TLG 0057 031 :: GALENUS :: De usu pulsuum

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De usu pulsuum

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 5. Leipzig: Knobloch, 1823 (repr. Hildesheim: Olms, 1965): 149–180.

Citation: Volume — page — (line)

5

.

149

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΣΦΥΓΜΩΝ
t2ΒΙΒΛΙΟΝ.
1 Τίς ἡ χρεία τῶν σφυγμῶν; ἆρά γε ἥπερ καὶ τῆς ἀναπνοῆς, ὡς σχεδὸν ἅπασιν ἰατροῖς τε καὶ φιλο‐ σόφοις ἔδοξεν, ἤ τις ἑτέρα παρὰ ταύτην; οὐ γὰρ δὴ ἀβα‐ σανίστως πειστέον αὐτοῖς, ἐναντιοῦσθαι δοκούντων ἄλλων
5τέ τινων οὐκ ὀλίγων φαινομένων, καὶ τοῦ νῦν εἰρῆσθαι μέλλοντος οὐχ ἥκιστα. στερηθέντες μὲν γὰρ τῆς ἀναπνοῆς εὐθέως ἀποθνήσκομεν, ἄσφυκτα δ’ ἀπεργάσῃ πολλὰ τῶν
μορίων ἄνευ μεγάλης βλάβης. εἰ γοῦν ἐθελήσῃς ἢ τὰς διὰ149

5

.

150

τῶν βουβώνων ἐπὶ τὰ σκέλη καθηκούσας ἀρτηρίας, ἢ τὰς διὰ τῶν μασχαλῶν εἰς τὰς χεῖρας βρόχῳ διαλαβεῖν, ἀσφύ‐ κτους μὲν εὐθέως ἐργάσῃ τὰς ἐν τοῖς κώλοις ἁπάσας, οὐ μὴν παραλύσεις ταῦτα τῆς καθ’ ὁρμὴν κινήσεως, ὥσπερ
5οὐδὲ τῆς αἰσθήσεως. εἰ δ’ ἐν τῷ χρόνῳ ναρκώδη τε καὶ ψυχρὰ καὶ ὠχρὰ καὶ ἄτροφα γίνεται, τάχ’ ἂν τοῦτο κατὰ συμπάθειαν μᾶλλον ἢ τὴν τῶν σφυγμῶν ἀπώλειαν συμ‐ βαίνοι. εἰ δὲ τὰ νεῦρα βρόχοις διαλάβοις, ἀκίνητά τε παν‐ τελῶς καὶ ἀναίσθητα παραχρῆμα ποιήσεις τὰ μόρια. ἐχρῆν
10οὖν καὶ τὰς ἀρτηρίας ὁμοίως τοῖς νεύροις κακωθείσας, εἰς ἅπερ ἔμπροσθεν ὠφέλουν ἕκαστον τῶν μορίων, εἰς ταῦτα καὶ βλάπτειν εὐθέως. τὸ δὲ δὴ πάντων ἀτοπώτατον, εἰ τὰς κατὰ τὸν τράχηλον ἀρτηρίας βρόχοις διαλάβοις, οὐδὲν σαφὲς βλάψεις τὸ ζῶον, καίτοι συνάπτουσιν αὗται καρδίαν
15ἐγκεφάλῳ, τὸ κυριώτατον τῶν ζωτικῶν ὄργανον τῷ κυριω‐ τάτῳ τῶν ψυχικῶν. εἴπερ οὖν τῶν οὕτως ἐπικαίρων ἀρτηριῶν ἡ βλάβη μηδὲν σαφὲς ἀδικεῖ τὸ ζῶον, σχολῇ γ’
ἂν τῶν ἄλλων τις ἀδικήσειεν. εἰ δ’ οὐδὲν βλάπτουσιν150

5

.

151

παθοῦσαι, παντί που δῆλον, ὡς οὐδ’ ὠφελοῦσιν, οὐδ’ ἂν ἐῤῥωμέναι τύχωσιν. πῶς οὖν ἐκ σφυγμῶν τὸ μέγιστον προ‐ γινώσκομεν; οὐχ ὡς ἐξ αἰτίων πολὺ δυναμένων, φήσει τις, ἀλλ’ ὡς σημείων ἐπικαίρων, ὡς εἰ καὶ γρυπουμένοις τοῖς
5ὄνυξι καὶ μελαινομένοις τεκμαίροιτό τις περὶ θανάτου. ὅταν γὰρ τοῖς χρησίμοις εἰς τὴν ζωὴν ἕπηταί τινα κατ’ ἀνάγ‐ κην, ὁ μὲν κίνδυνος ἐπὶ τῇ τοῦ χρησίμου βλάβῃ, τὸ δ’ ἐξ ἀνάγκης ἑπόμενον σημεῖον γίνεται τοῦ κινδύνου. κύριον μὲν οὖν σπλάγχνον ἡ καρδία, ἐκπεφύκασι δ’ ἀπ’ αὐτῆς αἱ
10ἀρτηρίαι, καὶ κινοῦνται τὸν αὐτὸν ἐκείνῃ τρόπον· ὥστε καὶ βλάπτονται τὸν αὐτὸν, καὶ ταύτῃ μέγα δηλοῦν πεφύκασιν. ἐδείχθη δὲ οὐ ταὐτὸν ὂν τὸ δηλοῦν μεγάλα τῷ δύνασθαι μεγάλα. πόθεν οὖν ἐπῆλθεν ἅπασιν ἰατροῖς τε καὶ φιλο‐ σόφοις εἰς τὴν αὐτὴν χρείαν ἀνάγειν τήν τε ἀναπνοὴν καὶ
15τοὺς σφυγμοὺς, τῆς μὲν οὕτως εἰς μέγα διαφέρειν ἡμῖν φαινομένης, τῶν δ’, ὡς ἔοικεν, ἢ παντάπασιν εἰς οὐδὲν, ἢ
παντελῶς μικρόν; ἐμοὶ μὲν οὖν δοκοῦσιν, ὥσπερ οὖν καὶ151

5

.

152

γράφουσιν οἱ πλείους αὐτῶν, ἐκ τοῦ τρέπεσθαι παραπλη‐ σίους τροπὰς ἐπὶ τοῖς αὐτοῖς αἰτίοις ἀμφότερα κοινὴν εἶναι καὶ τὴν χρείαν αὐτῶν ὑπονοῆσαι· τῶν τε γὰρ γυμνα‐ ζομένων καὶ λουομένων, καὶ τῶν ὁπωσοῦν ἄλλως θερμαι‐
5νομένων, οὐ τὴν ἀναπνοὴν μόνον ὠκυτέραν τε καὶ πυκνο‐ τέραν καὶ μείζονα γινομένην ἔστιν ἰδεῖν, ἀλλὰ καὶ τοὺς σφυγμοὺς ὡσαύτως τρεπομένους, τῶν τ’ ἀργούντων, καὶ τῶν ὁπωσοῦν ἄλλως ψυχομένων, οὐ τὴν ἀναπνοὴν μόνην ἀραιο‐ τέραν τε καὶ βραδυτέραν καὶ μικροτέραν, ἀλλὰ καὶ τοὺς
10σφυγμούς. καὶ ἐν τοῖς καυσώδεσι πυρετοῖς πλεῖστον μὲν καὶ τάχιστον καὶ πυκνότατον ἀναπνέουσι, μεγίστους δ’ ἔχουσι καὶ ταχίστους καὶ πυκνοτάτους τοὺς σφυγμούς. εἰ δ’ ἐπὶ ταῖς ἀσυμμέτροις τροφαῖς οἱ μὲν σφυγμοὶ μείζονες, αἱ δ’ ἀναπνοαὶ γίνονται μικρότεραι, οὐδὲ τοῦτο ἀπόρημα
15τῷ λόγῳ· μικρότερον μὲν γὰρ ἀναπνέουσιν ἢ σφύζουσι στενοχωρίᾳ τῶν φρενῶν, ἀλλ’ ὅσῳ μικρότερον, τοσούτῳ
πυκνότερον, ἰώμενοι τὴν μικρότητα τῆς ἀναπνοῆς τῷ συνε‐152

5

.

