TLG 0057 020 :: GALENUS :: De utilitate respirationis liber

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De utilitate respirationis liber

Source: Noll, R. (ed.), Galeni περὶ χρείας ἀναπνοῆς libellus [Diss. Marburg] 1915: 1–33.

Citation: Kühn volume — page — (line)

4

.

470

(t1)

ΓΑΛΗΝΟΥ
t2ΠΕΡΙ ΧΡΕΙΑΣ ΑΝΑΠΝΟΗΣ.
1 Τίς ἡ τῆς ἀναπνοῆς χρεία; ὅτι γὰρ οὐχ ἡ τυχοῦσα, φανερὸν ἐκ τοῦ μηδὲ βραχύτατον ἡμᾶς χρόνον δύνασθαι διαρκεῖν ἀπολομένης αὐτῆς. ᾧ καὶ δῆλον ὅτι πρὸς οὐδεμίαν τῶν κατὰ μέρος ἐνεργειῶν, ἀλλ’ εἰς αὐτὴν τὴν ζωὴν διαφέρει. ὥσπερ γὰρ,
5ὅσα γέγονε πρὸς τὸ βαδίζειν, τούτων στερηθέντες εἰς τὸ βαδίζειν βλαπτόμεθα, καὶ ὅσα πρὸς τὸ βλέπειν χρήσιμα, τούτων στερη‐ θέντες οὐ βλέπομεν, οὕτως ὅσα πρὸς τὸ ζῆν ἀναγκαῖα, τούτων |

4

.

471

στερηθέντες ἀποθνῄσκομεν. τί ποτ’ οὖν τηλικοῦτόν ἐστι τὸ παρὰ τῆς ἀναπνοῆς ἡμῖν χρηστόν; ἆρά γε τῆς ψυχῆς αὐτῆς γένεσις, ὡς Ἀσκληπιάδης φησίν; ἢ γένεσις μὲν οὐχί, θρέψις δέ τις, ὡς ὁ τοῦ Νικάρχου
5Πραξαγόρας; ἢ τῆς ἐμφύτου θερμότητος ἀνάψυξίς τις, ὡς Φιλιστίων τε καὶ Διοκλῆς ἔλεγον; ἢ καὶ θρέψις καὶ ἔμψυξις, ὡς Ἱπποκράτης; ἢ τούτων μὲν οὐδέν, ἐπιπληρώσεως δ’ ἕνεκεν ἀρτηριῶν ἀναπνέομεν, ὡς Ἐρασίστρατος οἴεται; σχεδὸν γὰρ
τοσαῦται γεγόνασιν αἱρέσεις περὶ χρείας ἀναπνοῆς, εἰ καί τινες1
10τῶν εἰρημένων δοκοῖεν μὴ διαφέρειν, ὥσπερ ἥ τε τῶν λεγόντων ῥώννυσθαι τὴν ἔμφυτον θερμασίαν ὑπὸ τῆς ἀναπνοῆς καὶ ἡ τῶν ῥιπίζεσθαι· διαφέρουσι γὰρ οὐδὲν αὗται τῆς λεγούσης ἐμψύχεσθαι· πλὴν οὐ τὴν λέξιν χρή, ἀλλὰ τὴν διάνοιαν σκοπεῖν, ἥτις ἐν ἁπάσαις ἐστὶ μία· τὴν γὰρ ψύξιν οὐκ αὐτὴν δήπου δι’ αὑτήν,
15ὥσπερ οὐδὲ τὴν ῥίπισιν ἢ τὴν ῥῶσιν, ἀλλ’ ὅτι φυλάττουσι τὴν ἔμφυτον θερμότητα, διὰ τοῦτο εἶναί φασι χρησίμους. καὶ εἰ

4

.

472

τοῦτό ἐστι | τὸ κοινὸν ταῖς τρισὶ δόξαις, ἡ φυλακὴ τῆς ἐμφύτου θερμασίας, χαλεπὸς ὁ περὶ πασῶν αὐτῶν γίνεται λόγος καὶ δυσ‐ διαίρετος, ὅτι ψυχῆς οὐσίαν οὐκ ἴσμεν. εἴπερ οὖν ἐνέργεια μὲν ψυχῆς ἡ ζωή, μεγάλα δ’ αὕτη φαίνεται πρὸς τῆς ἀναπνοῆς
5ὠφελεῖσθαι, μέχρι πόσου τὸν τρόπον τῆς ὠφελείας ἀγνοεῖν εἰκός ἐστιν ἡμᾶς; μέχρις ἄν, οἶμαι, τὴν οὐσίαν τῆς ψυχῆς ἀγνοῶμεν. ἀλλ’ ὅμως τολμητέον τε καὶ ζητητέον τὸ ἀληθές· ἢν γὰρ καὶ μὴ τύχωμεν αὐτοῦ, πάντως δήπου πλησιέστερον ἢ νῦν ἐσμὲν ἀφιξόμεθα. καὶ πρῶτόν γε δύο κεφάλαια πασῶν τῶν εἰρημένων αἱρέ‐
10σεων ποιησάμενοι πότερον αὐτῶν ἀληθέστερόν ἐστιν εὑρεῖν πει‐ ραθῶμεν. ἐοίκασι γὰρ αἱ μὲν εἰς τὴν οὐσίαν ἀποβλέπειν τοῦ εἰσπνεομένου ἀέρος, αἱ δὲ εἰς τὴν ποιότητα. τὸ μὲν οὖν γεννᾶ‐ σθαι λέγειν τὴν ψυχὴν καὶ τὸ τρέφεσθαι καὶ τὸ τὰς ἀρτηρίας ἐπιπληροῦσθαι τὴν οὐσίαν ἐστὶ μόνον αἰτιωμένων, τὸ δὲ ῥιπί‐
15ζεσθαι καὶ ῥώννυσθαι καὶ ψύχεσθαι, τὴν ποιότητα. καθ’ ὅν,

4

.

