἀσυμμετρία τῶν ἐν αὐτῷ, θερμοῦ | |
5.2.32 | καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ.” καὶ μετ’ ὀλίγα, “ἡ δ’ ἐν τῷ σώματι ὑγίεια εὐκρασία τις καὶ συμμετρία τῶν διειρημένων·” καὶ πάλιν ἐφεξῆς, “οἶμαι γὰρ εἶναι εὐεξίαν σώματος τὴν ἀρί‐ | |
στην τῶν ῥηθέντων εὐκρασίαν·” καὶ πάλιν ἐφεξῆς, | ||
5.2.33 | “λέγεται δὲ καὶ ταῦτα οὐκ ἄπο τρόπου ἐπὶ τοῦ σώματος, διότι ἡ ἐν θερμοῖς καὶ ψυχροῖς καὶ ὑγροῖς καὶ ξηροῖς γενομένη συμμε‐ τρία ἢ ἀσυμμετρία ἐστὶν ὑγίεια ἢ νόσος, ἡ δ’ ἐν νεύροις | |
5 | συμμετρία ἢ ἀσυμμετρία ἰσχὺς ἢ ἀσθένεια καὶ εὐτονία ἢ ἀτονία, ἡ δ’ ἐν τοῖς μέλεσι συμμετρία ἢ ἀσυμμετρία κάλλος | |
5.2.34 | ἢ αἶσχος.” ἀλλὰ ταῦτα μέν, ὦ γενναιότατε Χρύσιππε, καλῶς ἅπαντα διῆλθες, ἀπόδος δ’ ἡμῖν, ὡς ἐπηγγείλω, τὴν ἀνα‐ λογίαν τῶν ἐν τῇ ψυχῇ συνωνύμως αὐτοῖς ὠνομασμένων | |
ἀρξάμενος ἀπὸ τῆς ὑγιείας τε καὶ τῆς νόσου. | ||
5.2.35 | ὥσπερ γὰρ ὑγίεια σώματός ἐστιν ἡ συμμετρία τῶν ἁπλουστάτων αὐτοῦ μορίων, ἃ δὴ καὶ στοιχεῖα προσαγορεύομεν, τοῦ θερμοῦ λέγω καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, κατὰ τὸν αὐτὸν τρό‐ | |
5 | πον εἴη ἂν οἶμαι καὶ ἡ τῆς ψυχῆς ὑγίεια συμμετρία τις τῶν ἁπλῶν αὐτῆς μορίων· ἅτινά ποτ’ ἐστὶ καὶ ὁπόσα καὶ ὅπως ἔχοντα πρὸς ἄλληλα, διελθεῖν ἀναγκαῖον ἔσται σοι | |
μέλλοντί γε μηδὲν παραλείψειν ὧν ἐπηγγείλω. | ||
5.2.36 | καὶ δὴ καὶ ἡ νόσος ἡ τῆς ψυχῆς ὡσαύτως ἀσυμμετρία τις ἔσται καὶ στάσις πρὸς ἄλληλα τῶν αὐτῶν τούτων μορίων, ὧν ἡ συμμε‐ | |
5.2.37 | τρία τῆς ψυχῆς ἦν ὑγίεια. τὰ δὲ μόρια ταῦτα κατὰ τὸν Πλάτωνα τὸ θυμοειδές ἐστι καὶ τὸ λογιστικὸν ἔτι τε πρὸς τούτοις τρίτον τὸ ἐπιθυμητικόν· ὥστε σώζεσθαι τήν τε τῆς ὑγιείας καὶ τὴν τῆς νόσου κατὰ πᾶν ὁμοιότητα τῆς ψυχῆς | |
5.2.38 | πρὸς τὸ σῶμα. συμφωνοῦντα μὲν γὰρ ἀλλήλοις τὰ τρία καὶ κατὰ μηδὲν στασιάζοντα τὴν ὑγίειαν τῆς ψυχῆς ἀπεργάζε‐ | |
ται, διαφωνήσαντα δὲ καὶ στασιάσαντα τὴν νόσον. | ||
5.2.39 | ἔστι γὰρ ἡ νόσος ἀνωτέρω καὶ καθόλου μᾶλλον ἢ ὡς μικρὸν ἔμπρο‐ σθεν εἴρηται. περιλάβωμεν οὖν αὐτῆς τὴν ἔννοιαν· ἡ τοῦ φύσει συγγενοῦς ἔκ τινος 〈διαφορᾶσ〉 διαφ〈θ〉ορά· οὕτως γὰρ ἐν | |
5.2.40 | Σοφιστῇ Πλάτων ὡρίσατο. ὅτι δ’ ἀνωτάτω τ’ ἐστὶν ἡ ἀπό‐ δειξις ἥδε καὶ πάσας τὰς κατὰ μέρος νόσους ἀκριβῶς ἐπι‐ λαμβάνει, τάς τε τῆς ψυχῆς ἡμῶν καὶ τὰς τοῦ σώματος καὶ τὰς ἐν τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς, ἤδη δὲ κἀν ταῖς | |
5 | πόλεσιν ὅλαις, οὐ χαλεπὸν καταμαθεῖν. | |
5.2.41 | οὕτω γὰρ οἶμαι καὶ τὰς στασιαζούσας πόλεις ἐμφυλίῳ πολέμῳ νοσεῖν ἐν ἑαυ‐ ταῖς λέγομεν, ὡς ἂν εἰς μάχην ἀφιγμένων τῶν ἐν αὐταῖς | |
5.2.42 | φύσει συγγενῶν. αὕτη μὲν ἡ γενικωτάτη νόσου πάσης ἔννοια. τῶν δ’ ἁπλουστάτων μορίων ἡ πρὸς ἄλληλα στάσις ἧττον ταύτης ἐστὶ γενική, καὶ ταύτης ἔθ’ ἧττον ἐπειδὰν θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἀμετρία τις εἶναι λέγηται. | |
5 | σώματος γὰρ αὕτη γε μόνου καὶ οὐδενὸς τῶν ἄλλων ἐστὶ νόσος, ὥσπερ γε καὶ ἡ τοῦ λογιστικοῦ στάσις οὐδενὸς τῶν | |
ἄλλων ἐστὶ πλὴν ψυχῆς νόσος. | ||
5.2.43 | ὁ δὲ Χρύσιππος ἁμαρτάνει διττὰ κατὰ τὴν ἐν τούτοις διδασκαλίαν· πρῶτον μὲν ὅτι διαφέρεται πρὸς αὑτὸν ἐν μὲν τῷ περὶ παθῶν ἠθικῷ συνω‐ νύμως ὠνομάσθαι λέγων τὴν ἐν τῇ ψυχῇ νόσον τῇ κατὰ τὸ | |
5 | σῶμα, διὰ δὲ τοῦ πρώτου τῶν λογικῶν εἰκάζων αὐτὴν εὐλύτῳ καὶ εὐδιαφθάρτῳ ὑγιείᾳ· ἔπειθ’ ὅτι μηδ’ ὅπερ [ἀλη‐ θῶς] ὑπέσχετο κατὰ τὸ θεραπευτικὸν καὶ ἠθικὸν ἐπιγραφό‐ | |
5.2.44 | μενον βιβλίον ἠδυνήθη δεῖξαι. τί δ’ ἐστὶ τοῦτο; τῶν μερῶν τῆς ψυχῆς ἡ πρὸς ἄλληλα συμμετρία 〈τε καὶ ἀσυμμετρία〉 καθ’ | |
ἣν ὑγιαίνειν τε λέγεται καὶ νοσεῖν. | ||
5.2.45 | πάντα γὰρ αὐτῆς τά τε πάθη καὶ τὰ νοσήματα καθ’ ἓν ὑποθέμενος γίγνεσθαι τὸ λογιστικὸν εἰκότως ἀπορεῖ δεικνύναι τίνων μέν ἐστι μορίων ἡ τῆς ψυχῆς ὑγίεια συμμετρία. | |
5.2.46 | κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν συμμετρίᾳ μερῶν ὑποθέμενος γίγνεσθαι τὸ κάλλος, ἐν ἀμετρίᾳ δέ τινι τὸ αἶσχος, εἰκότως ἀπορεῖ δεικνύναι ποίων μὲν τῆς ψυχῆς μερῶν ἡ συμμετρία | |
5.2.47 | κάλλος ἐστί, ποίων δὲ ἀμετρία αἶσχος. καίτοι γράφει γ’ | |
ἐφεξῆς ὧν ὀλίγον ἔμπροσθεν αὐτοῦ παρεθέμην ῥήσεων ὡδί· “διὸ καὶ καλὴ ἢ αἰσχρὰ ψυχὴ ἀνάλογον ῥηθήσεται κατὰ συμμετρίαν ἢ ἀμετρίαν τοιῶνδέ τινων μερῶν.” | ||
5.2.48 | ὅτι μὲν οὖν κατὰ συμμετρίαν τέ τινα καὶ ἀσυμμετρίαν τοιῶνδέ τινων μερῶν τῆς ψυχῆς ἢ καλὴν ἢ αἰσχρὰν αὐτὴν εἶναι λεκτέον ἐστὶ καὶ ὑγιαίνουσαν καὶ νοσοῦσαν, ὀρθῶς εἴρηται τῷ Χρυσίππῳ· τίνα δ’ ἐστὶ ταῦτα τὰ τῆς ψυχῆς | |
5 | μόρια μὴ δυνάμενος εἰπεῖν, ὡς ἂν ἐν ἑνὶ μόνῳ τῷ λογιστικῷ καὶ τὴν ὑγίειαν αὐτῆς καὶ τὴν νόσον καὶ τὸ κάλλος καὶ τὸ αἶσχος τιθέμενος, ἀναγκάζεται περιπλέκειν τε τὸν λόγον καὶ | |
τῶν ἐνεργειῶν αὐτῆς ὡς μερῶν μνημονεύειν. | ||
5.2.49 | ἐφεξῆς γοῦν οἷς παρεθέμην ὡδὶ γράφει· “ἔστι δὲ τῆς ψυχῆς μέρη δι’ ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκε καὶ ἡ ἐν αὐτῷ διάθεσις. καὶ ἔστι καλὴ ἢ αἰσχρὰ ψυχὴ κατὰ τὸ ἡγεμονικὸν μόριον | |
5.2.50 | ἔχον 〈οὕτωσ〉 ἢ οὕτως κατὰ τοὺς οἰκείους μερισμούς.” ποίους οἰκείους μερισμούς, ὦ Χρύσιππε, προσγράψας ἐφεξῆς ἀπαλλά‐ | |
ξεις ἡμᾶς πραγμάτων. | ||
5.2.51 | ἀλλ’ οὔτ’ ἐνταῦθα προσέγραψας οὔτ’ ἐν ἄλλῳ τινὶ τῶν σεαυτοῦ βιβλίων, ἀλλ’ ὥσπερ οὐκ ἐν τούτῳ τὸ πᾶν κῦρος ὑπάρχον τῆς περὶ τῶν παθῶν πραγματείας, ἀποχωρεῖς τε παραχρῆμα τῆς διδασκαλίας αὐτοῦ καὶ μηκύνεις | |
5 | τὸν λόγον ἐν τοῖς οὐ προσήκουσι, δέον ἐπιμεῖναι καὶ δεῖξαι | |
5.2.52 | τίνα ποτέ ἐστι τὰ μόρια τοῦ λογιστικοῦ τῆς ψυχῆς. ἐπειδὴ τοίνυν σὺ παρέδραμες εἴθ’ ἑκὼν εἴτ’ ἄκων τὸν λόγον, οὐ γὰρ ἔχω συμβαλεῖν, ἐγὼ πειράσομαι τοῖς σοῖς δόγμασιν ἑπόμενος ἐξευρεῖν τέ σου τὸ βούλημα καὶ διασκέψασθαι περὶ | |
5 | τῆς ἀληθείας αὐτοῦ τὴν ἀρχὴν ἀπὸ τῆς προγεγραμμένης ῥή‐ | |
σεως ποιησάμενος ἐχούσης ὧδε· | ||
5.3.1 | “ἔστι δέ γε τῆς ψυχῆς μέρη δι’ ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκεν”· ἀναμιμνήσκων ἴσως ἡμᾶς τῶν ἐν τοῖς περὶ τοῦ λόγου γεγραμμένων ὧν σὺ διῆλθες, ὡς ἔστιν ἐννοιῶν τέ τινων καὶ προλήψεων ἄθροισμα. | |
5.3.2 | ἀλλ’ εἴπερ ἑκάστην τῶν ἐννοιῶν καὶ προλήψεων εἶναι μόριον νομίζεις τῆς ψυχῆς, ἁμαρτάνεις διττά. πρῶτον μὲν γὰρ οὐ ψυχῆς ἐχρῆν ἀλλὰ λόγου ταῦτ’ εἶναι μόρια φάσκειν, ὥσπερ οὖν καὶ γράφεις ἐν τῇ περὶ λόγου πραγματείᾳ· οὐ γὰρ δήπου | |
5 | ταὐτόν ἐστι ψυχὴ καὶ λόγος. | |
5.3.3 | ἄλλως τε καὶ διὰ τῆς προγε‐ γραμμένης ῥήσεως ἐνεδείξω τῶν ἐν τῇ ψυχῇ συνισταμένων ὡς ἕν τι καὶ ὁ λόγος ἐστίν· οὐ ταὐτὸν δὲ ψυχή ἐστι καὶ τὸ | |
5.3.4 | ἐν αὐτῇ συνιστάμενον. ἔπειτα δ’ εἰ καὶ τοῦτό τις ἐάσειεν ἀνέλεγκτον, ἀλλά τοι τάς γ’ ἐννοίας καὶ προλήψεις οὐ μόρια | |
5.3.5 | τῆς ψυχῆς εἶναι λεκτέον ἀλλ’ ἐνεργείας τινάς. οὐδὲν δ’ ἐκ τῶν οἰκείων ἐνεργειῶν σύγκειται, οὔτε οὖν ὁ ὀφθαλμὸς οὔτε | |
τὸ οὖς οὔτε χεὶρ οὔτε σκέλος οὔτ’ ἄλλο τῶν πάντων οὐδέν· ἀλλ’ εἰσὶν ἐνέργειαι μὲν ὀφθαλμοῦ αἱ τῶν χρωμάτων ἑκάστου | ||
5 | διαγνώσεις, λευκοῦ καὶ μέλανος καὶ ξανθοῦ καὶ φαιοῦ καὶ τῶν ἄλλων ἁπάντων, ὥσπερ γε καὶ ὠτὸς αὖ αἱ τῶν φωνῶν, ὀξείας καὶ βαρείας καὶ μεγάλης καὶ μικρᾶς καὶ λείας καὶ τραχείας, οὐ μὴν τά γε μόρια ταῦτ’ ἐστὶν οὔτ’ ὠτὸς οὔτ’ | |
5.3.6 | ὀφθαλμοῦ. ἀλλ’ οἶσθα δήπου καὶ σὺ σαφῶς ὡς κερατοει‐ δής τέ τίς ἐστι χιτὼν καὶ ῥαγοειδὴς ἕτερος καὶ ἔτι κρυσταλ‐ λοειδές τε καὶ ὑαλοειδὲς ὑγρὸν ἕτερά τε τοιαῦτα μόρια τῶν ὀφθαλμῶν ὥσπερ γε καὶ ὠτὸς ὀστᾶ καὶ χόνδροι καὶ νεῦρα | |
5 | καὶ ὑμένες ὅσα τε ἄλλα τοιαῦτα. | |
5.3.7 | μὴ τοίνυν μηδὲ ἐπὶ τῆς ψυχῆς σύγχει τὰ μόρια ταῖς ἐνεργείαις. αἱ μὲν γὰρ ἔννοιαι καὶ αἱ προλήψεις ἐνέργειαι, 〈μόρια δὲ〉 τῆς ψυχῆς, ὡς αὐτὸς σὺ δι’ ἑτέρων ἐκδιδάσκεις, τό τε ἀκουστικὸν πνεῦμα καὶ τὸ | |
5 | ὀπτικὸν ἔτι τε πρὸς τούτοις φωνητικόν τε καὶ γεννητικὸν καὶ πρὸ πάντων αὐτῶν τὸ ἡγεμονικόν, ἐν ᾧ καὶ τὸν λόγον ἔφης συνίστασθαι, καθ’ ὃ δὴ καὶ μάλιστα μόριον [δὴ] τῆς ψυχῆς αἶσχος | |
καὶ κάλλος ἐγγίνεσθαι λέγεις αὐτῇ. | ||
5.3.8 | τοῦτ’ οὖν τὸ πνεῦμα δύο μὲν κέκτηται μόριά τε καὶ στοιχεῖα καὶ καταστάσεις, δι’ ὅλων ἀλλήλοις κεκραμένα, τὸ ψυχρὸν καὶ θερμόν, εἴπερ δ’ ἑτέροις ὀνόμασι καὶ ἀπὸ τῶν οὐσιῶν ἐθέλοι τις αὐτὰ | |
5 | προσαγορεύειν, ἀέρα τε καὶ πῦρ· οὐ μὴν ἀλλὰ καὶ ἰκμάδα | |
5.3.9 | τινὰ προσείληφεν ἀπὸ τῶν σωμάτων ἐν οἷς διαιτᾶται. ἀλλὰ θαυμάζοιμ’ ἂν εἰ τὴν τούτων συμμετρίαν ὑγίειαν ἢ κάλλος εἶναι βουλήσῃ τοῦ ἡγεμονικοῦ. τοῦ μὲν γὰρ σώματος αὐτοῦ τὴν ὑγίειαν ἐν τούτοις τίθεσθαι προσῆκεν, ὡς ἡγεμονικοῦ | |
5 | δὲ ψυχῆς οὐκέτ’ ἐν τούτοις οὐδὲ κατ’ αὐτὸν σέ. | |
5.3.10 | διέφθαρται τοίνυν ἡμῖν ὅλον τὸ παράδειγμα καὶ ἡ τῆς συνωνυμίας ἐπαγγελία παντάπασιν οἴχεται μὴ δυνηθεῖσιν ἐπιδεῖξαι τὸν αὐτὸν τρόπον ἐν τῷ τῆς ψυχῆς ἡγεμονικῷ νόσον ἢ ὑγίειαν | |
5 | ἢ κάλλος ἢ αἶσχος συνιστάμενα καθάπερ ἐν ὅλῳ τῷ σώματι. | |
5.3.11 | καίτοι τοῦτό γ’ ὑπέσχου πρότερον ὀρθῶς γινώσκων καὶ φυ‐ λάττων τὴν ἔννοιαν ἁπάντων τῶν εἰρημένων, οὐ μὴν ἀκο‐ λουθῆσαί γε μέχρι παντὸς ἠδυνήθης οὐδ’ ἐξηγήσω τὴν ἀνα‐ λογίαν τε καὶ ὁμοιότητα τῶν κατὰ τὴν ψυχὴν ἐγγιγνομένων | |
5 | τοῖς κατὰ τὸ σῶμα. | |
5.3.12 | αὖθις οὖν ἀναλήψομαι τὸν λόγον ἵνα δή τι πέρας ἱκανὸν νῦν ἀπολάβῃ. τῆς νόσου τὴν ἔννοιαν ἐν μὲν τῷ πρώτῳ περὶ παθῶν συνέχεεν ὁ Χρύσιππος ἀνά‐ λογον ἔχειν φάμενος τὴν ἐν τῇ ψυχῇ νόσον τῇ τοῦ σώματος | |
5 | καταστάσει, καθ’ ἣν εὐεμπτώτως εἰς πυρετοὺς ἢ διαρροίας | |
5.3.13 | ἤ τι τοιοῦτον ἔχει· κατὰ μέντοι τὸ θεραπευτικὸν ἐφυλάξατο μὲν τὴν ἔννοιαν τῆς νόσου τῆς πρὸς ἑαυτὸν οὐδὲν φροντίσας ἐναντιολογίας, ἐξηγήσασθαι δ’ ὡς ὑπέσχετο τὴν ἐν τῇ ψυχῇ νόσον ἅμα τοῖς ἄλλοις οἷς ἀνάλογον ὑπάρχειν αὐτῇ φησι | |
5 | πρὸς τὸ σῶμα παντάπασιν ἠδυνάτησε, μετὰ τοῦ καὶ συγχεῖν | |
εἰς ταὐτὸν τήν θ’ ὑγίειαν τῆς ψυχῆς καὶ τὸ κάλλος. | ||
5.3.14 | ἐπὶ μὲν γὰρ τοῦ σώματος ἀκριβῶς αὐτὰ διωρίσατο τὴν μὲν ὑγίειαν ἐν τῇ τῶν στοιχείων συμμετρίᾳ θέμενος, τὸ δὲ κάλλος ἐν τῇ | |
5.3.15 | τῶν μορίων. ἐδήλωσε γὰρ σαφῶς τοῦτο διὰ τῆς προγεγραμ‐ μένης ὀλίγον ἔμπροσθεν ῥήσεως ἐν ᾗ τὴν μὲν ὑγίειαν τοῦ σώματος ἐν θερμοῖς καὶ ψυχροῖς καὶ ξηροῖς καὶ ὑγροῖς συμμετρίαν εἶναί φησιν, ἅπερ δὴ στοιχεῖα δηλονότι τῶν | |
5 | σωμάτων ἐστί, τὸ δὲ κάλλος οὐκ ἐν τῇ τῶν στοιχείων ἀλλ’ ἐν τῇ τῶν μορίων συμμετρίᾳ συνίστασθαι νομίζει, δακτύλου πρὸς δάκτυλον δηλονότι καὶ συμπάντων αὐτῶν πρός τε μετακάρπιον καὶ καρπὸν καὶ τούτων πρὸς πῆχυν καὶ πήχεως | |
10 | πρὸς βραχίονα καὶ πάντων πρὸς πάντα, καθάπερ ἐν τῷ | |
5.3.16 | Πολυκλείτου κανόνι γέγραπται. πάσας γὰρ ἐκδιδάξας ἡμᾶς ἐν ἐκείνῳ τῷ συγγράμματι τὰς συμμετρίας τοῦ σώματος ὁ Πολύκλειτος ἔργῳ τὸν λόγον ἐβεβαίωσε δημιουργήσας ἀν‐ δριάντα κατὰ τὰ τοῦ λόγου προστάγματα καὶ καλέσας δὴ καὶ | |
5 | αὐτὸν τὸν ἀνδριάντα, καθάπερ καὶ τὸ σύγγραμμα, κανόνα. | |
5.3.17 | τὸ μὲν δὴ κάλλος τοῦ σώματος ἐν τῇ τῶν μορίων συμμετρίᾳ κατὰ πάντας ἰατροὺς καὶ φιλοσόφους ἐστίν, ἡ δ’ ὑγίεια τῶν στοιχείων αὖ πάλιν, ἅττα ποτ’ ἂν ᾖ, πρὸς ἄλληλά ἐστι | |
5.3.18 | συμμετρία. εἴτε γὰρ ἐξ ὄγκων καὶ πόρων ὡς Ἀσκληπιάδης ὑπέθετο τὰ τῶν ζῴων σύγκειται σώματα, συμμετρία τούτων ἐστὶν ἡ ὑγίεια· εἴτ’ ἐξ ἀτόμων ὡς Ἐπίκουρος εἴτ’ ἐξ ὁμοιομερῶν ὡς Ἀναξαγόρας εἴτ’ ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ | |
5 | ξηροῦ καὶ ὑγροῦ καθάπερ ὅ τε Χρύσιππος δοξάζει καὶ πάν‐ τες οἱ Στωϊκοὶ καὶ πρὸ αὐτῶν Ἀριστοτέλης καὶ Θεόφραστος καὶ πρὸ τούτων ἔτι Πλάτων καὶ Ἱπποκράτης, ἡ τῶν στοι‐ | |
χείων κατὰ πάντας συμμετρία τὴν ὑγίειαν ἐργάζεται. | ||
5.3.19 | εἰ τοί‐ νυν ἐθέλοι τις ἅπασαν τὴν ἀναλογίαν τῶν κατὰ τὸ σῶμα τοῖς κατὰ τὴν ψυχὴν διασώζειν, ὡς ὑπέσχετο Χρύσιππος, ἐπιδεῖξαι χρὴ τοῦτον ἔκ τινων ἁπλῶν ὡσανεὶ στοιχείων συγ‐ | |
5 | κειμένην τὴν ὅλην ψυχὴν ἵνα ἐν τῇ τούτων πρὸς ἄλληλα συμμετρίᾳ τὴν ὑγίειαν καὶ τὴν νόσον αὐτῆς εὕρῃ γιγνομένην, | |
5.3.20 | ὅπερ ὁ Πλάτων ἐποίησε. Χρύσιππος δ’ οὔτε ταύτην ἠδυνήθη τὴν ὁμοιότητα διδάξαι καίτοι ὑποσχόμενος οὔτε τὴν τοῦ κάλλους | |
τῆς ψυχῆς, ἀλλὰ εἰς ταὐτὸν συνέχεεν ὑγιείᾳ τὸ κάλλος. | ||
5.3.21 | κατὰ γὰρ τοὺς οἰκείους τοῦ λόγου μερισμοὺς καλὴν ἢ αἰσχρὰν ἔφησε γίγνεσθαι ψυχήν, ὑγιαίνουσα δ’ ἢ νοσοῦσα πῶς ἂν γένοιτο παρέλιπεν εἰς ταὐτόν, οἶμαι, συγχέων ἄμφω καὶ μὴ δυνάμενος ἀκριβῶς τε καὶ ὡρισμένως ὑπὲρ αὐτῶν ἀποφή‐ | |
5 | νασθαι, καθάπερ ὁ Πλάτων ἐποίησεν ἐν ἄλλοις τέ τισι καὶ τῷ Σοφιστῇ, τὴν μὲν τῶν μερῶν τῆς ψυχῆς πρὸς ἄλληλα στάσιν ἀποφηνάμενος εἶναι νόσον ψυχῆς, τὰς δὲ παραφόρους τε καὶ ἀμέτρους κινήσεις αὐτῆς, τουτέστι τὰς ἐνεργείας τὰς καθ’ ὁρμήν, αἶσχος, ὥσπερ γε τὴν μὲν συμφωνίαν τε καὶ | |
10 | συμμετρίαν πρὸς ἄλληλα τῶν μορίων αὐτῆς ὑγίειαν, τὴν δὲ | |
συμμετρίαν τῶν κινήσεων [τὸ] κάλλος. | ||
5.3.22 | ὥσπερ γὰρ τὸ σῶμα τὸ καλὸν ἐν τῇ συμμετρίᾳ τῶν μορίων τὴν γένεσιν ἴσχει, κατὰ τὸν αὐτὸν τρόπον ἐνέργεια καλὴ διὰ τὴν τῶν κατὰ μέρος | |
5.3.23 | κινήσεων γίγνεται συμμετρίαν. οὕτω γοῦν καὶ ὀρχεῖσθαι καὶ παγκρατιάζειν καὶ παλαίειν καὶ βαδίζειν εὐσχημόνως καὶ καλῶς λέγονταί τινες, ἕτεροι δ’ ἀσχημόνως τε καὶ αἰσχρῶς. ἐν μὲν 〈γὰρ〉 τῇ συμμετρίᾳ τῶν κατὰ μέρος κινήσεων τὸ | |
5 | κάλλος τῶν ἐνεργειῶν ἐστι γνώριμον, κατὰ δὲ τὰς ἀμετρίας | |
τὸ αἶσχος. | ||
5.3.24 | ἔχουσι δὲ καὶ αἱ τοῦ Πλάτωνος ῥήσεις ἐκ τοῦ Σοφιστοῦ τόνδε τὸν τρόπον· ”—δύο μὲν εἴδη κακίας περὶ ψυχῆς ῥητέον. —ποῖα; —τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δ’ οἷον αἶσχος ἐγγιγνόμενον. —οὐκ | |
5 | ἔμαθον. —νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμι‐ κας; —οὐδ’ αὖ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρίνασθαι. | |
5.3.25 | —πότερον ἄλλο τι στάσιν ἡγούμενος ἢ τὴν τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφορᾶς διαφ〈θ〉οράν; —οὐδέν. —ἀλλ’ αἶσχος ἄλλο τι πλὴν τὸ τῆς ἀμετρίας πανταχοῦ δυσει‐ | |
δὲς ὂν γένος; —οὐδαμῶς ἄλλο.” | ||
5.3.26 | οὕτως μὲν ἐν τῷ κα‐ θόλου περὶ νόσου τε καὶ αἴσχους ὁποῖόν τι τὴν φύσιν ἑκά‐ τερον αὐτῶν ἐστιν ἐδίδαξεν ἡμᾶς ὁ Πλάτων. καὶ ὅπως ἐγγί‐ γνονται ταῖς ψυχαῖς ἐφεξῆς διδάσκων, περὶ μὲν τῆς νόσου | |
5.3.27 | ταῦτα γράφει· ”—τί δέ; ἐν ψυχῇ δόξας ἐπιθυμίαις καὶ θυμὸν ἡδοναῖς καὶ λόγον λύπαις καὶ πάντα ἀλλήλοις ταῦτα τῶν φλαύρως ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα; —καὶ σφόδρα γε. —ξυγγενῆ γε μὴν ἐξ ἀνάγκης ξύμπαντα | |
5 | γέγονε. —πῶς γὰρ οὔ; —στάσιν ἄρα καὶ νόσον | |
τῆς ψυχῆς πονηρίαν λέγοντες ὀρθῶς ἐροῦμεν.” | ||
5.3.28 | εἶτ’ ἐφεξῆς ὅπως αἶσχος ἐγγίνεται ψυχαῖς διεξιών φησι· ”—τί δ’; ὅσα κινήσεως μετέχοντα καὶ σκοπόν τινα θέμενα πειρώμενα τούτου τυγχάνειν καθ’ ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ | |
5 | γίγνεται καὶ ἀποτυγχάνει, πότερον αὐτὰ φήσομεν ὑπὸ συμ‐ μετρίας τῆς πρὸς ἄλληλα ἢ τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν; —δῆλον ὡς ὑπὸ ἀμετρίας. —ἀλλὰ μὴν ψυχήν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν ἀγνοοῦσαν. | |
—σφόδρα γε. | ||
5.3.29 | —τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπ’ ἀλήθειαν ὁρμωμένης ψυχῆς παραφόρου συνέσεως γιγνομένης οὐδὲν ἄλλο ἢ παραφροσύνη. —πάνυ μὲν οὖν. | |
5.3.30 | —ψυχὴν ἄρ’ ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον.” οὕτω μὲν ἐν τῷ Σοφιστῇ Πλάτων ἀπεφήνατο καὶ καθόλου καὶ κατὰ μέρος ὑπὲρ ὑγιείας τε καὶ κάλλους, αἴσχους τε καὶ νόσου, καθόλου μὲν ὑπογράψας τὴν ἔννοιαν αὐτῶν, κατὰ μέρος δὲ | |
5 | ὅπως ἐγγίγνεται ταῖς ψυχαῖς διδάξας. | |
5.3.31 | τὰς δ’ ἄλλας αὐτοῦ ῥήσεις οὐκ ὀλίγας οὔσας ἐν πολλοῖς τῶν συγγραμμάτων ἐν οἷς ὑπὲρ ὑγιείας τε καὶ κάλλους αἴσχους τε καὶ νόσου διῆλ‐ θεν οὔ μοι δοκεῖ νῦν εἶναι παρατίθεσθαι καιρός· ἀλλ’ | |
5 | ἐπειδὰν ὑπὲρ ὑγιείας τε καὶ νόσων ὁ λόγος ἡμῖν περαίνηται δεικνύουσιν ὡσαύτως Ἱπποκράτει τὸν Πλάτωνα γιγνώσκειν ὑπὲρ αὐτῶν, ἐπὶ πλέον ἐν ἐκείνοις τῶν τοιούτων μνημονεύσω | |
ῥήσεων. | ||
5.4.1 | Νυνὶ δέ, οὔτε γὰρ ἁπλῶς περὶ κάλλους ἢ ὑγιείας ἢ αἴσχους ἢ νοσημάτων ὁ λόγος οὔτε περὶ μόνων τῶν τοῦ σώματος ἀλλὰ περὶ τῶν παθῶν τῆς ψυχῆς ἐξ ἀρχῆς ἡμῖν προὔκειτο, παραλείψω μὲν τἆλλα, τὸ προκείμενον δ’ αὐτὸ | |
5.4.2 | μόνον ἀναλήψομαι. πρόκειται δὲ δεικνύειν ὡς οὔτε καθ’ ἓν μόριον τῆς ψυχῆς οὔτε κατὰ μίαν αὐτῆς δύναμιν αἵ τε κρίσεις γίγνονται καὶ τὰ πάθη συνίσταται, καθάπερ ὁ Χρύ‐ σιππος ἔφασκεν, ἀλλὰ καὶ δυνάμεις πλείους αὐτῆς εἰσιν ἑτε‐ | |
5 | ρογενεῖς καὶ μόρια πλείω. | |
5.4.3 | τὸ μὲν δὴ τὰς δυνάμεις τῆς ψυχῆς τρεῖς εἶναι τὸν ἀριθμόν, αἷς ἐπιθυμοῦμέν τε καὶ θυμούμεθα καὶ λογιζόμεθα, καὶ Ποσειδώνιος ὁμολογεῖ καὶ Ἀριστοτέλης· τὸ δὲ καὶ τοῖς τόποις αὐτὰς ἀλλήλων κεχωρίσθαι καὶ τὴν | |
5 | ψυχὴν ἡμῶν μὴ μόνον ἔχειν ἐν ἑαυτῇ δυνάμεις πολλάς, ἀλλὰ καὶ σύνθετον ἐκ μορίων ὑπάρχειν ἑτερογενῶν τε καὶ δια‐ φερόντων ταῖς οὐσίαις Ἱπποκράτους ἐστὶ καὶ Πλάτωνος δόγμα. | |
5.4.4 | καί μοι πολλὰ μὲν ἤδη περὶ τῆς ἀληθείας αὐτοῦ διὰ τῶν | |
ἔμπροσθεν εἴρηται, πολλὰ δ’ ἐν τοῖς ἐφεξῆς εἰρήσεται. | ||
5.4.5 | νυνὶ δ’ ἐπὶ τὸν Χρύσιππον αὖθις ἐπάνειμι μήτε τὰς εἰρημένας δυνάμεις ὁμολογοῦντα κατὰ τὴν ψυχὴν ἡμῶν ὑπάρχειν, ἀλλὰ πᾶσαν ἐνέργειάν τε καὶ πάθος ἐν τῷ λογιστικῷ μόνῳ συνί‐ | |
5 | στασθαι φάσκοντα, μήθ’ ὅπως ἰᾶσθαι χρὴ τὰ πάθη γενόμενα | |
μήθ’ ὅπως κωλῦσαι γενέσθαι διδάσκοντα. | ||
5.4.6 | διηνέχθη μὲν οὖν καὶ περὶ τούτου πρὸς ἑαυτόν, ὥσπερ καὶ περὶ παμπόλ‐ λων ἑτέρων, ἐν μὲν τῷ προτέρῳ περὶ ψυχῆς τιθέμενος εἶναι ταύτας δυνάμεις τῆς ψυχῆς ἃς ἐν τῷ πρὸ τούτου γράμματι | |
5 | παραθέμενος αὐτοῦ τὰς ῥήσεις ἐπέδειξα, κατὰ δὲ τὰ περὶ τῶν παθῶν βιβλία κρίσεις τινὰς ὑπάρχειν τὰ πάθη τοῦ λογιστι‐ | |
5.4.7 | κοῦ τῆς ψυχῆς ἀποφηνάμενος. ἀλλ’ ἡμεῖς ἃ μὲν ἀληθῶς εἶπε μαρτύρια τῶν Ἱπποκράτους τε καὶ Πλάτωνος δογμάτων οὐ τὰ τυχόντα νομίζομεν ὑπάρχειν, εἰρημένα γε πρὸς ἀνδρὸς οὐ συνετοῦ μόνον ἀλλὰ καὶ σπεύδοντος ἅπαντι τρόπῳ τὸ | |
5 | παλαιὸν δόγμα διαβαλεῖν. ἡ γὰρ παρὰ τῶν τοιούτων μαρτυ‐ ρία καταναγκαζομένων ὑπὸ τῆς ἀληθείας εἴωθε γίγνεσθαι. | |
5.4.8 | μεταβάντες δὲ πάλιν ἐφ’ ἕτερα τῶν ὑπ’ αὐτοῦ γεγραμμένων εἰς τὸ προκείμενον ἐπιδείξομεν ὅπως καὶ τούτων ἔνια μὲν οἷς αὐτὸς εἶπεν οὐ συμφωνεῖ, ἔνια δ’ αὖ τοῖς ἐναργέσι μάχε‐ | |
5.4.9 | ται, τινὰ δὲ κατ’ ἄμφω πεπλημμέληται. καὶ πρῶτόν γε πάλιν ἀναλαβὼν εἰς ὅπερ ἐτελεύτησεν ὁ προγεγραμμένος μοι λό‐ γος, ὡς ὑγίεια καὶ νόσος αἶσχός τε καὶ κάλλος ψυχῆς ἐν τοῖς μέρεσι γίγνεται αὐτῆς καὶ ὡς τὰ μέρη ταῦτα ἔννοιαί τε καὶ | |
5 | προλήψεις εἰσί, συγχωρήσω μὲν αὐτῷ τήν γε πρώτην· ὅτι μὲν γὰρ ὅλως οὐ χρὴ κατὰ τὰς ἐνεργείας τίθεσθαι νόσον ἢ ὑγίειαν ἀλλ’ αἶσχος ἢ κάλλος μόνον, εἴρηταί μοι πρόσθεν. | |
5.4.10 | ὅτι δ’ οὐδ’ εἴ τις οὕτω συγχωρήσειε τὰ γοῦν ἑξῆς ὀρθῶς εἴρηται, νῦν ἐπιδεῖξαι πειράσομαι. εἴπερ γὰρ ἐν τῷ μάχεσθαι δύο κρίσεις ἀλλήλαις ἡ τῶν παθῶν ἐστι γένεσις, ἀνάγκη τῶν δύο τούτων κρίσεων ἤτοι τὴν ἑτέραν μὲν ὑπάρχειν ἀληθῆ, | |
5 | τὴν ἑτέραν δὲ ψευδῆ, ἢ ἀμφοτέρας ψευδεῖς, εἴ τις καὶ τοῦτο | |
συγχωρήσειεν, ἔχει γάρ τινα ζήτησιν λογικήν. | ||
5.4.11 | εἴτε δὲ ἀμφο‐ τέρας ψευδεῖς εἴτε τὴν ἑτέραν αὐτῶν ἀληθῆ φαίημεν ὑπάρ‐ | |
5.4.12 | χειν, οὐδαμῶς ἡ μάχη τῶν κρίσεων ἔσται τὸ πάθος. ἀλλ’ εἰ μὲν ἰσάζοιέν πως ἀλλήλαις αἱ κρίσεις ὡς πρὸς πίστιν, ἐπέχειν ἀναγκαῖον ἡμᾶς ἔσται περὶ τῆς τοῦ πράγματος ὑπάρ‐ ξεως, εἰ δ’ ἡ ἑτέρα φαίνοιτο μακρῷ πιστοτέρα, συγκατατίθε‐ | |
5 | σθαι μὲν καὶ πράττειν γέ τι κατὰ τὴν συγκατάθεσιν, οὐκ ἀπερισκέπτως δέ, καθάπερ εἰ καί τις τὴν ἡδονὴν ἀγαθὸν οἰόμενος ὑπάρχειν ἔχοι τι βραχὺ περιέλκον εἰς τοὐναντίον ἢ εἰ μόνον τὸ καλὸν ἀγαθὸν ὑπολαμβάνων ὅμως ἔτι καὶ | |
10 | αὐτὸς ἀντισπῶσαν ἑτέραν ὑπόληψιν ἔχοι πρὸς τὸ μὴ διατετα‐ μένως πιστεύειν ἢ εἰ καθάπερ ὁ Πύρρων, ἀμφοτέρας ὁμοτί‐ μως τιθέμενος ἐπέχοι περὶ τῆς ἀποφάσεώς τε καὶ συγκαταθέ‐ | |
σεως. | ||
5.4.13 | ἐν οὐδενὶ γὰρ τῶν τοιούτων συνίσταται τὸ πάθος, ὥσπερ καὶ αὐτὸς ὁ Χρύσιππος ἐναργῶς ἐδήλωσε δι’ ὧν ἐν τῷ πρὸ τούτου γράμματι παρεθέμην ῥήσεων, ἐν αἷς φησιν | |
5.4.14 | “οὐχὶ 〈εἰ〉 διημαρτημένως φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον”, ὅσα τ’ ἄλλα τοιαῦτα προσέγραψε, συνίστασθαι τὸ πάθος, ἀλλ’ ὅταν ἀπειθὴς ἡ ὁρμὴ γίγνηται τῷ λόγῳ, ὥστε κἀνταῦθα πάλιν ἐναντιολογίαν τινὰ εὑρίσκεσθαι τοῦ Χρυσίπ‐ | |
5 | που πρὸς ἑαυτόν, εἴπερ ἀποχωρίσας τὸ πάθος τῶν διημαρ‐ τημένων κρίσεων αὖθις ἐν τῇ τῶν κρίσεων πρὸς ἀλλήλας ἀνομολογίᾳ τά τε νοσήματα τῆς ψυχῆς καὶ τὰ πάθη συνί‐ | |
στασθαι λέγει. | ||
5.4.15 | μὴ τοίνυν θαυμάζωμεν ἔτι μηδ’ ὅτι τὰς θεραπείας τῶν παθῶν ὀρθῶς μὲν ὁ Πλάτων ἔγραψεν, ὡς καὶ ὁ Ποσειδώνιος αὐτῷ μαρτυρεῖ, μοχθηρῶς δ’ ὁ Χρύσιπ‐ | |
5.4.16 | πος. ὁ γὰρ μήτε πάσας τὰς αἰτίας τῶν παθῶν ἀποφήνασθαι τολμήσας, ἀλλ’ ἐν ταῖς κυριωτάταις ἀπορεῖν ὁμολογήσας, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται γράμματι, μήτ’ ἐν αἷς ἐτόλμησεν εἰπεῖν τι καλῶς ἀποφηνάμενος, οὗτος οὐκ ἄν, οἶμαι, δύναιτο | |
5.4.17 | τὴν θεραπείαν αὐτῶν ποιήσασθαι κατὰ τρόπον. ἀλλ’ ὅπερ εἶπον ἤδη καὶ πρόσθεν, εἴ τις ἐξελέγχοι τὰ τέσσαρα τοῦ | |
Χρυσίππου βιβλία, πολὺ πλεόνων αὐτῷ δεήσει συγγραμμάτων. | ||
5.5.1 | Ὅσα τοίνυν ἀναγκαιότατα πρὸς τὴν προκειμένην ἡμῖν πραγματείαν ἐστί, ταῦτα ἐπέλθωμεν μόνα καὶ πρῶτόν γε αὐτῶν προχειρισώμεθα τὸ περὶ τῆς τῶν παιδίων διοικήσεως. | |
5.5.2 | οὔτε γὰρ ὑπὸ λόγου τὰς ὁρμὰς αὐτῶν ἐπιτροπεύεσθαι δυνα‐ τὸν εἰπεῖν, οὐ γὰρ ἔχουσιν ἤδη τὸν λόγον, οὔθ’ ὡς οὐ θυμοῦταί τε καὶ λυπεῖται καὶ ἥδεται καὶ γελᾷ καὶ κλαίει καὶ τοιαῦθ’ ἕτερα πάθη πάσχει μυρία. πολὺ γὰρ δὴ καὶ πλείω | |
5 | καὶ σφοδρότερα τὰ πάθη τοῖς παιδίοις ἐστὶν ἢ τοῖς τελείοις. | |
5.5.3 | οὐ μὴν ἀκολουθεῖ γε ταῦτα τοῖς Χρυσίππου δόγμασιν, ὥσπερ οὐδὲ τῷ μηδεμίαν οἰκείωσιν εἶναι φύσει πρὸς ἡδονὴν ἢ ἀλλοτρίωσιν πρὸς πόνον. ᾄττει μὲν γὰρ ἀδιδάκτως ἅπαντα τὰ παιδία πρὸς τὰς ἡδονάς, ἀποστρέφεται δὲ καὶ φεύγει τοὺς | |
5.5.4 | πόνους. ὁρῶμεν δ’ αὐτὰ καὶ θυμούμενα καὶ λακτίζοντα καὶ δάκνοντα καὶ νικᾶν ἐθέλοντα καὶ κρατεῖν τῶν τοιούτων, ὥσπερ ἔνια τῶν ζῴων, οὐδενὸς ἄθλου προβαλλομένου παρὰ | |
5.5.5 | τὸ νικᾶν αὐτό. φαίνεται δ’ ἐναργῶς τὸ τοιοῦτον ἐπ’ ὀρτύ‐ γων καὶ ἀλεκτρυόνων καὶ περδίκων ἰχνεύμονός τε καὶ ἀσπί‐ | |
δος [τε] καὶ κροκοδείλου καὶ μυρίων ἑτέρων. | ||
5.5.6 | οὕτως οὖν οἰκειοῦσθαι καὶ τὰ παιδία φαίνεται καὶ πρὸς ἡδονὴν καὶ πρὸς νίκην, ὥσπερ ὕστερόν ποτε δείκνυσιν, ἐπειδὰν προβαίνῃ κατὰ τὴν ἡλικίαν, ὅτι πρὸς τὸ καλὸν ἔχει τινὰ φυσικὴν οἰκείωσιν. | |
5.5.7 | αἰδεῖται γοῦν ἁμαρτάνοντα προϊούσης αὐτοῖς τῆς ἡλικίας καὶ χαίρει τοῖς καλοῖς ἔργοις καὶ δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν ἀντιποιεῖται καὶ πράττει πολλὰ κατὰ τὰς τῶν ἀρετῶν τούτων ἐννοίας, ἔμπροσθεν, ἡνίκα ἦν ἔτι σμικρά, κατὰ πάθος | |
5 | ζῶντα καὶ τῶν ἐκ τοῦ λόγου προσταγμάτων οὐδεμίαν φρον‐ | |
τίδα ποιούμενα. | ||
5.5.8 | τριῶν οὖν τούτων ἡμῖν οἰκειώσεων ὑπαρ‐ χουσῶν φύσει καθ’ ἕκαστον τῶν μορίων τῆς ψυχῆς εἶδος, πρὸς μὲν τὴν ἡδονὴν διὰ τὸ ἐπιθυμητικόν, πρὸς δὲ τὴν νίκην διὰ τὸ θυμοειδές, πρὸς δὲ τὸ καλὸν διὰ τὸ λογι‐ | |
5 | στικόν, Ἐπίκουρος μὲν τὴν τοῦ χειρίστου μορίου τῆς ψυχῆς οἰκείωσιν ἐθεάσατο μόνην, ὁ δὲ Χρύσιππος τὴν τοῦ βελτίστου, φάμενος ἡμᾶς οἰκειοῦσθαι πρὸς μόνον τὸ καλόν, ὅπερ εἶναι δηλονότι καὶ ἀγαθόν. ἁπάσας δὲ τὰς τρεῖς οἰκειώσεις θεά‐ | |
σασθαι μόνοις τοῖς παλαιοῖς ὑπῆρξε φιλοσόφοις. | ||
5.5.9 | ἐάσας οὖν τὰς δύο ὁ Χρύσιππος εἰκότως ἀπορεῖ περὶ τῆς κατὰ τὴν κακίαν γενέσεως οὔτ’ αἰτίαν ἔχων εἰπεῖν αὐτῆς οὔτε τρόπους τῆς συστάσεως οὔθ’ ὅπως ἁμαρτάνει τὰ παιδία δυνά‐ | |
5 | μενος ἐξευρεῖν, ἅπερ εὐλόγως οἶμαι πάντα καὶ ὁ Ποσειδώ‐ | |
5.5.10 | νιος αὐτοῦ καταμέμφεται καὶ ἐλέγχει. εἰ γὰρ δὴ πρὸς τὸ καλὸν εὐθὺς ἐξ ἀρχῆς ᾠκείωται τὰ παιδία, τὴν κακίαν οὐκ ἔνδοθεν οὐδ’ ἐξ ἑαυτῶν ἀλλ’ ἔξωθεν μόνον ἐχρῆν αὐτοῖς | |
ἐγγίγνεσθαι. | ||
5.5.11 | ἀλλὰ μὴν ὁρᾶταί γε, κἂν χρηστοῖς ἔθεσιν ἐν‐ τρέφηται καὶ προσηκόντως παιδεύηται, πάντως ἐξαμαρτάνοντά | |
5.5.12 | τι, καὶ τοῦτ’ αὐτὸ καὶ ὁ Χρύσιππος ὁμολογεῖ. καίτοι γ’ ἐνῆν αὐτῷ ὑπεριδόντι τῶν ἐναργῶς φαινομένων αὐτὸ μόνον ὁμολογῆσαι τὸ ταῖς ἰδίαις ὑποθέσεσιν ἀκόλουθον, εἰ καλῶς ἀχθείη τὰ παιδία, πάντως αὐτὰ φάσκοντι σοφοὺς ἄνδρας | |
5.5.13 | γενήσεσθαι τοῦ χρόνου προϊόντος. ἀλλ’ οὐκ ἐτόλμησε τοῦτό γε καταψεύσασθαι τῶν φαινομένων, ἀλλὰ κἂν ὑπὸ φιλοσόφῳ τρέφηται μόνῳ καὶ μηδὲν μήτε θεάσηται μήτ’ ἀκούσῃ πώ‐ ποτε παράδειγμα κακίας, ὅμως οὐκ ἐξ ἀνάγκης αὐτὰ φιλο‐ | |
5 | σοφήσειν· | |
5.5.14 | διττὴν γὰρ εἶναι τῆς διαστροφῆς τὴν αἰτίαν, ἑτέ‐ ραν μὲν ἐκ κατηχήσεως τῶν πολλῶν ἀνθρώπων ἐγγιγνομένην, ἑτέραν δὲ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως. ἐγὼ δὲ ὑπὲρ ἑκατέρας αὐτῶν ἀπορῶ καὶ πρώτης γε τῆς ἐκ τῶν πέλας | |
5.5.15 | γιγνομένης. καὶ γὰρ διὰ τί θεασάμενα καὶ ἀκούσαντα παράδειγμα κακίας οὐχὶ μισεῖ τοῦτο καὶ φεύγει τῷ μηδεμίαν οἰκείωσιν ἔχειν πρὸς αὐτό, θαυμάζειν ἐπέρχεταί μοι, καὶ πολὺ δὴ μᾶλλον ἐπειδὰν μήτε θεασάμενα μήτ’ ἀκούσαντα πρὸς | |
5 | αὐτῶν τῶν πραγμάτων ἐξαπατηθῇ. | |
5.5.16 | τίς γὰρ ἀνάγκη τοὺς παῖδας ὑπὸ μὲν τῆς ἡδονῆς ὡς ἀγαθοῦ δελεάζεσθαι μηδεμίαν οἰκείωσιν ἔχοντας πρὸς αὐτήν, ἀποστρέφεσθαι δὲ καὶ φεύγειν τὸν πόνον εἴπερ μὴ καὶ πρὸς τοῦτον ἠλλοτρίωνται φύσει; | |
5.5.17 | τίς δ’ ἀνάγκη πρὸς μὲν τοὺς ἐπαίνους καὶ τὰς τιμὰς ἵεσθαί τε καὶ χαίρειν αὐτοῖς, ἄχθεσθαι δὲ καὶ φεύγειν τούς τε ψόγους καὶ τὰς ἀτιμίας, εἴπερ μὴ καὶ πρὸς ταῦτα φύσει τινὰ ἔχουσιν | |
οἰκείωσίν τε καὶ ἀλλοτρίωσιν; | ||
5.5.18 | εἰ γὰρ μὴ ταῖς φωναῖς, ἀλλὰ τῇ γε δυνάμει τῶν λεγομένων ὁμολογεῖν ἔοικεν ὁ Χρύσιππος ὡς ἔστιν οἰκείωσίς τέ τις ἡμῖν καὶ ἀλλοτρίωσις | |
5.5.19 | φύσει πρὸς ἕκαστον τῶν εἰρημένων. ἐπειδὰν γὰρ λέγῃ τὰς περὶ ἀγαθῶν καὶ κακῶν ἐγγίνεσθαι τοῖς φαύλοις διαστρο‐ φὰς διά τε τὴν πιθανότητα τῶν φαντασιῶν καὶ τὴν κατήχη‐ σιν, ἐρωτητέον αὐτὸν τὴν αἰτίαν δι’ ἣν ἡδονὴ μὲν ὡς ἀγα‐ | |
5 | θὸν ἀλγηδὼν δ’ ὡς κακὸν πιθανὴν προβάλλουσι φαντασίαν. | |
5.5.20 | οὕτως δὲ καὶ διὰ τί τὴν μὲν νίκην τὴν [ἐν] Ὀλυμπίασιν καὶ τὴν τῶν ἀνδριάντων ἀνάθεσιν ἐπαινούμενά τε καὶ μακαρι‐ ζόμενα πρὸς τῶν πολλῶν ἀκούοντες ὡς ἀγαθά, περὶ δὲ τῆς | |
5.5.21 | ἥττης τε καὶ τῆς ἀτιμίας ὡς κακῶν, ἑτοίμως πειθόμεθα; καὶ γὰρ καὶ ταῦθ’ ὁ Ποσειδώνιος μέμφεται καὶ δεικνύναι πειρᾶ‐ ται πασῶν τῶν ψευδῶν ὑπολήψεων τὰς αἰτίας ἐν μὲν τῷ θεωρητικῷ 〈γίγνεσθαι δι’ ἀμαθίας, ἐν δὲ τῷ πρακτικῷ〉 | |
5 | διὰ τῆς παθητικῆς ὁλκῆς, προηγεῖσθαι δ’ αὐτῆς τὰς ψευδεῖς δόξας ἀσθενήσαντος περὶ τὴν κρίσιν [τὴν] | |
τοῦ λογιστικοῦ· γεννᾶσθαι γὰρ τῷ ζῴῳ τὴν ὁρμὴν ἐνίοτε μὲν ἐπὶ τῇ τοῦ λογιστικοῦ κρίσει, πολλάκις δ’ ἐπὶ τῇ κινήσει | ||
5.5.22 | τοῦ παθητικοῦ. συνάπτει δ’ εἰκότως τοῖς λόγοις τούτοις ὁ Πο‐ σειδώνιος τὰ κατὰ τὸν φυσιογνώμονα φαινόμενα· καὶ γὰρ τῶν ζῴων καὶ τῶν ἀνθρώπων ὅσα μὲν εὐρύστερνά τε καὶ θερμότερα θυμικώτερα πάνθ’ ὑπάρχειν φύσει, ὅσα δὲ πλα‐ | |
5 | τυΐσχιά τε καὶ ψυχρότερα δειλότερα. | |
5.5.23 | καὶ κατὰ τὰς χώρας δὲ οὐ σμικρῷ τινι διενηνοχέναι τοῖς ἤθεσι τοὺς ἀνθρώπους εἰς δειλίαν καὶ τόλμαν ἢ τὸ φιλήδονόν τε καὶ φιλόπονον, ὡς τῶν παθητικῶν κινήσεων τῆς ψυχῆς ἑπομένων ἀεὶ τῇ | |
5 | διαθέσει τοῦ σώματος, ἣν ἐκ τῆς κατὰ τὸ περιέχον κράσεως | |
5.5.24 | οὐ κατ’ ὀλίγον ἀλλοιοῦσθαι. καὶ γὰρ δὴ καὶ τὸ αἷμα δια‐ φέρειν ἐν τοῖς ζῴοις φησὶ θερμότητι καὶ ψυχρότητι καὶ πάχει καὶ λεπτότητι καὶ ἄλλαις [φησὶ] διαφοραῖς οὐκ ὀλίγαις, ὑπὲρ ὧν | |
Ἀριστοτέλης ἐπὶ πλεῖστον διῆλθεν. | ||
5.5.25 | ἡμεῖς δὲ κατὰ τὸν οἰκεῖον καιρὸν ἐπὶ προήκοντι τῷ λόγῳ μνημονεύσομεν αὐτῶν, ἡνίκα ἂν καὶ αὐτὰς τὰς Ἱπποκράτους τε καὶ Πλάτωνος ῥήσεις περὶ | |
5.5.26 | τούτων παραγράφωμεν. ἐν δὲ τῷ παρόντι πρὸς τοὺς περὶ τὸν Χρύσιππον ὁ λόγος ἐνέστηκέ μοι μήτ’ ἄλλο τι γιγνώσκον‐ τας τῶν κατὰ τὰ πάθη μήθ’ ὡς αἱ τοῦ σώματος κρά‐ σεις οἰκείας ἑαυταῖς ἐργάζονται τὰς παθητικὰς κινήσεις· | |
5 | οὕτως γὰρ ὁ Ποσειδώνιος ὀνομάζειν εἴωθεν. | |
5.5.27 | Ἀριστοτέλης δ’ ἄντικρυς ἤθη καλεῖ τῶν ζῴων ἁπάσας τὰς τοιαύτας τῆς ψυχῆς καταστάσεις ἐξηγεῖταί τε καθ’ ὅντινα τρόπον ἐπὶ ταῖς δια‐ | |
5.5.28 | φερούσαις κράσεσι συνίσταται. διόπερ, οἶμαι, καὶ ἡ τῶν παθῶν τῆς ψυχῆς ἴασις ἐπ’ ἐνίων μὲν εὔκολός τε καὶ ῥᾳδία διὰ τὸ μήτε τὰς παθητικὰς κινήσεις αὐτοῖς ἰσχυρὰς ὑπάρχειν μήτε τὸ λογιστικὸν ἀσθενὲς φύσει καὶ ἀσύνετον ἀλλὰ δι’ | |
5 | ἀμαθίαν καὶ μοχθηροὺς ἐθισμοὺς ἐμπαθῶς ἀναγκάζεσθαι ζῆν | |
τοὺς τοιούτους ἀνθρώπους, ἐνίοις δὲ χαλεπὴ καὶ δύσκολος ὅταν κινήσεις αἱ κατὰ πάθος αἱ διὰ τὴν τοῦ σώματος κατα‐ σκευὴν ἀναγκαίως γιγνόμεναι μεγάλαι δή τινες οὖσαι τύχωσι | ||
10 | καὶ σφοδραὶ τό τε λογιστικὸν ἀσθενὲς καὶ ἀσύνετον φύσει. | |
5.5.29 | χρὴ γὰρ καὶ τοῦτο μὲν ἐπιστήμην λαβεῖν τῶν ἀληθῶν καὶ τὰς κατὰ πάθος δὲ κινήσεις ἀμβλυνθῆναι χρηστοῖς ἐπιτηδεύ‐ μασιν ἐθισθείσας εἴ τις μέλλοι βελτίονα τὸ ἦθος ἀποδείξειν | |
τὸν ἄνθρωπον. | ||
5.5.30 | οὕτω δὲ καὶ πλάττειν ἐξ ἀρχῆς ἄνθρωπον χρὴ πρὸς τὸ βέλτιστον ἁπάντων μὲν πρῶτον αὐτῶν τῶν σπερμάτων προνοουμένους, οἷς ἐφεξῆς τῆς διαίτης ἣν ἡ κυοῦσα διαιτήσεται κατά τε τὰς τροφὰς καὶ τὰ πόματα καὶ | |
5 | τὰ γυμνάσια καὶ τὰς ἡσυχίας καὶ τοὺς ὕπνους καὶ τὰς ἐγρη‐ γόρσεις ἐπιθυμίας τε καὶ θυμοὺς ὅσα τ’ ἄλλα τοιαῦτα, περὶ ὧν | |
5.5.31 | ἁπάντων ὁ μὲν Πλάτων ἀκριβέστατα διῆλθεν. ὁ δὲ Χρύ‐ σιππος οὐ μόνον αὐτὸς οὐδὲν ἱκνούμενον εἶπεν, ἀλλ’ οὐδὲ τῶν ἀπ’ αὐτοῦ τινι κατέλιπεν ἀφορμὴν εὑρέσεως μοχθηρὰν | |
ὑποβαλλόμενος τῷ λόγῳ τὴν κρηπῖδα. | ||
5.5.32 | ταῦτά τοι καὶ ὁ Πο‐ σειδώνιος αὐτῷ μέμφεται μετὰ τοῦ καὶ θαυμάζειν ὅσα Πλά‐ των εἶπεν ὑπὲρ τῆς τῶν παίδων ἔτι τε κυουμένων ἐν τῇ μήτρᾳ διαπλάσεως ἀποκυηθέντων τε τροφῆς καὶ παιδείας, | |
5 | καὶ γέγραφεν οἷον ἐπιτομήν τινα κατὰ τὸ πρῶτον αὐτοῦ περὶ παθῶν σύγγραμμα τῶν ὑπὸ Πλάτωνος εἰρημένων, ὡς χρὴ τρέφεσθαι καὶ παιδεύεσθαι τοὺς παῖδας ὑπὲρ τοῦ τὸ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς σύμμετρον ἀποφαίνεσθαι | |
ταῖς κινήσεσι καὶ τοῖς τοῦ λόγου προστάγμασιν εὐπειθές. | ||
5.5.33 | “αὕτη γὰρ ἀρίστη παίδων παιδεία, παρασκευὴ τοῦ παθητικοῦ τῆς ψυχῆς, ὡς ἂν ἐπιτηδειοτάτη ᾖ πρὸς τὴν ἀρχὴν τοῦ | |
5.5.34 | λογιστικοῦ.” μικρὸν μὲν γὰρ τὰ πρῶτα καὶ ἀσθενὲς ὑπάρ‐ χειν τοῦτο, μέγα δὲ καὶ ἰσχυρὸν ἀποτελεῖσθαι περὶ τὴν τεσσαρεσκαιδεκαέτην ἡλικίαν, ἡνίκα ἤδη κρατεῖν τε καὶ ἄρχειν αὐτῷ προσήκει καθάπερ ἡνιόχῳ τινὶ τοῦ ζεύγους τῶν συμ‐ | |
5 | φύτων ἵππων ἐπιθυμίας τε καὶ θυμοῦ μήτ’ ἰσχυρῶν ὑπαρ‐ χόντων ἄγαν μήτε ἀσθενῶν μήτ’ ὀκνηρῶν μήτ’ ἐκφόρων μήτε δυσπειθῶν ὅλως ἢ ἀκόσμων ἢ ὑβριστῶν, ἀλλ’ εἰς ἅπαν | |
ἑτοίμων ἕπεσθαί τε καὶ πείθεσθαι τῷ λογισμῷ. | ||
5.5.35 | τούτου δ’ αὐτοῦ τὴν παιδείαν γε καὶ τὴν ἀρετὴν ἐπιστήμην εἶναι τῆς τῶν ὄντων φύσεως, ὥσπερ τοῦ ἡνιόχου τῶν ἡνιοχικῶν θεωρη‐ μάτων· ἐν γὰρ ταῖς ἀλόγοις τῆς ψυχῆς δυνάμεσιν ἐπιστήμας | |
5 | οὐκ ἐγγίγνεσθαι, καθάπερ οὐδὲ ἐν τοῖς ἵπποις, ἀλλὰ τούτοις μὲν τὴν οἰκείαν ἀρετὴν ἐξ ἐθισμοῦ τινος ἀλόγου παραγίγνε‐ | |
5.5.36 | σθαι, τοῖς δ’ ἡνιόχοις ἐκ διδασκαλίας λογικῆς. ἕπεται δ’ εὐθὺς τοῖσδε καὶ ὁ περὶ τῶν ἀρετῶν λόγος, καὶ αὐτὸς ἔχων τὸ σφάλμα διττόν, εἴτε ἐπιστήμας τις ἁπάσας αὐτὰς εἴτε | |
δυνάμεις ὑπολάβοι. | ||
5.5.37 | τῶν μὲν γὰρ ἀλόγων τῆς ψυχῆς μερῶν ἀλόγους ἀνάγκη καὶ τὰς ἀρετὰς εἶναι, τοῦ λογιστικοῦ δὲ μόνου λογικήν. ὥστ’ εὐλόγως ἐκείνων μὲν αἱ ἀρεταὶ δυνά‐ | |
5.5.38 | μεις εἰσίν, ἐπιστήμη δὲ μόνου τοῦ λογιστικοῦ. Χρύσιππος δὲ μεγάλα σφάλλεται οὐχ ὅτι μηδεμίαν ἀρετὴν ἐποίησε δύνα‐ μιν, οὐ γὰρ μέγα τὸ τοιοῦτον σφάλμα ἐστὶν οὐδὲ διαφερό‐ μεθα πρὸς αὐτό, ἀλλ’ ὅτι πολλὰς ἐπιστήμας τε καὶ ἀρετὰς | |
5.5.39 | εἶναι φήσας μίαν ἔφησεν εἶναι δύναμιν τῆς ψυχῆς. οὐ γὰρ ἐνδέχεται μιᾶς δυνάμεως ἀρετὰς εἶναι πολλάς, εἴ γε μηδὲ | |
τελειότητας πολλὰς ἑνὸς πράγματος. μία γὰρ ἑκάστου τῶν | ||
5 | ὄντων ἡ τελειότης, ἡ δ’ ἀρετὴ τελειότης ἐστὶ τῆς ἑκάστου | |
5.5.40 | φύσεως, ὡς αὐτὸς ὁμολογεῖ. κάλλιον οὖν Ἀρίστων ὁ Χῖος οὔτε πολλὰς εἶναι τὰς ἀρετὰς τῆς ψυχῆς ἀποφηνάμενος, ἀλλὰ μίαν ἣν ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν εἶναί φησιν, οὔτε περὶ τῶν παθῶν ἐναντία ταῖς ἰδίαις ὑποθέσεσι γράψας, ὥσπερ | |
5 | ὁ Χρύσιππος. | |
5.6.1 | Ἀλλὰ περὶ μὲν τῶν ἀρετῶν ἐν τοῖς ἑξῆς ἐροῦμεν, ἐπειδὴ καὶ περὶ τούτων ὁ Χρύσιππος ἐπηρεάζει τὸν Πλάτωνα. νυνὶ γὰρ ἐξ ἀκολουθίας τινὸς αὐτῶν ἐμνημόνευσα, τῷ περὶ τῶν παθῶν δόγματι καὶ τοῦ περὶ τῶν ἀρετῶν ἐξ ἀνάγκης ἑπο‐ | |
5 | μένου, ὥσπερ καὶ ὁ Ποσειδώνιός φησιν ὧδέ πως γράφων αὐτοῖς ὀνόμασι κατὰ τὸ πρῶτον περὶ παθῶν οὐ μετὰ πολλὰ | |
5.6.2 | τῆς ἀρχῆς τοῦ βιβλίου· “νομίζω γὰρ καὶ τὴν περὶ ἀγαθῶν καὶ κακῶν καὶ τὴν περὶ τελῶν καὶ τὴν περὶ ἀρετῶν ἐκ τῆς | |
περὶ παθῶν ὀρθῶς διασκέψεως ἠρτῆσθαι.” | ||
5.6.3 | ὅτι μὲν οὖν τὴν περὶ τῶν ἀρετῶν ὀρθῶς δόξαν ἐζεῦχθαι συμβέβηκε τῇ περὶ τῶν παθῶν, αὐτάρκως ἐνδεδεῖχθαί μοι δοκῶ· ὅτι δὲ καὶ τὴν περὶ ἀγαθῶν τε καὶ τοῦ τέλους, ἀρκεῖ μοι τὰ Ποσειδωνίου | |
5.6.4 | παραγράψαι τόνδε τὸν τρόπον ἔχοντα· “τὸ δὴ τῶν παθῶν αἴτιον, τουτέστι τῆς τε ἀνομολογίας καὶ τοῦ κακοδαίμονος βίου, τὸ μὴ κατὰ πᾶν ἕπεσθαι τῷ ἐν αὑτῷ δαίμονι συγγε‐ νεῖ τε ὄντι καὶ τὴν ὁμοίαν φύσιν ἔχοντι τῷ τὸν ὅλον | |
5 | κόσμον διοικοῦντι, τῷ δὲ χείρονι καὶ ζῳώδει ποτὲ συνεκκλί‐ | |
νοντας φέρεσθαι. | ||
5.6.5 | οἱ δὲ τοῦτο παριδόντες οὔτε ἐν τούτοις βελτιοῦσι τὴν αἰτίαν τῶν παθῶν οὔτ’ ἐν τοῖς περὶ τῆς εὐδαιμονίας καὶ ὁμολογίας ὀρθοδοξοῦσιν· οὐ γὰρ βλέπουσιν ὅτι πρῶτόν ἐστιν ἐν αὐτῇ τὸ κατὰ μηδὲν ἄγεσθαι ὑπὸ τοῦ | |
5.6.6 | ἀλόγου τε καὶ κακοδαίμονος καὶ ἀθέου τῆς ψυχῆς.” ἐν τού‐ τοις φανερῶς ὁ Ποσειδώνιος ἐδίδαξε πηλίκον ἁμαρτάνουσιν οἱ περὶ τὸν Χρύσιππον οὐ μόνον ἐν τοῖς περὶ τῶν παθῶν | |
5.6.7 | λογισμοῖς, ἀλλὰ καὶ περὶ τοῦ τέλους. οὐ γὰρ ὡς ἐκεῖνοι λέγουσιν ἀλλ’ ὡς ὁ Πλάτων ἐδίδαξε, τὸ τῇ φύσει ζῆν ὁμο‐ | |
λογουμένως ἐστίν. | ||
5.6.8 | ὄντος γὰρ ἐν ἡμῖν τοῦ μὲν βελτίονος τῆς ψυχῆς μέρους τοῦ δὲ χείρονος, ὁ μὲν τῷ βελτίονι συνεπό‐ μενος ὁμολογουμένως ἂν λέγοιτο τῇ φύσει ζῆν, ὁ δὲ τῷ χείρονι μᾶλλον ἑπόμενος ἀνομολογουμένως· ἔστι δ’ οὗτος | |
5.6.9 | μὲν ὁ κατὰ πάθος ζῶν, ἐκεῖνος δὲ ὁ κατὰ λόγον. οὐκ ἀρκεσθεὶς δὲ τούτοις ὁ Ποσειδώνιος ἐναργέστερόν τε καὶ σφοδρότερον καθάπτεται τῶν περὶ τὸν Χρύσιππον ὡς οὐκ | |
ὀρθῶς ἐξηγουμένων τὸ τέλος. | ||
5.6.10 | ἔχει δὲ ἡ ῥῆσις ὧδε· “ἃ δὴ παρέντες ἔνιοι τὸ ὁμολογουμένως ζῆν συστέλλουσιν εἰς τὸ πᾶν τὸ ἐνδεχόμενον ποιεῖν ἕνεκα τῶν πρώτων κατὰ φύσιν, ὅμοιον αὐτῷ ποιοῦντες τῷ σκοπὸν ἐκτίθεσθαι τὴν ἡδονὴν | |
5.6.11 | ἢ τὴν ἀοχλησίαν ἢ ἄλλο τι τοιοῦτον. ἔστι δὲ μάχην ἐμ‐ φαῖνον κατ’ αὐτὴν τὴν ἐκφοράν, καλὸν δὲ καὶ εὐδαιμονι‐ κὸν οὐδέν· παρέπεται γὰρ κατὰ τὸ ἀναγκαῖον τῷ τέλει, | |
τέλος δὲ οὐκ ἔστιν. | ||
5.6.12 | ἀλλὰ καὶ τούτου διαληφθέντος ὀρθῶς, ἔξεστι μὲν αὐτῷ χρῆσθαι πρὸς τὸ διακόπτειν τὰς ἀπορίας ἃς οἱ σοφισταὶ προτείνουσι, μὴ μέντοι γε τῷ κατ’ ἐμπειρίαν τῶν κατὰ τὴν ὅλην φύσιν συμβαινόντων ζῆν, ὅπερ ἰσοδυνα‐ | |
5 | μεῖ τῷ ὁμολογουμένως εἰπεῖν ζῆν ἡνίκα μὴ τοῦτο μικρο‐ | |
5.6.13 | πρεπῶς συντείνει εἰς τὸ τῶν διαφορῶν τυγχάνειν.” ἤρκει μὲν οὖν ἴσως καὶ τοῦτο πρὸς ἔνδειξιν τῆς ἀτοπίας ὧν ὁ Χρύσιππος εἴρηκε περὶ τοῦ τέλους ἐξηγούμενος ὅπως ἄν τις | |
τυγχάνοι τοῦ ὁμολογουμένως τῇ φύσει ζῆν· | ||
5 | ἄμεινον μὴν ἡγοῦμαι καὶ τὰ τούτοις ἑξῆς ὑπὸ τοῦ Ποσειδωνίου γεγραμ‐ | |
5.6.14 | μένα παραθέσθαι τόνδε τὸν τρόπον ἔχοντα· “ταύτην τε δὴ τὴν ἀτοπίαν διέλυσεν ἡ αἰτία τῶν παθῶν ὁραθεῖσα καὶ τὰς ἀρχὰς ἔδειξε τῆς ἐν τοῖς ὀρεκτοῖς καὶ φευκτοῖς διαστρο‐ φῆς καὶ τοὺς τρόπους τῆς ἀσκήσεως διεῖλε καὶ τὰ διαπορού‐ | |
5.6.15 | μενα περὶ τῆς ἐκ πάθους ὁρμῆς ἐξέφηνεν.” οὐ σμικρά γε οὐδὲ τὰ τυχόντα φησὶν ἡμᾶς ἀπολαύσειν ἀγαθὰ τῆς αἰτίας | |
τῶν παθῶν εὑρεθείσης. εἰς γὰρ τὸ μαθεῖν ἀκριβῶς οἷόν | ||
5 | τι τὸ ὁμολογουμένως τῇ φύσει ζῆν ἐστιν, ἐκ τῆς τῶν παθῶν | |
5.6.16 | αἰτίας εὑρεθείσης ὠφελήθημεν. ὁ μὲν γὰρ κατὰ πάθος οὐχ ὁμολογουμένως ζῇ τῇ φύσει, ὁ δὲ μὴ κατὰ πάθος ὁμολογου‐ μένως ζῇ τῇ φύσει. ἕπεται γὰρ ὁ μὲν τῷ ἀλόγῳ καὶ ἐμ‐ | |
5.6.17 | πλήκτῳ τῆς ψυχῆς, ὁ δὲ τῷ λογικῷ τε καὶ τῷ θείῳ. “καὶ τὰς ἀρχὰς δὲ τῆς ἐν τοῖς αἱρετοῖς τε καὶ φευκτοῖς διαστρο‐ | |
φῆς ἐδίδαξεν ἡ αἰτία τῶν παθῶν εὑρεθεῖσα.” | ||
5.6.18 | τὰ γὰρ οἰκεῖα ταῖς ἀλόγοις δυνάμεσι τῆς ψυχῆς ἐξαπατώμενοί τινες ὡς ἁπλῶς οἰκεῖα δοξάζουσιν οὐκ εἰδότες ὡς τὸ μὲν ἥδεσθαί τε καὶ τὸ κρατεῖν τῶν πέλας τοῦ ζῳώδους τῆς ψυχῆς ἐστιν | |
5 | ὀρεκτά, σοφία δὲ καὶ πᾶν ὅσον ἀγαθόν τε καὶ καλὸν ἅμα | |
5.6.19 | τοῦ λογικοῦ τε καὶ θείου. “καὶ τοὺς τρόπους δέ” φησι “τῆς | |
ἀσκήσεως ἡ τῶν παθῶν αἰτία γνωρισθεῖσα διωρίσατο.” | ||
5.6.20 | τοὺς μὲν γὰρ ἐν τοιοῖσδε ῥυθμοῖς ἅμα καὶ ἁρμονίαις καὶ ἐπιτη‐ δεύμασι, τοὺς δὲ ἐν τοιοῖσδε διαιτᾶσθαι κελεύσομεν, ὥσπερ ὁ Πλάτων ἡμᾶς ἐδίδαξε, τοὺς μὲν ἀμβλεῖς καὶ νωθροὺς καὶ | |
5 | ἀθύμους ἔν τε τοῖς ὀρθίοις ῥυθμοῖς καὶ ταῖς κινούσαις ἰσχυρῶς τὴν ψυχὴν ἁρμονίαις καὶ τοῖς τοιούτοις ἐπιτηδεύμασι τρέφοντες, τοὺς δὲ θυμικωτέρους καὶ μανικώτερον ᾄττοντας | |
ἐν ταῖς ἐναντίαις. | ||
5.6.21 | ἐπεὶ διὰ τί πρὸς θεῶν, ἐρωτήσω γὰρ ἔτι τοῦτο τοὺς ἀπὸ τοῦ Χρυσίππου, Δάμων ὁ μουσικὸς αὐλη‐ τρίδι παραγενόμενος αὐλούσῃ τὸ Φρύγιον νεανίσκοις τισὶν οἰνωμένοις καὶ μανικὰ ἄττα διαπραττομένοις ἐκέλευσεν αὐλῆ‐ | |
5 | σαι τὸ Δώριον, οἱ δ’ εὐθὺς ἐπαύσαντο τῆς ἐμπλήκτου φορᾶς; | |
5.6.22 | οὐ γὰρ δήπου τὰς δόξας τοῦ λογιστικοῦ μεταδιδάσκονται πρὸς τῶν αὐλημάτων, ἀλλὰ τὸ παθητικὸν τῆς ψυχῆς ἄλογον ὑπάρχον ἐπεγείρονταί τε καὶ πραΰνονται διὰ κινήσεων ἀλό‐ γων. τῷ μὲν γὰρ ἀλόγῳ διὰ τῶν ἀλόγων ἥ τε ὠφέλεια καὶ | |
5 | ἡ βλάβη, τῷ λογικῷ δὲ δι’ ἐπιστήμης τε καὶ ἀμαθίας. | |
5.6.23 | καὶ ταῦτ’ οὖν ἐκ τῆς τῶν παθῶν αἰτίας γνωσθείσης ὠφελεῖσθαί φησιν ἡμᾶς ὁ Ποσειδώνιος καὶ προσέτι “τὰ διαπορούμενα” | |
5.6.24 | φησί “περὶ τῆς ἐκ πάθους ὁρμῆς ἐξέφηνεν.” εἶτ’ αὐτὸς ἅττα ποτ’ αὐτά ἐστιν ἐπιφέρων ἐξηγεῖται τόνδε τὸν τρόπον· “οἶμαι γὰρ ὅτι πάλαι βλέπετε πῶς διὰ λόγου μὲν πεισθέντες κακὸν ἑαυτοῖς παρεῖναι ἢ ἐπιφέρεσθαι οὔτε φοβοῦνται οὔτε λυποῦν‐ | |
5.6.25 | ται, φαντασίας δ’ ἐκείνων αὐτῶν λαμβάνοντες. πῶς γὰρ ἄν τις λόγῳ κινήσειε τὸ ἄλογον, ἐὰν μή τινα ἀναζωγράφη‐ | |
σιν προσβάληται αἰσθητῇ παραπλησίαν; | ||
5.6.26 | οὕτως γοῦν ἐκ διη‐ γήσεώς τινες εἰς ἐπιθυμίαν ἐκπίπτουσιν καὶ ἐναργῶς ἐγκε‐ λευσαμένου φεύγειν τὸν ἐπιφερόμενον λέοντα οὐκ ἰδόν‐ | |
5.6.27 | τες φοβοῦνται.” ταῦτά τε οὖν εἴρηται καλῶς τῷ Ποσειδω‐ νίῳ καὶ τὰ τούτων ἐφεξῆς ἔτι συμπάσας τὰς αἰτίας ἐξηγου‐ μένῳ τῶν ἀπορηθέντων ὑπὸ τοῦ Χρυσίππου, περὶ ὧν κατὰ τὸ πρὸ τούτου γράμμα διῆλθον ἐπὶ τῆς τελευτῆς· ὅθεν μοι | |
5 | δοκῶ καὶ νῦν ἐνταῦθα καταπαῦσαι τὸν λόγον μίαν ἔτι τὴν | |
ἐφεξῆς αὐτοῦ παραγράψας ῥῆσιν ἔχουσαν ὧδε· | ||
5.6.28 | “καὶ μὴν οἱ προκόπτοντες μεγάλα κακὰ δοκοῦντες ἑαυτοῖς 〈παρεῖναι〉 οὐ λυποῦνται· φέρονται γὰρ οὐ κατὰ τὸ ἄλογον | |
5.6.29 | τῆς ψυχῆς οὕτως, ἀλλὰ κατὰ τὸ λογικόν.” εἶτ’ ἐφεξῆς οὗτος διὰ τί τὰ χρονίζοντα [τε] τῶν παθῶν ἡσυχέστερά τε καὶ ἀσθενέ‐ στερα γίγνεται, τὴν αἰτίαν ἀποδίδωσιν ὑπὲρ ἧς ὁ Χρύσιππος | |
5.6.30 | ἐν τῷ δευτέρῳ περὶ παθῶν ἀπορεῖν ὡμολόγησεν. εἴρηται δὲ περὶ αὐτῆς ὑφ’ ἡμῶν ἐπὶ τῇ τελευτῇ τοῦ τετάρτου καὶ νῦν δ’ εἰρήσεται διὰ βραχέων οἷον ἐπιτομή τις τῆς Ποσει‐ | |
δωνίου ῥήσεως μακρᾶς ὑπαρχούσης. | ||
5.6.31 | τὸ τοίνυν παθητικὸν τῆς ψυχῆς ἐν τῷ χρόνῳ τοῦτο μὲν ἐμπίπλαται τῶν οἰκείων ἐπιθυμιῶν, τοῦτο δὲ κάμνει ταῖς πολυχρονίοις κινήσεσιν, ὥστε δι’ ἄμφω καθησυχάσαντος αὐτοῦ καὶ μέτρια κινουμένου | |
5 | κρατεῖν ὁ λογισμὸς ἤδη δύναται, ὥσπερ εἰ καὶ ἵππου τινὸς ἐκφόρου τὸν ἐπιβάτην ἐξενεγκόντος βιαίως, εἶτα κάμνοντός τε ἅμα τῷ δρόμῳ καὶ προσέτι καὶ ἐμπλησθέντος ὧν ἐπεθύμη‐ | |
σεν αὖθις ὁ ἡνίοχος ἐγκρατὴς κατασταίη. | ||
5.6.32 | φαίνεται γὰρ τοῦτο πολλάκις γιγνόμενον καὶ οἵ γε παιδεύοντες τὰ νέα τῶν ζῴων ἐπιτρέψαντες αὐτοῖς κάμνειν τε ἅμα καὶ ἐμπλησθῆναι κατὰ | |
5.6.33 | τὰς ἐκφόρους κινήσεις, ὕστερον ἐπιτίθενται. περί τε οὖν τῶν τοιούτων ἠπόρησεν ὁ Χρύσιππος ὡς ἂν οὐ δυνάμενος εἰς τὸ παθητικὸν τῆς ψυχῆς ἀναφέρειν αὐτῶν τὰς αἰτίας, καὶ προσέτι, καὶ γὰρ καὶ τοῦτο δείκνυσιν ἐν τοῖς ἑξῆς ὁ Ποσει‐ | |
5 | δώνιος, οὐ τοῖς φαινομένοις μόνοις ἀλλὰ καὶ Ζήνωνι καὶ | |
5.6.34 | Κλεάνθει διαφέρεται. τὴν μὲν οὖν τοῦ Κλεάνθους γνώμην ὑπὲρ τοῦ παθητικοῦ τῆς ψυχῆς ἐκ τῶνδε φαίνεσθαί φησι | |
τῶν ἐπῶν· | ||
5.6.35 | — “Τί ποτ’ ἔσθ’ ὃ βούλει, θυμέ; τοῦτό μοι φράσον. — Ἐγώ, λογισμέ; πᾶν ὃ βούλομαι ποιεῖν. — ⏓ βασιλικόν γε· πλὴν ὅμως εἶπον πάλιν. — Ὡς ἂν ἐπιθυμῶ, ταῦθ’ ὅπως γενήσεται.” | |
5.6.36 | ταυτὶ τὰ ἀμοιβαῖα Κλεάνθους φησὶν εἶναι Ποσειδώνιος ἐναργῶς ἐνδεικνύμενα τὴν περὶ τοῦ παθητικοῦ τῆς ψυχῆς γνώμην αὐτοῦ, εἴ γε δὴ πεποίηκε τὸν λογισμὸν τῷ θυμῷ | |
διαλεγόμενον ὡς ἕτερον ἑτέρῳ. | ||
5.6.37 | ὁ δὲ Χρύσιππος οὔθ’ ἕτερον εἶναι νομίζει τὸ παθητικὸν τῆς ψυχῆς τοῦ λογιστικοῦ καὶ τῶν ἀλόγων ζῴων ἀφαιρεῖται τὰ πάθη φανερῶς ἐπιθυμίᾳ τε καὶ θυμῷ διοικουμένων, ὡς καὶ ὁ Ποσειδώνιος ὑπὲρ αὐ‐ | |
5.6.38 | τῶν ἐπὶ πλέον διεξέρχεται. ὅσα μὲν οὖν τῶν ζῴων δυσκί‐ νητά τ’ ἐστὶ καὶ προσπεφυκότα δίκην φυτῶν πέτραις ἤ τισιν ἑτέροις τοιούτοις, ἐπιθυμίᾳ μόνῃ διοικεῖσθαι λέγει [αὐτά], τὰ δ’ ἄλλα τὰ ἄλογα σύμπαντα ταῖς δυνάμεσιν ἀμφοτέραις χρῆσθαι, | |
5 | τῇ τ’ ἐπιθυμητικῇ καὶ τῇ θυμοειδεῖ, τὸν ἄνθρωπον δὲ μόνον | |
ταῖς τρισί, προσειληφέναι γὰρ καὶ τὴν λογιστικὴν ἀρχήν. | ||
5.6.39 | ταῦτά τε οὖν ὀρθῶς εἴρηται τῷ Ποσειδωνίῳ καὶ ἄλλα πάμ‐ πολλα καθ’ ὅλην τὴν περὶ τῶν παθῶν πραγματείαν. ὥσπερ οὖν ὁ Χρύσιππος ἐσφαλμένος ἐν αὐτοῖς, ὡς ἄν τις εἴποι, τοῖς στοιχείοις τῆς περὶ τῶν παθῶν θεωρίας ἐξ ἀνάγκης | |
5 | πάμπολλα κακῶς εἶπεν, οὕτως ἀνάγκη τὸν ἀληθέσι ταῖς ἀρχαῖς χρησάμενον εἰ μὲν ἀκριβῶς φυλάξειε τὸ πρὸς αὐτὰς ἀκόλουθον, ἅπαν εἰπεῖν ὀρθῶς, εἰ δ’ οὐκ ἀκριβῶς ἀλλὰ τά | |
5.6.40 | γε πλεῖστα κατορθῶσαι. δοκῶ μοι καταπαύσειν ἤδη τὸν | |
ἐνεστῶτα λόγον ἐν τῷδε. τὸ γὰρ ἐπισκέπτεσθαι νῦν ὁποίας τινὸς ἔχεται γνώμης ὁ Ζήνων οὐ κατὰ τὸν ἐξ ἀρχῆς ἄν μοι | ||
5.6.41 | προτεθέντα γίγνοιτο σκοπόν. ἕνεκα γὰρ τοῦ μὴ μακρολογεῖν ἀποχωρήσειν μὲν ἔφην τῶν ἄλλων Στωϊκῶν, ἐξετάσειν δὲ μόνα τὰ Χρυσίππου. καὶ γὰρ οὐδὲ τί ποτε ἕκαστος ἐγίγνωσκε τῶν φιλοσόφων ὑπὲρ ψυχῆς ὑπεσχόμην ἐν τῇδε τῇ πραγμα‐ | |
5 | τείᾳ διελθεῖν ἀλλ’ ὅπως ἀληθείας ἔχει τὰ Πλάτωνός τε καὶ | |
Ἱπποκράτους δόγματα διασκέψασθαι. | ||
5.6.42 | ὥστε καὶ τὰ πρὸς τὸν Χρύσιππον ἀντειρημένα μοι διὰ τὸ προκείμενον ἐγένετο, καὶ Ζήνων, εἰ μὲν τὰ αὐτὰ βούλοιτο Χρυσίππῳ, τοῖς αὐτοῖς ἐγκλήμασιν ὑπεύθυνος καθεστήξεται, εἰ δὲ ταῖς τοῦ Πλάτω‐ | |
5 | νος ἀρχαῖς ἕποιτο Κλεάνθει τε καὶ Ποσειδωνίῳ παραπλησίως, τῆς ἡμετέρας ἂν οὕτω μετέχοι φιλοσοφίας, εἰ δ’, ὅπερ ἐγὼ πείθομαι, κρίσεσιν ἐπιγίνεσθαι τὰ πάθη νομίζοι, μέσος ἂν εἴη τῆς τε χειρίστης ὑπὲρ αὐτῶν αἱρέσεως τῆς Χρυσίππου καὶ τῆς ἀρίστης ἣν Ἱπποκράτης τε καὶ Πλάτων ἁπάντων | |
10 | πρῶτοι μετεχειρίσαντο. | |
5.6.43 | Ποσειδώνιος δὲ καὶ Πυθαγόραν φησίν, αὐτοῦ μὲν τοῦ Πυθαγόρου συγγράμματος οὐδενὸς εἰς ἡμᾶς διασωζομένου τεκμαιρόμενος δ’ ἐξ ὧν ἔνιοι τῶν μαθη‐ τῶν αὐτοῦ γεγράφασιν. ἀλλ’ ὅπερ εἶπον ὀλίγον ἔμπροσθεν, | |
5 | οὐχ ἱστορίαν δογμάτων παλαιῶν ὁ λόγος διδάξειν ἐπηγγείλατο μόνα δὲ τὰ πρὸς Ἱπποκράτους καὶ Πλάτωνος εἰρημένα δια‐ | |
5.6.44 | σκέψεσθαι. καί μοι τοῦτο καθ’ ὅσον οἷός τ’ ἦν περαίνε‐ | |
ται διὰ βραχυτάτων. οὐ γὰρ ὅτι πολύβιβλος ἡ πραγματεία χρὴ σκοπεῖν ἀλλὰ τοῦτο μὲν εἰς τὸ πλῆθός τε καὶ τὸ μέγε‐ | ||
5 | θος ὧν ἂν ἐπισκεπτώμεθα δογμάτων ἀναφέρειν, ἐξετάζειν δὲ καὶ σκοπεῖν εἰ περὶ τῶν αὐτῶν ἐνεχώρει βραχύτερον εἰπεῖν ἄνευ τοῦ παραλιπεῖν τι τῶν ἀναγκαίων, ὡς τοῦτό γε καὶ ἐξ αὐτῶν ὧν ἔγραψε Χρύσιππος περὶ παθῶν ἔνεστι καταμαθεῖν. | |
5.6.45 | τεττάρων γὰρ βιβλίων οὕτω μεγάλων αὐτῷ γεγραμμένων ὥσθ’ ἕκαστον εἶναι διπλάσιον τῶν ἡμετέρων, ὅμως ἡμεῖς οὐδ’ ἐν ὅλοις δύο τὴν περὶ τῶν παθῶν αὐτοῦ γνώμην ἐξητάκαμεν εὐθὺς καὶ τῶν τῷ Ποσειδωνίῳ γραφέντων εἰς | |
5 | τὴν αὐτὴν πραγματείαν ἐπιμνησθέντες. | |
5.6.46 | ἡ μὲν δὴ πρὸς Χρύ‐ σιππον ἀντιλογία τέλος ἐχέτω. νομίζω γὰρ εἰ μέν τις προσ‐ έσχε τὸν νοῦν τοῖς εἰρημένοις οὐκ ἂν χαλεπῶς αὐτὸν ἐξευ‐ ρεῖν ὅσα κατὰ μέρος ἐν ὅλῃ τῇ πραγματείᾳ διημάρτηται, εἰ | |
5 | δέ τις οὐ προσέσχε τούτοις, οὐδ’ ἂν ἔτι πλείω γράφηται, | |
προσέξει. | ||
5.7.1 | Μεταβήσομαι δ’ ἤδη πρὸς τὴν ὑπὸ Πλάτωνος εἰρημένην ἐπίδειξιν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὑπὲρ τοῦ τρία τῆς | |
5.7.2 | ψυχῆς εἶναι μόρια τὰ καθ’ ὁρμὴν ἡμᾶς κινοῦντα. γινώσκειν δὲ χρὴ κἀνταῦθα τὸ μὲν ὅτι μόρια διαφέροντ’ ἀλλήλων ἐστίν, οὐκ ἀναγκαστικῶς ἀποδεικνύμενον· οὐδὲ γὰρ μᾶλλον τρεῖς εἶναι δυνάμεις ἢ τρία μόρια δείκνυσιν ὁ λόγος· ὅτι | |
5 | μέντοι γε τρία τὰ σύμπαντ’ ἐστὶν εἴτε μόρια ψυχῆς εἴτε δυνάμεις ὑφ’ ὧν ὁ βίος ἡμῶν διοικεῖται, βιαστικῶς τε καὶ | |
ἀναντιρρήτως ἀποδείκνυται. | ||
5.7.3 | ὥστε καὶ ἐκ τῶν νῦν λεχθησο‐ μένων ἡ μὲν τοῦ Χρυσίππου διαβληθήσεται δόξα κατασκευα‐ σθήσεται δὲ τὸ κοινὸν Ἀριστοτέλει καὶ Πλάτωνι καὶ Ποσει‐ δωνίῳ δόγμα, τὸ καθ’ ἑτέραν μὲν ἡμᾶς δύναμιν λογίζεσθαι, | |
5 | καθ’ ἑτέραν δὲ θυμοῦσθαι, κατ’ ἄλλην δ’ ἐπιθυμεῖν. | |
5.7.4 | ὅτι μέντοι καὶ ταῖς οὐσίαις ἀλλήλων ταῦτα διαφέρει καὶ πολὺ μᾶλλον ὅτι κατὰ διαφέροντας ἵδρυται τόπους ἐκ μὲν τῶν νῦν λεχθησομένων ἐπιστημονικὴν ἀπόδειξιν οὐκ ἔνεστι λαβεῖν· | |
5 | ἐν δὲ τῷ μετὰ ταῦθ’ ὑπομνήματι γραφησομένῳ μοι, τῆς ὅλης πραγματείας ἕκτῳ γενήσεσθαι μέλλοντι, δι’ ἐναργῶν λημμάτων ἀποδειχθήσεται κατὰ τὰς Ἱπποκράτους τε καὶ Πλά‐ | |
5.7.5 | τωνος μεθόδους. ἰστέον δ’ ὅτι καὶ ὁ Πλάτων αὐτὸς ἐπί‐ σταται τὴν δύναμιν τῶν λεχθησομένων ἀποδείξεων. ἄρχεσθαι | |
γοῦν αὐτῶν μέλλων τάδε προὔγραψε· | ||
5.7.6 | “καὶ εὖ γ’ ἴσθι ὦ Γλαύκων ὡς ἡ ἐμὴ δόξα ἀκριβῶς μὲν τοῦτο ἐκ τοιούτων μεθόδων οἵαις δὴ νῦν ἐν τοῖς λόγοις χρώμεθα, οὐ μή ποτε | |
5.7.7 | λάβωμεν· ἄλλη γὰρ μακροτέρα καὶ πλείων ὁδός” ἐστι, δι’ ἧς ἀποδείκνυται τρία τῆς ψυχῆς ἡμῶν εἶναι τὰ μέρη οὐ μόνον τοῖς τόποις τοῦ σώματος, ἀλλὰ καὶ ταῖς οὐσίαις καὶ ταῖς δυνάμεσι καὶ ταῖς ἐνεργείαις διαφέροντα, ὡς κατὰ τὸν ἑξῆς | |
5 | λόγον ἐπιδείξω, καθ’ ὃν καὶ τὴν μέθοδον αὐτὴν ἣν ἐνταῦθ’ | |
αἰνίττεται μέλλω διεξέρχεσθαι. | ||
5.7.8 | διὰ τί δὲ καίτοι μὴ θαρρῶν ᾗ μέλλει λέγειν ἀποδείξει, ὅμως χρῆται, πρόδηλον ὑπάρχειν οἶμαι τῷ γε προσεσχηκότι τὸν νοῦν οἷς [δὲ] ἀρτίως ἐλέγομεν, ὡς ὅτι μὲν τρεῖς εἰσιν αἱ διοικοῦσαι τὸν βίον ἡμῶν δυνάμεις | |
5 | ἐναργῶς ἀποδείκνυται, μὴ μέντοι τὸ ὅτι διαφέρουσαι ταῖς | |
5.7.9 | οὐσίαις. πρὸς δὲ τὴν προκειμένην αὐτῷ πραγματείαν ἐν τῇ Πολιτείᾳ, τὴν περὶ δικαιοσύνης τε καὶ τῶν ἄλλων ἀρετῶν, ὑπὲρ ἁπασῶν γὰρ ἐν τοῖς ἑξῆς ποιεῖται τὸν λόγον, ἤρκει τὸ | |
δειχθῆναι τρεῖς εἶναι δυνάμεις ἑτερογενεῖς. | ||
5.7.10 | οὕτω γοῦν καὶ ὁ Ποσειδώνιος ὑπολαβὼν ἀπεχώρησέ τε τοῦ Χρυσίππου καὶ μᾶλλον ἠκολούθησεν Ἀριστοτέλει καὶ Πλάτωνι. προσέθηκα δὲ τῷ λόγῳ τὸ μᾶλλον ἐπειδὴ κατὰ μέρος εὑρίσκονταί τινα | |
5 | διαφωνοῦντες οἱ τρεῖς ἄνδρες ὑπὲρ τῆς τῶν ἀρετῶν διαφορᾶς, | |
5.7.11 | κατὰ δὲ τὸ σύμπαν ὁμολογοῦσιν ἀλλήλοις. ἐπιδείξω δὲ καὶ αὐτὸ τοῦτο σαφῶς ἡνίκ’ ἂν ἐν τοῖς ἔπειτα τὸν ὑπὲρ τῶν ἀρετῶν διεξέρχωμαι λόγον· ἐν δὲ τῷ παρόντι τῶν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὑπὸ τοῦ Πλάτωνος εἰρημένων ἀπο‐ | |
5 | δείξεων ἤδη μνημονεύσω προγράψας τὴν ῥῆσιν ἀφ’ ἧς | |
ἄρχεται τοῦ λόγου· | ||
5.7.12 | ἔχει δὲ ὧδε· “ταὐτὸν δηλονότι τἀναντία ποιεῖν ἢ πάσχειν [ἢ] κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτὸν οὐκ ἐθε‐ | |
5.7.13 | λήσει ἅμα.” εἶθ’ ἑξῆς πιστωσάμενός τε τοῦτο καὶ περὶ τῶν δοκούντων μάχεσθαι διελθὼν ἐπιφέρει “ἆρ’ οὖν, ἦν δ’ ἐγώ, τὸ ἐπινεύειν τῷ ἀνανεύειν καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν τῷ ἀπαρνεῖσθαι καὶ τὸ προσάγεσθαι τῷ ἀπωθεῖσθαι, πάντα τὰ | |
5 | τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης εἴτε ποιημάτων εἴτε παθημάτων; οὐδὲν γὰρ ταύτῃ διοίσει. ἀλλ’, ἦ δ’ ὅς, τῶν | |
ἐναντίων. | ||
5.7.14 | τί οὖν, ἦν δ’ ἐγώ, διψῆν καὶ πεινῆν καὶ ὅλως τὰς ἐπιθυμίας καὶ αὖ τὸ ἐθέλειν καὶ τὸ βούλεσθαι, οὐ ταῦτα πάντα εἰς ἐκεῖνά ποι ἂν θείης τὰ εἴδη τὰ νῦν λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυμοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι | |
5 | φήσεις ἐκείνου οὗ ἂν ἐπιθυμῇ, ἢ προσάγεσθαι τοῦτο ὃ ἂν βούληταί οἱ γενέσθαι, ἢ αὖ οὐ καθ’ ὅσον ἐθέλει τί οἱ πορι‐ σθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὑτὴν ὥσπερ τινὸς ἐρωτῶντος | |
5.7.15 | ἐπορεγομένην αὐτοῦ τῆς γενέσεως; ἔγωγε. τί δέ; τὸ ἀβου‐ λεῖν καὶ μὴ ἐθέλειν μηδ’ ἐπιθυμεῖν οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπ’ αὐτῆς καὶ εἰς ἅπαντα τἀναντία ἐκείνοις θή‐ | |
σομεν; πῶς γὰρ οὔ;” | ||
5.7.16 | ἐν ταύτῃ τῇ ῥήσει καὶ ταῖς ἑξῆς ἁπά‐ σαις δείκνυσιν ἕτερον εἶναι μέρος τῆς ψυχῆς τὸ ἐπιθυμοῦν τοῦ λογιζομένου πῶς καὶ τίνα τρόπον ἐν μὲν τῷ πεινῆν | |
ἐφιέμεθα πληρωθῆναι σιτίων, ἐν δὲ τῷ διψῆν πόματος. | ||
5.7.17 | ἀλλὰ παῖδες μὲν ὄντες ὁμοίως τοῖς ἀλόγοις ζῴοις ἑτοίμως ἐπὶ τὸ πληρωθῆναι ἐρχόμεθα μήτ’ εἰ συνοίσει τοῦτο μήτ’ εἰ βλάψει σκοπούμενοι· κατὰ δὲ τὴν ἡλικίαν καὶ τὸν λογισμὸν γενόμενοι | |
5 | πολλάκις μὲν οὐδ’ ὅλως πίνομεν ἐπειδὰν πεισθῶμεν ὑπὸ τοῦ πόματος βλάβην ἔσεσθαι, πολλάκις δὲ ὀλιγώτερον ἢ ὅσον ἐπιθυμοῦμεν εἰ κἀνταῦθα μέλλοι βλάψειν τὸ πλέον, ἐνίοτε δ’ ὕδωρ πίνομεν οἶνον ἐπιθυμοῦντες πιεῖν ἢ σφοδρῶς ὀρεγό‐ | |
μενοι ψυχροῦ θερμὸν προσφερόμεθα. | ||
5.7.18 | οἱ δέ γε ἀλόγιστοι τῶν ἀνθρώπων ὡσαύτως τοῖς βρέφεσι καὶ θηρίοις οὔτε τὸν καιρὸν ἀναμένουσιν οὔτε ποσότητα καὶ ποιότητα τοῦ πόμα‐ | |
5.7.19 | τος ἐπισκέπτονται. τὸ μὲν δὴ μὴ χρῆσθαι λογισμῷ μήτε τὰ θηρία μήτε τὰ βρέφη καὶ πρὸς τῶν περὶ τὸν Χρύσιππον | |
ὡμολόγηται· τὸ δὲ ὑπὸ δυνάμεώς τινος ἑτέρας παρὰ τὸν | ||
5 | λογισμὸν ἐπὶ τὴν ἀπόλαυσιν ὧν ἐπιθυμοῦσιν ἔρχεσθαι ποτὲ μὲν ὁμολογοῦσιν, ἔστιν ὅτε δ’ ἀρνοῦνται περιπλέκοντες ἄνω καὶ κάτω τοὺς λόγους, ἐνὸν ὡς ἄνδρας ἐραστὰς ἀληθείας ἐκ προχείρου συλλογίζεσθαι δύναμίν τινα ὑπάρχειν ἄλογον ἐπὶ τὴν τοῦ πόματος ἀπόλαυσιν ἄγουσαν οὐ τὰ βοσκήματα μόνα | |
10 | καὶ τοὺς παῖδας, ἀλλὰ καὶ τοὺς βοσκήμασιν ὁμοίους ἀνθρώ‐ | |
5.7.20 | πους. εἰς μὲν οὖν τὴν τοιαύτην ἀπόδειξιν ὁ λόγος ἡμᾶς ἤγαγε προτέραν ἐξ ἀκολουθίας τινὸς οὐ σμικρὰ συντελοῦσαν | |
οὐδ’ αὐτὴν ταῖς ὑπὸ τοῦ Πλάτωνος λεγομέναις. | ||
5.7.21 | ἐπὶ δὲ τοὺς ἤδη τελείους ἄνδρας οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλὰ καὶ κατὰ τὸν λογισμὸν ἀφικόμενοι τῷ λόγῳ θεασώμεθα ἤδη τὴν ἐν αὐτοῖς μάχην τῆς λογιστικῆς δυνάμεως πρὸς τὴν ἐπι‐ | |
5 | θυμητικὴν ἔν τε νόσοις καὶ ἄλλαις πολλαῖς περιστάσεσιν ἐν αἷς οὔπω δοκεῖ καιρὸς εἶναι προσφέρεσθαι πόμα τὸν διψῶντα καὶ σιτία τὸν πεινῶντα καὶ θάλπεσθαι τὸν ῥιγοῦντα καὶ ψύχεσθαι τὸν θαλπόμενον ἀφροδισίοις τε χρῆσθαι τὸν ἐπὶ | |
