TLG 0057 026 :: GALENUS :: De propriis placitis fragmenta inedita

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De propriis placitis fragmenta inedita

Source: Helmreich, G. (ed.), “Galeni περὶ τῶν ἑαυτῷ δοκούντων fragmenta inedita” [Philologus 52] 1894: 432–434.

Cf. et 0057 084

Citation: Fragment — (line)

1

(t)

Γαληνοῦ περὶ τῶν ἑαυτῷ δοκούντων.
1 Ἐδείχθη δὲ καί, ὅπως λέγεται τὸ πλεῖστον· οὐ γὰρ κατὰ τὴν τῆς ποιότητος ἐπίτασιν. ἀλλὰ τῷ μέτρῳ πλέον ἀκούειν χρή.

2

Ἐδείχθη τῷ μὲν ἐμφύτῳ θερμῷ θερμοτέρους εἶναι τοὺς παῖδας τῶν ἀκμαζόντων, τῷ δ’ ἐπικτήτῳ τοὺς ἀκμάζοντας τῶν παίδων, ὥσπερ γε καὶ τοὺς ὑγιαίνοντας τῶν πυρεττόντων πλέον ἔχειν τὸ ἔμφυτον θερμὸν καὶ τοσούτῳ χείρονα τὸν πυ‐
5ρετὸν ὑπάρχειν, ὅσῳπερ ἂν ἔλαττον ᾖ κατὰ τὸ τοῦ ζῴου σῶμα τὸ ἔμφυτον θερμόν. 〈ἔστι μὲν〉 γὰρ τὸ 〈ἐπίκτη〉τον ἀηδές τε καὶ δακνῶδες, ἄδηκτον δὲ καὶ ἄλυπον τὸ ἔμφυτον θερμόν· καὶ κατά〈δηλον〉 τὸ κατὰ τὴν τροπὴν τῆς ἐμφύτου θερμασίας γεννᾶσθαι τοὺς πυρετούς, ὧν ἔδειξα τρία γένη εἶναι τὰ πρῶτα,
10ὀνόματα δ’ αὐτῶν ἓν μὲν τῶν ἐφημέρων, ἕτερον δὲ τῶν ἑκ‐ τικῶν καὶ τρίτον τῶν ἐπὶ σήψει χυμῶν.

3

Τὴν θερμὴν καὶ ὑγρὰν κρᾶσιν ἀρίστην ἀπεφήναντο πολλοὶ τῶν ἰατρῶν τε καὶ φιλοσόφων, οὐκ οὖσαν οὕτως.

4

Περὶ τῶν γερόντων ἡλικίας ἔσται τις φαντασία δια‐ φωνίας, ἐὰν ὁ μέν τις αὐτὴν ὑγράν, ὁ δὲ ξηρὰν εἶναι λέγῃ· κατὰ μὲν γὰρ τὴν αὐτῶν τῶν στερεῶν σωμάτων κρᾶσιν ὀρθῶς ἂν λέγοιτο ξηρά, κατὰ δὲ τὴν τῶν ὑγρῶν περιττωμάτων ὑγρά.

5

Οὕτω κἀν τῷ φάσκειν ἡμᾶς τὰ μὲν νεῦρα τῆς ψυ‐ χροτέρας εἶναι κράσεως, εὐαισθητότερον δὲ τὸ θερμότερον τοῦ ψυχροτέρου.

6

Πρῶτον μὲν γὰρ ἐδείξαμεν αἰσθητικὸν εἶναι τὸ μόριον, ὡς καὶ τοῖς παλαιοῖς ἔδοξεν εἶναι, ᾧ τὸ τῆς ψυχῆς ἡγεμονικόν ἐστιν· ἐπιρρεῖν γοῦν ἀπ’ ἐκείνου διὰ τῶν νεύρων ἐπὶ πάντα τοῦ σώματος τὰ μόρια δύναμιν αἰσθήσεώς τε καὶ τῆς καθ’
5ὁρμὴν κινήσεως. ἐρρέθη δ’, ὅτι καθ’ ὁρμὴν καὶ προαίρεσιν λέγειν οὐ διοίσει. ταύτην δὲ τὴν δύναμιν εἴς γε ἕκαστον μό‐ ριον ἀφικνουμένην αἰσθητικὸν ἀποτελεῖν αὐτό. τὴν δὲ τῆς δυνάμεως ἀλλοίωσιν ἑτοιμότερον δέχεσθαι τὰ θερμότερα μόρια καὶ διὰ τοῦτ’ αἰσθητικώτερα γίγνεσθαι τῶν φύσει ψυχροτέρων.
10ἡ δὲ διὰ τῶν νεύρων ἰοῦσα δύναμις οἱονεὶ δι’ ὀχετῶν αἰσθα‐ νόμενα μὲν ποιεῖ καὶ τὰ νεῦρα, μᾶλλον δ’ αἰσθανόμενα τῆς
σαρκώδους οὐσίας οὐκ ἐργάζεται.432

