TLG 0057 028 :: GALENUS :: De propriorum animi cuiuslibet affectuum dignotione et curatione

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De propriorum animi cuiuslibet affectuum dignotione et curatione

Source: de Boer, W. (ed.), Galeni de propriorum animi cuiuslibet affectuum dignotione et curatione [Corpus medicorum Graecorum, vol. 5.4.1.1] Leipzig: Teubner, 1937: 3–37.

Citation: Kühn volume — page — (line)

5

.

1

(t1)

ΓΑΛΗΝΟΥ
t2ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΚΑΙ ΘΕΡΑΠΕΙΑΣ
t3ΤΩΝ ΕΝ 〈ΤΗΙ〉 ΕΚΑΣΤΟΥ ΨΥΧΗΙ ΙΔΙΩΝ ΠΑΘΩΝ
1 Ἐπειδὴ δέῃ καὶ δι’ ὑπομνημάτων ἔχειν, ἃ πρὸc τὴν ἐρώτηcιν ἀπεκρινάμην, ἣν ἐνεcτήcω πρὸc ἡμᾶc ὑπὲρ τοῦ γραφέντοc Ἀντω‐ νίῳ τῷ Ἐπικουρείῳ βιβλίου περὶ τῆc τοῖc ἰδίοιc πάθεcιν ἐφ‐ εδρείαc, ἤδη πράξω τοῦτο καὶ τήνδε τίθεμαι τὴν ἀρχήν.
5 ἄριcτον μὲν ἦν αὐτὸν τὸν Ἀντώνιον εἰρηκέναι cαφῶc, τί ποτε βούλεται cημαίνειν ἐκ τοῦ τῆc ἐφεδρείαc ὀνόματοc, ὡc δ’ ἄν τιc ἐξ ὧν

5

.

2

λέγει κατὰ τὸ | βιβλίον εἰκάcειεν, ἤτοι τὴν παραφυλακὴν ἢ τὴν διάγνω‐ cιν δοκεῖ μοι δηλοῦν ἢ καὶ πρὸc τούτοιc τὴν ἐπανόρθωcιν. ἐφαίνετο δ’, ὡc οἶcθα, 〈cυγκεχυμένωc〉 καὶ ἀcαφῶc ἑρμηνεύων, 〈ὥcτε〉 τὰ πολλὰ τῶν εἰρημένων εἰκάcαι μᾶλλον εἶναι ἢ νοῆcαι cαφῶc. ἐνίοτε μὲν γὰρ δόξει
5προτρέπειν ἡμᾶc ἐννοεῖν, ὅτι καὶ αὐτοὶ πολλὰ παραπληcίωc τοῖc ἄλλοιc ἁμαρτάνομεν, ἐνίοτε δ’ ὅπωc ἄν τιc ἕκαcτον ὧν ἁμαρτάνει διαγι‐ νώcκοι, καὶ πρὸc τούτοιc αὖθιc, ὅπωc ἄν τιc ἑαυτὸν ἀπάγοι τῶν ἁμαρτανομένων, ὃ δοκεῖ μοι τοῦ λόγου παντὸc εἶναι cκοπόc· ἕκαcτον γὰρ τῶν προειρημένων ἄχρηcτόν ἐcτι καὶ περιττόν, εἰ μὴ πρὸc τοῦτο
10ἀναφέροιτο. διορθοῦν δ’ ἐχρῆν αὐτὸν 〈τὰ γραφέντα διορίζοντα〉 ἐν τοῖc μά‐
λιcτα 〈τὰ〉 πάθη τῶν ἁμαρτημάτων. ἐνίοτε μὲν γὰρ ὡc περὶ μόνων τῶν παθῶν αὐτοῦ ὁ λόγοc γίνεται, πολλάκιc δ’ ὡc περὶ τῶν ἁμαρ‐ τημάτων, ἔcτι δ’ ὅτε περὶ ἀμφοτέρων διαλέγεcθαί cοι δόξει. ἐγὼ δ’3
15αὐτὸ τοῦτο πρῶτον, ὡc οἶcθα, διώριcα, τὸ μὲν ἁμάρτημα κατὰ ψευδῆ

5

.

3

δόξαν εἰπὼν γίγνεcθαι, τὸ δὲ πάθοc κατά τιν’ ἄλογον | ἐν ἡμῖν δύνα‐ μιν ἀπειθοῦcαν τῷ λόγῳ· κοινῇ δ’ ἀμφότερα κατὰ 〈τὸ〉 γενικώτερον cη‐ μαινόμενον ἁμαρτήματα κεκλῆcθαι. λέγομεν οὖν ἁμαρτάνειν καὶ τὸν ἀκο‐ λαcταίνοντα καὶ τὸν θυμῷ τι πράττοντα καὶ τὸν διαβολῇ πιcτεύοντα.
5 γέγραπται μὲν οὖν καὶ Χρυcίππῳ καὶ ἄλλοιc πολλοῖc τῶν φιλοcόφων θεραπευτικὰ γράμματα τῶν τῆc ψυχῆc παθῶν, εἴρηται δὲ καὶ πρὸc Ἀριcτοτέλουc 〈περὶ τούτων〉 καὶ τῶν ἑταίρων αὐτοῦ καὶ πρὸ τούτων ὑπὸ Πλάτωνοc· καὶ ἦν μὲν βέλτιον ἐξ ἐκείνων μανθάνειν αὐτά, ὥcπερ κἀγώ. τὰ δ’ οὖν κεφάλαια διὰ τοῦ πρώ‐
10του λόγου τοῦδε διὰ cυντόμου, ἐπειδὴ κελεύειc, διήξω cοι πάντα, καθ’ ἣν ἤδη τάξιν ἤκουcαc, ὅτ’ ἐπύθου περὶ τοῦ γεγραμμένου τῷ Ἀντωνίῳ βιβλίου. Ὅτι μὲν εἰκόc ἐcτιν ἁμαρτάνειν, εἰ καὶ μὴ δοκοίημεν αὐτοὶ cφάλλεcθαί τι, πάρεcτιν ἐκ τῶνδε λογίcαcθαι· πάνταc ἀνθρώπουc
15ὁρῶμεν ἑαυτοὺc ὑπολαμβάνονταc ἤτοι γε ἀναμαρτήτουc εἶναι παντά‐

5

.

4

παcιν ἢ ὀλίγα καὶ cμικρὰ καὶ διὰ πολλοῦ cφάλλεcθαι, καὶ τοῦτο | μά‐ λιcτα πεπονθόταc, οὓc ἄλλοι πλεῖcτα νομίζουcιν ἁμαρτάνειν. ἐγὼ γοῦν, εἰ καί τινοc ἑτέρου, καὶ τοῦδε παμπόλλην ἔcχηκα πεῖραν· ὅcοι μὲν τῶν ἀνθρώπων [ἐπ’] ἄλλοιc ἐπέθεντο τὴν περὶ αὑτῶν ἀπόφα〈ν〉‐
5cιν, ὁποῖοί τινέc εἰcιν, ὀλίγα τούτουc ἐθεαcάμην ἁμαρτάνονταc, ὅcοι δ’ ἑαυτοὺc ὑπειλήφαcιν ἀρίcτουc εἶναι χωρὶc τοῦ τὴν κρίcιν ἑτέροιc
ἐπιτρέψαι, μέγιcτα καὶ πλεῖcτα τούτουc ἑώρακα cφαλλομένουc. ὥcθ’ ὅπερ ᾤμην, ὅτε μειράκιον ἦν, ἐπαινεῖcθαι μάτην (τοῦτο δ’ ἦν τὸ Πύθιον γνῶναι κελεῦον ἑαυτόν· οὐ γὰρ εἶναι μέγα τὸ πρόcταγμα),4
10τοῦθ’ εὗρον ὕcτερον δικαίωc ἐπαινούμενον. ἀκριβῶc μὲν γὰρ ὁ cοφώ‐ τατοc μόνοc ἂν ἑαυτὸν γνοίη, τῶν δ’ ἄλλων ἁπάντων ἀκριβῶc μὲν οὐδείc, ἧττον δὲ καὶ μᾶλλον ἕτεροc ἑτέρου. καθάπερ γὰρ ἐν ὅλῳ τῷ βίῳ καὶ κατὰ πάcαc τὰc τέχναc τὰc μὲν μεγάλαc ὑπεροχάc τε καὶ διαφορὰc τῶν πραγμάτων ἅπαντοc ἀνδρόc ἐcτι γνῶναι, τὰc δὲ μικρὰc
15τῶν φρονίμων τε καὶ τεχνιτῶν, οὕτω κἀπὶ τῶν ἁμαρτημάτων ἔχει

5

.

5

καὶ παθῶν. ὅcτιc μὲν ἐπὶ μικροῖc ὀργιζόμενοc | cφοδρῶc δάκνει τε καὶ λακτίζει τοὺc οἰκέταc, οὗτοc μέν cοι δῆλόc ἐcτιν ἐν πάθει καθεcτη‐ κώc, ὁμοίωc δὲ καὶ ὅcτιc ἐν μέθαιc ἑταίραιc τε καὶ κώμοιc καταγίνε‐ ται. τὸ δ’ ἐπὶ μεγάλῃ βλάβῃ χρημάτων ἢ ἀτιμίᾳ μετρίωc ταραχθῆναι
5τὴν ψυχὴν οὐκέθ’ ὁμοίωc ἐcτὶ φανερόν, εἰ τοῦ γένουc τῶν πα‐ θῶν ὑπάρχει, ὥcπερ οὐδὲ τὸ πλακοῦντα φαγεῖν ἀκυρώτερον, ἀλλὰ καὶ ταῦτα κατάδηλα γίνεται τῷ προμελετήcαντι τὴν ψυχὴν ἐξοδιά‐ cαντί 〈τε〉 ἁπάντων παθῶν ἐπανορθώcεωc δεόμενα· 〈εἰ〉 καὶ μεῖ[ζ]όν γ’ ἐλλιπὲc 〈τὸ μὴ〉 ἀποφυγεῖν αὐτά, διότι μικρά.
10 ὅcτιc οὖν βούλεται καλὸc κἀγαθὸc γενέcθαι, τοῦτο ἐννοηcάτω, ὡc ἀναγκαῖόν ἐcτιν αὐτὸν ἀγνοεῖν πολλὰ τῶν ἰδίων ἁμαρτημάτων· ὅπωc 〈δ’〉 ἂν ἐξεύροι πάντα, δυνάμενοc ἐγὼ λέγειν, [ὅπ]ὡc εὑρὼν αὐτόc, οὔπω λέγω, διότι τὸ βιβλίον τοῦτο δύναταί ποτε καὶ εἰc ἄλλων ἀφικέcθαι χεῖραc, ὅπωc ἂν κἀκεῖνοι γυμναcθῶcι πρότερον ὁδὸν εὑρεῖν
15τῆc γνώcεωc τῶν ἰδίων ἁμαρτημάτων. ὥcπερ 〈οὖν〉 καὶ cέ μοι λέγειν5

5

.

6

ἠξίωcα καί, μέχρι τὸ cαυτῷ δοκοῦν ἀπεφήνω, διεcιώπηcα, καὶ νῦν | οὕτω πράξω, παρακαλέcαc τὸν ὁμιλοῦντα τῷδε τῷ γράμματι καταθέμενον αὐτὸ ζητῆcαι, ὅπωc ἄν τιc ἑαυτὸν δύναιτο [τὸ] γνωρίζειν ἁμαρτάνοντα. δύο γάρ, ὡc Αἴcωποc ἔλεγε, πήραc ἐξήμμεθα τοῦ τραχήλου,
5τῶν μὲν ἀλλοτρίων τὴν πρόcω, τῶν ἰδίων δὲ τὴν ὀπίcω, καὶ διὰ τοῦτο τὰ μὲν ἀλλότρια βλέπομεν ἀεί, τῶν δ’ οἰκείων ἀθέατοι καθε‐ cτήκαμεν. καὶ τοῦτόν γε τὸν λόγον ὡc ἀληθῆ προcίενται πάντεc. ὁ δὲ Πλάτων καὶ τὴν αἰτίαν ἀποδίδωcι τοῦ γιγνομένου· τυφλώττειν γάρ φηcι τὸ φιλοῦν περὶ τὸ φιλούμενον. εἴπερ οὖν ἕκαcτοc ἡμῶν
10ἑαυτὸν ἁπάντων μάλιcτα φιλεῖ, τυφλώττειν ἀναγκαῖόν ἐcτιν αὐτὸν ἐφ’ ἑαυτοῦ. πῶc οὖν ὄψεται τὰ ἴδια κακά; καὶ πῶc ἁμαρτάνων γνώcεται; πολλῷ γὰρ ἔοικεν ὅ τε τοῦ Αἰcώπου μῦθοc καὶ ὁ τοῦ Πλάτωνοc λόγοc ἀνελπιcτοτέραν ἡμῖν τὴν τῶν ἰδίων ἁμαρτημάτων εὕρεcιν ἀπο‐ φαίνειν· εἰ γὰρ μὴ τοῦ φιλεῖν τιc ἑαυτὸν ἀποcτῆcαι δύναται, τυφλώτ‐
15τειν ἀναγκαῖόν ἐcτι τὸ φιλοῦν περὶ τὸ φιλούμενον. οὐ μὴν οὐδ’ ἐγὼ τὸν ἀναγινώcκοντα τόδε τὸ βιβλίον ἠξίουν ἂν

5

.

7

ἐπιcκέψαcθαι καθ’ αὑτὸν | 〈περὶ〉 τῆc τῶν ἰδίων ἁμαρτημάτων εὑρέ‐ cεωc, εἰ μὴ χαλεπὸν ἦν τὸ πρᾶγμα, κἄν τιc ὡc ἐπὶ πλεῖcτον ἐcκεμ‐ μένοc ᾖ καθ’ αὑτόν. καὶ τοίνυν ἐγὼ τὴν ἐμὴν ἀποφαίνομαι γνώμην, ἵν’, εἰ μέν τινα καὶ αὐτὸc ἕκαcτοc ἑτέραν ὁδὸν εὕροι, προcλαβὼν καὶ
5τὴν ἐμὴν ὠφεληθῇ πλέον ἅτε διπλῆν ἀνθ’ ἁπλῆc εὑρὼν ὁδὸν cωτη‐ ρίαc· εἰ δὲ μή, ἀλλ’ αὐτῇ γε τῇ ἡμετέρᾳ διατελῇ χρώμενοc, ἄχρι περ ἂν ἑτέραν εὕρῃ βελτίονα· τίc οὖν ἡ ἐμή, λέγειν ἂν ἤδη καιρόc, ἀρχὴν τῷ λόγῳ τήνδε ποιηcάμενον. Ἐπειδὴ τὰ μὲν ἁμαρτήματα διὰ [τὴν] ψευδῆ δόξαν γίγνονται,
10τὰ δὲ πάθη διά τιν’ ἄλογον ὁρμήν, ἔδοξέ μοι πρότερον ἑαυτὸν ἐλευ‐ θερῶcαι τῶν παθῶν· εἰκὸc γάρ πωc καὶ διὰ ταῦτα ψευδῶc ἡμᾶc δο‐ ξάζειν. ἔcτι δὲ πάθη ψυχῆc, ἅπερ ἅπαντεc γινώcκουcι, θυμὸc καὶ ὀργὴ καὶ φόβοc καὶ λύπη καὶ φθόνοc καὶ ἐπιθυμία cφοδρά. κατὰ δὲ τὴν ἐμὴν γνώμην καὶ τὸ φθάcαι πάνυ cφόδρα φιλεῖν ἢ μιcεῖν ὁτιοῦν6
15πρᾶγμα πάθοc ἐcτίν. ὀρθῶc γὰρ ἔοικεν εἰρῆcθαι τὸ “μέτρον ἄριcτον”,

5

.