153

χεῖ τῆς ἐνεργείας. ὅσον γὰρ ἐνδεέστερον ἀπέλαυσεν ἡ φύσις ἀέρος, οὐ δυνηθέντος ἐπὶ πλεῖστον διαστῆναι τοῦ θώρακος, τοῦτο ἐπανορθοῦται τῇ πυκνότητι. καὶ διὰ τοῦτο ἴσον δύναται τὸ μικρότερόν τε ἅμα καὶ πυκνότερον πνεῦμα τῷ
5μείζονί τε ἅμα καὶ ἀραιοτέρῳ. λέγομεν δὲ νῦν ἀραιότερον σφυγμὸν τὸν ἐπὶ τροφαῖς, οὐ τὸν πρὸ τῆς τροφῆς, ἐκείνου μὲν γὰρ πυκνότερός ἐστιν, ἀλλὰ τῇ τῆς ἀναπνοῆς ἰδέᾳ πα‐ ραβάλλοντες. εἰ τοίνυν τρέπεται μὲν ὡσαύτως ἐπὶ τοῖς αὐ‐ τοῖς αἰτίοις ἡ ἀναπνοὴ τοῖς σφυγμοῖς, βλάπτεται δ’ οὐχ
10ὡσαύτως ἀπολλυμένη, καὶ γὰρ τοῦτ’ ἔμπροσθεν ἐδείχθη, περαίνοιτ’ ἂν οὐδὲν ἧττον ὁμοίως ἀλλήλοις τὰ ἀντικείμενα, τό τε τῆς αὐτῆς ἕνεκα χρείας ἄμφω γεγονέναι καὶ τὸ μὴ τῆς αὐτῆς. ἀλλ’ οὐκ ἐνδέχεται· χρὴ γὰρ θάτερον αὐτῶν ἀληθὲς ὑπάρχειν, οὐκ ἄμφω.
15 Ζητητέον οὖν, ὅπῃ τῶν λόγων ὁ ἕτε‐ ρος παραλογίζεται, κάνονα τῆς κρίσεως ποιησαμένοις ἡμῖν τὴν χρείαν τῆς ἀναπνοῆς, ἣν ἐδείξαμεν ἐν τοῖς περὶ
αὐτῆς λόγοις διττὴν οὖσαν, ὡς ἐδόκει καὶ Ἱπποκράτει·153

5

.

154

τὴν μὲν γὰρ ἑτέραν, τὴν μείζω, φυλακὴν τῆς ἐμφύτου θερ‐ μασίας, τὴν δὲ ἑτέραν, τὴν ἐλάττονα, θρέψιν τοῦ ψυχι‐ κοῦ πνεύματος. ἀλλ’ εἰς ἄμφω ταῦτα παρὰ τῆς διὰ τῶν ῥινῶν εἰσπνοῆς ὠφελεῖσθαι τὸν ἐγκέφαλον ἐλέγομεν. ὥστ’
5οὐδὲν θαυμαστὸν, ὀλίγης αὐτῷ παρὰ καρδίας χορηγουμένης τῆς ἐπικουρίας, ὀλίγην εἶναι καὶ τὴν βλάβην, τῶν καρω‐ τίδων λεγομένων ἀρτηριῶν βρόχοις διαληφθεισῶν. ἀλλ’ ἴσως τις φήσει, μηδ’ ἐλαχίστην φαίνεσθαι· δι’ ὅλης γὰρ ἡμέρας τὸ ζῶον, ὡς ἐπειράθημεν πολλάκις, ἀβλαβὲς δια‐
10μένει. καὶ ὀρθῶς γε φήσει. καὶ δὴ τοῦθ’ ἡμεῖς ἀποροῦν‐ τες ἐπενοήσαμεν τοιούτου τινὸς ἀποπειραθῆναι φαινομένου. πρότερον δ’ ἐρῶ τὸν λογισμὸν, ὅθεν εἰς τοῦθ’ ἥκομεν. ἐπεὶ γὰρ ἐν ἑτέροις ἡμῖν ἀποδέδεικται, τὰς κατὰ τὸν ἐγκέ‐ φαλον κοιλίας πνεύματος εἶναι ψυχικοῦ μεστὰς, τροφῆς
15χρῄζοντος συνεχοῦς, ἀποδέδεικται δὲ καὶ ὡς δαπανᾶται τοῦτο ἐν ταῖς καθ’ ὁρμὴν κινήσεσιν, ἄμεινον ἐδόκει
τρέχειν ἀναγκάζειν τὸ ζῶον, ᾧ τὰς ἀρτηρίας βρόχοις154

5

.

155

διελάβομεν. ἐπεὶ δὲ μέχρι μὲν πολλοῦ καλῶς ἔτρεχε, μέχρι παντὸς δ’ οὐκ ἠδύνατο, ζητεῖν ἐδόκει χρῆναι, διότι μέχρι μὲν πολλοῦ ἔτρεχε, μέχρι παντὸς δὲ οὐκ ἠδύνατο, καὶ πά‐ λιν αὐτὸ μέχρι πολλοῦ οὐ διαρκεῖν, ἀλλ’ εὐθέως ἐκλύεσθαι,
5δαπανωμένου τοῦ ψυχικοῦ πνεύματος. ἀλλὰ καὶ αὐτοῦ τού‐ του τὸ δικτυοειδὲς πλέγμα πρὸς τῶν ἀμφὶ τὸν Ἡρόφιλον κληθὲν ἐδόκει τὴν αἰτίαν ἔχειν. ἐκεῖ γὰρ αἱ ἐπὶ τὸν ἐγκέ‐ φαλον ἀνιοῦσαι καρωτίδες ἀρτηρίαι, πρὶν διελθεῖν τὴν σκλη‐ ρὰν μήνιγγα, σχίζονται πολυειδῶς ὑπ’ αὐτῆς, περιπλεκόμε‐
10ναι κατὰ πολλοὺς στίχους, ὡς εἰ νοήσαις ἀλλήλοις ἐπικεί‐ μενα δίκτυα πλείω, καὶ χώραν παμπόλλην, ἣν καλοῦσιν ἐγκεφάλου βάσιν, καταλαμβάνουσιν, ἐνὸν αὐταῖς εὐθὺς μὲν διεκπεσεῖν τὰς μήνιγγας, ἐμφῦναι δὲ εἰς τὸν ἐγκέφαλον, οὗ περ ἐξ ἀρχῆς ἰέναι. τοῦθ’ οὖν τὸ θαυμαστὸν πλέγμα πρὸς
15τῆς μηδὲν εἰκῆ ποιούσης φύσεως ἐν οὕτως ἀσφαλεῖ χώρᾳ ταχθῆναι, μεγάλης τινὸς ἐδόκει χρείας ἐνδεικτικὸν ὑπάρχειν.
ἀλλ’ ἐπειδὴ τὴν τῶν ἐντέρων ἕλικα καὶ τὴν τῶν εἰς τοὺς155

5

.

156

ὄρχεις ἐμφυομένων ἀγγείων ἀκριβοῦς τε πέψεως ἕνεκα τῶν περιεχομένων ὑλῶν καὶ προσέτι δαψιλοῦς παρασκευῆς ταῖς ἑξῆς ἐνεργείαις ἑωρῶμεν γεγενημένην, εὔλογον ἐδόκει κᾀν‐ ταῦθα τοιοῦτόν τι μεμηχανῆσθαι τὴν φύσιν, ἅμα τε κα‐
5τεργαζομένην πολλῷ χρόνῳ τὴν ἐν ταῖς ἀρτηρίαις ὕλην, αἷμα θερμὸν καὶ λεπτὸν καὶ ἀτμῶδες ὑπάρχουσαν, ἅμα τε κα‐ τασκευάζουσαν τροφὴν δαψιλῆ τῷ κατὰ τὸν ἐγκέφαλον ψυ‐ χικῷ πνεύματι. καὶ διὰ τοῦτο, κᾂν στερηθῇ τῆς πρὸς τὴν καρδίαν συνεχείας ὁ ἐγκέφαλος, ἐξαρκεῖ αὐτῷ τὸ δικτυοει‐
10δὲς πλέγμα μέχρι πολλοῦ, καὶ μάλισθ’ ὅταν ἀτρεμῇ τὸ ζῶον, ὡς ἂν μὴ δαπανωμένου τηνικαῦτα τοῦ ψυχικοῦ πνεύ‐ ματος εἰς τὴν καθ’ ὁρμὴν ἐνέργειαν. τὸ μὲν δὴ χα‐ λεπώτατόν τε καὶ ἀπορώτατον δοκοῦν, τὸ κατὰ τὰς καρω‐ τίδας ἀρτηρίας, οὐδὲν ἔχειν ἄπορον ἔτι φαίνεται. παραπλη‐
15σίως δ’ αὐτῷ καὶ τὸ κατὰ τὰς ἄλλας ἁπάσας, ὧν ἑκάστης βρόχῳ διαληφθείσης οὐδὲν ἐν τῷ παραυτίκα βλάπτεται τὸ
μέρος. ἐχρῆν γὰρ, οἶμαι, κᾀνταῦθα σκοπεῖν, ὡς οὐκ ἴσον156

5

.