473

οἶμαι, λόγον καὶ σιτίον ὁ μὲν ὡς | γλυκὺ προσφερόμενος ἢ αὐστηρὸν ἢ θερμὸν ἢ ψυχρὸν 〈εἰσ〉 τὴν ποιότητα μόνον, ὁ δ’ ὡς τρέφον,
εἰς τὴν οὐσίαν ἀποβλέπων αἰτιᾶται. τοῦτ’ οὖν πρῶτον διορισώ‐ μεθα, πότερον αὐτῆς τῆς οὐσίας χρῄζομεν τοῦ κατὰ τὴν εἰσπνοὴν2
5ἑλκομένου ἀέρος ἢ τῆς ποιότητος ἢ ἀμφοτέρων. Ἐπεὶ τοίνυν εἰσπνεύσαντες [μὲν] τῆς μὲν οὐσίας εὐπο‐ ροῦμεν, πνιγόμεθα δὲ οὐδὲν ἧττον ἢ εἰ μηδ’ ὅλως εἰσεπνεύσαμεν, ἐμφαίνεσθαι δοκεῖ τὸ μὴ δεῖσθαι τῆς οὐσίας. ἀλλὰ πρὸς τοῦθ’ ὁ Ἐρασίστρατός φησιν, ὅτι μηδ’ ἕλκειν δύναται τὸν ἐκ τοῦ
10πνεύμονος ἀέρα κατὰ τὴν τῆς ἀναπνοῆς ἐπίσχεσιν ἡ καρδία· φυλάττεσθαι γὰρ τῶν ἀναπνευστικῶν ὀργάνων τὸν ἴσον ὄγκον τῆς διαστάσεως ἐν ταῖς τοιαύταις καταστάσεσιν. εἴπερ οὖν εἵλ‐ κυσέ τι μέρος ἀέρος ἡ καρδία, κενὸς ἂν ὁ τοῦ μεταληφθέντος ἐγένετο τόπος· τοῦτο δὲ ἐγένετο ἀδύνατον. ἵν’ οὖν μὴ γένηται
15ἀδύνατον, οὐδὲ μεταλήψεσθαί φησι τὴν ἀρχήν. δεῖ γάρ, ἵνα τι

4

.

474

μεταληφθῇ, μὴ μόνον εἶναι τὸ ἕλξον, ἀλλὰ καὶ τὸ με|ταδῶσον· οὐ μεταδίδωσι δ’ ὁ θώραξ, τὸν ἴσον ὄγκον 〈φυλάττων〉 τῆς δια‐ στάσεως· οὐδ’ οὖν οὐδ’ ἡ καρδία δύναται μεταλαμβάνειν, ἀλλ’ ἐπιχειρεῖ μὲν ὡς ἔμπροσθεν, ἀνύει δ’ οὐδέν· κἀντεῦθεν τὸ πνί‐
5γεσθαι. ἐπεὶ τοίνυν, ἵν’ ἑλκύσῃ τι τοῦ ἀέρος ἡ καρδία, συγχωρεῖν χρὴ τὸν θώρακα, συγχωρεῖ δ’, ἡνίκ’ ἂν μεταβάλλῃ τὴν διάστασιν, μεταβάλλει δ’ εἰσπνεόντων ἢ ἐκπνεόντων, τηνικαῦτα ἡ καρδία μεταλήψεται. ταυτὶ μὲν ὁ Ἐρασίστρατος. οἱ δ’ ἀντιλέγοντες αὐτῷ
10πρῶτον μέν, 〈ὅτι〉 οὐδ’ ἀπέδειξέ που μηδ’ ὅλως παρεσπάρθαι τοῖς σώμασί που κενόν, ἀλλ’ ὅτι μὴ ἀθρόον, ὑπομιμνῄσκουσιν, ἔπειτα δ’,
εἰ καὶ τοῦτο συγχωρηθείη, τὸ μηδ’ ὅλως ἐν τῷ κόσμῳ μηδαμοῦ παραπεπλέχθαι κενόν, ἀλλ’ οὔ τι γοῦν ἀδύνατον εἶναί φασι τὴν αὐτὴν οὐσίαν χεομένην τε καὶ πάντη τεινομένην μείζονα τοῦ3
15πρόσθεν τόπον ἐπιλαμβάνειν, καὶ τρίτον, ὅτι τοῖς ἐναργέσιν ὁ λόγος αὐτοῦ μάχεται· λέγει μὲν γάρ, ὡς οὐχ ἕλκει κατὰ τὰς ἐπισχέσεις τῆς ἀναπνοῆς ἡ καρδία τὸν ἐκ τοῦ πνεύμονος ἀέρα·

4

.

