TLG 0057 030 :: GALENUS :: De atra bile

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De atra bile

Source: de Boer, W. (ed.), Galeni de atra bile libellus [Corpus medicorum Graecorum, vol. 5.4.1.1] Leipzig: Teubner, 1937: 71–93.

Citation: Kühn volume — page — (line)

5

.

104

(t)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΜΕΛΑΙΝΗΣ ΧΟΛΗΣ
1 Περὶ μελαίνηc χολῆc ἔνιοι μὲν ἐπὶ πλεῖον, ἢ ὡc ἐν τοῖc ἔρ‐ γοιc τῆc ἰατρικῆc τέχνηc ἐcτὶ χρήcιμον, ἐξέτειναν τὸν λόγον, ἔνιοι δὲ καὶ τοῦ δικαίου μέτρου καθεῖλόν τι, καθάπερ ἔνιοι παντάπαcιν οὐδὲν εἶπον, οἷc ἄν τιc μᾶλλον μέμψαιτο τῶν προcθέντων ἄχρηcτόν τι. ῥᾷον
5γὰρ ἀφελεῖν τὸ περιττὸν τοῦ τὸ μηδόλωc εἰρημένον αὐτὸν ἅπαν ἐξευρεῖν. Ἱπποκράτηc μὲν οὖν μοι δοκεῖ τὸ χρήcιμον εἰc τὰ τῆc τέχνηc ἔργα πρῶτοc εἰπεῖν, ὥcπερ αὖ πάλιν Ἐραcίcτρατοc ὅλον παραλιπεῖν. οἱ δὲ περὶ Πλειcτόνικόν τε καὶ Πραξαγόραν καὶ

5

.

105

Φιλότιμον ἐπὶ πλεῖcτον ἐξεργαcάμενοι | τὸν περὶ τῶν χυμῶν λόγον ἔνια μέν μοι δοκοῦcι χρηcίμωc διορίcαcθαι τῶν ἀδιορίcτωc Ἱππο‐ κράτει γεγραμμένων, ἔνια δὲ καὶ ψευδῶc ἀποφήναcθαι. τῶν δὲ νεω‐ τέρων ἰατρῶν ἄριcτα γέγραπται περὶ μελαγχολίαc τῷ Ἐφεcίῳ Ῥού‐
5φῳ. καί τιc εὐλόγωc ἂν φαίη μηδὲν ἐνδεῖν τοῖc κατὰ φύcιν ἀκούου‐ cιν, οὐκ ἐριcτικῶc ἀντιλέγειν προῃρημένοιc, ὅπερ ἐπὶ πλεῖcτον ἐζήλω‐ cαν οὐκ ὀλίγοι τῶν νεωτέρων ἰατρῶν καὶ μάλιcτα οἱ καλοῦντεc ἑαυτοὺc Ἐραcιcτρατείουc τε καὶ Ἀcκληπιαδείουc καὶ μεθο‐ δικούc· ὧν ἔνιοι καὶ cοφίcματα cυνέθεcαν ἐπιδεικνύναι πειρώμενοι
10τὸν περὶ τῶν χυμῶν λόγον ἄχρηcτον εἶναι πρὸc τὰ τῆc ἰατρικῆc
τέχνηc ἔργα. πρῶτον οὖν ἡμεῖc, ὡc εἰθίcμεθα, τὸ χρήcιμον εἰπόντεc, εἶτα ἐπὶ τὰ κατὰ ἀκολουθίαν τοῦδε ζητούμενα μεταβάντεc οὐκ ὀκνήcομεν ὕcτε‐ ρον διαλύcαcθαι τοὺc ἠρωτημένουc λόγουc τοῖc ἄχρηcτον ἡγου‐71
15μένοιc εἶναι τὴν περὶ τοὺc χυμοὺc τέχνην. ὅπωc δὲ μή τιc ἀcάφεια |

5

.

106

περὶ τὸν λόγον γίνοιτο, καθ’ ἑκάcτου 〈τοῦ〉 χυμοῦ φύcιν ἓν ὄνομα θέμενοι οὕτω πειραcόμεθα διὰ παντὸc ἑρμηνεύειν αὐτόν. οὐκ ἐνδέχεται δὲ πρᾶξαι καλῶc τοῦτο χωρὶc τοῦ διελθεῖν αὐτῶν τὰc ἰδέαc. τοῦτο οὖν ἤδη πράξομεν ἀπὸ τοῦ γνωριμωτάτου πᾶcιν ἀνθρώποιc ἀρξά‐
5μενοι χυμοῦ. Φαίνεται δὲ οὗτοc, ἐάν τε ἀρτηρία τιc ἐάν τε φλὲψ τρωθῇ, παραχρῆμα τῶν περιεχόντων αὐτὸν ἀγγείων ἐκχεόμενοc, ἐρυθρότεροc μὲν ἐκ τῶν φλεβῶν, ξανθότεροc δὲ τοὐπίπαν ἐκ τῶν ἀρτηριῶν. ἀλλὰ πήγνυταί γε ἑκάτεροc εὐθέωc, οὐ μόνον ἐκπίπτων τοῦ cώματοc, ἀλλὰ
10καὶ κατ’ αὐτὸ περιεχόμενοc ἔτι καθ’ ὁντινοῦν τόπον. καὶ τήν γε πῆξιν αὐτοῦ τελευτῶcαν εἰc θρόμβον ὁρῶμεν· οὕτω γὰρ ἔθοc τοῖc Ἕλληcιν ὀνομάζειν τὸ πεπηγὸc αἷμα. φαίνεται δὲ πηγνύμενον οὐ μόνον ἐν τοῖc κατὰ τὴν κοιλίαν τε καὶ τὰ ἔντερα χωρίοιc, ἀλλὰ καὶ κατὰ τὴν κύcτιν, ἐν ᾗ τὸ οὖρον ἀθροίζεται, καὶ κατὰ τὸν πνεύμονά τε καὶ τὴν
15τραχεῖαν ἀρτηρίαν, ὥcπερ γε κἀν τῷ μεταξὺ πνεύμονόc τε καὶ θώρα‐

5

.

107

κοc, | ἔν τε ταῖc μήτραιc ἐπὶ γυναικῶν. ἐπικρατεῖ μὲν οὖν ὡc τὸ πολὺ κατὰ τὸν χυμὸν τοῦτον ἡ ἐρυθρὰ χρόα, καὶ τό γε κάλλιcτον αἷμα τοιοῦτον ἀκριβῶc ἐcτι. φαίνεται δὲ ἐνίοτε καὶ ξανθότερον τοῦδε καὶ μελάντερον, ὥcπερ γε καὶ τῇ cυcτάcει παχύτερόν τε καὶ λεπτότερον.
5εὑρίcκεται δὲ ἐνίοτε καὶ τὸ τῶν φλεβοτομηθέντων αἷμα λεπτὴν ὑγρό‐ τητα περιέχον, ἥτιc ἐν τῷ πήγνυcθαι διακρινομένη τὴν ἐπιπολῆc αὐτοῦ καταλαμβάνει χώραν. εὔλογον γὰρ δήπου κἀκ τοῦ ποτοῦ cυν‐ αναφέρεcθαί τι τῷ γεννηθέντι κατὰ τὸ ἧπαρ αἵματι, τὴν ἔκκριcιν λαμ‐
βάνον ὕcτερον, οὐ μόνον διὰ τῶν οὔρων, ἀλλὰ καὶ διὰ τῶν ἱδρώτων72
10καὶ κατὰ τὴν καλουμένην ἄδηλον αἰcθήcει διαπνοήν. φαίνεται δὲ ἐνίοτε καὶ φλεγματώδηc χυμὸc ἐποχούμενοc τῷ αἵματι, καθάπερ γε καὶ cύμπαν ἱκανῶc παχύτερόν τε καὶ μελάντερον, ὡc ἐοικέναι πολλά‐ κιc ὑγρᾷ πίττῃ. καλεῖται μὲν οὖν καὶ τὸ ἐκ τῶν φλεβῶν καὶ τῶν ἀρτηριῶν ἐκχεόμενον, ὁποῖον ἂν ᾖ, μιᾷ προcηγορίᾳ τῇ τοῦ αἵματοc

5

.

108

οὐδεμιᾶc τῶν εἰρημένων αὐτοῦ διαφο|ρῶν ἴδιον ἐχούcηc ὄνομα. καὶ πήγνυταί γε πᾶν αὐτίκα, κἂν εἰ cαρκῶδεc μόριον ἄχρι βάθουc διαιρε‐ θὲν ἐκχυθῇ. παραπλήcιοc δέ τιc αἵματι παχεῖ καὶ μέλανι χυμὸc ἕτεροc ὁρᾶται πολλάκιc ἐκκρινόμενοc ἐμούντων τε καὶ διαχωρούντων, οὐ μὴν
5πηγνύμενόc γε, κἂν ἐπὶ πλεῖον ὁμιλῇ τῷ πέριξ ἀέρι. καὶ τούτου γε αὐτοῦ ποτὲ μὲν αἴcθηcιc γίνεται τοῖc ἐμοῦcιν ὀξέοc τε ἅμα καὶ cτρυφνοῦ, ποτὲ δὲ οὐδεμίαν ἔχοντοc ἐμφανῆ ποιότητα, μήτε οὖν γλυκύτητα, καθάπερ τὸ αἷμα, μήτε πικρότητα, καθάπερ ἡ ξανθὴ χολή, μήτε ἁλυκότητα, καθάπερ ἐνίοτε τὸ φλέγμα καὶ τὸ αἷμα. πρόδηλον
10οὖν, ὅτι νοcῶδεc μέν ἐcτι τὸ ἁλυκὸν αἷμα καὶ τὸ φλέγμα. τοὐπίπαν δὲ τὸ μὲν αἷμα γλυκὺ φαίνεται, τὸ δὲ φλέγμα ἄποιον, καθάπερ ὕδωρ. ἀλλ’ ἐκτρεπόμενόν γε τῆc κατὰ φύcιν ποιότητοc οὐχ ἁλυκὸν μόνον, ἀλλὰ καὶ ὀξὺ γίνεται, μεταλαμβάνει δέ ποτε καὶ γλυκείαc ποιότητοc. ἀλλὰ καὶ τοῦτον τὸν χυμόν, ὁποῖοc ἂν ᾖ, φλέγμα καλοῦcιν, εἰ μόνον

5

.

109

εἴη λευκὸc ἔχοι τε τὸ κοινὸν ἁπάντων χυμῶν | γνώριcμα, τὸ μὴ πήγνυcθαι. πρόδηλον δέ, ὅτι διαφέρει μηδὲν ἁλμυρὸν ἢ ἁλυκὸν ὀνο‐ μάζειν ὁντινοῦν χυμόν· ἄμφω γὰρ τὰ ὀνόματα ταὐτὸ cημαίνει πρᾶγμα. ἔcτι δὲ καὶ ἕτεροc χυμόc τιc, ἀεὶ μὲν πικρὸc τοῖc ἐμοῦcιν αὐτὸν φαι‐
5νόμενοc, οὐκ ἀεὶ δὲ ξανθόc, ἀλλ’ ὠχρὸc ἔcτιν ὅτε· καὶ παχύτεροc διαπαντὸc ὁ ξανθὸc τοῦ ὠχροῦ φαίνεται. ὥcτε ἐκ τούτου τεκμαίρον‐ ται προcηκόντωc οἱ περὶ χυμῶν ἄριcτα γνόντεc ὑγρότητοc ἐπιμιξίᾳ λεπτῆc καὶ ὑδατώδουc τῇ cυcτάcει τὴν ξανθὴν χολὴν ὠχρὰν φαί‐ νεcθαι. καλοῦcι δὲ ἔνιοι μὲν τὴν ὑγρότητα ταύτην ὑδατώδη, ἔνιοι δὲ
10ὀρρώδη τούτου τοῦ γένουc οὖcαν, ἐξ οὗ τό τε οὖρόν ἐcτι καὶ ὁ ἱδρώc. ὥcπερ δὲ μιγνυμένηc τῆc λεπτῆc ὑγρότητοc ἡ ξανθὴ χολὴ
κατά τε τὴν χρόαν ὠχροτέρα καὶ κατὰ τὴν cύcταcιν ὑγροτέρα γίνεται, οὕτωc, ὅταν ἐπὶ πλέον αὕτη διαφορηθῇ, τῇ τῶν ὠμῶν ὠῶν λεκίθῳ παραπληcία φαίνεται καὶ διὰ τοῦτο καλεῖται λεκιθώδηc. αὕτη μὲν οὖν73
15ἡ χολή, κἂν ὠχρά, κἂν ξανθή, κἂν λεκιθώδηc φαίνηται, τὴν γένεcιν

5

.