157

ἐστὶν, ἢ τὴν ἀρχὴν αὐτὴν τῆς ἐμφύτου θερμασίας παθεῖν, ἤ τι τῶν ὑπ’ αὐτῆς θερμαινομένων. τὴν μὲν γὰρ ἀεὶ χρὴ θερμὴν ἱκανῶς ὑπάρχειν· καὶ γὰρ ἑαυτὴν καὶ τἄλλα κινεῖ τε ἅμα σφυγματωδῶς καὶ θερμαίνει· τοῖς δὲ ἀπόχρη
5βραχείας εὐπορεῖν θερμασίας εἰς τὸ διασώζεσθαι. καὶ τὴν μὲν εἰ στερήσαις τῆς ἐμφύτου θερμασίας, αὐτήν τε ψύξεις καὶ τἄλλα πάντα, ὅσα πρότερον ὑπ’ αὐτῆς ἐθερμαίνετο· τῶν δ’ ἄλλων οὐδὲν στερῆσαι τελέως δυνήσῃ τῆς θερμα‐ σίας, κᾂν βρόχοις διαλάβῃς τὰς ἀρτηρίας· διά τε γὰρ τῶν
10χιτώνων ἐπιῤῥυήσεταί τι, καὶ γὰρ σύμπνουν ἐστὶ καὶ σύῤ‐ ῥουν ἑαυτῷ πᾶν τὸ σῶμα κατὰ τὸν Ἱπποκράτους λό‐ γον. ὥστε, κᾂν μὴ διὰ τῶν ἀρτηριῶν, ἀλλά γε διὰ τῶν ἄλλων καὶ μάλιστα διὰ φλεβῶν τῷ συνεχεῖ τῆς μετα‐ λήψεως εἰς πᾶν μόριον ἐνεχθήσεταί τι τῆς θερμασίας.
15ἅπαντα οὖν τὰ τοιαῦτα τοῖς φαινομένοις ὁμολογεῖ, καὶ θαυμαστὸν οὐκ ἔτι δόξει τὴν ἀρχὴν τῆς θερμασίας μᾶλ‐
λον τῶν ἄλλων βλάπτεσθαι στερηθείσης τῆς ἀναπνοῆς.157

5

.

158

καὶ γὰρ ἐν ταῖς ἰατρικαῖς σικύαις ἡ μὲν φλὸξ ἀπόλλυται παραχρῆμα, μένει δ’ ἄχρι πλέον ἡ θερμασία περί τε τὸν ἐντὸς ἀέρα καὶ κατ’ αὐτὸ τὸ σῶμα, οὐ τραφεῖσα. οὕτω δὲ κᾀν τοῖς οἴκοις τοῖς ὑπὸ πυρὸς θερμανθεῖσιν θερμα‐
5σία φαίνεται διαμένουσα, τοῦ πυρὸς ἐσβεσμένου πολλάκις. οὐχ ὅμοιον οὖν ἐστι τὸ κατὰ φύσιν τῇ τε καρδίᾳ καὶ τοῖς ἄλλοις μορίοις· τὴν μὲν γὰρ ζεῖν ἀεὶ χρὴ, τοῖς δ’ ἀρκεῖ τὸ μὴ παντάπασι καταψύχεσθαι. μάθοις δ’ ἂν ἐναργῶς τὸ λεγόμενον, εἰ γυμνώσαις καρδίαν ζώου, αὐτῆς διελὼν
10τὸ σκέπασμα, ὃ καλοῦσι περικάρδιον χιτῶνα, χωρὶς τοῦ τὸν ἄλλον θώρακα συντρῆσαι. τάχιστα γὰρ ἀποθνήσκει τὸ ζῶον, εἰ καταψύξεις τὴν καρδίαν· εἰ μέντοι θερμὴν φυ‐ λάττοις, οὐδὲν πάσχει. ψύξεις μὲν οὖν αὐτὴν ἐν ἀέρι τὴν χειρουργίαν ψυχρῷ ποιούμενος καὶ ψυχρὸν καταῤῥαίνων
15ὕδωρ· φυλάξεις δὲ ὡς πλείστου θερμὴν διὰ τῶν ἐναντίων. ἀλλ’ εἰ, κατεψυγμένης ἤδη, καὶ διὰ τοῦτο τοῦ ζώου τεθνεῶ‐ τος, ἐθέλοις παραχρῆμα τρώσας ὁποτέραν οὖν τῶν κοιλιῶν,
καὶ μᾶλλον τὴν ἀριστερὰν, καθεῖναι δάκτυλον εἰς αὐτὴν,158

5

.

159

αἰσθήσῃ πολλῆς τῆς θερμασίας, καὶ πολύ γε πλέονος, ἢ ἐν τοῖς ἄλλοις μορίοις τοῖς κατὰ φύσιν διακειμένοις. τὸ γὰρ ἴσον μέρος τῆς θερμασίας ἐλάχιστον μὲν τῇ καρδίᾳ, πάμπολυ δὲ τοῖς ἄλλοις ἐστί. καὶ τοίνυν, ὅταν μὴ φυλάτ‐
5τηται τοῦτο, τὸ μὲν ἐκ τῆς καρδίας οἷον φλὸξ διαφορεῖται, τὸ δ’ ἐν τοῖς ἄλλοις ἄχρι πολλοῦ παραμένει. φυλακὴ δὲ ἦν ἐκείνῃ μὲν ἡ ἀναπνοὴ μόνη, τοῖς δ’ ἄλλοις διττή· σφυγμὸς μὲν, οἷον προαναπνοὴ, τό τε ἀπὸ τῆς ἀρχῆς ἐπιῤῥέον ἐξ ἐπιμέτρου. κατὰ δύο τοίνυν αἰτίας ἕκαστον τῶν
10μορίων πλεονεκτεῖ τῆς καρδίας εἰς τὸ μὴ ταχέως βλάπτε‐ σθαι θερμασίας ἐνδείᾳ. καὶ γὰρ, ὅτι πλείστης μὲν ἐκείνη χρῄζει, τὰ δ’ ἄλλα βραχείας, καὶ ὅτι τῇ μὲν οὐδαμόθεν ἐπιῤῥεῖ, τοῖς δ’ ἀπ’ ἐκείνης, ἡ μὲν ἑτοίμως ἐξίσταται τοῦ κατὰ φύσιν, τὰ δὲ οὔ.
15 Περὶ δὲ τοῦ μὴ δι’ ἀρτηριῶν μόνον, ἀλλὰ καὶ διὰ τῶν φλεβῶν καὶ τῶν ἄλλων ἁπάντων ἐπιῤῥεῖν
ἐκ τῆς καρδίας τοῖς μορίοις τὴν θερμασίαν, ἐπεὶ διὰ159

5

.

160

βραχέος εἴρηται πρόσθεν, αὖθις ἡμῖν ἀναληπτέον τε καὶ ἀποδεικτέον, εἰποῦσι πρότερον τὰ φαινόμενα, δι’ ὧν ἄν τις αὐτὸ συλλογίσαιτο. πολλοὺς οὖν ἤδη πολλάκις μονο‐ μάχους μονάρχους τε καὶ στρατιώτας καὶ κυνηγέτας οὕτω
5τρωθῆναι συνέβη φλέβας καὶ ἀρτηρίας, ὥστε ἀναγκασθῆ‐ ναι τοὺς ἰατροὺς βρόχῳ διαλαβεῖν αὐτάς. καὶ οὗτοι πάν‐ τες οὐ μετὰ πολὺν χρόνον ψυχροτέρων αἰσθάνονται τῶν μορίων, πρωϊαίτερον μὲν, εἰ τὰς φλέβας καὶ τὰς ἀρτηρίας βρόχῳ διαλάβοις, ὀψιαίτερον δὲ, εἰ τὰς ἀρτηρίας μόνον,
10ἥκιστα δὲ, εἰ μόνας τὰς φλέβας. ἐξ ὧν δῆλον, ἥκειν μέν τινα καὶ διὰ τῶν φλεβῶν εἰς τὰ μόρια θερμασίαν, ἀλλ’ ἐλάττονα μακρῷ τῆς διὰ τῶν ἀρτηριῶν. εἰ δὲ χωρὶς τραύ‐ ματος ἐθελήσαις μόριόν τι τοῦ σώματος λαβὼν ἰσχυρῶς καταδῆσαι, παραχρῆμα πελιδνόν τε καὶ ψυχρὸν αὐτὸ γινό‐
15μενον θεάσῃ, δῆλον ὡς στερηθὲν τῆς ἄνωθεν ἐπιῤῥεούσης διὰ πάντων τῶν μερῶν αὐτοῦ θερμασίας. ὁπότ’ οὖν καὶ
τοῦτο δέδεικται, καὶ φαίνεται μηδὲν ἐναντιούμενον τῷ μὴ160

5

.