ταῦτ’ ὀργῶντα. | ||
5.7.22 | ἡ μὲν γὰρ ἄλογος ἐν ἡμῖν δύναμις ἐφ’ ἕκαστον τῶν ἐπιθυμουμένων ἕλκει τὸν δεόμενον, ὁ δὲ λο‐ γισμὸς ἀντισπᾷ καὶ κατέχει τὴν οὐκ ἐν καιρῷ φοράν. καὶ μάχη γε πολλάκις ἑκατέρων ἰσχυρὰ γίγνεται πρὸς ἄλληλα | |
5 | φανερῶς ἐνδεικνυμένη διττὴν εἶναι φύσιν ἐν ἡμῖν τῶν στα‐ | |
σιαζουσῶν ἀλλήλαις δυνάμεων. | ||
5.7.23 | εἴπερ γὰρ ἦν μία μόνη καθάπερ ἐν τοῖς παισίν, οὐδὲν 〈ἂν〉 ἐκώλυεν ἀκαίρως ἡμᾶς ἀπολαύειν τῶν ἐπιθυμουμένων ὥσπερ γε καὶ εἰ μόνος ὁ λογισμὸς ἦν πρὸς οὐδὲν ἀνθέλκειν τε καὶ στασιάζειν εἰθι‐ | |
5 | σμένος οὐδὲν ἂν ἦν πρᾶγμα διψῶντα μὴ πίνειν ἢ πεινῶντα μὴ ἐσθίειν οὐδ’ ἐγκρατὴς οὐδὲ σώφρων ἂν ὁ μὴ πίνων ὠνομάζετο καθάπερ οὐδ’ ὁ μὴ βαδίζων εἰ μὴ βούλοιτο. | |
5.7.24 | νυνὶ δ’ ἐπεὶ διτταί τινές εἰσιν αἱ τὸν ἄνθρωπον ἐπισπώ‐ μεναι δυνάμεις, ἔστι δὲ ἄλογος ἡ τοῦ πόματος ἐπιθυμοῦσα, ἡ δὲ κατέχουσα ταύτην λογική, σωφροσύνης ἐν τῷ τοιούτῳ | |
καὶ ἐγκρατείας ἡ γένεσις. | ||
5.7.25 | ἀλλὰ τοῦτο μὲν ἡμῖν οὐ σμικρὸν ἐν παρέργῳ δειχθὲν εἰς τὸν περὶ τῶν ἀρετῶν λόγον μνημο‐ νευέσθω μήτ’ ἐγκράτειαν εἶναί τι μήτε σωφροσύνην ἀναιρε‐ | |
5.7.26 | θείσης τῷ λόγῳ τῆς ἐπιθυμητικῆς δυνάμεως. ἐπὶ δὲ τὸ προκείμενον αὖθις ἐπάνειμι, ὡς ἡ τοῦ διψῶντος μὲν μὴ βουλομένου δὲ πίνειν ψυχὴ κατὰ μέν τινα τῶν ἑαυτῆς δυνά‐ μεων ἢ μερῶν ἐφίεται ποτοῦ, καθ’ ἕτερον δέ τι φεύγει καὶ | |
5 | ἀποτρέπεται· ἑνὶ γὰρ καὶ ταὐτῷ προσίεσθαί τι καὶ ἀπαρ‐ | |
νεῖσθαι καὶ διώκειν καὶ φεύγειν οὐκ ἐνδέχεται. | ||
5.7.27 | εἴτε δὲ προσ‐ ίεσθαι καὶ φεύγειν λέγεις εἴτε διώκειν εἴτ’ ἐφίεσθαι διαφέρει οὐδέν, ὥσπερ οὐδὲ εἰ βούλεσθαι ἢ ὀρέγεσθαι ἢ ἀντιποιεῖσθαι ἢ | |
5.7.28 | ἀσπάζεσθαι ἢ ἐπιθυμεῖν. ἡ γὰρ τῶν τοιούτων ὀνομάτων διαίρεσις οὐδὲν εἰς τὴν παροῦσαν σκέψιν ὀνίνησιν, ἀλλ’ αὐτὸ τοὐναντίον ἄκαιρός τ’ ἐστὶ καὶ τὴν περὶ τῶν πραγμά‐ | |
των ζήτησιν εἰς τὴν περὶ τῶν ὀνομάτων ἀμφισβήτησιν ἀπάγει. | ||
5.7.29 | διὸ καὶ τεχνάζονταί τινες ἐξεπίτηδες ὑπὲρ τοῦ μηδὲν περαν‐ θῆναι πρὸς ἕκαστον τῶν ὀνομάτων ἐνίστασθαι· εἰ μὲν ὀρέ‐ γεσθαι πόματος εἴποις τὸν διψῶντα, μὴ συγχωροῦντες ὀρέ‐ γεσθαι λέγειν· ἀστεῖον γάρ τι τὴν ὄρεξιν εἶναι καὶ μόνου τοῦ | |
5 | σοφοῦ, ὑπάρχειν γοῦν αὐτὴν ὁρμὴν λογικὴν ἐπί τι〈νοσ〉 ὅσον χρὴ ἥδοντος· ἂν δὲ ἐπιθυμεῖν, οὐδὲ οὕτως ὀνο‐ μάζειν συγχωροῦντες, τὸ μὲν γὰρ διψῆν οὐκ ἐν τοῖς φαύλοις μόνον ἀλλὰ καὶ τοῖς ἀστείοις γίγνεσθαι, τὴν δ’ ἐπιθυμίαν αὐτήν τε φαύλην εἶναι καὶ μόνοις τοῖς φαύλοις ἐγγίγνεσθαι, | |
10 | εἶναι γὰρ ὄρεξιν ἀθρόως ῥεπτικὴν πρὸς τὸ τυγχάνειν. | |
5.7.30 | εἰ δέ 〈τισ〉 μὴ μακρὸν οὕτως αὐτῆς ὁρισμὸν ποιήσειεν ἀλλ’ ὄρεξίν γε ἄλογον ὑπάρχειν εἰπών, ἐπιτιμήσει μάλα σεμνῶς ἀνδρὶ πολλάκις οὐκ ἐν τῇ τῶν πραγμάτων ἐπιστήμῃ μόνον, ἀλλὰ | |
5.7.31 | κἀν τῇ τῶν ὀνομάτων χρήσει μυρίον διαφέροντι. τοιοῦτοι δ’ ἀμέλει καὶ τῶν παλαιῶν ἦσαν οὐκ ὀλίγοι καθάπερ καὶ αὐτὸς ὁ Πλάτων φησίν, ὀνόμασι χρώμενοι καινῶς μετωνο‐ μασμένοις· δι’ οὕς μοι δοκεῖ καὶ νῦν οὐχ ἓν ἁπλῶς γράψαι | |
5 | κατὰ τὸν προκείμενον λόγον ὄνομα, χρήσασθαι δὲ ἐξεπίτη‐ | |
δες ἅπασιν οἷς ἐγχωρεῖ ταὐτὸν δηλῶσαι πρᾶγμα. | ||
5.7.32 | τῷ τε γὰρ ὀρέγεσθαι καὶ τῷ ἐπιθυμεῖν καὶ τῷ ἐφίεσθαι καὶ τῷ ἐπινεύειν ἐπορέγεσθαί τε καὶ θέλειν καὶ βούλεσθαι καὶ προσάγεσθαι καὶ μέντοι καὶ τοῖς ἐναντίοις αὐτῶν ἐπὶ τοῦ ἑνὸς πράγματος | |
5.7.33 | φαίνεται χρώμενος, τῷ ἀβουλεῖν καὶ μὴ ἐθέλειν. ἐνδείξασθαι γὰρ αὐτῷ πρόκειται καὶ δηλῶσαι σαφῶς ὃ βούλεται, περὶ τὴν ἀπόδειξιν ἐσπουδακότι καὶ δουλεύοντι διὰ τῆς λέξεως τῇ μηνύσει τοῦ πράγματος, οὐ τερθρευομένῳ περὶ τὰς συλλαβάς. | |
5.7.34 | ἐκ μὲν δὴ τῶν προειρημένων ἕτερον ἐπέδειξε τὸ ἐπιθυμοῦν | |
τοῦ λογιζομένου. παραγράφειν γὰρ ἁπάσας αὐτοῦ τὰς ῥήσεις μακρὸν ἔδοξέ μοι δυναμένου γε παντὸς τοῦ βουλομένου τὸ | ||
5.7.35 | ἐφεξῆς ἅπαν ἀναγνῶναι τοῦ βιβλίου χωρίον. εἰ δὲ καὶ τὴν ἐπὶ τῆς τελευτῆς ὅλου τοῦ λόγου δέοι παραγράψαι ῥῆσιν, ὡς ἔμοιγε δοκεῖ, χάριν τοῦ σαφεστέραν γενέσθαι τὴν ἐπὶ τὸ δεύ‐ τερον κεφάλαιον μετάβασιν, οὐδὲ ταύτην παρήσω· ἔχει δ’ | |
5.7.36 | ὧδε· “ἆρα τοῦ διψῶντος ἡ ψυχὴ καθ’ ὅσον δὴ διψῇ οὐκ ἄλλο τι βούλεται ἢ πιεῖν καὶ τούτου ὀρέγεται καὶ ἐπὶ τοῦτο ὁρμᾷ; | |
δῆλον δή. | ||
5.7.37 | οὐκοῦν εἴ ποτέ τι αὐτὴν ἀνθέλκει διψῶσαν, ἕτερον ἄν τι ἐν αὐτῇ εἴη αὐτοῦ τοῦ διψῶντος καὶ ἄγοντος ὥσπερ θηρίου ἐπὶ τὸ πιεῖν; οὐ γὰρ δή φαμεν τό γε αὐτὸ τῷ αὐτῷ ἑαυτοῦ περὶ τὸ αὐτὸ ἅμα τἀναντία πράττειν. οὐ | |
5.7.38 | γὰρ οὖν. ὥσπερ γε, οἶμαι, τοῦ τοξότου οὐ καλῶς ἔχει λέγειν ὅτι αὐτοῦ ἅμα αἱ χεῖρες τὸ τόξον ἀπωθοῦνταί τε καὶ προσ‐ έλκονται, ἀλλ’ ὅτι ἄλλη μὲν ἡ ἀπωθοῦσα χείρ, ἑτέρα δ’ ἡ προσαγομένη. παντάπασι μὲν οὖν, ἔφη. πότερον δὴ φῶ‐ | |
5 | μέν τινας ἔστιν ὅτε διψῶντας οὐκ ἐθέλειν πιεῖν; καὶ μάλα | |
γ’ ἔφη πολλοὺς καὶ πολλάκις. | ||
5.7.39 | τί οὖν, ἔφην ἐγώ, φαίη τις ἂν τούτων πέρι; οὐκ ἐνεῖναι μὲν ἐν τῇ ψυχῇ αὐτῶν τὸ κελεῦον, εἶναι δὲ τὸ κωλῦον πιεῖν ἄλλο ὄν, τὸ κρατοῦν τοῦ κελεύοντος; ἔμοιγ’ ἔφη δοκεῖ. ἆρ’ οὖν οὐ τὸ μὲν | |
5 | κωλῦον τὰ τοιαῦτα ἐγγίγνεται, ὅταν ἐγγένηται, ἐκ τοῦ λογισμοῦ, τὰ δὲ ἄγοντα καὶ ἕλκοντα διὰ παθημάτων τε καὶ νοσημά‐ | |
των παραγίγνεται; φαίνεται. | ||
5.7.40 | οὐ δὴ ἀλόγως, ἦν δ’ ἐγώ, ἀξιώσομεν αὐτὰ διττά τε καὶ ἕτερα ἀλλήλων εἶναι, τὸ μὲν ᾧ λογίζεται λογιστικὸν προσαγορεύοντες τῆς ψυχῆς, τὸ δ’ ᾧ ἐρᾷ τε καὶ πεινῇ καὶ διψῇ καὶ περὶ τὰς ἄλλας ἐπιθυ‐ | |
5 | μίας ἐπτόηται ἀλόγιστόν τε καὶ ἐπιθυμητικόν, πληρώσεών | |
5.7.41 | τινων καὶ ἡδονῶν ἑταῖρον.” διὰ τούτων ἔδειξεν ἕτερον | |
εἶδος εἶναι ψυχῆς τὸ λογιστικὸν τοῦ ἐπιθυμητικοῦ. | ||
5.7.42 | ἀλλ’ ὡς εἶπον καὶ πρόσθεν, οὔπω μοι πρόκειται δεικνύειν ὡς ἕτερα τῷ εἴδει ταυτὶ τὰ δύο μέρη τῆς ψυχῆς ἐστιν, ἀλλ’ εἴς γε τὸ προκείμενον ἀπόχρη τὸ περαινόμενον ἀναμφισβητήτως, | |
5 | ὅτι μὴ τῆς αὐτῆς ἐστι δυνάμεως τό τε λογίζεσθαι καὶ τὸ σιτίων ἢ ποτῶν ἢ ἀφροδισίων ἐπιθυμεῖν, ὅπερ οὐκ οἶδ’ | |
ὅπως ὁ Χρύσιππος ἅμα πολλοῖς Στωϊκοῖς ἠγνόησεν. | ||
5.7.43 | ἀλλὰ τὸ μὲν ἀγνοῆσαί τι συγγνωστόν, ὡς καὶ πρόσθεν ἔλεγον, οὐ συγγνωστὸν δὲ τὸ πλημμελῶς οὕτως μεταχειρίσασθαι τὸν λό‐ γον ὥστε τῶν μὲν τοῖς κωμικοῖς ἢ τραγικοῖς ποιηταῖς εἰρη‐ | |
5 | μένων μνημονεύειν εἰς τηλικούτου δόγματος ἀπόδειξιν, ἀν‐ θρώποις οὐδ’ ἐπιχειροῦσιν ἀποδεικνύειν οὐδὲν ἀλλὰ μόνον οἷα ἂν αὐτοῖς δόξῃ πρέπειν τῷ λέγοντι προσώπῳ κατὰ τὸ δρᾶμα, κοσμοῦσι διὰ τῆς ἑρμηνείας, τῶν δ’ ὑπὸ Πλάτωνος εἰρημένων εἰς τὴν ἀπόδειξιν αὐτοῦ μήτε μνημονεῦσαι μήτ’ | |
10 | ἀντειπεῖν ἐπιχειρῆσαι, ἀλλ’ ἐξ ἑτοίμου τε καὶ προχείρου λαμ‐ βάνειν ὡς ἔνθ’ ἂν ᾖ τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθ’ ἐστὶ | |
καὶ τὸ λογιζόμενον. | ||
5.7.44 | Χρύσιππος μὲν οὖν ἀεὶ τοιοῦτος. ὁ δὲ Πλάτων ἐπειδὴ διώρισται ἐν τῇ προγεγραμμένῃ ῥήσει τὸ ἐπιθυμητικὸν τοῦ λογιστικοῦ, μετὰ ταῦτα πειρᾶται καὶ τὸ θυμοειδὲς αὐτῶν διορίζειν· ἔχει δ’ ἡ ἀρχὴ τῆς ῥήσεως ὧδε· | |
5.7.45 | “ταῦτα μὲν τοίνυν, ἦν δ’ ἐγώ, δύ’ ἡμῖν ὡρίσθω εἴδη ἐν ψυχῇ ἐνόντα· τὸ δὲ δὴ τοῦ θυμοῦ καὶ ᾧ θυμούμεθα πότε‐ ρον τρίτον ἢ τούτων ποτέρῳ εἴη ἂν ὁμοφυές; ἴσως, ἔφη, | |
τῷ ἑτέρῳ, τῷ ἐπιθυμητικῷ. | ||
5.7.46 | ἀλλ’, ἦν δ’ ἐγώ, ποτὲ ἀκούσας τι πιστεύω τούτῳ, ὡς ἄρα Λεόντιος ὁ Ἀγλαΐωνος ἀνιὼν ἐκ Πειραιέως ὑπὸ τὸ βόρειον τεῖχος ἐκτὸς αἰσθόμενος νεκροὺς παρὰ τῷ δημίῳ κειμένους ἅμα μὲν ἰδεῖν ἐπιθυμοῖ, ἅμα δὲ | |
5 | δυσχεραίνοι καὶ ἀποτρέποι ἑαυτὸν καὶ τέως μὲν μάχοιτό τε καὶ παρακαλύπτοιτο, κρατούμενος δ’ οὖν ὑπὸ τῆς ἐπιθυμίας διελκύσας τοὺς ὀφθαλμοὺς προσδραμὼν πρὸς τοὺς νεκρούς, ‘ἰδοὺ ὑμῖν‘ ἔφη ‘ὦ κακοδαίμονες, ἐμπλήσθητε τοῦ καλοῦ | |
θεάματος.‘ ἤκουσα, ἔφη, καὶ αὐτός. | ||
5.7.47 | οὗτος μέντοι, ἔφην, ὁ λόγος σημαίνει τὴν ὀργὴν πολεμεῖν ἐνίοτε ταῖς ἐπιθυμίαις | |
5.7.48 | ὡς ἄλλο ὂν ἄλλῳ. σημαίνει γε, ἔφη.” πάλιν κἀν τούτοις ὁ Πλάτων ἐπιδείκνυσιν ὡς ἕτερόν ἐστι τὸ ἐπιθυμητικὸν τοῦ ὀργιζομένου, προσχρώμενος δηλονότι τῷ κατ’ ἀρχὰς ὑποκει‐ μένῳ ἀξιώματι ὡς οὐκ ἐνδέχεται τὸ ἀκριβῶς ἓν καὶ ἁπλοῦν | |
5 | καὶ ἀσύνθετον ὀρέγεσθαί τινος καὶ ἀποτρέπεσθαι καὶ χαίρειν τῷ αὐτῷ καὶ δυσχεραίνειν ἀλλ’ ἀναγκαῖον ἕτερον μὲν τὸ ἐπιθυμοῦν θεάσασθαι τοὺς νεκρούς, ἕτερον δὲ τὸ κωλῦον θεά‐ | |
σασθαι, καὶ ὡς τῷ μὲν ἐπιθυμοῦντι πάντως πού τις ἡδονὴ | ||
10 | κατὰ τὴν θέαν ἤμελλεν ἔσεσθαι, τῷ δὲ κωλύοντι δυσχέρειά | |
5.7.49 | τε καὶ ἀνία. τὸ γὰρ ὀργίζεσθαι τῷ ἐπιθυμοῦντι καὶ δυσχε‐ ραίνειν αὐτοῦ ταῖς ὁρμαῖς καὶ κωλύειν ἐθέλειν τε ταῖς ἐπι‐ θυμίαις ἐπιτιμᾶν τε καὶ μέμφεσθαι καὶ πάνθ’ ὅσα τοιαῦτα μέρους ἑτέρου τῆς ψυχῆς ἔργον ἐστίν, οὐκ αὐτοῦ τοῦ ἐπιθυ‐ | |
5 | μοῦντος· εἰ δὲ καὶ μὴ μέρους ἀλλὰ δυνάμεώς γε πάντως | |
ἑτέρας. | ||
5.7.50 | εἴρηται γὰρ ἤδη γε τοῦτο πολλάκις, ὡς οὐδέπω κατὰ τόδε τὸ βιβλίον ἀγωνιζόμεθα πρὸς Ἀριστοτέλην καὶ Ποσειδώνιον ὁμολογοῦντας μὲν ἑτέροις ἀλλήλων λογίζεσθαί τε καὶ θυμοῦσθαι καὶ ἐπιθυμεῖν ἡμᾶς, οὐ μὴν εἴδεσί γε ἢ | |
5 | μορίοις ψυχῆς ἀλλὰ δυνάμεσιν· ἐν γὰρ τοῖς ἐφεξῆς λόγοις ἐπιδείξομεν ὅτι μὴ δυνάμεσι μόνον, ἀλλὰ καὶ μέρεσι τῆς | |
ψυχῆς ἑτέροις ἀλλήλων κατ’ εἶδος. | ||
5.7.51 | ἐν δὲ τῷδε τῷ νῦν ἐνεστῶτι τοῦτ’ ἀρκεῖ μόνον ἀποδεῖξαι πρὸς ἔνδειξιν τῆς Χρυσίππου περὶ τὰ τοιαῦτα ῥᾳθυμίας, ὡς αὐτὸς ἰσχυρῶν λόγων ὑπὸ Πλάτωνος ἠρωτημένων εἰς ἀπόδειξιν τοῦ νῦν | |
5 | ἡμῖν ζητουμένου δόγματος οὔτ’ ἐμνήσθη τινὸς αὐτῶν οὔτ’ ἀντειπεῖν ἐπεχείρησε, καίτοι πληρώσας λόγων μακρῶν, μᾶλλον δὲ ποιητικῶν ἐπῶν, ὅλον τὸ πρῶτον βιβλίον περὶ ψυχῆς, ἐν | |
ᾧ περὶ ἡγεμονικοῦ διεξῆλθεν. | ||
5.7.52 | οὐ μόνον δὲ κατὰ τοῦτο τελέως ἐσιώπησε τοὺς τοῦ Πλάτωνος λόγους ἀλλὰ καὶ κατὰ τὰ περὶ παθῶν συγγράμματα, τά τε τρία τὰ λογικὰ καὶ τὸ χωρὶς αὐτῶν ἰδίᾳ γεγραμμένον ὑπ’ αὐτοῦ, τὸ θεραπευτικόν | |
5.7.53 | τε καὶ ἠθικὸν ἐπιγραφόμενον. ἐπὶ τὰς ὑπολοίπους οὖν τοῦ Πλάτωνος ῥήσεις ἴωμεν ἐχούσας ὧδε· “οὐκοῦν καὶ ἄλλοθι, ἔφην, πολλαχοῦ αἰσθανόμεθα ὅταν βιάζωνταί τινα παρὰ τὸν λογισμὸν ἐπιθυμίαι, λοιδοροῦντά τε αὑτὸν καὶ θυμού‐ | |
5 | μενον τῷ βιαζομένῳ ἐν αὑτῷ καὶ ὥσπερ δυοῖν στασιαζόν‐ τοιν σύμμαχον τῷ λόγῳ γιγνόμενον τὸν θυμὸν τοῦ τοιού‐ | |
του; | ||
5.7.54 | ταῖς δ’ ἐπιθυμίαις αὐτὸν κοινωνήσαντα αἱροῦντος λό‐ γου μὴ δεῖν τι πράττειν οἶμαί σε οὐκ ἂν φάναι γενομένου ποτ’ ἐν ἑαυτῷ τοιούτου αἰσθέσθαι, οἶμαι δ’ οὐδ’ ἐν ἄλλῳ. | |
5.7.55 | οὐ μὰ τὸν Δία, ἔφη.” κατὰ μὲν οὖν τὴν προτέραν ῥῆσιν ὁ Πλάτων ἐν ᾗ τοῦ ποθοῦντος θεάσασθαι τοὺς νεκροὺς ἐμνημόνευσεν, ἐναργῶς μὲν ἀπέδειξεν ἕτερον ὑπάρχειν τὸ θυμούμενον τοῦ ἐπιθυμοῦντος, οὐ μὴν ὅτι τὸ λογιζόμενον | |
5 | ἕτερον ἀμφοῖν ἐστιν ἐναργῶς εἶπεν, ἀλλ’ ἐνεδείξατο καὶ κατ’ | |
ἐκεῖνον μέν πως τὸν λόγον, ἐνταυθοῖ δ’ ἱκανῶς ἐπεξέρχεται. | ||
5.7.56 | ὅταν γάρ τινα βιάζηταί τις ἐπιθυμία παρὰ τὸν λογισμόν, ὥσπερ τὸν ἔμπροσθεν εἰρημένον Λεόντιον, ὁ θυμὸς ἐνταῦθα κινεῖται συμμαχῶν τῷ λογισμῷ καὶ πολλάκις μὲν ἐκράτησεν ἅμα τῷ λογισμῷ τῆς ἀμέτρου κινήσεως τοῦ ἀκολάστου τῆς | |
5 | ψυχῆς εἴδους καὶ κατέσχε τε καὶ διεκώλυσεν αὐτὸ καὶ τῆς ὁρμῆς ἐπέσχεν, ὥσπερ οὖν καὶ ὁ Λεόντιος ἐδυνήθη λοιδορη‐ θεὶς ἑαυτῷ τῆς περὶ τὸ θεάσασθαι τοὺς νεκροὺς ἀκρασίας παρελθεῖν μὴ θεασάμενος αὐτούς, ἐνίοτε δ’ ἀμφοτέρων τῶν μερῶν τῆς ψυχῆς ἀγχόντων τε καὶ λοιδορουμένων ἀντιπρατ‐ | |
10 | τόντων τε καὶ ἀνθελκόντων ἐκράτησε τὸ ἐπιθυμητικόν, ὥσπερ ἐπ’ αὐτοῦ τοῦδε τοῦ θεασαμένου τοὺς νεκροὺς ὁ Πλάτων | |
5.7.57 | διηγεῖται γενέσθαι συνενδεικνύμενος ἐν τῷ λόγῳ πολλά. καὶ γὰρ ὅτι τὸ θυμαινόμενον ἕτερόν ἐστι τοῦ ἐπιθυμοῦντος καὶ ὅτι τὸ λογιζόμενον ἀμφοῖν ἄλλο καὶ ὡς τὸ θυμαινόμενον οὐδέποτε συμμαχεῖ τῷ ἐπιθυμητικῷ, δι’ ἑνὸς ἐνεδείξατο τοῦδε | |
5.7.58 | τοῦ προειρημένου παραδείγματος. οὐδεὶς γοῦν ἐπετίμησεν ἑαυτῷ ποτε καὶ ὠργίσθη, διότι τῶν ἀκαίρων ἐπιθυμιῶν | |
ἀφίστασθαι προαιρεῖται. | ||
5.7.59 | τίς γὰρ ἐν νόσῳ τῶν ἀμέτρως δια‐ καιομένων ἐπιθυμούντων τε πόματος ψυχροῦ λογισάμενος ὄλεθρον οἴσειν αὑτῷ τὸ πόμα καὶ βλάβην ἐσχάτην, εἶτ’ ἐπι‐ σχὼν τὴν ὁρμὴν καὶ καθησυχάσας ἐπετίμησεν αὑτῷ καὶ ὠρ‐ | |
5 | γίσθη, διότι καλῶς ἐλογίσατο; οὐδεὶς ὡς οἶμαι τῶν πάντων. | |
5.7.60 | ἀλλ’ ἔνθα μὲν ἂν ἑκὼν ὁ λογισμὸς ἕπηται τῷ ἐπιθυμητικῷ, συνέπεται καὶ τὸ θυμοειδὲς τῷ λογισμῷ· τούτῳ γὰρ ὑπηρε‐ τεῖν καὶ συμπράττειν ὥσπερ τις κύων κυνηγέτῃ κατὰ τοῦ | |
τρίτου τῆς ψυχῆς εἴδους ὑπὸ τῆς φύσεως ἐδόθη· | ||
5 | ἔνθα δὲ ἐναντιοῦται καὶ στασιάζει καὶ μάχεται, μετὰ τοῦ λογιομοῦ | |
5.7.61 | γίγνεται καὶ τούτῳ συμμαχεῖ. ὅτι δὲ τῷ λογιστικῷ τὸ θυ‐ μοειδὲς ἀεὶ κατὰ τοῦ ἐπιθυμητικοῦ συμμαχεῖ καὶ διὰ τῆς | |
5.7.62 | ἐπιφερομένης ῥήσεως δῆλον ποιεῖται γράφων ὧδε· “τί δέ; ἦν δ’ ἐγώ· ὅταν τις οἴηται ἀδικεῖν, οὐχ ὅσῳ ἂν γενναιότερος ᾖ τοσούτῳ ἧττον δύναται ὀργίζεσθαι καὶ πεινῶν καὶ ῥιγῶν καὶ ἄλλο ὁτιοῦν τῶν τοιούτων πάσχων ὑπ’ ἐκείνου ὃν ἂν | |
5 | οἴηται δικαίως ταῦτα δρᾶν, καὶ ὃ λέγω οὐκ ἐθέλει πρὸς | |
τοῦτον αὐτοῦ ἐγείρεσθαι ὁ θυμός; ἀληθῆ, ἔφη. | ||
5.7.63 | τί δέ; ὅταν ἀδικεῖσθαί τις ἡγῆται, οὐκ ἐν τούτῳ ζητεῖ τε καὶ χαλεπαίνει καὶ συμμαχεῖ τῷ δοκοῦντι δικαίῳ καὶ διὰ τὸ πεινῆν καὶ διὰ τὸ ῥιγοῦν καὶ πάντα τὰ τοιαῦτα πάσχειν ὑπομένων καὶ | |
5 | νικᾷ καὶ οὐ λήγει τῶν γενναίων πρὶν ἂν ἢ διαπράξηται ἢ τελευτήσῃ ἢ ὥσπερ κύων ὑπὸ νομέως ὑπὸ τοῦ λόγου τοῦ | |
παρ’ αὐτῷ ἀνακληθεὶς πραϋνθῇ;” | ||
5.7.64 | ἐν ταύτῃ τῇ ῥήσει πάλιν ὁ Πλάτων ἐμνημόνευσεν δυοῖν ἀνθρώπων, ἀμφοῖν μὲν ταὐτὰ πασχόντων ὑπό τινος ἄρχοντός τε καὶ κρατοῦντος ὡς καὶ πεινῆν καὶ διψῆν καὶ ῥιγοῦν, ἀλλὰ τοῦ μὲν ἑτέρου δικαίως | |
5 | πεπεισμένου πάσχειν αὐτά, τοῦ δὲ ἑτέρου ἀδίκως· εἶτά φησιν ὡς ὁ μὲν ἕτερος ὅστις ἂν οἴηται δικαίως πάσχειν ταῦτα διὰ τὸ πρότερον αὐτὸς ἀδικεῖν τι, φέρει πρᾴως αὐτὰ καὶ οὐκ ὀργίζεται τῷ δικαίως κολάζοντι, καὶ τοσούτῳ γε μᾶλλόν | |
φησιν ὅσῳπερ ἂν καὶ γενναιότερος. | ||
5.7.65 | εἴρηκε δὲ τοῦτο περὶ αὐτοῦ τοῦ κολαζομένου· οὗτος γὰρ ὅσῳπερ ἂν εὐγενέστερος ὑπάρχῃ φύσει, τοσούτῳ μᾶλλον ὑπομένει γενναίως τὰς κολά‐ σεις. ὁ δ’ ἕτερος, ὅστις ἂν ἀδικεῖσθαι νομίζῃ, θυμοῦται | |
5.7.66 | καὶ χαλεπαίνει καὶ συμμαχεῖ τῷ δοκοῦντι δικαίῳ. ταῦθ’ ὁσημέραι τὰ γιγνόμενα κἀπὶ τῶν οἰκετῶν ἐστι θεάσασθαι· ὅσοι μὲν γὰρ ἂν αὐτῶν ἢ κλέπτοντες ἤ τι τοιοῦτον ἕτερον δρῶν‐ τες ἁλῶσι, καὶ μαστιγούμενοι καὶ λιμαγχονούμενοι καὶ ἀτι‐ | |
5 | μαζόμενοι πρὸς τῶν δεσποτῶν οὐκ ὀργίζονται· ὅσοι δ’ ἂν οἰηθῶσιν ἀδίκως τι τούτων ἢ πάσχειν ἢ πεπονθέναι, ἀεὶ τούτων ἔνδον ὁ θυμὸς ἀγριούμενός ἐστι καὶ ποθῶν ἀντιτι‐ | |
5.7.67 | μωρήσασθαι τὸν ἀδικοῦντα. δηλοῦται δ’ ἐξ ἀμφοτέρων τῶν παραδειγμάτων ὡς τὸ θυμοειδὲς ὑπὸ τῆς φύσεως ἡμῖν ἐδόθη σύμμαχον τῷ λογιστικῷ. τούτῳ γοῦν δὴ φαίνεται συμμα‐ χοῦν, ὅταν ὑπό τινος ἢ ἔνδοθεν ἢ ἔξωθεν ἀδικεῖσθαί τε καὶ | |
5.7.68 | βιάζεσθαι δοξάζῃ. τὸ μὲν οὖν δοξάζειν ἀδικεῖσθαι τοῦ λογι‐ στικοῦ, τὸ δ’ ἐπαμύνειν αὐτῷ κατὰ τοῦ βιαζομένου τοῦ | |
θυμοειδοῦς ἴδιον. | ||
5.7.69 | ἐπειδὰν μὲν οὖν ἀμέτρως ἐπί τι φερό‐ μενον τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν ἄκοντα τὸν λογισμὸν ἕλκῃ βιαίως, κατ’ ἐκείνου σύμμαχον τῷ λογιστικῷ τὸ θυμοειδὲς γίγνεται· ὅταν δὲ ἔξωθεν ᾖ τις ἀδικῶν, ἐκεῖνον ἀντιτιμωρεῖσθαι | |
5.7.70 | σπεύδει. ἐπειδὰν δ’ ὑπὸ μηδενὸς ἀδικεῖσθαι δοξάζῃ τὸ λογι‐ στικόν, οὐδ’ ὁ θυμὸς ἀναζεῖ τηνικαῦτα, κἂν ὅτι μάλιστα κολάζηται τὸ σῶμα δικαίως ὑπό τινος ἢ ῥιγοῦν ἢ πεινῆν ἢ | |
5.7.71 | διψῆν ἀναγκαζόμενον. ᾧ δῆλον ὡς ταῖς δόξαις ἕπεται τοῦ | |
λογιστικοῦ κατὰ φύσιν ἔχον τὸ θυμοειδές. ἐνδέχεται γάρ ποτε καὶ τοῦτο μοχθηρῶς διακείμενον ἀπειθῶς κινεῖσθαι | ||
5.7.72 | τῷ λογισμῷ. μετ’ ὀλίγα γοῦν καὶ αὐτὸς ὁ Πλάτων ἐνδεικνύ‐ μενος τοῦτό φησιν “ἢ καθάπερ ἐν τῇ πόλει συνεῖχεν αὐτὴν τρία ὄντα γένη, χρηματιστικόν, ἐπικουρητικόν, βουλευτικόν, οὕτω καὶ ἐν ψυχῇ τοῦτο τρίτον ἐστὶ τὸ θυμοειδές, ἐπίκου‐ | |
5 | ρον ὂν τῷ λογιστικῷ φύσει, ἐὰν μὴ ὑπὸ κακῆς τροφῆς | |
5.7.73 | διαφθείρηται;” τίνες μὲν οὖν εἰσιν αἱ διαφθοραὶ τοῦ θυμοει‐ | |
δοῦς, οὐκ ἐν καιρῷ νῦν λέγειν· ἐν γὰρ τῷ μετὰ τοῦτον λόγῳ περί τε τῶν παθῶν τῆς ψυχῆς, ὡς ἐδόκει Πλάτωνι, καὶ | ||
5 | περὶ νοσημάτων καὶ ἁμαρτημάτων τῶν κατ’ αὐτὴν ἁπάσης 〈τε〉 τῆς κακίας, ὅπως γίγνεταί τε καὶ θεραπεύεται μετὰ τὸ γενέσθαι, διελθεῖν ἔγνωκα καὶ δὴ καὶ περὶ κάλλους τε καὶ ὑγιείας αὐτῆς ἁπασῶν τε τῶν ἀρετῶν· οὐ σμικρὰ γὰρ οὐδ’ | |
5.7.74 | ἐν τούτοις ὁ Χρύσιππος σφάλλεται. νυνὶ δὲ ἔτι μίαν ῥῆσιν ὑπογράψαι βούλομαι τοῦ Πλάτωνος ἐν ᾗ δείκνυσιν ἕτερον ὑπάρχειν τὸ θυμοειδὲς τοῦ λογιστικοῦ. γέγραπται δ’ ἐφεξῆς τῶν προειρημένων ἐν τῷ τετάρτῳ τῆς Πολιτείας τόνδε τὸν | |
5 | τρόπον· | |
5.7.75 | “καὶ γὰρ ἐν τοῖς παιδίοις τοῦτό γ’ ἄν τις ἴδοι, ὅτι θυμοῦ μὲν εὐθὺς γενόμενα μεστά ἐστι, λογισμοῦ δ’ ἔνιοι μὲν ἔμοιγε δοκοῦσιν οὐδέποτε μεταλαμβάνειν, οἱ δὲ πολλοὶ ὀψέ ποτε. ναὶ μὰ Δία, ἦν δ’ ἐγώ, καλῶς εἶπες. ἔτι γ’ | |
5.7.76 | ἐν τοῖς θηρίοις ἄν τις ἴδοι ὃ λέγεις, ὅτι οὕτως ἔχει. πρὸς δὲ τούτοις καὶ ὃ ἄνω που ἐκεῖ εἴπομεν, τὸ τοῦ Ὁμήρου μαρτυρήσει, τό | |
στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· | ||
5 | ἐνταῦθα γὰρ δὴ σαφῶς ὡς ἕτερον ἑτέρῳ ἐπιπλῆττον πε‐ ποίηκεν Ὅμηρος τὸ ἀναλογισάμενον περὶ βελτίονός τε | |
5.7.77 | καὶ χείρονος τῷ ἀλογίστως θυμουμένῳ.” ἐν τούτοις ἐναργῶς ὁ Πλάτων ἐπιδείκνυσιν ἕτερον ὑπάρχον τὸ θυμούμενον τοῦ λογιζομένου. οἱ γοῦν παῖδες ὥσπερ καὶ τὰ θηρία θυμοῦ | |
5.7.78 | μὲν πλήρεις εἰσί, λογισμοῦ δὲ ἥκιστα μετέχουσιν. ἐπὶ μὲν οὖν τῶν θηρίων ἐτόλμησαν ἔνιοι λέγειν οὔτε θυμὸν οὔτ’ ἐπιθυμίαν ἐνυπάρχειν αὐτῶν ταῖς ψυχαῖς, ἐπὶ δὲ τῶν παίδων | |
οὐκ οἶδ’ ὅ τι φήσουσιν. | ||
5.7.79 | οὐ γὰρ δή γε καὶ τὰ τούτων πάθη διὰ συλλογισμοῦ χρὴ μαθεῖν, ἀλλ’ ἀναμνησθῆναι μό‐ νον αὔταρκες ὡς οὐκ ἄλλως μὲν νῦν ἄλλως δὲ παῖδες ὄντες θυμούμεθα· καὶ γὰρ δύναμις ἡ αὐτὴ καὶ ὁ τρόπος τῆς τοῦ | |
5.7.80 | πάθους γενέσεως ὅμοιος. ἓν δὲ μόνον ἐξαίρετον ὑπάρχει τοῖς τελείοις ἀνδράσιν, ὅταν γε μὴ κατὰ πάθος ζῶσιν ἀλλὰ λογισμὸς αὐτῶν ἐξηγῆται τοῦ βίου· κατέχουσιν ἐν πολ‐ λαῖς πράξεσι τὸν θυμόν, ὥσπερ τις νομεὺς κύνα γενναῖον | |
5 | ἀγριώτερον ἐκφερόμενον ἐπὶ τοὺς πέλας. | |
5.7.81 | ἐν δὲ τοῖς παισὶν οὐδὲν γίγνεται τοιοῦτον, ὥσπερ οὐδὲ ἐν τοῖς θηρίοις, ὅτι τοῖς μὲν οὐδέπω τοῖς δὲ οὐδέποτε λογισμὸς ἄρχει τῶν ὁρμῶν. | |
5.7.82 | ταῦτα μὲν οὖν ὀρθῶς εἴρηται τῷ Πλάτωνι καὶ προσέτι τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως γεγραμμένον, ἔνθα τὸν Ὅμη‐ ρον ἐπάγεται μάρτυρα ταυτὶ λέγοντα· στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· | |
5 | “ἐνταῦθα γάρ” φησιν “ὡς ἕτερον ἑτέρῳ πεποίηκεν ἐπιπλῆττον τὸ ἀναλογισάμενον περὶ τοῦ βελτίονός τε καὶ χείρονος τῷ | |
ἀλογίστως θυμουμένῳ.” | ||
5.7.83 | ἠβουλόμην δ’ ἂν καὶ τὸν Χρύσιππον ἀνεγνακέναι τε τὴν ῥῆσιν αὐτοῦ προσεσχηκέναι τε τὸν νοῦν αὐτῇ. πάντως γὰρ ἄν τι καὶ αὐτὸς ὤνητο μαθὼν ὁπηνίκα τε προσήκει καλεῖν Ὅμηρον μάρτυρα καὶ περὶ τίνων πραγμά‐ | |
5 | των. | |
5.7.84 | οὔτε γὰρ ἐν ἀρχῇ τῶν λόγων, ἀλλ’ ἐπειδὰν ἱκανῶς ἀποδείξῃ τις τὸ προκείμενον ἀνεπίφθονον ἤδη καὶ τοὺς πρεσβυτέρους ἐπικαλεῖσθαι μαρτυρήσοντας οὔτε περὶ πραγμά‐ των ἀδήλων παντάπασιν ἀλλ’ ἤτοι περὶ φαινομένων ἐναρ‐ | |
5 | γῶς ἢ παρακειμένην αἰσθήσει τὴν ἔνδειξιν ἐχόντων, οἷάπερ ἐστὶ τὰ πάθη τῆς ψυχῆς, οὐ μακρῶν λόγων οὐδ’ ἀποδείξεων ἀκριβεστέρων δεόμενα, μόνης δὲ ἀναμνήσεως ὧν ἑκάστοτε | |
5.7.85 | πάσχομεν, ὡς καὶ Ποσειδώνιος εἶπεν. ὅτι μὲν γὰρ ἐν ἐγκε‐ φάλῳ τὸ λογιζόμενόν ἐστιν ἢ ἐν καρδίᾳ τὸ θυμούμενον οὐ μεγάλην μοῖραν πρὸς πίστιν ἐκ τῶν μαρτύρων, ἀλλ’ | |
ἀποδείξει χρὴ τὸ πᾶν ἐπιτρέπειν ἐνταῦθα· | ||
5.7.86 | τὸ δὲ ἕτερον εἶναι τοῦ θυμουμένου τὸ λογιζόμενον οὔτ’ ἀποδείξεως δεῖται μακρᾶς οὔτε σοφῶν τῶν μαρτυρησόντων ἀλλ’ ἀρκεῖ μὲν καὶ Ὅμηρος ἐπὶ τοῖς ἀρτίως ῥηθεῖσι μαρτυρῶν, ἀρκεῖ δὲ καὶ | |
5 | Θουκυδίδης λέγων “καὶ οἱ λογισμῷ ἐλάχιστα χρώμενοι θυμῷ πλεῖστα εἰς ἔργον καθίστανται”, ἀρκεῖ δὲ καὶ Δημοσθένης εἰπών “ἀλλὰ μὴν ἄν τις ἄφνω τὸν λογισμὸν φθάσας ἐξαχθῇ, πράξεις ὑβριστικῶς ποιήσει, δι’ ὀργήν γ’ ἔ〈νι〉 [Πλάτων] φῆσαι πεποιηκέναι”· πρὸς τούτοις οἱ λοιποὶ πάντες καὶ ῥήτορες καὶ | |
10 | ποιηταὶ καὶ μυθολόγοι· διὰ γὰρ τὴν ἐνάργειαν τοῦ πράγμα‐ | |
5.7.87 | τος οὐδείς ἐστιν ὃς οὐχ οὕτω γιγνώσκει. προσεκτέον οὖν ἐστι τῇ προγεγραμμένῃ τοῦ Πλάτωνος ῥήσει τῶν τε ἄλλων ἕνεκα καὶ ὅπως ἀσφαλῶς οὐ περὶ τοῦ κατὰ μὲν τὸν ἐγκέ‐ φαλον εἶναι τὸ λογιζόμενον, ἐν καρδίᾳ δὲ τὸ θυμούμενον, | |
5 | ἐπεκαλέσατο μαρτυρήσοντα τὸν Ὅμηρον, ἀλλὰ περὶ μόνου τοῦ | |
διαφέρειν τὸ θυμούμενον τῆς ψυχῆς τοῦ λογιζομένου. τοῦτο μὲν γὰρ ἅπαντες ἄνθρωποι γιγνώσκουσι δι’ ἐνάργειαν, ἐκεῖνο | ||
5.7.88 | δ’ οὐκέθ’ ὁμοίως ἅπαντες, ἀλλ’ ἀποδείξεως αὐτὸ δεῖ. διό μοι δοκῶ κἀγὼ καταπαύειν μὲν ἤδη τὸν ἐνεστῶτα λόγον, ἐν δὲ τῷ μετ’ αὐτὸν ἐπὶ τὴν ἀπόδειξιν τρέπεσθαι τοῦ καὶ | |
τοῖς τόποις διωρίσθαι τὰ τρία μόρια τῆς ψυχῆς. | ||
6.1.1 | Προὔκειτο μὲν ἐξ ἀρχῆς ἐπισκέψασθαι περὶ τῶν διοι‐ κουσῶν ἡμᾶς δυνάμεων, εἴτ’ ἐκ τῆς καρδίας μόνης ὁρμῶνται σύμπασαι, καθάπερ Ἀριστοτέλης τε καὶ Θεόφραστος ὑπελάμ‐ βανον, εἴτε τρεῖς ἀρχὰς αὐτῶν τίθεσθαι βέλτιον, ὡς Ἱππο‐ | |
6.1.2 | κράτης τε καὶ Πλάτων ἐδόξαζον. ἐπεὶ δὲ Χρύσιππος οὐ περὶ τῶν ἀρχῶν μόνον ἠμφισβήτησε πρὸς τοὺς παλαιούς, ἀλλὰ καὶ περὶ τῶν δυνάμεων αὐτῶν οὔτε τὴν θυμοειδῆ συγχω‐ ρήσας ὑπάρχειν οὔτε τὴν ἐπιθυμητικήν, ἔδοξε χρῆναι τὴν | |
5 | τούτου πρότερον δόξαν ἐπισκεψαμένους οὕτως ἐπανέρχεσθαι πάλιν ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆς, ὡς ἐγκέφαλός τε καὶ | |
καρδία καὶ ἧπαρ ἀρχαὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεών εἰσιν. | ||
6.1.3 | ἀφῖκται οὖν ὁ λόγος ἤδη πρὸς τοῦτο καὶ ἀρχὴν ἕξει γε τὴν τῶν ὀνομάτων ἐξήγησιν οἷς ἔμπροσθέν τε ἤδη κεχρήμεθα κἀν τῷ μεταξὺ τούτῳ λόγῳ πολλάκις χρησόμεθα. πρὸς γὰρ τὸ μηδενὸς τῶν εἰρημένων παρακούειν, ἀλλ’ ἐν ἅπασι τὸ | |
5 | διωρισμένον τε ἅμα καὶ σαφὲς ἕτοιμον ὑπάρχειν ἀναγκαιότα‐ τόν ἐστιν ἕκαστον τῶν ὀνομάτων ἐφ’ ὅτου λέγεται πράγμα‐ | |
6.1.4 | τος ἀκριβῶς ἀφωρίσθαι. καὶ γάρ τοι καὶ λύεσθαί τινα τῶν ἔμπροσθεν ἀναβληθέντων ζητημάτων ἐκ τούτου τοῦ τρόπου συμβέβηκεν, ὥσπερ, οἶμαι, καὶ τόδε, πότερον ἐνεργείας ἢ πάθη προσαγορευτέον ἐστὶ τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν ὅσα | |
5 | τ’ ἄλλα τοιαῦτα. | |
6.1.5 | ἡ μὲν οὖν ἐνέργεια κίνησίς ἐστι δραστική, δραστικὴν δ’ ὀνομάζω τὴν ἐξ ἑαυτοῦ, τὸ δὲ πάθος ἐν ἑτέρῳ κίνησίς ἐστιν ἐξ ἑτέρου. ὥστε ἀναγκαῖον μὲν πολλάκις εἰς ἓν ὑποκείμενον τῷ πάθει τὴν ἐνέργειαν συνέρχεσθαι καὶ | |
6.1.6 | κατὰ τοῦτο διαφέρειν μηδέν, τῷ λόγῳ μέντοι διαφέρειν. ἡ γὰρ ὑπὸ τοῦ τέμνοντος ἐν τῷ τεμνομένῳ διαίρεσις, ἓν καὶ ταὐτὸν ὑπάρχουσα πρᾶγμα, τοῦ μὲν τέμνοντος ἐνέργεια, τοῦ | |
δὲ τεμνομένου πάθος ἐστίν. | ||
6.1.7 | οὕτως οὖν καὶ ὁ θυμὸς ἐνέρ‐ γεια μέν ἐστι τοῦ θυμοειδοῦς, πάθημα δὲ τῶν λοιπῶν τῆς ψυχῆς δύο μερῶν καὶ προσέτι τοῦ σώματος ἡμῶν παντός, | |
6.1.8 | ὅταν ὑπὸ τοῦ θυμοῦ βιαίως ἄγηται πρὸς τὰς πράξεις. ἓν μὲν δὴ τοῦτο [τὸ] σημαινόμενον ἑκατέρου τῶν ὀνομάτων, ἕτε‐ ρον δὲ τὴν μὲν ἐνέργειαν κατὰ φύσιν τινὰ κίνησιν ἡμῶν νοούντων, τὸ δὲ πάθος παρὰ φύσιν. πολλαχῶς δὲ τοῦ κατὰ | |
5 | φύσιν λεγομένου, τοῦτ’ ἀκούειν χρὴ νῦν ὃ κατὰ πρῶτον | |
λόγον ὑπὸ τῆς φύσεως γίγνεται. | ||
6.1.9 | κατὰ πρῶτον δὲ λόγον ἐκεῖνα γίγνεσθαί φαμεν ὑπὸ τῆς φύσεως, ὧν ὥσπερ σκοπῶν ἀντι‐ ποιεῖται καὶ μὴ δι’ ἀκολουθίαν τινὰ ἑτέροις ἐξ ἀνάγκης ἕπεται. ἡ τοιαύτη κίνησις κατὰ φύσιν, εἴτ’ ἐξ αὑτοῦ κινοῖτο | |
6.1.10 | τὸ κινούμενον εἴθ’ ὑφ’ ἑτέρου. ἤδη μὲν οὖν οἶμαι σαφὲς εἶναι τὸ λεγόμενον, ἀλλ’ οὐδὲν χεῖρον ἐπὶ παραδειγμάτων αὐτὸ σαφέστερον ἀπεργάσασθαι. ἡ τῆς καρδίας κίνησις ἡ μὲν κατὰ τοὺς σφυγμοὺς ἐνέργειά ἐστιν, ἡ δὲ κατὰ τοὺς | |
5 | παλμοὺς πάθος. | |
6.1.11 | ἐξ ἑαυτῆς μὲν γάρ ἐστι καὶ ἡ κατὰ τοὺς παλμούς, ἀλλ’ οὐ κατὰ φύσιν, ἐξ ἑαυτῆς δὲ καὶ ἡ τῶν σφυγμῶν, ἀλλὰ κατὰ φύσιν. δεῖ δὲ τοῦ σφυγμὸς ὀνό‐ ματος ἀκούειν οὕτως νῦν ὡς Πραξαγόρας καὶ Ἡρόφιλος | |
5 | ἅπαντές τε σχεδὸν οἱ μετ’ αὐτοὺς ἐχρήσαντο μέχρι καὶ ἡμῶν, ὡς ἥ γε παλαιοτέρα χρῆσις, ἣ κἀν τοῖς Ἐρασι‐ στράτου τε καὶ Ἱπποκράτους εὑρίσκεται γράμμασιν, ἑτέρα | |
τίς ἐστι καὶ λεχθήσεται περὶ αὐτῆς ἐν τοῖς μετὰ ταῦτα. | ||
6.1.12 | τὴν μέντοι τῆς καρδίας ἰδίαν κίνησιν ὀνομαζόντων ἡμῶν σφυγμὸν ὁ παλμὸς μὲν πάθος εἶναι λεχθήσεται κατά γε τὸ δεύτερον τῆς πάθος φωνῆς σημαινόμενον, ὁ σφυγμὸς δ’ οὐ πᾶς ἐνέργεια. τὸν γοῦν μείζονα τοῦ κατὰ φύσιν ἢ μικρό‐ | |
5 | τερον ἢ ὠκύτερον ἢ βραδύτερον ἢ πυκνότερον ἢ ἀραιότερον ἤ πως ἄλλως ἐξιστάμενον οὐκ ἄν τις ἐνέργειαν εἴποι κατὰ τὸ δεύτερον τῆς ἐνεργείας σημαινόμενον· ἐξ ἑαυτῆς μὲν γὰρ ἐν τοῖς τοιούτοις σφυγμοῖς ἡ καρδία κινεῖται, κατὰ φύσιν | |
δ’ οὐ κινεῖται. | ||
6.1.13 | ὥστ’ εἰ οὕτως ἔτυχεν, οὐδὲν εἶναι θαυμα‐ στὸν ἓν πρᾶγμα καὶ πάθος ὀνομάζεσθαι καὶ ἐνέργειαν, ὥσπερ τὸν μικρότερον τοῦ κατὰ φύσιν σφυγμόν, οὐ μὴν κατά γε ταὐτὸν σημαινόμενον, ἀλλὰ κατὰ μὲν τὸ πρότερον ῥηθὲν | |
5 | ἐνέργειαν, ἔστι [μὲν] γὰρ καὶ ἡ κατὰ τοῦτον τὸν σφυγμὸν κίνησις δραστική, κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργειαν ἀλλὰ πάθος, | |
6.1.14 | ὅτι μὴ κατὰ φύσιν ἐστὶν ἡ κίνησις. οὕτως οὖν ἔχει κἀπὶ | |
τοῦ θυμοῦ καὶ τῶν ἄλλων παθῶν. ἅπαντα γὰρ ἐνέργειαί τινές εἰσι τοῦ παθητικοῦ τῆς ψυχῆς κατά γε τὸ πρῶτον τῆς | ||
5 | ἐνεργείας σημαινόμενον, καθ’ ὅσον δ’ ἔκφοροί τε καὶ ἄμετροι κινήσεις εἰσὶ καὶ οὐ κατὰ φύσιν, οὐκ ἐνέργειαι λέγοιντ’ ἂν | |
6.1.15 | ὑπάρχειν, ἀλλὰ πάθη κατὰ τὸ δεύτερον σημαινόμενον. οἷον γάρ τι κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν ὁ μέγας σφυγμός ἐστι, τοιοῦτον κατὰ τὴν τοῦ θυμοειδοῦς ὁ θυμός, οἷον δ’ αὖ πάλιν ὁ μικρὸς σφυγμός, τοιοῦτον ἡ ἀθυμία. αὕτη μὲν | |
5 | γὰρ ἐλλιπής ἐστι κίνησις τοῦ θυμοειδοῦς, ὑπερβάλλουσα δὲ | |
καὶ πλεονάζουσα τοῦ προσήκοντος ἡ κατὰ τοὺς θυμούς. | ||
6.1.16 | ταύτῃ τε οὖν ἐνέργειαί τε ἅμα καὶ πάθη λεχθήσονται καθ’ ἕτερόν τε καὶ ἕτερον σημαινόμενον ἥ τε ὀργὴ καὶ ἡ λύπη καὶ ὁ φόβος καὶ ἡ ἐπιθυμία καὶ ὁ θυμὸς ὅσα τε ἄλλα τοιαῦτα, καὶ προσέτι καθ’ ὅσον ὅλον τὸ σῶμα μετὰ τῆς ψυχῆς ἀπά‐ | |
5 | γεται πρὸς αὐτῶν, ἡ κίνησις τοῦ ζῴου πάθος ἔσται κατ’ | |
ἄμφω τὰ σημαινόμενα. | ||
6.1.17 | πολλάκις μὲν γὰρ ἕπεται τῷ θυμοει‐ δεῖ τὰ λοιπὰ δύο, πολλάκις δὲ τῷ ἐπιθυμητικῷ, καθάπερ ἑλκόμενά τε καὶ συρόμενα παραπλήσιον τρόπον, ὡς εἰ καὶ ξυνωρίδος ἵππων ὁ μὲν ἕτερος ἰσχυρότερον ᾄξας ἐπισύρει | |
5 | τὸν ἕτερον ἅμ’ ἑαυτῷ μετὰ τοῦ σύμπαντος ἅρματός τε καὶ ἡνιόχου, ὁ δ’ ἕτερος ὑπ’ ἀσθενείας ἕπεται κατεπτηχώς, αὐτὸς | |
6.1.18 | δ’ ὁ ἡνίοχος ἀποφέρεται βίᾳ. τηνικαῦτα γὰρ ἡ μὲν κατὰ τὸν ἔκφορον ἵππον κίνησις ἐνέργειά τε καὶ πάθος αὐτοῦ λεχθήσεται, κατὰ μὲν τὸ πρότερον σημαινόμενον ἐνέργεια, κίνησις γάρ ἐστιν ἐξ ἑαυτοῦ, κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέρ‐ | |
5 | γεια, παρὰ φύσιν γ’ οὖσα κίνησις αὐτῷ, ἀλλ’ ἤδη πάθος. | |
6.1.19 | ἡ μέντοι τοῦ ἡνιόχου κίνησις οὐδὲ καθ’ ἕτερον τῶν σημαι‐ νομένων ἐνέργειά ἐστιν, ἀλλὰ κατ’ ἄμφω πάθος, εἴ γε μήτ’ ἐξ ἑαυτοῦ μήτε κατὰ φύσιν ἡ κίνησις αὐτῷ. πολλαὶ γὰρ τῶν κινήσεων, εἰ καὶ μὴ δραστικαί τινές εἰσι μήτ’ ἐξ ἑαυ‐ | |
5 | τῶν, ἀλλὰ τῷ γε κατὰ φύσιν ὑπάρχειν ἐνέργειαι λέγονται, | |
καθάπερ καὶ ἡ τοῦ σκέλους ἢ ὅλης τῆς χειρός. | ||
6.1.20 | ἐξ ἑτέρων γὰρ ἔχει ταῦτα τὴν ἀρχὴν τῆς κινήσεως, οὐκ ἐξ ἑαυτῶν ὥσπερ ἡ καρδία, ἀλλ’ ὅμως καὶ ἡ βάδισις ἐνέργεια σκελῶν ἐστί τε καὶ λέγεται κατὰ τὸ δεύτερον σημαινόμενον, εἰ καί | |
5 | τινες ὑπ’ ἀγυμνασίας τῆς περὶ τὰ σημαινόμενα τὴν βάδισιν οὐ σκελῶν ἐνέργειαν, ἀλλὰ διὰ σκελῶν εἶναί φασιν ἀληθὲς μέν τι λέγοντες, ἐπὶ γὰρ τὸ πρότερόν τε καὶ κυριώτερον ἔρχονται σημαινόμενον, ὅτι μέντοι μόνον οὕτως λέγειν ἀξιοῦσιν καὶ μὴ συγχωροῦσι καὶ κατὰ θάτερον ἑρμηνεύειν, | |
10 | οὐκ ὀρθῶς ποιοῦσιν. | |
6.1.21 | οὕτως οὖν καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυ‐ μία καὶ πάθη καὶ ἐνέργειαι λεχθήσονται· τῶν γὰρ τῆς ψυχῆς συμφύτων δυνάμεων κινήσεις τινὲς ἄμετροί τε καὶ οὐ κατὰ φύσιν ὄντα διότι μὲν ἐξ ἑαυτῶν ἐκεῖναι κινοῦνται, διὰ | |
5 | τοῦτ’ ἐνέργειαι τῶν δυνάμεών εἰσιν, διότι δ’ ἀμέτρως, διὰ τοῦτο πάθη. καὶ τῆς ὅλης μὲν ψυχῆς καὶ αὐτῶν δὲ τῶν κινου‐ μένων δυνάμεων ἀμφοτέρων αἱ κινήσεις αὗται παρὰ φύ‐ | |
σιν εἰσίν· | ||
6.1.22 | ταῖς μὲν ἀλόγοις δυνάμεσι διὰ τὴν ἀμετρίαν, τῇ δ’ ὅλῃ ψυχῇ διότι κατὰ φύσιν [ἐπεὶ] οὐχ ὑπὸ τῶν τοῦ παθητικοῦ κινήσεων, ἀλλ’ ὑπὸ τῶν τοῦ λογιστικοῦ κρίσεων ἐπιτροπεύεσθαί τε καὶ διοικεῖσθαί φαμεν τὸν βίον ἡμῶν. | |
5 | ὅταν οὖν ἔμπαλιν διοικώμεθα, παρὰ φύσιν τε δηλονότι καὶ | |
6.1.23 | διὰ τοῦτο καὶ κατὰ πάθος ὁ τοιοῦτος βίος ἐπιτελεῖται. διὰ ταύτας μὲν ἤδη τὰς αἰτίας, ἄν τ’ ἐνέργειάν τις ἄν τε πάθος εἴπῃ τὸν θυμὸν ἢ τὴν ἐπιθυμίαν ἤ τι τῶν ἄλλων τῶν κατὰ ταῦτα παθῶν, οὐ χρὴ μέμφεσθαι τούτῳ, πρὶν ἐρέσθαι τὰ | |
5 | σημαινόμενα ἐκ τῆς φωνῆς, ἐφ’ ὅ τι φέρων οὕτως ὠνόμασεν. | |
6.1.24 | εὑρίσκεται δὲ καὶ Πλάτων αὐτὸς ἐνίοτε μὲν ἐνεργείας, ἐνίοτε δὲ πάθη προσαγορεύων τό τε διψῆν καὶ τὸ πεινῆν καὶ ὅλως τὰς ἐπιθυμίας καὶ τοὺς θυμούς. καὶ μὲν δὴ καὶ ὡς οὐδὲν διαφέρει πρός γε τὰ παρόντα τὸ οὕτως ἢ ἐκείνως ὀνομάζειν, | |
6.1.25 | ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὧδε γράφει· “ἆρ’ οὖν, ἦν δ’ ἐγώ, τὸ ἐπινεύειν τῷ ἀνανεύειν καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν τῷ ἀπαρνεῖσθαι καὶ τὸ προσάγεσθαι τῷ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης εἴτε ποιημάτων | |
5 | εἴτε παθημάτων;” | |
6.1.26 | διὰ παραδειγμάτων δ’ ἐναργέστερον τοῦτο διδάξαι προελόμενος ἐπιφέρων φησί· “τί οὖν; ἦν δ’ ἐγώ, διψῆν καὶ πεινῆν καὶ ὅλως τὰς ἐπιθυμίας καὶ αὖ τὸ ἐθέ‐ λειν καὶ τὸ βούλεσθαι, οὐ πάντα ταῦτα εἰς ἐκεῖνά ποι ἂν | |
5 | θείης τὰ εἴδη τὰ νῦν δὴ λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπι‐ θυμοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου οὗ ἂν ἐπιθυμῇ, ἢ προσάγεσθαι τοῦτο ὃ ἂν βούληταί 〈οἱ〉 γενέσθαι, ἢ αὖ, καθόσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὐτὴν ὥσπερ τινὸς ἐρωτῶντος ἐπορεγομένην αὐτοῦ τῆς | |
10 | γενέσεως; ἔγωγε. τί δέ; τὸ ἀβουλεῖν καὶ μὴ ἐθέλειν μηδ’ ἐπιθυμεῖν οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπ’ αὐτῆς | |
6.1.27 | καὶ εἰς ἅπαντα τὰ ἐναντία ἐκείνοις θήσομεν;” αὗται μὲν αἱ τοῦ Πλάτωνος ῥήσεις, οὐ μόνον ὅπερ ἐλέγομεν ἐπιδεικνύου‐ σαι σαφῶς, ὡς τὸ πεινῆν καὶ τὸ διψῆν καὶ ὅλως τὸ ἐπιθυ‐ μεῖν τινος ἢ ἐφίεσθαί τε καὶ φεύγειν εἴτε ποιήματά τις εἴτε | |
5 | παθήματα, τουτέστιν εἴτε ἐνεργείας εἴτε πάθη προσαγορεύ‐ σειεν, οὐδὲν διαφέρει, ἀλλὰ καὶ περὶ τῶν μερῶν τῆς ψυχῆς | |
διδάσκουσαι. | ||
6.2.1 | Διὸ καὶ καλῶς ἂν ἔχοι μὴ παραδραμεῖν αὐτάς, ἀλλ’ ὅλον ἀναλαβεῖν τὸν λόγον ὃν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας διῆλθεν ὑπὲρ τοῦ τρία τὰ τῆς ψυχῆς ἡμῶν ὑπάρχειν εἴδη. προσέχειν δὲ χρὴ κἀνταῦθα τῷ λεγομένῳ τὸν νοῦν ἀπ’ | |
5 | αὐτῶν ἀρξαμένους αὖθις τῶν ὀνομάτων καὶ μὴ νομίζειν ἐπιλανθάνεσθαι τὸν Πλάτωνα τῶν ὑφ’ ἑαυτοῦ λεγομένων, ἐπειδὰν εἴδη τρία τὴν ψυχὴν ἡμῶν ἔχειν εἰπὼν αὖθις εἰς | |
τρία μέρη διαιρεῖσθαι φάσκῃ. | ||
6.2.2 | καὶ γὰρ εἴδη καὶ μέρη ψυχῆς ὀρθῶς ἄν τις ὀνομάζοι τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς καὶ τὸ ἐπιθυμητικόν, ὥσπερ εἰ καὶ σώματος εἴδη τις εἰπὼν εἶναι φλέβα καὶ ἀρτηρίαν καὶ νεῦρον ὀστοῦν τε καὶ χόνδρον καὶ | |
5 | σάρκα καὶ τἆλλα ὅσα τοιαῦτα, μετὰ ταῦθ’ ὡς περὶ μερῶν αὐτῶν διαλέγοιτο. καὶ γὰρ καὶ μέρη τοῦ σώματος ἡμῶν ἀληθῶς ἄν τις εἶναι λέγοι τὰ τοιαῦτα, συμπληροῦται γὰρ τὸ ὅλον ἐξ αὐτῶν, καὶ μέντοι καὶ εἴδη τοῦ σώματος οὐδὲν | |
ἧττον· | ||
6.2.3 | ἐν μόνοις γὰρ τοῖς ὁμοιομερέσι τὸ διαφέρον εἶδος οὐκ ἔστιν, οἷον τὸ τῆς σαρκὸς μέρος ἢ τὸ τῆς φλεβὸς ἢ τὸ τῆς πιμελῆς, οὐδὲ ἀληθὲς εἰπεῖν ἐπὶ τῶν τοιούτων ὡς ἐκ τοσῶνδέ τινων εἰδῶν σύγκειται τὸ ὅλον· ἐν δὲ τοῖς ἀνομοιο‐ | |
5 | μερέσιν ἡ τῶν εἰδῶν διαφορὰ τὸν ἀριθμὸν ὁρίζει τοῖς μορίοις. τοιοῦτον δέ τι χρῆμα καὶ ἡμῶν τὴν ψυχὴν ὁ Πλάτων εἶναί | |
6.2.4 | φησιν ἐκ τριῶν μερῶν συγκειμένην. εἰκάζει δ’ οὕτω τὸ μὲν ἐπιθυμητικὸν θηρίῳ ποικίλῳ τε καὶ πολυκεφάλῳ, τὸ δὲ θυ‐ | |
μοειδὲς λέοντι, τὸ δὲ λογιστικὸν ἀνθρώπῳ. αὕτη γὰρ ἡ | ||
5 | εἰκὼν οἰκειοτέρα τῆς κατὰ τὸν Φαῖδρον, ἐν ᾗ τῶν εἰδῶν ἱππομόρφω μέν τινε δύο φησὶν ὑπάρχειν, ἡνίοχον δὲ τρίτον. ἀλλὰ καὶ ἐν τῷ τῆς Πολιτείας ἐνάτῳ τῆς προτέρας εἰκόνος ἐμνημόνευσεν, ὡς σαφέστερον ἐνδεικνύμενος ὁποῖον ἕκαστόν | |
6.2.5 | ἐστι τῶν εἰδῶν τῆς ψυχῆς. ὁ μὲν οὖν Πλάτων καὶ τοῖς τόποις τοῦ σώματος κεχωρίσθαι νομίζων αὐτὰ καὶ ταῖς οὐ‐ σίαις πάμπολυ διαλλάττειν εὐλόγως εἴδη τε καὶ μέρη προσ‐ | |
αγορεύει· | ||
5 | ὁ δ’ Ἀριστοτέλης τε καὶ ὁ Ποσειδώνιος εἴδη μὲν ἢ μέρη ψυχῆς οὐκ ὀνομάζουσιν, δυνάμεις δ’ εἶναί φασι μιᾶς οὐσίας ἐκ τῆς καρδίας ὁρμωμένης· ὁ δὲ Χρύσιππος ὥσπερ εἰς μίαν οὐσίαν, οὕτως καὶ εἰς δύναμιν μίαν ἄγει καὶ τὸν | |
6.2.6 | θυμὸν καὶ τὴν ἐπιθυμίαν. ἀλλ’ ὅτι μὲν οὐκ ὀλίγον ἁμαρ‐ τάνει τῆς ἀληθείας ὁ ἀνὴρ οὗτος, αὐτάρκως ἡμῖν ἐπιδέδει‐ κται· ὅτι δὲ οἱ περὶ τὸν Ἀριστοτέλην σφάλλονται μιᾶς οὐσίας τὰς τρεῖς δυνάμεις εἶναι νομίζοντες, ἔν τε τοῖς ἔμπροσθεν | |
5 | ἱκανῶς ἐπιδέδεικται καὶ οὐδὲν ἧττον ὁ μετὰ τοῦτον λόγος | |
ἀποδείξει. | ||
6.2.7 | πρότερον δὲ ὅτι Πλάτων αὐτὸς εἴδη τε καὶ μέρη ψυχῆς ὀνομάζει τό τε λογιστικὸν καὶ τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν, ἐξ αὐτῶν τῶν ῥήσεων αὐτοῦ πιστωσόμεθα. ἐν μὲν οὖν τῷ Τιμαίῳ περὶ τῆς ἐπιθυμητικῆς ψυχῆς, ἧς | |
5 | καὶ τὰ φυτὰ μετέχειν φησί, διαλεγόμενος ὧδέ πως γράφει· “μετέχει γε μὴν τοῦτο ὃ νῦν λέγομεν τοῦ τρίτου ψυχῆς εἴδους, ὃ μεταξὺ φρενῶν ὀμφαλοῦ τε ἱδρῦσθαι λόγος.” | |
6.2.8 | αὖθις δ’ ἐν τῷδε τῷ βιβλίῳ περὶ τῆς λογιστικῆς ψυχῆς δια‐ | |
λεγόμενος ὧδέ πώς φησι· “τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου παρ’ ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ | ||
5 | δαίμονα ὁ θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ’ ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ | |
6.2.9 | συγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν.” συναμφότερα δ’ αὖ πάλιν ἐν ταὐτῷ βιβλίῳ, τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές, 〈ἐν〉 τῇδε τῇ ῥήσει ψυχῆς εἶδος ὠνόμασεν· “ἄλλο τι εἶδος ἐν αὐτῷ ψυχῆς προσῳκοδόμουν τὸ θνητὸν τὸ δεινὰ καὶ ἀναγκαῖα ἐν ἑαυτῷ | |
5 | παθήματα ἔχον.” | |
6.2.10 | ὁμοῦ δ’ αὖ πάλιν τὰ τρία μέρη τῆς ψυχῆς ἡμῶν εἴδη προσαγορεύει ψυχῆς ἐν ταὐτῷ βιβλίῳ τῷ Τιμαίῳ κατὰ τήνδε τὴν διήγησιν [ἔστι γάρ]· “καθάπερ εἴπομεν πολλά‐ | |
6.2.11 | κις ὅτι τρία τῆς ψυχῆς ἐν ἡμῖν εἴδη κατῴκισται.” ὡσαύτως δὲ κἀν τῇ Πολιτείᾳ κατὰ μὲν τὸ τέταρτον ὑπὲρ τοῦ θυμοειδοῦς προειρηκὼς ὡς ἕτερόν ἐστι τοῦ ἐπιθυμητικοῦ, κἄπειθ’ ἑξῆς ζητῶν εἰ καὶ τοῦ λογιστικοῦ διαφέρει, φησίν· “ἆρ’ οὖν ἕτε‐ | |
5 | ρον ὂν καὶ τούτου ἢ λογιστικοῦ τι εἶδος, ὥστε μὴ τρία, ἀλλὰ δύο εἴδη εἶναι ἐν τῇ ψυχῇ, λογιστικόν τε καὶ ἐπιθυμητι‐ | |
6.2.12 | κόν;” οὕτω δὲ καὶ κατὰ τὸ ἔνατον ἔγραψεν ἔν τε τῇδε τῇ ῥήσει· “ἀλλ’ ἡσυχάσας μὲν τὼ δύο εἴδη, τὸ τρίτον δέ τις κινήσας, ἐν ᾧ τὸ φρονεῖν ἐγγίγνεται”, καὶ προσέτι τῇδε· “ὅτι δὴ οὖν, εἶπον, ἀμφισβητοῦνται ἑκάστου εἴδους αἱ ἡδοναὶ καὶ | |
5 | αὐτὸς ὁ βίος, μὴ ὅτι πρὸς τὸ κάλλιον καὶ αἴσχιον ζῆν μηδὲ τὸ χεῖρον καὶ ἄμεινον, ἀλλὰ πρὸς αὐτὸ τὸ ἥδιον καὶ ἀλυ‐ | |
6.2.13 | πότερον, πῶς ἂν εἰδεῖμεν τίς αὐτῶν ἀληθέστατα λέγει;” τί ἂν ἔτι δέοιμεν ἑτέρας παραγράφειν ῥήσεις; ἱκαναὶ γὰρ καὶ αἵδε δηλῶσαι τὴν γνώμην τἀνδρός, ὡς εἴδη ψυχῶν εἶναι βούλεται τὰ τρία ταυτί, λογιστικὸν ἐπιθυμητικὸν [καὶ] θυμοει‐ | |
5 | δές. ἀμέλει μόνας αὐτὰς εἶναί φησι χωρὶς ἀλλήλων ἐν μὲν τοῖς φυτοῖς τὴν ἐπιθυμητικήν, ἐν δὲ τοῖς θεοῖς τὴν | |
6.2.14 | λογιστικήν. τὴν μέντοι θυμοειδῆ διὰ τί μόνην οὐχ οἷόν τε κατ’ οὐδὲν τῶν σωμάτων εἶναι, προϊὼν ὁ λόγος ἀποδείξει, παραθεμένων ἡμῶν τὴν ἐκ τοῦ Τιμαίου ῥῆσιν ἔνθα τὴν χρείαν τῆς γενέσεως αὐτῆς διδάσκων ἕνεκα τῆς ἐπιθυμητικῆς | |
5 | γεγονέναι φησὶ βοηθὸν τῇ λογιστικῇ ψυχῇ καθάπερ τινὰ κύνα κατὰ τοῦ πολυκεφάλου τε καὶ ἀγρίου θρέμματος, τῆς | |
ἐπιθυμίας. | ||
6.2.15 | εἰκότως οὖν εἴδη ψυχῆς αὐτὰ προσαγορεύει κατά τε τὰς προγεγραμμένας ῥήσεις καὶ προσέτι πολλὰς ἑτέρας, ὧν οὐκ ἀνάγκη μνημονεύειν ἐναργῶς ἤδη καὶ διὰ τούτων τῆς γνώμης τἀνδρὸς ἐγνωσμένης. εἰ δὲ καὶ μέρη ψυχῆς | |
6.2.16 | ἕκαστον αὐτῶν ὀνομάζει, θαυμαστὸν οὐδέν. πρῶτον μὲν γὰρ αὐτὸς ἡμᾶς ἐδίδαξεν ὡς ὅ τί περ ἂν εἶδος ᾖ, τοῦτο καὶ μέρος ὀνομάζειν ἐγχωρεῖ, μὴ μέντοι τό γε μέρος ἅπαν εὐθὺς καὶ εἶδος εἶναι· δεύτερον δὲ [μὴ] ὅτι μηδ’ ἐγχωρεῖ λέγειν μηδὲν | |
5 | σύνθετον ὁμοιομερές, ἑαυτῷ γε 〈μὴ〉 συνεχὲς ὅλον ὑπάρχον· ἐξ | |
ὡρισμένων γὰρ τὸν ἀριθμὸν σύγκειται μορίων· οὐδενὸς δὲ ὁμοιομεροῦς ἀριθμῷ περιλαβεῖν ἐγχωρεῖ τὸ πλῆθος τῶν μο‐ | ||
6.2.17 | ρίων. ὅτι μὲν οὖν εὐλόγως ὁ Πλάτων εἴδη τε καὶ μέρη | |
ψυχῆς ὀνομάζει ταῦτα, μακροτέρων οὐ δέομαι λόγων. | ||
6.3.1 | Ὅτι δὲ τὸ μὲν ἐν τῇ κεφαλῇ καθίδρυται, τὸ δ’ ἐν τῇ καρδίᾳ, τὸ δ’ ἐν τῷ ἥπατι, τοῦτο ἐξ ἀρχῆς προὔκειτο καὶ | |
6.3.2 | δέδεικται διὰ τῶν ἔμπροσθεν ὑπὲρ τῶν δύο μερῶν. ὑπόλοι‐ πον δὴ ἔτι τὸ ἐπιθυμητικόν, ἰδίας ἀποδείξεως δεόμενον, ἣν ἐν τῷδε διέξιμεν ἐκεῖνο πρότερον ἐν ἀρχῇ τοῦ λόγου προει‐ πόντες ὡς οὐκ ἐξ ὁμοίως ἐναργῶν οὐδ’ ἐξ αὐτῆς ἄντικρυς | |
5 | τοῦ ζητουμένου τῆς φύσεως ἡ ἀπόδειξις ἔσοιτο, καθάπερ ἐπὶ | |
τῶν ἔμπροσθεν, ἀλλ’ ἐκ τῶν τούτῳ συμβεβηκότων ἰδίᾳ. | ||
6.3.3 | τῶν μὲν γὰρ νεύρων βρόχῳ διαλαμβανομένων ἢ τεμνομένων ἐφαίνετο τὰ μὲν ἐγκεφάλῳ συνεχῆ μόρια διασώζοντα τὰς ἀρχαίας δυνάμεις, τὰ δ’ ἐπέκεινα τοῦ βρόχου παραχρῆμα | |
5 | καὶ τὴν αἴσθησιν ἀπολλύντα καὶ τὴν κίνησιν· οὕτω δὲ καὶ τῶν ἀρτηριῶν αἱ μὲν τῇ καρδίᾳ συνεχεῖς ἔτι σφύζουσαι κατὰ φύσιν, αἱ δ’ ὑπὸ τοῦ βρόχου διειργόμεναι τελέως ἄσφυκτοι | |
6.3.4 | γιγνόμεναι. καὶ μέντοι καὶ τὰ παθήματα τῆς ψυχῆς ὅσα κατὰ τοὺς θυμούς τε καὶ τοὺς φόβους συμπίπτει προφανῶς | |
ἐξιστάντα τὴν καρδίαν ἐφαίνετο τῆς κατὰ φύσιν ἐνεργείας. ἐμνημονεύσαμεν δὲ καὶ ὅσα θλιβόμενος ὁ ἐγκέφαλος ἢ τιτρω‐ | ||
5 | σκόμενος εἰς τὰς κοιλίας ἅπαν βλάπτει τὸ σῶμα καὶ ὡς καὶ ταῦτ’ ἐναργῶς ἐνδείκνυται κινήσεώς τε καὶ αἰσθήσεως ἀρχὴν | |
6.3.5 | ὑπάρχειν αὐτόν. ἐπὶ δὲ τοῦ ἥπατος οὐδὲν τοιοῦτον ἔχομεν ἐπιδεικνύειν, οὔτ’ εἰ γυμνώσαντες αὐτὸ θλίβομεν οὔτ’ εἰ βρόχῳ τὰς φλέβας διαλαμβάνομεν. οὔτε γὰρ ἐναργοῦς ἐστι κινήσεως [ἡ] ἀρχή, καθάπερ ἡ μὲν καρδία τῆς σφυγμικῆς, ὁ δ’ | |
5 | ἐγκέφαλος τῆς αἰσθητικῆς τε καὶ προαιρετικῆς, οὔτ’ ὀξείας βλάβης αἴτιον, ὡς ἐκείνων ἑκάτερον, ἀλλ’ ἐν τῷ χρόνῳ βλάπτεται τὸ ζῷον εἰς εὐτροφίαν τε καὶ εὔχροιαν ἥπατος | |
ἀτονήσαντος. | ||
6.3.6 | ὡσαύτως δὲ καὶ τὸ μέρος εἰς ὅπερ ἂν ἐμβάλ‐ λουσαν φλέβα βρόχῳ διαλάβῃς ἢ καὶ παντάπασιν ἐκκόψῃς ἀτροφώτερόν τε καὶ ἀχρούστερον ἐν πλέονι χρόνῳ φαίνεται γιγνόμενον, οὐ μὴν ἔν γε τῷ παραυτίκα βλαπτόμενον οὐδέν, | |
5 | ὅτι ἄξιον λόγου. τοιαύτης γὰρ δυνάμεως ἀρχὴ τὸ ἧπαρ | |
οἵα καὶ τοῖς φυτοῖς ὑπάρχει. | ||
6.3.7 | καλείσθω γὰρ ἔν γε τῷ παρ‐ όντι δύναμις, ὕστερον ἐπιδειξόντων ἡμῶν ἀκριβέστερον ὡς πολλῶν ἐστι δυνάμεων ἀρχὴ τὸ ἧπαρ καὶ κάλλιον οὐσίαν ψυχῆς ὀνομάζειν, οὐ δύναμιν, ἐν ἑκάστῳ τῶν τριῶν σπλάγ‐ | |
5 | χνων περιεχομένην, ἐν ἐγκεφάλῳ μὲν λογιστικήν, ἐν καρδίᾳ δὲ θυμοειδῆ, κατὰ δὲ τὸ ἧπαρ ἐπιθυμητικὴν [ἢ φυτικὴν ἢ γεννητικήν·] ἢ ὡς οἱ περὶ τὸν Ἀριστοτέλην, θρεπτικὴν ἢ φυτικὴν ἢ γεννητικήν, ἀφ’ ἑνὸς ἑκάστου τοὔνομα θέμενον, ἀπὸ μὲν τοῦ φύειν φυτικήν, ἀπὸ δὲ τοῦ τρέφειν θρεπτικήν, ἀπὸ δὲ τοῦ γεννᾶν γεννητι‐ | |
10 | κήν· ὁ Πλάτων δ’ ἀπὸ τοῦ πλήθους τῶν ἐπιθυμιῶν ἐπι‐ | |
θυμητικήν. | ||
6.3.8 | οἱ δὲ Στωϊκοὶ οὐδὲ ψυχὴν ὅλως ὀνομάζουσι τὴν τὰ φυτὰ διοικοῦσαν, ἀλλὰ φύσιν. ὀνομαζέτω μὲν οὖν ἕκαστος ὡς ἂν ἐθέλῃ, περὶ δὲ τῶν ἐν αὐτοῖς τοῖς πρά‐ γμασι διαφορῶν ἀποδείξει πιστούσθω, καθάπερ ἡμεῖς ἐπὶ μὲν | |
5 | ἐγκεφάλου 〈καὶ〉 καρδίας ἔμπροσθεν ἐποιήσαμεν, ἐφ’ ἥπατος | |
6.3.9 | δὲ κατὰ τὸν ἐνεστῶτα λόγον ὁρμώμεθα διελθεῖν. ἀρξόμεθα δ’ ἀπὸ τῶν ἐναργεστέρων, ἵν’ ἅμα τε γυμνασθέντες ἐν τούτοις ῥᾷον ἐξεύρωμέν τι τῶν ἀμυδροτέρων ἅμα τε προτάσεων εὐπορή‐ | |
σωμεν εἰς αὐτά. | ||
5 | ἐναργέστερον δ’ ἐστὶν ἀπὸ τῶν φλεβῶν ἄρξασθαι καὶ ζητῆσαι πότερον καὶ τούτων ἐστὶν ἀρχὴ τὸ ἧπαρ, ὡς ἀρτηριῶν μὲν ἡ καρδία, τῶν νεύρων δ’ ὁ ἐγκέφαλος, ἢ καθάπερ ἔνιοι νομίζουσιν, οὐ ταῖς ἀρτηρίαις μόναις, ἀλλὰ καὶ ταῖς φλεψὶν ἐπιπέμπει τὰς φυσικὰς δυνάμεις ἡ καρδία. | |
6.3.10 | κάλλιστον οὖν εἰς τοῦτο περὶ τῆς κατὰ τὰ φυτὰ γεννήσεώς τε ἅμα καὶ διοικήσεως ἐπισκέψασθαι πρότερον· εἰκὸς γάρ που μόνην ἐκείνοις ὑπάρχουσαν τὴν ζητουμένην δύναμιν | |
ἐναργέστερα τεκμήρια τοῦ μέρους ὅθεν ὁρμᾶται παρασχέσθαι. | ||
6.3.11 | καταβληθέντος εἰς τὴν γῆν σπέρματος οὑτινοσοῦν, εἰ μὲν αὐχμώδης εἴη, πλέον οὐδὲν εἰς φυτοῦ γένεσιν αὐτὸ περιεργά‐ σεται τὸ σπέρμα πᾶσαν αὐτοῦ τὴν ἔμφυτον ἰκμάδα πρὸς ἑαυτὴν τῆς γῆς ἑλκυσάσης· μετρίως δ’ ὑπαρχούσης ὑγρᾶς | |
5 | μαλακὸν γίνεται τὸ σπέρμα, διοιδίσκεται δὲ καὶ τὸ περιέ‐ χον αὐτὸ σύμφυτον σκέπασμα τὸ οἷον δέρμα καὶ ῥήγνυται μὲν πρῶτον ἀερωθείσης τῆς κατὰ τὸ σπέρμα νοτίδος, εἶθ’ ἑξῆς ἀποτείνεται κατὰ τὸ ῥαγὲν ἀποβλάστημά τι λεπτὸν καὶ μαλα‐ κὸν εἰς ἄμφω τὰ μέρη, τό τ’ ἄνω τοῦ σπέρματος ὡς πρὸς | |
10 | τὸν ἀέρα καὶ τὸ 〈κάτω〉 κατὰ βάθους τῆς γῆς. | |
6.3.12 | καὶ ταῦτα συνεχῆ φαίνεται τὴν αὔξησιν ποιούμενα καὶ φερόμενα διὰ παντὸς εἰς ἅπερ ἀρχῆθεν ὥρμησε. καὶ τοῦ χρόνου προϊόντος εἰ τὸ σπέρμα δένδρου τινὸς εἴη μεγάλου σπέρμα, τὸ μὲν εἰς τὸν ἀέρα | |
5 | φερόμενον αὐτοῦ πρέμνον γίγνεται, τὸ δ’ εἰς τὸ βάθος τῆς γῆς ῥίζα, καὶ σχίζεταί γε πολλὰς σχίσεις ἑκάτερον, εἰ πολυσχι‐ | |
δοῦς εἴη δένδρου τὸ σπέρμα. | ||
6.3.13 | μία μὲν οὖν ἀρχὴ τῆς γενέ‐ σεώς ἐστι καὶ τῆς αὐξήσεως ἅπασι τοῦ φυτοῦ τοῖς μέρεσιν ὁ τόπος ἐκεῖνος, ὅθεν ἄνω μὲν τὸ πρέμνον, ἡ δ’ ἀρχὴ τῆς ῥιζώσεως κάτω γίγνεται, καὶ φαίνεται καθάπερ ἔκ τινος ἑστίας | |
6.3.14 | ἡ διοικοῦσα τὸ δένδρον δύναμις ἐκεῖθεν ὁρμωμένη. κινεῖται μὲν οὖν τὰς ἐναντίας κινήσεις, εἰς μὲν τὸ κάτω καὶ τὸ βάθος τῆς γῆς ἔν τε τῷ κατασχίζειν εἰς πολλὰ τὰς πρώτας ῥίζας αὐξάνειν τε τὰς ἐπιγιγνομένας· εἰς δὲ τὸ ἄνω κλάδους μέν τινας ἀποφύουσα | |
5 | τοῦ στελέχους, ἐκείνους δ’ αὖθις εἰς ἑτέρους σχίζουσα μέχρι | |
τῶν ἐσχάτων καὶ λεπτοτάτων βλαστῶν. | ||
6.3.15 | καὶ ἔοικέ γε τὸ μὲν ἄνω μέρος ἅπαν, ὅπερ ἐστὶ τὸ δένδρον, ἕνεκεν ἑαυτοῦ τε καὶ τῶν καρπῶν διαπλάττειν, τὸ κάτω δ’ ὑπὲρ τῆς κατὰ τὴν τρο‐ φὴν εὐπορίας. ὁποῖον γάρ τι τοῖς ζῴοις ἐστὶ τὸ στόμα, | |
5 | τοιοῦτον τοῖς φυτοῖς τὸ πέρας τῆς ῥιζώσεως ἀτεχνῶς φάναι δοκεῖ στοματίων πολλῶν ἑλκόντων ἐκ τῆς γῆς τροφὴν ὑπὸ | |
6.3.16 | τῆς φύσεως δεδημιουργημένην. ἄγε δή μοι τὴν εἰκόνα κἀπὶ | |
τὰ ζῷα 〈μετένεγκε〉. καὶ πρῶτον μὲν ἐπίσκεψαι τὴν μεγίστην ἀρτηρίαν, ἥτις ὥσπερ πρέμνον ἐκφύουσα τῆς καρδίας δια‐ | ||
5 | σχίζεται, τῷ μὲν ἑτέρῳ μέρει τῷ μικροτέρῳ πρὸς τὴν κεφα‐ λὴν ἀναφερομένη, θατέρῳ δὲ τῷ μείζονι κατὰ τῆς ῥάχεως | |
6.3.17 | ἐκτεταμένη. θέασαι δ’ ἑξῆς ἅπαντ’ αὐτῆς τὰ βλαστήματα πάντοσε τοῦ σώματος φερόμενα καθ’ ὃν ἐν τῷ πρώτῳ γράμ‐ ματι λέλεκται τρόπον, ἑτέραν δ’ ἀρτηρίαν ἐκ τῆς αὐτῆς κοιλίας τῆς καρδίας ἐκφερομένην, τὴν εἰς τὸν πνεύμονα | |
5 | κατασχιζομένην ἀνάλογον τῷ καθήκοντι μέρει τῆς ῥιζώσεως | |
εἰς τὴν γῆν. | ||
6.3.18 | ὥσπερ γὰρ ἐκ τῆς γῆς τὰ φυτὰ διὰ τῶν ῥιζῶν ἅπασαν ἐπισπᾶται τὴν τροφήν, οὕτως ἐκ τοῦ πνεύμονος ἡ καρδία τὸν ἀέρα διὰ τῶν εἰρημένων ἀρτηριῶν. αὗται δύο μὲν τῆς καρδίας ἐκπεφύκασιν ἀρτηρίαι μέγισται τῶν οἰκείων | |
6.3.19 | ἀποβλαστημάτων ἑκάτεραι. καὶ καθάπερ ἐν τῷ φυτῷ τὸ μὲν ἐξέχον τῆς γῆς, τὸ πρέμνον, ἐστὶν ἁπάντων εὐρύτατον τῶν ἄλλων, τὸ δ’ εἰς τὰς ῥίζας σχιζόμενον ἁπάντων καὶ τοῦτ’ εὐρύτατον τῶν κάτω, τὸ μέσον δ’ ἀμφοῖν ἡ ἀρχὴ τοῦ φυτοῦ, | |
5 | κατὰ τὸν αὐτὸν τρόπον ἡ μὲν οἷον στέλεχος ἀρτηρία μεγίστη | |
τῶν καθ’ ὅλον ἐστὶ τὸ ζῷον, ἡ δ’ εἰς τὸν πνεύμονα τὴν ἔμφυσιν ἔχουσα τῶν ἐν ἐκείνῳ πασῶν, αὐτὴ δὲ ἡ καρδία μέση τ’ ἀμφοτέρων ἐστὶ καὶ ἀρχὴ τῶν διοικουσῶν αὐτὰς | ||
6.3.20 | δυνάμεων. ἀνδρί τε περὶ φύσιν δεινῷ καὶ χωρὶς τῶν εἰρη‐ μένων εὔδηλον ὡς τὰ μείζω τῶν ἐλαττόνων ἀρχαί, καθά‐ περ γε καὶ ἡ πηγὴ τῶν ὀχετῶν εἰς οὓς διανέμεται. καίτοι τινὲς εἰς τοσοῦτον ἥκουσιν ἀλογίας ὡς τῆς ἀρχῆς τὰ μετ’ | |
5 | αὐτὴν μείζω νομίζειν, ἐξαπατώμενοι πρὸς τῶν ποταμῶν, οἳ μικροὶ παντάπασι πρὸς ταῖς πηγαῖς ὄντες αὐξάνονται προϊόν‐ | |
τες, οὐκ ἐξ ἀνάγκης ἀεὶ τούτου γιγνομένου. | ||
6.3.21 | τινὲς μὲν γὰρ αὐτῶν ἑτέρους ὑποδεχόμενοι ποταμοὺς εἰκότως αὐξάνονται, τινὲς δ’ ὀχετῶν ἀποσχιζομένων σμικρύνονται. ποταμὸς δὲ οὐδεὶς ἐκ μιᾶς ὁρμώμενος πηγῆς ἐλάττονα τὴν κεφαλὴν ἔχει | |
5 | τῶν ἐφεξῆς· εἰ δὲ ἐκ πολλῶν ἀθροίζοιτο πηγῶν, εὔλογον | |
δήπου τὸν ὅλον ἑκάστης αὐτῶν γενέσθαι μείζονα. | ||
6.3.22 | καὶ χωρὶς δὲ τοῦ παραδείγματος, εἰ τὰ κατὰ τὸ σῶμα τῶν ζῴων ἀγγεῖα τὰ μικρότερα τῶν μειζόνων ἀρχὰς θησόμεθα, μαχεῖται πρὸς ἑαυτὸν ὁ λόγος ἐν ἅπαντι μορίῳ τοῦ σώματος ἀναγκαζόμενος | |
5 | ὁμολογεῖν ἀρχὴν εἶναι τῶν τριῶν ὀργάνων, ἀρτηρίας καὶ νεύρου καὶ φλεβός, ὥστ’ εἰ οὕτως ἔτυχε, τὴν πτέρναν ἢ τὸν δάκτυλον ἀρχὴν εἶναι τῆς μεγίστης ἀρτηρίας καὶ τῆς κοίλης φλεβὸς καὶ τοῦ νωτιαίου· ταυτὶ γὰρ ὥσπερ τινὰ πρέμνα τὸ | |
μὲν ἀρτηριῶν ἐστι, τὸ δὲ φλεβῶν, τὸ δὲ νεύρων. | ||
6.3.23 | ὥστ’ ἴσως ὁ τοῦτον τὸν λόγον εἰσηγούμενος οὐδὲ τὰ βλαστήματα τῶν δένδρων οὐδὲ τὰ πέρατα τῶν ῥιζῶν αἰσχύνεται λέγειν ἀρχὰς | |
6.3.24 | τοῦ φυτοῦ. καίτοι τά γε πέρατα τῶν ῥιζῶν ἀρχαὶ τροφῆς τοῦ δένδρου δύναιτ’ ἂν λέγεσθαι παραπλησίως ταῖς εἰς τὴν γαστέρα καθηκούσαις φλεψὶ καὶ ταῖς εἰς τὸν πνεύμονα κατα‐ σχιζομέναις ἀρτηρίαις· ἁπλῶς δ’ ἅπαντα τῶν φλεβῶν τὰ | |
5 | πέρατα λέγειν ἀρχὰς ἀτοπώτατον· οὔτε γὰρ τῆς τροφῆς οὐδὲν αὐτῶν ἀρχὴ πλὴν τῶν εἰρημένων οὔτε τῆς διοικούσης δυνά‐ | |
μεως· οὕτως γὰρ ἅπαν ἔσται μόριον ἀρχή. | ||
6.3.25 | εἰ δέ τινα μὲν ἀρχὰς ἐροῦσι τῶν περάτων, τινὰ δ’ οὐκ ἀρχάς, ἀναπόδεικτον ὑπόθεσιν θήσονται. τί γὰρ μᾶλλον τάδε τῶνδε νομιστέον ἀρχάς, οἷον τὰ κατ’ ἐγκέφαλον τῶν κατὰ πνεύμονα καὶ τού‐ | |
5 | των τὰ κατὰ τὸ ἧπαρ ἢ τὸν σπλῆνα κἀκείνων τὰ κατ’ ἄλλο | |
6.3.26 | τι μόριον ἢ σπλάγχνον; ἐγὼ τοῦτον τὸν λόγον οὐδ’ ὅτε μειράκιον ὢν ἤκουσα παρὰ τοῦ διδασκάλου Πέλοπος ἐπι‐ δεικνύναι πειρωμένου τὸν ἐγκέφαλον ἁπάντων τῶν ἀγγείων ἀρχὴν οὔτ’ ἐν τῷ παραχρῆμα προσηκάμην οὔθ’ ὕστερον | |
5 | ἀνασκεπτόμενος ἐπῄνεσα. τὰ δ’ ἀπὸ τῆς κεφαλῆς καταφέ‐ ρεσθαι λεγόμενα τέτταρα ζεύγη φλεβῶν ἐμβεβλῆσθαί τέ μοι δοκεῖ τοῖς ἐπιγραφομένοις Ἱπποκράτους συγγράμμασι καὶ | |
6.3.27 | διεσκευάσθαι φανερῶς. οὐδὲν γοῦν αὐτῶν δύναται δείκνυσθαι, καίτοι τἆλλα τὰ περὶ φλεβῶν εἰρημένα πρὸς Ἱπποκράτους, ἅπερ ἔγραψα πάντα κατὰ τὴν περὶ τῆς Ἱπποκράτους ἀνατο‐ μῆς πραγματείαν, ὡμολόγηταί τε τοῖς ἀνατομικοῖς ἀνδράσι | |
5 | καὶ δείκνυται καὶ πρὸς ἡμῶν· τὰ τέτταρα δὲ ἐκεῖνα ζεύγη πρὸς τῷ μηδ’ ὑφ’ ἑνὸς ἄλλου λέγεσθαι τῶν ἀνατομικῶν | |
οὐδὲ δείκνυται πρός τινος. | ||
6.3.28 | ἀλλ’ ἔνιοι μὲν τῶν τιθεμένων αὐτὰ πιστεύειν Ἱπποκράτει φασί, κἂν αὐτοὶ μὴ δύνωνται δεικνύειν, ὡς περὶ λόγῳ θεωρητοῦ πράγματος, οὐκ αἰσθη‐ τοῦ διαλεγόμενοι, τινὲς δ’ ἐπαγγέλλονται μὲν δείξειν, ἔδει‐ | |
6.3.29 | ξαν δ’ οὐδέποτε. τὸ μὲν οὖν ἐν ἑτέρῳ τινὶ γράφεσθαι βιβλίῳ τῶν προφανῶς νόθων τὰ τέσσαρα ζεύγη τῶν φλεβῶν οὐδὲν θαυμαστόν· εὑρίσκεται δὲ καὶ κατὰ τὴν τελευτὴν τοῦ περὶ φύσεως ἀνθρώπου 〈συγγράμματος, ἐν τῷ μεταξὺ προτέρου μὲν | |
5 | τοῦ περὶ φύσεως ἀνθρώπου,〉 δευτέρου δὲ τοῦ περὶ διαίτης, ᾧ τὴν ἀνατομὴν τῶν φλεβῶν ἐμβεβλήκασιν οὐδένα λόγον ἔχουσαν | |
τῇ διαίτῃ συνῆφθαι. | ||
6.3.30 | πολὺ γὰρ ἦν πιθανώτερον οὐ τούτῳ τῷ μέρει τοῦ γράμματος, ἀλλὰ τῷ προτέρῳ συνάπτειν αὐτήν. ἀλλὰ γὰρ ὁ διασκευάζων ᾤετο λήσεσθαι μᾶλλον [ἢ] εἰ τῷ τέλει παρέγραψεν. ὅτι δ’ οὐδὲ τῷ προτέρῳ μέρει προσαρμόττε‐ | |
5 | σθαι λόγον εἶχεν, εὔδηλόν ἐστιν ἅπασι τοῖς ἀνεγνωκόσι τὸ σύγγραμμα. ζητεῖ γὰρ ἐν αὐτῷ φύσιν ἀνθρώπου τὴν ὡς | |
ἐκ στοιχείων, οὐ τὴν ἐξ ἀνατομῆς φαινομένην. | ||
6.3.31 | ἀλλ’ ὅτι μὲν οὐκ ἔστι γνήσιος οὔθ’ Ἱπποκράτους οὔτε Πολύβου τῶν εἰρημένων φλεβῶν ἡ ἀνατομή, καὶ πρὸ ἡμῶν μὲν ἑτέροις ἀποδέδεικται καὶ ἡμεῖς δ’ ἄν, εἰ θεὸς δοίη ποτὲ περὶ τῶν | |
5 | γνησίων Ἱπποκράτους συγγραμμάτων πραγματεύσασθαι, διὰ πλειόνων ἐπιδείξαιμεν ἥτις ἐστὶν Ἱπποκράτους γνώμη περὶ φλεβῶν ἀρχῆς, ἣν ἔκ τε τοῦ περὶ τροφῆς ἔνεστι λαβεῖν καὶ | |
6.3.32 | ἐκ τοῦ δευτέρου τῶν ἐπιδημίων. ἀλλὰ τοῦτο μὲν εἰσαῦθις | |
ἀναβεβλήσθω. δεῖξαι γὰρ πρότερον ὃ λέγων ἀπέλιπον ἔγνωκα, ὅτι κἀν τοῖς φυτοῖς μὲν ἀρχὴ καὶ γενέσεως καὶ | ||
5 | διοικήσεως τὰ μείζω σώματα τῶν μικροτέρων ὑπάρχει, οὐχ | |
6.3.33 | ἥκιστα 〈δὲ〉 κἀν τοῖς ζῴοις. ἐπάνειμι γὰρ αὖθις ὡς τὸν Πέ‐ λοπα συγχωροῦντα τὸν ἐγκέφαλον ἁπάντων εἶναι τῶν νεύ‐ ρων ἀρχήν. ὁμολογεῖ γοῦν καὶ αὐτὸς ἀπ’ ἐγκεφάλου φυόμενα δύο νεῦρα διασπείρεσθαι τοῖς κατ’ ὀφθαλμοὺς μυσὶν ἐκ μιᾶς | |
5 | καὶ παχείας ἐκφύσεως εἰς μικρὰ καὶ πολλὰ σχιζόμενα. | |
6.3.34 | τού‐ των δ’ ἔτι μᾶλλον ἡ ἐφεξῆς συζυγία παχίστη μέν ἐστιν ἐκ‐ φυομένη, τέμνεται δ’ εἰς πάμπολλα μικρὰ τοῖς περὶ τὸ πρόσωπόν τε καὶ τὸ στόμα διανεμομένη μορίοις, ὥσπερ γε | |
5 | καὶ ἡ μετ’ αὐτήν. ἵνα δὲ μὴ τρίβω τὸν χρόνον, ὁ νωτιαῖος ἀπ’ ἐγκεφάλου βλαστάνειν αὐτῷ δοκεῖ καὶ εἶναι καθάπερ τι πρέμνον ἀριθμοῦ παμπόλλου νεύρων οἷον κλάδων ἀποφυο‐ | |
μένων αὐτοῦ. | ||
6.3.35 | ταῦτα μὲν οὖν ἀληθῆ τ’ ἐστὶ καὶ τοῖς ἐναργῶς ὁρωμένοις ὁμολογούμενα, τὸ δὲ τὰ μικρὰ τῶν μεγάλων ἀρχὰς εἶναι μάχεται μὲν καὶ τοῖς κατὰ τὰ νεῦρα φαινομένοις, ἀεὶ γὰρ ἐν τούτοις τὰ μείζω τῶν μικροτέρων ἀρχαί, μάχεται δὲ ὡς | |
5 | εἴρηται καὶ τοῖς κατὰ τὰ φυτὰ καὶ προσέτι τοῖς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν. ἀναισχυντία πάντως γάρ ἐστιν | |
ἄλλο τι σπλάγχνον ἀρτηριῶν ἀρχὴν ὑποθέσθαι. | ||
6.3.36 | φαίνονται γοῦν αἱ μὲν ἀρτηρίαι πρὶν ἐκτμηθῆναι τοῦ ζῴου τὴν κίνη‐ σιν ἀπολλύουσαι σαφῶς ἐπειδὰν βρόχῳ διαληφθῶσι, μήτι γε δὴ χωρισθεῖσαι καὶ ἐκτὸς γενόμεναι, μόνη δ’ ἡ καρδία | |
5 | πάντων τῶν ἐν τῷ ζῴῳ μορίων ἐξαιρουμένη μέχρι πλείστου διαφυλάττουσα τὴν κατὰ φύσιν ἐνέργειαν, ὡς ἀρχὴ κινήσεως | |
6.3.37 | ἑαυτῇ τε καὶ τοῖς ἀφ’ ἑαυτῆς. αἱ δ’ ἀρτηρίαι ἀποχωρισθεῖ‐ σαι αὐτῆς ἢ βρόχοις ἢ τομαῖς ἅμα τῷ πάθει καὶ τὴν κίνη‐ σιν ἀπολλύουσιν. ἀλλ’ εἴπερ ἀναίσχυντόν ἐστι τὰς ἀρτηρίας ἑτέρωθεν ἄρχεσθαι φάναι, τὰ μέγιστα μόρια τῶν ἀρτηριῶν | |
5 | ἀρχαὶ τῶν μικροτέρων γενήσονται. | |
6.3.38 | εὐρύταται γοῦν ἁπασῶν εἰσι τοῦ ζῴου ἀρτηριῶν αἱ τῆς καρδίας ἐκφυόμεναι, παχύτα‐ ται δὲ καὶ τῶν νεύρων αἱ ἀρχαί, καθάπερ ἐν τοῖς φυτοῖς πάχιστον μὲν τὸ πρέμνον ἁπάντων τῶν κλάδων, παχίστη δ’ | |