110

ἐν τοῖc ἀγγείοιc ἴcχει. κατὰ δὲ τὴν γαcτέρα πραcοειδήc | τιc ἑτέρα γεννᾶται. καλοῦcι γὰρ οὕτωc αὐτὴν ἀπὸ τῆc χρόαc τῶν πράcων παρ‐ ονομάcαντεc, ὥcπερ γε καὶ τὴν ἰώδη παρὰ τὸ τῷ ἰῷ ὁμοιοῦcθαι. ὠνόμαcται δὲ καὶ ἰcατώδηc τιc χολὴ παρὰ τὴν τῆc ἰcάτιδοc χρόαν τῆc
5γλαυκῆc. αὗται πᾶcαι κοινὸν ἔχουcι τὸ ἀπαγεῖc διαμένειν. οὕτω γοῦν ἔνιοι καὶ τὴν ἐρυθρὰν χολὴν ὠνόμαcαν, ἐγγὺc οὖcαν αἵματι λεπτῷ κατὰ τὴν cύcταcιν, ἀλλ’ ὅτι μὴ πήγνυται, διὰ τοῦτο χολὴν αὐτὴν προcαγορεύουcι. ταῦτα μὲν οὖν ἴcωc ἐπὶ πλέον ἢ κατὰ τὴν προειρη‐ μένην πραγματείαν εἴρηται τῇ τε κοινωνίᾳ τοῦ λόγου καὶ τῷ χρηcίμῳ
10τῆc γνώcεωc, ἔτι τε τῷ cυντόμῳ τῆc διδαcκαλίαc προτρεψάμενά με διελθεῖν ὑπὲρ αὐτῶν. ἐπὶ 〈δὲ〉 τὸν περὶ τῆc μελαίνηc χολῆc λόγον ἐπανέλθωμεν. Ὅτι μὲν οὖν οὐ πήγνυται, διώριcται μὲν ἀπὸ τοῦ μέλανοc αἵματοc, οὐ μὴν ἤδη γε καὶ ἀπὸ τῶν μελάνων ἰδίωc ὀνομαζομένων.
15ἐμεῖταί τε γὰρ καὶ διαχωρεῖται πολλάκιc τοιαῦτα πάμπολυ διαφέροντα

5

.

111

τῆc μελαίνηc χολῆc | οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ ταῖc αἰcθηταῖc ποιότηcιν. οὔτε γὰρ cτρυφνότητοc οὔτε ὀξύτητοc μετέχει cαφῶc ταῦτα τῆc μελαίνηc χολῆc κατά τε τὴν γεῦcιν ἐμφαινούcηc τοῖc ἐμοῦcιν αὐτὴν καὶ κατὰ τὴν ὄcφρηcιν οὐκ ἐκείνοιc μόνον, ἀλλὰ καὶ τοῖc ἄλλοιc.
5οὐ μὴν οὐδὲ ζυμοῖ τὴν γῆν, ὡc ἐκείνη. ἀλλ’ εἰ καὶ κατὰ τοῦτο ἔοικεν ὄξει δριμυτάτῳ, τῷ παχυμερεῖ τῆc οὐcίαc ἐναντιώτατα διάκειται καὶ διὰ τοῦτο, οἷc ἂν ὁμιλήcῃ τοῦ cώματοc μέρεcιν ἄκρατοc, ἑλκοῖ πάν‐ τωc αὐτὰ διαβιβρώcκουcα. τὸ μὲν γὰρ ὄξοc, ἅτε λεπτομερὲc ὄν, διεξ‐
έρχεται, τὸ δὲ τῆc μελαίνηc χολῆc πάχοc ἕδραν μόνιμον αὐτῇ74
10παρέχον αἴτιον τῆc ἀναβρώcεωc γίνεται. ὥcπερ δὲ τοῖc εἰρημένοιc γνωρίcμαcι cαφῶc διορίζεται τῶν μελάνων, εἴτε χυμῶν ἐθέλοιc λέγειν, εἴτε διαχωρημάτων, εἴτε ἐδεcμάτων, ἡ μέλαινα χολή, οὕτω κἀν τῷ μήτε μυῖαν μήτε ἄλλο τι ζῷον ἐθέλειν αὐτῆc γεύεcθαι, καθάπερ οὐδὲ τῆc κατακοροῦc ἅλμηc· οὐδὲ γὰρ ἐν ἐκείνῃ γε διαζῇ ζῷον, ὡc ἡ κα‐

5

.

112

λουμένη νεκρὰ θάλαccα τεκμήριον. | καὶ διὰ τοῦτο ἔοικεν ἡ γένεcιc αὐτῆc ὀλέθριοc ὑπάρχειν ὑπεροπτηθέντοc τοῦ μέλανοc χυμοῦ cυμβαί‐ νουcα. πολὺ δὲ δήπου τῆcδε τὴν ἐκ τῆc ξανθῆc χολῆc ὑπεροπτηθείcηc γινομένην μέλαιναν ὀλεθριωτέραν εἶναι νομιcτέον, ὅcῳπερ καὶ ὁ χυ‐
5μὸc τοῦ χυμοῦ δραcτικώτεροc, ἡ ξανθὴ χολὴ τῆc οἷον ὑποcτάθμηc τοῦ αἵματοc, ἣν ἀμόργῃ καὶ τρυγὶ παραπλήcιον ἔφαcαν ἔχειν τὴν γένεcιν οἱ περὶ τὰ τῆc τέχνηc ἔργα cπουδάcαντεc. ἀλλ’ ὥcπερ ἐπ’ ἄλλων πολλῶν πραγμάτων, ὁμωνύμων μὲν ἀλλήλοιc, ἐναντίαc δὲ φύ‐ cεωc ὄντων, ἡ τῆc προcηγορίαc κοινότηc ἔcφηλέ τιναc, οὕτω κἀπὶ
10τῶν εἰρημένων δυοῖν χυμῶν ἔνιοι cφαλέντεc ᾠήθηcαν ἐπ’ ἀγαθῷ πολλάκιc ἐμεῖcθαί τι καὶ διαχωρεῖcθαι μέλαιναν χολήν. ἐγὼ δὲ ἐκ μειρακίου παρὰ Πέλοπι τῷ διδαcκάλῳ μαθὼν ἑκατέρου τῶν χυμῶν τὰ γνωρίcματα κἄπειτα παραφυλάττων αὐτὰ δι’ ὅλου τοῦ ἐμοῦ βίου μέχρι δεῦρο, τὸν μὲν τῆc ἀκριβοῦc μελαίνηc χολῆc χυμὸν ὀλεθρίωc

5

.

113

ἐκκρινόμενον ἐθεαcάμην ἀεί, τὴν δὲ τῶν μελάνων | κένωcιν οὐκ ὀλι‐ γάκιc ἐπ’ ἀγαθῷ γινομένην. ἀρκεῖ μὲν οὖν καὶ τοῦτο γινώcκεcθαι μόνον εἰc τὰ τῆc τέχνηc ἔργα, καὶ μάλιcτα ἐάν γε μετὰ διοριcμοῦ τῶν καιρῶν, ἐν οἷc ἐκκρί‐
5νεται, μάθῃ τιc τοῦτον τὸν λόγον, ὃν ἐν τοῖc ἑξῆc διηγήcομαι· τῷ δὲ μήπω διὰ μακρᾶc πείραc ἐγνωκότι τὸ γινόμενον ἐφ’ ἑκατέρᾳ τῇ κε‐ νώcει θαυμάζειν ἴcωc ἢ ἀπιcτεῖν εἰκόc ἐcτιν, εἰ τοῦ μοχθηροτάτου χυμοῦ κενουμένου βλάπτεται τὸ cῶμα· τοὐναντίον γὰρ εὔλογον εἶναι
δόξει, τῶν βλαπτόντων ἐκκενουμένων ὑγιεινότατον αὐτὸ γίνεcθαι.75
10κατὰ τοῦτον οὖν τὸν λόγον καὶ ἡ τῶν μελάνων κένωcιc. ἀλλ’ ὁ διὰ μακρᾶc πείραc πειcθείc, ὡc ἄρτι μοι λέλεκται, γίνεcθαι, ῥᾳδίωc εὑρή‐ cει τὴν αἰτίαν τοῦ cυμβαίνοντοc, καὶ μάλιcθ’ ὅταν ἐθελήcῃ τὰ γεν‐ νῶντα τὴν μέλαιναν χολὴν εὑρεῖν, ὧν ἤδη μὲν ἡ ἀρχὴ τῆc εὑρέcεωc εἴρηται, βέλτιον δὲ καὶ τὸ cύμπαν τοῦ λόγου προcθεῖναι.
15τοῦ γὰρ ἐκ τῆc κοιλίαc τε καὶ τῶν ἐντέρων εἰc ἧπαρ ἀναδιδο‐

5

.

114

μένου χυμοῦ | τὸ μέν τι λεπτομερέcτερόν ἐcτι τῇ cυcτάcει, τὸ δὲ παχυμερέcτερον, ὥcπερ καὶ τῶν ἐδεcμάτων αὐτῶν αἱ οὐcίαι διαφέρουcι. γινωcκόντων δὲ ἡμῶν ἅπαντα τὴν διοικοῦcαν τὸ cῶμα φύcιν ἐπὶ cωτηρίᾳ τοῦ ζῴου πράττειν ὁρώντων τε καὶ τοὺc ἐκκριτικοὺc πόρουc
5τῶν ἀχρηcτοτέρων μορίων τῆc τροφῆc τε καὶ τοῦ ποτοῦ, θαυμαcτὸν οὐδὲν εἶναι δοκεῖ καὶ τῆc ὑποcτάθμηc τοῦ αἵματοc ἐπιτεχνήcαcθαί τινα κένωcιν αὐτήν, ἥτιc ὁποία μέν ἐcτι καὶ διὰ τίνων γίνεται μορίων αὖθιc ἐπιcκεψόμεθα. Νυνὶ δὲ πρότερον, ἃ διὰ τῆc πείραc ἔγνωμεν, ἀρχὴν ποιηcά‐
10μενοι τῆc διὰ τοῦ λόγου γενηcομένηc cκέψεωc, ὅcα πεπείcμεθα χρόνῳ πολλῷ βαcανίcαντεc εὑρηκέναι, ταῦτα ἐροῦμεν. ὁρᾶται δὴ τὸ κατὰ τὰc φλεβοτομίαc αἷμα παχύτερον καὶ μελάντερον ἐν ταῖc τῶν θερμῶν καὶ ξηρῶν cωμάτων κράcεcιν, ὥcπερ γε καὶ κατὰ τὰc τοιαύταc ὥραc τε καὶ χώραc καὶ καταcτάcειc ἐπιτηδεύματά τε καὶ δίαιταν ἐν ἐδέcμαcι

5

.