475

τούτῳ δ’ ἕπεται τὸ μὴ δια|στέλλεσθαι τὴν καρδίαν (οὐδὲ γὰρ ἐνδέχεται κατ’ αὐτὸν διαστέλλεσθαι μέν, μηδὲν δ’ ἕλκειν· κενὸς γὰρ ἂν οὕτω γένοιτο τόπος)· εἰ δ’ οὐ διαστέλλεται, δῆλον ὡς οὐδὲ κινεῖται· ἀλλὰ μὴν φαίνεται κινουμένη· τὸ ἐναντίον ἄρα
5τοῦ πρώτου περαίνεται, τὸ τὴν καρδίαν ἕλκειν ἐν ταῖς ἐπισχέσεσι τῆς ἀναπνοῆς τὸν ἀέρα. πρὸς δὲ ταῦθ’ οἱ Ἐρασιστράτειοι πάλιν ἀμφισβητοῦσι περί τε χύσεως καὶ συστολῆς τὰ ἐναντία κατασκευάζειν πειρώ‐ μενοι καὶ περὶ τῆς τοῦ κενοῦ παραπλοκῆς, καὶ ὡς ἡ μὲν καρδία
10παρὰ μὲν τοῦ πνεύμονος οὐδὲν ἕλκει τηνικαῦτα, παρὰ δὲ τῆς μεγάλης ἀρτηρίας, ᾗ πρόσθεν ἐχορήγει. τινὲς δὲ οὐδὲ διαστέλ‐ λεσθαι καὶ συστέλλεσθαι λέγουσιν αὐτήν, ἀλλ’ οἷον κραδαίνεσθαι. τὰ μὲν γὰρ ὑπὸ τῶν περὶ τὸν Ἀσκληπιάδην εἰρημένα κάλ‐ λιον εἶναί μοι δοκεῖ παραλιπεῖν, ἄτοπά τε φανερῶς ὄντα καὶ
15τῶν προσηκόντων ἐλέγχων ὑπ’ Ἀθηναίου τετυχηκότα. διττὴν οὖν ἀνάγκη πρὸς αὐτοὺς γενέσθαι τὴν ἀντιλογίαν,
πρὸς μὲν τοὺς παρὰ τῆς ἀρτηρίας 〈ἕλκεσθαι τὸν ἀέρα λέγοντασ〉 ἀντιλέγοντας τὴν [διὰ] τῶν ὑμένων ἐπίφυσιν [ἣν] κωλύουσαν, ὡς4

4

.

476

αὐτὸς ὁ Ἐρασί|στρατος εἴρηκε, πρὸς δὲ τοὺς κραδαίνεσθαι μόνον, ὅτι παρὰ τὸ φαινόμενον λέγουσι (φαίνεται γὰρ ἐν μέρει διαστελλομένη τε καὶ συστελλομένη), κοινὴν δ’ αὖ πρὸς ἀμφοτέ‐ ρους, τὴν πασῶν τῶν ἀρτηριῶν κίνησιν ὁμοίως γινομένην κατά
5τε τὴν ἀναπνοὴν καὶ τὴν ἐπίσχεσιν. ἡ μὲν οὖν περὶ χύσεως οὐσίας ζήτησις εἰς ἀπέραντον μῆκος λόγων ἑκατέροις ἐκπίπτει. πρὸς δὲ τὸ μὴ δύνασθαι παρὰ τῆς μεγάλης ἀρτηρίας ἑλκύσαι τι τὴν καρδίαν διὰ τὴν τῶν ὑμένων ἐπίφυσιν ἀπολογούμενοί φασι περὶ τῆς κατὰ φύσιν οἰκονομίας
10ταῦτ’ εἰρηκέναι τὸν Ἐρασίστρατον, οὐ περὶ τῆς βιαίου καὶ παρὰ φύσιν· ἐπειδὴ γὰρ ἀναγκαῖόν ἐστι διαστελλομένην ἑλκύσαι τὴν καρδίαν, ὅταν μὲν ἐκ τοῦ πνεύμονος ἕλκειν ἔχῃ, παρὰ τῆς μεγάλης ἀρτηρίας μὴ λαμβάνεσθαι κωλυόντων τῶν ὑμένων· ὅταν δ’ ἀπορῇ τῆς ἐκ τοῦ πνεύμονος χορηγίας, τηνικαῦτα ἐκ
15τῆς μεγάλης ἀρτηρίας ἀντισπᾶν βιαζομένην τοὺς ὑμένας. περὶ δὲ τῆς τῶν ἀρτηριῶν κινήσεως ὁμοίως ἔν τε ταῖς ἀναπνοαῖς καὶ

4

.

477

ταῖς ἐπισχέσεσι γιγνομένης οὔ φασι χρῆναι | θαυμάζειν οἱ Ἐρα‐ σιστράτειοι· τοσοῦτον γὰρ μόνον παραλλάττειν αὐτὴν τῆς ἐν τῷ κατὰ φύσιν διοικήσεως, ὅτι μὴ παρὰ τοῦ πνεύμονος, ἀλλὰ παρὰ τῆς μεγάλης ἀρτηρίας ἡ καρδία τὴν ὁλκὴν τοῦ πνεύ‐
5ματος ποιησαμένη πάλιν εἰς ἐκείνην ἐπιπέμπει· καὶ διὰ τοῦτό φασι πνίγεσθαι τὸ ζῷον, ὅτι τῆς παρὰ τοῦ πνεύμονος ἐστέρηται χορηγίας. τὰ μὲν δὴ πρὸς ἑκατέρων ἀντιλεγόμενα τοιαῦτα τετύ‐
χηκεν ὄντα, καὶ πρὸς τούτοις ἔτι τὸ μήπω μὲν εἰρημένον, 〈εἰρη‐5
10σόμενον〉 δὲ νῦν ἰδίᾳ καὶ χωρὶς τῶν ἄλλων, ὅτι μοι δοκεῖ πε‐ ραίνειν ἐναργέστατα 〈τὸ προκεί〉μενον. ἐν μὲν γὰρ δὴ ταῖς ἐπι‐ σχέσεσι τῆς ἀναπνοῆς τί τὸ κωλῦόν ἐστιν ἕλκειν μὲν τὴν καρ‐ δίαν ἐκ τοῦ πνεύμονος ἀέρα, συστέλλεσθαι δὲ τὸν θώρακα πεφυκότα γε δὴ τοῦτο πάσχειν; εἰ μὲν γὰρ μήτε διαστῆναι
15μήτε συνιζῆσαι δυνάμενον ὄργανον ἦν, ἴσως ἄν τινα νοῦν εἶχε τὸ πρὸς Ἐρασιστράτου λεγόμενον. ἐπειδὴ δὲ κατ’ αὐτὸν ἐκεῖνον συστέλλεσθαι δύναται, τί κωλύει καὶ νῦν εἰς τοσοῦτον συνιζάνειν [καὶ νῦν] αὐτόν, εἰς ὅσον ὑπὸ τῆς καρδίας ἐκκενοῦται;

4

.