6.3.39 | ἡ ῥίζωσις τῶν ῥιζῶν. ὀνομάζω δὲ ῥίζωσιν τὸ κάτωθεν μέρος, ὅπερ ὀλίγον ἔμπροσθεν ἐδείκνυον ἀρχὴν εἶναι τοῦ φυτοῦ. καί μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης ἐντεῦθεν ἐπὶ τὰ ζῷα μετα‐ φέρων τοὔνομα ῥίζωσιν εἰρηκέναι τῶν μὲν ἀρτηριῶν τὴν | |
5 | καρδίαν, τῶν δὲ φλεβῶν τὸ ἧπαρ. | |
6.3.40 | ὡς γὰρ ἀπὸ τῆς ῥιζώ‐ σεως τῶν φυτῶν αἱ ῥίζαι μὲν κάτω, τὸ δὲ στέλεχος ἄνω φύεται, κατὰ τὸν αὐτὸν τρόπον ἐκ μὲν τῆς καρδίας ἥ τε εἰς τὸν πνεύμονα καὶ ἡ εἰς ὅλον τὸ ζῷον, ἐκ δὲ τοῦ ἥπατος ἥ | |
5 | τ’ εἰς τὰ κατὰ τὴν γαστέρα καὶ 〈ἡ〉 εἰς τὸ σύμπαν σῶμα. | |
6.3.41 | ῥίζαις μὲν οὖν ἐοίκασιν αἱ εἰς τὴν γαστέρα καθήκουσαι φλέ‐ βες, ὡς καὶ τοῦτ’ αὐτὸς Ἱπποκράτης ἔδειξε φάμενος “ὡς γὰρ τοῖς δένδροις ἡ γῆ, οὕτω τοῖς ζῴοις ἡ γαστήρ,” τὸ δ’ οἷον πρέμνον ἡ κοίλη φλέψ ἐστιν ἐκ μὲν τῶν κυρτῶν τοῦ | |
5 | ἥπατος ἐκπεφυκυῖα, φερομένη δ’ ἐκ τοῦ ἥπατος εὐθείᾳ πρὸς | |
ἑκάτερα τοῦ ζῴου τὰ μέρη, τό τε ἄνω καὶ τὸ κάτω. | ||
6.3.42 | εὐρύτα‐ τον μὲν οὖν αὐτῆς ἐστι τὸ κάτω τοῦ ἥπατος, ἧττον δ’ εὐρὺ τὸ διὰ τῶν φρενῶν ..... ἀνατεταμένον, ἔλαττον δὲ ἀμφοῖν τὸ ἐμφυόμενον τῇ καρδίᾳ. καίτοι γ’ εἴπερ ἦν ἡ καρδία τῆς | |
5 | κοίλης φλεβὸς ὡς καὶ τῆς μεγάλης ἀρτηρίας ἀρχή, μέγιστον | |
ἂν ἦν οἶμαι τὸ συνεχὲς αὐτῇ μέρος. | ||
6.4.1 | Εἰ δέ τις οἴεται τῆς μὲν δυνάμεως ταῖς φλεψὶ χορηγὸν τὴν καρδίαν, τῆς δ’ ὕλης τὸ ἧπαρ, ἐντεῦθεν γὰρ ὁρμᾶσθαι τὸ αἷμα, καὶ διὰ τοῦτ’ εὐρυτέραν εἶναι τὴν κάτω κοίλην τῆς ἄνω, διότι πλείω μόρια τὰ κάτω τοῦ ἥπατός ἐστιν, οἷς | |
5 | ἀναγκαῖόν ἐστιν ἅπασι χορηγεῖσθαι τροφήν, οὗτός μοι δοκεῖ | |
6.4.2 | δι’ αὐτῶν ὧν ὑποτίθεται συγχωρεῖν ἃ μὴ βούλεται. τὸ γὰρ ἐξ ἥπατος ὁρμᾶσθαι τὸ αἷμα τί ἄλλο ἐστὶν ἢ τὴν γεννῶσαν | |
αἷμα δύναμιν ἐν τούτῳ τῷ σπλάγχνῳ περιέχεσθαι; εἴπερ | ||
5 | οὖν ἕνεκα μὲν τοῦ τρέφεσθαι τὸ ζῷον ἡ τοῦ αἵματός ἐστι γένεσις, ἐν ἥπατι δὲ γίγνεται τὸ αἷμα, τῆς θρεπτικῆς δυνά‐ | |
6.4.3 | μεως ἀρχὴ τοῦτ’ ἔσται τὸ σπλάγχνον, οὐχ ἡ καρδία. τὸ γὰρ προνοούμενον ὕλης ἐπιτηδείου πρὸς θρέψιν ἅπαντι τῷ σώ‐ ματι τοῦτ’ εὔλογον ἀρχὴν εἶναι τῆς θρεπτικῆς τε καὶ φυτι‐ κῆς δυνάμεως, ὥσπερ οἶμαι κἀν τοῖς φυτοῖς ἐκεῖνο τὸ μέρος | |
6.4.4 | ὃ ῥίζωσιν ἐκαλοῦμεν· ἕλκει τε γὰρ ἐφ’ ἑαυτὸ διὰ παμπόλ‐ λων ῥιζῶν ἐκ τῆς γῆς τὴν τροφὴν ἐπιπέμπει τε προκατεργα‐ | |
σάμενον ἅπαντι τῷ φυτῷ διὰ τοῦ στελέχους. εἰ γὰρ καὶ | ||
5 | 〈ταύτησ〉 τῆς [αὐτῆς] δυνάμεως ὥσπερ καὶ τῆς σφυγμικῆς ἀρχὴν θησό‐ μεθα τὴν καρδίαν, ἐκ τοῦ περιττοῦ τὸ ἧπαρ ἡ μηδὲν μάτην | |
6.4.5 | ἐργαζομένη φύσις ἐποίησεν. ἦν γὰρ δήπου κατὰ τὴν καρδίαν αἱματοῦσθαι τὴν τροφήν. ἀλλ’ ὡς εἰς μέγα τὸ ἔργον οἷον ὑπηρέτην τινὰ τὸ ἧπαρ ἡ φύσις τῇ καρδίᾳ παρεστήσατο προπαρασκευάσοντα τὴν ὕλην αὐτῇ, καθάπερ ἡ γαστὴρ ἐκείνῳ. | |
6.4.6 | πιθανὸς μὲν ὁ λόγος, οὐ μὴν ἀληθής γε. φαίνεται γὰρ οὐχ ὡς ὑπηρέτης ἡγουμένῳ προπαρασκευάζων ἐπιτήδειον ὕλην τὸ ἧπαρ, ἀλλ’ ὡς αὐτὸς ὁ ἡγούμενος ἐξουσίαν ἔχων τοῦ διανέ‐ | |
μειν αὐτήν. | ||
5 | ἐναργῆ δὲ παραδείγματα κατ’ αὐτὸ τοῦ ζῴου | |
6.4.7 | τὸ σῶμα πάρεστι θεάσασθαι. πάντα γοῦν ὅσα προπαρα‐ σκευάζει τὰς ὕλας ἑτέροις, ἐκείνοις αὐτὰς ἀκεραίους φυλάτ‐ τει καὶ οὔτ’ ἐκ πνεύμονος ἄλλη τις ὁδὸς ἑτέρωσε τέτμηται πλὴν μιᾶς τῆς εἰς τὴν καρδίαν οὔτ’ ἐκ κοιλίας τε καὶ ἐντέ‐ | |
5 | ρων ἑτέρωσε πλὴν εἰς ἧπαρ οὔτ’ ἐκ τοῦ δικτυοειδοῦς πλέγ‐ ματος ἑτέρωσε πλὴν εἰς ἐγκέφαλον οὔτ’ ἐκ τῶν τὸ σπέρμα προπαρασκευαζόντων ἀγγείων εἰς ἄλλο τι πλὴν τῶν | |
ὄρχεων. | ||
6.4.8 | οὕτω δὲ καὶ οἱ τὸ χολῶδες ὑγρὸν ἀθροίζοντες πό‐ ροι πάντες εἰς ἓν ἀγγεῖον ἀποφέρονται, τὴν ἐπὶ τῷ ἥπατι κύστιν, ἐντεῦθέν τε πάλιν ἐπὶ ἓν χωρίον ἡ κύστις ἐξερεύγεται, καθά‐ περ οἱ νεφροὶ τὸ οὖρον εἰς τὴν μεγάλην κύστιν. οὐ‐ | |
5 | κοῦν οὐδὲ τὸ ἧπαρ, εἴπερ τῇ καρδίᾳ τὸ αἷμα προπαρασκευά‐ σον ὑπὸ τῆς φύσεως ἐγένετο, διανέμειν αὐτὸ τῇ παρασκευῇ | |
6.4.9 | ἡμίεργον ἐπιστεύθη ποτ’ ἄν. οὔτε γὰρ ὑπηρέτου τὸ τοιοῦτον ἔργον, ἀλλ’ ἡγεμόνος καὶ ἄρχοντος, οὔθ’ ὕλης ἐλλιπῶς παρεσκευασμένης τὸ πάθος· ὑπηρέτου γάρ ἐστι τὸ παρασκευά‐ | |
ζειν μόνον ὕλης τ’ ἐλλιποῦς ἐστι τὸ μὴ διανέμεσθαι. | ||
5 | καὶ μὴν οὔθ’ ὡς ὑπηρέτης τὸ ἧπαρ, ἀλλ’ ὡς ἄρχων, οὔθ’ ὡς | |
6.4.10 | ὕλην ἐλλιπῆ [ὕλην] τὸ αἷμα διανέμειν πεπίστευται. πάντα γὰρ ὅσα κάτω τοῦ διαφράγματός ἐστι τοῦ ζῴου μόρια παρ’ ἥπατος ἀναμφισβητήτως ἔχει τὸ αἷμα, καίτοι πλείω τῶν ἡμίσεών | |
6.4.11 | ἐστι. μᾶλλον δ’ ὅταν 〈ὡσ〉 καὶ αὐτὸ τὸ διάφραγμα καὶ ὁ περικάρ‐ διος ὑμὴν ἅμα τοῖς ἄλλοις ὑμέσι τοῖς πλησίον, ὅσοι τε δια‐ φράττουσι τὸν θώρακα καὶ ὅσοι περιαλείφουσι τὸν πνεύμονα, τὴν τροφὴν ἐκ τῆς κοίλης ἔχει πρὶν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι | |
5 | διδαχθῶμεν ὑπὸ τῆς ἀνατομῆς, εἰσόμεθα τὰ πλείω τῶν τοῦ ζῴου μορίων ἐξ ἥπατος τρεφόμενα προφανῶς τε καὶ ἀναμ‐ | |
6.4.12 | φισβητήτως. ἐπιδειχθήσεται μὲν γὰρ ὀλίγον ὕστερον ὅτι καὶ τὸ ἄνω τῆς καρδίας ἅπαν ἐξ ἥπατος ἔχει τὴν τροφήν. ἀλλὰ τό γ’ ἀναμφισβήτητον ἤδη λαμβανέσθω τὸ τὰ κάτω τῆς καρδίας ἐξ ἐκείνου τρέφεσθαι, [ἀλλὰ] καὶ αὐτοῦ τοῦ θώρακος | |
6.4.13 | ὅλα τὰ δύο μέρη. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὰ ἄλλα σύμ‐ παντα τὰ κατὰ τὰς ἀνατομὰς φαινόμενα καὶ πρῶτόν γε καὶ | |
μέγιστον ἡ κάθαρσις τῶν περιττωμάτων τοῦ αἵματος. ὡς | ||
5 | γὰρ συμπεπληρωμένῃ τῇ τοῦ χυμοῦ γενέσει καὶ τὸ προσῆκον εἶδος ἐχούσῃ παρεσκεύασεν ἡ φύσις ὄργανα καθαρτικὰ τῶν περιττωμάτων, νεφροὺς καὶ σπλῆνα καὶ τὴν χοληδόχον κύστιν, οὐδ’ ἔστιν ἄλλο τέταρτον οὐδ’ ἐπινοῆσαι περίττω‐ μα τροφῆς ἢ ὕλης ἡστινοσοῦν ὑπὸ θερμοῦ μεταβαλλομένης, | |
6.4.14 | ἀλλὰ τὰ πλεῖστα τρία τὸν ἀριθμόν ἐστι. τουτὶ γὰρ δέδει‐ κταί μοι δι’ ἑτέρων ἤδη πραγματειῶν αὖθίς τε δειχθήσεται | |
κατὰ τὴν ἐνεστῶσαν ἐπὶ προήκοντι τῷ λόγῳ πραγματείαν· νυνὶ δ’ εἴρηται μὲν ὡς μηδὲν τῶν ἀληθῶν παραλείποιτο, | ||
5 | τῆς δ’ ἐξ αὐτοῦ πίστεως οὐδὲν δεῖ τοῖς παροῦσιν. ὁμολο‐ γεῖται γὰρ ἥ τε τῶν νεφρῶν ἐνέργεια καὶ ἡ τῆς χοληδόχου | |
6.4.15 | κύστεως ἐκκαθαίρειν τὸ αἷμα. κατὰ δὲ τὴν καρδίαν οὔτ’ ἄλλο τι καθαρτικὸν ὄργανον ἡ φύσις ἐποίησεν οὔτ’ ἄλλον ἐργάζεται χυμόν. ὅμοιον γὰρ τό τ’ ἐν τῇ δεξιᾷ κοιλίᾳ τῆς καρδίας αἷμα καὶ τὸ κατὰ πάσας τὰς φλέβας 〈ἐν〉 ὅλῳ τῷ ζῴῳ, | |
5 | καθάπερ γε καὶ τὸ κατὰ τὰς ἀρτηρίας ἁπάσας ὅμοιόν ἐστι | |
τῷ κατὰ τὴν ἀριστερὰν κοιλίαν. | ||
6.4.16 | τουτὶ μὲν οὖν ὡς τὰ πολλὰ λεπτότερόν τ’ ἐστὶ καὶ ξανθότερον, ἔσθ’ ὅτε δὲ καὶ τἀναν‐ τία παχύτερόν τε καὶ μελάντερον, ἀεὶ μέντοι θερμότερόν [αὐτό] ἐστι· τὸ δὲ κατὰ τὴν δεξιὰν κοιλίαν αἷμα τὴν αὐτὴν ἰδέαν | |
5 | ἔχει τῷ τ’ ἄλλῳ παντὶ καὶ τῷ κατὰ τὸ ἧπαρ, ὡς ἂν οὐδὲν | |
ἐξαίρετον ἐπικτώμενον ἐν τῇ δεξιᾷ κοιλίᾳ. | ||
6.4.17 | μεγίστη δὲ πίστις ὡς οὐ προπαρασκευάζει τῇ καρδίᾳ τὸ ἧπαρ οὐδένα χυμὸν εἰς τροφὴν τῶν τοῦ ζῴου μορίων, ἀλλ’ αὐτὸ συμπληροῖ τὴν σύμπασαν ἰδέαν αὐτοῦ, τὸ μίαν εἶναι φλέβα τὴν ἐξ ἥπατος | |
5 | εἰς καρδίαν ἐκφυομένην, ἑτέραν δὲ μηκέτι ἀντεκφύεσθαι κατ’ ἄλλο μέρος αὐτῆς εἰς ὅλον ἀπάξουσαν τὸ σῶμα τὸν κα‐ | |
6.4.18 | τεργασθέντα χυμόν, καίτοι γ’ ἄλλης μὲν εἰσαγούσης ἀρτηρίας, ἄλλης δ’ ἐξαγούσης τὸ πνεῦμα· φαίνεται γὰρ ἡ φύσις οὐ τοῖς αὐτοῖς ἀγγείοις χρωμένη πρός τε τὰς ἡμιεργάστους ὕλας καὶ πρὸς τὰς τελέως κατειργασμένας οὐδὲ ταῖς αὐταῖς | |
5 | ὁδοῖς. | |
6.4.19 | οὐδὲ γὰρ δυνατόν ἐστιν ἅμα τε τὸ ἡμίπεπτον ἐξ ἥπατος εἰς καρδίαν ἀναπέμπεσθαι τροφήν, ἅμα τε τὴν ἤδη κατειργασμένην διὰ τῆς αὐτῆς ὁδοῦ καταφέρεσθαι, ἀλλ’ ἦν ἂν πάντως ἑτέρα μὲν φλὲψ ἡ εἰσάγουσα τὴν ἡμίπεπτον, ἑτέρα | |
6.4.20 | δὲ ἡ τὴν ἀκριβῶς κατειργασμένην ἐξάγουσα. νυνὶ δ’ εἰσάγει μέν τις, ἐξάγει δ’ οὐδεμία πλὴν τῆς εἰς πνεύμονα, περὶ ἧς [ἂν] ἐπὶ πλέον ἐν τοῖς περὶ χρείας μορίων ἐπεσκεψάμεθα τὴν αἰτίαν ἐρευνῶντες, ἧς ἕνεκεν ἐκ τῆς καρδίας οὐκ ἐκ τῆς | |
5 | κοίλης ἐξέφυσεν ἡ φύσις εἰς τὸν πνεύμονα τὴν θρέψουσαν | |
τὸ σπλάγχνον φλέβα. | ||
6.5.1 | Δεῖται δὲ μάλιστα εἴπερ τις ἄλλος λόγος καὶ ὁ νῦν ἡμῖν προκείμενος αὐτοῦ τοῦ φαινομένου κατὰ τὰς ἀνατομάς. οὐ μόνον γὰρ οὐδεμία φαίνεται φλὲψ ἐκ καρδίας εἰς τὰ κάτω μόρια φερομένη πλὴν [ἢ] τῆς ἐξ ἥπατος ἀναφερούσης τὸ αἷμα, | |
5 | ἀλλ’ οὐδ’ εἰς τὸ ἄνω καρδίας ἀφικνεῖται φλὲψ οὐδεμία. | |
6.5.2 | φαίνεται γὰρ ἡ κοίλη φλὲψ ἀπὸ τοῦ ἥπατος εὐθὺ τῶν σφα‐ γῶν ἀναφερομένη καὶ ταύτης ἀποβλάστημά τι τὸ εἰς τὴν καρδίαν ἐμφυόμενον, οὐκ ἐξ ἐκείνης αὐτή. γνώρισμα δ’ ἐναργέστατόν ἐστι τὸ κατὰ τὴν ἀρτηρίαν τὴν μεγάλην, ὃ | |
5 | θεωρούμενον ἄν τινα βουλοίμην οὕτως ἐπὶ τὴν κοίλην | |
ἔρχεσθαι φλέβα. | ||
6.5.3 | μία γὰρ ἀρτηρία μεγίστη τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἐκφῦσα σαφῆ σχίσιν εἰς ἀμφοτέρας ποιεῖται τὰς ἀρτηρίας, ἥν τε ἄνω πρὸς τὴν κεφαλὴν ἥν τ’ ἐπὶ τὴν ῥάχιν ὁρῶμεν κάτω φερομένην. οὕτως δ’ αὖ ἐχρῆν | |
5 | καὶ τὴν ἐκ τῆς δεξιᾶς κοιλίας ἐκφυομένην φλέβα σαφῆ τὴν | |
6.5.4 | νομὴν ἴσχειν εἰς ἄμφω τὰ μέρη. φαίνεται δὲ οὐχ οὕτως, ἀλλ’ ἀπὸ τῆς ἀναφερομένης ἐξ ἥπατος εἰς καρδίαν ἀποσχίζε‐ ται. πῶς οὖν ἔτι δυνατόν ἐστι τὴν δεξιὰν κοιλίαν τῆς καρ‐ δίας ὑπολαβεῖν εἶναι φλεβῶν ἀρχήν, ὥσπερ τὴν ἀριστερὰν | |
5 | ἀρτηριῶν; | |
6.5.5 | ἐπὶ γὰρ ἀνομοίοις γνωρίσμασιν ἀνόμοιον εἶναι χρὴ καὶ τὴν ἔνδειξιν. εἰ δέ τῳ δοκεῖ μικρὸν εἶναι τὸ τῆς ἐκφύσεως τῶν ἀγγείων γνώρισμα, καίτοι γ’ οὐκ ὄντος μικροῦ, ἀλλ’ ἐκεῖνό γ’ οἶδ’ ὅτι οὐ σμικρὸν εἶναί φησι τὸ πολλὰ | |
6.5.6 | τῶν ζῴων οὐκ ἔχειν τὴν δεξιὰν κοιλίαν τῆς καρδίας. καίτοι γ’ οὐκ ἐνδέχεται τὴν κοίλην φλέβα τῆς κοιλίας ταύτης ἐκφύεσθαι νομίζειν, ὅταν ἐν παμπόλλοις γένεσι ζῴων ἧπαρ μὲν ὑπάρχῃ καὶ κοίλη φλέψ, ἡ κοιλία δ’ ἡ δεξιὰ μηδόλως | |
6.5.7 | ᾖ. τίνα τοίνυν ἐστὶ καὶ πόσα τὰ γένη τῶν ζῴων, ἐν οἷς | |
φημι τὴν δεξιὰν οὐκ εἶναι τῆς καρδίας κοιλίαν; ἀριθμῷ μὲν οὐκ ἔχων διελθεῖν αὐτά, κοινὸν δ’ ἐφ’ ἅπασι κεφάλαιον εὗρον | ||
5 | ἀνατεμὼν πολλά, ἀσύμβατα μὲν εἰς ἕτερα, πρόσεστι δὲ ἓν αὐτοῖς ἐξαίρετον, ὅπερ οὐχ ἅπασι τυγχάνει τοῖς ἐνύδροις, τὸ | |
6.5.8 | μήτ’ ἀναπνεῖν ἐξ ἀέρος μήτ’ ἔχειν πνεύμονα. τουτὶ γὰρ ἄχρι τοῦ δεῦρο κατὰ πάντα γένη τῶν ζῴων παρεφύλαξα, τὸ συναπ‐ όλλυσθαί τε καὶ συγγεννᾶσθαι τῷ πνεύμονι τὴν δεξιὰν κοιλίαν τῆς καρδίας. ἐζήτησα δὲ χρόνῳ παμπόλλῳ καὶ τὴν | |
5 | αἰτίαν αὐτῶν καὶ γέγραπται τὰ φανένθ’ ἡμῖν εὔλογα κατὰ | |
τὴν περὶ χρείας μορίων πραγματείαν. | ||
6.5.9 | ἐμπίδας μὲν οὖν καὶ μυίας καὶ σκώληκας καὶ μελίττας καὶ μύρμηκας οὔτ’ ἀνέτε‐ μον οὔτ’ ἀνατεμεῖν ἐπιχειρήσαιμι ἄν. ὅπου γὰρ κἀν τοῖς μεγάλοις ζῴοις εὑρίσκω πολλὰ σφαλλομένους τοὺς ἀνατεμόν‐ | |
5 | τας, εὔλογον δήπου κατὰ τὰ σμικρότερα μᾶλλον σφαλῆναι. | |
6.5.10 | τῶν γοῦν ἀνατμηθέντων ὑπ’ ἐμοῦ μέχρι γε τοῦ δεῦρο σχε‐ δὸν οὐκ ἔστιν ὅτῳ μὴ καὶ καρδία καὶ ἧπαρ ὑπάρχει καὶ κοίλη φλὲψ καὶ ἀρτηρία ἡ μεγάλη. καὶ φαίνεται καθάπερ ἡ ἀρτηρία τῆς καρδίας οὕτως ἡ φλὲψ τοῦ ἥπατος ἐκφυομένη | |
5 | διὰ παντός, κἂν μηδόλως ἔχῃ δεξιὰν ἡ καρδία κοιλίαν. | |
6.5.11 | καὶ διὰ τοῦτο φαίνεται σχιζομένη μετὰ τὸ διελθεῖν τὰς φρέ‐ νας ὑποκάτω τῆς καρδίας, ὥσπερ ἐπὶ τῶν ἄλλων ὅταν ἐγγὺς | |
6.5.12 | ἥκῃ τῶν σφαγῶν. ἐν ἑτέροις δὲ ζῴοις οὐκ ὀλίγοις ἐστὶ μὲν δεξιὰ κοιλία, φαίνεται δ’ οὐδὲν ἧττον ἡ κοίλη φλὲψ εἰς | |
6.5.13 | μεγάλα δύο σχιζομένη πρὶν ἐπὶ τὴν καρδίαν ἐξικέσθαι. καὶ τοῦτο πᾶσι μὲν ὑπάρχει σχεδὸν τοῖς πτηνοῖς, ἅπασί τε τοῖς ἕρπουσι καὶ τῶν βαδιζόντων ὀλίγοις· ὥστε τὰ πλεῖστα τῶν ζῴων τὴν κοίλην φλέβα προφανῶς ἐξ ἥπατος ἔχει ἀρχο‐ | |
5 | μένην. | |
6.5.14 | ἐναργῶς γὰρ ὁρᾶται διπλάσιον εὐρὺ τὸ ἐξ ἐκείνου τοῦ σπλάγχνου φυόμενον ἀγγεῖον ἑκατέρων τῶν τμημάτων, | |
6.5.15 | ὡς ἅμα δίχα τῆς κοίλης ἐνταῦθα σχισθείσης. εἰ δὲ εὐρύτερόν ποτε θάτερον ἐπί τινος ζῴου φαίνοιτο θατέρου τμήματος, ἀλλὰ συναμφότερά γε τῇ κοίλῃ φλεβὶ προφανῶς ἐστιν ἴσα, μόνον οὐ μετὰ φωνῆς ἑρμηνεύοντα τὴν μὲν οἷόν τι πρέμνον | |
5 | ὑπάρχειν, αὐτὰ δ’ ἀπ’ ἐκείνης γεγενῆσθαι σχισθείσης οἷόν | |
περ κλάδους τινὰς ἢ καὶ κλῶνας. | ||
6.5.16 | οὐ μόνον δ’ ἡ κοίλη φλὲψ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐκπέφυκεν, ἀλλὰ καὶ ἐκ τῶν σιμῶν ἑτέρα φλέψ, ἣν οἱ μὲν ὀνομάζουσι πύλας ἥπατος, οἱ δὲ τὴν ἐπὶ πύλαις· οὐ γὰρ δὴ ὅλην γε τὴν φλέβα πύλας | |
5 | ὑπάρχειν, ἀλλ’ ὅσον πρῶτον αὐτῆς ἐξίσχει τοῦ ἥπατος, ὅπερ | |
6.5.17 | καὶ πάντων εὐρύτατόν ἐστιν. ἀπ’ αὐτοῦ γὰρ εἰς ἄμφω τὰ μέρη κατασχίζεται τὸ ἀγγεῖον, εἴς τε τὰ σιμὰ τοῦ ἥπατος ἅπαντα καὶ εἰς τὰ κατὰ τὴν γαστέρα, τὸ καλούμενον ἐπί‐ πλοον. τῶν 〈δὲ〉 ἐν τούτοις ἅπασι φλεβῶν παμπόλλων οὐσῶν | |
5 | οὐδεμία συνεχής ἐστι τῇ καρδίᾳ. | |
6.5.18 | καί τις ἀκούσας τοῦτο τῶν ἀλήθειαν τιμώντων ἀπεθαύμαζέ τε καὶ ἠπίστει τῷ λόγῳ καὶ δειχθῆναί οἱ τὸ λεγόμενον ἠξίου καὶ ὡς εἶδε μεγάλως κατε‐ γίγνωσκε τῶν ἀποφηναμένων ἀρχὴν εἶναι φλεβῶν τὴν καρ‐ | |
5 | δίαν. | |
6.5.19 | ὥσπερ γὰρ εἰ μίαν ἡντινοῦν ἐν ὅλῳ τῷ ζῴῳ φλέβα κεχωρισμένην εἰς τοσοῦτον ηὑρίσκομεν, ὡς μήτ’ αὐτῷ συνά‐ πτειν τῷ ἥπατι μήτε τινὶ τῶν ἀπ’ αὐτοῦ φλεβῶν, οὐκ ἂν ἀπεφηνάμεθα τῆς φλεβὸς ἐκείνης ἀρχὴν εἶναι τὸ ἧπαρ, οὕτως | |
5 | ἐπειδὴ νῦν οὐ μίαν οὐδὲ δύο μόνας, ἀλλ’ ἀνάριθμόν τι πλῆθος εὑρίσκομεν οὐδεμίαν ἐχούσας τῇ καρδίᾳ συνέχειαν, οὐκ ἂν οἶμαι φαίημεν ἐκείνων τῶν φλεβῶν ἀρχὴν εἶναι | |
6.5.20 | τὴν καρδίαν. εὐλόγως οὖν εἴρηται ῥίζωσις τῶν φλεβῶν εἶναι τὸ ἧπαρ, ὡς τῶν ἀρτηριῶν ἡ καρδία, τοῦ | |
δένδρου δ’ ἡ χώρα τοῦ καταβληθέντος σπέρματος. ἐν ἅπασι | ||
5 | γὰρ τούτοις ἡ ῥίζωσις ἀρχὴ τοῦ λοιποῦ παντός ἐστιν, οὐ τῆς ἐξ | |
6.5.21 | ἀρχῆς γενέσεως μόνον, ἀλλὰ καὶ τῆς νῦν διοικήσεως. ὅτι δὲ τὸ φαινόμενον αὐτὸ διὰ τῆς ἀνατομῆς βιάζεται καὶ τοὺς τἀναντία δοξάζοντας ἄκοντας ὁμολογεῖν τἀληθές, ἐκ τοῦδε | |
6.5.22 | ἂν μάλιστα μάθοις. οὐδεὶς τῶν ἀνατομικῶν ἀνδρῶν ἐπὶ τὸ γράφειν ἀφικόμενος ἀνατομὴν φλεβῶν ἑτέραν ἀρχὴν τῆς διδα‐ σκαλίας ἐπιτήδειον ἠδυνήθη ποιήσασθαι παρελὼν τὸ ἧπαρ, ἀλλ’ εἴτ’ ἀπορεῖν ὑπὲρ ἀρχῆς ἔφησεν, ὡς Ἡρόφιλος, εἴτ’ | |
5 | εὐπορεῖν, ὡς ἄλλοι πολλοὶ καὶ ὁ ἡμέτερος Πέλοψ, ὅμως τήν | |
γε διδασκαλίαν ὀλίγου δεῖν ἅπαντες ἀφ’ ἥπατος ἐποιήσαντο. | ||
6.5.23 | καὶ τό γε θαυμασιώτατόν τε καὶ ἀπιστότατον ὁ Πέλοψ ἔπαθεν· ἐν μιᾷ πραγματείᾳ τῶν τε φλεβῶν ἀρχὴν κατε‐ σκεύασε τὸν ἐγκέφαλον ἀνατομήν τε γράφων αὐτῶν ἀφ’ ἥπατος ἤρξατο, κατὰ μὲν τὸ δεύτερον σύγγραμμα τῶν Ἱπποκρα‐ | |
5 | τείων εἰσαγωγῶν εὖ μάλα γενναίως ἀγωνισάμενος ὑπὲρ τοῦ δεῖξαι τὸν ἐγκέφαλον οὐ νεύρων μόνον ἀλλὰ καὶ φλεβῶν καὶ ἀρτηριῶν ἀρχήν, ἐν δὲ τῷ τρίτῳ τῆς ἀνατομῆς τῶν φλε‐ βῶν ἀφ’ ἥπατος ἀρξάμενος, ὥσπερ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαν‐ τες ἀνατομικοί [εἶναι γράφουσι]· πρὸς γὰρ τὴν διδασκαλίαν ἐπιτήδειον | |
10 | 〈εἶναι γράφουσι〉 τὸ τουτὶ τὸ σπλάγχνον ἀρχὴν γενέσθαι τῷ λόγῳ. | |
6.5.24 | θαυ‐ μάζω δ’ αὐτῶν εἰ χωρὶς αἰτίας φυσικῆς ἐπιτήδειον εἶναι νομίζουσι πρὸς τὴν διδασκαλίαν αὐτό. ἐγὼ μὲν γὰρ οἶδα καὶ τοῦθ’ ἕν τι τῶν ὡμολογημένων ἅπασιν, ὡς οὐδὲν τῶν | |
6.5.25 | γεγονότων τε καὶ γινομένων ἀναίτιόν ἐστιν. εἰ μὲν οὖν ἀπορεῖν ὁμολογοῦσιν ὑπὲρ ἁπάντων τῶν ἀδήλων ὁμοίως τοῖς ἐμπειρικοῖς, οὐδ’ ἂν ἐμοὶ πρὸς αὐτοὺς εἴη τις λόγος, οὔτε | |
γὰρ ἀρχὴν αὐτῶν ζητήσουσιν οὔθ’ ὅλως ἀνατεμοῦσιν· | ||
6.5.26 | εἰ δὲ λόγον ἔχειν φασὶν ἐξ οὗ τὰ διαφεύγοντα τὴν αἴσθησιν εὑρίσκουσιν, τί οὐκ αὐτοῦ τούτου πρῶτον οὗ λέγουσιν ἐπε‐ σκέψαντο τὴν αἰτίαν· “ἐπιτήδειόν ἐστιν εἰς διδασκαλίαν φλε‐ | |
6.5.27 | βῶν ἀνατομῆς ἀρχὴν τῷ λόγῳ γενέσθαι τὸ ἧπαρ”; ἀναιτίως, ὦ σοφώτατοι, ἢ ὅτι πάντως τῇ φύσει πλεονεκτεῖ, καὶ πρὸς τὴν τῆς διδασκαλίας ἀρχὴν ἐπιτηδειότερόν ἐστι; τίς οὖν ἡ πλεονεξία ζητῆσαι δίκαιον, οὐκ ἀργῶς καὶ ῥᾳθύμως ὑπερ‐ | |
5 | βῆναι. | |
6.5.28 | τὴν δ’ ἀρχὴν τῆς εὑρέσεως αὐτὸ τοῦτο οἶμαι παρέ‐ ξειν, ὃ πρὸς ἁπάντων ὁμολογεῖται τῶν ἀνατομικῶν ἐπιτή‐ δειον εἶναι φασκόντων αὐτὸ πρὸς τὴν τῆς διδασκαλίας ἀρχήν. | |
6.5.29 | εἰ γὰρ καὶ μηδενὸς ἄλλου, τούτου 〈γ’〉 αὐτοῦ τὸν λόγον ἡμῖν ἀποδοῦναι δυνήσονται, τοῦ φάσκειν “ἐπιτήδειον εἰς ἀρχὴν διδασκαλίας ἐστίν”· 〈ἐπιτήδειον δέ ἐστιν〉 οὔθ’ ὅτι τὴν χρόαν ἐρυθρόν ἐστιν οὔθ’ ὅτι διείληπται λοβοῖς οὔθ’ ὅτι καθ’ | |
5 | ἑνὸς αὐτῶν ἐπιτέταται τὸ τῆς χολῆς ἀγγεῖον οὔτε δι’ ἄλλο τῶν τοιούτων οὐδέν, ἀλλ’ ὅτι πᾶσαι συνεχεῖς αἱ φλέβες | |
ὑπάρχουσιν αὐτῷ. | ||
6.5.30 | καὶ μὴν οὐκ ἄλλου τινός ἐστι τοῦτ’ αὐτὸ γνώρισμα πλὴν τῆς ἀρχῆς. οὐδὲ γὰρ οὐδὲ δι’ ἄλλο τι νεύ‐ ρων ἀνατομῆς ἀδύνατόν ἐστιν ἑτέραν ἀρχὴν ποιήσασθαι δι‐ δασκαλίας ἐγκέφαλον ὑπερβάντα ἢ ὅτι ἀρχὴ τούτων ἐστί· | |
5 | τούτου γὰρ μὴ διδομένου οὐκ ἂν δύναιτό τις ἄλλην ἐξευρεῖν αἰτίαν, οὐδὲ διότι τῶν ἀρτηριῶν τὴν καρ‐ δίαν. ἡ γὰρ ὑπὸ τῆς φύσεως ἀρχὴ κατασταθεῖσα καὶ τὴν | |
διδασκαλίαν ἀφ’ ἑαυτῆς ἀναγκάζει ποιήσασθαι. | ||
6.5.31 | οὐδὲ γὰρ εἴ τις ἐθελήσειεν ὕδατος ἐξηγήσασθαι διανομὴν ἐπεισάκτου πόλει τὴν ἀρχὴν τῆς διηγήσεως οὐκ ἂν ἄλλοθεν εὕροι ποιήσασθαι παρελθὼν τὴν πρώτην εἴσοδον, ἀλλ’ ἀνάγκη πᾶσα τούτῳ προειπόντι τὸ χωρίον ἐκεῖνο τῆς πόλεως [οὗ] | |
5 | εἰς ὃ πρότερον ἔξωθεν ἀφικνεῖται τὸ ὕδωρ, ἀπ’ ἐκείνου | |
6.5.32 | ποιήσασθαι τὴν ἑξῆς ἅπασαν διήγησιν. ὥστ’ οὐ χρὴ ζητεῖν ἄλλην μὲν ἀρχὴν τῆς τοῦ πράγματος φύσεως, ἄλλην δὲ τῆς | |
διδασκαλίας αὐτοῦ. | ||
6.5.33 | κατὰ γὰρ τὴν τοῦ πράγματος φύσιν ἡ διδασκαλία γιγνομένη τὴν αὐτὴν ἔχει τῷ διδασκομένῳ τὴν ἀρχὴν οὐδ’ ἔστιν ὀρθῶς διηγήσασθαι βουλομένῳ ἢ γένεσιν τῶν γεγονότων ἢ διοίκησιν τῶν διοικουμένων ἑτέραν ἀρχὴν ἐπι‐ | |
6.5.34 | τηδειοτέραν εὑρεῖν τῆς ἀληθοῦς. ἡ μὲν γὰρ τῆς οἰκίας γένε‐ σις ἀναγκάσει 〈σε〉 πρῶτον μνημονεῦσαι τῶν θεμελίων, ἡ δὲ τῆς νεὼς τῆς τρόπεως. οὕτω δὲ καὶ εἰ βουληθείης διηγή‐ σασθαι πόλεως ἢ ἔθνους ἢ στρατοπέδου διοίκησιν, ἀναγκα‐ | |
5 | σθήσῃ τῆς πρώτης ἀρχῆς ἐν ἑκάστῳ μνημονεῦσαι. | |
6.5.35 | θαυμάζειν οὖν ἄξιον ὅσοι διδάξαι μὲν ὀρθῶς ἑτέρωθεν ἀρξάμενον ἀδύνατον εἶναί φασιν, ἀγνοεῖν δὲ τὴν ὄντως ἀρχὴν τῶν | |
6.5.36 | φλεβῶν. ἀλλήλοις γὰρ ἄμφω συνῆπται ταῦτα καὶ οὐχ οἷόν 〈τ’〉 ἐστὶ χωρὶς ἀλλήλων γενέσθαι διασπασθέντα, τὴν ὀρθὴν ἀρχὴν λέγω τῆς διδασκαλίας τῆς ὄντως ἀρχῆς τοῦ πράγμα‐ τος, ἀλλ’ εἴτ’ ὀρθῶς διδάσκει τις, ἀπὸ τῆς κατὰ φύσιν | |
5 | ἀρχῆς ἄρξεται, εἴτε [δὲ] τὴν ὄντως ἀρχὴν οἶδέ τις, τὴν τῆς διδα‐ | |
σκαλίας οὐκ ἀγνοεῖ. | ||
6.6.1 | Ἤρκει μὲν οὖν καὶ ταῦτα πρὸς ἀπόδειξιν τῆς ἀρχῆς τῶν φλεβῶν, οὐδὲν μὴν ἧττόν ἐστι καὶ τὰ μέλλοντα λεχθή‐ σεσθαι βέβαια γνωρίσματα τοῦ μηδαμῶς εἶναι τὴν καρδίαν μήτε τοῦ τρέφοντος αἵματος ὅλον τὸ σῶμα γεννητικὴν ἀρχὴν | |
5 | μήτε τῶν ὀργάνων αὐτοῦ. δείξω δὲ ἑκάτερον ἰδίᾳ καὶ πρότε‐ | |
6.6.2 | ρον ὡς οὐκ ἔστι τῷ ζῴῳ τοῦ θρέψοντος αἵματος ἀρχή. διὰ | |
τί δὲ τὸ ‘θρέψοντος‘ πρόσκειται κατὰ τὸν λόγον αὖθις; διότι ἐδείκνυον ὡς ἑτέρου τινὸς αἵματος ἑτέραν χρείαν τοῖς ζῴοις | ||
6.6.3 | παρεχομένου τῆς γενέσεως οὐκ ἀφαιροῦμαι τὴν καρδίαν. ἀλλὰ τό γε νῦν [εἶναι] προκείμενον, ὡς ὑφ’ οὗ τρέφεται τὰ σύμ‐ παντα μέλη τοῦ ζῴου, τοῦτ’ ἐξ ἥπατος, οὐκ ἐκ τῆς καρδίας ὁρμᾶται, δείξειν ἐπαγγέλλομαι τῶν ἐξ ἀνατομῆς φαινομένων | |
5 | ἀρχὴν τῷ λόγῳ ποιησάμενος, ὃ μάλιστα μάχεται τοῖς Ἐρασι‐ στρατείοις οἳ νῦν ἡμῖν ἐροῦσιν ὡς παράδοξά τε καὶ καινὰ | |
κατασκευάζομεν. | ||
6.6.4 | εἴρηται δὲ τὸ φαινόμενον ὑπ’ Ἐρασιστρά‐ του κατὰ τὴν τῶν πυρετῶν πραγματείαν, ὡς ὑμένες ἐπιπεφύκασιν τοῖς στόμασι τῶν ἀγγείων οἷς εἰς ὑπηρεσίαν ὑλῶν εἰσαγωγῆς τε καὶ αὖθις ἐξαγωγῆς ἡ καρδία προσχρῆται. | |
6.6.5 | τούτους τοὺς ὑμένας ἐτόλμησάν τινες οὐκ εἶναι λέγειν, ἀλλ’ ὑπ’ Ἐρασιστρατείου διεσκευάσθαι δόγματος ἕνεκεν κατασκευῆς. πλὴν εἰς τοσοῦτον ἥκουσι γνώσεως ἅπασι τοῖς ἰατροῖς, ὥστ’ | |
ἀρχαῖος ὄντως εἶναι δόξειεν ἂν ὁ μὴ γινώσκων αὐτούς. | ||
6.6.6 | εἰσὶ δ’ ἐπὶ μὲν τῷ στόματι τῆς κοίλης φλεβὸς τρεῖς ἀκίδων γλωχῖσιν ὁμοιότατοι τὴν σύνταξιν, ὅθεν οἶμαι καὶ τριγλώχι‐ νας ἔνιοι τῶν Ἐρασιστρατείων ἐκάλεσαν αὐτούς. ἐπὶ δὲ τῆς ἀρτηρίας τῆς φλεβώδους, οὕτω δὲ ὀνομάζω τὴν ἐκ τῆς | |
5 | ἀριστερᾶς κοιλίας τῆς καρδίας εἰς τὸν πνεύμονα κατασχιζομέ‐ νην, ὁμοιότατοι μὲν τὸ εἶδος ἀριθμῷ δ’ οὐκ ἴσοι· μόνῳ | |
6.6.7 | γὰρ τούτῳ τῷ στόματι δυοῖν ὑμένων ἐπίφυσίς ἐστι. τῶν δ’ ἄλλων στομάτων ἑκατέρῳ τρεῖς ὑμένες εἰσὶν ἅπαντες σιγμοει‐ | |
δεῖς. | ||
6.6.8 | ἐξάγει δ’, ὡς Ἐρασίστρατός φησιν ἐξηγούμενος τὸ φαινόμενον, ἑκάτερον μὲν τῶν στομάτων, αἷμα μὲν εἰς τὸν πνεύ‐ μονα τὸ ἕτερον αὐτῶν, πνεῦμα δ’ εἰς ὅλον τὸ ζῷον τὸ ἕτε‐ ρον· ἡ χρεία δὲ τῶν ὑμένων, ὡς ἐκείνῳ δοκεῖ, πρὸς ἐναν‐ | |
5 | τίας ὑπηρεσίας τῇ καρδίᾳ χρόνων ἀμοιβαῖς ἐγκαίροις ὑπαλλαττομένας, τοὺς μὲν ἐπὶ τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις ἐπιπεφυκότας ἔξωθεν ἔσω φερομένους ἀνατρέπεσθαι μὲν ὑπὸ τῆς εἰσόδου τῶν ὑλῶν, ἀναπίπτοντας δ’ εἰς τὰς κοιλότητας τῆς καρδίας ἀνοιγνύντας τὰ στόματα παρέχειν | |
10 | ἀκώλυτον τὴν φορὰν τοῖς εἰς αὐτὴν ἑλκομένοις. | |
6.6.9 | οὐ γὰρ δὴ αὐτομάτως γε τὰς ὕλας εἰσρεῖν φησιν ὡς εἰς ἄψυχόν τινα δεξαμενήν, ἀλλ’ αὐτὴν τὴν καρδίαν διαστελλομένην ὥσπερ τὰς τῶν χαλκέων φύσας ἐπισπᾶσθαι πληροῦσαν τῇ διαστολῇ. | |
6.6.10 | ἐπὶ δὲ τοῖς ἐξάγουσιν ἀγγείοις τὰς ὕλας 〈ἄλλουσ〉 ἔλεγεν ἐπι‐ κεῖσθαι καὶ τοὐναντίον ἡγεῖσθαι πάθος πάσχειν· ἔσωθεν γὰρ ἔξω ῥέποντας ἀνατρεπομένους μὲν ὑπὸ τῶν ἐξιόντων ἀνοι‐ γνύναι τὰ στόματα καθ’ ὃν ἂν ἡ καρδία χρόνον χορηγῇ | |
5 | τὰς ὕλας, ἐν δὲ τῷ λοιπῷ παντὶ κλείειν ἀκριβῶς τὰ στόματα | |
μηδὲν τῶν ἐκπεμφθέντων ἐπανέρχεσθαι συγχωροῦντας. | ||
6.6.11 | οὕτως δὲ καὶ τοὺς ἐπὶ τοῖς εἰσάγουσιν, ὅταν ἡ καρδία συστέλ‐ ληται, κλείειν τὰ στόματα μηδὲν τῶν ἑλχθέντων ὑπ’ αὐτῆς | |
6.6.12 | αὖθις ἔξω παλινδρομεῖν ἐπιτρέποντας. εἴπερ οὖν ἔχει ταῦθ’ οὕτως, ἄνδρες Ἐρασιστράτειοι, τὰ μὲν ἄλλα τῶν ἀγγείων ἐάσωμεν ἤδη τῷ λόγῳ, τὸ δ’ ἀμφισβητούμενον ἐπισκεψώ‐ μεθα, τὴν κοίλην φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν εἰσάγου‐ | |
5 | σαν τὸ αἷμα ποτέρους ἔχει τοὺς ἐπιπεφυκότας ὑμένας, ἆρ’ | |
ἔσωθεν ἔξω ῥέποντας ἢ τοὐναντίον ἔξωθεν ἔσω φερομένους; | ||
6.6.13 | ἀλλ’ ἴσως οὐδὲ τοῦτο μέγα πρὸς τὸ προπαρεσκευάσθαι μὲν ἐν ἥπατι τὸ αἷμα, φέρεσθαι δ’ ἐντεῦθεν εἰς τὴν καρδίαν ἀποληψόμενον ἐνταῦθα τὸ λεῖπον τῆς οἰκείας ἰδέας εἰς ἀκριβῆ τελειότητα· καὶ γὰρ καὶ λόγον ἔχει μηδὲν τῶν τελέων | |
5 | τε καὶ μεγάλων ἔργων ἀθρόως δύνασθαι γενέσθαι μηδὲ ὑφ’ ἑνὸς ὀργάνου φυσικοῦ τὸν οἰκεῖον κόσμον ἅπαντα κτήσασθαι. | |
6.6.14 | δείξατε οὖν ἡμῖν ἕτερον ἀγγεῖον ἐξάγον ἐκ τῆς καρδίας τουτὶ τὸ κοσμηθὲν αἷμα καὶ διανεμόμενον ἅπαντι τῷ σώματι | |
καθάπερ ἡ ἀρτηρία τὸ πνεῦμα. | ||
6.6.15 | καὶ μὴν τὰ σύμπαντα τέτ‐ ταρά ἐστι στόματα, δύο καθ’ ἑκατέραν κοιλίαν, ἓν μὲν ἐκ τοῦ πνεύμονος εἰσάγον τὸ πνεῦμα, τὸ δ’ ἕτερον ἐξάγον, ἄμφω μὲν ταῦτα κατὰ τὴν ἀριστερὰν κοιλίαν, ὑπόλοιπα δὲ | |
5 | δύο κατὰ τὴν δεξιάν, εἰς μὲν τὸν πνεύμονα τὸ ἕτερον αἷμα παράγον, 〈ἐκ δὲ τοῦ ἥπατοσ〉 εἰσάγον τὸ ἕτερον· ὑπὲρ οὗ | |
6.6.16 | σύμπας ὁ λόγος ἐστίν. πέμπτον δ’ ἄλλο στόμα οὐκ ἔχομεν εἰπεῖν κατὰ τὴν καρδίαν, ᾧ τὸ ἐξ ἥπατος ἀφικόμενον εἰς αὐτὴν | |
αἷμα πρὸς ὅλον ἀποπέμψει τὸ σῶμα. | ||
6.6.17 | μὴ τοίνυν ἐπιπέμπεσθαι λέγετε τῷ παντὶ σώματι παρὰ τῆς καρδίας αἷμα καὶ πνεῦμα μηδὲ εἶναι τοῦτο τὸ σπλάγχνον ὡς ἀρτηριῶν, οὕτω καὶ | |
6.6.18 | φλεβῶν ἀρχήν. οὔτε γὰρ ἀγγεῖον ἕτερον ἔχετε δεικνύειν ἐκφυόμενον τῆς καρδίας οὔτ’ ἄλλην τινὰ χρείαν τῶν ὑμένων, οὓς οὐκ ἂν ἡ μηδὲν εἰκῇ ποιοῦσα φύσις ἐν τῷ κυριωτάτῳ σπλάγχνῳ κατέθετο μὴ μέγιστόν τι μέλλοντας εἰς ὑπηρεσίαν | |
5 | παρέχειν αὐτῷ. | |
6.6.19 | καί μοι θαυμάζειν ἐπέρχεται μάλιστα πάν‐ των Ἐρασιστράτου καθ’ ἓν βιβλίον τὸ πρῶτον περὶ πυρετῶν ἅμα μὲν ἀρχὴν ἀποφηναμένου καὶ ἀρτηριῶν καὶ φλεβῶν εἶναι τὴν καρδίαν, ἅμα δὲ τοὺς ἔξωθεν ἔσω νεύοντας ὑμένας | |
5 | ἐπὶ τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις ἐπιπεφυκέναι φάσκον‐ | |
6.6.20 | τος. οὐδὲ γὰρ οὐδὲ τοῦτο δυνατὸν εἰπεῖν, ὡς τοῦ μὲν αἵμα‐ τος ἀρχὴ τὸ ἧπαρ ὑπάρχει, τῆς διοικούσης δὲ τὰς φλέβας δυνά‐ | |
μεως ἡ καρδία. | ||
6.6.21 | ὅπου γὰρ οὐδὲ ταῖς ἀρτηρίαις ἐκ καρδίας ἐκπέμπεσθαι διὰ τῶν χιτώνων ὁμολογεῖ τὴν δύναμιν, ἦ πού | |
6.6.22 | γε ταῖς φλεψὶν ὁμολογήσει; εἴπερ οὖν ἀρχὴν ἐκεῖνό φαμεν εἶναι τὸ μόριον ὃ τοῖς ἀφ’ ἑαυτοῦ πεφυκόσιν ἤτοι τὴν δύναμιν ἢ πάντως γε τὴν ὕλην χορηγήσει, τὴν καρδίαν οὐχ | |
6.6.23 | οἷόν τε φάναι τῶν φλεβῶν ἀρχήν. δύναμιν μὲν γὰρ αὐταῖς οὐ χορηγεῖ κατὰ τὸν Ἐρασίστρατον, ὅτι μηδὲ ταῖς ἀρτηρίαις, | |
ἡ δ’ ὕλη τοῦ αἵματος ἐξ ἥπατος ὁρμᾶται σαφῶς. | ||
6.6.24 | οὐ μὴν 〈οὐδ’〉 ὅτι πᾶσαι περαίνουσιν εἰς τὴν καρδίαν αἱ φλέβες, ἀρχὴν αὐτῶν οἷόν τε τὴν καρδίαν αὐτὴν εἰπεῖν· οὐ περαί‐ | |
6.6.25 | νουσι γάρ, ὡς δέδεικται πρόσθεν. ἆρ’ οὖν ὅτι κατὰ τὴν πρώτην διάπλασιν ἐκ καρδίας ἡ γένεσις αὐτῶν ἐστι, διὰ | |
τοῦτ’ ἀρχὴν ἕξουσι τὴν καρδίαν αἱ φλέβες; | ||
6.6.26 | ἀλλ’ οὔτε περὶ τῆς τοιαύτης ἀρχῆς ἡ ζήτησις ἦν, ὡς ἐν τῷ [προτέρῳ] πρώτῳ γράμματι κατ’ ἀρχὰς εὐθέως διώρισται, καὶ πρὸς τῷ μὴ ζητεῖσθαι τὴν τῆς γενέσεως αὐτῶν ἀρχὴν οὐδ’ ἀπόδειξίν τινα ἐπεχείρησεν | |
5 | Ἐρασίστρατος εἰπεῖν ὡς ἐκ καρδίας ἡ φύσις ἐν τῷ δια‐ | |
πλάττεσθαι τὸ ἔμβρυον ἐξέφυσε τὸ φλεβῶδες γένος. | ||
6.6.27 | οὐ μὴν οὐδ’ ἐπὶ νεύρων ἐζήτησε τὴν τοιαύτην ἀρχήν, ὥσπερ οὐδ’ ἐπ’ ἀρτηριῶν, ἀλλὰ μόνης τῆς ἐπὶ τοῦ διαπεπλασμένου τελέως ζῴου διοικήσεως ἀρχὰς ἀπεφήνατο, τῆς μὲν τῶν ἀρτηριῶν | |
5 | ἐνεργείας τὴν καρδίαν, τῆς δὲ τῶν νεύρων τὴν κεφαλήν. οὐκοῦν οὐδὲ φλεβῶν ἑτέρως ἂν ἔλεγεν ἀρχὴν εἶναι τὴν καρ‐ | |
δίαν. | ||
6.6.28 | εἰκότως μὲν οὖν ἀσαφὴς ἡ γνώμη τἀνδρός ἐστιν ἡ περὶ τῶν φλεβῶν οὐδὲν εἰπόντος ὑπὲρ αἵματος γενέσεως, ἀλλ’ ὅλην ταύτην παραλιπόντος ἄσκεπτον τὴν ἐνέργειαν, ἀναγκαιοτέραν οὖσαν μακρῷ τοῖς ζῴοις τῆς κατὰ τὴν γαστέρα. | |
6.6.29 | ζῆν μὲν γὰρ οἷόν τ’ ἐστὶν ἡμῖν εἰ καὶ μηδὲ ὅλως ἡ γαστὴρ τρίβοι τὰ σιτία, δυναμένοις γε προσφέρεσθαι χυλούς, ὡς ἐν πολλοῖς ἔθνεσι γάλα· τεθνάναι δ’ ἀναγκαῖον εἰ ἡ τοῦ αἵμα‐ τος ἀπόλοιτο γένεσις, ἣν οὔτε εἰ τὸ ἧπαρ οὔτ’ εἰ φλέβες | |
5 | οὔτ’ 〈εἰ〉 ἡ καρδία πεπίστευται, σαφῶς ἐτόλμησεν ἀποφήνασθαι· | |
τοσοῦτον ἀποδεῖ προσθεῖναί τινα ἀπόδειξιν τῷ λόγῳ. | ||
6.6.30 | οὐ μόνον δὲ ταύτην τὴν ἐνέργειαν ἀλλοιοῦσαν τὰ σιτία κατὰ ποιότητα διελθεῖν ὠλιγώρησεν, ἀλλὰ καὶ τὴν θρέψιν ὁμοίως γιγνομένην ἐπιχειρήσας ἐξηγεῖσθαι μᾶλλον πάντων ἢ ἀλλοιώ‐ | |
6.6.31 | σεως ἐμνημόνευσεν. εἰ δὲ ταύτης ἐμνημόνευσεν, εὐθὺς ἂν οἶμαι καὶ τοῦτο συνεπενόησεν, ὅτι πᾶσι τοῖς ὑπό τινος ἀλλοιουμένοις εἰς τὴν τῶν ἀλλοιούντων ἰδέαν ἡ μεταβολὴ | |
γίγνεται. | ||
6.6.32 | καθάπερ γὰρ τὸ πῦρ ὁμοιῶσαν ἑαυτῷ τὸ ξύλον ἐξ αὐτοῦ [ἅμα] γένεσίν τε ἅμα καὶ τροφὴν ἴσχει, κατὰ τὸν αὐτὸν ὁρᾶται τρόπον καὶ τὰ φυτὰ καὶ τὰ ζῷα τὴν τροφὴν ἑαυτοῖς | |
6.6.33 | ὁμοιοῦντα. δηλοῦται δὲ τοῦτο καὶ ἐκ τῶν ἡμιπέπτων περιτ‐ τωμάτων ὁμοίων ἀεὶ γιγνομένων τοῖς τρεφομένοις σώμασιν | |
ὧν ἐστι περιττώματα. | ||
6.6.34 | φυσικώτερος μὲν οὖν ὁ λόγος ἐστὶ καὶ δεόμενος ἀκροατῶν προγεγυμνασμένων ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων λογισμοῖς οὓς ἰδίᾳ διήλθομεν ἑτέρωθι. | |
6.6.35 | λεχθήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον· ἐν δὲ τῷ παρόντι συντελέσαι βούλομαι τὸν ὑπὲρ τῆς Ἐρασιστράτου γνώμης ἅπαντα λόγον, 〈ἐν〉 ᾧ [ἀπο]δεδείξεται ὡς κατὰ τὴν πρώτην ἐν τῇ μήτρᾳ τῶν ἐμβρύων διάπλασιν οὐκ ἐκ τῆς καρδίας αἱ φλέ‐ | |
5 | βες ἴσχουσι τὴν γένεσιν. | |
6.6.36 | ἅπασαι γὰρ αἱ κατὰ τὸ χόριον φλέβες αἱ συνάπτουσαι τῇ μήτρᾳ τὸ κυούμενον ἀποβλαστή‐ | |
6.6.37 | ματ’ εἰσὶ μιᾶς μεγίστης φλεβὸς ἐξ ἥπατος ὡρμημένης. αὕτη δὲ ὥσπερ τι στέλεχος ἐπὶ πτόρθων παμπόλλων τῶν ἐξ αὐτῆς ἐκπεφυκότων ἀγγείων εἰς τὸ χόριον ἄχρι πλείστου μὲν ἄσχι‐ στος καὶ μία μένουσα διεξέρχεται μέγα διάστημα τὸ κατ’ | |
5 | αὐτὸ τὸ σπλάγχνον, ἀνίσχουσα δ’ ἤδη πρὸς τοὐκτὸς ἕτερον μέγιστον διάστημα διεξέρχεται δίχα σχισθεῖσα διττοῖς καὶ τοῦτο ὁριζόμενον ὅροις, ἑνὶ μέν, ᾧ νῦν δὴ πέπαυμαι λέγων, ὅταν ἀνίσχῃ πρῶτον ἔξω τοῦ δέρματος, ἑτέρῳ δ’ ὅταν | |
ὑπερκύψῃ τὸν ἀμνειόν. | ||
6.6.38 | ἡ γὰρ διὰ τούτου διέξοδος ἅπασα τὴν ἀπὸ τοῦ ἥπατος ἐπὶ τὸν ὀμφαλὸν συνηνωμένην φλέβα | |
6.6.39 | περιέχει νεμομένην εἰς δύο. τρίτη δ’ ἄλλη χώρα τὰς δύο ταύτας ἐκδέχεται φλέβας, ἡ κατὰ τὸ χόριον, οὐκέτι μενούσας δύο. σχίζεται γὰρ ἑκατέρα πολυειδῶς εἰς παμπόλλας ἄλλας | |
ἀλλαχόσε τοῦ χορίου διασπειρομένας. | ||
6.6.40 | αὖθις δ’ ἀπ’ ἐκείνων ἕτεραί τινες, εἶτα ἀπ’ ἐκείνων ἄλλαι γεννῶνται, καθάπερ οἱ κλῶνες ἀπὸ τῶν πτόρθων, ἄχρις ἂν εἰς μικρότατα τελευτή‐ σωσιν ἀγγεῖα, τὰς οἷον ἐσχάτας βλάστας [τὰς] τοῦ φυτοῦ. | |
6.6.41 | οἰκειότερον δ’ ἦν ἄρα μήτε τὴν ἐκ τοῦ ἥπατος ὁρμηθεῖσαν φλέβα πρέμνῳ προσεικάζειν εἰς πολλοὺς κλάδους σχιζομένῳ μήτε τὰς ἐσχάτας τελευτὰς βλαστήμασιν, ἀλλὰ ταύτας μὲν αὐτοῖς τοῖς πέρασι τῶν ῥιζῶν τοῖς εἰς τὴν γῆν ἐμπεφυκόσι, | |
5 | τὴν μεγίστην δὲ φλέβα τῇ συμπάσης τῆς ῥιζώσεως ἀρχῇ. | |
6.6.42 | φαί‐ νονται γάρ πως εἰς τὴν μήτραν αἱ τελευταὶ τῶν φλεβῶν ἐρριζωμέναι τροφὴν ἐξ αὐτῆς [αἷμα] ἀναφέρειν ἐπὶ τὸ ἧπαρ | |
6.6.43 | ὡς ἀρχὴν ἅπαντος τοῦ φυτοῦ. εἰ δ’ οὐ βούλει τὸ ἧπαρ ἀρχὴν θέσθαι, τῇ καρδίᾳ μὲν οὐδαμῶς ἂν ἔχοις ἔτι προσνέ‐ μειν τὴν ἀρχήν, ἀναγκασθήσῃ δὲ πάντα τὰ εἰς τὴν μήτραν | |
ἐμφυόμενα πέρατα τὴν ἀρχὴν ἀποφήνασθαι τῶν φλεβῶν. | ||
6.6.44 | ἀλλ’ εἰ τοῦτο, καὶ τὴν τῶν ἀρτηριῶν ἀρχὴν ἀναγκαῖον ἔσται σοι τὰ εἰς τὰς μήτρας καθήκοντα πέρατα θέσθαι, τὴν καρδίαν | |
6.6.45 | ὑπερβάντι. δεῖξον οὖν ἡμῖν ἔτι καὶ τὴν τῶν νεύρων ἀρχὴν ἐκ τῶν αὐτῶν ὁρμωμένην. ἀλλ’ ὅμως οὔτ’ ἐστί τι νεῦρον ἐκφυόμενον τῆς μήτρας εἰς χόριον οὔτ’ ἐν τῷ χορίῳ φαινό‐ μενον οὔτε κατὰ τὸν ὀμφαλὸν ἢ ἔξωθεν ἔσω χωροῦν ἢ ἔσω‐ | |
6.6.46 | θεν ἔξω προερχόμενον. οὐδὲ γὰρ ἦν ὅλως χρεία τὴν τῶν νεύρων ἀρχὴν τοῦ γεννωμένου συναφθῆναι τῇ μήτρᾳ καθά‐ | |
περ τὴν τῶν ἀρτηριῶν τε καὶ φλεβῶν. αὗται μὲν γὰρ δέον‐ | ||
5 | ται τῶν ἐκ τῆς κυούσης ὑλῶν, ἡ δ’ ἀρχὴ τῶν νεύρων οὐ | |
6.6.47 | δεῖται. δέδεικται δὲ κἀν τοῖς ἔμπροσθεν ἤδη λόγοις ὑπὲρ τοῦ τὰ μέγιστα τῶν ἀγγείων ἀρχὰς εἶναι τοῖς ἐλάττοσιν. ὥστε καὶ ἡ ἐκ τοῦ ἥπατος ἐκφυομένη φλὲψ ἀρχὴ ταῖς κατὰ τὸ χόριον ἁπάσαις ἐστίν, ὥσπερ γε καὶ ἡ ἐκ τῆς καρδίας | |
6.6.48 | ἀρτηρία. καὶ γὰρ καὶ αὕτη ταῖς κατὰ τὸ χόριον ἁπάσαις | |
χορηγεῖ τῆς οἰκείας δυνάμεως, οὐκ ἐκεῖναι ταύτῃ. ἐκ γὰρ τοῦ σπέρματος ἡ ἀρχὴ τοῖς ἐμβρύοις ἐστὶ τῶν διοικουσῶν | ||
6.6.49 | αὐτὰ δυνάμεων, οὐκ ἐκ τῆς μήτρας. ἀμέλει κἂν βρόχῳ δια‐ λάβῃς ἢ τοῖς σεαυτοῦ δακτύλοις πιέσῃς τὰς κατὰ τὸν ὀμφα‐ λὸν ἀρτηρίας, ἀσφύκτους ὄψει παραχρῆμα τὰς κατὰ τὸ χόριον ἁπάσας, οὗ τοὐναντίον ἐφαίνετ’ ἄν, εἰ τὴν ἀρχὴν τῆς κινή‐ | |
6.6.50 | σεως αὐταῖς ἡ μήτρα παρεῖχεν. ἔοικα δὲ διατρίβειν ἐπὶ πλέον ἐν πράγματι σαφεῖ τε ἅμα καὶ τοῖς ἀνατομικοῖς σχεδὸν | |
ἅπασιν ὡμολογημένῳ. | ||
6.6.51 | καὶ γὰρ ὅπως διαιρεῖν χρὴ τῆς κυού‐ σης τὸ ἐπιγάστριον καὶ ὅπως γυμνὸν ἐργάζεσθαι τὸ ἔμβρυον ἔτι τῇ μήτρᾳ προσεχόμενον, οὐχ ἡμέτερον εὕρημά ἐστιν, | |
6.6.52 | ἀλλὰ πολλοῖς τοῖς ἔμπροσθεν εἴρηται. τοῖς δ’ αὐτοῖς τού‐ τοις ὡμολόγηται καὶ ὅτι τὸ κυούμενον ἐν ἑαυτῷ τὰς ἀρχὰς ἔχει τῶν διοικουσῶν αὐτὸ δυνάμεων, ὥστε τούτου μὲν ἀπο‐ χωρεῖν ἤδη προσήκει, τοῦ ζητεῖν εἴτε τὸ ἔμβρυον ἐν ἑαυτῷ | |
5 | τὴν ἀρχὴν ἔχει τῶν φλεβῶν εἴθ’ ἡ μήτρα τῆς κυούσης, ἐπι‐ | |
σκέπτεσθαι δ’ ἐξ ὅτου τῶν σπλάγχνων αὗται πεφύκασιν. | ||
6.6.53 | ἑτοίμη δ’ εὕρεσις ἐκ τῶν ἐν ταῖς ἀνατομαῖς φαινομένων. εἰς ὃ γὰρ ἅπασαι περαίνουσιν αἱ κατὰ τὸ χόριον, ἐκεῖθεν | |
6.6.54 | πεφύκασιν. ἀλλὰ μὴν ἐναργῶς τοῦτό γε φαίνεται πᾶσι τοῖς ὀφθαλμοὺς ἔχουσιν, εἰς μίαν ἅπασαι συνιοῦσαι φλέβα τὴν ἐκ τοῦ ἥπατος ἐκπεφυκυῖαν, ὥσπερ γε καὶ αἱ ἀρτηρίαι πᾶσαι | |
πρὸς τὴν μεγάλην ἀρτηρίαν τὴν κατὰ ῥάχιν. | ||
6.6.55 | ἀλλ’ ἐνταῦθα μὲν ὥσπερ ἔξωθεν τοῦ ἐμβρύου δίεισιν ἡ ἀρτηρία καθ’ ὅλον τὸν ἀμνειόν, οὕτω καὶ μέχρι τῆς κατὰ ῥάχιν ἀρτηρίας δύο διαμένουσαι προέρχονται· συνέρχονται δ’ εἰς φλέβα μίαν αἱ | |
6.6.56 | κατὰ τὸν ὀμφαλὸν ὁρμώμεναι δύο φλέβες. αὕτη μὲν οὖν ἡ φλὲψ εὐθὺ τοῦ ἥπατος ἀφικνεῖται, ταῖς δύο δὲ ἀρτηρίαις οὔτ’ ἐπὶ τὴν καρδίαν αὐτὴν ἄντικρυς οὔτ’ ἐπὶ τὴν μεγάλην | |
ἀρτηρίαν ἡ φορά. | ||
6.6.57 | περιλαβοῦσαι γὰρ ἑκατέρωθεν τὴν κύστιν εἰς τὸ κάταντες ἔρχονται, μέχριπερ ἂν ἐντύχωσι ταῖς ἐπὶ τὰ | |
6.6.58 | σκέλη τοῦ κυουμένου φερομέναις ἀρτηρίαις. ἀλλ’ ἐπεὶ τῆς κατὰ τὴν ὀσφῦν ἀφώρμηνται τῆς μεγάλης ἀρτηρίας, διὰ τοῦτ’ ἔνιοι τῶν ἀνατομικῶν ὡς ἐκείνην αὐτὰς ἔφασαν περαίνειν, εἰ μὲν ἀκριβολογοῖτό τις, οὐκ ἀληθεύοντες, εἰ δὲ ὡς εἴρηται | |
5 | νῦν ἀκούοι τῶν λεγομένων, οὔτ’ ἀκριβοῦντες τοῦ φαινομένου | |
τὴν διήγησιν οὔτε μέγα τι σφαλλόμενοι. | ||
6.6.59 | θαυμαστὸν οὖν εἶναί μοι δοκεῖ τῶν ἀνδρῶν, ὅσοι τὰς μὲν ἀρτηρίας ἁπάσας τὰς κατὰ τὸ χόριόν τε καὶ τὸν ὀμφαλὸν ἐκ τῆς καρδίας πεφυκέναι φασίν (καίτοι οὔτ’ ἐξ ἐκείνης ἐκφυομένας οὔτ’ ἐκ | |
5 | τῆς μεγάλης τῆς κατ’ ὀσφῦν, ἀλλ’ ἐκ τῶν ἀπ’ ἐκείνης εἰς τὰ σκέλη πεφυκυιῶν), 〈τὰς δὲ φλέβας οὐκ ἐκ τοῦ ἥπατος, τὸ μὴ κατανενοηκέναι τὴν ἀτοπίαν· ὁμοίων γὰρ οὐσῶν τῶν ἀπο‐ δείξεων, ἑτέρασ〉 ἑτέρᾳ, δίκαιον ἦν, οἶμαι, τὸ ἧπαρ ἀρχὴν τίθεσθαι τῶν κατὰ τὸν ὀμφαλόν τε καὶ τὸ χόριον | |
10 | ἁπασῶν φλεβῶν, ὥσπερ καὶ τὴν καρδίαν ἐθέμεθα τῶν ἀρτη‐ | |
ριῶν. | ||
6.6.60 | ὅσα γὰρ ἀγγεῖα τῶν ἐξ ἑτέρου πεφυκότων ἐκπέφυκε, τὴν αὐτὴν ἀρχὴν ἐκείνοις ἔχει. πολὺ μᾶλλον οὖν τὸ ἧπαρ ἀρχὴν τῶν φλεβῶν ἐστι θετέον ἢ τὴν καρδίαν τῶν ἀρτηριῶν, ὅσον ἐπὶ τοῖς ἐξ ἀνατομῆς φαινομένοις, ἐναργέστερα γὰρ | |
6.6.61 | αὐτῷ τὰ τῆς ἀρχῆς ὑπάρχει γνωρίσματα. μὴ τοίνυν μηδὲ ἐκεῖνό σε λανθανέτω, διότι πάντως ἂν ἔσφυζον αἱ φλέβες, | |
εἴπερ ἐκ τῆς καρδίας ἐπεφύκεσαν. | ||
6.7.1 | Ὁ λόγος δ’ οὐκέτι μοι πρὸς Ἐρασίστρατον ἢ τοὺς Ἐρα‐ σιστρατείους ἐστίν, ἀλλὰ πρὸς τοὺς ἡγουμένους οὐ διότι πληροῦνται πνεύματος αἱ ἀρτηρίαι, διὰ τοῦτο διαστέλλεσθαί τε καὶ σφύζειν αὐτάς, ἀλλὰ διότι διαστέλλονταί τε καὶ σφύ‐ | |
6.7.2 | ζουσι, διὰ τοῦτο πληροῦσθαι. κοινὸν μὲν οὖν τουτὶ τὸ δόγμα πολλῶν τ’ ἐστὶ καὶ δοκίμων ἀνδρῶν, ὥσπερ γε καὶ ὅτι τὴν δύναμιν ἐκ τῆς καρδίας οἱ χιτῶνες τῶν ἀρτηριῶν | |
τοῦ διαστέλλεσθαι καὶ συστέλλεσθαι λαμβάνουσιν. | ||
6.7.3 | ἀπεσχίσθησαν δ’ [οὖν] οὐκ οἶδ’ ὅπως αὐτῶν ἐν τῷδε Πραξαγόρας τε καὶ Φυλότιμος ὁμολογήσαντες τἆλλα, καὶ νομίζουσι τὸ πάμπαν ἐξ ἑαυτῶν σφύζειν τὰς ἀρτηρίας, ὥστε καὶ εἰ σάρκα τις ἐκτε‐ | |
5 | μὼν ζῴου καταθείη παλλομένην ἐπὶ τῆς γῆς, ἐναργῶς ὁρᾶσθαι | |
6.7.4 | τὴν κίνησιν τῶν ἀρτηριῶν. οὔκουν ἐβουλόμην ἐς τοσόνδε διαμαρτεῖν τοῦ φαινομένου τηλικούτους ἄνδρας ὡς μὴ δύ‐ | |
νασθαι διορίσαι παλμὸν σφυγμοῦ. χρὴ δ’ οἶμαι γιγνώσκεσθαι | ||
5 | μὲν καὶ τοῦτο τοῖς ἀνδράσι, γιγνώσκεσθαι δὲ καὶ ὡς εἰ μό‐ νην ἐκτέμοις ἀρτηρίαν, οὐ κινεῖται, καθάπερ οὐδ’ εἰ βρόχῳ | |
6.7.5 | διαλάβοις ἔτι συνημμένην τῇ καρδίᾳ. καίτοι θαυμαστόν, ἡνίκα μέν ἐστιν ἔξω τοῦ ζῴου, μὴ μόνον τῆς καρδίας, ἀλλὰ καὶ τῆς τῶν ἄλλων ἁπάντων μορίων ἀφῃρημένης συμπνοίας, ἀκωλύτως σφύζειν αὐτήν, ἡνίκα δὲ συνῆπται πᾶσιν, ἄσφυκτον | |
5 | γίγνεσθαι βρόχῳ διαληφθεῖσαν. | |
6.7.6 | ἀλλ’ οὐδὲ σάρξ, ὦ θαυμα‐ σιώτατε Πραξαγόρα, πάλλεται διὰ παντὸς ἐκτεμνομένη τοῦ ζῴου. καίτοι τί περὶ τούτου φιλοτιμοῦμαι διελέγχειν αὐτόν; ἀρκεῖ γὰρ ἐπιδεῖξαι μόνας τὰς ἀρτηρίας ἀκινήτους τε καὶ | |
5 | ἀσφύκτους ἀκριβῶς γενομένας, ὅταν ἐκτμηθῶσι τοῦ ζῴου. | |
6.7.7 | παρὰ τῆς καρδίας οὖν αὐταῖς τὸ κινεῖσθαι. καὶ τοῦτ’ ὀρθῶς μὲν εἶπε καὶ ὁ Ἐρασίστρατος, οὐκ ὀρθῶς δ’ ἐξηγήσατο τῆς | |
κινήσεως τὴν γένεσιν. οὐ γὰρ ὡς ἀσκὸς ἐμφυσώμενος ὑπὸ | ||
5 | τῆς καρδίας ἐκθλιβούσης τὸ πνεῦμα πληροῦται τῶν ἀρτηριῶν ἑκάστη, τῷ συνῆφθαι δ’ αὐτῇ καὶ ἐξ ἐκείνης πεφυκέναι τῆς | |
6.7.8 | αὐτῆς ὅλῳ τῷ σπλάγχνῳ κεκοινώνηκε δυνάμεως. ὅτι δ’ ὅλον σφύζει τῆς καρδίας τὸ σῶμα διαστελλόμενόν τε καὶ συστελλό‐ μενον ἐξ ἑαυτοῦ σχεδὸν ἤδη τοῦτο καὶ διὰ τῶν ἀνατομῶν | |
γνωρίσεις τηνικαῦτα τὸ δεξιὸν αὐτοῦ μέρος ἀναπτύξας. | ||
6.7.9 | γυμνοῦται δ’ ἡ καρδία χωρὶς τοῦ συντρηθῆναι τὸν θώρακα τοῦ ξιφοειδοῦς ἐκκοπέντος, ᾧ ἐγγὺς ἤρτηται τὸ περικάρδιον σκέπασμα· τρίτη δὲ αὕτη τοῦ θώρακός ἐστιν εὐρυχωρία κατὰ μέσα τὰ στέρνα, μηδετέρα οὖσα τῶν ὑπολοίπων δυοῖν. | |
6.7.10 | ἐὰν οὖν ἅμα τε τοῦτο ποιήσῃς καὶ τέμῃς ὄρθιον, ὡς εἴρη‐ ται, τὸν δεξιὸν θώρακα, τῆς δεξιᾶς κοιλίας τῆς καρδίας | |
ἐναργῶς ὄψει τὸν σφυγμόν. οὐ λήσεταί σε οὐδὲ τὸ | ||
5 | καταφυόμενον εἰς αὐτὴν ἀγγεῖον, ὅπερ ἐστὶν ἀποβλάστημα | |
6.7.11 | τῆς κοίλης, ὁμοίως ταῖς ἀρτηρίαις σφύζον. εἴτε δὲ τῷ δέχεσθαι δύναμιν ἐκ τῆς καρδίας ἄχρι τοῦ βράττεσθαι ἐπιρρέουσαν εἴτε τοῦ αἵματος τῇ ἐπὶ τἀναντία φορᾷ τῇ κατὰ τὸ δεξιὸν οὖς εἴτε ἄλλῳ τινὶ τρόπῳ τὴν κίνησιν ταύτην ἡ | |
5 | κοίλη φλὲψ λαμβάνει, περιττὸν ἐν τῷ παρόντι σκοπεῖν. | |
6.7.12 | ἱκανὸν γὰρ εἰς τὰ προκείμενα τὸ μὴ διόλου σφύζειν αὐτήν, ὥσπερ τὴν μεγάλην ἀρτηρίαν ἅμα ταῖς ἄλλαις ἁπάσαις ταῖς κατὰ τὸ σῶμα. ὅτι μὲν οὖν οὔτε τῆς πρώτης γενέσεως τῶν φλεβῶν οὔτε τῆς μετὰ ταῦτα διοικήσεώς ἐστιν ἀρχὴ ἡ καρ‐ | |
5 | δία, δέδεικται σαφῶς. | |
6.8.1 | Ὑπόλοιπον δ’ ἐστὶν ὑπὲρ οὗ ἐδόξασάν τινες ἄτοπον μὲν ἱκανῶς, ὅμως δὲ ἀρέσαν ἐνίοις τῶν ἐνδόξων ἰατρῶν, ἐξηγήσασθαι μὲν πρότερον, ἐπιδεῖξαι δ’ ἔτι καθ’ ὅ τι | |
6.8.2 | διημάρτηται. φασὶ γάρ, ὥσπερ ὁδοῦ τις ἀρχὴ λέγεται, κατὰ τὸν αὐτὸν τρόπον ἐγχωρεῖν εἶναί τινα καὶ φλεβῶν ἀρχήν, οὐδὲν κωλῦον εἰ καὶ τελευτὴν ὀνομάζοι τις αὐτήν· ἐν γὰρ | |
τῷ πρός τι· τὴν τοιαύτην ἀρχὴν εἶναι τὰς Ἀθήνας. | ||
6.8.3 | ἀλλὰ κατὰ τοῦτόν γε τὸν τρόπον οὐχ ἡ καρδία μόνον, ἀλλὰ καὶ πᾶν ἄλλο μόριον ἀρχή τε ἅμα δύναται καὶ τελευτὴ λέγεσθαι τῶν εἰς αὐτὸ καταφυομένων ἀγγείων· οὕτως οὖν καὶ ἡ | |
5 | καρδία τῆς κοίλης φλεβὸς οὐδὲν 〈ἂν〉 μᾶλλον ἀρχὴ ἢ τελευτὴ | |
6.8.4 | νομίζοιτο. τῆς δ’ ἐπὶ ταῖς πύλαις οὐδαμῶς ἂν ἀρχὴ νομίζοιτο μήτ’ αὐτῆς ἐκείνης τῆς φλεβὸς εἰς τὴν καρ‐ δίαν περαινούσης μήτε τῶν ἀπ’ αὐτῆς ἀποσχιζομένων μηδε‐ | |
μιᾶς, οὐκοῦν οὐδὲ τῶν καθ’ ὅλον τὸ σῶμα φλεβῶν. | ||
6.8.5 | ὥστε διαμαρτάνουσιν οἱ μηδὲν ὧν οἴδασι δέον ὁδῶν μνημονεύον‐ τες· ἄχρηστος γὰρ ἡ τοιαύτη ζήτησις τοῖς ὑποθεμένοις γε χρήσιμον ὑπάρχειν αὐτήν. τὸ μὲν δὴ ἧπαρ ἀρχή τε ἅμα | |
5 | καὶ τελευτὴ συναπασῶν ἔσται τῶν φλεβῶν, ἄλλο δ’ οὐδὲν οὔτε σπλάγχνον οὔτε μέρος, ὅτι μηδὲ συνεχεῖς εἰσιν αἱ καθ’ | |
ὅλον τὸ σῶμα φλέβες ἑτέρῳ τινὶ μορίῳ. | ||
6.8.6 | πάλιν οὖν ἄνω‐ θεν ἐπὶ κεφαλαίων ἀναλάβωμεν τὸν λόγον· εἰ τὴν τῆς πρώ‐ της γενέσεως ἀρχὴν τῶν φλεβῶν ζητεῖς, ἧπάρ ἐστιν· εἰ τῆς κατὰ τὴν ὕλην διοικήσεως ᾗ τρέφεται τὸ σύμπαν σῶμα καὶ | |
5 | δυνάμεως, οὐδ’ οὕτως ἄλλο τι σπλάγχνον εὑρήσεις ἐπιτη‐ | |
6.8.7 | δειότερον ἀρχὴν νομισθῆναι. φημὶ δὲ καὶ τὰς φύσει παρελ‐ θὼν ἀρχὰς εἰ τὴν ὡς διδασκαλίας ἀρχὴν ἢ τὴν ὡς ὁδοῦ ἢ ὁπωσοῦν ἄλλως ἐθέλοις σκοπεῖσθαι, πᾶσαν ἐπίνοιαν ἀρχῆς | |
ἐπιτήδειόν ἐστι δέξασθαι τὸ ἧπαρ. | ||
5 | εἰ γὰρ ὄντως τε καὶ φύσει τῶν φλεβῶν ἐστιν ἀρχή, θαυμαστὸν οὐδὲν τοῦτο | |
κατὰ πάντα τρόπον ἀρχὴν αὐτῶν εὑρίσκεσθαι. | ||
6.8.8 | Ἆρ’ οὖν ἤδη καταπαύωμεν ἐνταυθοῖ τὸν λόγον ἢ προσ‐ τιθῶμεν αὐτῷ κεφάλαιον ἕν τι τῶν ἔμπροσθεν ἀναβληθέν‐ των, ἡνίκ’ ἐλέγομεν οὐκ ἄν τινα γεγυμνασμένον ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων λογισμοῖς ἄλλο γενέσεως αἵμα‐ | |
6.8.9 | τος ἀποφαίνεσθαι σπλάγχνον αἰτιώτερον ἥπατος; ἄμεινον ἴσως ἐστὶν ὑπὲρ τοῦ πάντ’ εἰρῆσθαι προσθεῖναι, κἂν ὅτι μάλιστα τὸ προκείμενον ἐξ ἀρχῆς ἀποδεδειγμένον ὑπάρχῃ | |
τελέως. | ||
6.8.10 | ὅτι μὲν ἀλλοιοῦται τὸ τρέφον εἰς τὴν τοῦ τρεφο‐ μένου μεταβαλλόμενον οὐσίαν, ἡμῖν τε δι’ ἑτέρων ἀποδέ‐ δεικται καὶ σχεδὸν ὑπὸ τῶν ἀρίστων ἰατρῶν τε καὶ φιλο‐ | |
6.8.11 | σόφων ἀποδέδεικται· ὅτι δ’ εἴπερ ὁ ἐκ τῆς γαστρὸς εἰς ἧπαρ ἀναδιδόμενος χυμὸς αἷμα φαίνεται γιγνόμενος, ἀναγκαῖον ὑπὸ τῆς οἰκείας οὐσίας τοῦ ἥπατος ἐγγίγνεσθαι τὴν ἀλλοίωσιν αὐτῷ, τοῦτ’ οὐκέτι σύμπαντες ὁμολογοῦσιν, ἀλλ’ ἡγοῦνταί | |
5 | τινες αὐτοὺς τῶν φλεβῶν τοὺς χιτῶνας ἐργάζεσθαι τὸ αἷμα. | |
6.8.12 | καίτοι γ’ εἰ ἐκκενώσαις αὐτούς, οὐδὲν ὑμενώδους ἢ νευρώ‐ δους οὐσίας θεάσῃ διαφέροντας. ἅσπερ οὖν εἴ τις ὑπὸ νεύρων ἢ ὑμένων ἢ ὀστῶν ἢ χόνδρων ἢ πιμελῆς ἢ ὅλως ἀναίμου σώματος ἔφασκε γίγνεσθαι τὸ αἷμα, κατέγνωμεν ἂν | |
5 | ἑτοίμως αὐτοῦ, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον, εἰ καὶ τοῖς τῶν φλεβῶν χιτῶσι κατὰ τὴν ἑαυτῶν φύσιν ἀναφέροι γένε‐ | |
σιν αἵματος. | ||
6.8.13 | οὐ γὰρ ἐρυθρὸν ἐκεῖνοί γε χυμόν, ἀλλὰ λευκὸν καὶ γλίσχρον ἐργάζεσθαι πεφύκασιν, ἐξ οὗ ἥ τε γένεσις αὐ‐ τοῖς ἐστιν ἥ τ’ αὔξησίς τε καὶ θρέψις· ἀποδέδεικται δὲ περὶ | |
6.8.14 | τούτων ἐν τῷ προτέρῳ περὶ σπέρματος γράμματι. καὶ μὴν εἴπερ εἰς ὁμοίαν ἰδέαν τῷ μεταβάλλοντι τὸ μεταβαλλόμενον ἀφικνεῖται, τῆς τοῦ ἥπατος αὐτοῦ σαρκὸς οὐδὲν ἂν εὕροις ἐπι‐ | |
τηδειότερον εἰς αἵματος γένεσιν. | ||
5 | εἰ γὰρ παχυνθείη τὸ αἷμα, | |
6.8.15 | σὰρξ ἥπατος ἀκριβὴς ἀπεργασθήσεται. πολλὰ δ’ ἀγνοήσαντες, οἶμαι, τῶν φυσικῶν οἱ πλεῖστοι πράγμαθ’ ἡμῖν παρέχουσιν, ὧν ἄλλα τέ τινά ἐστι καὶ τὰ διὰ τῆς περὶ τῶν φυσικῶν | |
6.8.16 | δυνάμεων πραγματείας ἀποδεδειγμένα. περιστέλλεται γὰρ ἡ γαστὴρ τοῖς σιτίοις ἕλκουσα τὸν οἰκεῖον ἑαυτῇ χυμὸν ἐξ αὐ‐ τῶν, ἔστ’ ἂν ἀπολαύσασα καὶ τελέως ἐμπλησθεῖσα διώσηται | |
τὸ περιττὸν ἅπαν εἰς τὴν νῆστιν. | ||
6.8.17 | ἐντεῦθεν δ’ αὖθις ἕλκει τὸ ἧπαρ εἰς ἑαυτὸ προκατειργασμένον αὐτὸν ἐν τῇ γαστρὶ κατὰ τὸν ἔμπροσθεν χρόνον, οὐ μὰ Δία τῆς γαστρὸς ἕνεκα τοῦ ἥπατος ἀλλοιούσης αὐτόν, ἀλλὰ ἀδύνατον εἰς ταὐτὸν ἀλλήλοις | |
5 | ἰόντα δύο σώματα μὴ δρᾶν καὶ πάσχειν εἰς ἄλληλα. δέδει‐ κται γὰρ δὴ καὶ τοῦθ’ ἡμῖν ἐν ἐκείνῃ τῇ πραγματείᾳ καὶ ὡς | |
τὸ ἰσχυρότερον νικᾷ καὶ μεταβάλλει θάτερον. | ||
6.8.18 | ὥσπερ οὖν τὸ τῆς γαστρὸς λείψανον ἐπιτήδειον γίνεται τῷ ἥπατι, κατὰ τὸν αὐτὸν τρόπον τοῖς μεθ’ ἧπαρ ἅπασι τὸ τούτου πάλιν αὐτοῦ περιττόν, οὐδ’ οὖν οὐδ’ αὐτοῦ τοῦ ἥπατος ἐκείνων ἕνεκεν | |
5 | ἀλλοιώσαντος τὴν τροφήν, ἀλλὰ καθ’ ὃν εἴρηκα τρόπον, ἡνίκα μεταβάλλοντός τε καὶ ἀλλοιοῦντος ἐπιτηδειοτέρα ἐν | |
τῷδε γίγνεται τοῖς μεθ’ ἧπαρ μορίοις. | ||
6.8.19 | ὡς γὰρ αὐτὸ διὰ τῶν φλεβῶν εἵλκυσεν ἐκ γαστρός τε καὶ τῶν ἐντέρων τὴν τροφήν, οὕτως ὅσα μετ’ ἐκεῖνο τέτακται δι’ ἄλλων ἕλκει φλεβῶν εἰς ἑαυτά, κἄπειτ’ αὖθις ἕτερα, καὶ τοῦτο ὑπάρχει | |
5 | γιγνόμενον ἄχριπερ ἂν εἰς ἅπαν ἀφίκηται τοῦ ζῴου μόριον ἡ τροφή· παρασκευάζει δ’ ἕκαστον ἀεὶ καὶ προπέττει τῷ μεθ’ | |
αὑτὸ κατὰ τὸ συνεχὲς τῆς διαδόσεως. | ||
6.8.20 | οὕτως οὖν καὶ τὸ ἧπαρ παρομοιοῖ τὸν ἐκ τῆς κοιλίας ἀναδοθέντα χυλὸν ἑαυτῷ, τουτέστι τῇ σαρκί τε καὶ τῇ οὐσίᾳ τῇ ἑαυτοῦ, τῷ καλουμένῳ | |
6.8.21 | πρὸς ἐνίων ἰατρῶν παρεγχύματι. ἕκαστον γὰρ τῶν ὀργανικῶν τοῦ ζῴου μορίων, σύνθετον ὑπάρχον ἐξ ἑτέρων ἁπλου‐ στέρων μορίων, πάντως ἕν γέ τι τοιοῦτον ὑπάρχει κατὰ τὴν | |
οὐσίαν οἷον οὐκ ἄλλο καθ’ ὅλον τοῦ ζῴου τὸ σῶμα. | ||
6.8.22 | τοῦ γοῦν τῆς γαστρὸς σώματος τὸ ἴδιον οἷον οὐκ ἄλλο τῶν πάντων ἐστίν· ὡσαύτως δὲ καὶ τὸ τοῦ σπληνὸς ἐγκεφάλου τε καὶ νεφρῶν καὶ γλώττης καὶ ὀφθαλμῶν καὶ κύστεων καὶ μητρῶν. | |
6.8.23 | ἀρτηρίαι μὲν οὖν καὶ νεῦρα καὶ φλέβες ἐμφύονται τοῖς ὀργά‐ νοις ἕνεκα χρείας κοινῆς, ὡσαύτως δ’ ἐνίοις αὐτῶν ὑμένες τε καὶ σύνδεσμοι· τὸ δ’ ἴδιον ἑκάστου σώματος χωρὶς τού‐ | |
των ἐστί, διὸ καὶ τὴν ἐνέργειαν ἐξαίρετον ἢ τἆλλα κέκτηται. | ||
6.8.24 | κατὰ μὲν γὰρ τὸ κοινὸν ἀνάγκη δήπου καὶ τὴν ἐνέργειαν εἶναι κοινήν· οὐ γὰρ οἷόν τε παρὰ τοὺς τόπους τοῦ σώματος ὑπαλλάττεσθαι φλεβὸς ἢ ἀρτηρίας ἢ νεύρου τὴν ἐνέργειαν, ἀλλ’ ἄν τε κατὰ τὴν πτέρναν ἄν τε κατὰ τὸν ἐγκέφαλον | |
5 | ἀρτηρίαν ἐννοήσῃς, εὐθὺς αὐτῇ συνεπινοήσεις τὴν κοινὴν | |
6.8.25 | ἁπασῶν ἀρτηριῶν ἐνέργειαν· ὡσαύτως δὲ καὶ νεύρῳ καὶ φλεβὶ καὶ ὀστῷ καὶ χόνδρῳ καὶ ὑμένι καὶ συνδέσμῳ καὶ πιμελῇ· κατὰ δὲ τὸ ἴδιον εἶδος ἑκάστης οὐσίας ἰδίαν ἀναγ‐ | |
καῖον εἶναι τὴν ἐνέργειαν. | ||
6.8.26 | οἷον γάρ ἐστι τὸ τοῦ πνεύμονος σῶμα κατὰ τὴν οὐσίαν οὐκ ἂν εὕροις ἕτερον οὐδ’ οἷον ἐγκέφαλος οὐδὲν ἄλλο τοιοῦτον, ὥσπερ οὐδὲ ὁποῖον ἡ καρδία σῶμα κατὰ τὴν οὐσίαν ἐστὶν οὐδὲν ἀκριβῶς ἄλλο | |
5 | τοιοῦτον ὑπάρχει, καὶ νεφροὶ δὲ καὶ σπλήν, ἑκάτερον αὐτῶν οἷον οὐκ ἄλλο, καὶ διὰ τοῦτο ἡ ἐνέργεια καθ’ ἕκαστον ἴδιος ἐπὶ τῷ τῆς οὐσίας ἰδίῳ, καὶ εἴ τις δὲ σὰρξ ἰδιότητα πολλὴν | |
ἔχει παρὰ τὰς ἄλλας σάρκας. | ||
6.8.27 | ἐν ὀφθαλμῷ δὲ τί δεῖ καὶ λέγειν ὡς ἴδιον ἐξαίρετον καὶ οὐδ’ ἐγγὺς οὐδενὶ τῶν ἄλλων ἐοικός ἐστι τὸ κρυσταλλοειδές, ὅτε καὶ τὸ τῆς ἐνεργείας τῆς | |
6.8.28 | κατ’ αὐτὸ μηδενὶ προσέοικεν; οὐδὲν οὖν θαυμαστόν ἐστιν οὐδὲ τὸ τοῦ ἥπατος ἴδιον σῶμα κατὰ τὴν αὐτοῦ φύσιν κεκτῆσθαι τὴν ἐνέργειαν· ἐρυθρότατον μὲν γάρ ἐστιν ὥσπερ τὸ αἷμα, τῷ πεπῆχθαι μόνον αὐτοῦ 〈διαφέρον. αἵματος δὲ | |
5 | πῆξις ἡ μὲν ὑπὸ τοῦ〉 περιέχοντος γίγνεται, σβεννύουσα μὲν ἐξ αὐτοῦ τὴν θερμότητα, μελαίνουσα δὲ διὰ τὴν ψῦξιν· οὐχ οὕτως δὲ κατὰ τὸ ἧπαρ, ἀλλ’ ὑπό γε τῆς ἐμφύτου θερ‐ | |
μασίας κοσμούσης αὐτὸ μᾶλλον ἢ φθειρούσης. | ||
6.8.29 | ἀλλοιοῦται μὲν γὰρ ἑκατέρως τὸ αἷμα, κἂν θρόμβος γένηται κἂν ἥπα‐ τος σάρξ· ἀλλ’ ἡ μὲν εἰς θρόμβον ἀλλοίωσις ὁδὸς ἐπὶ φθο‐ ράν ἐστιν, ἡ δ’ εἰς τὴν ἥπατος οὐσίαν ἐνέργεια φύσεως· | |
5 | οὐδ’ ἐστὶν οὐδὲν ὁμοιότερον εὑρεῖν αἵματι τῆς ἥπατος ἰδέας. | |
6.8.30 | εἴρηται μὲν οὐ καλῶς οὐδ’ ὑπὸ τῶν εἰπόντων τῇ πρώτῃ καὶ νεοπαγεῖ σαρκὶ παραπλήσιον γίγνεσθαι στάξαν εἰς ὕδωρ χλιαρὸν αἷμα· πολὺ δὲ δὴ μᾶλλον ἡ συμμετρία τῆς ἐμφύτου θερμασίας | |
ἀκριβῆ περιτίθησιν αὐτῷ τὸν κόσμον. | ||
6.8.31 | εἴπερ οὖν ἕκαστον μό‐ ριον ἐξ ὁμοιοτάτου κατὰ τὴν οὐσίαν ἑαυτῷ τρέφεται χυλοῦ καὶ τοῦτον παρασκευάζειν ἑαυτῷ πέφυκεν ἀλλοιοῦν τε καὶ μεταβάλλον, ἡ τοῦ αἵματος γένεσις ἔργον τῆς ἥπατος σαρκός. | |
5 | αὕτη δ’ ἐστίν, ὡς ἐδείχθη, τὸ ἴδιον ἑαυτοῦ σῶμα. διὸ τῶν | |
ἄλλων ἀποκριθὲν ἕν τι τῶν σπλάγχνων ἐστὶ μονογενές. | ||
6.8.32 | μετέχει μὲν οὖν καὶ ἡ καρδία τοῦ τοιούτου χρώματος, ἀλλ’ οὐκ εἰς ὅσον ἧπαρ· ὑγρότερον γάρ ἐστι τὸ σπλάγχνον τοῦτο τῆς καρδίας καὶ διὰ τοῦτ’ ἐρυθρότερόν τε καὶ μαλακώτερον, | |
6.8.33 | ἡ δὲ ξηροτέρα τε καὶ θερμοτέρα τοῦ ἥπατος ὑπάρχει. οὕτως γὰρ ἤμελλεν ἅμα τε σκληροτέρα γενήσεσθαι καὶ κινήσεσθαι διττὴν κίνησιν ὁμοίως ταῖς ἀρτηρίαις, ἵν’ ἐκ μὲν τῆς τοιαύ‐ της κινήσεως ἡ συμμετρία φυλάττηται τῆς ἐμφύτου θερμα‐ | |
5 | σίας, ὡς ἐν τῷ περὶ χρείας σφυγμῶν ἐπεδείξαμεν, ἡ σκληρό‐ της δὲ τὴν δυσπάθειαν αὐτῇ παρέχῃ συνεχέσι τε κινήσεσι | |
καὶ σφόδρα ἰσχυραῖς ἐνίοτε παρεσκευασμέναις ὑπὸ τῆς φύσεως. | ||
6.8.34 | ὅθεν οὐδὲ τὸ ἴδιον αὐτῆς αἷμα τοιοῦτόν ἐστιν οἷόνπερ τὸ τοῦ ἥπατος, ἀλλ’ ὅσῳ θερμότερον τὸ σπλάγχνον τοῦ σπλάγχνου, τοσούτῳ ξανθότερον, ὅπερ ἴδιον αἵματος ξηροτέ‐ | |
6.8.35 | ρου, καθάπερ τοῦ ὑγροτέρου τὸ ἐρυθρόν. εἴρηται δὲ καὶ ὑπὸ Πλάτωνος μὲν ἐν Τιμαίῳ περὶ τῆς τῶνδε τῶν χρωμά‐ των γενέσεως, ἀτὰρ οὖν καὶ ἡμεῖς αὖθις ἐξηγησάμεθά τε καὶ ἀπεδείξαμεν ὡς ὀρθῶς εἴρηται πάντα, γεγραφότες ὑπὲρ | |
5 | αὐτῶν ἰδίᾳ καθ’ ἕτερον λόγον. | |
6.8.36 | ἀλλὰ νῦν γε τὸ προκείμενον ἡμῖν περαίνωμεν. αἵματος ὑγροῦ μὲν τὴν κρᾶσιν, ἐρυθροῦ δὲ τὴν χρόαν ἡ πρώτη μὲν ἐν ἥπατι γένεσις, ὀχετοὶ δὲ παράγοντές τε καὶ διανέμοντες αὐτὸ παντὶ τῷ σώματι φλέβες· | |
6.8.37 | αἵματος δὲ ξανθοῦ καὶ θερμοῦ καὶ λεπτομεροῦς καὶ πνευμα‐ τώδους ἡ μὲν πρώτη γένεσις ἐν τῇ τῆς καρδίας ἀριστερᾷ κοιλίᾳ, διανέμουσι δὲ καὶ παράγουσιν εἰς ὅλον τὸ ζῷον αἱ ἀρτηρίαι τὸ τοιοῦτον αἷμα· δέδεικται δὲ καὶ περὶ τούτων | |
5 | ἐπὶ πλέον ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. | |
6.8.38 | ὥσθ’ ἅμα μὲν ὅπερ ἀνεβαλόμην ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρεῖν αὖθις ὑπὲρ τοῦ κατὰ τὴν καρδίαν αἵματος, τὰ νῦν εἴρηται, ἅμα δὲ ὡς ἐσφάλησαν οἱ καὶ τὴν καρδίαν ἀρχὴν εἰπόντες εἶναι τῶν φλεβῶν ἐπιδέδεικται. εἴπερ γὰρ αἵματός | |
5 | τινος, εὐθὺς δήπου καὶ φλεβῶν ἐνόμισαν, ὥσπερ μὴ καὶ | |
τῶν ἀρτηριῶν ἐχουσῶν αἷμα λεπτομερέστατον καὶ θερμότατον. | ||
6.8.39 | ὡς οὖν ἀρτηριῶν οὕτως καὶ τοῦ πνευματώδους τε καὶ τοῦ ζέοντος αἵματος ἀρχή τε καὶ πηγὴ τοῖς ζῴοις ἐστὶν ἡ καρδία καὶ διὰ τοῦτο καὶ τὸ θυμοειδὲς ἐνδείκνυται τῆς ψυχῆς ἐν | |
6.8.40 | αὐτῇ κατῳκίσθαι. ταῦτ’ ἄρα καὶ ὁ Πλάτων τὴν καρδίαν ἔλεγε πηγὴν τοῦ περιφερομένου κατὰ πάντα μέλη σφοδρῶς αἵματος. οὐ ταὐτὸν γάρ ἐστιν ἢ πηγὴν αἵματος ἁπλῶς | |
εἰπεῖν ἢ προσθεῖναι “τοῦ περιφερομένου σφοδρῶς.” | ||
6.8.41 | τὸ μὲν γὰρ ἐξ ἥπατος ὁρμώμενον οὐ περιφέρεται σφοδρῶς, ὅτι μήτε πνευματῶδές ἐστι μήθ’ ὅλως σφύζουσιν αἱ περιέχουσαι φλέβες αὐτό· τὸ δ’ ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ὁρμώμενον | |
5 | θερμότερόν τε τοῦδε καὶ πνευματῶδες ἱκανῶς ἐστιν, ὡς ἂν | |
6.8.42 | σφυζόντων αὐτοῦ τῶν ἀγγείων. καλεῖται δ’ ὑπὸ μὲν τῶν παλαιοτάτων ἰατρῶν καὶ φιλοσόφων καὶ τουτὶ τὸ γένος τῶν ἀγγείων ὡσαύτως θατέρῳ φλέψ, ὑπὸ δὲ τῶν ἄλλων ἀρτηρία | |
μὲν τὸ σφύζον, τὸ δ’ ἄσφυκτον φλέψ. | ||
6.8.43 | ὅτι δ’ οὕτως ὠνό‐ μαζον οἱ παλαιοὶ δέδεικται μὲν ἤδη πολλοῖς τῶν ἔμπροσθεν, ἐπιδέδεικται δὲ καὶ πρὸς ἡμῶν ἑτέρωθι. νυνὶ δὲ τοσοῦτον | |
6.8.44 | μόνον ὅσον εἰς τὰ παρόντα χρήσιμον ὑπομνήσω. τῆς κατὰ τὸν ἀγκῶνα καὶ μάλιστα τὸν ἀριστερὸν ἀρτηρίας ὅταν ἡ κίνησις ἐκ γενετῆς ὑπάρχῃ ταχεῖά τε ἅμα καὶ μεγάλη καὶ εὔτονος, ἰσχυρὰν μὲν ἐνδείκνυται τὴν ἐν τῇ καρδίᾳ θυμοειδῆ | |
5 | δύναμιν, ἀκμαῖον δὲ καὶ ζέον τὸ κατ’ αὐτὴν θερμόν, ὅπερ | |
ὀνομάζειν μανιῶδές τε καὶ ὀξύθυμον ἔθος. | ||
6.8.45 | ὁ τοίνυν Ἱππο‐ κράτης ὀνομάζων φλέβα τὴν ἀρτηρίαν ταύτην ὧδέ πως γρά‐ φει κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν· “ᾧ δ’ ἂν ἡ φλὲψ ἡ ἐν ἀγκῶνι σφύζῃ μανικὸς καὶ ὀξύθυμος, ᾧ δ’ ἂν ἀτρεμέῃ | |
6.8.46 | τυφώδης.” ὅτι δὲ καὶ τὸ σφύζειν ὄνομα καὶ ὁ σφυγμὸς ἐπὶ τῆς σφοδρᾶς εἰς τοσοῦτον τῶν ἀρτηριῶν κινήσεως, ὡς καὶ πρὶν ἐπιλαβεῖν τὴν ἁφὴν αἰσθητὴν εἶναι τἀνθρώπῳ τὴν κίνησιν, ὑπὸ τῶν παλαιῶν ἐλέγετο, καὶ δι’ ἄλλων μὲν ἀπο‐ | |
5 | δέδεικται καὶ νῦν δ’ οὐχ ἥκιστα φαίνεται διὰ τῆς πρὸς τὸ ἀτρεμέειν ἀντιθέσεως καὶ τὸν τυφώδη δέ, δηλονότι τὸν ἐναν‐ | |
τίον τῷ μανικῷ ἢ καὶ ὀξυθύμῳ καὶ ἀόργητον. | ||
6.8.47 | ὥσθ’ οἷον ὁδοῦ τι πάρεργον ἡμῖν οὐ σμικρὸν ἤνυσται κατὰ τὴν ἐξήγη‐ σιν τοῦ τῆς φλεβὸς ὀνόματος ἐπιδείξασιν Ἱπποκράτην πρότε‐ ρον Πλάτωνος ἐν καρδίᾳ τιθέμενον 〈τὴν〉 ἀρχὴν τῆς θυμοει‐ | |
5 | δοῦς δυνάμεως. ἀλλὰ τούτου μὲν καὶ μετ’ ὀλίγον ἐπιμνη‐ | |
6.8.48 | σθήσομαι. πρὸς δὲ τὴν τοῦ Πλάτωνος λέξιν ἐπάνειμι καθ’ ἣν τὰς ἀρτηρίας ὀνομάζων φλέβας ἔλεγε· “τὴν δὲ καρδίαν ἅμμα τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα | |
τὰ μέλη σφοδρῶς αἵματος.” | ||
6.8.49 | ἐπειδὴ γὰρ οὐδέπω τὸ σφύζον ἀγγεῖον ὥσπερ νῦν ἀρτηρία προσηγόρευτο, μόνας δὲ τὰς κατὰ τὸν πνεύμονα τὰς ὑπὸ τῶν νεωτέρων τραχείας ὀνο‐ μασθείσας οὕτως ἐκάλουν, εὐλόγως ὁ Πλάτων εἰς διορισμὸν | |
5 | ὁποίων ἄν τινων βούληται φλεβῶν εἶναι τὴν καρδίαν ἀρχήν, προσέθηκε “καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα τὰ | |
6.8.50 | μέλη σφοδρῶς αἵματος.” εἰς ὅ τι μὲν οὖν ἐστι τοῦτο τὸ | |
