TLG 0057 027 :: GALENUS :: Quod animi mores corporis temperamenta sequantur

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

Quod animi mores corporis temperamenta sequantur

Source: Marquardt, J., Müller, I., Helmreich, G. (eds.), Claudii Galeni Pergameni scripta minora, vol. 2. Leipzig: Teubner, 1891 (repr. Amsterdam: Hakkert, 1967): 32–79.

Citation: Kühn volume — page — (line)

4

.

767

(t1)

ΓΑΛΗΝΟΥ ΟΤΙ ΤΑΙΣ ΤΟΥ ΣΩΜΑΤΟΣ ΚΡΑΣΕΣΙΝ ΑΙ ΤΗΣ
t2ΨΥΧΗΣ ΔΥΝΑΜΕΙΣ ΕΠΟΝΤΑΙ.
1 Ταῖς τοῦ σώματος κράσεσιν ἕπεσθαι τὰς δυνάμεις τῆς ψυχῆς οὐχ ἅπαξ ἢ δὶς ἀλλὰ πάνυ πολ‐ λάκις οὐδ’ ἐπ’ ἐμαυτοῦ μόνου βασανίσας τε καὶ πολυ‐ ειδῶς ἐρευνήσας ἀλλ’ ἀπ’ ἀρχῆς μὲν ἅμα τοῖς διδα‐
5σκάλοις, ὕστερον δὲ σὺν τοῖς ἀρίστοις φιλοσόφοις ἀληθῆ τε διὰ παντὸς εὗρον τὸν λόγον ὠφέλιμόν τε τοῖς κοσμῆσαι τὰς ἑαυτῶν ἐθέλουσι ψυχάς, ἐπειδήπερ

4

.

768

[γάρ], ὡς διῆλθον ἐν τῇ περὶ τῶν ἐθῶν ‖ πραγματείᾳ, [καὶ] διὰ τῶν ἐδεσμάτων τε καὶ πομάτων ἔτι τε τῶν ὁσημέραι πραττομένων εὐκρασίαν ἐργαζόμεθα κἀκ ταύτης εἰς ἀρετὴν τῇ ψυχῇ συντελέσομεν, ὡς οἱ περὶ Πυθα‐
5γόραν τε καὶ Πλάτωνα καί τινες ἄλλοι τῶν παλαιῶν ἱστοροῦνται πράξαντες. Ἀρχὴ δὲ παντὸς τοῦ μέλλοντος εἰρήσε‐ σθαι λόγου γνῶσις τῆς διαφορᾶς τῶν ἐν τοῖς μικροῖς παιδίοις φαινομένων ἔργων τε καὶ παθῶν τῆς ψυχῆς,
10ἐξ ὧν αἱ δυνάμεις αὐτῆς κατάδηλοι γίγνονται. τινὰ
μὲν γὰρ αὐτῶν φαίνονται δειλότατα καὶ καταπληκτι‐ κώτατα ... καὶ τινὰ μὲν ἄπληστα καὶ λίχνα, τινὰ δ’ ἐναντίως διακείμενα, καὶ τινὰ μὲν ἀναίσχυντα, τινὰ δ’ αἰσχυντηρά ... καὶ πολλὰς ἑτέρας ἔχοντα τοιαύτας32
15διαφοράς, ἃς ἁπάσας ἐν ἑτέροις διῆλθον. ἐνταῦθα δ’ ἀρκεῖ παραδείγματος ἕνεκα τῶν τριῶν αὐτῆς εἰδῶν τε καὶ μερῶν ἐνδεδεῖχθαι τὰς δυνάμεις ἐναντίας ὑπαρ‐ χούσας φύσει τοῖς βρέφεσιν. ἐκ τούτου γὰρ ἐνέσται συλλογίζεσθαι μὴ τὴν αὐτὴν ἅπασιν εἶναι φύσιν τῆς ‖

4

.

769

ψυχῆς [εὔδηλον δ’ ὅτι τὸ τῆς φύσεως ὄνομα κατὰ τοὺς τοιούτους λόγους ταὐτὸν σημαίνει τῷ τῆς οὐσίας]· εἴπερ γὰρ ἦν ἀπαράλλακτος αὐτῶν ἡ οὐσία τῆς ψυχῆς, ἐν‐ ήργουν τ’ ἂν τὰς αὐτὰς ἐνεργείας ἔπασχόν τ’ ἂν ἀπὸ
5τῶν αὐτῶν αἰτιῶν ταὐτὰ πάθη. δῆλον οὖν, ὅτι δια‐ φέρουσιν ἀλλήλων οἱ παῖδες εἰς τοσοῦτον ταῖς τῶν ψυχῶν οὐσίαις, εἰς ὅσον καὶ ταῖς ἐνεργείαις τε καὶ τοῖς παθήμασιν αὐτῶν· εἰ δὲ τοῦτο, καὶ ταῖς δυνάμεσι. συγκεχυμένοι δ’ εἰσὶν εὐθὺς ἐν τούτῳ πολλοὶ τῶν
10φιλοσόφων ἀδιάρθρωτον ἔννοιαν ἔχοντες τῆς δυνά‐ μεως· ὡς γὰρ ἐνοικοῦντός τινος πράγματος ταῖς οὐσίαις, ὡς ἡμεῖς ταῖς οἰκίαις, οὕτω μοι δοκοῦσι περὶ τῶν δυνάμεων φαντάζεσθαι μὴ γιγνώσκοντες, ὅτι τῶν γιγνο‐ μένων ἑκάστου ποιητική 〈τίσ〉 ἐστιν αἰτία νοουμένη
15κατὰ τὸ πρός τι καὶ ταύτης τῆς αἰτίας ὡς μὲν πράγ‐ ματος τοιοῦδέ τινος ἰδίᾳ καὶ καθ’ ἑαυτὸ κατηγορία
τίς ἐστιν, ἐν δὲ τῇ πρὸς 〈τὸ γιγνόμενον ἀφ’ ἑαυτῆς σχέσει δύναμίς ἐσ〉τι 〈τοῦ〉 γιγνομένου καὶ διὰ τοῦτο τοσαύτας δυνάμεις ἔχειν τὴν οὐσίαν φαμέν, ὅσας ἐν‐33
20εργείας, οἷον τὴν ἀλόην καθαρτικήν τε δύναμιν ἔχειν ‖

4

.

770

καὶ τονωτικὴν στομάχου καὶ τραυμάτων ἐναίμων κολ‐ λητικὴν 〈καὶ〉 ἰσοπέδων ἑλκῶν ἐπουλωτικὴν 〈καὶ〉 ὑγρό‐ τητος βλεφάρων ξηραντικήν, οὐ δήπου τῶν εἰρημένων ἔργων ἕκαστον ἄλλου τινὸς ποιοῦντος παρ’ αὐτὴν τὴν
5ἀλόην. αὕτη γάρ ἐστιν ἡ ταῦτα δρῶσα καὶ διὰ τὸ δύνασθαι ποιεῖν αὐτὰ τοσαύτας ἐλέχθη δυνάμεις ἔχειν, ὅσα τὰ ἔργα. λέγομεν οὖν τὴν ἀλόην καθαίρειν δύνα‐ σθαι καὶ ῥωννύναι τὸν στόμαχον καὶ κολλᾶν τραύ‐ ματα καὶ ἕλκη συνουλοῦν καὶ ὀφθαλμοὺς ὑγροὺς
10ξηραίνειν, ὡς οὐδὲν διαφέρον ἢ καθαίρειν δύνασθαι φάναι τὴν ἀλόην ἢ δύναμιν ἔχειν καθαρτικήν [οὕτω δὲ καὶ τὸ ξηραίνειν ὑγροὺς ὀφθαλμοὺς δύνασθαι ταὐτὸν σημαίνει τῷ δύναμιν ἔχειν ὀφθαλμῶν ξηραντικήν]. κατὰ δὲ τὸν αὐτὸν τρόπον, ὅταν εἴπωμεν ‘ἡ ἐν ἐγκεφάλῳ
15καθιδρυμένη λογιστικὴ ψυχὴ δύναται μὲν αἰσθάνε‐ σθαι διὰ τῶν αἰσθητηρίων, δύναται δὲ καὶ μεμνῆσθαι [διὰ] τῶν αἰσθητῶν αὐτὴ καθ’ ἑαυτὴν ἀκολουθίαν τε καὶ μάχην ἐν τοῖς πράγμασιν ὁρᾶν ἀνάλυσίν τε καὶ σύνθεσιν,‘ οὐκ ἄλλο τι δηλοῦμεν ἢ εἰ περιλαβόντες

4

.

771

εἴποιμεν ‘ἡ λογιστικὴ ψυχὴ δυνάμεις ‖ ἔχει πλείους, αἴσθησιν καὶ μνήμην καὶ σύνεσιν ἑκάστην 〈τε〉 τῶν ἄλλων.‘ ἐπεὶ δ’ οὐ μόνον αἰσθάνεσθαι δύνασθαί
φαμεν αὐτὴν ἀλλὰ καὶ κατ’ εἶδος ὁρᾶν ἀκούειν ὀσμᾶ‐34
5σθαι γεύεσθαι ἅπτεσθαι, πάλιν αὖ δυνάμεις αὐτὴν ἔχειν λέγομεν ὀπτικὴν ἀκουστικὴν ὀσφρητικὴν γευστι‐ κὴν ἁπτικήν. οὕτω δὲ καὶ τὴν ἐπιθυμητικὴν αὐτῇ δύναμιν ὁ Πλάτων ὑπάρχειν ἔλεγεν, ἣν [τε] δὴ κοι‐ νῶς ἐπιθυμητικήν, οὐκ ἰδίως ὀνομάζειν ἔθος αὐτῷ.
10πλείους μὲν γὰρ εἶναι 〈καὶ〉 ταύτης τῆς ψυχῆς ἐπι‐ θυμίας φησί, πλείους δὲ καὶ τῆς θυμοειδοῦς, πολὺ δὲ πλείους καὶ ποικιλωτέρας τῆς τρίτης, ἣν δι’ αὐτὸ τοῦτο κατ’ ἐξοχὴν ὠνόμασεν ἐπιθυμητικὴν εἰωθότων οὕτως τῶν ἀνθρώπων ἐνίοτε τὰ πρωτεύοντα τῶν ἐν
15τῷ γένει τῷ τοῦ γένους ὅλου προσαγορεύειν ὀνόματι, καθάπερ ὅταν εἴπωσιν ὑπὸ μὲν τοῦ ποιητοῦ λελέχθαι τόδε τὸ ἔπος, ὑπὸ δὲ τῆς ποιητρίας τόδε· πάντες γὰρ ἀκούομεν Ὅμηρον 〈μὲν〉 λέγεσθαι ποιητήν, Σαπφὼ δὲ ποιήτριαν [οὕτω δὲ καὶ θῆρα λέγουσιν ἐξαιρέτως τὸν

4

.

772

λέοντα καὶ ἄλλα τοιαῦτα κατ’ ἐξοχὴν ὀνομάζουσιν]. ‖ ἐπι‐ θυμητικὸν οὖν ἐστι κατὰ τὸ κοινὸν τῆς ἐπιθυμίας σημαινόμενον ἀληθείας μὲν καὶ ἐπιστήμης καὶ μαθη‐ μάτων καὶ συνέσεως καὶ μνήμης καὶ συλλήβδην εἰπεῖν
5ἁπάντων τῶν καλῶν ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς, ὃ καλεῖν εἰθίσμεθα λογιστικόν· ἐλευθερίας δὲ καὶ νίκης 〈καὶ〉 τοῦ κρατεῖν καὶ ἄρχειν καὶ 〈τοῦ〉 δοξάζεσθαι
καὶ [τοῦ] τιμᾶσθαι τὸ θυμοειδές· ἀφροδισίων δὲ καὶ τῆς ἐξ ἑκάστου τῶν ἐσθιομένων τε καὶ πινομένων35
10ἀπολαύσεως τὸ κατ’ ἐξοχὴν ὀνομαζόμενον ὑπὸ Πλά‐ τωνος ἐπιθυμητικόν, οὔτε τῆς ἐπιθυμητικῆς ψυχῆς ὄρεξιν τῶν καλῶν ἔχειν δυναμένης οὔτε τῆς λογιστικῆς ἀφροδισίων ἢ βρωμάτων ἢ πομάτων ὥσπερ οὐδὲ νίκης ἢ ἀρχῆς ἢ δόξης ἢ τιμῆς, κατὰ δὲ τὸν αὐτὸν λόγον
15οὐδὲ τῆς θυμοειδοῦς ὧν ὀρέξεις εἶχεν ἥ τε λογιστικὴ καὶ ἡ ἐπιθυμητική. Ὅτι μὲν οὖν τρία τῆς ψυχῆς ἐστιν εἴδη καὶ ὅτι ὁ Πλάτων βούλεται ταῦτα, δι’ ἑτέρων ἐπι‐ δέδεικται, καθάπερ γε καὶ ὅτι τὸ μὲν ἐν ἥπατι, τὸ
20δ’ ἐν καρδίᾳ, τὸ δ’ ἐν ἐγκεφάλῳ καθίδρυται· ὅτι δ’

4

.

773

ἐκ τούτων τῶν εἰδῶν τε ‖ καὶ μερῶν τῆς ὅλης ψυχῆς τὸ λογιστικὸν ἀθάνατόν ἐστι, Πλάτων μὲν φαίνεται πεπεισμένος, ἐγὼ δ’ οὔθ’ ὡς ἔστιν οὔθ’ ὡς οὐκ ἔστιν ἔχω διατείνεσθαι πρὸς αὐτόν. πρῶτον οὖν ἐπισκεψώ‐
5μεθα περὶ τῶν ἐν καρδίᾳ καὶ ἥπατι τῆς ψυχῆς εἰδῶν, ἃ κἀκείνῳ κἀμοὶ συνωμολόγηται φθείρεσθαι κατὰ τὸν θάνατον. ἔχοντος δ’ ἰδίαν οὐσίαν ἑκατέρου τῶν σπλάγ‐ χνων, ἥτις μέν ἐστιν ἀκριβῶς αὕτη, μηδέπω ζητῶμεν, ἀναμνησθῶμεν δὲ περὶ τῆς κοινῆς οὐσίας ἁπάντων
10σωμάτων, ὡς ἐκ δυοῖν ἀρχῶν ἡμῖν ἐδείχθη σύνθετος ὑπάρχειν, 〈ὕλης τε καὶ εἴδουσ〉, ὕλης 〈μὲν〉 ἀποίου
κατ’ ἐπίνοιαν, ἐχούσης δ’ ἐν ἑαυτῇ ποιοτήτων τετ‐ τάρων κρᾶσιν, θερμότητος ψυχρότητος, ξηρότητος ὑγρό‐ τητος. ἐκ τούτων καὶ χαλκὸς καὶ σίδηρος καὶ χρυσὸς36
15ἥ τε σὰρξ νεῦρόν τε καὶ χόνδρος καὶ πιμελὴ καὶ πάνθ’ ἁπλῶς τὰ πρωτόγονα μὲν ὑπὸ Πλάτωνος, ὁμοιομερῆ δ’ ὑπ’ Ἀριστοτέλους ὀνομαζόμενα γέγονεν. ὥσθ’ ὅταν αὐτὸς οὗτος Ἀριστοτέλης εἶδος εἶναι τοῦ σώματος εἴπῃ τὴν ψυχήν, ἐρωτητέον αὐτὸν ἢ τούς γ’ ἀπ’ αὐτοῦ, πότερον

4

.