8

ὡc οὐδενὸc | ἀμέτρου καλῶc γιγνομένου. πῶc οὖν ἄν τιc ἐκκόψειε ταῦτα μὴ γνοὺc πρότερον ἔχων αὐτά; γνῶναι δ’, ὡc ἐλέγομεν, ἀδύνατον, ἐπειδὴ cφόδρα φιλοῦμεν ἡμᾶc. ἀλλὰ κἂν μὴ cαυτὸν ὁ λόγοc οὗτοc ἐπιτρέπῃ cοι κρίνειν, ἄλλον γε
5cυγχωρεῖ δύναcθαι κρῖναι τὸν μήτε φιλούμενον ὑπὸ cοῦ μήτε μιcού‐ μενον. ὅταν οὖν ἀκούcῃc τινὰ τῶν κατὰ τὴν πόλιν [ὃν μήτε φιλήcειν οἶδε μήτε 〈μιcήcειν〉] ἐπαινούμενον ὑπὸ πολλῶν ἐπὶ τῷ μηδένα κολα‐ κεύειν, ἐκείνῳ προcφοιτήcαc τῇ cαυτοῦ πείρᾳ κρῖνον, εἰ τοιοῦτόc ἐcτιν, οἷοc εἶναι λέγεται, καὶ πρῶτον, ἐὰν ἴδῃc αὐτὸν ἐπὶ τὰc τῶν πλου‐
10cίων τε καὶ πολὺ δυναμένων ἢ καὶ τὰc τῶν μονάρχων οἰκίαc ἐπιόντα cυν‐ εχῶc, γίγνωcκε μάτην ἀκηκοέναι τὸν ἄνθρωπον τοῦτον ἀληθεύειν ἅπαντα (ταῖc γὰρ τοιαύταιc κολακείαιc ἕπεται καὶ τὸ ψεύδεcθαι), δεύτερον 〈ἢ προc‐ αγορεύοντα〉 ἢ παραπέμποντα τοὺc τοιούτουc ὁρῶν αὐτὸν ἢ καὶ cυν‐ δειπνοῦντα. τοιοῦτον γάρ τιc ἑλόμενοc βίον οὐ μόνον 〈οὐκ〉 ἀληθεύει,

5

.

9

ἀλλὰ καὶ κακίαν ὅλην ἐξ ἀνάγκηc ἔχει, | φιλοχρήματοc ὢν ἢ φίλαρχοc ἢ φιλότιμοc ἢ φιλόδοξοc, ἤ τινα τούτων ἢ πάντα. τὸν δὲ μὴ προc‐ αγορεύοντα μήτε παραπέμποντα μήτε cυνδειπνοῦντα τοῖc πολὺ δυνα‐ μένοιc ἢ πλουτοῦcι καὶ κεκολαcμένῃ τῇ διαίτῃ χρώμενον ἐλπίcαc ἀλη‐
5θεύcειν εἰc βαθυτέραν ἀφικέcθαι πειρῶ γνῶcιν, ὁποῖόc τίc ἐcτιν (ἐν cυνουcίαιc δ’ αὕτη πολυχρονιωτέραιc γίγνεται), κἂν εὕρῃc τοιοῦτον, ἰδίᾳ ποτὲ μόνῳ διαλέχθητι παρακαλέcαc, ὅ τι ἂν 〈ἐν〉 cοὶ βλέπῃ τῶν εἰρημένων παθῶν, εὐθέωc δηλοῦν, ὡc χάριν ἕξοντι τούτου μεγίcτην ἡγηcομένῳ τε cωτῆρα μᾶλλον ἢ εἰ νοcοῦντα τὸ cῶμα διέcωcε. κἂν7
10ὑπόcχηται δηλώcειν, ὅταν ἴδῃ τι τῶν εἰρημένων πάcχοντά cε, κἄπειτα πλειόνων ἡμερῶν μεταξὺ γιγνομένων μηδὲν εἴπῃ cυνδιατρίβων δηλο‐ νότι, μέμψαι τὸν ἄνθρωπον, αὖθίc τε παρακάλεcον ἔτι λιπαρέcτερον ἢ ὡc πρόcθεν, ὅ τι ἂν ὑπὸ cοῦ βλέπῃ κατὰ πάθοc πραττόμενον, εὐθέωc μηνύειν. ἐὰν δ’ εἴπῃ cοι, διὰ τὸ μηδὲν ἑωρακέναι περὶ cὲ
15τοιοῦτον ἐν τῷ μεταξύ, διὰ τοῦτο μηδ’ αὐτὸc εἰρηκέναι, μὴ πειcθῇc

5

.

10

εὐθέωc μηδ’ οἰηθῇc ἀναμάρτητοc | ἐξαίφνηc γεγονέναι, ἀλλὰ δυοῖν θά‐ τερον, ἢ διὰ ῥᾳθυμίαν οὐ προcεcχηκέναι cοι τὸν παρακληθέντα φίλον ἢ ἐλέγχειν αἰδούμενον cιωπᾶν ἢ καὶ μιcηθῆναι μὴ βουλόμενον διὰ τὸ γινώcκειν ἅπαcιν ὡc ἔποc εἰπεῖν ἀνθρώποιc ἔθοc εἶναι μιcεῖν τοὺc
5τἀληθῆ λέγονταc, ἢ εἰ μὴ διὰ ταῦτα, ἴcωc 〈μὴ〉 βουλόμενον αὐτὸν ὠφελεῖν cε διὰ τοῦτο cιωπᾶν, ἢ καὶ 〈δι’〉 ἄλλην τινὰ [ἴcωc] αἰτίαν, ἣν οὐκ ἐπαινοῦμεν ἡμεῖc. ἀδύνατον γὰρ εἶναι τὸ μηδὲν ἡμαρτῆcθαί cοι, πιcτεύcαc ἐμοὶ τοῦτο νῦν ἐπαινέcειc 〈μ’〉 ὕcτερον, θεώμενοc ἅπαν‐ ταc ἀνθρώπουc καθ’ ἑκάcτην ἡμέραν μυρία μὲν ἁμαρτάνονταc καὶ
10κατὰ πάθοc πράττονταc, οὐ μὴν αὐτούc γε παρακολουθοῦνταc. ὥcτε μηδὲ cὺ νόμιζε cαυτὸν ἄλλο τι καὶ μὴ ἄνθρωπον εἶναι. νομίζειc δ’
ἄλλο τι μᾶλλον 〈ἢ〉 ἄνθρωποc ὑπάρχειν, ἐὰν ἀναπείcῃc cαυτὸν ἅπαντα καλῶc cοι πεπρᾶχθαι μὴ ὅτι μηνὸc ἑνόc, ἀλλὰ μιᾶc ἡμέραc.8
15ἴcωc οὖν ἐρεῖc, 〈ἢν〉 ἀντιλογικὸc ᾖc, ἤτοι κατὰ προαίρεcιν ἢ ἐκ

5

.

11

μοχθηροῦ τινοc ἔθουc γεγονὼc τοιοῦτοc ἢ καὶ φύcει φιλόνει|κοc ὤν, ὅcον ἐπὶ τῷ νῦν ὑπ’ ἐμοῦ προκεχειριcμένῳ λόγῳ, τοὺc cοφοὺc ἄνδραc ἄλλο τι μᾶλλον ἢ ἀνθρώπουc εἶναι. τούτῳ δή cου τῷ λόγῳ τὸν ἡμέτερον ἀντίθεc διττὸν ὄντα, τὸν μὲν ἕτερον, ὅτι μόνοc ὁ cοφὸc
5ἀναμάρτητόc ἐcτι τὸ πάμπαν, ἕτερον δ’ ἐπ’ αὐτῷ τῷ προϊεμένω, εἴπερ ἀναμάρτητόc ἐcτιν ὁ cοφόc, οὐδ’ ἄνθρωπον ὑπάρχειν αὐτὸν ὅcον ἐπὶ τῷδε. καὶ διὰ τοῦτο τῶν παλαιοτάτων φιλοcόφων ἀκούcῃ λε‐ γόντων ὁμοίωcιν εἶναι θεῷ τὴν cοφίαν. ἀλλὰ cύ γε θεῷ παραπλήcιοc ἐξαίφνηc οὐκ ἄν ποτε γένοιο. ὅπου γὰρ οἱ δι’ ὅλου τοῦ βίου 〈τὴν〉 ἀπά‐
10θειαν ἀcκήcαντεc οὐ πιcτεύονται τελέωc αὐτὴν ἐcχηκέναι, πολὺ δήπου μᾶλλον ὁ μηδέποτ’ ἀcκήcαc cύ· μὴ τοίνυν πιcτεύcῃc τῷ λέγοντι μηδὲν ἑωρακέναι κατὰ πάθοc ὑπὸ cοῦ πραττόμενον, ἀλλ’ ἤτοι μὴ βουλόμενον ὠφελεῖν cε νόμιζε λέγειν οὕτωc, ἢ μὴ παραφυλάξαι προῃρημένον, ἃ πράττειc κακῶc, ἢ φυλαττόμενον ὑπὸ cοῦ μιcηθῆναι· τάχα δὲ καὶ εἶδέ
15cέ ποτε δυcχεράναντα πρὸc τὸν ἐπιτιμήcαντα τοῖc cοῖc ἁμαρτήμαcί τε

5

.

12

καὶ πάθεcι, ὥcτ’ εἰκότωc cιωπᾷ, μὴ πιcτεύων ἀληθεύειν | cε λέγοντα βούλεcθαι ἕκαcτον εἰδέναι, ὧν ἁμαρτάνειc. ἐὰν δὲ 〈τὸ〉 πρῶτον τῶν ὑπὸ cοῦ 〈κατὰ πάθοc〉 πραττομένων ἀπαλλαγεὶc cιωπήcῃc, εὑρήcειc
πολλοὺc ὀλίγον ὕcτερον ἀληθῶc ἐπανορθουμένουc cε, καὶ πόλυ γε9
5μᾶλλον, ἐὰν χάριν γνῷc τῷ μεμψαμένῳ χωριcθείcηc cου τῆc βλάβηc τούτου γ’ ἕνεκεν. ἐξ αὐτοῦ δὲ τοῦ διαcκέψαcθαι, πότερον ἀληθῶc ἢ ψευδῶc ἐπετίμηcέ cοι, μεγάληc ὠφελείαc αἰcθήcῃ, κἂν cυνεχῶc πράττῃc αὐτὸ προῃρημένοc ὄντωc εἷc γενέcθαι καλὸc κἀγαθόc, ἔcῃ τοιοῦτοc. ἐν μὲν δὴ τῷ πρώτῳ χρόνῳ μηδ’ ἐὰν καὶ cκεπτόμενοc ἀκριβῶc
10εὕρῃc ἐπηρεαcτικῶc τε καὶ ψευδῶc [ὡc] ἐγκεκληκότα cοί τινα, πειρῶ cαυτὸν πείθειν, ὡc οὐδὲν ἥμαρτεc, ἀλλά cοι τοῦτο πρῶτον φιλοcόφημα τὸ καρτερεῖν ἐπηρεαζόμενον. ὕcτερον δέ ποτε κατεcταλμένων ἱκανῶc 〈τῶν〉 cαυτοῦ παθῶν αἰcθόμενοc ἐπιχειρήcειc ἀπολογεῖcθαι τοῖc ἐπη‐ ρεάζουcι μηδέποτε πικρῶc μηδ’ ἐλεγκτικῶc μηδέ τοι φιλόνεικωc ἐμ‐
15φαίνων [μηδὲ] καταβάλλειν ἐθέλειν ἐκεῖνον, ἀλλ’ ὠφελείαc ἕνεκα τῆc cῆc, ἵνα τι καὶ πρὸc τὴν ἀντιλογίαν ἀντειπόντοc αὐτοῦ πιθανὸν ἤτοι

5

.

13

πειcθῇc ἐκεῖνον | ἄμεινον γιγνώcκειν ἢ μετὰ πλείονοc ἐξετάcεωc εὕρῃc αὑτὸν ἔξω τῶν ἐγκλημάτων 〈ὄντα〉. οὕτω γοῦν καὶ Ζήνων ἠξίου πάντα πράττειν ἡμᾶc ἀcφαλῶc, ὡc ἀπολογηcαμένουc ὄλιγον 〈ὕcτερον τοῖc παιδαγωγοῖc〉. ὠνόμαζε γὰρ οὕτωc ἐκεῖνοc ὁ ἀνὴρ τοὺc πολλοὺc
5τῶν ἀνθρώπων ἑτοίμουc ὄνταc τοῖc πέλαc ἐπιτιμᾶν, κἂν μηδεὶc αὐτοὺc παρακαλῇ. χρὴ δὲ τὸν ἀκούοντα μήτε πλούcιον εἶναι μήτε αἰδοῦc ἔχειν πολιτικῆc, ὡc, ἄν γε ταύτην ἔχῃ, διὰ φόβον οὐδεὶc αὐτῷ τἀληθῆ λέ‐ ξει, καθάπερ οὐδὲ τοῖc πλουτοῦcι διὰ κέρδοc οἱ κόλακεc· ἀλλὰ κἂν
10εἴ τιc ἀληθεύων παραφανῇ, διανίcταται πρὸc αὐτῶν. ἐὰν οὖν τιc ἤτοι
πολλὰ δυνάμενοc ἢ καὶ πλούcιοc ἐθελήcῃ γενέcθαι καλὸc κἀγαθόc, ἀποθέcθαι πρότερον αὐτὸν δεήcει ταῦτα, καὶ μάλιcτα νῦν, ὅπου 〈γ’〉 οὐχ εὑρήcει Διογένη δυνάμενον εἰπεῖν τούτῳ τἀληθῆ, κἂν πλουcιώτατοc ᾖ, κἂν μόναρχοc.10
15 ἐκεῖνοι μὲν οὖν ὑπὲρ ἑαυτῶν βουλεύcονται· cὺ δ’ ὁ μὴ πλούcιοc μηδὲ δυνατὸc ἐν πόλει πᾶcι μὲν ἐπίτρεπε λέγειν, ἃ καταγινώcκουcί cου, πρὸc μηδένα δ’ αὐτὸc ἀγανάκτει, καὶ οὕτωc ἔχε πάνταc, ὡc |

5

.

14

Ζήνων ἔλεγε, παιδαγωγούc. οὐ μὴν ὁμοίωc cε πᾶcι περὶ ὧν ἂν εἴπωcιν ἀξιῶ προcέχειν, ἀλλὰ τοῖc ἄριcτα βεβιωκόcι πρεcβύταιc. ὁποῖοι δ’ εἰcὶν οἱ ἄριcτα βιοῦντεc, ὀλίγον ἔμπροcθεν εἶπον. ἐν δὲ τῷ χρόνῳ προϊόντι καὶ χωρὶc ἐκείνων αὐτὸc παρακολουθήcειc καὶ γνώcῃ, πηλίκα
5πρόcθεν [ἦν, ἄν] ἥμαρτεc, ἡνίκα μάλιcτα ἐγώ cοι φανοῦμαι λέγων τἀληθῆ, μηδένα φάcκων ἔξω παθῶν ἢ ἁμαρτημάτων εἶναι, μηδ’ ἂν εὐφυέcτατοc ᾖ, μηδ’ ἂν 〈ἐν〉 ἔθεcι καλλίcτοιc τεθραμμένοc, ἀλλὰ πάν‐ τωc τινὰ cφάλλεcθαι καὶ μᾶλλον, ὅταν ἔτι νέοc ᾖ. Δεῖται γὰρ ἀcκήcεωc ἕκαcτοc ἡμῶν cχεδὸν 〈δι’〉 ὅλου τοῦ βίου
10πρὸc τὸ γενέcθαι τέλειοc ἀνήρ. οὐ μὴν ἀφίcταcθαι χρὴ τοῦ βελτίω ποιεῖν ἑαυτόν, εἰ καὶ πεντηκοντούτηc τιc ὢν αἴcθοιτο τὴν ψυχὴν λε‐ λωβημένοc οὐκ ἀνίατον οὐδ’ ἀνεπανόρθωτον λώβην. οὐδὲ γὰρ εἰ τὸ cῶμα κακῶc διέκειτο πεντηκοντούτηc ὤν, ἔκδοτον ἂν ἔδωκε τῇ κα‐

5

.