478

τά τε γὰρ ἄλλα καὶ διὰ μυῶν ὑπὸ τῆς τοῦ ζῴου | προαιρέσεως κινεῖσθαί φησιν ὁ Ἐρασίστρατος τὸν θώρακα· κἀνταῦθ’ οὐδὲν χαλεπὸν θλῖψαι πανταχόθεν αὐτὸν τοῖς μυσὶ μετὰ τοῦ κωλῦσαι τὴν ἄνω[θεν] κένωσιν, ὅπερ ἐν ταῖς καλουμέναις τοῦ πνεύματος
5καταλήψεσιν κἀν ταῖς ἀποπατήσεσιν γίγνεται. πανταχόθεν γὰρ ἐν ταῖς τοιαύταις ἐνεργείαις θλίβομέν τε τὸν θώρακα καὶ συστέλ‐ λομεν βιαίως κλείσαντες τὸν ἄνω πόρον τῆς τραχείας ἀρτηρίας, 〈ὡσ〉 μηδὲν 〈δι’〉 αὐτῆς κενοῦσθαι. ὡς εἴγε μὴ μόνον θλίψαιμεν, ἀλλὰ καὶ τοῦτον ἀνοίξαιμεν, ἀθρόως ἐκτὸς ὁ ἀὴρ μετά τινος
10φέρεται ψόφου· καὶ καλεῖται τὸ τοιοῦτον ἐκφύσησις τῆς ἀψό‐ φου μόνον ἐκπνοῆς διαφέρουσα πλήθει καὶ τάχει 〈τῆσ〉 κινή‐
σεως. ἵνα γὰρ ὁ εἰσπνευσθεὶς ἀὴρ ἀθρόως αὖθις ἀντεκπνευσθῇ, τάσεως πολλῆς πανταχόθεν ἐδέησε τῷ θώρακι. τὸ μὲν δὴ τῆς τάσεως κοινὸν 〈ταῖσ〉 τρισὶν ἐνεργείαις, τὸ δὲ ἠνεῶχθαι τὸν6
15ἄνω πόρον ἴδιον τῆς ἐκφυσήσεως. οὐδὲν μὲν οὖν χαλεπόν, οὐδ’ ὅταν ἐπέχωμεν τὴν ἀναπνοήν, θλίβειν πανταχόθεν τὸν θώρακα

4

.

479

κλείσαντας τὸν ἄνω πόρον· οὕτως | γὰρ οὐχ ὅπως ἀντιπράττειν, ἀλλὰ καὶ συνεργεῖν ἑλκούσῃ τῇ καρδίᾳ δυνήσεται. καὶ φανερῶς ἐξελήλεγκται ψεῦδος ὂν τὸ πρὸς Ἐρασι‐ στράτου λεγόμενον, ὡς οὐχ οἷόν τέ ἐστι τὴν καρδίαν μετα‐
5λαβεῖν ἐκ πνεύμονος ἀέρα κατὰ τὰς ἐπισχέσεις τῆς ἀναπνοῆς. ἔστι γὰρ ἑκάστῳ τὴν πεῖραν ἐφ’ ἑαυτοῦ λαβεῖν, μυριάκις εἰσπνεύ‐ σαντα πλεῖστον θλίβειν πανταχόθεν τὸν θώρακα καὶ μηδὲν ἀντεκπνέοντα. φανήσεται 〈γὰρ〉 σφύζουσα μὲν ἐν τούτῳ ἡ καρδία, πνιγόμενος δ’ ὁ ἄνθρωπος, καὶ τοσοῦτόν γε μᾶλλον καὶ θᾶττον
10πνιγόμενος, ὅσον πλεῖον εἰσέπνευσεν. ὅπερ οὐδ’ αὐτὸ μετρίως ἐνδείκνυται τὸ μή τι τῆς οὐσίας, ἀλλὰ τῆς ποιότητος τοῦ πνεύ‐ ματος δεῖσθαι τὴν καρδίαν· εἰ γὰρ ἡ καρδία τῆς οὐσίας ἐδεῖτο, μείζονες ἂν ἐκ τῆς ἀπορίας αὐτῇ ἤπερ ἐκ τῆς [αὐτῆς] εὐπορίας αἱ βλάβαι συνέπιπτον. οὐ μὴν φαίνεταί γε τοῦτο γιγνόμενον,
15ἀλλ’ ὅταν εὐπορῇ πλείστου πνεύματος, ἀνιᾶται τηνικαῦτα μάλιστα. τρίτον 〈δ’〉 ἐπὶ τούτοις οὐ τὸ τυχὸν γνώρισμα τὸ τὴν ἴασιν τοῖς οὕτω πνιγομένοις ἐκπνοὴν εἶναι· χρῆν γὰρ μᾶλλον εἰσπνοὴν εἶναι, 〈εἰ δι’〉 ἔνδειαν οὐσίας ἀέρος ἐπνιγόμεθα. |

4

.