αἷμα τοῦ ζῴου χρηστὸν αὖθις εἰρήσεται. τὸ δ’ ἐξ ἥπατος ὁρμώμενον εἰς τροφὴν παρεσκεύασται τοῖς τοῦ σώματος ἅπασι | ||
5 | μέρεσιν. ὅθεν οἶμαι καὶ ὁ Πλάτων ὑπὲρ ἐκείνου διαλεγό‐ μενος ἔφη “οἷον φάτνην ἐν ἅπαντι τούτῳ τῷ τόπῳ τῆς τοῦ | |
6.8.51 | σώματος τροφῆς τεκτηναμένου.” καὶ μέντοι καὶ ἐκ τοῦ λέγειν τουτὶ μὲν τὸ καθ’ ἧπαρ εἶδος τῆς ψυχῆς “σίτων τε καὶ ποτῶν ἐπιθυμητικὸν” ὑπάρχειν, οὐ μὴν ἐπί γε τῆς καρδίας οὐδὲν ἔτι προσθεῖναι τοιοῦτον, δῆλός ἐστιν ἐκ μὲν τῆς γαστρὸς εἰς | |
5 | ἧπαρ βουλόμενος ἀναφέρεσθαι τὴν τροφήν, ἐκεῖθεν δὲ ἐπὶ τὴν καρδίαν ἰέναι τι μέρος εἰς τὴν τοῦ κατ’ ἐκείνην αἵμα‐ | |
τος γένεσιν. | ||
6.8.52 | ἀλλ’ ὅτι μὲν οὐκ ἐκ τῶν κατὰ τὴν γαστέρα χωρίων τῆς τροφῆς ἀνάδοσις εἰς τὴν καρδίαν εὐθέως, ἀλλ’ εἰς ἧπαρ γίγνεται, πρότερον αὐτάρκως ἀποδεδειγμένον ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων, οὐδὲν ἔτι δεόμαι νῦν ἐπεξέρ‐ | |
6.8.53 | χεσθαι, προσθεῖναι δ’ ἄμεινον τῷ λόγῳ τοσόνδε. θερμὸν μὲν ἱκανῶς ἀναγκαῖον εἶναι τὸ θυμοειδὲς σπλάγχνον, οὐκ ἐξ ἀνάγκης δὲ θερμὸν ἱκανῶς τὸ ἐπιθυμητικόν, ἀλλ’ ἐν φυτοῖς μὲν καὶ πάμπολυ τοῦ θυμοειδοῦς ἀπολειπόμενον, ἐν ζῴοις | |
5 | δ’ οὐ τοσοῦτον μέν, ὅμως δ’ οὐκ ὀλίγον. | |
6.8.54 | οὔτε γὰρ ἂν οὕτως θερμὸν εἰργάζετο χυμόν, εἰ μὴ καὶ αὐτὸ τοιοῦτον ὑπῆρχεν, οὔτ’ ἀσφύκτους ἂν εἶχε τὰς φλέβας, εἰ ζεούσης θερμασίας ἦν ἀρχή. ταῦτ’ ἄρα καὶ Ἱπποκράτης ἐνδεικνύ‐ | |
6.8.55 | μενος ἔγραφε· “ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδίη· ἐκ τουτέων ἀποπλανᾶται εἰς πάνθ’ αἷμα καὶ πνεῦμα, καὶ θερμασίη διὰ τούτων φοιτᾷ·” αἷμα μὲν ἐξ ἥπατος ἀποπλα‐ νᾶσθαι λέγων, πνεῦμα δ’ ἐκ καρδίας, θερμασίαν δ’ ἐξ ἀμ‐ | |
5 | φοῖν. | |
6.8.56 | ὅθεν οὐδὲ διήνεγκεν ἢ φλεβῶν ἀρχὴν εἰπεῖν τὸ ἧπαρ ἢ αἵματος ἢ τῆς ἐπιθυμητικῆς ψυχῆς, ἀλλ’ οἰκειότερόν πως ἰατρῷ μὲν ἐπὶ τοῖς σωματικοῖς ὀργάνοις, φιλοσόφῳ δ’ ἐπὶ ταῖς ψυχικαῖς δυνάμεσι ποιεῖσθαι τὴν διδασκαλίαν, ἕπεται | |
6.8.57 | δὲ ἐπιδειχθέντι θατέρῳ θάτερον. καὶ τοίνυν φαίνονται γεγρα‐ φότες οὕτως ὑπὲρ αὐτῶν Ἱπποκράτης καὶ Πλάτων, ὁ μὲν ὑπὲρ τῶν σωματικῶν ὀργάνων τὸν πλείω λόγον ποιησάμενος, | |
ὁ δ’ ὑπὲρ τῶν ψυχικῶν δυνάμεων. | ||
6.8.58 | διὰ τοῦτ’ οὖν ὁ μὲν Ἱπποκράτης ἐρεῖ “ῥίζωσις φλεβῶν ἧπαρ” ἀνατομήν τε γράφει φλεβῶν τήνδε· “ἡπατῖτις ἐν ὀσφύϊ μέχρι τοῦ μεγάλου σπον‐ δύλου κάτωθεν καὶ σπονδύλοισι προσδιδοῖ, ἐντεῦθεν μετέω‐ | |
6.8.59 | ρος δι’ ἥπατος καὶ διὰ φρενῶν εἰς καρδίαν. καὶ ἡ μὲν ἰθεῖα ἐς κληῗδας, ἐντεῦθεν δ’ αἱ μὲν εἰς τράχηλον, αἱ δ’ ἐπ’ ὠμοπλάτας· αἱ δ’ ἀποκαμφθεῖσαι κάτω [περὶ] παρὰ σπονδύ‐ λους καὶ πλευρὰς ἀποκλίνουσιν, ἐξ ἀριστερῶν μὲν μία ἐγγὺς | |
5 | κληΐδων, ἐκ δεξιῶν δὲ ἐπί τι ταύτῃ χωρίον. | |
6.8.60 | ἄλλη δὲ σμικρὸν κατώτερον ἀποκαμφθεῖσα ὁκόθεν μὲν ἐκείνη ἀπέ‐ λιπε, προσέδωκε τῇσι πλευρῇσιν, ἐπὰν δὲ τῇ ἐπ’ αὐτῆς καρ‐ | |
6.8.61 | δίας προστύχῃ ἀποκαμπτομένη εἰς τὰ ἀριστερά· ἀποκαμφθεῖσα δὲ κάτω ἐπὶ σπονδύλους καταβαίνει, ἔστ’ ἂν ἀφίκηται ὅθεν ἤρξατο μετεωρίζεσθαι ἀποδιδοῦσα τῇσι πλευρῇσι τὴν ἐπίλοιπον ἁπάσαις καὶ ἔνθεν 〈καὶ ἔνθεν〉 ἀποσχίδας παρ’ ἑκά‐ | |
5 | στην διδοῦσα μία ἐοῦσα, ἀπὸ μὲν τῆς καρδίας ἐπί τι χωρίον | |
ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον ἐοῦσα, ἔπειτα ὑποκάτω τῆς ἀρτηρίας, ἔστ’ ἂν καταναλωθῇ καὶ ἔλθῃ ὅθεν ἡ ἡπατῖτις | ||
6.8.62 | ἐμετεωρίσθη. πρότερον δὲ πρὶν ἐνταῦθα ἐλθεῖν παρὰ τὰς ἐσχάτας δύο πλευρὰς ἐδιχώθη καὶ ἡ μὲν ἔνθα, ἡ δὲ ἔνθα τῶν σπονδύλων ἐλθοῦσα κατηναλώθη. ἡ δ’ εὐθεῖα ἀπὸ τῆς καρδίας πρὸς κληῗδας τείνουσα ἄνωθεν τῆς ἀρτη‐ | |
5 | ρίας ἐστὶ καὶ ἀπὸ ταύτης, ὥσπερ καὶ παρ’ ὀσφῦν κάτωθεν | |
6.8.63 | τῆς ἀρτηρίας· καὶ ἀπὸ ταύτης ἀΐσσει εἰς τὸ ἧπαρ, ἡ μὲν ἐπὶ πύλας καὶ λοβόν, ἡ δ’ ἐς τὸ ἄλλο ἑξῆς ἀφωρμήκει σμικρὸν | |
κάτωθεν φρενῶν. φρένες δὲ προσπεφύκασι τῷ ἥπατι, ἃς | ||
6.8.64 | οὐ ῥηΐδιον χωρίσαι. δισσαὶ δ’ ἀπὸ κληΐδων αἱ μὲν ἔνθεν, αἱ δ’ ἔνθεν ὑπὸ στῆθος ἐς ἦτρον· ὅπη δ’ ἐντεῦθεν, οὔπω οἶδα. φρένες δὲ κατὰ τὸν σπόνδυλον τὸν κάτω τῶν πλευ‐ ρέων, ᾗ νεφρὸς ἐξ ἀρτηρίας, ταύτῃ ἀμφιβεβηκυῖαι· ἀρτηρίαι | |
5 | δ’ ἐκ τούτου ἐκπεφύκασιν, ἔνθεν καὶ ἔνθεν ἀρτηρίη | |
τόνον ἔχουσα. | ||
6.8.65 | ταύτῃ δὲ παλινδρομήσασα ἀπὸ καρδίης ἡ ἡπατῖτις ἔληγεν. ἀπὸ δὲ τῆς ἡπατίτιδος διὰ τῶν φρενῶν αἱ μέγισται δύο, ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν φέρονται μετέωροι πολυσχιδεῖς τε διὰ τῶν φρενῶν εἰσιν, ἀμφὶ ταύτας αἷς καὶ | |
5 | πεφύκασιν. ἄνω δὲ φρενῶν αὗται μᾶλλον ἐκφανέες.” | |
6.8.66 | οὕτως μὲν ὁ Ἱπποκράτης ἔγραψεν τὴν ἀνατομὴν τῶν ἐξ ἥπατος ἐκ‐ φυομένων φλεβῶν ἐνδεικνύμενος ἐντεῦθεν εἶναι τὴν ἀρχὴν αὐτῶν· ἐξηγησάμεθα δὲ τὴν ῥῆσιν ἑτέρωθί τε κἀν τῷ δευ‐ | |
6.8.67 | τέρῳ τῆς Ἱπποκράτους ἀνατομῆς. ὁ δὲ Πλάτων οὐ κατὰ τὰς φλέβας, ἀλλὰ κατὰ τὴν διοικοῦσαν αὐτὰς δύναμιν ἀφ’ ἥπατος ὁρμωμένην ἐν Τιμαίῳ διαλεγόμενος ὧδέ πως | |
ποιεῖται τὴν τοῦ λόγου διέξοδον· | ||
6.8.68 | “τὸ δὲ δὴ σίτων τε καὶ ποτῶν ἐπιθυμητικὸν τῆς ψυχῆς καὶ ὅσων ἔνδειαν διὰ τὴν τοῦ σώματος ἴσχει φύσιν, τοῦτο εἰς τὸ μεταξὺ τῶν τε φρε‐ νῶν καὶ τοῦ εἰς τὸν ὀμφαλὸν ὅρου κατῴκισαν οἷον φάτ‐ | |
5 | νην ἐν ἅπαντι τούτῳ τῷ τόπῳ τῇ τοῦ σώματος τροφῇ τεκτη‐ νάμενοι καὶ κατέδησαν δὴ τὸ τοιοῦτον ἐνταῦθα ὡς θρέμμα ἄγριον, τρέφειν δὲ δὴ συνημμένον ἀναγκαῖον, εἴπερ τι μέλλει | |
τὸ θνητὸν ἔσεσθαι γένος.” | ||
6.8.69 | καὶ μικρὸν προελθών, “τούτῳ δή” φησιν “ὁ θεὸς ἐπιβουλεύσας αὐτῷ τὴν ἥπατος ἰδέαν συνέστησεν.” ἐπὶ μὲν δὴ τοῦδε τοῦ σπλάγχνου καθάπερ νειμάμενοι τοὺς λόγους ὁ μὲν ὑπὲρ τῶν ὀργάνων, ὁ δὲ ὑπὲρ | |
5 | τῆς διοικούσης αὐτὰ δυνάμεως διελέχθη· ἐπὶ δὲ τῆς καρδίας ἑκατέρως ἀμφότεροι μετεχειρίσαντο, Πλάτων μὲν ἐν Τιμαίῳ | |
γράφων ὧδε· | ||
6.8.70 | “τὴν δὲ δὴ καρδίαν ἅμμα τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα τὰ μέρη σφοδρῶς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν, ἵν’ ὅτε ζέσειε τὸ τοῦ θυμοῦ μένος τοῦ λόγου παραγγείλαντος, εἴ τις ἄδικος | |
5 | περὶ αὐτὰ γίγνεται πρᾶξις ἔξωθεν ἢ καί τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυμιῶν, ὀξέως διὰ πάντων τῶν στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώματι τῶν παρακελεύσεων καὶ ἀπει‐ λῶν αἰσθανόμενον γίγνοιτο [τὸ] ἐπήκοον καὶ ἕποιτο πάντῃ καὶ | |
τὸ βέλτιστον οὕτως ἐν αὐτοῖς πᾶσιν ἡγεμονεῖν ἐῷ.” | ||
6.8.71 | Πλά‐ των μὲν οὖν οὕτως ἀμφοτέρους τοὺς λόγους ἔμιξεν εἰς ταὐτό, τούς τε περὶ θυμοειδοῦς ψυχῆς καὶ τοὺς περὶ τῆς καρδίας | |
6.8.72 | καὶ τῶν ἀπ’ αὐτῆς πεφυκότων ἀγγείων· Ἱπποκράτης δ’ αὖ πάλιν οὐδ’ αὐτὸς ἀπέχεται τοῦ περὶ τῆς τοιαύτης εἰπεῖν τι, μάλιστα μὲν 〈ἐν〉 ᾗ μικρὸν πρόσθεν ἔγραψα ῥήσει, καθ’ ἣν ἐκ τοῦ σφυγμοῦ τῆς κατ’ ἀγκῶνα φλεβὸς ἐτεκμαί‐ | |
5 | ρετο περὶ τῶν τῆς ψυχῆς ἠθῶν, ἤδη δὲ κἀν τῷ θεραπεύειν | |
ἀχροίας τε καὶ ἰσχνότητας ἐν κατεψυγμέναις ἕξεσι σώματος· | ||
6.8.73 | “ἐπιτηδεύειν” γάρ φησιν “ὀξυθυμίην ἐμποιεῖν καὶ χροιῆς ἀνα‐ λήψιος ἕνεκα καὶ ἐγχυμώσιος.” ἐξηγεῖσθαι γοῦν σοι δόξει ταῦτα Πλάτων ἐν οἷς φησιν ἐπὶ τῆς καρδίας, “ἵν’ ὅτε ζέσειε τὸ τοῦ θυμοῦ μένος.” οἱ δὲ μετ’ αὐτὸν φιλόσοφοι καὶ ὁρι‐ | |
5 | σμὸν τοῦτον ἐποιήσαντο τοῦ θυμοῦ, ζέσιν εἶναι φάσκοντες | |
αὐτὸν τοῦ κατὰ τὴν καρδίαν θερμοῦ. | ||
6.8.74 | καὶ μὲν δὴ καὶ ὁπότε περὶ γενέσεως πυρετοῦ διαλεγόμενος ὁ Ἱπποκράτης φησίν· “αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας, ἐξαπτόμενος ἀπὸ τοῦ θώρακος, καὶ εἰς τὴν κεφαλὴν ἀναπέμπων οἷα φλόγα,” τῆς | |
5 | ἐμφύτου θερμασίας ἀρχὴν οἶδε τὴν καρδίαν. | |
6.8.75 | ἀλλὰ γὰρ οὐ πρόκειταί μοι κατὰ τήνδε τὴν πραγματείαν οὔτε ἀθροίζειν ἁπάσας τῶν ἀνδρῶν τὰς ῥήσεις οὔτ’ ἐξηγεῖσθαι μέλλοντί γε δι’ ἑτέρων ὑπομνημάτων ἰδίᾳ ποιεῖσθαι τὰς ἐξηγήσεις, ὅπερ | |
5 | δὲ ἐναρχόμενος εἶπον, ἐπισκέψασθαί τε καὶ κρῖναι τὰ δόγματα μόνον εἴτε κατὰ πάντα ἀλλήλοις ὁμολογοῦσιν εἴτε καὶ μή. | |
6.8.76 | καταπαύειν ἤδη καιρὸς ἐν τῷδε καὶ τόνδε τὸν λόγον ἀρχῆς τοῦ ἥπατος ἀποδεδειγμένου καὶ φλεβῶν καὶ αἵματος καὶ τῆς | |
ἐπιθυμητικῆς ψυχῆς. | ||
6.8.77 | ἐπεὶ δ’ οὐ μόνον Ἱπποκράτης καὶ Πλά‐ των οὕτως ἐδόξαζον, ἀλλὰ καὶ τῶν ποιητῶν οἷς ὡς ἂν μάρτυσι χρῆται Χρύσιππος οὐχ οἱ φαυλότατοι, ἔγνωκα ἔτι καὶ τοῦτο προσθεῖναι τῷ λόγῳ διὰ τὴν θαυμαστὴν αὐτοῦ σοφίαν, ὃς | |
5 | ἀποχωρῶν ἑκάστοτε τῶν ἐπιστημονικῶν ἀποδείξεων ποιηταῖς καὶ μυθολογήμασι καὶ γυναιξὶν εἰς πίστιν δογμάτων χρῆται, οὐ μὴν οὐδὲ αὐτὸ τοῦτ’ αἰσθανόμενος, ὡς ἀντιμαρτυροῦσιν αὐτῷ καὶ τἀναντία τίθενται σύμπαντες αὐτοί, καθάπερ ἔμ‐ προσθεν ἔδειξα, τὸν μὲν θυμὸν ἐν τῇ καρδίᾳ, τὸν λογισμὸν | |
10 | δ’ ἐν ἐγκεφάλῳ περιέχεσθαι πεπιστευκότες. | |
6.8.78 | ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐν ἥπατι κατοικίζουσιν, ἐνῆν μέν μοι καὶ τοῦτο διὰ πλειόνων πιστοῦσθαι μαρτύρων, ὅπως δὲ μὴ δό‐ ξαιμι σπουδάζειν ἃ φεύγειν παραινῶ, καὶ τρίβειν τὸν χρόνον | |
5 | ἀχρήστοις πράγμασιν, Ὁμήρου 〈μόνου〉 μνημονεύσω τὸν Τιτυὸν εἰς Ἅιδου κολαζόμενον εἰσάγοντος ἐφ’ οἷς ἀκολασταίνειν ἐπεχεί‐ | |
ρησεν εἰς τὴν Λητώ· | ||
6.8.79 | καὶ Τιτυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν, κείμενον ἐν δαπέδῳ, ὁ δ’ ἐπ’ ἐννέα κεῖτο πέλεθρα· γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον δέρτρον ἔσω δύνοντες, ὁ δ’ οὐκ ἀπαμύνετο χερσί. | |
5 | Λητὼ γὰρ εἵλκυσε Διὸς κυδρὴν παράκοιτιν | |
Πυθώδ’ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος. | ||
6.8.80 | οὐ τὴν καρδίαν ἢ τὸν ἐγκέφαλον ἤ τι τῶν ἄλλων μορίων ἐσθιόμενον ἐποίησε τοῦ Τιτυοῦ δι’ ἐρωτικὴν ἐπιθυμίαν ἐξυ‐ βρίζειν ἐπιχειρήσαντος, ἀλλὰ τὸ ἧπαρ μόνον εἰς τὸ τῆς ὕβρεως αἴτιον σπλάγχνον κολάζεσθαι φάμενος αὐτόν, ὥσπερ ἦν | |
5 | εὔλογον. | |
6.8.81 | οὕτω γοῦν εἰώθασι καὶ νῦν ποιεῖν οἱ τοὺς ἁμαρ‐ τάνοντας οἰκέτας καταδικάζοντες, τῶν μὲν ἀποδιδρασκόντων τὰ σκέλη καίοντές τε καὶ κατασχάζοντες καὶ παίοντες, τῶν δὲ κλεπτόντων τὰς χεῖρας, ὥσπερ γε καὶ τῶν γαστριμάργων | |
5 | τὴν γαστέρα καὶ τῶν φλυαρούντων τὴν γλῶτταν, ἁπλῶς δ’ εἰπεῖν ἐκεῖνα κολάζοντες τὰ μόρια δι’ ὧν ἐνεργοῦσι τὰς | |
μοχθηρὰς ἐνεργείας. | ||
6.8.82 | εἰ δ’ ἄλλην τινὰ αἰτίαν ἔχει τις εἰπεῖν τῶν ἐπαινούντων τὰ Χρυσίππου δι’ ἣν οὕτως Ὅμηρος ἐποίησε κολαζόμενον τὸν Τιτυόν, ἡδέως ἂν ἀκούσαιμι· μὴ λεγόντων μέντοι μηδ’ εὑρισκόντων εὔλογον οἶμαι πρὸ Ἱπποκράτους | |
5 | καὶ Πλάτωνος ἐπαινεῖν Ὅμηρον οὕτω δοξάζοντα καὶ μάρ‐ τυρα τίθεσθαι καὶ αὐτὸν ὧν ἡμεῖς δι’ ἀποδείξεως ἐπιστω‐ | |
σάμεθα. | ||
7.1.1 | Οὐκ ἐγὼ τοῦ μήκους τῆς πραγματείας αἴτιος, ὡς καὶ πρόσθεν εἶπον, ἀλλ’ οἱ ψευδῶν λόγων ὧν ἠρώτησαν ὑπὲρ ἡγεμονικοῦ ψυχῆς οὐκ ὀλίγας πληρώσαντες βίβλους, οὓς εἰ μὲν ἀνελέγκτους τις εἴασεν, ὥσπερ ἐγνώκειν ἐγὼ τότε κατ’ | |
5 | ἀρχάς, οὐκ ἂν ἐδόκει βεβαίως ἀποδεδεῖχθαι τἀληθές, εἰ δὲ ἐξήλεγχε πάντας ἑξῆς ἐπιὼν ὡς μηδένα παραλιπεῖν, εἰς μῆκος | |
οὐκ ἀναγκαῖον ἐκτείνεσθαι συνέβαινε τὴν ὅλην πραγματείαν. | ||
7.1.2 | ἐπειδὴ τοίνυν τῶν πρώτων ἤδη 〈γεγραμμένων〉 ὑπομνημάτων οὐκ ὤκνουν τινὲς ἐπαινεῖν ὡς ἀληθεῖς οὓς Χρύσιππός τε καὶ ἄλλοι τινὲς ὑπὲρ ἡγεμονικοῦ ψυχῆς ἠρώτησαν λόγους, ἔδοξε τοῖς ἑταίροις, οἷς μάλιστα χαριζόμενος ἔγραφον ταῦτα, | |
7.1.3 | προσθεῖναι τὰς λύσεις αὐτῶν. ἀναγκαῖον γὰρ ὂν ἢ μηκῦναι κατὰ τὴν πραγματείαν ἢ μὴ δοκεῖν ἀποδεδειχέναι τελέως ὑπὸ τριῶν ἀρχῶν διοικούμενον τὸ ζῷον, αἱρετώτερον ἔδοξεν εἰς μῆκος ἐκτεῖναι. καὶ μέντοι καὶ τὸ τέλος αὐτὸ τὸ γιγνό‐ | |
5 | μενον δείκνυσιν ὀρθῶς ἡμᾶς ἑλομένους ἅπαντας ἐλέγξαι τοὺς | |
ἠρωτημένους λόγους. | ||
7.1.4 | οὔτε γὰρ Στωϊκὸς ἔτι φιλόσοφος οὔτε Περιπατητικὸς οὔτε ἰατρός τις ὁμοίως θρασὺς ὡς πρόσθεν [εἴρηται ἔσται], ἀλλ’ ἔνιοί γε καὶ φανερῶς ἐπὶ τὸν ἀληθῆ μετέστησαν λόγον, ἰατροὶ μὲν ἐξ ἐγκεφάλου συγχωροῦντες | |
5 | ἐπιρρεῖν αἰσθήσεώς τε καὶ κινήσεως δύναμιν ἅπασι τοῖς κατὰ τὸ ζῷον μέλεσι, φιλόσοφοι δὲ τὸ λογιζόμενον τῆς ψυχῆς | |
7.1.5 | ἐνταῦθ’ ὑπάρχειν. ᾐδέσθησαν γὰρ ἐναργῶς ὑπὸ τῆς ἀνατο‐ μῆς ἐλεγχθέντος θατέρου τῶν λημμάτων, προηγουμένως ᾧ χρώμενοι ψευδῶς συνελογίζοντο, προστιθέντες αὐτῷ τὸ πρὸς ἁπάντων ὁμολογούμενον καθ’ ὅ φασιν ἔνθα τῶν νεύρων | |
5 | ἡ ἀρχή, ἐνταῦθ’ εἶναι τὸ ἡγεμονικόν, ὅπερ καὶ ἀληθές ἐστιν. | |
7.1.6 | ἀλλ’ ἥ γε προσληφθεῖσα δεομένη μὲν ἐξ ἀνατομῆς εὑρεθῆ‐ ναι, κατεψευσμένη δ’ ὑπ’ ἐκείνων οἰομένων ἐκ τῆς καρδίας ὁρμᾶσθαι τὰ νεῦρα ψευδὲς εἰκότως εἰργάζετο τοῦ παντὸς λόγου τὸ συμπέρασμα. καί τινές γε τῶν οὐκ ἀλήθειαν, ἀλλ’ | |
5 | ἅπερ ἐξ ἀρχῆς ἔθεντο στεργόντων ἐπιχειρήσαντες ἀνατρέπειν 〈τὸ〉 πᾶσιν ὁμολογούμενον ἔμπροσθεν λῆμμα καταγέλαστοι | |
7.1.7 | τελέως ἐφάνησαν. ἐδείχθη γὰρ ἀπ’ αὐτῆς τοῦ ζητουμένου πράγματος τῆς οἰκείας φύσεως ἢ οὐσίας ἢ ὅπως ἄν τις ὀνο‐ μάζειν ἐθέλῃ τὴν πίστιν ἔχον, ἡγεμονικὸν ἁπάντων νοούντων καὶ λεγόντων τὸ κατάρχον αἰσθήσεώς τε καὶ τῆς | |
5 | καθ’ ὁρμὴν κινήσεως. | |
7.1.8 | ἐδείχθη δὲ καὶ ὡς αὐτὸς ὁ λόγος ἀρχαῖς μέν ἐστιν ἀρκούμενος οὐκ ἐνδόξοις, οὐ μὴν ἀλλ’ ἐπιστημονικοῖς τοῖς λήμμασι κεχρημένος, ὅπερ ἴδιόν ἐστιν ἀποδεικτικῆς μεθόδου. οὐ μόνον δὲ τοὺς περὶ ψυχῆς ἡγε‐ | |
5 | μονικοῦ λόγους ἠρωτημένους ὑπ’ αὐτῶν ἐλέγχοντες ἐμηκύνα‐ μεν, ἀλλὰ καὶ τὰ περὶ τῶν παθῶν τῆς ψυχῆς ὑπὸ Χρυσίππου γεγραμμένα, τοῦτο μὲν ἐν τοῖς λογικοῖς ὑπομνήμασι τρισί, τοῦτο δ’ ἐν τῷ θεραπευτικῷ, μετὰ τοῦ καὶ δεικνύειν αὐτὸν | |
ἑαυτῷ διαφερόμενον τὸν Χρύσιππον. | ||
7.1.9 | ἐπεμνήσθημεν δὲ καὶ τῶν Ποσειδωνίου συγγραμμάτων ἐν οἷς ἐπαινεῖ τὸν παλαιὸν λόγον ἐλέγχων τὰ Χρυσίππῳ κακῶς εἰρημένα περί τε τῶν παθῶν τῆς ψυχῆς καὶ τῶν ἀρετῶν τῆς διαφορᾶς. ὥσπερ γὰρ ἀναιρεῖται τὰ | |
5 | πάθη τῆς ψυχῆς εἰ μόνον εἴη τὸ λογιστικὸν τῆς ψυχῆς αὐτῆς, μηδενὸς μήτ’ ἐπιθυμητικοῦ μήτε [τοῦ] θυμοειδοῦς ὄντος, οὕτω καὶ τῶν | |
ἀρετῶν πλὴν φρονήσεως αἱ λοιπαὶ πᾶσαι. | ||
7.1.10 | καίτοι κἀνταῦθ’ εἴ τις ἐπεξέρχοιτο τῷ λόγῳ τά τε περὶ τῆς [ψυχῆς] διαφορᾶς τῶν ἀρετῶν ἐν τέτταρσι βιβλίοις ὑπὸ Χρυσίππου γεγραμμένα βασανίζων ὅσα τε καθ’ ἓν ἄλλο διῆλθεν, 〈ἐν〉 ᾧ δείκνυσι ποιὰς | |
5 | εἶναι τὰς ἀρετὰς ἐλέγχων τὸν Ἀρίστωνος λόγον, οὐχ ἑνὸς ἢ | |
7.1.11 | δυοῖν, ἀλλὰ τριῶν ἢ τεττάρων δεήσει βιβλίων. ἔστι μὲν γὰρ κἀνταῦθα λόγος εἷς βραχὺς ἐπιστημονικὸς ἐλέγχων τὸν Χρύσιππον οὔτε τἀληθῆ πρεσβεύοντα καὶ μηκύνοντα | |
περιττῶς. | ||
7.1.12 | ἀλλ’ οἱ μήτε παιδευθέντες ἐν ἀποδεικτικῇ μεθόδῳ μήθ’ ὅλως γνόντες ὁποία τίς ἐστι, μόνῳ δὲ τῷ μεγέθει καὶ πλήθει τῶν ὑπὸ Χρυσίππου γραφέντων βιβλίων προσέχοντες τὸν νοῦν, ἀληθῆ νομίζουσι πάνθ’ ὑπάρχειν αὐτά. καὶ γὰρ | |
5 | καὶ ὄντως ἐστὶ τὰ πλεῖστ’ αὐτῶν ἀληθῆ καὶ μάλιστά γε τὰ κατ’ ἐκεῖνο τὸ βιβλίον ἐν ᾧ δείκνυσι ποιὰς εἶναι τὰς ἀρε‐ | |
7.1.13 | τάς. ἀλλ’ ὅτι τῷ μίαν ὑποθεμένῳ δύναμιν ὑπάρχειν ἐν τῇ ψυχῇ τὴν λογικήν τε καὶ κριτικὴν ὀνομαζομένην, ἀνελόντι δὲ τὴν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ, καθάπερ ὁ Χρύσιππος ἀνεῖλε, μάχεται τὰ κατὰ τοῦτο τὸ βιβλίον εἰρημένα, ταυτὶ | |
5 | μέμψαιτ’ ἄν τις αὐτῷ. | |
7.1.14 | τὸ μέντοι καταβάλλεσθαι τὴν Ἀρί‐ στωνος αἵρεσιν ἀληθῶς ὑπὸ τῶν γεγραμμένων οὐκ ἄν τις μέμψαιτο. νομίζει γὰρ ὁ ἀνὴρ ἐκεῖνος μίαν οὖσαν τὴν ἀρε‐ τὴν ὀνόμασι πλέοσιν ὀνομάζεσθαι κατὰ τὴν πρός τι σχέσιν. | |
7.1.15 | ὁ τοίνυν Χρύσιππος δείκνυσιν οὐκ ἐν τῇ πρός τι σχέσει γενόμενον τὸ πλῆθος τῶν ἀρετῶν τε καὶ κακιῶν, ἀλλ’ ἐν ταῖς οἰκείαις οὐσίαις ὑπαλλαττομέναις κατὰ τὰς ποιότητας, | |
ὡς ὁ τῶν παλαιῶν ἐβούλετο λόγος· | ||
5 | ὅπερ καὶ αὐτὸ βραχὺ παρατρέψας ὁ Χρύσιππος ἑτέραις λέξεσι διῆλθεν 〈ἐν τῷ〉 ποιὰς εἶναι τὰς ἀρετὰς τοῖς τ’ ἐπιχειρήμασιν οὐ πρέπουσι τῷ τὸ λογικὸν εἶναι μόνον τῆς ψυχῆς τεθειμένῳ, τὸ παθητικὸν δ’ | |
7.1.16 | ἀνῃρηκότι. πῶς οὖν ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος, ἐὰν ἀναγκασθῶ νῦν ἐπιδεικνύειν ἀλλοτρίας αἱρέσεως ἐπιχειρήμασι χρώμενον τὸν Χρύσιππον εἰκότως καταβαλεῖν τὴν Ἀρίστωνος | |
7.1.17 | δόξαν; οἱ γὰρ μήτε γνόντες οἷόν τι πρᾶγμά ἐστι μέθοδος ἀποδεικτική, μήτ’ ἀσκηθέντες ἐν αὐτῇ μήτε ἀλήθειαν τιμῶν‐ τες, οὗτοι δικαιότεροι τοῦ μήκους τῶν λόγων ἔχειν τὴν αἰ‐ | |
τίαν. | ||
7.1.18 | οὗτοι γάρ εἰσι καὶ οἱ πρὸς ἅπασαν ἀπόδειξιν ἀεὶ λυ‐ γιζόμενοι καὶ στροφὰς ἀσχήμονας στρεφόμενοι χάριν τοῦ δοκεῖν ἀτελῆ τὸν ὅλον ὑπάρχειν λόγον, ὅπου καὶ νῦν ἐκ πολλοῦ γεγραμμένων τῶν πρὸ τούτου βιβλίων ἔτεσί τε πολ‐ | |
5 | λοῖς βεβασανισμένων ὑπὸ τῶν ἀρίστων ἀνδρῶν ἔκ τε τοῦ Περιπάτου καὶ τῆς Στοᾶς, ἐξαίφνης τις ἀνεφάνη τῶν Περι‐ πατητικῶν ὑμένας εἶναι λέγων τοὺς ἀπὸ τῆς καρδίας εἰς ἐγκέφαλόν τε καὶ μήνιγγας ἀναφερομένους, ὑφ’ ὧν ἡ ψυχικὴ δύναμις ἀνακομίζεται· καὶ ταῦτ’ ἐπιχειρεῖ λέγειν ἄνθρωπος | |
10 | οὐδ’ ὅλως ἀνατομῆς ἁψάμενος. | |
7.1.19 | ἐπεὶ δὲ πρὸς ἡμῶν ἐδέδεικτο καὶ διὰ τῶν ἔμπροσθεν ὡς τοῖς νεύροις ἐγκέφαλος ἐπιπέμπει δυνάμεις οἷον πηγή τις ὑπάρχων αὐτός, οὐκ ἐκ καρδίας λαμβάνων, ὡς μὲν ἔνιοι δι’ αὐτῶν ὧν ἔφασαν νεύρων, ὡς | |
5 | δ’ ἄλλοι διὰ τῶν καρωτίδων ἀρτηριῶν, ἠναγκάσθημεν οὖν αὖθις ἡμεῖς ἐπιδεικνύναι μήθ’ ὑμένας ἀναφερομένους ὅλως ἐκ καρδίας εἰς κεφαλήν, εἰ δὲ καί τινες τῶν κατὰ τράχηλον ὑμένων, ἐκ καρδίας μὴ εἶναι φάσκειν, διατέμνοντές τε πάντας | |
αὐτοὺς ἐκκόπτοντές τε μηδὲν τοῦ ζῴου βλαπτομένου. | ||
7.1.20 | σκε‐ πάσματα γάρ εἰσιν οἱ ὑμένες, ἔνθα περ ἂν ὑπάρχωσι, μορίων, μηδεμίαν ἐνέργειαν ἢ χρείαν ἑτέραν ἔχοντες ὁποίαν ἀρτη‐ | |
7.1.21 | ρίαι καὶ νεῦρα καὶ φλέβες. ὥσπερ οὖν ἐν τούτοις οὐκ ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος, ἀλλ’ ὅσοι μήτ’ ἠσκήθησαν ἐν ἀποδεικτικῇ μεθόδῳ μήτ’ ἀληθείας ἐρῶσιν, οὕτω κἀπὶ τοῦ πλήθους τῶν ἀρετῶν ὁ μὲν ἐπιστημονικὸς λόγος ἐλάχι‐ | |
5 | στος, οἱ δ’ ἐξ ἀμαθίας τε καὶ φιλονεικίας ὁρμώμενοι πολλοί. | |
7.1.22 | τίς οὖν ὁ ἐπιστημονικὸς λόγος; ὁ ἀπ’ αὐτῆς δηλονότι τῆς τοῦ πράγματος οὐσίας ὁρμώμενος, ὡς ἐν τῇ περὶ τῆς ἀποδείξεως | |
ἐδείχθη πραγματείᾳ. | ||
7.1.23 | χρὴ γὰρ ἄρξασθαι μὲν ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν ἐννοίας, μεταβῆναι δ’ ἐντεῦθεν ἐπὶ τὴν τῆς οὐσίας εὕρεσιν, ἐπισκοπούμενον εἴτε μία τῆς κατὰ ψυχὴν ἀρετῆς εἴτε πλείους εἰσὶν αἱ οὐσίαι, κατὰ τὸ κοινότατον τῶν | |
5 | σημαινομένων, ὡς ἐν τοῖς περὶ τῆς ἀποδείξεως εἴρηται βιβλίοις, ἀκουόντων ἡμῶν τοῦ τῆς οὐσίας ὀνόματος, ὅπερ ἐστὶν οἷον ὕπαρξις. | |
7.1.24 | 〈ἀρετὴ δὲ διάθεσισ〉, ὥς φασιν, ἡ βελτίστη, 〈ἢ〉 τελειότης τῆς ἑκάστου φύσεως. ἀλλ’ εἴπερ τι τοιοῦτον πρᾶγμά ἐστιν ἡ ἀρετή, μία καθ’ | |
ἕκαστον ὑπάρξει τῶν ὄντων. | ||
7.1.25 | εἴπερ γὰρ τὸ βέλτιστον ἓν καὶ ἡ τελειότης ἐστὶ μία, κατὰ μὲν τὸ λογιστικὸν μέρος τῆς ψυχῆς ἐπιστήμην ἀναγκαῖον εἶναι τὴν ἀρετήν, καὶ εἴπερ ἓν τοῦτο ἔστι μόνον ἐν ταῖς ψυχαῖς ἡμῶν, τὸ λογιζόμενον, οὐ | |
5 | χρὴ ζητεῖν ἀρετὰς πολλάς· εἰ δὲ καὶ τὸ θυμικόν, | |
7.1.26 | ἀναγκαῖον ἔσται κἀκείνου γενέσθαι τὴν ἀρετήν. οὕτω δὲ εἰ καὶ τρίτον ἄλλο πρὸς τούτοις εἴη, τὸ ἐπιθυμητικόν, ἑξῆς μὲν αὗται τρεῖς, ἄλλη δ’ ἐκ τῆς πρὸς ἀλλήλας αὐτῶν σχέ‐ | |
7.1.27 | σεως γίγνεται τετάρτη. ἆρα μή τι μακρὸς ὁ λόγος; οὐδαμῶς, | |
ὥσπερ οὐδ’ ἄλλος οὐδεὶς τῶν ἐπιστημονικῶν· ἀλλὰ μακρὰ λέγειν ἡμᾶς ἀναγκάζουσιν οἱ ληροῦντες μακρά, καθάπερ ἀμέ‐ | ||
5 | λει καὶ νῦν ἀναγκαῖόν ἐστιν, εἰ καὶ μὴ τελέως μακρά, μέτρια | |
7.1.28 | γοῦν ἔτι διελθεῖν ὑπὲρ τῶν τῆς ψυχῆς ἀρετῶν. εἰ γάρ, ὡς ἔμπροσθεν δέδεικται, ἕτερον μέν ἐστι τὸ λογιζόμενον, ἕτερον δὲ τὸ ἐπιθυμοῦν, ἄλλο δὲ τὸ θυμούμενον, ἔσται τις ἀρετὴ | |
7.1.29 | καθ’ ἕκαστον αὐτῶν μία. κάλει τοίνυν εἰ βούλει τὴν μὲν ἐν τῷ λογιζομένῳ σοφίαν ἢ φρόνησιν ἢ ἐπιστήμην ἢ ὅτι‐ περ ἂν ἄλλο σοι δόξῃ, τὴν δ’ ἐν τῷ θυμουμένῳ πάλιν ἀνδρείαν | |
ἢ ὅτιπερ ἂν ἄλλο βουληθῇς· | ||
5 | οὐ γάρ μοι μέλει τῶν ὀνομάτων, ἀλλ’ ὅτι μίαν αὐτὴν ἀναγκαῖον εἶναι· κάλει δ’ εἴπερ ἐθέ‐ λεις καὶ τὴν ἐν τῷ λοιπῷ, τῷ ἐπιθυμητικῷ, γιγνομένην ἀρετὴν σωφροσύνην, αὖθις ἡμῶν ἐπισκεπτομένων περὶ τῆς κατ’ αὐ‐ τὴν Ἀριστοτέλει τε καὶ Πλάτωνι γεγενημένης διαφωνίας οὐ | |
7.1.30 | μεγάλης ὑπαρχούσης. ἐπεὶ δ’ ἕκαστον μόριον τῆς ὅλης ψυχῆς τὸ κατὰ τὴν ἀξίαν ἑαυτοῦ κάλλος ἔχει, τὴν ψυχὴν | |
7.1.31 | ὅλην εἰκότως ἂν εἴποις δικαίαν. ἐν μὲν οὖν τοῖς ἀλόγοις μέρεσιν αὐτῆς ἕξεις τέ τινές εἰσι καὶ δυνάμεις μόνον αἱ ἀρεταί, κατὰ δὲ τὸ λογικὸν οὐχ ἕξις μόνον ἢ δύναμίς ἐστιν, | |
ἀλλὰ καὶ ἐπιστήμη ἡ ἀρετή. | ||
7.1.32 | μόνῳ γὰρ τούτῳ τῷ μέρει τῆς ψυχῆς ἐπιστήμης μέτεστι, τὰ δὲ ἄλλα δυνάμεις μέν τινας καὶ ἕξεις βελτίους τε καὶ χείρους κτᾶσθαι δύναται, μετασχεῖν δ’ ἐπιστήμης ἀμήχανον αὐτοῖς, ἄχριπερ ἂν μηδὲ λόγου. τὸ μὲν | |
5 | οὖν ἀληθὲς οὕτω βραχύ. | |
7.2.1 | Μεταβῶμεν δ’ ἑξῆς ἐπὶ τὸ διημαρτημένον· ἔστι γὰρ | |
7.2.2 | οὐδ’ αὐτὸ μακρὸν ἀνδρὶ κατὰ φύσιν ἔχοντι. νομίσας γοῦν ὁ Ἀρίστων μίαν εἶναι τῆς ψυχῆς δύναμιν, ᾗ λογιζόμεθα, καὶ τὴν ἀρετὴν τῆς ψυχῆς ἔθετο μίαν, ἐπιστήμην ἀγαθῶν καὶ | |
7.2.3 | κακῶν. ὅταν μὲν οὖν αἱρεῖσθαί τε δέῃ τἀγαθὰ καὶ φεύγειν τὰ κακά, τὴν ἐπιστήμην τήνδε καλεῖ σωφροσύνην· ὅταν δὲ πράττειν μὲν τἀγαθὰ μὴ πράττειν δὲ τὰ κακά, φρόνησιν· ἀνδρείαν δ’ ὅταν τὰ μὲν θαρρῇ, τὰ δὲ φεύγῃ· ὅταν δὲ τὸ | |
5 | κατ’ ἀξίαν ἑκάστῳ νέμῃ, δικαιοσύνην· ἑνὶ δὲ λόγῳ γιγνώ‐ σκουσα μὲν ἡ ψυχὴ χωρὶς τοῦ πράττειν τἀγαθά τε καὶ κακὰ σοφία τ’ ἐστὶ καὶ ἐπιστήμη, πρὸς δὲ τὰς πράξεις ἀφικνου‐ μένη τὰς κατὰ τὸν βίον ὀνόματα πλείω λαμβάνει τὰ προειρη‐ | |
10 | μένα, φρόνησίς τε καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀν‐ | |
7.2.4 | δρεία καλουμένη. τοιαύτη μέν τις ἡ Ἀρίστωνος δόξα περὶ τῶν τῆς ψυχῆς ἀρετῶν. ὅ γε μὴν Χρύσιππος οὐκ οἶδ’ ὅπως ἀντιλέγειν ἐπιχειρεῖ τἀνδρὶ τὴν κοινὴν πρὸς ἑαυτὸν ὑπόθεσιν | |
ἀκριβῶς διαφυλάττοντι. | ||
7.2.5 | καλῶς γὰρ ἅπαντα γιγνωσκόντων τε καὶ πραττόντων ἡμῶν ἂν ὁ βίος διοικοῖτο κατ’ ἐπιστήμην, κακῶς δὲ καὶ ψευδῶς γιγνωσκόντων τε καὶ πραττόντων κατ’ ἄγνοιαν, ὡς αὐτὸς ὁ Χρύσιππος βούλεται, καὶ διὰ ταῦτα | |
5 | μία μὲν ἀρετὴ γίγνοιτ’ ἂν ἡ ἐπιστήμη, μία δ’ ὡσαύτως καὶ ἡ κακία, προσαγορευομένη καὶ ἥδε ποτὲ μὲν ἄγνοια, ποτὲ δ’ | |
ἀνεπιστημοσύνη. | ||
7.2.6 | ἐὰν οὖν τις τὸν θάνατον ἢ τὴν πενίαν ἢ τὴν νόσον ὡς κακὰ δεδιὼς ᾖ, δέον θαρρεῖν ὡς ἐπὶ ἀδια‐ φόροις, ἐνδείᾳ μὲν ἐπιστήμης αὐτὸ τίθεται, ἀγνοῶν τἀλη‐ θές, ὡς ἂν Ἀρίστων τε καὶ Χρύσιππος εἴποι, κακίαν δ’ ἔχει | |
5 | ψυχῆς ἣν ὀνομάζουσι δειλίαν· οἷς ἐναντίαν ἀρετὴν αὐτοί φασιν εἶναι τὴν ἀνδρείαν ἐπιστήμην οὖσαν ὧν χρὴ θαρρεῖν ἢ μὴ θαρρεῖν, τουτέστιν ἀγαθῶν τε καὶ κακῶν τῶν ὄντως δηλονότι τοιούτων, οὐ κατὰ ψευδῆ δόξαν ὑπειλημμένων, οἷάπερ ἐστὶν ὑγίεια καὶ πλοῦτος καὶ νόσος καὶ πενία. τού‐ | |
10 | των γὰρ οὐδὲν οὔτ’ ἀγαθὸν οὔτε κακὸν εἶναί φασιν, ἀλλ’ | |
ἀδιάφορα πάντα. | ||
7.2.7 | καὶ τοίνυν εἰ τὸ μὲν ἡδὺ νομίσας τις ἀγαθόν, τὸ δ’ ἀνιαρὸν κακόν, ἀκολουθῶν τῇ δόξῃ τῇδε τοῦ μὲν τὴν αἵρεσιν ποιοῖτο, τοῦ δὲ τὴν φυγήν, ἀμαθής ἐστιν | |
7.2.8 | οὐσίας ἀγαθοῦ καὶ διὰ ταῦτ’ ἀκόλαστος. ἐν ἁπάσαις γὰρ πράξεσιν αἱρουμένων ἡμῶν τὸ φαινόμενον ἀγαθόν, φευγόν‐ των δὲ τὸ φαινόμενον κακόν, ἐχόντων δὲ φύσει τὰς ὁρμὰς ταύτας ἐφ’ ἑκάτερον, ἡ φιλοσοφία διδάσκουσα τὸ κατ’ ἀλή‐ | |
5 | θειαν ἀγαθόν τε καὶ κακὸν ἀναμαρτήτους ἐργάζεται. | |
7.2.9 | Χρύ‐ σιππος δὲ οὐκ οἶδ’ ὅπως, ὥσπερ οἱ ἰδιῶται λόγων, τῇ δια‐ φορᾷ τῶν φωνῶν, οὐ τοῖς τυγχάνουσιν αὐτοῖς πράγμασι, προσέχει τὸν νοῦν ἕτερόν τι νομίζων δηλοῦσθαι καθ’ ἑκά‐ | |
5 | στην τῶνδε τῶν φωνῶν, αἱρετέον, ποιητέον, θαρρητέον, ἀγα‐ | |
7.2.10 | θόν. ἔστι δ’ οὐχ ἕτερον, ἀλλ’ ἐν ἁπάσαις ταὐτόν, ὅπερ ἐκ τῆς ἀγαθὸν δηλοῦται. τοῦτο γάρ ἐστι μόνον ὅπερ ἂν ἕλοιτό τις ἢ πράξειεν ἢ θαρρήσειεν, ὥσπερ γε καὶ τὸ κακόν, ὃ μήτε | |
ἂν ἕλοιτο μήτε πράξειε μήτε θαρρήσειεν. | ||
7.2.11 | ὡς οὖν ὁ λέγων ἔχειν ἡμᾶς ὀφθαλμοὺς οὐχ ἕτερόν τι λέγει τοῦ φάσκοντος ἔχειν ἡμᾶς ὦπας ἢ ὄμματα, καθάπερ οὐδ’ εἰ τούτων ἀπο‐ χωρήσας τῶν ὀνομάτων ἡμᾶς ἔχειν φαίη μόριον ὀπτικὸν ἢ | |
5 | μόριον ὁρατικὸν ἢ ὄργανον ὁρατικόν, οὕτως ὁ λέγων ἔχειν ἡμᾶς ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν οὐχ ἕτερόν τι λέγει τοῦ φάσκοντος ἐπιστήμην αἱρετέων καὶ οὐχ αἱρετέων ἢ ποιη‐ τέων καὶ οὐ ποιητέων ἢ θαρραλέων καὶ οὐ θαρραλέων ἔχειν | |
7.2.12 | ἡμᾶς. ἁπάσαις γὰρ ταύταις ταῖς λέξεσιν ἀγαθὸν καὶ κακὸν λέγει καὶ κατ’ αὐτὸν τὸν Χρύσιππον, εἴ γε δὴ τὸ ἀγαθὸν | |
αὐτὸ μόνον ἐστὶν αἱρετέον καὶ ποιητέον καὶ θαρρητέον· ὥστε τὴν τῶν ἀγαθῶν ἐπιστήμην ἐν διαφόροις ὕλαις ἢ | ||
5 | πράξεσιν ἐξεταζομένην ὀνόματα πλείω λαμβάνειν, ἕκαστον ἐν τῷ πρός τι κατὰ τὴν ὕλην ἢ τὴν πρᾶξιν ὑφιστάμενον. | |
7.2.13 | ὥσπερ οὖν τὸν περὶ 〈τῶν〉 τῆς ψυχῆς ἡμῶν μερῶν λόγον ὁ Πλάτων ἑνὶ λόγῳ βραχεῖ περιέλαβεν ἐπιστημονικῷ κατὰ τὸ τέταρτον τῆς Πολιτείας, οὕτω καὶ περὶ τῶν ἀρετῶν αὐτῆς | |
7.2.14 | ἐφεξῆς ἐδίδαξε διὰ βραχέων. ἐν δέ γε τῷ Λάχητι παρέγρα‐ ψεν “εἴ τις ἐπιστήμας εἶναι νομίζει τὰς ἀρετάς, οὐ πολλαὶ | |
γίγνοιτ’ ἂν ἀλλὰ καὶ μία γνῶσις ἀγαθῶν τε καὶ κακῶν.” | ||
7.2.15 | οὔκ‐ ουν οὔτε Πλάτων οὔτ’ ἐγὼ πολυλογίας αἴτιος καθάπερ οὐδ’ Ἀρίστων, ἀλλ’ ὁ μακροὺς μὲν ἀποτείνων λόγους ἐκ λημμάτων ἀρχομένους ἤτοι διαλεκτικῶν μόνον, οὐ μὴν ἐπι‐ | |
5 | στημονικῶν, ἢ οὐδὲ τοιούτων ἀλλ’ ἤτοι ῥητορικῶν ἢ σοφι‐ | |
7.2.16 | στικῶν. ἐπιδέδεικται δέ μοι τοῦτο κατὰ τὸ δεύτερον ὑπό‐ μνημα τῆσδε τῆς πραγματείας δεικνύντι τὴν διαφορὰν τῶν | |
λημμάτων, ὅπερ οὐ τοῦ προκειμένου ἐστὶ σκέμματος. | ||
7.2.17 | οὕτως οὖν κἀν τοῖς περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς ὁ Χρύσιππος ἀποχωρῶν τῶν ἐπιστημονικῶν καὶ ἀποδεικτικῶν λημμάτων ἐν τοῖς ὑπολοίποις ἀλᾶται τρισὶ γένεσιν, ὡς ἔν γε τῷ ποιὰς | |
5 | εἶναι τὰς ἀρετὰς ἐπιστημονικῶν μᾶλλον ἅπτεται καταβαλλόν‐ των μὲν ὄντως τὸν Ἀρίστωνος λόγον, οὐ μὴν τῇ γε οἰκείᾳ | |
πρεπόντων ὑποθέσει. | ||
7.3.1 | Διὰ τοὺς ἀγανακτοῦντας οὖν ἐπὶ τῷ μήκει τῆς ἐνε‐ στώσης πραγματείας ἑτέρωθι μὲν ἰδίᾳ περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς αὖθις ἔγνωκα ποιήσασθαι τὸν λόγον, ἐν δὲ τῷ παρόντι διὰ τοὺς φιλομαθεῖς ἐπείγοντάς με τὰ λείποντα | |
5 | προσθεῖναι τοῖς ἐνεστῶσιν ἐπὶ τὰ συνεχῆ τοῖς εἰρημένοις | |
ἀφίξομαι. | ||
7.3.2 | δέδεικται μὲν γὰρ ὡς ἡ τοῦ γεγεννημένου ζῴου διοίκησις ὑπὸ τριῶν ἀρχῶν γίνεται, μιᾶς μὲν τῆς ἐν τῇ κεφαλῇ κατῳκισμένης ἧς ἔργα καθ’ ἑαυτὴν μὲν ἥ τε φαντασία καὶ ἡ μνήμη καὶ 〈ἡ ἀνάμνησις, ἐπιστήμη τε καὶ〉 νόησις καὶ δια‐ | |
5 | νόησις, ἐν δὲ τῷ πρός τι τῆς τ’ αἰσθήσεως ἡγεῖσθαι τοῖς [τ’] αἰσθανομένοις τοῦ ζῴου μέρεσι καὶ τῆς κινήσεως τοῖς κινου‐ | |
μένοις καθ’ ὁρμήν, ἑτέρας δὲ τῆς ἐν τῇ καρδίᾳ καθιδρυμένης, ἧς ἔργα καθ’ ἑαυτὴν μὲν ὁ τόνος ἐστὶ τῆς ψυχῆς καὶ | ||
10 | τὸ μόνιμον ἐν οἷς ἂν ὁ λογισμὸς κελεύσῃ καὶ τὸ ἀήττητον, κατὰ πάθος δ’ 〈ἡ〉 οἷον ζέσις τῆς ἐμφύτου θερμασίας ποθού‐ σης τιμωρήσασθαι τῆς ψυχῆς τηνικαῦτα τὸν ἀδικεῖν δόξαντα, καὶ καλεῖται τὸ τοιοῦτον θυμός, ἐν δὲ τῷ πρός τι θερμασίας ἀρχὴ τοῖς κατὰ μέρος εἶναι μορίοις ἀρτηρίαις τε κινήσεως | |
15 | σφυγμικῆς· τῆς δ’ ὑπολοίπου δυνάμεως ἐν ἥπατι καθιδρυ‐ μένης ἔργα τὰ περὶ τὴν θρέψιν ἅπαντα κατὰ τὸ ζῷον, ὧν μέγιστον μέρος ἐν ἡμῖν τε καὶ πᾶσι τοῖς ἐναίμοις ζῴοις ἐστὶν | |
ἡ τοῦ αἵματος γένεσις. | ||
7.3.3 | τῆς δ’ αὐτῆς ταύτης δυνάμεως καὶ ἡ τῶν ἡδέων ἐστὶν ἀπόλαυσις, ἐν ᾗ σφοδρότερον τοῦ δέοντος κινουμένη τήν τ’ ἀκρασίαν καὶ τὴν ἀκολασίαν ἐργάζεται. ἡ μὲν οὖν ἀπόδειξις ἡ δεικνῦσα τὴν τῶν νεύρων ἀρχὴν | |
5 | εἶναι κατὰ τὴν κεφαλὴν εὐθὺς ἔχει καὶ τὸ μέρος αὐτῆς | |
συνενδεικνύμενον. | ||
7.3.4 | ὄντων γὰρ τοῦ λόγου δυοῖν λημμάτων, ἑνὸς μὲν κατὰ τὴν τοῦ προβλήματος ἔννοιαν ἢ οὐσίαν ἢ φύσιν ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν, ἑτέρου δὲ φαινομένου διὰ τῆς ἀνατομῆς, τούτῳ τῷ φαινομένῳ μετ’ ἀκριβείας | |
5 | γιγνωσκομένῳ συνδιαγιγνώσκεται τῆς κεφαλῆς τὸ μέρος ὅθεν ἡ ἀρχὴ τῶν νεύρων ἐστίν, οὐχ αἱ μήνιγγες ἀλλ’ ἐγκέφαλος. | |
7.3.5 | ἕκαστον γὰρ τῶν ἀποφυομένων νεύρων τριπλοῦν τὴν οὐσίαν ἐστί· τὸ μέσον μὲν γὰρ αὐτοῦ καὶ διὰ βάθους, ὅπερ ἀνάλογόν ἐστι τῇ τῶν δένδρων ἐντεριώνῃ, τὴν ἀρχὴν τῆς γενέσεως ἔχον ἐξ ἐγκεφάλου, περιεχόμενον δ’ ἐν κύκλῳ προτέρᾳ μὲν τῇ | |
5 | τῆς λεπτῆς μήνιγγος ἀποφύσει, δευτέρᾳ δὲ τῇ τῆς παχείας. | |
7.3.6 | Ἐρασίστρατος δ’ ἄχρι πολλοῦ τὴν ἔξωθεν μοῖραν ὁρῶν μό‐ νην τοῦ νεύρου τὴν ἀπὸ τῆς παχείας μήνιγγος ὁρμωμένην, ἀπ’ ἐκείνης ᾤετο πεφυκέναι σύμπαν τὸ νεῦρον καὶ μεστά γε τὰ πλεῖστα τούτου τῶν συγγραμμάτων ἐστὶν ἀπὸ τῆς περιε‐ | |
5 | χούσης τὸν ἐγκέφαλον μήνιγγος πεφυκέναι φάσκοντος τὰ | |
7.3.7 | νεῦρα. ἀλλ’ ὅτε πρεσβύτης ὢν ἤδη καὶ σχολὴν ἄγων μόνοις τοῖς τῆς τέχνης θεωρήμασιν ἀκριβεστέρας ἐποιεῖτο τὰς ἀνα‐ τομάς, ἔγνω καὶ τὴν οἷον ἐντεριώνην τῶν νεύρων ἀπ’ ἐγκε‐ | |
φάλου πεφυκυῖαν. | ||
7.3.8 | ἔχει δ’ ἡ ῥῆσις αὐτοῦ τόνδε τὸν τρό‐ πον· “ἐθεωροῦμεν δὲ καὶ τὴν φύσιν τοῦ ἐγκεφάλου καὶ ἦν ὁ μὲν ἐγκέφαλος διμερής, καθάπερ καὶ τῶν λοιπῶν ζῴων, καὶ κοιλίαι παραμήκεις τῷ εἴδει κείμεναι· συν‐ | |
5 | τέτρηντο δ’ αὗται εἰς μίαν κατὰ τὴν συναφὴν τῶν μερῶν· ἐκ δὲ ταύτης ἔφερεν εἰς τὴν ἐπεγκρανίδα καλουμένην καὶ | |
7.3.9 | ἐκεῖ ἑτέρα ἦν μικρὰ κοιλία. διαπέφρακτο δὲ ταῖς μήνιγξιν ἕκαστον τῶν μερῶν· ἥ τε γὰρ ἐπεγκρανὶς διεπέφρακτο αὐτὴ καθ’ ἑαυτὴν καὶ ὁ ἐγκέφαλος παραπλήσιος ὢν νήστει καὶ πολύπλοκος, πολὺ δ’ ἔτι μᾶλλον τούτου ἡ ἐπεγκρανὶς πολ‐ | |
5 | λοῖς ἑλιγμοῖς καὶ ποικίλοις κατεσκεύαστο. | |
7.3.10 | ὥστε μαθεῖν 〈ἐκ〉 τούτων τὸν θεωροῦντα ὅτι ὥσπερ ἐπὶ τῶν λοιπῶν ζῴων, ἐλάφου τε καὶ λαγωοῦ καὶ εἴ τι ἄλλο κατὰ τὸ τρέχειν πολύ τι τῶν λοιπῶν ζῴων ὑπεραίρει τοῖς πρὸς ταῦτα χρησίμοις εὖ κατε‐ | |
5 | σκευασμένον μυσί τε καὶ νεύροις, οὕτω καὶ ἀνθρώπῳ, ἐπειδὴ τῶν λοιπῶν ζῴων πολὺ τῷ διανοεῖσθαι περίεστι, πολὺ τοῦτ’ ἔστι 〈καὶ〉 πολύπλοκον. ἦσαν δὲ καὶ ἀποφύ‐ σεις τῶν νεύρων αἱ πᾶσαι ἀπὸ τοῦ ἐγκεφάλου, καὶ καθ’ ὅλον | |
εἰπεῖν ἀρχὴ φαίνεται εἶναι τῶν κατὰ τὸ σῶμα ὁ ἐγκέφαλος. | ||
7.3.11 | ἥ τε γὰρ ἀπὸ τῶν ῥινῶν γιγνομένη αἴσθησις συντέτρητο ἐπὶ τοῦτον καὶ αἱ ἀπὸ τῶν ὤτων. ἐφέροντο δὲ καὶ ἐπὶ τὴν γλῶσσαν καὶ ἐπὶ τοὺς ὀφθαλμοὺς ἀποφύσεις ἀπὸ τοῦ ἐγκε‐ | |
7.3.12 | φάλου.” ἐν τούτοις ὁ Ἐρασίστρατος ὁμολογεῖ τὸ πρότερον ἀγνοούμενον ἑαυτῷ σαφῶς ἑωρακέναι τηνικαῦτα, τῶν νεύρων ἕκαστον ἐξ ἐγκεφάλου φυόμενον. ἀκριβῶς δὲ καὶ περὶ τῶν τεττάρων αὐτοῦ κοιλιῶν ἔγραψεν, ἃς οὐδ’ αὐτὰς ἔτει τῷ | |
5 | πρότερον εἶδεν. | |
7.3.13 | εἰ δὲ κἀπὶ τῶν ζώντων ζῴων ἐπεποίητο τὴν πεῖραν ἣν ἡμεῖς οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ πάνυ πολλά‐ κις ἐποιησάμεθα, βεβαίως ἂν ἔγνω τὴν μὲν σκληρὰν καὶ παχεῖαν μήνιγγα σκέπης ἕνεκεν γεγενημένην ἐγκεφάλου, τὴν | |
5 | δὲ μαλακὴν καὶ λεπτὴν καὶ τούτου μὲν αὐτοῦ χάριν, ἔτι δὲ μᾶλλον ὑπὲρ τοῦ συνδεῖν ἅπαντα τὰ κατὰ τὸν ἐγκέφαλον | |
7.3.14 | ἀγγεῖα, τὰς ἀρτηρίας καὶ τὰς φλέβας. τίνα δέ ἐστιν ἃ χρῆ‐ ναί φημι τεθεᾶσθαι κατὰ τὰς ἀνατομὰς εἰς τὴν τῶν τοιού‐ των δογμάτων εὕρεσιν, ἐπὶ πλέον μὲν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται, μνημονεύσω δὲ καὶ νῦν αὐτῶν τοσούτου | |
5 | μέρους ὅσον εἰς τὰ παρόντα μάλιστ’ ἐστὶ χρήσιμον. | |
7.3.15 | ἐκκο‐ πέντος τοῦ τῆς κεφαλῆς ὀστοῦ ζῶντος ἔτι τοῦ ζῴου καὶ γυμνῆς τῆς παχείας μήνιγγος γενομένης ἐὰν ἑκατέρωθεν τῆς μέσης εὐθείας, καθ’ ἣν ἐγκαταβαίνει τῷ ἐγκεφάλῳ διπλου‐ | |
5 | μένη, δι’ ἀγκίστρων ἀνατείνας αὐτὴν ἢ τέμῃς μόνον ἢ ἐκτέ‐ μῃς ὅλην, οὔτ’ ἀναίσθητον οὔτ’ ἀκίνητον γίγνεται τὸ ζῷον, ὥσπερ οὐδ’ εἰ τὸ σκέπον αὐτῆς μέρος ὅλον τὸν ὄπισθεν | |
7.3.16 | ἐγκέφαλον ἢ τέμοις μόνον ἢ ἐκτέμοις. οὐ μὴν οὐδ’ εἰ τὸν ἐγκέφαλον αὐτὸν ὁπωσοῦν ἐκτέμνοις, οὐδ’ οὕτως τὸ ζῷον ἀκίνητον ἢ ἀναίσθητον γίγνεται, πρὶν ἐπί τινα τῶν κοιλιῶν | |
αὐτοῦ τὴν τομὴν ἐξικέσθαι. | ||
7.3.17 | μάλιστα μὲν οὖν ἡ ὀπίσω βλάπτει τὸ ζῷον, ἐφεξῆς δ’ ἡ μέση· τῶν προσθίων δ’ ἑκα‐ τέρα βραχυτέραν ἐργάζεται τὴν βλάβην καὶ μᾶλλον μὲν ἐπὶ | |
7.3.18 | τῶν πρεσβυτέρων ζῴων, ἧττον δ’ ἐπὶ τῶν νέων. τὰ δ’ αὐτὰ ταῖς εἰς τὰς κοιλίας τομαῖς αἱ κατ’ αὐτῶν ἐργάζονται θλί‐ ψεις, ἃς οὐδ’ ἐπιτηδευόντων, ἀλλὰ καὶ πάνυ φυλαττομένων ὁρῶμεν ἐνίοτε γιγνομένας ἐπὶ τῶν ἀνατιτραμένων ἀνθρώπων, | |
5 | ὅταν τὰ τῆς κεφαλῆς ὀστᾶ καταγῶσιν. | |
7.3.19 | ἐκ τούτων οὖν τῶν φαινομένων ἴσως ἄν τις ὑπονοήσειε τὸ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πνεῦμα δυοῖν θάτερον, εἰ μὲν ἀσώματός ἐστιν ἡ ψυχή, τὸ πρῶτον αὐτῆς ὑπάρχειν, ὡς ἂν εἴποι τις, οἰκητή‐ | |
5 | ριον, εἰ δὲ σῶμα, τοῦτ’ αὐτὸ [πνεῦμα] τὴν ψυχὴν εἶναι. | |
7.3.20 | ἀλλ’ ὅταν γε συναχθεισῶν τῶν κοιλιῶν ὀλίγον ὕστερον αὖθις αἰσθάνηται καὶ κινῆται τὸ ζῷον, οὐκέτ’ 〈οὐδέτερον〉 οἷόν τε | |
7.3.21 | φάναι τῶν εἰρημένων ὑπάρχειν τουτὶ τὸ πνεῦμα. βέλτιον οὖν ὑπολαβεῖν ἐν αὐτῷ μὲν τῷ σώματι τοῦ ἐγκεφάλου τὴν | |
ψυχὴν οἰκεῖν, ἥτις ποτ’ ἂν ᾖ κατὰ τὴν οὐσίαν (οὔπω γὰρ | ||
5 | περὶ τούτου σκέψις ἥκει), τὸ πρῶτον δ’ αὐτῆς ὄργανον εἴς τε τὰς αἰσθήσεις ἁπάσας τοῦ ζῴου καὶ προσέτι τὰς καθ’ ὁρμὴν κινήσεις τοῦτ’ εἶναι τὸ πνεῦμα, διὸ καὶ κενωθέν, ἄχρις ἂν αὖθις ἀθροισθῇ, τὴν μὲν ζωὴν οὐκ ἀφαιρεῖσθαι | |
7.3.22 | τὸ ζῷον, ἀναίσθητον δὲ καὶ ἀκίνητον ἐργάζεσθαι. καίτοι γε, εἴπερ ἦν αὐτὸ ἡ τῆς ψυχῆς οὐσία, συνδιεφθείρετ’ ἂν αὐτῷ | |
κενουμένῳ παραχρῆμα τὸ ζῷον. | ||
7.3.23 | εὔλογον οὖν γεννᾶσθαι μὲν τουτὶ τὸ πνεῦμα κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου καὶ διὰ τοῦτο ἐκεῖσε τελευτᾶν ἀρτηριῶν τε καὶ φλεβῶν οὐκ ὀλίγον πλῆθος, ἐξ οὗ τὰ καλούμενα χοριοειδῆ πλέγματα γέγονεν, | |
7.3.24 | ὄργανον δ’ ὡς ἔφην εἶναι τὸ πρῶτον αὐτὸ τῆς ψυχῆς. ἔτι δ’ ἂν μᾶλλον ἐλπίσαις γίγνεσθαι τὸ πνεῦμα τοῦτο τῶν ἀγγείων ἀναπνεόντων αὐτὸ καὶ μάλιστα τῶν ἀρτηριῶν εἰς τὰς κοιλίας τοῦ ἐγκεφάλου, τὸ δικτυοειδὲς ἰδὼν πλέγμα γιγνόμενον ἐκ τῶν | |
5 | ἐρχομένων εἰς τὴν κεφαλὴν ἀρτηριῶν, ὅταν πρῶτον ὑπερβᾶ‐ σαι τὸ κρανίον ἐντὸς αὐτοῦ γένωνται κατὰ τὴν καλουμένην | |
ἐγκεφάλου βάσιν. | ||
7.3.25 | ἐνταῦθα γὰρ οὐκ ὀλίγην χώραν ἡ φύσις οἷον θαλάμην τινὰ τῷ δικτυοειδεῖ τῷδε παρεσκεύασε πλέγματι περιεχομένην ὑπὸ τῆς παχείας μήνιγγος, εἰς ἣν χώραν ἀπὸ τῶν καρωτίδων ὀνομαζομένων ἀρτηριῶν οὐ σμικρά τις | |
5 | ἀφικνουμένη μοῖρα, καθ’ ἑκάτερον μέρος ἓν ἀγγεῖον, εἶτα κατασχιζόμεναι πολυειδῶς οὐχ ἁπλοῦν ἐργάζονται καὶ τὸ δίκτυον, ἀλλ’ ἐπ’ ἀλλήλοις κείμενα πολλὰ μετὰ τοῦ συνῆφθαί τε καὶ | |
συμπεφυκέναι πάντα. | ||
7.3.26 | καὶ πάλιν γε κατὰ τοῦ πλέγματος τοῦδε τηλικοῦτον ζεῦγος ἀρτηριῶν ἐκφυόμενον ἡλίκον ἐξ ἀρχῆς ἦν τὸ παρὰ τῶν καρωτίδων ἧκον, εἰς τὸν ἐγκέφαλον ἀνα‐ φέρεται τά τ’ ἄλλα μέρη διαπλέκον αὐτοῦ παμπόλλαις ἀπο‐ | |
7.3.27 | νεμήσεσι καὶ τὰ κατὰ τὰς κοιλίας ἐργαζόμενον πλέγματα. τὸ μὲν οὖν κατὰ τὰς ἀρτηρίας πνεῦμα ζωτικόν ἐστί τε καὶ προσαγορεύεται, τὸ δὲ κατὰ τὸν ἐγκέφαλον ψυχι‐ κόν, οὐχ ὡς οὐσία ψυχῆς ὑπάρχον, ἀλλ’ ὡς ὄργανον πρῶτον | |
5 | αὐτῆς οἰκούσης κατὰ τὸν ἐγκέφαλον, ὁποία τις ἂν ᾖ τὴν οὐ‐ | |
σίαν. | ||
7.3.28 | ὥσπερ δὲ τὸ ζωτικὸν πνεῦμα κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν γεννᾶται τὴν ὕλην ἔχον τῆς γενέσεως ἔκ τε τῆς εἰσπνοῆς καὶ τῆς τῶν χυμῶν ἀναθυμιάσεως, οὕτω τὸ ψυχικὸν ἐκ τοῦ ζωτικοῦ κατεργασθέντος ἐπὶ πλέον ἔχει τὴν | |
5 | γένεσιν· ἐχρῆν γὰρ δήπου μᾶλλον ἁπάντων αὐτὸ μεταβολῆς | |
ἀκριβοῦς τυχεῖν. | ||
7.3.29 | εἴπερ οὖν τό τε σπέρμα καὶ τὸ γάλα, καί‐ τοι γ’ ἀπολειπόμενα τῇ δυνάμει τοῦ ψυχικοῦ πνεύματος, ὅμως ἡ φύσις ἀκριβῶς κατεργάζεσθαι δεομένη πολυχρόνιον αὐτοῖς ἐμηχανήσατο τὴν ἐν τοῖς πεπτικοῖς ὀργάνοις διατριβὴν | |
5 | καὶ διὰ τοῦτο τῷ μὲν σπέρματι τὴν πρὸ τῶν ὄρχεων ἕλικα παρεσκεύασε, τῷ δὲ γάλακτι τὸ μῆκος τῶν εἰς τοὺς τιτθοὺς ἰόντων ἀγγείων, εἰκότως καὶ κατὰ τὸν ἐγκέφαλον ἐκ τοῦ ζωτι‐ κοῦ πνεύματος ἐργαζομένη τὸ ψυχικὸν οἷον λαβύρινθόν τινα ποικίλον ἐδημιούργησε πλησίον ἐγκεφάλου τὸ δικτυοει‐ | |
10 | δὲς πλέγμα. | |
7.3.30 | τοῦτό τε οὖν αὐτὸ τῆς κατασκευῆς τῶν μορίων ἐνδειξαμένης ἐδιδάχθημεν, ὅτι τε τὸ ψυχικὸν πνεῦμα μήτ’ οὐσία ψυχῆς ἐστι μήτε οἶκος αὐτῆς, ἀλλ’ ὄργανον πρῶτον, ἐκ τοῦ κενωθέντος αὐτοῦ κατὰ τὰς τρώσεις αὐτίκα μὲν οἷόνπερ | |
5 | νεκρὸν γίγνεσθαι τὸ ζῷον, ἀθροισθέντος δὲ αὖθις ἀναβιώ‐ σκεσθαι· καὶ πάνθ’ ἁπλῶς ὅσαπερ εἴρηταί τε καὶ μέλλει λεχθήσεσθαι, τὰ μὲν ἐκ τῆς τῶν μορίων κατασκευῆς, τὰ δὲ ἐκ τῶν ἑπομένων συμπτωμάτων ἐπὶ ταῖς τομαῖς ἢ θλίψεσιν | |
ἔχει τὴν εὕρεσιν. | ||
7.3.31 | αὐτίκα γέ τοι τῶν κατὰ τὸν ἐγκέφαλον πόρων οἱ μὲν διὰ τῆς καλουμένης χώνης εἰς ὑπερῴαν καθή‐ κουσιν, οἱ δ’ εἰς τὴν ἀρχὴν τῆς ῥινὸς τελευτῶσιν, οἱ δ’ ἐν | |
7.3.32 | τοῖς ὀπτικοῖς φαίνονται νεύροις. καί τις ἄλλος εἷς ἀζυγὴς ἐμβάλλει τῇ πρώτῃ γενέσει τοῦ νωτιαίου, καθ’ ὃ μέρος μά‐ λιστα τῆς παχείας μήνιγγος τρωθείσης ὁ πόρος ὅλος γίγνεται γυμνὸς ἅμα τῷ πέρατι τῆς ὄπισθεν ἐγκεφάλου κοιλίας, ὅπερ | |
5 | οὐχ ἥκιστα τὸν Ἐρασίστρατον ἠπάτησεν, ὡς οἰηθῆναι διὰ | |
τὴν τῆς μήνιγγος τρῶσιν ἀκίνητον αὐτίκα γίγνεσθαι τὸ ζῷον· ἑώρα γὰρ ἐπὶ τῶν κατὰ τὸν πρῶτον σπόνδυλον τιτρωσκο‐ μένων βοῶν ἅμα τῷ διαιρεθῆναι τὴν μήνιγγα ἀκίνητον αὐ‐ | ||
7.3.33 | τίκα τὸ ζῷον γινόμενον. ἀλλ’ οὐ τῷ πάθει τῆς μήνιγγος, ἀλλὰ τῷ γυμνοῦσθαι τὴν ὀπίσω κοιλίαν γίγνεται τοῦτο. δῆλον δ’ ἐστὶν ἐκ τοῦ κατὰ πάντα τἆλλα μέρη τὴν μήνιγγα μηδὲν | |
7.3.34 | τοιοῦτον τιτρωσκομένην ἐργάζεσθαι. περὶ μὲν οὖν τῆς ὅλης φύσεως ἐγκεφάλου δι’ ἑτέρων λέγεται πραγματειῶν, τὰ μὲν ἐξ ἀνατομῆς φαινόμενα κατὰ τὴν τῶν ἀνατομικῶν ἐγχειρή‐ σεων, ἡ δὲ χρεία τῆς κατασκευῆς ἑκάστου τῶν μελῶν ἐν τῇ | |
5 | περὶ χρείας μορίων εἴρηται, οὐκ ὀλίγα δὲ κἀν τοῖς περὶ τῆς | |
Ἱπποκράτους ἀνατομῆς ὑπομνήμασιν· ἐν δὲ τῷ παρόντι τὰ | ||
7.3.35 | χρήσιμα μόνα πρὸς τὰ προκείμενα διέρχομαι. τῶν γάρ τοι νεύρων ἐκπεφυκότων ἐγκεφάλου τε καὶ τῶν περικειμένων αὐτῷ μηνίγγων διὰ μὲν τῆς κατὰ τὸν ἐγκέφαλον ἀποφύσεως ἥ τ’ αἴσθησις ἅπασι τοῖς μέλεσι καὶ ἡ κίνησις χορηγεῖται, ὃ | |
5 | δ’ ἑκατέρας τῶν μηνίγγων ἐστὶν ἀποβλάστημα, τὴν αὐτὴν χρείαν παρέχει τοῖς νεύροις ἥνπερ ἐγκεφάλῳ παρεῖχον ἐκεῖ‐ | |
ναι. | ||
7.3.36 | διὸ κἂν ἄμφω περιέλῃς οὐδὲν βλάπτεται τὸ μόριον εἰς ὃ τὸ νεῦρον ἀφικνεῖται, καθάπερ οὐδ’ εἰ τὸν ἐγκέφαλον αὐτὸν ἀφέλοιο τὰς ἔξωθεν μήνιγγας· οὐδὲν γὰρ οὐδ’ ἐπὶ ταύταις βλάπτεται τὸ ζῷον ἔν γε τῷ παραυτίκα· χρόνῳ δ’ ὕστε‐ | |
5 | ρον εἰ κατὰ συμπάθειαν ἕπεται κίνδυνος, οὐδὲν τούτων | |
ἐστὶ πρὸς τὸ ζητούμενον. | ||
7.4.1 | Πότερον οὖν, ὥσπερ ἐπὶ τῶν κοιλιῶν τοῦ ἐγκεφάλου κενωθέντος τοῦ πνεύματος ὅλον τὸ ζῷον ἀναίσθητον ἐγίνετο καὶ διὰ τοῦτ’ ἔφαμεν αὐτὸ χρήσιμον ὑπάρχειν εἰς τὰς τῶν μορίων αἰσθήσεις τε καὶ κινήσεις, οὕτως ἡγητέον ἐστὶ καὶ | |
5 | καθ’ ἕκαστον νεῦρον εἶναί τι πνεῦμα; καὶ πότερον ἐγχώριόν γέ τι καὶ σύμφυτον αὐτοῖς εἶναι τοῦτο, [τὸ] πληττόμενον ὑπὸ τοῦ παρὰ τῆς ἀρχῆς ἥκοντος ὥσπερ ἀγγέλου τινός, ἢ σύμφυτον | |
μὲν ἔνεστιν αὐτοῖς οὐδέν, ἐπιρρεῖ δ’ ἐξ ἐγκεφάλου κατ’ ἐκεῖ‐ | ||
10 | νον τὸν καιρὸν ἐν ᾧ κινῆσαι προαιρούμεθα τὸ μέρος; ἐγὼ μὲν οὐκ ἔχω προχείρως ἀποφήνασθαι, προκείσθω δ’ ἐν κοινῷ σκοπεῖσθαι καὶ ταῦτα μὲν ἄμφω τὰ νῦν εἰρημένα καὶ πρὸς τοῖσδε τρίτον ἡ κατὰ ποιότητα τῶν συνεχῶν ἀλλοίωσις, ὅπερ αἰνίτ‐ τεσθαί μοι δοκοῦσιν οἱ κατὰ δύναμιν ἐπιρρεῖν τινα χωρὶς οὐσίας | |
15 | φάσκοντες. | |
7.4.2 | αἱ γὰρ κατ’ ἀλλοίωσιν εἰς τὰ συνεχῆ σώματα διαδόσεις τῶν ποιοτήτων ἐπιρροαὶ δυνάμεως ὑπ’ αὐτῶν λέ‐ γονται, καθάπερ ὅταν ἐπὶ τοῦ περιέχοντος ἀέρος ἐκ τῆς ἡλιακῆς αὐγῆς ὁρμηθεῖσά τις ποιότητος εἰς ἅπαν αὐτοῦ μέρος | |
5 | ἀφικνῆται διάδοσις, αὐτῆς τῆς οὐσίας τοῦ ἡλίου μενούσης κατὰ χώραν· ἐπιδέδεικται γὰρ ἡμῖν τοῦτο κατὰ τὴν περὶ τῆς ἀπο‐ | |
δείξεως πραγματείαν. | ||
7.4.3 | οὔκουν οἷόν τε προχείρως ἀποφήνασθαι πότερον οὕτως ἐξ ἐγκεφάλου δύναμις ἐπιρρεῖ τοῖς μέλεσι διὰ νεύρων, ἢ τῆς τοῦ πνεύματος οὐσίας παραγινομένης ἄχρι τῶν αἰσθανομένων καὶ κινουμένων μορίων, ἢ μέχρι τινὸς ἐμπι‐ | |
5 | πτούσης τοῖς νεύροις ὡς ἀλλοιῶσαι σφοδρῶς αὐτά, κἄπειθ’ οὕτως τῆς ἀλλοιώσεως ἄχρι τῶν κινουμένων μελῶν διαδιδο‐ | |
7.4.4 | μένης. τοιοῦτον γοῦν τι καὶ κατὰ τὴν ὀπτικὴν αἴσθησιν ἐν | |
τοῖς περὶ τῆς ἀποδείξεως ἐδείχθη γιγνόμενον. ὅτι γὰρ ἐπ’ ἐκεί‐ νων τῶν νεύρων αὐγοειδὲς φέρεται πνεῦμα τρήματα ἐχόν‐ | ||
5 | των σαφῆ κατά τε τὴν ἄνωθεν ἀρχὴν καὶ τὴν εἰς τοὺς ὀφθαλμοὺς ἔμφυσιν, ἐν ταῖς τῶν μεγάλων ζῴων ἀνατομαῖς | |
7.4.5 | ἐστι θεάσασθαι. τὸ μὲν οὖν κάτω καὶ πρὸς τοῖς ὀφθαλ‐ μοῖς οἱ πλεῖστοι τῶν ἀνατομικῶν ἐγνώκασιν, ἡ δ’ ἄνωθεν ἀρχὴ τῶνδε τῶν νεύρων σχεδὸν ἅπασιν αὐτοῖς ἠγνόηται κατὰ τὴν εἰς τὸ πλάγιον ἐπιστροφὴν οὖσα τῶν προσθίων | |
5 | κοιλιῶν. | |
7.4.6 | ἑκατέρας γὰρ αὐτῶν στενὴν καὶ προμήκη τὴν κάτω τελευτὴν ἐχούσης, ἔνθα τῶν τῆς ῥινὸς πόρων ἐστὶν ἡ ῥίζα, τὸ δὲ ἄνω πέρας, ὃ πρὸς τὴν μέσην ἀνήκει κοιλίαν, εὐρυνό‐ μενον, ἐπιστροφή τις ἐντεῦθεν εἰς τὸ πλάγιον γίγνεται ῥέπουσα | |
7.4.7 | βραχὺ πρός τε τὸ κάτω καὶ τὴν βάσιν. οὐ μὴν ἐξικνοῦνταί γ’ ἐπ’ ἐκείνην, ἀλλὰ κατ’ ὀλίγον στενωθεῖσαι παύονται κέρατος δίκην οὐκ ἀκριβῶς εὐθέος ἀλλ’ ἀτρέμα πως ἀπο‐ | |
7.4.8 | στρεφομένου. πρὸς τοῦτ’ οὖν τὸ πέρας τῶν κοιλιῶν ἀνήκει | |
τῶν ὀπτικῶν νεύρων ἡ ἀρχὴ τρῆμα δυσθεώρητον ἔχουσα. | ||
7.4.9 | θεάσῃ δὲ αὐτὸ τριῶν τούτων στοχασάμενος, ἑνὸς μὲν τοῦ μέγα τὸ ζῷον εἶναι, δευτέρου δὲ τοῦ παραχρῆμα μετὰ τὸν θάνατον ἀνατέμνεσθαι καὶ τρίτου τοῦ τὸν πέριξ ἀέρα φωτει‐ | |
7.4.10 | νὸν εἶναι. ἐὰν γὰρ ἐπὶ τούτοις οὕτω παρεσκευασμένοις γυμνώσῃς ἐπιτηδείως τὸ πέρας τῆς κοιλίας ἀφελὼν ἅπαντα τὰ κατ’ αὐτῆς ἐπικείμενα σώματα χωρὶς τοῦ διασπάσαι τε καὶ θλάσαι τὴν ἔκφυσιν τοῦ νεύρου, θεάσῃ τὸ κατὰ τὴν | |
5 | ἀρχὴν αὐτοῦ τρῆμα. | |
7.4.11 | ὅτι μὲν οὖν φέρεταί τι πνεῦμα διὰ τῶν πόρων τούτων ἐπὶ τοὺς ὀφθαλμούς, ἥ τε κατασκευή σε διδάσκει καὶ προσέτι τὸ κλεισθέντος μὲν αὐτῶν ἑνὸς εὐρύ‐ νεσθαι θατέρου τὴν κόρην, ἀνοιχθέντος δέ, παραχρῆμα πάλιν | |
7.4.12 | εἰς τὸ κατὰ φύσιν ἐπανέρχεσθαι μέγεθος. ὅτι τε γὰρ ὑπό τινος οὐσίας διατεινομένου τοῦ ῥαγοειδοῦς χιτῶνος ἐν τῷ πληροῦσθαι τὴν ἔνδον αὐτοῦ χώραν ἀναγκαῖόν ἐστιν εὐρύ‐ νεσθαι τῷ κατὰ τὴν κόρην τρήματι καὶ ἄλλως ἀμήχανον, ὅτι | |
5 | τε τὸ τάχος τῆς κενώσεώς τε καὶ πληρώσεως οὐχ ὑγροῦ τινος ἐπιρρέοντος [τε], ἀλλὰ μόνης ἐστὶ πνευματικῆς ἔργον οὐσίας, οὐ | |
χαλεπὸν συνιδεῖν. | ||
7.4.13 | ἐπεὶ δ’ ἐς ταὐτὸ ἀμφότεροι οἱ πόροι παρα‐ γίγνονται, καὶ γὰρ καὶ τοῦτ’ ἐναργῶς φαίνεται διὰ τῆς ἀνατο‐ μῆς, εἰκός ἐστι τὴν κοινὴν χώραν ἐξ ἀμφοτέρων τῶν πόρων τὸ πνεῦμα δεχομένην ἐν τῷ μύσαι τὸν ἕτερον ὀφθαλμὸν ἐπι‐ | |
7.4.14 | πέμπειν τῷ λοιπῷ σύμπαν αὐτό. μέγιστον δὲ μαρτύριον τοῦ λεγομένου καὶ τὸ τῶν ὑποκεχυμένων, οἷς μὲν ἂν εὐρύνη‐ ται τὸ τρῆμα κλεισθέντος θατέρου τῶν ὀφθαλμῶν, ἔτι σώ‐ ζεσθαι τὴν ὀπτικὴν δύναμιν, οἷς δ’ ἂν μὴ γίγνηται τοῦτο, | |
5 | τελέως ἀπολωλέναι καὶ διὰ τοῦτο, κἂν καλῶς καταχθῇ τὸ | |
ὑπόχυμα, μὴ βλέπειν αὐτούς. | ||
7.4.15 | ἄλλοις δέ τισι συνέβη μὴ βλέπειν ὑποχύματος χωρίς, ἐφ’ ὧν εἰ κλεισθείη θατέρου τὸ βλέφαρον, ἡ κόρη τὸν ἴσον ὁρᾶται κύκλον ἔχουσα τῷ πρόσθεν, ὡς ἂν μηκέτι πνευματικῆς οὐσίας ἀφικνουμένης εἰς τὸν | |
5 | ὀφθαλμόν, ὑφ’ ἧς διατείνεται πληρούμενος ἔνδοθεν ὁ ῥαγοει‐ | |
7.4.16 | δὴς χιτών. εἰκότως οὖν ἐπὶ τούτων ἐμπεφράχθαι τοὺς πόρους | |
τῶν ὀπτικῶν νεύρων ὑπὸ πολλῶν εὐδοκίμων ἰατρῶν εἴρηται. | ||
7.4.17 | καὶ οἶδά γέ τινα τῶν οὕτω παθόντων διηγούμενον ἡμῖν ὡς πρὶν μὲν παθεῖν ἐπὶ τοῖς ὕπνοις ἀνοιχθέντων τῶν βλεφά‐ ρων ἑώρα φῶς πολὺ πρὸ τῶν ὀφθαλμῶν, ὅπερ ἀμέλει κἀμοὶ καὶ πολλοῖς ἄλλοις ὑπάρχει, κατὰ βραχὺ δ’ ἔφη μειωθῆναι | |
5 | τό τε φῶς αὐτὸ μέχρι τοῦ μηδ’ ὅλως ἔτι φαίνεσθαι, καὶ τὴν ὀπτικὴν αἴσθησιν ἀμαυρουμένην ὁμοίως εἰς ἀπώλειαν ἀφι‐ | |
κέσθαι παντελῆ. | ||
7.4.18 | λέουσι δὲ καὶ παρδάλεσι καὶ τῶν ἄλλων ζῴων οἷς αὐγοειδής ἐστιν ἱκανῶς ὁ ὀφθαλμός, ἔνεστί σοι θεάσασθαι νύκτωρ, ὅταν ἐπιστρέψωσι τὴν κόρην ἐπὶ τὴν ῥῖνα, κύκλον αὐγῆς ἐπ’ αὐτῆς φαινόμενον, ὡς ἀναλογίσασθαι το‐ | |
5 | σοῦτον ἀπὸ τῆς κόρης ἐν τῷ μεταξὺ τὸν ὀπτικὸν ηὐξῆσθαι κῶνον, ἡλίκος ἂν ᾖ κατὰ τὴν ἀναλογίαν τοῦ διαστήματος ὁ | |
7.4.19 | κύκλος αὐτῆς. τοῖς μὲν γὰρ μείζονα τοῦτον ἔχουσι φύσει καὶ ὁ τῆς αὐγῆς κύκλος μείζων φαίνεται, τοῖς δ’ ἐλάττονα | |
τοσοῦτον ἀνὰ λόγον ἐλάττων, ὅσον κἀκεῖνος. | ||
7.4.20 | πότερον οὖν ὥσπερ ἐπὶ τοὺς ὀφθαλμοὺς ἀφικνεῖταί τι πνεῦμα διὰ τῶν ὀπτικῶν νεύρων, οὕτω καὶ κατὰ τἆλλα ἔχει σύμπαντα καί τις ὁδός ἐστι καθ’ ἕκαστον αὐτῶν ἀόρατος ὑπὸ σμικρότητος | |
5 | ἢ τοῦτο ἀδύνατον ἐπὶ τῶν ἐν τοῖς νεύροις λεπτοτάτων ὑπάρ‐ | |
7.4.21 | χειν ἰνῶν; δεήσει γὰρ ἡμᾶς ἐπινοῆσαί τι τῷ πόρῳ περικείμενον ἐν κύκλῳ, τὸ τοῦ νεύρου σῶμα, λεπτότερον καὶ τῶν ἀραχνίων, ὥστ’ αὐτό τε διασπασθήσεται τάχιστα καὶ ὁ πόρος ἐμφρα‐ χθήσεται μόνον οὐ καθ’ ἑκάστην ῥοπήν. διὰ ταῦτα μὲν | |
5 | ἡγοῦμαι μὴ πᾶσι τοῖς νεύροις ὑπάρχειν πόρους. | |
7.4.22 | ἴσως οὖν ἐρεῖ τις· “εἴπερ ὅλως ἓν νεῦρον οἷόν τ’ ἐστὶ διακομίζειν τοῖς κάτω μέλεσι τὰς ἀπὸ τῆς ἀρχῆς δυνάμεις ἀκοίλιον ὑπάρχον, | |
7.4.23 | ἐγχωρήσει καὶ πάντα.” τί δήποτ’ οὖν ὅ γε κατὰ τὴν ἔκφυ‐ σιν τοῦ νωτιαίου πόρος αἰσθητός ἐστιν οὕτως ὡς ἐν τοῖς ὀπτικοῖς νεύροις; ἢ ὅτι τῷ μὲν συνεχεῖ ἡ μετάδοσις ἀσθενὴς γίγνεται τῶν δυνάμεων καὶ μάλισθ’ ὅταν ἤτοι μεῖζον ἢ σκλη‐ | |
5 | ρότερον ᾖ τὸ δεχόμενον ἢ σφοδροτέρας ἀλλοιώσεως δεόμε‐ νον, εἰ δέ γε λεπτομεροῦς οὐσίας ἄχρι τινὸς ἔμπτωσις γίγνοιτο | |
μετὰ βίας τε καὶ πληγῆς, αὐξηθήσεται τὰ τῆς ἀλλοιώσεως; | ||
7.4.24 | ἐλέχθη γὰρ ὅτι τοῦτο δὴ τὸ καλούμενον ὑπὸ τῶν πολλῶν διάδοσις δυνάμεως ἀλλοιώσεώς ἐστι μετάδοσις, οἵα καὶ κατὰ | |
7.4.25 | τὸν ἀέρα γίγνεται πρὸς τῆς ἡλιακῆς αὐγῆς. οὕτως γοῦν εἰκός ἐστι καὶ τὸ παραγιγνόμενον εἰς ὀφθαλμοὺς πνεῦμα κατὰ μὲν τὴν πρώτην ἔμπτωσιν ἑνοῦσθαί τε τῷ περιέχοντι καὶ συναλ‐ λοιοῦν αὐτὸ πρὸς τὴν ἰδιότητα τῆς ἑαυτοῦ φύσεως, οὐ μὴν | |
5 | ἐπὶ πλεῖστόν γ’ ἐκτείνεσθαι. | |
7.5.1 | Μάλιστα δ’ ἂν πεισθείη τις τοῦτο γίγνεσθαι μαθὼν ὅπως εὔλογόν ἐστιν ὁρᾶν ἡμᾶς. ἀρχὴ δὲ καὶ τοῦδε τοῦ λόγου τοιάδε· τὸ βλεπόμενον σῶμα δυοῖν θάτερον· ἢ πέμπον τι πρὸς ἡμᾶς ἀφ’ ἑαυτοῦ σὺν ἐκείνῳ καὶ τὴν ἰδίαν ἐνδείκνυ‐ | |
5 | ται διάγνωσιν, ἢ εἴπερ αὐτὸ μηδὲν πέμπει, περιμένει τινὰ | |
7.5.2 | παρ’ ἡμῶν ἀφικέσθαι δύναμιν αἰσθητικὴν ἐφ’ ἑαυτό. πότε‐ ρον οὖν αὐτῶν ἐστιν ἀληθέστερον ὧδ’ ἂν μάλιστα κριθείη· διὰ τοῦ κατὰ τὴν κόρην τρήματος ὁρῶμεν, ὅπερ εἰ περιέμενε πρὸς ἑαυτὸ παραγενέσθαι τινὰ μοῖραν ἢ δύναμιν ἢ εἴδωλον | |
5 | ἢ ποιότητα τῶν ἐκτὸς ὑποκειμένων σωμάτων, οὐκ ἂν τοῦ βλεπομένου τὸ μέγεθος ἐγνώκειμεν, οἷον ὄρους εἰ τύχοι | |
μεγίστου. | ||
7.5.3 | τηλικοῦτον γὰρ εἴδωλον ἐνέπιπτεν 〈ἂν〉 ἀπ’ αὐτοῦ τοῖς ὀφθαλμοῖς ἡμῶν ἡλίκον ἐστὶν αὐτό, ὅπερ παντάπασιν ἄλογον, ἅμα τῷ καὶ κατὰ μίαν ῥοπὴν καιροῦ πρὸς ἕκαστον | |
7.5.4 | τῶν ὁρώντων, εἰ καὶ μυρίοι τύχοιεν ὄντες, ἀφικνεῖσθαι. τὸ δὲ ὀπτικὸν οὐχ οἷόν τε τοσαύτην ῥύσιν ἐκτεινόμενον λαμβά‐ νειν ὡς περιχεῖσθαι παντὶ τῷ βλεπομένῳ σώματι· τοῦτο γὰρ ὅμοιόν ἐστι τῷ τῶν Στωϊκῶν σταλαγμῷ κεραννυμένῳ | |
7.5.5 | τῇ πάσῃ θαλάττῃ. λείπεται οὖν ἔτι τὸν πέριξ ἀέρα τοιοῦ‐ τον ὄργανον ἡμῖν γίγνεσθαι καθ’ ὃν ὁρῶμεν χρόνον, ὁποῖον | |
ἐν τῷ σώματι τὸ νεῦρον ὑπάρχει διὰ παντός. | ||
7.5.6 | τοιοῦτον γάρ τι πάσχειν ἔοικεν ὁ περιέχων ἡμᾶς ἀὴρ ὑπὸ τῆς τοῦ πνεύ‐ ματος ἐκπτώσεως, ὁποῖόν τι καὶ πρὸς τῆς ἡλιακῆς αὐγῆς. | |
7.5.7 | ἐκείνη τε γὰρ ψαύουσα τοῦ ἄνω πέρατος αὐτοῦ διαδίδωσιν εἰς ὅλον τὴν δύναμιν, ἥ τε διὰ τῶν ὀπτικῶν νεύρων ὄψις φερο‐ μένη τὴν μὲν οὐσίαν ἔχει πνευματικήν, ἐμπίπτουσα δὲ τῷ περιέχοντι καὶ τῇ πρώτῃ προσβολῇ τὴν ἀλλοίωσιν ἐργαζομένη | |
5 | διαδίδωσιν ἄχρι πλείστου, συνεχοῦς αὑτῷ δηλονότι τοῦ πέριξ σώματος ὑπάρχοντος, ὡς ἐν ἀκαρεῖ χρόνῳ τὴν ἀλλοίω‐ | |
σιν εἰς ὅλον αὐτὸ διαπέμπειν. | ||
7.5.8 | ἐναργῶς γὰρ τοιοῦτον φαίνε‐ ται κἀπὶ τῆς κατὰ τὸν ἥλιον ὑπάρχον δυνάμεως. θέντες γοῦν τι στερεὸν σῶμα μεταξὺ τὸν ἐφεξῆς ἀέρα βλέπομεν εὐθέως ἀπολλύντα τὴν αὐγήν, ὡς ἐν τῷ μεταβάλλειν φω‐ | |
5 | τοειδῆ γιγνόμενον, οὐκ ἐν τῷ μεταβεβληκέναι διαμένοντα· μόνιμον γὰρ ἂν ἦν τὸ φῶς ἐν αὐτῷ μέχρι πολλοῦ, κἂν | |
7.5.9 | ἤρθη τὸ φωτίζον. οὕτω δὲ καὶ νεύρου τμηθέντος, ὅσον ἂν ἡ τομὴ χωρίσῃ τῆς πρὸς τὸν ἐγκέφαλον συνεχείας, ἀναίσθη‐ | |
τον εὐθέως γίγνεται. | ||
7.5.10 | φαίνεται γοῦν ὅμοιόν τι πάθος ἀμφοτέ‐ ροις συμβαίνειν, τῷ τε νεύρῳ καὶ τῷ πέριξ ἀέρι, κατὰ μὲν τὴν ἑαυτῶν φύσιν ἔχουσιν ἤδη τινὰ ὁμοιότητα, πρὸς δὲ τὸ μεταβάλλον ὁμοιουμένοις ἀκριβῶς ὡσαύτως τῇ συνεχείᾳ καὶ | |
5 | τοῦ πάσχειν ἀεὶ δεομένοις, ὥσπερ ὁ πέριξ ἡμῶν ἀήρ, ὁπότε | |
7.5.11 | φωτίζεται. σαφῶς γοῦν κατ’ αὐτὸν ἡ μὲν θερμασία μέχρι πολλοῦ διαμένει, κἂν χωρισθῇ τὸ θερμαῖνον, ὡσαύτως δὲ καὶ ἡ ψῦξις οὐκέτι παρόντος τοῦ ψύχοντος, ἡ δ’ αὐγὴ παρα‐ | |
7.5.12 | χρῆμα τῷ φωτίζοντι συναπέρχεται. φαίνεται δὲ καὶ κατὰ | |
τὰς ἀρτηρίας ἡ αὐτὴ φύσις. ὁμοίως γοῦν τοῖς νεύροις καὶ αὗ‐ ται διατμηθεῖσαί τε καὶ βρόχῳ διαληφθεῖσαι ἄσφυκτοι γίνον‐ | ||
5 | ται, στερηθεῖσαι οὐχ ὡς Ἐρασίστρατος οἴεται τοῦ 〈πνεύματος τοῦ〉 παρὰ τῆς καρδίας ἐπιπεμπομένου—δέδεικται γὰρ ἐν ἄλλοις ὑφ’ ἡμῶν ἀδύνατον τοῦτο, δειχθήσεταί τε καὶ νῦν ἐν τοῖς ἐφεξῆς, ὡς μηδὲν τῷ λόγῳ λείπειν—, ἀλλὰ τῷ τοὺς χιτῶ‐ νας αὐτῶν συνεχεῖς ὑπάρχοντας τῷ τῆς καρδίας σώματι | |
7.5.13 | παρ’ ἐκείνου τὴν δύναμιν ἐπιρρέουσαν ἴσχειν ἀεί. κοινὸν μὲν οὖν ἁπασῶν ἐστι τῶν αἰσθητικῶν δυνάμεων ἀπ’ ἐγκε‐ φάλου τὴν ἀρχὴν ἐχουσῶν φέρεσθαι διὰ τῶν νεύρων ἄχρι | |
τῶν οἰκείων ὀργάνων· | ||
7.5.14 | ὁμοειδὲς δὲ καὶ κατὰ τὴν οὐσίαν τὸ νεῦ‐ ρον ὑπάρχον τῷ ἐγκεφάλῳ, πλὴν ὅσον ἐπιλήθη δυσπαθείας ἕνεκεν, εὐθὺς μὲν αὐτῷ τούτῳ τοσοῦτον ἀπεχώρησε τῆς ἐγκεφάλου φύσεως ὅσον ἐσκληρύνθη πιληθέν, εὐθὺς δὲ καὶ | |
5 | διὰ τοῦτ’ αὐτὸ δεῖται τῆς ἐκείνου διηνεκοῦς ἐπικουρίας, ὡς εἴ γε τοιοῦτον ἔμενεν οἷόν ἐστιν ὁ ἐγκέφαλος, οὐκ ἂν ἐδεῖτο | |
7.5.15 | τῆς ἐξ αὐτοῦ βοηθείας. αἱ γὰρ τῶν οὐσιῶν ἰδιότητες οἰκείας | |
7.5.16 | ἑαυταῖς ἔχουσι καὶ τὰς τῶν δυνάμεων ἰδιότητας. εἰς ὅσον οὖν ἕκαστον τῶν αἰσθητικῶν ἰδίως ὀνομαζομένων νεύρων ἀποκεχώρηκε τῆς ἐγκεφάλου φύσεως, εἰς τοσοῦτον καὶ τῆς | |
δυνάμεως αὐτοῦ. | ||
7.5.17 | καλεῖται δ’ ἰδίως αἰσθητικὰ νεῦρα τὰ τοῖς αἰσθητικοῖς ὀργάνοις ἐπιπεμπόμενα, μαλακώτερα τῶν ἄλλων ὑπάρχοντα τῶν κινούντων τὰ μόρια, προμηθῶς καὶ τοῦτο | |
7.5.18 | τῆς φύσεως ἐργασαμένης. ἐπειδὴ γὰρ ἡ μὲν αἴσθησις οὐκ ἄνευ τοῦ διατεθῆναί πως τὸ νεῦρον, ἡ δὲ κίνησις ἐν τῷ δρᾶν μόνῳ τὴν ἐνέργειαν ἔχει, κατὰ λόγον ἁπαλώτερον μὲν τὸ αἰσθητικόν, σκληρότερον δὲ τὸ κινητικὸν νεῦρον ἐγένετο. | |
7.5.19 | μέτεστι δὲ καὶ τοῖς κινητικοῖς ἅπασιν αἰσθήσεως ἁπτικῆς, | |
ἐπειδὴ παχυμερές ἐστι τὸ ταύτης αἰσθητόν. | ||
7.5.20 | ἔμπαλιν δὲ τούτῳ τὸ τῆς ὄψεως νεῦρον οὐ τῷ τετρῆσθαι μόνον αἰσθη‐ τῷ τρήματι τὴν ὑπεροχὴν ἐνδείκνυται τῆς δυνάμεως, ἀλλὰ καὶ τῇ μαλακότητι καὶ τῷ μεγέθει καὶ τῷ λύεσθαι πάλιν ἐν | |
5 | ὀφθαλμοῖς γενόμενον ἐξομοιοῦσθαί τε κατὰ πάντα ἐγκεφάλῳ. | |
7.5.21 | καὶ αὐτὸ δὲ τὸ νεῦρον ὅλον, ὅσον ἐστὶν ἐγκεφάλου τε καὶ ὀφθαλ‐ μοῦ μεταξύ, τὸ μὲν ἔνδον ἑαυτοῦ μαλακώτερον ἔχει, τὸ δ’ ἔξω σκληρότερον, ἀμφοτέρων στοχασαμένου τοῦ δημιουργοῦ, τῆς τε κατὰ τὴν ὁδοιπορίαν ἀσφαλείας καὶ τοῦ διασώζειν | |