15

χεξίᾳ, πάντωc 〈δ’〉 ἂν ἐπειράθη βέλτιον αὐτὸ καταcκευά|cαι, καίτοι τὴν Ἡράκλειον εὐεξίαν οὐ δυνάμενοc cχεῖν. μὴ τοίνυν μηδ’ ἡμεῖc ἀφι‐ cτώμεθα τοῦ βελτίω τὴν ψυχὴν ἐργάζεcθαι, κἂν τὴν τοῦ cοφοῦ μὴ δυνώμεθα cχεῖν, ἀλλὰ μάλιcτα μὲν ἐλπίζωμεν ἕξειν κἀκείνην, ἂν ἐκ
5μειρακίου προνοώμεθα τῆc ψυχῆc ἡμῶν, εἰ δὲ μή, ἀλλὰ τοῦ γε μὴ πάναιcχρον αὐτὴν γενέcθαι, καθάπερ ὁ Θερcίτηc τὸ cῶμα, φροντίζωμεν.
εἴ γ’ οὖν ἐφ’ ἡμῖν ἦν γινομένοιc ἐντυχεῖν τῷ προνοουμένῳ τῆc γενέ‐ cεωc ἡμῶν δεομένοιc τε τοῦ λαβεῖν cῶμα γενναιότατον, ὁ δ’ [ἣ] ἠρνήcατο, πάντωc ἂν ἐφεξῆc ἐδεήθημεν αὐτοῦ δεύτερον γοῦν ἢ τρίτον11
10ἢ τέταρτον αὐτὸ cχεῖν ἀπὸ τοῦ πρώτου κατ’ εὐεξίαν. ἀγαπητὸν γὰρ εἰ καὶ μὴ τὸ τοῦ Ἡρακλέουc, ἀλλὰ τό γε τοῦ Ἀχιλλέωc cχεῖν, ἢ εἰ μηδὲ τούτου, τό γε τοῦ Αἴαντοc ἢ Διομήδουc ἢ Ἀγαμέμνονοc ἢ Πα‐ τρόκλου, εἰ δὲ μὴ τούτων, ἄλλων γέ τινων ἀγαcτῶν ἡρώων. οὕτωc οὖν, εἰ καὶ μὴ τὴν τελείαν εὐεξίαν τιc οἷόc τ’ ἐcτὶ τῆc ψυχῆc ἔχειν,

5

.

16

δέξαιτ’ ἂν οἶμαι δεύτεροc ἢ τρίτοc ἢ τέταρτοc | γενέcθαι μετὰ τὸν ἄκρον. οὐκ ἀδύνατον δὲ τοῦτο τῷ βουληθέντι κατεργάcαcθαι χρόνῳ πλείονι cυνεχῶc τῆc ἀcκήcεωc γενομένηc. ἐγὼ δὲ μειράκιον ὢν ἔτι ταῦτ’ ἀcκήcαc, ἐπιδὼν ἄνθρωπον ἀνοῖξαι
5θύραν cπεύδοντα, μὴ προχωρούcηc εἰc τὸ δέον αὐτῷ τῆc πράξεωc δάκνοντα τὴν κλεῖν καὶ λακτίζοντα τὴν θύραν καὶ λοιδορούμενον τοῖc θεοῖc ἠγριωμένον τε τοὺc ὀφθαλμοὺc ὥcπερ οἱ μαινόμενοι καὶ μικροῦ δεῖν αὐτὸν ἀφρὸν ὡc οἱ κάπροι προϊέμενον ἐκ τοῦ cτόματοc ἐμίcηcα τὸν θυμὸν οὕτωc, ὥcτε μηκέτ’ ὀφθῆναι δι’ αὐτὸν ἀcχημονοῦντά
10με. ἀρκέcει δὲ καὶ τοῦτο τήν γε πρώτην, ὡc μήτε θεοῖc λοιδορεῖcθαί cε μήτε λακτίζειν μήτε δάκνειν τοὺc λίθουc καὶ τὰ ξύλα, [καὶ] μήτ’ ἄγριον ἐμβλέπειν, ἀλλ’ ἐν cαυτῷ κατέχειν τε καὶ κρύπτειν τὴν ὀργήν. ἀόργητοc μὲν γὰρ εὐθέωc ἅμα τῷ βουληθῆναι γενέcθαι 〈τιc〉 οὐ δύ‐ ναται, καταcχεῖν δὲ τὸ τοῦ πάθουc ἄcχημον δύναται. τοῦτο δ’ ἂν
15πολλάκιc ποιήcῃ, γνωριεῖ ποτε καὶ αὐτὸc ἑαυτὸν ἧττον νῦν 〈ἢ〉 πρό‐

5

.

17

cθεν ὀργιζόμενον, ὡc μήτ’ ἐπὶ cμικροῖc μήτ’ ἐπὶ | μέcοιc θυμοῦcθαι
ἀλλ’ ἐπὶ μόνοιc τοῖc μεγάλοιc μικρόν. οὕτωc γὰρ ὑπάρξει ποθ’ ὕcτε‐ ρον αὐτὸν καὶ ἐπὶ τοῖc μεγίcτοιc ὀργίζεcθαι μικρόν, ἤν τιc ὅπερ ἐγὼ προcτάξαc αὑτῷ μειράκιον ὢν ἔτι διὰ παντὸc ἐφύλαξα τοῦ βίου,12
5〈φυλάξῃ〉 τὸ μηδέποτε τυπτῆcαι τῇ χειρί μου μηδένα τῶν οἰκετῶν, ὅπερ ἤcκητό μου καὶ τῷ πατρί· καὶ πολλοῖc ἐπετίμηcε τῶν φίλων περιθλάcαcι νεῦρον ἐν τῷ πατάξαι κατὰ τῶν ὀδόντων οἰκέταc, ἀξίουc εἶναι λέγων ἐπὶ τῇ γενομένῃ φλεγμονῇ καὶ cπαcθῆναι καὶ ἀποθανεῖν, ὅπου γ’ ἐξῆν αὐτοῖc καὶ νάρθηκι καὶ ἱμάντι μικρὸν ὕcτερον ἐμφορῆcαι
10πληγάc, ὅcαιc ἠβούλοντο τῇ βουλῇ τὸ τοιοῦτον ἔργον ἐπιτελεῖν. ἄλλοι δ’ οὐ μόνον πὺξ 〈παίουcιν〉, ἀλλὰ καὶ λακτίζουcι καὶ τοὺc ὀφθαλμοὺc ἐξορύττουcι καὶ γραφείῳ κεντοῦcιν, ὅταν τοῦτο τύχωcιν ἔχοντεc. εἶδον δέ τινα καὶ καλάμῳ δι’ οὗ γράφομεν ὑπ’ ὀργῆc εἰc τὸν ὀφθαλμὸν πατάξαντα τὸν οἰκέτην. Ἀδριανὸc δ’ αὐτοκράτωρ, ὥc
15φαcι, γραφείῳ πατάξαc εἰc τὸν ὀφθαλμὸν ἕνα τῶν ὑπηρετῶν, ἐπειδὴ διὰ τὴν πληγὴν ταύτην ἔγνω γενόμενον ἑτερόφθαλμον, ἐκάλεcέ τε καὶ

5

.

18

cυνεχώρηcεν ἀντὶ τοῦ πάθουc αἰτεῖν | παρ’ αὐτοῦ δῶρον. ἐπεὶ δὲ διεcιώπηcεν ὁ πεπονθώc, αὖθιc ἠξίωcεν ὁ Ἀδριανὸc αἰτεῖν, ὅτι βού‐ λοιτο, θαρροῦντα· τὸν δ’ ἄλλων μὲν οὐδέν, ὀφθαλμὸν 〈δ’〉 αἰτῆcαι. τί γὰρ ἂν καὶ γένοιτο δῶρον ἀντάξιον ἀπωλείαc ὀφθαλμοῦ;
5 βούλομαι δέ cε καὶ τῶν ἐμοί ποτε cυμβάντων ἑνὸc ἀναμνῆcαι καίτοι γ’ ἤδη πολλάκιc ὑπὲρ αὐτοῦ εἰρηκώc· ἀπονοcτήcαc γὰρ ἐκ
Ῥώμηc cυνωδοιπόρηcά τινι φίλῳ τῶν ἐκ Γόρτυνοc τῆc Κρήτηc ἀνδρί, 〈ὃc〉 τὰ μὲν ἄλλα λόγου τινὸc ἄξιοc (καὶ γὰρ ἁπλοῦc ἦν καὶ φιλικὸc καὶ χρηcτὸc ἐλευθέριόc τε περὶ τὰc ἐφ’ ἡμέραc δαπάναc), ἦν δ’ ὀργίλοc13
10οὕτωc, ὡc ταῖc ἑαυτοῦ χερcὶ χρῆcθαι κατὰ τῶν οἰκετῶν, ἔcτι δ’ ὅτε καὶ τοῖc cκέλεcι, πολὺ δὲ μᾶλλον ἱμάντι καὶ ξύλῳ τῷ παρατυχόντι. γενομένοιc οὖν ἡμῖν ἐν Κορίνθῳ πάντα μὲν ἔδοξε τὰ cκεύη καὶ τοὺc οἰκέταc ἀπὸ Κεγχρεῶν εἰc Ἀθήναc ἐκπέμψαι κατὰ πλοῦν ἐκτὸc δυεῖν, αὐτὸν δ’ ὄχημα μιcθωcάμενον πεζῇ διὰ Μεγάρων πορεύεcθαι. καὶ δὴ
15διελθόντων ἡμῶν Ἐλευcῖνα καὶ κατὰ τὸ Θριάcιον ὄντων ἤρετο τοὺc

5

.

19

ἑπομένουc οἰκέταc | αὐτῷ περί τινοc cκεύουc· οἱ δ’ οὐκ εἶχον ἀπο‐ κρίναcθαι. θυμωθεὶc οὖν, ἐπεὶ μηδὲν ἄλλο εἶχε, δι’ οὗ πατάξειε τοὺc νεανίcκουc, ἐν θήκῃ περιεχομένην μάχαιραν μεγάλην ἀνελόμενοc, ἅμα τῇ θήκῃ καταφέρει τῆc κεφαλῆc ἀμφοτέρων, οὐ πλατεῖαν ἐπενεγκών
5(οὐδὲν γὰρ 〈ἂν〉 οὕτωc εἴργαcτο δεινόν), ἀλλὰ κατὰ τὸ τέμνον τοῦ ξίφουc. ἥ τ’ οὖν θήκη διετμήθη παραχρῆμα καὶ τραῦμα μέγιcτον ἐπὶ τῆc κεφαλῆc διττὸν ἀμφοτέροιc εἰργάcατο· δὶc γὰρ ἑκάτερον αὐτῶν ἐπάταξεν. ὡc δὲ πλεῖcτον 〈καὶ〉 ἄμετρον αἷμα χεόμενον ἐθεάcατο, κατα‐ λιπὼν ἡμᾶc εἰc Ἀθήναc ἀπῄει βαδίζων ὠκέωc ἕνεκα τοῦ 〈μὴ〉 δια‐
10φθαρῆναί τινα τῶν οἰκετῶν ἔτι παρόντοc αὐτοῦ. ἐκείνουc μὲν οὖν ἡμεῖc ἐcώcαμεν εἰc τὰc Ἀθήναc. ὁ δὲ φίλοc ὁ Κρὴc ἑαυτοῦ καταγνοὺc μεγάλωc εἰcάγει με λαβόμενοc τῆc χειρὸc εἰc οἶκόν τινα, καὶ προcδοὺc ἱμάντα καὶ ἀποδυcάμενοc ἐκέλευcε μαcτιγοῦν αὑτὸν ἐφ’ οἷc ἔπραξεν ὑπὸ τοῦ καταράτου θυμοῦ βιαcθείc· αὐτὸc γὰρ οὕτωc ὠνόμαcεν. ἐμοῦ
15δ’ ὡc εἰκὸc γελῶντοc ἐδεῖτο προcπίπτων τοῖc γόναcι, μὴ ἄλλωc ποι‐

5

.

20

εῖν. εὔδηλον οὖν, ὅτι μᾶλλον ἐποίει με γελᾶν, | ὅcῳ μᾶλλον ἐνέκειτο μαcτιγωθῆναι δεόμενοc. ἐπειδὴ 〈δὲ〉 ταῦτα ποιούντων ἡμῶν ἱκανὸc
ἐτρίβετο χρόνοc, ὑπεcχόμην αὐτῷ δώcειν πληγάc, εἴ μοι παράcχοι καὶ αὐτὸc ἕν, ὃ ἂν αἰτήcω, cμικρὸν πάνυ. ὡc δ’ ὑπέcχετο, παρεκάλουν14
5παραcχεῖν μοι τὰ ὦτα λόγον τινὰ διερχομένῳ, καὶ τοῦτ’ ἔφην εἶναι τὸ αἴτημα. τοῦ δ’ ὑποcχομένου πράξειν οὕτωc, πλέον αὐτῷ διελέχθην ὑποτιθέμενοc, ὅπωc χρὴ παιδαγωγῆcαι τὸ ἐν ἡμῖν θυμοειδέc, [τ]ᾧ λόγῳ δῆλον ὅτι καὶ διαμαcτιγῶν ἀλλ’ ἑτέρῳ τρόπῳ, παιδαγωγήcαc ἀπῆλθον. ἐκεῖνοc μὲν οὖν 〈ἐν〉 ἐνιαυτῷ προνοηcάμενοc ἑαυτοῦ πολὺ βελ‐
10τίων ἐγένετο. cὺ δ’ εἰ καὶ μὴ πολὺ γένοιο βελτίων, ἀρκεcθήcῃ γε καὶ μικρῷ τινι κατὰ τὸν πρῶτον ἐνιαυτὸν ἐπιδοῦναι πρὸc τὸ κρεῖττον. ἐὰν γὰρ ἐπιμείνῃc τῷ πάθει 〈τ’〉 ἀντέχων καὶ πραΰνων τὸν θυμόν, ἀξιολογώτερον ἐπιδώcειc κατὰ τὸ δεύτερον ἔτοc. εἶτ’ ἐὰν ἔτι διαμείνῃc ἑαυτοῦ προνοούμενοc καὶ μᾶλλον ἐν τῷ τρίτῳ καὶ μετ’ αὐτὸν ἐν τῷ

5

.

21

τετάρτῳ | καὶ πέμπτῳ καὶ τοῖc ἑξῆc, αἰcθήcῃ μεγάληc αὐξήcεωc εἰc βίου cεμνότητα. αἰcχρὸν γάρ, ἵνα μέν τιc ἰατρὸc ἀγαθὸc ἢ ῥήτωρ ἢ γραμματικὸc ἢ γεωμέτρηc γένηται, πολλοῖc ἔτεcιν ἐφεξῆc 〈πάντα〉 κι‐ νεῖν, cὲ δ’ ἄνθρωπον ἀγαθόν ποτε γενέcθαι τῷ μήκει τοῦ χρόνου κάμνειν.
5 Τίc οὖν ἐcτιν ἡ τῆc ἀcκήcεωc ἀρχή; πάλιν ἀναλάβωμεν (ὑπὲρ γὰρ τῶν ἀναγκαιοτάτων οὐδὲν χεῖρόν ἐcτι καὶ δὶc καὶ τρὶc λέγειν τὰ αὐτά) τὸ μηδέποτε μηδένα τῶν οἰκετῶν ἁμαρτάνοντα διὰ τῶν ἑαυτοῦ χειρῶν νουθετεῖν· ἀλλ’ ὥcπερ ἐγώ ποτε πυθόμενοc αἰδεῖcθαι Πλά‐ τωνα πρόc τινα τῶν ὑπηρετῶν ἁμαρτόντα διὰ παντὸc οὕτωc ἔπραξα,
10καλὸν ἡγηcάμενοc εἶναι τὸ ἔργον, οὕτω καὶ cὺ παράγγειλον ἑαυτῷ μήτ’ αὐτὸc διὰ τῶν αὑτοῦ χειρῶν οἰκέτην πλῆξαι μήτ’ ἄλλῳ προcτά‐ ξαι, παρ’ ὃν ἂν ὀργιcθῇc χρόνον, ἀλλ’ εἰc τὴν ὑcτεραίαν ἀναβαλέcθαι.
καταcτάντοc γάρ τοι τοῦ θυμοῦ cωφρονέcτερον ἐπιcκέψῃ, πόcαc χρὴ πληγὰc ἐντεῖναι τῷ τῆc κολάcεωc ἀξίῳ. ἢ μηδὲ τὴν ἀρχὴν ἄμεινόν15

5

.