480

τρία δὴ ταῦτα φανερῶς καταβάλλει τὸν Ἐρασιστράτου
λόγον, ἓν μὲν δὴ καὶ πρῶτον τὸ δύνασθαι τὴν καρδίαν ἕλκειν ἀέρα κατὰ τὰς τῆς 〈ἀνα〉πνοῆς ἐπισχέσεις (οὐδὲν γὰρ ἐφάνη πρὸς τοῦτο ἀντιπράττων ὁ θώραξ), ἕτερον δὲ δεύτερον τὸ τηνι‐7
5καῦτα πνίγεσθαι μᾶλλον, ἡνίκ’ ἂν 〈εἰσ〉πνεύσωμεν πλέον, καὶ τρίτον τὸ μηδ’ εἰ πάνυ σφόδρα θλίβομεν τὸν θώρακα παντα‐ χόθεν ἐν ταῖς ἐπισχέσεσι τῆς ἀναπνοῆς, δαπανᾶσθαι τὸν ἀέρα πρὸς τῆς καρδίας, ἀλλ’ ὀρέγεσθαι τὸ ζῷον ἐκπνεῦσαι, καὶ τοῦτ’ εἶναι τὸ τῆς πνίξεως ἄκος. ἐκ τούτων μὲν δὴ φανερῶς περαίνεται
10τὸ μὴ 〈δι’〉 ἔνδειαν οὐσίας ἀέρος, ἀλλὰ δι’ ἄλλο τι πνίγεσθαι τὰ ζῷα. πρὸς δὲ τὰς ὑπολοίπους τῶν εἰρημένων ἀμφισβητήσεων αὖθις μεταβάντες ἐπισκεψώμεθα, πότεροι λέγουσιν ἀληθέστερα. καὶ πρώτην γε πάλιν ἐξ αὐτῶν μεταχειρισώμεθα τὴν περὶ τῆς
15κινήσεως τῶν ἀρτηριῶν. οἱ γὰρ [τοι] τοῖς Ἐρασιστρατείοις ἀμφισβητοῦντες ἀλλοιοῦσθαί φασι χρῆναι τὴν κίνησιν τῶν ἀρτη‐ ριῶν παρὰ τὸν τῆς ἐπισχέσεως καιρόν, ἄν τε κραδαίνεσθαι τὴν

4

.

481

καρδίαν μόνον ἄν τε καὶ καταστέλλεσθαί τις ὑποθῆ|ται· κρα‐ δαινομένης μὲν γὰρ παντάπασιν ἀκινήτους χρῆν γίνεσθαι μηδὲν λαμβανούσας παρ’ αὐτῆς, διαστελλομένης δὲ καὶ συστελλομένης διπλοῦν φαίνεσθαι [δεῖ] τὸν σφυγμόν. ἐν μὲν γὰρ δὴ τῷ κατὰ
5φύσιν ἔχειν τὸ ζῷον συστελλομένη μὲν τὸ πνεῦμα ταῖς ἀρτηρίαις ἔπεμπεν, αἱ δὲ πληρούμεναι διεστέλλοντο, διαστελλομένη δὲ [ἥδ’]
εἷλκεν ἐκ τοῦ πνεύμονος, αἱ δὲ τηνικαῦτα κενούμεναι συνεστέλ‐ λοντο· κατὰ δὲ τὸν τῆς ἐπισχέσεως καιρόν, ἐπειδὴ διαστελλομένη παρὰ τῶν ἀρτηριῶν ἕλκει, παντί που δῆλον ὅτι παλινδρομήσει8
10τὸ δι’ αὐτῶν πρότερον ἐκ τῆς καρδίας ἐνηνεγμένον πνεῦμα. καὶ οὕτως εἰ μὲν ἴσον εἴη τῷ πρόσθεν, ἴσην καὶ ποιήσεται τὴν δια‐ στολὴν τῶν ἀρτηριῶν, εἰ δὲ ἔλαττον, ἐλάττονα πάντως τοῦ 〈πρόσθεν〉 ποιήσεται τὴν διαστολήν· καὶ αὕτη δῆλον ὅτι κατὰ τὸν καιρὸν ἐκεῖνον ποιη〈θή〉σεται, καθ’ ὃν συνεστέλλοντο πρότερον, τοῦτο
15δὲ οὐδέν ἐστιν 〈ἄλλο〉 ἢ διπλασιασθῆναι τὰς κινήσεις τῶν ἀρτη‐ ριῶν. οὐ μὴν φαίνεται τοῦτο γιγνόμενον· ᾧ δῆλον ὅτι ψευδεῖς αἱ ὑποθέσεις εἰσίν. ἔτι δὲ καὶ τοῦτο ἐπανερωτῶσιν, εἰ μηδὲν ἐκ τῶν ἀρτη‐

4

.

482

ριῶν | κενοῦται παρὰ τὸν τῆς ἐπισχέσεως καιρόν. ἔμπροσθεν μὲν γάρ, ἡνίκ’ ἀνέπνει κατὰ φύσιν τὸ ζῷον, αὐτὸς ὁ Ἐρασίστρατος οἴεται πᾶν ἐκκενοῦσθαι τὸ παρὰ τῆς καρδίας ἐκπεμπόμενον αὐταῖς δῆλον ὡς ἐκτὸς τοῦ σώματος ἐκκρινόμενον ἤ πως ἄλλως κενού‐
5μενον. νυνὶ δὲ τί ποτε φήσουσιν; ἆρα διεξέρχεσθαι μὲν οὕτως ὠκέως αὐτὸν διὰ τῶν ἀρτηριῶν ὥσπερ καὶ πρόσθεν, οὐ μὴν ἐκκενοῦσθαι οὐδὲ τὸ βραχύτατον αὐτοῦ; καὶ πῶς ἐνδέχεται; ἀλλὰ κενοῦσθαι μέν, οὐ μὴν δ’ ἕλκεσθαι αὖθις ἐκ τοῦ περιέχοντος,
ὅταν ἡ καρδία παρὰ τῶν ἀρτηριῶν ἀνθέλκῃ διαστελλομένη; οὐδὲ9
10τοῦτο εἰπεῖν ἐγχωρεῖ. καὶ μὴν εἴπερ ὅλως ἐστὶ[ν ἀ]δυνατὸν ἐν τῷ διαστέλλεσθαι τὴν καρδίαν ἕλκεσθαί τι παρὰ τῶν ἀρτηριῶν ἔξωθεν, ἐκ τοῦ περιττοῦ θώραξ καὶ πνεύμων ἐγένετο. οὐδὲ γὰρ τοῦτο ἔστιν εἰπεῖν, ὡς ἔλαττον ἀνθεῖλκεν ἐκ τῶν ἀρτηριῶν ἢ τοῦ πνεύμονος, ὅθεν τῶν ὑμένων [ὑποκειμένων] ἐπικειμένων ἕλκειν
15οὐδὲν ἧττον δύναται· δηλοῦται δὲ τοῦτ’ ἐκ τοῦ μεγέθους τῶν σφυγμῶν· 〈καὶ〉 παντί που δῆλον, ὡς πολὺ μᾶλλον εἷλκεν ἄν,

4

.