161

μίαν εἶναι τὴν χρείαν τῆς ἀναπνοῆς καὶ τῶν σφυγμῶν, ἕτοι‐ μον ἤδη συλλογίσασθαι, φυλακῆς ἕνεκα τῆς καθ’ ἕκαστον μόριον θερμασίας γεγονέναι τοὺς σφυγμούς. ὥσθ’, ὅπερ ἐκ τῆς ἀναπνοῆς τῇ καρδίᾳ μόνῃ, τοῦτ’ ἐξ ἐκείνων τῷ καθ’
5ὅλον τὸ ζῶον ὑπάρχειν θερμῷ, εἶναι δὲ καὶ τὸ τῆς πέψεως τοῦ ψυχικοῦ πνεύματος κοινὸν μὲν ἀμφοῖν, ἀλλ’ ἰδιαίτα‐ τον τῶν ἀρτηριῶν, εἴ γε δὴ μεμνήμεθα τῶν ὀλίγον πρό‐ σθεν εἰρημένων περὶ τοῦ δικτυοειδοῦς πλέγματος. ἐπεὶ τοί‐ νυν ἐν τῷ περὶ χρείας ἀναπνοῆς ἐδείκνυτο διὰ μὲν τῆς
10εἰσπνοῆς ἐμψυχόμενον τὸ ἔμφυτον θερμὸν, διὰ δὲ τῆς ἀναπνοῆς οἷον καθαιρόμενον, ἐκκρινομένου τοῦ καπνώδους περιττώματος, ἄμφω δὲ ταῦτ’ εἰς τὴν φυλακὴν αὐτοῦ συν‐ τελεῖν, δῆλον ὡς κᾀπὶ τῶν σφυγμῶν ἐροῦμεν, ἐν μὲν ταῖς διαστολαῖς ἕλκεσθαί τινα οὐσίαν ἀερώδη, κατὰ δὲ τὰς
15συστολὰς ἐκκρίνεσθαι τὸ ἐκ τῆς τῶν χυμῶν συγκαύ‐ σεως καθ’ ὅλον τὸ ζῶον γινόμενον οἷον καπνῶδες περίτ‐
τωμα.161

5

.

162

Καίτοι γινώσκω τοὺς περὶ τὸν Ἀρχιγένην καί τινας ἔτι πρότερον ἐν μὲν ταῖς συστολαῖς πληροῦσθαι τὰς ἀρτηρίας οἰομένους, ἐν δὲ ταῖς διαστολαῖς κενοῦσθαι. πρὸς γὰρ τὴν ἕλξιν ἐπιτηδειοτάτην εἶναι νομίζουσι τὴν συ‐
5στολὴν, τεκμαιρόμενοι μάλιστα τῷ τε στόματι καὶ ταῖς ῥισὶν κατὰ μὲν τὰς εἰσπνοὰς, ὡς ἐκεῖνοί φασι, συστελλο‐ μένοις, κατὰ δὲ τὰς ἐκπνοὰς διαστελλομένοις· ὅπερ ἐπὶ τῶν ἀῤῥώστων μὲν τὴν δύναμιν ὁρᾶται γινόμενον. οὐδ’ οὖν οὐδ’ ἐπὶ τούτων, κᾂν ἄλλο τι μόριον ᾖ ἐν τοῖς ὑστά‐
10τοις καὶ χονδρώδεσι τῶν ῥινῶν. ὁρᾶται δέ ποτε κᾀπὶ τῶν δραμόντων ὠκέως ἢ ἄλλως πως συντόνως γυμναζο‐ μένων, οὐ μὴν ἐπ’ ἄλλου γε οὐδενὸς, οὔθ’ ὑγιαίνοντος, οὔτε νοσοῦντος. χρὴ δὲ τὴν φυσικὴν κατάστασιν, ἥτις ἂν ᾖ, τοῖς ἀπαραποδίστως τε καὶ ἀκριβῶς ὑγιαίνουσι μᾶλλον
15ἤπερ τοῖς ἄλλοις φαίνεσθαι. ἀλλ’ ἔστω γίνεσθαι πᾶσιν ὁμοίως, καὶ φαινέσθωσαν αἵ τε ῥῖνες καὶ τὰ χείλη συστέλ‐ λεσθαι τοῖς εἰσπνέουσι, τίς ἡ ἐκ τούτου πίστις τῷ ζητου‐
μένῳ; οὐ γὰρ δὴ ἀνάλογον φήσουσιν ἔχειν ταῖς ἀρτηρίαις162

5

.

163

τὰ χείλη καὶ τὰς ῥῖνας ἀλλὰ τούτοις μὲν ἀνάλογον τὰ πέρατα τῶν ἀρτηριῶν, αὐταῖς δὲ ταῖς ἀρτηρίαις αἱ ἀπὸ τούτων ἐπὶ τὴν καρδίαν οἷον ὁδοὶ τοῦ πνεύματός εἰσιν. εἰ μὲν οὖν ἐκείνας ἔχουσι δεῖξαι συστελλομένας ἐν ταῖς
5εἰσπνοαῖς, εἴη ἄν τι πλέον αὐτοῖς τοῦ παραδείγματος· εἰ δὲ πρὸς τῷ μηδὲν ὠφελεῖσθαι ἔτι καὶ καθ’ ἑαυτῶν αὐτὸ ἐφέλκονται, ἐρούντων ἂν ἡμῶν, ὥσπερ ἡ φάρυγξ, καὶ ὁ πνεύμων, καὶ σύμπας ὁ θώραξ ἐν ταῖς εἰσπνοαῖς διαστέλ‐ λεται, καὶ τὰς ἀρτηρίας οὕτω χρῆναι διΐστασθαι, καθ’ ὃν
10ἕλκουσι καιρὸν, οὐ καθ’ ὃν ἐκπέμπουσι τὸ πνεῦμα. ἀλλὰ καὶ ἡ μετὰ τὴν συστολὴν αὐτῶν ἡσυχία πολλῷ μακροτέρα γινομένη τῆς μετὰ τὴν διαστολὴν, ὥσπερ καὶ ἡ πρὸ τῆς εἰσπνοῆς τῆς μετ’ αὐτὴν, ἐνδείκνυταί τινα καὶ κατὰ τοῦτο ἀναλογίαν εἶναι τοῖς σφυγμοῖς πρὸς τὴν ἀναπνοήν. οἷον
15γοῦν τι ἡ εἰσπνοὴ τοῖς ἀναπνευστικοῖς ὀργάνοις, τοιοῦτον ἡ διαστολὴ ταῖς ἀρτηρίαις, καὶ οἷον γοῦν τι ἐκείνοις ἡ ἐκπνοὴ, τοιοῦτον ταῖς ἀρτηρίαις ἡ συστολή. ταύτης δὲ τῆς
διπλῆς καὶ συνθέτου τῶν ἀρτηριῶν κινήσεως, ἣν δὴ καὶ163

5

.

164

σφυγμὸν ὀνομάζομεν, ἐξηγεῖται μὲν ἡ καρδία, καθάπερ καὶ ἡμῖν ἐν ἑτέροις καὶ μυρίοις ἄλλοις πρὸ ἡμῶν ἀποδέ‐ δεικται, οὐ μὴν καθ’ ὃν Ἐρασίστρατος ὑπελάμβανεν τρό‐ πον, ἀλλ’ ὡς Ἡρόφιλός τε καὶ Ἱπποκράτης, καὶ σχεδὸν
5οἱ δοκιμώτατοι πάντες τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλο‐ σόφων. ἡ γὰρ ἐν τῷ σώματι τῆς καρδίας δύναμις, ὑφ’ ἧς διαστέλλεται καὶ συστέλλεται, διὰ τῶν χιτώνων ἐπιῤῥέουσα ταῖς ἀρτηρίαις ἁπάσαις, οὕτως αὐτὰς διαστέλλει καὶ συστέλλει, καθάπερ καὶ αὐτὴν τὴν καρδίαν. ὡς οὖν ἐκείνη διαστελλομένη
10μὲν εἰς ἑαυτὴν ἕλκει τὰ πλησιάζοντα τοῖς στόμασιν αὐτῆς, συστελλομένη δὲ ἐκθλίβει, οὕτω καὶ αἱ ἀρτηρίαι διαστελ‐ λόμεναι μὲν ἕλκουσι πανταχόθεν, συστελλόμεναι δ’ ἐκθλίβουσι πανταχόσε. Τί δὴ τοῦτ’ ἔστι πανταχόθεν καὶ πανταχόσε,
15σαφέστερον ἔτι διαιρήσω σοι. πάμπολλοι πόροι ταῖς ἀρτηρίαις, οἱ μὲν ἐν αὐτοῖς τοῖς χιτῶσιν οἷον ὀπαί τινες, ἄλλοι δὲ δίκην στομάτων εἰς ἔντερα καὶ γαστέρα καὶ τοῦτο δὴ τὸ ἐκτὸς
δέρμα περαίνονται. ἀλλὰ καὶ συνεχεῖς ἀλλήλαις τε καὶ τῇ164

5

.