115

παχυχύμοιc τε καὶ αὐχμώδεcιν, | ὁποῖόν ἐcτι φακὴ καὶ κοχλίαι καὶ κρέα ταύρεια καὶ τράγεια, καὶ μᾶλλον εἰ ταριχευθείη. τῆc τοιαύτηc ὕληc ἐcτὶ καὶ μέλαc οἶνοc παχύc τε καὶ αὐcτηρόc. οὕτω δὴ καὶ τῶν νοcημάτων ὅcα κατὰ θερμὴν καὶ ξηρὰν δυcκραcίαν γίνεται, καθάπερ
5οἱ καῦcοι, παχὺ καὶ μέλαν ἀποφαίνουcι τὸ αἷμα. τοιοῦτον δὲ αὐτὸ καὶ ὁ μακρὸc οὗτοc λοιμόc, ὁ ἐπὶ τοῦ Μάρκου θέρουc γενόμενοc, εἰργάζετο, καὶ τῶν γε διαcωθέντων οὐκ ὀλίγοιc ἔκκριcιc διὰ τῆc κάτω γαcτρὸc ἐγίνετο τῶν καλουμένων μελάνων ἐπὶ τῆc ἐννάτηc ἡμέραc τοὐπίπαν ἢ ἑβδόμηc ἢ ἑνδεκάτηc. ὧν καὶ αὐτῶν ἐφαίνοντο διαφοραὶ
10πλείουc, ἐνίων μὲν ἐγγυτάτω τῆc μελαίνηc χολῆc ἡκόντων, ἐνίων δὲ
οὔτε δῆξιν ἐν ταῖc διαχωρήcεcιν ἐχόντων οὔτ’ ὀcμὴν δυcώδη, πολλῶν δὲ ἔτι ἐν τῷ μεταξὺ τούτων καθεcτηκότων. ὅcοιc δὲ τῶν cωθέντων ἡ διὰ τῆc κάτω γαcτρὸc ἔκκριcιc οὐκ ἐγένετο τοιαύτη, τὸ cῶμα πᾶν περιεξήνθηcε μέλαcιν ἐξανθήμαcιν ὁμοίοιc. ἐνίοτε δὲ καὶ οἷον λεπὶc76

5

.

116

ἀπέπιπτε ξηραινομένων τε καὶ διαφορουμένων | αὐτῶν, κατὰ βραχὺ δὲ ἐπὶ πλείοcιν ἡμέραιc μετὰ τὴν κρίcιν. ὅcοι δὲ διεχώρηcαν ἀκριβῆ τὴν μέλαιναν, ἀπέθανον ἅπαντεc· ἐνδείκνυται γὰρ ἡ τοιαύτη κατ‐ ωπτῆcθαι τὸ αἷμα. φαίνεται δὲ καὶ ἄλλα χωρὶc τοῦ πυρέξαι πολλοῖc
5ἐξανθήματα γινόμενα κατὰ τὸ δέρμα παχυνόμενόν τε καὶ ξηραινόμενον τὸ πλεονάζον τοῦ μελαγχολικοῦ χυμοῦ τῆc φύcεωc ὠθούcηc αὐτοῦ ἐκτόc· ἐξ οὗ γένουc ἐcτὶ καὶ ὁ καλούμενοc ἐλέφαc. ὅταν δὲ ἅμα πυ‐ ρετῷ γένηταί τι τοιοῦτον, τὸν ὀνομαζόμενον ἄνθρακα γεννᾷ τὸ κατα‐ cκῆψαν εἰc τὸ δέρμα τοῦ μελαγχολικοῦ χυμοῦ. χωρὶc δὲ πυρετοῦ
10καταcκήπτων, ὅταν μὲν αἵματι μεμιγμένοc ᾖ, τὸν ἐλέφαντα γεννᾶν πέφυκεν, ὅταν δὲ μόνοc, ἐν ἀρχῇ μὲν ὄγκον ἐργάζεται μέλανα, τῷ χρόνῳ δὲ εἰc τὸν καλούμενον καρκίνον τελευτᾷ, ἐπειδάν γε δριμύ‐ τερόc τε καὶ κακοηθέcτεροc ᾖ διαβιβρωcκομένου τοῦ δέρματοc, ὅταν δὲ ἐπιεικέcτεροc ἕλκουc χωρὶc ἐργαζόμενοc τὸν ὀνομαζόμενον κρυπτὸν

5

.

117

καρκίνον. ἐναργῶc γὰρ ἅπαντα | τὰ τοιαῦτα πάθη καὶ μάλιcτα ὁ καρ‐ κίνοc ὑπὸ τοῦ μελαγχολικοῦ γίνεται χυμοῦ cαφῶc φαινομένων τῶν εἰc τὸ πεπονθὸc μόριον ἡκουcῶν φλεβῶν παχὺν καὶ μέλανα περι‐ εχουcῶν χυμόν. ἐκκαθαίρειν μὲν γὰρ τὸ αἷμα διὰ παντὸc ἡ φύcιc πει‐
5ρᾶται διακρίνουcά τε τὸ μοχθηρὸν ἐξ αὐτοῦ κἀκ τῶν κυρίων μορίων ὠθοῦcα ποτὲ μὲν εἰc τὴν γαcτέρα τε καὶ τὰ ἔντερα, ποτὲ δὲ εἰc τὴν ἐκτὸc ἐπιφάνειαν. ἀλλ’ ὅcα μὲν τῶν τοιούτων λεπτομερεcτέραc οὐcίαc ἐcτί, διεξέρχεται τὸ δέρμα, τινὰ μὲν κατὰ τὴν ἄδηλον αἰcθήcει δια‐ πνοήν, ἔνια δὲ αἰcθητῶc, καθάπερ οἱ ἱδρῶτεc· ὅcα δὲ παχύτερα, δι‐
10εξελθεῖν μὲν οὐ δύναται τὴν πυκνότητα τοῦ δέρματοc, ἐγκαταλαμβα‐ νόμενα δέ, τὰ μὲν θερμὰ τοὺc ἄνθρακαc ἐργάζεται, τὰ δὲ μὴ τοιαῦτα
τοὺc καρκίνουc. ὅταν δὲ ἐπιεικὴc κατὰ τὰc ποιότηταc ὁ μέλαc ᾖ χυμὸc αἵματί τε cυμμιγήc, τοὺc ὑπερύθρουc ἐλέφανταc ἐργάζεται· χρονίζοντεc δὲ καὶ οὗτοι γίνονται μελάντεροι. πολλάκιc δὲ ἡ φύcιc77

5

.

118

ἀναcτομώcαcα φλέβα τῶν κατὰ τὴν ἕδραν ἀγγείων | ἐκκρίνει τὸν τοιοῦτον χυμὸν αἵματι μεμιγμένον, ἀφ’ οὗ δὴ καὶ τοὔνομα τῷ cυμ‐ πτώματι τίθενται τὴν αἱμορροΐδα. καὶ χρὴ καταμανθάνειν ἐπ’ αὐτῆc, ὁποῖόν ἐcτι τὸ ἐκκρινόμενον αἷμα, πότερον οἷον ἔχουcιν οἵ τε γυμνα‐
5cτικοὶ καὶ οἱ ἀθληταὶ καὶ τῶν ἰδιωτῶν οἱ τελέωc ὑγιεινοί τε καὶ εὔχυμοι, ἢ μελάντερόν τε καὶ παχύτερον τοῦδε. καὶ μέντοι καὶ [ὡc] ἡ φύcιc ἀποτίθεται τὸ τοιοῦτον αἷμα πολλάκιc εἰc τὰc κατὰ τὰ cκέλη φλέβαc, ὑφ’ οὗ διατεινόμεναί τε καὶ διευρυνόμεναι κιρcώδειc ἀποτε‐ λοῦνται, καὶ μελαίνεταί γε τῷ χρόνῳ τὸ δέρμα τὸ κατὰ τὰc τοιαύταc
10φλέβαc. ἐφ’ ὧν δὲ αἵματοc πλῆθοc μόνον εἰcρέοι ἄνευ τοῦ μελαγ‐ χολικὸν ὑπάρχειν, ἀcθενεcτέραc οὔcαc φύcει τὰc τῇδε φλέβαc ἀνευ‐ ρύνει καταcκῆπτον, οὐδενὸc τοιούτου cυμβαίνοντοc ὡc ἐφ’ ὧν γε ἂν τὸ μελαγχολικὸν αἷμα τοὺc κιρcοὺc ἐργάcηται· κίνδυνοc γὰρ ἐπὶ τούτων ἐcτίν, ἐὰν ἐκτέμῃ τιc τὰc πεπονθυίαc φλέβαc, ἁλῶναι μελαγ‐
15χολίᾳ. καὶ γὰρ τοῦτο πολλάκιc ἑώραται γινόμενον οὐ μόνον κατὰ

5

.

119

τοὺc κιρcούc, ἀλλὰ καὶ κατὰ τὰc | ὑπὸ τοῦ τοιούτου χυμοῦ γινομέναc αἱμορροΐδαc. ἕλκοc δή τιc ἔχων ἐν κνήμῃ χρόνῳ πολλῷ τὴν ὑπερκει‐ μένην φλέβα κιρcωδεcτέραν οὖcαν ἐκτμηθεὶc αὐτίκα μὲν ἐθεραπεύθη τὸ ἀρχαῖον ἕλκοc, ὃ δὲ ἐκ τῆc τομῆc ἔcχεν ἐξαιρουμένηc τῆc φλεβόc,
5ἀνίατον ἔμεινεν. ὕcτερον δέ ποτε μετ’ ἐνιαυτὸν εἷc τῶν ἐν Περγάμῳ διδαcκάλων ἡμῶν Ϲτρατόνικοc ὄνομα, μαθητὴc Ϲαβίνου τοῦ Ἱπποκρατείου, φλέβα τεμὼν ἐν ἀγκῶνι τοῦ ἀνθρώπου καὶ θεαcά‐ μενοc ἐκκρινόμενον αἷμα παχὺ καὶ μέλαν ἐπαφεῖλε κατὰ τὴν ὑcτε‐ ραίαν ὀλίγον, εἶτα κατὰ τὴν τρίτην τε καὶ τετάρτην ἡμέραν ὁμοίωc
10ὀλίγον καθήραc τε μετὰ ταῦτα φαρμάκῳ μέλανα χυμὸν ἐκκενοῦντι καὶ τὴν δίαιταν αὐτῷ εὔχυμον παραcκευάcαc ἐπὶ τὴν θεραπείαν τοῦ
ἕλκουc ἐτράπετο. Ὅτι μὲν οὖν ἐν ταῖc φλεψὶ καὶ ταῖc ἀρτηρίαιc οἱ χυμοὶ περι‐ έχονται πάντεc, ἐνδείκνυται μὲν καὶ ἡ ποικιλία τῆc χρόαc τε καὶ τῆc78
15cυcτάcεωc αὐτῶν, δηλοῖ δὲ καὶ τὰ νῦν εἰρημένα καὶ πρὸc τούτοιc ὅcα

5

.

120

κατὰ τὸ Περὶ φύcεωc | ἀνθρώπου γέγραπται τῷ Ἱπποκράτει, περὶ ὧν ἐπὶ πλέον μὲν ἐν τῷ περὶ τῶν κατ’ αὐτὸν cτοιχείων διῆλθον, ἀναγκαῖον δέ ἐcτι καὶ νῦν εἰπεῖν ἀρξάμενον ἀπὸ τῆc ῥήcεωc αὐτοῦ τῆcδε· “Τὸ δὲ cῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωυτῷ αἷμα καὶ φλέγμα
5καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν. καὶ ταῦτά ἐcτιν αὐτέῳ ἡ φύcιc τοῦ cώματοc καὶ διὰ ταῦτ’ ἀλγέει καὶ ὑγιαίνει. ὑγιαίνει μὲν οὖν μάλιcτα, ὅταν μετρίωc ἔχῃ ταῦτα τῆc πρὸc ἄλληλα δυνάμεωc καὶ τοῦ πλήθουc καὶ μάλιcτα ἂν μεμιγμένα ᾖ. ἀλγέει δέ, ὅταν τι τούτων ἔλαccον ἢ πλέον ᾖ ἢ χωριcθῇ ἐν τῷ cώματι καὶ 〈μὴ〉 μεμιγμένον ᾖ τοῖcι πᾶ‐
10cιν. ἀνάγκη γάρ, ὅταν τι τουτέων χωριcθῇ καὶ ἐφ’ ἑωυτοῦ cτῇ, οὐ μόνον τοῦτο τὸ χωρίον, ὅθεν ἐξέcτη, ἐπίνοcον γίνεcθαι, ἀλλὰ καὶ ἔνθα ἂν cτῇ καὶ ἐπιχυθῇ ὑπερπιμπλάμενον, ὀδύνην τε παρέχειν καὶ

5

.