483

εἰ μηδ’ 〈ἐπ〉επε|φύκεσαν ὑμένες ἐν τῷ στόματι τῆς μεγάλης ἀρτηρίας. τὸ δ’ ὅλον, εἰ μήθ’ ἡ καρδία μήτε 〈τισ〉 τῶν κατὰ μέρος ἀρτηριῶν ἀποροίη πνεύματος ἐν ταῖς τῆς ἀναπνοῆς ἐπι‐ σχέσεσιν, ὡς δηλοῦσιν αὐτῶν αἱ διαστολαὶ τὸν ἴσον ὄγκον ὃν
5πρόσθεν διασῴζουσαι, τῷ πνίγεσθαι δεδειγμένον 〈ἂν εἴη〉 σαφῶς, 〈ὡσ〉 οὐχὶ τῆς οὐσίας αὐτῆς τοῦ ἀέρος ἔνδεια πνίγει τὰ ζῷα. δήλη μὲν ἤδη καὶ ἡ Ἀσκληπιάδου ἐξεληλεγμένη δόξα μετὰ τῆς Ἐρασιστράτου, δήλη δὲ καὶ ἡ Πραξαγόρου καὶ Φιλοτίμου καὶ εἴ τις ἕτερος ἕνεκα θρέψεως μόνης τοῦ
10ψυχικοῦ πνεύματος ἀναπνεῖν ἡμᾶς φησιν. πρόσκειται δ’ ἐν τῷ λόγῳ τὸ ‘μόνης‘ εὐλόγως· οὐδὲ γὰρ ὡς 〈οὐκ〉 ἐνδέχεται τρέφεσθαι
τὸ ψυχικὸν πνεῦμα πρὸς τῆς ἀναπνοῆς, ἀπέδειξεν ὁ λόγος, ἀλλ’ ὡς τὸ πνίγεσθαι τοῖς ζῴοις ἐπεχομένης τῆς ἀναπνοῆς οὐ διὰ τὴν ἀτροφίαν τοῦ ψυχικοῦ πνεύματος γίνεται. πάρεστι γὰρ αὐτοῖς10
15δαψιλὲς ἐν τῷ πνεύμονι τὸ πνεῦμα, καὶ ἄλλως χρόνου μακρο‐ τέρου δεῖται τὸ δι’ ἔνδειαν τοῦ τρέφοντος πνεύματος ἀπόλλυσθαι

4

.

484

μέλλον. Ἀσκληπιάδῃ δὲ | οὐ[δὲ] ταῦτα μόνον, ἀλλὰ καὶ τὰ δι’ ἑτέρων ἡμῖν εἰρημένα πρὸς τοὺς Περὶ ψυχῆς αὐτοῦ λόγους μάχεται. δείκνυται γὰρ ἐν ἐκείνοις, ὡς ἡ τῆς ψυχῆς οὐσία, κἂν μὴ μία ᾖ διὰ παντὸς τοῦ βίου, μέχρι χρόνου συχνοῦ
5διαμένει. κατὰ δὲ τὸν Ἀσκληπιάδην οὐδὲ ἀριθμῆσαι δυνατὸν ὅσας ἔχει· ἡ μὲν γὰρ ὀλίγον πρόσθεν οὖσα νῦν οἴχεται τελέως, ἄλλη δέ ἐστιν ἡ νῦν οὖσα, μικρὸν δ’ ὕστερον οἰχήσεται μὲν αὕτη, γενήσεται δ’ ἑτέρα. 〈ὅπερ〉 ὡς ἔστιν ἀδύνατον καὶ ἄτοπον, δι’ ἐκείνων ἀποδέδεικται.
10 Εἰ τοίνυν ἤτοι τῆς οὐσίας αὐτῆς τοῦ ἀέρος ἢ 〈ἡσ〉τινοσοῦν ἐνδείᾳ ποιότητος ἀποθνῄσκει τὰ ζῷα πνιγόμενα, δέδεικται 〈δὲ〉 θάτερον ἀδύνατον, ἀπολείπεται θάτερον, ἐνδείᾳ ποιότητός τινος ἐν ταῖς ἐπισχέσεσι τῆς ἀναπνοῆς πνίγεσθαι τὰ ζῷα. τίς οὖν ἐστὶν αὕτη, σκεπτέον.
15ἐπεὶ τοίνυν, ὅταν ἐν τοῖς κατὰ τὴν καρδίαν καὶ τὸν
θώρακα τόποις ἀθροισθῇ θερμασία πλείων τῆς κατὰ φύσιν, ὡς ἐν τοῖς καυσώδεσι πᾶσι συμπίπτει νοσήμασιν, εὐθὺς καὶ πλέον |11

4

.