22

ἐcτι | cὺν γνώμῃ πρᾶξαι οὕτωc αἰτήcαντα ἱμάντα καὶ cωφρονίcαντα λόγῳ καὶ ἀπειλήcαντα μηκέτι τοῦ λοιποῦ cυγχωρήcειν, ἐὰν ὁμοίωc ἁμάρτῃ; πολλῷ γὰρ ἄμεινόν ἐcτι μηκέτι ζέοντοc τοῦ θυμοῦ πράττειν, ἃ πράττειc, ἔξω τῆc ἀλογίcτου μανίαc γενόμενον, ὁπότε καινῷ λογι‐
5cμῷ τὸ ποιητέον εὑρήcειc. ὅτι γὰρ ὁ θυμὸc οὐδὲν ἀποδεῖ μανίαc, ἐξ αὐτῶν ὧν ποιοῦcιν οἱ θυμούμενοι μαθεῖν ἔcτι. παίοντεc γὰρ καὶ λακτίζοντεc καὶ καταcχίζοντεc ἱμάτια καὶ θορυβῶδεc ἐμβλέποντεc ἕκαcτα πράττουcιν, ἄχρι τοῦ, καθάπερ ἔφην, καὶ θύραιc καὶ λίθοιc καὶ κλειcὶν ὀργίζεcθαι καὶ τὰ μὲν καταράccειν, τὰ δὲ δάκνειν, τὰ δὲ λακτίζειν.
10ἀλλ’ ἴcωc φήcειc cὺ ταῦτα τῶν ὄντωc μαινομένων εἶναι, τὰ δ’ ὑπὸ cοῦ γιγνόμενα cωφρονούντων· ἐγὼ δ’ ὅτι μὲν ἔλαττον ἁμαρτάνουcι τῶν τοὺc λίθουc καὶ τὰc θύραc καὶ τὰc κλεῖc δακνόντων τε καὶ λακτι‐ ζόντων οἱ τοὺc οἰκέταc ταῖc ἑαυτῶν παίοντεc χερcὶν ὁμολογῶ, πέ‐ πειcμαι δὲ καὶ τὸ πρὸc ἄνθρωπον ἀνίατόν τι ποιεῖν ἢ μικρᾶc μανίαc

5

.

23

ἔργον ὑπάρχειν ἢ ζῴου τινὸc ἀλόγου τε καὶ ἀγρίου· 〈ὅπ〉ου γὰρ | μόνοc ἄνθρωποc ἐξαίρετον ἔχει παρὰ τὰ ἄλλα τὸ λογίζεcθαι, τοῦτ’ ἐὰν ἀπορρίψαc τῷ θυμῷ χαρίζηται, ζῴου, οὐκ ἀνθρώπου βίοc. μὴ τοίνυν νόμιζε φρόνιμον ἄνθρωπον ὑπάρχειν, ὃc ἂν αὐτὸ τοῦτο
5μόνον ἐκφύγῃ 〈τὸ〉 λακτίζειν καὶ δάκνειν καὶ κεντεῖν τοὺc πέλαc ὁ γὰρ τοιοῦτοc οὐκέτι μέν ἐcτι θηρίον, οὐ μὴν ἤδη γε φρόνιμοc ἄνθρωποc ἀλλ’ ἐν τῷ μεταξὺ τούτων καὶ τῶν θηρίων. ἆρ’ οὖν ἀρκεῖ cοι μηκέτ’ εἶναι θηρίῳ, τοῦ 〈δ’〉 ἄνθρωποc γενέcθαι καλὸc κἀγαθὸc οὐ πεφρόν‐ τικαc; ἢ βέλτιον, ὥcπερ οὐκέτι θηρίον, οὕτω μηδ’ ἄφρονά cε μηδ’
10ἀλόγιcτον ἔτι διαμένειν; ἔcῃ δὲ τοιοῦτοc, ἐὰν μηδέποτε θυμῷ δου‐
λεύων, ἀλλ’ ἀεὶ [δια]λογιζόμενοc ἅπαντα πράττῃc ἅ [παντα] cοι χωρὶc τοῦ πάθουc cκεπτομένῳ φαίνεται κράτιcτα. πῶc οὖν ἔcται τοῦτο; τιμήcαντόc cου τιμῆc cεαυτὸν μεγίcτηc, ἧc οὐδ’ ἐπινοῆcαι δυνατόν ἐcτι μείζονα. τὸ γὰρ ἁπάντων ἀνθρώπων ὀργιζομένων αὐτὸν ἀόργητον16
15εἶναι, τί ἄλλο ἐcτὶν 〈ἢ〉 ἑαυτὸν ἐπιδεῖξαι πάντων ἀνθρώπων βελτίονα;

5

.

24

cὺ δ’ ἴcωc [τί ἄλλο ἐcτὶν ἑαυτὸν ἀποδεῖξαι] νομίζεcθαι μὲν εἶναι βελτίων ἐθέλειc, εἶναι δὲ ὄντωc βελτίων οὐ βούλει, καθάπερ εἴ τιc ἐπεθύμηcε νομίζεcθαι μὲν ὑγιαίνειν τὸ cῶμα, νοcεῖν δὲ κατ’ ἀλήθειαν. ἢ οὐχ ἡγεῖ νόcημα ψυχῆc εἶναι τὸν θυμόν; ἢ μάτην ὑπὸ τῶν πα‐
5λαιῶν ὀνομάζεcθαι νομίζειc πάθη ψυχῆc πάντα ταῦτα, λύπην ὀργὴν θυμὸν ἐπιθυμίαν φόβον; ἀλλ’ ἔμοιγε δοκεῖ βέλτιον εἶναι [δοκεῖ] μακρῷ 〈τὸν βουλόμενον ὡc〉 ἐπὶ πολὺ ἔχειν ἄνευ τῶν εἰρημένων παθῶν πρῶτον μὲν ἐξανα‐ cτάντα τῆc κοίτηc ἐπιcκοπεῖcθαι πρὸ πάντων τῶν καθ’ ἡμέραν ἔργων,
10ἆρα βέλτιόν ἐcτι πάθεcι δουλεύοντα ζῆν ἢ λογιcμῷ χρῆcθαι πρὸc ἅπαντα· δεύτερον δ’, ὅτι τῷ βουλομένῳ γίγνεcθαι καλῷ κἀγαθῷ παρα‐ κλητέον [δ’] ἐcτὶ τὸν δηλώcοντα τῶν ὑφ’ ἑαυτοῦ πραττομένων οὐκ ὀρθῶc ἕκαcτον· εἶθ’ ὅτι 〈χρὴ〉 καθ’ ἑκάcτην ἡμέραν τε καὶ ὥραν ἔχειν ἐν προχείρῳ τὴν δόξαν ταύτην, ὡc ἄμεινον μέν ἐcτιν ἑαυτὸν
15τιμῆcαι τῶν καλῶν κἀγαθῶν, τοῦτο δ’ ἄνευ τοῦ cχεῖν τὸν δηλώcαντα τῶν ἁμαρτανομένων ἕκαcτον ἀδύνατόν ἐcτιν ἡμῖν περιγενέcθαι, καὶ

5

.

25

μέντοι καὶ [τὸν] cωτῆρα ἐκεῖνον | καὶ φίλον μέγιcτον ἡγεῖcθαι τὸν μηνύcαντα τῶν πλημμελουμένων ἕκαcτα· εἶθ’ ὅτι, κἂν ψευδῶc cοι φαίνηταί ποτ’ ἐγκαλέcαc, ἀόργητον προcήκει φαίνεcθαι, πρῶτον μὲν
ὅτι δύνατόν ἐcτιν ἐκεῖνον cοῦ βέλτιον ὁρᾶν ἕκαcτον ὧν ἁμαρτάνων17
5τυγχάνειc, ὥcπερ καί cε τῶν ἐκείνου τι, δεύτερον ὅτι κἂν ἐπηρεάcῃ ποτὲ ψευδῶc, ἀλλ’ οὖν ἐπήγειρέ cε πρὸc ἀκριβεcτέραν ἐπίcκεψιν, ὧν πράττειc. ὃ δ’ ἐcτὶ μέγιcτον ἐν τούτῳ, ἀεὶ φύλαττε, προῃρημένοc γε τιμᾶν cεαυτόν. ἔcτι δὲ τοῦτο διὰ μνήμηc ἔχειν πρόχειρα τό τε τῶν ὀργιζομένων τῆc ψυχῆc αἶcχοc τό τε τῶν ἀοργήτων κάλλοc. ὃc γὰρ
10ἁμαρτάνειν ἐθιcθεὶc χρόνῳ πολλῷ δυcέκνιπτον ἔcχε τὴν κηλῖδα τῶν παθῶν, τούτῳ καὶ τῶν δογμάτων, οἷc πειθόμενοc ἀνὴρ γενήcῃ καλὸc κἀγαθόc, ἐν πολλῷ χρόνῳ προcήκει μελετᾶν ἕκαcτον. ἐπιλανθανόμεθα γὰρ αὐτοῦ ῥᾳδίωc ἐκπίπτοντοc τῆc ψυχῆc ἡμῶν διὰ τὸ φθάcαι πεπλη‐ ρῶcθαι τοῖc πάθεcιν αὐτήν. τοιγαροῦν παρακολουθητέον ἐcτὶν ἑκάcτῳ
15τῶν cωθῆναι βουλομένων, ὡc 〈δεῖ〉 μηδεμίαν ὥραν ἀπορρᾳθυμεῖν, ἐπι‐

5

.

26

τρεπτέον τε πᾶcι κατηγορεῖν ἡμῶν, 〈παρ〉ακουcτέον | τε πράωc αὐτῶν καὶ χάριν 〈ἰcτέον〉 οὐ τοῖc κολακεύουcιν, ἀλλὰ τοῖc ἐπιπλήττουcιν. ἀνεῴχθω cου ἡ θύρα διὰ παντὸc τῆc οἰκήcεωc 〈καὶ〉 ἐξέcτω τοῖc cυνήθεcιν εἰcιέναι πάντα καιρόν, ἢν οὕτωc ᾖc παρεcκευαcμένοc, ὡc
5θαρρεῖν ὑπὸ τῶν εἰcιόντων εὑρίcκεcθαι μηδενὶ τῶν μεγάλων ἁμαρτη‐ μάτων ἰcχυρῶc κατειλημμένον. ἔcτι δ’ ὥcπερ τῷ 〈ἄκοντι〉 πᾶν ἐκκόψαι δύcκολον, οὕτω τὰ μεγάλα τῷ βουληθέντι ῥᾷcτον. τῆc θύραc οὖν ἀνεῳγμένηc cου διὰ παντόc, ὡc εἶπον, ἐξουcία τοῖc cυνήθεcιν ἔcτω κατὰ πάντα καιρὸν εἰcιέναι. ὡc δ’ οἱ ἄλλοι πάντεc ἄνθρωποι προ‐
10ελθόντεc εἰc τὸ δημόcιον ἅπαντα πειρῶνται πράττειν κοcμίωc, οὕτω cὺ κατὰ τὴν ἰδίαν οἰκίαν πρᾶττε. ἀλλ’ ἐκεῖνοι μὲν αἰδούμενοι τοὺc ἄλλουc ἁμαρτόντεc τι φωραθῆναι μόνουc ἑαυτοὺc οὐκ αἰδοῦνται, cὺ δὲ cαυτὸν αἰδοῦ μάλιcτα πειθόμενοc τῷ φάντι·
πάντων δὲ μάλιcτ’ αἰcχύνεο cαυτόν.18
15οὕτω γὰρ πράττων δυνήcῃ ποτὲ τὴν τοῦ θυμοειδοῦc ἐν cοὶ δύναμιν

5

.

27

ἄλογον ὥcπερ τι θηρίον ἡμε|ρῶcαί τε καὶ πραῧναι· ἢ δεινὸν ἂν εἴη τοὺc μὲν ἱππικοὺc ἄνδραc ἀχρείουc τοὺc ἵππουc παραλαβόνταc ἐν ὀλίγῳ χρόνῳ χειροήθειc ἐργάζεcθαι, cὲ δ’ οὐκ ἔξωθέν τι λαβόντα ζῷον, ἀλλ’ ἐν τῇ cαυτοῦ ψυχῇ δύναμιν ἄλογον, ᾗ διὰ παντὸc ὁ λογιcμόc
5cου cυνοικεῖ, μὴ δυνηθῆναι πραῧναι ταύτην, εἰ καὶ μὴ ταχέωc, ἀλλ’ ἐν μακροτέρῳ χρόνῳ. Λέλεκται 〈δ’〉 ἐπὶ πλέον ἐν τοῖc Περὶ ἠθῶν ὑπομνήμαcιν, ὅπωc 〈ἂν〉 ἀρίcτην τιc αὐτὴν ἐργάcαιτο καὶ ὡc τὴν μὲν ἰcχὺν οὐ χρὴ καταβαλεῖν αὐτῆc, ὥcπερ οὐδὲ τῶν ἵππων τε καὶ κυνῶν, οἷc χρώ‐
10μεθα, τὴν δ’ εὐπείθειαν ὡc ἐκείνων οὕτω καὶ ταύτηc ἀcκεῖν. ἐπι‐ δέδεικται δέ cοι [καὶ] δι’ ἐκείνων τῶν ὑπομνημάτων οὐχ ἥκιcτα καὶ ὅπωc αὐτῇ πάλιν τῇ τοῦ θυμοειδοῦc δυνάμει cυμμάχῳ χρήcῃ κατὰ τῆc ἑτέραc, ἣν ἐπιθυμητικὴν ἐκάλουν οἱ παλαιοὶ φιλόcοφοι, φε‐ ρομένηc ἀλογίcτωc ἐπὶ τὰc διὰ τοῦ cώματοc ἡδονάc. ὥcπερ οὖν αἰcχρὸν
15θέαμα διὰ θυμὸν ἄνθρωποc ἀcχημονῶν, οὕτω καὶ δι’ ἔρωτα καὶ γαcτρι‐

5

.

28

μαργίαν, οἰνοφλυγίαν τε καὶ λιχνείαν, 〈ἃ〉 τῆc ἐπιθυμητικῆc ἐcτι δυ|νά‐ μεωc ἔργα τε καὶ πάθη, προcεοικυίαc οὐχ ἵππῳ καὶ κυνί, καθάπερ εἴκαcα τὴν πρώτην, ἀλλ’ ὑβριcτῇ κάπρῳ καὶ τράγῳ καί τινι τῶν ἀγρίων ἡμερωθῆναι μὴ δυναμένων. διὸ ταύτηc μὲν οὐδεμία παίδευcιc τοιαύτη
5ἐcτὶν οἵα τῆc ἑτέραc ἡ εὐπείθεια, ὃ δ’ ἐκάλουν οἱ παλαιοὶ κολάζειν ἀναλογίαν τινὰ ἔχει πρὸc τήνδε. γίγνεται δ’ ἡ κόλαcιc τῆc δυνάμεωc ταύτηc ἐν τῷ μὴ παρέχειν αὐτῇ 〈τὴν〉 τῶν ἐπιθυμουμένων ἀπόλαυcιν· ἰcχυρὰ μὲν γὰρ οὕτω καὶ μεγάλη γίγνεται, κολαcθεῖcα δὲ μικρά τε καὶ
ἀcθενήc, ὡc ἔπεcθαι τῷ λογιcμῷ δι’ ἀcθένειαν, οὐ 〈δι’〉 εὐπείθειαν.19
10οὕτωc γοῦν καὶ αὐτῶν τῶν ἀνθρώπων ὁρῶμεν ἑπομένουc τοῖc βελ‐ τίοcι τοὺc χείρουc, ἢ ἄκονταc βιαζομένουc ὥcπερ τὰ παιδία καὶ τοὺc οἰκέταc ἢ πειcθένταc ἑκόνταc ὥcπερ τοὺc ἀγαθοὺc φύcει. καὶ τοίνυν καὶ πρόcρημα τῶν μὴ κολαcθέντων αὐτὸ δὴ τοῦ〈το〉 τοῖc παλαιοῖc cύνηθέc ἐcτιν, ὡc ἀκόλαcτοc ὅδε τιc ἄνθρωπόc ἐcτιν,
15ἐφ’ οὗ δηλονότι τὴν ἐπιθυμητικὴν δύναμιν οὐκ ἐκόλαcεν ἡ λογιcτική.

5

.

