TLG 0057 024 :: GALENUS :: De optima corporis nostri constitutione

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De optima corporis nostri constitutione

Source: Helmreich, G. (ed.), Galenus de optima corporis constitutione. Idem de bono habitu [Programm Gymnasium Hof, 1900–1901] 1901: 7–16.

Citation: Kühn volume — page — (line)

4

.

737

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΡΙΣΤΗΣ ΚΑΤΑΣΚΕΥΗΣ
t2ΤΟΥ ΣΩΜΑΤΟΣ.
1 Τίς ἡ ἀρίστη κατασκευὴ τοῦ σώματος ἡμῶν; ἆρά γ’ ἡ εὐκρατοτάτη, καθάπερ ἔδοξε πολλοῖς τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων; ἢ τὴν μὲν ἀρίστην ἀναγκαῖον εὐκρατο‐ τάτην ὑπάρχειν, οὐ μὴν τήν γ’ εὐκρατοτάτην ἐξ ἀνάγκης
5ἀρίστην; ἡ μὲν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ σύμμετρος κρᾶσις ὑγίεια τῶν ὁμοιομερῶν ἐστι τοῦ

4

.

738

σώματος ἡμῶν· ἡ δ’ ἐκ τούτων ἁπάντων ‖ τοῦ ζῴου διά‐ πλασις ἐν θέσει καὶ μεγέθει καὶ σχήματι καὶ ἀριθμῷ τῶν συνθέτων ὑπάρχει καὶ δόξειεν ἂν ἐγχωρεῖν ἐξ ἁπάντων ἢ ἐκ τῶν πλείστων γε μορίων εὐκράτων συγκείμενόν τι σῶμα
5περὶ τὸ μέγεθος αὐτῶν ἢ τὸν ἀριθμὸν ἢ τὴν διάπλασιν ἢ
τὴν πρὸς ἄλληλα σύνταξιν ἡμαρτῆσθαι. πειρατέον οὖν ὑπὲρ ἁπάντων τούτων ἐφεξῆς διελθεῖν ἀρξαμένους ἀπὸ τῶν ὀνομάτων, οἷς ἐξ ἀνάγκης χρώμεθα κατὰ τόνδε τὸν λόγον, ἐπειδὴ καὶ περὶ τούτων ἐρίζουσί τινες, οἱ μὲν κατασκευὴν7
10ἀρίστην, οἱ δὲ διάθεσιν, οἱ δ’ ἕξιν ἢ σχέσιν ἢ φύσιν σώματος ἢ ὅπως ἂν ἑκάστῳ δόξῃ λέγειν ἀξιοῦντες. ἐγὼ δὲ τὸ μὲν ὡς ἄν τῳ παραστῇ ποιεῖσθαι τὴν ἑρμηνείαν οὐ μέμφομαι, τὸ δ’ ἐγκαλεῖν τοῖς ἑτέρως ὀνομάζουσιν οὐκ ἐπαινῶ, τὴν πλείστην καὶ μεγίστην φροντίδα τῶν πραγμάτων αὐτῶν,
15ὑπὲρ ὧν ὁ λόγος ἐστίν, ἡγούμενος χρῆναι ποιεῖσθαι μᾶλλον ἢ τῶν ὀνομάτων. εἴτ’ οὖν ἀρίστην κατασκευὴν σώματος εἴτε διάθεσιν εἴθ’ ἕξιν εἴτε σχέσιν εἴτε φύσιν εἴθ’ ὁπωσοῦν ἑτέρως ὀνομάζειν ἐθέλοι τις, οὕτω θέμενος, ἐὰν ἀπό τε τῆς

4

.