485

τοῦ συνήθους ἀναπνεῖν ὀρεγόμεθα, δόξειεν ἂν ἐμψύξεως ἕνεκεν ἡ ἀναπνοὴ γίγνεσθαι. ἀλλ’ ἔμπαλιν εἰ κατεψυγμένων τῶν αὐτῶν τούτων ὀργάνων, ὡς ἔν τε τοῖς βουλίμοις καλουμένοις κἀπειδὰν ἰσχυρῷ τις ὁμιλήσῃ κρύει, μὴ ὅτι ψύχειν τὴν ἐν ἡμῖν θερμασίαν,
5ἀλλὰ καὶ θερμαίνειν 〈ἐχρῆν〉 ὀλίγου δεῖν ἅπασαν ἐψυγμένην, ὅμως εἰσπνεῖν ὀρεγόμεθα, δόξει〈εν ἂν〉 ἐναντιοῦσθαι 〈τοῦτο τῷ〉 τὴν ἀναπνοὴν ἐμψύξεως ἕνεκα γίνεσθαι. καίτοι τινὲς ἀντιλαμ‐ βανόμενοι δεῖσθαι μὲν ἀεί φασιν ἐμψύξεως τὴν ἐν τοῖς ζῴοις θερμασίαν, ἀλλ’ ὅταν μὲν αὐξηθῇ, πλείονος, ἐλάττονος δέ, ὅταν
10ἀρρωστοτέρα γένηται· καὶ τὰς τοιαύτας διαθέσεις οὐχ ὅπως ἐναν‐ τιοῦσθαι τῷ δόγματί φασιν, ἀλλὰ καὶ μαρτυρεῖν οἴονται. χαλεπὸν τοίνυν αὐτὸ τοῦτο πρότερον γίγνεται καὶ δυσδιαίτητον, ὅταν ἀπὸ τῶν αὐτῶν φαινομένων ἐπ’ ἐναντίας ἐνδείξεις ἔρχωνται· μετα‐ στῆσαι γὰρ οὐδετέρους οἷόν τε, τοὺς μὲν ὡς ἔμψυξίς ἐστιν ἡ

4

.

486

χρεία τῆς ἀναπνοῆς, εἰ θερμαινομένων 〈μὲν〉 τῶν ἀνα|πνευστικῶν
ὀργάνων 〈πλέον, ἐμψυχομένων δ’〉 ἔλαττον ἀναπνέομεν, τοὺς δ’ 〈ὡσ〉 οὐδαμῶς, ὅσον ἐπὶ τούτοις, ἐμψύχεσθαι δεόμεθα 〈λέ‐ γοντας. ***〉 λέγοντος γοῦν [φασιν] Ἱπποκράτους ἐν Προγνω‐12
5στικῷ “ψυχρὸν δ’ ἐκπνεόμενον ἔκ τε τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται”, τὴν τοιαύτην τις ἐννοησάτω διάθεσιν, οἵα τίς ποτ’ ἐστίν· εὑρήσει γάρ, οἶμαι, κατεψυγμένων ἱκανῶς τῶν ἀναπνευστικῶν ὀργάνων γινομένην αὐτήν. ἐχρῆν οὖν, φασί, μηδ’ ὅλως ἀναπνεῖν τοὺς οὕτω διακειμένους, ὡς ἂν τὸ
10τῆς ἐμψύξεως δεόμενον οὐκ ἔχοντας. ὡς γάρ, εἰ μηδ’ ὅλως εὐθὺς ἐξ ἀρχῆς ἐγένετό τι τὸ δεησόμενον ἐμψύξεως, οὐκ ἂν ἦν οὐδεμία χρεία τῆς ἀναπνοῆς, οὕτως, εἰ πρόσθεν 〈μὲν〉 ἦν, οἴχεται δὲ νῦν, οὐ δεησόμεθα. πρὸς δὴ ταῦτά φασιν, 〈ὡσ〉 ἡ διὰ τῆς ἀνα‐ πνοῆς κίνησις ἐξάπτει ῥιπίζουσα. τοῦτο δὲ ὡς μὴ ταὐτόν ἐστιν
15ὃ πρόσθεν, οὐ μακροῦ μοι δοκεῖ δεῖσθαι λόγου. πρόσθεν μὲν γὰρ ἔλεγον ἐμψύχεσθαι, νῦν δὲ ἐξάπτεσθαι. ἐναντίον δὲ δήπου τὸ ἐμψύχεσθαι τῷ ἐξάπτεσθαι· τὸ μὲν γὰρ σβέννυσι, τὸ δὲ

4

.

487

ἐξάπτει τὴν θερμό|τητα, καὶ τὸ μὲν ἵνα μὴ καυθῇ τὸ δεδεγμένον αὐτὴν σῶμα, τὸ δὲ ἵνα μὴ καταψυχθῇ γίνεται· πλὴν εἰ κατὰ συμβεβηκὸς καὶ τὸ ψυχρὸν ἐξάπτειν λέγοιεν. οὕτως δ’ οὐ τὴν χρείαν τῆς ἀναπνοῆς, ἀλλὰ τὴν ποιητικὴν τῆς χρείας αἰτίαν
5εἰρήκασιν. ἐστὶ γοῦν ἄμεινον ἐπὶ τὸ κοινὸν τῶν τοιούτων αἱρέσεων μεταβάντας ἐκεῖνο πρότερον διασκέψασθαι. κινδυνεύουσι γὰρ ἅπαντες, ὅσοι περὶ τῆς ἐμφύτου θερμασίας εἰρήκασί τι, τὴν μὲν σωτηρίαν αὐτῆς ὀνειρώττειν, οὐ δύνασθαι δὲ ἀκριβῶς καὶ διηρ‐13
10θρωμένως ἐξηγήσασθαι τὸ σφέτερον νόημα· καὶ διὰ τοῦτο οἱ μὲν ἔμψυξιν, οἱ δὲ ῥίπισιν, οἱ δὲ ῥῶσιν γράφουσι. μάλιστα δὲ αὐτοὺς οἶμαι προτρέπειν τὰ περὶ τὰς φλόγας φαινόμενα. ταύτας γὰρ ἐναργῶς ὁρῶμεν οὕτως ταχέως ἀπολλυμένας, ὅταν ἀποστερη‐ θῶσιν ἀέρος, ὥσπερ τὰ ζῷα, καθάπερ δηλοῦσιν αἱ τῶν ἰατρῶν
15σικύαι καὶ πάνθ’ ὅσα στεγανὰ καὶ κοῖλα περιτεθέντα τῆς 〈τε〉 διαπνοῆς αὐτὰς εἴρξαντα ῥᾳδίως κατασβέννυσιν. ἂν τοίνυν εὑρεθῇ, τί ποτε φλόγες ἐν ταῖς τοιαύταις διαθέσεσι πάσχουσαι

4

.