774

τὴν μορφὴν εἶδος εἰρῆσθαι πρὸς ‖ αὐτοῦ νοήσωμεν, ὥσπερ ἐν τοῖς ὀργανικοῖς σώμασιν, ἢ τὴν ἑτέραν ἀρχὴν τῶν φυσικῶν σωμάτων σῶμα δημιουργοῦσαν, ὅπερ ὁμοιομερές τ’ ἐστὶ καὶ ἁπλοῦν, ὡς πρὸς αἴσθησιν οὐκ
5ἔχον ὀργανικὴν σύνθεσιν. ἀποκρινοῦνται γὰρ ἐξ ἀνάγ‐ κης τὴν ἑτέραν ἀρχὴν τῶν φυσικῶν σωμάτων, εἴ γε δὴ τούτων εἰσὶ πρώτως ἐνέργειαι (δέδεικται γὰρ τοῦθ’ ἡμῖν ἑτέρωθι καὶ νῦν, ἂν δεήσῃ, πάλιν εἰρήσεται). καὶ μὴν εἴπερ ἐξ ὕλης τε καὶ εἴδους ἅπαντα συνέστηκε
10τὰ τοιαῦτα σώματα, δοκεῖ δ’ αὐτῷ τῷ Ἀριστοτέλει τῶν τεττάρων ποιοτήτων ἐγγιγνομένων τῇ ὕλῃ τὸ φυσικὸν γίγνεσθαι σῶμα, τὴν ἐκ τούτων κρᾶσιν ἀναγ‐ καῖον αὐτοῦ τίθεσθαι τὸ εἶδος, ὥστε πως καὶ ἡ τῆς ψυχῆς οὐσία κρᾶσίς τις ἔσται τῶν τεττάρων εἴτε ποιο‐
15τήτων ἐθέλεις λέγειν, θερμότητός τε καὶ ψυχρότητος ξηρότητός τε καὶ ὑγρότητος, εἴτε σωμάτων, θερμοῦ καὶ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ [τῇ δὲ τῆς ψυχῆς οὐσίᾳ τὰς δυνάμεις αὐτῆς δεικνύναι ἑπομένας, εἴ γε καὶ
τὰς ἐνεργείας]. εἰ μὲν οὖν τὸ λογιζόμενον εἶδος τῆς37

4

.

775

ψυχῆς ἐστι, θνητὸν ἔσται· 〈καὶ γὰρ〉 καὶ αὐτὸ ‖ κρᾶσίς τις ἐγκεφάλου [καὶ πάνθ’ οὕτως τὰ τῆς ψυχῆς εἴδη τε καὶ μέρη τὰς δυνάμεις ἑπομένας ἕξει τῇ κράσει· τουτέστιν αὐτὴ οὖν ἡ τῆς ψυχῆς οὐσία]· εἰ δ’ ἀθάνατον ἔσται, ὡς
5ὁ Πλάτων βούλεται, διὰ τί χωρίζεται ψυχθέντος σφο‐ δρῶς ἢ ὑπερθερμανθέντος ἢ ὑπερξηρανθέντος ἢ ὑπερ‐ υγρανθέντος τοῦ ἐγκεφάλου, καλῶς ἂν ἐπεποιήκει γράψας αὐτὸς ὥσπερ καὶ τἆλλα τὰ κατὰ ταὐτὸν ἔγραψε. γίγνεται γὰρ ὁ θάνατος κατὰ Πλάτωνα χωριζομένης
10τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. διὰ τί δ’ αὐτὴν αἵματος κένωσις χωρίζει πολλὴ καὶ κώνειον ποθὲν καὶ πυρετὸς διακαής, εἰ μὲν [ὁ Πλάτων] αὐτὸς ἔζη, παρ’ ἐκείνου πάντως ἂν ἠξίωσα μαθεῖν. ἐπεὶ δ’ οὔτ’ ἐκεῖνος ἔστιν ἔτι καὶ τῶν Πλατωνικῶν διδασκάλων οὐδεὶς οὐδεμίαν
15αἰτίαν ἐδίδαξέ με, δι’ ἣν ὑφ’ ὧν εἶπον ἡ ψυχὴ τοῦ σώματος ἀναγκάζεται χωρίζεσθαι, τολμῶ λέγειν αὐτός, ὡς οὐ πᾶν εἶδος σώματος ἐπιτήδειόν ἐστιν ὑποδέξα‐ σθαι τὴν λογιστικὴν ψυχήν. ἀκόλουθον γὰρ ὁρῶ

4

.

776

τοῦτο τῷ περὶ ψυχῆς δόγματι τοῦ Πλά‖τωνος, ἀπό‐ δειξιν δ’ οὐδεμίαν ἔχω λέγειν αὐτοῦ διὰ τὸ μὴ γιγνώ‐ σκειν με τὴν οὐσίαν τῆς ψυχῆς ὁποία τίς ἐστιν, ἐκ τοῦ γένους τῶν ἀσωμάτων ὑποθεμένων ἡμῶν ὑπάρχειν
5αὐτήν. ἐν μὲν γὰρ σώμασί γε τὰς κράσεις ὁρῶ πάμ‐ πολύ τε διαφερούσας ἀλλήλων καὶ παμπόλλας οὔσας·
ἀσωμάτου δ’ οὐσίας αὐτῆς καθ’ ἑαυτὴν εἶναι δυνα‐ μένης, οὐκ οὔσης δὲ ποιότητος ἢ εἴδους σώματος οὐδεμίαν ἐπινοῶ διαφορὰν καίτοι πολλάκις ἐπισκεψάμενός τε38
10καὶ ζητήσας ἐπιμελῶς, ἀλλ’ οὐδὲ πῶς οὐδὲν οὖσα τοῦ σώματος εἰς ὅλον αὐτὸ δύναιτ’ ἂν ἐκτείνεσθαι. τού‐ των μὲν οὐδὲν οὐδ’ ἄχρι φαντασίας ἐννοῆσαι δεδύ‐ νημαι καίτοι προθυμηθεὶς χρόνῳ παμπόλλῳ· γιγνώσκω δ’ ἐκεῖνο σαφῶς 〈καὶ〉 ἐναργῶς φαινόμενον, ὡς ἡ μὲν
15τοῦ αἵματος κένωσις καὶ ἡ τοῦ κωνείου πόσις κατα‐ ψύχουσι τὸ σῶμα, πυρετὸς δὲ σφοδρὸς ὑπερθερμαί‐ νει. καὶ πάλιν ἐρῶ ταὐτόν· διὰ τί ψυχόμενον 〈σφο‐ δρῶσ〉 ἢ ὑπερθερμαινόμενον τὸ σῶμα καταλείπει τελέως ἡ ψυχή; πολλὰ ζητήσας οὐχ εὗρον ὥσπερ γ’ οὐδὲ διὰ

4

.

777

τί χολῆς μὲν ξανθῆς ‖ ἐν ἐγκεφάλῳ πλεοναζούσης εἰς παραφροσύνην ἑλκόμεθα, διὰ τί δὲ τῆς μελαίνης εἰς μελαγχολίαν, διὰ τί δὲ τὸ φλέγμα καὶ ὅλως τὰ ψυκτικὰ παραίτια ληθάργων, ἐξ ὧν καὶ μνήμης καὶ συνέσεως
5βλάβαις ἁλισκόμεθα, καὶ μέντοι καὶ διὰ τί μωρίαν [αὐτὴν] ἐργάζεται κώνειον ποθέν, ᾧ καὶ τοὔνομα [ἔνθεν παρώνυμον] 〈ἀπὸ τοῦ πάθους, ὃ〉 πάσχον ὁρῶμεν ὑπ’ αὐτοῦ τὸ σῶμα. λύπης δ’ ἁπάσης καὶ δυσθυμίας κουφίζει σαφῶς οἶνος πινόμενος, ἑκάστης γὰρ ἡμέρας
10τούτου πειρώμεθα· καὶ Ζήνων, ὥς φασιν, ἔλεγεν, ὅτι
καθάπερ οἱ πικροὶ θέρμοι βρεχόμενοι τῷ ὕδατι γίγνονται γλυκεῖς, οὕτω καὶ αὐτὸς ὑπ’ οἴνου διατίθεσθαι. φασὶ δὲ καὶ τὴν οἰνοπίαν ῥίζαν ἔτι καὶ μᾶλλον ἐργάζεσθαι τοῦτο καὶ ταύτην εἶναι τὸ τῆς Αἰγυπτίας ξένης φάρ‐39
15μακον, ὅ φησιν ὁ ποιητής· ‘αὐτίκ’ ἄρ’ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον, νηπενθές 〈τ’〉 ἄχολόν τε κακῶν ἐπίληθες ἁπάντων.‘ ἡ μὲν οὖν οἰνοπία ῥίζα χαιρέτω· δεόμεθα γὰρ αὐτῆς

4

.

778

οὐδὲν ‖ εἰς τὸν λόγον ὁρῶντες ὁσημέραι τὸν οἶνον ἐργαζόμενον ὅσαπερ οἱ ποιηταὶ λέγουσιν· ‘οἶνός σε τείρει μελιηδής, ὅσ〈τε〉 καὶ ἄλλους βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ’ αἴσιμα πίνῃ·
5οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα ἄας’ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο ἐς Λαπίθας ἐλθόνθ’. ὃ δ’ ἐπεὶ φρένας ἄασεν οἴνῳ, μαινόμενος κάκ’ ἔρεξε δόμον κάτα Πειριθόοιο.‘ καὶ ἀλλαχόθι περὶ αὐτοῦ φησιν
10‘〈ἠλεόσ〉, ὅστ’ ἐφέηκε πολύφρονά περ μάλ’ ἀεῖσαι καί θ’ ἁπαλὸν γελάσαι καί τ’ ὀρχήσασθαι ἀνῆκεν καί τι ἔπος προέηκεν, ὅπερ τ’ ἄρρητον ἄμεινον.‘ οὕτω δὲ καὶ Θεόγνις ἔλεγεν ‘οἶνος πινόμενος πουλὺς κακόν· εἰ δέ τις αὐτὸν
15πίνει ἐπισταμένως, οὐ κακὸν ἀλλ’ ἀγαθόν.‘ ὄντως γάρ, εἰ συμμέτρως ποθείη, καὶ πέψει καὶ ἀνα‐ δόσει καὶ αἱματώσει καὶ θρέψει μεγάλα συντελεῖ μετὰ40

4

.

779

τοῦ καὶ τὴν ψυχὴν ἡμῶν ἡμερωτέραν ‖ 〈θ’〉 ἅμα καὶ θαρσαλεωτέραν ἐργάζεσθαι διὰ μέσης δηλονότι τῆς κατὰ τὸ σῶμα κράσεως, ἥντινα πάλιν [αὐτὴν] ἐργάζεται διὰ μέσων τῶν χυμῶν. οὐ μόνον δ’ ὡς ἔφην 〈ἡ〉
5κρᾶσις τοῦ σώματος ὑπαλλάττει [καὶ] τὰς ἐνεργείας τῆς ψυχῆς ἀλλὰ καὶ χωρίζειν αὐτὴν ἀπὸ τοῦ σώματος δύναται. τί γὰρ ἂν ἄλλο τις εἴποι θεώμενος τὰ ψύχοντά τε καὶ ὑπερθερμαίνοντα φάρμακα παραχρῆμα τὸν προσενεγκάμενον ἀναιροῦντα; τοῦ γένους δ’ εἰσὶ
10τούτου καὶ οἱ τῶν θηρίων ἰοί. τοὺς δηχθέντας γοῦν ὑπὸ τῆς ἀσπίδος ὁρῶμεν ἀποθνήσκοντας αὐτίκα παρα‐ πλήσιον τοῖς 〈ἀποθνήσκουσιν〉 ὑπὸ τῆς κωνείου πό‐ σεως, ὡς καὶ τοῦ ταύτης ἰοῦ ψύχοντος. ἀναγκαῖον οὖν ἔσται καὶ τοῖς ἰδίαν οὐσίαν ἔχειν ὑποθεμένοις τὴν
15ψυχὴν ὁμολογῆσαι δουλεύειν αὐτὴν ταῖς τοῦ σώματος κράσεσιν, εἴ γε καὶ χωρίζειν ἐξουσίαν ἔχουσι καὶ παραφρονεῖν ἀναγκάζουσι καὶ μνήμην καὶ σύνεσιν ἀφαιροῦνται καὶ λυπηροτέραν καὶ ἀτολμοτέραν καὶ
ἀθυμοτέραν ἐργάζονται, καθάπερ ἐν ταῖς μελαγχολίαις41
20φαίνεται, καὶ τούτων ἔχειν τἀναντία τὸν πίνοντα τὸν οἶνον συμμέτρως. ‖

4

.

780

Ἆρ’ οὖν ὑπὸ μὲν τῆς κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν κράσεως ὑπαλλάττεσθαι πεφύκασιν αἱ δυνάμεις τῆς ψυχῆς, ὑπὸ δὲ τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν οὐδὲν πάσχειν; καὶ μὴν καὶ τούτου πολλὰ
5τεκμήρια κατά τε τὰ φάρμακα καὶ τὴν ὁσημέραι δίαιταν ἔχομεν, ἃ τάχ’ ἂν ἐφεξῆς εἴποιμι ξύμπαντα πρότερον ἀναμνήσας ὃν ὁ Πλάτων ἔγραψε λόγον, ὑπὸ τῆς τοῦ σώματος ὑγρότητος εἰς λήθην ἔρχεσθαι τὴν ψυχὴν ὧν πρότερον ἠπίστατο πρὶν ἐνδεθῆναι τῷ σώματι. λέγει
10γὰρ ὧδέ πως αὐτοῖς ῥήμασιν ἐν Τιμαίῳ κατ’ ἐκεῖνο τὸ χωρίον τοῦ συγγράμματος, ἔνθα φησὶ τοὺς θεοὺς δημιουργῆσαι τὸν ἄνθρωπον ἐνδοῦντας τὴν ἀθάνατον ψυχὴν ‘εἰς ἐπίρρυτον σῶμα καὶ ἀπόρρυτον‘ εὔδηλον ὅτι τὴν ὑγρότητα τῆς τῶν βρεφῶν οὐσίας αἰνιττό‐
15μενος. ἐφεξῆς γοῦν τούτοις τάδε φησίν· ‘αἱ δ’ εἰς ποταμὸν ἐνδεθεῖσαι πολὺν οὔτ’ ἐκράτουν οὔτ’ ἐκρα‐ τοῦντο, βίᾳ δ’ ἐφέροντό τε καὶ ἔφερον‘ καὶ μετ’ ὀλίγα πάλιν ‘πολλοῦ γὰρ ὄντος τοῦ κατακλύζοντος καὶ ἀπορ‐

4

.

781

ρέοντος κύματος, ὃ τὴν τροφὴν παρεῖχεν, ‖ ἔτι μείζονα θόρυβον ἀπειργάζετο τὰ τῶν προσπιπτόντων παθήματα
ἑκάστοις.‘ καὶ μέντοι καὶ διελθὼν αὐτὰ πάλιν ἐφεξῆς φησι· ‘διὰ δὴ ταῦτα πάντα τὰ πάθη κατ’ ἀρχὰς ἄνους42
5ἡ ψυχὴ γίγνεται τὸ πρῶτον, ὅταν εἰς σῶμα ἐνδεθῇ θνητόν· ὅταν δὲ τὸ τῆς αὐξήσεως καὶ τροφῆς ἔλαττον ἐπίῃ ῥεῦμα, πάλιν 〈δ’ αἱ〉 περίοδοι λαμβανόμεναι γαλήνης τὴν ἑαυτῶν ὁδὸν ἴωσι καὶ καθιστῶνται μᾶλλον ἐπιόντος τοῦ χρόνου, τότε ἤδη πρὸς τὸ φύσει ἰόντων
10σχῆμα ἑκάστων τῶν κύκλων αἱ περιφοραὶ κατευθυνό‐ μεναι τό τε θάτερον καὶ τὸ ταὐτὸν προσαγορεύουσαι κατ’ ὀρθὸν ἔμφρονα τὸν ἔχοντα αὐτὰς γιγνόμενον ἀποτελοῦσιν.‘ ‘ὅταν‘ φησίν ‘τὸ τῆς αὐξήσεως καὶ τροφῆς ἔλαττον ἐπίῃ ῥεῦμα‘ τὴν ὑγρότητα δηλονότι λέγων
15τὴν ἔμπροσθεν [ὑπ’ αὐτοῦ] εἰρημένην τῆς κατὰ ψυχὴν ἀνοίας αἰτίαν γιγνομένην, ὡς τῆς μὲν ξηρότητος εἰς σύνεσιν, τῆς δ’ ὑγρότητος εἰς ἄνοιαν ἀγούσης τὴν ψυχήν. ἀλλ’ εἴπερ ὑγρότης μὲν ἄνοιαν ἐργάζεται, ξηρότης δὲ σύνεσιν, ἡ μὲν ἄκρα ξηρότης ἄκραν ἐργά‐
20ζεται σύνεσιν, ἡ δ’ ἐπίμικτος ὑγρότητι τοσοῦτον ἀφαι‐ ρήσει τῆς τελείας συνέσεως, ὅσον ἐκοινώνησεν ὑγρό‐

4

.