7

Νομίζεται δ’ ὑπὸ τῶν πολλῶν ἰατρῶν αἰσθητικώτερα τῶν σαρκῶν εἶναι τὰ νεῦρα . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . φοροι διότι τοῦ πρωτ τω ναι....μορ ἀποβλάστημα δέ,
5ὡς εἴ γε διατέμοις ὅλον τὸ νεῦρον, οὐδεὶς κίνδυνος ἕπεται, μηκέτι τῇ ......φλεγμονῇ τῆς ἀρχῆς συμπασχούσης. καὶ μέντοι καὶ πολλοὶ τῶν ἰατρῶν φοβούμενοι τοὺς ἀκολουθοῦντας κινδύνους ταῖς φλεγμοναῖς τῶν νεύρων ὅλον ἐνίοτε διακόψαντες τὸ νενυγμένον νεῦρον καὶ φλεγμαῖνον ἔλαθον τὸν κάμνοντα, μὴ
10δυνάμενοι λαθεῖν, ἐὰν σαρκῶδές τι μόριον διακόψωσιν. οὕτω δὲ κἀν ταῖς φλεβοτομίαις ἄκοντες ἐνίοτε διακόψαντες νεῦρον τριχοειδὲς ἐπιτεταμένον τῇ τεμνομένῃ φλεβὶ κατὰ μὲν αὐτὴν τὴν τομὴν οὐδὲν μᾶλλον ὀδύνην εἰργάσαντο τῶν μὴ τεμνομέ‐ νων, ὕστερον δὲ ναρκώδους αἰσθήσεως ἐπιγενομένης λογίζονται
15διῃρηκέναι νεῦρον. τὸ δὲ ναρκῶδες ὀδύνης ἀμυδρᾶς ἐπὶ τῇ τῶν νεύρων φλεγμονῇ γνώρισμα. καὶ πολλοὶ μηδεμιᾶς ὀδύνης ἀξιολόγου κατὰ τὰς τῶν νεύρων φλεγμονὰς αἰσθανόμενοι μι‐ κρὸν ὕστερον ἐσπάσθησαν, ἐκ μὲν τοῦ σπασθῆναι δηλώσαντες οὐ μικρὰν εἶναι τὴν φλεγμονήν, ἐκ δὲ τοῦ μετρίως ἔμπροσθεν
20ὠδυνῆσθαι δηλοῦντες οὐκ εἶναι σφοδρὰν ὀδύνην ἐπὶ τῇ τῶν νεύρων φλεγμονῇ, διότι μηδ’ ἰσχυρὰν αἴσθησιν.