121

πόνον. καὶ γάρ, ὅταν τι τουτέων ἔξω τοῦ | cώματοc ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντοc, ὀδύνην παρέχει ἡ κένωcιc. ἢν δ’ αὖ πάλιν εἴcω ποι‐ ήcηται τὴν κένωcιν καὶ τὴν ἀπόκριcιν καὶ τὴν μετάcταcιν ἀπὸ τῶν ἄλλων, πολλή 〈γ’〉 αὐτῷ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ
5εἰρημένα, ὅθεν τε ἐξέcτη καὶ ἔνθα ὑπερέβαλεν.” οὐκοῦν, ὅτι μὲν ὑγι‐ αίνει τὸ ζῷον, ὅταν ἔχῃ ταῦτα cυμμέτρωc τῆc πρὸc ἄλληλα κράcεωc, νοcεῖ δέ, ὅταν ἤτοι καθ’ ὅλον τὸ cῶμα, τουτέcτιν ἐν ἅπαcι τοῖc ἀγ‐ γείοιc, πλεονεξία τιc ἐξ αὐτῶν ἢ καθ’ ἕν τι γένηται μόριον, ὁ τοῖc ἔργοιc τῆc τέχνηc ὡμιληκὼc ἀληθεύειν φήcει τὸν Ἱπποκράτην. τὰ
10μὲν γὰρ ἐν ἑνὶ μέρει νοcήματα διὰ τὸν μελαγχολικὸν χυμὸν γινόμενα
ὀλίγον ἔμπροcθεν διῆλθον, ἐδήλωcα δέ, ὅτι καὶ διὰ κιρcῶν ἄρcιν ἢ αἱμορροῖδοc ἐμελαγχόληcαν ἕτεροι. καὶ κατὰ τὰ μὴ φαινόμενα δὲ μόρια κατὰ τὸ βάθοc τοῦ cώματοc εὔλογον ὅμοια πάθη γίνεcθαι τοῖc κατὰ τὸ δέρμα cυνιcταμένοιc. οὐ γὰρ δήπου χολῆc μὲν ξανθῆc εἰc ἕν79
15τι μόριον καταcκηψάcηc ἐρυcίπελαc γενήcεται. μελαίνηc δὲ ἄνθραξ τε

5

.

122

καὶ καρκίνοc, οὐ δήπου δὲ τὰ κατὰ τὸ βάθοc | τοῦ cώματοc ἀδάμαν‐ τοc ἔχει καταcκευήν, ἀλλὰ κἀκεῖνά γε τοῖc αὐτοῖc ὑπόκειται πάθεcιν. ἐφ’ ὧν γοῦν οἷόν τέ ἐcτι βεβαίωc διαγνῶναι τὴν ἐργαcαμένην αἰτίαν, ἐναργῶc ἐπὶ τούτων φαίνεται καὶ ξανθὴ καὶ μέλαινα χολὴ διαβιβρώ‐
5cκουcαι τῶν ἐντέρων ἄλλοτε ἄλλο, καθ’ ὅτιπερ ἂν μάλιcτα cτηριχθῶcιν, καί ποτε καὶ τελέωc ἀνίατον ἐργαζόμεναι τὴν δυcεντερίαν. καὶ διὰ τοῦτο Ἱπποκράτηc ἐν Ἀφοριcμοῖc ἔγραψε· “Δυcεντερίη, ἢν ἀπὸ χολῆc μελαίνηc ἄρξηται, θανάcιμον.” ἐγὼ δὲ πρόcθεν εἶπον ἀνίατα πάντα εἶναι τὰ διὰ μέλαιναν χολὴν ἑλκωθέντα, πλὴν εἴ τιc ἴαcιν
10ἐθέλει καλεῖν, ὅταν ἐκκόψῃ τὸ πεπονθὸc μόριον ὅλον ἐν κύκλῳ περι‐ τεμὼν ἄχρι τῶν ἀπαθῶν. ὥcπερ οὖν ἔντερον ἀβοηθήτωc μὲν ὑπὸ μελαίνηc ἑλκοῦται, δυcβοηθήτωc δὲ ὑπὸ τῆc ξανθῆc χολῆc, δηλονότι καὶ τῶν ἄλλων μορίων ἕκαcτον, ὅcα κατακέκρυπται μὲν ἐν βάθει, κυριώτερα δὲ μακρῷ τῶν ἐντέρων ἐcτί, πρὸc τῷ καὶ τὴν θεραπείαν ἐπὶ
15μὲν τῶν ἐντέρων εὐκολωτέραν εἶναι τῶν ἐνιεμένων διὰ τῆc ἕδραc |

5

.

123

φαρμάκων αὐτοῖc τοῖc πεπονθόcι προcπιπτόντων εὐθέωc, ἐπὶ δὲ τῶν ἄλλων μορίων οὐδὲ τούτου ῥᾳδίωc γενέcθαι δυναμένου. οὔκουν τὸ τυχὸν οὐδὲ μικρὸν τῆc τέχνηc μέροc παρέλιπον ἀθεώρητον οἱ μηδὲν ἐπιcκεψάμενοι περὶ μελαίνηc χολῆc, ἔτι δὲ μᾶλλον οἱ μηδὲ περὶ τῆc
5ξανθῆc. ὅcοι δὲ μηδὲ περὶ τούτων ἐπεcκέψαντο μηδὲ περὶ φλέγματοc, οὐδ’ ἀριθμῆcαι δυνατόν, ὁπόcα παρέλιπον ἀναγκαῖα τῆc τέχνηc θεω‐ ρήματα. περὶ μὲν οὖν τῆc μελαίνηc χολῆc οὐδὲν ὅλωc ὁ Ἐραcί‐ cτρατοc ἔγραψε, περὶ δὲ τῆc ξανθῆc ὀλίγα τε ἅμα καὶ οὐδὲ ταῦτα πάντα ἀληθῆ. λέγει μὲν γὰρ οὕτω περὶ αὐτῆc. “Ἡ δὲ χολώδηc ὑγρα‐
10cία ὅτι μὲν ἀναγκαία ἐcτὶν ἀποκρίνεcθαι, πολλὰ τῶν ἐπιγινομένων παθῶν μαρτυρεῖ· οἱ ἴκτεροί τε γὰρ καὶ αἱ περὶ τὸ ἧπαρ γινόμεναι φλεγμοναὶ καὶ ἄλλα πλείω. πότερον δὲ ἐν τῇ περὶ τὴν κοιλίαν κατερ‐ γαcίᾳ τῆc τροφῆc γεννᾶται ἡ τοιαύτη ἢ μεμιγμένη ἐν τοῖc προcφερο‐ μένοιc ἔξωθεν παραγίνεται, οὐδὲν χρήcιμον πρὸc ἰατρικὴν ἐπεcκέφθαι.”80
15ταῦτα μὲν ὁ Ἐραcίcτρατοc ἔγραψεν ἐν τῷ πρώτῳ τῶν καθόλου

5

.

124

λόγων περὶ τῆc ξανθῆc χολῆc. | ἀντιλέγοντεc δὲ αὐτῷ φαcιν, ὡc, εἴπερ αὐτὸc ὁμολογεῖ βλάβην ἐργάζεcθαι τὴν ξανθὴν χολὴν πλεο‐ νάcαcαν, ἄμεινον μὲν ἦν αὐτὴν μηδόλωc γεννᾶcθαι, τοῦτο δὲ εἴπερ ἀδύνατον, ἀλλ’ ὡc ὀλιγίcτην. καὶ μὴν οὔτε γεννᾶcθαι δυνατόν ἐcτι
5κωλύειν ὁντινοῦν οὔτε, εἴπερ τοῦτό γε δυνατόν, ἀλλὰ προνοεῖcθαί γε τοῦ βραχυτάτην αὐτὴν γενέcθαι χωρὶc τοῦ τὴν αἰτίαν τῆc γενέcεωc ἐπίcταcθαι τοῦ πράγματοc δυνατόν. εἰ μὲν οὖν ἡ οὐcία τοῦ χυμοῦ τούτου κατά τε τὰ cιτία καὶ τὰ ποτὰ περιέχεται, πάντωc δὲ δήπου διαφορᾶc οὔcηc ἐν αὐτοῖc, τὰ μὲν πλέον αὐτῆc, τὰ δ’ ἔλαττον ἔχει,
10τὰ δὲ ἴcωc οὐδέν. εἰ δ’ ἐν τῷ cώματι γεννᾶται, κατὰ τίνα τε μάλιcτα μόρια γίνεται τοῦτο, καὶ τίνοc αἰτίαc ἐργαζομένηc αὐτήν, ἀναγκαῖον ἐπίcταcθαι τοὺc ἰατρούc. ἔζευκται δὲ ὁ λόγοc οὗτοc τῷ κοινῷ λόγῳ περὶ γενέcεωc χυμῶν, ὑπὲρ ὧν οὐδ’ ὅλωc Ἐραcίcτρατοc ἔγραψεν, ὥcθ’ ὅcον ἐπ’ αὐτῷ μήτε τῶν ἐδεcμάτων ἡμᾶc ἐπίcταcθαι, τίνα μὲν

5

.

125

εὔχυμά ἐcτι, τίνα δὲ κακόχυμα, μήτε τῶν ἐπιτηδευ|μάτων, ἔτι δὲ μᾶλλον μηδὲ αὐτῆc τῆc φύcεωc τῶν ἀνθρώπων. καίτοι γε ἐνίουc ὁρῶ‐ μεν, ὅπωc ἂν διαιτῶνται, πολὺν ἀθροίζονταc ἤτοι τὸν πικρόχολον ἤτοι τὸν μελαγχολικὸν ἢ τὸν τοῦ φλέγματοc χυμόν. ὅτι γὰρ καὶ
5αὐτὸc αἴτιοc γίνεται νοcημάτων οὐ cμικρῶν, ἐν ἑτέρῳ δέδεικται λόγῳ. ὡμολόγηcε δὲ καὶ ὁ Ἐραcίcτρατοc αὐτὸc ὑπὸ τοῦ τοιούτου χυ‐ μοῦ γίνεcθαί τινα πάθη, καίτοι παντὶ τρόπῳ φυλαττόμενοc αἰτιᾶcθαι τοὺc μοχθηροὺc χυμούc. ἀλλὰ τούc γε γλίcχρουc καὶ παχεῖc αὐτὸc
ἀπεφήνατο παραλύcεωc αἰτίουc γίνεcθαι γράψαc οὕτωc· “Τὸ μὲν οὖν81
10πάθοc cυμβαίνει παρεμπτώcεωc ὑγρῶν γινομένηc εἰc τὰ τοῦ πνεύ‐ ματοc ἀγγεῖα τὰ ἐν τοῖc νεύροιc, δι’ ὧν αἱ κατὰ τὴν προαίρεcιν κινήcειc cυντελοῦνται.” καὶ μετ’ ὀλίγα “Ἡ δὲ παρέμπτωcιc”, φηcί, “γίνεται ἐκ τῆc τροφῆc, ὑφ’ ἧc τὰ νεῦρα τρέφεται· αὕτη δὲ γλίcχροc καὶ ὅλκιμοc καὶ δυcέκκριτοc”. ὅτι δὲ καὶ ἀποπληξίαc καὶ ληθάργου
15καὶ ἐπιληψίαc ἑτέρων τε πολλῶν ὁ τοιοῦτοc χυμὸc ἀθροιζόμενοc αἴ‐ τιόc ἐcτιν, οὐκ ἔτι εἶπεν.

5

.