782

τητος. ‖ τίνος οὖν θνητοῦ ζῴου τοιοῦτον σῶμα, ὥστ’ ἄμοιρον 〈ὑπάρχειν〉 ὑγρότητος, ὥσπερ τὰ τῶν ἄστρων;
οὐδενὸς οὐδ’ ἐγγύς. ὥστ’ οὐδὲ συνέσεως ἄκρας [ἐγγύς ἐστί] τι σῶμα θνητοῦ ζῴου, πάντα δ’ ὥσπερ ὑγρότητος43
5οὕτω καὶ ἀνοίας μετέχει. ὁπότ’ οὖν τὸ λογιστικὸν τῆς ψυχῆς μονοειδῆ 〈τὴν〉 οὐσίαν ἔχον τῇ τοῦ σώματος κράσει συμμεταβάλλεται, τί χρὴ νομίσαι πάσχειν τὸ θνητὸν εἶδος αὐτῆς; ἢ δῆλον ὅτι πάντη δουλεύει τῷ σώματι; ἄμεινον δὲ φάναι μὴ δουλεύειν ἀλλ’ αὐτὸ
10δὴ τοῦτ’ εἶναι τὸ θνητὸν τῆς ψυχῆς, τὴν κρᾶσιν τοῦ σώματος [ἐδείχθη γὰρ ἔμπροσθεν ἡ θνητὴ ψυχὴ κρᾶσις οὖσα τοῦ σώματος]. ἡ μὲν οὖν τῆς καρδίας κρᾶσις τὸ θυμοειδὲς εἶδός ἐστι τῆς ψυχῆς, ἡ δὲ τοῦ ἥπατος τὸ καλούμενον ὑπὸ Πλάτωνος μὲν ἐπιθυμητικόν, θρεπτι‐
15κὸν δὲ καὶ φυτικὸν 〈ὑπ’ Ἀριστοτέλους. Ἀνδρόνικον δὲ τὸν Περιπατητικόν〉, ὅτι μὲν ὅλως ἐτόλμησεν ἀπο‐ φήνασθαι τὴν οὐσίαν τῆς ψυχῆς 〈κρᾶσιν ἢ δύναμιν εἶναι τοῦ σώματοσ〉 ὡς ἐλεύθερος ἀνὴρ ἄνευ τοῦ περιπλέκειν ἀσαφῶς, ἐπαινῶ τε πάνυ καὶ ἀποδέχομαι
20τὴν προαίρεσιν τἀνδρός (εὑρίσκω γὰρ αὐτὸν καὶ κατ’

4

.

783

ἄλλα πολλὰ τοιοῦτον)· ‖ ὅτι δ’ ἤτοι κρᾶσιν εἶναί φησιν ἢ δύναμιν ἑπομένην τῇ κράσει, μέμφομαι τῇ προσθέσει τῆς δυνάμεως. εἰ γὰρ ἡ ψυχὴ πολλὰς ἔχει δυνάμεις οὐσία τις οὖσα καὶ τοῦτ’ ὀρθῶς Ἀριστοτέλει λέλεκται
5καὶ τούτῳ διώρισται καλῶς ἡ ὁμωνυμία—λεγομένης
γὰρ οὐσίας καὶ τῆς ὕλης καὶ τοῦ εἴδους καὶ τοῦ συναμφοτέρου τὴν κατὰ τὸ εἶδος οὐσίαν ἀπεφήνατο ψυχὴν ὑπάρχειν—, οὐκ ἐγχωρεῖ 〈λέγειν〉 ἄλλο τι παρὰ τὴν κρᾶσιν, ὡς ὀλίγον ἔμπροσθεν ἐδείκνυτο.44
10ἐν ταὐτῷ δὲ γένει τῆς οὐσίας καὶ ἡ τῶν Στωϊκῶν περιέχεται δόξα. πνεῦμα μὲν γάρ τι τὴν ψυχὴν εἶναι βούλονται καθάπερ καὶ τὴν φύσιν, ἀλλ’ ὑγρότερον μὲν καὶ ψυχρότερον τὸ τῆς φύσεως, ξηρότερον δὲ καὶ θερμότερον τὸ τῆς ψυχῆς. ὥστε καὶ τοῦθ’ ὕλη μέν
15τις οἰκεία τῆς ψυχῆς ἐστι τὸ πνεῦμα, τὸ δὲ τῆς ὕλης εἶδος ἡ ποιὰ κρᾶσις ἐν συμμετρίᾳ γιγνομένη τῆς ἀερώ‐ δους τε καὶ πυρώδους οὐσίας· οὔτε γὰρ ἀέρα μόνον οἷόν τε φάναι τὴν ψυχὴν οὔτε πῦρ, ὅτι μήτε ψυχρὸν

4

.

784

ἄκρως ἐγχωρεῖ γίγνεσθαι ζῴου σῶμα ‖ μήτ’ ἄκρως θερμὸν ἀλλὰ μηδ’ ἐπικρατούμενον ὑπὸ θατέρου κατὰ μεγάλην ὑπεροχήν, ὅπου γε, κἂν βραχεῖ πλεῖον γένηται τοῦ συμμέτρου, πυρέττει μὲν τὸ ζῷον ἐν ταῖς τοῦ
5πυρὸς ἀμέτροις ὑπεροχαῖς, καταψύχεται δὲ καὶ πελιδ‐ νοῦται καὶ δυσαίσθητον ἢ παντελῶς ἀναίσθητον γίγνε‐ ται κατὰ τὰς τοῦ ἀέρος ἐπικρατήσεις· οὗτος γὰρ αὐτός, ὅσον μὲν ἐφ’ ἑαυτῷ, ψυχρός ἐστιν, ἐκ δὲ τῆς πρὸς τὸ πυρῶδες στοιχεῖον ἐπιμιξίας εὔκρατος γίγνεται. δῆλον
10οὖν ἤδη σοι γέγονεν, ὡς ἡ τῆς ψυχῆς οὐσία κατὰ ποιὰν κρᾶσιν ἀέρος τε καὶ πυρὸς γίγνεται κατὰ τοὺς Στωϊκούς· καὶ συνετὸς μὲν ὁ Χρύσιππος ἀπείργασται διὰ τὴν τούτων εὔκρατον μῖξιν, οἱ δ’ Ἱπποκράτους
υἱεῖς 〈ὑώδεισ〉, οὓς ἐπὶ μωρίᾳ σκώπτουσιν οἱ κωμικοί,45
15διὰ τὴν ἄμετρον θέρμην. ἴσως οὖν τις ἐρεῖ μήτε Χρύσιππον ἐπαινεῖσθαι δεῖν ἐπὶ συνέσει μήτ’ ἐκείνους ἐπὶ μωρίᾳ ψέγεσθαι μήτ’ αὖ πάλιν ἐπὶ τῷ τῆς ψυχῆς ἐπιθυμητικῷ τοὺς ἐγκρατεῖς μὲν ἐπαινεῖσθαι, τοὺς δ’ ἀκολάστους ψέγεσθαι, παραπλησίως δὲ καὶ εἰς τὰ τοῦ
20θυμοειδοῦς ἔργα καὶ πάθη μήτε τοὺς εὐτόλμους ἐπαι‐ νεῖσθαι [χρὴ] μήτε τοὺς ἀτόλμους ψέγεσθαι. Περὶ μὲν οὖν τούτων ὀλίγον ὕστερον

4

.

785

ἐπισκεψόμεθα· ‖ νυνὶ δ’ οἷς ἐξ ἀρχῆς προὐθέμην, προσ‐ θήσω τὰ λείποντα τοσοῦτον ἔτι πάλιν ἐπειπών, ὡς οὐχ οἷόν τ’ ἐστὶ πάντα δεικνύειν ἐν ἅπασι καὶ ὡς δυοῖν οὐσῶν αἱρέσεων ἐν φιλοσοφίᾳ [κατὰ τὴν πρώτην
5τομήν]—ἔνιοι μὲν γὰρ ἡνῶσθαι τὴν κατὰ τὸν κόσμον οὐσίαν ἅπασαν, ἔνιοι δὲ διῃρῆσθαί φασι κενοῦ περι‐ πλοκῇ—τὴν δευτέραν αἵρεσιν ἐφωράσαμεν οὐκ ἀληθῆ δι’ ἐκείνων τῶν ἐλέγχων, οὓς ἐν τῷ 〈περὶ〉 τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐγράψαμεν. πρὸς δὲ τὸν παρόντα
10λόγον ὑπόθεσιν λαβόντες 〈τὸ〉 ἀλλοιοῦσθαί τε τὴν οὐσίαν ἡμῶν καὶ τὴν κρᾶσιν αὐτῆς ἐργάζεσθαι τὸ φυ‐ σικὸν σῶμα ἐν ὁμοιομερεῖ, τὴν τῆς ψυχῆς οὐσίαν ἐδεί‐ ξαμεν κατὰ τὴν κρᾶσιν συνισταμένην, ἐάν γε μή τις αὐτὴν ὑπόθηται, καθάπερ ὁ Πλάτων, ἀσώματον ὑπάρ‐
15χειν καὶ ἄνευ τοῦ σώματος εἶναι δυναμένην. ὑποθε‐ μένοις δὲ τοῦτο τὸ ὑπὸ τῆς τοῦ σώματος κράσεως
ἐνεργεῖν κωλύεσθαι τὰς οἰκείας ἐνεργείας ἱκανῶς μὲν ἤδη δέδεικται, προστεθήσονται δὲ καὶ ἄλλαι τινὲς ἀπο‐46

4

.

786

δείξεις. ἀλλὰ νῦν γε [καὶ τούτου ἐστὶ τοῦ τρόπου ‖ εἰρη‐ μένου] τὸν περὶ τῶν κράσεων λόγον προσθεῖναι δοκεῖ μοι βέλτιον εἶναι. δυνήσονται γὰρ λέγειν οἱ τὴν ψυ‐ χὴν εἶδος εἶναι τοῦ σώματος ἡγούμενοι τὴν συμμετρίαν
5τῆς κράσεως, οὐ τὴν ξηρότητα, συνετωτέραν αὐτὴν ἐργάζεσθαι καὶ ταύτῃ διαφωνήσουσι τοῖς ἡγουμένοις, ὅσῳπερ ἂν ἡ κρᾶσις γίγνηται ξηροτέρα, τοσούτῳ καὶ τὴν ψυχὴν ἀποτελεῖσθαι συνετωτέραν. ἀλλ’ οὐ καὶ ξηρότητα συγχωρήσομεν αἰτίαν εἶναι συνέσεως 〈ὥσπερ〉
10οἵ γ’ [μὴν] ἀμφ’ Ἡράκλειτον; καὶ γὰρ καὶ οὗτος εἶπεν ‘αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη‘ τὴν ξηρότητα πάλιν ἀξιῶν συνέσεως εἶναι αἰτίαν [τὸ γὰρ τῆς αὐγῆς ὄνομα τοῦτ’ ἐνδείκνυται]· καὶ βελτίονά γε δόξαν ταύτην νομιστέον ἐννοήσαντας τοὺς ἀστέρας αὐγοειδεῖς θ’ ἅμα καὶ ξηροὺς
15ὄντας ἄκραν σύνεσιν ἔχειν [εἰ γὰρ μή τις αὐτοῖς ὑπάρ‐ χειν τοῦτο φαίη, δόξει τῆς τῶν θεῶν ὑπεροχῆς ἀναίσθητος εἶναι]. διὰ τί τοίνυν εἰς ἔσχατον γῆρας ἀφικνούμενοι παρελήρησαν οὐκ ὀλίγοι τῆς τοῦ γήρως ἡλικίας ἀπο‐ δεδειγμένης εἶναι ξηρᾶς; οὐ διὰ τὴν ξηρότητα φήσομεν

4

.

787

ἀλλὰ διὰ τὴν ψυχρότητα· φανερῶς γὰρ ‖ αὕτη πᾶσι τοῖς ἔργοις τῆς ψυχῆς λυμαίνεται. ἀλλὰ ταῦτα μέν,
εἰ καὶ πάρεργά ἐστιν, ἀλλ’ ἐναργῶς γε τὸ τῆς προκει‐ μένης νῦν ἡμῖν πραγματείας ἐνδείκνυται, 〈τὸ〉 τὰ τῆς47
5ψυχῆς ἔργα καὶ πάθη ταῖς τοῦ σώματος ἕπεσθαι κρά‐ σεσιν. εἰ μὲν γὰρ εἶδός ἐστιν ὁμοιομεροῦς σώματος ἡ ψυχή, τὴν ἀπόδειξιν ἐξ αὐτῆς τῆς οὐσίας ἕξομεν ἐπι‐ στημονικωτάτην· εἰ δ’ ὑποθοίμεθα ταύτην ἀσώματον εἶναι φύσιν ἰδίαν ἔχουσαν, ὡς ὁ Πλάτων ἔλεγεν, ἀλλὰ
10τό γε δεσπόζεσθαι καὶ δουλεύειν τῷ σώματι καὶ κατ’ αὐτὸν ἐκεῖνον ὁμολογεῖται διά τε τὴν τῶν βρεφῶν ἄνοιαν καὶ τὴν τῶν ἐν γήρᾳ ληρούντων ἔτι τε τῶν εἰς παραφροσύνην ἢ μανίαν ἢ ἐπιλησμοσύνην [ἢ ἄνοιαν] ἀφικνουμένων ἐπὶ φαρμάκων δόσεσιν ἤ τισιν ἐν τῷ
15σώματι γεννηθεῖσι μοχθηροῖς χυμοῖς. ἄχρι μὲν γὰρ τοῦ λήθην ἢ ἄνοιαν ἢ ἀκινησίαν ἢ ἀναισθησίαν ἕπε‐ σθαι τοῖς εἰρημένοις, ἐμποδίζεσθαι φαίη τις ἂν αὐτὴν ἐνεργεῖν αἷς ἔχει φύσει δυνάμεσιν· ὅταν δέ 〈τισ〉 οἴη‐ ται βλέπειν τὰ μὴ βλεπόμενα καὶ ἀκούειν ἃ μηδεὶς

4

.

788

ἐφθέγξατο, καὶ φθέγγηταί τι ‖ τῶν αἰσχρῶν ἢ ἀπορρή‐ των ἢ ὅλως ἀδιανοήτων, οὐ μόνον ἀπωλείας ἐστὶ τε‐ κμήριον ὧν εἶχε δυνάμεων ἡ ψυχὴ συμφύτων ἀλλὰ καὶ τῆς τῶν ἐναντίων ἐπεισόδου. τοῦτο μὲν 〈οὖν〉 ἤδη
5καὶ ὑποψίαν τινὰ φέρει μεγάλην ὅλῃ τῇ τῆς ψυχῆς οὐσίᾳ, μὴ οὐκ ἀσώματος ᾖ. πῶς γὰρ ἂν ὑπὸ τῆς τοῦ σώματος κοινωνίας εἰς τὴν ἐναντίαν ἑαυτῆς φύσιν ἀχθείη μήτε ποιότης τις οὖσα τοῦ σώματος μήτ’ εἶδος μήτε πάθος μήτε δύναμις; ἀλλὰ τοῦτο μὲν ἐάσωμεν,
10ἵνα μὴ τὸ πάρεργον ἡμῖν γένηται [αὖ] πολὺ μεῖζον ἔργου οὗ προὐθέμεθα. τὸ δ’ ὑπὸ τῶν τοῦ σώματος κακῶν δυναστεύεσθαι τὴν ψυχὴν ἐναργῶς ἐν μελαγχο‐ λίαις καὶ φρενίτισι καὶ μανίαις φαίνεται. τὸ μὲν γὰρ ἀγνοῆσαι διὰ νόσημα σφᾶς τ’ αὐτοὺς καὶ τοὺς ἐπιτη‐48
15δείους, ὅπερ ὅ τε Θουκυδίδης συμβῆναι πολλοῖς φησιν ἔν τε τῇ λοιμώδει νόσῳ τῇ νῦν γενόμενον ἔτεσιν οὐ πολλοῖς [ἣν] καὶ ἡμεῖς ἐθεασάμεθα, παραπλήσιον εἶναι δόξει τῷ μὴ βλέπειν διὰ λήμην ἢ ὑπόχυσιν οὐδὲν

4

.