8

Ἐδείχθη ἔνια ἐν τοῖς περὶ 〈τῆσ〉 τῶν ἁπλῶν φαρ‐ μάκων δυνάμεως κατὰ τὸ θερμαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν, ἔνια δὲ κατὰ συζυγίαν ἐνεργοῦντα κατὰ τὸ θερμαίνειν ἅμα καὶ ὑγραίνειν ἢ τὸ ψύχειν ἅμα καὶ ξηραίνειν. ἕτερον δὲ γένος
5εἶναι φαρμάκων κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ἐνεργούντων. τοιαῦτα δ’ ἐδείκνυον ὄντα τά τε καθαίροντα καὶ τὰ δηλητήρια καλούμενα, διαφέροντα τῶν ἁπλῶς θανασίμων ὀνομαζομένων τῷ τὰ μὲν δηλητήρια μηδέποτ’ ὠφελεῖν ἡμᾶς, τὰ δὲ θανάσιμα φέρειν ὠφέλειαν ἔσθ’ ὅτε βραχεῖαν λαμβανόμενα μετὰ μίξεως ἐνίοτε
10χρησίμων τινῶν. οὕτω γοῦν καὶ τῷ τοῦ μήκωνος ὀπῷ πρὸς ὠφέλειαν χρώμεθα. τῶν δ’ ὠφελούντων ἡμᾶς φαρμάκων ἔνια μὲν κατὰ μίαν ἢ δύο ποιότητας ἐνεργοῦντα, τινὰ δ’ ὅλῃ τῆς οὐσίας ἰδιότητι, καὶ μέντοι καὶ τῶν τῆς φύσεως ἔργων ἔνια μὲν ὑπὸ μιᾶς ἢ δύο γίγνεσθαι ποιοτήτων, ἔνια δὲ καθ’ ὅλην
15τὴν οὐσίαν, ὡς τὰς ἐν τῇ γαστρὶ πέψεις αἱματώσεις τε καθ’ ἧπαρ ἔτι τε τὰς καθ’ ἕκαστον μόριον αὐξήσεις τε καὶ θρέψεις ὑπάρχειν τε τὰς ἐνεργείας ταύτας ἅπαντι μορίῳ τοῦ ζῴου.
διοικεῖν γὰρ ἕκαστον ἑαυτὸ κατὰ τὰς φυσικὰς ὀνομαζομένας δυνάμεις, ἃς κοινὰς ἔχει πρὸς τὰ φυτά, καθάπερ τι ζῷον433
20ἑαυτὸ διασῷζον, εἰ τὸ μὲν οἰκεῖον ἕλκει, τὸ δ’ ἀλλότριον ἀποκρίνει μεταβάλλει τε καὶ ἀλλοιοῖ καὶ ἐξομοιοῖ πρὸς τὴν ἑαυτοῦ φύσιν ἕκαστον τῶν ἑλχθέντων. ἐπικουρίας δ’ αὐτὰ δεῖσθαι πρὸς τὸ διαμένειν ἐν τῷ κατὰ φύσιν, ἥπατος μὲν ἐπιπέμποντός τε ἅμα τροφὴν ἐπιτήδειον, αὐξάνοντος δὲ τὰς
25δυνάμεις, εἴ ποτε κάμνοιεν. εἶναι γὰρ οἷόν τινα ἑστίαν καὶ πηγὴν αὐτὸ τῶν φυσικῶν δυνάμεων, ὡς ἐν τοῖς φυτοῖς τὸ μέρος, καθ’ οὗ συμβάλλουσιν αἱ ῥίζαι τῷ πρέμνῳ. μέχρι γὰρ ἂν τοῦτο διασῴζῃ τὴν ἑαυτοῦ δύναμιν, ἂν καὶ τῶν ῥιζῶν τι καὶ τῶν κλάδων 〈πάθῃ〉, ἀνασῴζεται τὸ φυτόν. οὐ μὴν
30ὁμοίως γε ταύτῃ τὴν ἐξ ἐγκεφάλου χορηγουμένην δύναμιν αἰσθήσεώς τε καὶ κινήσεως ἑκάστῳ τῶν μορίων ὑπάρχειν· ἐν γὰρ τῷ γίγνεσθαι τὴν ὕπαρξιν ἔχειν ταύτην, οὐκ ἐν τῷ διαμένειν, ἐπεί γε τῶν ἀνθρωπίνων σωμάτων ὅσα τε τῶν ζῴων οὐ πόρρω τὴν φύσιν † τοῖσδ’ ἄν. οὕτω δὲ καὶ τῆς τῶν
35ἀρτηριῶν κινήσεως τὴν δύναμιν ἐπιρρεῖν ἀπὸ τῆς καρδίας, οὐ μὴν διαμένειν ἐν αὐταῖς, τὰς δὲ φυσικὰς ὀνομαζομένας ἐμφύτους μένειν ἐν ταῖς οὐσίαις τῶν μορίων. εἰς δὲ τὸ διαμένειν τὴν εὐκρασίαν τῆς οὐσίας αὐτῶν οὐ σμικρὰν γίγνε‐ σθαι βοήθειαν ἐκ τῶν σφυγμῶν, ὡς ἐν τῷ περὶ χρείας σφυγ‐
40μῶν δέδεικται γράμματι.

9

Νέος μὲν γὰρ ὢν εἱπόμην ἀνδράσιν ἀξιολόγοις ἡγου‐ μένοις τὴν καρδίαν ἁπάντων πρώτην διαπλάττεσθαι· προϊὼν δὲ κατὰ τὴν ἡλικίαν ὑπώπτευσα τὸν λόγον ὡς πιθανὸν μέν, οὐ μὴν ἀληθῆ. χωρὶς μὲν γὰρ αἵματος ἀδύνατόν ἐστι γε‐
5νηθῆναι τὸ σπλάγχνον τοῦτο. γίγνεται δὲ αἷμα διὰ τῶν ἐν τῇ μήτρᾳ ἀγγείων . . . τὴν γένεσιν ἔχει ἀφικνούμενον εἰς ἧπαρ πρότερον ἐμφυομένης. οὐ μὴν οὐδὲ τοῦ ἥπατος εἰκὸς αὐτὴν διαπεπλάσθαι προτέραν φαινομένης γε σαφῶς τῆς ἐκ τῶν κατὰ τὸ χορίον ἁπασῶν φλεβῶν γενομένης φλεβὸς εἰς
10τὸ ἧπαρ ἀφικνουμένης πρότερον ἤπερ εἰς τὴν καρδίαν. ἔτι δὲ ἀτοπώτερος ὁ λόγος εἶναί μοι φαίνεται τῶν οἰομένων ὑπὸ τῆς καρδίας διαπλάττεσθαι τὰ κυούμενα μόρια. τὸ γὰρ αὐ‐ τήν τε τὴν καρδίαν διαπλάσαν ἔτι δὲ πρὸ αὐτῆς τάς τε ἀρ‐ τηρίας τε καὶ τὰς φλέβας εὔλογόν ἐστιν, ὥσπερ ταῦτά τε καὶ
15σὺν αὐτοῖς τὸ ἧπαρ, οὕτω καὶ τἄλλα διαπλάττειν, ἅπερ ἔνιοι μὲν ἡγοῦνται τὸ καταβαλλόμενον εἰς τὰς μήτρας εἶναι σπέρμα. τὸν ἐς δὲ τοῦτο μὲν ὄργανον. ἕτερον δ’ ἔτι θειότερον ὑπάρ‐
χειν τὸ διαπλάττον τὰ κυούμενα νομίζουσιν.434