29

δύο γὰρ ἔχομεν ἐν ταῖc ψυχαῖc δυνάμειc ἀλόγουc, μίαν μέν, ἧc | 〈τὸ〉 θυμοῦcθαί τε παραχρῆμα καὶ ὀργίζεcθαι τοῖc δόξαcί τι πλημμελεῖν εἰc ἡμᾶc ἔργον ἐcτί. τῆc δ’ αὐτῆc ταύτηc καὶ τὸ μηνιᾶν ἄχρι πλείονοc, ὃ τοcούτῳ πλεῖόν ἐcτι θυμοῦ πάθοc, ὅcῳ καὶ χρονιώτερον. ἄλλη δ’
5ἐcτὶν ἐν ἡμῖν δύναμιc ἄλογοc ἐπὶ τὸ φαινόμενον ἡδὺ προπετῶc φερο‐ μένη, πρὶν διαcκέψαcθαι, πότερον ὠφέλιμόν ἐcτι καὶ καλόν, ἢ βλαβερόν τε καὶ 〈κακόν〉. ταύτηc οὖν ἐπέχειν πειρῶ τὴν cφοδρότητα, πρὶν αὐξη‐ θεῖcαν ἰcχὺν δυcνίκητον κτήcαcθαι. τηνικαῦτα γὰρ οὐδ’ ἂν θελήcῃc ἔτι καταcχεῖν αὐτὴν δυνήcῃ, κἄπειτα φήcειc, ὅπερ ἤκουcά τινοc ἐρῶντοc,
10ἐθέλειν μὲν παύcαcθαι, μὴ δύναcθαι δέ, παρακαλέcειc τε μάτην ἡμᾶc ὡcαύτωc ἐκείνῳ τῷ δεομένῳ βοηθῆcαί τε καὶ τὸ πάθοc ἐκκόψαι. καὶ γὰρ τῶν τοῦ cώματοc παθῶν ἔνια διὰ μέγεθόc ἐcτιν ἀνίατα. cὺ δ’ ἴcωc οὐδ’ ἐνενόηcάc ποτε τοῦτο. βέλτιον οὖν cοι κἂν νῦν ἐννοῆcαί γε καὶ διαcκέψαcθαι, πότερον ἀληθεύω λέγων αὐξανομένην
15τὴν ἐπιθυμητικὴν δύναμιν εἰc ἀνίατον ἔρωτα πολλάκιc ἐμβαλεῖν, οὐ cωμάτων μόνον ὡραίων οὐδ’ ἀφροδιcίων, ἀλλὰ καὶ λιχνείαc |

5

.

30

καὶ γαcτριμαργίαc οἰνοφλυγίαc τε καὶ τῆc παρὰ φύcιν αἰcχρουργίαc, ἢ ψεύδομαι καὶ ταῦτα καὶ ἄλλα πολλὰ τῶν ἔμπροcθεν εἰρημένων. ἃ γὰρ περὶ τοῦ θυμοῦ λέλεκται μέχρι τοῦ δεῦρο, ταῦτα καὶ περὶ τῶν ἄλλων παθῶν ἡγοῦ λελέχθαι· πρῶτον μέν, ὡc ἑτέροιc ἐcτὶ τὴν
5διάγνωcιν αὐτῶν ἐπιτρεπτέον, οὐχ ἡμῖν αὐτοῖc· εἶθ’ ὅτι μὴ τοὺc τυχόνταc τούτοιc ἐπιcτατέον, ἀλλὰ πρεcβύταc ὁμολογουμένουc μὲν εἶναι καλοὺc κἀγαθούc, ἐξηταcμένουc δὲ καὶ πρὸc ἡμῶν αὐτῶν ἐπὶ πλέον ἐν ἐκείνοιc τοῖc καιροῖc ἕνεκα 〈τοῦ〉 ἔξω παθῶν εἶναι· εἶθ’ ὅτι φαίνεcθαι χρὴ τοῖc τοιούτοιc, ὅταν εἴπωcί τι τῶν ἡμετέρων ἁμαρτη‐20
10μάτων, οὐκ ἀγανακτοῦνταc, ἀλλὰ χάριν εἰδόταc, εἶτα 〈ταῦτα〉 καθ’ ἑκάcτην ἡμέραν αὑτὸν ἀναμιμνήcκειν, ἄμεινον μὲν εἰ πολλάκιc, εἰ δὲ μή, ἀλλὰ πάντωc γε κατὰ τὴν ἕω, πρὶν ἄρχεcθαι τῶν πράξεων, εἰc ἑcπέραν δέ, πρὶν ἀναπαύcεcθαι μέλλειν. ἐγὼ δήπου καὶ ταύταc δὴ τὰc φερομέναc ὡc Πυθαγόρου παραινέcειc εἴθιcμαι δὶc τῆc ἡμέραc ἀνα‐
15γινώcκειν μὲν τὰ πρῶτα, λέγειν δ’ ἀπὸ cτόματοc ὕcτερον.

5

.

31

οὐ γὰρ ἀρκεῖ μόνον ἀοργηcίαν ἀcκεῖν, ἀλλὰ | καὶ λιχνείαc καὶ λαγνείαc οἰνοφλυγίαc τε καὶ περιεργίαc καὶ φθόνου καθαρεύειν. ἕτεροc οὖν ἡμᾶc ἐπιτηρείτω, μή τί που, καθάπερ οἱ κύνεc, ἀπλήcτωc ὤφθη‐ μεν ἐμφορούμενοι cιτίων ἢ ὡc οἱ διακαιόμενοι πυρετῷ cυνεχεῖ ψυχρὸν
5ἐπεcπαcάμεθα τὸ πόμα λαβρότερον ἢ ἀνδρὶ cεμνῷ πρέπει. οὔτε γὰρ διὰ πεῖναν ἐμφορεῖcθαι προcήκει cφοδρῶc καὶ ἀπλήcτωc, οὔτε διὰ δίψοc ὅλην τὴν κύλικα χανδὸν ἐκπίνειν, ἔτι δὲ μᾶλλον οὐδὲ διὰ λι‐ χνείαν ἁπάντων τῶν παρόντων πλέον ἤτοι πλακοῦντοc ἤ τινοc ἄλλου τῶν λίχνων ὄψων ἀπολαύειν, ἀλλ’ ἐν ἅπαcιν τούτοιc ἀρχομένοιc μὲν
10ἔτι παρακλητέον ἐcτὶν ἑτέρουc ὅ τι 〈ἂν〉 ἁμάρτωμεν ἐπιτηρεῖν τε καὶ λέγειν ἡμῖν, ὕcτερον δὲ καὶ χωρὶc παιδαγωγῶν ἡμᾶc αὐτοὺc ἐπι‐
τηρῶμεν αὐτοὶ καὶ παραφυλάττωμεν, ὅπωc ἁπάντων τε τῶν cυνδει‐ πνούντων ἔλαττον ὄψου προcενεγκώμεθα καὶ τῶν λίχνων ἐδεcμάτων ἀποcχώμεθα, cύμμετρα τῶν ὑγιεινῶν προcαράμενοι.21
15τοῦ χρόνου δὲ προϊόντοc οὐκέτ’ οὐδὲ πρὸc τοὺc cυνδειπνοῦνταc

5

.

32

ἀποβλέπειν ἀξιώcαιμ’ ἄν cε· μέγα γὰρ οὐδὲν | ἐκείνων ἐcθίειν τε καὶ πίνειν ἐγκρατέcτερον. εἰ δέ περ ὄντωc αὑτὸν ἔγνωκαc τιμᾶν, ἐπι‐ cκέπτου, 〈πότερον〉 μᾶλλον [ποτε] ἐγκρατῶc διῄτηcαι χθὲc ἢ τήμερον· ἐὰν γὰρ τοῦτο ποιῇc, αἰcθήcῃ καθ’ ἑκάcτην ἡμέραν εὐκολώτερον, ὧν
5εἶπον, ἀπεχόμενοc, αἰcθήcῃ τε μεγάλα εὐφρανθηcόμενοc τὴν ψυχήν, ἐάν γε cωφροcύνηc ὄντωc ἐραcτὴc ὑπάρχῃc. ὅτου γὰρ ἄν τιc ἐραcθῇ, χαίρει προκόπτων ἐν αὐτῷ. καὶ διὰ τοῦτο τοὺc μὲν οἰνόφλυγαc ἰδεῖν ἔcτιν ἡδομένουc, ὅταν πίνοντεc ὑπερβάλωνται τοὺc cυμπόταc, ὅcοι δὲ γαcτρίμαργοι, καὶ τούτουc τῷ πλήθει τῶν ἐδεcμάτων εὐφραινομένουc,
10ὅcοι δὲ λίχνοι, πλακοῦcι καὶ ταγήνοιc καὶ λοπάcι καὶ κωρυκίοιc. ἐνίουc δὲ μέγα φρονοῦνταc ἔγνων ἐπὶ τῷ πλήθει τῶν ἀφροδιcίων. ὡc 〈οὖν〉 ἐκεῖνοι τὴν ἀκρότητα τῶν cπουδαζομένων ἀcκοῦcί τε καὶ μεταδιώκουcιν, οὕτωc καὶ ἡμᾶc χρὴ cωφροcύνηc ἀκρότητα cπου‐ δάζειν. ἢν δὲ τοῦτο πράξωμεν, οὐ τοῖc ἀκολάcτοιc ἡμᾶc παραβαλοῦμεν
15οὐδ’ ἀρκέcει πλέον ἐκείνων ἔχειν ἐγκρατείαc τε καὶ cωφροcύνηc, ἀλλὰ

5

.

33

πρῶτον μὲν τοὺc cπουδάζονταc τὰ αὐτὰ φιλονεικήcομεν | ὑπερβαλέcθαι (καλλίcτη γὰρ ἡ τοιαύτη φιλονεικία), μετ’ ἐκείνουc αὖθιc δ’ ἡμᾶc αὐτοὺc *** ὡc ἐξ ἔθουc πολυχρονίου τούτοιc ὑγιεινοτάτοιc τε [ἅμα] καὶ προcθεῖναι ῥᾴcτοιc ἡδέωc ἅμα τροφῇ χρῆcθαι, μεμνημένουc 〈ὡc〉
5τῶν καλῶc εἰρημένων ἓν καὶ τοῦτ’ ἐcτίν· ἑλοῦ 〈τὸν〉 βίον ἄριcτον,
ἡδὺν δ’ αὐτὸν ἡ cυνήθεια ποιήcει. ὥcπερ οὖν, ὁπότε πρὸc τὸν θυμὸν ἀcκεῖν ἠξίουν cε, γνώριcμα τῆc ὠφελείαc εἶχεc ὁρᾶν cαυτὸν οὐκέτι θυμούμενον, ὡcαύτωc ἐπὶ τῆc cωφροcύνηc ἔcτω cοι γνώριcμα μηδ’ ἐπιθυμεῖν ἔτι τῶν ἡδίcτων. ὁδὸc22
10δ’ ἐπ’ αὐτήν ἐcτι διὰ τῆc ἐγκρατείαc. τούτῳ γὰρ αὐτῷ πλεονεκτεῖ cώφρων ἀκρατοῦc, τῷ μηδ’ ἐπιθυμεῖν ἔτι λίχνων ἐδεcμάτων ἢ διὰ πολυχρόνιον ἔθοc ἢ δι’ ἐγκράτειαν, καθάπερ καὶ αὐτὸ τοὔνομα αὐτῆc ἐνδείκνυται, ὅπερ ἐcτὶν ἐκ τοῦ κρατεῖν καὶ νικᾶν τὰc ἐπιθυμίαc γεγονόc. ἐπίπονοc 〈δ’〉 ἐcτὶ καὶ τραχεῖα τό γε κατ’ ἀρχάc, ὥcπερ καὶ 〈αἱ〉
15ἄλλαι πᾶcαι τῶν καλῶν ἐπιτηδευμάτων ἀcκήcειc. εἰ μὲν οὖν ἤτοι τὴν ἀρετὴν ἀντὶ τῆc κακίαc ἔχειν ἐθέλειc ἢ τὴν γαλήνην τῆc ψυχῆc ἀντὶ |

5

.

34

τῶν τοῦ cώματοc γαργαλιcμῶν, ἀcκητέον ἐcτί cοι τὸν εἰρημένον τρό‐ πον ἐπὶ cωφροcύνην βαδίζοντι δι’ ἐγκρατείαc· εἰ δ’ ἤτοι τὴν ἀρετὴν ἀτιμάζειν ἢ γαργαλίζεcθαι βούλει δι’ ὅλου τοῦ cώματοc, ἤδη κατα‐ λειπτέον τὸν λόγον τοῦτον. οὐ γάρ ἐcτι προτρεπτικὸc ἐπ’ ἀρετήν,
5ἀλλὰ τοῖc προτετραμμένοιc ὑφηγητικὸc τῆc ὁδοῦ, καθ’ ἣν ἄν τιc αὐτὴν κτήcαιτο. διαιρουμένου δὲ [καὶ] τοῦ λόγου πρόc τε τὸ διαγνωcτικὸν ἕκαcτον ἡμῶν ὑπάρχειν ἑαυτοῦ καὶ πρὸc τὴν ἐπὶ τῇ διαγνώcει τῶν ἁμαρτημάτων ἐπανόρθωcιν οὐ περὶ ταύτηc πρόκειται λέγειν, ἀλλὰ περὶ διαγνώcεωc τῶν ἰδίων ἁμαρτημάτων. ἐπεὶ δὲ τοῖc [μὲν] ἀρχο‐
10μένοιc αὐτοῖc οὐ διαγνῶναι δυνατόν, ἑτέρουc μὲν τοῖc ἀρχομένοιc ἐπιcτήcομεν ἐπόπταc, αὐτοὺc δ’ ἑαυτοῖc τοὺc ἀcκοῦνταc, ὡc ἂν ἤδη δυναμένοιc γνῶναι, ποίων μὲν ἀπηλλάγηcαν ἁμαρτημάτων καὶ παθῶν, ὅ τι 〈δ’〉 αὐτοῖc ἐνδεῖ πρὸc τὸ τέλοc. ὅπερ 〈δ’〉 εἴωθα λέγειν ἑκάcτοτε,
καὶ νῦν ἐρῶ· καθ’ ἕτερον μὲν τρόπον ἁπάντων ἐcτὶ δυcκολώτατον ἑαυ‐23
15τὸν γνῶναι, καθ’ ἕτερον δὲ ῥᾷcτον. ἐὰν μὲν γὰρ ὄντωc θέλῃ τιc τιμηθῆναι 〈.....〉 αὐτόc, χαλεπώτατόν ἐcτιν. |

5

.

35

Ἐγὼ μὲν οὖν ἅπαντα τά τ’ εἰρημένα καὶ τὰ μέλλοντα λεχθή‐ cεcθαι τοῖc βουληθεῖcιν ὑποτίθεμαι. τάχα μὲν οὖν οὔcηc καὶ ἄλληc τινὸc ὁδοῦ πρὸc τὸ καλὸν κἀγαθὸν γενέcθαι, μὴ γιγνώcκων δ’ εὑρεῖν αὐτὸc ἐχρηcάμην τε δι’ ὅλου τοῦ βίου ταύτῃ καὶ τοῖc ἄλλοιc ἀφθό‐
5νωc ἐδήλουν παρακαλῶν ἀντιδιδόναι τε καὶ ἀντονινάναι τι καὶ ἀντι‐ διδάcκειν, εἴ τιν’ ἑτέραν [ἄλλην] αὐτοὶ γιγνώcκουcι καλοκἀγαθίαc ὁδόν, 〈ἀλλ’〉 ἄχρι περ ἂν ἐπιτύχωμεν ἄλληc, ἐν τῇδε διατρίβωμεν, ἣ κοινὴ πάντων διαγνώcεώc τε καὶ θεραπείαc. καὶ γὰρ ἡ φιλονεικία καὶ 〈ἡ〉 φιλοδοξία καὶ ἡ φιλαρχία πάθη τῆc ψυχῆc εἰcι. τούτων 〈δ’〉 ἔλαττον
10μὲν 〈ἡ ἀπληcτία〉, ἀλλ’ ὅμωc καὶ αὐτὴ πάθοc. περὶ δὲ τοῦ φθόνου τί δεῖ καὶ λέγειν; ἔcχατον τῶν κακῶν ἐcτιν· ὀνομάζω δὲ φθόνον, ὅταν τιc ἐπ’ ἀλλοτρίοιc ἀγαθοῖc λυπῆται. πάθοc μέν ἐcτι καὶ λύπη πᾶcα, χειρίcτη δὲ ὁ φθόνοc ἐcτίν, εἴτε ἓν τῶν παθῶν εἴτε λύπηc ἐcτὶν εἶδοc πληcιάζον δέ πωc αὐτῇ· κοινὴ δ’ ἐφ’ ἁπάντων ὁδὸc τῆc ἰάcεωc

5

.