165

καρδίᾳ κατὰ μεγίστους εἰσὶ πόρους, κατὰ τὰς αὐτὰς ἀρτη‐ ρίας, μᾶλλον δὲ εὐρυχωρίας ἁπάσας. ταῖς γε φλεψὶν οὔπω κατὰ μεγάλας, ἀλλ’ ἐκφεύγουσι μὲν τὰς αἰσθήσεις αἱ συναναστομώσεις αὐτῶν. ὥστε, κᾂν ἀπιστοίης δικαίως, ὡς οὐκ
5οὔσαις, πιστεύσαις ἂν διὰ τὰ ἄλλα τὰ πρὸς τῶν παλαιῶν εἰρημένα, καὶ οὐχ ἥκιστα διὰ τόδε τὸ φαινόμενον. εἰ γάρ τις λαβὼν ζῶον ὁτιοῦν τούτων δὴ τῶν μεγάλας τε καὶ σα‐ φεῖς τὰς φλέβας τε καὶ τὰς ἀρτηρίας ἐχόντων, οἷον βοῦν, ἢ σῦν, ἢ ὄνον, ἢ ἵππον, ἢ πρόβατον, ἢ ἄρκτον, ἢ πί‐
10θηκον, ἢ πάρδαλιν, ἢ ἄνθρωπον αὐτὸν, ἤ τι τῶν ἄλ‐ λων τῶν παραπλησίων, κατὰ μεγάλας καὶ πολλὰς ἀρτη‐ ρίας τρώσειεν, ἐκκενώσει δι’ αὐτὰς ἅπαν τοῦ ζώου τὸ αἷμα. τούτου πολλάκις τοῦ φαινομένου ἡμεῖς πεῖραν ἐποιησάμεθα, καὶ διαπαντὸς εὑρίσκοντες ἐκκενουμένας τὰς φλέβας
15ἅμα ταῖς ἀρτηρίαις ἀληθὲς τὸ τῶν συναναστομώσεων ἐκ τούτων ἐπείσθημεν δόγμα. διὰ γοῦν τούτων τῶν ἀναστο‐ μώσεων ἐκ τῶν φλεβῶν ἕλκουσι μὲν ἐν ταῖς διαστολαῖς ἀρτηρίαι, ἐκθλίβουσι δὲ εἰς αὐτὰς ἐν ταῖς συστολαῖς, ὥσπερ
διὰ τῶν εἰς τὸ δέρμα περαινομένων στομάτων ἐκκρίνουσι165

5

.

166

μὲν ἔξω πᾶν ὅσον ἀτμῶδές τε καὶ καπνῶδες περίττωμα, μεταλαμβάνουσι δὲ εἰς ἑαυτὰς ἐκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος οὐκ ὀλίγην μοῖραν. καὶ τοῦτ’ ἔστι τὸ πρὸς Ἱππο‐ κράτους λεγόμενον, ὡς ἔκπνουν καὶ εἴσπνουν ἐστὶν ὅλον τὸ
5σῶμα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἔκ τε τῆς γαστρὸς καὶ τῶν ἐντέρων ἕλκουσί τε καὶ αὖθις ἐκκρίνουσιν. οὕτω δὲ καὶ ἐκ τῶν περιεχουσῶν αὐτὰς χωρῶν διὰ τῶν οἷον ὀπῶν τῶν καθ’ ὅλους τοὺς χιτῶνας αὐτῶν ἐν μέρει μὲν ἕλκου‐ σιν, ἐν μέρει δ’ ἐκκρίνουσι. παρὰ δὲ τῆς καρδίας λαμ‐
10βάνουσι μὲν πλεῖον, διδόασι δ’ ἔλαττον. αἰτία δὲ αἱ τῶν ὑμένων ἐπιφύσεις, ὑπὲρ ὧν αὐτάρκως Ἐρασιστράτου διειλεγμένου, περιττὸν ἡμᾶς νῦν γράφειν. ἀλλ’ ἐκεῖνος μὲν ἔοικεν ὑπολαμβάνειν, μηδὲν ὅλως εἰς τὴν καρδίαν ἐκ τῶν ἀρτηριῶν μεταλαμβάνεσθαι, πλήν γε διὰ τῶν ἐν πνεύμονι·
15τὸ δὲ οὐχ οὕτως ἔχει. τάχα μὲν γὰρ καὶ τὰ κατ’ αὐτὸν τὸν τῆς φύσεως νόμον διοικουμένου τοῦ ζώου μεταλαμβά‐ νεταί τι μικρόν. οὐχ οὕτως γάρ μοι δοκοῦσιν ἀκριβῶς ἀπο‐
φράττειν τὸ στόμα τῆς μεγάλης ἀρτηρίας οἱ ὑμένες, ὡς166

5

.

167

μηδὲν ἐξ αὐτῆς εἰς τὴν καρδίαν παλινδρομεῖν· εἰ δὲ μὴ, ἀλλά τοί γε, βιαίας τινὸς περιστάσεως καταλαβούσης τὸ ζῶον, ἀναγκαῖον οὕτως γίνεσθαι. πάντως δὲ μᾶλλον ἀληθὲς εἶναί μοι δοκεῖ. τοῦτο δὲ καὶ δι’ ἑτέρων ἡμῖν γραμμάτων
5ἀποδέδεικται, καὶ οὐ μεγάλη τις αὐτοῦ χρεία πρὸς τὸν ἐνεστῶτα λόγον. εἰ μὲν γάρ τι καὶ τῇ καρδίᾳ μεταδιδόα‐ σιν αἱ ἀρτηρίαι, πανταχόθεν ἂν οὕτως ἕλκοιέν τε καὶ αὖ‐ θις ἀντιπέμποιεν· εἰ δὲ μὴ, πανταχόθεν μὲν ἕλξουσιν, ἐπι‐ πέμψουσιν δὲ καὶ, πλὴν εἰς τὴν καρδίαν, πανταχόσε. καί
10μοι δοκεῖ πολλῷ βέλτιον εἶναι τοῦτο τὸ δόγμα τῶν Ἐρα‐ σιστρατείων ὑποθέσεων· οὐδὲ γὰρ οὐδὲ σύμπνουν οὐδὲ σύῤῥουν εἶναι τὸ σῶμα δυνατὸν ἑαυτῷ, τῶν ἀρτηριῶν ἑλ‐ κουσῶν μὲν πανταχόθεν, μὴ ἐκπεμπουσῶν δὲ πανταχόσε. καὶ μὲν δὴ τὸ τῆς ἐνεργείας αὐτῶν χρηστὸν ὧδ’ ὢν μᾶλ‐
15λον εἰς ἅπαν ἐκταθείη τὸ ζῶον. οὕτω γὰρ ἅπαν μόνον ἀναψύχεσθαί τε καὶ καθαίρεσθαι δυνήσεται ταῖς τῶν ἀρ‐ τηριῶν διαφόροις κινήσεσι ἐπιστατούμενον. ὡς δ’ Ἐρασί‐
στρατος ὑπελάμβανεν, ὀχετῶν ἀψύχων ἔργον, οὐκ ὀργάνων167

5

.