739

ὁμολογουμένης ἐννοίας ‖ ἄρξηται καὶ προϊὼν ἐπὶ τὴν τῆς οὐσίας εὕρεσιν ἐν τάξει τινὶ καὶ μεθόδῳ ποιῆται τὴν ζήτησιν, ἐπαινέσομαι τοῦτον ἐγὼ πολὺ μᾶλλον ἢ εἰ περὶ τῶν ὀνο‐ μάτων πάνδεινός τίς μοι φαίνοιτο. καὶ τοίνυν καὶ ἡμεῖς
5οὕτω ποιῶμεν ἀπὸ τῆς κοινῆς ἐννοίας ἀρξάμενοι καὶ ταύτην διορισάμενοι μεθόδῳ προΐωμεν ἐπὶ τὸ συνεχὲς τῆς σκέψεως. Τίς οὖν ἔννοια κοινὴ πᾶσιν ἀνθρώποις ἐστὶν ἀρίστης κατασκευῆς σώματος; ἀκοῦσαι μὲν γὰρ ἔστι λεγόντων
10αὐτῶν οὐχ ὁμοίως τῇ λέξει, νοούντων δ’ ἁπάντων ἓν καὶ ταὐτὸν πρᾶγμα. τὸ γοῦν ὑγιεινότατον σῶμα πάντες μὲν ἑξῆς ἐπαινοῦσιν, ὥσπερ οὖν καὶ τὸ εὐεκτικώτατον, εἰς ἓν μέν τι πρᾶγμα βλέποντες ἀμφότεροι καὶ τούτῳ τὴν διάνοιαν ἐπιβάλλοντες, οὐ μὴν οὔτε διηρθρωμένως αὐτὸ νοοῦντες8
15οὔθ’ ἑρμηνεῦσαι σαφῶς ἐπιστάμενοι. καὶ γὰρ καὶ τὰς ἐνεργείας ἁπάντων τῶν τοῦ σώματος μορίων εὐρώστους ἔχειν ἀξιοῦσι καὶ μὴ ῥᾳδίως ὑπὸ τῶν νοσωδῶν αἰτίων νικᾶσθαι. τούτων δὲ τὸ μὲν ἐν ταῖς ἐνεργείαις ταῖς κατὰ φύσιν ὑγίεια, τὸ δὲ μετὰ ῥώμης τινὸς εὐεξία. κοινὸν

4

.

740

δ’ ἀμφοῖν τὸ μὴ ‖ ῥᾳδίως ἁλίσκεσθαι νόσοις, ὥστ’ εὐεκτικὴ μὲν πάντως ἐστὶν ἡ ὑγιεινοτάτη κατάστασις, ἧς ἅπαντες ἄνθρωποι γλίχονται· συμβέβηκε δ’ αὐτῇ τό τ’ ἐν ταῖς ἐνερ‐ γείαις κατωρθωμένον καὶ τὸ δύσλυτον. ταῦτά τοι καὶ
5δεόντως εὐεξία κέκληται, ἐμφαίνοντος μὲν ἤδη καὶ αὐτοῦ τοῦ τῆς ἕξεως ὀνόματος τὸ μόνιμόν τε καὶ δύσλυτον, ἀλλ’ ἐπὶ μᾶλλον ἔτι τοῦ τῆς εὐεξίας, ὡς ἂν ἀρίστης τινὸς ἕξεως ὑπαρχούσης. ὥστε καὶ κατασκευὴν ἀρίστην σώματος εἴτε τὴν ὑγιεινοτάτην εἴτε τὴν εὐεκτικωτάτην εἴποιμεν, οὐχ ἁμαρ‐
10τησόμεθα καὶ κρινοῦμεν αὐτὴν τῷ δυσλύτῳ τῶν κατωρθω‐ μένων ἐνεργειῶν. ἐπεὶ δὲ τοῦτ’ ἤδη διώρισται, σκεπτέον ἐφεξῆς, ἥτις ἐστὶν ἡ οὐσία τῆς τοιαύτης τοῦ σώματος ἕξεως. ἀρχὴ δὲ κἀνταῦθα τῆς εὑρέσεως, εἰ ζητήσαιμεν, ὅπως διακειμένου τοῦ σώματος ἐνεργοῦμεν ἄριστα. χρὴ τοίνυν
15εἰς τοῦτο τῶν ἤδη δεδειγμένων ἐν ἑτέροις ὑπομνήμασιν ἀναμνησθῆναι, πρῶτον μὲν ὡς ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ

4

.