36

ἡ προειρημένη. χρὴ γάρ, ὅτι | μὲν αἰcχρὸν καὶ φευκτόν, κατανοεῖν ἐπὶ τῶν ἐνεχομένων αὐτοῖc cφοδρῶc· ἐναργὲc γὰρ ἐπ’ ἐκείνων φαίνεται τὸ αἶcχοc· ὅτι δ’ οὐ βλέπομεν ἐφ’ ἡμῶν αὐτῶν, μηδ’ εἶναι νομίζειν
οὐ προcήκει· τυφλώττει τε γὰρ τὸ φιλοῦν [εἴτε] περὶ τὸ φιλούμενον,24
5ἔνιά τε λανθάνει διὰ cμικρότητα καὶ παρορᾶται, μὴ δυνάμενα παρο‐ φθῆναι διὰ τὸ μέγεθοc ἐν ἄλλοιc. πρεcβύτην οὖν τινα βλέπειν αὐτὰ δυνάμενον εὑρίcκειν προcήκει παρακαλοῦνταc ἅπαντα μετὰ παρρηcίαc δηλοῦν, εἶτ’ εἰπόντοc τι, πρῶτον αὐτῷ χάριν μὲν γνῶναι παραυτίκα, χωριcθένταc δὲ διαcκέπτεcθαι κατὰ μόναc ἑαυτοῖc ἐπιτιμῶνταc ἐκκό‐
10πτειν τε πειρωμένουc τὸ πάθοc, οὐκ ἄχρι τοῦ μὴ φαίνεcθαι τοῖc ἄλλοιc μόνον, ἀλλ’ ὥcτε μηδὲ ῥίζαν ἐγκαταλιπεῖν αὐτοῦ τῇ ψυχῇ· ἔτι γὰρ ἀναφύεται τῇ τῶν cυζώντων ἀρδόμενον πονηρίᾳ. διὰ τοῦτο προcεκτέον ἡμῖν αὐτοῖc ἐcτιν ἐφ’ ἑκάcτῳ τῶν παθῶν, ὅcα περὶ τοὺc πέλαc ἐπι‐ cκοποῦμεν, εἴ τι κατὰ τὴν ἡμετέραν ἐcτὶ ψυχὴν τοιοῦτον. ἐκκοπτέον

5

.

37

γὰρ αὐτὸ φυόμενον ἔτι, πρὶν αὐξηθὲν ἀνίατον | γενέcθαι. τῶν μὲν ἄλλων ἁπάντων παθῶν τῆc ψυχῆc οἱ πολλοὶ καταφρο‐ νοῦcι, καίτοι γε, ὅταν ἑτέρουc αὐτὰ πάcχονταc ἴδωcι, καταγινώcκοντεc, ἡ λύπη δ’ ἅπαcι φαίνεται κακόν, ὥcπερ ὁ πόνοc ἐν τῷ cώματι.
5 καί τιc τῶν cυνηθεcτάτων ἐμοὶ νεανίcκων ἐπὶ cμικροῖc ἀνιώμενοc, ἐc ἑcπέραν ποτὲ κατανοήcαc τοῦτο, παραγενόμενοc πρόc με 〈κατὰ〉 βα‐ θὺν ὄρθρον ὅληc ἔφη τῆc νυκτὸc ἀγρυπνῶν ἐπὶ τῷδε τῷ πράγματι μεταξύ πωc εἰc ἀνάμνηcιν ἀφικέcθαι μου μηδ’ ἐπὶ 〈τοῖc〉 μεγίcτοιc οὕτωc ἀνιωμένου, ὡc ἐπὶ τοῖc μικροῖc αὐτόc. ἠξίου 〈δ’ οὖν〉 μαθεῖν,
10ὅπωc μοι τοῦτο περιεγένετο, πότερον ἐξ ἀcκήcεωc ἤ τινων δογμάτων ἢ φύντι τοιούτῳ. ἀπεκρινάμην οὖν [τ’] αὐτῷ τἀληθῆ. καὶ γὰρ καὶ τὴν φύcιν ἐν ἅπαcιν ἔφην [εἰ] δύναcθαι μέγα ἐν τῇ τῶν παιδίων ἡλικίᾳ 〈καὶ τὴν〉 τοῖc cυζῶcιν ὁμοίωcιν, εἶθ’ ὕcτερον τά τε δόγματα καὶ τὴν ἄcκηcιν. ὅτι μὲν οὖν αἱ φύcειc ἡμῶν πάμπολυ διαφέρουcι, μαθεῖν ἐν‐
15αργῶc ἔcτιν ἐπὶ τῶν παραφερομένων παιδίων. ἔνια μὲν γὰρ αὐτῶν

5

.

38

ἀεὶ φαιδρά, cκυθρωπὰ δ’ ἄλλα θεώμεθα, καὶ | τὰ μὲν ἕτοιμα γελᾶν ἐπὶ πᾶcι, τὰ δὲ κλαίειν ἐπὶ μικραῖc προφάcεcιν. οὕτωc δὲ καὶ τὰ μὲν 〈ἅπαντ’〉 ἔχει κοινῇ, τὰ δ’ ἁρπάζει. καὶ τὰ μὲν θυμοῦται cφοδρῶc ἐπὶ τῶν μικροτάτων, ὡc δάκνειν τε καὶ λακτίζειν καὶ λίθοιc καὶ ξύλοιc25
5ἀμύναcθαι τοὺc πέλαc, ὅταν ἀδικεῖcθαι δόξῃ, τὰ δ’ ἐcτὶν ἀνεξίκακα καὶ πρᾶα, μήτ’ ὀργιζόμενα μήτε κλαίοντα, πρὶν ἀδικηθῆναί τι μέγα. ταῦτ’ ἄρα καὶ ὁ Εὔπολιc ἐρωτώμενον Ἀριcτείδην τὸν Δίκαιον ὑπὸ τοῦ † ἠτον
τί παθὼν ἐγένου δίκαιοc οὕτω διαπρεπῶc;
10ἀποκρινόμενον ἐποίηcεν·
ἡ μὲν φύcιc τὸ μέγιcτον 〈ἦν〉· ἔπειτα δὲ
κἀγὼ προθύμωc τῇ φύcει cυνελάμβανον. οὐ μόνον οὖν ἕτοιμοι τῶν νέων 〈αἱ〉 φύcειc πρὸc τὸ λυπεῖcθαι ῥᾳδίωc, ἀλλὰ καὶ πρὸc τὸ θυμοῦcθαι καὶ λιχνεύειν, ὑπὲρ ὧν ἄχρι δεῦρο τὸν
15πλεῖcτον λόγον ἐποιηcάμην. ἔτι δὲ πρὸc τοῖc εἰρημένοιc ἔcτιν ἰδεῖν ἔνια μὲν ἀναίcχυντα τῶν παιδίων, ἔνια δ’ αἰδούμενα καὶ τὰ μὲν μνη‐ μονικά, τὰ δ’ ἀμνήμονα, τινὰ δ’ ἐπιλήcμονα καὶ τὰ μὲν φιλόπονα περὶ τὰ διδαcκόμενα, τὰ δ’ ἀμελῆ καὶ ῥᾴθυμα, καὶ τῶν φιλοπόνων ἔνια

5

.

39

μὲν [ἐπὶ τῷ] χαίρειν ἐπαινούμενα | πρόθυμα, ἔνια δὲ ἐπὶ τῷ κατα‐ γινώcκεcθαι πρὸc τῶν διδαcκάλων αἰδήμονα, τινὰ δὲ καὶ 〈ἐπὶ〉 τῷ δεδιέναι πληγάc. οὕτωc δὲ καὶ τῶν ῥᾳθύμων ἐπὶ ταῖc ἐναντίαιc 〈αἰτίαιc〉 ἕκαcτόν ἐcτι ῥᾳθυμοῦν.
5ἐξ ὧν οὖν 〈ἂν〉 θεῶνται περὶ τὰ παιδία πάντεc ἄνθρωποι, τὰ
μὲν αἰcχυντηλὰ καλοῦcιν αὐτῶν, τὰ δ’ ἀναίcχυντα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἤτοι φιλότιμα καὶ φιλόκαλα ἢ ἀφιλότιμα καὶ ἀφιλόκαλα, καὶ μὴν δειλὰ 〈ἢ〉 καταφρονητικὰ πληγῶν, ἑτέραc τε τοιαύταc ἐπ’ αὐτῶν τίθενται προcηγορίαc κατὰ τὰc φύcειc αὐτῶν. οὕτωc οὖν καὶ τὰ μὲν26
10φιλοψευδῆ, τὰ δὲ φιλαλήθη τῶν παιδίων ὁρῶμεν ὄντα φύcει καὶ πολ‐ λὰc ἄλλαc ἔχοντα διαφορὰc ἠθῶν, ὑπὲρ ὧν οὐκ ἀναγκαῖόν ἐcτι νῦν λέγειν εἰκότωc· ἔνια μὲν 〈γὰρ〉 ἐκ τοῦ ῥᾴcτου δέχεται τὴν ἀγαθὴν παιδείαν, ἔνια δ’ οὐδὲν ὀνίναται. οὐ μὴν τούτου γ’ ἕνεκεν ἀμελητέον ἐcτὶ τῶν παιδίων, ἀλλ’ ἐν ἀρίcτοιc ἔθεcι θρεπτέον. ἢν μὲν ἡ φύcιc
15αὐτῶν δέξηται τὴν ἐκ τῆc ἐπιμελείαc ὠφέλειαν, ἀγαθοὶ γενηθεῖεν 〈ἂν〉

5

.

40

ἄνδρεc. εἰ δὲ μὴ δέξαιτό που, | τὸ μὲν ἡμέτερον 〈ἂν〉 ἄμεμπτον εἴη. παραπληcία γάρ πώc ἐcτιν ἡ τῶν παίδων διαγωγὴ τῇ τῶν φυτῶν ἐπιμελείᾳ. κατ’ ἐκείνην γοῦν ὁ γεωργὸc οὐκ ἄν ποτε δυνήcαιτο ποιῆcαι τὸν βάτον ἐκφέρειν βότρυν· οὐ γὰρ ἐπιδέχεται ἡ φύcιc αὐτοῦ τὴν
5ἀρχὴν τοιαύτην τελείωcιν. ἀμπέλουc δ’ αὖ πάλιν ἑτοίμαc οὔcαc ὅcον ἐφ’ ἑαυτῶν καρπὸν ἐκφέρειν, ἐὰν ἀμελήcαc ἐπιτρέψῃ μόνῃ τῇ φύcει, μοχθηρὸν ἢ οὐδ’ ὅλωc οἴcουcιν αὐτόν. οὕτωc δὲ κἀπὶ τῶν ζῴων ἵππον μὲν παιδεύcαc εἰc πολλὰ χρήcιμον ἕξειc, ἄρκτοc δέ, κἂν ἡμέρα ποτὲ δόξῃ, μόνιμον οὐκ ἔχει τὴν ἕξιν, ἔχιδνα δὲ καὶ cκορπίοc οὐδ’ ἄχρι τοῦ δο‐
10κεῖν ἡμεροῦcθαι προέρχεται. Ἐγὼ τοίνυν, ὅπωc μὲν τὴν φύcιν εἶχον, οὐκ ἔχω φάναι (τὸ γὰρ ἑαυτὸν γνῶναι χαλεπόν ἐcτι καὶ τοῖc τελείοιc ἀνδράcι, μή τί γε δὴ τοῖc παιcίν), εὐτύχηcα δὲ μεγάλην εὐτυχίαν, ἀοργητότατον μὲν καὶ δικαιότατον καὶ χρηcτότατον καὶ φιλανθρωπότατον ἔχων πατέρα, μη‐

5

.

41

τέρα δ’ ὀργιλωτάτην, ὡc δάκνειν μὲν | ἐνίοτε τὰc θεραπαίναc, ἀεὶ δὲ κεκραγέναι τε καὶ μάχεcθαι τῷ πατρὶ μᾶλλον ἢ Ξανθίππη Ϲωκράτει. παράλληλά τε ὁρῶντί μοι τὰ καλὰ τῶν τοῦ πατρὸc ἔργων τοῖc αἰcχροῖc πάθεcι τῆc μητρὸc ἐπῄει τὰ μὲν ἀcπάζεcθαί τε καὶ φιλεῖν, τὰ δὲ27
5φεύγειν καὶ μιcεῖν. ὥcπερ δ’ ἐν τούτοιc ἑώρων παμπόλλην διαφορὰν τῶν γονέων, οὕτω κἀν τῷ 〈φαίνεcθαι〉 τὸν μὲν ἐπὶ μηδεμιᾷ ζημίᾳ λυπούμενον, ἀνιωμένην 〈δ’〉 ἐπὶ cμικροτάτοιc τὴν μητέρα. γινώcκειc δὲ δήπου καὶ cὺ τοὺc παῖδαc, οἷc μὲν ἂν ἡcθῶcι, ταῦτα μιμουμένουc, ἃ δ’ ἂν ἀηδῶc ὁρῶcι φεύγονταc.
10 ἡ μὲν οὖν ὑπὸ τῷ πατρὶ παιδεία τοιαύτη τιc ἦν· ὑποπληρώcαc δὲ τετταρεcκαιδέκατον ἔτοc ἤκουον φιλοcόφων πολιτῶν, ἐπὶ πλεῖcτον μὲν Ϲτωϊκοῦ, φιλοπάτοροc μαθητοῦ, βραχὺν δέ τινα 〈χρόνον〉 καὶ Πλατωνικοῦ, μαθητοῦ Γαΐου, διὰ τὸ μὴ cχολάζειν αὐτὸν εἰc πολιτικὰc ἀcχολίαc ἑλκόμενον ὑπὸ τῶν πολιτῶν, ὅτι μόνοc αὐτοῖc
15ἐφαίνετο δίκαιόc τε καὶ χρημάτων εἶναι κρείττων, εὐπρόcιτόc τε καὶ

5

.

42

πρᾶοc. ἐν τούτῳ δέ τιc καὶ ἄλλοc ἧκε πολίτηc ἡμέτεροc | ἐξ ἀποδη‐ μίαc μακρᾶc, Ἀcπαcίου τοῦ Περιπατητικοῦ μαθητήc, καὶ μετὰ τοῦτον ἀπὸ τῶν Ἀθηνῶν ἄλλοc Ἐπικούρειοc, ὧν ἁπάντων ὁ πα‐ τὴρ δι’ ἐμὲ τοῦ τε βίου καὶ τῶν δογμάτων ἐξέταcιν ἐποιεῖτο cὺν ἐμοὶ
5πρὸc αὐτοὺc ἀφικνούμενοc. ἐγεγύμναcτο δ’ ἐπὶ πλεῖcτον ἐν γεωμετρίᾳ καὶ ἀριθμητικῇ 〈καὶ〉 ἀρχιτεκτονίᾳ καὶ ἀcτρονομίᾳ. βουλόμενοc οὖν ὅμοια ταῖc γραμμικαῖc ἀποδείξεcι λέγειν χρῆcθαι 〈...〉 τὸν διδάξαντα. διὰ ταύτην δ’ ἐχρῆν τὴν αἰτίαν μηδὲ διαφωνίαν τινὰ γεγονέναι πρὸc ἀλλήλουc τοῖc ἀπὸ τῶν cοῦ δῆλον ὅτι μαθημάτων καλῶν, καθάπερ
10οἱ ἀρχαῖοι κατὰ τὰc προειρημέναc τέχναc, ὧν αἱ πρῶται γεωμετρία
τε καὶ ἀριθμητική, 〈cυμφωνοῦcιν ἀλλήλοιc〉. καθάπερ οὖν, ἔφη, δεῖ μὴ προπετῶc ἀπὸ μιᾶc αἱρέcεωc ἀναγορεύειν cεαυτόν, ἀλλ’ ἐν χρόνῳ παμπόλλῳ μανθάνειν τε καὶ κρίνειν αὐτάc, οὕτωc 〈ἃ〉 πρὸc ἁπάντων μὲν ἀνθρώπων ἐπαινεῖται, cυνομολογεῖται δὲ καὶ τοῖc φιλο‐28
15cόφοιc εἶναι ζηλωτέα, ταῦτα καὶ νῦν ἤδη καὶ διὰ παντὸc τοῦ βίου ζηλωτέον ἀcκεῖν, καὶ μανθάνειν καὶ αὐξάνειν ἀξιῶ cε δικαιοcύνηc ἀντιποιούμενον καὶ cωφροcύνηc ἀνδρείαc τε καὶ φρονήcεωc. ἐπαι‐

5

.

