TLG 0057 025 :: GALENUS :: De bono habitu liber

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De bono habitu liber

Source: Helmreich, G. (ed.), Galenus de optima corporis constitutione. Idem de bono habitu [Programm Gymnasium Hof, 1900–1901] 1901: 16–20.

Citation: Kühn volume — page — (line)

4

.

750

(t)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΕΞΙΑΣ.
1 Τὸ τῆς ἕξεως ὄνομα κατὰ παντὸς ἐπιφέρειν εἰθίσμεθα τοῦ μονίμου τε καὶ δυσλύτου καὶ οὐδὲν μᾶλλον ἐπαινοῦντες ἢ ψέγοντες. ἀλλ’ ὅταν εὐεξίαν ἢ καχεξίαν εἴπωμεν, ἤδη τηνικαῦτα διοριζόμεθ’, ὁποίαν τινὰ τὴν ἕξιν εἶναί φαμεν.
5ἀγαθὴ μὲν οὖν ἁπλῶς ἕξις ἐν ἀρίστῃ κατασκευῇ γίνεται σώματος, οὐχ ἁπλῶς δὲ καθ’ ἑκάστην φύσιν σώματος. ἡ16

4

.

751

μέντοι καχεξία περὶ πᾶσαν συνίσταται ‖ κατασκευὴν σώματος, εἴθ’ ἁπλῶς εἴτ’ ἐν τῷ πρός τι λέγοιτο. χρὴ τοίνυν ἀνα‐ μνησθῆναι τῶν περὶ τῆς ἀρίστης κατασκευῆς εἰρημένων ἰδίᾳ τὸν βουλόμενον ἀκριβῶς ἐπιγνῶναι, τί ποτ’ ἐστὶν ἁπλῶς
5[εἰπεῖν] εὐεξία. πλάτος γὰρ ἱκανὸν ἐχούσης τῆς ὑγιείας, ὡς πολλάκις ἐν ἑτέροις ἐπιδέδεικται, τὴν μὲν ἐπίτασιν αὐτῆς εὐεξίαν ὀνομάζουσιν οἱ παλαιοὶ φιλόσοφοί τε καὶ ἰατροί, τὴν δ’ ἔκλυσιν ἰδίῳ μὲν οὐκέτι προσαγορεύουσιν ὀνόματι, τῷ δὲ τοῦ παντὸς γένους ὡσαύτως ὑγίειαν καλοῦσιν, ὥστ’
10ἀρίστη τις ὑγίεια ἡ εὐεξία, καὶ διὰ τοῦτ’ ἐν τοῖς ἄριστα κατεσκευασμένοις γίνεται σώμασιν. εἰ γάρ τι μὴ τοιοῦτον, οὐκ ἂν δέξαιτο τὴν ἀρίστην ὑγίειαν, ὥστ’ οὐδὲ τὴν εὐεξίαν. ἡ δ’ ἐν τῷ πρός τι κατὰ τὴν ἑκάστου φύσιν γίνεται καὶ διὰ τοῦτο μετὰ προσθήκης λέγεται Δίωνος, εἰ οὕτως ἔτυχεν, ἢ
15Μίλωνος εὐεξία, οὐχ ἁπλῶς εὐεξία. ἡ μέν γε [τοῦ Μίλωνος καὶ ἡ] τοῦ Ἀχιλλέως καὶ ἡ τοῦ Ἡρακλέους ἁπλῶς τ’ εἰσὶν εὐεξίαι καὶ χωρὶς προσθήκης ὀνομάζονται, καθάπερ καὶ ‖

4

.