741

ξηροῦ καὶ ὑγροῦ τὰ ‖ σώμαθ’ ἡμῶν κέκραται· δέδεικται δὲ
περὶ τούτων ἐν τῷ Περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων γράμματι· δεύτερον δὲ τοῦ διορίσασθαι τὰς κράσεις τῶν μορίων· εἴρηται δὲ καὶ περὶ τούτων ἐν τοῖς Περὶ κράσεων9
5ὑπομνήμασιν· ἐφεξῆς δὲ τούτων, ὡς ἕκαστον μὲν τῶν ὀργανικῶν τοῦ σώματος μελῶν ἓν ἔχει τῶν ἐν ἑαυτῷ μορίων αἴτιον τῆς ἐνεργείας, τὰ δ’ ἄλλα σύμπαντα τὰ συμπληροῦντα τὸ πᾶν ὄργανον ἐκείνου χάριν ἐγένετο. δέδεικται δὲ καὶ περὶ τούτων αὐτάρκως ἐν τῇ Περὶ χρείας μορίων πραγ‐
10ματείᾳ. εἴη ἂν οὖν ἀρίστη κατασκευὴ τοῦ σώματος, ἐν ᾗ τὰ μὲν ὁμοιομερῆ πάντα—καλεῖται δ’ οὕτω δηλονότι τὰ πρὸς αἴσθησιν ἁπλᾶ—τὴν οἰκείαν ἔχει κρᾶσιν, ἡ δ’ ἐκ τούτων ἑκάστου τῶν ὀργανικῶν σύνθεσις ἔν τε τοῖς μεγέθεσιν αὐτῶν καὶ τοῖς πλήθεσι καὶ ταῖς διαπλάσεσι καὶ ταῖς πρὸς
15ἄλληλα συντάξεσιν εὐμετρότατα κατεσκεύασται. ὅ τι γὰρ ἁπάσαις ταῖς ἐνεργείαις ἄριστα διάκειται, τοῦτο καὶ δυσ‐ παθέστατον εἶναι τῶν ἄλλων σωμάτων ἁπάντων οὐ χαλεπῶς ἄν τις ἐξεύροι. ὃ γὰρ ἂν ἐνεργῇ μόριον ἄριστα, τοῦτο

4

.

742

τῆς [μὲν] τῶν ὁμοιο‖μερῶν εὐκρασίας καὶ τῆς τῶν ὀργανι‐ κῶν συμμέτρου κατασκευῆς ἔκγονον ὑπάρχει. τοιοῦτον δ’ ἐστὶ τὸ προειρημένον σῶμα. δῆλον οὖν, ὡς ἐνεργήσει πάντων ἄριστα. ὅτι δὲ καὶ δυσπαθέστατόν ἐστιν, ὧδ’ ἂν μάλιστα
5μάθοις. Αἱ βλάβαι τοῖς σώμασιν ἡμῶν αἱ μὲν ἀπὸ τῶν ἔξωθεν αἰτίων, αἱ δ’ ἀπὸ τῶν τῆς τροφῆς ὁρμῶνται περιττωμάτων. αἱ μὲν ἀπ’ αὐτῶν τῶν ἔξωθεν αἰτίων ἐγ‐ καυθεῖσί τε καὶ ψυχθεῖσιν ὑγρανθεῖσί τε καὶ ξηραν‐10
10θεῖσι πέρα τοῦ προσήκοντος. ἐν τούτῳ δὲ τῷ γένει καὶ κόπους καὶ ἀγρυπνίας καὶ λύπας καὶ φροντίδας ὅσα τ’ ἄλλα τοιαῦτα θετέον. ἀπὸ δὲ τῶν τῆς τροφῆς πε‐ ριττωμάτων διτταὶ μὲν κατὰ γένος, ὅτι καὶ ταῦτα διττά, τὰ μὲν τῷ ποσῷ, τὰ δὲ τῷ ποιῷ διοχλοῦντα, πολυειδεῖς
15δὲ κατ’ εἶδος. ὅτι μὲν οὖν τοῖς ἔξωθεν αἰτίοις τὸ συμ‐ μέτρως διακείμενον σῶμα δυσάλωτόν ἐστι, πρόδηλον μὲν κἀξ αὐτῆς αὐτοῦ τῆς εὐκρασίας, χαλεπῶς καὶ μόγις εἰς ἀμετρίαν κράσεως ἀφικνουμένης τῷ πάντη τῶν ἄκρων