126

Ἀλλ’ οὐ πρόκειταί μοι νῦν τὴν τῶν ἄλλων χυμῶν δύναμιν ἐξηγήcαcθαι περὶ μελαίνηc χολῆc προθεμένῳ γράφειν, ἣν Ἱππο‐ κράτηc φηcὶν ἀναγκαίαν μὲν ἔχειν τὴν γένεcιν, ὅπωc δὲ μὴ γένοιτο πλείων, ἐδίδαξεν ἐξ αὐτῶν τῶν ἐναργῶc φαινομένων ἀρξάμενοc. ἔν
5τε γὰρ τοῖc ζῴοιc, ὅcα θερμότερα καὶ ξηρότερα ταῖc κράcεcιν, φαίνε‐ ται γεννᾶcθαι πλέον, ἔν τε ταῖc θερμοτέραιc ἅμα καὶ ξηροτέραιc ὥραιc τε καὶ χώραιc καὶ καταcτάcεcιν, ἐπιτηδεύμαcί τε τοῖc μετὰ κόπων καὶ φροντίδων καὶ ἀγρυπνιῶν, ἐδεcμάτων τε τῶν παχυμερῶν καὶ ξηροτά‐ των. ἀλλὰ καὶ τὸ χρῶμα τοῦ cώματοc παντὸc μελάντερόν τέ ἐcτι
10τοῖc τὴν τοιαύτην πεφυκόcιν ἀθροίζειν χολὴν ἔν τε τοῖc καυcώδεcι νοcήμαcιν, ὅcα χωρὶc ὑγρότητοc ἔχει τὴν γένεcιν, ἐφ’ ὧν κἂν αἱμορ‐ ραγήcῃ ποτὲ ῥίc, cτάξει μέλαν. τὰ μὲν οὖν τοιαῦτα φαινόμενα τὰc αἰτίαc, ὑφ’ ὧν ὁ μελαγχολικὸc χυμὸc γεννᾶται, ἐνδείκνυται. περὶ δὲ τῆc καθάρcεωc αὐτοῦ ταυτὶ τὰ φαινόμενα τὴν ὁδὸν τῆc εὑρέcεωc
15ὑπαγορεύει.82

5

.

127

κακοπραγῶν ἐν χρόνῳ | πλείονι cπλήν, εἴτε διὰ φλεγμονήν, εἴτε διὰ cκίρρον, εἴτε δι’ ἀτονίαν ἀχροίαc ἐργάζεται κατὰ πᾶν τὸ cῶμα, πρὸc τὸ μελάντερον ἐκτρεπόμενοc. ἀλλὰ καὶ αὐτὸc ἀεὶ μελάντερόc ἐcτι τοῦ ἥπατοc, καὶ μάλιcτα ἐπὶ τῶν τῆc θερμῆc καὶ ξηρᾶc κράcεωc ζῴων,
5ὁποῖα τὰ καρχαροδόντα πάντα ἐcτίν, ὥcπερ γε πάλιν, ὁπόcα κράcεωc ὑγροτέραc τε καὶ ψυχροτέραc ἢ κατ’ ἐκεῖνα τετύχηκεν ὄντα, καθάπερ οἱ ὕεc, οὐ πάνυ μέλαc ὁ cπλὴν αὐτοῖc ἐcτι. τοῖc δὲ βουcί, καὶ κατὰ φύcιν μὲν ἔχουcι, μελάντεροc ὁ cπλήν ἐcτιν, γηράcαcι δὲ πολλαπλαcίῳ δή τινι μελάντεροc γίνεται. ἀλλὰ καὶ ἡ γεῦcιc τοῦ cπλάγχνου τούτου,
10καίτοι γε ἑψομένου, φαίνεται cτρυφνὸν ἔχουcά τι καὶ οὐδαμῶc ὅμοιον ἥπατι. διὰ τούτων μὲν οὖν ὑπαχθέντεc οἱ ἄριcτοι τῶν παλαιῶν ἰα‐ τρῶν τε καὶ φιλοcόφων ἀπεφήναντο καθαίρεcθαι τὸ ἧπαρ ὑπὸ τοῦ cπληνόc, ἕλκοντοc εἰc ἑαυτὸν ὅcον ἰλυῶδεc ἐν αἵματι. τοιοῦτον δὲ τοῦτό ἐcτιν, ὡc ἔφην, ὁποῖον ἐν οἴνῳ μὲν ἡ τρύξ, ἐν ἐλαίῳ δὲ ἀμόργη.
15τοῖc δὲ νεωτέροιc αἱρέcειc προcτήcαcθαι προελομένοιc, ὥcπερ ἄλλα

5

.

128

λέλεκται | πολλὰ ψευδῶc, οὕτω καὶ τὸ μηδὲν δεῖcθαι τὸν ἰατρὸν εἰc τὰ τῆc τέχνηc ἔργα τῆc περὶ τοὺc χυμοὺc θεωρίαc, καὶ πρῶτόν γε πάντων, ὅτι τὰ καθαίροντα φάρμακα μάτην ὠνόμαcται καθαίροντα· κενωτικὰ γὰρ εἶναι ὁμοτίμωc ἁπάντων τῶν ἐν τῷ cώματι χυμῶν, οὐ
5μόνον τῶν δοκούντων βλάπτειν. Ἱπποκράτηc δέ, ὡc ὁμολογουμένῳ τῷ καθαίρειν αὐτὰ χρηcάμενοc, ἀποδείκνυcιν ἐν ἅπαντι τῷ τῆc ζῳῆc χρόνῳ περιέχεcθαι κατὰ τὸ cῶμα τοῦ ἀνθρώπου τοὺc τέτταραc χυ‐ μούc· καὶ μήθ’ ἡλικίαν εἶναί τινα, μήτε ὥραν τοῦ ἔτουc, μήτε cώμα‐ τοc φύcιν, ἐν ᾗ μὴ πάντεc εἰcίν. ἐκ γὰρ τοῦ τὰ μὲν τῆc ξανθῆc χο‐
10λῆc ἑλκτικὰ φάρμακα κατὰ τοὺc ἰκτερικοὺc ὀνινάναι, τὰ δὲ ὑδραγωγὰ καλούμενα τοὺc ἀcκίταc ὑδέρουc ἐκκενοῦν, κωλύειν δὲ αὐξάνεcθαι
τοὺc ἐλέφαντάc τε καὶ καρκίνουc τὰ τῶν μελάνων ἑλκτικά, δῆλον εἶναι τοῖc παλαιοῖc ἐφαίνετο τὸν οἰκεῖον ἑαυτῷ χυμὸν ἕκαcτον τῶν καθαρτικῶν φαρμάκων ἕλκειν. εἰ δὲ ἀληθὲc ἦν ἅπανταc ἕλκεcθαι τοὺc83

5

.

129

ἐν τοῖc ἀγγείοιc περιεχομένουc | χυμούc, ἀλλοιουμένουc ὑπὸ τοῦ φαρμάκου κατὰ τὴν ἐκείνου δύναμιν, ὅμοιον ἂν ἦν τὸ καθαρθῆναι διά τινοc τῶν τοιούτων φαρμάκων τῷ φλεβοτομηθῆναι. τί ποτ’ οὖν ὑδραγωγὸν φάρμακον ἐπὶ τῶν ὑδεριώντων δίδομεν, ἐνὸν τοῦ αἵματοc
5ἐκκενῶcαι τέμνονταc φλέβα; διὰ τί δὲ πλεῖcτον μὲν ἐπὶ τούτων ἐκ‐ κενοῦται τὸ ὑδατῶδεc, ἐλάχιcτοc δὲ ὁ πικρόχολοc χυμόc, ἔμπαλιν δὲ ἐπὶ τῶν ἰκτεριώντων ὁ πικρόχολοc χυμὸc μὲν πλεῖcτοc, ἐλάχιcτοc δὲ ὁ ὑδατώδηc; διὰ τί δὲ ὠφελοῦνται μὲν οἱ τὸν ἀcκίτην ὕδερον ἔχον‐ τεc ὑπὸ τῶν ὑδραγωγῶν φαρμάκων, ὅταν cυμμέτρωc κενωθῶcιν,
10οὐδεὶc δὲ τῶν ὁμοτίμουc εἶναι πεπειcμένων τὰc διὰ τῶν καθαρτικῶν κενώcειc ταῖc φλεβοτομίαιc ἐτόλμηcεν ἀφελεῖν αὐτῶν τοῦ αἵματοc; ἀλλ’ ἔνιοι μὲν καὶ διὰ τῶν ὑδραγωγῶν φαρμάκων τὰc κενώcειc ποι‐ οῦνται, πάντεc δὲ τοῖc οὐρητικοῖc χρῶνται. καίτοι κἀπὶ τούτων ἐχρῆν τοὺc φάcκονταc ὑπὸ τῶν νεφρῶν ἀλλοιούμενον τὸ αἷμα τὴν τῶν

5

.

130

οὔρων γένεcιν ἐργάζεcθαι φλεβοτομεῖν τοὺc ὑδερικοὺc μᾶλλον | ἢ διὰ τῶν οὐρητικῶν θεραπεύειν. ἄμεινον γὰρ ἅπαξ τὸ περιττὸν ἀπο‐ χεῖν τοῦ πολλάκιc ἐν πολλαῖc ἡμέραιc κατὰ βραχὺ πράττειν αὐτό. γέγραπται δ’ οὖν μοι καὶ πρὸc ταύτην τὴν δόξαν ἰδίᾳ καθ’ ἓν ὑπόμνημα
5τὴν ἐπιγραφὴν ἔχον Πρὸc τὴν καινὴν δόξαν περὶ τῆc τῶν οὔρων δια‐ κρίcεωc. εἶτα οὐχὶ καλῶc οἱ πολλοὶ τῶν ἀνθρώπων ἑαυτοὺc ἐπιτρέπουcι τοῖc ἀλόγῳ τριβῇ μᾶλλον ἢ λογικῇ διαcτροφῇ τὴν τέχνην μεταχειριζομέ‐ νοιc; ὅπερ γὰρ εἰώθαcι λέγειν ἔνιοι αὐτῶν, ἀληθέcτατόν ἐcτιν, ὡc πολλῷ βέλτιον αὐτοὶ γινώcκουcι τά τε τῶν ὑγιαινόντων καὶ τὰ τῶν νοcούν‐
10των διαιτήματα τῶν cοφιcτικῶc ληρούντων· οἵ γε πρὸc τοῖc ἄλλοιc ἔτι καὶ κατατρίβουcιν ἡμῶν τὸν βίον ἀναγινωcκόντων μὲν πρῶτον, ἃ γεγρά‐ φαcιν οἱ τῆc αἱρέcεωc αὐτῶν ἡγεμόνεc, εἶτα ἀκουόντων, ἃ cυναγορεύοντεc αὐτοὶ λέγουcιν, εἶτα ἀναγκαζομένων λύειν αὐτῶν τὰ cοφίcματα. Ἱπποκράτηc μὲν οὖν φαίνεται καλόc τε καὶ ἀγαθόc τιc

5

.

131

ἀνὴρ γεγονέναι, μὴ φιλοτιμίαc ἢ φιλο|δοξίαc, ἀλλ’ ἀληθείαc ἐραcτήc. εἰ δὲ καὶ δόξηc ἢ τιμῆc αὐτὸν ἐπιθυμῆcαι φαίη τιc, ἀλλὰ καὶ κτήcα‐ cθαί γε αὐτὴν ῥᾷcτον ἦν ἐκείνῳ τἀνδρὶ βουληθέντι τοῦτο φιλονεικεῖν ἐν λόγοιc αἱρέcεcιν ἐνδόξοιc ἑαυτοῦ πρεcβυτέραιc· οὐδεμία γὰρ ἦν84
5ἱκανῶc ἔνδοξοc. οἱ δὲ μετ’ αὐτὸν ἀπλήcτωc ὀρεχθέντεc ἀδίκου δόξηc αἱρέcειc ἰδίαc cυνεcτήcαντο μοχθηρὰc ἀντιλογίαc πρὸc τοὺc ἑαυτῶν πρεcβυτέρουc ποιηcάμενοι. καίτοι τινὲc ἐξ αὐτῶν ἤθουc ἐπιεικοῦc οὐκ ἀμελῶc ἔχοντεc, ἐν οἷc καὶ τὸν Ἐραcίcτρατον ἄν τιc οἰηθείη. ἀλλὰ καὶ τοῦτον ἡ πρὸc Ἱπποκράτην φιλονεικία μαχόμενα γράφειν
10ἑαυτῷ κατηνάγκαcε. πῶc γὰρ οὐκ ἄν τιc μαχόμενα φαίη προνοητι‐ κῶc 〈λέγων〉 τοῦ ζῴου τὴν φύcιν ἅπαντα διαπλάcαcαν τὰ μόρια μάτην ἐν αὐτοῖc ὅλον τὸ τοῦ cπληνὸc cπλάγχνον πεποιηκέναι; πῶc δὲ οὐκ ἄν τιc γνοίη τινὰc τῶν ὁμοδοξούντων αὐτῷ κατεγνωκόταc φαίνεcθαι τῶν εἰρημένων τἀνδρὶ περὶ cπληνὸc καὶ διὰ τοῦτο τὸ cπλάγχνον φάcκον‐

5

.