752

καλὸς μὲν ὁ Ἀχιλλεὺς ἁπλῶς, ὁ δὲ πίθηκος οὐχ ἁπλῶς, ἀλλ’ ὡς πίθηκος καλός. ἐκ τῶν μετὰ προσθήκης ἐστὶ λεγομένων καὶ ἡ τῶν ἀθλητῶν εὐεξία καὶ δεόντως ὑπὲρ
αὐτῆς ὁ Ἱπποκράτης ἔλεγεν· „Ἐν τοῖσι γυμναστικοῖσιν αἱ17
5ἐπ’ ἄκρον εὐεξίαι σφαλεραί.“ οὐ γὰρ δὴ τήν γ’ ἁπλῶς ὀνομαζομένην εὐεξίαν, ἐπειδὰν εἰς ἄκρον ἥκῃ, σφαλερὰν εἶναί φησιν. αὐτὸ γὰρ δὴ τοῦτ’ ἔστιν αὐτῇ τὸ εἰς ἄκρον ἥκειν, τὸ πασῶν τοῦ σώματος τῶν διαθέσεων ὑπάρχειν ἀσφαλεστάτην. ἀλλ’ ἡ τῶν ἀθλητῶν ἢ γυμναστικῶν ἢ ὅπως
10ἂν ἐθέλῃ τις ὀνομάζειν εὐεξία, διότι μὴ ἁπλῶς ἐστιν εὐεξία ἡ ἀρίστη διάθεσις σώματος, εὐλόγως εἰς ἄκρον ἰοῦσα σφαλερωτάτη γίνεται. „Διάθεσις γάρ, φησίν, ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων.“ τῆς μὲν οὖν ὑγιεινῆς ἕξεως ἡ τελειότης εὐεξία ἐστί. τῆς δὲ τῶν ἀθλητῶν διαθέσεως
15οὐχ ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης, ὡς εὔμορφος πίθηκος καὶ πῆχυς μέγας καὶ ἄδικος χοῖνιξ καὶ ἀδόκιμος δραχμή.

4

.

753

εἴτε γὰρ ὁ πῆχυς μέγας, οὐκέθ’ ‖ ἁπλῶς πῆχυς, ἀλλ’ ὅλον τοῦτο μέγας πῆχυς, εἴθ’ ἡ χοῖνιξ ἄδικος, οὐκέθ’ ἁπλῶς χοῖνιξ, ἀλλ’ ὅλον τοῦτο χοῖνιξ ἄδικος. ὡσαύτως δὲ κἀπὶ τῶν ἄλλων ἁπάντων τὸ [χωρὶς τῆς προσθήκης] ἁπλῶς
5ὀνομαζόμενον οὐ τῆς αὐτῆς ἐστι φύσεως τῷ μετὰ προσθήκης λεγομένῳ, ἀλλ’ ἐνίοτε τὸ μὲν ἄκρως ἐπαινετόν ἐστι, τὸ δ’, εἰ οὕτως ἔτυχε, ψεκτόν, ὥσπερ γε καὶ ἡ τῶν ἀθλητῶν εὐεξία.
τοσοῦτον γὰρ ἐνδεῖ τὸ ἐπαινετὸν ἔχειν, ὥστε καὶ ψέγεσθαι δεόντως, οὐχ ὑφ’ Ἱπποκράτους μόνον ἢ τῶν ἄλλων ἰατρῶν18
10τῶν παλαιῶν, ἀλλὰ καὶ πρὸς τῶν ἀρίστων φιλοσόφων, ὥσπερ καὶ Πλάτωνος ἐν τῷ τρίτῳ τῆς Πολιτείας τήν τ’ ἀχρηστίαν αὐτῆς ἅπασαν εἰς τὰς κατὰ φύσιν ἐνεργείας ἐπι‐ δεικνύντος καὶ ὡς σφαλερὰ πρὸς ὑγίειάν ἐστι διεξιόντος· οὐ γὰρ εὐκρασίαν ἁπλῶς τοῦ σώματος, ἀλλὰ καὶ μέγεθος
15ὄγκου μεταδιώκοντες, ὃ χωρὶς ἀμέτρου πληρώσεως οὐκ ἂν γένοιτο, οὕτω καὶ σφαλερὰν αὐτὴν ἀπεργάζονται καὶ πρὸς τὰς πολιτικὰς ἐνεργείας ἄχρηστον. ἵνα τοίνυν τῆς ὄντως

4

.