5 | εἰς ὅσον οἷόν τε τὴν ἐγκεφάλου φύσιν. | |
7.5.22 | εἰκότως οὖν ἁπάν‐ των νεύρων, οὐ μόνον τῶν ἐξ ἐγκεφάλου πεφυκότων ἀλλὰ καὶ τῶν ἐκ τοῦ νωτιαίου, μέγιστον ἀπειργάσθη τὸ τῆς ὄψεως. | |
7.5.23 | ἐξαίρετα γὰρ ἐχρῆν αὐτῷ παρὰ τἆλλα ὑπάρχειν πολλά, τε‐ τρῆσθαί τε διὰ τοῦ βάθους καὶ μαλακῷ μὲν εἶναι κατὰ ταῦτα, σκληρῷ δὲ τὰ πέριξ, ἀφικνεῖσθαί τε δι’ αὐτοῦ πολ‐ λὴν ἐξ ἐγκεφάλου πνευματικὴν οὐσίαν εἰς τὰς χώρας τῶν | |
7.5.24 | ὀφθαλμῶν. τό τ’ οὖν τρῆμα πάντως ἐχρῆν ὑπό τινος οὐσίας περιέχεσθαι στεγανῆς, ἥτις ἄνευ τοῦ παχυνθῆναι τὸ νεῦρον οὐκ ἂν ἐγένετο, τό τε πάχος αὐτοῦ διττὴν ἔχειν ἰδέαν, μαλα‐ | |
κοῦ μὲν ἔνδον, ἔξωθεν δὲ σκληροῦ γενομένου. | ||
7.5.25 | ὅτι δὲ καὶ τὸν ὀφθαλμὸν οὐκ ὀλίγης ἐχρῆν οὐσίας ἐγκεφάλου μετειλη‐ | |
7.5.26 | φέναι, πεισθήσῃ σαφῶς ἀνατεμὼν αὐτόν. εὑρήσεις γὰρ ὑπὸ τοῖς χιτῶσιν ἔνδον ὑγρὰ σφαιροειδῆ διττά, τὸ μὲν οὕτω μαλακὸν οἵαπέρ ἐστιν ὕαλος ἡ μετρίως λυθεῖσα, τὸ δ’ οὕτω | |
7.5.27 | σκληρὸν οἷος ὁ μετρίως παγεὶς κρύσταλλος. ὀνομάζεται δ’ ὑπὸ τῶν ἰατρῶν ὑαλοειδὲς μὲν τὸ μαλακώτερον, κρυσταλλοει‐ δὲς δὲ τὸ σκληρότερον ἀπὸ τῆς πρὸς ὕαλόν τε καὶ κρύσταλ‐ λον ὁμοιότητος, οἷς οὐ μόνον ταῖς συστάσεσιν, ἀλλὰ καὶ ταῖς | |
5 | χροιαῖς ἔοικεν· ἀκριβῶς γάρ ἐστι καθαρὰ καὶ διαυγῆ καὶ | |
λαμπρά. | ||
7.5.28 | πρότερον μὲν οὖν ἐκδέχεται τὸν ἐξ ἐγκεφάλου καθή‐ κοντα πόρον εἰς ἑκάτερον αὐτῶν τὸ ὑαλοειδές, ἐφεξῆς δ’ αὐτῷ τὸ κρυσταλλοειδὲς ἐοικὸς ἀτρέμα πεπλατυσμένῃ σφαίρᾳ. | |
7.5.29 | καὶ τοίνυν ὁ πόρος αὐτὸς ἅμα τῷ περιέχοντι νεύρῳ διεξελ‐ θὼν τὸν ἔξωθεν χιτῶνα κατὰ τὸν ὀφθαλμὸν ἄμφω ταῦτα πάσχει κατὰ τὴν πρώτην ἔμπτωσιν, ἣν εἰς τὴν χώραν αὐτοῦ ποιεῖται· ἐκεῖ μὲν τὸ πνεῦμα κεραννύει τοῖς ὑγροῖς ἕνεκα | |
5 | τοῦ γενέσθαι τὴν οὐσίαν αὐτῶν ὅλην αἰσθητικήν, περιλαμ‐ βάνει δ’ αὖθις λυθείσῃ τε καὶ πλατυνθείσῃ τῇ κατὰ τὸ νεῦ‐ ρον οὐσίᾳ τὸ ὑαλοειδὲς ὑγρὸν ἐμφυόμενος κατὰ τὸ πέρας | |
ἑαυτοῦ τῷ μεγίστῳ κύκλῳ τοῦ κρυσταλλοειδοῦς. | ||
7.5.30 | ὥστε σοι τὸ σχῆμα δόξει τοῦ πλατυνθέντος νεύρου παραπλήσιον ἀμφιβλήστρῳ γεγονέναι· διὸ καὶ προσηγορεύκασιν ἀμφιβλη‐ | |
7.5.31 | στροειδῆ χιτῶνα τουτὶ τὸ σῶμα. καὶ εἰ περιελὼν ὅλον αὐτὸ πειραθείης ὁμοῦ πᾶν ἀθροῖσαι μόριον, ἐγκέφαλός σοι φανεῖ‐ ται, καὶ εἰ δείξαις γέ τινι μὴ τεθεαμένῳ πόθεν ἠθροίσθη, φήσει μέρος ὑπάρχειν ἐγκεφάλου τὸ δεικνύμενον σῶμα καὶ | |
5 | ἀπιστήσει κατὰ τοὺς ὀφθαλμοὺς αὐτὸ περιέχεσθαι. | |
7.5.32 | τοσαύτῃ μὲν ὑπεροχῇ τῆς κατασκευῆς ὀφθαλμὸς κέχρηται παρὰ τἆλλα τῶν αἰσθήσεων ὄργανα· καὶ θαυμαστὸν οὐδὲν εἰς ὅσον αὐτῷ τὸ πρῶτον αἰσθητὸν ἀκριβέστερόν τ’ ἐστὶ καὶ λεπτο‐ | |
5 | μερέστερον ἢ τοῖς ἄλλοις, εἰς τοσοῦτον καὶ τῆς ἐγκεφάλου | |
7.5.33 | φύσεως αὐτὸν ἐπὶ πλέον ἐκείνων μετειληφέναι. οὔτε γὰρ εὑρήσεις αὐτὴν ἔτι τὴν κατὰ τὸν ἐγκέφαλον οὐσίαν ἐν οὐδενὶ τῶν ἄλλων ὀργάνων οὔτε 〈τοῦ〉 κατὰ τὰς κοιλίας, ὡς ἐν αὐτῷ, | |
7.5.34 | πνεύματος ψυχικοῦ τοσοῦτον πλῆθος. εἰκότως δ’ ὡς ἔφην | |
οὕτω κατεσκευάσθη δεόμενος ὀργάνῳ χρῆσθαι τῷ πέριξ ἀέρι. | ||
7.5.35 | καὶ γίγνεται δὲ τοιοῦτον ὄργανον αὐτῷ πρὸς τὴν τῶν αἰσθητῶν οἰκείαν διάγνωσιν οἷον ἐγκεφάλῳ τὸ νεῦρον, ὥσθ’ ὃν ἔχει λόγον ἐγκέφαλος πρὸς τὸ νεῦρον, τοιοῦτον ὀφθαλμὸς | |
7.5.36 | ἔχει πρὸς τὸν ἀέρα. τὸ δ’ οἰκεῖον αἰσθητὸν ὄψεως, ὅπερ καὶ πρῶτον αὐτῆς αἰσθητὸν ὠνόμασα, τὸ τῶν χρωμάτων | |
7.5.37 | ἐστὶ γένος. ἐκείνου μὲν γὰρ πρώτου τε καὶ καθ’ αὑτὴν καὶ μόνη τῶν ἄλλων αἰσθάνεται, καθάπερ ἡ γεῦσις τῶν χυμῶν. | |
7.5.38 | συνδιαγιγνώσκει δ’ αὐτῷ τὸ κεχρωσμένον σῶμα, καθάπερ ἡ | |
γεῦσις τὸ τοὺς χυμοὺς ἔχον· ἀλλ’ ἡ μὲν γεῦσις ὁμοίως ταῖς ἄλλαις αἰσθήσεσιν ἐπὶ τὸ τοῦ ζῴου σῶμα περιμένει παρα‐ | ||
5 | γενέσθαι τὸ αἰσθητόν, ἡ δ’ ὄψις ἐκτείνεται διὰ μέσου τοῦ | |
7.5.39 | ἀέρος ἐπὶ τὸ κεχρωσμένον. ὅθεν αὐτῇ μόνῃ συνδιαγιγνώ‐ σκειν ὑπάρχει τῇ χροιᾷ τοῦ βλεπομένου τό τε μέγεθος αὐτοῦ καὶ τὸ σχῆμα μηδὲ τούτου δυναμένης αἰσθάνεσθαι αἰσθή‐ | |
7.5.40 | σεως ἄλλης, ὅτι μὴ κατὰ συμβεβηκὸς ἐνίοτε τῆς ἁφῆς. ἐξείρ‐ γασται γοῦν τῶν τοιούτων ὁ λόγος ἐν τῷ πέμπτῳ περὶ ἀποδείξεως. | |
7.5.41 | τῇ δ’ οὖν ὄψει πρὸς τοῖς ἄλλοις ὑπάρχει καὶ θέσιν καὶ διά‐ στημα συνδιαγιγνώσκειν τοῦ κεχρωσμένου σώματος οὐδενὸς | |
τῶν ἄλλων αἰσθέσθαι δυναμένου. | ||
7.5.42 | ὅσοι δ’ ἐπι‐ χειροῦσι καὶ ὀσφρήσει καὶ ἀκοῇ τῆς θέσεως τοῦ τὸν ἀτμὸν ἀποπέμποντος σώματος ἢ τοῦ πλήξαντος τὸν ἀέρα μεταδιδό‐ ναι τῆς διαγνώσεως ὅπως ἁμαρτάνουσιν οὐ νῦν καιρὸς ἐρεῖν. | |
7.5.43 | εἴρηται γὰρ ἐπὶ πλεῖστον ὑπὲρ ἁπάντων τῶν κατὰ τὰς δύο αἰσθήσεις φαινομένων ἐν τῷ πέμπτῳ περὶ τῆς ἀποδείξεως, ὥσπερ γ’ ἔφαμεν· ἐν ᾗ πραγματείᾳ γυμνασάμενός τις ἑτοιμότερον | |
7.5.44 | ἀκολουθήσει τοῖς νῦν λεγομένοις. ἐπιδέδεικται γὰρ ἐν ἐκείνοις ἅπαντα μαρτυροῦντα τῷ τὸ βλεπόμενον σῶμα καθ’ ὃν ἂν | |
ὑπάρχῃ τόπον ὁρᾶσθαι. | ||
7.5.45 | φαίνεται δὲ τοῦτ’ ἐναργῶς καὶ δι’ αὐτῆς τῆς αἰσθήσεως· ὅθεν οὐδ’ οἱ γεωμετρικοὶ μετ’ ἀπο‐ δείξεως ἀλλ’ αὐτόθεν ὡς ἐναργὲς αὐτὸ τιθέασι, καίτοι τοῦ γε κατ’ εὐθείας ὁρᾶν ἡμᾶς γραμμὰς ἢ τοῦ τὴν ὄψιν, ἐπει‐ | |
5 | δὰν ἀκριβῶς τινι λείῳ καὶ στίλβοντι προσπέσῃ, κατὰ τὴν ἴσην ἀνακλᾶσθαι γωνίαν ᾗ προσέπεσεν ἀποδείξεις φέρονταί | |
τινες. | ||
7.5.46 | εἴπερ οὖν ἡ ὄψις μόνη τῶν ἄλλων αἰσθήσεων αἰσθά‐ νεται τοῦ κινοῦντος αὐτὴν αἰσθητοῦ διὰ μέσου τοῦ ἀέρος, οὐχ ὡς βακτηρίας τινός, ἀλλ’ ὡς ὁμοειδοῦς τε καὶ συμφυοῦς ἑαυτῇ μορίου καὶ μόνῃ τοῦτ’ ἐξαίρετον αὐτῇ δέδοται μετὰ | |
5 | τοῦ καὶ δι’ ἀνακλάσεως ὁρᾶν, εἰκότως ἐδεήθη πνεύματος ἄνωθεν ἐπιρρέοντος αὐγοειδοῦς, ὃ προσπῖπτον τῷ πέριξ ἀέρι | |
7.5.47 | καὶ οἷον ἐπιπλῆττον αὐτὸν ἑαυτῷ συνεξομοιώσει. δεόντως οὖν ἐροῦμεν αὐγοειδὲς μὲν εἶναι τὸ τῆς ὄψεως ὄργανον, ἀεροειδὲς δὲ τὸ τῆς ἀκοῆς, ἀτμοειδὲς δὲ τὸ τῆς ὀδμῆς καὶ | |
τὸ μὲν τῆς γεύσεως ὑγρόν, τὸ δὲ τῆς ἁφῆς γεῶδες. | ||
7.5.48 | οὐδὲ γὰρ οἷόν τ’ ἦν ἑτέρως ἔχειν αὐτὰ τῆς ἐκ τῶν ὁμοίων ἀλλοιώ‐ σεως χρῄζοντα καὶ τοῦτ’ ἄρ’ ἦν ὃ βούλεται δηλοῦν ὁ Ἐμπεδοκλῆς ἐν οἷς φησι | |
5 | γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δίᾳ, ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον. | |
7.5.49 | αἰσθανόμεθα γὰρ ὄντως τῷ μὲν γεωδεστέρῳ τῶν αἰσθητη‐ ρίων, ὅπερ ἐστὶν ἡ ἁφή, τῆς γεώδους φύσεως ἐν τοῖς αἰσθη‐ τοῖς, τῷ δ’ αὐγοειδεστάτῳ, 〈τῷ〉 τῆς ὄψεως, τῆς αὐγοειδοῦς, καθάπερ γε καὶ τῷ κατὰ τὴν ἀκοὴν ἀεροειδεῖ γιγνομένῳ τῶν | |
5 | ἰδίων ἀέρος παθημάτων ἡ διάγνωσις ἀποτελεῖται. | |
7.5.50 | καὶ μὲν δὴ καὶ τῷ κατὰ τὴν γεῦσιν ὑγρῷ καὶ σπογγοειδεῖ τὴν φύσιν | |
7.5.51 | ὄντι τῶν χυμῶν ἡμῖν αἴσθησις γίγνεται. λοιπὸν δ’ ἐστὶ τὸ τῆς ὀσφρήσεως ὄργανον, οὐκ ἐν τοῖς κατὰ τὴν ῥῖνα πόροις, ὡς οἱ πολλοὶ νομίζουσιν, ἀλλ’ ἐν τοῖς πέρασι τῶν προσθίων ἐγκεφάλου κοιλιῶν, εἰς ἅπερ ἀνήκουσιν οἱ κατὰ | |
5 | τὴν ῥῖνα πόροι· κατὰ τοῦτο γάρ τοι τὸ μόριον ἀτμοειδε‐ | |
7.5.52 | στάτας εἶναι συμβέβηκε τὰς κοιλίας αὐτοῦ. γέγραπται δὲ τῷ βουλομένῳ καὶ περὶ τοῦδε βιβλίον ἓν ἡμέτερον, ᾧ καὶ | |
τὸ ἐπίγραμμά ἐστι περὶ τοῦ τῆς ὀσφρήσεως ὀργάνου. | ||
7.6.1 | πέμπτον γὰρ δὴ τοῦτ’ ἔστιν αἰσθητήριον, οὐκ ὄντων πέντε στοιχείων, ἐπειδὴ τὸ τῶν ὀσμῶν γένος ἐν τῷ μεταξὺ τὴν φύσιν ἐστὶν ἀέρος τε καὶ ὕδατος, ὡς καὶ Πλάτων εἶπεν ἐν Τιμαίῳ κατὰ τήνδε τὴν ῥῆσιν· “μεταβάλλοντος γὰρ ὕδατος | |
5 | εἰς ἀέρα ἀέρος τε εἰς ὕδωρ ἐν τῷ μεταξὺ γεγόνασιν ὀδμαὶ | |
7.6.2 | σύμπασαι.” λέγει δὲ καὶ περὶ τοῦ τῆς ὄψεως ὀργάνου ὅτι πυρός ἐστι τοῦ καθαρωτάτου γένους, ὅπερ αὐτὸς αὐγήν τε | |
καὶ φῶς ὀνομάζει, διαφέρον ἄνθρακός τε καὶ φλογός. | ||
7.6.3 | φησὶ γοῦν· “μετὰ δὲ ταῦτα δεῖ νοεῖν ὅτι πυρός τε γένη πολλὰ γέγονεν, οἷον φλὸξ τό τ’ ἀπὸ τῆς φλογὸς ἀπιόν, ὃ καίει μὲν οὔ, φῶς δὲ τοῖς ὄμμασι παρέχει, τό τε φλογὸς ἀποσβε‐ | |
7.6.4 | σθείσης ἐν τοῖς διαπύροις καταλειπόμενον αὐτοῦ.” τούτων οὖν τῶν τριῶν γενῶν τὸ μὴ καῖον μέν, ὡς αὐτὸς ἔφη, φῶς δὲ τοῖς ὄμμασι παρέχον, ἐν τῷ τῆς ὄψεως ὀργάνῳ πλεῖστόν ἐστιν, ὃ καὶ τοῦτο πάλιν αὐτὸς ἐδήλωσεν ἐν ταὐτῷ βιβλίῳ | |
7.6.5 | τῷ Τιμαίῳ κατὰ τήνδε τὴν ῥῆσιν· “τῶν δ’ ὀργάνων πρῶ‐ τον μὲν φωσφόρα συνετεκτήναντο ὄμματα τοιᾷδε ἐνδήσαντες | |
αἰτίᾳ· τοῦ πυρὸς ὅσον μὲν τὸ καίειν οὐκ ἔσχε, τὸ δὲ παρ‐ | ||
5 | έχειν φῶς ἥμερον, οἰκεῖον ἑκάστης ἡμέρας σῶμα ἐμηχανή‐ | |
7.6.6 | σαντο γίγνεσθαι. τὸ γὰρ ἐντὸς ἡμῶν ἀδελφὸν ὂν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀμμάτων ῥεῖν, λεῖον καὶ πυκνὸν ὅλον μέν, μάλιστα δὲ τὸ μέσον συμπιλήσαντες τῶν ὀμμάτων, ὥστε τὸ μὲν ἄλλο ὅσον παχύτερον στέγειν πᾶν, | |
7.6.7 | τὸ τοιοῦτον δὲ μόνον αὐτὸ καθαρὸν διηθεῖν.” ὁποῖον μὲν οὖν τι τὸ τῆς ὄψεώς ἐστιν ὄργανον ἐν τούτοις ἐδήλωσεν· | |
ὅπως δὲ ὁρῶμεν ἐν τοῖς ἐφεξῆς. | ||
7.6.8 | συνάπτων γοῦν τοῖς προειρημένοις φησίν· “ὅταν μὲν οὖν μεθημερινὸν ᾖ φῶς περὶ τὸ τῆς ὄψεως ῥεῦμα, τότ’ ἐκπῖπτον ὅμοιον πρὸς ὅμοιον ξυμπαγὲς γενόμενον σῶμα οἰκειωθὲν ξυνέστη κατὰ τὴν | |
5 | 〈τῶν〉 ὀμμάτων εὐθυωρίαν ὅπῃπερ ἀντερείδει τὸ προσπῖ‐ | |
7.6.9 | πτον ἔνδοθεν πρὸς ὃ τὸ ἔξω συνέπεσεν. ὁμοιοπαθὲς δὴ δι’ ὁμοιότητα πᾶν γενόμενον, ὅτου τε ἂν αὐτό ποτε ἐφάπτηται καὶ ὃ ἂν ἄλλο ἐκείνου, τούτων τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σῶμα μέχρι τῆς ψυχῆς αἴσθησιν παρέσχετο ταύτην | |
5 | ᾗ δὴ ὁρᾶν φαμεν.” | |
7.6.10 | αὗται μὲν αἱ τοῦ Πλάτωνος ῥήσεις αὐγοειδὲς τὸ τῆς ὄψεως ὄργανον εἶναι λέγοντος αἴσθησίν τε γίγνεσθαι δι’ αὐτοῦ τῶν κατὰ τὴν αὐγὴν παθημάτων, ὥσπερ τῶν κατὰ τὸν ἀέρα διὰ τῆς ἀκοῆς· τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον | |
7.6.11 | εἰς τὴν τῶν παθημάτων ἀφικνεῖται κοινωνίαν. δύο δὲ ση‐ μαινούσης ἁπάσης τῆς τοιαύτης λέξεως, οἵαν καὶ ὁ Ἐμπεδο‐ κλῆς ἐποιήσατο λέγων γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, | |
5 | ἓν μὲν ὅτι δι’ ὀργάνου τοιοῦδε, δεύτερον δὲ ὅτι διὰ δυνά‐ μεως τοιᾶσδε, τὸ μὲν ὡς δι’ ὀργάνου συγχωρητέον ἀληθὲς | |
εἶναι, τὸ δ’ ὡς διὰ δυνάμεως οὐκέτι. | ||
7.6.12 | τὸ γάρ τοι πρῶτον αἰσθητικόν, ὅ τιπερ ἂν ᾖ, κοινὸν ἁπασῶν ἐστι τῶν κατὰ μέρος αἰσθήσεων, ὡς καὶ τοῦτο Πλάτων ἐν ἄλλοις τέ τισι καὶ μέντοι καὶ Θεαιτήτῳ διδάσκει κατ’ ἐκεῖνο τὸ μέρος τοῦ | |
7.6.13 | συγγράμματος ἔνθα φησί· “δεινὸν γάρ που, ὦ παῖ, εἰ πολλαί τινες ἐν ἡμῖν ὥσπερ ἐν δουρείοις ἵπποις αἰσθήσεις ἐγκάθην‐ ται, ἀλλὰ μὴ εἰς μίαν τινὰ ἰδέαν εἴτε ψυχὴν εἴθ’ ὅ τι δεῖ καλεῖν πάντα ταῦτα συντείνει, ᾗ διὰ τούτων οἷον ὀργάνων | |
5 | αἰσθανόμεθα ὅσα αἰσθητά.” | |
7.6.14 | καὶ κατασκευάζων γε διὰ πλειόνων ἑξῆς ὁ Πλάτων τὸν λόγον ὧδέ φησι· “θερμὰ καὶ σκληρὰ καὶ κοῦφα καὶ γλυκέα δι’ ὧν αἰσθάνῃ, ἆρ’ οὐ τοῦ | |
7.6.15 | σώματος ἕκαστα τίθης ἢ ἄλλου τινός; οὐδενὸς ἄλλου. ἢ καὶ ἐθελήσεις ὁμολογεῖν ἃ δι’ ἑτέρας δυνάμεως αἰσθάνῃ, ἀδύνατον εἶναι δι’ ἄλλης ταῦτ’ αἰσθέσθαι, οἷον ἃ δι’ ἀκοῆς, δι’ ὄψεως, ἢ ἃ δι’ ὄψεως, δι’ ἀκοῆς; πῶς γὰρ οὐκ ἐθελή‐ | |
7.6.16 | σω; εἴ τι ἄρα περὶ ἀμφοτέρων διανοῇ, οὐκ ἂν διά γε τοῦ ἑτέρου ὀργάνου οὐδ’ αὖ διὰ τοῦ ἑτέρου περὶ ἀμφοτέρων | |
αἰσθάνοιο ἄν. οὐ γὰρ οὖν. | ||
7.6.17 | περὶ δὴ φωνῆς καὶ τῆς χρόας πρῶτον μὲν αὐτὸ τοῦτο περὶ ἀμφοτέρων διανοῇ, ὅτι ἀμφο‐ | |
7.6.18 | τέρω ἐστόν; ἔγωγε. οὐκοῦν καὶ ὅτι ἑκατέρου μὲν ἑκάτερον ἕτερον, ἑαυτῷ δὲ ταὐτόν; τί μήν; καὶ ὅτι ἀμφοτέρω δύο, ἑκάτερον δὲ ἕν; καὶ τοῦτο. οὐκοῦν καὶ εἴτε ἀνομοίω εἴτε | |
7.6.19 | ὁμοίω ἀλλήλοιν, δυνατὸς εἶ ἐπισκέψασθαι; ἴσως. ταῦτα δὴ πάντα διὰ τίνος περὶ αὐτῶν διανοῇ; οὔτε γὰρ δι’ ἀκοῆς | |
οὔτε δι’ ὄψεως οἷόν τε τὸ κοινὸν λαμβάνειν περὶ αὐτῶν. | ||
7.6.20 | ἔτι δὲ καὶ τόδε τεκμήριον περὶ οὗ λέγομεν· εἰ γὰρ δυνατὸν εἴη ἀμφοτέρω σκέψασθαι, ἆρ’ ἐστὸν ἁλμυρὼ ἢ οὔ, οἶσθ’ ὅτι ἕξεις εἰπεῖν ᾧ ἐπισκέψῃ, καὶ τοῦτο οὔτε ὄψις οὔτε ἀκοὴ φαίνεται, ἀλλά τι ἄλλο. τί δ’ οὐ μέλλει, ἥ γε διὰ τῆς | |
7.6.21 | γλώττης δύναμις; καλῶς λέγεις. ἡ δὲ δὴ διὰ τίνος δύνα‐ μις τό τ’ ἐφ’ ἅπασι κοινὸν καὶ τὸ ἐπὶ τούτοις δηλοῖ σοι, ᾧ τὸ ἔστιν ἐπονομάζεις καὶ τὸ οὐκ ἔστι καὶ ἃ νῦν δὴ ἠρω‐ τῶμεν περὶ αὐτῶν; 〈τούτοισ〉 πᾶσι ποῖα ἀποδώσεις ὄργανα, δι’ | |
5 | ὧν αἰσθάνεται ἡμῶν τὸ αἰσθανόμενον ἕκαστα;” | |
7.6.22 | ἔν τε οὖν τούτοις ὁ Πλάτων ὥσπερ οὖν κἀν τοῖς ἐφεξῆς ἐν ἄλλοις τέ τισι διαλόγοις ἐδίδαξεν ἡμᾶς ὑπὲρ τῆς κοινῆς δυνάμεως, ἥτις ἐξ ἐγκεφάλου διὰ τῶν νεύρων εἰς ἕκαστον τῶν αἰσθη‐ | |
5 | τηρίων ἀφικνουμένη τῶν ἐν αὐτοῖς ἀλλοιώσεων αἰσθάνεται· ὡς εἴ γε δυνατὸν ἦν τοῖς ἰδίοις παθήμασιν αὐγῆς ἄλλο τι συναλλοιωθῆναι παρὰ τὸ φωτοειδὲς ὄργανον ἢ τοῖς τῶν ἀτμῶν ἕτερόν τι τοῦ ἀτμοειδοῦς ἢ τοῖς τοῦ ἀέρος ἄλλο τι παρὰ τὸ ἀεροειδὲς ἢ τοῖς τῶν ὑγρῶν ἕτερόν τι παρὰ τὸ | |
10 | γευστικόν τε καὶ πλῆρες χυμῶν, οὐκ ἂν ἐγεγόνει τὰ τῶν | |
αἰσθητηρίων ὄργανα· νυνὶ δ’ οὐχ οὕτως ἔχει. | ||
7.6.23 | τὰ μὲν γὰρ ἐν τοῖς ἀντιβαίνουσι σώμασιν ὅσαπερ ἦν ἴδια τῆς οἰκείας διαφορᾶς 〈οὐχ〉 ἅπαντι μορίῳ νεύρων μεταλαβόντι δυνατὸν αἰσθάνεσθαι, διότι μηδὲ παθεῖν ἅπαν ὑπὸ τῆς τοῦ γηΐνου | |
5 | σώματος προσβολῆς ἐπιτήδειόν ἐστιν. | |
7.6.24 | ἦν δ’ αὐτῶν πρώτη μὲν ἡ κατ’ ὀξύτητα καὶ ἀμβλύτητα, δευτέρα δ’ ἡ κατὰ θερμότητα καὶ ψυχρότητα, κατὰ συμβεβηκὸς δ’ αἱ λοιπαί, μέγεθός τε καὶ σχῆμα καὶ κίνησις καὶ ἀριθμός, αἱ καὶ μετὰ | |
5 | συλλογισμοῦ καὶ μνήμης, οὐ μόνης αἰσθήσεως ἐδείχθησαν γιγνόμεναι κατά γε τὴν ἁφὴν καὶ τὴν ὄψιν ἐν τῇ περὶ τῆς ἀπο‐ δείξεως πραγματείᾳ, καθ’ ἣν πρώτην ἀξιῶ γεγυμνάσθαι τὸν | |
7.6.25 | ἀκριβῶς ἕπεσθαι τοῖς νῦν λεγομένοις ἐφιέμενον. ὥσπερ δὲ τὰ τῆς ἁπτικῆς αἰσθήσεως αἰσθητὰ δι’ ἀντιβάσεως, οὕτως τὰ | |
τῆς γευστικῆς δι’ ὑγρότητός τε καὶ χυμῶν εἰς γνῶσιν ἥκει. | ||
7.6.26 | καὶ ἢν ξηρανθεῖσά ποτε τύχῃ σφοδρῶς ἡ γλῶττα, διαφθείρε‐ ται τῶν χυμῶν ἡ διάγνωσις μὴ δυναμένου τοῦ παθόντος αὐτὸ διακρῖναι τί μὲν ὀξὺ τί δὲ πικρόν ἐστιν ἢ δριμύ, τί δὲ αὐστηρὸν ἢ στρυφνὸν ἢ ὅλως στῦφον, ὥσπερ οὐδὲ τί μὲν | |
7.6.27 | γλυκὺ τί δ’ ἁλμυρόν. ἐμφράξεως δὲ γενομένης τῶν πόρων τῆς ῥινὸς ἡ ἐκ τῶν ὀδμῶν αἴσθησις ἀπόλλυται, καθάπερ γε καὶ ἡ τῶν φωνῶν ἐὰν ἐμφραχθῇ τὰ ὦτα, μὴ διϊκνουμένης εἰς ἑκάτερον τῶν ὀργάνων τῆς οἰκείας ἀλλοιώσεως, εἰς μὲν | |
5 | τὸ ἀτμοειδὲς ἐκ τῶν ὀδμῶν, ἀτμὸς γὰρ ἡ τούτων οὐσία, εἰς δὲ τὸ ἀεροειδὲς ἐκ τῶν φωνῶν, ἐπειδὴ καὶ τούτων ἀήρ ἐστιν | |
ἡ οὐσία. | ||
7.6.28 | ταῖς τοιαύταις ἐμφράξεσιν ἀνάλογόν ἐστι καὶ τὸ τῶν ὀφθαλμῶν πάθημα· καλεῖται δὲ ὑπόχυσις. ἐμφράττεται δὲ ἐν αὐτῷ τῆς ἡλιοειδοῦς αὐγῆς ὁ κατὰ τὸν ῥαγοειδῆ χιτῶνα πόρος, ὡς μηκέτι συνάπτεσθαι τὸ τῆς ὄψεως ἴδιον ὄργανον | |
7.6.29 | τῷ περιέχοντι τὸν ὅλον ὀφθαλμὸν ἔξωθεν ἀέρι. τοῦτ’ οὖν αὐτὸ καὶ κατ’ ἐκείνην τὴν ῥῆσιν ὁ Πλάτων ἐδήλωσεν, ἔνθα φησί· “σωματοειδὲς δὴ καὶ ὁρατὸν ἁπτόν τε δεῖ τὸ γενό‐ μενον εἶναι· χωρισθὲν δὲ πυρὸς οὐδὲν ἄν ποτε ὁρατὸν γέ‐ | |
5 | νοιτο οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ, στερεὸν δὲ οὐκ ἄνευ γῆς· ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς σῶμα ἀρχόμενος | |
συνιστάναι ὁ θεὸς ἐποίει.” | ||
7.6.30 | ἐκ πυρὸς γὰρ καὶ γῆς πεποιῆ‐ σθαί φησι τὸ σῶμα τοῦ παντός, ἵν’ ὁρατόν τε καὶ ἁπτὸν | |
7.6.31 | ᾖ. διὰ τοῦτ’ οὖν καὶ κατὰ 〈τὰ〉 τῶν ζῴων σώματα τὸ μὲν ἁπτικὸν ὄργανον γεῶδές ἐστι, τὸ δ’ ὀπτικὸν πυροειδές, ἅπερ ἀλλοιοῦσθαι μὲν ἠδύνατο καὶ χωρὶς αἰσθήσεως, εἰ μὴ μετέσχε νεύρων, αἰσθάνεται 〈δὲ〉 τῆς ἀλλοιώσεως μετουσίᾳ τούτων. | |
5 | οὔκουν ἀλλοίωσίς ἐστιν ἡ αἴσθησις, ὡς ἔνιοί φασιν, ἀλλὰ | |
7.6.32 | διάγνωσις ἀλλοιώσεως. οὐ μὴν οὐδ’ ἀρκεῖ λείαν ἢ τραχεῖαν ἐν τῷ σώματι γενέσθαι κίνησιν εἰς ἡδονῆς ἢ πόνου γένεσιν, ἀλλὰ χρὴ προσελθεῖν αἴσθησιν ἑκατέρᾳ τῶν τοιούτων κινή‐ | |
σεων. | ||
7.6.33 | εἰ δὲ καὶ τὴν διάθεσιν αὐτὴν ἐθέλοις καλεῖν ὀδύνην ἢ πόνον, οὔ μοι διαφέρει· μόνον γὰρ ἀξιῶ σε μεμνῆσθαι τοῦ διαφέρειν ἀλλήλων τήν τε διάθεσιν ἣν ἴσχει τὰ σώματα τῆς φύσεως ἐξιστάμενα, καὶ τὴν αἴσθησιν αὐτῆς, ἐπεί τισί | |
5 | γε καθάπερ Ἱπποκράτει κέκληταί ποθ’ ἡ διάθεσις μόνη | |
7.6.34 | πόνος, ἔνθα φησίν· “ὁκόσοι πονέοντές τι τοῦ σώματος τὰ πολλὰ τῶν πόνων οὐκ αἰσθάνονται, τούτοισιν ἡ γνώμη νο‐ σεῖ.” τοὺς γὰρ βεβλαμμένους ὁτιοῦν μέρος οὕτως σφοδρῶς | |
ὡς εἰ μὴ παρεφρόνουν, ἀλγεῖν, ὠνόμασε πονοῦντας. | ||
7.6.35 | ὅταν οὖν φῇ “ὀδύνη γίγνεται καὶ διὰ τὸ θερμὸν καὶ διὰ τὸ ψυχρὸν καὶ διὰ τὸ πλεῖον καὶ διὰ τὸ ἔλαττον καὶ ἐν μὲν τοῖσιν ἐψυγμένοισι τοῦ σώματος διὰ τὸ θερμαῖνον, ἐν δὲ τοῖσι | |
5 | τεθερμασμένοισι διὰ τὸ ψῦχον, καὶ τοῖσι τὴν φύσιν δια‐ φθειρομένοισιν ὀδύναι γίγνονται,” μὴ νομίσῃς αὐτὸν ἀλλοίω‐ σίν τινα βραχεῖαν φάναι, ἀλλὰ σφοδρᾶς ἀλλοιώσεως αἴσθη‐ σιν, ἥτις αἴσθησις οὐ δύναται γενέσθαι χωρὶς τῆς τοῦ | |
πάσχοντος σώματος εἰς τὸ παρὰ φύσιν ἐξαλλαγῆς. | ||
7.6.36 | ἡ δέ γε βραχεῖα μεταβολὴ τῶν σωμάτων αἴσθησιν μὲν ἐργάζεται δια‐ γνωστικὴν τῆς τοῦ ποιήσαντος δυνάμεως, ὅταν γ’ αἰσθητι‐ κὸν ὑπάρχῃ δηλονότι τὸ ἀλλοιούμενον, ὀδύνην δ’ οὐδέπω | |
5 | παρέχει. πάσχει δ’ ἑτοίμως τὰς βραχείας μεταβολὰς ἀπὸ τῶν | |
ὁμογενῶν ἓν ἕκαστον. | ||
7.7.1 | αὐτίκα γέ τοι τὸ τῆς ὄψεως ὄργανον, ἐπειδὴ χρωμάτων ἐχρῆν αὐτὸ διαγνωστικὸν ὑπάρχειν, αὐγοειδὲς ἐγένετο μόνων τῶν τοιούτων σωμάτων ἀλλοιοῦσθαι πεφυκότων ὑπὸ χρωμά‐ των, ὡς δηλοῖ καὶ ὁ περιέχων ἀήρ, ἡνίκα 〈ἂν〉 μάλιστα καθα‐ | |
7.7.2 | ρὸς ὑπάρχῃ, τηνικαῦθ’ ὑπὸ χρωμάτων ἀλλοιούμενος. ἰδεῖν γοῦν ἐστιν ὅταν ἐν ἀέρι τοιούτῳ τις ὑπὸ δένδρῳ κατακεί‐ | |
7.7.3 | μενος ᾖ, τὸ τοῦ δένδρου χρῶμα περιχεόμενον αὐτῷ. καὶ τὸ τοῦ τοίχου δὲ χρῶμα πολλάκις ἀὴρ λαμπρὸς ψαύσας ἐδέ‐ ξατό τε καὶ διεκόμισεν ἐφ’ ἕτερον σῶμα, καὶ μάλισθ’ ὅταν | |
ᾖ τὸ χρῶμα κυανοῦν ἢ ξανθὸν ἢ ὁπωσοῦν ἑτέρως εὐανθές. | ||
7.7.4 | καὶ μὲν δὴ καὶ ὥσπερ ὑπὸ τῆς ἡλιακῆς αὐγῆς αὐτῷ τῷ ψαῦ‐ σαι μόνον ὁ πᾶς ἀὴρ ἀθρόως ὁμοιοῦται, κατὰ τὸν αὐτὸν | |
7.7.5 | τρόπον ὑπὸ τοῦ χρώματος αὐτίκα μεταβάλλεται. ταυτὶ μὲν οὖν ὀρθότατα καὶ πρὸς Ἀριστοτέλους εἴρηται περί τε τῆς παραχρῆμα μεταβολῆς τῶν οὕτως ἀλλοιουμένων, ὡς κινδυ‐ νεύειν ἄχρονον εἶναι, καὶ περὶ ταύτην καὶ διότι πέφυκεν | |
5 | ὑπὸ χρωμάτων ὁ λαμπρὸς ἀὴρ ἀλλοιούμενος ἄχρι τοῦ τῆς ὄψεως ὀργάνου διαπέμπειν τὴν ἀλλοίωσιν· οὐ μὴν ὅπως γε τὴν θέσιν ἢ τὸ μέγεθος ἢ τὸ διάστημα γνωρίζομεν ἑκάστου | |
τῶν αἰσθητῶν εἶπεν ὁ Ἀριστοτέλης. | ||
7.7.6 | ἀλλὰ καὶ συλλογιζόμε‐ νοι περὶ τὸ δόγμα πολλοὶ τῶν ἀπ’ αὐτοῦ κατάφωροι γίγνον‐ ται ψευδόμενοι μήτ’ ὀσμῶν μήτε φωνῶν συνενδεικνυμένων τὸν τόπον ὅθεν ἥκουσιν, ὡς ἐν τῷ πέμπτῳ δέδεικται περὶ | |
7.7.7 | ἀποδείξεως. καὶ μὲν δὴ καὶ τὸ διὰ τῶν κατόπτρων ὅσα τε ἄλλα στιλπνὰ σώματα ποτὲ μὲν ἡμᾶς αὐτοὺς θεᾶσθαι, ποτὲ δὲ ἄλλους τινὰς ἐκ πλαγίων ἢ ὄπισθεν, ὥσπερ τοῖς ἄλλοις ἅπασι πλὴν Πλάτωνος, οὕτω καὶ Ἀριστοτέλει μάχεται, μόνου | |
5 | τοῦ χρώματος δυναμένου κατ’ ἀνάκλασιν ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὴν ἡμετέραν ὄψιν ἀφικέσθαι, μορφῆς δ’ ἢ μεγέθους | |
οὐκέτι. | ||
7.7.8 | μορφὴν μὲν γὰρ τῆς ποικιλίας τῶν περὶ τὰ μόρια σχημάτων ἐργαζομένης οὔτ’ ἐπινοῆσαι δυνατὸν ἀπ’ αὐτῶν τινα γενέσθαι προσβολὴν τοῖς κατόπτροις οὔτ’ εἰ καὶ γένοιτο, χωρὶς τοῦ κλασθῆναι τὴν ἀνάκλασιν ἐφ’ ἡμᾶς ἀφικέσθαι· | |
5 | πιθανώτερα γὰρ ὅσον ἐπὶ τῷδε τὰ κατ’ Ἐπίκουρον εἴδωλα. | |
7.7.9 | τὸ δὲ μέγεθος ἔτ’ ἀδυνατώτερον ἐγκαταβαίνειν τῇ κόρῃ· καίτοι τοῦτό γε τὰς 〈περὶ〉 πάντων τῶν ἄλλων καταβάλλον δόξας ὥσπερ τι σμικρὸν παρέρχονται, περὶ μὲν τοῦ διαστήματός τε καὶ τῆς θέσεως ἐπιχειροῦντες σοφίζεσθαι, τὴν δὲ τοῦ μεγέ‐ | |
5 | θους διάγνωσιν ὅπως γίγνεται παρερχόμενοι, καίπερ διαρρή‐ | |
δην αὐτῶν ἀνατρέπουσαν τὰς δόξας. | ||
7.7.10 | ἀδύνατον γὰρ αἰσθέ‐ σθαι τοῦ μεγέθους τῶν ὁρατῶν ἄνευ τοῦ θεωρεῖσθαι τὸ | |
7.7.11 | βλεπόμενον ἐν ᾧπερ ἂν ὑπάρχῃ τόπῳ. καίτοι περὶ τῆς ἀνα‐ κλάσεως ἣν ἀπὸ τῶν αἰσθητῶν ἐφ’ ἡμᾶς ὁ Ἀριστοτέλης ἥκειν λέγει, τῷ λόγῳ δοκεῖ μοι κατανενοηκέναι τὴν ἀτοπίαν, οὐδαμόθι τολμῶν αὐτῇ χρῆσθαι, παρελκόμενος δ’ ὡς ἀπί‐ | |
5 | θανον ἀεί. | |
7.7.12 | καὶ γὰρ ὅπως ἡ ἶρις γίγνεται καὶ ὅπως ἅλως ἤτοι περὶ τὸν ἥλιον ἢ τὴν σελήνην οἵ τ’ ἀνθήλιοι καὶ οἱ παρήλιοι καλούμενοι τά τε διὰ τῶν κατόπτρων ὁρώμενα διερχόμενος, εἰς ἀνάκλασιν ὄψεως ἀναφέρει πάντα, μηδὲν | |
5 | διαφέρειν λέγων ἢ τὴν ὄψιν ἀνακλᾶσθαι νομίζειν ἢ τὰς ἀπὸ τῶν ὁρωμένων ἀλλοιώσεις τοῦ περιέχοντος ἡμᾶς ἀέρος, ὁμοιό‐ τατον κατά γε τοῦτο σοφιζόμενος Ἀσκληπιάδῃ τῷ τῆς ὁλκῆς | |
ἀντὶ τοῦ τῆς φορᾶς ὀνόματι χρωμένῳ· τὸ γὰρ ἀπίθανον τῆς | ||
10 | φορᾶς ὑπιδόμενος ἐπετόλμησε τῇ μεταθέσει τῆς προσηγορίας. | |
7.7.13 | οὕτως οὖν καὶ ὁ Ἀριστοτέλης ἐπειδὴ σαφῶς ἠπίστατο τῶν κατὰ μέρος ἀπιθάνους ἐρεῖν τὰς ὀπτικὰς αἰτίας εἰ φυλάττοι τὴν ἑαυτοῦ δόξαν, ἐπὶ τὴν ἀλλοτρίαν ἀφίκετο μηδὲν διαφέρειν | |
7.7.14 | λέγων ὁποτέρως ἂν ἑρμηνεύῃ. καίτοι δικαιότατ’ ἄν τις εἴποι πρὸς αὐτόν· “εἰ μηδὲν διαφέρει λέγειν οὕτως ἢ ἐκείνως, τί καταλιπὼν τὴν ἀληθῆ τε καὶ σὴν δόξαν ἀλλοτρίᾳ χρῇ ψευδεῖ; εἰς γὰρ τοὐναντίον σοι περιτραπήσεται τὸ σόφισμα | |
5 | μηδεμίαν αἰτίαν εἰπόντι τῆς ἀλόγου τῶν δογμάτων μεταλλα‐ | |
γῆς, ὥστε ὑποπτευθήσῃ μᾶλλον ἢ πιστευθήσῃ. | ||
7.7.15 | καὶ μὴν εἰ διότι πιθανώτερόν σοι τὸ λεγόμενόν ἐστιν, διὰ τοῦτο φαίης προσχρῆσθαι δόγμασιν ἀλλοτρίοις, ἐρωτηθήσῃ πάλιν αὐτοῦ | |
7.7.16 | τοῦ πιθανοῦ τὴν αἰτίαν. εἰ γὰρ ἡ ψευδὴς δόξα τὰς κατὰ μέρος ἁπάσας αἰτίας πιθανωτέρας ἔχει τῆς ἀληθοῦς, ἀπι‐ | |
7.7.17 | στηθήσεται πάντα σου τὰ τῶν Προβλημάτων βιβλία.” τὸ μὲν οὖν διὰ μέσου τοῦ ἀέρος ὁρᾶν ἡμᾶς ἐναργές ἐστι καὶ πᾶσιν ὁμολογούμενον, ἡ ζήτησις δὲ ἐπὶ τῷδε γίγνεται, πότερον ὡς δι’ ὁδοῦ τινος μέσης ἀπὸ τῶν ὁρωμένων ἀφικνεῖταί τι πρὸς | |
5 | ἡμᾶς ἢ τοιοῦτον ὄργανον ὁ ἀήρ ἐστιν ἡμῖν εἰς τὴν τῶν | |
ὁρατῶν διάγνωσιν οἷόνπερ τὸ νεῦρον εἰς τὴν τῶν ἁπτῶν. | ||
7.7.18 | οἴονται μὲν οὖν οἱ πλεῖστοι καὶ διὰ τοῦ νεύρου τὴν ἀπὸ τῶν προσπιπτόντων ἀλλοίωσιν ἀναδιδομένην ἐπὶ τὸ τῆς ψυχῆς ἡγεμονικὸν εἰς διάγνωσιν ἄγειν ἡμᾶς αὐτῶν, οὐκ ἐννοοῦντες ὡς οὐκ ἂν ἡ τῆς ὀδύνης αἴσθησις ἐγίγνετο κατὰ τὸ τεμνό‐ | |
5 | μενον ἢ θλώμενον ἢ καόμενον μόριον εἰ μὴ καὶ τῆς αἰσθή‐ | |
7.7.19 | σεως ἡ δύναμις ἦν ἐν αὐτοῖς. ἔχει δ’ ἐναντίως ἢ δοξάζου‐ σιν ἐκεῖνοι τὸ ἀληθές. αὐτό τε γὰρ τὸ νεῦρον ἐγκεφάλου μέρος ἐστὶν οἷόνπερ ἀκρεμὼν ἢ βλάστημα δένδρου, τό τε μέλος εἰς ὃ τὸ μέρος ἐμφύεται τὴν δύναμιν αὐτοῦ δεχόμενον εἰς | |
5 | ὅλον ἑαυτὸ διαγνωστικὸν γίνεται τῶν ψαυόντων αὐτοῦ. | |
7.7.20 | παραπλήσιον οὖν τι κἀπὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος γίγνε‐ ται· πεφωτισμένος γὰρ ὑφ’ ἡλίου τοιοῦτόν ἐστιν ἤδη [τὸ] τῆς ὄψεως ὄργανον οἷον τὸ παραγιγνόμενον ἐξ ἐγκεφάλου πνεῦμα· πρὶν φωτισθῆναι δέ, κατὰ τὴν ὑπὸ 〈τῆσ〉 τοῦ πνεύματος εἰς αὐτὸν | |
5 | ἐκ [τῆς] βολῆς ἐναποτελουμένην ἀλλοίωσιν ὁμοιοπαθὲς ὄργανον οὐ | |
7.7.21 | γίγνεται. μὴ τοίνυν ὡς διὰ βακτηρίας τοῦ πέριξ ἀέρος ὁρᾶν ἡμᾶς οἱ Στωϊκοὶ λεγέτωσαν. ἡ γὰρ τοιαύτη διάγνωσις ἀντι‐ βαινόντων ἐστὶ σωμάτων, κατὰ συλλογισμὸν 〈δ’〉 ἔτι μᾶλλον· οὐ πιλητοῦ δ’ αἰσθητικὴ ἡ τοῦ ὄμματος αἴσθησις ἡμῖν ἐστιν | |
5 | οὔτε τῆς σκληρότητος ἢ μαλακότητος, ἀλλὰ χρόας καὶ μεγέ‐ | |
θους καὶ θέσεως, ὧν οὐδὲν ἡ βακτηρία διαγνῶναι δύναται. | ||
7.7.22 | πολὺ τοίνυν ἄμεινον ὡς ἐν ἐσφαλμένοις Ἐπίκουρος ἀπε‐ φήνατο τῶν Στωϊκῶν. ἐκεῖνοι μὲν γὰρ τῶν ὁρατῶν οὐδὲν ἄγουσιν ἄχρι τῆς ὀπτικῆς δυνάμεως, ὁ δ’ Ἐπίκουρος ἀπεφήνατο ἄγειν· καὶ πολύ γε τούτου κρείττων Ἀριστοτέλης, οὐκ εἴδωλον σωματι‐ | |
5 | κὸν ἀλλὰ ποιότητα δι’ ἀλλοιώσεως τοῦ πέριξ ἀέρος ἀπὸ τῶν | |
7.7.23 | ὁρατῶν ἄγων ἄχρι τῆς ὄψεως. εὐλαβήθη γὰρ ὅλως αἰσθητι‐ κὸν ποιῆσαι τὸν πέριξ ἀέρα, καίτοι τήν γε σάρκα σαφῶς ὁρῶν αἰσθητικὴν γιγνομένην ἐκ τῆς ἀφικνουμένης εἰς αὐτὴν | |
ἀπὸ τῆς ἀρχῆς δυνάμεως. | ||
7.7.24 | τί δὲ χαλεπόν ἐστι τὴν ἡλιακὴν αὐγὴν αἰσθητικὴν ὑποθέσθαι, οἷον μάλιστα τὸ κατὰ τοὺς ὀφθαλμοὺς πνεῦμα τὸ παραγόμενον ἐξ ἐγκεφάλου προδή‐ | |
7.7.25 | λως ὁρᾶται; φωτοειδὲς [καὶ] γάρ ἐστιν. εἰ δὲ καὶ περὶ ψυχῆς οὐσίας ἀποφήνασθαι χρή, δυοῖν θάτερον ἀναγκαῖον εἰπεῖν· ἢ τοῦτ’ εἶναι τὸ οἷον αὐγοειδές τε καὶ αἰθερῶδες σῶμα λεκτέον αὐτήν, εἰς ὃ κἂν μὴ βούλωνται κατ’ ἀκολουθίαν | |
5 | ἀφικνοῦνται Στωϊκοί τε καὶ Ἀριστοτέλης, ἢ αὐτὴν μὲν ἀσώ‐ ματον ὑπάρχειν οὐσίαν, ὄχημα δὲ τὸ πρῶτον αὐτῆς εἶναι τουτὶ τὸ σῶμα δι’ οὗ μέσου τὴν πρὸς τἆλλα σώματα κοινω‐ | |
7.7.26 | νίαν λαμβάνει. τοῦτο μὲν οὖν αὐτὸ δι’ ὅλου λεκτέον ἡμῖν ἐκτετάσθαι τοῦ ἐγκεφάλου, τῇ δέ γε πρὸς αὐτὸ κοινωνίᾳ τὸ | |
κατὰ τὰς ὄψεις [αὐτῶν] πνεῦμα φωτοειδὲς γίγνεσθαι. | ||
7.8.1 | Περὶ μὲν οὖν τῆς Ἀριστοτέλους τε καὶ τῶν Στωϊκῶν δόξης ὀλίγον ἀναβάλλομαι, τὸ δὲ τὴν αἴσθησιν τῶν αἰσθη‐ τῶν γίγνεσθαι δι’ ἀλλοιώσεώς τε καὶ διαγνώσεως ἐξ ὧν εἶπον | |
7.8.2 | δῆλον. ἀλλοιοῦται μὲν οὖν τὸ τῆς αἰσθήσεως ὄργανον, ἡ διάγνωσις δ’ αὐτοῦ τῆς ἀλλοιώσεως γίγνεται ἐκ μιᾶς δυνά‐ μεως κοινῆς πάντων τῶν αἰσθητηρίων ἐκ τῆς ἀρχῆς ἐπιρρεού‐ σης· τὴν δὲ ἀρχὴν αὐτὴν εἴτε κοινὴν αἴσθησιν εἴτε πρῶτον | |
5 | αἰσθητικὸν ἐθέλοις ὀνομάζειν, οὐ διοίσει. | |
7.8.3 | καὶ ταύτην ἔδει‐ ξεν ὁ πρόσθεν λόγος ἐγκέφαλον οὖσαν, ἀφ’ οὗ πάντα τὰ μόρια αἴσθησίν τε καὶ κίνησιν ἔχει, καθηκόντων ἑτέρων μὲν νεύρων εἰς τὰ τῶν αἰσθήσεων ὄργανα διαγνώσεως ἕνεκα | |
5 | τῶν αἰσθητῶν, ἑτέρων δὲ τῶν κινούντων αὐτὰ τά γε κινεῖσθαι | |
7.8.4 | δεόμενα, καθάπερ ὀφθαλμούς τε καὶ γλῶτταν καὶ ὦτα—καὶ γὰρ οὖν καὶ ταῦτα τοῖς πλείστοις τῶν ζῴων κινεῖται, μυῶν τῶν ἐν τῇ κεφαλῇ περιλαμβανόντων αὐτά—δι’ ὧν αἱ | |
καθ’ ὁρμὴν ἅπασαι κινήσεις τοῖς ζῴοις εἰσίν. | ||
7.8.5 | ἐξ ὧν ἁπάν‐ των μαρτυρεῖται προσηκόντως εἰρῆσθαι τὸν ἐγκέφαλον ἀρχὴν εἶναι τοῦτο μὲν αἰσθήσεως ἁπάσης τοῖς ζῴοις, τοῦτο δὲ τῆς | |
7.8.6 | καθ’ ὁρμὴν κινήσεως. εἰ δέ γε μὴ διὰ ταῦτα, τίνος ἕνεκεν ἄλλου γέγονεν; ἢ διὰ τί τὰς μήνιγγας ἔξωθεν αὐτῷ περιέ‐ τεινεν ἡ φύσις, εἴπερ ἐν ἐκείναις μέν ἐστιν ἡ τῆς ψυχῆς | |
7.8.7 | ἀρχή, μάτην δ’ ἐγκέφαλος ἐγένετο; διὰ τί δ’ ἑκάστη τῶν κοιλιῶν αὐτοῦ τιτρωσκομένη κίνδυνον ὀξύτατον ἐπιφέρει; διὰ τί δ’ ἀπ’ αὐτοῦ πάντα πέφυκε τὰ νεῦρα καὶ ὁ νωτιαῖος | |
μυελός; | ||
5 | ὃς ὅτι μὲν ἀποβλάστημα τῆς κατὰ τὸν ἐγκέφαλον οὐσίας ἐστίν, ἐναργῶς φαίνεται διὰ τῶν ἀνατομῶν, ὡς μηδὲ | |
7.8.8 | τοὺς μαγείρους ἀγνοεῖν. ὁποίαν δέ τινα τὴν δύναμιν ἔχει μαθήσῃ ῥᾳδίως, [ὡς] εἰ πρότερον μὲν ἐπὶ τὴν ἀνατομὴν ἀφικό‐ μενος ἴδοις ἀπ’ αὐτοῦ νεῦρα φυόμενα τὸν ἀριθμὸν ἑξήκοντά που, καταμάθοις δ’ ἑκάστου τὴν χρείαν, ἐνδειξαμένης τῆς | |
5 | κατασκευῆς αὐτῶν ἅμα τοῖς γιγνομένοις πάθεσιν ἐπὶ ταῖς | |
7.8.9 | τομαῖς. ἡ μέν γε κατασκευὴ παραπλησία τοῖς ἀπ’ ἐγκεφάλου φυομένοις τῆς μὲν οἷον ἐντεριώνης ἑκάστου τῶν νεύρων ἀπ’ αὐτοῦ τοῦ νωτιαίου βλαστανούσης, ἐν κύκλῳ δ’ αὐτὸ | |
τῶν μηνίγγων περιλαμβανουσῶν. | ||
7.8.10 | ἔχει γὰρ δὴ καὶ ὁ νωτιαῖος ὁμοίως ἐγκεφάλῳ τὰς μήνιγγας ἕνεκα τῆς αὐτῆς χρείας, ἃς εἰ καὶ περιέλοις ἑκάστου τῶν ἀποφυομένων νεύρων, οὐδὲν βλάπτεται τὸ μέλος εἰς ὃ τὸ νεῦρον ἐμφύεται, μαρτυροῦντος | |
5 | καὶ τοῦδε τοῦ φαινομένου σκεπάσματα μὲν εἶναι τὰς μήνιγ‐ γας ἐγκεφάλου τε καὶ νωτιαίου, τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ κινήσεως δύναμιν ἐν τοῖς ὑπ’ αὐτῶν περιεχομένοις ὑπάρ‐ | |
7.8.11 | χειν. ὅταν οὖν διατέμῃς τὴν ἐντεριώνην τοῦ νεύρου, παρα‐ χρῆμα τὸ μέλος εἰς ὃ τὸ νεῦρον ἀφικνεῖται φαίνεται παντά‐ | |
πασιν ἀναίσθητόν τε καὶ ἀκίνητον. | ||
7.8.12 | ὅτι δὲ καὶ ὁ νωτιαῖος αὐτὸς ἀπ’ ἐγκεφάλου τὴν ἀρχὴν ἔχει τῶν δυνάμεων, εὔδη‐ λον ἐκ τοῦ διατμηθέντος αὐτοῦ καθ’ ὁτιοῦν μέρος, ὅσον μὲν ἀνωτέρω τῆς τομῆς ἐστιν, ὑγιὲς διαφυλάττεσθαι, τοῦ κατω‐ | |
5 | τέρω δὲ τὴν αἴσθησιν ἀπόλλυσθαι παραχρῆμα καὶ τὴν κίνη‐ σιν, ἁπάντων τῶν ἀπ’ αὐτοῦ λαμβανόντων τὰ νεῦρα μυῶν | |
7.8.13 | ἀναισθήτων τε καὶ ἀκινήτων γιγνομένων. Ἐρασίστρατος μὲν οὖν, εἰ καὶ μὴ πρόσθεν, ἀλλ’ ἐπὶ γήρως γε τὴν ἀληθῆ τῶν νεύρων ἀρχὴν κατενόησεν· Ἀριστοτέλης δὲ μέχρι παντὸς | |
ἀγνοήσας εἰκότως ἀπορεῖ χρείαν εἰπεῖν ἐγκεφάλου. | ||
7.8.14 | τίνα δ’ ἐστὶν ἃ λέγει καὶ ὅπως ἐξελέγχεται μαθεῖν ἔνεστί σοι τὸ περὶ χρείας μορίων ὄγδοον ὑπόμνημα τῆς ἡμετέρας πραγμα‐ τείας ἀναγνόντι, καθάπερ γε καὶ ὅτι τούτων ἁπάντων τῶν | |
5 | δογμάτων ὧν διῆλθον Ἱπποκράτης ἐστὶν ἡγεμών, ἐν ἄλλοις τέ τισι κἀν τοῖς περὶ 〈τῆσ〉 Ἱπποκράτους ἀνατομῆς ὑπομνήμασι | |
7.8.15 | δέδεικται. διὸ καὶ νῦν οὐ γέγραφα τὰς ῥήσεις, ὥσπερ τὰς Πλάτωνος, ὅπως μὴ δὶς ὑπὲρ τῶν αὐτῶν λέγοιμι· τῶν Πλά‐ τωνος δὲ κατ’ ἄλλην οὐδεμίαν μεμνημονευκὼς πραγματείαν | |
εἰκότως ἐν τῇδε παρεθέμην. | ||
8.1.1 | Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπι‐ σκέψασθαι προθέμενοι πρῶτον μὲν ἐδιδάξαμεν ἀναγκαιότατον ὑπάρχειν ἰατρικῇ τε καὶ φιλοσοφίᾳ, εἴτε πλείους εἰσὶ δυνά‐ μεις αἱ διοικοῦσαι τὸν ἄνθρωπον εἴτε μία, βεβαίως ἐξευρεῖν· | |
5 | ἐφεξῆς δ’ ἐπὶ τὴν ζήτησιν αὐτῶν τραπόμενοι κατὰ τὸν ἀπο‐ δεικτικὸν νόμον ἔννοιαν ὁμολογουμένην ἔφαμεν εἶναι τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ τὸ κατάρχον αἰσθήσεώς τε καὶ κινή‐ σεως τῆς κατὰ προαίρεσιν, οὐδὲν ὡς πρὸς τὰ παρόντα διαφέ‐ | |
ροντος ἢ κατὰ προαίρεσιν ἢ καθ’ ὁρμὴν εἰπεῖν. | ||
8.1.2 | εὔδηλον δὲ ὅτι ἕτεραι μέν εἰσιν αἱ κινήσεις ἐκτεινόντων τε καὶ συ‐ στελλόντων τὰ κῶλα, βαδιζόντων τε καὶ τρεχόντων, ἑστώτων τε καὶ καθημένων ὅσα τ’ ἄλλα τοιαῦτα πραττόντων, ἕτεραι | |
5 | δ’ αἱ κατὰ τὴν καρδίαν τε καὶ τὰς ἀρτηρίας οὐ κατὰ τὴν ἡμετέραν προαίρεσιν ἀποτελούμεναι, καθάπερ καὶ τρίτον ἄλλο | |
γένος κινήσεων αἱ περὶ τὴν τῆς τροφῆς οἰκονομίαν. | ||
8.1.3 | ἀλλ’ ἀπό γε τῶν προαιρετικῶν ἀρξάμενοι καθ’ ἃς καὶ τὸ καλού‐ μενον ἰδίως ἡγεμονικόν ἐστι τῆς ψυχῆς, ἕνα λόγον ἐδείκνυ‐ μεν ἠρωτῆσθαι μόνον ἐπιστημονικῶς ἀπ’ αὐτοῦ τοῦ ζητου‐ | |
5 | μένου τῆς οὐσίας ἔχοντα τὰς προτάσεις, ὄντα τοιοῦτον· “ὅπου τῶν νεύρων ἡ ἀρχή, ἐνταῦθα καὶ τὸ τῆς ψυχῆς ἡγεμονικόν.” | |
8.1.4 | αὕτη μὲν ἡ τοῦ λόγου κυριωτάτη πρότασις ὡμολογημένη | |
πᾶσιν ἰατροῖς τε καὶ φιλοσόφοις· ἡ δ’ οἷον πρόσληψις αὐτῆς ἀληθὴς μὲν “ἡ ἀρχὴ τῶν νεύρων ἐν τῷ ἐγκεφάλῳ”, ψευδὴς | ||
5 | δὲ “ἡ ἀρχὴ τῶν νεύρων ἐν καρδίᾳ,” γράφειν μὲν ταύτην τὴν πρότασιν ἢ καὶ λέγειν τοῖς ἀπείροις ἀνατομῆς δυναμέ‐ | |
8.1.5 | νου τινός, οὐ μὴν δεῖξαί γε δυναμένου. πάντα γὰρ ἐν τοῖς ζῴοις τὰ μόρια νεύρων μετέχει, τὰ μὲν ἄντικρυς ἐξ ἐγκεφά‐ | |
λου παραγιγνομένων εἰς αὐτά, τὰ δὲ διὰ μέσου τοῦ νωτιαίου. | ||
8.1.6 | πρῶτοι οὖν μακρολογίας αἴτιοι κατέστησαν οἱ καταψευσάμενοι τῶν φαινομένων, οὐχ Ἱπποκράτης ἢ Ἐρασίστρατος ἢ Εὔδη‐ μος ἢ Ἡρόφιλος ἢ Μαρῖνος ὁ μετὰ τοὺς παλαιοὺς ἐν τῷ μεταξὺ χρόνῳ τὴν ἀνατομικὴν θεωρίαν ἠμελημένην ἀνακτη‐ | |
5 | σάμενος· ὡς εἴ γε τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς εἶπον, οὐκ ἂν ἐμακρολογοῦμεν δι’ ἀποδείξεως μιᾶς εὑρημένου τοῦ | |
ζητουμένου. | ||
8.1.7 | μακροτέρων οὖν λόγων ἐδεήθημεν εὐθὺς ἐν τῷ πρώτῳ βιβλίῳ διὰ τοὺς ἃ μηδ’ ὅλως εἶδον ὡς ἀκριβῶς ἰδόντας ἐπιχειρήσαντας γράφειν, ἠναγκάσθημέν τε καὶ νεύρων καὶ ἀρτηριῶν ἀνατομὴν ἐπὶ κεφαλαίων ἐν αὐτῷ | |
5 | διελθεῖν. | |
8.1.8 | ἐν δὲ τῷ δευτέρῳ βιβλίῳ τῶν ἠρωτημένων λόγων περὶ ψυχῆς ἡγεμονικοῦ τοὺς πιθανωτάτους ἀπεδείξαμεν οὐ κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ὑπ’ αὐτῶν συντεθέντας, ἀλλὰ τοὺς μὲν ἐγγὺς αὐτῶν, οὓς διαλεκτικοὺς ἔθος ἐστὶν | |
5 | Ἀριστοτέλει καλεῖν, ἐνίους δὲ πορρώτερον, οὓς διαιροῦμεν | |
8.1.9 | εἴς τε τοὺς ῥητορικοὺς [τε] καὶ τοὺς σοφιστικούς. ἔπραξα δὲ τοῦτο καὶ τοῦ ὑποκειμένου μὲν ἕνεκεν αὐτοῦ καὶ διὰ τοὺς ἑταίρους δὲ βουλομένους ἐκ παραλλήλου τῶν λόγων ἔχειν τὰς διαφορὰς ἐφ’ ἑνὸς προβλήματος, ἐσομένης τῆς γυμνασίας | |
5 | ταύτης εἰς πολλὰ χρησίμης. | |
8.1.10 | ἐπεὶ δὲ καὶ τοιοῦτόν τινα λόγον ὁ Χρύσιππος ἔγραψεν· “ἔνθα τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθα καὶ τὸ ἡγεμονικόν· τὰ δὲ πάθη τῆς ψυχῆς ἐν καρδίᾳ· ἐν ταύτῃ ἄρα καὶ τὸ ἡγεμονικόν,” ἐδείκνυον αὐτὸ τὸ ζητούμε‐ | |
5 | νον αὐτὸν ἐν τῷ κυριωτάτῳ λήμματι λαμβάνοντα· | |
8.1.11 | Πλάτωνος γὰρ εἰρηκότος ἐν μὲν τῇ κεφαλῇ τὸ λογιστικὸν ὑπάρχειν, ἐν δὲ τῇ καρδίᾳ τὸ θυμοειδές, ἐν ἥπατι δὲ τὸ ἐπιθυμητικὸν, ἐχρῆν αὐτὸν ἐλέγξαι πρότερον ὅσα κατασκευάζων ἑαυτοῦ | |
5 | τὸ δόγμα διῆλθεν ὁ Πλάτων, οὐχ ἁπλῶς ἀποφηνάμενον ἀξιοπιστοτέραν ἡγεῖσθαι τὴν ἰδίαν ἀπόφασιν τῶν ὑπὸ Πλά‐ | |
8.1.12 | τωνος εἰρημένων λόγων. ἐδείκνυον δὲ καὶ ὡς οὐδ’ ἐπεχεί‐ ρησέ που τῶν ἑαυτοῦ συγγραμμάτων ὁ Χρύσιππος ἀντειπεῖν | |
τοῖς τοῦ Πλάτωνος λόγοις. | ||
8.1.13 | ἅπαντες μὲν οὖν ὅσοι μηδέπω φιλοσοφίας ἦσαν ἡμμένοι γεωμέτραι καὶ ἀριθμητικοὶ καὶ λογιστικοὶ καὶ ἀστρονόμοι καὶ ἀρχιτέκτονες ἔτι τε μουσικοὶ καὶ γνωμονικοὶ καὶ ῥητορικοὶ καὶ γραμματικοὶ καὶ ὅλως εἴ | |
5 | τις ἐν τέχνῃ λογικῇ γεγύμναστο, πίστιν βεβαίαν ἔσχον ἐξελη‐ λέγχθαι μὲν τοὺς τῶν ἄλλων λόγους, ὅσους ἐγεγράφεσαν ὑπὲρ ἡγεμονικοῦ ψυχῆς, ἀληθεῖς δ’ εἶναι τοὺς Ἱπποκράτους | |
καὶ Πλάτωνος· | ||
8.1.14 | ἐπεὶ δὲ τὰ τοῦ Χρυσίππου βιβλία περὶ παθῶν γεγραμμένα καὶ 〈ἔτ’ ἐπῄνουν〉 οἱ ἀπ’ ἐκείνου, 〈λέγοντεσ〉 ὡς ἐν ἐκείνοις ἀπέδειξεν ὁ ἀνὴρ ἐν τῷ λογιστικῷ τῆς ψυχῆς εἶναι τὰ πάθη, τοὺς θυμοὺς καὶ τοὺς φόβους καὶ τὰς λύπας ὅσα τ’ ἄλλα | |
5 | τοιαῦτα, δι’ ἐκείνους ἠναγκάσθην ἐπιδεικνύναι μὴ μόνον ψευ‐ δῶς εἰρηκότα πολλὰ κατὰ τὰ περὶ τῶν παθῶν βιβλία τὸν Χρύσιππον, ἀλλὰ καὶ μαχομένως αὑτῷ· καὶ κατὰ τοῦτο προσέθηκα τοῖς πρώ‐ τοις δύο βιβλίοις ἕτερα τρία δείξας εὐθέως ἐν αὐτοῖς ὅτι καὶ Ποσειδώνιος ὁ ἐπιστημονικώτατος τῶν Στωϊκῶν διὰ τὸ γεγυ‐ | |
10 | μνάσθαι κατὰ γεωμετρίαν ἀπέστη τε τοῦ Χρυσίππου καὶ δείκνυ‐ σιν ἐν τῇ περὶ παθῶν πραγματείᾳ διοικουμένους ἡμᾶς ὑπὸ τριῶν δυνάμεων, ἐπιθυμητικῆς τε καὶ θυμοειδοῦς καὶ λογι‐ στικῆς· τῆς δ’ αὐτῆς δόξης ὁ Ποσειδώνιος ἔδειξεν εἶναι καὶ | |
8.1.15 | τὸν Κλεάνθην. καὶ μέντοι καὶ τὸν περὶ τῶν ἀρετῶν λόγον ἐπὶ ταύταις ταῖς ἀρχαῖς ὀρθῶς φησι περαίνεσθαι καὶ δείκνυ‐ σιν αὐτὸ τοῦτο διὰ μεγάλης πραγματείας ἰδίᾳ γεγραμμένης αὐτῷ. ὥστ’ οὐκ ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος, ἀλλ’ | |
5 | οἱ προπετῶς ἐπαινοῦντες τὰ γεγραμμένα Χρυσίππῳ περί τε | |
τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ καὶ περὶ παθῶν. | ||
8.1.16 | ἃ πάντ’ ἐγνώ‐ κειν ἐγὼ παρελθεῖν ἐάσας ἀνέλεγκτα· θεοὺς δ’ ἅπαντας ἐπι‐ καλοῦμαι μάρτυρας ὡς τοὺς ἀναισχύντους τῶν λόγων ἐλέγχων αὐτὸς αἰδοῦμαι βέλτιον εἶναι νομίζων ἀγνοεῖσθαι τοῖς πολ‐ | |
5 | λοῖς αὐτούς, ὅπως μὴ βλάπτοιντο θεώμενοι φιλοσόφους ἄν‐ δρας ἃ μηδέποτ’ εἶδον ὡς ἰδόντας γράφοντας· ἧττον γὰρ | |
8.1.17 | αἰδοῦνται καὶ αὐτοὶ φωραθῆναι ψευδόμενοι. αἰδεσθῆναι δ’ ἐστὶ καὶ ὅτι μὴ γινώσκουσιν ἐν φιλοσοφίᾳ γεγηρακότες ἄνδρες ὡς εἷς μόνος οὗτος ἠρώτηται λόγος ἀποδεικτικῷ νόμῳ περὶ ψυχῆς ἡγεμονικοῦ καθ’ ὃν ἡ μὲν ἀληθὴς πρόσληψίς ἐστιν | |
5 | ἐγκέφαλον εἶναι τῶν νεύρων ἀρχήν, ἡ ψευδὴς δὲ τὴν | |
καρδίαν. | ||
8.1.18 | ὥστε οὐ μόνον ἐν πέντε βιβλίοις οὐκ ἦν ἀνάγκη γραφῆναι τὸν περὶ ψυχῆς ἡγεμονικοῦ λόγον, ἀλλ’ οὐδὲ δι’ ἑνὸς ὅλου πρός γε τοὺς μεμαθηκότας ὁποῖόν τι πρᾶγμά ἐστιν ἀπόδειξις ἐπιστημονική, προσήκουσα μέν, ὡς ἐγώ φημι, | |
5 | φιλοσόφοις μᾶλλον ἢ γεωμέτραις ἀριθμητικοῖς τε καὶ λογι‐ στικοῖς, ἀστρονόμοις τε καὶ ἀρχιτέκτοσιν, οὐ μὴν ἠσκημένη | |
γ’ αὐτοῖς ὥσπερ ἐκείνοις. | ||
8.1.19 | διὰ τοῦτ’ οὖν Εὐκλείδης μὲν ἑνὶ θεωρήματι τῷ πρώτῳ κατὰ τὸ τῶν φαινομένων βιβλίον ἐπέ‐ δειξε δι’ ὀλιγίστων ἐπῶν τὴν γῆν μέσην εἶναι τοῦ κόσμου καὶ σημείου καὶ κέντρου λόγον ἔχειν πρὸς αὐτόν, καὶ οἱ μα‐ | |
5 | θόντες οὕτω πιστεύουσι τῷ συμπεράσματι τῆς ἀποδείξεως ὡς καὶ τῷ τὰ δὶς δύο τέτταρα εἶναι· τῶν φιλοσόφων δ’ ἔνιοι τοιαῦτα ληροῦσι περὶ μεγέθους τε καὶ θέσεως γῆς ὡς | |
αἰδεσθῆναί τινα περὶ τοῦ παντὸς ἐπιτηδεύματος. | ||
8.1.20 | ὅπου γὰρ οἱ μὲν ἀεὶ παρακελευόμενοι μηδὲν μήτε πράττειν μήτε λέγειν προπετῶς ἔργῳ φαίνονται τοιοῦτοι, τῶν δ’ εἰρημένων ἄνω‐ θεν ἀντιτεχνιτῶν οὐδεὶς μὲν ἑαυτὸν νομίζει σοφόν, ὡς ἐκεῖνοι, | |
5 | ταῖς δ’ ἀποδείξεσι προσηκόντως χρῶνται μηδαμόθεν μαχό‐ μενοι μηδὲ διαφωνοῦντες ἀλλήλοις μηδὲ ἀναισχύντως ἀπο‐ φαινόμενοι περὶ ὧν οὐκ ἴσασι, πῶς οὐκ ἄν τις αἰδεσθείη | |
περὶ παντὸς τοῦ τῆς φιλοσοφίας ἐπιτηδεύματος; | ||
8.1.21 | οὕτως γοῦν ὁ ἀληθὴς λόγος ἐστὶ βραχὺς ὡς ἐγὼ δείξω σοι δι’ ὀλίγων συλλαβῶν περαινόμενον αὐτὸν ὄντα τοιοῦτον· “ἔνθα τῶν νεύρων ἡ ἀρχή, ἐνταῦθα τὸ ἡγεμονικόν· ἡ δ’ ἀρχὴ τῶν | |
8.1.22 | νεύρων ἐν ἐγκεφάλῳ [ἐστίν]· ἐνταῦθα ἄρα τὸ ἡγεμονικόν.” εἷς μὲν οὗτος λόγος ἐννέα καὶ τριάκοντα συλλαβῶν, ὅπερ ἐστὶ | |
δυοῖν καὶ ἡμίσεος ἐπῶν ἑξαμέτρων· ἕτερος δ’ ἐστὶ πέντε | ||
5 | τῶν πάντων ἐπῶν· “ἔνθα τὰ πάθη τῆς ψυχῆς ἐπιφανέστερον κινεῖ τὰ μόρια τοῦ σώματος, ἐνταῦθα τὸ παθητικὸν τῆς ψυχῆς ἐστιν· ἀλλὰ μὴν ἡ καρδία φαίνεται μεγάλην ἐξαλλαγὴν ἴσχουσα τῆς κινήσεως ἐν θυμοῖς καὶ φόβοις· ἐν ταύτῃ ἄρα | |
8.1.23 | τὸ παθητικὸν τῆς ψυχῆς ἐστιν.” εἰ δὲ συνθείης ὡδὶ τούτους τοὺς δύο λόγους, οὐ πλεῖον ἐπῶν ἑξαμέτρων ὀκτὼ τὸ | |
συγκείμενον ἐξ αὐτῶν πλῆθος ἔσται. | ||
8.1.24 | τίνες οὖν αἴτιοι τοῦ πέντε βιβλία γραφῆναι περὶ τούτων ἃ διὰ ὀκτὼ στίχων ἡρωϊκῶν ἐπιστημονικὴν ἀπόδειξιν εἶχεν; οὐχ ἡμεῖς δήπουθεν, ἀλλ’ οἱ μὴ βουλόμενοι γραμμικαῖς χρῆσθαι ἀποδείξεσι φιλό‐ | |
8.1.25 | σοφοι, περὶ ὧν ἔφην αἰδεῖσθαι. τίνες δὲ αἴτιοι τοῦ καὶ τὸ ἕκτον βιβλίον ἐπ’ αὐτοῖς γραφῆναι περὶ τῆς τρίτης ἀρχῆς μακροτέρου μὲν λόγου δεομένης, οὐ μὴν ὥσθ’ ὅλον ἓν πλη‐ ρωθῆναι βιβλίον; οἱ μὴ γεγυμνασμένοι γραμμικῶν ἀποδεί‐ | |
5 | ξεων ἀκούειν, ἐπεί τοι καὶ τούτου τοῦ σκέμματος ἐν ὀλίγοις | |
κεφαλαίοις ἐστὶν ἡ ἀπόδειξις. | ||
8.1.26 | ἐδείχθη γὰρ ἔν τε τοῖς φυτοῖς τὰ παχύτατα μέρη τῆς ἀρχῆς αὐτῶν ἐκφυόμενα καὶ τῶν προδεδειγμένων δυοῖν ἀρχῶν, τῆς τῶν νεύρων καὶ τῶν ἀρτηριῶν, τὰ μὲν οἷον στελέχη πρὸς ταῖς ἀρχαῖς εἶναι, | |
5 | τὰ δὲ ἀνάλογον κλάδοις ἐν τῷ προιέναι τὰ στελέχη γεννώ‐ | |
8.1.27 | μενα. τοῦτο μὲν ἓν λῆμμα δι’ ἐναργῶν ἀπεδείχθη· δεύτερον δὲ ἐπ’ αὐτῷ τῆς φυτικῆς ἐν ἡμῖν δυνάμεως, ἣν κοινὴν ἔχομεν πρὸς τὰ φυτά, τὰς φλέβας ὑπάρχειν ὄργανα καθηκουσῶν μὲν εἴς τε τὴν γαστέρα καὶ τὰ ἔντερα λεπτῶν | |
5 | φλεβῶν ὥσπερ εἰς τὴν γῆν αἱ ῥίζαι τῶν δένδρων, ἁπασῶν μὲν ἀπὸ μιᾶς φλεβὸς πεφυκυιῶν, τῆς ἐπὶ πύλαις ἥπατος, αὖθις δὲ ἐκ τοῦ ἥπατος ἐκφυομένης μεγίστης φλεβός, ἣν κοί‐ λην ὀνομάζουσιν, ἧς ὥσπερ κλάδοι τινὲς σχίζονται φλέβες | |
ἄλλαι πάντῃ τοῦ σώματος φερόμεναι. | ||
8.1.28 | ἐξ ὧν ἐπεραίνετο ἡ τῶν φλεβῶν ἀρχὴ τὸ ἧπαρ ὑπάρχειν, ᾧ πάλιν εἵπετο καὶ τῆς κοινῆς πρὸς τὰ φυτὰ δυνάμεως ἀρχὴν εἶναι τοῦτο τὸ σπλάγ‐ χνον, ἥντινα δύναμιν ὁ Πλάτων ἐπιθυμητικὴν ὀνομάζει. | |
8.1.29 | αὕτη μὲν ἀπόδειξις μία τοῦ τὸ ἧπαρ ἀρχὴν εἶναι τῆς ἐπιθυ‐ μητικῆς δυνάμεως καὶ τῶν φλεβῶν· ἑτέρα δ’ ἐκ τοῦ μηδὲν ἄλλο μόριον εὑρίσκεσθαι κατὰ τὸ ζῷον, ᾧ συμφυεῖς εἰσιν αἱ | |
8.1.30 | φλέβες ἅπασαι, λαμβανομένη. τὴν γὰρ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐκφυομένην φλέβα τὴν κοίλην ἔνιοί φασι τῆς δεξιᾶς | |
ἐν τῇ καρδίᾳ κοιλίας ἐκπεφυκέναι. εἴπερ οὖν ἀπ’ ἐκείνης ἀνά‐ | ||
5 | λογον κλάδοις αἱ κατὰ τὸ σῶμα πᾶν ἀποσχίζονται φλέβες, εἴη ἂν | |
8.1.31 | ἁπασῶν αὐτῶν ἀρχὴ 〈ἡ〉 καρδία. ἀλλ’ αἵ γ’ ἐκ τῶν σιμῶν τοῦ ἥπατος ἀνάλογον ῥίζαις εἰς τὴν γαστέρα τήν τε νῆστιν καὶ τὸ λεπτὸν ἔντερον καὶ τὸ τυφλὸν καὶ τὸ κόλον εἴς τε τὸ ἀπευ‐ θυσμένον ὀνομαζόμενον καὶ τὸν σπλῆνα καὶ τὸ ἐπίπλοον | |
5 | ἥκουσαι φλέβες οὐκ ἀπὸ ταύτης πεφύκασιν, ἀλλ’ ἔστιν ἑτέρα φλὲψ ἁπασῶν τούτων ἀρχὴ κατὰ τὰς πύλας τοῦ ἥπατος τε‐ | |
ταγμένη. | ||
8.1.32 | πῶς οὖν ἔτι ἀρχὴ τῶν φλεβῶν ἡ δεξιὰ τῆς καρδίας ἔσται κοιλία μήτε τῶν εἰρημένων φλεβῶν μήτε πρὸς αὐταῖς τῶν ἐν τοῖς σιμοῖς τοῦ ἥπατος συναπτομένων τῇ καρδίᾳ; | |
8.1.33 | ἧπαρ δὲ καὶ ταύταις ἁπάσαις συνῆπται ταῖς φλεψὶ καὶ ταῖς καθ’ ὅλον τὸ σῶμα διὰ τῆς ἐκ τῶν κυρτῶν αὐτοῦ μερῶν ἐκπεφυκυίας, ἣν οἱ μὲν πλεῖστοι τῶν ἰατρῶν κοίλην ὀνομά‐ ζουσι διὰ τὸ μέγεθος, Ἱπποκράτης δὲ καὶ ὅσοι τὰ τούτου | |
5 | πρεσβεύουσιν ἡπατῖτιν ἀπὸ τοῦ σπλάγχνου προσονομάζουσιν, | |
ὅθεν ἐκπέφυκεν. | ||
8.1.34 | αὕτη τοιγαροῦν ἤδη σοι δευτέρα περὶ ἥπα‐ τος ἀπόδειξις, ὡς ἁπασῶν ἐστι φλεβῶν ἀρχή, διὰ τοῦτο δὲ | |
8.1.35 | καὶ τῆς θρεπτικῆς δυνάμεως. ἄλλη δ’ ἐκ περιουσίας τρίτη τοιάδε τις· ἐὰν τὴν δεξιὰν τῆς καρδίας κοιλίαν ἀρχὴν ὑπο‐ θώμεθα τῆς κοίλης φλεβός, ἐναντίως ἔσται τῷ φαινομένῳ καὶ ἐν ταῖς τῶν ἰχθύων ἀνατομαῖς εὑρισκομένῳ. οὐδενὸς | |
5 | γοῦν αὐτῶν ἡ καρδία δεξιὰν ἔχει κοιλίαν, ὅτι μηδὲ πνεύ‐ | |
8.1.36 | μων ἐστὶ τοῖς ζῴοις ἐκείνοις. διὰ τί δὲ γεννᾶταί τε καὶ συναπόλλυται πνεύμονι τῆς καρδίας ἡ δεξιὰ κοιλία, δέδεικταί | |
μοι κατὰ τὴν περὶ χρείας μορίων πραγματείαν. | ||
8.1.37 | ἐκ περιου‐ σίας μέν, ὡς ἔφην, οὐ σμικρὰ τῷ δόγματι πίστις ἐστὶ καὶ ἐκ τοῦ νῦν εἰρημένου λόγου· προσέρχεται δὲ καὶ ἄλλη τις ὁμοία τῇδε τὴν εὐθύτητα τῆς κοίλης ἡμῶν ἐπισκεπτομένων. | |
8.1.38 | ὁρᾶται γὰρ ἀπὸ τῶν κυρτῶν τοῦ ἥπατος ἄχρι τῶν σφαγῶν ἅπαν μὲν αὐτῆς τὸ δεξιὸν μέρος εὐθείᾳ μιᾷ ἄκλαστον φυ‐ λάττον αὐτήν, ἐκ δὲ τῶν ἀριστερῶν ἀπόφυσις εἰς τὴν δεξιὰν κοιλίαν τῆς καρδίας γιγνομένη, ἥντινα φλέβα νομίζουσιν ἔνιοι | |
5 | τὸ πρέμνον, ὡς ἂν εἴποι τις, εἶναι τῶν καθ’ ὅλον τὸ σῶμα | |
φλεβῶν. | ||
8.1.39 | εἰ δέ περ ἦν ἀληθὲς τοῦτο, πάντως ἂν ἐσχίζετο καὶ αὕτη μετὰ τὴν ἔκφυσιν ὡσαύτως τῇ μεγάλῃ ἀρτηρίᾳ ἣν ὁμολογουμένως ἁπασῶν τῶν καθ’ ὅλον τὸ ζῷον ἀρτηριῶν ἀρχὴν οὖσαν ἰδεῖν ἔστι μετὰ τὸ πρῶτον ἐκφῦναι τῆς καρδίας | |
5 | δίχα σχιζομένην, ὅπως τῶν μερῶν αὐτῆς τὸ μὲν ἕτερον ἄνω, | |
8.1.40 | τὸ δὲ ἕτερον ἐνεχθείη κάτω τοῦ σώματος. ὥστε καὶ εἰ ἡ κοίλη φλὲψ 〈ἐκ〉 τῆς καρδίας ἐφύετο, πάντως ἂν καὶ αὕτη παραπλησίως τῇ ἀρτηρίᾳ δίχα σχισθεῖσα τῷ μὲν ἑτέρῳ μέρει πρὸς τὰς σφαγὰς ἀνηνέχθη, τῷ δὲ ἑτέρῳ κατηνέχθη πρὸς τὸ | |
5 | ἧπαρ· οὗ μὴ φαινομένου δῆλόν ἐστιν οὐδὲ ἐκ τῆς καρδίας | |
αὐτὴν ἄρχεσθαι. | ||
8.1.41 | αὗται τέτταρες ἀποδείξεις εἰσὶν εἰρημέναι κατὰ τὸ τῆς προκειμένης πραγματείας ἕκτον γράμμα τοῖς | |
8.1.42 | εἰδόσι τί ποτ’ ἐστὶν ἀπόδειξις αὐτάρκης. εἴρηται δὲ καὶ ἄλλα τινὰ κατὰ τὸ βιβλίον εἰς πίστιν τοῦ δόγματος, οὐ μὴν ἐπιστημονικήν γε τὴν ἀπόδειξιν ἔχοντα καθάπερ οἱ πρῶτοι δύο λόγοι. καὶ μέντοι καὶ ἀντιλογία τις εἴρηται πρὸς τοὺς | |
8.1.43 | ἑτέρως δοξάζοντας. ὥστε, ὅσον ἐπ’ ἐμοί, διὰ βραχυτάτων ἂν ἤδη τὸ προκείμενον ἀποδέδεικτο καὶ χρὴ τοῦ μήκους τῶν λόγων οὐχ ἡμῖν ἐλέγχουσιν οὓς ἡμαρτημένους ἔγραψαν ἐκεῖ‐ | |
νοι λόγους ἀλλὰ τοῖς συνθεῖσιν αὐτοὺς μέμφεσθαι. | ||
8.1.44 | τριῶν οὖν βιβλίων λογικῶν περὶ παθῶν γεγραμμένων Χρυσίππῳ δυνάμενος ἀντειπεῖν 〈καὶ〉 ἃ πρὸς αὑτὸν διηνέχθη διελέγχων μηκύνειν οὐχ ὑπέμεινα τοῦτο πρᾶξαι καθάπερ οὐδ’ ὅσα | |
5 | περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς ἔγραψεν ἐν τέτταρσι βιβλίοις | |
8.1.45 | ὑπὲρ ὧν αὐτῷ καὶ ὁ Ποσειδώνιος μέμφεται. ἀλλὰ καὶ περὶ τούτων ἐνδειξάμενος τοῖς ἀκούειν δυναμένοις ἐπιστημονικῶν ἀποδείξεων ἀνεβαλόμην ἐπὶ σχολῆς αὖθις ἐπιδείξειν ὅσα καὶ πρὸς αὑτὸν ἐναντιολογούμενος ἔγραψε καὶ πρὸς τὴν τῶν | |
5 | ἐναργῶς φαινομένων ἀλήθειαν. ἐκείνη μὲν οὖν ἡ πραγμα‐ | |
τεία καθ’ ἑαυτὴν γέγραπται. | ||
8.2.1 | Νῦν δὲ ποθοῦσιν ἔχειν ἤδη πολλοῖς τῶν φίλων τὰ κατάλοιπα τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐνταῦθα τρέψομαι ἀρχὴν ἀπὸ τῶν φυσικῶν στοιχείων ποιησάμενος. | |
8.2.2 | ὀνομάζεται μὲν οὖν στοιχεῖον ὅπερ ἂν ἐλάχιστον ᾖ μέρος ἐκείνου τοῦ πράγματος οὗπερ ἂν ᾖ στοιχεῖον. ἐκ γὰρ τῆς τοῦ πρός τι κατηγορίας ἐστὶν ἡ στοιχεῖον φωνὴ καθάπερ καὶ 〈ἡ〉 [τοῦ] μέρος· τό τε γὰρ στοιχεῖον τινός ἐστι στοιχεῖον τό τε | |
5 | μέρος τινός ἐστι μέρος. | |
8.2.3 | ὥσπερ οὖν τῆς φωνῆς ἡμῶν, ᾗ χρώ‐ μεθα διαλεγόμενοι πρὸς ἀλλήλους, τέτταρα καὶ εἴκοσί ἐστι στοιχεῖα, κατὰ τὸν αὐτὸν τρόπον ἁπάντων τῶν γεννητῶν καὶ φθαρτῶν σωμάτων ἐλάχιστα μόρια γῆ καὶ ἀήρ ἐστιν | |
5 | ὕδωρ τε καὶ πῦρ, ἐλαχίστου δὲ λεγομένου τοῦ μηκέτι τομὴν | |
8.2.4 | ἐγχωροῦντος. ἡ μὲν γὰρ κατὰ τὸ μέγεθος τομὴ τοιοῦτον οὐδὲν ἐλάχιστον ἔχει, μόνη δὲ ἡ κατ’ εἶδος ἵσταταί ποτε | |
καθάπερ ἐπὶ τῆς φωνῆς. | ||
8.2.5 | οὔσης γάρ τινος συνθέτου τοιᾶσδε μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος, ὅλη μέν ἐστιν αὕτη, μέρη δὲ τὸ μῆνιν καὶ τὸ ἄειδε καὶ τὸ θεὰ καὶ τὸ Πηληϊάδεω καὶ τὸ Ἀχιλῆος. ἕκαστον δὲ τούτων | |
5 | πάλιν εἰς τὰς συλλαβὰς τέμνεται καὶ τῶν συλλαβῶν αὖθις | |
8.2.6 | ἑκάστη διαίρεσιν εἰς τὰ στοιχεῖα λαμβάνει. τῆς γοῦν πρώτης συλλαβῆς τῆς μη συγκειμένης ἐκ δυοῖν στοιχείων οὐδέτερον αὐτῶν εἰς ἄλλας ἑαυτοῦ φωνὰς ἐλάττους δύναται τμη‐ θῆναι καὶ διὰ τοῦτο τὴν μη φωνὴν ἐλαχίστην τε καὶ ἄτμη‐ | |
5 | τον εἶναί φαμεν, ὡς καὶ τὸν Δίωνα καλεῖν ἔθος ἐστὶ τοῖς | |
φιλοσόφοις ἄτομον οὐσίαν. | ||
8.2.7 | οὕτως δὲ καὶ λόγον βραχύτατον εἴρηκεν ὁ Πλάτων τὸν συγκείμενον ἐξ ὀνόματος καὶ ῥήμα‐ τος, ὡς λόγον δηλονότι καλῶν βραχύτατον αὐτόν. ἕκαστον γὰρ τῶν κατ’ εἶδος λεγομένων τε καὶ νοουμένων, ὅταν μη‐ | |
5 | κέτι χωρῇ τομὴν εἰς εἴδη πλείω, τοῖς τοιούτοις ὀνόμασι προσ‐ | |
αγορεύομεν, βραχύτατον, ἄτμητον, στοιχεῖον. | ||
8.2.8 | περὶ μὲν οὖν τοῦ στοιχεῖον ὀνόματος ὅλον ἔχεις γεγραμμένον βιβλίον ἐν τῇ τῶν ἰατρικῶν ὀνομάτων πραγματείᾳ. περὶ δὲ τῆς κατὰ μέγεθος τομῆς τῶν σωμάτων ἐπιδέδεικται τοῖς γεωμετρικοῖς | |
5 | ἀνδράσιν ὡς οὐδέποτε στῆναι δυναμένης ἀλλ’ αἰεὶ τοῦ τεμνο‐ | |
8.2.9 | μένου μικρότερον ἑαυτοῦ τὸ μέγεθος ἔχοντος. ἀπολειπομέ‐ νης δὲ μόνης τῆς κατ’ εἶδος τομῆς ὡμολόγηται πάλιν αὖθις περὶ τῆς καθ’ ἕκαστον γένος τῶν ὄντων ἄτομον εἶδος εἶναί τι τοιοῦτον ὁποῖόν ἐστιν ἐν τοῖς φυσικοῖς σώμασι στοιχεῖον, | |
5 | ἡ γῆ καὶ τὸ ὕδωρ ὅ τε ἀὴρ καὶ τὸ πῦρ. | |
8.2.10 | ἀποδείξεις δὲ τού‐ των οὐ δέομαι γράφειν ἐνταῦθα φθάσαντος γραφῆναι ὑπο‐ μνήματος ἑτέρωθι περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ὃ σαφέστερον μὲν ἂν ἐγέγραπτο, καθάπερ καὶ ἄλλα πολλά, μὴ | |
5 | πρὸς μόνον ἀποβλέποντι τὸν λαμβάνοντά μου τὸ βιβλίον, ἀλλ’ ὡς καὶ τῶν ἀμαθεστέρων ἐκείνου μελλόντων ὁμιλήσειν | |
αὐτῷ. | ||
8.2.11 | πολλῶν δ’ ἔχειν φθασάντων οὐκέτ’ ἔδοξέ μοι γράφειν ἄλλο τῷ εἶναι ὀλίγους τινὰς ἐν αὐτῷ λόγους μακροτέρας ἐξεργασίας δεομένους, ὧν οὐχ ἥκιστα καὶ οὗτος αὐτὸς ὁ νῦν εἰρημένος ὑπὲρ τῆς κατὰ τὸ στοιχεῖον ἐννοίας, ἐπὶ πλεῖστον | |
5 | μὲν ἐξειργασμένος, ὡς ἔφην, ἐν ἑνὶ βιβλίῳ, διὰ κεφαλαίων δὲ νῦν εἴρηται μὲν ὅσα που μᾶλλον ἂν εἴρητο κἀν τῷ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων εἴπερ αὐτῶν ὁ λαβὼν | |
[τὸ στοιχεῖον] ἐδεῖτο. | ||
8.2.12 | γεγραμμένου δὲ τῷ Ἱπποκράτει βιβλίου περὶ φύσεως ἀνθρώπου, προστεθέντος δ’ αὐτῷ καὶ τοῦ περὶ διαίτης μικροῦ βιβλιδίου καί τινος παρεντεθείσης ἀνατομῆς φλεβῶν ἣν ὁ διασκευάσας δοκεῖ μοι προσθεῖναι τῷ περὶ | |
5 | φύσεως ἀνθρώπου καὶ τῷ περὶ διαίτης, ἐξήγησίς ἐστι τὸ ἡμέτερον γράμμα τὸ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων | |
τοῦ γεγραμμένου περὶ φύσιος ἀνθρώπου. | ||
8.2.13 | τὴν δὲ ἐξήγησιν οὐχ οὕτως ἔχει γεγονυῖαν ὡς εἰώθασιν οἱ τὰς ἐξηγήσεις γράφοντες ποιεῖσθαι καθ’ ἑκάστην λέξιν, ἀλλὰ τῶν συνεχόν‐ των τὸ δόγμα μόνων ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν ἃς εἴπερ | |
8.2.14 | ἐθέλεις μανθάνειν, ἐπ’ ἐκεῖνο μετάβηθι τὸ βιβλίον. ἐγὼ δ’ οὐκ εἴωθα πολλάκις τὰ αὐτὰ γράφειν ἐν διαφόροις ὑπομνή‐ μασιν ἀλλ’ ἐνταῦθα τὰς μόνου τοῦ Πλάτωνος παραγράψω ῥήσεις ἐν αἷς ἠκολούθησε τῷ Ἱπποκράτει τὰ σώματα ἡμῶν | |
5 | ἐκ γῆς καὶ πυρὸς ἀέρος τε καὶ ὕδατος συγκεῖσθαι λέγων. | |
8.2.15 | εἰρημένου δ’ αὐτοῦ τούτου καὶ κατὰ τἆλλα βιβλία νῦν ἡμῖν ἀρκέσει τὴν ἐκ τοῦ Τιμαίου παραγράψαι ῥῆσιν ἔχουσαν ὧδε· | |
8.2.16 | “τεττάρων γὰρ ὄντων γενῶν ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς, πυρός, ὕδατός τε καὶ ἀέρος, τούτων ἡ παρὰ φύσιν πλεονεξία καὶ ἔνδεια καὶ τῆς χώρας μετάστασις ἐξ οἰκείας ἐπ’ ἀλλο‐ τρίαν γιγνομένη, πυρός τ’ αὖ καὶ τῶν ἑτέρων, ἐπειδή γε | |
5 | πλέω ἑνὸς ὄντα τυγχάνει, τὸ μὴ προσῆκον ἕκαστον ἑαυτῷ προσλαμβάνειν καὶ πάνθ’ ὅσα τοιαῦτα στάσεις καὶ νόσους | |
παρέχει.” | ||
8.2.17 | ἐν ταύτῃ τῇ ῥήσει σαφῶς ἐδήλωσεν ὁ Πλάτων οὐ μόνον ἐκ γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρὸς γεγονέναι τὰ σώμαθ’ ἡμῶν ἀλλὰ καὶ διότι διὰ ταῦτα μέτρῳ μὲν ἀλλή‐ λοις κεκραμένα κατὰ φύσιν ἔχομεν, ὅπερ ταὐτόν ἐστι τῷ | |
5 | ὑγιαίνομεν, ἐλλείποντος δέ τινος ἢ πλεονάσαντος ἢ μεταστάν‐ | |
τος εἰς ἀλλοτρίαν χώραν νοσοῦμεν. | ||
8.2.18 | ὅτι μὲν οὖν ἥ τε πλεο‐ νεξία καὶ ἡ ἔνδεια διαφθείρει τὴν εὐκρασίαν ἐν ᾗ τῶν πρώτων σωμάτων ἡ ὑγίεια, 〈πρόδηλον〉· πρόδηλον δ’ ὅτι καὶ ἡ μετάστασις, ἐὰν ἐννοήσωμεν ὡς τοῖς κατὰ τὸν θώρακα καὶ τὰς | |
5 | τραχείας ἀρτηρίας ὀργάνοις αἵματος ἤ τινος ἄλλου χυμοῦ παρεμπεσόντος συγχεῖσθαι τὴν ἄμεμπτον ὑγίειαν αὐτῶν ἔν τε τοῖς κατὰ γαστέρα καὶ ἔντερα καὶ φλέβας καὶ σάρκας | |
ἀερώδους οὐσίας ἀθροισθείσης. | ||
8.2.19 | ἀλλὰ καὶ αὐτὸς ὁ Πλάτων διὰ τῶν συνεχῶν τῇ προειρημένῃ ῥήσει διδάξει σε τοῦτο λέγων ὡδί· “παρὰ φύσιν γὰρ ἑκάστου γιγνομένου καὶ μεθι‐ σταμένου θερμαίνεται μὲν ὅσα ἂν πρότερον ψύχηται ξηρὰ | |
5 | δ’ ὄντα εἰς ὕστερον γίγνεται ὑγρότερα καὶ κοῦφα δὴ καὶ βαρέα | |
8.2.20 | καὶ πάσας πάντῃ μεταβολὰς δέχεται. μόνως γὰρ δή φαμεν κατὰ ταὐτὸν ταὐτὸν ταὐτῷ καὶ ὡσαύτως 〈καὶ〉 ἀνάλογον προσ‐ γιγνόμενον καὶ ἀπογιγνόμενον ἐάσει ταὐτὸν ὂν αὑτῷ σῶον | |
8.2.21 | καὶ ὑγιὲς μένειν. ὃ δ’ ἂν πλημμελήσῃ τι τούτων ἐκτὸς ἀπιὸν ἢ προσιόν, ἀλλοιότητας παμποικίλας καὶ νόσους φθο‐ | |
ράς τε ἀπείρους παρέξεται.” | ||
8.2.22 | ὅτι μὲν οὖν ἐκ γῆς καὶ πυρὸς ἀέρος τε καὶ ὕδατος ἡ τοῦ σώματος ἡμῶν ἐστι σύστασις ὅτι τε διὰ τὴν τούτων ἔνδειαν ἢ πλεονεξίαν ἢ μετάστασιν αἱ | |
νόσοι γίγνονται, σαφῶς ἐδήλωσε. | ||
8.3.1 | Δόξει δ’ ἐν τῷ μὴ καλεῖν αὐτὰ στοιχεῖα διαφέρεσθαι πρὸς Ἱπποκράτην· καίτοι γε οὐδ’ ἐκεῖνος ὠνόμασεν αὐτὰ στοιχεῖα, μόνον δ’ ὅτι τούτων συνιόντων καὶ κεραννυμένων | |
8.3.2 | τὰ φυσικὰ γίγνεται σώματα. καὶ τούτων προσωτέρω χωρεῖν ὁ μὲν Ἱπποκράτης οὐδεμίαν ἀνάγκην εἶναί φησι, πρακτικὴν οὐ θεωρητικὴν μετερχόμενος τέχνην· ὁ δὲ Πλάτων ὡς ἂν τὴν θεωρητικὴν φιλοσοφίαν ἡγούμενος εἶναι τιμιωτάτην οὐκ | |
5 | ἠρκέσθη μόναις ταῖς φαινομέναις ἐν τοῖς στοιχείοις δυνάμεσιν ἀλλὰ καὶ τὴν αἰτίαν ἐπιζητεῖ τῆς γενέσεως αὐτῶν, ἄχρηστον | |
ἰατρῷ σκέμμα. | ||
8.3.3 | διὰ τί γὰρ ὑγραίνει μὲν τὸ ὕδωρ, καίει δὲ τὸ πῦρ ἢ διὰ τί ῥεῖ μὲν τὸ ὕδωρ, ἄνω δὲ φέρεται τὸ πῦρ, ἑδραιοτάτη δὲ καὶ βαρυτάτη τῶν στοιχείων ἐστὶν ἡ γῆ, πρὸς | |
8.3.4 | τὰς τῶν νόσων ἰάσεις οὐδὲν συντελεῖ. μόνον γὰρ ἀρκεῖ τῷ φυλάξοντι μὲν τὴν ὑγίειαν, ἰασομένῳ δὲ τὰς νόσους ἐπί‐ στασθαι διὰ μὲν τὴν εὐκρασίαν τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὴν ὑγίειαν ὑπάρχειν τοῖς ζῴοις, ἐπὶ δὲ | |
5 | ταῖς τούτων δυσκρασίαις τὰς νόσους γίγνεσθαι. | |
8.3.5 | τὸ δ’ ἐκζη‐ τεῖν εἴτ’ ἐκ πυραμοειδῶν τῷ σχήματι μορίων σύγκειται τὸ πῦρ εἴτ’ ἄλλη τίς ἐστιν αἰτία δι’ ἣν τέμνει τε καὶ διαιρεῖ τὰ πλησιάζοντα σώματα, τῆς θεωρητικῆς φιλοσοφίας ἔργον | |