789

αὐτῆς τῆς ὀπτικῆς δυνάμεως πεπονθυίας· ‖ τὸ δ’ ἀνθ’ ἑνὸς τρία βλέπειν αὐτῆς τῆς ὀπτικῆς δυνάμεώς ἐστι μέγιστον πάθος, ᾧ τὸ φρενιτίζειν ἔοικεν. Ὅτι δὲ καὶ ὁ Πλάτων αὐτὸς οἶδε βλα‐
5πτομένην τὴν ψυχὴν ἐπὶ τῇ κακοχυμίᾳ τοῦ σώματος, ἡ ἑξῆς ῥῆσις ἤδη δηλώσει· ‘ὅπου γὰρ ἂν οἱ τῶν ὀξέων καὶ τῶν ἁλυκῶν φλεγμάτων ἢ καὶ ὅσοι πικροὶ καὶ χολώδεις χυμοὶ κατὰ τὸ σῶμα πλανηθέντες ἔξω μὲν μὴ λάβωσιν ἀναπνοήν, ἐντὸς 〈δὲ〉 εἱλλόμενοι τὴν ἀφ’
10ἑαυτῶν ἀτμίδα τῇ τῆς ψυχῆς φορᾷ συμμίξαντες ἀνα‐ κερασθῶσι, παντοδαπὰ νοσήματα ψυχῆς ἐμποιοῦσι μᾶλ‐ λον καὶ ἧττον καὶ ἐλάττω καὶ πλείω πρός τε τοὺς τρεῖς τόπους ἐνεχθέντα τῆς ψυχῆς, πρὸς ὃν ἂν ἕκαστ’
αὐτῶν προσπίπτῃ, ποικίλλει μὲν εἴδη δυσκολίας καὶ49
15δυσθυμίας παντοδαπά, ποικίλλει δὲ θρασύτητός τε καὶ δειλίας, ἔτι 〈δὲ〉 λήθης ἅμα καὶ δυσμαθείας.‘ ἐν ταύτῃ τῇ ῥήσει σαφῶς ὁ Πλάτων ὡμολόγησε τὴν ψυχὴν ἐν κακίᾳ τινὶ γίγνεσθαι διὰ τὴν ἐν τῷ σώματι κακοχυ‐ μίαν, ὥσπερ [δὲ] πάλιν ἐν νόσῳ καθίσταται διὰ τὴν
20τοῦ σώματος ἕξιν κατὰ τήνδε τὴν ῥῆσιν· ‘τὸ δὲ σπέρμα

4

.

790

〈ὅτῳ〉 πολὺ ‖ καὶ γλοιῶδες περὶ τὸν μυελὸν γίγνεται καθαπερεὶ δένδρον πολυκαρπότερον τοῦ συμμέτρου πεφυκὸς ᾖ, πολλὰς μὲν καθ’ ἕκαστον ὠδῖνας, πολλὰς δ’ ἡδονὰς κτώμενος ἐν ταῖς ἐπιθυμίαις καὶ τοῖς περὶ
5τὰ τοιαῦτα τόκοις ἐμμανὴς τὸ πλεῖστον τοῦ βίου γιγνό‐ μενος διὰ τὰς μεγίστας ἡδονὰς καὶ λύπας νοσοῦσαν καὶ ἄφρονα ἴσχων ὑπὸ τοῦ σώματος τὴν ψυχὴν οὐχ ὡς νοσῶν ἀλλ’ ὡς ἑκὼν κακὸς 〈κακῶσ〉 δοξάζεται· τὸ δ’ ἀληθὲς ἡ περὶ τὰ ἀφροδίσια ἀκολασία κατὰ τὸ πολὺ
10μέρος διὰ τὴν ἑνὸς γένους ἕξιν ὑπὸ μανότητος ὀστῶν ἐν τῷ σώματι ῥυώδη καὶ ὑγραίνουσαν νόσος ψυχῆς γέγονε.‘ ἱκανῶς μὲν οὖν κἀν ταύτῃ τῇ ῥήσει τὴν ψυχὴν νοσεῖν ἀπεφήνατο διὰ τὴν μοχθηρὰν ἕξιν 〈τοῦ〉 σώματος. ἀλλ’ οὐδὲν ἧττον ἔτι καὶ διὰ τῶν ἐφεξῆς
15ὑπ’ αὐτοῦ γεγραμμένων ἡ γνώμη κατάδηλος γίγνεται τοῦ φιλοσόφου. τί γάρ φησι; ‘καὶ σχεδὸν ἅπανθ’ ὁπόσα ἡδονῶν ἀκρασία καὶ ὄνειδος 〈ὡς ἑκόντων λέγεται τῶν κακῶν, οὐκ ὀρθῶς ὀνειδίζεται· κακὸσ〉 μὲν γὰρ ἑκὼν οὐδείς, διὰ δὲ πονηρὰν ἕξιν τοῦ σώματος καὶ ἀπαι‐50
20δεύτους τροφὰς κακὸς γίγνεται, παντὶ δὲ ταῦτα ἐχθρὰ καὶ ἄκοντι προσγίγνεται.‘ ὅτι μὲν οὖν ὁ Πλάτων

4

.

791

αὐτὸς ‖ ὁμολογεῖ τὰ προαποδεδειγμένα ὑπ’ ἐμοῦ, ἔκ τε τούτων αὐτῶν τῶν ῥήσεών ἐστι δῆλον ἐξ ἄλλων τε πολλῶν, ὧν τινὰς μὲν ἐν τῷ Τιμαίῳ, καθάπερ καὶ τάσδε τὰς νῦν εἰρημένας, τινὰς δ’ ἐν ἄλλοις αὐτοῦ
5βιβλίοις ἔστιν εὑρεῖν. Ὅτι δὲ καὶ Ἀριστοτέλης τῇ κράσει τοῦ τῆς μητρὸς αἵματος, ἐξ οὗ τὴν γένεσιν ἔχειν ἡμῶν φησι τὸ αἷμα, τὰς τῆς ψυχῆς δυνάμεις ἀκολουθεῖν οἴεται, δῆλόν ἐστιν ἐκ τῶν ῥήσεων αὐτοῦ. κατὰ μέν
10γε τὸ δεύτερον περὶ ζῴων μορίων οὕτως ἔγραψεν· ‘ἔστι δ’ ἰσχύος μὲν ποιητικώτερον τὸ παχύτερον αἷμα καὶ θερμότερον, αἰσθητικώτερον δὲ καὶ νοερώτερον τὸ λεπτότερον καὶ ψυχρότερον. τὴν αὐτὴν δ’ ἔχει διαφορὰν καὶ τῶν ἀνάλογον ὑπαρχόντων πρὸς τὸ αἷμα· διὸ καὶ μέ‐
15λιτται καὶ ἄλλα τοιαῦτα ζῷα φρονιμώτερα τὴν φύσιν ἐστὶν ἐναίμων πολλῶν, καὶ τῶν ἐναίμων τὰ ψυχρὸν ἔχοντα καὶ λεπτὸν αἷμα φρονιμώτερα τῶν ἐναντίων 〈ἐστίν〉. ἄριστα δὲ τὰ θερμὸν ἔχοντα καὶ λεπτὸν καὶ καθαρόν·
ἅμα γὰρ πρός τ’ ἀνδρείαν τὰ τοιαῦτα καὶ 〈πρὸσ〉 φρό‐51

4

.

792

νησιν ἔχει καλῶς· διὸ ‖ καὶ τὰ ἄνω μόρια πρὸς τὰ κάτω ταύτην ἔχει τὴν διαφορὰν καὶ πρὸς τὸ θῆλυ 〈αὖ〉 τὸ ἄρρεν καὶ τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ τοῦ σώματος.‘ εὔδηλος μὲν οὖν ἐστιν [ὡς] ὁ Ἀριστοτέλης κἀκ ταύτης
5τῆς ῥήσεως ἕπεσθαι βουλόμενος τὰς τῆς ψυχῆς δυνά‐ μεις τῇ φύσει τοῦ σώματος· οὐδὲν δ’ ἧττον καὶ κατω‐ τέρω τοῦ συγγράμματος ἀποφαινόμενος τὴν αὐτὴν δόξαν ἔγραψεν ὧδε· ‘τὰς δὲ καλουμένας ἶνας τὸ μὲν ἔχει 〈αἷμα〉, τὸ δ’ οὐκ ἔχει, οἷον τὸ τῶν ἐλάφων καὶ δορ‐
10κάδων, διόπερ οὐ πήγνυται τὸ τοιοῦτον 〈αἷμα〉· τοῦ γὰρ αἵματος τὸ μὲν ὑδατῶδες μᾶλλον ψυχρόν ἐστι, διὸ καὶ οὐ πήγνυται, τὸ δὲ γεῶδες πήγνυται ἐξατμίζοντος τοῦ ὑγροῦ [ἐν ταῖς πήξεσι]· 〈αἱ δ’ ἶνες γῆς εἰσιν〉. συμ‐ βαίνει δ’ ἔνια καὶ γλαφυρωτέραν ἔχειν τὴν διάνοιαν
15τῶν τοιούτων, οὐ διὰ τὴν ψυχρότητα τοῦ αἵματος ἀλλὰ διὰ 〈τὴν〉 λεπτότητα μᾶλλον καὶ διὰ τὸ καθαρὸν εἶναι· τὸ γὰρ γεῶδες οὐδέτερον ἔχει τούτων. εὐκινητοτέραν γὰρ ἔχουσι τὴν αἴσθησιν τὰ λεπτοτέραν ἔχοντα τὴν ὑγρότητα καὶ καθαρωτέραν· διὰ γὰρ τοῦτο καὶ τῶν
20ἀναίμων ἔνια συνετωτέραν ἔχει τὴν ψυχὴν ἐνίων ἐναί‐

4

.

793

μων, καθάπερ εἴρηται ‖ [καὶ] πρότερον, οἷον ἡ μέλιττα καὶ τὸ γένος τὸ τῶν μυρμήκων κἂν εἴ τι ἕτερον τοι‐ οῦτόν ἐστι. δειλότερα δὲ τὰ λίαν ὑδατώδη· ὁ γὰρ φόβος καταψύχει. προωδοποίηται τοίνυν τῷ πάθει τὰ52
5τοιαύτην ἔχοντα τὴν ἐν τῇ καρδίᾳ κρᾶσιν· τὸ γὰρ ὕδωρ 〈τῷ〉 ψυχρῷ πηκτόν ἐστι· διὸ καὶ τἆλλα τὰ ἄναιμα δειλότερα τῶν ἐναίμων ἐστίν, ὡς ἁπλῶς εἰπεῖν, καὶ ἀκινητίζει τε φοβούμενα καὶ προίεται περιττώματα καὶ μεταβάλλει ἔνια τὰς χρόας 〈αὐτῶν〉. τὰ δὲ πολλὰς
10ἔχοντα λίαν ἶνας καὶ παχείας γεωδέστερα τὴν φύσιν ἐστὶ καὶ θυμώδη τὸ ἦθος καὶ ἐκστατικὰ διὰ τὸν θυμόν· θερμότητος γὰρ ποιητικὸν ὁ θυμός. τὰ δὲ στερεὰ θερ‐ μανθέντα μᾶλλον θερμαίνει τῶν ὑγρῶν, αἱ δ’ ἶνες στερεὸν καὶ γεῶδες, ὥστε γίγνονται οἷον πυρίαι ἐν
15τῷ αἵματι καὶ ζέσιν ποιοῦσιν ἐν τοῖς θυμοῖς· διὸ οἱ ταῦροι καὶ οἱ κάπροι θυμώδεις καὶ ἐκστατικοί· τὸ γὰρ αἷμα τούτων ἰνωδέστατον καὶ τό γε τοῦ ταύρου τάχιστα πήγνυται πάντων. ἐξαιρουμένων δὲ τούτων τῶν ἰνῶν

4

.

794

οὐ ‖ πήγνυται τὸ αἷμα· καθάπερ γὰρ ἐκ πηλοῦ εἴ τις ἐξέλοι τὸ γεῶδες, οὐ πήγνυται τὸ ὕδωρ, οὕτω καὶ τὸ αἷμα· αἱ γὰρ ἶνες γῆς· μὴ ἐξαιρουμένων δὲ πήγνυται,
οἷον [ἂν πάθῃ ἡ] ὑγρὰ γῆ ὑπὸ ψύχους· τοῦ γὰρ θερ‐53
5μοῦ ὑπὸ τοῦ ψυχροῦ ἐκθλιβομένου συνεξατμίζει τὸ ὑγρόν, καθάπερ εἴρηται πρότερον, καὶ πήγνυται οὐχ ὑπὸ θερμοῦ ἀλλ’ ὑπὸ ψυχροῦ ξηραινόμενον· ἐν δὲ τοῖς σώμασιν ὑγρόν ἐστι διὰ τὴν θερμότητα τὴν ἐν τοῖς ζῴοις.‘ ταῦτα προειπὼν ὁ Ἀριστοτέλης ἐφεξῆς αὐτοῖς
10συνάπτει ταῦτα· ‘πολλῶν δ’ ἐστὶν αἰτία ἡ τοῦ αἵματος φύσις καὶ κατὰ τὸ ἦθος τοῖς ζῴοις καὶ κατὰ τὴν αἴσθη‐ σιν, εὐλόγως· ὕλη γάρ ἐστι παντὸς τοῦ σώματος· ἡ γὰρ τροφὴ ὕλη, τὸ δ’ αἷμα 〈ἡ〉 ἐσχάτη τροφή. πολλὴν οὖν ποιεῖ διαφορὰν θερμὸν ὂν καὶ ψυχρὸν καὶ λεπτὸν
15καὶ παχὺ καὶ καθαρὸν καὶ θολερόν.‘ οὐσῶν δὲ καὶ ἄλλων αὐτοῦ ῥήσεων ἐν ταῖς περὶ τῶν ζῴων [αὐτοῦ] πραγματείαις καὶ τοῖς τῶν προβλημάτων [αὐτοῦ] βι‐

4

.

795

βλίοις ἔδοξέ μοι περιτ‖τὸν εἶναι παραγράφειν ἁπάσας· ἀρκεῖ γάρ μοι τὴν Ἀριστοτέλους ἐνδείξασθαι γνώμην, ἣν ἔχει περί τε τῶν κράσεων τοῦ σώματος καὶ τῶν τῆς ψυχῆς δυνάμεων· ὅμως δὲ προσθήσω καὶ τὰ κατὰ
5τὸ πρῶτον εἰρημένα τῆς τῶν ζῴων ἱστορίας, ὧν τινὰ μὲν ἄντικρυς εἰς τὴν κρᾶσιν ἀνάγεται, τινὰ δὲ διὰ μέσων τῶν φυσιογνωμονικῶν σημείων [καὶ μάλιστα κατὰ τὸν Ἀριστοτέλην]. βούλεται γὰρ οὗτος τοῖς τῆς ψυχῆς ἤθεσί τε καὶ δυνάμεσιν οἰκείαν γίγνεσθαι τὴν διά‐
10πλασιν ὅλου τοῦ σώματος ἑκάστῳ γένει τῶν ζῴων.
οἷον αὐτίκα τῶν ἐναίμων ἡ γένεσις μέν ἐστιν ἐκ τοῦ τῆς μητρὸς αἵματος, ἀκολουθεῖ δὲ τῇ κράσει τούτου τὰ τῆς ψυχῆς ἤθη, καθότι καὶ διὰ τῶν προγεγραμμέ‐ νων ῥήσεων ἀπεφήνατο· τῶν δ’ ὀργανικῶν μορίων ἡ54
15διάπλασις οἰκεία τοῖς τῆς ψυχῆς ἤθεσι γίγνεται [κατ’ αὐτὸν τὸν Ἀριστοτέλην]· καὶ κατὰ τοῦτο δὴ λοιπὸν οὐκ ὀλίγα πέφυκε 〈γνωρίσματα〉 περί τε τῶν τῆς ψυχῆς ἠθῶν καὶ τῆς τοῦ σώματος κράσεως. ἔνια δὲ τῶν φυσιογνωμονικῶν ἄντικρύς τε καὶ δι’ οὐδενὸς μέσου
20τὴν κρᾶσιν ἐνδείκνυται. τοιαῦτα δ’ ἐστὶ κατὰ τὰς

4

.