168

ζωτικῶν, αἱ ἀρτηρίαι τοῖς ζώοις ὑπηρετοῦσιν. ἡμεῖς δὲ καὶ δι’ ἑτέρου τινὸς ὅλου βιβλίου πολυειδῶς ἀπεδείξαμεν, αἷμα κᾀν τῷ κατὰ φύσιν ἔχειν τὸ ζῶον ἐν αὐταῖς ταῖς ἀρτη‐ ρίαις περιέχεσθαι. εἰ δὲ τοῦτο, παντί που δῆλον, ὡς οὐχ,
5ὅτι πληροῦνται τοῦ παρὰ τῆς καρδίας ἐπιπεμπομένου πνεύ‐ ματος, ὡς Ἐρασίστρατος ἐνόμιζε, διὰ τοῦτο διαστέλλονται μᾶλλον, ἢ, ὅτι διαστέλλονται, διὰ τοῦτο πληροῦνται. κενῶν μὲν γὰρ αἵματος οὐσῶν, ἐνδέχοιτ’ ἂν ἴσως ἐν ὀλίγῳ χρόνῳ τὸ ἀπὸ τῆς καρδίας ἐπιῤῥυὲν ἐξικέσθαι μέχρι τῶν περά‐
10των· αἷμα δὲ εἴπερ ἔχοιεν, οὐδαμῶς ἐγχωρεῖ τὸ τάχος τῆς κινήσεως ὁμολογεῖν τῷ παρὰ τῆς καρδίας πληρουμένας αὐ‐ τὰς διαστέλλεσθαι. οὐ γὰρ, ὅτι πληροῦνται, διὰ τοῦτο διαστέλλονται, ἀλλ’ ὅτι διαστέλλονται, διὰ τοῦτο πλη‐ ροῦνται. τοῦτο μὲν δὴ πολλάκις τε καὶ πανταχοῦ καὶ
15ἡμῖν καὶ πολλοῖς τῶν ἔμπροσθεν ἀποδέδεικται, τὸ τὰς ἀρτηρίας ἐνεργεῖν αὐτὰς, ὡς καὶ ἡ καρδία, συστελλομένας
τε καὶ διαστελλομένας ἐν μέρει κατὰ τὴν αὐτὴν ἐκείνῃ168

5

.

169

δύναμιν, ἣν ἐκ τῆς καρδίας ὁρμωμένην διὰ τῶν χι‐ τώνων αὐτῶν ἐλέγομεν πέμπεσθαι. Κάλλιον δ’ εἶναί μοι δοκοῦσι ποιεῖν οἱ ζη‐ τοῦντες, ἆρά γε τὴν διαστολὴν, ἢ τὴν συστολὴν, ἢ ἀμ‐
5φοτέρας ἐνέργειας χρὴ νομίζειν τῶν ἀρτηριῶν, ὥσπερ, οἶμαι, καὶ περὶ τῶν τῆς ἀναπνοῆς μερῶν εὐλόγως ἐζη‐ τήθη, πότερον τὴν ἐκπνοὴν, ἢ τὴν εἰσπνοὴν, ἢ ἀμφοτέ‐ ρας ἐνεργείας ὑποληπτέον ὑπάρχειν. ἀλλὰ περὶ μὲν ἐκείνων ἐν ἑτέροις εἴρηται τὰ εἰκότα, περὶ δὲ τῆς τῶν σφυγμῶν
10κινήσεως νῦν ζητητέον. εἰ μὲν οὖν, ὥσπερ εἴρηται, τῆς αὐτῆς ἐνεργείας ἕνεκα γεγόνασιν ἀναπνοή τε καὶ σφυγμὸς καὶ πρὸς τῶν αὐτῶν δημιουργουσῶν δυνάμεων, ῥᾴδιον ἂν εἴη τῇ πρὸς ἐκείνην ὁμοιότητι καὶ περὶ τῶν σφυγμῶν τι τεκμήρασθαι. ἐπεὶ δὲ τῶν μὲν σφυγμῶν ἡ ζωτικὴ δύνα‐
15μις ἡ ἀπὸ τῆς καρδίας ὁρμωμένη δημιουργὸς, τῆς δ’ ἀνα‐ πνοῆς, ὡς ἐδείξαμεν, ἡ ἀπ’ ἐγκεφάλου ψυχικὴ, οὐδὲν ἂν ἡμῖν ἐκ τῶν ὑπὲρ ἐκείνης εὑρημένων εὐποροῖ τῆς πρὸς τὰ
παρόντα χαλεπωτέρας δήπου τῆς εὑρέσεως, καὶ διότι μετὰ169

5

.

170

τὸν θάνατον οὐχ ὥσπερ τὰς φλέβας ἔστιν ἰδεῖν εἰς ἑαυτὰς συμπιπτούσας, οὕτω καὶ τὰς ἀρτηρίας. αἱ μὲν γὰρ, ὅταν κενωθῶσι τοῦ αἵματος, εἰς ἑαυτὰς συνιζάνουσι τελέως, ὥστε τοὺς ἄνωθεν αὐτῶν χιτῶνας ἐπιπίπτειν τοῖς κάτωθεν,
5αἱ δ’ ἀρτηρίαι μέχρι παντὸς διεστηκυῖαι φαίνονται, διὰ τὸν ἕτερον δηλονότι τῶν ἐν αὐταῖς χιτώνων τὸν σκληρόν. καίτοι τινὲς καὶ αὐτὸ τοῦτο μετὰ τὸν θάνατον γίνεσθαί φασι, πηγνυμένων ὑπὸ τῆς ψύξεως αὐτῶν καὶ οὐ φύσει τοιούτων οὐσῶν. ἕτεροι δὲ εἰς θερμὸν ὕδωρ ἐμβαλόντες,
10εἶτ’ ἔτι διεστώσας ὁρῶντες, οὕτω πείθονται διακεῖσθαι καὶ πρὸ τοῦ θανάτου· ἐπανελθεῖν γὰρ ἂν εἰς τὴν ἀρχαίαν φύσιν, ἀπελθούσης τῆς ψύξεως, εἰ δὴ ταύτῃ τι ἐνενεωτέ‐ ριστο. παντοίως οὖν ἀπόρου τοῦ ζητουμένου ὄντος, οἷς τεκμαιρόμενος ἀμφοτέρας τὰς κινήσεις τῶν ἀρτηριῶν ἐνερ‐
15γείας εἶναι νομίζω, καὶ δὴ φράσω. τὴν μὲν διαστολὴν, ἔτι τῆς δυνάμεως ἐῤῥωμένης, μεγάλην γίνεσθαι, ὥσπερ τοὐναν‐
τίον, αὐτῆς ἀσθενούσης, μικρὰν εἶναι, πᾶσι πρόδηλον.170

5

.

171

ἐχρῆν δὲ, εἴπερ, ὥς τινες οἴονται, τὸ μὲν συστέλλεσθαι τῶν ἀρτηριῶν ἐνέργεια, τὸ δὲ διαστέλλεσθαι εἰς τὴν κατὰ φύσιν τῶν χιτώνων διάστασιν ἐπάνοδος αὐτόματος, πρῶτον μὲν ἴσον ἀεὶ τὸν ὄγκον ὑπάρχειν τῶν διαστολῶν, ἔπειτα μηδὲν
5μᾶλλον ἐῤῥωμένης ἢ ἀῤῥώστου δυνάμεως εἶναι ἔργον τὸ μέγεθος· οὐδέτερον δ’ οὕτως ἔχει. καὶ πρόσεστιν ἕτερον τεκμήριον οὐ μικρὸν εἰς ταὐτὸν συντελοῦν. μέγιστοι καὶ ὑψηλότατοι σφυγμοὶ τοῖς κάλλιστα κριθησομένοις γίνονται. καίτοι τότ’ οὐκ ἄν τις οὐδὲ μαινόμενος εἴποι τὴν δύνα‐
10μιν ἀῤῥωστεῖν. εἰ γὰρ τὸ καλῶς κριθῆναι γίνεται ἐνδείᾳ δυνάμεως, τὸ κακῶς δι’ εὐρωστίαν δηλονότι γενήσεται· εἰ δὲ τοῦτο, καὶ τὸ ἀποθανεῖν αὐτὸ ῥώμης ἔργον εἶναι φήσομεν. τί οὖν ἂν εἴη γελοιότερον; ἀλλὰ καὶ τὸ σφο‐ δρὸν τῆς πληγῆς ἐν τῷ διαστέλλεσθαι τοῖς μὲν μᾶλλον,
15τοῖς δὲ ἧττον ὑπάρχειν τῶν σφυγμῶν ἐπίτασιν καὶ ἄνε‐ σιν ἐνεργείας ἐνδείκνυται. εἰ δὲ τὸ φαῦλον τῆς ἐνεργείας
ἦν ἡ διαστολὴ, καθάπερ ἡ ἐκπνοὴ, οὔτ’ ἂν τὸ μᾶλλόν τε171

5

.