5 | ἐστίν, ἣν μεταχειριζόμενος ὁ Πλάτων τὰ μὲν τοῦ πυρὸς μό‐ ρια πυραμοειδῆ φησιν εἶναι, τὰ δὲ τῆς γῆς κυβοειδῆ, τὸ δὲ καλούμενον ὀκτάεδρον σχῆμα τοῦ ἀέρος ἴδιον εἶναι νομίζει | |
καθάπερ καὶ τὸ εἰκοσάεδρον ὕδατος. | ||
8.3.6 | εἰ μὲν οὖν ὀρθῶς ἢ οὐκ ὀρθῶς ἐδόξαζε περὶ τούτων ὁ Πλάτων, οὐκ ἔστι τοῦ νῦν ἡμῖν προκειμένου λόγου. διὰ τί γὰρ οὐκ ὀνομάζει στοι‐ χεῖα γῆν καὶ ὕδωρ ἀέρα τε καὶ πῦρ ἐζητοῦμεν λόγον ἡμεῖς | |
5 | δοῦναι, ὡς εἴρηται, οὐκ εἰ ψευδῶς ἕκαστον ὧν εἶπε σχημά‐ | |
8.3.7 | των αὐτοῖς ἀπονέμει. διαιρεῖ δὲ τῷ λόγῳ πάλιν αὐτὰ ταῦτα | |
κατ’ ἐπίνοιαν εἴς τε τὴν ὕλην καὶ τὸ σχῆμα· κἀπειδὴ τὸ σχῆμα σύνθετόν ἐστι, τὸ μὲν τῆς πυραμίδος ἐκ τεττάρων | ||
5 | ἰσοπλεύρων τριγώνων, τὸ δὲ ἑξάεδρον τοῦ κύβου τετραγώ‐ νων ἕξ, τὸ δὲ ὀκτάεδρον ὀκτὼ τριγώνων ἰσοπλεύρων ὥσπερ γε καὶ τὸ εἰκοσάεδρον εἴκοσι τριγώνων, πάλιν ἐπισκοπεῖται τῶν τὰ στερεὰ σχήματα περιοριζόντων ἐπιπέδων τὴν τάξιν καί φησι τὸ μὲν ἰσόπλευρον τρίγωνον ἐκ τριγώνων ὀρθο‐ | |
10 | γωνίων δυοῖν γενέσθαι, τὸ δὲ τετράγωνον ἐκ τεττάρων. | |
8.3.8 | ἐπεὶ δὲ μηκέτι ἀνωτέρω προελθεῖν εἶχεν, ὡς ἐν ἐλαχίστοις ἵσταται τούτοις, καὶ διὰ τοῦτ’ αὐτὸ προσαγορεύει στοιχεῖα, τὸ μὲν ἕτερον ἰσοπλεύρου τριγώνου, τὸ δ’ ἕτερον τετραγώ‐ | |
νου. | ||
8.3.9 | παραγράψω δέ σοι καὶ τὰς ῥήσεις αὐτοῦ, πρώτην μὲν τὴν ἐπὶ τῆς πυραμίδος εἰρημένην ἔχουσαν ὧδε κατὰ λέξιν· “ἄρξει δὴ τό τε πρῶτον [μὲν] εἶδος καὶ σμικρότατον συνιστάμενον, στοιχεῖον δ’ αὐτοῦ τὸ τὴν ὑποτείνουσαν τῆς ἐλάττονος πλευ‐ | |
8.3.10 | ρᾶς διπλασίαν ἔχον μήκει”· δευτέραν δὲ ἐπὶ τῇδε τὴν ἐπὶ τοῦ εἰκοσαέδρου καὶ αὐτὴν οὕτως ἔχουσαν αὐτοῖς ὀνόμασι· “τὸ δὲ τρίτον ἐκ δὶς ἑξήκοντα τῶν στοιχείων συμπαγέντων, στε‐ ρεῶν δὲ γωνιῶν δώδεκα, ὑπὸ πέντε ἐπιπέδων τριγώνων ἰσο‐ | |
5 | πλεύρων περιεχομένης ἑκάστης εἴκοσι βάσεις ἔχον τριγώνους | |
ἰσοπλεύρους γέγονε.” | ||
8.3.11 | νῦν μὲν οὖν τὰ συστατικὰ τρίγωνα τῶν ὁριζόντων ἐπιπέδων τὰ στερεὰ σχήματα κέκληται στοιχεῖα· προελθὼν δὲ καὶ αὐτὰ τὰ περιοριζόμενα σώματα πρὸς τῶν εἰρη‐ μένων ἐπιπέδων ὀνομάζει στοιχεῖα γράφων οὕτως· “ἔστω δὴ | |
5 | κατὰ τὸν ὀρθὸν λόγον καὶ κατὰ τὸν εἰκότα τὸ μὲν τῆς πυραμί‐ | |
8.3.12 | δος γεγονὸς στερεὸν εἶδος πυρὸς στοιχεῖόν τε καὶ σπέρμα.” τὸ αἰσθητὸν τουτὶ πῦρ ἀθρόον ἄθροισμα νομίζει μικρῶν εἶναι | |
σωμάτων τὸ σχῆμα πάντων ἐχόντων πυραμίδος. | ||
8.3.13 | ἐκείνων οὖν ἕκαστον στοιχεῖον εἶναί φησι τοῦ πυρός, ὡς εἰ καὶ τοῦ τῶν πυρῶν σωροῦ στοιχεῖον ἔλεγεν εἶναί τις ἕκαστον τῶν πυρῶν, | |
8.3.14 | κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ μὲν τῆς φωνῆς στοιχεῖα γεννᾶν πρώτας μὲν τὰς συλλαβάς, εἶτ’ ἐξ αὐτῶν γεννᾶσθαι τό τ’ ὄνομα καὶ τὸ ῥῆμα καὶ τὴν πρόθεσιν ἄρθρον τε καὶ σύνδε‐ | |
σμον ἃ πάλιν ὁ Χρύσιππος ὀνομάζει τοῦ λόγου στοιχεῖα. | ||
8.3.15 | ταυτὶ μὲν οὖν σοι, καίτοι γε οὐκ οὔσης ἀνάγκης, διῆλθον ὅπως μή τις ἐριστικὸς ἐπηρεάζῃ μου τῷ λόγῳ διαφέρεσθαι φάσκων ἐν τῷ περὶ τῶν στοιχείων δόγματι τὸν Πλάτωνα τῷ | |
8.3.16 | Ἱπποκράτει. τὴν ἀρχὴν μὲν γὰρ οὐδ’ ὠνόμασεν Ἱπποκράτης στοιχεῖα τὴν γῆν καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ ἀλλ’ ἐξ αὐτῶν ἡμᾶς ἔφη συνεστάναι μηκέτι ζητῶν διὰ τίνα αἰτίαν ἕκαστον αὐτῶν ἔχει δύναμιν ἰδίαν ἣν ἐναργῶς ὁρῶμεν | |
5 | ἐν αὐτοῖς ὑπάρχουσαν· ὁ Πλάτων δὲ καὶ τοῦτ’ ἐζήτησε πρὸς τῷ συγχωρεῖν ἐκ τῶν τεττάρων ἅπαντα τὰ γεννητὰ καὶ φθαρτὰ | |
σώματα συμπεπηγέναι. | ||
8.4.1 | Καὶ μὴν καὶ τὸν τρόπον ὃν ἐκ τῶν στοιχείων τὰ σώμαθ’ ἡμῶν συνίσταται τὸν αὐτὸν ἀμφότεροι λέγουσι, οὐ δήπου τῆς γῆς ὕδατι φυραθείσης εἶτ’ ἐν ἡλίῳ θερμανθείσης γεννᾶσθαι τὰ ζῷα φάσκοντες, ἀλλὰ διὰ πλεόνων τῶν μεταξὺ μεταβο‐ | |
5 | λῶν. | |
8.4.2 | ἐκ μὲν γὰρ τῶν τεττάρων στοιχείων ἥ τε τῶν φυτῶν ἐστι γένεσις οἵ τ’ ἐξ αὐτῶν καρποὶ καὶ τὰ σπέρματα· τροφὴ δὲ ταῦτα πάντα προβάτοις τε καὶ ὑσὶν αἰξί τε καὶ βουσὶ καὶ τοῖς ἄλλοις ζῴοις ὁπόσα πόας ἢ καρποὺς δένδρων | |
8.4.3 | ἢ ἀκρεμόνας ἢ ῥίζας ἐσθίει. τοῖς δ’ ἀνθρώποις αὐτά τε ταῦτα τροφαὶ 〈καὶ〉 τὰ ζῷα, καὶ γεννᾶται δ’ ἐν αὐτοῖς ἐκ τούτων αἷμα καὶ φλέγμα καὶ χολαὶ διτταί· πλεῖστον μὲν αἷμα (διὸ καὶ φαίνεται μόνον ἐν ταῖς φλεψίν), ὀλίγον δὲ τῶν ἄλλων | |
5 | ἑκάστου. | |
8.4.4 | καὶ τοῦτο ἔστιν αὐτὸ τὸ αἷμα, τῆς γενέσεως ἡμῶν ὡς ὕλη, τὸ συγκείμενον μὲν ἐκ τῶν τεσσάρων χυμῶν κατ’ ἐπι‐ | |
8.4.5 | κράτειαν δ’ ὠνομασμένον οὕτως. γεννώμεθα γὰρ ἐξ αὐτοῦ κατὰ τὰς μήτρας κυούμενοι καὶ τήν τε πρώτην διάπλασιν ἐκ τούτου λαμβάνομεν, ἐφεξῆς δὲ ταύτῃ τῶν διαπλασθέντων μορίων τήν τε διάρθρωσιν καὶ τὴν αὔξησιν καὶ τὴν τελείω‐ | |
5 | σιν. | |
8.4.6 | ἀποκυηθέντες δὲ πρῶτα μὲν τῷ γάλακτι τρεφόμεθα τὴν γένεσιν ἐξ αἵματος ἔχοντι, μετὰ δὲ ταῦτα ταῖς αὐταῖς τε‐ λείοις τροφαῖς, ἐξ ὧν πάλιν αἷμα καὶ φλέγμα καὶ χολὴ ξανθὴ καὶ μέλαινα γεννῶνται· διαφερέτω δὲ μηδὲν εἰς τὰ παρόντα ξανθὴν | |
8.4.7 | ἢ ὠχρὰν ὀνομάζειν χολήν. ἀλλὰ ταῦτά γε πάντα Ἱπποκράτης ἁπάντων πρῶτος ὧν ἴσμεν ἰατρῶν τε καὶ φιλοσόφων ἀκριβῶς ὡρίσατο καὶ διὰ τοῦτο τὰ νοσήματα τῶν πρώτων σωμάτων | |
κατὰ δυσκρασίαν ἔφη γίγνεσθαι. | ||
8.4.8 | τίνα δ’ ὀνομάζω πρῶτα σώ‐ ματα δηλώσω πρότερον, ὅπως μηδὲν ἀσαφὲς ᾖ κατὰ τὸν λόγον. | |
8.4.9 | αὐτὸς μὲν γὰρ Ἱπποκράτης οὐκ ὠνόμασε σῶμα πρῶτον ἢ δεύτερον, ὥσπερ Ἀριστοτέλης· ὁ δὲ Πλάτων δευτέραν μέν τινα σύστασιν εἶπεν εἶναι σωμάτων, πρώτην δ’ οὐδ’ αὐτὸς ὠνόμασεν, ἀλλ’ ἐκ τοῦ δευτέραν τινὰ φάναι δῆλός ἐστι πρὸ | |
5 | αὐτῆς ἑτέραν τιθέμενος ἣν ὀνόματι τῷ τῶν ὁμοιομερῶν ὁ Ἀριστοτέλης οὕτως ὠνόμασεν, ὡς ἂν ἐπὶ πλέον περί τε τῶν ἐν τοῖς ζῴοις μορίων καὶ περὶ τῆς γενέσεως αὐτῶν | |
διελθών· | ||
8.4.10 | ὅσον γὰρ ἄν τις ἀκριβέστερόν τε καὶ λεπτομερέ‐ στερον ἡντινοῦν φύσιν πραγμάτων ἐξεργάζηται, τοσούτῳ πλεό‐ | |
8.4.11 | νων ὀνομάτων αὐτῷ γίγνεται χρεία. τὰ τοίνυν ἐν μιᾷ περι‐ γραφῇ σώματα πολλάκις μὲν ὁμοιομερῆ καλεῖται τῷ πάντ’ αὐτῶν τὰ μόρια καὶ ἀλλήλοις ὑπάρχειν ὅμοια καὶ τῷ παντί, | |
πολλάκις δ’ ἁπλᾶ καὶ πρῶτα· | ||
8.4.12 | συντίθεται [καὶ] γὰρ ἐξ αὐτῶν τὰ σύνθετά τε καὶ ὀργανικὰ προσαγορευόμενα, δάκτυλοι καὶ καρπὸς ὅλος καὶ πῆχυς ὅλος καὶ βραχίων ὅλος· ἀνάλογον δ’ αὐτοῖς τὰ κατὰ τὰ σκέλη μόρια, δάκτυλοι καὶ ποὺς καὶ κνήμη | |
5 | καὶ μηρός· καὶ μὴν καὶ ὀφθαλμὸς καὶ γλῶττα καὶ καρδία καὶ πνεύμων ἅπαντά τε τὰ σπλάγχνα καὶ ἡ γαστὴρ καὶ τὰ ἔντερα τῶν ὀργανικῶν μορίων ἐστὶν ἐξ ὧν πάλιν ὅλον τὸ | |
σῶμα συντίθεται. | ||
8.4.13 | πρώτη μὲν οὖν ἐστι γένεσις ἡμῖν αἵματος ἐκ τῆς λαμβανομένης τροφῆς εἴσω τοῦ σώματος· [ἔτι δὲ καὶ σπέρμα·] αἷμα δ’ ὀνομάζω τὸ κατ’ ἐπικράτειαν οὕτω καλούμενον ὃ καὶ περιεχόμενον ὁρᾶται κατὰ τὰς φλέ‐ | |
5 | βας. | |
8.4.14 | ἐκ τούτου δὲ τὰ πρῶτα μόρια γεννᾶται, χόνδρος καὶ ὀστοῦν καὶ νεῦρον καὶ ὑμὴν καὶ σύνδεσμος [καὶ] ὅσα τ’ ἄλλα τοιαῦτα· κἄπειτ’ ἐκ τούτων ὀφθαλμὸς 〈καὶ〉 γλῶττα καὶ κεφαλὴ καὶ τὰ σπλάγχνα καὶ τὰ κῶλα καὶ πάλιν ἐκ τούτων ὅλον τὸ | |
8.4.15 | σῶμα. καὶ διὰ τοῦθ’ Ἱπποκράτης ἐν τῷ περὶ φύσιος ἀνθρώ‐ που τὴν ἐκ τῶν στοιχείων ἕνωσιν ἁπάντων τῶν φυσικῶν σω‐ μάτων κοινὴν εἰπὼν ὑπάρχειν ἑξῆς ἐπὶ τὴν τῶν ζῴων μετέβη καὶ τούτων οὐχ ἁπάντων ἀλλὰ τῶν ἐναίμων, ἐν οἷς ἐστι καὶ | |
5 | ὁ ἄνθρωπος, ἐφ’ ὃν ἑξῆς ὁ λόγος ἔσπευδεν αὐτῷ. | |
8.4.16 | καὶ τοίνυν φησὶν ὧδέ πως ὑπὲρ αὐτοῦ· “τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑαυτῷ αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν καὶ ταῦτά ἐστιν αὐτῷ φύσις τοῦ σώματος καὶ | |
8.4.17 | διὰ ταῦτ’ ἀλγέει καὶ ὑγιαίνει. ὑγιαίνει μὲν οὖν μάλιστα ὅταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα δυνά‐ μεως καὶ τοῦ πλήθους καὶ μάλιστα ἢν μεμιγμένα ᾖ· ἀλγέει δ’ ὅταν τι τούτων ἔλαττον ἢ πλέον 〈ᾖ ἢ〉 χωρισθῇ 〈ἐν〉 τῷ σώματι | |
5 | καὶ μὴ κεκρημένον ᾖ τοῖσι πᾶσιν. | |
8.4.18 | ἀνάγκη γάρ, ὅταν τι τού‐ των χωρισθῇ καὶ ἐφ’ ἑωυτοῦ στῇ, οὐ μόνον τὸ χωρίον ἔνθεν 〈ἐξέστη〉 ἐπίνοσον γενέσθαι, ἀλλὰ καὶ ἔνθα ἂν στῇ καὶ ἐπι‐ | |
8.4.19 | σχεθῇ ὑπερεμπιπλάμενον, ὀδύνην τε καὶ πόνον παρέχειν. καὶ γὰρ ὅταν τι τούτων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπι‐ πολάζοντος, ὀδύνην παρέχει ἡ κένωσις· ἤν τ’ αὖθις ἔσω ποιήσηται τὴν κένωσιν καὶ τὴν μετάστασιν καὶ τὴν ἀπό‐ | |
5 | κρισιν ἀπὸ τῶν ἄλλων, πολλή γ’ αὐτῷ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθεν τε ἐξέστη καὶ ἔνθα | |
ὑπερέβαλλεν.” | ||
8.4.20 | αὕτη μὲν ἡ τοῦ Ἱπποκράτους ῥῆσις ᾗ μοι δοκεῖ βουλόμενος ἀκολουθεῖν ὁ Πλάτων εἰπεῖν ἐκεῖνα τὰ μικρὸν ἀνωτέρω γεγραμμένα περί τε τῶν τεσσάρων στοιχείων τῆς γενέσεως ἡμῶν καὶ περὶ τοῦ καθόλου τρόπου τῶν νοσημάτων· | |
5 | ἀρχὴ δὲ τῆς ῥήσεώς ἐστιν ἥδε· “τεττάρων γὰρ ὄντων τῶν γενῶν | |
ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς, πυρός, ὕδατός τε καὶ ἀέρος.” | ||
8.4.21 | ἀκριβέστερον 〈δὲ〉 φαίνεται καὶ μέντοι καὶ χρησιμώτερον ἰατρῷ περὶ αὐτῶν ὁ Ἱπποκράτης γεγραφώς. ἐκ μὲν γὰρ τῶν τεσσά‐ ρων στοιχείων φησὶ γεγονέναι τὸ σῶμα καλῶν τοὐπίπαν ἀπὸ τῶν δραστικῶν ποιοτήτων αὐτά, τὸ μὲν ξηρόν, τὸ δ’ ὑγρὸν | |
5 | καὶ τὸ μὲν θερμόν, τὸ δὲ ψυχρόν· οὐ μὴν κατ’ ἐκεῖνά γε | |
τὸν περὶ τῶν νοσημάτων λόγον ἐποιήσατο. | ||
8.4.22 | δυνάμει μὲν γάρ ἐστιν ἐν τοῖς σώμασιν, ἐνεργείᾳ δὲ οὐκ ἔστιν, ἀλλὰ τὰ ἐξ αὐτῶν γεγονότα διὰ μέσων τῶν τροφῶν, αἷμα καὶ φλέγμα καὶ ἡ ξανθὴ καὶ μέλαινα χολή· πυρὶ μὲν ἀνάλογον ἡ ξανθὴ | |
5 | χολή, ἡ δὲ μέλαινα τῇ γῇ, τὸ δὲ φλέγμα τῷ ὕδατι καὶ διὰ τοῦτο θερμὴ μὲν καὶ ξηρὰ τὴν δύναμίν ἐστιν ἡ ξανθὴ χολή, καθάπερ τὸ πῦρ, ψυχρὰ δὲ ἡ μέλαινα καὶ ξηρὰ παραπλησίως | |
τῇ γῇ, τὸ δὲ φλέγμα ψυχρὸν καὶ ὑγρὸν ὥσπερ τὸ ὕδωρ. | ||
8.4.23 | μόνον δὲ τὸ ἀερῶδες στοιχεῖον ἐν τοῖς τῶν ζῴων σώμασιν ὁρᾶται πλησίον τῆς ἑαυτοῦ φύσεως ἔν τε ταῖς ἀναπνοαῖς καὶ κατὰ τοὺς σφυγμούς, ἤδη δὲ κἀν τοῖς παλμώδεσι πάθεσιν ἐμφυσήμασί τε καὶ οἰδήμασιν [ἐστὶν] ἔν τε ταῖς καλουμέναις πνευ‐ | |
8.4.24 | ματώσεσιν. ἡ δ’ ἐξ ἁπάντων τῶν τεττάρων στοιχείων σύμμε‐ τρος κρᾶσις ἐγέννησε τὸ ἀκριβὲς αἷμα. καὶ βέλτιόν ἐστιν ἐπὶ | |
τῶν χυμῶν λέγειν ἅπερ ὁ Πλάτων ἐπὶ τῶν στοιχείων ἔγραψεν. | ||
8.4.25 | ἀλλ’ ὁ Ἱπποκράτης προειπὼν “τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑαυτῷ αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν,” | |
8.4.26 | ἐφεξῆς φησι, “καὶ διὰ ταῦτα ἀλγέει καὶ ὑγιαίνει.” τὸ μὲν ἀλ‐ γέει, κατ’ ἐξοχὴν μεγάλου νοσήματος, ἐπὶ πάντων τῶν παρὰ φύσιν τάσσεται, τὸ δὲ ὑγιαίνει κατὰ τὴν πρὸς τὰ παρὰ φύ‐ | |
8.4.27 | σιν ἀντίθεσιν πάντα. κἄπειτα πάλιν ἐφεξῆς ὅπως μὲν ὑγιαί‐ νει διδάσκων φησίν· “ὑγιαίνει μὲν οὖν μάλιστα ὅταν μετρίως ἔχῃ ταῦτα πρὸς ἄλληλα δυνάμεως καὶ τοῦ πλή‐ | |
θεος καὶ μάλιστα μεμιγμένα ᾖ.” | ||
8.4.28 | τίνα ταῦτα; οὐ τὰ στοιχεῖα δήπουθεν ἀλλὰ [καὶ] τὰ προσεχῶς γεννητικὰ τῶν τοῦ σώματος | |
8.4.29 | μορίων, αἷμα καὶ φλέγμα καὶ δύο χολαί. “ἀλγέει δέ” φησιν “ὅταν τι τούτων ἔλαττον ἢ πλέον ᾖ ἢ χωρισθῇ ἐν τῷ σώματι καὶ μὴ κεκρημένον ᾖ τοῖσι πᾶσιν,” ὅπερ ὁ Πλάτων παραφρά‐ ζων ἔφη “καὶ τῆς χώρας μετάστασιν ἐξ οἰκείας ἐπ’ ἀλλοτρίαν | |
5 | γιγνομένην.” | |
8.4.30 | ἀλλ’ οὗτος μὲν ὡς ἔφην ἁμαρτάνει προσθεὶς “πυρός τε καὶ τῶν ἑτέρων, ἐπειδὴ γένη πλέονα ἑνὸς ὄντα | |
8.4.31 | τυγχάνει.” ταῦτα γὰρ οὐκ ἔστι τὰ μεθιστάμενα καὶ χώραν ἀμείβοντα κατὰ τὰ τῶν ζῴων σώματα, φλέγμα δὲ καὶ χολαὶ καὶ αὐτὸ τὸ αἷμα· καὶ γὰρ καὶ τοῦτο πολλάκις εἰς ἀλλοτρίαν | |
ἀφικόμενον ἕδραν αἴτιον ὀλεθρίων νοσημάτων γίγνεται. | ||
8.4.32 | ἄχρι μὲν οὖν τοῦ πλέονος ἢ ἐλάσσονος ἑκάστου τῶν συντιθέντων ἡμᾶς γιγνομένου αἱ νόσοι καθίστανται, κοινὸς ὁ λόγος ἐστὶν ἐπί τε τῶν χυμῶν καὶ τῶν στοιχείων· ἐπὶ δὲ τοῦ καθ’ ἑαυτό | |
5 | που στάντος ἔν τινι τόπῳ τοῦ σώματος οὐκέθ’ ὁμοίως ἐπ’ | |
ἀμφοῖν ὁ λόγος ἀληθής. | ||
8.4.33 | οἱ μὲν γὰρ χυμοὶ σαφῶς ὁρῶνται καθ’ ὅπερ ἂν ἐν τῷ σώματι μόριον στῶσι νόσους ἐργαζό‐ μενοι, τὰ ἐρυσιπέλατα καὶ τοὺς ἕρπητας ἡ ξανθὴ χολή, τοὺς καρκίνους δὲ ἡ μέλαινα, τὰ δ’ οἰδήματα τὸ φλέγμα, | |
5 | τὸ δ’ αἷμα κατά τε τὸν πνεύμονα καὶ μεταξὺ θώρακός τε καὶ πνεύμονος, ὅταν ἐκχυθὲν τῶν οἰκείων ὀργάνων στῇ σηπό‐ μενον, ἐν τῷ χρόνῳ φθορὰς ἐργάζεται καὶ κατὰ γαστέρα, καὶ κατὰ τὰ μεγάλα τῶν τραυμάτων θρομβούμενον ἐσχάτους κιν‐ | |
δύνους ἐπιφέρει. | ||
8.4.34 | γῆν δ’ οὐδαμοῦ καθ’ ἑαυτὴν ἰδεῖν ἐστι μόνην ἐν τῷ σώματι ἀθροισθεῖσαν, ὥσπερ οὐδὲ πῦρ αὐτὸ καθ’ ἑαυτὸ μόνον οὐδ’ ὕδωρ στοιχεῖον, ἀλλ’ ἰχῶράς τινας ἐπιμιχθέντων ἀλλήλοις τοῦ θ’ ὑδατώδους στοιχείου καὶ τοῦ | |
5 | πυρώδους, οὐ μόνων οὐδ’ εἰλικρινῶν, ἀλλὰ καὶ πάχους ἰλυώ‐ | |
δους προσλαβόντων. | ||
8.4.35 | οὕτω δὲ καὶ τὸ φυσῶδες πνεῦμα γεννᾶται κατὰ τὰ ζῷα προσλαβούσης γε τῆς ἀερώδους οὐσίας | |
8.4.36 | ὑγρὰν ἰκμάδα. καλῶς μὲν οὖν Ἱπποκράτης ἐπὶ τῶν χυμῶν ἔγραψε τὸ χωριζομένους τε τῶν ἄλλων καὶ καθ’ ἓν ὁτιοῦν ἱσταμένους μόριον αἰτίους γίγνεσθαι νοσημάτων· οὐκ ὀρθῶς | |
δ’ ὁ Πλάτων ἐπὶ τῶν στοιχείων εἶπεν αὐτό. | ||
8.5.1 | Περὶ μὲν δὴ τῆς ἐκ στοιχείων γενέσεως ὑγιείας τε καὶ νόσου τῶν ὁμοιομερῶν καὶ πρώτων σωμάτων ἱκανὰ καὶ ταῦτα· μεταβῶμεν δ’ ἐπὶ τὴν ἑξῆς ῥῆσιν ἐν τῷ Τιμαίῳ γε‐ γραμμένην ἣν φθάνομεν ἐξηγεῖσθαι, κατὰ λέξιν οὕτως ἔχου‐ | |
8.5.2 | σαν· “δευτέρων δὴ συστάσεων αὖ κατὰ φύσιν συνεστηκυιῶν δευτέρα κατανόησις νοσημάτων τῷ βουλομένῳ συννοῆσαι γί‐ | |
8.5.3 | νεται. μυελοῦ γὰρ ἐξ ἐκείνων ὀστοῦ τε καὶ σαρκὸς καὶ νεύρου συμπαγέντος ἔτι τε αἵματος ἄλλον μὲν τρόπον ἐκ δὲ τῶν αὐτῶν γεγονότος, τῶν μὲν ἄλλων τὰ πλεῖστα ᾗπερ τὰ πρόσθεν, τὰ δὲ μέγιστα τῶν νοσημάτων τῇδε χαλεπὰ συμπέ‐ | |
5 | πτωκε.” | |
8.5.4 | 〈ἐν〉 τούτοις πάλιν ὁ Πλάτων ὀρθῶς μὲν ἔφη δευτέ‐ ραν ἁπάντων στοιχείων εἶναι σύστασιν μυελοῦ καὶ ὀστοῦ καὶ σαρκὸς καὶ νεύρου· ταῦτα γὰρ ἐκ τῶν χυμῶν γίγνεται τὴν πρώτην ἐχόντων γένεσιν· οὐκ ὀρθῶς δὲ αὐτοῖς συγκατέλεξε | |
5 | τὸ αἷμα πρώτην ἔχον οὐ δευτέραν σύστασιν. | |
8.5.5 | εἰς ἔννοιαν οὖν μοι δοκεῖ καὶ αὐτὸς ἀφικόμενος τῆς ἀνομοιότητος τοῦ αἵματος πρὸς ταῦτα μὴ ἁπλῶς εἰπεῖν “μυελοῦ γὰρ ἐξ ἐκείνων ὀστοῦ τε καὶ σαρκὸς καὶ νεύρου συμπαγέντος ἔτι τε αἵμα‐ | |
5 | τος,” ἀλλὰ προσθεῖναι τῷ λόγῳ τὸ “ἄλλον μὲν τρό‐ | |
8.5.6 | πον, ἐκ δὲ τῶν αὐτῶν γεγονότος.” ὁμολογεῖ γὰρ ἐν τού‐ τοις οὐ κατὰ τὴν αὐτὴν σύστασιν ἐκ τῶν τεττάρων στοι‐ χείων ὀστῷ καὶ μυελῷ καὶ σαρκὶ καὶ νεύρῳ γεγονέναι τὸ | |
αἷμα. | ||
8.5.7 | πρότερον γὰρ αὐτῶν ἐστι κοινὴν τοῖς ἄλλοις χυμοῖς ἔχον τὴν γένεσιν, ἐξ ὧν συνίσταται τὰ πρῶτα σώματα, μυελὸς καὶ σὰρξ καὶ νεῦρον καὶ ὀστοῦν ἕτερά τε πολλά· βι‐ βλίον γὰρ ὅλον ἐμοὶ γέγραπται περὶ τῆς τῶν ὁμοιομερῶν σω‐ | |
5 | μάτων διαφορᾶς. | |
8.5.8 | εἰ δέ τις ἠρώτησε τὸν Πλάτωνα, τίς ἕτερος τρόπος ἐστὶ τῆς τοῦ αἵματος γενέσεως, ὃν αἰνίττῃ, θαυμά‐ ζοιμ’ ἂν εἰ ἄλλον τινὰ παρὰ τὸν ὑφ’ Ἱπποκράτους εἰρημένον | |
8.5.9 | ἔσχεν εἰπεῖν. ἐπὶ πλεῖστον γὰρ ὁ ἀνὴρ οὗτος ἐξείργασται τά τε περὶ γενέσεως τῶν χυμῶν καὶ διαφορᾶς καὶ δυνάμεως ὅστις τε καθ’ ἥντινα χώραν ἢ ὥραν ἢ ἡλικίαν ἢ σώματος | |
ἕξιν ἐπικρατεῖ. | ||
8.5.10 | οὐ μὴν ἀναγκαῖον ἦν Πλάτωνι ταῦθ’ ὁμοίως Ἱπποκράτει διέρχεσθαι πάντα καθάπερ οὐδ’ Ἱπποκράτει ζη‐ τεῖν διὰ τί λευκὸς μὲν ὁ τοῦ φλέγματος χυμός, ἐρυθρὸς δ’ ὁ τοῦ αἵματος ἢ ξανθὸς ὁ τῆς πικρᾶς χολῆς ἢ μέλας ὁ τῆς | |
5 | ὀξείας. | |
8.5.11 | ἀφορμὰς μὲν γὰρ αὐτὸς ἔδωκε τῆς τούτων εὑρέ‐ σεως, ὥσπερ ὅταν ἐκ τῶν τῆς γλώττης χρωμάτων διαγιγνώσκῃ τὰς ἐν τῷ σώματι διαθέσεις μελαίνας λέγων αὐτὰς ἀπὸ ἐγ‐ | |
8.5.12 | καύσεως λιγνυώδους γίγνεσθαι. καθάπερ γὰρ ἐκτὸς ἡ λιγνὺς κατά τε τοὺς λύχνους καὶ τὰς δᾷδας καὶ ἄλλα πολλὰ τῶν λιπαρῶν γεννᾶσθαι πέφυκεν, οὕτω καὶ κατὰ τὰ σώματα τῶν ζῴων πολλάκις ὑπεροπτωμένων τῶν χυμῶν καὶ μάλιστα τῶν | |
5 | λιπαρῶν γεννᾶταί τι παραπλήσιον λιγνύϊ. | |
8.5.13 | τὸ μὲν δὴ λευκὸν φαίνεσθαι τὸ φλέγμα, διότι κατὰ τὴν γένεσιν αὐτοῦ μικραὶ πολλαὶ πομφόλυγες ἐναπολαμβάνονται, λέγειν Ἱπποκράτης οὐκ ἐτόλμησεν, ὡς μείζονος ἤδη φυσιολογίας ἢ κατὰ τέχνην | |
5 | ἰατρικήν, ἀλλ’ ὅ γε Πλάτων καὶ τοῦτ’ εἶπε καὶ περὶ τῆς τοῦ αἵματος χρόας ἐν ταὐτῷ βιβλίῳ διῆλθεν, ἃ νῦν ἐμοὶ γράφειν οὐκ ἀναγκαῖον· ἄμεινον γὰρ ὡς ἀξιοῦσιν ἔνιοι τῶν φίλων ἐξηγήσεις ἑτέρωθι ποιήσασθαί με τῶν ἰατρικῶς ἐν τῷ | |
Τιμαίῳ γεγραμμένων. | ||
8.5.14 | εἰς μὲν γὰρ τἆλλα πολλοῖς ὑπομνήματα γέγραπται καί τισί γ’ αὐτῶν μακρότερον τοῦ προσήκοντος, εἰς | |
8.5.15 | ταῦτα δ’ ὀλίγοι τε καὶ οὐδ’ οὗτοι καλῶς ἔγραψαν. ἀρκεῖ τοι‐ γαροῦν ἔν γε τῷ παρόντι τό γε τοσοῦτον εἰπεῖν, ὡς τοὺς τέττα‐ ρας χυμοὺς ὁ Πλάτων αἰτιᾶται τῶν πλείστων νοσημάτων ὡσαύ‐ τως Ἱπποκράτει καὶ καθ’ ἕκαστόν γ’ αὐτῶν ἔγραψεν ἐπὶ τῇ τε‐ | |
8.5.16 | λευτῇ τοῦ βιβλίου. παραθήσομαι δέ σοι τὰς ἀρχὰς τῶν ῥή‐ | |
σεων ἀναμνήσεως ἕνεκα. περὶ μὲν οὖν τῆς ἐν ταῖς χολαῖς | ||
8.5.17 | διαφορᾶς ἀρκέσει παραγράψαι ταῦτα· “ὅσον μὲν οὖν ἂν πα‐ λαιότατον ὂν τῆς σαρκὸς τακῇ, δύσπεπτον γιγνόμενον μελαί‐ νει μὲν ὑπὸ παλαιᾶς συγκαύσεως, διὰ δὲ τὸ πάντῃ διαβε‐ βρῶσθαι πικρὸν ὂν παντὶ χαλεπὸν προσπίπτει τοῦ σώματος | |
8.5.18 | ὅσον ἂν μήπω διεφθαρμένον ᾖ. καὶ τοτὲ μὲν ἀντὶ τῆς πι‐ κρότητος ὀξύτητα ἔσχε τὸ μέλαν σῶμα ἀπολεπτυνθέντος μᾶλλον τοῦ πικροῦ, τοτὲ δ’ ἡ πικρότης αὖ βαφεῖσα αἵματι χρῶμα ἔσχεν ἐρυθρότερον, τοῦ δὲ μέλανος τούτῳ συγκεραν‐ | |
5 | νυμένου χλοῶδες· ἔτι δὲ συμμίγνυται ξανθὸν χρῶμα μετὰ τῆς πικρότητος, ὅταν νέα συντακῇ σὰρξ ὑπὸ τοῦ περὶ τὴν | |
8.5.19 | φλόγα πυρός. καὶ τὸ μὲν κοινὸν ὄνομα πᾶσι τούτοις ἤ τινες ἰατρῶν που χολὴν ἐπωνόμασαν ἢ καί τις ὢν δυνατὸς εἰς πολλὰ καὶ ἀνόμοια βλέπειν, ὁρᾶν δ’ ἐν αὐτοῖς ἓν γένος ἐνὸν ἄξιον ἐπωνυμίας πᾶσι· τὰ δ’ ἄλλα ὅσα χολῆς εἴδη λέ‐ | |
5 | γεται κατὰ τὴν χρόαν λόγον ἔσχεν αὐτῶν ἕκαστον ἴδιον.” | |
8.5.20 | ταῦτα μὲν οὖν τῷ Πλάτωνι γέγραπται περὶ τῆς τῶν χολῶν διαφορᾶς, πάσας αὐτὰς γίγνεσθαι βουλομένῳ, καθάπερ ὁ Ἱππο‐ | |
8.5.21 | κράτης εἶπε, διὰ θερμασίας ὑπερβολήν. περὶ δὲ τῶν νοση‐ μάτων ὅσα διὰ χολὴν γίγνεται, τὸν λόγον ποιούμενος ὁ Πλά‐ των ὧδέ πως ἄρχεται· “ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώ‐ ματος ἀπὸ τοῦ καίεσθαί τε καὶ φλέγεσθαι, διὰ χολὴν γέγονε | |
5 | πάντα.” | |
8.5.22 | καὶ μὴν καὶ περὶ φλέγματος ὧδέ πως ἤρξατο· “φλέγμα δ’ ὀξὺ καὶ ἁλμυρὸν πηγὴ πάντων νοσημάτων ὅσα γίγνεται καταρροϊκά”. καὶ περὶ μελαίνης χολῆς ἄλλα τέ τινα λέγει καὶ ταῦτα· “ἰχὼρ δ’ ὁ μὲν αἵματος ὀρὸς πρᾷος, ὁ δὲ | |
5 | μελαίνης χολῆς ὀξείας τε ἄγριος.” | |
8.5.23 | οὐ μόνος δὲ Πλάτων, ἀλλὰ καὶ Ἀριστοτέλης καὶ Θεόφραστος οἵ τε ἄλλοι μαθηταὶ Πλά‐ τωνός τε καὶ Ἀριστοτέλους [οἳ] τὸν περὶ τῶν χυμῶν λόγον ἐζή‐ λωσαν Ἱπποκράτους, ὥσπερ γε καὶ τῶν παλαιῶν ἰατρῶν οἱ | |
5 | δοκιμώτατοι, Διοκλῆς, Πλειστόνικος, Μνησίθεος, Πραξαγόρας, | |
Φυλότιμος, Ἡρόφιλος. | ||
8.5.24 | Ἐρασίστρατος δὲ δῆλός ἐστι πρὸς τοὺς ἀπὸ Κῶ φιλοτιμούμενος, ὡς ἐν ἑτέροις ἐδείξαμεν, οὐκ ἀλή‐ θειαν τιμῶν, καὶ διὰ τοῦτο δεδιὼς φθέγξασθαι θερμὸν ἢ ψυ‐ | |
χρὸν ἢ ὑγρὸν ἢ ξηρόν τινα τῶν χυμῶν. | ||
8.5.25 | ὁ δ’ Ἱπποκράτης ἔν γε τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ τά τ’ ἄλλα καὶ τὴν | |
8.5.26 | τάξιν τῆς διδασκαλίας ἄμεινον ἐποιήσατο Πλάτωνος. ὅτι τε γὰρ οἱ τέσσαρες χυμοὶ κατὰ φύσιν εἰσὶν ἀπέδειξεν, οὐδ’ ἐπι‐ χειρήσαντος τοῦτο πρᾶξαι τοῦ Πλάτωνος, ὅτι τε κατὰ τὰς | |
ὥρας τοῦ ἔτους ἄλλος ἐν ἄλλῃ πλεονάζει. | ||
8.5.27 | παραθήσομαι δέ σοι καὶ περὶ τούτων ὀλίγα τῶν ῥήσεων αὐτοῦ· “εἶπον δὲ ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφανεῖν αἰεὶ ταὐτὰ ἐόντα καὶ κατὰ νόμον καὶ κατὰ φύσιν. φημὶ δ’ εἶναι αἷμα καὶ | |
8.5.28 | φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν. τουτέων πρῶτον μὲν κατὰ τὸν νόμον τὰ ὀνόματα διωρίσθαι φημὶ καὶ οὐδενὶ αὐ‐ τέων τωὐτὸ ὄνομα, ἔπειτα κατὰ φύσιν τὰς ἰδέας κεχωρί‐ σθαι καὶ οὔτε τὸ φλέγμα οὐδὲν ἐοικέναι τῷ αἵματι οὔτε τὸ | |
5 | αἷμα τῇ χολῇ οὔτε τὴν χολὴν τῷ φλέγματι. | |
8.5.29 | πῶς γὰρ ἂν ἐοικότα εἴη ταῦτ’ ἀλλήλοισιν, ὧν οὔτε τὰ χρώματα ὅμοια φαίνεται προσορώμενα οὔτε τῇ χειρὶ ψαύοντι ὅμοια δοκέει εἶναι; οὔτε γὰρ θερμὰ ὁμοίως ἐστὶν οὔτε ψυχρὰ οὔτε ξηρὰ | |
8.5.30 | οὔτε ὑγρά. ἀνάγκη τοίνυν ὅτε τοσοῦτον διήλλακται ἀλλή‐ λων τὴν ἰδέην τε καὶ τὴν δύναμιν, μὴ ἓν αὐτὰ εἶναι, εἴπερ | |
8.5.31 | μὴ πῦρ τε καὶ ὕδωρ ταὐτόν ἐστι. γνοίης δ’ ἂν τοῖσδε, ὅτι οὐχ ἓν ταῦτα πάντα ἐστίν, ἀλλ’ ἕκαστον αὐτέων | |
ἔχει δύναμίν τε καὶ φύσιν τὴν ἑωυτοῦ· εἰ γάρ τινι δίδως | ||
5 | ἀνθρώπῳ φάρμακον ὅ τι φλέγμα ἄγει, ἐμεῖταί σοι φλέγμα, καὶ ἢν διδοῖς φάρμακον ὅ τι χολὴν ἄγει, ἐμεῖταί σοι χολήν. | |
8.5.32 | κατὰ ταὐτὰ δὲ καὶ χολὴν μέλαιναν καθαίρει ἢν διδοῖς φάρ‐ μακον ὅ τι χολὴν μέλαιναν ἄγει· καὶ ἢν τρώσῃς αὐτῷ τοῦ σώματος μέρος τι, ὥστε ἕλκος γενέσθαι, ῥυήσεται αὐτῷ αἷμα. | |
8.5.33 | καὶ ταῦτα ποιήσει 〈σοι〉 πάντα πᾶσαν ἡμέραν καὶ νύκτα καὶ χειμῶνος καὶ θέρεος, μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν εἰς ἑωυτὸν καὶ πάλιν μεθιέναι, καὶ δυνατὸς ἔσται ἔστ’ ἄν | |
τινος τούτων στερηθῇ τῶν συγγεγονότων. | ||
8.5.34 | συγγέγονε δὲ ταῦτα τὰ εἰρημένα· πῶς γὰρ οὐ συγγέγονε; πρῶτον μὲν φανερῶς ἐστιν ἄνθρωπος ἔχων ἐν ἑωυτῷ πάντα ταῦτα αἰεὶ ἕως ἂν ζῇ, ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου πάντα ταῦτα ἔχοντος, ἔπειτα | |
5 | τέθραπται ἐν ἀνθρώπῳ πάντα ταῦτα ἔχοντι ἃ ἐγώ | |
τέ φημι καὶ ἀποδείκνυμι.” | ||
8.5.35 | διὰ τούτων ὁ Ἱπποκράτης ἀπέδειξε τοὺς τέτταρας χυμοὺς κατὰ φύσιν ἐν ἡμῖν εἶναι καὶ οὐχ ὥσπερ ἔνιοι νομίζουσι τὸ αἷμα μόνον, ἐκ περιουσίας τε πάλιν ἐλέγχων διὰ τῶν ἑξῆς τοὺς ἓν ὁτιοῦν τούτων εἰπόντας | |
5 | εἶναι τὸν ἄνθρωπον, ὡς καὶ διὰ τῶν ἔμπροσθεν ἤλεγξε τοὺς ἓν εἰπόντας εἶναι τὸ στοιχεῖον τῶν ἐν γενέσει καὶ φθορᾷ σω‐ μάτων, ὑπὲρ ὧν τῆς ἀποδείξεως ὡς ἔφην γέγραπταί μοι κατ’ ἐκεῖνο τὸ βιβλίον ὃ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων | |
ἐπιγέγραπται. | ||
8.5.36 | καὶ τοῦτον οὖν τὸν λόγον ὁ Πλάτων ἅπαντα παρέλιπεν, ὁ δ’ Ἱπποκράτης ὡς ἔφην διῆλθε διὰ τῶν ἐφεξῆς τῇ προγεγραμμένῃ ῥήσει. μόνην δ’ ἀρκέσει μοι τὴν ἀρχὴν | |
8.5.37 | αὐτῆς παραγράψαι κατὰ λέξιν οὕτως ἔχουσαν· “οἱ δὲ λέγον‐ τες ὡς ἕν ἐστιν ὁ ἄνθρωπος δοκέουσί μοι ταύτῃ τῇ γνώμῃ χρῆσθαι· ὁρῶντες τοὺς πίνοντας ἀνθρώπους τὰ φάρμακα ἀπολλυμένους ἐν τῇσι καθάρσεσι, τοὺς μὲν χολὴν ἐμέον‐ | |
5 | τας, τοὺς δέ τινας φλέγμα, τοῦθ’ ἕκαστον αὐτῶν ἐνόμισαν | |
εἶναι τὸν ἄνθρωπον ὅ τι καθαιρόμενον εἶδον ἀποθανόντα· | ||
8.5.38 | καὶ οἱ τὸ αἷμα φάντες εἶναι τὸν ἄνθρωπον τῇ αὐτῇ γνώμῃ χρῶνται· ὁρῶντες ἀποσφαζομένους τοὺς ἀνθρώπους καὶ τὸ αἷμα καταρρέον ἐκ τοῦ σώματος, τοῦτο νομίζουσιν εἶναι τὴν ψυχὴν τῶν ἀνθρώπων καὶ μαρτυρίοισι τούτοισι χρῶνται ἐν τοῖσι λό‐ | |
8.5.39 | γοισι.” ταῦτα προειπὼν ὁ Ἱπποκράτης ἐφεξῆς ἐλέγχει τὴν δόξαν τῶν οὕτως ὑπολαμβανόντων, ἅπερ εἴ τις μέλλει πάντα ἀναγιγνώσκειν, ἐκ τοῦ περὶ φύσιος ἀνθρώπου βιβλίου πάρεστιν | |
αὐτῷ· τὸ γὰρ σύγγραμμα παρὰ πᾶσιν ἀνθρώποις ἐστί. | ||
8.6.1 | Ἐγὼ δὲ μήκους φειδόμενος ἐπὶ τὰ συνεχῆ τοῦ λόγου τρέ‐ ψομαι. μετὰ γὰρ τὸ κατασκευάσαι τοὺς τέτταρας χυμοὺς ἡμῖν εἶναι κατὰ φύσιν, ὑπερβάλλοντας δὲ ποσότητι καὶ ἀλλοιουμέ‐ νους κατὰ ποιότητα νόσων αἰτίους γίγνεσθαι, μετὰ ταῦτα δεί‐ | |
5 | κνυσιν ἐν μὲν τῷ χειμῶνι πλεονάζον τὸ φλέγμα, τοῦ δ’ ἦρος τὸ αἷμα καὶ τοῦ θέρους τὴν ξανθὴν χολὴν καὶ τοῦ φθινο‐ | |
πώρου τὴν μέλαιναν. | ||
8.6.2 | ἄμεινον δ’ ἐστὶν αὐτὴν τὴν ῥῆσιν ὅλην αὐτοῦ παραγράψαι κατὰ λέξιν οὕτως ἔχουσαν· “αὔξεται δ’ ἐν τῷ ἀνθρώπῳ τὸ φλέγμα τοῦ χειμῶνος· τοῦτο γὰρ τῷ χει‐ μῶνι κατὰ φύσιν μάλιστα τῶν ἐν τῷ σώματι ἐνεόντων ψυ‐ | |
8.6.3 | χρότατόν ἐστι. τεκμήρια δὲ τούτων ὅτι τὸ φλέγμα ψυ‐ χρότατον· εἰ θέλοις ψαῦσαι φλέγματος καὶ χολῆς καὶ αἵματος, τὸ φλέγμα εὑρήσει ψυχρότατον ἐόν· καίτοι γλισχρότατόν ἐστι καὶ βίῃ μάλιστα ἄγεται μετά γε χολὴν μέλαιναν· ὅσα δὲ | |
5 | βίῃ ἔρχεται, θερμότερα γίνεται ἀναγκαζόμενα ὑπὸ τῆς βίης· ἀλλ’ ὅμως καὶ πρὸς ταῦτα πάντα ψυχρότατον ἐὸν τὸ φλέγμα | |
φαίνεται ὑπὸ τῆς φύσεως τῆς ἑωυτοῦ. | ||
8.6.4 | ὅτι δ’ ὁ χειμὼν πλη‐ ροῖ φλέγματος τὸ σῶμα, γνοίης ἂν τοῖσδε· οἱ ἄνθρωποι πτύουσι καὶ ἀπομύσσονται φλεγματωδέστατον τοῦ χειμῶνος καὶ τὰ οἰδήματα λευκὰ γίγνονται μάλιστα κατὰ ταύτην τὴν ὥραν καὶ | |
8.6.5 | τἆλλα νοσήματα φλεγματώδεα. τοῦ δ’ ἦρος ἔτι μένει ἰσχυ‐ ρὸν τὸ φλέγμα [ἐστὶν] ἐν τῷ σώματι καὶ τὸ αἷμα αὔξεται· τά τε γὰρ ψύχεα ἐξανίει καὶ τὰ ὕδατα ἐπιγίγνεται, τὸ δ’ αἷμα αὔξεται ὑπό τε τῶν ὄμβρων καὶ ὑπὸ τῶν θερμημεριῶν· κατὰ φύσιν | |
5 | γὰρ αὐτέῳ ταῦτ’ ἐστὶ μάλιστα τοῦ ἐνιαυτοῦ, ὑγρόν τε γάρ | |
ἐστι καὶ θερμόν. | ||
8.6.6 | γνοίης δ’ ἂν τοῖσδε· οἱ ἄνθρωποι τοῦ ἦρος καὶ τοῦ θέρεος μάλιστα ὑπὸ τῶν δυσεντεριῶν ἁλίσκονται καὶ ἐκ τῶν ῥινῶν τὰ αἵματα ῥέει αὐτοῖσι καὶ θερμότατοί εἰσι καὶ | |
8.6.7 | ἐρυθροί. τοῦ δὲ θέρεος τό τε αἷμα ἰσχύει ἔτι καὶ ἡ χολὴ αἴρεται ἐν τῷ σώματι καὶ παρατείνει εἰς τὸ φθινόπωρον· ἐν δὲ τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίγνεται· ἐναντίον γὰρ αὐτοῦ τῇ φύσει τὸ φθινόπωρόν ἐστιν· ἡ δὲ χολὴ τὸ θέρος | |
5 | κατέχει τὸ σῶμα καὶ τὸ φθινόπωρον. | |
8.6.8 | γνοίης δ’ ἂν τοῖσδε· οἱ ἄνθρωποι αὐτόματοι ταύτην τὴν ὥρην χολὴν ἐμέουσι καὶ ἐν τῇσι φαρμακοποσίῃσι χολωδέστατα καθαίρονται· δῆλον δὲ | |
8.6.9 | καὶ τοῖσι πυρετοῖσι καὶ τοῖσι χρώμασι τῶν ἀνθρώπων. τὸ δὲ φλέγμα τοῦ θέρεος ἀσθενέστατόν ἐστι αὐτὸ ἑωυτοῦ· ἐναντίη | |
γὰρ αὐτοῦ τῇ φύσει ἡ ὥρη ἐστὶ ξηρή τε οὖσα καὶ θερμή. | ||
8.6.10 | τὸ δ’ αἷμα τοῦ φθινοπώρου ἐλάχιστόν ἐστιν ἐν τῷ ἀνθρώπῳ· ξηρόν τε γάρ ἐστι τὸ φθινόπωρον καὶ ψύχειν ἄρχεται ἤδη τὸν ἄνθρωπον· ἡ δὲ μέλαινα χολὴ τοῦ φθινοπώρου πλείστη τε καὶ | |
8.6.11 | ἰσχυροτάτη ἐστίν. ὅταν δ’ ὁ χειμὼν καταλαμβάνῃ, ἥ τε χολὴ ψυχομένη ὀλίγη γίγνεται καὶ τὸ φλέγμα αὔξεται πάλιν ἀπό | |
τε τῶν ὑετῶν τοῦ πλήθεος καὶ ὑπὸ τῶν νυκτῶν τοῦ μήκεος. | ||
8.6.12 | ἔχει μὲν οὖν πάντα ταῦτα αἰεὶ τὸ σῶμα τοῦ ἀνθρώπου· ὑπὸ δὲ τῆς ὥρης περιϊσταμένης ποτὲ μὲν πλείω γίγνεται αὐτὰ ἑωυ‐ τῶν, ποτὲ δ’ ἐλάσσω ἕκαστα κατὰ μέρος τε καὶ κατὰ φύσιν. | |
8.6.13 | ὡς γὰρ ὁ ἐνιαυτὸς μετέχει μὲν πᾶς πάντων, καὶ τῶν θερμῶν καὶ τῶν ψυχρῶν καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν (οὐ γὰρ ἂν μείνειε τουτέων οὐδὲν οὐδένα χρόνον ἄνευ πάντων τῶν ἐνεόν‐ των ἐν τῷδε τῷ κόσμῳ, ἀλλ’ εἰ ἕν τί γε ἐκλείποι, πάντα ἂν | |
5 | ἀφανισθείη, ἀπὸ γὰρ τῆς αὐτῆς ἀνάγκης πάντα συνέστηκέ τε καὶ τρέφεται ὑπ’ ἀλλήλων), οὕτω δὲ καὶ εἴ τι ἐκ τοῦ ἀν‐ θρώπου ἐκλείποι τουτέων τῶν συγγεγονότων, οὐκ ἂν δύναιτο | |
ζῆν ὁ ἄνθρωπος. | ||
8.6.14 | ἰσχύει δ’ ἐν τῷ ἐνιαυτῷ τοτὲ μὲν ὁ χειμὼν μάλιστα, τοτὲ δὲ τὸ ἔαρ, τοτὲ δὲ τὸ θέρος, τοτὲ δὲ τὸ φθι‐ νόπωρον· οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ τοτὲ μὲν τὸ φλέγμα ἰσχύει, τοτὲ δὲ τὸ αἷμα, τοτὲ δ’ ἡ χολή, πρῶτον μὲν ἡ ξανθή, | |
8.6.15 | ἔπειτα δὲ ἡ μέλαινα καλεομένη. μαρτύριον δὲ σαφέστατον· εἰ θέλοις τῷ αὐτῷ ἀνθρώπῳ δοῦναι τὸ αὐτὸ φάρμακον τε‐ τράκις τοῦ ἐνιαυτοῦ, ἐμεῖται τοῦ μὲν χειμῶνος φλεγματωδέ‐ στερα, τοῦ δ’ ἦρος ὑγρότατα, τοῦ δὲ θέρεος χολωδέστατα, τοῦ | |
5 | δὲ φθινοπώρου μελάντατα.” | |
8.6.16 | ταῦτα περὶ τῆς κατὰ τὰς ὥρας διαφορᾶς εἰπὼν ὁ Ἱπποκράτης ἐδίδαξεν ἐν αὐτοῖς δυνάμει | |
8.6.17 | περὶ τῶν ἡλικιῶν καὶ χωρῶν. ἀεὶ γὰρ ἐν ἅπασιν οἷς ἂν ὑφηγῆται καθ’ ὁντιναοῦν λόγον ἐπιβλέπειν κελεύει καὶ ὥρην καὶ χώραν καὶ ἡλικίην καὶ ὅ τι ἂν ἐφ’ ἑνὸς τούτων ἀκούῃς μεταφέρειν ἀξιῶν σε τοῦτο καὶ ἐπὶ τὰ λοιπὰ δύο καθ’ ὁμοιό‐ | |
5 | τητα. | |
8.6.18 | τὸν αὐτὸν γὰρ λόγον ἐν ἡλικίαις ὁ παῖς ἔχει τῇ τοῦ ἦρος ἐν ὥραις, ὡσαύτως δ’ ὁ μὲν νεανίσκος τῇ τοῦ θέρους, ὁ δὲ παρακμάζων τῇ τοῦ φθινοπώρου καὶ τελευταῖος ὁ γέρων | |
8.6.19 | τῇ τοῦ χειμῶνος. ὁμοίως δὲ καὶ τῶν χωρῶν ἡ μὲν εὔκρα‐ τος τῇ τοῦ ἦρος, ἡ δὲ θερμὴ τῇ τοῦ θέρους, ἡ δ’ ἀνωμά‐ λως ἔχουσα κατὰ θερμότητα καὶ ψυχρότητα, πλεονεκτοῦσα δ’ ὅμως ψυχρότητί τε καὶ ξηρότητι τῇ τοῦ φθινοπώρου, ἡ | |
5 | δ’ ὑγρὰ καὶ ψυχρὰ τῇ τοῦ χειμῶνος. | |
8.6.20 | ταῦτά τε οὖν διδάξας καὶ πρὸς τούτοις ὅτι “τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα,” τῆς κατὰ τὴν τέχνην μεθόδου τὰ στοιχεῖα παρέδωκεν, οἷς ἐφε‐ ξῆς τὰ κατὰ τοὺς ἀφορισμοὺς διελθὼν περὶ τῶν πλεοναζόντων | |
5 | καθ’ ἑκάστην ὥραν τε καὶ ἡλικίαν νοσημάτων τὰς οἷον | |
συλλαβὰς ἐπὶ τοῖς στοιχείοις ὑφηγήσατο. | ||
8.6.21 | παραγράψω δέ σοι καὶ τὰς ῥήσεις αὐτοῦ κατὰ λέξιν ἐχούσας ὧδε· “νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσιν ὥρῃσιν γίγνεται, μᾶλλον δ’ ἔνια | |
8.6.22 | κατ’ ἐνίας αὐτῶν καὶ γίγνεται καὶ παροξύνεται· τοῦ μὲν ἦρος τὰ μελαγχολικὰ καὶ τὰ μανικὰ καὶ τὰ ἐπιληπτικὰ καὶ αἵμα‐ τος ῥύσιες καὶ κυνάγχαι καὶ κόρυζαι καὶ βράγχοι καὶ βῆχες καὶ λέπραι καὶ λειχῆνες καὶ ἀλφοὶ καὶ ἐξανθήσιες ἑλκώδεες | |
5 | πλεῖσται καὶ φύματα καὶ ἀρθριτικά· | |
8.6.23 | τοῦ δὲ θέρεος ἔνιά τε τουτέων καὶ πυρετοὶ συνεχέες καὶ καῦσοι καὶ τριταῖοι πυρε‐ τοὶ καὶ τεταρταῖοι ἔμετοί τε καὶ διάρροιαι καὶ ὀφθαλμίαι καὶ ὤτων πόνοι καὶ στομάτων ἑλκώσιες καὶ σηπεδόνες αἰ‐ | |
5 | δοίων καὶ ἵδρωα· | |
8.6.24 | τοῦ δὲ φθινοπώρου καὶ τῶν θερινῶν τὰ πολλὰ καὶ πυρετοὶ τεταρταῖοι καὶ πλάνητες καὶ σπλῆνες, ὕδρωπες, φθίσιες καὶ στραγγουρίαι καὶ λειεντερίαι καὶ δυσεντερίαι καὶ συνάγχαι καὶ ἄσθματα καὶ | |
8.6.25 | ἰλεοὶ καὶ ἐπιληψίαι καὶ τὰ μανικὰ καὶ τὰ μελαγχολικά· τοῦ δὲ χειμῶνος πλευρίτιδες, περιπνευμονίαι, κόρυζαι, λήθαργοι, βράγχοι, βῆχες, πόνοι στηθέων, πλευρέων, ὀσφύος, κεφαλαλ‐ | |
γίαι, ἴλιγγοι, ἀποπληξίαι.” | ||
8.6.26 | ταῦτα περὶ τῶν ὡρῶν εἰπὼν ὁ Ἱπποκράτης ἐφεξῆς περὶ τῶν ἡλικιῶν ὧδε γράφει· ‘ἐν δὲ τῇσιν ἡλικίῃσι συμβαίνει τοῖσι μὲν μικροῖσι καὶ νεογνοῖσι παιδίοισιν ἄφθαι, ἔμετοι, βῆχες, ἀγρυπνίαι, φόβοι, ὀμφαλοῦ | |
8.6.27 | φλεγμοναί, ὤτων ὑγρότητες. πρὸς δὲ τὸ ὀδοντοφυεῖν προσ‐ άγουσιν οὔλων ὀδαξησμοί, πυρετοί, σπασμοί, διάρροιαι, καὶ μάλιστα ὅταν ἀνάγωσι τοὺς κυνόδοντας καὶ τοῖσι παχυτά‐ | |
τοισι τῶν παιδίων καὶ τοῖσι κοιλίας σκληρὰς ἔχουσι. | ||
8.6.28 | πρεσβυτέροισι δὲ γιγνομένοισι παρίσθμια, σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιάσιες, ἕλμινθες στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σατυριάσεις, χοιράδες, στραγγουρίαι καὶ τἆλλα φύματα. | |
8.6.29 | τοῖσι δ’ ἔτι πρεσβυτέροισι καὶ πρὸς τὴν ἥβην προσάγουσι τούτων τε πολλὰ καὶ πυρετοὶ χρόνιοι μᾶλλον καὶ ἐκ | |
ῥινῶν αἵματος ῥύσιες. | ||
8.6.30 | τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησί, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς τὴν ἥβην προσάγουσιν· ὅσα δ’ ἂν διαμείνῃ τοῖσι παιδίοισι καὶ μὴ ἀπολυθῇ περὶ | |
5 | τὸ ἡβάσκειν ἢ τοῖσι θήλεσι περὶ τὰς τῶν καταμηνίων ῥή‐ | |
ξιας, χρονίζειν εἴωθε· | ||
8.6.31 | τοῖσι δὲ νεηνίσκοισιν αἵματος πτύσιες, φθίσιες, πυρετοὶ ὀξέες, ἐπιληψίαι καὶ τἆλλα νοσήματα, μά‐ | |
8.6.32 | λιστα δὲ τὰ εἰρημένα. τοῖσι δ’ ὑπὲρ τὴν ἡλικίην ταύτην πλευρίτιδες, περιπνευμονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, διάρροιαι, χολέραι, δυσεντερίαι, | |
8.6.33 | αἱμορροΐδες. τοῖσι δὲ πρεσβύτῃσι δύσπνοιαι, κατάρροοι βηχώδεες, στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρίτιδες, ἴλιγγοι, ἀποπληξίαι, καχεξίαι, ξυσμοὶ τοῦ σώμα‐ τος, ἀγρυπνίαι, κοιλίης καὶ ὀφθαλμῶν καὶ ῥινῶν | |
5 | ὑγρότητες, ἀμβλυωπίαι, γλαυκώσιες, βαρυηκοΐαι.” | |
8.6.34 | ταύτην τὴν τάξιν τῆς διδασκαλίας ἐχρῆν πεποιῆσθαι τὸν Πλάτωνα μᾶλλον, εἴπερ γε φιλοσόφῳ προσήκει τὸ τάξει καὶ μεθόδῳ | |
8.6.35 | χρῆσθαι τῇ διδασκαλίᾳ καὶ μᾶλλον ἢ τοῖς ἰατροῖς. ἀλλ’ ἴσως οὐκ ἠδύνατο περὶ τῶν τοιούτων ἀκριβῶς διελθεῖν ἐμ‐ πειρίας δεομένων, αὐτὸς οὐκ ὢν τρίβων τῶν ἔργων τῆς ἰατρικῆς, καὶ κατὰ τοῦτο ἐπαινεῖν αὐτὸν προσήκει, περὶ ὧν | |
5 | ἀκριβῶς οὐκ ἠπίστατο, μηδ’ ἐπιχειρήσαντα λέγειν. | |
8.6.36 | ἀλλ’ ἐκεῖνά γε δυνατὸν ἦν αὐτῷ παρ’ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως μεμαθηκέναι, τὰ λελεγμένα κατὰ | |
8.6.37 | τοὺς ἀφορισμοὺς ἐν τῇδε τῇ ῥήσει· “κατὰ δὲ τὰς ὥρας τοῦ μὲν ἦρος καὶ ἄκρου τοῦ θέρεος οἱ παῖδες καὶ οἱ τούτων ἐχόμενοι τῇσιν ἡλικίῃσιν ἄριστά τε διάγουσι καὶ ὑγιαίνουσι μάλιστα· τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου μέχρι μέν | |
5 | τινος οἱ γέροντες, τὸ δὲ λοιπὸν καὶ τοῦ | |
χειμῶνος οἱ μέσοι τῇσιν ἡλικίῃσιν.” | ||
8.6.38 | ταῦτα μὲν οὖν περὶ τῶν εἰρημένων ἡλικιῶν ἐφ’ ἑαυτοῦ καὶ τῶν ὁμοδιαίτων ἐξετάσαι τις δύναται προήκων ἤδη κατὰ τὴν ἡλικίαν, ὡς εἰκὸς ἦν | |
8.6.39 | Πλάτωνα προήκειν ὅτε ἔγραφε τὸν Τίμαιον. ἀμελῶς οὖν ἔσχε περί τε τὴν τῶν αὐτῶν τούτων ἐξέτασιν ἔτι τε μᾶλλον ὧν ἔγραψεν ὁ Ἱπποκράτης περὶ τῶν πλεοναζόντων νοση‐ μάτων ἐν ἑκάστῃ τῶν ἡλικιῶν τε καὶ ὡρῶν, ὡς εἴ γε προσ‐ | |
5 | εσχήκει τὸν νοῦν αὐτοῖς, οὐκ ἂν ἐγεγράφει ταῦτα· | |
8.6.40 | “τὸ μὲν οὖν ἐκ πυρὸς ὑπερβολῆς μάλιστα νοσῆσαν σῶμα συνεχῆ καύματα καὶ πυρετοὺς ἀπεργάζεται, τὸ δὲ ἐξ ἀέρος ἀφη‐ μερινούς, τριταίους δὲ ὕδατος διὰ τὸ νωθέστερον ἀέρος καὶ | |
5 | πυρὸς αὐτὸ εἶναι, τὸ δὲ γῆς τέταρτον ὂν νωθέστατον τού‐ των ἐν τετραπλασίαις περιόδοις χρόνου καθαιρόμενον τεταρ‐ | |
ταίους πυρετοὺς ποιῆσαν ἀπαλλάττεται μόλις.” | ||
8.6.41 | ἐν τούτῳ τῷ λόγῳ πρῶτον μὲν ἡμάρτηκε κατὰ τὰ κοινὰ στοιχεῖα ἁπάν‐ των σωμάτων, οὐ κατὰ 〈τὰ〉 τῶν ἐναίμων ζῴων ποιησάμενος τὴν αἰτιολογίαν τῶν περιοδικῶν πυρετῶν· ἄμεινον γὰρ ἦν | |
5 | ἃ καὶ δεῖξαι δυνάμεθα κατὰ τὸ σῶμα πλεονάζοντα, ταῦτ’ | |
αἰτιᾶσθαι· | ||
8.6.42 | δεύτερον δ’ ὅτι τῶν ἀφημερινῶν καὶ τριταίων πυρετῶν οὐδ’ ἐγγὺς ἧκε τῆς ἀληθοῦς αἰτίας. φαίνεται γὰρ ἐναργῶς ἐπὶ μὲν τῶν ἀφημερινῶν ὁ φλεγματώδης πλεονά‐ ζων χυμός, ὑγρὸς καὶ ψυχρὸς ὤν, ἐπὶ δὲ τῶν τριταίων ὁ τῆς | |
5 | ξανθῆς χολῆς, πάλιν αὖ καὶ οὗτος ἄκρως θερμὸς καὶ ξηρός· ὥστ’ ἐπὶ τούτου μὲν ἐχρῆν εἰρῆσθαι πλεονάζειν τὸ τοῦ πυρὸς στοιχεῖον, ἐπ’ ἀμφη‐ μερινοῦ δὲ τὸ τοῦ ὕδατος, ὥσπερ ἐν τοῖς τεταρταίοις χυμὸν | |
μὲν τὴν μέλαιναν χολήν, στοιχεῖον δὲ τὴν γῆν. | ||
8.6.43 | ὅστις δ’ ἑκάστου τῶν εἰρημένων ἀκριβῶς ἐκμαθεῖν βούλεται τὴν φύ‐ σιν, ἔν τε τοῖς περὶ κρίσεων ὑπομνήμασι κἀν τοῖς περὶ τῆς | |
διαφορᾶς τῶν πυρετῶν ἐξειργασμένον τὸν λόγον ἔχει. | ||
8.6.44 | ἐγὼ δ’ οὐκ εἴωθα πολλάκις ὑπὲρ τῶν αὐτῶν τὰ αὐτὰ γράφειν, ἀλλ’ ἅπαξ ἢ καὶ δὶς ἐνίοτε τὴν ἀπόδειξιν εἰπὼν ἐν τοῖς ἄλλοις βιβλίοις τῷ συμπεράσματι τῆς ἀποδείξεως χρῶμαι· | |
5 | καθάπερ καὶ περὶ τοῦ τρεῖς εἶναι τὰς ἀρχὰς τῶν διοικου‐ σῶν ἡμᾶς δυνάμεων ἅπαξ ἀποδείξας ἐν τοῖς πρώτοις βιβλίοις τῆσδε τῆς πραγματείας, ἐν ταῖς ἄλλαις ἁπάσαις ἐξ ἑτοίμου | |
λαμβάνω, μόνον ἀναμιμνήσκων ἐνίοις ὡς ἀποδέδεικται. | ||
8.6.45 | καὶ νῦν γοῦν ἀρκεῖ τό γε τοσοῦτον ἀναμνῆσαι περὶ τῶν ἐν ἐκεί‐ νοις δεδειγμένων, ὡς τοὺς ὀξυτάτους τε καὶ καυσωδεστάτους πυρετοὺς ἡ ξανθὴ χολὴ γεννᾷ καὶ ὡς τοῦ γένους τῶν καυ‐ | |
5 | σωδῶν πυρετῶν ἐστι καὶ ὁ τριταῖος. εἴρηται δ’ ἐν ἐκείνοις ἡ αἰτία δι’ ἣν οὐκ ἔστι συνεχὴς ὥσπερ ὁ καῦσος ἀλλὰ | |
διαλείπων γίγνεται. | ||
8.6.46 | ταῦτ’ οὖν ὁ Πλάτων οὐκ ἀκριβῶς ἔγνω τῆς Ἱπποκράτους τέχνης, καίτοι πειρώμενος ἕπεσθαι τἀνδρὶ | |
8.6.47 | καὶ προσέτι γε περὶ τοῦ λευκοῦ φλέγματος. τὸ μὲν γὰρ πομφολύγων ἐναπολαμβανομένων, “ἀοράτων” μὲν “διὰ σμικρό‐ τητα,” καθάπερ αὐτὸς ἔφη, “συναπασῶν δὲ τὸν ὄγκον παρεχο‐ μένων ὁρατόν,” γεννᾶσθαι τὸν τοιοῦτον χυμὸν εὔλογόν τε | |
8.6.48 | ἅμα καὶ πιθανόν· τὸ δ’ ἐκ συντήξεως ἁπαλῆς σαρκὸς γενέ‐ σθαι ποτὲ φλέγμα τῶν ἀτοπωτάτων ἐστί, πλὴν εἴ τις Πρόδικος ὑπαλλάττων τοὔνομα τὸν πικρόχολον χυμὸν ὀνο‐ μάζει φλέγμα διὰ τὸ νομίζειν ἀπὸ τοῦ πεφλέχθαι τὴν προσ‐ | |
5 | ηγορίαν αὐτῷ γεγονέναι. | |
8.6.49 | ἀλλ’ ὅ γε Πλάτων αὐτὸς οἶδε θερμότατον ὄντα τὸν τῆς τοιαύτης χολῆς χυμὸν ἐν οἷς φησιν· “ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώματος ἀπὸ τοῦ κάεσθαί τε καὶ φλέγεσθαι, διὰ χολὴν γέγονε πάντα,” καὶ τούτων ἐφε‐ | |
5 | ξῆς, “λαμβάνουσα μὲν ἀναπνοὴν ἔξω παντοῖα ἀναπέμπει ζέουσα φύματα, καθειργνυμένη δὲ ἐντὸς πυρίκαυτα νοσή‐ | |
ματα πολλὰ ἐμποιεῖ.” | ||
8.6.50 | δῆλος οὖν ἐστι τῇ συνήθει προσ‐ ηγορίᾳ κατὰ τοῦ πικροχόλου χυμοῦ χρώμενος, ὅσπερ τοὐπίπαν ἐστὶν ξανθὸς τὴν χρόαν· καὶ ὠχρὸς δ’ ἐνίοτε γίγνεται πολλὴν | |
8.6.51 | ὀρρώδη προσλαβὼν ὑγρότητα. καὶ μέντοι κἀξ αὐτοῦ τοῦ προσθεῖναι τῷ φλέγματι τὸ τῆς χρόας ὄνομα δῆλός ἐστιν οὐκ ἐν τῇ προσηγορίᾳ σφαλλόμενος, ὥσπερ ὁ Πρόδικος, | |
ἀλλ’ ἐν τῇ γνώσει τῆς φύσεως τοῦ χυμοῦ. | ||
8.6.52 | λέγει δὲ περὶ αὐτοῦ τόνδε τὸν τρόπον· “τὸ δ’ αὖ μετ’ ἀέρος τηκόμενον ἐκ νέας καὶ ἁπαλῆς σαρκός, τούτου δ’ ἀναιμωθέντος καὶ ξυμπεριληφθέντος ἀπὸ ὑγρότητος καὶ πομφολύγων ξυστα‐ | |
5 | σῶν ἐκ τοῦ πάθους τούτου καθ’ ἑκάστην μὲν ἀοράτων διὰ σμικρότητα, ξυναπασῶν δὲ τὸν ὄγκον παρεχομένων ὁρα‐ τὸν χρῶμα ἐχουσῶν διὰ τὴν τοῦ ἀφροῦ γένεσιν ἰδεῖν λευ‐ κόν, ταύτην πᾶσαν τηκεδόνα ἁπαλῆς σαρκὸς μετὰ πνεύματος | |
συμπλακεῖσαν λευκὸν εἶναι φλέγμα φαμέν.” | ||
8.6.53 | καὶ μετ’ οὐ πολλὰ δὲ πάλιν οὕτως ὑπὲρ αὐτοῦ γράφει· “τὸ δὲ λευκὸν φλέγμα διὰ τὸ τῶν πομφολύγων πνεῦμα χαλεπὸν ἀποληφθέν, ἔξω δὲ τοῦ σώματος ἀναπνοὰς ἴσχον ἠπιώτερον μέν, καταποικίλλει | |
5 | δὲ τὸ σῶμα λεύκας ἀλφούς τε καὶ τὰ τούτων ξυγγενῆ νοσή‐ | |
ματα ἀποτίκτον.” | ||
8.6.54 | ἐν ταύτῃ μὲν τῇ ῥήσει καλῶς ἀπεφήνατο περὶ τῶν γινομένων ἀπὸ τοῦ φλέγματος παθῶν· ἡνίκα δ’ ἔλεγεν ἔμπροσθεν “τὴν πᾶσαν τηκεδόνα ἁπαλῆς σαρκὸς μετὰ πνεύματος συμπλακεῖσαν λευκὸν εἶναι φλέγμα φαμέν”, | |
8.6.55 | οὐκ ὀρθῶς. δέδεικται γὰρ ἥ γε τοῦ φλέγματος γένεσις ἐκ τροφῆς φύσει ψυχροτέρας ἐνδεῶς ὑπὸ τῆς ἐμφύτου θερμα‐ | |
σίας κατεργασθείσης ἀποτελουμένη. | ||
8.6.56 | τηκομένη δὲ σὰρξ ὅμοιόν τι ποιεῖ τὸ σύντηγμα τῇ χρόᾳ τῆς ὠχρᾶς χολῆς, ἐπὶ τὸ λευ‐ κότερον ῥέπον, ὡς εἶναι τὸ καλούμενον ὕπωχρον πυρρόν. | |
8.6.57 | ἔστι δὲ καὶ παχύτερον τὸ σύντηγμα τοῦτο τῆς ὠχρᾶς χολῆς καὶ δυσωδέστερον καί τινα γλισχρότητα πολλάκις ἔχον ἐν | |
8.6.58 | ἑαυτῷ καὶ λιπαρότητα. ταῦτα μὲν ἱκανὰ περὶ χυμῶν ἔγνω‐ σται πρός γε τὸ παρόν, εἰ μέλλοιμεν, ὥς τινες τῶν φίλων ἀξιοῦ‐ | |
σιν, ἐξηγεῖσθαι τὰ κατὰ τὸν Τίμαιον ἰατρικῶς εἰρημένα. | ||
8.7.1 | Καὶ τὰ λοιπὰ δὲ τῶν κατὰ τὸ βιβλίον λόγων διὰ κεφα‐ λαίων ῥηθήσεται συνόψεως ἕνεκεν, ἐν οἷς τε ὁμολογοῦσιν οἱ ἄνδρες ἀλλήλοις ἐν οἷς τε διαφέρονται, διὰ μακροτέρων τε | |
8.7.2 | κατὰ τὴν ἐσομένην ἡμῖν ἐξήγησιν αὖθις εἰρήσεται. λέγοντος οὖν Ἱπποκράτους ἀεὶ τὸ σύμφυτον θερμὸν αἰτιώτατον εἶναι πάντων τῶν φυσικῶν ἔργων, ὁ Πλάτων οὐ θερμόν, ἀλλὰ | |
πῦρ ὀνομάζει. | ||
8.7.3 | ἴδωμεν δ’ ὅπως ὑπ’ αὐτοῦ διοικεῖσθαι λέγει τὰ τῶν ζῴων σώματα· “πᾶν ζῷον πάντως περὶ τὸ αἷμα καὶ τὰς φλέβας αὑτοῦ θερμότατα ἔχει, οἷον ἐν ἑαυτῷ πηγήν | |
8.7.4 | τινα ἐνοῦσαν πυρός.” πηγὴν μὲν οὖν πάνυ καλῶς εἶπεν· οὐ γὰρ ἐκ παρατρίψεως τοῦ κατὰ τὰς ἀρτηρίας πνεύματος ἡ θερμασία γεννᾶται κατὰ τὰ τῶν ζῴων σώματα, καθάπερ ἐκτὸς ἐπὶ λίθων τε καὶ ξύλων, ἀλλ’ ἔμπαλιν ὑπὸ τῆς συμ‐ | |
8.7.5 | φύτου θερμασίας αἱ κινήσεις αὐτῶν γίνονται. ὅταν οὖν ψυχθῇ τὸ σῶμα διὰ κρύος ἢ φάρμακον, [ἢ] οὐδενὸς τῶν ἄλλων ἀπολλυμένου τῶν κατ’ αὐτό, παύονται μὲν αὐτίκα καὶ αἱ τῶν | |
ἀρτηριῶν κινήσεις 〈καὶ〉 αἱ κατὰ τὰ νεῦρα καὶ 〈τοὺσ〉 μῦς. | ||
8.7.6 | οὐ μὴν πυρός γε πηγήν, ἀλλὰ μᾶλλον ἐμφύτου θερμοῦ βέλτιον ἦν εἰρῆσθαι κατὰ τὰ σώματα ἡμῶν, ὡς Ἱπποκράτης ὀνομάζει διὰ παντός· εἴπερ γὰρ ὑπὸ πυρὸς ἡ πέψις γίγνεται τῶν σιτίων ἥ | |
5 | τ’ ἀνάδοσις ἥ θ’ αἱμάτωσις ἥ τε θρέψις, ἄμεινον ἂν ἐπὶ | |
8.7.7 | τῶν πυρεττόντων ὀξέως ἐφαίνετο ταῦτα ἐπιτελούμενα. τὸ δ’ ἔμφυτον θερμὸν εὔκρατόν ἐστι κατὰ μὲν οὐσίαν ἐν αἵματι καὶ πνεύματι τὴν ὕπαρξιν ἔχον μάλιστα, κατὰ δὲ ποιότητα | |
μικτὸν ὂν εὐκράτως ἐκ θερμότητός τε καὶ ψυχρότητος. | ||
8.7.8 | ἀσφαλέστερον οὖν ὁ Ἱπποκράτης ἔφη “τὰ αὐξανόμενα πλεῖ‐ στον ἔχει τὸ ἔμφυτον θερμόν· πλείστης οὖν δεῖται τροφῆς, εἰ δὲ μή, τὸ σῶμα ἀναλίσκεται. γέρουσι δ’ ὀλίγον τὸ θερ‐ μόν· διὰ τοῦτ’ ἄρα ὀλίγων ὑπεκκαυμάτων δέονται, ὑπὸ | |
5 | πολλῶν μὲν γὰρ ἀποσβέννυνται. διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι | |
γέρουσιν οὐχ ὁμοίως ὀξέες, ψυχρὸν γὰρ τὸ σῶμα.” | ||
8.7.9 | κατὰ τοῦτον οὖν τὸν λόγον κἀν τῷ περὶ φύσεως ἀνθρώπου τῇ πρώτῃ τῶν ἡλικιῶν τὸν ἄνθρωπον ἔφη θερμότατον ὑπάρ‐ χειν ἑαυτοῦ, καθάπερ ψυχρότατον ἐν τῇ τοῦ γήρως ἐσχάτῃ· | |
5 | οὐχ ἁπλῶς θερμότατον, ὥσπερ ἐν τοῖς καύσοις πυρετοῖς, ἀλλὰ τῷ ἐμφύτῳ θερμῷ θερμότατον εἶπεν εἶναι τὸ γεγεννημένον | |
ἄρτι παιδίον τῇ οὐσίᾳ. | ||
8.7.10 | διὰ τοῦτ’ οὖν ἐν ἀφορισμοῖς πρῶτον μὲν ἔφη “τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν” (ἀλλὰ τοῦτον μὲν ἤδη προὔγραψα τὸν ἀφορισμόν)· | |
8.7.11 | ἄλλον δ’ ὁμολογοῦντα αὐτῷ γράφει κατὰ λέξιν οὕτως· “αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μα‐ κρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον· καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολύ. τροφῆς | |
5 | οὖν πλείονος δεῖται· σημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθληταί.” | |
8.7.12 | τὸ ἔμφυτον θερμὸν ἔφη πλεῖστον εἶναι χειμῶνος, οὐ τὸ ἐπίκτητον ὃ τοῦ θέρους πλεονάζει. μηκύνειν δ’ οὐ χρὴ περὶ τῆς γνώμης αὐτοῦ κατὰ τόνδε τὸν λόγον, τοὺς μὲν ἀφορισμοὺς ἐξηγησαμένου μου δι’ ὑπομνημάτων ἑπτά, βιβλίον | |
5 | δ’ ἄλλο γεγραφότος πρὸς τοῦ Κοΐντου μαθητὴν Λύκον, ὃς οὐ νοήσας ὁποῖόν τι τὸ ἔμφυτον θερμὸν ὁ Ἱπποκράτης | |
βούλεται, ἀντεῖπε πρὸς τοὺς εἰρημένους ἀρτίως ἀφορισμούς. | ||
8.7.13 | νῦν οὖν ἀρκέσει τὰς τοῦ Πλάτωνος παραγράψαι ῥήσεις ἃς ἐν τῷ περὶ τροφῆς ἀναδόσεως λόγῳ κατὰ τὸν Τίμαιον ἔγρα‐ | |
8.7.14 | ψεν· ἄρχεται δ’ αὐτῶν ὧδε· “τὸ ἐντεῦθεν ἤδη τὴν ὑδρα‐ γωγίαν παρεσκεύασαν τρόπῳ τινὶ τοιῷδε, ὃν κατοψόμεθα ῥᾷον προδιομολογησάμενοι τὸ τοιόνδε, ὅτι πάντα ὅσα ἐξ ἐλαττόνων συνίσταται στέγει τὰ μείζω, τὰ δ’ ἐκ μειζόνων | |
5 | τὰ σμικρότερα οὐ δύναται, πῦρ δὲ πάντων μερῶν μικρο‐ μερέστερον, ὅθεν δι’ ὕδατος καὶ γῆς, ἀέρος καὶ ὅσα ἐκ τούτων συνίσταται διαχωρεῖ καὶ στέγειν οὐδὲν αὐτὸ δύνα‐ | |
ται. | ||
8.7.15 | ταὐτὸν δὴ καὶ περὶ τῆς παρ’ ἡμῖν κοιλίας διανοητέον, ὅτι σιτία μὲν καὶ ποτὰ ὅταν εἰς αὐτὴν ἐμπέσῃ, στέγει, πνεῦμα δὲ καὶ πῦρ σμικρομερέστερα ὄντα τῆς αὑτῆς ξυστά‐ | |
8.7.16 | σεως οὐ δύναται. τούτοις οὖν κατεχρήσατο θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν, πλέγμα ἐξ ἀέρος καὶ | |
πυρὸς [ὧν] οἷον οἱ κύρτοι ξυνυφηνάμενος.” | ||
8.7.17 | τὸ μὲν οὖν ἀέρι καὶ πυρὶ χρῆσθαι τὴν φύσιν πρὸς πέψιν τροφῆς αἱμάτω‐ σίν τε καὶ ἀνάδοσιν ὀρθῶς εἴρηται· τὸ δ’ ἐξ αὐτῶν πλέγμα γεγονέναι καὶ μὴ δι’ ὅλων κρᾶσιν οὐκέτ’ ἐπαινῶ, καθάπερ | |
5 | οὐδὲ τὸ πῦρ ὀνομάζειν αὐτόν, ἐνόν, ὡς Ἱπποκράτης, ἔμφυ‐ | |
8.7.18 | τον θερμόν. ἀλλ’ ἔοικεν οὕτω καλεῖν ἀναμιμνήσκειν ἡμᾶς βουλόμενος ὅτι διὰ τὴν τοῦ πυρὸς μίξιν ἐν τοῖς ἄλλοις στοιχείοις ἡ πρὸς τὰ ἐκτὸς ἐκ τοῦ βάθους φορὰ γίγνεται τῆς | |
κατὰ τὸ σῶμα θερμασίας. | ||
8.7.19 | φαίνεται γοῦν ποτε καὶ μεταλαμ‐ βάνων αὐτὸς εἰς τὴν τοῦ θερμοῦ προσηγορίαν τὸ τοῦ πυρὸς ὄνομα, καθάπερ καὶ κατὰ τήνδε τὴν ῥῆσιν· “τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν ἑαυτοῦ χώραν ἔξω πρὸς τὸ συγγενὲς | |
5 | ὁμολογητέον ἰέναι.” | |
8.7.20 | τούτοις δ’ ὁμολογεῖ καὶ τάδε· “καὶ διὰ ταῦτα δὴ καθ’ ὅλον τὸ σῶμα ἅπασι τοῖς ζῴοις τὰ τῆς τρο‐ | |
8.7.21 | φῆς νάματα οὕτως ἐπίρρυτα γεγονέναι. νεότμητα δὲ καὶ ἀπὸ ξυγγενῶν ὄντα τὰ μὲν καρπῶν, τὰ δὲ χλόης, ἃ ὁ θεὸς ἐπ’ αὐτὸ τοῦτο ἡμῖν ἐφύτευσεν εἶναι τροφήν, παντοδαπὰ μὲν χρώματα ἴσχει διὰ τὴν σύμμιξιν· ἡ δ’ ἐρυθρὰ πλείστη περὶ | |
5 | αὐτὰ χρόα διαθεῖ τῆς τοῦ πυρὸς τομῆς τε καὶ ἐξομόρ‐ | |
8.7.22 | ξεως ἐν ὑγρῷ δεδημιουργημένης φύσεως. ὅθεν τὸ κατὰ τὸ σῶμα ῥέον τὸ χρῶμα ἔσχεν οἵαν ὄψιν διεληλύθαμεν, ὃ | |
καὶ καλοῦμεν αἷμα.” | ||
8.7.23 | τὴν ἐρυθρὰν χρόαν γεννᾶσθαί φησιν ἐν τῷ αἵματι διὰ τὴν τοῦ πυρὸς ἐξόμορξιν, ὅπερ ἐστὶν οἷον ἐναπόθεσις τῆς αὐτοῦ ποιότητός τε καὶ δυνάμεως· ὥστ’ ἐκ κράσεως τοῦ τε πυρώδους στοιχείου καὶ τῆς δεξαμένης ὑγρό‐ | |
8.7.24 | τητος αὐτὸ γεννᾶσθαί φησι τὸ αἷμα. τῆς δ’ ὑγρότητος οὐκ ἀκριβοῦς ὕδατος οὔσης, ἀλλά τι καὶ γεῶδες ἐχούσης, ὡς δηλοῖ τὸ πάχος αὐτῆς, ἐξ ἁπάντων ἐγεννήθη τὸ αἷμα προσ‐ λαμβάνον ἐξ ἀνάγκης τι καὶ τῆς ἀερώδους οὐσίας, ὡς ἐν | |
5 | ἑτέροις δέδεικται. | |
8.7.25 | φαίνεται τοιγαροῦν κἀν τούτοις ὁ Πλά‐ των ἑπόμενος τῷ Ἱπποκράτει. τὸ γὰρ ἔμφυτον θερμὸν αἴτιον εἶναί φησι τῆς τε κατὰ τὴν γαστέρα πέψεως τῶν σιτίων καὶ τῆς ἐντεῦθεν εἰς ἧπάρ τε καὶ φλέβας ἀναδόσεως καὶ προσέτι | |
5 | τῆς αἱματώσεως καὶ τῆς εἰς ὅλον τὸ σῶμα φορᾶς τε καὶ πέψεως. | |
8.8.1 | Ἐν μέντοι τῇ περὶ ἀναπνοῆς δόξῃ διηνέχθη πρὸς αὐτὸν οὐ σμικρά, πρῶτον μὲν τῷ διαπνοῆς μᾶλλον αἰτίαν εἰπεῖν | |
8.8.2 | οὐκ ἀναπνοῆς, εἶτ’ οὐδὲ ταύτης ἀμέμπτως. ἀναιρεῖ γὰρ ὁλκὴν ᾗ πρὸς πολλὰ τῶν φυσικῶν ἔργων ὁ Ἱπποκράτης χρῆται. διὰ τοῦτ’ ἠναγκάσθη τῶν ἐνεργειῶν ἐνίας οὐκ ἄνευ | |
τῆς ὁλκῆς γιγνομένας εἰς περίωσιν ἀναφέρειν. | ||
8.8.3 | ὁποῖον μὲν οὖν τι 〈τὸ〉 τῆς ὁλκῆς ἐστιν, ἔνεστί σοι μαθεῖν αὐλίσκου τὸ μὲν ἕτερον στόμιον εἰς ὕδωρ καθέντι, τὸ δὲ ἕτερον περιλα‐ | |
8.8.4 | βόντι τοῖς χείλεσιν. ἕλκοντι γὰρ καὶ μυζῶντι διὰ τῶν χει‐ λέων τὸν ἐκ τοῦ αὐλίσκου ἀέρα συνακολουθήσει τὸ ὕδωρ. οὕτως δὲ καὶ τὰ παιδία τῇ περιθέσει τῶν χειλέων ἔκ τε τῶν τιτθῶν ἕλκει τὸ γάλα κἀκ τῶν βομβυλιῶν τὸ περιεχό‐ | |
5 | μενον ἐν αὐτοῖς ὑγρόν. | |
8.8.5 | ἀλλὰ καὶ αἱ τῶν χαλκέων φῦσαι διαστελλόμεναι τὸν ἔξωθεν ἀέρα διὰ τῶν προσκειμένων αὐ‐ | |
8.8.6 | ταῖς αὐλίσκων ἕλκουσιν ἐκπληρώσοντα τὴν διαστολήν. ὁμοίως δὲ καὶ τοῖς ζῴοις ὁ θώραξ διαστελλόμενος ἕλκει διὰ τῆς τραχείας ἀρτηρίας ἀναγκαίως εἰς τὸ στόμα τὸν ἔξωθεν ἀέρα, | |
μικρὸν δ’ ὕστερον ἐκθλίβει συστελλόμενος ἐν ταῖς ἐκπνοαῖς. | ||
8.8.7 | τουτὶ μὲν τὸ ἔργον ἐν τῷ δευτέρῳ περὶ μυῶν κινήσεως ἐδείχθη προαιρετικόν· τὸ δὲ ἕτερον, ὃ καλεῖται σφυγμός, ὑπό τε τῆς καρδίας καὶ τῶν ἀρτηριῶν γίγνεται, τῇ μὲν δια‐ στολῇ διὰ τῶν εἰς τὸ δέρμα καθηκόντων στομάτων ἑλκου‐ | |
5 | σῶν τῶν ἀρτηριῶν εἰς τὸ σῶμα τὸν ἔξωθεν ἀέρα τριῶν ἕνεκα χρειῶν, ἐμψύξεως, ῥιπίσεως, γενέσεως πνεύματος ψυχι‐ κοῦ, τῇ συστολῇ δ’ ἐκθλιβουσῶν ὅσον αἰθαλῶδες ἢ καπνῶ‐ | |
δες ἐγενήθη κατ’ αὐτὰς τῶν χυμῶν. | ||
8.8.8 | ἀποδέδεικται δὲ περὶ μὲν ἀναπνοῆς ἐν τῷ περὶ χρείας ἀναπνοῆς ὑπομνήματι, περὶ | |
8.8.9 | δὲ σφυγμῶν ἐν τῷ περὶ χρείας σφυγμῶν. ὅτι δ’ ὁ θώραξ διαστελλόμενος ἕλκει τὸν ἔξωθεν ἀέρα, κατὰ τὰ περὶ θώρα‐ | |
8.8.10 | κος καὶ πνεύμονος κινήσεως ὑπομνήματα δέδεικται. τίνες δ’ εἰσὶν οἱ διαστέλλοντες αὐτὰ μῦς ἢ τίνες οἱ συστέλλοντες, | |
ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων ἐδείχθη. | ||
8.8.11 | τὰ δ’ ἕκα‐ στον τούτων τῶν μυῶν νεῦρα κινοῦντα πάντ’ ἐκ τοῦ νω‐ τιαίου πέφυκεν οὐ κατ’ ἐμὲ μόνον, ἀλλὰ καὶ κατὰ πάντας τοὺς ἀνατομικούς, αὐτὸς δὲ ὁ νωτιαῖος ἐξ ἐγκεφάλου, ὥστ’ | |
5 | 〈ἐξ〉 ἐκείνου διὰ μέσου τοῦ νωτιαίου τὰ νεῦρα τὴν καθ’ ὁρμὴν κίνησιν ἐπιφέρει τοῖς τοῦ θώρακος μυσίν, ὑφ’ ὧν διαστελ‐ λόμενος ἕλκει τὸν ἔξωθεν ἀέρα διὰ τοῦ λάρυγγός τε καὶ τῆς τραχείας ἀρτηρίας εἰς τὸν πνεύμονα, συστελλόμενος δ’ | |
ἐκθλίβει διὰ τῶν αὐτῶν. | ||
8.8.12 | ἥμαρτεν οὖν ὁ Πλάτων μὴ βουλη‐ θεὶς ἀκολουθῆσαι τῷ Ἱπποκράτει λέγοντι κατὰ τὸ περὶ φύ‐ σεως ἀνθρώπου βιβλίον “καὶ ταῦτα ποιήσει σοι πάντα πάσην ἡμέρην καὶ νύκτα καὶ χειμῶνος καὶ θέρεος μέχρις ἂν δυνα‐ | |
5 | τὸς ᾖ τὸ πνεῦμα ἕλκειν εἰς ἑαυτὸν καὶ πάλιν μεθιέναι.” | |
8.8.13 | ἕλκει μὲν οὖν εἰς ἑαυτὸν ὁ ἄνθρωπος τὸν ἔξωθεν ἀέρα διὰ τοῦ στόματος εἰς τὸν πνεύμονα, διὰ δὲ τοῦ δέρματος εἰς | |
τὰς ἀρτηρίας, ἀντεκπέμπει δὲ δι’ ὧν ἔλαβεν αὖθις. | ||
8.8.14 | ἡ μὲν οὖν ἑτέρα τῶν ἐνεργειῶν ἀναπνοὴ καλεῖται, διαπνοὴ δ’ ἡ διὰ τοῦ δέρματος, ἃς ἀμφοτέρας εἰς ἓν συναγαγὼν ὁ Πλά‐ των οὔτε συνημμένας ἀλλήλαις οὔθ’ ὑπὸ μιᾶς δυνάμεως | |
5 | γιγνομένας, ὡς ἐπιδέδεικται δι’ ὧν εἶπον ἀρτίως ὑπομνημά‐ των, τὸν περὶ τῆς ἀναπνοῆς λόγον ἐν Τιμαίῳ συνέθηκεν | |
8.8.15 | ἔχοντα κατὰ λέξιν ὧδε· “πάλιν δὲ τὸ τῆς ἀναπνοῆς ἴδωμεν πάθος, αἷς χρώμενον αἰτίαις τοιοῦτον γέγονεν οἷον τὰ | |
νῦν ἐστιν. | ||
8.8.16 | ὧδ’ οὖν· ἐπειδὴ κενὸν οὐδέν ἐστιν εἰς ὃ τῶν φερομένων δύναιτ’ ἂν εἰσελθεῖν τι, τὸ δὲ πνεῦμα φέρεται παρ’ ἡμῶν ἔξω, τὸ μετὰ τοῦτο ἤδη παντὶ δῆλον ὡς οὐκ εἰς κενὸν ἀλλὰ τὸ πλησίον ἐκ τῆς ἕδρας ὠθεῖ· τὸ δὲ ὠθού‐ | |
5 | μενον ἐξελαύνει τὸ πλησίον ἀεί, καὶ κατὰ ταύτην τὴν ἀνάγ‐ κην πᾶν περιελαυνόμενον εἰς τὴν ἕδραν ὅθεν ἐξῆλθε τὸ πνεῦμα εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν αὐτὴν συνέπεται τῷ πνεύματι, καὶ τοῦτο ἅμα πᾶν οἷον τροχοῦ περιαγομένου | |
γίγνεται διὰ τὸ κενὸν μηδὲν εἶναι. | ||
8.8.17 | διὸ δὴ τὸ τῶν στηθῶν καὶ τοῦ πνεύμονος ἔξω μεθιὲν τὸ πνεῦμα πάλιν ὑπὸ τοῦ περὶ τὸ σῶμα ἀέρος εἴσω διὰ μανῶν τῶν σαρκῶν δυομένου καὶ περιελαυνομένου γίγνεται πλῆρες· αὖθις δ’ ἀποτρεπό‐ | |
5 | μενος ὁ ἀὴρ καὶ διὰ τοῦ σώματος ἔξω ἰὼν ἔσω τὴν ἀνα‐ πνοὴν περιωθεῖ κατὰ τὴν τοῦ στόματος καὶ τὴν τῶν μυκτή‐ | |
ρων δίοδον.” | ||
8.8.18 | τὴν τοῦ τροχοῦ περιαγωγὴν οὐχ ἁπλῆν δεῖ νοεῖν, ἀλλ’ ἐξ ἐναντίων κινήσεων συγκειμένην, ὅταν μὲν ἐπὶ τὸ δέρμα τὸ ἔμφυτον ὁρμήσῃ θερμόν, ὠθουμένου τε καὶ περιελαυνομένου τοῦ ἐκτὸς ἀέρος εἰς τὸ σῶμα διὰ τοῦ στό‐ | |
5 | ματος, ὅταν δ’ αὖ πάλιν ὁρμήσῃ διὰ τοῦ στόματος ἔξω φέ‐ ρεσθαι, περιωθουμένου τοῦ περιέχοντος ἡμᾶς ἀέρος εἰς τὸ σῶμα διὰ τοῦ δέρματος, ὡς ἐνέργειαν μὲν εἶναι [διὰ] τῆς φύσεως ἡμῶν τὴν ἐκπνοὴν καὶ διαπνοήν, πάθος δὲ τὴν εἰσπνοήν, οὐ μόνον τὴν διὰ τοῦ στόματος, ἀλλὰ καὶ τὴν | |
10 | διὰ τοῦ δέρματος. | |
8.8.19 | ἐν οὐδετέρᾳ δ’ αὐτῶν ὁ Πλάτων προσ‐ χρῆται τῇ προαιρέσει καίτοι φανερῶς ἐν ἡμῖν ὄντος καὶ τοῦ θᾶττον καὶ βραδύτερον ἔλαττόν τε καὶ πλέον καὶ πυκνότε‐ | |
8.8.20 | ρον εἰσπνεῦσαί τε καὶ ἐκπνεῦσαι. ἔτι γοῦν ὁ λόγος τοῦ Πλάτωνος ἐλέγχεται καὶ ὅτι μετὰ τὴν συστολὴν τῶν ἀρτηριῶν ἐχρῆν εὐθέως εἰσπνοὴν γίγνεσθαι, μετὰ δὲ τὴν | |
ἐκπνοὴν εὐθέως διαστολὴν τῶν ἀρτηριῶν. | ||
8.8.21 | φαίνεται δ’ οὐχ οὕτω συμβαῖνον, ἀλλ’ ἐὰν θελήσωμεν ἐπισχεῖν πλέονι χρόνῳ τὴν ἀναπνοήν, εὐθέως αἱ ἀρτηρίαι μετὰ τῆς καρδίας κινοῦν‐ | |
8.8.22 | ται. καὶ μέντοι καὶ διαστέλλονται μὲν εἰσπνεόντων ἐνίοτε, συστέλλονται δ’ ἐκπνεόντων καὶ κατὰ μιᾶς ἀναπνοῆς χρόνον ἑπτάκις ἢ ὀκτάκις ἢ καὶ δεκάκις ἡ καρδία μετὰ τῶν ἀρτη‐ | |
8.8.23 | ριῶν φαίνεται διαστελλομένη τε καὶ συστελλομένη. ἀλλὰ καὶ αὐτὸς ὁ τῆς περιώσεως λόγος ἄτοπος· ὑπὸ γὰρ τῆς ἐκπνοῆς περιελαυνόμενον τὸν ἀέρα φέρεσθαι πάλιν ἔσω διὰ τοῦ | |
δέρματος οὐκ ἀναγκαῖον. | ||
8.8.24 | ἑπομένης γὰρ τῆς ἐκπνοῆς τῇ συστολῇ τῶν ἀναπνευστικῶν ἐκείνῃ τῇ συστολῇ ἀκολουθῶν ὁ περικεχυμένος ἡμῖν ἀὴρ χώραν παρέχει τῷ ἐκπνεομένῳ. ὅτι δὲ καὶ τἆλλα ὅσα τὴν ὁλκὴν ἀναιρῶν εἶπεν ὁ Πλάτων | |
5 | ἀτόπως ἐπικεχείρηται, κατὰ τὴν ἐξήγησιν αὐτῶν εἰρήσεται. | |
8.9.1 | Νυνὶ γὰρ ἀρκεῖ μόνον δεδηλῶσθαι περὶ ὧν ὁμολογεῖ τε καὶ διαφέρεται τῷ Ἱπποκράτει. προσθῶμεν οὖν αὐτῷ καὶ | |