796

χρόας καὶ τρίχας, ἔτι δὲ τὰς φωνὰς ‖ καὶ τὰς ἐνεργείας τῶν μορίων. ἀκούσωμεν οὖν ἤδη τῶν ὑπ’ Ἀριστοτέ‐ λους γεγραμμένων ἐν τῷ πρώτῳ τῆς τῶν ζῴων ἱστο‐ ρίας· ‘προσώπου δὲ τὸ μὲν ὑπὸ τὸ βρέγμα 〈μεταξὺ τῶν
5ὀμμάτων〉 μέτωπον· τοῦτο δ’ οἷς μὲν μέγα, βραδύτεροι, οἷς δὲ μικρόν, εὐκίνητοι, καὶ οἷς μὲν πλατύ, ἐκστατι‐ κοί.‘ μία μὲν αὕτη ῥῆσις· ἑτέρα δ’ οὐ μετὰ πολὺ τῆσδε τόνδε τὸν τρόπον ἔχουσα· ‘ὑπὸ 〈δὲ〉 τῷ μετώπῳ ὀφρύες διφυεῖς, ὧν αἱ μὲν εὐθεῖαι [φύουσαι] μαλακοῦ
10ἤθους σημεῖον, αἱ δὲ πρὸς τὴν ῥῖνα 〈τὴν〉 καμπυλότητα ἔχουσαι στρυφνοῦ, αἱ δὲ πρὸς τοὺς κροτάφους μωκοῦ καὶ εἴρωνος, 〈αἱ δὲ κατεσπασμέναι φθόνου〉.‘ εἶτα
πάλιν μετ’ οὐ πολύ ‘κοινὸν δὲ 〈τῆσ〉 βλεφαρίδος μέρος τῆς ἄνω καὶ κάτω κανθοὶ δύο, 〈ὁ〉 μὲν πρὸς τῇ ῥινί,55
15ὁ δὲ πρὸς τοῖς κροτάφοις, οἳ ἂν μὲν ὦσι μακροί, κα‐ κοηθείας σημεῖον, ἐὰν δ’ οἷον οἱ κτένες κρεῶδες ἔχωσι πρὸς τῷ μυκτῆρι, πονηρίας‘ [εἶτ’ ἐφεξῆς πάλιν ‘αἱ ὀφρύες ἂν ὦσι κατεσπασμέναι, φθόνου‘]. καὶ μετὰ τοῦτο πάλιν ‘ὀφθαλμοῦ δὲ τὸ μὲν λευκὸν ὅμοιον ὡς ἐπὶ τὸ πολὺ
20πᾶσι, τὸ 〈δὲ〉 καλούμενον μέλαν διαφέρει· τοῖς μὲν

4

.

797

γάρ ἐστι μέ‖λαν, τοῖς δὲ σφόδρα γλαυκόν, τοῖς δὲ χαροπόν, 〈ἐνίοις δ’ αἰγωπόν, ὃ ἤθουσ〉 βελτίστου ση‐ μεῖον‘ [ἐστί]. καὶ δὴ καὶ τούτων ἐφεξῆς τάδε γράφει· ‘τῶν δ’ ὀφθαλμῶν οἱ μὲν μεγάλοι, οἱ δὲ μικροί, οἱ
5δὲ 〈μέσοι· οἱ〉 μέσοι βέλτιστοι. καὶ ἢ ἐκτὸς σφόδρα ἢ ἐντὸς ἢ μέσως· τούτων οἱ ἐντὸς μάλιστα ὀξυωπέστα‐ τοι 〈ἐπὶ〉 παντὸς ζῴου, τὸ δὲ μέσον ἤθους βελτίστου σημεῖον. καὶ 〈ἢ〉 σκαρδαμυκτικοὶ ἢ ἀτενεῖς ἢ μέσοι· 〈βελτίστου δ’ ἤθους οἱ μέσοι〉, ἐκείνων δ’ οἱ μὲν
10ἀναιδεῖς, οἱ δ’ ἀβέβαιοι.‘ καὶ πάλιν οὐ μετὰ πολὺ 〈κατὰ〉 τὸν περὶ τῶν ὤτων λόγον ὡδί πως ἔγραψε περὶ τοῦ μεγέθους αὐτῶν· ‘καὶ ἢ μεγάλα ἢ μικρὰ ἢ μέσα ἢ ἐπανεστηκότα σφόδρα ἢ οὐθὲν ἢ μέσον· τὰ δὲ μέσα βελτίστου ἤθους σημεῖον, τὰ δὲ μεγάλα καὶ ἐπανεστη‐56
15κότα μωρολογίας καὶ ἀδολεσχίας.‘ ταῦτα μὲν ἐν τῷ πρώτῳ περὶ ζῴων ἱστορίας ὁ Ἀριστοτέλης ἔγραψεν, 〈οὐκ〉 ὀλίγων δὲ μέμνηται καὶ κατ’ ἄλλο σύγγραμμα

4

.

798

φυσιογνωμονικῶν θεωρημάτων, ὧν καὶ ‖ παρεθέμην ἄν τινας ῥήσεις, εἰ μήτε μακρολογίας ἔμελλον ἀποίσεσθαι δόξαν ἀναλίσκειν τε τὸν χρόνον μάτην ἐξὸν ἐπὶ τὸν πάντων ἰατρῶν τε καὶ φιλοσόφων πρῶτον εὑρόντα τὴν
5θεωρίαν ταύτην ἀφικέσθαι μάρτυρα, τὸν θεῖον Ἱππο‐ κράτην. Γράφει τοίνυν αὐτὸς ἐν τῷ βιβλίῳ, καθ’ ὃ περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων διδάσκει, πρῶτον μὲν ἐπ’ ἐκείνων τῶν πόλεων, ἃς ἐστράφθαι
10φησὶ πρὸς ἄρκτους, ὡδί πως αὐτοῖς ὀνόμασι· ‘τά τε ἤθεα ἀγριώτερα ἢ ἡμερώτερα‘ καὶ μετὰ ταῦτα πάλιν ἐπὶ τῶν πρὸς ἀνατολὴν ἐστραμμένων ὡδί· ‘λαμπρό‐ φωνοί τε οἱ ἄνθρωποι ὀργήν τε καὶ ξύνεσιν βελτίονες τῶν πρὸς βορέην.‘ ἔπειτα προελθὼν ἐπὶ πλέον περὶ
15τῶν αὐτῶν ὡδί πως διεξέρχεται· ‘τὴν Ἀσίην πλεῖστον διαφέρειν φημὶ τῆς Εὐρώπης ἐς τὰς φύσιας τῶν ξυμ‐ πάντων τῶν τε ἐκ 〈τῆσ〉 γῆς φυομένων καὶ τῶν ἀνθρώ‐ πων· πολὺ γὰρ καλλίονα καὶ μείζονα πάντα γίγνεται ἐν τῇ Ἀσίῃ· ἥ τε χώρη τῆς χώρης ἡμερωτέρη καὶ τὰ57
20ἤθεα τῶν ἀνθρώπων ἠπιώ〈τερα καὶ εὐοργητό〉τερα. τὸ δὲ αἴτιον τούτων ἡ κρῆσις τῶν ὡρέων.‘ τὴν κρᾶσιν

4

.

799

‖ εἶναι αἰτίαν φησὶν οὐ μόνον τῶν ἄλλων ὧν διῆλθεν ἀλλὰ καὶ τῶν ἠθῶν. ὅτι δὲ τὴν τῶν ὡρῶν κρᾶσιν ἐν τῇ θερμότητι καὶ ψυχρότητι, ξηρότητί τε καὶ ὑγρό‐ τητι διαλλάττειν ἑτέραν τῆς ἑτέρας φησί, παμπόλλας
5ῥήσεις παρεθέμην ἐν τῇ πραγματείᾳ, καθ’ ἣν ἐπιδεί‐ κνυμι τὴν αὐτὴν φυλάττοντα δόξαν αὐτὸν περὶ [τε] τῶν στοιχείων ἔν 〈τε〉 τῇ περὶ φύσιος ἀνθρώπου βίβλῳ καὶ κατ’ ἄλλα πάντα συγγράμματα. ἀλλὰ καὶ κατὰ τὰς ἑπομένας ῥήσεις τῇ προκειμένῃ ταὐτὸν διδάσκων
10ὡδὶ γράφει περὶ τῆς εὐκράτου χώρας, ἣν καὶ τὰ τῶν ἀνθρώπων ἤθη ποιεῖν φησιν εὔκρατα· ‘οὔτε γὰρ ὑπὸ τοῦ θερμοῦ ἐκκέκαυται λίην οὔτε ὑπὸ αὐχμῶν καὶ ἀνυ‐ δρίης ἀνεξήρανται οὔτε ὑπὸ ψύξιος πέττεται.‘ διὰ τοῦτ’
οὖν ἐφεξῆς φησι ‘τὸ δὲ ἀνδρεῖον καὶ 〈τὸ〉 ταλαίπωρον58
15καὶ 〈τὸ〉 εὔτονον καὶ τὸ θυμοειδὲς οὐκ ἂν δύναιτο ἐν τῇ τοιαύτῃ φύσει ἐγγίγνεσθαι οὔτε ὁμοφύλου οὔτε ἀλλοφύ‐ λου ἀλλὰ τὴν ἡδονὴν ἀνάγκη κρατέειν.‘ καὶ μέντοι κατω‐ τέρω πάλιν ἐν ταὐτῷ γράμματι τάδε γράφει· ‘περὶ δὲ τῆς ἀθυμίης τῶν ἀνθρώπων καὶ τῆς ἀνανδρείης ὅτι ἀπολεμώ‐

4

.

800

τεροί εἰσι τῶν Εὐρωπαίων οἱ ‖ Ἀσιηνοὶ καὶ ἡμερώτεροι τὰ [τε] ἤθεα, αἱ [τε] ὧραι αἴτιαι μάλιστα οὐ μεγάλας τὰς μεταβολὰς ποιεόμεναι 〈οὔτε ἐπὶ τὸ θερμὸν〉 οὔτε ἐπὶ τὸ ψυχρὸν ἀλλὰ παραπλήσιαι.‘ καὶ μέντοι καὶ μετ’
5ὀλίγα πάλιν οὕτως εἶπεν· ‘εὑρήσεις δὲ καὶ τοὺς Ἀσιη‐ νοὺς διαφέροντας αὐτοὺς ἑωυτῶν καὶ τοὺς μὲν βελτί‐ ονας, τοὺς δὲ φαυλοτέρους ἐόντας· τούτων δὲ αἱ μετα‐ βολαὶ αἴτιαι τῶν ὡρέων, ὥσπερ μοι εἴρηται ἐν τοῖσι προτέροισι‘ 〈καὶ〉 κατωτέρω τοῦ συγγράμματος, ἡνίκα
10περὶ τῶν τὴν Εὐρώπην οἰκούντων ὁ λόγος αὐτῷ γίγνε‐ ται, τάδε γράφει· ‘τό τε ἄγριον καὶ τὸ ἀμείλικτον καὶ 〈τὸ〉 θυμοειδὲς ἐν τῇ τοιαύτῃ φύσει ἐγγίγνεται‘ καὶ
μετὰ ταῦτα πάλιν ἐν ἑτέρᾳ ῥήσει γράφει ταυτί· ‘ὅσοι μὲν ὀρεινὴν χώρην οἰκέουσι καὶ τρηχεῖαν καὶ ὑψηλὴν59
15καὶ ἔνυδρον 〈καὶ〉 αἱ μεταβολαὶ αὐτέοισι γίγνονται τῶν ὡρέων μεγάλαι, ἐνταῦθα εἰκὸς εἴδεα μεγάλα εἶναι καὶ πρὸς τὸ ταλαίπωρον καὶ 〈τὸ〉 ἀνδρεῖον εὖ πεφυκότα, καὶ τό τε ἄγριον καὶ 〈τὸ〉 θηριῶδες αἱ τοιαῦται φύ‐ σιες οὐχ ἥκιστα ἔχουσιν· ὅσοι δὲ κοῖλα χωρία καὶ λει‐
20μακώδεα καὶ πνιγηρὰ καὶ τῶν θερμῶν πνευμάτων πλέον 〈μέροσ〉 μετέχουσιν ἢ τῶν ψυχρῶν ὕδασί τε

4

.

801

χρέωνται θερμοῖσιν, οὗτοι δὲ με‖γάλοι μὲν οὐκ ἂν εἴησαν οὐδὲ κανονίαι, ἐς εὖρος δὲ πεφυκότες καὶ σαρ‐ κώδεες καὶ μελανότριχες· καὶ αὐτοὶ μέλανες μᾶλλον ἢ λευκότεροι φλεγματίαι 〈τε〉 ἧσσον ἢ χολώδεες, τὸ δὲ
5ἀνδρεῖον καὶ τὸ ταλαίπωρον ἐν τῇ ψυχῇ φύσει μὲν οὐκ ἂν ὁμοίως ἐνείη, νόμος δὲ προσγενόμενος ἀπερ‐ γάσοιτ’ ἄν.‘ νόμον εἴρηκε [δὲ] δηλονότι τὴν νόμιμον ἐν ἑκάστῃ χώρᾳ τοῦ βίου διαγωγήν, ἣν δὴ καὶ τροφὴν καὶ παιδείαν καὶ συνήθειαν ἐπιχώριον ὀνομάζομεν, οὗ
10καὶ αὐτοῦ μεμνήσομαι πρὸς τὸν ὀλίγον ὕστερον εἰρη‐ σόμενον λόγον. ἐν γὰρ τῷ παρόντι προσθεῖναι ταύτας
ἔτι βούλομαι τὰς ῥήσεις αὐτοῦ· ‘ὅσοι δὲ ὑψηλὴν οἰκέ‐ ουσι χώρην καὶ λείην καὶ ἀνεμώδεα καὶ ἔνυδρον, εἶεν ἂν εἴδεα μεγάλοι καὶ ἑωυτοῖσι παραπλήσιοι, καὶ ἀναν‐60
15δρότεραι καὶ ἡμερώτεραι 〈τούτων〉 αἱ γνῶμαι· [καὶ συνάπτων γε τὰ ἐφεξῆς περὶ τὸ χωρίον ἔτι τάδε γράφει]· ὅσοι δὲ λεπτὰ καὶ ἄνυδρα καὶ ψιλὰ καὶ τῇσι μεταβο‐ λῇσι τῶν ὡρέων οὐκ εὔκρητα, ἐν ταύτῃ τῇ χώρῃ τὰ εἴδεα εἰκὸς σκληρὰ καὶ εὔτονα [ἢ] καὶ ξανθότερα εἶναι

4

.