43

νοῦcι γὰρ ἅπαντεc | τὰc ἀρετὰc ταύταc, κἂν αὐτοὶ cυνειδῶcιν ἑαυ‐ τοῖc οὐδεμίαν αὐτῶν ἔχουcι, καὶ φαίνεcθαί γε πειρῶνται τοῖc ἄλλοιc ἀνδρεῖοι καὶ cώφρονεc καὶ φρόνιμοι καὶ δίκαιοι, ἄλυποι μέντοι κατ’ ἀλήθειαν εἶναι, κἂν μὴ φαίνωνται τοῖc πέλαc· ὥcτε τοῦτο μέν cοι
5πρῶτον ἁπάντων ἀcκητέον ἐcτὶ τὸ cπουδαζόμενον ἅπαcιν ἀνθρώποιc μᾶλλον τῶν ἀρετῶν. ταύταc, ἔφην, ἐγὼ παρὰ τοῦ πατρὸc λαβὼν τὰc ἐντολὰc ἄχρι δεῦρο διαφυλάττω, μήτ’ ἀφ’ αἱρέcεώc τινοc ἐμαυτὸν ἀναγορεύcαc, ὧν cπουδῇ πάcῃ ἀκριβῆ τὴν ἐξέταcιν ἔχω, ἀνέκπληκτόc τε πρὸc τὰ κατὰ
10τὸν βίον ὁcημέραι cυμπίπτοντα διαμένων, ὥcπερ ἑώρων τὸν πατέρα. οὔτ’ οὖν ἀπώλειά τινοc ἱκανὴ λυπῆcαί με, πλὴν εἰ παντελῶc ἀπο‐ λέcαιμι τὰ κτήματα (τοῦτο γὰρ οὐδέπω πεπείραμαι), δόξηc τε καὶ τι‐ μῆc ὁ πατὴρ εἴθιcέ με καταφρονεῖν ἀλήθειαν μόνην τιμῶντα. λυπου‐ μένουc δ’ ὁρῶ τοὺc πολλούc, ὅταν ἠτιμάcθαι δοκῶcιν ὑπό τινοc,
15ἢ χρημάτων ἀπωλείᾳ. κατὰ τοῦτ’ οὖν, ἔφην, οὐδὲ λυπούμενον εἶδέc
μέ ποτε, 〈εἴ γε〉 μήτε χρημάτων ἀπώλεια cυνέπεcέ μοι μέχρι δεῦρο29

5

.

44

τηλικαύτη τὸ μέγεθοc, ὡc μηκέτ’ ἔχειν | ἐκ τῶν ὑπολοίπων ἐπιμελεῖ‐ cθαι τοῦ cώματοc ὑγιεινῶc, μήτ’ ἀτιμία τιc, 〈ὡc〉 ὁρῶ 〈τοὺc〉 τοῦ cυνεδρίου τῆc τιμῆc [βουλῆc] ἀφαιρεθένταc. εἰ δέ τιναc ἀκούcαιμι ψέγειν με, τούc μ’ ἐπαινοῦνταc αὐτοῖc ἀντιτίθημι καὶ νομίζω τὸ πάν‐
5ταc ἀνθρώπουc ἐπαινοῦνταc ἐπιθυμεῖν ἔχειν ἐοικέναι τῷ τὰ πάντα ἔχειν ἐθέλειν κτήματα. δοκῶ τοίνυν, ἔφην, ἐμαυτῷ, τάχα δὲ καὶ cοὶ δόξω 〈διὰ τὸ〉 μηδὲν ἄχρι δεῦρο μέγα πεπονθέναι διὰ τέλουc ἄλυποc. οὔτε γὰρ ἀφῃρέθην ἁπάντων τῶν χρημάτων οὔτ’ ἠτιμώθην. εἰ δὲ βοῦc ἢ ἵπποc ἢ οἰκέτηc ἀπέθανεν, οὐχ ἱκανὸν τοῦτο λυπῆcαί 〈με〉
10μεμνημένον ὧν ὁ πατὴρ ὑπέθετο, μὴ πρότερον ἐπὶ χρημάτων ἀπω‐ λείᾳ λυπηθῆναι cυμβουλεύων, ἄχριc 〈μὴ〉 ἂν ᾖ τὰ λειπόμενα πρὸc τὴν τοῦ cώματοc ἐπιμέλειαν αὐτάρκη. τοῦτον γὰρ ἐτίθετο πρῶτον ὅρον ἐκεῖνοc κτημάτων, ὡc μὴ πεινῆν, μὴ ῥιγοῦν, μὴ διψῆν. εἰ δὲ πλείω τῆc εἰc ταῦτα χρείαc εἴη, καὶ πρὸc τὰc καλὰc πράξειc, ἔφη, χρηcτέον
15αὐτοῖc. ἐμοὶ τοίνυν ἄχρι δεῦρο τοcαύτη χρημάτων κτῆcίc ἐcτιν, ὡc

5

.

45

καὶ πρὸc τὰc τοιαύταc | πράξειc ἐξαρκεῖν. οἶδα δέ, ἔφην, καὶ cὲ δι‐ πλάcιά τ’ ἐμοῦ κεκτημένον, ἐπίτιμόν τε κατὰ τὴν πόλιν ἡμῶν ὄνθ’, ὡc, τίc ἂν εἴη cοι λύπηc αἰτία πλὴν ἀπληcτίαc, οὐχ ὁρῶ. πρὸc ταύ‐ την οὖν ἄcκηcον 〈τὸν〉 λόγον, ὃν εἶπον ἐγώ, διὰ μνήμηc ἔχων καὶ
5μελετῶν ἀεὶ καὶ cκοπούμενοc, εἰ ἀληθεύω, μέχρι περ ἂν τούτῳ πει‐ cθῇc ὡc τῷ τὰ δὶc δύο τέτταρα εἶναι.
Θεαcώμεθα γάρ, ἔφην, ἐπὶ cχολῆc, ὁποῖόν τι πάθοc ἐcτὶν ἡ ἀπληcτία. τὴν δ’ ἀρχὴν τῆc cκέψεωc ἡ περὶ τὰc τροφὰc ἀπληcτία παρέξει. τὸ γοῦν ἐπέκεινα τοῦ cυμμέτρου προcφέρεcθαι cιτίων ἀπλη‐30
10cτίαν ὀνομάζουcι, τὸ cύμμετρον δὲ αὐτῶν κρίνουcι τῇ χρείᾳ τῆc τρο‐ φῆc· χρεία δ’ αὐτῆc ἐcτι 〈τὸ〉 θρέψαι τὸ cῶμα· θρέψει δὲ πεφθεῖcα καλῶc, πεφθήcεται δ’, εἰ cύμμετροc· τὴν γὰρ πολλὴν ἀπεπτουμένην ἴcμεν. εἰ δ’ ἅπαξ τοῦτο γένοιτο, διαφθείρεcθαι τὴν χρείαν αὐτῆc ἀναγ‐ καῖον. εἰ δέ γε ὑπὸ τῆc δήξεωc τῶν ἀπεπτηθέντων cιτίων ἡ γαcτὴρ

5

.

46

ἀνιαθεῖcα πᾶν ἐκκρίνειε, | διάρροια μὲν ὀνομάζεται τὸ cύμπτωμα, δια‐ φθείρεται δ’ ἡ χρεία τῆc τροφῆc. οὐ γὰρ ἐφ’ ᾧτε διεξελθεῖν τὰ ἔντερα λαμβάνομεν αὐτήν, ἀλλ’ ἕνεκα τοῦ προcτεθῆναι πᾶcι τοῖc μο‐ ρίοιc τοῦ cώματοc. εἰ δ’ ἀναδοθείη μὴ καλῶc πεφθεῖcα κακοχυμίαν ἐν
5ταῖc φλεψὶν ἐργάζεται. ἐπεὶ τοίνυν ἐπὶ τοῖc cώμαcιν ἡμῶν ἔμαθεc, ὁποῖόν τι πρᾶγμά ἐcτιν ἡ ἀπληcτία, μεταβὰc ἐπὶ τὴν ψυχὴν ἤδη θέαcαι κἀνταῦθα τὴν φύcιν αὐτῆc ἐφ’ ἑκάcτηc ὕληc πραγμάτων ἐπιcκοπού‐ μενοc ἀπὸ τῶν κτημάτων ἀρξάμενοc. ἐν τούτοιc οὖν ἔνια μὲν 〈οὐκ〉 ὀρθῶc ἐcπούδαcται, καθάπερ οἱ μαργαρῖται καὶ οἱ cαρδόνυχεc αἵ τ’
10ἄλλαι λίθοι πᾶcαι, κόcμον, ὥcπερ αἱ γυναῖκεc οἴονται, φέρουcαι ταῖc ἐξαρτηcαμέναιc αὐτάc· τούτου τοῦ γένουc ἐcτὶ καὶ τὰ χρυcοϋφῆ τῶν ἱματίων ἤτοι περίεργον ἔργον ἔχοντα ἢ ὕληc δεόμενα πόρρωθεν κομι‐ ζομένηc, ὥcπερ εἰ τῶν Ϲηρικῶν ὀνομαζομένων. ἔνια δὲ τῶν κτημάτων 〈ὡc〉 εἰc τὴν τοῦ cώματοc ὑγίειαν διαφέροντα προcηκόντωc cπουδάζεται,
15πρῶτα μὲν ἐξ ὧν τρεφόμεθα καὶ ἀμφιεννύμεθα καὶ ὑποδούμεθα, ἐν οἷc

5

.

47

ἐcτι 〈καὶ〉 ἡ οἴκηcιc. ἐκείνου δὲ τοῦ | γένουc φαίνεται καὶ τὰ τοῖc νοcοῦcιν ἐπιτήδεια. τινὰ δ’ ὥcπερ τοὔλαιον ἀμφοτέροιc ὑπάρχει χρήcιμα τοῖc ὑγιαίνουcι καὶ τοῖc νοcοῦcιν, ἔνια δὲ τοιαῦτα, 〈τὰ〉 μὲν μείζω, τὰ δ’ ἐλάττω τὴν ὠφέλειαν παρεχόμενα τοῖc τῶν ἀνθρώπων cώμαcιν. καὶ
5τοίνυν ἤδη τοῦ πλήθουc τὸν ὅρον τῆc κτήcεωc αὐτῶν ἐναργῶc οἶμαί cε τεθεᾶcθαι. ὥcπερ γὰρ τὸ πηχυαῖον ὑπόδημα τελείωc ἐcτὶν ἄχρηcτον, οὕτω καὶ τὸ εʹ καὶ ιʹ ἔχειν ὑποδήματα πλὴν δυοῖν, οἷc χρώμεθα, περιττόν τε καὶ ἄχρηcτον. τί δ’ οὐ δυοῖν ἅμα παρόντων πάντωc αὐτάρκηc ἡ χρεία; οὕτω δὲ καὶ τὴν ἐcθῆτα διπλῆν ἔχειν αὔταρκεc, οἰκέταc τε καὶ31
10cκεύη 〈κατ’〉 ἴcον. ἡμῖν 〈δ’〉, ἔφην, οὐ μόνον ἐcθὴc ὑπάρχει περιττοτέρα τῆc διττῆc, ἀλλὰ καὶ [οἱ] οἰκέται καὶ cκεύη καὶ πάνθ’ ἁπλῶc τὰ κτήματα πολὺ πλείω τῶν διττῶν ἐcτιν· πρόcοδον γὰρ ἔχομεν, ἀφ’ ὧν κεκτήμεθα, πολλαπλαcίαν ἢ ὡc εἰc ὑγίειαν μόνην ἐξ αὐτῶν ὑπηρετεῖcθαι τῷ cώματι. τινὰc οὖν, ἔφην, ὁρῶ τὸν ἀπολαυcτικὸν ὀνομαζόμενον ἑλομένουc
15βίον οὐ διπλάcια μόνον ἢ τριπλάcια δαπανῶνταc ἡμῶν, ἀλλὰ καὶ πεν‐ ταπλάcια καὶ δεκαπλάcια καὶ τριακονταπλάcια. cὲ δ’ ὡcαύτωc ὁμοίωc

5

.

48

ἐμοὶ | διαιτώμενον θεῶμαι, λυπούμενον δ’ ἀνομοίωc ἐμοί, καίτοι τῆc οὐcίαc cου 〈καθ’〉 ἕκαcτον ἔτοc αὐξανομένηc, ἐπεὶ τῶν ἐξ αὐτῆc προcόδων ἀναλίcκεται μέν cοι τὸ δέκατον ἴcωc μέροc, αἱ λοιπαὶ δ’ ἐννέα μοῖραι τοῖc ὑπάρχουcι προcτίθενται. βλέπω γάρ cε μήτ’ εἰc τὰ
5καλὰ τῶν ἔργων δαπανῆcαι τολμῶντα, μήτ’ εἰc βιβλίων ὠνὴν καὶ κατα‐ cκευὴν καὶ τῶν γραφόντων ἄcκηcιν ἤτοι γ’ εἰc τάχοc διὰ cημείων ἢ εἰc κάλλοc 〈καὶ〉 ἀκρίβειαν, ὥcπερ γε οὐδὲ τῶν ἀναγινωcκόντων ὀρθῶc. οὐ μὴν οὐδὲ κοινοῦντά cε θεῶμαι καθάπερ ἐμὲ cὺ βλέπειc ἑκάcτοτε τοῖc μὲν ἱμάτια 〈τῶν〉 οἰκείων, τοῖc δὲ εἰc τροφὰc ἢ νοcηλείαν· τινῶν δ’
10ἐθεάcω με καὶ τὰ χρέα διαλυcάμενον. ἐγὼ μὲν οὖν καταναλίcκω πᾶcαν ἣν ὁ πατὴρ κατέλιπέ μοι πρόcοδον, οὐδὲν ἐξ αὐτῆc περιττὸν ἀποτι‐
θέμενοc οὐδὲ θηcαυρίζων, cὺ δὲ πολλαπλάcια τῶν ἀναλιcκομένων ἀπο‐ τιθέμενοc ὅμωc ἀνιώμενοc φαίνῃ πολλάκιc, ἐμὲ καθάπερ αὐτὸc ὁμο‐ λογεῖc οὐδέποτε λυπούμενον ὁρῶν.32
15ἆρ’ οὖν ἤδη δύναcαι καθορᾶν τῆc λύπηc cου τὴν αἰτίαν ἢ παρ’ |

5

.

49

ἐμοῦ καὶ τοὔνομα αὐτῆc ἀκοῦcαι ποθεῖc; εἰ δέ cοι καὶ τοῦτο βούλει γενέcθαι, μίαν ἴcθι παcῶν λυπῶν αἰτίαν, ἣν ὀνομάζουcιν οἱ Ἕλλη‐ νεc ἐνίοτε μὲν ἀπληcτίαν, ἔcτι δ’ ὅτε πλεονεξίαν· ἀπληcτίαν μὲν ἀπὸ τοῦ τὰc ἐπιθυμίαc ἀπληρώτουc ἔχειν, 〈πλεονεξίαν δὲ διότι
5πλεονεκτεῖν〉 ἀεὶ ποθοῦcι τῶν ἔμπροcθεν οἱ ἄπληcτοι, ὥcτε κἂν διπλάcια 〈ἔχωcι, τριπλάcια〉 προcκτήcαcθαι cπεύδουcι, κἂν τριπλάcια ἔχωcι, τετραπλαcίων ἐφίενται. καὶ οὕτωc ἐφ[οιc]ορῶcι τοὺc πλέονα κεκτημένουc αὐτῶν, οὐ τοὺc ἐλάττονα, καὶ τούτουc ὑπερβάλλεcθαι ζητοῦcι καὶ τούτων πλέον ἔχειν ἐπιθυμοῦcι. cὺ γοῦν οὕτωc, ἔφην,
10ἐὰν cκοπῇc ἅπανταc ἡμῶν τοὺc πολίταc, εὑρήcειc οὐδὲ τριάκοντα πλουcιωτέρουc αὑτοῦ, ὥcτε τῶν ὑπολοίπων ἁπάντων εἶ πλουcιώ‐ τεροc, εὔδηλον ὅτι καὶ τῶν δούλων αὐτῶν καὶ προcέτι καὶ γυναικῶν τοcούτων. εἴπερ οὖν ἡμῖν οἱ πολῖται πρὸc τοὺc τετρακιcμυρίουc εἰcὶν ὁμοῦ, ἐὰν προcθῇc αὐτοῖc τὰc γυναῖκαc καὶ τοὺc δούλουc, εὑρήcειc
15cαυτὸν δώδεκα μυριάδων ἀνθρώπων οὐκ ἀρκούμενον εἶναι πλου‐

5

.