8.9.2 | τἆλλα. φαίνεται γὰρ ἐν τῷ περὶ χρείας ἀναπνοῆς λόγῳ συν‐ ακολουθῶν ὁ Πλάτων τῷ Ἱπποκράτει βουλομένῳ τὴν μὲν εἰσπνοὴν ἐμψύξεως ἕνεκα γίγνεσθαι τῆς ἐμφύτου θερμασίας, τὴν δὲ ἐκπνοὴν ἀποχύσεως καὶ διαπνοῆς τῶν λιγνυωδῶν πε‐ | |
5 | ριττωμάτων. | |
8.9.3 | ἐν ᾗ δὲ ταῦτα λέγει ῥήσει καὶ περὶ τοῦ φέ‐ ρεσθαι τὸ ποτὸν εἰς τὸν πνεύμονα διῆλθεν ἐχούσῃ κατὰ | |
8.9.4 | λέξιν οὕτως· “τῇ δὲ δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δει‐ νῶν προσδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐγέρσει προγιγνώσκοντες ὅτι διὰ πυρὸς ἡ τοιαύτη πᾶσα ἔμελλεν οἴδησις γενέσθαι τῶν θυμουμένων, ἐπικουρίαν αὐτῇ μηχανώμενοι τὴν τοῦ | |
5 | πνεύμονος ἰδέαν ἐνεφύτευσαν, πρῶτον μὲν μαλακὴν καὶ ἄναιμον, εἶτα σήραγγας ἐντὸς ἔχουσαν οἷον σπόγγου κατα‐ τετρημένας, ἵνα τὸ πνεῦμα καὶ τὸ πόμα δεχομένη ψύ‐ | |
χουσα ἀναπνοὴν καὶ ῥᾳστώνην ἐν τῷ καύματι παρέχοι.” | ||
8.9.5 | εἰ μὲν οὖν ἡγεῖται Πλάτων ἅπαν τὸ πόμα καταπίνειν ἡμᾶς εἰς τὸν πνεύμονα, δίκαιός ἐστι καταγιγνώσκεσθαι προφανέστα‐ τον πρᾶγμα μὴ γιγνώσκων· εἰ δὲ μέρος τι τοῦ πόματος ἡγεῖ‐ | |
5 | το διὰ τῆς τραχείας ἀρτηρίας παρηθούμενον εἰς τὸν πνεύ‐ μονα καταφέρεσθαι, τῶν ἐνδεχομένων τι λέγει παραπλησίως τοῖς ἄλλοις δογματικοῖς, περὶ ὧν διαφέρονται πρὸς ἀλλήλους | |
ἰατροί τε καὶ φιλόσοφοι. | ||
8.9.6 | οὐ ταὐτὸν δ’ ἐστὶν ἢ ψεῦδός τι λέγειν ἢ καταγέλαστον, ἐπεί τοι καὶ αὐτὸν Ἐρασίστρατον ἐδείξαμεν ἔν τε τῷ περὶ χρείας ἀναπνοῆς καὶ σφυγμῶν χρείας τε ἅμα καὶ γενέσεως, ἔτι δὲ καταπόσεώς τε καὶ πέψεως | |
5 | ἐσφαλμένον· ἀλλ’ οὐ κατεγελάσαμεν αὐτοῦ διότι μὴ πᾶν τὸ ψεῦδος εὐθύς ἐστι καὶ καταγέλαστον, ἐπεί τοι καὶ περὶ φλεγ‐ μονῆς γενέσεως καὶ πυρετοῦ διαγνώσεως ἔν τε τοῖς περὶ φλεβοτομίας λόγοις καὶ ἄλλοις τισὶ θεραπευτικοῖς λογισμοῖς | |
ἐδείχθη ἐσφαλμένος. | ||
8.9.7 | καὶ μέντοι καὶ τῶν ἀπ’ αὐτοῦ τις ἀντιστρέψας τὸν λόγον ἡμᾶς φησι περὶ τούτων, οὐκ Ἐρασί‐ στρατον, ἐσφάλθαι, οὐ μὴν οὔτε ἡμεῖς ἐκείνου καταγελάσομεν οὔτ’ ἐκεῖνος ἡμῶν· ἀδήλων γὰρ ὄντων τῶν δογμάτων καὶ | |
5 | τῇ διὰ τοῦ λόγου πίστει τοῖς μὲν πιθανῶν, τοῖς δ’ ἀπιθά‐ νων φαινομένων ὥσπερ τὸ τοῖς δόξασιν ἀληθέσιν εἶναι συν‐ αγορεύειν ἀνεμέσητόν ἐστιν, οὕτω καὶ τὸ συγχωρεῖν ἑτέροις | |
ἀντιλέγειν αὐτοῖς. | ||
8.9.8 | τὸ δὲ σκώπτειν καὶ καταγελᾶν ὡς ἠλί‐ θιον ὃ δογματικῶς ἀμφισβητεῖται, προπετές· οἷόν [ἂν] ἐστι καὶ τὸ παραρρεῖν τι τοῦ πόματος εἰς τὸν πνεύμονα διά τε τοῦ λά‐ ρυγγος καὶ τῆς τραχείας ἀρτηρίας, οὐκ ἀθρόον οὐδὲ διὰ | |
5 | μέσης τῆς εὐρυχωρίας τοῦ ὀργάνου φερόμενον, ἀλλὰ περὶ | |
τὸν χιτῶνα αὐτὸν δροσοειδὲς καταρρέον. | ||
8.9.9 | τοῦτο μὲν οὖν εἴτ’ ἀληθὲς εἴτε ψεῦδός ἐστιν, ὀλίγον ὕστερον ἐπισκεψόμεθα. τὸν δὲ καταγέλαστον ὄντως λόγον, ὡς οὐκ εἰς τὴν γαστέρα φέροιτο διὰ τοῦ στομάχου τὸ ποτὸν ἀλλ’ εἰς τὸν πνεύμονα | |
5 | διὰ τῆς ἀρτηρίας ἅπαν, οὐδαμόθι Πλάτων εἶπεν. | |
8.9.10 | ἐν γοῦν αὐτῷ τούτῳ τῷ βιβλίῳ καθ’ ὃ τὴν προειρημένην περὶ τοῦ πόματος ῥῆσιν ἔγραψεν, εἰς τὴν κοιλίαν ἔφη τὸ | |
πινόμενον ὥσπερ τὰ σιτία φέρεσθαι. | ||
8.9.11 | καὶ οὐχ ἅπαξ τοῦτ’ εἶπεν ἀλλὰ πάνυ πολλάκις, ὡς ἔνεστί σοι μαθεῖν ἐκ τῶν ῥήσεων αὐτοῦ, πρώτης μὲν τῆσδε μετὰ τέτταρας πρώτους | |
8.9.12 | στίχους τῆς προειρημένης ὑπ’ αὐτοῦ ῥήσεως γεγραμμένης· “τὸ δὲ δὴ σίτων τε καὶ ποτῶν ἐπιθυμητικὸν τῆς ψυχῆς καὶ ὅσων ἔνδειαν διὰ τὴν τοῦ σώματος ἴσχει φύσιν, τοῦτο εἰς τὸ μεταξὺ τῶν φρενῶν καὶ τοῦ πρὸς τὸν ὀμφαλὸν ὅρου | |
5 | κατῴκισαν.” | |
8.9.13 | οὐκ ἐν τῇ καρδίᾳ καὶ τῷ πνεύμονί φησι τὸ τῶν σιτίων καὶ ποτῶν ἐπιθυμητικόν, ἀλλὰ κατωτέρω τοῦ διαφράγ‐ ματος εἶναι. φρένας γὰρ οὐχ οὗτος μόνος ἀλλὰ καὶ οἱ ἄλλοι | |
8.9.14 | παλαιοὶ τὸ διάφραγμα προσηγόρευον. κατωτέρω δὲ τῶν φρενῶν τούτων ἥ τε γαστὴρ κεῖται καὶ τὰ ἔντερα καὶ τὸ | |
ἧπαρ αὐτό, περὶ οὗ νῦν ποιεῖται τὸν λόγον. | ||
8.9.15 | καὶ μέντοι καὶ μετ’ ὀλίγα πάλιν φησί· “τὴν ἐσομένην ἡμῖν ποτῶν καὶ ἐδεσμάτων ἀκολασίαν ᾔδεσαν οἱ ξυντιθέντες ἡμῶν τὸ γένος, καὶ ὅτι τοῦ μετρίου καὶ ἀναγκαίου διὰ μαργότητα πολλῷ | |
8.9.16 | χρησοίμεθα πλέονι. ἵν’ οὖν μὴ φθορὰ διὰ νόσους ὀξείας γίγνοιτο καὶ ἀτελὲς εὐθὺς τὸ γένος τὸ θνητὸν τελευτῴη, ταῦτα προορώμενοι τῇ 〈τοῦ περι〉γενησομένου πόματος ἐδέ‐ σματός τε ἕξει τὴν ὀνομαζομένην κάτω κοιλίαν ὑποδοχὴν | |
5 | ἔθεσαν.” | |
8.9.17 | καὶ κατωτέρω δὲ πάλιν ἐν ταὐτῷ συγγράμματι τάδε γράφει· “ταὐτὸν δὴ καὶ περὶ τῆς παρ’ ἡμῖν κοιλίας διανοητέον ὅτι σιτία μὲν καὶ ποτὰ ὅταν εἰς αὐτὴν ἐμπέσῃ στέγει, πνεῦμα δὲ καὶ πῦρ μικρομερέστερα ὄντα τῆς αὑτῆς | |
5 | συστάσεως οὐ δύναται.” | |
8.9.18 | πάλιν οὖν κἀνταῦθα σαφῶς εἶπεν εἰς τὴν κοιλίαν ἡμῶν ἀφικνεῖσθαι τά τε σιτία καὶ τὰ πό‐ ματα, καὶ τοῦ γ’ ἐν αὐτῇ κατὰ τὴν τούτων μίξιν γενομένου χυμοῦ τὴν εἰς τὰς φλέβας ἀνάδοσιν ὑδρείαν ὠνόμασε διὰ | |
5 | τὴν ὑγρότητα λέγων ἐφεξῆς τοῖς προγεγραμμένοις οὕτως· “τού‐ τοις οὖν κατεχρήσατο ὁ θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ | |
τὰς φλέβας ὑδρείαν.” | ||
8.9.19 | κἀν τοῖς ἑξῆς δὲ πάλιν οὐ μετὰ πολλὰ τῶν εἰρημένων ὧδέ πώς φησι· “ὅταν γὰρ εἴσω καὶ ἔξω τῆς ἀναπνοῆς ἰούσης τὸ πῦρ ἐντὸς συνημμένον ἕπηται, διαιωρού‐ μενον δ’ ἀεὶ διὰ τῆς κοιλίας εἰσελθὸν τὰ σιτία καὶ ποτὰ | |
5 | λάβῃ, τήκει δὴ καὶ κατὰ [τὰ] σμικρὰ διαιροῦν διὰ τῶν ἐξόδων ᾗπερ πορεύεται διάγον οἷον ἐκ κρήνης ἐπ’ ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλοῦν ταῦτα ῥεῖν [ἢ] ὥσπερ αὐλῶνος διὰ τοῦ σώμα‐ | |
τος τὰ τῶν φλεβῶν ποιεῖ ῥεύματα.” | ||
8.9.20 | καὶ διὰ τῶν ἑξῆς δὲ φυλάττειν φαίνεται τὴν αὐτὴν γνώμην ἔν τε τοῖς περὶ τῆς ἀναπνοῆς καὶ πέψεως λόγοις ἅπασιν· ὥστε τῆς μὲν ἠλιθίου δόξης ἀπήλλακται καὶ χρὴ τοὺς οἰηθέντας αὐτὸν οὕτως | |
5 | ἀνόητον ὑπάρχειν ὡς ὑπολαβεῖν εἰς πνεύμονα φέρεσθαι τὸ ποτὸν ἅπαν, αὐτοὺς ἐγκαλεῖσθαι μᾶλλον ἐφ’ οἷς καταψεύ‐ | |
δονται. | ||
8.9.21 | περὶ δὲ τοῦ φέρεσθαί τι τοῦ πόματος εἰς τὸν πνεύ‐ μονα περὶ τὸν ἔνδοθεν χιτῶνα τοῦ τε λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας βουλόμενός τις αὐτὸς ἀφ’ ἑαυτοῦ πειραθῆναι δύναται λαβὼν μὲν ἑστὼς τοῦ | |
5 | ὕδατος εἰς τὸ στόμα δαψιλές, εἶτα κατακλιθεὶς ὕπτιος ὑπ‐ ανοίγων τε βραχὺ τὸ στόμιον τοῦ λάρυγγος· ἐφ’ ἡμῖν γάρ | |
ἐστιν ἀνοιγνύναι τε καὶ κλείειν αὐτό. | ||
8.9.22 | παραρρέοντος γάρ τινος εἰς αὐτὸν ἐκ τοῦ στόματος αἰσθήσεται βραχέος, ὃ δὴ καὶ γαργαλίζει καὶ παροξύνει πλέον γενόμενον. ἀλλὰ καὶ αὐτὴν τὴν ἐρεθιζομένην βῆχα καρτερήσας τις δύναται | |
5 | κατασχεῖν ὡς αὐτίκα παύσασθαι, βραχέος τοῦ γαργαλίζον‐ | |
τος ὄντος. | ||
8.9.23 | ἐνίοτε δὲ καὶ βηχίον μικρὸν γενόμενον ἐσκέ‐ δασε τὸ γαργαλίζον οὐδεμιᾶς ἀναπτύσεως γενομένης· ᾧ καὶ δῆλόν ἐστι τὸ ἀθρόον πόμα καὶ πολὺ καὶ τοσοῦτον ὡς κα‐ ταλαμβάνειν τὰς ὁδοὺς τοῦ πνεύματος ἐρεθίζον τὸ ζῷον εἰς | |
5 | βῆχα, τὸ δ’ οὕτως ὀλίγον ὡς περὶ τὸν ἔνδον χιτῶνα τοῦ λάρυγγός τε καὶ τῆς τραχείας ἀρτηρίας ἐκχεῖσθαι δροσοειδῶς οὔτε ἐρεθίζον οὔθ’ ὅλως αἴσθησιν ἐργαζόμενον ἑαυτοῦ κα‐ | |
ταφερομένου διὰ τῆς ἀρτηρίας. | ||
8.9.24 | ἀλλ’ εἰ καὶ ζῷον ὅ τι ἂν ἐθελήσῃς διψῆσαι ποιήσεις ὡς κεχρωσμένον ὕδωρ ὑπομεῖναι πιεῖν, εἰ δοίης εἴτε κυανῷ χρώματι χρώσας εἴτε μίλτῳ, εἶτ’ εὐθέως σφάξας ἀνατέμοις, εὑρήσεις κεχρωσμένον τὸν | |
5 | πνεύμονα. δῆλον οὖν ἐστιν ὅτι φέρεταί τι τοῦ πόματος εἰς | |
αὐτόν. | ||
9.1.1 | Ἐπειδὴ περὶ πάντων ὧν ἀμφότεροι λέγουσιν ὁ Ἱππο‐ κράτης καὶ ὁ Πλάτων ἐπισκέψασθαι προὔκειτο, λέλεκται δ’ ἤδη περὶ τῶν μεγίστην δύναμιν ἐχόντων εἰς ἰατρικήν τε καὶ | |
9.1.2 | φιλοσοφίαν, καιρὸς ἂν εἴη τραπέσθαι πρὸς τἆλλα. φαίνεται δ’ ἐν αὐτοῖς οὐ σμικρὰν δύναμιν ἔχον ἐπίστασθαι διακρίνειν ἀπ’ ἀλλήλων τὰ ὁμοιότατα· οὐ μόνον γὰρ ὅπου κοινω‐ νοῦσιν ἐπίστασθαι χρήσιμον, ἀλλὰ πολὺ μᾶλλον ἐν | |
5 | οἷς διαφέρονται. | |
9.1.3 | τὴν ἀρχὴν οὖν ἀπὸ τούτων ποιησόμεθα, δεικνύντες ὅτι τε καθόλου περὶ αὐτῶν ὡσαύτως ἀπεφήναντο, διά τε τῶν ἐν εἴδεσι παραδειγμάτων ὁ μὲν τῆς ἰατρικῆς τέχνης ὁ δὲ τῆς φιλοσοφίας ἐγύμνασαν ἡμᾶς, καὶ τρίτον, | |
5 | ὅτι διὰ αὐτῶν ὧν ἐγύμνασαν ἐδίδαξαν ὁδὸν ᾗ προϊόντες | |
9.1.4 | ἐπὶ τὸ προκείμενον ἀφιξόμεθα. καθόλου μὲν οὖν ὁ Ἱππο‐ κράτης ἀπεφήνατο περὶ 〈αὐτ〉ῶν, 〈ὡσ〉 πλάνας καὶ διαπορίας καὶ τοῖς ἀγαθοῖς ἰατροῖς παρέχει, ὁ δὲ Πλάτων ὧδε· “δεῖ ἄρα τὸν μέλλοντα ἀπατήσειν μὲν ἄλλον, αὐτὸν δὲ μὴ ἀπατηθή‐ | |
5 | σεσθαι, τὴν ὁμοιότητα τῶν ὄντων καὶ ἀνομοιότητα ἀκριβῶς | |
εἰδέναι.” | ||
9.1.5 | ὅπως δ’ ἄν τῳ περιγένοιτο τοῦτο, ὁ Πλάτων σε δι‐ δάξει λέγων· “ἆρ’ οὖν οἷός τέ ἐστιν ἀλήθειαν ἀγνοῶν τις ἑκάστου τὴν 〈τοῦ〉 ἀγνοουμένου ὁμοιότητα σμικράν τε καὶ μεγάλην ἐν τοῖς | |
9.1.6 | ἄλλοις διαγιγνώσκειν; ἀδύνατον.” ὅπως δ’ 〈ἂν〉 τὴν ἀλήθειαν ἑκάστου τῶν ζητουμένων εὑρίσκοι τις, ἄκουσον ἐμοῦ πρότερον διηγησαμένου σαφῶς τε καὶ διὰ συντόμων, ἃ δ’ ἂν ἀκούσῃς, | |
9.1.7 | τῇ μνήμῃ παραθέμενος ἐπὶ τὰς ἐκείνων ἧκε ῥήσεις. ἐγὼ δή σοί φημι τὴν τῶν ζητουμένων ἀλήθειαν εὑρεθήσεσθαι πρῶ‐ τον μὲν γνόντι τὴν ἀρχὴν τῆς ἐπ’ αὐτὴν ὁδοῦ· ταύτης γὰρ | |
ἁμαρτὼν εἰς πολλὴν ἄλην τε καὶ πλάνην ἀφίξῃ λόγων. | ||
9.1.8 | διὰ τῶν αὐτῶν δὲ κριτηρίων δι’ ὧν τὴν ἀρχὴν εὗρες, εὑρήσεις καὶ τὸ μετὰ τὴν ἀρχὴν δεύτερον, εἶθ’ ὁμοίως τὸ τρίτον καὶ ἕκαστον τῶν ἐφεξῆς. πῶς οὖν ἐστι τὴν ἀρχὴν εὑρίσκειν; | |
9.1.9 | ἐπειδὴ καὶ ὁ Πλάτων ἐπαινέσας τὴν παροιμίαν ἐν ᾗ λέγο‐ μεν, “ἀρχὴ δέ τοι ἥμισυ παντός,” αὐτὸς προσέθηκε τὸ “μέγιστον,” εἰπὼν ἀρχὴν παντὸς ἔργου μέγιστον εἶναι, ὥσπερ καὶ ἄλλοι τινὲς οἱ μὲν οὐ μόνον τὸ ἥμισυ τοῦ παντὸς εἶναι τὴν ἀρχὴν ἔφασαν, | |
5 | ἀλλὰ καὶ πλέον ἢ τὸ ἥμισυ, τινὲς δὲ καὶ τὸ πᾶν δυνάμει. | |
9.1.10 | δείξομεν οὖν ἤδη πῶς ἄν τις εὑρίσκοι τὴν ἀρχὴν τῆς τῶν ζητουμένων εὑρέσεως, ἀναμνήσαντες ἃ διὰ μακρῶν ἔν τε τῇ περὶ τῆς ἀποδείξεως πραγματείᾳ λέλεκται καὶ κατ’ ἄλλας τινάς. εἰ μὲν γὰρ οὐδὲν ἡμῖν ἐστι φυσικὸν κριτήριον, οὐδὲ τεχνι‐ | |
5 | κὸν οὐδὲν εὑρεῖν δυνησόμεθα· φυσικὰ δ’ ἔχοντες εὕροιμεν | |
9.1.11 | ἄν τι καὶ τεχνικόν. ἆρ’ οὖν ἔχομέν τινα φυσικὰ κριτήρια κοινὰ πάντες ἄνθρωποι; οὐδὲ γὰρ ἐνδέχεται φυσικὰ λέγειν [αὐτὰ] τὰ μὴ κοινὰ πάντων ὄντα· χρὴ γὰρ δήπου τὰ φυσικὰ πρὸς τῷ | |
πάντων εἶναι κοινὰ καὶ τὴν φύσιν ἔχειν κοινήν. | ||
9.1.12 | ἐγὼ μὲν ἔχειν φημὶ πάντας ὑμᾶς φυσικὰ κριτήρια καὶ τοῦτ’ ἀναμιμνήσκων οὐ διδάσκων οὐδ’ ἀποδεικνὺς οὐδ’ ὡς αὐτὸς εἰρηκὼς λέγω. | |
9.1.13 | τίνα δὲ [ἐστὶ] ταῦτα; τοὺς κατὰ φύσιν ἔχοντας τῶν ὀφθαλμῶν ὁρῶντας τὰ ὁρατὰ καὶ 〈τὰ〉 κατὰ φύσιν ἔχοντα τῶν ὤτων ἀκού‐ οντα τὰ ἀκουστὰ καὶ γλῶτταν γευομένην χυμῶν καὶ ῥῖνας | |
5 | ὀσμῶν καὶ σύμπαν τὸ δέρμα τῶν ἁπτῶν, ἐπὶ δὲ τούτοις τὴν | |
γνώμην ἢ ἔννοιαν ἢ ὅ τί ποτ’ ἂν ἐθέλῃ τις ὀνομάζειν, ᾧ δια‐ γιγνώσκομεν ἀκόλουθόν τε καὶ μαχόμενον καὶ ἄλλα ἃ καταπέ‐ πτωκε τούτοις, ἐν οἷς ἐστι καὶ διαίρεσις καὶ σύνθεσις ὁμοιότης τε | ||
10 | καὶ ἀνομοιότης, ἀφ’ ὧν ὁ παρὼν ὡρμήθη λόγος. | |
9.1.14 | ὁ μὲν οὖν Ἱπ‐ ποκράτης οὕτως ἔγραψε περὶ αὐτῶν· “ἢ ὅμοια ἢ ἀνόμοια, ἐξ ἀρ‐ χῆς ἀπὸ τῶν μεγίστων καὶ ῥηΐστων, ἀπὸ τῶν πάντως πάντη γιγνωσκομένων, ἃ καὶ ἰδεῖν καὶ ἀκοῦσαί | |
5 | ἐστιν, ἃ καὶ τῇ ὄψει καὶ τῇ ῥινὶ καὶ τῇ γλώσσῃ καὶ τῇ γνώμῃ ἐστὶν αἰσθέσθαι, οἷς γιγνώ‐ | |
σκομεν ἃ πᾶσίν ἐστι γνῶναι.” | ||
9.1.15 | ταύτην τὴν ῥῆσιν ἐξηγησά‐ μενος τελέως ἐν τῷ πρώτῳ τῶν εἰς τὸ κατ’ ἰητρεῖον ὑπο‐ μνημάτων οὐδὲν ἔτι δέομαι διέρχεσθαι νῦν, ἀλλ’ ἀρκέσει τὰ κεφάλαια μόνον αὐτῆς εἰπεῖν, ὅτι πρὸς τὴν τῶν ὁμοίων | |
5 | τε καὶ ἀνομοίων ἀκριβῆ διάγνωσιν ἀφικνεῖσθαι χρὴ τὴν ἀρχὴν τῆς εὑρέσεως αὐτῶν ποιούμενον ἀπὸ τῶν φυσικῶν | |
9.1.16 | κριτηρίων, ἅπερ ἐστὶν αἴσθησίς τε καὶ γνώμη· καλεῖν δ’ ἔξεστί σοι, ὡς πολλάκις εἴρηταί μοι πολλαχόθι, καὶ διάνοιαν καὶ νοῦν καὶ λογισμὸν ἢ ὅπως ἄν τις ἐθέλῃ φυλάττων τὴν ἔν‐ | |
νοιαν ὡς Ἱπποκράτης βούλεται. | ||
9.1.17 | ὡς γὰρ τῶν αἰσθητῶν αἴσθη‐ σίς ἐστι τὸ κριτήριον, οὕτω τῶν νοητῶν ἑτέρα τις δύναμις, ἣν ὅπως ἄν τις ὀνομάζειν βούληται, συγχωροῦμεν αὐτῷ, μή | |
9.1.18 | πως ἡμῖν τὸ πάρεργον τοῦ ἔργου μεῖζον γένηται. χρώμεθα γὰρ ὀνόμασι καὶ ὅλως τῇ πρὸς ἀλλήλους διαλέκτῳ χάριν τοῦ δηλῶσαι τὰς κατὰ τὴν ψυχὴν δόξας ἃς ἐκ τοῦ σκο‐ πεῖσθαι τὴν τῶν πραγμάτων φύσιν ἐκτησάμεθα. γελοῖον | |
5 | οὖν ἐστι καταλιπόντας τοῦτο περὶ τῶν ὀνομάτων ἁμιλλᾶσθαι. | |
9.1.19 | πῶς δέ φησιν ὁ Ἱπποκράτης τὴν τῶν πραγμάτων εὑρίσκεσθαι | |
φύσιν; ἐὰν ἀπὸ τῶν μεγίστων καὶ ῥῄστων ἀρξώμεθα· με‐ γίστων μὲν κατὰ τὴν χρείαν, ῥᾴστων δὲ κατὰ τὴν ἡμετέραν | ||
5 | γνῶσιν. ἡ γάρ τοι φύσις ἄμφω ταῦθ’ ἡμῖν ἔδωκεν, αὐτά τε | |
9.1.20 | τὰ κριτήρια καὶ τὸ πιστεύειν αὐτοῖς ἀδιδάκτως. αὐτὰ μὲν οὖν τὰ κριτήρια τά τε ὄργανα τῶν αἰσθήσεών ἐστι καὶ αἱ χρώμεναι τοῖς ὀργάνοις δυνάμεις· ἡ δὲ πίστις αὐτῶν ἀδί‐ δακτός τε καὶ φύσει οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς | |
9.1.21 | ἄλλοις ζῴοις ὑπάρχουσα. καὶ γὰρ ὁρῶντα τὰ προσιόντα καὶ ἀκούοντα ψόφου τινὸς ἢ φωνῆς ὑποφεύγει μὲν αὐτίκα μείζονος ὀφθέντος ζῴου, μένει δὲ κατὰ χώραν, ἐὰν ἐλάτ‐ | |
τονός τε καὶ ἀσθενεστέρου τοῦ προσιόντος αἰσθάνηται. | ||
9.1.22 | εἰ μὲν οὖν ἀπιστεῖ τις τοῖς δι’ αἰσθήσεως ἢ νοήσεως ἐναργῶς φαινομένοις, οὐδ’ ἐπιχειρεῖν χρὴ συστάσει τέχνης οὐδεμιᾶς· εἰ δὲ φαίνεται τὰ τῶν τεχνῶν ἔργα τῷ βίῳ τῶν ἀνθρώπων | |
5 | χρήσιμα, πάντως που τοῖς φυσικοῖς κριτηρίοις οἱ πιστεύοντες | |
9.1.23 | ἄνθρωποι τὴν κρίσιν αὐτῶν ἐποιήσαντο. καὶ ἡμεῖς εὐτυ‐ χέστεροι κατὰ τοσοῦτον ἐκείνων ἐσμέν, ὅτι τὰ χρήσιμα πολλῷ χρόνῳ μετὰ καμάτων τε καὶ φροντίδων εὑρεθέντα | |
τοῖς πρὸ ἡμῶν αὐτοὶ μανθάνομεν ὀλίγῳ χρόνῳ. | ||
9.1.24 | ἐὰν οὖν τῷ λοιπῷ τοῦ βίου μὴ κατὰ τὸ πάρεργον ἀσκῶμεν τὰς τέχνας, ἀλλὰ περὶ τὴν τῶν ὁμοίων τε καὶ ἀνομοίων διάγνω‐ σιν ἀεὶ φροντίζωμεν, οὐδὲν κωλύει τῶν ἔμπροσθεν ἡμᾶς | |
9.1.25 | γενέσθαι βελτίους. πῶς οὖν γυμνασόμεθα καὶ ἀσκήσομεν ἡμᾶς αὐτούς; ἀπὸ τῶν γνωσθῆναι ῥᾴστων ἀρξάμενοι, καθά‐ περ ὁ Ἱπποκράτης εἶπε. ταῦτα γάρ ἐστι τὰ μεγάλην ἔχοντα τήν τε εἰς ὅλον τὸν βίον χρείαν καὶ τὴν πρὸς ἄλληλα δια‐ | |
5 | φοράν. | |
9.2.1 | Ἐρῶ δὲ καὶ παράδειγμά σοι παρ’ ἑκατέρου τῶν ἀνδρῶν ἕνεκα νοήσεως ἐναργεστέρας. ὁ μὲν οὖν Ἱπποκράτης οὕτως | |
9.2.2 | φησὶν ἐν Προγνωστικῷ· “σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖσιν ὀξέσι νοσήμασι· πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δὲ εἰ αὐτὸ ἑαυτῷ· οὕτως γὰρ ἂν εἴη ἄριστον· τὸ δὲ ἐναντιώτατον τοῦ | |
5 | ὁμοίου δεινότατον· εἴη δ’ ἂν τὸ τοιοῦτον· ῥὶς ὀξεῖα, | |
9.2.3 | ὀφθαλμοὶ κοῖλοι,” καὶ τὰ ἄλλα τὰ ἐφεξῆς εἰρημένα. φαίνεται γὰρ ἐν τούτοις τὴν ἀρχὴν τῆς διαγνώσεως τῶν προγνωστικῶν χωρίων ἀπὸ τῶν ἐναντιωτάτων τοῖς κατὰ φύσιν ἔχουσι πε‐ | |
ποιημένος, ἅπερ καὶ μέγιστ’ ἐστὶ καὶ πᾶσι γνωσθῆναι ῥᾷστα. | ||
9.2.4 | ταῦτα δέ τις προμαθὼν δυνήσεται κατὰ βραχὺ μεταβαίνων ἐπὶ τὰ πλησίον ἀλλήλων ἀφικέσθαι ποτέ, καθάπερ ἐπ‐ εδείξαμεν ἐν τῷ Προγνωστικῷ πεποιηκότα τὸν Ἱπποκράτην. | |
9.2.5 | ἀλλὰ καὶ ὁ Πλάτων οὕτως ἔγραψε περὶ αὐτῶν, ἡνίκα πε‐ ποίηκεν ἐν Πολιτείᾳ παρακαλούμενον Σωκράτην ὑπὸ Γλαύκωνός τε καὶ Ἀδειμάντου διελεῖν αὐτοῖς πάντα τὸν | |
9.2.6 | περὶ τῆς δικαιοσύνης λόγον. ἐπειδὴ γὰρ ἠπίστατο δεησόμενος αὐτῶν εἰς τὸ δεῖξαι τὸ προτεθέν, ὡς οὐκ ἔστι μία τῆς ὅλης ἡμῶν ψυχῆς ἡ οὐσία, διὰ τοῦτο πρότερον ἐπὶ πόλεως ἀξιοῖ | |
ποιήσασθαι τὸν λόγον. | ||
9.2.7 | ἔχει δ’ ἡ λέξις ὧδε· “εἶπον οὖν ὅπερ μοι ἔδοξεν, ὅτι τὸ ζήτημα ᾧ ἐπιχειροῦμεν οὐ φαῦλον ἀλλ’ ὀξὺ βλέποντος, ὡς ἐμοὶ φαίνεται. ἐπειδὴ οὖν ἡμεῖς οὐ δεινοί, δοκῶμοι, ἦν δ’ ἐγώ, τοιαύτην ποιήσασθαι ζήτη‐ | |
5 | σιν αὐτοῦ οἵανπερ ἂν εἰ προσέταξέ τις γράμματα σμικρὰ πόρρωθεν ἀναγνῶναι μὴ πάνυ ὀξὺ βλέπουσιν, ἔπειτά τις ἐνενόησεν ὅτι τὰ αὐτὰ γράμματα ἔστι που καὶ ἄλλοθι μείζω τε καὶ ἐν μείζονι· ἕρμαιον ἂν ἐφάνη, οἶμαι, ἐκεῖνα πρῶτον ἀναγνόντας οὕτως ἐπισκοπεῖν τὰ ἐλάττω, εἰ τὰ | |
10 | αὐτὰ ὄντα τυγχάνει. | |
9.2.8 | πάνυ μὲν οὖν, ἔφη ὁ Ἀδείμαντος· ἀλλὰ τί τοιοῦτον, ὦ Σώκρατες, ἐν τῇ περὶ δικαίου ζητήσει καθορᾷς; ἐγώ σοι, ἔφην, ἐρῶ. δικαιοσύνη, φαμέν, ἔστιν ἑνὸς ἀνδρός, ἔστι δέ που πάλιν τῆς ὅλης πόλεως; πάνυ γε, | |
5 | ἦ δ’ ὅς. οὐκοῦν μείζων πόλις ἑνὸς ἀνδρός; μείζων, ἔφη. | |
9.2.9 | ἴσως τοίνυν πλείων ἂν δικαιοσύνη ἐν τῷ μείζονι ἐνείη καὶ ῥᾴων καταμαθεῖν. εἰ οὖν βούλεσθε, πρῶτον ἐν ταῖς πόλεσι ζητήσωμεν ποῖόν τί ἐστιν, ἔπειτα οὕτως ἐπισκεψώ‐ μεθα καὶ ἐν ἑνὶ ἑκάστῳ, τὴν τοῦ μείζονος ὁμοιότητα ἐν τῇ | |
5 | τοῦ ἐλάττονος ἰδέᾳ ἐπισκοποῦντες.” | |
9.2.10 | προγυμνάσας οὖν ἡμᾶς ἐπὶ πόλεως ὁ Πλάτων καὶ δείξας ὅτι ἄλλο μέν τι τὸ ἄρχον, ἄλλο δέ τι τὸ προπολεμοῦν καὶ τρίτον ἄλλο τὸ δημιουργι‐ κὸν ἔθνος ἐν αὐτῇ, μεταβὰς τοὐντεῦθεν ἐπὶ τὴν ψυχὴν καὶ κατ’ αὐτὴν | |
5 | ἐπιδείκνυσιν ἓν μέν τι μέρος εἶναι τὸ ἄρχον, ὅταν εὖ ἔχῃ, ἕτερον δὲ τὸ ὑπηρετοῦν 〈ἐν〉 αὐτῇ, καθάπερ ἐν ταῖς πόλεσιν ὑπη‐ ρετεῖ τὸ στρατιωτικόν, τρίτον δὲ τὸ λοιπόν, ὃ τοῦ τρέφεσθαι τὸ σῶμα χάριν οἱ δημιουργοῦντες ἡμᾶς προσέθεσαν, κἂν οἱ ἀγύμναστοι τοῦ διακρίνειν ἀπ’ ἀλλήλων τὰς ὁμοιότητας ἓν | |
10 | εἶναι νομίζωσιν, οὐ τρία τὰ εἰρημένα μόρια τῆς ψυχῆς. | |
9.2.11 | ὅπως οὖν χρὴ γυμνάζεσθαι περὶ τὴν διάκρισιν αὐτῶν, ἐδί‐ δαξεν ὁ Πλάτων ἐπί τε τῆς πόλεως διὰ πάσης σχεδόν τι τῆς Πολιτείας ἐπί τε τῆς ψυχῆς τὸ μὲν κυριώτατον, 〈τὸ〉 τῆς διανοίας, 〈διακρίνασ〉 ἐν τῷ τετάρτῳ βιβλίῳ, τὸ δὲ | |
9.2.12 | ἑπόμενον αὐτῇ κατὰ τὰ ἄλλα. καιρὸς οὖν ἤδη καὶ τῶν εἰρημένων αὐτῷ κατὰ τὸν Φαῖδρον ἀκοῦσαι. ”—ἡ ἀπάτη πότερον ἐν πολὺ διαφέρουσι γίγνεται μᾶλλον ἢ ὀλίγον; —ἐν τοῖς ὀλίγον. —ἀλλὰ μὴν κατὰ 〈σμικρὸν μετα〉βαίνων μᾶλλον λήσεις | |
5 | ἐλθὼν ἐπὶ τὸ ἐναντίον ἢ κατὰ μέγα. —πῶς δ’ οὔ; | |
9.2.13 | —δεῖ ἄρα τὸν μέλλοντα ἀπατήσειν μὲν ἄλλον, αὐτὸν δὲ μὴ ἀπατηθήσεσθαι τὴν ὁμοιότητα τῶν ὄντων καὶ ἀνομοιότητα ἀκριβῶς δι‐ ιδεῖν. —ἀνάγκη μὲν οὖν. —ἦ οὖν οἷός τ’ ἔσται ἀλήθειαν ἀγνοῶν | |
5 | ἑκάστου τὴν τοῦ ἀγνοουμένου ὁμοιότητα μικράν τε καὶ | |
9.2.14 | μεγάλην ἐν τοῖς ἄλλοις διαγιγνώσκειν; —ἀδύνατον. —οὐκοῦν τοῖς παρὰ τὰ ὄντα δοξάζουσι καὶ ἀπατωμένοις δῆλον ὡς τὸ πάθος τοῦτο δι’ ὁμοιοτήτων τινῶν εἰσερρύη. —γίγνεται γοῦν | |
οὕτω. | ||
9.2.15 | —ἔστιν οὖν ὅπως τεχνικῶς ἔσται μεταβιβάζειν κατὰ σμικρὸν διὰ τῶν ὁμοιοτήτων ἀπὸ τοῦ ὄντος ἑκάστοτε ἐπὶ τοὐ‐ ναντίον ἀπάγων ἢ αὐτὸς τοῦτο διαφεύγειν ὁ μὴ ἐγνωρικὼς ὅ ἐστιν ἕκαστον τῶν ὄντων; —οὐ μή ποτε. —λόγων ἄρα τέχνην, ὦ | |
5 | ἑταῖρε, ὁ τὴν ἀλήθειαν μὴ εἰδώς, δόξας δὲ τεθηρευκὼς γελοίαν | |
9.2.16 | τινά, ὡς ἔοικε, καὶ ἄτεχνον παρέξεται.” ὅτι δ’ ὡς Ἱπποκράτης ἔλεγε τινὰ μέν ἐστι ῥᾷστα γνωσθῆναι, τινὰ δ’ οὐκ ἔστι, τὴν ἀρχὴν ἀπὸ τῶν ῥᾴστων ποιητέον, ἃ καὶ πᾶσιν ἀνθρώποις ὡμο‐ λόγηται διὰ τὴν ἐνάργειαν. οὕτω καὶ ὁ Πλάτων ἐγίγνωσκεν· | |
5 | μάθοις δ’ ἂν ἐκ τῆσδε τῆς ῥήσεως αὐτοῦ· | |
9.2.17 | ”—ἆρ’ οὖν οὐ παντὶ δῆλον τό γε τοιόνδε, ὡς περὶ μὲν ἔνια τῶν τοιούτων ὁμο‐ νοητικῶς ἔχομεν, περὶ δ’ ἔνια στασιαστικῶς; —δοκῶ μὲν ὃ λέγεις μανθάνειν, ἔτι δ’ εἰπὲ σαφέστερον. —ὅταν τις ὄνομα | |
5 | εἴπῃ σιδήρου ἢ ἀργύρου, ἆρ’ οὐ τὸ αὐτὸ πάντες διενοήθη‐ | |
9.2.18 | μεν; —καὶ μάλα. —τί δ’, ὅταν δικαίου ἢ ἀγαθοῦ; οὐκ ἄλλος ἄλλῃ φέρεται καὶ ἀμφισβητοῦμεν ἀλλήλοις τε καὶ ἡμῖν αὐτοῖς; —πάνυ μὲν οὖν. —ἐν μὲν ἄρα τοῖς συμφωνοῦμεν, ἐν δὲ τοῖς οὔ. —οὕτω. —ποτέρωθι οὖν εὐαπατητότεροί ἐσμεν καὶ | |
5 | ἡ ῥητορικὴ ἐν ποτέροις μεῖζον δύναται [εἶναι]; —δῆλον ὅτι ἐν οἷς | |
πλανώμεθα. | ||
9.2.19 | —οὐκοῦν τὸν μέλλοντα τέχνην ῥητορικὴν μετ‐ ιέναι πρῶτον μὲν δεῖ ταῦτα ὁδῷ ηὑρῆσθαι καὶ εἰληφέναι τινὰ χαρακτῆρα ἑκατέρου τοῦ εἴδους, ἐν ᾧ τε ἀνάγκη τὸ πλῆθος πλανᾶσθαι καὶ ἐν ᾧ μή. —καλὸν γοῦν, ὦ Σώκρατες, | |
9.2.20 | εἶδος εἴη ἂν κατανενοηκὼς ὁ τοῦτο λαβών. —ἔπειτά γε οἶμαι πρὸς ἑκάστῳ γιγνόμενον μὴ λανθάνειν, ἀλλ’ ὀξέως αἰσθά‐ νεσθαι περὶ οὗ ἂν μέλλῃ ἐρεῖν, ποτέρου ὂν τοῦ γένους τυγχάνει. —τί μήν; —τί οὖν; τὸν ἔρωτα πότερον φῶμεν | |
5 | εἶναι τῶν ἀμφισβητησίμων ἢ τῶν μή; | |
9.2.21 | —〈τῶν〉 ἀμφισβητησίμων δήπου· ἢ οἴει ἄν σοι συγχωρῆσαι εἰπεῖν ἃ δὴ εἶπες περὶ αὐτοῦ, ὡς βλάβη τέ ἐστι τῷ ἐρωμένῳ καὶ ἐρῶντι καὶ αὖθις | |
9.2.22 | ὡς μέγιστον τῶν ἀγαθῶν τυγχάνει; —ἄριστα λέγεις.” αὕτη μὲν ἡ ῥῆσις ἐν τῷ Φαίδρῳ γέγραπται διδάσκοντος αὐτοῦ μηδεμίαν ἀμφισβήτησιν ἔχειν τὰ τοῖς φυσικοῖς κριτηρίοις ἐναργῶς ὑποπίπτοντα, ἐν οἷς δ’ ἤτοι μηδ’ ὅλως ὑποπίπτει | |
5 | τοῖς κριτηρίοις τούτοις ἢ ἀμυδρῶς ὑποπίπτει, τὴν ἀμφισβή‐ τησιν γίγνεσθαι· καὶ χρὴ γεγυμνάσθαι κατὰ ταῦτα διακρί‐ | |
νοντα τὰς τῶν πραγμάτων ὁμοιότητας. | ||
9.2.23 | ἔνια γὰρ οὕτως ἔχει πρὸς ἄλληλα κατὰ τὰς τῶν ἐν αὐτοῖς ὁμοιότητας ἢ τὴν παρ‐ αλλαγήν, ὡς κατά τι μὲν ὑπάρχειν ὅμοια, κατά τι δ’ ἀνό‐ μοια. καὶ χρὴ τῶν τοιούτων διαγνωστικὸν τὸν τεχνίτην | |
5 | εἶναι, ὡς ἀκριβῶς τε ἅμα καὶ ταχέως δύνασθαι γνωρίζειν | |
9.2.24 | εἰ ὅμοιά ἐστιν ἀλλήλοις ἢ ἀνόμοια. ὅπερ οὖν ἀεὶ καὶ λέ‐ γοντός μου καὶ γράφοντος ἀκούεις, ἀκούσῃ πάντως καὶ νῦν· ἡ καθόλου μέθοδος χωρὶς τοῦ γυμνασθῆναι κατὰ πολλὰ τῶν ἐν μέρει τεχνίτην ἀγαθὸν οὐχ οἵα τέ ἐστιν ἐργά‐ | |
5 | σασθαι. | |
9.2.25 | καὶ τοῦτ’ ἐπὶ πασῶν ἔνεστί σοι θεάσασθαι τῶν τοιούτων· ἐπ’ ἐνίων γε μὴν οὕτως ἰσχυρὰν δύναμιν ἔχον, ὡς τὴν μὲν καθόλου μέθοδον ἐνιαυτῷ μόνῳ δύνασθαι τελεώ‐ τατα μαθεῖν, τὴν δ’ ἄσκησιν, εἰ μὴ δι’ ὅλου τοῦ βίου | |
9.2.26 | γένοιτο, κολούειν εἰς τὰ τῆς τέχνης ἔργα. καὶ φαίνεταί γε σαφῶς οὖσα τοιαύτη τέχνη λογιστική τε καὶ ῥητορικὴ καὶ ἡ διὰ τῶν ὀργάνων ἐνεργοῦσα μουσική. τοσαύτης μὲν οὖν ἀσκήσεως ἀποδεικτικὴ μέθοδος οὐ δεῖται, χρῄζει | |
5 | μὴν οὐκ ὀλίγης καὶ αὕτη. γυμνάζεσθαι γοῦν χρὴ γυμνασίαν καθ’ ἑκάστην ἄσκησιν τέχνης ἐν ὕλαις ὧν εἰς τὰς χρη‐ | |
σίμους τῷ βίῳ πράξεις δεόμεθα. | ||
9.2.27 | κἂν γὰρ ὅτι μάλιστα τὴν φύσιν ἀρίστην τις ἔχων εἰς ὁτιοῦν ἔργον ἀμελήσῃ τῆς ἀσκή‐ σεως, οὐδενὸς τῶν ἀπολειπομένων μὲν τῇ φύσει, πλεο‐ νεκτούντων δὲ τῇ κατὰ τὴν ἄσκησιν ἐπιμελείᾳ βελτίων | |
9.2.28 | ἐστί. νόησον γοῦν τινα τῇ τε τῶν σκελῶν κατασκευῇ καὶ τῇ τοῦ παντὸς σώματος ῥώμῃ κάλλιστα διακείμενον, ἠμελη‐ κότα δὲ τῆς φύσεως εἰς τοσοῦτον ὡς πρὸς τῷ μηδέποτε δραμεῖν ἔτι κἀν τῷ περιπατεῖν ἀεὶ βλακεύοντα διατελεῖν, | |
5 | ὡς ἀδύνατόν ἐστι τοῦτον Ὀλυμπιονίκην γενέσθαι χωρὶς τοῦ τὴν ἔμπροσθεν ἀργίαν ἀποθέμενον εἰς ἔθος ἑαυτὸν με‐ ταστῆσαι γυμνασίων τῶν κατὰ φύσιν οὐδὲ τούτων τῶν τυ‐ | |
χόντων, ἀλλὰ μάλιστα οἷά ἐστιν οἰκεῖα σκέλεσιν. | ||
9.2.29 | ὡς ἐάν γέ τις παραλαβὼν τὸν οὕτως πεφυκότα μεταβαίνειν μὲν ἐπὶ λεπτοῦ σχοινίου διδάξῃ, πρὸς ξύλον δὲ ὄρθιον ἀναρριχᾶσθαι, καθάπερ οἱ θαυματοποιοὶ διδάσκουσι τοὺς μαθητάς, οὐ | |
5 | μόνον οὐκ ἂν [ἕλοιντο νίκην] Ὀλυμπιονίκης, ἀλλ’ οὐδὲ τῶν | |
9.2.30 | ἐπιτυχόντων ἀνθρώπων ὠκύτερος ἄν ποτε ὀφθείη. τοῦτ’ οὖν Ἱπποκράτει τε καὶ Πλάτωνι γέγραπται παραδείγματα γράψασιν εἴς τε τὰς τέχνας καὶ πάσας τὰς κατὰ τὸν βίον | |
πράξεις χρήσιμα. | ||
5 | παραθήσομαι δὲ ὀλίγα χάριν τοῦ συν‐ | |
9.2.31 | οφθῆναι τὴν ἰδέαν αὐτῶν. οὐ μὴν καὶ ἀρκεσθῆναί γε τούτοις ἀξιῶ τοὺς βουλομένους γενέσθαι τεχνίτας κατὰ τὰς τέχνας ἃς ἂν αὐτοὶ τυγχάνωσιν ἀσκοῦντες, ἀλλὰ γυμνάζεσθαι διὰ παντός, ὥσπερ οἱ ῥητορικοὶ γυμνάζονται καθ’ ἑκάστην | |
5 | ἡμέραν ὑποθέσεις εὑρίσκοντες ἐπιτηδείους εἰς τὴν προκει‐ | |
μένην ἄσκησιν. | ||
9.3.1 | Εἰλήφθω δὴ παρὰ Πλάτωνος μὲν πρῶτον ὃ κατὰ τὸ πέμπτον τῆς Πολιτείας ἐδίδαξεν, ἔνθα περὶ τῆς τῶν γυναι‐ κῶν φύσεως ἄρχεται τῶν αὐτῶν ἐπιτηδευμάτων τοῖς ἀνδρά‐ σιν ἀξιῶν μετέχειν αὐτάς, ὡς ἂν καὶ τὴν αὐτὴν ἐχούσας | |
9.3.2 | φύσιν, εἶτ’ αὐτὸς ἀντιλαμβάνεται τοῦ λόγου. φησὶ δ’ οὐκ ἂν ἴσως συγχωρῆσαί τινα τὴν αὐτὴν εἶναι φύσιν ἄρρενός τε καὶ θήλεος σώματος ἐπιδείκνυσί τε κατὰ τί τὴν αὐτὴν | |
ἔφη. | ||
9.3.3 | ἔχει δ’ ὁ σύμπας λόγος αὐτῷ κατὰ τάδε· “τὰς θηλείας τῶν φυλάκων κυνῶν πότερα ξυμφυλάττειν οἰόμεθα δεῖν ἅπερ ἂν οἱ ἄρρενες φυλάττωσι, καὶ ξυνθηρεύειν καὶ τὰ ἄλλα κοινῇ πράττειν ἢ τὰς μὲν οἰκουρεῖν ἔνδον ὡς ἀδυνάτους | |
5 | διὰ τὸν τῶν σκυλάκων τόκον τε καὶ τροφήν, τοὺς δὲ πο‐ νεῖν τε καὶ πᾶσαν ἐπιμέλειαν ἔχειν περὶ τὰ ποίμνια; κοινῇ, ἔφη, πάντα· πλὴν ὡς ἀσθενεστέραις χρώμεθα, τοῖς δ’ ὡς | |
9.3.4 | ἰσχυροτέροις. οἷόν τ’ οὖν, ἔφην ἐγώ, ἐπὶ τὰ αὐτὰ χρῆσθαί τινι ζῴῳ, ἐὰν μὴ τὴν αὐτὴν τροφήν τε καὶ παιδείαν ἀπο‐ | |
διδῷς; οὐχ οἷόν τε. εἰ ἄρα ταῖς γυναιξὶν ἐπὶ τὰ αὐτὰ χρη‐ | ||
5 | σόμεθα καὶ τοῖς ἀνδράσι, τὰ αὐτὰ καὶ διδακτέον αὐτάς. ναί. μουσικὴ μὲν ἐκείνοις καὶ γυμναστικὴ ἐδόθη. ναί. καὶ ταῖς γυναιξὶν ἄρα τούτω τὼ τέχνα καὶ τὰ περὶ τὸν πόλεμον | |
9.3.5 | ἀποδοτέον τε καὶ χρηστέον κατὰ ταὐτά.” ἐν τούτοις καθόλου προειπὼν ὁ Πλάτων ὅτι τῶν αὐτῶν ἁπάντων ἐστὶ μεταδοτέον τῷ θήλει γένει, μετὰ ταῦτα καὶ περὶ γυ‐ μνασίων ὅσα γυμνοὶ γυμναζόμεθα, καὶ περὶ τῆς ἐπὶ τῶν | |
5 | ἵππων ὀχήσεως ὅσα τε πολέμων ἕνεκα διδάσκεται καὶ ἀσκεῖ‐ ται, μετέχειν ἀξιοῖ καὶ τὰς γυναῖκας, ἐπ’ αὐτῶν δ’ ἀντι‐ | |
λαβόμενος τοῦ λόγου τάδε φησί· | ||
9.3.6 | “βούλει οὖν, ἦν δ’ ἐγώ, ἡμεῖς πρὸς ἡμᾶς αὐτοὺς ὑπὲρ τῶν ἄλλων ἀμφισβητήσωμεν, ἵνα μὴ ἔρημα τὰ τοῦ ἑτέρου λόγου πολιορκῆται; οὐδέν, ἔφη, κωλύει. λέγομεν δὴ ὑπὲρ αὐτῶν ὅτι ὦ Σώκρατές τε | |
5 | καὶ Γλαύκων, οὐδὲν δεῖ ὑμῖν ἄλλους ἀμφισβητεῖν· αὐτοὶ γὰρ ἐν ἀρχῇ τῆς κατοικίσεως ἣν ᾠκίζετε πόλιν, ὡμολογεῖτε δεῖν | |
9.3.7 | κατὰ φύσιν ἕκαστον ἕνα ἓν τὸ αὑτοῦ πράττειν. ὡμολογήσαμεν, οἶμαι· πῶς γὰρ οὔ; ἔστιν οὖν ὅπως οὐ πάμπολυ διαφέρει γυνὴ ἀνδρὸς τὴν φύσιν; πῶς οὐ διαφέρει; οὐκοῦν ἄλλο καὶ ἔργον ἑκατέρῳ προσήκει προστάττειν τὸ κατὰ τὴν | |
5 | ἑαυτοῦ φύσιν; τί μήν; | |
9.3.8 | πῶς οὖν οὐχ ἁμαρτάνετε νυνὶ καὶ τἀναντία ὑμῖν αὐτοῖς λέγετε φάσκοντες αὖ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας δεῖν τὰ αὐτὰ πράττειν πλεῖστον κεχωρισμένην φύσιν ἔχοντας; ἕξεις τι, ὦ θαυμάσιε, πρὸς ταῦτ’ ἀπολογεῖ‐ | |
9.3.9 | σθαι;” 〈ἐπὶ〉 τούτοις εἰπών τινα περὶ τῆς ἀντιλογικῆς δυνά‐ μεως ἐφεξῆς γράφει τὴν λύσιν τῆς ἀντιλογίας ὧδέ πως· | |
9.3.10 | “κινδυνεύομεν οὖν ἄκοντες ἀντιλογίας ἅπτεσθαι. πῶς; τὸ 〈μὴ〉 τὴν αὐτὴν φύσιν ὅτι οὐ τῶν αὐτῶν δεῖ ἐπιτηδευμάτων τυγχάνειν πάνυ ἀνδρείως τε καὶ ἐριστικῶς κατὰ τὸ ὄνομα | |
5 | διώκομεν, ἐπεσκεψάμεθα δὲ οὐδ’ ὁπηοῦν τί εἶδος τὸ τῆς ἑτέρας τε καὶ τῆς αὐτῆς φύσεως καὶ πρὸς τί τεῖνον ὡριζό‐ μεθα τότε, ὅτε τὰ ἐπιτηδεύματα ἄλλῃ φύσει ἄλλα, τῇ δὲ αὐτῇ τὰ αὐτὰ ἀπεδίδομεν. οὐ γὰρ οὖν, ἔφη, ἐπεσκεψά‐ | |
μεθα. | ||
9.3.11 | τοιγάρτοι, εἶπον, ἔξεστιν ἡμῖν ὡς ἔοικεν ἀνερωτᾶν ἡμᾶς αὐτοὺς εἰ ἡ αὐτὴ φύσις φαλακρῶν καὶ κομητῶν καὶ οὐχ ἡ ἐναντία, καὶ ἐπειδὰν ὁμολογῶμεν ἐναντίαν εἶναι, ἐὰν φαλακροὶ σκυτοτομῶσι, μὴ ἐᾶν κομήτας, ἐὰν δ’ αὖ κομῆται, | |
9.3.12 | μὴ τοὺς ἑτέρους. γελοῖον μέντ’ ἂν εἴη, ἔφη. ἆρα κατ’ ἄλλο τι, εἶπον ἐγώ, γελοῖον ἢ ὅτι τότε οὐ πάντως τὴν αὐτὴν καὶ τὴν ἑτέραν φύσιν ἐτιθέμεθα, ἀλλ’ ἐκεῖνο τὸ εἶδος τῆς ἀλλοιώσεώς τε καὶ ὁμοιώσεως μόνον [ὂν] ἐφυλάττομεν | |
5 | τὸ πρὸς αὐτὰ τεῖνον τὰ ἐπιτηδεύματα; οἷον ἰατρικὸν μὲν καὶ ἰατρικὴν τὴν ψυχὴν ὄντα τὴν αὐτὴν φύσιν ἔχειν ἐλέ‐ | |
γομεν· ἢ οὐκ οἴει; ἔγωγε. | ||
9.3.13 | ἰατρικὸν δέ γε καὶ τεκτονικὸν ἄλλην; πάντως που. οὐκοῦν, ἦν δ’ ἐγώ, καὶ τὸ τῶν ἀν‐ δρῶν καὶ τὸ τῶν γυναικῶν γένος, ἐὰν μὲν πρὸς τέχνην τινὰ ἢ ἄλλο ἐπιτήδευμα διαφέρον φαίνηται, τοῦτο δὴ φή‐ | |
5 | σομεν ἑκατέρῳ δεῖν ἀποδιδόναι· ἐὰν δ’ αὐτῷ τούτῳ φαίνη‐ ται διαφέρειν, τῷ τὸ μὲν θῆλυ τίκτειν, τὸ δ’ ἄρρεν ὀχεύειν, οὐδέν τί πω φήσομεν μᾶλλον ἀποδεδεῖχθαι ὡς πρὸς ὃ ἡμεῖς λέγομεν διαφέρει γυνὴ ἀνδρός, ἀλλ’ ἔτι οἰησόμεθα δεῖν τὰ αὐτὰ ἐπιτηδεύειν τούς τε φύλακας ἡμῶν καὶ τὰς | |
10 | γυναῖκας αὐτῶν. καὶ ὀρθῶς γ’, ἔφη. | |
9.3.14 | οὐκοῦν μετὰ τοῦτο κελεύομεν τὸν τὰ ἐναντία λέγοντα τοῦτο αὐτὸ διδάσκειν ἡμᾶς, πρὸς τίνα τέχνην ἢ τί ἐπιτήδευμα τῶν περὶ πόλεως κατασκευὴν οὐχ ἡ αὐτὴ ἀλλ’ ἑτέρα φύσις γυναικός τε καὶ | |
5 | ἀνδρός; δίκαιον γοῦν. τάχα τοίνυν ἄν, ὅπερ σὺ ὀλίγῳ πρότερον ἔλεγες, εἴποι ἂν καὶ ἄλλος ὅτι ἐν μὲν τῷ παρα‐ χρῆμα ἱκανῶς εἰπεῖν οὐ ῥᾴδιον, ἐπισκεψαμένῳ δὲ οὐδὲν | |
9.3.15 | χαλεπόν. εἴποι γὰρ ἄν. βούλει οὖν δεώμεθα τοῦ τὰ τοι‐ αῦτα ἀντιλέγοντος [μου] ἀκολουθῆσαι ἡμῖν, ἐάν πως ἡμεῖς ἐκεῖ‐ νο ἐνδειξώμεθα, ὅτι οὐδέν ἐστιν ἐπιτήδευμα ἴδιον γυναικὶ | |
πρὸς διοίκησιν πόλεως; πάνυ γε. | ||
9.3.16 | ἴθι δή, φήσομεν πρὸς αὐτόν, ἀποκρίνου· ἆρ’ οὕτως ἔλεγες τὸν μὲν εὐφυῆ πρός τι εἶναι, τὸν δὲ ἀφυῆ, ἐν ᾧ ὁ μὲν ῥᾳδίως τι μανθάνοι, ὁ δὲ χαλεπῶς; καὶ ὁ μὲν ἀπὸ βραχείας μαθήσεως ἐπὶ πολὺ | |
5 | εὑρετικὸς εἴη οὗ ἔμαθεν, ὁ δὲ πολλῆς μαθήσεως τυχὼν καὶ μελέτης μηδὲ ἃ ἔμαθε σῴζοιτο; καὶ τῷ μὲν τὰ τοῦ σώμα‐ τος ἱκανῶς ὑπηρετοῖ τῇ διανοίᾳ, τῷ δ’ ἐναντιοῖτο; ἆρα ἄλλ’ ἄττα ἐστὶν ἢ ταῦτα οἷς τὸν εὐφυῆ πρὸς ἕκαστα καὶ | |
τὸν μὴ ὡρίζου; οὐδείς, ἦ δ’ ὅς, ἄλλα φήσει. | ||
9.3.17 | οἶσθά τι οὖν ὑπὸ ἀνθρώπων μελετώμενον ἐν ᾧ οὐ πάντα ταῦτα τὸ τῶν ἀνδρῶν γένος διαφερόντως ἔχει τοῦ τῶν γυναικῶν; ἢ μα‐ κρολογῶμεν τήν τε ὑφαντικὴν λέγοντες καὶ τὴν τῶν πομά‐ | |
5 | των τε καὶ ἑψημάτων θεραπείαν, ἐν οἷς δή 〈τι〉 δοκεῖ τὸ γυ‐ ναικεῖον γένος εἶναι, οὗ καὶ καταγελαστότατόν ἐστι πάμπολυ ἡττώμενον; ἀληθῆ λέγεις, ἔφη, ὅτι πολὺ κρατεῖται ἐν ἅπασιν, ὡς ἔπος εἰπεῖν, τὸ γένος τοῦ γένους. γυναῖκες μέντοι πολ‐ λαὶ πολλῶν ἀνδρῶν βελτίους εἰς πολλά, τὸ δ’ ὅλον ἔχει | |
10 | ὡς σὺ λέγεις. | |
9.3.18 | οὐδέν ἐστιν ἄρα, ὦ φίλε, ἐπιτήδευμα τῶν πόλιν διοικούντων γυναικὸς διότι γυνή, οὐδὲ ἀνδρὸς διότι ἀνήρ, ἀλλ’ ὁμοίως διεσπαρμέναι αἱ φύσεις ἐν ἀμφοῖν τοῖν ζῴοιν καὶ πάντων μὲν μετέχει γυνὴ ἐπιτηδευμάτων κατὰ | |
5 | φύσιν, πάντων δ’ ἀνήρ, ἐπὶ πᾶσι δ’ ἀσθενέστερον γυνὴ ἀνδρός. πάνυ 〈γε〉. τί οὖν; ἀνδράσι πάντα προστάξομεν, γυναικὶ δ’ οὐδέν; [ἢ] καὶ πῶς; ἀλλ’ ἔστι γάρ, οἶμαι, ὡς φή‐ σομεν, καὶ γυνὴ ἰατρική, ἡ δ’ οὔ, καὶ μουσική, ἡ δ’ | |
9.3.19 | ἄμουσος φύσει. τί μήν; γυμναστικὴ δὲ ἄρ’ οὔ, οὐδὲ πολε‐ | |
μική, ἡ δὲ ἀπόλεμος καὶ οὐ φιλογυμναστική; οἶμαι ἔγωγε. τί δέ; φιλόσοφός τε καὶ θυμοειδής, ἡ δὲ ἄθυμος καὶ μισόσοφος; ἔστι καὶ ταῦτα. ἔστιν ἄρα καὶ φυλακικὴ γυνή, ἡ | ||
5 | δ’ οὔ. ἢ οὐ τοιαύτην καὶ τῶν ἀνδρῶν τῶν φυλακικῶν | |
9.3.20 | φύσιν ἐξελεξάμεθα; τοιαύτην μὲν οὖν. καὶ γυναικὸς ἄρα καὶ ἀνδρὸς ἡ αὐτὴ φύσις εἰς φυλακὴν πόλεως, πλὴν ὅσα ἡ μὲν ἀσθενεστέρα, ὁ δ’ ἰσχυρότερός ἐστι. φαίνεται. καὶ γυναῖκες ἄρα τοιαῦται τοῖς τοιούτοις ἀνδράσιν ἐκλεκτέαι | |
5 | συνοικεῖν τε καὶ φυλάττειν, ἐπείπερ εἰσὶν ἱκαναὶ καὶ | |
9.3.21 | ξυγγενεῖς αὐτοῖς τὴν φύσιν. πάνυ γε. τὰ δ’ ἐπιτηδεύματα | |
οὐ ταὐτὰ ἀποδοτέα ταῖς αὐταῖς φύσεσι; ταὐτά. ἥκομεν ἄρα εἰς τὰ πρότερα περιφερόμενοι καὶ ὁμολογοῦμεν μὴ | ||
5 | παρὰ φύσιν εἶναι ταῖς τῶν φυλάκων γυναιξὶ μουσικήν τε | |
9.3.22 | καὶ γυμναστικὴν ἀποδιδόναι. παντάπασι μὲν οὖν.” ἐν τού‐ τοις ἅπασιν ἐφ’ ἑνὸς παραδείγματος τοῦ τῶν γυναικῶν ἐγύμνασεν ἡμᾶς εὑρετικούς τε καὶ διακριτικοὺς εἶναι, κατὰ τί μὲν ὅμοια ταῖς φύσεσίν ἐστι, κατὰ τί δ’ ἀνόμοια τὰ | |
5 | παραβαλλόμενα. | |
9.3.23 | γυναῖκες γὰρ ἀνδράσιν ὅμοιαι μέν εἰσιν καθὸ καὶ αὐταὶ ὑπάρχουσι λογικὰ ζῷα, τουτέστιν ἐπιστή‐ μης δεκτικά, καθόσον δὲ τὸ μὲν τῶν ἀνδρῶν γένος ἰσχυ‐ ρότερον ὑπάρχει καὶ εἰς ἅπαν ἔργον τε καὶ μάθημα βέλτιον, | |
5 | αἱ γυναῖκες δ’ ἀσθενέστεραί τε καὶ χείρους, ἀνόμοιαί γε κατὰ τοῦτ’ εἰσίν, ὥσπερ γε πάλιν ἐναντίως ἔχουσι καθ‐ όσον αὗται μὲν ὑπάρχουσι θήλειαι καὶ διὰ τοῦτο πρὸς κύησιν ἐπιτήδειαι· ταῖς μὲν γὰρ γυναιξίν ἐστι μόρι’ ἄττα τοῦ σώματος εἰς κύησιν ἀπὸ τῆς φύσεως παρεσκευασμένα, τοῖς δ’ ἄρρεσιν | |
10 | οὐκ ἔστιν. | |
9.3.24 | ὥστ’ ἀληθῶς ἄν τις φαίη κατά τι μὲν ὁμοίως διακεῖσθαι τὰς γυναῖκας τοῖς ἀνδράσι, κατά τι δ’ ἐναντίως. ἐπειδὰν μὲν οὖν τις κατὰ τὴν ὁμοιότητα τὴν μετάβασιν ἀπὸ θατέρου ποιῆται πρὸς τὸ ἕτερον, ἀληθεύσει, ἐπειδὰν δὲ | |
5 | κατὰ τὴν ἀνομοιότητα, ψεύσεται καὶ πολὺ μᾶλλον κατὰ τὴν | |
9.3.25 | ἐναντίωσιν. ὡς γὰρ ὁ Ἱπποκράτης ἐν τῷ κατ’ ἰητρεῖον ἔγραψε κελεύων ἡμᾶς “ἐξ ἀρχῆς ἢ ὅμοια ἢ ἀνόμοια” σκοπεῖσθαι, προσέθηκε δὲ ἐν τῷ Προγνωστικῷ καὶ τὸ ἐναντίον οἷς ἔλεγεν ἐπὶ τοῦ προσώπου, “τὸ δ’ ἐναντιώτατον τοῦ ὁμοίου δεινότατον,” | |
5 | οὕτως φαίνεται καὶ ὁ Πλάτων τὴν ἀπόδειξιν πεποιημένος ἐν | |
τῇ προκειμένῃ ῥήσει. | ||
9.4.1 | Προσθῶμεν οὖν ἔτι καὶ ἄλλο τῶν ὑφ’ Ἱπποκράτους γεγραμμένων παραδείγματος ἕνεκα τοῦ διακρίνειν ἐν τοῖς παραβαλλομένοις καθ’ ὅσον ὅμοιόν ἐστι καὶ 〈καθ’〉 ὅσον ἀνόμοιον. ἔστι δ’ ἡ λέξις ἐκ τοῦ περὶ ἄρθρων συγγράμματος ὧδέ πως | |
9.4.2 | ἔχουσα· “γιγνώσκειν δ’ εἰ ἐκπέπτωκεν ὁ βραχίων τοισίδε χρὴ τοῖσι σημείοισι· τοῦτο μέν, ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι καὶ τὰς χεῖρας καὶ τὰ σκέλη, παραδείγματι χρὴ χρῆσθαι τῷ ὑγιεῖ πρὸς τὸ μὴ ὑγιὲς | |
5 | μὴ τἀλλότρια ἄρθρα καθορῶντα, ἄλλοι γὰρ μᾶλλον ἄλλων ἔξαρθροι πεφύκασιν, ἀλλὰ τὰ αὐτοῦ τοῦ κά‐ | |
μνοντος, ἢν ἀνόμοιον τὸ ὑγιὲς τῷ κάμνοντι. καὶ τοῦτο εἴρηται μὲν ὀρθῶς, παραξύνεσιν δ’ ἔχει πάνυ πολλήν· διὰ | ||
10 | τὰ τοιαῦτα καὶ οὐκ ἀρκέει μοῦνον λόγῳ εἰδέναι τὴν τέχνην | |
9.4.3 | ταύτην ἀλλὰ καὶ ὁμιλίῃ ὁμιλέειν. πολλοὶ γὰρ ὑπὸ ὀδύ‐ νης ἢ καὶ ὑπὸ ἀλλοίης προφάσιος οὐκ ἐξεστεώτων αὐτοῖσι τῶν ἄρθρων ὅμως οὐ δύνανται εἰς τὰ ὅμοια σχήματα καθιστά‐ νειν ἐς οἷάπερ τὸ ὑγιεινὸν σῶμα σχηματίζεται. προξυνιέναι | |
5 | οὖν καὶ ἐννοεῖν καὶ τὸ τοιόνδε σχῆμα χρή. ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειμένη πολλῷ | |
μᾶλλον τοῦ ἐκπεπτωκότος ἢ τοῦ ὑγιέος. | ||
9.4.4 | τοῦτο δ’ ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον καὶ τὸ τοῦ ἀκρωμίου ὀστέον ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος ἤδη τοῦ ἄρθρου ἐς τὸ κάτω τοῦ χωρίου. παραξύνεσιν μὴν κἀν τούτῳ ἔχει | |
5 | τινά, ἀλλ’ ὕστερον περὶ αὐτοῦ γραφήσεται, ἄξιον γὰρ γρα‐ | |
9.4.5 | φῆς ἐστι. τούτου δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων ἢ [ἀπὸ] τοῦ ἑτέρου. εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μέν, ἐπιπόνως δέ. τοῦτο δ’ ἄνω τὴν χεῖρα ἆραι εὐθεῖαν παρὰ τὸ οὖς ἐκτετα‐ | |
5 | μένου τοῦ ἀγκῶνος οὐ μάλα δύναται ὥσπερ τὴν ὑγιέα | |
οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως.” | ||
9.4.6 | αὕτη μὲν ἡ τοῦ Ἱπποκράτους ῥῆσις 〈ἡ〉 αὐτὴ τῇ κατὰ τὸ Προγνωστικόν. ὡς γὰρ ἐκεῖ τὸ πρόσωπον ἡμᾶς τοῦ νοσοῦντος ἐκέλευσε σκοπεῖ‐ σθαι πότερον ὅμοιόν ἐστιν ἢ ἀνόμοιον 〈τῷ〉 τῶν ὑγιαινόντων, | |
5 | μάλιστα δ’ εἰ αὐτὸ ἑαυτῷ, οὕτως νῦν τὸ ἐκπεπτωκὸς ἄρθρον τῷ ὑγιεῖ παραβάλλει τὴν παραβολὴν ποιούμενος ἐπ’ αὐτοῦ τοῦ πεπονθότος ἀνθρώπου· ἀπάτη γὰρ ἣν παραξύνεσιν ὠνόμασε γίγνεται πολλάκις, ἐὰν τοῖς ἀλλοτρίοις ἄρθροις | |
παραβάλλῃς αὐτό. | ||
9.4.7 | καὶ μέντοι καὶ ὡς ἐκ τῶν κατὰ μέρος εἰ ὅμοιόν ἐστι τῷ κατὰ φύσιν ἔχοντι τό γε πεπονθός, ἔνεστι διαγνῶναι, καθάπερ ἐν τῷ Προγνωστικῷ διῆλθεν, οὕτως κἀνταῦθα τὰ μὲν ἄλλα γράψας καλῶς, ἐν ᾧ δ’ ἄν τις σφα‐ | |
5 | λείη διὰ τὴν πρὸς τὸ ἐξηρθρηκὸς ὁμοιότητα, τοῦτ’ ἐπιση‐ | |
9.4.8 | μηνάμενος ὡς παραξύνεσιν ἔχον καὶ αὐτό. ταπεινὴ γὰρ ἡ ἐπωμὶς οὐ μόνον ἐπὶ τῶν ἐξηρθρηκότων ἐστὶν ἀλλὰ κἀπὶ τῶν ἀπόσπασμα κατὰ τὸ ἀκρώμιον ἐχόντων, ὥστε συγχεῖσθαι κατὰ τοῦτο τὴν διάγνωσιν τῶν ἐξαρθρημάτων εἰς κοινὸν | |
5 | σημεῖον ἀφικνουμένην τοῖς ἀπεσπασμένον ἔχουσι τὸ ἀκρώμιον. | |
9.4.9 | ἀλλὰ κἀνταῦθα πάλιν, ὅπερ καθόλου διὰ τοῦ κατ’ ἰητρεῖον ἀπεφήνατο, τοῦτο νῦν ἐφ’ ἑνὸς εἴδους ἐποίησεν ἐπιδείξας οὐ μόνον ᾗ ὅμοια τὰ σημεῖα τῶν δύο παθῶν ἐστιν ἀλλὰ καὶ ᾗ ἀνόμοια. κοίλη μὲν οὖν ἡ ἐπωμὶς ἐπ’ ἀμφοῖν φαίνεται, | |
5 | τῶν δὲ ἄλλων συμπτωμάτων ὧν τὸν κατάλογον ἔγραψεν ἐπὶ τῶν ἐξηρθρηκότων ὤμων, οὐδὲν συμβαίνει κατὰ τὰ τῶν ἀκρωμίων ἀποσπάσματα, περὶ ὧν κατὰ τὴν προγεγραμμένην | |
9.4.10 | ῥῆσιν οὕτως εἶπε· “τούτου δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρῶν ἢ τοῦ ἑτέρου. | |
εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μέν, ἐπιπόνως δέ. τοῦτο δέ, ἄνω ἀεῖραι τὴν χεῖρα ἰθεῖαν παρὰ τὸ οὖς ἐκτετα‐ | ||
5 | μένου τοῦ ἀγκῶνος οὐ μάλα δύναται ὥσπερ τὴν ὑγιέα | |
9.4.11 | οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως.” ταῦτα μὲν ἐπὶ τῶν ἐξηρθρηκότων φαίνεται γιγνόμενα μηδὲν τοιοῦτον πασχόντων οἷς ἀπέσπασται τὸ ἀκρώμιον· μόνον γὰρ αὐτοῖς κοινόν ἐστι τὸ τὴν ἐπωμίδα φαίνεσθαι κοίλην. ἔστι δὲ καὶ κατὰ | |
5 | τοῦτο τὸ κοινὸν οὐ μόνον ὁμοιότης ἀλλὰ καὶ ἀνομοιότης. φαίνεται γὰρ ὁ τόπος ὢν ταπεινότερος, οὐ μὴν καὶ γεγονώς γε κατὰ ἀλήθειαν ἑαυτοῦ ταπεινότερος, ὡς ἐπὶ τῶν ἐξηρ‐ | |
θρηκότων ὤμων. | ||
9.4.12 | ἐπ’ ἐκείνων μὲν γὰρ τῆς κεφαλῆς τοῦ βρα‐ χίονος εἰς τὴν μασχάλην καταπεσούσης ὁ πρότερον ὑπάρχων ὄγκος ἐν τῷ κατὰ τὴν ἐπωμίδα τόπῳ κατ’ ἀλήθειαν ἀπό‐ λωλεν, ἐν δὲ τοῖς ἀποσπάσμασιν οὗτος μὲν ὁ αὐτὸς δια‐ | |
5 | μένει, μεταστάντος δ’ εἰς ὕψος τοῦ ἀκρωμίου φαντασία | |
9.4.13 | ψευδὴς γίγνεται τῆς τοῦ τόπου ταπεινώσεως. ἴσως οὖν ἄμεινόν ἐστι καὶ μίαν ἄλλην ἔτι παραγράψαι ῥῆσιν ἐκ τοῦ περὶ ἄρθρων ἐν ᾗ καθ’ ἓν πάθος ἐπιδείκνυσιν ὁ Ἱπποκρά‐ της ὁμοιότητά τε καὶ ἀνομοιότητα σφάλλουσαν τοὺς πολλοὺς | |
5 | τῶν ἰατρῶν. ὅταν τις ἐξαρθρήσῃ σπόνδυλος εἰς τὸ πρόσω, | |
ταπεινὸν κατὰ τοῦτο γίγνεται τὸ χωρίον τῆς ῥάχεως. | ||
9.4.14 | ἐνίοτε δὲ περιθραυσθεισῶν τῶν κατὰ τοὺς σπονδύλους ὀπισθίων ἀποφύσεων, ἐξ ὧν ἡ τῆς ῥάχεως ἄκανθα γεννᾶται, κοῖλος καὶ ταπεινὸς ὁ τόπος φαίνεται, καθάπερ ἐπὶ τῶν ἐξηρ‐ | |
9.4.15 | θρηκότων εἰς τὸ πρόσω τῶν σπονδύλων. ἔστι δὲ τοῦτο μὲν τὸ πάθος εὐιατότατον, ὀλεθριώτατον δὲ τὸ ἕτερον. ἀγνοοῦντας δὲ τῶν ἰατρῶν ἐνίους τὴν διαφορὰν αὐτῶν ὁ Ἱπποκράτης φησὶν οἴεσθαι τεθεραπευκέναι ῥᾳδίως τὴν εἰς τὰ πρόσω τῶν | |
5 | σπονδύλων μετάστασιν. | |
9.4.16 | ὀνομάζει δὲ τὴν εἰς τὸ πρόσω ταύ‐ την οὐ μόνον οὕτως, ἀλλὰ καὶ ἔσω, καλῶν ἔσω μὲν δηλονότι τὸ βάθος τοῦ σώματος, ἔξω δὲ τὸ ἐπιπολῆς ὄπισθέν τε καὶ πρόσθεν. ἔστι δ’ ἡ ῥῆσις αὐτοῦ καθ’ ἣν γέγραπται | |
9.4.17 | ταῦτα αὕτη· “ἐκ δὲ τοῦ ὄπισθεν οὐ ῥηΐδιον τοιαύτην ἔξαλσιν γενέσθαι εἰς τὸ εἴσω, εἰ μὴ ὑπέρβαρύ τι ἄχθος | |
ἐμπέσοι· τῶν τε γὰρ ὀστέων τῶν ἐκπεφυκότων ἔξωθεν | ||
5 | ἕκαστον τοιοῦτόν ἐστιν ὥστε πρόσθεν ἂν αὐτὸ καταγείη πρὶν ἢ μεγάλην ῥοπὴν εἴσω ποιῆσαι τούς τε ξυνδέσμους βιησά‐ μενον καὶ τὰ ἄρθρα τὰ ἐνηλλαγμένα, ὅ τε αὖ νωτιαῖος πο‐ νοίη ἂν εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαμπὴν ἔχοι τοιαύ‐ την ἔξαλσιν ἐξαλλομένου σπονδύλου, ὅ τε ἐκπηδήσας σπόν‐ | |
10 | δυλος πιέζοι ἂν τὸν νωτιαῖον, εἰ μὴ καὶ ἀπορρήξειε, πιε‐ χθεὶς δ’ ἂν καὶ ἀπολελαμμένος πολλῶν καὶ μεγάλων καὶ ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν, ὥστ’ οὐκ ἂν μέλοι τῷ ἰατρῷ ὅπως χρὴ τὸν σπόνδυλον κατορθῶσαι πολλῶν καὶ | |
βιαίων ἄλλων κακῶν παρεόντων. | ||
9.4.18 | ὥστε δὴ οὐδ’ ἐμβαλεῖν οἷόν τε οὔτε κατασείσει οὔτ’ ἄλλῳ οὐδενὶ τρόπῳ πρόδηλον τὸν τοιοῦτον, εἰ μή τις διατεμὼν τὸν ἄνθρωπον, ἔπειτα ἐμβαλόμενος ἐς τὴν κοιλίην ἐκ τοῦ εἴσωθεν τῇ χειρὶ ἐς τὸ | |
5 | ἔξω ἀντωθέοι· καὶ ταῦτα νεκρῷ μὲν οἷόν τε ποιέειν, ζῶντι | |
9.4.19 | δ’ οὐ πάνυ. διὰ τί δὲ ταῦτα γράφω; ὅτι οἴονταί τινες ἰητρευκέναι τοὺς ἀνθρώπους οἷσιν ἔσωθεν ἔπεσον σπόν‐ δυλοι τελέως ὑπερβάντες τὰ ἄρθρα· καίτοι ῥηΐστην εἰς τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νομίζουσι καὶ | |
5 | οὐδὲν δέεσθαι ἐμβολῆς, ἀλλ’ αὐτομάτως ὑγιέα γενέσθαι | |
τὰ τοιαῦτα. ἀγνοοῦσι δὲ πολὺ καὶ κερδαίνουσιν ὅτι | ||
9.4.20 | ἀγνοοῦσι· πείθουσι γὰρ τοὺς πέλας. ἐξαπατῶνται δὲ διὰ τόδε· οἴονται τὴν ἄκανθαν τὴν ἐξέχουσαν κατὰ τὴν ῥάχιν ταύτην τοὺς σπονδύλους αὐτοὺς εἶναι, ὅτι στρογγύλον αὐτῶν ἕκαστον φαίνεται ψαυόμενον, ἀγνοοῦντες ὅτι τὰ ὀστέα ταῦτά | |
5 | ἐστι τὰ ἀπὸ τῶν σπονδύλων πεφυκότα, περὶ ὧν ὀλίγῳ πρόσθεν εἴρηται, οἱ δὲ σπόνδυλοι πολὺ προσωτέρω ἄπεισι· στενοτάτην γὰρ πάντων ζῴων ἄνθρωπος κοιλίην ἔχει ὡς ἐπὶ μεγέθει ἀπὸ τοῦ ὄπισθεν εἰς τὸ ἔμπροσθεν, ποτὶ καὶ | |
κατὰ τὸ στῆθος. | ||
9.4.21 | ὅταν οὖν τι τούτων τῶν ὀστέων τῶν ὑπερεχόντων ἰσχυρῶς καταγῇ, ἤν τε ἓν ἤν τε πλείω, ταύτῃ ταπεινότερον τὸ χωρίον γίνεται ἢ τὸ ἔνθεν καὶ ἔνθεν. διὰ τοῦτο ἐξαπατῶνται οἰόμενοι τοὺς σπονδύλους εἴσω οἴχεσθαι.” | |
9.4.22 | ὅτι δὲ μεγίστην ἔχει δύναμιν ἡ τῶν ὁμοίων τε καὶ ἀνομοίων διάγνωσις καὶ πᾶς τεχνίτης δεῖται διακρίνειν εἰ ὅμοια ἢ ἀνόμοια τὰ πράγματά ἐστι περὶ ἃ διατρίβει, ἀθρεῖν ἔνεστι | |
κἀκ τοῦδε τοῦ παραδείγματος. | ||
9.4.23 | ἐπειδὴ γὰρ ἐν γυμνασίᾳ κεῖται τὸ πλεῖστον τῆς προκειμένης γνώσεως, οὐκ ἐν τοῖς καθόλου [παραδείγμασιν] χρὴ βλέπειν ἀλλ’ ἐν 〈παραδείγμασιν〉 πολλοῖς τε καὶ ποικίλοις γυμνάζεσθαι καὶ μάλιστα παρὰ τοῖς ἄριστα μεταχειρισαμένοις | |
5 | τὴν περὶ ταῦτα τέχνην, Ἱπποκράτει τε καὶ Πλάτωνι. | |
9.5.1 | Δείξαντος οὖν τοῦ Πλάτωνος ἐν τῷ πρώτῳ τῆς Πο‐ λιτείας ἐπὶ πλειόνων παραδειγμάτων, ὧν ἐστι καὶ κυβερνη‐ τικὴ καὶ ἰατρική, τοὺς τεχνίτας ὧν 〈ἂν〉 ἄρχωσι καὶ διοικῶ‐ σιν ἐκείνοις τὴν ὠφέλειαν οὐχ ἑαυτοῖς ἐκπορίζεσθαι, κα‐ | |
5 | ταγελάσας Θρασύμαχος ποιμένων τε καὶ βουκόλων μνημο‐ νεύει τὸ ἑαυτοῖς συμφέρον, οὐ τὸ τοῖς προβάτοις τε καὶ | |
9.5.2 | βουσὶν ἐκποριζόντων. ἀλλὰ Σωκράτης ἐπιδείκνυσιν αὐτῶν σκοπὸν εἶναι καὶ τέλος ἕτερον μὲν τοῖς [παρὰ] τῇ ποιμαντικῇ τε καὶ βουκολικῇ τέχνῃ μηδὲν ἄλλο σκοπουμένοις παρὰ τὴν τῶν προβάτων τε καὶ βοῶν ὠφέλειαν, ἄλλο δὲ | |
5 | τοῖς εἰς πρᾶσιν ἢ θοίνην παρασκευάζουσι τὰ ζῷα. | |
9.5.3 | πρόδη‐ λον οὖν ὅτι καὶ ἰατρὸς ᾗ μὲν ἰατρός ἐστι ταύτῃ προνο‐ εῖται τῆς τοῦ σώματος ὑγιείας, ᾗ δὲ δι’ ἄλλο τι τοῦτο | |
9.5.4 | πράττει, κατ’ ἐκεῖνο καὶ τὴν προσηγορίαν ἕξει. τινὲς μὲν γὰρ ἕνεκα χρηματισμοῦ τὴν ἰατρικὴν τέχνην ἐργάζονται, τινὲς δὲ διὰ τὴν ἐκ τῶν νόμων αὐτοῖς διδομένην ἀλειτουρ‐ γησίαν, ἔνιοι δὲ διὰ φιλανθρωπίαν, ὥσπερ ἄλλοι διὰ τὴν | |
9.5.5 | ἐπὶ ταύτῃ δόξαν ἢ τιμήν. ὀνομασθήσονται τοιγαροῦν ᾗ μὲν ὑγιείας εἰσὶ δημιουργοὶ κοινῇ πάντες ἰατροί, καθόσον δὲ τὰς πράξεις ἐπὶ διαφόροις ποιοῦνται σκοποῖς, ὁ μέν τις φιλάν‐ | |
θρωπος, ὁ δὲ φιλότιμος, ὁ δὲ φιλόδοξος, ὁ δὲ χρηματιστής. | ||
9.5.6 | οὔκουν τοῖς ἰατροῖς τὸ τέλος ἐστὶν ὡς ἰατροῖς ἔνδοξον ἢ πόριμον, ὡς Μηνόδοτος 〈ὁ〉 ἐμπειρικὸς ἔγραψεν, ἀλλὰ Μηνο‐ δότῳ μὲν τοῦτο, Διοκλεῖ δ’ οὐ τοῦτο, καθάπερ οὐδὲ Ἱππο‐ κράτει καὶ Ἐμπεδοκλεῖ οὐδ’ ἄλλοις τῶν παλαιῶν οὐκ ὀλί‐ | |
5 | γοις ὅσοι διὰ φιλανθρωπίαν ἐθεράπευον τοὺς ἀνθρώπους. | |
9.5.7 | γυμνασάμενος οὖν ἐν τοῖς τοιούτοις τις παραδείγμασι, πάμ‐ πολλα δ’ ἐστὶ παρ’ Ἱπποκράτει καὶ Πλάτωνι, ῥᾳδίως κατ‐ | |
όψεται τά τε ἴδια τέχνης ἑκάστης καὶ τὰ κοινά. | ||
9.5.8 | πρὸς μὲν γὰρ Θρασύμαχον ἐν τῷ πρώτῳ τῆς Πολιτείας Σωκρά‐ της διαλεγόμενος ἔδειξεν ἐπὶ ποιμένων τε καὶ βουκόλων ὡς κοινωνοῦσι μὲν καθόσον εἰσὶ ποιμένες καὶ βουκόλοι, δια‐ | |
5 | φέρονται δὲ καθόσον ὁ μὲν ὡς χρηματιστής, ὁ δ’ ὡς [ἵνα] | |
καταδαίσηται, κατασκευάζουσιν αὐτὰ πίονα. | ||
9.5.9 | κατὰ μέντοι τὸ περὶ ἀγμῶν 〈Ἱπποκράτησ〉 διὰ πλειόνων ἔδειξεν ἡμᾶς διακρί‐ νειν τά τε κοινὰ καὶ τὰ ἴδια. κατὰ δὲ τὰς τέχνας τοῦτ’ ἔστιν εἰ | |
5 | ὅμοιά τ’ εἰσὶ καὶ ἀνόμοια· ἓν γάρ ἐστι τῇ δυνάμει τὰ τρία ταῦτα σκέμματα, τό τε περὶ τῶν κοινῶν καὶ ἰδίων καὶ τὸ διακρίνειν εἰ ὅμοια ἢ ἀνόμοια τὰ παραβαλλόμενα πράγ‐ ματά εἰσι, καὶ τρίτον ἐπὶ τούτοις τί ταὐτὸν ἐν αὐτοῖς | |
9.5.10 | ἐστι καὶ τί ἕτερον. εἰώθασι γὰρ οἱ Ἕλληνες ὅμοια καλεῖν | |
ἐνίοτε τὰ ταὐτὸν ἔχοντά τι, καὶ τά γε παραδείγματα κατὰ ταὐτὸν ἐν τοῖς παραβαλλομένοις ἐκέλευσεν ἡμᾶς ὁ Πλάτων | ||
9.5.11 | ποιεῖσθαι. γειτνιᾷ δέ πως τούτῳ τῷ σκέμματι καὶ τὸ κατὰ τὴν διαιρετικὴν ὀνομαζομένην μέθοδον ἧς τὴν μὲν γυμνα‐ σίαν ὁ Πλάτων ἐν Σοφιστῇ καὶ Πολιτικῷ πεποίηται, τὴν δὲ ἐξ αὐτῆς χρείαν ἐπέδειξεν οὐκ ἐν τούτοις μόνον, ἀλλὰ σα‐ | |
5 | φέστατα μὲν ἅμα καὶ τελεώτατα κατά τε Φίληβον καὶ Φαῖ‐ δρον, οὐ μὴν 〈ἀλλὰ〉 καὶ κατὰ τὴν Πολιτείαν τε καὶ ἄλλ’ | |
ἄττα τῶν συγγραμμάτων. | ||
9.5.12 | ἐν μὲν οὖν τῷ Σοφιστῇ καὶ τῷ Πολιτικῷ διδάσκει πῶς ἄν τις ἀντὶ τῆς προσηγορίας ἑρμη‐ νεύοι λόγῳ σαφεῖ τε ἅμα καὶ συντόμῳ τὸ σημαινόμενον αὐτῆς, ὅντινα λόγον ὁρισμόν τε καὶ ὅρον ἐξαιρέτως ἐκά‐ | |
5 | λεσαν οἱ μετὰ Πλάτωνα. | |
9.5.13 | ἐν δὲ τῷ Φιλήβῳ καὶ τῷ Φαίδρῳ δείκνυσιν εἰς τεχνῶν σύστασιν ἀναγκαιοτάτην εἶναι τὴν διαιρετικὴν καὶ συνθετικὴν θεωρίαν γεγυμνάσθαι τε κελεύει διττῶς κατ’ αὐτὴν ἀπὸ μὲν τοῦ πρώτου καὶ γενικωτάτου | |
5 | καταβαίνοντας ἐπὶ τὰ μηκέτι τομὴν δεχόμενα διὰ τῶν ἐν τῷ μεταξὺ διαφορῶν, δι’ ὧν καὶ τοὺς ὁρισμοὺς τῶν εἰδῶν ἐδεδείχειν συνισταμένους ἐν Σοφιστῇ καὶ Πολιτικῷ, ἔμπαλιν δ’ ἀπὸ τῶν εἰδικωτάτων πολλῶν ὄντων ἀναβαίνοντας ἐπὶ τὸ πρῶτον γένος κατὰ σύνθεσιν· ὁδὸν μὲν γὰρ εἶναι μίαν | |
10 | ἀμφοῖν, ὁδοιπορίαν δὲ διττὴν ἀπὸ θατέρου τῶν πρώτων ἐπὶ | |
θάτερον ἐναλλὰξ ἰόντι. | ||
9.5.14 | λέγει δὲ περὶ αὐτῶν ἐν μὲν τῷ Φαίδρῳ κατὰ τήνδε τὴν λέξιν· ”—ἐμοὶ δὲ φαίνεται τὰ μὲν ἄλλα τῷ ὄντι παιδιᾷ πεπαῖχθαι· τούτων δέ τινων ἐκ τύχης ῥηθέντων δυοῖν εἰδῶν, εἰ αὐτοῖν τὴν δύναμιν τέχνῃ λαβεῖν | |
9.5.15 | δύναιτό τις, οὐκ ἄχαρι. —τίνων δή; —εἰς μίαν τε ἰδέαν συν‐ ορῶντα ἄγειν τὰ πολλαχῇ διεσπαρμένα, ἵν’ ἕκαστον ὁριζό‐ μενος δῆλον ποιῇ περὶ οὗ ἂν ἀεὶ διδάσκειν ἐθέλῃ, ὥσπερ τὰ νῦν δὴ περὶ ἔρωτος ὅ ἐστιν ὁρισθέν, εἴτε εὖ εἴτε κα‐ | |
5 | κῶς ἐλέχθη, τὸ γοῦν σαφὲς καὶ τὸ αὐτὸ αὑτῷ ὁμολογού‐ | |
μενον διὰ ταῦτα ἔσχεν εἰπεῖν ὁ λόγος. | ||
9.5.16 | —τὸ δ’ ἕτερον δὴ εἶδος τί λέγεις, ὦ Σώκρατες; —τὸ πάλιν κατ’ εἴδη δύνασθαι διατέμνειν, κατὰ ἄρθρα ᾗ πέφυκε καὶ μὴ ἐπιχειρεῖν κα‐ ταγνύναι μέρος μηδὲν κακοῦ μαγείρου τρόπῳ χρώμενον.” | |
9.5.17 | ταῦτα μὲν οὖν καθόλου περὶ τῆς διαιρετικῆς τε καὶ συνθε‐ τικῆς μεθόδου λέλεκται τῷ Πλάτωνι. μεταβὰς δ’ ἐπὶ τὴν ῥητορικὴν τέχνην, εἴη δ’ ἂν ἡμῖν ἕν τι τοῦτο παράδειγμα | |
9.5.18 | τῆς ὅλης πραγματείας, τάδε γράφει· ”—ἐπειδὴ λόγου δύναμις τυγχάνει ψυχαγωγία οὖσα, τὸν μέλλοντα ῥητορικὸν ἔσεσθαι | |
ἀνάγκη εἰδέναι ψυχὴ ὅσα εἴδη ἔχει. ἔστιν οὖν τόσα καὶ | ||
5 | τόσα καὶ τοῖα καὶ τοῖα, ὅθεν οἱ μὲν τοιοίδε οἱ δὲ τοιοίδε γίγνονται. τούτων δ’ οὕτω διῃρημένων λόγων αὖ τόσα καὶ | |
9.5.19 | τόσα ἐστὶν εἴδη, τοιόνδε δὲ ἕκαστον. οἱ μὲν οὖν τοιοίδε ὑπὸ τοιῶνδε λόγων διὰ τήνδε τὴν αἰτίαν εἰς τὰ τοιάδε εὐπει‐ θεῖς, οἱ δὲ τοιοίδε διὰ τάδε δυσπειθεῖς. δεῖ δὴ ταῦτα ἱκα‐ νῶς νοήσαντα μετὰ ταῦτα θεώμενον αὐτὰ ἐν ταῖς πράξε‐ | |
5 | σιν ὄντα τε καὶ πραττόμενα ὀξέως δύνασθαι ἐπακολουθεῖν τῇ αἰσθήσει ἢ μηδὲν εἶναι πω πλέον αὐτῷ ὧν τότε ἤκουε | |
λόγων ξυνών. | ||
9.5.20 | ὅταν δ’ εἰπεῖν τε ἱκανῶς ἔχῃ οἷος ὑφ’ οἵων πείθεται παραγιγνόμενόν τε δυνατὸς ᾖ διαισθανό‐ μενος ἑαυτῷ ἐνδείκνυσθαι ὅτι οὗτός ἐστι καὶ αὕτη ἡ φύ‐ σις περὶ ἧς τότε ἦσαν οἱ λόγοι νῦν ἔργῳ παροῦσά σοι, | |
5 | ᾗ προσοιστέον τούσδε ὧδε τοὺς λόγους ἐπὶ τὴν τῶνδε πειθώ, πάντα δὴ ταῦτ’ ἔχοντι, προσλαβόντι καιροὺς τοῦ πότε λεκτέον καὶ ἐπισχετέον βραχυλογίας τε [καὶ] αὖ καὶ ἐλεεινο‐ λογίας καὶ δεινώσεως ἑκάστων τε ὅσα ἂν εἴδη λόγων μάθῃ, τούτων τὴν εὐκαιρίαν τε καὶ ἀκαιρίαν διαγνόντι | |
10 | καλῶς τε καὶ τελέως ἐστὶν ἡ τέχνη ἀπειργασμένη, πρότερον | |
δ’ οὔ. | ||
9.5.21 | ἀλλ’ ὅ τι ἂν αὐτῶν τις ἐλλείπῃ λέγων ἢ διδάσκων ἢ γράφων, φῇ δὲ τέχνῃ λέγειν, ὁ μὴ πειθόμενος κρατεῖ.” | |
9.5.22 | ταῦτα οὖν αὐτῷ λέλεκται περὶ τῆς ῥητορικῆς ἐνταῦθα δι‐ δάσκοντι πῶς ἄν τις αὐτὴν ἄριστα συστήσαιτο μεθόδῳ χρώμενος, οὐ καθάπερ οἱ πολλοὶ δι’ ἐμπειρίας τε καὶ τρι‐ | |
9.5.23 | βῆς. ἔτι τε πρὸς τούτοις κατωτέρω μετὰ τὸ διελθεῖν ἐν τῷ μεταξὺ χρήσιμα πολλὰ συγκεφαλαιούμενος αὐτὰ κατὰ | |
λέξιν οὕτως ἔφη· | ||
9.5.24 | “ὥστ’ εἰ μὲν ἄλλο τι περὶ τέχνης λόγων λέγεις, ἀκούοιμεν ἄν, εἰ δὲ μή, οἷς νῦν δὴ διήλθομεν πεισόμεθα, ὡς ἐὰν μή τις τῶν τ’ ἀκουσομένων τὰς φύσεις διαριθμήση‐ ται καὶ κατ’ εἴδη τε διαιρεῖσθαι τὰ ὄντα καὶ μιᾷ ἰδέᾳ ἀδύ‐ | |
5 | νατος ᾖ καθ’ ἓν ἕκαστον περιλαμβάνειν, οὔποτ’ ἔσται τεχνι‐ | |
9.5.25 | κὸς λόγων πέρι καθόσον δυνατὸν ἀνθρώπῳ.” ἐν τούτῳ μὲν τῷ βιβλίῳ διὰ συντόμων ἐδήλωσε περί τε τῆς τῶν τεχνῶν ἁπασῶν καθόλου συστάσεως καὶ περὶ τῆς ῥητορικῆς, ἀκριβέστατα δὲ τὸν λόγον ὅλον ἐν τῷ Φιλήβῳ διῆλθεν. | |
5 | ἐγὼ δὲ ἀπὸ τῶν ἐπικαιροτάτων ἄρξομαι παραγράψας αὐτοῦ | |
πρώτην τήνδε τὴν ῥῆσιν· | ||
9.5.26 | ”—φωνὴ μὲν ἡμῖν ἐστί που μία διὰ τοῦ στόματος ἰοῦσα καὶ ἄπειρος αὖ πλήθει πάντων τε καὶ ἑκάστου. —τί μήν; —καὶ οὐδὲν ἑτέρῳ γε τούτων ἐσμέν πω σοφοί, οὔτε ὅτι τὸ ἄπειρον αὐτῆς ἴσμεν οὔθ’ ὅτι τὸ ἕν· | |
5 | ἀλλ’ ὅτι ὁπόσα τέ ἐστι καὶ ὁποῖα, τοῦτο ἔστι τὸ γραμμα‐ τικὸν ἕκαστον ποιοῦν ἡμῶν. —ἀληθέστατα. —καὶ μὴν καὶ τὸ μουσικὸν ὃ τυγχάνει ποιοῦν, τοῦτ’ ἔστι ταὐτόν. —πῶς; | |
9.5.27 | φωνὴ μέν που καὶ τὸ κατ’ ἐκείνην τὴν τέχνην ἐστὶ μία ἐν αὐτῇ. —πῶς δ’ οὔ; —δύο δὲ θῶμεν, βαρὺ καὶ ὀξύ, καὶ τρί‐ | |
τον ὁμότονον· ἢ πῶς; —οὕτως. —ἀλλ’ οὔπω σοφὸς ἂν εἴης | ||
5 | τὴν μουσικὴν εἰδὼς ταῦτα μόνα, μὴ εἰδὼς δέ, ὡς ἔπος | |
9.5.28 | εἰπεῖν, εἰς ταῦτα οὐδενὸς ἄξιος ἔσῃ. —οὐ γὰρ οὖν. —ἀλλ’ ὦ φίλε ἐπειδὰν λάβῃς ὁπόσα τὰ διαστήματά ἐστι τὸν ἀριθμὸν τῆς φωνῆς ὀξύτητός τε πέρι καὶ βαρύτητος καὶ ὁποῖα καὶ τοὺς ὅρους τῶν διαστημάτων καὶ τὰ ἐκ τούτων | |
5 | ὅσα συστήματα γέγονεν, ἃ κατιδόντες οἱ πρόσθεν παρέ‐ δοσαν ἡμῖν τοῖς ἑπομένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρμονίας, ἔν τε ταῖς κινήσεσιν αὖ τοῦ σώματος ἕτερα τοιαῦτα ἐνόντα πάθη γιγνόμενα, ἃ δὴ δι’ ἀριθμῶν μετρηθέντα δεῖν αὖ φασι ῥυθμοὺς καὶ μέτρα ἐπονομάζειν καὶ ἅμα ἐννοεῖν | |
10 | ὡς οὕτω δεῖ περὶ παντὸς ἑνὸς καὶ πολλῶν σκοπεῖν· ὅταν γὰρ ταῦτά τε λάβῃς οὕτω, τότε ἐγένου σοφός· ὅταν δ’ ἄλλο τῶν ὄντων ὁτιοῦν ταύτῃ σκοπούμενος ἕλῃς, οὕτως ἔμ‐ | |
9.5.29 | φρων περὶ τούτου γέγονας. τὸ δ’ ἄπειρόν σε ἑκάστων καὶ ἐν ἑκάστοις πλῆθος ἄπειρον ἑκάστοτε ποιεῖ τοῦ φρονεῖν καὶ οὐκ ἐλλόγιμον οὐδ’ ἐνάριθμον, ἅτ’ οὐκ εἰς ἀριθμὸν | |
9.5.30 | οὐδένα ἐν οὐδενὶ πώποτε ἀπιδόντα. —κάλλιστα, ὦ Φίληβε, ἔμοιγε τὰ νῦν λεγόμενα εἰρηκέναι φαίνεται Σωκράτης. —καὶ ἐμοὶ ταῦτά γε αὐτά· ἀλλὰ τί δή ποτε πρὸς ἡμᾶς οὗτος ὁ | |
λόγος εἴρηται νῦν καὶ τί ποτε βουλόμενος; | ||
5 | —ὀρθῶς μέντοι τοῦθ’ ἡμᾶς, ὦ Πρώταρχε, ἠρώτησε Φίληβος. —πάνυ μὲν οὖν καὶ ἀποκρίνου γε αὐτῷ. —δράσω ταῦτα διελθὼν σμι‐ | |
9.5.31 | κρὸν ἔτι περὶ αὐτῶν τούτων. ὥσπερ γὰρ ἓν ὁτιοῦν εἴ τίς ποτε λάβοι, τούτων, ὥς φαμεν, οὐκ ἐπ’ ἀπείρου φύσιν [ἀεὶ] δεῖ βλέπειν εὐθὺς ἀλλ’ ἐπί τινα ἀριθμόν, οὕτω καὶ τὸ ἐναν‐ τίον ὅταν τις τὸ ἄπειρον ἀναγκασθῇ πρῶτον λαμβάνειν, | |
5 | μὴ ἐπὶ τὸ ἓν τοῦτο εὐθὺς ἀλλ’ ἐπ’ ἀριθμὸν αὖ τινα πλῆθος ἕκαστον ἔχοντά τι κατανοεῖν, τελευτᾶν τ’ ἐκ πάντων εἰς ἕν. | |
πάλιν δὲ ἐν τοῖς γράμμασι τὸ νῦν λεγόμενον λάβωμεν. | ||
9.5.32 | —πῶς; —ἐπειδὴ φωνὴν ἄπειρον κατενόησεν εἴτε τις θεὸς εἴτε καὶ θεῖος ἄνθρωπος, ὡς λόγος ἐν Αἰγύπτῳ Θεύθ τινα τού‐ των γενέσθαι λέγων, ὃς πρῶτος τὰ φωνήεντα ἐν τῷ ἀπείρῳ κατενόησεν οὐχ ἓν ὄντα ἀλλὰ πλείω, καὶ πάλιν ἕτερα φω‐ | |
5 | νῆς μὲν οὔ, φθόγγου δὲ μετέχοντά τινος, ἀριθμὸν δέ τινα καὶ τούτων εἶναι· τρίτον δὲ εἶδος γραμμάτων διεστήσατο τὰ νῦν λεγόμενα ἄφωνα ἡμῖν· τὸ μετὰ τοῦτο διῄρει τά τε ἄφωνα καὶ ἄφθογγα μέχρις ἑνὸς ἑκάστου καὶ τὰ φω‐ νήεντα καὶ τὰ μέσα κατὰ τὸν αὐτὸν τρόπον, ἕως ἀριθμὸν | |