4

.

743

ἀφεστάναι πλεῖστον. ‖ οὐ μὴν ἀλλὰ κἀκ τοῦ καλῶς ἐνεργεῖν ἄριστ’ ἂν εἴη παρεσκευασμένον εἰς δυσπάθειαν, ἥκιστα καμάτοις ἁλισκόμενον. ὑπάρχει δ’ εὐθὺς τῷ τοιούτῳ σώ‐ ματι καὶ εὐχυμοτάτῳ τῶν ἄλλων ἁπάντων εἶναι, ὥστε καὶ
5λύπης καὶ θυμοῦ καὶ ἀγρυπνίας καὶ φροντίδος ὄμβρων τε καὶ αὐχμῶν καὶ λοιμῶν καὶ πάντων ἁπλῶς εἰπεῖν τῶν νοσερῶν αἰτίων ῥᾷον τῶν ἄλλων ἀνέξεται σωμάτων. μάλιστα
γὰρ δὴ τὰ κακόχυμα πρὸς τῶν τοιούτων αἰτίων ἐξελέγχεται ῥᾳδίως, ὡς ἂν ἤδη καὶ καθ’ ἑαυτὰ πλησίον ἥκοντα νόσων.11
10οὕτω μὲν ὑπὸ τῶν ἔξωθεν ἡμῖν προσπιπτόντων καὶ λυπούν‐ των τὸ σῶμα δυσάλωτός ἐστιν ἡ εἰρημένη διάθεσις. ὅτι δ’ οὐδ’ ὑπὸ τῶν τῆς τροφῆς περιττωμάτων εὐάλωτος ὑπάρχει νόσοις, ὧδ’ ἂν καὶ τόδε μάλιστα μάθοις, εἰ λογίσαιο μήτε πλῆθος ἐν τῇ τοιαύτῃ φύσει μήτε κακοχυμίαν [οὐδε‐
15μίαν] ἢ ἀθροίζεσθαι ῥᾳδίως ἢ ἀθροισθεῖσαν λυμαίνεσθαί τι τοῖς ζῴοις. ἥ τε γὰρ συμμετρία τῶν φυσικῶν ἐνεργειῶν

4

.