172

καὶ ἧττον ἦν ἐν αὐτῇ, καθὰ ἐν ταῖς ἐκπνοαῖς, οὔθ’ ὅλος ὁ τόνος τε καὶ ἡ σφοδρότης τῆς προσβολῆς. ἡ μὲν οὖν διαστολὴ διὰ ταῦτά τε καὶ ἄλλα παραπλήσια τούτοις ἐκ τοῦ τῶν ἐνεργειῶν εἶναί μοι φαίνεται γένους, καὶ σώ‐
5ζοιτ’ ἂν ἔτι καὶ κατὰ τοῦτο ἡ πρὸς τὴν ἀναπνοὴν τῶν σφυγμῶν ὁμοιότης. Ἐφεξῆς ἂν εἴη σκεπτέον, εἰ, ὥσπερ ἡ ἐκ‐ πνοὴ ἄνεσίς ἐστι καὶ οἷον ἀνάπαυσις τῆς ἐνεργείας τοῦ θώρακος, ἡ ἐκφύσησις δὲ ἐνέργεια, καὶ διὰ τοῦτο τὸ μᾶλλόν
10τε καὶ ἧττον ἔχει, τῆς ἐκπνοῆς οὐκ ἐχούσης, οὕτως καὶ ἡ συστολὴ μὲν ἐν τοῖς σφυγμοῖς ἔκλυσις τῆς ἐνεργείας ἐστὶ τῶν ἀρτηριῶν, ἕτερον δέ τι ταύτῃ παρακείμενον ἀνάλογος ταῖς ἐκφυσήσεσιν ἡ ἐνέργεια. καί μοι δοκεῖ καὶ τοῦτο παντὰς μᾶλλον ἀληθὲς εἶναι. τεκμαίρομαι δὲ ἔκ τε τῶν
15κοινῇ περὶ πασῶν ἡμῖν τῶν ζωτικῶν δυνάμεων ἑτέρωθι δε‐ δειγμένων, κᾀκ τῆς πρὸς αὐτὴν τὴν ἀναπνοὴν ἀναλογίας.
ἐν μέντοι γε τοῖς περὶ τῶν δυνάμεων λογισμοῖς ἑκάστῳ172

5

.

173

τῶν ὀργάνων ἐμφαίνει ἐναντίως ἔχειν ἐμφύτους δυνάμεις. ἡ δ’ αὖ τῆς ἀναπνοῆς ὁμοιότης ζητεῖ τὴν ἐνέργειαν ἐν ταῖς ἀρτηρίαις ἀνάλογον ταῖς ἐμφυσήσεσιν. καὶ γὰρ ἀτο‐ πώτατον ἂν εἴη, μᾶλλον δ’ ἀδύνατον, ὑπάρχειν μέν τινα
5χρείαν τῇ φύσει τῆς συστολῆς τῶν ἀρτηριῶν, μηδεμίαν δ’ αὐταῖς δοθῆναι σύμφυτον δύναμιν, δημιουργὸν τῆς τοιαύ‐ της κινήσεως. εὐλογώτερον οὖν μακρῷ, καθάπερ ἐν τοῖς περὶ δυσπνοίας ἐδείκνυμεν, ὁπόταν μὲν ἡ ἐκ τῆς τῶν χυ‐ μῶν συγκαύσεως ἀθροιζομένη λιγνυώδης ἀναθυμίασις ἀξιό‐
10λογος ᾖ, τηνικαῦτα μὲν ἐκφυσήσεως τὸ ζῶον ἐφίεσθαι, ὁπόταν δ’ ἤτοι διὰ τὴν εὔχυμον, ἢ τὴν τοῦ θερμοῦ με‐ τριότητα μηδὲν τοιοῦτον ὑποτρέφηται περίττωμα, μόνης τῆς ἐκπνοῆς, κᾀν ταῖς ἀρτηρίαις τὴν μὲν ἀνάλογον ταῖς ἐκφυσήσεσι συστολὴν ἐν ταῖς πλεονεξίαις τοῦ τοιούτου περιτ‐
15τώματος γίνεσθαι, τὰς δ’ ἄλλας, ὅταν ἀτμῷ μᾶλ‐ λον ἢ καπνῷ παραπλήσιον ᾖ τὸ κενούμενον ἐξ αὐ‐ τῶν. ἐναργῶς δὲ μαρτύρια πάμπολλα τῶν ἐν τοῖς
σφυγμοῖς φαινομένων, οἷον εὐθέως τὰ κατὰ τοὺς ὕπνους173

5

.

174

ἐπὶ τῶν ἐδηδοκότων δαψιλῶς. ἐν τούτοις γὰρ ἐκλύεται μὲν ἡ διαστολὴ μικροτέρα τε ἅμα καὶ βραδυτέρα γινο‐ μένη, ἐπιτείνεται δὲ κατ’ ἄμφω ἡ συστολὴ, καὶ γὰρ ὠκυ‐ τέρα ἢ πρόσθεν καὶ ἐπὶ πλέον εἴσω κατιοῦσα φαίνεται.
5ἔοικε γὰρ ταῦτα γίνεσθαι κατὰ τοὺς ὕπνους εὐλόγως θ’ ἅμα καὶ ἀνάλογον ταῖς ἐκπνοαῖς. ἔσω γὰρ μᾶλλον ἢ ἔξω κινουμένης τῆς ἐμφύτου θερμασίας, καὶ διὰ τοῦτο πολλῆς ἀθροιζομένης κατά τε τὰ σπλάγχνα καὶ τὴν γα‐ στέρα κατεργαζομένην τούς τε χυμοὺς καὶ τὰ σιτία,
10πλείων ἀνάγκη καὶ τὸ περίττωμα γενόμενον δεῖσθαι τῆς φυσικῆς κενώσεως. καὶ διὰ τοῦτο ἐν μὲν ταῖς ἀναπνοαῖς ἡ ἐκπνοὴ θάττων τε καὶ μείζων, καὶ ὡς ἐπὶ τὸ πολὺ μετ’ ἐκφυσήσεως τοῖς κάμνουσι κοιμωμένοις, καὶ μάλισθ’ ὅταν ἐδηδοκότες ὦσιν ἱκανά. κατὰ δὲ τοὺς σφυγμοὺς ἡ συ‐
15στολὴ τὸν αὐτὸν διατίθεται τρόπον. οὕτω τοι καὶ τοῖς παισὶν ἄμφω πλεονεκτεῖ· πλείστη γὰρ καὶ ἡ τῶν χυμῶν
ἐργασία τοῖς τοιούτοις διὰ τὴν αὔξησιν. ἔμπαλιν δὲ ἡ174

5

.

175

τῶν γερόντων ἡλικία βραδυτάτην τε καὶ μικροτάτην ἔχουσα φαίνεται τὴν συστολὴν, ὡς ἀμυδρὰν καὶ περὶ τὰς πέψεις ἀσθενοῦσαν καὶ τοὺς χυμοὺς ἥκιστα κατεργαζομένην, ὡς μὴ ἀναγκαίαν. ἀνάλογον δὲ τούτοις καὶ τὰς ὥρας τε καὶ
5χώρας καὶ πάσας ἁπλῶς τοῦ περιέχοντος ἡμῶν ἀέρος τὰς μεταβολὰς εἰς κρύος τε καὶ θάλπος ἀλλοιοῦ‐ σθαί φασι τοὺς σφυγμούς. οὕτω δὲ καὶ τῶν ψυχικῶν πα‐ θῶν καὶ τῶν ἐπιτηδευμάτων τε καὶ νοσημάτων ἕκαστον ἤτοι τὴν ἔξω κίνησιν αὐξάνει τῶν ἀρτηριῶν, ἢ τὴν εἴσω.
10καίτοι γ’ ἐχρῆν, εἰ διὰ παντὸς ἀνάπαυσίς τις ἦν ἡ δια‐ στολὴ, πρῶτον μηδαμῶς μήτ’ ὠκυτέραν ἑαυτῆς μήτε βραδυτέραν ταύτην γίνεσθαι· δεύτερον δὲ καὶ τῆς κινή‐ σεως ὅρον ἕνα διὰ παντὸς ὑπάρχειν, ὃν ἐκ τῆς φυσικῆς κατασκευῆς αἱ ἀρτηρίαι κέκτηνται. τὸ δὲ καὶ τοῦτο
15προσωτέρω κινεῖν αὐτὰς ἐνδεικτικόν ἐστι τῆς τότε γινο‐ μένης ἐνεργείας. ἀλλ’ οὐκ ἐνεργοῦσα, φασὶν, ἡ ἀρτηρία θᾶττόν τε καὶ μέχρι πλέονος εἴσω προσέρχεται, ἀλλὰ διὰ
τῶν χιτώνων μαλακότητα· πεφύκασι γὰρ οἱ τοιοῦτοι τῆς175

5

.