10 | αὐτῶν λαβὼν ἑνί τε ἑκάστῳ καὶ σύμπασι στοιχεῖον ἐπωνό‐ | |
μασε. | ||
9.5.33 | καθορῶν δ’ ὡς οὐδεὶς ἡμῶν οὐδ’ ἂν ἓν αὐτὸ καθ’ ἑαυτὸ ἄνευ πάντων αὐτῶν μάθοι, τοῦτον τὸν δεσμὸν αὖ λογισάμενος ὡς ὄντα ἕνα καὶ ταῦτα πάντα ἕν πως ποι‐ οῦντα, μίαν ἐπ’ αὐτοῖς ὡς οὖσαν γραμματικὴν τέχνην | |
9.5.34 | ἐπεφθέγξατο προσειπών.” ταῦτα μὲν ὁ Πλάτων ἔγραψεν ἐν Φιλήβῳ περὶ συστάσεως τεχνῶν, τῆς κατὰ μέθοδον δηλονότι τὴν λογικήν, οὐ τῆς ἐκ τῆς πολυχρονίου τηρήσεως | |
καὶ τῆς τῶν κατὰ μέρος ἀθροιζομένης ἐμπειρίας. | ||
9.5.35 | ὅτι δ’ οὐκ ἄνευ τοῦ γεγυμνάσθαι περὶ διαίρεσίν τε καὶ σύνθεσιν οἷόν τε γενέσθαι τὴν λογικὴν σύστασιν τῶν τεχνῶν, εὔδηλόν ἐστιν ἐξ ὧν ἄχρι τοῦ δεῦρο λέλεκταί μοι. καὶ μέντοι καὶ | |
5 | καθ’ ὅλον τὸ βιβλίον τὸν Φίληβον ἐν τοῖς ἑξῆς ἔργῳ δείκνυσι τὴν μέθοδον ἐπὶ τῆς ἡδονῆς ἁπάσας αὐτῆς τὰς | |
διαφορὰς διελθών. | ||
9.6.1 | Οὕτω δὲ καὶ ὁ Ἱπποκράτης ἔφθασεν ἐν τῷ περὶ διαί‐ της ὀξέων μεμψάμενος τοὺς Κνιδίους ἰατροὺς ὡς ἀγνοοῦν‐ τας τὰς κατ’ εἴδη καὶ γένη διαφορὰς τῶν νοσημάτων, αὐτὸς δὲ δείκνυσι τοὺς διορισμοὺς καθ’ οὓς τὸ δοκοῦν ἓν | |
5 | εἶναι πολλὰ γίγνεται τεμνόμενον, οὐκ ἐπὶ νοσημάτων μόνον ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, ἐν ᾧ τοὺς πλείστους τῶν ἐνδοξοτάτων ἰατρῶν εὑρεῖν ἐστιν ἐσφαλμένους ἄχρι καὶ τῶν | |
βοηθημάτων. | ||
9.6.2 | ἔνιοι μὲν γὰρ ἐπὶ τὰς κατὰ μέρος αὐτῶν ἐλ‐ θόντες χρείας ἀμέθοδον εἰργάσαντο τὴν διδασκαλίαν, ἔνιοι δὲ τὸ κοινότατον εἰπόντες ἄχρι μὲν τῆς προχείρου φαντα‐ σίας μεθοδικώτερον ἐποιήσαντο τὸν λόγον, τῇ ἀληθείᾳ δὲ | |
9.6.3 | μοχθηρότερον. ἐντεῦθεν δὲ διεφώνησαν ἀλλήλοις, ἔνιοι μὲν ὡς οἰκεῖον βοήθημα τοῦδέ τινος τοῦ πάθους, οἷον, εἰ τύχοι, πλευρίτιδος, ἀποφηνάμενοι τὴν φλεβοτομίαν, ἔνιοι δὲ τὴν κά‐ θαρσιν, ὥσπερ γε καὶ πυρίαν οἱ μὲν διὰ σπόγγων, οἱ δὲ | |
5 | διὰ τῶν καλουμένων ὑπὸ τῶν ἰατρῶν μαρσίπων ἤ τινος | |
ἑτέρου. | ||
9.6.4 | κατὰ ταὐτὰ δὲ καὶ περὶ λουτρῶν καὶ περὶ ἀλου‐ τίας διηνέχθησαν ὀξυμέλιτός τε καὶ μελικράτου καὶ ὕδατος καὶ οἴνου καὶ πτισάνης ἤτοι τοῦ διηθημένου χυλοῦ μόνου διδόντες ἢ τῆς κριθώδους μόνης, οἱ δὲ καὶ σιτίων, ἄλλως | |
5 | ἄλλου διορισαμένου τάς τε διαφορὰς τῶν καμνόν‐ των καὶ τῶν εἰρημένων, 〈ὧν〉 ἔδειξε | |
9.6.5 | χρῇζον τὸ τῆς πλευρίτιδος πάθος. ὅπως μὲν οὖν αὐ‐ τὸς διῆλθεν ἀτακτότερον πρῶτος εὑρίσκων, ἐν τοῖς ὑπομνή‐ μασιν ἐξήγημαι τοῦ περὶ διαίτης ὀξέων, ὅ τινες μὲν ἐπιγρά‐ φουσι πρὸς τὰς Κνιδίας γνώμας, ἔνιοι δὲ περὶ πτισάνης, | |
5 | ἑκάτεροι μοχθηρῶς. | |
9.6.6 | ἐγὼ δ’ ἵνα καὶ τούτου τοῦ λόγου ἔχωσι διὰ συντόμων σαφῆ τὴν διδασκαλίαν οἱ φιλομαθεῖς, οὐκ ὀκνήσω δηλῶσαι τὰ κεφάλαια. τῶν γάρ τοι πλευρι‐ τικῶν ἄρτι μὲν ἀρχομένων ὀδυνᾶσθαι τὴν πλευράν, ὡς ἂν οὐ‐ | |
5 | δέπω τῆς διαθέσεως οὔσης σαφοῦς, ἀποπειρᾶσθαι κελεύει τῶν πυριάσεών τε καὶ θερμασμάτων ὀνομαζομένων καὶ διῆλθεν αὐτὸς τὴν ὕλην· εἶτα ἂν μὴ λύηται σκεψάμε‐ νον εἴτε “νεοβρῶτι ἐόντι” καὶ εἴτε “ὑποκεχωρηκυίας τῆς κοιλίας” | |
εἴτε μή, διδάσκει τί ποιητέον ἐστίν. | ||
9.6.7 | ἐὰν δὲ μὴ ὑπείκῃ πρὸς ταῦτα, διορισμοὺς ἔγραψε τῶν τε φλεβοτομίας δεο‐ μένων καὶ τῶν καθάρσεως ἐπὶ τίνων τε χρὴ μελικράτῳ ποτῷ χρῆσθαι ἢ ὀξυμέλιτι ἢ ὕδατι μέχρι κρίσεως μηδε‐ | |
5 | μίαν διδόντα τροφήν, ἐπὶ τίνων τε χυλῷ πτισάνης ἢ τῇ κριθῇ χρηστέον τηνικαῦτα καὶ σιτία δοτέον ἐστί· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ περὶ οἴνου δόσεως διορίζεται τίσι τε χρὴ διδόναι καὶ τίσι μὴ καὶ ὁπότε καὶ ὁποῖον· ὡσαύτως δὲ | |
καὶ περὶ λουτρῶν ὅσα τ’ ἄλλα τοιαῦτα. | ||
9.6.8 | διττῆς δ’ οὔσης ἁμαρτίας ἐν ταῖς διαιρέσεσι διὰ τὸ τοὺς μὲν ἐλλιπέστερον τέμνειν, τοὺς δ’ ὑπερβάλλειν εἰς οὐκ οἰκεῖον τῷ τεμνομένῳ πλῆθος, ἑκάτερον αὐτῶν ὁ Ἱπποκράτης μεμφόμενος ἐν ἀρχῇ | |
9.6.9 | μὲν τοῦ βιβλίου τάδε φησί· “τὰς μέντοι πολυτροπίας τὰς ἐν ἑκάστῃσι τῶν νούσων καὶ τὴν πολυσχιδίαν αὐτῶν οὐκ ἠγνόουν ἔνιοι, τοὺς δ’ ἀριθμοὺς ἑκάστου τῶν νοσημάτων | |
9.6.10 | σάφα ἐθέλοντες φράζειν οὐκ ὀρθῶς ἔγραψαν. μὴ γὰρ καὶ οὐκ εὐαρίθμητον ᾖ, εἰ τουτέῳ τις σημανεῖται τὴν τῶν καμνόντων νοῦσον, 〈τῷ〉 τὸ ἕτερον τοῦ ἑτέρου διαφέρειν τι, [τὸ] μὴ | |
τωὐτὸ δὲ νόσημα δοκέειν εἶναι, ἢν μὴ τωὐτὸ οὔνομα ἔχῃ.” | ||
9.6.11 | ἐπὶ δὲ τῶν ἰημάτων ἔμπαλιν ὡς ἐλλιπόντων αὐτῶν ὧδέ πώς φησι· “καὶ οὐ μόνον διὰ τοῦτο οὐκ ἐπαινέω, ἀλλ’ | |
9.6.12 | ὅτι καὶ ὀλίγοισι τὸν ἀριθμὸν τοῖσιν ἄκεσι χρέονται.” μετὰ δὲ ταῦτα προβαλὼν τὸ 〈ἐν〉 τῷ προβλήματι χρησιμώτατον οὐ σαφῶς αὐτοῦ τὴν λύσιν ἔγραψεν καὶ διὰ τοῦτ’ ἠγνοήθη | |
9.6.13 | πολλοῖς τῶν ἰατρῶν ὅλη τοῦ προβλήματος ἡ δύναμις. ἐξη‐ γησάμην μὲν οὖν ὅλον τὸν λόγον τοῦτον ἐν τῷ πρώτῳ περὶ διαίτης ὀξέων ὑπομνήματι, συντόμως δ’ αὐτοῦ καὶ νῦν εἰπεῖν ἀναγκαῖόν ἐστι τὴν δύναμιν. αὐτὸ μὲν τὸ πρόβλημα | |
5 | κατὰ τήνδε τὴν λέξιν ἔγραψεν ὁ Ἱπποκράτης· | |
9.6.14 | “δοκεῖ δέ μοι ἄξια γραφῆς εἶναι καὶ μάλιστα ὁκόσα τε ἀκαταμάθητά ἐστι τοῖσιν ἰητροῖσιν, ἐπίκαιρα ἐόντα εἰδέναι, καὶ ὁκόσα | |
9.6.15 | μεγάλας ὠφελείας φέρει ἢ μεγάλας βλάβας. ἀκαταμάθητα δ’ ἐστὶ καὶ τάδε· διὰ τί ἄρα ἐν τῇσιν ὀξείῃσι νούσοισιν οἱ μέν τινες τῶν ἰητρῶν πάντα τὸν αἰῶνα διατελοῦσι πτι‐ σάνην διδόντες ἀδιήθητον καὶ νομίζουσιν ὀρθῶς ἰητρεύειν, | |
5 | οἱ δέ τινες περὶ παντὸς ποιοῦνται ὅπως κριθὴν μηδεμίην καταπίνῃ ὁ κάμνων, μεγάλην γὰρ βλάβην ἡγέονται εἶναι, | |
ἀλλὰ δι’ ὀθονίου τὸν χυλὸν διηθέοντες διδόασιν· οἱ δ’ αὖ τινες αὐτέων οὔτ’ ἂν πτισάνην παχεῖαν δοῖεν οὔτ’ αὖ χυλόν, | ||
10 | οἱ μὲν μέχρι ἂν ἑβδομαῖος ὁ κάμνων γένηται, οἱ δὲ καὶ | |
9.6.16 | διὰ τέλους ἄχρι ἂν κριθῇ ἡ νοῦσος. μάλα μὲν οὖν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἰθισμένοι εἰσὶν οἱ ἰητροί, ἴσως δ’ οὐδὲ προβαλλόμενα εὑρίσκεται. (καίτοι δια‐ βολήν γ’ ἔχει ὅλη ἡ τέχνη πρὸς τῶν δημοτέων μεγάλην | |
5 | 〈ὡσ〉 μηδὲ δοκεῖν ὅλως ἰητρικὴν εἶναι.) ὥστ’ ἔν γε τοῖσιν ὀξυτάτοισιν τῶν νοσημάτων τοσόνδε διοίσουσιν ἀλλήλων οἱ χειρώνακτες, ὥστε ἃ ὁ ἕτερος προσφέρει ἡγεύμενος ἄριστα | |
εἶναι, ταῦτα νομίζειν ἤδη τὸν ἕτερον κακὰ εἶναι.” | ||
9.6.17 | καὶ μετ’ ὀλίγα, “φημὶ δὴ πάνκαλον εἶναι τοῦτο τὸ σκέμμα, ἠδελφισμένον τοῖσι πλείστοισι τῶν ἐν τῇ τέχνῃ καὶ ἐπικαι‐ ροτάτοισι· καὶ γὰρ τοῖσι νοσέουσι πᾶσιν ἐς ὑγίειάν τι μέγα | |
5 | δύνασθαι καὶ τοῖσιν ὑγιαίνουσιν ἐς ἀσφάλειαν καὶ τοῖσιν | |
9.6.18 | ἀσκέουσιν ἐς εὐεξίην καὶ ἐς ὅ τι ἕκαστος ἐθέλει.” τὸ περὶ τῆς διαφωνίας, φησί, τῶν τεχνιτῶν σκέμμα μεγίστην ἔχει δύναμιν οὐ μόνοις τοῖς νοσοῦσιν ἐς ὑγιείας κτῆσιν, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν, ἐς φυλακὴν αὐτῆς δηλονότι, καὶ τοῖς | |
5 | ἀσκοῦσιν ἐς εὐεξίην τοῦ σώματος πρός τε τὴν κτῆσιν αὐ‐ | |
τῆς καὶ διαμονήν· εἶτα προσέθηκε “καὶ ἐς ὅ τι ἕκαστος ἐθέλει,” δηλῶν ἡμῖν οὐ μόνον εἰς ἰατρικὴν ἀλλὰ καὶ τὰς ἄλλας | ||
9.6.19 | τέχνας ἐκτετάσθαι τὸ σκέμμα καὶ τὴν λύσιν αὐτοῦ. θαυ‐ μάσαι γάρ ἐστι διὰ τί τέχνην μετιόντες οἱ ἰητροὶ καθ’ ἣν τῇ πείρᾳ τὰ προσφερόμενα βοηθήματα κριθῆναι δύναται, πότερον ὠφέλησεν ἢ ἔβλαψεν, ὅμως ἐναντιωτάτας ἀποφάσεις | |
5 | ἐποιήσαντο περὶ τῶν ὠφελούντων τε καὶ βλαπτόντων. | |
9.6.20 | ἐν μὲν γὰρ φιλοσοφίᾳ μὴ πεπαῦσθαι τὰς πλείστας τῶν διαφωνιῶν οὐδὲν θαυμαστόν, ὡς ἂν μὴ δυναμένων τῶν πραγμάτων ἐναργῶς κριθῆναι τῇ πείρᾳ καὶ διὰ τοῦτο τινῶν μὲν ἀπο‐ | |
5 | φηναμένων ἀγέννητον εἶναι τὸν κόσμον, τινῶν δὲ γεννητόν, ὥσπερ γε καὶ τινῶν μὲν οὐδὲν ἔξωθεν αὐτοῦ περιέχον εἶναι, τινῶν δὲ εἶναι λεγόντων καὶ τούτων αὐτῶν [περιεχόμενόν τι φάντων] ἐνίων μὲν κενὸν ἀποφηναμένων εἶναι τοῦτο μηδεμίαν οὐσίαν ἔχον ἐν ἑαυτῷ, τινῶν δὲ κόσμους | |
10 | ἄλλους ἀριθμῷ ἀπεριλήπτους, ὡς εἰς ἄπειρον ἐκτετάσθαι | |
πλῆθος. | ||
9.6.21 | αἰσθήσει γὰρ ἐναργεῖ τὴν τοιαύτην διαφωνίαν ἀδύνατον κριθῆναι. οὐ μὴν ὅμοιόν γέ ἐστι τὸ τῆς ὠφελείας καὶ βλάβης τῶν προσφερομένων τοῖς σώμασιν ἰαμάτων εἰς διαφωνίαν ἀφικόμενον ἐν τοῖς ἰατροῖς, δυναμένοις γ’ αὐτῶν | |
9.6.22 | κρῖναι τῇ πείρᾳ τό τ’ ὠφελοῦν καὶ τὸ βλάπτον. τούτου τοίνυν τοῦ ζητήματος ἡ λύσις οὐ πάνυ τι σαφῶς εἴρηται τῷ Ἱπποκράτει καὶ διὰ τοῦτο σχεδὸν ἅπαντας ἔλαθε τοὺς | |
ἐξηγησαμένους τὸ βιβλίον. | ||
9.6.23 | ἐστὶ δὲ τοιάδε· τῶν νοσούντων ἔνιοι μὲν ἀσιτίας χρῄζουσιν ἄχρις ἂν ἡ νοῦσος κριθῇ, τινὲς δὲ τροφῆς καὶ τούτων ἔνιοι μὲν τῆς κριθώδους πτισάνης, ἔνιοι δὲ τοῦ χυλοῦ μόνου, καθάπερ γε καὶ στερεωτέρας | |
5 | ἔνιοι, καὶ μέντοι καί τινες μὲν ὀξυμέλιτος ἢ μελικράτου, | |
9.6.24 | τινὲς δ’ ὕδατος ἢ οἴνου. διὰ τοῦτο τοῖς ἰατροῖς, ὅσοι τῇ πείρᾳ μόνῃ τὴν τέχνην συνεστήσαντο, χρήσιμον ἔδοξεν ἐκεῖ‐ νο μόνον ὃ κατὰ τύχην αὐτοῖς ἐφάνη πλεονάκις ὠφελῆ‐ | |
σαν. | ||
5 | οὐδὲ γὰρ ἐπὶ τοὐναντίον εἶδος ἀφικέσθαι τῆς διαίτης τολμῶσιν ὡς κἀκείνου πειραθῆναι, τὴν ἀτυχίαν δεδιότες. | |
9.6.25 | μόνος οὖν ὁ τήν τε φύσιν εἰδὼς τοῦ κάμνοντος καὶ τὴν τοῦ νοσήματος διάθεσιν καὶ τὴν τοῦ προσαχθησομένου βοη‐ θήματος δύναμιν ἔτι τε τὸν καιρὸν ἐν ᾧ χρηστέον αὐτῷ, τολμῆσαι δυνήσεται χρησάμενος τῷ λογικῶς ἐπινοηθέντι | |
9.6.26 | βοηθήματι τῇ πείρᾳ βεβαιῶσαι τὴν ἐλπίδα. ὥστε μόνος εὑρήσει τῆς τε διαφωνίας τὴν αἰτίαν καὶ τοὺς διορισμοὺς | |
οἷς προσέχων τις ἐπὶ τὸ τῷ κάμνοντι συμφέρον ἀφίξεται. | ||
9.6.27 | τῶν δ’ ἄλλων οὐδεὶς γνώσεται τοῦτο· τοῖς [τε] γὰρ ἐγνωσμέ‐ νοις διὰ πείρας ἐπιμένοντες ἐκεῖνα μόνα παραλαμβάνουσιν αἰτιώμενοι φύσιν ἢ τύχην ἤ τι τοιοῦτον τῆς βλάβης αἴτιον | |
9.6.28 | γενέσθαι. τοῦτ’ οὖν αὐτὸ καὶ κατὰ τὸ περὶ ἀγμῶν ἐδήλω‐ σεν ὁ Ἱπποκράτης ἐπὶ τῶν μεθ’ ἕλκους καταγμάτων ἐν τῇδε τῇ ῥήσει· “ἄλλοι δέ τινές εἰσιν οἳ ὀθονίοισι τὰ τοι‐ αῦτ’ ἰητρεύουσιν εὐθέως καὶ ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδέουσι | |
5 | τοῖσιν ὀθονίοισι, κατὰ τὸ ἕλκος δὲ αὐτὸ διαλείπουσι καὶ ἐῶσιν ἀνεψύχθαι· ἔπειτα καὶ ἐπιτιθέασιν ἐπὶ τὸ ἕλκος τῶν καθαρτικῶν τι καὶ σπλήνεσιν οἰνηροῖσιν ἢ ἐρίοισιν οἰσυπη‐ | |
ροῖσι θεραπεύουσιν. | ||
9.6.29 | αὕτη ἡ ἴασις κακὴ καὶ εἰκὸς τοὺς οὕ‐ τως ἰητρεύοντας τὰ μέγιστα ἀσυνετέειν καὶ ἐν τοῖσιν ἄλλοισι κατήγμασι καὶ ἐν τοῖσι τοιούτοισι. μέγιστον γάρ ἐστι τὸ γιγνώσκειν καθ’ ὁποῖον τρόπον χρὴ τὴν ἀρχὴν βάλλεσθαι | |
5 | τοῦ ὀθονίου καὶ καθ’ ὁποῖον μάλιστα πεπιέχθαι καὶ οἷά τε ὠφελέονται ἢν ὀρθῶς τις βάλληται τὴν ἀρχὴν καὶ πιέζῃ ᾗ μάλιστα χρή, καὶ οἷα βλάπτονται ἢν μὴ ὀρθῶς τις βάλ‐ ληται μηδὲ πιέζῃ 〈ᾗ μάλιστα χρή〉, ἀλλὰ ἔνθεν καὶ ἔνθεν. | |
9.6.30 | εἴρηται μὲν οὖν καὶ ἐν τοῖσι πρόσθεν γεγραμμένοισιν ὁποῖα ἀφ’ ἑκατέρων ἀποβαίνει, μαρτυρέει δὲ καὶ αὐτὴ ἡ | |
ἰητρική· ἀνάγκη γὰρ τῷ οὕτως ἐπιδεομένῳ τὸ οἶδος ἐξα‐ | ||
5 | είρεσθαι εἰς αὐτὸ τὸ ἕλκος. καὶ γὰρ εἰ ὑγιὴς χρὼς ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδεθείη, ἐν μέσῳ δὲ διαλειφθείη, μάλιστα κατὰ | |
9.6.31 | τὴν διάλειψιν οἰδήσειεν ἂν καὶ ἀχροιήσειε. πῶς οὖν οὐχὶ ἕλκος γε ταῦτ’ ἂν πάθοι; ἀναγκαίως οὖν ἔχει ἄχροον μὲν καὶ ἐκπεπιεγμένον εἶναι τὸ ἕλκος, δακρυῶδές τε καὶ ἀνεκπύητον, ὀστέα δ’ ἢν 〈καὶ μὴ〉 μέλλῃ ἀποστῆναι ἀποστατικὰ γενέσθαι· | |
5 | σφυγμῶδές τε καὶ πυρετῶδες τὸ ἕλκος ἂν εἴη. ἀναγκάζονται 〈δὲ〉 διὰ τὸ οἶδος ἐπικαταπλάσσειν· ἀσύμφορον δὲ καὶ τοῦτο τοῖσιν ἔνθεν καὶ ἔνθεν ἐπιδεομένοισιν· ἄχθος γὰρ ἀνωφελὲς | |
πρὸς τῷ ἄλλῳ σφυγμῷ ἐπιγίγνεται. | ||
9.6.32 | τελευτῶντες δ’ ἀπο‐ λύουσι τὰ ἐπιδέσματα, ὁπόταν σφιν παλινκοτέῃ, καὶ ἰητρεύ‐ ουσι τὸ λοιπὸν ἄνευ ἐπιδέσιος· οὐδὲν δὲ ἧσσον καὶ ἤν τι ἄλλο τοιοῦτον λάβωσι, τῷ αὐτῷ τρόπῳ ἰητρεύουσιν. | |
5 | οὐ γὰρ οἴονται τὴν ἐπίδεσιν τὴν ἔνθεν καὶ ἔνθεν καὶ τὴν ἀνάψυξιν αἰτίαν εἶναι τοῦ ἕλκους, ἀλλὰ ἄλλην τινὰ ἀτυ‐ | |
9.6.33 | χίην.” οὐκ οἴονται, φησί, τὴν κακὴν ἐπίδεσιν αἰτίαν εἶναι τῆς βλάβης, ἀλλ’ ἄλλην τινὰ ἀτυχίαν. διὰ τοῦτ’ οὖν οὐδ’ ἀφίστανται τῆς εἰωθυίας αὐτοῖς ἀγωγῆς, ἀλλ’ ἐπιμένουσι | |
τοῖς κακῶς ἐγνωσμένοις. | ||
9.6.34 | αὕτη μοι ἡ τοῦ προβλήματος λύσις ἐστί, καθ’ ὃ τὴν αἰτίαν ἡμᾶς σκέψασθαι τῆς ἐν τοῖς ἰάμασι δεῖ διαφωνίας, ἣν καθόλου περιλαβὼν ἄν τις εἴποι διαφορὰν εἶναι τοῦ γενικῶς νοουμένου τε καὶ λεγο‐ | |
5 | μένου καὶ προβαλλομένου πράγματος, ἐάν τε πάθος ἐάν | |
9.6.35 | τε ὕλη τις ᾖ βοηθήματος. λέγω δὲ πάθος μὲν οἷον τὴν πλευρῖτιν, ἐφ’ ἧς ὡς ἐπὶ παραδείγματος ἐποιήσατο τὸν | |
λόγον, ὕλην δὲ μελίκρατον ἢ οἶνον ἢ ὕδωρ ἢ ὀξύκρατον. | ||
9.6.36 | καθ’ ἕκαστον γὰρ τούτων ἴδιαί τινές εἰσι διαφοραί, περὶ ὧν ἁπασῶν ὁ Ἱπποκράτης οὐ μόνον δι’ ὀλίγων ῥημάτων, ἀλλὰ καὶ σαφῶς ἐδίδαξε τοὺς διορισμοὺς οἷς ἐχρῆν διαι‐ ρεῖσθαι τὰς διαφοράς. ἐμοὶ δὲ ἀρκέσει παραδείγματός τινος | |
5 | ἐξ αὐτῶν μνημονεῦσαι τοῦ περὶ τῶν οἴνων λόγου κατὰ | |
9.6.37 | τήνδε τὴν ῥῆσιν εἰρημένου· “γλυκύν τε οἶνον καὶ οἰνώδεα καὶ λευκὸν καὶ μέλανα καὶ μελίκρατον καὶ ὕδωρ καὶ ὀξύμελι τοισίδε σημαινόμενον χρὴ διορίζειν ἐν τῇσιν ὀξείῃσι | |
νούσοισιν· | ||
9.6.38 | ὁ μὲν γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώ‐ δεος καὶ ἧσσον φρενῶν ἁπτόμενος καὶ διαχωρητικώτερος δή τι τοῦ ἑτέρου κατ’ ἔντερον, μεγαλόσπλαγχνος δὲ σπληνὸς καὶ ἥπατος, οὐκ ἐπιτήδειος δ’ οὐδὲ τοῖσι πικροχόλοισι· καὶ | |
5 | γὰρ οὖν καὶ διψώδης τοῖσί γε τοιούτοις ἐστί· ἀτὰρ καὶ φυσώδης τοῦ ἐντέρου τοῦ ἄνω, οὐ μὴν πολέμιός γε τῷ κάτω ἐντέρῳ κατὰ λόγον τῆς φύσης· καίτοι οὐ πάνυ πορίμη ἐστὶν ἡ ἀπὸ τοῦ γλυκέος οἴνου φῦσα, ἀλλ’ | |
9.6.39 | ἐγχρονίζει περὶ ὑποχόνδρια. καὶ γὰρ οὖν ἧσσον οὐρητικὸς οὗτος τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ· πτυάλου δ’ | |
ἀναγωγὸς μᾶλλόν ἐστι τοῦ ἑτέρου ὁ γλυκύς. καὶ οἷσι μὲν | ||
5 | διψώδης ἐστὶ πινόμενος, ἧσσον ἂν τούτοισιν ἀνάγοι ἢ ὁ ἕτερος οἶνος, οἷσι δὲ μὴ διψώδης, μᾶλλον ἀνάγοι ἂν τοῦ | |
9.6.40 | ἑτέρου. ὁ δὲ λευκὸς οἰνώδης οἶνος ἐπῄνηται μὲν καὶ ἔψεκται τὰ πλεῖστα καὶ μέγιστα ἤδη ἐν τῇ τοῦ γλυκέος οἴνου διηγήσει· εἰς δὲ κύστιν μᾶλλον πόριμος ἐὼν τοῦ ἑτέρου καὶ διουρητικὸς δ’ ἐὼν καὶ καταρρηκτικὸς ἀεὶ πολλὰ | |
5 | προσωφελέοι ἂν ἐν ταύτῃσι τῇσι νούσοισι· καὶ γὰρ εἰ πρὸς ἄλλα ἀνεπιτηδειότερος τοῦ ἑτέρου πέφυκεν, ἀλλ’ ὅμως κατὰ κύστιν ἡ κάθαρσις ὑπ’ αὐτοῦ γιγνομένη ῥύεται, ἢν προτρέ‐ | |
πηται ὁκοῖα δεῖ. | ||
9.6.41 | καλὰ δὲ ταῦτα τεκμήριά ἐστι τὰ περὶ οἴνου καὶ ὠφελείας καὶ βλάβης, ὅσα ἀκαταμάθητα ἦν τοῖσιν ἐμεῦ γεραιτέροισιν. κιρρῷ δ’ αὖ οἴνῳ καὶ μέλανι αὐστηρῷ ἐν ταύτῃσι τῇσι νούσοισιν ἐς τάδε ἂν χρήσαιο· εἰ καρη‐ | |
5 | βαρίη μὲν μὴ ἐνείη μηδὲ φρενῶν ἅψις μηδὲ τὸ πτύαλον κωλύοιτο τῆς ὁδοῦ μηδὲ τὸ οὖρον ἴσχοιτο, διαχωρή‐ ματα δὲ πλαδαρώτερα καὶ ξυσματωδέστερα εἴη· ἐν δὲ τοῖσι τοιούτοισι πρέποι ἂν μάλιστα μεταβάλλειν ἐκ τοῦ λευκοῦ | |
καὶ ὅσα τούτοισιν ἐμφερέα. | ||
9.6.42 | προσξυνιέναι δὲ δεῖ ὅτι τὰ μὲν ἄνω πάντα καὶ τὰ κατὰ κύστιν ἧσσον βλάψει ἢν ὑδαρέ‐ στερος ᾖ, τὰ δὲ κατ’ ἔντερον καὶ μᾶλλον ὀνήσει ἢν ἀκρα‐ | |
9.6.43 | τέστερος ᾖ.” κατὰ ταῦτά φησι τὰ περὶ τῆς τῶν οἴνων δια‐ φορᾶς τε καὶ χρήσεως “ἀκαταμάθητα ἦν τοῖσιν ἐμεῦ γεραι‐ τέροισιν· ἐγὼ δὲ ταῦτα διορισμοῖσι διακρίνας τὴν ἐπ’ αὐτοῖσι | |
9.6.44 | τέχνην συνεστησάμην.” οὕτως δὲ καὶ περὶ μελικράτου καὶ μέλιτος ὕδατός τε καὶ ὀξυμέλιτος καὶ πτισάνης καὶ βα‐ λανείων ἔγραψε τοὺς διορισμοὺς μεμφόμενος τοὺς ἐπὶ πάντων τῶν ὀξέως νοσούντων ἤτοι κελεύοντας ἢ κωλύοντας | |
5 | ἑκάστῳ τῶν εἰρημένων χρῆσθαι. | |
9.6.45 | πρὸς γὰρ τὸν ἐρόμενον εἰ δοτέον οἶνον τοῖς πυρέττουσιν, ἀποκριτέον ὡς τῷδε μέν τινι δοτέον, οὐ δοτέον δὲ τῷδε· καὶ κατὰ τὸν καιρὸν ἤτοι | |
9.6.46 | δοτέον ἢ οὐ δοτέον ἐστί. ταὐτὸν δὲ τοῦτο καὶ περὶ ἡδονῆς ὁ Πλάτων ἐποίησε, τινὰς μὲν αὐτῶν φεύγειν ἡμᾶς κελεύων, τινὰς δὲ προσίεσθαι· τὰς μὲν γὰρ ἐπὶ μα‐ θήμασιν ὠφελίμοις τε καὶ καλοῖς καὶ ὅλως ἁπάσαις ταῖς | |
5 | καλαῖς πράξεσι προσίεσθαι χρή, τὰς δ’ ἐπ’ οἰνοφλυγίαις ἢ λιχνείαις ἢ ἀφροδισίοις φεύγειν, ὅσαι δὲ μηδὲν τούτων | |
ἀποκεκριμένον ἔχουσι, μήτε φεύγειν μήτε διώκειν. | ||
9.6.47 | εὑρίσκον‐ ται δὲ δηλονότι τοῦ γένους τῶν ἡδονῶν αἱ διαφοραὶ κατὰ τὴν διαιρετικὴν μέθοδον, ὡς ἐν ὅλῳ τῷ Φιλήβῳ δείκνυσιν | |
9.6.48 | ὁ Πλάτων τὰς διαφορὰς ἁπάσας αὐτῶν διδάσκων. καὶ διὰ τοῦτ’ οὖν ἔφην παρακεῖσθαι καὶ κοινωνεῖν 〈τὰ〉 κατὰ τὴν διαιρετικὴν ὁδὸν εὑρισκόμενα τοῖς κατὰ τὴν ὁμοίου γνῶσιν· ὁμοιότης μὲν γάρ ἐστι ταῖς ἡδοναῖς πρὸς ἀλλήλας, ἡ μὲν κοι‐ | |
5 | νοτάτη κατὰ τὸ γένος (ἓν γάρ τι κοινόν ἐστιν ἐν αὐταῖς, καθ’ ὃ τὴν προσηγορίαν ἐκτήσατο κοινήν), ἕτεραι δὲ κατὰ | |
τὴν ἐν ταῖς ἰδίαις διαφοραῖς ἰδέαν. | ||
9.6.49 | αἱ μὲν γὰρ ἁπλαῖ ταῖς ἁπλαῖς πρὸς τῷ κοινῷ τῆς ἡδονῆς εἴδει καὶ τὸ κατὰ τὴν ἁπλότητα προσλαβοῦσαι μείζονα τὴν ὁμοιότητα προσ‐ λαμβάνουσιν, ὥσπερ γε καὶ [ἐν] ταῖς συνθέτοις αἱ σύνθετοι καὶ | |
5 | αἱ σωματικαὶ ταῖς σωματικαῖς αἵ τε ψυχικαὶ ταῖς ψυχικαῖς αἵ τε ὠφέλιμοι ταῖς ὠφελίμοις αἵ τε βλαβεραὶ ταῖς βλαβεραῖς, ὥσπερ γε καὶ αἱ κατὰ τὰς καλὰς πράξεις καὶ αἱ κατὰ τὰς κακὰς ἀλλήλαις ἑκάτεραι· παραπλησίως δὲ καὶ αἱ μὲν κατὰ τὸ λογιστικὸν εἶδος τῆς ψυχῆς ἀλλήλαις, αἱ δὲ κατὰ τὸ | |
10 | θυμοειδὲς ἢ ἐπιθυμητικόν, ὁμοίως καὶ αἵδε κατὰ τὸν | |
αὐτὸν τρόπον ἀλλήλαις. | ||
9.6.50 | οἱ δὲ χωρὶς τοῦ τέμνειν εἰς τὰς οἰκείας διαφορὰς ἕκαστον τῶν γενῶν ἀποφηνάμενοί τι καθό‐ λου καὶ ἀδιορίστως ἰατροί τε καὶ φιλόσοφοι πολλὰ τῶν ἐναργῶς φαινομένων ὁσημέραι μαχόμενα ταῖς ἑαυτῶν ἀπο‐ | |
9.6.51 | φάσεσιν ἴσχουσιν. ὁ γὰρ ἐπαινούμενος ὑπὸ τῶν κατὰ τὰς τέχνας ἁπάντων ἀξιολόγων ἀνδρῶν διορισμὸς ἐκ τοῦ γε‐ γυμνάσθαι κατὰ τὰς δύο ταύτας θεωρίας ὑπὲρ ὧν ἐν τῷδε | |
τῷ γράμματι διῆλθον, ἀποτελεῖται. | ||
9.6.52 | λέγω δὲ δύο θεωρίας τήν τ’ ἐκ τῆς τῶν ὁμοίων τε καὶ ἀνομοίων διακρίσεως καὶ τὴν ἐκ τῆς κατὰ διαίρεσίν τε τῶν γενῶν ἄχρι τῶν ἀτόμων ὁδοῦ τῆς τ’ ἀντιστρόφου ταύτῃ συνθέσεως, δηλονότι 〈τῆσ〉 ἐκ | |
5 | τῶν κατὰ μέρος ἐπὶ τὸ πρῶτον γένος ἀνόδου διὰ τῶν ἐν | |
9.6.53 | τῷ μεταξὺ διαφορῶν. καὶ ταύτας ἀμφοτέρας τὰς μεθόδους κάλλιστα καὶ ἄριστα τῶν ἔμπροσθεν ἰατρῶν τε καὶ φιλο‐ σόφων Ἱπποκράτης τε καὶ Πλάτων εὗρον ἐπέδειξάν τε πολλὰ 〈κατὰ τὰ〉 συγγράμματα ψευδῶς λεγόμενα πρὸς τῶν ἀγνοούν‐ | |
5 | των διορίζεσθαι τὰ κοινὰ τῶν ἰδίων. | |
9.6.54 | καὶ μέντοι καὶ τὰς διαφωνίας πρόσθεν ἔδειξα ἐντεῦθεν γεγονυίας τοιαύτας ὁποῖαι παρὰ μὲν τοῖς ἰατροῖς ἐγένοντο περί τε πτισάνης χρήσεως ὅσα τ’ ἄλλα προσφέρεται τοῖς νοσοῦσι, παρὰ δὲ | |
5 | τοῖς φιλοσόφοις περὶ τῶν τῆς ψυχῆς ἀρετῶν, ἐνίων μὲν οἰομένων διδακτὰς ὑπάρχειν αὐτάς, ἐνίων δὲ φυσικὰς ἢ δι’ | |
9.6.55 | ἐθῶν καὶ ἀσκήσεως κτητάς. εἰ γὰρ δὴ διῄρηντο τὰ τῆς ψυχῆς εἴδη καὶ σαφῶς ἐγνώκεσαν ἕτερον μὲν εἶναι τὸ λογιστικόν, ἕτερον δὲ τὸ ἄλογον, διττὴν ἔχον καὶ τοῦτο τομήν, οὔτ’ ἂν τοῦ λογιστικοῦ τὴν [τ’] ἐπιστήμην ἀφῃροῦντο τοῖς τ’ ἀλό‐ | |
5 | γοις οὐκ ἂν αὐτῆς μετεδίδοσαν. | |
9.6.56 | ὥστε κἀκεῖνος ὁ λόγος ἐν ᾧ φησιν ὁ Πλάτων 〈ὡσ〉 ἑκάστου τῶν ὄντων περὶ ὃ τέχνην τινὰ συστήσασθαι βουλόμεθα τὴν φύσιν τῆς οὐσίας ἀκριβῶς χρὴ γνῶναι, συνῆπταί τε καὶ κοινωνεῖ ταῖς νῦν εἰρημέναις | |
9.6.57 | μεθόδοις. ὁ γὰρ γνοὺς οὐχ ἁπλοῦν ἓν εἶδος ἐν ἡμῖν εἶναι ψυχῆς, ὥσπερ ἐν τοῖς φυτοῖς μὲν τὸ ἐπιθυμητικόν, ἐν θεοῖς δὲ τὸ λογιστικόν, 〈ἐν〉 ἀνθρώπῳ δ’ ἄμφω τε ταῦτα καὶ τρίτον ἐπ’ αὐτοῖς τὸ θυμοειδές, ἔγνω σὺν τούτῳ τῶν ἀρετῶν τὸν | |
5 | ἀριθμὸν καὶ τὴν δύναμιν καὶ τὴν κτῆσιν, ὥσπερ ὁ γνοὺς τὴν | |
φυσικὴν κατασκευὴν τοῦ σώματος ἡμῶν, ἐν μὲν τοῖς ὁμοι‐ ομερέσι συμμετρίαν τῶν στοιχείων, ἐν δὲ τοῖς ὀργανικοῖς ἐκ τῆς τῶν ὁμοιομερῶν ποσότητός τε καὶ πηλικότητος ἔτι τε | ||
10 | διαπλάσεως ἑκάστου καὶ θέσεως ἀποτελεῖσθαι τὸ κατὰ φύσιν ἐν ἑκάστῳ σώματι ζῴου, τῆς συμμετρίας δηλονότι καθ’ ἕκαστον ζῷον τῶν εἰρημένων φυλαττομένης οἰκείας, αὐτὸς δὲ τῶν νο‐ σημάτων εὐπορήσει τῆς προσηκούσης ἑκάστῳ θεραπείας τε | |
καὶ προφυλακῆς. | ||
9.7.1 | Εἰκότως οὖν ἔνιοι τὴν τῶν ὁμοίων τε καὶ οὐχ ὁμοίων ἀκριβῆ γνῶσιν αὐτάρκη νομίζουσιν ὑπάρχειν εἰς μεθοδικὴν σύστασιν ἁπάσης τέχνης, εἴ γε καὶ πρὸς τὴν τῶν ἀμφισβη‐ | |
9.7.2 | τουμένων κρίσιν ἱκανὴ ποδηγός ἐστιν. ὁμοιότητος γὰρ οὔσης πολλῆς ἐνίοις τῶν πιθανῶν μέν, οὐκ ἀληθῶν δὲ πρὸς τοὺς ὄντως ἀληθεῖς λόγους, ὁ γεγυμνασμένος διακρί‐ νειν ἀπ’ ἀλλήλων αὐτοὺς εἴσεται σαφῶς ὅσοις τε χρὴ | |
5 | δόγμασι πιστεύειν ὡς ἀληθέσιν, ὅσων τε καταγιγνώσκειν ὡς ψευδῶν, ὅσων τε τὸ πιθανὸν ἄδηλον ὅπως ἀληθείας ἔχον προσέοικε τῷ ἀπιθάνῳ, ὥσπερ γε καὶ τῶν ἐπίσης ἀλλήλοις, εἴτε ἐν δυσὶν εἴτ’ ἐν τρισὶν εἴτε ἐν πλείοσιν ἡ | |
ἔκτασις γένοιτο, μηδὲν ἡγεῖσθαι πιστότερον. | ||
9.7.3 | ἀνάγεται δὲ ἡ τούτων κρίσις εἰς φαντασίαν, ὡς μὲν οἱ νεώτεροι τῶν Ἀκαδημαϊκῶν λέγουσιν, οὐ μόνον πιθανήν, ἀλλὰ καὶ περιω‐ δευμένην καὶ ἀπερίσπαστον, ὡς δ’ οἱ περὶ τὸν Χρύσιππον, | |
5 | εἰς καταληπτικήν, ὡς δὲ κοινῇ πάντες ἄνθρωποι πεπιστεύ‐ | |
9.7.4 | κασιν, εἰς αἴσθησίν τε καὶ νόησιν ἐναργῆ. διαφέρειν μὲν οὖν ἀλλήλων δοκοῦσιν αἱ εἰρημέναι λέξεις, εἰ δ’ ἐπιμε‐ λέστερόν τις σκοποῖτο, τὴν αὐτὴν ἔχουσι δύναμιν, ὥσπερ γε κἀπειδὰν φῇ τις ἀπὸ τῶν κοινῶν ἐννοιῶν ἄρχεσθαι καὶ | |
5 | ταύτας τίθεσθαι πρῶτον ἁπάντων κριτήριον ἐξ ἑαυτοῦ | |
πιστόν. | ||
9.7.5 | ὅτι μὲν γὰρ τὸ πρῶτον κριτήριον ἀναποδείκτως εἶναι δεῖ πιστόν, ὡμολόγηται πᾶσιν, οὐ μὴν ὅτι γε φυσικὸν εἶναι δεῖ τοῦτο καὶ πάντων ἀνθρώπων κοινὸν ἐννοοῦσιν ἅπαντες, καὶ οἱ πλεῖστοι προκρίνουσιν ἐνίοτε τοῦ κοινῇ | |
5 | πᾶσιν ἀνθρώποις ἐναργῶς φαινομένου 〈τὸ〉 τῇ ἑαυτῶν ὑπο‐ λήψει ἐμμένειν καὶ προσποιοῦνται πεπιστευκέναι βεβαίως οἷς αὐτοὶ λέγουσιν εἰκῇ ἕνεκα τοῦ κατασκευάζειν τι δόγμα τῶν ἀπὸ τῆς ἑαυτῶν αἱρέσεως, ὥσπερ γε πάλιν ἕτεροί τινες εἰς τὸ διαβάλλειν τι τῶν ἑτεροδόξων ὑπομένουσιν ἑκουσίως | |
10 | ψεύδεσθαι. | |
9.7.6 | τοῖς γὰρ ἑαυτοὺς ἀπό τινος αἱρέσεως ἀναγορεύ‐ σασιν ἀγωνίζεσθαι πρόκειται περὶ πάντων τῶν κατὰ τὴν αἵρεσιν, εἰ καὶ μηδεμίαν ἀναγκαίαν ἀκολουθίαν ἔχει πρὸς τὴν στοιχείωσιν, ὥσπερ ἀμέλει κἀπὶ τοῦ 〈περὶ〉 [τῆς] ψυχῆς | |
9.7.7 | ἡγεμονικοῦ δόγματος. τοῦτο γὰρ ἰατροῖς ἐπίστασθαι χρήσι‐ μόν ἐστιν ἕνεκα τοῦ προσφέρειν τὰ βοηθήματα τῷ πεπον‐ θότι τόπῳ βεβλαμμένου τοῦ λογισμοῦ, φιλοσόφοις δ’ οὔτ’ εἰς τὴν εὕρεσιν τῆς διαφορᾶς τῶν ἀρετῶν οὔτε εἰς τὴν ἄσκη‐ | |
5 | σιν αὐτῶν ἐστι χρήσιμον. | |
9.7.8 | ἐάν τε γὰρ ἐν τῇ καρδίᾳ τὸ τῆς ψυχῆς ἡγεμονικὸν ὑπάρχῃ μόριον ἐάν τε ἐν τῇ κεφαλῇ, δυνησόμεθα καὶ φρόνησιν κτήσασθαι καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἀνδρείαν ἐξ ἄλλων δογμάτων τε καὶ | |
5 | ἀσκήσεων ἐπὶ τὴν κτῆσιν αὐτῶν ἀφικόμενοι. | |
9.7.9 | μόνοις οὖν ἐκείνοις τοῖς φιλοσόφοις καὶ τὸ μηδὲν εἰς ἦθός τε καὶ τὰς πολιτικὰς πράξεις χρήσιμον ζητεῖν ἀκόλουθόν ἐστιν, ὅσοι τὴν θεωρητικὴν φιλοσοφίαν εἵλοντο, καθάπερ γε καὶ εἰ μετὰ | |
5 | 〈τὸν〉 κόσμον τοῦτόν ἐστί τι, καὶ εἰ ἔστιν, ὁποῖόν τι τοῦτο, καὶ εἰ ὁ κόσμος οὗτος ἐν ἑαυτῷ περιέχεται καὶ εἰ πλείους ἑνὸς καὶ εἰ πάμπολύ τι πλῆθος, ὁμοίως δὲ καὶ εἰ γεννητὸς ἢ ἀγέννητος ὅδε ὁ κόσμος ἐστίν, ὥσπερ γε καὶ εἰ γεγονότος αὐτοῦ θεός τις ἐγένετο δημιουργὸς ἢ θεὸς μὲν οὐδείς, | |
10 | αἰτία δέ τις ἄλογός τε καὶ ἄτεχνος εἰργάσατο κατὰ τύχην οὕτως καλὸν αὐτὸν ὡς εἰ καὶ θεὸς ἐπεστάτει τῇ | |
κατασκευῇ σοφώτατος ἅμα καὶ δυνατώτατος. | ||
9.7.10 | ἀλλὰ τά γε τοιαῦτα ζητήματα πρὸς τὸ καλῶς οἰκεῖν τὸν ἴδιον οἶκον ἢ τῶν τῆς πόλεως πραγμάτων προνοεῖσθαι προσηκόντως ἢ συγγενέσι καὶ πολίταις καὶ ξένοις προσφέρεσθαι δικαίως | |
9.7.11 | τε καὶ κοινωνικῶς οὐδὲν συντελεῖ. παρεγένοντο δ’ ἐπὶ τὴν ζήτησιν αὐτῶν ἔνιοι τῶν πρακτικὸν ὑποτιθεμένων τὸ τέλος ἐκ τῶν χρησίμως ζητουμένων κατὰ βραχὺ προελθόντες ὡς ἐφ’ ὅμοια. οὐ γὰρ δή, ὥσπερ γεγονέναι τὸν κόσμον ἢ μὴ | |
5 | γεγονέναι ζητεῖν ἄχρηστον, οὕτω καὶ περὶ προνοίας καὶ θεῶν. | |
9.7.12 | ὅτι γάρ ἐστί τι κρεῖττον ἀνθρώπου δυνάμει τε καὶ σοφίᾳ κατὰ τὸν κόσμον, ἅπασιν ἡμῖν ζητεῖσθαι βέλτιον, οὐ μήν, ὁποῖοί τινές εἰσι τὴν οὐσίαν οἱ θεοί, πότερον ἀσώματοι παντάπασιν ἢ καθάπερ ἡμεῖς, οὕτω καὶ αὐτοὶ μετὰ σωμάτων, | |
9.7.13 | ἀναγκαῖον σκοπεῖσθαι. καὶ γὰρ καὶ ταῦτα καὶ ἄλλα πολλὰ τελέως ἄχρηστ’ ἐστὶν εἰς τὰς ἠθικάς τε καὶ πολιτικὰς ὀνο‐ μαζομένας ἀρετάς τε καὶ πράξεις, ὥσπερ γε καὶ εἰς τὰς τῶν | |
9.7.14 | ψυχικῶν παθῶν ἰάσεις. καὶ γέγραπται περὶ αὐτῶν ὑπὸ Ξενοφῶντος ἄριστα, μὴ μόνον αὐτοῦ τῆς ἀχρηστίας κατεγνω‐ | |
κότος, ἀλλὰ καὶ Σωκράτην φάσκοντος οὕτω φρονεῖν. | ||
9.7.15 | ὁμο‐ λογοῦσι δ’ αὐτῷ καὶ οἱ ἄλλοι τοῦ Σωκράτους ἑταῖροι καὶ Πλάτων αὐτός, ὃς τὴν φυσικὴν θεωρίαν τῇ φιλοσοφίᾳ προσθεὶς Τιμαίῳ ἀναφέρει τὸν περὶ αὐτῆς λόγον, οὐχὶ | |
5 | Σωκράτει, καθάπερ καὶ τὴν ἐπὶ πλέον ἐκτεταμένην διαλεκτι‐ κὴν εἰς Παρμενίδην τε καὶ τὸν ἑταῖρον αὐτοῦ Ζήνωνα. | |
9.7.16 | δι’ ὁμοιότητα μὲν 〈οὖν〉 τινα τοῖς χρησίμοις τῶν λογικῶν τε καὶ φυσικῶν θεωρημάτων καὶ ἡ τῶν ἀχρήστων προσετέθη | |
ζήτησις· ἀδύνατον γάρ ἐστι μηδ’ ὅλως ἐφάψασθαι κατὰ | ||
5 | τὴν ἠθικήν τε καὶ πολιτικὴν θεωρίαν μήτε τῆς φυσικῆς μήτε τῆς συλλογιστικῆς· ἀλλὰ καὶ ταῦτα τῶν ἀχρήστων | |
9.7.17 | εὑρήσεις. παραπλήσια δὲ πολλὰ τῶν ψευδῶν ἐστι τοῖς ἀληθέσιν ἔν τε ταῖς ἀρχαῖς τῶν ἀποδείξεων καὶ πᾶσι τοῖς μετὰ ταῦτα καὶ τὰ σοφίσματα καθ’ ὁμοιότητα τὴν πρὸς | |
τοὺς ἀληθεῖς λόγους συντίθενται. | ||
9.7.18 | διαγιγνώσκειν δὲ καὶ δια‐ κρίνειν αὐτὰ ἀπ’ ἀλλήλων οἱ γεγυμνασμένοι κατὰ τὴν ὕλην ἐκείνην ἴσασιν περὶ ἣν ἡ τέχνη διατρίβει, μετὰ τοῦ δη‐ λονότι καὶ τὴν φυσικὴν ἔχειν ἀγχίνοιαν, ἣν ἐχρῆν μάλιστα | |
5 | κρίνεσθαι κατὰ τὴν ἡλικίαν τῶν παίδων ὑπὸ τῶν ἐν ἑκάστῃ πόλει συνετωτάτων πρεσβυτέρων, ἐκμανθάνειν τε τὴν προσή‐ κουσαν τῇ φύσει τέχνην ἕκαστον· ὡς νῦν γε πολλοὺς ὁρῶμεν τέχνας λογικὰς μετιόντας οὐδ’ οἷς αὐτοὶ φθέγγονται παρα‐ | |
κολουθοῦντας. | ||
9.8.1 | Ὅτι δ’ εἰς τὰς λογικὰς ἀρχὰς ἀνάγεται παντὸς δόγματος ἡ ἀπόδειξις, ἐπιδέδεικται μὲν ἡμῖν ἐν ἁπάσαις σχεδὸν ταῖς πραγματείαις, ἀλλὰ καὶ νῦν, ἐπειδὴ τὸ διακρίνειν ἀπ’ ἀλλή‐ λων δύνασθαι τὰ πράγματα καὶ θεωρεῖν ἀκριβῶς τὰς ἐν | |
5 | ἑκάστοις ὁμοιότητάς τε καὶ ἀνομοιότητας ἐξ ἀρχῆς σκοπεῖσθαι προυθέμεθα, προσθήσω τι παράδειγμα γυμνασίας ἕνεκεν, ὡς οὐ χρὴ μόνον ἀρκεῖσθαι τῷ δεῖξαι τὸ δεῖν ἡμᾶς γυμνάζεσθαι | |
9.8.2 | περὶ τὰ κατὰ μέρος, ἀλλὰ καὶ πράττειν οὕτως. οὐδὲ γὰρ ὁ Πλάτων αὐτὸς οὐδ’ Ἱπποκράτης ἠρκέσθησαν [ἐν] τῷ καθόλου τοῦτο συμβουλεύσασθαι, ἀλλὰ καὶ διὰ τῶν παραδειγμάτων | |
ἐγύμνασαν ἡμᾶς ἐν πολλοῖς τῶν κατὰ μέρος. | ||
9.8.3 | προκεχειρίσθω δή τις ὕλη θεωρίας ἡ περὶ τῆς εἰς ἡμᾶς προνοίας τοῦ δημιουργοῦ τὴν ἀρχὴν ἀπὸ τῆς κατασκευῆς τοῦ σώματος ποιησαμένοις. | |
9.8.4 | ἔνιοι γὰρ κατά τινα τύχην ἄτεχνον καὶ ἄλογον, οὐ κατὰ πρόνοιαν σοφοῦ δημιουργοῦ διαπλάττεσθαί φασιν ἀμυδρᾷ πρὸς τὴν πίστιν ὧν λέγουσιν ὁμοιότητι χρώμενοι, ὡς ἔνια | |
κατὰ τὸν βίον ὑπὸ τύχης ὅμοια γίνεται τῶν κατὰ τὰς τέχνας. | ||
9.8.5 | ὀρῶν γάρ τοί τινων τὴν περιγραφὴν ἢ τὸ σχῆμα παραπλή‐ σιον εἶναι λέοντος προσώπῳ, καθάπερ ἐνίων δράκοντος ἢ ἄλλου τινὸς ζῴου φασί, καὶ ὥς πού τις πατάξας πέτραν ἀπέρρηξεν αὐτῆς τηλικοῦτον, ὡς τὸ καταλειπόμενον ἐοικέναι | |
5 | μορφῇ λέοντος, ἕτερά τε τοιαῦτα λέγουσιν ἅπαξ ἐν μακρῷ χρόνῳ καθ’ ὅλην τὴν οἰκουμένην γεγονότα, τῆς δὲ τῶν τεχνῶν κρίσεως ἣν ἅπαντες ἄνθρωποι φύσει ποιοῦνται, καὶ τῆς πρὸς αὐτὰς ὁμοιοτάτης ἡμῶν διαπλάσεως παντάπασιν ἐπιλανθάνονται, καίτοι γε ὁρῶντες ἐνεργοῦντας | |
10 | περὶ τὰς ὕλας πολλοὺς οὔτε σκυτοτόμους ὀνομαζομένους οὔτε τέκτονας οὔτε πλάστας, ἐάν γε μὴ φαίνηται χρησίμου ἕνεκά | |
τινος ἕκαστον ὧν ἐκεῖνοι ἐδημιούργησαν γεγονέναι· ὡς οὐδὲν ἄλλο τέχνης ὑπάρχει γνώρισμα παρὰ τὴν χρείαν ἑκάστου τῶν | ||
9.8.6 | ἐν τῷ δημιουργηθέντι μορίων. ἐὰν μὲν οὖν ὁ τὰ ξύλα τέμνων τε καὶ πρίων καὶ συμπηγνὺς ἀπεργάσηται σκίμποδα πάντ’ ἐπιτήδεια τὰ μόρια ἔχοντα πρὸς τὴν χρείαν ἧς ἕνεκα πήγνυται γεγονότα, τεχνίτην φασὶν εἶναι τὸν τοιοῦτον· ἐὰν | |
5 | δ’ ἤτοι τοὺς δεξιοὺς πόδας τοῖς ἀριστεροῖς ἀνίσους ἀπεργά‐ σηται κατὰ τὸ μῆκος ἢ τὸ πάχος ἢ τὸ σχῆμα διαφέροντας ἤ τι τοιοῦτον περὶ τὸ ἐπίκλιντρον ἢ τὰ διήκοντα ξύλα κατὰ τὸ μῆκος ἤ τι τῶν ἄνω μερῶν ἐπὶ τὰ κάτω φαίνηται σφαλείς, | |
ἄτεχνον εἶναί φασι. | ||
9.8.7 | καὶ πολύ γε μᾶλλον, ἂν τὸ κατασκευα‐ ζόμενον ἐκ πολλῶν μερῶν ᾖ συγκείμενον, εἶτα μηδὲν ἐν αὐ‐ τοῖς ὁ συμπηγνὺς αὐτὰ σφάλληται, τεχνίτην εἶναί φασι τὸν κατασκευάσαντα, καθάπερ ἐπὶ τῆς ἁμάξης ὁ Ἡσίοδος εἶπεν | |
5 | “ἑκατὸν δέ τε δούραθ’ ἁμάξης” εἴτε γὰρ ὄντως ἑκατὸν εἴτε ἀντὶ τοῦ πολλὰ τοσαῦτα εἶπεν, ὥσπερ Ὅμηρος “τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθοντο”· καὶ διὰ τοῦτο οἱ γραμματικοί φασιν ἀντὶ τοῦ πολλὰ ἑκατὸν | |
10 | εἰρηκέναι τῷ μὴ σφαλῆναι κατά τι τῶν μορίων. | |
9.8.8 | ἀλλὰ καὶ τὸ μέγεθος αὐτοῖς καὶ τὸ σχῆμα περιθεῖναι τὸ πρέπον ἐν χώρᾳ τε τῇ προσηκούσῃ τάξαι καὶ τὴν πρὸς τὰ πλησιά‐ ζοντα σύνθεσιν ἀσφαλῆ καὶ δύσλυτον ἐργάσασθαι τέχνης | |
5 | ἐπιδείγματα πάντες ἡγοῦνται οὐχὶ παρ’ ἀνθρώπου διδαχθέν‐ τες οὕτω κρίνειν, ἀλλ’ ἔχοντες φύσει τέχνης ἔννοιαν ἀφω‐ ρισμένην τύχης. τὸ μὲν γὰρ ἐν ἅπασι κατωρθωμένον εἰς τέχνην ἀναφέρουσι, τὸ δὲ καθ’ ἓν ἢ δύο τύχης ἔργον, οὐ | |
9.8.9 | τέχνης εἶναι πεπιστεύκαμεν. τὴν αὐτὴν οὖν ἔννοιαν 〈ἔχοντεσ〉 οἱ ἀνατομικοὶ τῶν ἰατρῶν ἐθαύμασαν ἅπαντες τὴν τέχνην | |
τῆς φύσεως. οὐ γὰρ ὡς ἔξωθεν ὁρᾶται τὸ σῶμα συγκεί‐ | ||
5 | μενον ἐκ μερῶν δέκα που καὶ δώδεκα ἢ εἰ βούλει καὶ εἴκο‐ | |
9.8.10 | σιν, οὕτως καὶ κατ’ ἀλήθειαν ἔχει. σύγκειται γὰρ ἐξ ὀστέων πλειόνων ἢ διακοσίων, ὥσπερ γε καὶ μυῶν πολὺ πλειόνων ἢ διακοσίων· εἰς ἕκαστον δὲ τῶν ὀστῶν μὲν ἀφικνεῖται τὸ τρέφον ἀγγεῖον, ὃ καλοῦσιν οἱ ἄνθρωποι φλέβα, τῶν δὲ | |
5 | μυῶν οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἀρτηρία καὶ νεῦρον ἴσα τε πάντα ἐστὶν ἀκριβῶς τὰ κατὰ τὸ δεξιὸν μέρος τοῦ ζῴου τοῖς κατὰ θάτερον, ὀστοῦν ὀστῷ καὶ μῦς μυῒ καὶ φλὲψ φλεβὶ καὶ | |
νεῦρον νεύρῳ καὶ ταῖς ἀρτηρίαις ἀρτηρίαι. | ||
9.8.11 | διὸ καὶ θαυμα‐ στῶς ὁ Ἱπποκράτης ἔφη “τοῦτο μέν, ἐπεὶ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι.” μέγιστον γάρ ἐστι σημεῖον τῆς ἐν τοῖς μορίοις δικαιοσύνης καὶ ἡ τοῦ σχήματος ὁμοιότης ἥ τε | |
5 | τῆς χώρας καθ’ ἣν ἐμφύεται τὰ τρία ταῦτα ὄργανα, τὴν φλέβα λέγω καὶ τὴν ἀρτηρίαν καὶ τὸ νεῦρον, ἐν ἑκάστῳ τῶν μυῶν, ἥ τε τῆς ἐν αὐτοῖς σχέσεως ἐναντιότης οὐ δικαιοσύ‐ νην μόνον ἐν τῇ κατασκευῇ τοῦ σώματος ἐνδείκνυται σαφῶς, | |
ἀλλὰ καὶ δύναμιν ἄκραν τοῦ κατασκευάσαντος αὐτὸ τὸ σῶμα. | ||
9.8.12 | τοὺς γάρ τοι σκοποὺς τῆς κατασκευῆς ἐὰν ἀριθμήσῃς, εἶθ’ ἕκαστον αὐτῶν εὕρῃς κατωρθωμένον, ἐναργῶς σοι φανεῖται τὸ μέγεθος αὐτοῦ, φημὶ τοῦ δημιουργοῦ. οὐ γὰρ ἁπλῶς οὕτως, ὡς ἂν ἀμελῶς τις ἐννοήσειεν, ἰσάριθμόν ἐστι τὸ | |
5 | πλῆθος τῶν ὀστῶν καὶ τῶν μυῶν τοῖς ὀστοῖς τε καὶ μυσίν, ἀλλὰ καὶ τῶν ὑπαρχόντων αὐτοῖς, μεγέθους τε λέγω καὶ θέσεως καὶ συνθέσεως καὶ ἀριθμοῦ καὶ σχήματος ὅλης τε τῆς δια‐ πλάσεως, ἅπερ καὶ κατὰ τὰς ἀρτηρίας καὶ τὰς φλέβας καὶ | |
τὰ νεῦρα φαίνεται φυλαττόμενα. | ||
9.8.13 | καὶ γὰρ ὁποῖον αὐτῶν ἕκαστον εἶναι προσήκει καὶ ὁπηλίκον ὅπῃ τε μέρος ἐμφυό‐ μενον τοῦ μυὸς ὅπως τε, καὶ κατασχιζόμενον, ἀκριβῶς φυλάττε‐ ται καθ’ ἕκαστον αὐτῶν ἔτι τε πρὸς τούτοις ἡ πάντων ἰσό‐ | |
5 | της τῶν ἀριστερῶν πρὸς τὰ δεξιὰ τοσούτους ἔχουσα καὶ | |
9.8.14 | αὐτὴ τοὺς κατὰ μέρος σκοπούς, ὅσους καὶ τὰ μόρια. καὶ ταῦτά σοι λέγω μηδέπω μνημονεύων ἑκάστου τῶν σπλάγχνων ἢ τῶν ἄλλων μορίων ὅσα κατὰ περιγραφὴν ἰδίαν ὁρᾶται· φαίνεται γὰρ κἀν τούτοις οὐκ ὀλίγος ἀριθμὸς σκοπῶν ἐν | |
5 | ἑκάστῳ. | |
9.8.15 | δυοῖν γοῦν ὀφθαλμῶν ὑπαρχόντων ἡμῖν ἴσον ἑκα‐ τέρῳ τὸ πλῆθος τῶν μορίων ἐστὶν οὔτε κατὰ σχῆμα παραλ‐ λαττόντων οὔτε κατὰ τὸ μέγεθος ἢ τὴν θέσιν ἢ τὴν διάπλα‐ σιν ἢ τὴν πρὸς τὰ πλησιάζοντα σύνθεσίν τε καὶ σύμφυσιν, | |
5 | ἀλλὰ καὶ τὸ κρυσταλλοειδὲς ὑγρὸν ἴσον ἀκριβῶς ἐν ἑκατέρῳ, καὶ τὸ ὑαλοειδὲς ὁμοιότατον κατά τε χρόαν καὶ σχῆμα καὶ σύστασιν· ὀνομάζω δὲ σύστασιν τὴν κατὰ μαλακότητα καὶ | |
σκληρότητα διαφορὰν τῶν μορίων. | ||
9.8.16 | οὐ μὴν οὐδὲ τῶν ὑμέ‐ νων τε καὶ χιτώνων οὐδεὶς ἑτέρως ἔχων ἐν ἑκατέρῳ τῶν ὀφθαλμῶν ἐστιν, ἀλλ’ ἀκριβῶς ἴσος μὲν τὸ μῆκος, ἴσος δὲ τὸ πάχος ἢ τὴν λεπτότητα, καθάπερ γε καὶ τὴν χρόαν καὶ | |
5 | τὴν σύστασιν οὐδὲ βραχὺ παραλλάττων· οὕτως δὲ καὶ ὁ τῶν μυῶν ἀριθμὸς ἴσος ὅ τε καθ’ ἕκαστον αὐτῶν ὄγκος τοῦ σώ‐ | |
9.8.17 | ματος ἅμα τῷ σχήματι καὶ τῇ χρόᾳ καὶ τῇ συστάσει. τὴν δὲ αὐτὴν εὑρήσεις δικαιοσύνην ἐν ἅπασι τοῖς ὀργανικοῖς τοῦ | |
σώματος μορίοις. οὐ γὰρ μόνον ὅσα διττά, καθάπερ οἱ | ||
5 | ὀφθαλμοὶ καὶ τὰ ὦτα καὶ αἱ † γενέσεις † οἵ τε νεφροὶ καὶ οἱ ὄρχεις καὶ αἱ χεῖρες ὅλαι καὶ τὰ σκέλη τὴν κατασκευὴν ἀκρι‐ βῶς ἔχει τὴν αὐτὴν τὰ δεξιὰ τοῖς ἀριστεροῖς, ἀλλὰ καὶ τῶν μονοφυῶν εἶναι δοκούντων ὅσα διφυῆ κατ’ ἀλήθειάν εἰσιν, οἷον ἐγκέφαλος, γλῶττα, γένυς, πνεύμων, θώραξ καὶ μῆτραι | |
9.8.18 | τῶν γυναικῶν ἕτερά τε τοιαῦτα. καθ’ ἕκαστον γὰρ αὐτῶν τὰ δεξιὰ τοῖς ἀριστεροῖς τὸν ἀριθμὸν ἴσον ἔχει τῶν μορίων, ἅμα τῷ μεγέθει καὶ τῷ πάχει καὶ τῇ λεπτότητι καὶ τῇ χρόᾳ | |
καὶ τῇ συστάσει, καὶ φύσει πάντως ἀπαράλλακτον. | ||
9.8.19 | οὕτω δὲ καὶ τὸ τῶν ἀρτηριῶν τε καὶ φλεβῶν καὶ νεύρων γένος· ἴσα τὰ δεξιὰ τοῖς ἀριστεροῖς παντοίως ἐστὶν ἀπαράλλακτά τε κατὰ τὰς τῶν οὐσιῶν ὁμοιότητας. ὥσπερ οὖν ἐπὶ τῶν ἀνθρωπείων | |
5 | πλαστῶν ποιούμεθα τὰς κρίσεις, οὕτω χρὴ κἀπὶ τῶν θείων ποιεῖσθαι καὶ θαυμάζειν τὸν τοῦ σώματος ἡμῶν δημιουργόν, | |
ὅστις ποτέ ἐστι θεῶν. | ||
9.8.20 | εἰ δ’ ἐκ τοῦ μὴ βλέπειν αὐτὸν οὐδ’ εἶναι φήσομεν, οὐ φυλάξομεν ἔτι τὴν ὁμοιότητα τῆς πρὸς τὰς τέχνας κρίσεως, ἐφ’ ὧν οὐκ ἐν τῷ θεᾶσθαι τὸν συμ‐ πήξαντα τὴν ναῦν ἢ τὸν σκίμποδα τὴν κρίσιν τῆς τέχνης | |
5 | ἐποιούμεθα παραλιπόντες σκοπεῖσθαι τὴν χρείαν ἑκάστου τῶν | |
9.8.21 | μορίων, ἀλλ’ ἐν τούτῳ τὸ κῦρος αὐτῆς ἐθέμεθα. γελοῖον γὰρ εἴ τις ἐν τῷ θεάσασθαι τὸν κατασκευάζοντα τούτων τι τεχνίτην εἶναι νομίζοι, καὶ εἰ ἔνια τῶν μερῶν εὑρίσκοι κακῶς | |
κατεσκευασμένα· | ||
5 | γελοῖον δὲ κἂν ἄριστα κατεσκευασμένης τῆς νεὼς ἢ τῆς οἰκίας ἢ τῆς κλίνης, ἀγνώστου δ’ ὄντος τοῦ κατασκευάσαντος, νομίζειν ἄνευ τῆς τέχνης γεγονέναι τὰ τοιαῦτα ἢ κατὰ τύχην, διακρινόντων ἁπάντων τὸ τὴν μὲν σπα‐ νιάκις ἁμαρτάνειν τοῦ σκοποῦ, τὴν δ’ ἐπιτυγχάνειν ὀλιγάκις, | |
10 | ἀχρείαν δὲ καὶ μὴ τεχνικὴν ἡγεῖσθαι τὴν τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς αἰτίαν εἶναι φυλάττοντα τὴν ὁμοιότητα τῆς κρίσεως ἐπὶ τῶν ὁρατῶν τεχνιτῶν πρὸς τοὺς μὴ ὁρωμέ‐ | |
9.8.22 | νους. οὐ γὰρ ἔξωθεν ἐπεισάγειν προσήκει κριτήριον εἰς | |
ἐπίσκεψιν ὧν ἅπαντες ἔχομεν φύσει. τούτοις τοῖς κριτηρίοις χρώμενος ὁ Ἱπποκράτης ἔγραψε τάς τε φωνάς· “εὐπαίδευ‐ | ||
5 | τος ἡ φύσις ἐοῦσα, οὐ μαθοῦσα τὰ δέοντα ποιέει,” καὶ ἐν ἄλλαις ἄλλως, “φύσιες νούσων οἱ ἰητροί”· ὡσαύτως ἔχει καὶ | |
9.8.23 | τοῦτο· “φύσις ἐξαρκέσει παντάπασι.” καλεῖ δ’ αὐτὴν καὶ δικαίαν ἐνίοτε καὶ τὸν ἰατρὸν ὑπηρέτην τε καὶ μιμητὴν αὐ‐ τῆς εἶναί φησι καὶ διαπαντὸς ἐν τοῖς κατὰ μέρος λόγοις ὑμνεῖ τε καὶ θαυμάζει τὴν δύναμιν αὐτῆς, ἥτις μέν ἐστιν ἡ | |
5 | οὐσία τῆς διαπλαττούσης τε καὶ διοικούσης ἡμᾶς φύσεως οὐ τολμῶν ἀποφήνασθαι, τὸ δὲ δημιουργικὸν ἡμῶν αἴτιον, | |
ὡς ἔθος ἐστὶν ἅπασιν ἀνθρώποις, ὀνομάζων φύσιν. | ||
9.9.1 | Ἀλλὰ Πλάτων γε καὶ τὸ κατασκευάσαν ἡμᾶς αἴτιον ἀπε‐ φήνατο τὸν τοῦ κόσμου δημιουργὸν θεὸν τοῖς ἑαυτοῦ παισὶ κελεῦσαι λόγῳ διαπλάσαι τὸ τῶν ἀνθρώπων γένος λαβόν‐ τας μὲν παρ’ αὐτοῦ τῆς ἀθανάτου ψυχῆς τὴν οὐσίαν, προσ‐ | |
9.9.2 | θέντας δ’ ἐν αὐτῇ τὸ γεννητόν. ἀλλ’ ἐκεῖνό γε χρὴ γιγνώσκειν ἡμᾶς, ὡς οὐκ ἔστιν ὅμοιον εἶδος ἀποδείξεως τε καὶ θέσεως τοῦ κατὰ πρόνοιαν θεοῦ τινος ἢ θεῶν ἡμᾶς κατεσκευάσθαι καὶ τοῦ γνῶναι τὴν οὐσίαν τοῦ κατασκευάσαντος, ὥσπερ | |
9.9.3 | οὐδὲ τῆς ψυχῆς ἡμῶν. ὅτι μὲν ἄκρας ἐστὶ σοφίας καὶ δυνά‐ μεως ἡ τοῦ σώματος ἡμῶν κατασκευή, δι’ ὧν ὀλίγον ἔμ‐ | |
προσθεν εἶπον ἐπιδείκνυται· τὰ δὲ περὶ τῆς οὐσίας τῆς ψυ‐ | ||
5 | χῆς καὶ τῶν διαπλασάντων ἡμᾶς θεῶν ἔτι τε μᾶλλον ὅσα περὶ τοῦ σώματος ἡμῶν λέγεται παντὸς ὑπὸ τοῦ θειοτά‐ του Πλάτωνος ἄχρι τοῦ πιθανοῦ καὶ εἰκότος ἐκτείνεται, ὡς αὐτὸς ἐδήλωσεν ἐν Τιμαίῳ πρῶτον ἐνάρχεσθαι μέλλων τῆς φυσιολογίας, εἶτα καὶ μεταξὺ κατὰ τὴν διέξοδον τοῦ λόγου | |
9.9.4 | παρεντιθεὶς τὴν ἀπόφασιν. ἄρχεσθαι μὲν οὖν μέλλων αὐτοῦ ὁ Τίμαιος, τοῦτον γὰρ ὑπέθετο τοὺς περὶ φύσεως τῶν κατὰ | |
τὸν κόσμον ἅπαντα λόγους διεξερχόμενον, ὧδέ πώς φησιν· | ||
9.9.5 | “ἐὰν οὖν, ὦ Σώκρατες, πολλὰ πολλῶν πέρι, θεῶν καὶ τῆς τοῦ παντὸς γενέσεως, μὴ δυνατοὶ γενώμεθα πάντῃ πάντως αὐτοὺς αὑτοῖς ὁμολογουμένους λόγους καὶ ἀπηκρι‐ βωμένους ἀποδοῦναι, μὴ θαυμάσῃς· ἀλλ’ ἐὰν ἄρα μηδενὸς | |
5 | ἧττον παρεχώμεθα εἰκότας, ἀγαπᾶν χρὴ μεμνημένους ὡς ὁ λέγων ὑμεῖς τε οἱ κριταὶ φύσιν ἀνθρωπίνην ἔχομεν· ὥστε περὶ τούτου τὸν εἰκότα μῦθον ἀποδεχομένους πρέπει | |
μηδὲν ἔτι πέρα ζητεῖν.” | ||
9.9.6 | οὕτω δὲ καὶ τὰ περὶ ψυχῆς αὐτῷ γεγραμμένα τοῦ πιθανοῦ καὶ εἰκότος ἔχεσθαί φησιν ὧδέ πως εἰπών· “τὰ μὲν οὖν περὶ ψυχῆς ὅσον θνητὸν ἔχει καὶ ὅσον θεῖον καὶ ὅπῃ καὶ μεθ’ ὧν καὶ δι’ ἃ χωρὶς ᾠκίσθη, τὸ | |
5 | μὲν ἀληθὲς ὡς εἴρηται, θεοῦ ξυμφήσαντος τότ’ ἂν οὕτως μόνως διισχυριζοίμεθα· τό γε μὴν εἰκὸς ἡμῖν εἰρῆσθαι καὶ νῦν ἔτι μᾶλλον ἀνασκοποῦσι διακινδυνευτέον τε φάναι | |
καὶ πεφάσθω.” | ||
9.9.7 | ὥσπερ οὖν ταῦτα περὶ ψυχῆς εἶπεν ἄχρι τοῦ πιθανοῦ καὶ εἰκότος ἡμῖν γιγνώσκεσθαι προαποπεφασμένα, καὶ διὰ τοῦτο κἀγὼ τολμηρῶς ἀποφήνασθαι περὶ αὐτῶν οὐ θαρρῶ, κατὰ δὲ τοὐναντίον ὅτι πλείω τὰ τῆς ψυχῆς | |
5 | ἐστιν εἴδη καὶ ὅτι τριχῇ κατῴκισται καὶ ὅτι τὸ μὲν αὐτῶν θεῖόν ἐστιν ᾧ λογιζόμεθα, τὰ δὲ λοιπὰ δύο παθητικά, τὸ μὲν ᾧ θυμούμεθα, τὸ δὲ ᾧ τῶν διὰ τοῦ σώματος ἡδονῶν ἐπιθυμοῦμεν, ὃ κἀν τοῖς φυτοῖς ἐστιν, ἀποδείξεις ἔχειν φημὶ καὶ μέντοι καὶ ὅτι τὸ μὲν ἐν ἐγκεφάλῳ κατῴκισται, τὸ δὲ ἐν | |
10 | καρδίᾳ, τὸ δ’ ἐν ἥπατι· | |
9.9.8 | καὶ γὰρ τούτων εἰσὶν ἀποδείξεις ἐπιστημονικαὶ καὶ περὶ αὐτῶν ἠγωνισάμην ἐν τοῖς πρώτοις ἓξ ὑπομνήμασι τῆσδε τῆς πραγματείας οὔτε περὶ τῆς οὐσίας εἰπών τι τῶν τριῶν εἰδῶν τῆς ψυχῆς οὔτε περὶ τῆς ἀθανα‐ | |
5 | σίας οὔθ’ ἅλως ζητήσας πότερα κυρίως ὀνομάζων εἴρηκεν ἐν Τιμαίῳ θνητὰ τὰ δύο μέρη τῆς ψυχῆς ἢ ταύτην αὐτοῖς ἐπήνεγκε τὴν προσηγορίαν ἀθανάτοις οὖσιν ὡς χείροσι τοῦ | |
λογιστικοῦ καὶ ὡς κατὰ τὰ θνητὰ τῶν ζῴων ἐνεργοῦσι μόνον. | ||
9.9.9 | τὸ γὰρ ὅτι τριχῇ κατῴκισται τὰ ψυχῆς εἴδη καὶ ὅτι τοσάσδε τὰς δυνάμεις ἕκαστον αὐτῶν ἔχει καὶ ὅτι τοιάσδε τινάς, εἴς τε τὴν ἰατρικὴν τέχνην χρήσιμον ὑπάρχον εἴς τε τὴν ἠθικήν τε καὶ πολιτικὴν ὀνομαζομένην φιλοσοφίαν εὐλόγως Ἱππο‐ | |
9.9.10 | κράτει τε καὶ ἡμῖν ζητεῖται· πότερον δὲ καὶ τὸ θυμοειδὲς καὶ τὸ ἐπιθυμητικὸν ἀθάνατα τετύχηκεν ὄντα, καθάπερ ἡγοῦν‐ ται πολλοὶ τῶν Πλατωνικῶν, ἢ θνητὰ κυρίως εἴρηται κατὰ τὸν Τίμαιον, οὐ πάνυ τι χρήσιμον οὔτ’ εἰς ἰατρικὴν οὔτε | |
5 | τὴν ἠθικήν τε καὶ πολιτικὴν φιλοσοφίαν ὀνομαζομένην ὑπάρ‐ χον εἰκότως τοῖς ἰατροῖς καὶ πολλοῖς τῶν φιλοσόφων παρα‐ | |
λέλειπται. | ||
9.9.11 | τῆς θεωρητικῆς οὖν φιλοσοφίας ἐστὶ μᾶλλον ἢ τῆς πρακτικῆς. ἀλλ’ ὅτι τὸ βέβαιον αἱ περὶ τούτων ἀποδεί‐ ξεις οὐκ ἔχουσιν, αὐτὸν ἐπέδειξα τὸν Πλάτωνα διὰ τῆς ἐν | |
9.9.12 | Τιμαίῳ ῥήσεως ὁμολογοῦντα. οὐ μὴν περί γε τῶν ἐν τῷ τετάρτῳ Πολιτείας ὑπ’ αὐτοῦ γεγραμμένων ἐστὶν εἰπεῖν ὡς ἄχρι τοῦ πιθανοῦ προερχομένων μόνον· ἀλλ’ ἐμοὶ μὲν ἐπιστημονικαὶ δοκοῦσιν αἱ ἀποδείξεις ὑπάρχειν ἄλλο μὲν | |
5 | εἶναι τὸ λογιστικόν, ἄλλο δὲ τὸ θυμοειδές, ἄλλο δὲ τὸ ἐπιθυ‐ | |
9.9.13 | μοῦν ἀποδεικνύντος αὐτοῦ. ᾧ δὴ καὶ δῆλον ὅπερ ἐξ ἀρχῆς | |
λέγω, χαλεπώτατον εἶναι διακρίνειν τὰς ὁμοιότητας. ὅπου γὰρ αὐτῶν τῶν Πλατωνικῶν πολλοὶ ἐναντίως οἷς ὁ Πλάτων | ||
5 | ἀπεφήνατο ἐδόξασαν, πῶς ἄν τις ἐπὶ τοῖς ἄλλοις φιλοσόφοις θαυμάσειεν ἀγνοοῦσι διακρίνειν τὸ πιθανὸν μὲν οὐκ ἀληθὲς | |
9.9.14 | δὲ τοῦ βεβαίως ἀληθοῦς; ὅπερ οὐκ ἂν ἐγένετο, οὐδεμιᾶς ὁμοιότητος οὔσης τοῖς ψευδέσι καὶ πιθανοῖς πρὸς τὰ μετ’ ἐπιστήμης δεικνύμενα. μάθοις δ’ ἂν ἐναργῶς αὐτὸ τοῦτο | |
κἀκ τοῦ τετάρτου τῆς Πολιτείας. | ||
9.9.15 | ἀξιώματι γὰρ εἰς τὴν ἀπό‐ δειξιν μέλλων χρῆσθαι τοῦ πλείω τὰ τῆς ψυχῆς ἡμῶν εἶναι μόρια προσέχειν ἀκριβῶς αὐτῷ παρακελεύεται γιγνώσκων ἐνίους ἀντεροῦντας ὡς οὐκ ἀληθεῖ διὰ τὸ μὴ δύνασθαι διακρίνειν | |
5 | ἀπὸ τῶν ἀληθινῶν τὰ πιθανὰ μὲν οὐκ ἀληθῆ δὲ πολλῆς ἐν | |
9.9.16 | αὐτοῖς οὔσης ὁμοιότητος. ἐντεῦθεν γάρ τοι καὶ τὸ τῶν δογμάτων πλῆθος ἐγένετο κατ’ ἰητρικήν τε καὶ φιλοσοφίαν, οὐ δυναμένων ἁπάντων διορίζειν ἀπὸ τῶν ἐξ ἀνάγκης ὑπαρ‐ χόντων τισὶν ἢ ἑπομένων ἢ μαχομένων ἤ τινα ἄλλην σχέσιν | |
5 | ἐχόντων πρὸς ἄλληλα, τὰ τὸ δυνατὸν ἔχοντα μόνον. | |
9.9.17 | ὁμοιότης γάρ ἐστι κἀνταῦθα πολλοῖς τῶν ἀναγκαίων πρὸς τὰ δυνατὰ μὲν ὅσον ἐπὶ τῇ νοήσει, μὴ μέντοι γε ὑπάρχοντα κατ’ ἀλή‐ | |
9.9.18 | θειαν. ἀλλὰ καὶ τούτων κἀνταῦθα μόνοις τοῖς γεγυμνα‐ σμένοις κατ’ αὐτὰ καλῶς τὴν διάγνωσιν οἷόν τε ποιεῖσθαι καὶ μόνη γ’ ἀρκέσει τοῖς βουλομένοις ἀποδεικτικοῖς γενέσθαι | |
9.9.19 | μετὰ τοῦ δηλονότι συνετοῖς εἶναι φύσει. θαυμάζειν οὖν δί‐ καιόν ἐστι καὶ κατὰ τοῦτο τὸν Πλάτωνα μὴ μόνον τὰς με‐ θόδους εἰπόντα διὰ συντόμων, ἀλλὰ καὶ γυμνάσαντα καθ’ | |
ἑκάστην. | ||
9.9.20 | ἔστι μὲν γὰρ τρία κεφάλαια, πρῶτον μὲν τὸ περὶ διαίρεσιν καὶ σύνθεσιν, δεύτερον δὲ τὸ περὶ τὴν τῶν ἀκο‐ λούθων τε καὶ μαχομένων γνῶσιν, ἐπ’ αὐτοῖς δὲ τρίτον τὸ κατὰ τὴν πρὸς ἄλληλα τῶν πραγμάτων μεταβολὴν ἐν τῷ | |
5 | μᾶλλόν τε καὶ ἧττον, ἴσως τε καὶ ὁμοίως καὶ ἀνάλογον, 〈ὧν〉 ἐστιν ἥ τε ταὐτοῦ καὶ ἡ ἑτέρου γνῶσις, οἷς ἅπασι κοινὰ συμβέβηκε περὶ ἃ γεγυμνάσθαι χρή, τὸ δυνατὸν καὶ ἀναγκαῖον ἥ τ’ | |
9.9.21 | ἐν τούτοις ὁμοιότης τε καὶ ἀνομοιότης. οἱ μὲν οὖν σκοποὶ καθ’ οὓς ἕκαστα τούτων ὀρθῶς ἄν τις μεταχειρίζοιτο παν‐ τάπασιν ὀλίγοι, τὸ 〈δὲ〉 κατ’ αὐτοὺς γυμνάσιον οὐκ ὀλίγου | |
χρόνου δεόμενον. | ||
9.9.22 | ἐνδείκνυται δὲ τοῦτο καὶ κατὰ τὸ τέ‐ ταρτον τῆς Πολιτείας ὁ Πλάτων, ἔνθα βούλεται δεῖξαι τὴν ψυχὴν ἡμῶν οὐχ ἁπλῆν οὐδὲ μονοειδῆ κατὰ τὴν οὐσίαν, ἀλλὰ σύνθετον ἐκ τριῶν μερῶν, ὧν ἕκαστον μὲν ἴδιον | |
9.9.23 | ἔχει τὸ εἶδος, οὐ μίαν δὲ δύναμιν, ἀλλὰ πλείους. εἰς γὰρ τὴν ἀπόδειξιν αὐτοῦ χρῆταί τινι τῶν πρὸς νόησιν ἐναργῶν λόγῳ τοιῷδε· “δῆλον ὅτι ταὐτὸν τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτὸν οὐκ ἐθελήσει ἅμα.” τοῦτο | |
5 | μὲν οὖν τὸ ἀξίωμα καθ’ ὃ τὴν ἀπόδειξιν ἐγχειρεῖ ποιή‐ | |
σασθαι. | ||
9.9.24 | γιγνώσκων δὲ μὴ παντὶ τὸν εἰρημένον εἶναι λόγον σαφῆ ἐπάγει αὐτὸς [οὗτος] ὧδε· “ἑστάναι, εἶπον, καὶ κι‐ νεῖσθαι τὸ αὐτὸ ἅμα κατὰ τὸ αὐτὸ ἆρα δυνατόν;” οὐκ ἀρκεσθεὶς δ’ οὐδὲ τούτῳ διὰ τὸ συντόμως εἰρῆσθαι μακρότερον αὖθις | |
9.9.25 | διέρχεται τὸν αὐτὸν λόγον ὧδέ πως γράφων· “ἔτι τοίνυν ἀκρι‐ βέστερον διομολογησώμεθα, μή πως προϊόντες ἀμφισβητήσω‐ μεν. εἰ γάρ τις λέγοι ἄνθρωπον ἑστηκότα κινοῦντα δὲ τὰς χεῖράς τε καὶ τὴν κεφαλήν, ὅτι ὁ αὐτὸς οὗτος ἕστηκε καὶ κι‐ | |
5 | νεῖται ἅμα, οὐκ ἂν οἶμαι ἀξιοῖμεν οὕτως λέγειν δεῖν, ἀλλ’ ὅτι | |
τὸ μέν τι αὐτοῦ ἕστηκε, τὸ δὲ κινεῖται. οὐχ οὕτως; οὕτω.” | ||
9.9.26 | μετὰ δὲ τοῦτο τὸ παράδειγμα χρησιμώτερον ἕτερον εἰς ἀν‐ τιλογίαν τοῦ προκειμένου ἀξιώματος ἐπιφέρων ὧδέ πως | |
9.9.27 | γράφει· “οὐκοῦν καὶ εἰ ἔτι μᾶλλον χαριεντίζοιτο ὁ ταῦτα λέγων, κομψευόμενος ὡς οἵ γε στρόμβοι ὅλοι ἑστᾶσί τε ἅμα καὶ κινοῦνται, ὅταν ἐν τῷ αὐτῷ πήξαντες τὸ κέντρον περιφέρωνται, ἢ καὶ ἄλλο τι κύκλῳ περιιὸν ἐν τῇ αὐτοῦ | |
5 | ἕδρᾳ τοῦτο δρᾷ, οὐκ ἂν ἀποδεχοίμεθα, ὡς οὐ κατὰ ταὐτὰ αὐτῶν τὰ τοιαῦτα μενόντων τε καὶ φερομένων, ἀλλὰ φαῖμεν ἂν ἔχειν αὐτὰ εὐθύ τε καὶ περιφερὲς ἐν ἑαυτοῖς καὶ κατὰ μὲν τὸ εὐθὺ ἑστάναι, οὐδαμῇ γὰρ ἀπο‐ | |
κλίνειν, κατὰ δὲ τὸ περιφερὲς κύκλῳ κινεῖσθαι· | ||
10 | καὶ ὅταν δὲ τὴν εὐθυωρίαν ἢ εἰς δεξιὰ ἢ εἰς ἀριστερὰ ἢ εἰς τὸ πρόσθεν ἢ εἰς τὸ ὄπισθεν ἐκκλίνῃ ἅμα περιφερόμενον, τότε οὐδαμῇ ἑστά‐ | |
9.9.28 | ναι.” ταῦτα προειπὼν ὁ Πλάτων σαφέστατα συνάπτων αὐτοῖς ἐφεξῆς φησιν, “οὐδὲν ἄρα ἡμᾶς τῶν τοιούτων λεγό‐ μενον ἐκπλήξει οὐδὲ μᾶλλόν τι πείσει ὥς ποτέ [τοι] τι ἂν τὸ αὐτὸ ὂν ἅμα κατὰ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ τἀναντία πάθοι | |
5 | ἢ καὶ εἴη ἢ καὶ ποιήσειεν.” | |
9.9.29 | ἐν τούτοις διορίζει τὰς ἐν τοῖς εἰρημένοις πράγμασιν ὁμοιότητας, ἐπιδεικνὺς ὅπως ἐνδέχεταί τινα τῶν μὴ καθορώντων ἀκριβῶς αὐτὰς οἴεσθαι τὸν εἰρη‐ μένον ὑπ’ αὐτοῦ καθόλου λόγον οὐκ εἶναι διὰ παντὸς οὐδ’ | |
5 | ἐπὶ πάντων ἀληθῆ, δύνασθαι γὰρ τἀναντία κατὰ τὸν αὐτὸν χρόνον πρὸς τὸ αὐτὸ ποιεῖν ἢ πάσχειν, ἐπὶ τὰ μόρια τὸν λόγον ἀνάγοντα, καθάπερ ἐπ’ ἀνθρώπου κινου‐ | |
9.9.30 | μένου μὲν τοῖσδε τοῖς μορίοις, ἡσυχάζοντος δὲ τοῖσδε. πρό‐ δηλον γὰρ ὡς οὐ σώζεται τὸ ταὐτὸν ἀκριβῶς ἐν τοῖς τοιού‐ | |
τοις· ἀλλ’ εἴ τις ἐπιδεῖξαι δύναιτο τὸν δάκτυλον ἡσυχάζειν | ||
5 | τε ἅμα καὶ κινεῖσθαι, οὗτος ἂν εἴη τὸ προειρημένον ἀξίωμα | |
9.9.31 | διαβεβληκώς. δείξας οὖν ὁ Πλάτων κἀνταῦθα τὴν ἀνομοιό‐ τητα τοῦ βουληθέντος ἀντειπεῖν κατὰ τὸν εἰρημένον λόγον, ἐφ’ ἑτέραν ἀντιλογίαν πιθανωτέραν μεταβὰς ἐπιδείκνυσι κἀκείνην κατὰ τὸ μὴ δύνασθαι διακρίνειν τὴν ὁμοιότητα | |
9.9.32 | τῆς ἀνομοιότητος ἐσομένην. ἐν γὰρ τοῖς στρόμβοις δύναιτ’ ἄν τις λέγειν τἀναντία [μὴ] περὶ ταὐτὸν σῶμα συμβαίνοντα, | |
ὅταν 〈ἐν〉 ἑνὶ τόπῳ πήξαντες τὸ κέντρον περιφέρωνται· ἀλλὰ | ||
5 | καὶ κατὰ τοῦτο τὸ παράδειγμά φησιν ὁ Πλάτων ἕτερον μὲν εἶναι τὸ ἑστὸς τοῦ στρόμβου, ἕτερον δὲ τὸ περιφερόμενον, | |
9.9.33 | ὃ δὴ “κύκλῳ 〈κινεῖσθαι〉” προσηγόρευσεν αὐτός. ἐν τούτῳ τῷ λόγῳ παντὶ σκοπὸν ἡμᾶς ἐδίδαξε τῆς διακρίσεως τῶν οὕτως λεγο‐ μένων ἐν διαφορᾷ κεῖσθαι τοῦ τε ἀκριβῶς λεγομένου | |
ταὐτοῦ, καὶ τοῦ παχέως τε καὶ πλατέως καὶ οὐκ ἀκριβῶς. | ||
9.9.34 | ὁ μὲν γὰρ αὐτὸς ἵππος οὐ δύναται κατὰ τὸν αὐτὸν [ἅμα] χρόνον εἰς Ἀθήνας τε ἅμα καὶ Κόρινθον ἀπιέναι, καθάπερ οὐδ’ εἶναι κατὰ τὸν αὐτὸν ἅμα χρόνον Ἀθήνησι καὶ 〈ἐν〉 Κορίνθῳ, | |
5 | οὐδὲ μέλας καὶ λευκὸς εἶναί τε καὶ λέγεσθαι καθ’ ἕνα χρό‐ νον τὸν αὐτόν, εἰ μὴ τὸ μὲν ἥμισυ φέρε τοῦ σώματος λευκὸν [αὐτοῦ] εἴη, τὸ δ’ ἕτερον αὐτοῦ μέλαν, ἀλλ’ [ὅτι] οὔτε τὸ λευκὸν μέρος ἅμα τε λευκὸν εἶναι καὶ μέλαν οὔτε τὸ μέλαν | |
ἅμα μέλαν τε καὶ λευκὸν οἷόν τε εἶναι. | ||
9.9.35 | κατὰ τοῦτον οὖν τὸν σκοπὸν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς γυμνάζων ἡμᾶς δια‐ κρίνει τό τε ταὐτὸν ἀπὸ τοῦ ἑτέρου καὶ τὸ ὅμοιον ἀπὸ τοῦ ἀνομοίου. κἀπειδὴ ταῦτα ἔπραξεν, αὐτὸς ἐφεξῆς κατὰ λέξιν | |
9.9.36 | ὡδί πως ἔγραψε· “μήτοι τις, ἦν δ’ ἐγώ, ἀσκέπτους ἡμᾶς ὄντας θορυβήσῃ, ὡς οὐδεὶς ποτοῦ ἐπιθυμεῖ, ἀλλὰ χρηστοῦ ποτοῦ, καὶ οὐ σίτου, ἀλλὰ χρηστοῦ σίτου. 〈πάντες γὰρ ἄρα τῶν ἀγαθῶν ἐπιθυμοῦσιν· εἰ οὖν ἡ δίψα ἐπιθυμία | |
5 | ἐστί, χρηστοῦ ἂν εἴη εἴτε πώματος εἴτε ἄλλου ὅτου ἐστὶν ἐπιθυμία, καὶ αἱ ἄλλαι οὕτω. ἴσως γὰρ ἄν, ἔφη, δοκοῖ τι λέγειν ὁ ταῦτα λέγων. ἀλλὰ μέντοι, ἦν δ’ ἐγώ, ὅσα γ’ ἐστὶ τοιαῦτα οἷα εἶναί του, τὰ μὲν ποιὰ ἄττα ποιοῦ τινός ἐστιν, ὡς ἐμοὶ δοκεῖ,〉 τὰ δ’ | |
10 | αὐτὰ ἕκαστα αὐτοῦ ἑκάστου μόνου.” | |
9.9.37 | εὔδηλον οὖν ὅτι προθεὶς κατὰ τὸν λόγον εὐθὺς ἐν ἀρχῇ, “μήτοι τις, ἦν δ’ ἐγώ, ἀσκέπτους ἡμᾶς ὄντας θορυβήσῃ,” διὰ τοῦτο προσέ‐ θηκε τὸ ἀσκέπτους, εἰδὼς ὅτι περὶ ἕκαστον τούτων ἐσκέφθαι | |
5 | χρὴ διατρίψαντα καὶ γυμνασάμενον πολυειδῶς. τοιαύτη γάρ τις ἡ περιωδευμένη φαντασία παρὰ τοῖς μετ’ αὐτὸν Ἀκα‐ | |
δημαϊκοῖς ὠνομάσθη. | ||
9.9.38 | καὶ θαυμαστὸν οὐδὲν ἐκ τῆς πολλῆς τῆς περὶ τὸ προκείμενον πρᾶγμα σκέψεως ἀκριβεστέραν αὐτοῦ γίγνεσθαι τὴν γνῶσιν, ὅπου γε καὶ τῶν ταῖς αἰσθή‐ σεσι διαγιγνωσκομένων ἡ γνῶσις ἀκριβεστέρα τοῖς συνεχῶς | |
5 | αὐτὰ θεωμένοις γίγνεται, καθάπερ ἐπὶ πολλῶν διδύμων φαίνεται δοκούντων τοῖς μὲν ἀήθεσιν ἀπαραλλάκτων εἶναι, | |
τοῖς δὲ συνήθεσι καὶ πάνυ ῥᾳδίως διακρινομένων. | ||
9.9.39 | ὥσπερ δὲ ἐπὶ τῶν ἀξιωμάτων αἱ ὁμοιότητες πλάνας καὶ αἱ ἀνο‐ μοιότητες παρέχουσι τοῖς ἀγυμνάστοις τε καὶ ἀσκέπτοις, οὕτω καὶ περὶ τῶν ζητουμένων πραγμάτων ἀπάτη γίγνεται | |
5 | πολλάκις οὐχ ἥκιστα καὶ διὰ τὰς ὁμωνυμίας διττὰς οὔσας, ἑτέρας μὲν ἐκ 〈τοῦ〉 τῶν ὁμογλώττων ἔθους, ἑτέρας δ’ ἐξ | |
9.9.40 | αὐτοῦ τοῦ τῶν διαλέκτων· ὥσπερ ἀμέλει καὶ περὶ τῶν κατὰ τὴν ψυχὴν μερῶν ἡ ζήτησις γέγονεν ἀποδεικνύντος μὲν τοῦ Πλάτωνος μὴ δύνασθαι τὸ ταὐτὸν τἀναντία ποιεῖν ἢ πά‐ | |
σχειν κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτόν· | ||
5 | ἐν γὰρ τοῖς ἐπι‐ φερομένοις σαφῶς αὐτὸ τοῦτο διῆλθεν ὀνομάζων ταὐτὸν | |
9.9.41 | τὸ τῆς ψυχῆς εἶδός τε καὶ μέρος. ἔνιοι δὲ τὸ ταὐτὸν ἐπὶ δυνάμεως εἰρῆσθαί φασιν, ὡς 〈εἰ〉 καὶ οὗτος εἶπε τὴν αὐτὴν δύναμιν ἑνὶ χρόνῳ πρὸς ἕν τι πρᾶγμα μὴ δύνασθαι τἀναντία ποιεῖν ἢ πάσχειν, οὐδὲ τοῦτ’ ἐννοήσαντες, ὅτι | |
5 | τὸ μὲν ποιεῖν ἐπὶ τῆς δυνάμεως ἀκούειν ἐγχωρεῖ, τὸ πά‐ σχειν δ’ οὐκ ἐγχωρεῖ· κατὰ γὰρ τὸ δρᾶν ὁ Πλάτων ἀεὶ φαίνεται τὸ τῆς δυνάμεως ὄνομα προσφερόμενος, οὐ κατὰ | |
τὸ πάσχειν. | ||
9.9.42 | ἕκαστον γὰρ τῶν ὄντων δρᾶν μέν τι δύναται καθ’ ἣν ἔχει δύναμιν [ἡγούμενος], οὐ μὴν καὶ πάσχειν κατὰ δύναμιν, ἀλλὰ καὶ κατὰ ἀσθένειαν μᾶλλον, ὅτε ἰσχυρότερον αὐτοῦ τὸ | |
9.9.43 | συντυγχάνον ὑπάρχει. καὶ πρόδηλον δ’ ἐξ ὅλου τοῦ λόγου γέγονε, καθότι μοι δέδεικται καὶ διὰ τῆσδε τῆς πραγματείας 〈καὶ〉 ἐν ᾗ περὶ τῶν τῆς ψυχῆς εἰδῶν ἐμνημόνευσα κατὰ τὴν τοῦ Πλάτωνος γνῶσιν τὸν λόγον ποιούμενος, ἓν μὲν λέγειν | |
5 | αὐτόν, ὅ τι περ ἂν ὑποκείμενον ᾖ κατὰ τὴν ζήτησιν, οὐσίαν ἰδίαν ἔχον ἢ συμβεβηκός, οὐσίαν δὲ ἥτις μὴ δύναται τἀναντία περὶ τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον ἅμα δρᾶν | |
τε καὶ πάσχειν. | ||
9.9.44 | ἀλλὰ καὶ τὸ τῆς διαιρέσεως ὄνομα λέγεται μὲν κυρίως ὅταν ὅλον τι συνεχὲς ὂν 〈εἰσ〉 τὰ μόρια τέμνηται, λέγεται δὲ καὶ κατὰ τὴν ἀπ’ αὐτοῦ μεταφοράν, | |
9.9.45 | ὅταν 〈γένοσ〉 εἰς διαφορὰς ἢ εἴδη. συγχέονταί γέ τινες ἐν ταῖς τοιαύταις τομαῖς, ὡς οὐ δύνασθαι διακρῖναι τὴν τῆς οὐσίας εἰς τὰ μέρη διαίρεσιν ἀπὸ τῆς τῶν γενῶν τε καὶ διαφορῶν καὶ εἰδῶν διαιρέσεως, ἔτι δὲ μᾶλλον, ὅτε κατὰ | |
5 | τὸ τρίτον σημαινόμενον οἱ διαλεκτικοὶ διαίρεσιν ὀνομάζουσιν τὴν τῶν φωνῶν εἰς τὰ σημαινόμενα, καὶ κατ’ ἄλλην, ὅταν τὰς φυσικὰς οὐσίας ἐξ ὕλης ἀποίου καὶ εἴδους συγκεῖσθαι λέγωσιν, ὥσπερ δή γε κἀπειδὰν ἔκ τε τῆς ὑποκειμένης | |
οὐσίας ἀποίου καὶ τῶν συμβεβηκότων αὐτῇ· | ||
9.9.46 | λέγουσι γὰρ ἔνιοι φιλόσοφοι καὶ τὸ τοιοῦτον διαίρεσιν, ὥσπερ καὶ ἀνά‐ λυσιν. οὐ μὴν τάς γε οὐσίας διαιρεῖσθαί φασιν εἰς τὰς ἐν αὐταῖς δυνάμεις, ἀλλ’ ἑκάστην ἄτμητον οὖσαν ἐνεργεῖν τι | |
9.9.47 | κατὰ τὰς ἐν αὐτῇ δυνάμεις. οὐδὲ γὰρ ἁπλῶς λέγουσι δύ‐ ναμιν ἔχειν τινὰ τὴν οὐσίαν, ἀλλὰ προστιθέασι ποτὲ μὲν τοῦ καίειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν, ποτὲ δὲ τοῦ φαντασιοῦσθαι καὶ λογίζεσθαι καὶ κινεῖν ἑαυτὴν ἤ τι τῶν | |
5 | ἄλλων ὅσα [τε] τοιαῦτα κατὰ τὴν λογιστικὴν ψυχὴν ἐνεργοῦμεν, αὐτὴν μὲν οὖσαν μίαν, ἔχουσαν δὲ δυνάμεις πολλάς, ἃς | |
ἁπάσας ἐν τῇ προειρημένῃ πραγματείᾳ διῆλθον. |