744

πρὸς ἀλλήλας καὶ ἡ καθ’ ἑκάστην αὐτῶν ἀρετὴ καὶ γί‖νεσθαι κωλύει τὰ περιττώματα καὶ γενόμενα ῥᾳδίως ἐκκρίνει, κἂν εἰ μείνειε δέ ποτε μέχρι πλείονος, ἥκιστα νικᾶται πρὸς αὐτῶν. τὸ μὲν γὰρ ὑπὸ τῶν νοσερῶν αἰτίων ῥᾳδίως
5νικᾶσθαι ταῖς ἀσθενέσι τε καὶ δυσκράτοις ὑπάρχει φύσεσι, τὸ δ’ ἀντέχειν ἐπὶ πλεῖστον ταῖς εὐκράτοις τε καὶ ἰσχυραῖς, ὁποίαν εἶναι τὴν ἀρίστην ἔφαμεν. ἔχεις δ’ αὐτῆς ἐν μὲν τοῖς Περὶ κράσεων ὑπομνήμασιν ὡς εὐκράτου τὰ γνωρίσ‐ ματα, κατὰ δὲ τὸ ἑπτακαιδέκατον τῶν Περὶ χρείας μορίων
10ὡς συμμέτρως ἐχούσης τοῖς ὀργανικοῖς μορίοις, καὶ νῦν δ’ ἂν οὐδὲν ἧττον ἐκ τῶν εἰρησομένων ἀναμνησθείης αὐτῶν. ἐπειδὴ γὰρ οὐκ ἐστενωμένον οὐδ’ ἁπλοῦν ἀκριβῶς οὐδ’ ἄτμητον πρᾶγμα τὴν ὑγίειαν ἐδείξαμεν ἐν τοῖς περὶ αὐτῆς λόγοις, ἀλλ’ εἰς ἱκανὸν πλάτος ἐκτείνεσθαι δυναμένην, δοκεῖ
15μοι καλῶς ἔχειν, εἰ μέλλει χρήσιμος ὁ λόγος ἔσεσθαι τοῖς ἐργαζομένοις τὴν τέχνην, μὴ μόνον τὸ σπάνιον ἐν αὐτῇ σῶμα καὶ οἷον παράδειγμά τι τοῦ Πολυκλείτου κανόνος ἐν τῷ λόγῳ πλάττειν ἀλλὰ καὶ τῶν ἀπολειπομένων μὲν αὐτῆς12

4

.

745

κατά τι, μὴ μέντοι κατάφωρον ἤδη ‖ καὶ μέγα τὸ σφάλμα κεκτημένων ἀναμνησθῆναι. τό τε γὰρ ἑτοίμως γνωρίζειν τὴν ἀρίστην κατασκευὴν τοῦ σώματος, εἰ καὶ σπάνιος ἡ γένεσις αὐτῆς, καὶ τὸ τὰς ἄλλας ἁπάσας, αἷς ὁμιλοῦμεν
5ὁσημέραι, διαγινώσκειν ῥᾳδίως οὕτως ἂν μάλισθ’ ἡμῖν ὑπάρξαι. τὸ μὲν γὰρ ἄκρως ἐν ἅπασι κατωρθωμένον, ὡς μήτε τῶν ὁμοιομερῶν μήτε τῶν ὀργανικῶν μορίων μηδὲν ἀμέτρως ἔχειν διακείμενον, οὐ πάνυ τι συνεχῶς, ἀλλ’ ἐν μακροτέραις χρόνων περιόδοις εἴωθε γίνεσθαι, τὸ δ’ ἀπο‐
10λειπόμενον βραχὺ τοῦδε κἂν συνεχῶς θεάσαιο. Τὸ μὲν οὖν ἀκριβῶς εὔκρατον μέσον ἐστὶν ἁπαλοῦ τε καὶ σκληροῦ καὶ δασέος καὶ ψιλοῦ τριχῶν καὶ φλέβας εὐρείας ἔχοντος ἢ στενὰς καὶ σφυγμοὺς μεγάλους ἢ μικρούς. τὸ δ’ ἀκριβῶς σύμμετρον τοῖς ὀργανικοῖς μο‐
15ρίοις ἑνὶ κεφαλαίῳ περιληφθὲν οἷόσπερ ὁ Πολυκλείτου κανὼν ὑπάρχειν ἐλέγετο. ὅσα δ’ ἤδη θερμότερα τοῦ προσήκοντός ἐστιν, οὐ μὴν πολλῷ γε, καὶ ψυχρότερα δὴ καὶ ξηρότερα

4

.