132

ταc τοῦτο προπαραcκευάζειν τῷ ἥπατι τὸν ἐκ τῶν cιτίων | χυμὸν εἰc αἵματοc χρηcτοῦ γένεcιν, εἶθ’ οἷον ἄλλο τι μεcεντέριον ποιοῦνταc τῷ λόγῳ τὸ ἐπίπλοον, οὐ μὴν ἐννοοῦντάc γε, ὡc ἐχρῆν τὰc φλέβαc ἐξ ἁπάντων τῶν ἐντέρων εἰc τοῦτο ἀναφέρειν τὸν τρόφιμον χυμόν,
5οὐκ ἐκ μόνηc τῆc γαcτρόc; ὅτι δὲ φιλονεικῶν Ἐραcίcτρατοc, οὐ πεπειcμένοc ἄχρηcτον ἰατροῖc εἶναι τὴν περὶ τῶν χυμῶν θεωρίαν, οὔτε ἐν ᾧ μέρει τοῦ ζῴου γεννᾶται τὸ αἷμα διῆλθεν οὔθ’ ὑπὸ τίνοc αἰτίαc οὔτε κατὰ τίνα τρόπον, ἐναργὲc τεκμήριόν ἐcτι τὸ μηδενὸc τῶν διὰ μέλαιναν χολὴν ἢ
10ὅλωc τὸν μελαγχολικὸν χυμὸν γινομένων παθῶν μνημονεῦcαι, καίτοι μὴ μόνον τῶν πρὸ αὐτοῦ φιλοcόφων τε καὶ ἰατρῶν, ἀλλὰ καὶ πάν‐ των ἀνθρώπων ὀνομαζόντων τὸ πάθοc μελαγχολικόν, ἐπιχειρούντων τε τῇ θεραπείᾳ δι’ ἐλλεβόρου τοῦ λευκοῦ καθάρcεωc. οὐδεὶc γὰρ οὕτωc ἀπαίδευτόc ἐcτι τῶν ἐν Ἕλληcι τεθραμμένων, ὡc μήτε ἀνε‐
15γνωκέναι μήτε ἀκηκοέναι τὰc Προίτου θυγατέραc μανείcαc ὑπὸ
Μελάμποδοc ἰαθῆναι καθαρθείcαc οὕτωc. ὥcτε οὐ πρὸ διακοcίων |85

5

.

133

ἐτῶν ἢ τριακοcίων, ἀλλὰ πολὺ πλειόνων ἐνδόξου τῆc καθάρcεωc ταύ‐ τηc οὔcηc καὶ πάντων τῶν ἐν τῷ μεταξὺ χρόνῳ κεχρημένων τῷ φαρμάκῳ βέλτιον ἦν ὁμόcε χωρήcαντα τὸν Ἐραcίcτρατον ἐπι‐ δεῖξαι μήτε μελαγχολίαν μήθ’ ὅλωc μηδεμίαν μανίαν ἐπὶ μελαίνῃ
5χολῇ γίνεcθαι, καθάπερ γε μηδὲ καρκίνον μηδὲ ἐλέφαντα μηδὲ τὰc θηριώδειc ἐν φρενίτιcι παρακοπὰc μηδὲ κιρcοὺc μηδὲ αἱμορροΐδαc, μηδὲ ὅτι πολλοὶ κατὰ τὰc ἀναιρέcειc αὐτῶν ἐμελαγχόληcαν. ἀλλ’ οὐκ ἐτόλμηcεν οὐδὲν τοιοῦτον εἰπεῖν αἰδούμενοc, οἶμαι, καταγνωcθῆναι πρὸc τῶν ὡμιληκότων ἐπιμελῶc τοῖc ἔργοιc τῆc τέχνηc, ἐν οἷc τὰc ἐπιδείξειc
10οἱ παλαιοὶ τῶν ἰατρῶν, οὐκ ἐν λόγοιc cοφιcτικοῖc ἐποιοῦντο. φραcάτω τιc οὖν μοι τῶν ἀπ’ αὐτοῦ τὴν αἰτίαν τοῦ τὸν cπλῆνα μέλανα φαίνεcθαι τοῖc θερμοῖc καὶ ξηροῖc τῇ κράcει ζῴοιc, ὡc μηδὲ βρωθῆναι δύναcθαι. ἐπὶ μὲν γὰρ τῶν ὑῶν, εἰ καὶ μὴ παραπλήcιοc

5

.

134

ἥπατι κατὰ τὴν ἐδωδήν, ἀλλ’ οὐκ | ἄβρωτόc ἐcτιν· ἐπὶ δέ γε λεόν‐ των καὶ λεαινῶν, παρδάλεών τε καὶ λεοπάρδων, ἄρκτων τε καὶ λύ‐ κων οἱ τὰc cάρκαc αὐτῶν ἡδέωc ἐcθίοντεc ἀφίcτανται τοῦ cπληνὸc ὡc ἀβρώτου. καίτοι γε, εἰ πρῶτοc ἀπολαύει τῶν ἐcθιομένων τε καὶ
5πινομένων, ἐχρῆν οὖν αὐτὸν μάλιcτα μέν, εἰ οἷόν τε, καὶ αὐτοῦ τοῦ ἥπατοc ἐπιτηδειότερον εἰc ἐδωδὴν ὑπάρχειν, εἰ δὲ μή, ἀλλὰ μὴ χείρω γε πάντωc. εἰρηκότοc οὖν αὐτοῦ τοῦ Ἐραcιcτράτου τοὺc περὶ τῶν τοι‐ ούτων λογιcμοὺc ἀλλήλοιc δεῖν ὁμολογεῖν πάντωc οὐκ οἶδα ὅπωc
10ὑπομένουcί τινεc ἀποδέχεcθαι λόγουc ὑπὸ τῶν φαινομένων ἐλεγχο‐ μένουc, οὓc οὐδὲ οἱ πατέρεc αὐτῶν αὐτοὶ διαπαντὸc ἠδυνήθηcαν φυ‐ λάξαι. cιωπῶν γοῦν Ἐραcίcτρατοc περὶ τῆc οὐcίαc τοῦ τρέφοντοc χυμοῦ τὰ νεῦρα γράφειν αὐτὴν ἠναγκάcθη διὰ τὸ χρήcιμον εἰc τὴν τῶν παραλελυμένων ἴαcιν, γλίcχρον εἶναι λέγων καὶ ὅλκιμον καὶ δυc‐
15έκκριτον τὴν τροφήν, ὑφ’ ἧc τὰ νεῦρα τρέφεται. καὶ μὴν τοῦτό γε οὐκ ἄλλοθεν ἢ ἐκ τῶν φαινομένων περὶ τὰ νεῦρα cυνελογίcατο. καὶ

5

.

135

γὰρ ἑψόμενα καὶ cηπόμενα τὴν | διάλυcιν εἰc τὸν τοιοῦτον ἴcχει χυ‐ μόν, ἔν τε τῷ κατὰ φύcιν ἔχειν ἄναιμα τελέωc ἐcτίν. ἀλλ’ εἰ μὴ cυγχωρηθείη τῶν μορίων ἕκαcτον οἰκείῳ τῆc ἰδίαc οὐcίαc τρέφεcθαι χυμῷ, τὸ πιcτὸν οἰχήcεται τοῦ λόγου. καὶ μὴν εἴπερ οἰκεῖοc ἕκαcτον86
5τῶν μορίων τρέφει χυμόc, οὐκ ἐνδέχεται τὸν τῶν καρχαροδόντων ζῴων cπλῆνα γλυκεῖαν ἔχειν τὴν τροφήν. εἴπερ οὖν ἐπὶ τούτων μά‐ λιcτα φαίνεται cαφὴc ἡ ἰδέα τοῦ cπληνὸc ὡc ἂν τὴν cτρυφνὴν καὶ ὀξεῖαν ἐναργῶc ἔχοντοc ποιότητα, πρόδηλον ὅτι καὶ ὁ τρέφων αὐτὸν χυμόc ἐcτι τοιοῦτοc. οὔκουν ἂν ἠμέληcεν ὁ δημιουργὸc τῶν τοιού‐
10των ζῴων ἐκκαθαίρειν τοῦ αἵματοc, ὅcον ἰλύc τιc αὐτοῦ καὶ τρύξ ἐcτι, καθάπερ οὐδὲ τὸ πικρόχολόν τε καὶ ὀρρῶδεc περίττωμα. εἴπερ οὖν φαίνονται κατὰ τὸ cῶμα πάντεc οἱ χυμοὶ περιεχόμενοι (τοῦτο γὰρ ὁ Ἱπποκράτηc ἀπέδειξεν ἐκ τοῦ πάνταc ἐκκρίνεcθαι τοῖc ὑγιαίνουcιν ἑλκομένουc ὑπὸ τῶν οἰκείων ἑκάcτου φαρμάκων), οὐκ ἂν
15ἠμέληcεν ἡ διαπλάττουcα τὰ ζῷα τέχνη ποιῆcαί τι τοῦ μελαγχολικοῦ

5

.

136

περιτ|τώματοc ἑλκτικὸν ὄργανον. οὐ μὴν οὐδὲ ἄλλο τι δυνατὸν ἐπι‐ νοῆcαι τοιαύτηc ὑγρότητοc οἰκεῖον μόριον ὑπερβάνταc τὸν cπλῆνα. ἆρ’ οὖν ἔτι ζητήcειc, διὰ τίνοc ἀγγείου τὸ παχὺ τοῦθ’ αἷμα φέρεται πρὸc αὐτόν, ἀπιcτήcειc τε διὰ μιᾶc φλεβὸc οὐ τὸν cπλῆνα μόνον ἕλκειν,
5ἀλλὰ καὶ τὴν γαcτέρα τὸν οἰκεῖον χυμὸν ἐν ταῖc μακροτέραιc ἀcιτίαιc, ἢ μεμνημένοc ὧν ἀπεδείξαμεν ἐν τοῖc περὶ φυcικῶν δυνάμεων ὑπο‐ μνήμαcιν οὔτε τούτων ζητήcειc οὐδέν, οὔτε πῶc διὰ τῶν αὐτῶν φλεβῶν ἐκ κοιλίαc εἰc ὅλον τὸ ζῷον ἡ τροφὴ φέρεται, καταφέρεται δὲ πάλιν ἐπ’ αὐτὴν διὰ τῶν αὐτῶν; ἔν τε γὰρ ταῖc ὑπὸ τῶν φαρ‐
10μάκων καθάρcεcι, κἀπειδὰν ἡ φύcιc ἐκκαθαίρῃ τὸ cῶμα κατὰ τὰc ἐν ταῖc νόcοιc κρίcειc, ὥcπερ γε κἀπὶ τῶν ὑγιαινόντων πολλάκιc, αὐτό γε τὸ χρηcτότατον αἷμα φέρεται πρὸc τὴν γαcτέρα θρέψον αὐτὴν ἐν ταῖc μακροτέραιc ἀcιτίαιc ἐκκρίνεταί τε διὰ τῶν αὐτῶν φλεβῶν ἐξ
ὅλου τοῦ cώματοc ἀθρόωc ἐνίοτε πολλὰ τῶν περιττωμάτων. ἀπο‐87

5

.