802

ἢ μελάντερα καὶ τὰ ἤθεα ‖ καὶ τὰς ὀργὰς αὐθάδεάς τε καὶ ἰδιογνώμονας‘. καὶ [τί γὰρ] ἵνα μὴ πολλῶν αὐτοῦ μνημονεύσω ῥήσεων, ἐφεξῆς ἐρεῖ ‘εὑρήσεις γὰρ ἐπὶ τὸ πολὺ τῆς χώρης τῇ φύσει ἀκολουθέοντα καὶ τὰ
5εἴδεα τῶν ἀνθρώπων καὶ τοὺς τρόπους.‘ αὐτὴν δὲ δηλονότι τὴν χώραν κατὰ τὸ θερμόν τε καὶ ψυχρόν, ὑγρόν τε καὶ ξηρὸν ἑτέρας χώρας διαφέρειν εἴρηκε πολλάκις ἐν τῷ συγγράμματι. διὰ τοῦτ’ οὖν καὶ πάλιν ἐφεξῆς ἐρεῖ ‘ὅκου μὲν γὰρ ἡ γῆ πίειρα καὶ μαλθακὴ
10καὶ ἔνυδρος καὶ τὰ ὕδατα κάρτα μετέωρα, ὥστε θερμὰ εἶναι τοῦ θέρεος καὶ τοῦ χειμῶνος ψυχρὰ καὶ τῶν ὡρέων καλῶς κέεται, ἐνταῦθα καὶ 〈οἱ〉 ἄνθρωποι σαρ‐
κώδεές εἰσι καὶ ἄναρθροι καὶ ὑγροὶ καὶ ἀταλαίπωροι καὶ τὴν ψυχὴν κακοὶ ὡς ἐπὶ 〈τὸ〉 πολύ· τό τε ῥᾴθυ‐61
15μον καὶ τὸ ὑπνηλὸν ἔνεστιν ἐν αὐτοῖσιν, ἔς τε τὰς τέχνας παχέες καὶ οὐ λεπτοὶ οὐδὲ ὀξέες.‘ ἐν τούτοις πάλιν ἐδήλωσε σαφέστατα μὴ μόνον τὰ ἤθη ταῖς τῶν ὡρῶν κράσεσιν ἀλλὰ καὶ τὴν ἀμβλύτητα τῆς διανοίας ὥσπερ οὖν καὶ τὴν σύνεσιν ἑπομένην. ὅμοια δὲ τού‐
20τοις καὶ τὰ κατὰ τὴν ἐχομένην ῥῆσιν [ὑπ’ αὐτοῦ]· γέ‐

4

.

803

γραπται γὰρ αὐτοῖς ὀνόμασιν ‘ὅκου ‖ δέ ἐστιν ἡ γῆ ψιλή τε καὶ ἄνυδρος καὶ τρηχεῖα καὶ ὑπὸ τοῦ χειμῶνος πιεζομένη καὶ ὑπὸ τοῦ ἡλίου κεκαυμένη, ἐνταῦθα 〈δὲ〉 σκληρούς τε καὶ ἰσχνοὺς καὶ διηρθρωμένους καὶ εὐτό‐
5νους καὶ δασέας τό τε ἐργαστικὸν ὀξὺ ἐνεὸν ἐν τῇ φύσει τῇ τοιαύτῃ καὶ τὸ ἄγρυπνον τά τε ἤθεα καὶ τὰς ὀργὰς αὐθάδεας καὶ ἰδιογνώμονας τοῦ τε ἀγρίου μᾶλ‐ λον μετέχοντας ἢ τοῦ ἡμέρου ἔς τε τὰς τέχνας ὀξυτέ‐ ρους τε καὶ ξυνετωτέρους καὶ τὰ πολέμια ἀμείνονας
10εὑρήσεις.‘ ἐν τούτῳ πάλιν τῷ λόγῳ σαφῶς οὐ μόνον τὰ ἤθη ταῖς τῆς χώρας κράσεσιν ἀκόλουθά φησιν ὑπάρχειν ἀλλὰ καὶ πρὸς τὰς τέχνας τοὺς μὲν ὀξυτέ‐ ρους, τοὺς δ’ ἀσυνετωτέρους γίγνεσθαι, τουτέστιν τοὺς μὲν συνετωτέρους, τοὺς δ’ ἀμβλυτέρους τε καὶ παχέας
15τὴν διάνοιαν. οὐκέτ’ οὖν δέομαι τῶν κατὰ τὸ δεύ‐ τερον καὶ ἕκτον τῶν ἐπιδημιῶν γεγραμμένων φυσιο‐ γνωμονικῶν γνωρισμάτων ἁπάντων μνημονεύειν ἀλλ’ ἀρκέσει παραγράψαι παραδείγματος ἕνεκα τήνδε τὴν λέξιν αὐτοῦ· ‘ᾧ ἂν ἡ φλὲψ ἡ ἐν ἀγκῶνι σφύζῃ, μανι‐62
20κὸς καὶ ὀξύθυμος, ᾧ δὲ ἂν ἀτρεμέῃ, τυφώδης.‘ κατὰ δὲ τὴν ῥῆσιν ὁ λόγος ἐστὶ τοιοῦτος· ὧν ἀνθρώπων ἡ

4

.

804

κατὰ τὸν ἀγκῶνα ἀρτηρία σφο‖δροτάτην ποιεῖται κίνη‐ σιν αὑτῆς, οὗτοι μανικοί εἰσι. φλέβας μὲν γὰρ καὶ τὰς ἀρτηρίας ἐκάλουν οἱ παλαιοί, 〈ὡσ〉 δέδεικται πολ‐ λάκις, οὐδέπω δὲ πᾶσαν ἀρτηριῶν κίνησιν ὠνόμαζον
5σφυγμὸν ἀλλὰ μόνον τὴν αἰσθητὴν [αὐτὴν] ἐν τῷ ἀνθρώπῳ πάντως οὖσαν σφοδράν. Ἱπποκράτης δ’ ὡς καὶ πρῶτος ἄρξας τοῦ μετὰ ταῦτα κρατήσαντος ἔθους εἴρηκέ [γὰρ] που σφυγμὸν ἅπασαν τῶν ἀρτηριῶν [τὴν] κίνησιν, ὁποία τις ἂν ᾖ· κατὰ μέντοι τήνδε τὴν ῥῆσιν
10ἔτι τῷ παλαιῷ τρόπῳ τῆς ἑρμηνείας χρώμενος ἐκ σφοδρᾶς κινήσεως ἀρτηρίας ἐτεκμήρατο μανικὸν καὶ ὀξύθυμον ἄνθρωπον, ἐπεὶ διὰ τὸ πλῆθος τῆς ἐν τῇ καρδίᾳ θερ‐ μασίας οὕτω σφύζουσιν αἱ ἀρτηρίαι· μανικοὺς μὲν γὰρ
καὶ ὀξυθύμους τὸ πλῆθος τῆς θερμασίας ἐργάζεται,63
15νωθροὺς δὲ καὶ βαρεῖς καὶ δυσκινήτους ἡ τῆς κράσεως ψυχρότης. Ἱπποκράτης μὲν 〈οὖν〉 ἐπιδείξας ἐν ὅλῳ 〈λόγῳ〉 τῷ περὶ ὑδάτων καὶ ὡρῶν κράσεως 〈ἑπο‐ μένασ〉 ταῖς τοῦ σώματος κράσεσι τὰς τῆς ψυχῆς
20δυνάμεις, οὐ μόνον ὅσαι κατὰ τὸ θυμοειδὲς ἢ ἐπιθυ‐

4

.

805

μητικὸν αὐτῆς εἰσιν, ἀλλὰ καὶ τὰς ‖ κατὰ τὸ λογιστι‐ κόν, ἁπάντων ἀξιοπιστότατός ἐστι μάρτυς, εἴ τις ἐπι‐ μαρτύροιτο, καθάπερ ἐνίοις ἔθος ἐστί, τὴν τῶν δογ‐ μάτων ἀλήθειαν. ἐγὼ δ’ οὐχ ὡς μάρτυρι πιστεύω
5τἀνδρὶ τοῖς πολλοῖς ὡσαύτως ἀλλ’ ὅτι τὰς ἀποδείξεις αὐτοῦ βεβαίας ὁρῶ, διὰ τοῦτο γοῦν καὶ αὐτὸς ἐπαινῶ τὸν Ἱπποκράτην. τίς γὰρ οὐχ ὁρᾷ τὸ σῶμα καὶ τὴν ψυχὴν ἁπάντων τῶν ὑπὸ τοῖς ἄρκτοις 〈ἀνθρώπων〉 ἐναντιώτατα διακείμενα τοῖς ἐγγὺς τῆς διακεκαυμένης
10ζώνης; ἢ τίς οὐκ οἶδε τοὺς ἐν τῷ μέσῳ τούτων, ὅσοι τὴν εὔκρατον οἰκοῦσι χώραν, ἀμείνους τά τε σώματα καὶ τὰ τῆς ψυχῆς ἤθη καὶ σύνεσιν καὶ φρόνησιν ἐκείνων τῶν ἀνθρώπων; ἀλλὰ διά τινας τῶν Πλατω‐ νικοὺς μὲν ἑαυτοὺς ὀνομαζόντων, ἡγουμένους δ’ ἐμ‐
15ποδίζεσθαι 〈μὲν〉 ἐν ταῖς νόσοις τὴν ψυχὴν ὑπὸ τοῦ σώματος, ὑγιαίνοντος δὲ τὰς ἰδίας ἐνεργείας ἐνεργεῖν
οὔτ’ ὠφελουμένην οὔτε βλαπτομένην ὑπ’ αὐτοῦ, παρα‐ γράψω τινὰς ῥήσεις τοῦ Πλάτωνος, ἐν αἷς ἀποφαί‐ νεται διὰ τὴν τῶν τόπων κρᾶσιν εἰς φρόνησιν ὠφελου‐64
20μένους τε καὶ βλαπτομένους 〈τοὺς ἀνθρώπουσ〉 ἄνευ τοῦ νοσεῖν τὸ σῶμα. ἐν μέν γε τῷ Τιμαίῳ κατὰ τὰ

4

.

806

πρῶτα τῶν λόγων ‖ ἔγραψε ‘ταύτην δὴ ξύμπασαν τὴν διακόσμησιν καὶ σύνταξιν ἡ θεὸς προτέρους ὑμᾶς δια‐ κοσμήσασα κατῴκισεν ἐκλεξαμένη τὸν τόπον, ἐν ᾧ γε‐ γένησθε, τὴν εὐκρασίαν τῶν ὡρῶν 〈ἐν αὐτῷ κατι‐
5δοῦσα, ὅτι〉 ἄνδρας οἴσοι φρονιμωτάτους‘, ἀλλὰ καὶ συνάπτων ἐφεξῆς ‘ἅτε οὖν φιλοπόλεμός τε καὶ φιλό‐ σοφος ἡ θεὸς οὖσα τὸν προσφερεστάτους αὐτῇ μέλλοντα οἴσειν τόπον ἄνδρας τοῦτον ἐκλεξαμένη πρῶτον κατῴ‐ κισεν‘. ὅτι μὲν οὖν πολὺ δίδωσι τοῖς τόποις, του‐
10τέστι ταῖς ἐπὶ γῆς οἰκήσεσιν, εἴς τε τὰ τῆς ψυχῆς ἤθη καὶ σύνεσιν καὶ φρόνησιν, ἤδη μὲν κἀκ τούτων ἐστὶ δῆλον, ἀλλὰ κἀν τῷ πέμπτῳ τῶν Νόμων ὡδί πως ἔγραψε· ‘καὶ γάρ, ὦ Μέγιλλέ τε καὶ Κλεινία, μηδὲ τοῦθ’ ἡμᾶς λανθανέτω περὶ τόπων, 〈ὡς εἰσὶν
15ἄλλοι τινὲς διαφέροντες ἄλλων τόπων〉 πρὸς τὸ γεννᾶν ἀνθρώπους ἀμείνους καὶ χείρους‘. ἐναργῶς πάλιν ἐν‐
ταῦθα γεννᾶν τοὺς τόπους φησὶν ἀμείνους τε καὶ χείρους ἀνθρώπους. ἐφεξῆς 〈δὲ〉 πάλιν ἐπιφέρων τοῖσδέ φησιν ‘οἱ μέν γέ που διὰ πνεύματα παντοῖα65
20καὶ εἱλήσεις ἀλλόκοτοί τ’ εἰσὶ καὶ ἀναίδεοι αὐτῶν, οἱ δὲ δι’ ὕδατα, οἱ δὲ δι’ αὐτὴν τὴν ἐκ τῆς γῆς τροφὴν ἀναδιδοῦσαν οὐ μόνον τοῖς σώμασιν ἀμείνω καὶ χείρω, ταῖς ψυχαῖς δ’ οὐχ ἧττον δυναμένην πάντα τὰ τοιαῦτα ‖

4

.

807

ἐμποιεῖν‘. ἐν τούτῳ τῷ λόγῳ ‘πνεύματα‘ σαφῶς, 〈του‐ τέστι τοὺς ἀνέμουσ〉, 〈καὶ〉 ‘εἱλήσεις‘, τουτέστι τὰς ἐξ ἡλίου θερμότητας, 〈δύνασθαί〉 φησιν εἰς τὰς τῆς ψυχῆς δυνάμεις, εἰ μή τι ἄρα νομίζουσι διὰ μὲν τὰ
5πνεύματα 〈καὶ〉 τὴν τοῦ περιέχοντος ἀέρος θερμότητα καὶ ψυχρότητα καὶ τὴν τῶν ὑδάτων τε καὶ [τὴν] τῆς τροφῆς φύσιν ἀμείνους τε καὶ χείρους τὴν ψυχὴν ἀνθρώπους δύνασθαι γενέσθαι, ταῦτα δ’ αὐτὰ μὴ διὰ μέσων τῶν κράσεων ἐργάζεσθαι [τε] κατὰ τὴν ψυχὴν
10ἀγαθά τε καὶ φαῦλα· καὶ γὰρ καὶ ταῦτ’ ἂν εἴη τῇ συνέσει καὶ παιδείᾳ τῶν ἀνδρῶν ἀκόλουθα. ἀλλ’ ἡμεῖς γε σαφῶς ἴσμεν, ὡς ἕκαστον ἔδεσμα καταπίνεται μὲν πρῶτον εἰς τὴν γαστέρα, προκατείργασται δ’ ἐν αὐτῇ καὶ μετὰ ταῦτα διὰ τῶν ἐξ ἥπατος εἰς αὐτὴν καθη‐
15κουσῶν φλεβῶν ἀναληφθὲν ἐργάζεται τοὺς ἐν τῷ σώ‐ ματι χυμούς, ἐξ ὧν τρέφεται τἆλλα μόρια πάντα καὶ σὺν αὐτοῖς ἐγκέφαλός τε καὶ καρδία καὶ ἧπαρ, ἐν δὲ
δὴ τῷ τρέφεσθαι θερμότερα σφῶν αὐτῶν γίγνεται ψυχρότερά τε καὶ ὑγρότερα συνεξομοιούμενα τῇ δυνά‐66
20μει τῶν ἐπικρατούντων χυμῶν. ὥστε σωφρονήσαντες

4

.

808

[καὶ] νῦν γοῦν οἱ δυσχεραίνοντες, 〈ὅτι〉 τροφὴ ‖ δύνα‐ ται τοὺς μὲν 〈σωφρονεστέρους, τοὺς δ’ ἀκολαστοτέρους ἐργάζεσθαι καὶ τοὺς μὲν〉 ἐγκρατεστέρους, τοὺς δ’ ἀκρατεστέρους καὶ θαρσαλέους καὶ δειλοὺς ἡμέρους
5τε καὶ πρᾴους ἐριστικούς τε καὶ φιλονείκους, ἡκέτωσαν πρός με μαθησόμενοι, τίνα μὲν ἐσθίειν αὐτοὺς χρή, τίνα δὲ πίνειν. εἴς τε γὰρ τὴν ἠθικὴν φιλοσοφίαν ὀνήσονται μέγιστα καὶ πρὸς ταύτῃ κατὰ τὰς τοῦ λογιστικοῦ δυνάμεις ἐπιδώσουσιν εἰς ἀρετὴν συνετώ‐
10τεροι καὶ μνημονικώτεροι γενόμενοι. πρὸς γὰρ ταῖς τροφαῖς καὶ τοῖς πόμασι καὶ τοὺς ἀνέμους αὐτοὺς διδάξω καὶ τὰς τοῦ περιέχοντος κράσεις ἔτι τε τὰς χώρας, ὁποίας μὲν αἱρεῖσθαι προσήκει, ὁποίας δὲ φεύγειν.
15 Ἀναμνήσω δὲ πάλιν αὐτούς, κἂν μὴ θέλωσιν, ὡς ὁ Πλάτων αὐτός, ἀφ’ οὗ παρονομάζουσιν ἑαυτούς, οὐχ ἅπαξ ἢ δὶς ἀλλὰ πολλάκις ἔγραψε περὶ τούτων. ὡσαύτως δ’ οὖν ἀρκέσει μοι προσθεῖναι 〈ῥήσεις τινὰσ〉 κατὰ τὸν ἐνεστῶτα λόγον, ὧν αἱ μὲν
20δύο περὶ οἴνου πόσεώς εἰσιν ἐκ τοῦ δευτέρου τῶν Νόμων, 〈ἄλλη δὲ περὶ τροφῆς ἐκ Τιμαίου. Ἡ δ’ οὖν

4

.