746

καὶ ὑγρότερα ‖ μετρίως ἤ τι μέρος ἓν οὐκ ὀρθῶς δια‐ πεπλασμένον ἔχοντα, ταῦτα σύμπαντα καὶ πλεονεκτεῖν ἐνίοτε δόξειεν τοῦ συμμέτρου. αὐτίκα τὸ μὲν σκληρότερον αὐτοῦ
σῶμα δυσπαθέστερόν ἐστιν ἅπασι τοῖς ἔξωθεν αἰτίοις, τὸ13
5δ’ ἁπαλώτερον τοῖς ἔνδοθεν. οὕτω δὲ καὶ τὸ μὲν πυκνό‐ τερον τοῖς ἔξωθεν, τὸ δ’ ἀραιότερον τοῖς ἔνδοθεν. τὸ γοῦν ὑφ’ Ἱπποκράτους εἰρημένον ἐν τῷ Περὶ τροφῆς· „Ἀραιότης σώματος εἰς διαπνοήν, οἷς πλεῖον ἀφαιρέεται, ὑγιεινότερον, οἷς δ’ ἔλασσον, νοσερώτερον“ περὶ τῶν ἐκ τῆς τροφῆς
10περιττωμάτων εἰς ὑγίειαν καὶ νόσον συντελούντων εἴρηται. οὐ γὰρ δὴ περί γε τῶν ὑγιεινῶν ἁπλῶς ἢ νοσερῶν σωμάτων ἐν ἐκείνῳ τῷ βιβλίῳ προὔκειτο λέγειν αὐτῷ, ἀλλὰ περὶ πάντων τῶν ἐκ τῆς τροφῆς γινομένων ἀγαθῶν τε καὶ κακῶν τὸν λόγον ποιούμενος εὐλόγως ἐμνημόνευσε καὶ τῶν
15ὅσον ἐπὶ τοῖς ἐξ αὐτῆς περιττώμασιν ὑγιεινῶν καὶ νοσερῶν σωμάτων. τὸ μὲν γὰρ ἀραιότερον ὑγιεινότερον, ὅσον ἐπὶ τοῖσδε, τὸ δὲ πυκνότερον νοσερώτερον. ἔμπαλιν δὲ τοῖς

4

.

747

ἔξωθεν αἰτίοις ἅπασι τὸ μὲν ἀραιότερον εὐαλωτότερον, ‖ τὸ δὲ πυκνότερον δυσπαθέστερον. ὥστε τὸ σύμμετρον σῶμα πρὸς τοῖς ἄλλοις ἀγαθοῖς οὐδ’ ἀραιὸν ἢ πυκνὸν ἔχομεν εἰπεῖν ἀλλ’ ὥσπερ τῶν ἄλλων ὑπερβολῶν μέσον, οὕτω καὶ
5τῶνδε· πλεονεκτεῖ 〈δὲ〉 κατά τι τῶν ὑπερβαλλόντων ἑκάτερον. τὸ μὲν γὰρ πυκνότερον ἧττον τοῖς ἔξωθεν αἰτίοις εὐάλωτον, τὸ δ’ ἀραιότερον τοῖς ἔνδοθεν. ἀμφοτέροις δὲ
δυσάλωτον ἀκριβῶς μὲν οὐκ ἂν εὕροις οὐδέν, μετρίως δέ πως τὸ μέσον τῶν ὑπερβολῶν ἁπασῶν, ὃ δὴ καὶ πάντων14
10ὑγιεινότατον τῶν σωμάτων εἶναί φαμεν. οὕτω δὲ καὶ τὸ μὲν ξηρότερον τοῦ συμμέτρου σῶμα τοῖς ὑγραίνουσιν αἰτίοις ἅπασίν ἐστι δυσαλωτότερον, τὸ δ’ ὑγρότερον τοῖς ξηραίνουσιν. ὥσθ’ ὅπερ ἐλέχθη μικρῷ πρόσθεν, οὐ πάντη πάντων ἐστὶ δυσπαθέστατον τὸ μέσον, ἀλλ’ ἑκάστου μὲν καθ’ ἕν τι χεῖρον,
15ἁπάντων δ’ αἱρετώτατον. ὅτι δ’ οὐκ ἀναγκαῖον ἢ μέγα τὸ τοιοῦτον ἢ μικρὸν ἀλλὰ μέσον ὑπάρχειν, εἴρηται μὲν κἀν τοῖς Περὶ κράσεων, οὐδὲν δ’ ἧττον εἰρήσεται καὶ νῦν. ὡς τὸ μὲν μέγα καὶ διὰ πλῆθος ὕλης, τὸ δὲ σμικρὸν καὶ διὰ