754

εὐεξίας εἰς ἀκριβῆ ‖ γνῶσιν ἀφικώμεθα, παραβάλλειν αὐτῇ χρὴ τὴν ὁμώνυμον εὐεξίαν τὴν ἀθλητικὴν καὶ σκέψασθαι, τί ταὐτὸν ἑκατέραις ὑπάρχει τί τ’ ἐναντίον. ἡ μὲν δὴ τῶν μορίων ἁπάντων τοῦ σώματος εὐκρασία κοινὸν ἀμφοῖν.
5οὕτω δὲ καὶ ἡ τῶν ἐνεργειῶν ἀρετὴ καὶ εἴπερ ταῦτα, καὶ ἡ εὐχυμία. ταυτὶ μὲν τὰ κοινά. τὰ δ’ ἐναντία συμμετρία μὲν αἵματός τε καὶ τοῦ τῶν στερεῶν σωμάτων ὄγκου παν‐ τὸς ἐν ταῖς ὄντως εὐεξίαις, ἀμετρία δὲ τῶν αὐτῶν τούτων καὶ μάλιστα τοῦ σαρκώδους γένους ἐν ταῖς ἀθλητικαῖς, αἷς
10ἐξ ἀνάγκης ἕπεται τὸ σφαλερόν, ἐπειδὰν εἰς ἄκρον ἀφίκηται. ὅταν γὰρ ἐσθίωσι μὲν πρὸς ἀνάγκην, πέττῃ δ’ ἡ γαστὴρ ἐρρωμένως καὶ ἡ ἀνάδοσις ἐπὶ τῇ πέψει γίνηται ῥᾳδίως αἱμάτωσίς τε καὶ πρόσθεσις καὶ πρόσφυσις καὶ θρέψις
ἕπηται τοῖσδε, κίνδυνος ὑπερπληρωθῆναι τὴν ἕξιν, ὡς19
15μηκέτ’ εἶναι τῇ φύσει χώραν προσθέσεως κἀν τῷδε πλη‐ ροῦνται μὲν αἵματος αἱ φλέβες ἀμέτρως, καταπνίγεται δὲ

4

.

755

καὶ σβέννυται τὸ ἔμφυτον θερμὸν ἀποροῦν τῆς ‖ διαπνοῆς. εἴπερ δ’ ἔτ’ ἀντέχει τοῦτο, ῥήγνυταί τι τῶν ἐπικαίρων ἀγγείων, ἃ δὴ καθ’ ἧπάρ τε καὶ πνεύμονα καὶ θώρακα τέτακται. καὶ γὰρ δὴ καὶ μαλακώτερα τοῖς χιτῶσι τῶν ἐν
5τοῖς κώλοις ὑπάρχει ταῦτα καὶ πρότερα τὴν τροφὴν δέχεται καὶ διὰ τὸ πλῆθος τῆς ἐν αὐτοῖς φυσικῆς θερμασίας ἔτι τε τῶν ἐνεργειῶν τὸ διηνεκὲς ὅμοιόν τι τῇ ζέσει πάσχον τὸ αἷμα τοὺς χιτῶνας αὐτῶν ἀναρρήγνυσιν, ὥσπερ ὁ γλευκίνης οἶνος τοὺς πίθους. ταῦτά τ’ οὖν οὕτω γίνεται πάντα ταῖς
10ἀμέτροις πληρώσεσιν ἐξ ἀνάγκης ἑπόμενα καὶ αἱ περὶ αὐτῶν ἀποδείξεις τοῖς φυσικοῖς ἕπονται λόγοις. ὅτι δὲ σβέννυται τὸ ἔμφυτον θερμὸν ὑπερπληρωθεισῶν αἵματος τῶν φλεβῶν, ἐν τοῖς Περὶ χρείας ἀναπνοῆς εἴρηται, ὅτι δ’ αἱ φλέβες ῥήγνυνται ἐν τοῖς Ἀνατομικοῖς. οὕτω δ’ ἂν
15καὶ ὁ Ἱπποκράτης φανείη γινώσκων, οὐ μόνον ἐπειδὰν φῇ τὴν ἐν τοῖς γυμναστικοῖς ἐπ’ ἄκρον εὐεξίαν εἶναι σφα‐ λεράν, ἀλλὰ κἀπειδὰν ἑτέρωθι γράφῃ· „Τὸ δὲ ἐξαίφνης

4

.

756

ἄφωνον γενέσθαι, φλεβῶν ἀπολήψιες ‖ λυπέουσι.“ τὰς γὰρ αἰφνιδίους παραλύσεις τῶν ἐνεργειῶν ἁπασῶν διὰ μιᾶς ἐπικαιροτάτης ἐδήλωσεν. ἀπολήψεις δὲ φλεβῶν τὰς ὑπερ‐
πληρώσεις εἶπεν, ἐπειδὰν ἀπορῶσιν εἰς ἀνάψυξιν διαπνοῆς.20