176

διαστολῆς ἀφεθέντες ἐπὶ πλεῖόν τε καὶ θᾶττον τῶν σκλη‐ ρῶν εἰς ἑαυτοὺς συνιζάνειν. ἀλλὰ τοῦτο, φήσομεν, ὦ γεν‐ ναῖοι, τῇ μὲν κατὰ τὰς ἡλικίας ἐξαλλαγῇ τῶν ῥυθμῶν ἴσως ὁμολογεῖ· καίτοι δείξομεν ὀλίγον ὕστερον, ὅπως δια‐
5φέρεται· παμπόλλαις δ’ ἄλλαις διαθέσεσιν ἐναργῶς δια‐ φωνεῖ, καθ’ ἃς ἐξαιφνίδιος ἡ ἀλλοίωσις γίνεται τῶν ῥυ‐ θμῶν, οὐδὲν μέγα τῶν χιτώνων ἐν οὕτως ὀλίγῳ χρόνῳ μεταβάλλειν εἰς μαλακότητά τε καὶ σκληρότητα δυναμέ‐ νων. ἐξαπατᾷ δὲ οὐχ ἥκιστα ὑμᾶς καὶ τὸ καλῶς ὑπὸ
10τῶν παλαιῶν ἰατρῶν εἰρημένον, οὐ συνιέντας αὐτὸ προση‐ κόντως. ἑτοιμότεροι γὰρ εἰσὶ πρὸς τὰς κινήσεις οἱ μα‐ λακοὶ χιτῶνες, ὅταν ἐνεργῶσί τι δι’ αὐτῶν αἱ δυνάμεις· εὐπειθέστεροι γὰρ οὕτως αὐταῖς εἰσι καὶ, ὡς ἂν εἴποι τις, εὐαγωγότεροι πρὸς ὅ τι ἂν ἐθέλωσιν. ὅταν δ’ ὑπ’ ἐκείνων
15κινηθέντες αὖθις ἐαθῶσιν εἰς τὴν ἑαυτῶν κατάστασιν ἐπα‐ νιέναι, τόθ’ οἱ σκληροὶ θᾶττον ἐπανέρχονται τῶν μαλα‐
κωτέρων, ὥσπερ καὶ τῶν φυτῶν τὰ σκληρότερα τῶν176

5

.

177

μαλακωτέρων χαλεπώτερον μὲν ὑπείκει τοῖς βιαζομένοις καὶ μόλις ἕπεται τοῖς ἕλκουσιν, ἀφεθέντα δ’ αὖθις εὐ‐ κολώτερον εἰς τὴν ἔμπροσθεν ἐπανέρχεται κατάστασιν. ἀλλὰ καὶ λόγον ἔχον ἐστὶ τοῦτο πρὸ τοῦ φαίνεσθαι γι‐
5νόμενον οὕτως. ἑκάστῳ γὰρ τῶν σωμάτων ἐστί τις ἴδιος λόγος συστάσεως ἄλυπός τε καὶ, ὡς Ἱπποκράτης ἔλεγεν, ἀκάματος, ἐν τῷ μέσῳ δηλονότι τῶν ἀμέτρων αὐτοῦ κινή‐ σεων καθεστηκυίας, καὶ ταύτης οὐκ ἄνευ καμάτου τινὸς ἐξίσταται. καὶ μείζων δὲ κάματος καὶ αὐτῷ τῷ κινου‐
10μένῳ σώματι καὶ τῇ κινούσῃ δυνάμει τότε μᾶλλόν ἐστιν, ὅταν σκληρόν τε καὶ ξηρὸν ὑπάρχῃ. τὸ γὰρ οὕτω συνε‐ στηκὸς ἰσχυροτέραν ἔχει τὴν ἕξιν τοῦ μαλακωτέρου τε καὶ ὑγροτέρου· ὅσῳ δ’ ἂν ἕκαστον τῶν ὁτιοῦν πάσχειν μελ‐ λόντων ἰσχυρότερον ᾖ, τοσοῦτον τῷ διατιθέντι δυσκινη‐
15τότερον γίνεται. εἴπερ οὖν πάσχει μὲν τὸ κινούμενον ὑπὸ τοῦ κινοῦντος, ἐνεργεῖ δὲ καὶ δρᾷ περὶ αὐτὸ τὸ κινοῦν, εὔλογον ἦν, ὅσον δυσπαθέστερόν ἐστι τὸ σκλη‐
ρότερον, εἰς τοσοῦτον καὶ δυσκινητότερον αὐτὸ γενέσθαι.177

5

.

178

καὶ διὰ τοῦτο, εἴτε φυτὸν ὁτιοῦν, εἴτε τῶν ὀργανικῶν τι τοῦ ζώου μορίων ὑπὸ δυνάμεώς τινος κινοῖτο, τὸ μὲν σκληρὸν, ὡς ἂν δυσπαθέστερόν τε καὶ δυσκινητό‐ τερον, ἧττον ἀκολουθεῖ, ῥᾷον δὲ τὸ μαλακώτερον. τοῦ
5μαλακωτέρου δὲ τὸ σκληρὸν θᾶττον εἰς τὴν ἑαυτοῦ κατάστασιν ἐπανέρχεται, ὡς ἂν ἰσχυροτέρᾳ συνεχόμενον ἕξει. φαίνεται γὰρ ἐν τοῖς φυτοῖς, ὅσα μὲν ἁπαλὰ καὶ νέα, λυγιζόμενά τε καὶ βραδύνοντα κατὰ τὰς εἰς τὴν φύ‐ σιν ἐπανόδους, ὅσα δ’ ἤδη τέλεα καὶ σκληρὰ, μετὰ
10πλείονος τοῦ τόνου καὶ θάττονος τῆς κινήσεως ἐπανερχόμενα. πρὸς τῷ τοίνυν, ὡς ἔφην, καταβάλλειν αὐτῶν τὸν λόγον τὰς ἐξαίφνης γιγνομένας μεταβολὰς τῶν ῥυθμῶν οὐδ’ ἄλλως ἔοικεν ὁμολογεῖν τοῖς φαινομένοις ἡ ὑπόθεσις, δειχθέντος τοῦ μὲν μαλακωτέρου σώματος
15καὶ ἀσθενεστέρου ῥᾷον μὲν ἑπομένου τῷ κινοῦντι, βρα‐ δύτερον δ’ εἰς τὴν φύσιν ἐπανερχομένου, τοῦ δὲ σκλη‐
ροτέρου διὰ συντονίαν μόγις μὲν νικωμένου, καὶ διὰ178

5

.

179

τοῦτο βραδύτερον ἑπομένου, θᾶττον δὲ, ὅταν ἀφεθῇ, πρὸς τὴν οἰκείαν ἐπειγομένου φύσιν. συνελόντι δὲ φάναι, καὶ ταῖς μαλακαῖς ἀρτηρίαις ἄμφω συμβέβηκε πάσχειν ἐν μέ‐ ρει καὶ ταῖς σκληραῖς.
5 Εἴρηταί μοι τὸ πᾶν ἤδη περὶ χρείας σφυγμῶν. καὶ γὰρ ὅτι φυσικῆς ἕνεκα τῆς καθ’ ὅλον τὸ ζῶον θερμασίας, καὶ ὅτι κατὰ μὲν τὰς διαστολὰς δια‐ ψύχεται τοῦτο, κατὰ δὲ τὰς συστολὰς καθαίρεται, καὶ ὡς αἱ κινήσεις αἵδε ταῖς ἀναπνευστικαῖς ἐοίκασι πάν‐
10τη, καὶ ὡς καὶ τῷ ψυχικῷ πνεύματι χρήσιμοι, καὶ ὡς καθ’ ἓν μόνον ἀναπνοὴ καὶ σφυγμὸς διαφέρουσι, τῷ τὴν μὲν ὑπὸ τῆς ψυχικῆς δυνάμεως, τὸν δ’ ὑπὸ τῆς ζωτικῆς γίνεσθαι, τὰ δ’ ἄλλα πάντα καὶ χρείας ἕνεκα καὶ τρόπου κινήσεως ὁμοίως ἔχουσιν, εἴρηταί τε καὶ
15δέδεικται. ῥᾷστον δὴ ταῦτ’ ἐπιμελῶς ἀναλεξαμένῳ δια‐
κρίνειν δύνασθαι τά τε καλῶς ὑπὸ τῶν ἔμπροσθεν179

5

.

180

εἰρημένα καὶ τὰ μή. ῥᾴδιον δὲ τῷ τοιούτῳ, καὶ ὅσα κατὰ μέρος ὑπὲρ ἀμφοτέρων ζητεῖται τῶν ἐνεργειῶν, ἐξευ‐
ρίσκειν.180