809

ῥῆσις ἐκ τοῦ δευτέρου τῶν Νόμων〉 ἥδε· ‖ ‘ἆρ’ οὐ νομοθετήσομεν πρῶτον μὲν τοὺς παῖδας μέχρις 〈ἐτῶν〉 ὀκτωκαίδεκα τὸ παράπαν οἴνου μὴ γεύεσθαι, διδά‐ σκοντες, ὡς οὐ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν εἴς τε τὸ67
5σῶμα καὶ τὴν ψυχήν, πρὶν ἐπὶ τοὺς πόνους ἐγχειρεῖν πορεύεσθαι, τὴν ἐμμανῆ εὐλαβούμενοι ἕξιν τῶν νέων· μετὰ δὲ τοῦτο οἴνου μὲν γεύεσθαι τοῦ μετρίου μέχρι τριάκοντα ἐτῶν, μέθης δὲ καὶ πολυοινίας 〈τὸ〉 παρά‐ παν τὸν νέον ἀπέχεσθαι· τετταράκοντα δὲ ἐπιβαίνοντα
10ἐτῶν ἐν τοῖς ξυσσιτίοις εὐωχηθέντα καλεῖν τούς τε ἄλλους θεοὺς 〈καὶ〉 δὴ καὶ Διόνυσον παρακαλεῖν εἰς τὴν τῶν 〈πρεσβυτῶν τελετὴν ἅμα καὶ παιδιάν, ἣν τοῖσ〉 ἀνθρώποις ἐπίκουρον τῆς τοῦ γήρως αὐστηρό‐ τητος ἐδωρήσατο τὸν οἶνον φάρμακον, ὥστε ἀνίας καὶ
15δυσθυμίας λήθην γίγνεσθαι μαλακώτερόν 〈τ’〉 ἐκ σκληροτέρου τὸ τῆς ψυχῆς ἦθος, καθάπερ εἰς πῦρ σίδηρον ἐντεθέντα, γιγνόμενον καὶ οὕτως εὐπλαστό‐ τερον εἶναι;‘ ἐκ ταύτης τῆς ῥήσεως μεμνῆσθαι παρα‐ καλῶ τοὺς γενναίους Πλατωνικοὺς οὐ μόνον ἃ λέ‐
20λεκται περὶ πόσεως οἴνου κατ’ αὐτὴν ἀλλὰ καὶ περὶ68

4

.

810

τῆς τῶν ἡλικιῶν διαφορᾶς. ‖ ἐμμανῆ μὲν γὰρ εἶναί φησι τὴν τῶν μειρακίων 〈φύσιν〉, αὐστηρὰν δὲ καὶ δύσθυμον καὶ σκληρὰν τὴν τῶν γερόντων, οὐ δήπου διὰ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀλλὰ κατὰ τὴν τοῦ σώ‐
5ματος [ἔχουσαν] κρᾶσιν τὴν οὖσαν ἑκάστῃ τῶν ἡλικιῶν. ἡ μὲν γὰρ τῶν μειρακίων θερμὴ καὶ πολύαιμος, ἡ δὲ τῶν γερόντων ὀλίγαιμός τε καὶ ψυχρὰ καὶ διὰ τοῦτό γ’ αὖ τοῖς μὲν γέρουσιν ὠφέλιμος οἴνου πόσις εἰς συμμετρίαν θερμασίας ἐπανάγουσα τὴν ἐκ τῆς ἡλικίας
10ψυχρότητα, τοῖς δ’ αὐξανομένοις ἐναντιωτάτη· ζέουσαν γὰρ αὐτῶν τὴν φύσιν καὶ σφοδρῶς κινουμένην ὑπερ‐ θερμαίνει τε καὶ εἰς ἀμέτρους καὶ σφοδρὰς ἐκβαίνει κινήσεις. ἀλλὰ Πλάτωνι μὲν καὶ ταῦτα καὶ ἄλλα πολλὰ κατὰ τὸ δεύτερον τῶν Νόμων εἴρηται περὶ πόσεως
15οἴνου τοῖς βουλομένοις ἀναγιγνώσκειν ὠφέλιμα· μόνης δ’ ἔτι μιᾶς ἐγὼ ῥήσεως αὐτοῦ μνημονεύσω κατὰ τὸ τέλος εἰρημένης ἁπάντων τῶν περὶ πόσεως οἴνου λόγων, ἔνθα προῄρηται 〈τὸν〉 τῶν Καρχηδονίων νόμον. ἔχει δ’ ἡ ῥῆσις οὕτως· ‘ἀλλ’ ἔτι μᾶλλον τῆς Κρητῶν
20καὶ Λακεδαιμονίων χρείας προσθείμην ἂν 〈τῷ〉 τῶν

4

.

811

Καρχηδονίων ‖ νόμῳ, μηδέποτε μηδένα ἐπὶ στρατο‐
πέδου γεύεσθαι τούτου τοῦ πόματος ἀλλ’ ὑδροποσίαις ξυγγίγνεσθαι τοῦτον τὸν χρόνον ἅπαντα 〈καὶ〉 κατὰ πόλιν 〈μήτε δοῦλον〉 μήτε δούλην γεύεσθαι μηδέποτε69
5μηδὲ ἄρχοντας τοῦτον τὸν ἐνιαυτὸν ὃν ἂν ἄρχωσι, μηδ’ αὖ κυβερνήτας μηδὲ δικαστὰς ἐνεργοὺς ὄντας οἴνου [μὴ] γεύεσθαι τὸ παράπαν μηδὲ ὅστις βουλευ‐ σόμενος εἰς βουλὴν ἀξίαν τινὰ λόγου ξυνέρχεται μηδέ γε μεθ’ ἡμέραν τὸ παράπαν μηδένα, εἰ μὴ σωμασκίας
10ἢ νόσων ἕνεκα, μηδ’ αὖ νύκτωρ, 〈ὅταν〉 ἐπινοῇ τις παῖδας ποιεῖσθαι ἀνὴρ ἢ γυνή. καὶ ἄλλα δὲ πολλὰ ἄν τις λέγοι, ἐν οἷς τοῖς νοῦν τε καὶ νόμον ἔχουσιν ὀρθὸν οὐ ποτέος οἶνος‘. ταῦτα τοῦ Πλάτωνος εἰρηκότος οὐκ ἐπὶ τῶν νοσούντων σωμάτων ἀλλ’ ἐπὶ τῶν ἀμέμ‐
15πτως ὑγιαινόντων, εἴ γ’ ὑμῖν δοκοῦσιν, ὦ γενναιό‐ τατοι Πλατωνικοί, στρατεύεσθαι καὶ ἄρχειν καὶ δικάζειν καὶ κυβερνᾶν ναῦς ὑγιαίνοντες ἄνδρες, ἀποκρίνασθέ μοι τοὐντεῦθεν ἐρωτῶντι, πότερον οὐχ ὥσπερ τις τύραννος ὁ ποθεὶς οἶνος κελεύει τὴν ψυχὴν μήτε νοεῖν
20ἀκριβῶς, ἃ πρόσθεν ἐνόει, μήτε πράττειν ὀρθῶς, ἃ πρόσθεν ἔπραττε, καὶ διὰ τοῦτο φυλάττεσθαί φησιν

4

.

812

ὁ Πλάτων ‖ ὡς πολέμιον; εἰ γὰρ ἅπαξ εἴσω τοῦ σώ‐ ματος ἀφίκοιτο, καὶ τὸν κυβερνήτην κωλύει, ὡς προσήκει, μεταχειρίζεσθαι τοὺς οἴακας τῆς νεὼς καὶ τοὺς στρα‐ τευομένους [μὴ] σωφρονεῖν ἐν ταῖς παρατάξεσι 〈καὶ〉70
5τοὺς δικαστάς, ὁπότε [οὖν] δικαίους εἶναι χρή, ποιεῖ σφάλλεσθαι καὶ πάντας τοὺς ἄρχοντας ἄρχειν κακῶς καὶ προστάττειν [μὲν] οὐδὲν ὑγιές. ἡγεῖται 〈γὰρ〉 τὸν οἶνον ἀτμῶν θερμῶν ὅλον τε τὸ σῶμα καὶ μάλιστα τὴν κεφαλὴν πληροῦντα κινήσεως μὲν ἀμετροτέρας
10αἴτιον γίγνεσθαι τῷ τ’ ἐπιθυμητικῷ μέρει τῆς ψυχῆς καὶ τῷ θυμοειδεῖ, βουλῆς δὲ προπετεστέρας τῷ λογι‐ στικῷ. καὶ μήν, εἴπερ οὕτως ἔχει ταῦτα, διὰ μέσης τῆς κράσεως αἱ εἰρημέναι τῆς ψυχῆς ἐνέργειαι φαί‐ νονται βλαπτόμεναι πινόντων ἡμῶν τὸν οἶνον, ὥσπερ
15γε πάλιν ὠφελούμεναι [τινές]. ἀλλὰ γὰρ τοῦθ’ ὑμᾶς, ἐὰν βούλησθε, διδάξω καθ’ ἕτερον καιρόν, ἐκ τοῦ θερ‐ μαίνειν ὅσα βλάπτειν τε καὶ ὠφελεῖν ἡμᾶς οἶνος πέ‐ φυκεν· ἐν δὲ τῷ παρόντι τὴν ἐν τῷ Τιμαίῳ ῥῆσιν παραγράψω, καθ’ ἣν προειπὼν ὁ Πλάτων οὕτως·
20‘ταύτῃ κακοὶ πάντες οἱ κακοὶ διὰ δύο ἀκουσιώτατα γιγνόμεθα· ὧν αἰτιατέον μὲν ἀεὶ τοὺς 〈φυτεύοντας

4

.

813

τῶν〉 φυτευομένων μᾶλλον ‖ καὶ τοὺς τρέφοντας τῶν
τρεφομένων‘ ἐφεξῆς φησι ‘πειρατέον μήν, ὅπῃ τις δύ‐ ναται, καὶ διὰ τροφῆς καὶ δι’ ἐπιτηδευμάτων μαθη‐ μάτων τε φυγεῖν μὲν κακίαν, τοὐναντίον δ’ ἑλεῖν‘.71
5ὥσπερ 〈γὰρ〉 ‘ἐπιτηδεύματα καὶ μαθήματα‘ κακίας μὲν ἀναιρετικά, γεννητικὰ δ’ ἀρετῆς ἐστιν, οὕτω καὶ ἡ ‘τροφή‘· λεγομένης 〈τ’〉 ἐνίοτε τροφῆς [ὑπ’ αὐτῶν] οὐ μόνον τῆς ἐπὶ σιτίοις ἀλλὰ καὶ πάσης τῶν παίδων [τε] διαίτης οὐχ οἷόν τε φάναι κατὰ τὸ δεύτερον ση‐
10μαινόμενον εἰρῆσθαι [μὲν] νῦν ὑπ’ αὐτοῦ τὴν τροφήν· οὐ γὰρ τοῖς παισὶν ἀλλὰ τοῖς τελείοις παρακελευό‐ μενος ἔφη ‘πειρατέον μήν, ὅπῃ τις δύναται, καὶ διὰ τροφῆς καὶ δι’ ἐπιτηδευμάτων μαθημάτων τε φυγεῖν μὲν κακίαν, τοὐναντίον δ’ ἑλεῖν‘. ἐπιτηδεύματ’ οὖν
15λέγει τὰ [γε] κατὰ γυμναστικήν τε καὶ μουσικήν, μαθή‐ ματα 〈δὲ〉 τά τε κατὰ γεωμετρίαν καὶ ἀριθμητικήν· τροφὴν δ’ οὐκ ἄλλην τινὰ νοεῖν οἷόν τε παρὰ τὴν ἐκ τῶν σιτίων καὶ ῥοφημάτων καὶ πομάτων, ἐξ ὧν ἐστι

4

.

814

καὶ οἶνος, ὑπὲρ οὗ πολλὰ διῆλθεν ὁ Πλάτων ‖ ἐν τῷ δευτέρῳ τῶν Νόμων. ὅστις δὲ βούλεται καὶ χωρὶς τούτου γνῶναί τι περὶ πάσης τῆς ἐν ταῖς τροφαῖς δυνάμεως, ἔνεστιν ἀναγιγνώσκειν αὐτῷ τρία 〈περὶ
5τοῦδε βιβλία τὰ ἡμέτερα καὶ τέταρτον ἐπ’ αὐτοῖς τὸ〉 περὶ εὐχυμίας τε καὶ κακοχυμίας, οὗ μάλιστα χρῄζομεν
εἰς τὸ παρόν. πολλὰ μὲν οὖν ἡ κακοχυμία ταῖς τῆς ψυχῆς ἐνεργείαις λυμαίνεται, διασῴζει δ’ ἀβλαβεῖς ἡ εὐχυμία.72
10 Οὐκ οὖν ἀναιρετικὸς ὅδ’ ὁ λόγος ἐστὶ τῶν ἐκ φιλοσοφίας καλῶν ἀλλ’ ὑφηγητικός τε καὶ διδασκαλικὸς 〈καίτοι γ’〉 ἀγνοούμενος 〈μέχρι〉 τινὸς ἐνίοις τῶν φιλοσόφων· οἵ τε γὰρ ἡγούμενοι πάντας ἀνθρώπους ἐπιδεκτικοὺς ἀρετῆς ὑπάρχειν [ὅπερ ἴσον
15ἐστὶ τῷ μηδένα γενέσθαι φυσικόν] οἵ τε μηδένα τὴν δικαιοσύνην αἱρεῖσθαι αὐτήν, ἐξ ἡμίσεος ἑκάτεροι τὴν ἀνθρωπίνην ἑωράκασι φύσιν. οὔτε γὰρ ἅπαντες ἐχθροὶ φύονται δικαιοσύνης οὔθ’ ἅπαντες φίλοι, διὰ τὰς κράσεις τῶν σωμάτων ἑκάτεροι τοιοῦτοι γενόμενοι.
20πῶς οὖν, φασί, δικαίως 〈ἄν〉 τις ἐπαινοῖτο καὶ ψέγοιτο καὶ μισοῖτο καὶ φιλοῖτο γενόμενος πονηρὸς ἢ ἀγαθὸς

4

.