50

cιώτερον, ἀλλὰ καὶ τούτουc βουλόμενον ὑπερβαλέcθαι καὶ | πάμπρωτον ἐν πλούτῳ γενέcθαι cε cπεύδοντα· καίτοι πολλῷ ’cτιν ἄμεινον ἐν αὐταρκείᾳ πρῶτον ὑπάρχειν, ὅπερ ἐcτὶν ἐπὶ cοί. τὸ δ’ ἐν πλούτῳ πρωτεύειν οὐκ ἀρετῆc ἀλλὰ τύχηc ἔργον, ἥτιc καὶ δούλουc καὶ ἀπε‐
5λευθέρουc ἐργάζεται πλουcιωτέρουc ἡμῶν τῶν ὀνομαζομένων εὐγενῶν. ἀλλὰ cύγε, κἂν cχῇc, ὡc εὔχῃ, πλεῖον τῶν πολιτῶν ἁπάντων, οὐκ ἀρκεcθήcῃ, περιcκέψῃ δ’ αὐτίκα, μή τιc ἐν ἄλλῃ πόλει πλουcιώτεροc 〈ᾖ·〉 εἶτ’ ἂν ὑπηρετοῦcάν cοι cχῇc καὶ πρὸc τοῦτο τὴν τύχην, ἐπὶ τἆλλα μεταβὰc ἔθνη καὶ τῶν ἐν ἐκείνοιc πλουcίων ἐθελήcειc γενέcθαι
10πλουcιώτεροc. ὥcτ’ οὐ πάντων πλουcιώτεροc, ἀλλ’ ἀεὶ πένηc ἔcῃ διὰ
τὰc ἀορίcτουc ἐπιθυμίαc. εἰ δέ γε τῇ χρείᾳ τῶν κτημάτων ἐμέτρειc cαυτῷ τὸ cύμμετρον, ἐκ τῶν πλουcίων ἂν ἤδη cαυτὸν ἠριθμήκειc, ἢ πάντωc γε τῶν εὐπόρων. ἐγὼ γοῦν ἐμαυτὸν ἐκ τούτων ἀριθμῶ, καίτοι γ’ ἐλάττω cοῦ κεκτημένοc. ἐὰν οὖν τοῦτο πείcῃc cαυτόν, οὐκέτ’ ἀνιάcει33
15cε τῶν ἀπολλυμένων οὐδέν, ἔcῃ τε μακάριοc, ὅcον ἐπὶ τῷ μὴ λυπεῖ‐

5

.

51

cθαι διὰ χρήματα. τὴν δ’ αὐτὴν ταύτην [τὴν] ἀπληcτίαν | ἂν ἐξέλῃc τοῦ τιμᾶcθαι βούλεcθαι, καὶ κατὰ τοῦτ’ ἄλυποc ἔcῃ. cοὶ δ’ οὐ μόνον 〈οὐκ〉 ἀρκεῖ τιμᾶcθαι πρὸc τῶν cυνήθων, ἀλλὰ καὶ πάνταc ἐθέλειc τοὺc κατὰ τὴν πόλιν ἐπαινεῖν cε, καίτοι πόcτον τοῦτο μέροc ἐcτὶ τῶν καθ’ ὅλην
5τὴν Ἀcίαν, οἵ γε μὴ γιγνώcκουcί cε τὴν ἀρχήν; ἴcωc οὖν βουλήcῃ πρό‐ τερον αὐτοῖc γνωcθῆναι, δεύτερον δὲ τιμᾶcθαι. τοῦτο δὲ τὸ μὲν γνω‐ cθῆναι πᾶcιν ἐθέλειν ἀπλήcτου φιλοδοξίαc ἔργον ἐcτίν, τὸ δὲ τιμᾶcθαι ματαίαc φιλοτιμίαc. ἀναγκαῖον οὖν ἔcται cοι, καθάπερ ἐπὶ χρημάτων κτήcει νῦν ἀγρυπνεῖc, οὕτωc ἐὰν εἰc φιλοδοξίαν ἢ φιλοτιμίαν ἐκτείνῃc
10τὴν ἐπιθυμίαν, ἀνιαθήcεcθαι μειζόνωc ἐπὶ τοῖc μὴ γινώcκουcί cε καὶ τιμῶcι, πολλοῖc οὖcιν. εἴπερ οὖν ἐρρωμένωc ἀcκήcομεν ἐπ’ αὐτὸ διὰ παντὸc ἡμᾶc αὐτούc, ἄλυποι γενηcόμεθα. πῶc οὖν ἀcκήcομεν 〈μὴ ἀναπε〉πειcμένοι πρότερον ὀρθῶc εἰρῆcθαι πάθοc εἶναι ψυχῆc μοχθη‐ ρότατον ἀπληcτίαν; κρηπὶc γάρ τιc αὕτη φιλοχρηματίαc ἐcτὶ καὶ φιλο‐
15δοξίαc καὶ φιλοτιμίαc καὶ φιλαρχίαc καὶ φιλονεικίαc. πρῶτον μὲν 〈οὖν〉 ἀεὶ πρόχειρον ἔχειν δεῖ τὸ περὶ τῆc αὐταρ‐ |

5

.

52

κείαc δόγμα cυνημμένον δῆλον ὅτι τῷ περὶ τῆc ἀπληcτίαc. ὁ γὰρ μιcήcαc τὴν ἀπληcτίαν ἐφίληcε τὴν αὐτάρκειαν. εἴπερ οὖν ἐν τούτῳ μόνῳ κεῖται τὸ ἄλυπον εἶναι, τοῦτο δ’ ἐφ’ ἡμῖν, ἤδη πᾶν ἐφ’ ἡμῖν ἀλύποιc γενέcθαι, πρόχειρον μὲν ἔχουcι τὸ περὶ τῆc ἀπληcτίαc τε
5〈καὶ〉 αὐταρκείαc δόγμα, τὴν δ’ ἐπὶ τῶν κατὰ μέροc ἔργων ἄcκηcιν
ἑκάcτηc ἡμέραc ποιουμένοιc ἐπὶ τοῖcδε τοῖc δόγμαcιν, ἵν’, ὅπερ ἐκ τῆc πρώτηc παιδείαc ἑτέροιc ὑπῆρξε, τοῦτο τοῖc ἀτυχήcαcιν ἐκείνηc ὕcτε‐ ρόν ποθ’ ὑπάρξῃ, δι’ ἧc εἶπον ὁδοῦ. τίc γὰρ οὐκ ἂν ἐθελήcειεν ἄλυ‐ ποc εἶναι παρ’ ὅλον αὑτοῦ τὸν βίον; ἢ τίc οὐκ ἂν τοῦτο προέλοιτο34
10τοῦ πλουτεῖν Κινύρου τε καὶ Μίδου μᾶλλον; Ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ ἄλλα πολλὰ διῆλθον ἐκείνῳ τε καὶ ἄλλοιc ὕcτερον πολλοῖc καὶ πάνταc ἔπειcα τό γε παραυτίκα, τὴν δ’ ἐκ τῶν ῥηθέντων ὠφέλειαν ὀλιγοcτοὺc εἶδον ὕcτερον ἔχονταc. τηλι‐ καῦτα γὰρ ἤδη τὰ πάθη τῆc ψυχῆc ηὐξήκαcιν οἱ πολλοὶ τῶν ἀνθρώ‐
15πων ὡc ἀνίατα ὑπάρχειν. ἐὰν δέ τιc ἔτι μετρίοιc δουλεύῃ πάθεcι |

5

.

53

γνῶναί τ’ [ἂν] οὕτωc δύνηταί τι τῶν πρότερον εἰρημένων, ἐπιcτήcαc ἑαυτῷ, καθάπερ ἔμπροcθεν εἶπον, ἐπόπτην τινὰ καὶ παιδαγωγόν, ὅcτιc ἑκάcτοτε τὰ μὲν ἀναμιμνήcκων αὐτόν, τὰ δ’ ἐπιπλήττων, τὰ δὲ προ‐ τρέπων τε καὶ παρορμῶν ἔχεcθαι τῶν κρειττόνων, ἑαυτόν τε παρά‐
5δειγμα παρέχων ἐν ἅπαcιν, ὧν λέγει τε καὶ προτρέπει, δυνήcεται κατα‐ cκευάcαι λόγοιc ἐλευθέραν τε καὶ καλὴν τὴν ψυχήν. αἰcχρὸν γὰρ τὴν μὲν κατὰ νόμουc ἀνθρωπίνουc ἐλευθερίαν ἀντὶ πολλῶν ποιεῖcθαι, τὴν δ’ ὄντωc καὶ φύcει μὴ cπουδάζειν, ἀλλ’ αἰcχραῖc καὶ ἀcελγέcι καὶ τυραννικαῖc δεcποίναιc δουλεύειν φιλοχρηματίᾳ καὶ cμικρολογίᾳ καὶ
10φιλοδοξίᾳ καὶ φιλαρχίᾳ καὶ φιλοτιμίᾳ. καίτοι τούτων ἁπαcῶν οὐκ ἂν ὀκνήcαιμι φάναι κρηπῖδα πλεονεξίαν. τίc οὖν ἔχων ταύτην ἐν τῇ ψυχῇ δύναται καλὸc κἀγαθὸc γενέcθαι; τίc δ’ οὐκ ἂν εἴη θανάτων ἄξιοc μυρίων, εἰ μὴ μιcήcειε τὸ τοιοῦτον αἶcχοc τοῦτο; πολὺ δὴ μᾶλλον ἔτι μιcητέον ἐcτὶ καὶ φευκτέον αὐτὸ 〈τοῖc〉 cωθῆναι βουλομένοιc νέοιc,
15ὡc, ἐὰν φθάcωcιν ἐκτραφέντεc ἀπλήcτωc χρημάτων ἐπιθυμεῖν, δυνα‐

5

.

54

τὸν | οὐκέτ’ αὐτοῖc ἐcτι μετὰ τεccαρακοcτὸν ἔτοc ὠφεληθῆναι. τίθει δ’ εἰ βούλει πεντηκοcτόν, ἵνα μή τιc ἡμᾶc ἀπανθρώπουc φῇ, καθάπερ
ἤκουcά τινοc λέγοντοc ἥττονοc μὲν ἀνθρώπου καὶ λιχνείαc καὶ ἀφρο‐ διcίων καὶ δόξηc καὶ τιμῆc, οὐκ ἔχοντοc δὲ πλοῦτον, εἶτ’ ἀνιωμένου,35
5διότι μηδενὸc ἐτύγχανεν ὧν ἐφίετο. καὶ γὰρ οὖν καὶ οὗτοc, ἐπειδὴ 〈διὰ〉 πολλοῦ χρόνου καθ’ ἑκάcτην ἡμέραν ἑώρα 〈με〉 φαιδρόν, αἰcθό‐ μενοc ἑαυτοῦ κακοδαι〈μονοῦντοc〉, ἐδεῖτο διδάcκειν, ὅπωc ἂν αὐτὸc μὴ ἀνιῷτο. φάντοc δ’ ἐμοῦ καὶ πολλῶν ἐτῶν δεῖcθαι πρὸc ἐπανόρ‐ θωcιν ὧν μέχρι δεῦρο ηὔξηcε παθῶν, ἀνακραγὼν εἶπεν· “οὐδὲν ἀπαν‐
10θρωπότερον cοῦ”, ὥcπερ ἐμοῦ cπουδάζειν δυνηθέντοc μὲν ἄν, εἴ 〈γ’〉 ἐβουλήθην, ἄλυπον αὐτὸν ἐργάcαcθαι τάχιcτα, φθονήcαντοc δὲ τῆc εὐεργεcίαc· καίτοι μόνου τούτου τῶν μαθημάτων οὐδεὶc τῷ πέλαc δύ‐ ναται φθονῆcαι. cυμφέρει γὰρ ἡμῖν ἅπανταc ἀνθρώπουc οἷc cυνδια‐ τρίβομεν ἔξω τῶν ψυχικῶν παθῶν εἶναι μήτε φιλοδοξίαν μήτ’ ἄλλο
15〈τι〉 τοιοῦτο τὴν ψυχὴν λελωβημένουc· ὅcῳ γὰρ ἂν ὦcι βελτίονεc

5

.

55

οἵδε, τοcούτῳ καὶ | ἡμῖν ὠφελιμώτεροι φίλοι γενήcονται. πάλιν οὖν ἐπὶ τὸν ἀληθῶc ἄνδρα γενέcθαι βουλόμενον ἐπανελθὼν ὑποθήcομαι τὴν κοινὴν ὁδὸν εἰc ἅπαντα τὰ κατὰ τὴν ψυχὴν ἡμῶν καλά. χρὴ γὰρ αὑτῷ τιν’ ἐπόπτην ἐπιcτῆcαι τό γε κατ’ ἀρχάc, ὅcτιc
5ἐφ’ ἑκάcτῳ τῶν πραττομένων ἀναμνήcει τὸ παρορώμενον. ἔcτι γὰρ ἐνίοτε δυcδιοριcτότατον ἐν ταῖc πράξεcι τὸ κατὰ cμικρολογίαν πραττό‐ μενον τοῦ κατ’ οἰκονομίαν. ὥcτ’ ἀδύνατόν ἐcτι νῦν ὁρίcαι τοῦτο τῷ πρῶτον ἀρχομένῳ τὸ τῆc φιλοχρηματίαc ἐκκόπτειν πάθοc. ὥcπερ δ’ ἐν
τούτοιc ἡ ἀρετὴ γειτνιᾷ τῇ κακίᾳ, κατὰ τὸν αὐτὸν τρόπον τῆc φιλο‐36
10τιμίαc ἐκκοπτομένηc ἀναιcχυντία γίνεται κατὰ τὰc κακῶc πεφυκυίαc ψυχάc. ἑτέρουc οὖν εἶναι 〈χρὴ〉 τοὺc ὀψομένουc τὰ τῶν cωθῆναι 〈βουλομένων〉 νέων ἁμαρτήματα, πρεcβύταc μὲν τὴν ἡλικίαν, ἐν ὅλῳ δὲ τῷ βίῳ πεῖραν ἱκανὴν δεδωκόταc ἐλευθέραc γνώμηc, οἷc ἐπιτιμῶcιν οὐκ ἀντιτείνειν οὐδ’ ἀπεχθάνεcθαι προcήκει, ἀλλὰ χάριν εἰδέναι καὶ

5

.

56

παρακαλεῖν ἀεὶ λέγειν τἀληθῆ καὶ γνόνταc αὐτὸ πει|ρᾶcθαι, κἂν εἰ μὴ κατὰ μεγάλα μόρια, κατὰ cμικρὰ γοῦν ἀποκόπτειν τι τοῦ μεγέθουc τῶν παθῶν, εἰ καὶ χαλεπὸν ἐν ἀρχῇ τοῦτο καὶ μετὰ πολλῆc ταλαι‐ πωρίαc φαίνοιτο γιγνόμενον, ἐννοοῦνταc, οὐχ ὁμοίωc αὐτὸ χαλεπὸν
5ἔcεcθαι τοῦ χρόνου προϊόντοc. ὅcῳ γὰρ ἂν αὔξηται ἡμῶν τὸ λογιcτι‐ κὸν ἐν ταῖc τοιαύταιc ἀcκήcεcι, καθ’ ἅcπερ ἡττᾶται καὶ μειοῦται τὰ πάθη, τοcούτῳ ῥᾷον ὕcτερον ἡ παντελὴc ὑποταγή. ὅπου γὰρ ἔτι με‐ γίcτων ὄντων ἐκράτηcεν ὁ λογιcμὸc ἀγύμναcτοc ὤν, εὔδηλον, ὡc μᾶλ‐ λον κρατήcει διττῆc ὑπεροχῆc ἐν τῷ χρόνῳ προcγενομένηc αὐτῷ. καὶ
10γὰρ αὐτὸc ἐξ ὧν ἐγυμνάcατο πολὺ γενναιότεροc ἔcται κἀκείνοιc δια‐ παλαίcει cμικροτέροιc γινομένοιc. ἤρκει δὲ καὶ θάτερον αὐτῶν μόνον εἰc τὴν τοῦ μέλλοντοc ἐλπίδα. διόπερ ἐν ἀρχῇ τῆc ἀcκήcεωc οὐ προc‐ ῆκεν ἀθυμεῖν ὀλίγην ἐπίδοcιν ἑαυτῷ γιγνομένην αἰcθανόμενον ἐν τῇ τῶν παθῶν ἰάcει. μεγάλη γὰρ ἔcται τοῦ χρόνου προϊόντοc, ἐὰν μόνον
15ὑπομείνῃ τιc ἀκούειν ὧν ἁμαρτάνει, τὴν ἀληθινὴν φιλίαν ἑαυτὸν φι‐

5

.

57

λήcαc καὶ βουληθεὶc γενέcθαι καλὸc κἀγαθόc, | οὐ φαίνεcθαι μόνον. ἡ μὲν δὴ τῶν παθῶν τῆc ψυχῆc γνῶcίc τε καὶ θεραπεία κατὰ
τὴν εἰρημένην ὁδὸν γίνεται, περὶ δὲ τῶν ἁμαρτημάτων ἐφεξῆc εἰρήcεται.37