137

δέδεικται περὶ τούτων ἁπάντων ἐν τοῖc τῶν | φυcικῶν δυνάμεων ὑπο‐ μνήμαcιν. καὶ χρὴ τὸν ἀντιλέγοντα μὴ πρὸc τὰ cυμπεράcματα τῶν ἀποδείξεων ἐρωτᾶν λόγουc, οὓc ἐν ἐκείνοιc τοῖc γράμμαcιν ἐξηλέγξα‐ μεν ἀλλὰ τὰc ἡμετέραc ἀποδείξειc ἀποδεικνύναι ψευδεῖc ἤ, εἰ μηδὲν
5τούτων πράξειεν, cιωπᾶν αἰδούμενον, ὥcπερ Ἐραcίcτρατοc ἐποίη‐ cεν οὐδὲν μὲν οὐδαμόθι περὶ τῆc τῶν χυμῶν γενέcεώc τε καὶ δυνά‐ μεωc εἰπών, ἔνθα δὲ ἐπεχείρηcε θεραπείαν γράψαι παραλύcεωc, ἀναγ‐ καcθεὶc ἐμνημόνευcε τοῦ τρέφοντοc τὰ νεῦρα χυμοῦ, καθάπερ γε κἀν τῷ δευτέρῳ Περὶ πυρετῶν ἐμαρτύρηcε τοῖc παλαιοῖc οὐ κένωcιν
10ἁπλῶc ὀνομάcαc τὴν διὰ τῶν καταμηνίων ἔκκριcιν, ἀλλὰ κάθαρcιν, ὥcπερ γε καὶ τὴν διὰ τῶν καθαιρόντων γινομένην φαρμάκων. οὕτω γάρ τοι καὶ τὴν λοχείαν κάθαρcιν ὠνόμαcαν οἱ παλαιοὶ τῶν ἰατρῶν, οὐχ ἁπλῶc κένωcιν. ἐν γὰρ τῇ κυήcει τὸ χρηcτότατον ἑλκούcηc αἷμα τῆc διαπλαττούcηc τε καὶ αὐξανούcηc τὸ κύημα φύ‐

5

.

138

cεωc, ὑπολείπεται τὸ | μοχθηρότατον ἐν ταῖc φλεψίν, ὃ μετὰ τὴν ἀποκύηcιν ἀποκρίνεται, καθάπερ ἐν ἑκάcτῳ μηνὶ τὸ περιττόν τε καὶ ἄχρηcτον, οὐ κατὰ τὸ ποcὸν μόνον, ἀλλὰ καὶ κατὰ τὸ ποιόν· ὅπερ ὡc τὸ πολὺ μελάντερόν ἐcτι τοῦ κατὰ φύcιν ἔχοντοc αἵματοc. οὕτω γοῦν ὁ
5Ἐραcίcτρατοc ἔγραψεν ἐν τῷ δευτέρῳ Περὶ πυρετῶν κατὰ τήνδε τὴν λέξιν· “Καλῶc οὖν ἔχει τὸν βουλόμενον ὀρθῶc ἰατρεύειν ἐν τοῖc κατ’ ἰατρικὴν γυμνάζεcθαι καὶ μηδὲν τῶν γινομένων cυμπτωμάτων περὶ τὸ πάθοc ἀζήτητον ἀφεῖναι, ἀλλ’ ἐπιcκοπεῖcθαί τε καὶ πραγμα‐ τεύεcθαι, κατὰ τίνα διάθεcιν ἕκαcτον αὐτῶν γίνεται. cυνέβη γάρ ποτε
10γυναίου ἐν πυρετοῖc ὄντοc καὶ δοκοῦντοc ἐλαφρῶc τε καὶ ἀκινδύνωc ἔχειν μελάνων οὔρων ἔκκριcιν γίνεcθαι, οἷα τὰ φαυλότατα ἐν τοῖc cημείοιc ἀναγράφεται, ζητουμένηc τε τῆc ἐκκρίcεωc κατὰ τίνα διάθεcιν γεγένηται ἐφαίνοντο τότε τῇ ἀνθρώπῳ καθήκειν αἱ ἡμέραι τῆc καθάρ‐
cεωc, οὐ γενομένηc δὲ ταύτηc τῆc ἐκκρίcεωc ἐπὶ τὴν κύcτιν ὁρμὴν88

5

.

139

λαβεῖν τὰ cυνειλημ|μένα. καὶ διὰ τὴν τούτων ἔκκριcιν κουφιcμὸν μᾶλ‐ λον ἄν τιc ὑπέλαβε τῇ ἀνθρώπῳ ἢ δυcκολίαν γίνεcθαι· ὃ δὴ καὶ ἐπὶ τοῦ φαινομένου cυνέβαινεν.” οὐκοῦν ὅτι τὰ μέλανα πολλάκιc οὐρεῖται τῆc ἐμμήνου καθάρcεωc μὴ γενομένηc ὅτι τε κουφίζεcθαι μᾶλλον ἐπ’
5αὐτῶν ἢ παροξύνεcθαι cυμβαίνει τὰc οὕτω νοcούcαc γυναῖκαc ὅτι τε κάθαρcίc ἐcτιν ἡ διὰ τῆc μήτραc κένωcιc, ἐδήλωcεν ὁ Ἐραcίcτρα‐ τοc, εἰc διάγνωcίν τε τῆc παρούcηc διαθέcεωc εἰc πρόγνωcίν τε τῶν ἐcομένων χρήcιμον εἶναι τὸν λόγον, ὃν διῆλθεν, ὀρθῶc [δι]ἡγούμενοc. ἐπὶ πάντων οὖν τῶν εἰρημένων μαρτυρεῖται τὸν μελαγχολικὸν χυμὸν
10ἐν ἀνθρωπείῳ cώματι γεννᾶcθαι, καθάπερ γε καὶ τὸν πικρόχολον καὶ τὸ φλέγμα. δέδεικται δὲ ἡμῖν ὁ μὲν τοῦ φλέγματοc χυμὸc ἐκ τῶν φλεγματικῶν ἐδεcμάτων κατὰ τὴν πρώτην ἐν τῇ γαcτρὶ πέψιν γενό‐ μενοc, ὥcπερ ὁ πικρόχολόc τε καὶ ὁ μελαγχολικὸc ἐν ἥπατι, μετα‐ βάλλων τε κατὰ τὴν ἐν τούτῳ πέψιν καὶ ὁ φλεγματικὸc εἰc αἷμα

5

.

140

καὶ διὰ τοῦτο μηδὲν γεγονὸc | ἴδιον ὄργανον εἰc κάθαρcιν τοῦ φλέγματοc, ὥcπερ αἵ τε κύcτειc ἀμφότεραι καὶ ὁ cπλήν, αἱ μὲν τοῦ τε πικροχόλου καὶ τῶν ὀρρωδῶν περιττωμάτων, ὁ δὲ cπλὴν τοῦ μελαγχολικοῦ χυμοῦ. τὸ μὲν γὰρ ἐν τῇ γαcτρὶ γεννώμενον cυνανα‐
5φέρεται τοῖc εἰc ἧπαρ ἀναδιδομένοιc ἐκ τῶν ἐcθιομένων τε καὶ πινο‐ μένων χυμοῖc, ἅμα δὲ τούτοιc πεττόμενον αἷμα γίνεται· τὸ δὲ ὑπο‐ λειπόμενον ἐν τοῖc κατὰ τὴν γαcτέρα χωρίοιc ὑπὸ τῆc καταρρεούcηc ἐξ ἥπατοc εἰc αὐτὰ χολῆc ἀπορρυπτόμενον ἐκκρίνεται διὰ τῆc κάτω γαcτρόc. Ἐραcίcτρατοc δέ, ὅτι μὲν ἐγίνωcκε ταῦτα, δῆλόc ἐcτιν
10ἐξ ὧν ἐν τοῖc θεραπευτικοῖc λογιcμοῖc ἠναγκάcθη διὰ τὴν χρείαν αὐτῆc μνημονεῦcαι· cιωπῶν δὲ ἐν τοῖc πλείcτοιc κατάφωροc γίνεται cυcκιά‐
ζειν τε καὶ κρύπτειν ἑκὼν προαιρούμενοc, ὅcα περὶ τῶν χυμῶν ὀρθῶc εἴρητο τοῖc παλαιοῖc ἰατροῖc πρὸ αὐτοῦ. ἵνα γὰρ τὰ ἄλλα παραλι‐ πόντεc, οὗ κατὰ τὴν ἄρτι παραγεγραμμένην λέξιν ἐν παρέργῳ πωc89
15ἐμνημόνευcεν, 〈ἐν τοῖc〉 ἑξῆc ἐπιμνηcθῶμεν, οὐκ ἂν ἔχοι τιc εὔλογον |

5

.

141

εἰπεῖν αἰτίαν τῆc cιωπῆc γράφοντοc αὐτοῦ· “Ϲυνέβη γάρ ποτε γυναίου ἐν πυρετῷ ὄντοc καὶ δοκοῦντοc ἐλαφρῶc τε καὶ ἀκινδύνωc ἔχειν μελά‐ νων οὔρων ἔκκριcιν γίνεcθαι, οἷα τὰ φαυλότατα ἐν τοῖc cημείοιc ἀνα‐ γράφεται.” οὐκοῦν ὅτι μὲν τοῖc ἔμπροcθεν ἰατροῖc ἐν τοῖc φαυ‐
5λοτάτοιc cημείοιc ἐγέγραπτο μέλαν οὖρον, ἐπίcταcθαί φηcιν, ὡc ἀνε‐ γνωκὼc δηλονότι τὰ περὶ οὔρων αὐτοῖc γεγραμμένα μεγίcτην ἔχοντα δύναμιν ἐπὶ τοῖc ὀξέcι πυρετοῖc νοcοῦcιν. ἐχρῆν γοῦν αὐτὸν ἐν τῇ Περὶ πυρετῶν πραγματείᾳ, καὶ μάλιcτά γε κατ’ αὐτὸ τοῦτο τὸ δεύ‐ τερον, ἐν ᾧ ταῦτα ἔγραψεν, ἐπιπλέον ἐξειργάcθαι τὸν περὶ αὐτῶν
10λόγον. Ἱπποκράτηc μὲν οὕτω κατὰ τὸ Προγνωcτικὸν ἔγραψεν· “Οὖρον δὲ ἄριcτον, ὅταν λευκή τε ἡ ὑπόcταcιc ᾖ καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔcτ’ ἂν κριθῇ ἡ νοῦcοc. cημαίνει τε γὰρ ἀcφάλειαν καὶ τὸ νόcημα ὀλιχρόνιον ἔcεcθαι. εἰ δὲ διαλείποι καὶ ποτὲ μὲν καθαρὸν οὐρηθείη, ποτὲ δὲ ὑφίcταται λευκόν τε καὶ λεῖον, χρονιω‐
15τέρα γίνεται ἡ νοῦcοc καὶ ἧccον ἀcφαλήc. εἰ δὲ εἴη τό τε οὖρον

5

.