4

.

748

βραχύτητα γίνεται τοιοῦτον, ‖ ὥσπερ ἀνδριὰς μέγας μὲν ἐκ χαλκοῦ πολλοῦ, σμικρὸς δ’ ἐξ ὀλίγου, σύμμετρον δ’ εἶναι τοῖς μορίοις ἑκάτερον οὐδὲν κωλύει. καὶ δὴ καὶ σῶμα τὸ μὲν μήτε πυκνὸν ἐπιδήλως μήτ’ ἀραιὸν μήτε σκληρὸν μήτε
5μαλακὸν μήτε λάσιον μήτε ψιλὸν τριχῶν εὐκρατότατόν ἐστιν, ὁπηλίκον ἂν ᾖ μεγέθει. εἰ δὲ καὶ τὰς συμμετρίας τῶν ὀργανικῶν μορίων τὰς πρὸς ἄλληλα σώζοι, κάλλιστόν τ’ ἂν οὕτως ἰδέσθαι καὶ κατωρθωμένον ἐν τῇ κατασκευῇ τελέως ὑπάρχοι. τὸ δὲ μεῖζον τοῦ δέοντος ἢ σμικρότερον κατὰ
10διττὰς αἰτίας γίνεται, τὸ μὲν μεῖζον ἢ διὰ πλεονεξίαν ὑγρότη‐ τος ἢ ὕλης, τὸ δ’ ἔλαττον ἢ διὰ ξηρότητα κρατοῦσαν ἢ ὕλης ἔνδειαν. αὔξησις μὲν γάρ, ἔστ’ ἂν τὰ ὀστᾶ κρατυνθῇ,
κρατύνεται δ’ ἐπὶ σμικρῷ μεγέθει δι’ ὕλης ἔνδειαν ἢ ξηρό‐ τητα. καὶ τοίνυν καὶ παύεται τῆς αὐξήσεως ἢ πρωϊαίτερον15
15ἢ ὀψιαίτερον ἕκαστον ἐπὶ διττῇ προφάσει· ὥστ’ οὐχ ἁπλῶς οὔτε τὸ μέγεθος ὑγρότητος σημεῖον οὔθ’ ἡ σμικρότης ξηρό‐ τητος· ἀλλ’ εἰ τὸ μὲν μέγα καὶ μαλακὸν εὐθὺς ὑπάρχει, τὸ δὲ σμικρὸν σκληρόν, εἴη ἂν οὕτω τὸ μὲν ὑγρὸν, τὸ δὲ

4

.

749

ξηρόν. ἀλλ’ εἰ ‖ ταῦτ’ ἀχώριστα, περιττὸν εἰς μέγεθος ἢ σμικρότητα βλέπειν. ἀρκεῖ γὰρ τὰ τῶν κράσεων ἴδια γνω‐ ρίσματα. διῄρηται δ’ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς Περὶ κράσεων. εἴπερ οὖν ταῦθ’ οὕτως ἔχει, τὴν ἀρίστην κατα‐
5σκευὴν ἐν δυοῖν τούτοιν θετέον, εὐκρασίᾳ μὲν τῶν ὁμοιο‐
μερῶν, συμμετρίᾳ δὲ τῶν ὀργανικῶν.16