815

οὐ δι’ ἑαυτὸν ‖ ἀλλὰ διὰ τὴν κρᾶσιν, ἣν ἐξ ἄλλων αἰτίων φαίνεται λαμβάνων; ὅτι, φήσομεν, ὑπάρχει τοῦτο πᾶσιν ἡμῖν, ἀσπάζεσθαι μὲν τὸ ἀγαθὸν καὶ προσίεσθαι 〈καὶ〉 φιλεῖν, ἀποστρέφεσθαι δὲ καὶ μισεῖν
5καὶ φεύγειν τὸ κακόν, οὐκέτι προσκεπτομένοις οὔτ’
εἰ γενητόν ἐστιν οὔτ’ εἰ μὴ γενητόν [οὐκέτι ἕτερον αὐτῷ τοιοῦτον ἐποίησεν οὔτε κατεσκεύασεν αὐτῷ τοιοῦτον]. τοὺς γοῦν σκορπίους καὶ τὰ φαλάγγια καὶ τὰς ἐχίδνας ἀναιροῦμεν ὑπὸ τῆς φύσεως γεγονότα τοιαῦτα καὶ73
10οὐχ ὑφ’ ἑαυτῶν [ἀγένητόν τε καὶ πρῶτον καὶ μέγιστον θεὸν ὁ Πλάτων λέγων ὁμοίως ἀγαθὸν ὀνομάζει καὶ ἡμεῖς δὲ πάντες φύσει φιλοῦμεν αὐτὸν ὄντα τοιοῦτον ἐξ αἰῶνος, οὐχ ὑφ’ ἑαυτοῦ γενόμενον ἀγαθόν· ὅλως γὰρ οὐδ’ ἐγένετό ποτε διὰ παντὸς ἀγένητος ὢν καὶ ἀίδιος]. εἰκότως οὖν
15καὶ τῶν ἀνθρώπων τοὺς πονηροὺς μισοῦμεν οὐ προσ‐ λογιζόμενοι τὸ ποιῆσαν αἴτιον αὐτοὺς τοιούτους, ἔμ‐ παλιν δὲ προσιέμεθα καὶ φιλοῦμεν τοὺς ἀγαθούς, εἴτ’ ἐκ φύσεως εἴτ’ ἐκ παιδείας καὶ διδασκαλίας εἴτ’ ἐκ προαιρέσεως καὶ ἀσκήσεως ἐγένοντο τοιοῦτοι. καὶ μέν

4

.

816

γε καὶ ἀποκτείνομεν τοὺς ἀνιάτως ‖ πονηροὺς διὰ τρεῖς αἰτίας εὐλόγως· ἵνα μήθ’ ἡμᾶς ἀδικήσωσι ζῶντες εἰς φόβον τε τοὺς ὁμοίους αὐτοῖς ἐνάγωσιν ὡς κολασθησο‐ μένους ἐφ’ οἷς ἂν ἀδικήσωσι, καὶ τρίτον ὅτι αὐτοῖς
5ἐκείνοις ἄμεινόν ἐστι τεθνάναι διεφθαρμένοις οὕτω τὴν ψυχήν [ὡς ἀνίατον ἔχειν τὴν κακίαν], ὡς μηδ’ ὑπὸ τῶν Μουσῶν αὐτῶν παιδεύεσθαι, μή τί γ’ ὑπὸ Σωκρά‐ τους ἢ καὶ Πυθαγόρου βελτιοῦσθαι δύνασθαι. θαυ‐ μάζω δ’ ἐν τῷδε τῶν Στωϊκῶν ἅπαντας μὲν ἀνθρώ‐
10πους εἰς ἀρετῆς κτῆσιν ἐπιτηδείως ἔχειν οἰομένων, διαστρέφεσθαι 〈δ’〉 ὑπὸ τῶν συζώντων. ἵνα γὰρ ἐάσω τἆλλα πάντα τὰ καταβάλλοντα τὸν λόγον αὐτῶν, ἓν [δὲ] μόνον ἐρωτήσω περὶ τῶν πρώτων γενομένων ἀν‐ θρώπων, οἳ μηδένα πρὸ ἑαυτῶν ἔσχον ἕτερον· ἡ δια‐74
15στροφὴ πόθεν ἢ ὑπὸ τίνων αὐτοῖς ἐγένετο; οὐχ ἕξουσι λέγειν, ὥσπερ γε κἀν τῷ νῦν χρόνῳ μικρὰ παιδία θεώμενοι πονηρότατα, τίς ἐδίδαξεν αὐτὰ τὴν πονηρίαν, ἀδυνατοῖεν 〈ἂν〉 λέγειν, καὶ μάλισθ’ ὅταν ᾖ πολλὰ

4

.

817

ἅμα μὲν ‖ τρεφόμενα τὴν αὐτὴν τροφὴν ὑπὸ τοῖς αὐτοῖς γονεῦσιν ἢ διδασκάλοις ἢ παιδαγωγοῖς, ἐναντιώτατα δὲ ταῖς φύσεσιν. τί γὰρ 〈ἂν〉 ἐναντιώτερον εἴη τοῦ κοινωνικοῦ παιδίου τῷ φθονερῷ, καθάπερ καὶ τοῦ
5ἐλεήμονος τῷ ἐπιχαιρεκάκῳ, τοῦ δὲ δειλοῦ [πρὸς ἅπαντα] τῷ θαρσαλέῳ καὶ τοῦ μωροτάτου τῷ συνετωτάτῳ καὶ τοῦ φιλαλήθους τῷ φιλοψευδεῖ; καὶ φαίνεταί γε τὰ παιδία, κἂν ὑπὸ τοῖς αὐτοῖς γονεῦσι καὶ διδασκάλοις καὶ παιδαγωγοῖς τρέφηται, κατὰ τὰς εἰρημένας ἐναν‐
10τιώσεις ἀλλήλων διαφέροντα. παραφυλάττειν οὖν δεῖ [εἰπεῖν] τὰ τοιαῦ〈τα κα〉τὰ τῶν νῦν φιλοσόφων· ἄμεινον δ’ ἐστὶν ἴσως εἰπεῖν οὐ φιλοσόφων ἀλλ’ ἐπαγ‐ γελλομένων φιλοσοφεῖν· ὡς, εἴ γ’ ὄντως ἐφιλοσόφουν, ἐφύλαττον 〈ἂν〉 αὐτὸ τοῦτο πρῶτον, 〈τὸ〉 ἀπὸ τῶν
15ἐναργῶς φαινομένων τὰς ἀρχὰς τῶν ἀποδείξεων ποι‐ εῖσθαι. καὶ τοῦτ’ ἐοίκασι μάλιστα πάντων οἱ παλαιό‐ τατοι πρᾶξαί τε καὶ κληθῆναι σοφοὶ παρὰ τοῖς ἀνθρώ‐ ποις οὔτε συγγράμματα γράφοντες οὔτε διαλεκτικὴν ἢ φυσικὴν ἐπιδεικνύμενοι θεωρίαν ἀλλ’ ἐξ αὐτῶν μὲν75

4

.

818

τῶν ‖ 〈ἐναργῶς φαινομένων τῆς θεωρίας ἀρξάμενοι τῶν〉 ἀρετῶν, ἀσκήσαντες δ’ αὐτὰς ἔργοις, οὐ λόγοις. οὗτοι γοῦν οἱ φιλόσοφοι βλέποντες εὐθὺς ἐξ ἀρχῆς τὰ παιδία, κἂν ἄριστα παιδεύηται καὶ μηδὲν ἔχῃ θεά‐
5σασθαι παράδειγμα κακίας, ὅμως ἁμαρτάνοντα [τινὲς μὲν αὐτῶν φύσει κακοὺς ἅπαντας ἀνθρώπους ἀπεφήναντο, τινὲς δ’ ὀλίγου δεῖν ἅπαντας]—σπάνιον γὰρ ὄντως ἔστι θεᾶσθαι παιδίον ἄμεμπτον—οἱ μὲν οὐδενὸς ὄντος τοιούτου πάντας ἀνθρώπους ἀπεφήναντο φύσει
10κακοὺς ὑπάρχειν, οἱ δ’ ἕνα ἢ δύο που κατὰ 〈τὸ〉 σπάνιον ἰδόντες οὐ πάντας ἀλλὰ τοὺς πλείστους ἔφα‐ σαν εἶναι κακούς. εἰ γάρ τις, οὐκ 〈ὢν〉 ἐπιτρίπτων τε καὶ φιλονείκων, ἐθελήσειεν [ἂν] ἐλευθερίᾳ γνώμῃ καθάπερ οἱ παλαιοὶ φιλόσοφοι τὰ πράγματα θεάσα‐
15σθαι, παντάπασιν ὀλίγους παῖδας εὑρήσει πρὸς ἀρετὴν εὖ πεφυκότας καὶ παύσεται πάντας μὲν ἡμᾶς ἡγούμενος εὖ πεφυκέναι, διαστρέφεσθαι δ’ ὑπὸ τῶν [ἐξεπιτιμών‐
των] γονέων τε καὶ παιδαγωγῶν καὶ διδασκάλων· οὐ γὰρ δὴ ἄλλοις γέ τισιν ἐντυγχάνει τὰ παιδία. πάνυ76
20δ’ εὐήθεις εἰσὶ καὶ οἱ διαστρέφεσθαι λέγοντες ἡμᾶς

4

.

819

ὑπό τε ‖ τῆς ἡδονῆς καὶ τοῦ ἄλγους, τῆς μὲν ἑλκούσης 〈πρὸς ἑαυτήν〉, τοῦ δ’ ἀποτρεπτικοῦ τε καὶ τραχέος ὄντος. εἰ μὲν γὰρ πάντες ᾠκειώμεθα πρὸς τὴν ἡδονήν, οὐκ οὖσαν ἀγαθὸν ἀλλ’, ὡς ὁ Πλάτων ἔφη, δέλεαρ
5μέγιστον κακοῦ, φύσει κακοὶ πάντες ἐσμέν, εἰ δ’ οὐ πάντες ἀλλά τινες, ἐκεῖνοι μόνοι φύσει μοχθηροὶ τυγ‐ χάνουσιν ὄντες. καίτοι γ’ εἰ μὲν μηδεμίαν ἔχομεν ἑτέραν ἐν ἡμῖν δύναμιν ᾠκειωμένην μᾶλλον ἡδονῆς, 〈ἰσχυροτέρα πως ἔσται〉 ἡδονὴ τῆς ἀρετῆς, ἥτις κρείτ‐
10των τῆς πρὸς τὴν ἡδονὴν ἀγούσης ἡμᾶς ἐστι δυνάμεως κἂν οὕτως εἴημεν ἅπαντες κακοὶ τὴν μὲν κρείττονα δύναμιν ἀσθενεστέραν, ἰσχυροτέραν δὲ τὴν μοχθηρὰν ἔχοντες· εἰ δ’ ἡ κρείττων ἐστὶν ἰσχυροτέρα, τίς τοὺς πρώτους ἀνθρώπους ἀνέπεισεν ὑπὸ τῆς ἀσθενεστέρας
15νικηθῆναι; ταῦτ’ οὖν αὐτὰ τῶν Στωϊκῶν ἐμέμψατο καὶ ὁ πάντων ἐπιστημονικώτατος Ποσειδώνιος, 〈ὃσ〉 ἐν οἷς ἐπαίνων ἐστὶ μεγίστων ἄξιος, ἐν τούτοις αὐτοῖς [μὲν] ὑπὸ τῶν ἄλλων οὐκ ἐπαινεῖται Στωϊκῶν· ἐκεῖνοι
μὲν γὰρ ἔπεισαν ἑαυτοὺς τὴν πατρίδα μᾶλλον ἢ δόγ‐77
20ματα προδοῦναι, Ποσειδώνιος δὲ τὴν τῶν Στωϊκῶν

4

.

820

αἵρεσιν μᾶλλον ‖ ἢ τὴν ἀλήθειαν. διὰ τοῦτο κατά τε τὴν περὶ τῶν παθῶν πραγματείαν ἐναντιώτατα φρονεῖ Χρυσίππῳ κἀν τοῖς περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν, πολλὰ μὲν ὧν εἶπε Χρύσιππος ἐν τοῖς λογικῶς ζητου‐
5μένοις περὶ τῶν παθῶν τῆς ψυχῆς μεμψάμενος, ἔτι δὲ πλείω τῶν ἐν τοῖς περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν. οὐ τοίνυν οὐδὲ Ποσειδωνίῳ δοκεῖ τὴν κακίαν ἔξωθεν ἐπεισιέναι τοῖς ἀνθρώποις οὐδεμίαν ἔχουσαν ἰδίαν ῥίζαν 〈ἐν〉 ταῖς ψυχαῖς ἡμῶν, ὅθεν ὁρμωμένη βλα‐
10στάνει τε καὶ αὐξάνεται, ἀλλ’ αὐτὸ τοὐναντίον εἶναι. καὶ γὰρ καὶ τῆς κακίας ἐν ἡμῖν αὐτοῖς σπέρμα· καὶ δεόμεθα πάντες οὐχ οὕτω τοῦ φεύγειν τοὺς πονηροὺς ὡς τοῦ διώκειν τοὺς καθαρίσοντάς τε καὶ κωλύσοντας ἡμῶν τὴν αὔξησιν τῆς κακίας. οὐ γάρ, ὡς οἱ Στωϊκοί
15φασιν, ἔξωθεν ἐπεισέρχεται ταῖς ψυχαῖς ἡμῶν τὸ σύμ‐ παν τῆς κακίας, ἀλλὰ τὸ πλέον ἐξ ἑαυτῶν ἔχουσιν οἱ πονηροὶ τῶν ἀνθρώπων, ἔξωθεν δ’ ἔλαττον τούτων πολλῷ τὸ ἐπεισερχόμενόν ἐστιν. ἐκ τούτου μὲν οὖν ἐθισμοί τε γίγνονται μοχθηροὶ τῷ τῆς ψυχῆς ἀλόγῳ

4

.

821

μέρει καὶ δόξαι ψευδεῖς τῷ λογιστικῷ, καθάπερ ‖ ὅταν ὑπὸ καλοῖς καὶ ἀγαθοῖς ἀνδράσι παιδευώμεθα, δόξαι
μὲν ἀληθεῖς, ἐθισμοὶ δὲ χρηστοί .... ταῖς κράσεσι δ’ ἕπεται κατὰ μὲν τὸ λογιστικὸν ἀγχίνοιά τε καὶ78
5μωρία κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον· αἱ κράσεις δ’ αὐταὶ τῇ τε πρώτῃ γενέσει καὶ ταῖς εὐχύμοις διαίταις ἀκολουθοῦσιν, ὥστε συναυξάνειν ἄλληλα ταῦτα. διὰ γοῦν τὴν θερμὴν κρᾶσιν 〈οἱ〉 ὀξύθυμοι γιγνόμενοι ταύταις πάλιν ταῖς ὀξυθυμίαις ἐκπυροῦσι τὴν ἔμφυτον
10θερμασίαν· ἔμπαλιν δ’ οἱ σύμμετροι ταῖς κράσεσι συμ‐ μέτρους τὰς τῆς ψυχῆς κινήσεις ἔχοντες εἰς εὐθυμίαν ὠφελοῦνται. ὥσθ’ ὁ μὲν ἡμέτερος λόγος ὁμολογεῖ τοῖς ἐναργῶς φαινομένοις ἐξηγούμενος τὰς αἰτίας ὧν μὲν ὑπ’ οἴνου καὶ φαρμάκων τινῶν πάσχομεν, ὧν δ’ ὑπὸ
15διαίτης ἀγαθῆς καὶ κακῆς, ὥσπερ γε καὶ ὠφελούμεθά τε καὶ 〈βλαπτόμεθα〉 δι’ ἐπιτηδευμάτων τε καὶ μαθη‐ μάτων, οὐχ ἥκιστα δὲ καὶ τῆς φυσικῆς διαφορᾶς τῶν παίδων ἀποδιδοὺς τὴν αἰτίαν. οἱ δ’ οὐκ ἐκ τῆς τοῦ σώματος κράσεως ἡγούμενοι τὴν ψυχὴν ὠφελεῖσθαί τε
20καὶ βλάπτεσθαι περί τε τῆς τῶν παίδων διαφορᾶς οὐδὲν ἔχουσι λέγειν ὧν τ’ ἐκ τῆς διαίτης ὠφελούμεθα,

4

.

822

οὐδενὸς ‖ ἔχουσιν αἰτίαν ἀποδοῦναι, καθάπερ οὐδὲ τῆς ἐν τοῖς ἤθεσι διαφορᾶς, καθ’ ἣν τὰ μὲν θυμικά, τὰ δ’ ἄθυμα καὶ τὰ μὲν συνετά, τὰ δ’ οὐ φαίνεται. ἐν Σκύθαις μὲν γὰρ εἷς ἀνὴρ ἐγένετο φιλόσοφος, Ἀθή‐
5νησι δὲ πολλοὶ τοιοῦτοι· πάλιν δ’ ἐν Ἀβδήροις ἀσύν‐
ετοι πολλοί, τοιοῦτοι δ’ Ἀθήνησιν ὀλίγοι.79