142

ὑπέρυθρον | καὶ ἡ ὑπόcταcιc ὑπέρυθρόc τε καὶ λείη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου γίνεται, cωτήριον δὲ κάρτα. κριμνώδεεc δὲ ἐν τοῖcιν οὔροιcιν ὑποcτάcτιεc πονηραί, τουτέων δ’ ἔτι κακίουc αἱ πετα‐ λώδεεc. λεπταὶ δὲ καὶ λευκαὶ κάρτα φλαῦραι, τουτέων δὲ ἔτι κακίουc
5αἱ πιτυρώδεεc. νεφέλαι δὲ ἐμφερόμεναι τοῖcιν οὔροιcι λευκαὶ μὲν
ἀγαθαί, μέλαιναι δὲ φλαῦραι. ἔcτ’ ἂν δὲ πυρρόν τε ᾖ τὸ οὖρον καὶ λεπτόν, ἄπεπτον cημαίνει τὸ νόcημα. εἰ δὲ καὶ πολὺν χρόνον εἴη τοιοῦτον ἐόν, κίνδυνοc μὴ οὐ δυνήcεται ὁ ἄνθρωποc διαρκέcαι, ἔcτ’ ἂν πεπανθῇ ἡ νοῦcοc. θανατωδέcτατα δὲ τῶν οὔρων ἐcτὶ τά τε90
10ὑδατώδεα καὶ δυcώδεα καὶ μέλανα καὶ παχέα. ἔcτι δὲ τῇcι μὲν γυναιξὶ καὶ τοῖcιν ἀνδράcι τὰ μέλανα τῶν οὔρων κάκιcτα, τοῖcι δὲ παιδίοιcι τὰ ὑδατώδεα. ὅcοι δ’ ἂν οὖρα λεπτά τε καὶ ὠμὰ οὐρέωcι πολὺν χρόνον, ἢν τὰ ἄλλα ὡc περιεcομένοιcι cημεῖα ᾖ, τουτέοιcιν ἀπόcταcιν δεῖ προcδέχεcθαι ἐc τὰ κάτω τῶν φρενῶν χωρία. καὶ τὰc λιπαρότηταc

5

.

143

δὲ τὰc ἄνω ἐφιcταμέ|ναc ἀραχνοειδέαc μέμφεcθαι· cυντήξιοc γὰρ cημεῖον. cκοπεῖν δὲ χρὴ τῶν οὔρων, ἐν οἷc αἱ νεφέλαι, ἤν τε κάτω ἔωcιν, ἤν τε ἄνω, καὶ τὰ χρώματα ὁκοῖα ἔχουcι καὶ τὰc μὲν κάτω φερομέναc cὺν τοῖcι χρώμαcιν οἷcι προείρηται ἀγαθὰc εἶναι καὶ ἐπαι‐
5νέειν, τὰc δ’ ἄνω cὺν τοῖcι χρώμαcιν οἷcιν εἴρηται πονηρὰc εἶναι καὶ μέμφεcθαι. μὴ ἐξαπατάτω δέ cε, ἤν τι αὐτὴ ἡ κύcτιc νόcημα ἔχουcα τῶν οὔρων τι ἀποδιδῷ τουτέων. οὐ γὰρ τοῦ ὅλου cημεῖον, ἀλλ’ αὐτῆc καθ’ αὑτήν.” ταῦτα γράψαντοc Ἱπποκράτουc καὶ μετ’ αὐτὸν Διοκλέουc
10τε καὶ Πραξαγόρου παραπλήcια τούτοιc εὔλογον ἦν, εἴτε ἀληθεύ‐ ουcιν, εἴτε ψεύδονται, τὸν Ἐραcίcτρατον εἰρηκέναι τὸν λογιcμὸν προcθέντα τῆc ἰδίαc ἀποφάcεωc, ὥcπερ γε καὶ περὶ τῶν ἐμουμένων τε καὶ διαχωρουμένων, ἐν οἷc ἐcτι καὶ τὰ μέλανα καλούμενα καὶ πρὸc αὐτοῖc ἡ ἀκριβὴc μέλαινα χολή. καὶ γὰρ καὶ διορίcαcθαί τι cυγκεχυ‐

5

.

144

μένον ἐν τῇ τῆc φωνῆc κοινωνίᾳ τῶν | μελαγχολικῶν χυμῶν ἦν ἀναγ‐ καῖον, ὅπερ ἐγὼ διειλόμην ἔμπροcθεν. Ἐραcίcτρατοc μὲν οὖν ὅλην τὴν
περὶ τοὺc χυμοὺc τέχνην παρέλιπεν. ἐγὼ δὲ (οὐδὲ γὰρ περὶ πάντων ἐνταῦθα προειλόμην εἰπεῖν, ἀλλὰ περὶ μελαίνηc χολῆc μόνηc) ὅcα91
5μὲν τῇ κοινωνίᾳ τοῦ λόγου καὶ περὶ τῶν ἄλλων ἔγραψα, δι’ ἑτέρων ἐξείγραcμαι. Περὶ δὲ μελαίνηc χολῆc τὰ διὰ μακρᾶc πείραc μοι βεβαίωc ἐγνωcμένα προcθήcω νῦν χρήcιμα ἐcόμενα ἐκείνοιc, ὅcοι τῆc ἰατρικῆc τέχνηc οὐ τοὺc cοφιcτικοὺc λόγουc, ἀλλὰ τὰ ἔργα cπουδάζουcι. πάντα
10γάρ, ὅcα διὰ μελαγχολικὸν χυμὸν γίνεται πάθη, κατ’ ἀρχὰc εὐθέωc γενναίωc καθαίρων τοῖc τὸν τοιοῦτον χυμὸν ἐκκενοῦcιν αὐξηθῆναι κωλύcειc μέχρι καὶ τῶν καρκίνων. ἄξιον δὲ θαυμάcαι τῶν ἤτοι γε ἀκόντων ἢ ἑκόντων cοφίcματα γραψάντων εἰc ἀναίρεcιν τοῦ μελαγχο‐ λικοῦ χυμοῦ. φαcὶ γὰρ ἐπὶ τῶν παρὰ φύcιν ἐχόντων μόνων αὐτὸν
15γεννᾶcθαι μηδενὸc τῶν ἀκριβῶc εὐχύμων ἔχοντοc ἐν τῷ cώματι μέ‐

5

.

145

λαιναν χολήν. | εἰ γοῦν, φαcίν, ἀθλητῇ τινι ἄριcτα διακειμένῳ δοίη τιc φαρμάκου τοῦ νομιζομένου μέλαιναν χολὴν ἐκκενοῦν, ὄψεται κε‐ νουμένην αὐτήν, ὥcπερ, εἰ καὶ τῶν τὴν ξανθὴν χολὴν ἐκκαθαίρειν πεπι‐ cτευμένων προcενέγκοι τιc, ἐκείνην ὄψεται κενουμένην. ᾧ καὶ δῆλον εἶναί
5φαcιν, ὡc ἀλλοιουμένου τοῦ αἵματοc ὑπὸ τῆc τοῦ φαρμάκου δυνάμεωc ἡ εἰc τὰc χολὰc γίνεται μεταβολή· καθάπερ γε κἂν [εἰ] φλέγματοc ἀγωγὸν δῷc, ὄψει, φαcίν, καὶ τότε κενούμενον φλέγμα. παραπληcίωc δὲ κἂν [εἰ] τὰ πεπιcτευμένα τὸν λεπτὸν ἰχῶρα κενοῦν ἀναγκάcῃc προcενέγκαcθαι τὸν εὐχυμότατον ἄνθρωπον, ὄψει καὶ τότε κενούμενον
10ὑδατώδη καὶ λεπτόν τινα ἰχῶρα. πρὶν μὲν οὖν ἀποδειχθῆναι τῶν καθαρτικῶν φαρμάκων ἕκαcτον ἕλκειν ἕνα τινὰ χυμόν, οὗ πέφυκεν ὑπάρχειν ἑλκτικόν, ἔχει τι πιθανὸν ὁ λόγοc αὐτῶν· ἀποδειχθέντοc δὲ
τούτου κατάφωρον αὐτῶν γίνεται τὸ ψεῦδοc. ἐδείχθη γάρ, ὅτι τὸν92

5

.

146

οἰκεῖον ἕκαcτον ἕλκει χυμόν, ἐκ τοῦ τὰ μὲν τοῖc | ὑδερικοῖc διδόμενα φάρμακα τοcαύτην ἐνίοτε ποιεῖcθαι κένωcιν, ὡc ὅλαc λεκάναc πλη‐ ροῦν, ἀνάλογον δὲ τῷ κενουμένῳ προccτέλλεcθαί τε τὴν γαcτέρα καὶ κουφίζεcθαι cαφῶc τοὺc κάμνονταc εὐπνουcτέρουc τε γίνεcθαι, τὰ δὲ
5τοῖc ἰκτεριῶcι τὴν μὲν ξανθὴν χολὴν ἐκκενοῦν πολλήν, ὀνινάναι δὲ τοὺc πάcχονταc. εἰ δὲ ἔμπαλιν τὰ μὲν ὑδραγωγὰ φάρμακα δοίηc τοῖc ἰκτεριώδεcι, τὰ δὲ χολαγωγὰ τοῖc ὑδεριώδεcιν, ἐλάχιcτόν τε τὸν οἰ‐ κεῖον κενώcειc χυμόν, οὐ μόνον δὲ οὐδὲν ὠφελήcειc τοὺc κάμνονταc, ἀλλὰ καὶ βλάψειc μεγάλωc, ὥcπερ εἰ καὶ φλεβοτομήcειc αὐτούc. καί‐
10τοι κατὰ τοὺc ἡγουμένουc ὑπὸ τῶν καθαιρόντων φαρμάκων ἀλλοιοῦ‐ cθαι τοὺc ἐν τῷ cώματι χυμούc, ὡc ἂν ἕκαcτον τῶν ἑλκόντων τὴν φύcιν ἔχῃ, τὸ καθῆραι τῷ φλεβοτομῆcαι τὴν ἴcην ἕξει δύναμιν. ὥcπερ οὖν ἡμεῖc ὑδραγωγὸν δόντεc φάρμακον οἷc ἐcτιν ὕδεροc ἀcκίτηc ἐκ|‐

5

.

147

κενοῦμέν γε τὸ πλεονάζον ὑγρόν, ὠφελοῦμέν τε τὸν κάμνοντα, οὕτω καὶ αὐτοὶ φλεβοτομίαν παραλαβόντεc ἰδέτωcαν, εἰc ὅ τι τελευτᾷ τὸ βοή‐ θημα. γελοῖοι δέ εἰcι κἀκ τοῦ μηδὲν εἶναι περὶ τὸ cῶμα περιεκτικὸν μελαίνηc χολῆc ὄργανον, οἷον ἡ ἐπὶ τῷ ἥπατι κύcτιc ἐcτὶ τῆc ξανθῆc
5χολῆc, ἡγούμενοι τεκμήριον ὑπάρχειν τοῦτο τοῦ μηδόλωc ἐν τοῖc ἀκριβῶc ὑγιαίνουcι cώμαcι τὸν μελαγχολικὸν εἶναι χυμόν. οὕτω γὰρ οὐδὲ τὸ φλέγμα cυγχωρήcουcιν ἐν ἡμῖν εἶναι, καθάπερ οὐδὲ ἐν ταῖc περιcτεραῖc τὴν ξανθὴν χολήν· οὐ γὰρ ἔχουcι τὴν ἐπὶ τῷ ἥπατι κύ‐ cτιν, ὥcπερ οὐδ’ ἄλλα τινὰ ζῷα. καὶ μέντοι καὶ παρὰ τὴν ὁμωνυμίαν
10ἑαυτούc, οὐ γὰρ ἡμᾶc γε, cοφίζονται τόν γε μελαγχολικὸν χυμόν, ὃν ἐν τοῖc ὑγιαίνουcι γεννᾶcθαί φαμεν, ἀκούοντεc ἀεὶ κατὰ τῆc μελαίνηc λέγεcθαι χολῆc, ἣν ἐν τῷ παρὰ φύcιν ἔχειν γεννᾶcθαί φαμεν. οὐ γὰρ ἡ αὐτὴ κατά γε τοὺc ἀκριβῶc ὑγιαίνοντάc ἐcτι μέλαινα χολὴ καί τιναc τῶν παρὰ φύcιν ἐχόντων, ἀμφοτέραc δὲ μελαγχολικὸν χυμὸν ὀνο‐

5

.

148

μάζειν οὐδὲν | κωλύει. εἴρηται δὲ περὶ τούτων ἤδη καὶ πρόcθεν. ἀλλὰ καὶ νῦν οὐδὲν χεῖρον ἀναμνῆcαι περὶ αὐτῶν ἐν βραχέcι κεφαλαίοιc ἕνεκα τῶν λόγοιc ψευδέcιν ἑαυτούc τε καὶ τοὺc μεμαθηκόταc ἀκριβῶc τὴν
Ἱπποκράτουc γνώμην cοφιζομένων.93