488

σβέννυνται, τάχα ἂν εὑρεθείη, | τί ποτέ ἐστιν ὃ παρὰ τῆς ἀνα‐ πνοῆς ἀπολαύει χρηστὸν ἡ ἐν τοῖς ζῴοις θερμασία. πρὸς δὴ τὴν εὕρεσιν αὐτοῦ πάντας ἐπέλθωμεν τοὺς τρόπους, καθ’ οὓς αἱ φλόγες ὁρῶνται σβεννύμεναί τε καὶ αὐξανόμεναι. οὐ γὰρ μόνον
5εἰ περι〈τε〉θείη τι στεγανὸν αὐταῖς, ἀλλὰ κἀν τοῖς βαλανείοις τε καὶ τοῖς ἡλίοις τοῖς διακαέσι καὶ τοῖς ψύχεσι τοῖς ὑπερβάλλουσι καὶ σφοδρῶς ῥιπιζόμεναι καὶ πλήθει ὕλης ἐπ’ αὐτῶν σωρευθείσης
καὶ τοὐναντίον ἐνδείᾳ τροφῆς ὁρῶνται σβεννύμεναι, ῥωννύμεναι δὲ καὶ αὐξανόμεναι πρός τε τοῦ μετρίου ψυχροῦ κἂν εἰ μετρίως14
10ῥιπίσῃς καὶ τροφῆς εὐποροῦσαι συμμέτρου. ἐπὶ τοίνυν τούτοις ἔτι κἀκεῖνο προσκείσθω τὸ φαίνεσθαι πάσας τὰς φλόγας διττὴν κίνησιν κινουμένας, ἑτέραν μὲν ἀπὸ τῆς ὕλης ὅθεν ἐξάπτονται μάλιστα μὲν ἄνω φερομένας ἤδη καὶ πάντη σκιδναμένας, ἑτέραν δὲ ἐναντίαν ταύτῃ πρὸς τὴν ἀρχὴν
15ἑαυτῶν καὶ οἷον ῥίζαν συστελλομένας τε καὶ συνιζούσας. καὶ γὰρ ἐὰν λαμπάδος μεγίστης τὸ ἄνω πέρας ἐξάψῃς, ἐπὶ τὸ κάτω ταχέως ἀφίξεται τὸ πῦρ· κἂν εἰ τὴν λυχνιαίαν φλόγα σβέσας

4

.

489

τῷ πέρατι τῆς | ἄνω φερομένης αἰθαλώδους λιγνύος προσενέγκῃς ἕτερον πῦρ, εἶτ’ αὖ καιομένην ὄψει τοῦ λύχνου τὴν θρυαλλίδα, οὐδενὸς τῶν τοιούτων γίγνεσθαι δυναμένου, εἰ μόνην τὸ πῦρ ἔσχε τὴν ἐπὶ τὰ ἄνω κίνησιν. ἐπὶ δὴ τούτοις ἅπασι τοῖς φαινο‐
5μένοις τῷ λόγῳ σκεψώμεθα πρῶτον μὲν τὸ πάντων ὕστατον ῥηθέν, τὸ διττὸν τῆς κινήσεως, ὑπὸ τίνος ἀνάγκης γίνεται, μετὰ δὲ τοῦτο καὶ τῶν ἄλλων ἕκαστον. ἐπεὶ τοίνυν ἅπασα φλὸξ ὠκυ‐ τάτην ἔχει τὴν διαφθοράν (ἀεὶ γὰρ εἰς τὸ περιέχον σκίδναται), διὰ τοῦτο ἀναγκαῖον αὐτῇ καὶ τὴν γένεσιν ταχίστην ὑπάρχειν·
10〈ἄλλως γὰρ〉 οὐκ ἂν οὐδ’ ἐπ’ ἐλάχιστον 〈χρόνον〉 διήρκεσεν. ἀλλ’ ἐστὶν ἑκάστῃ φλογὶ γένεσις ἐκ τῆς ὑποκειμένης ὕλης ἐξά‐ πτεσθαι· εἰκότως ἄρα κίνησιν οὐ τὴν ἔξω μόνον ἀπὸ τῆς ἰδίας ἀρχῆς, ἀλλὰ καὶ τὴν ἐναντίαν αὐτῇ τὴν εἴσω σύμφυτον ἔχει. καὶ τοίνυν καὶ φθείρεσθαι πᾶσαν φλόγα ἀναγκαῖόν ἐστι〈ν ἤτοι〉
15τῆς ὕλης στερηθεῖσαν ἢ τῶν κινήσεων τῆς ἑτέρας. καθόλου γὰρ15

4

.

490

εἰπεῖν, ὡς πολλάκις ἐν ἑτέ|ροις δέδεικται, τῶν δεχομένων ἀλλήλας κινήσεων [μὲν] ἐναντίων τὴν ἑτέραν χωρὶς τῆς ἑτέρας 〈ἀδύνατόν ἐστι〉 διασῴζεσθαι. ταῦτ’ ἄρα δεῖται συμμέτρως ψυχροῦ τοῦ περιέχοντος ἀέρος πᾶσα φλόξ. ὁ μὲν 〈γὰρ〉 ὑπερβαλλόντως ἔκ‐
5θερμος τὴν ἔξω κίνησιν αὐτῆς ἀμέτρως ἐργαζόμενος, ὁ δὲ ψυχρὸς τὴν ἔσω[θεν], σβεννύ〈ου〉σιν ἀμφότεροι. τὸ μὲν οὖν ῥιπίζεσθαι ἀσυμμέτρως ἀναστέλλει τὴν φλόγα πρὸς τὴν ὕλην ὥσπερ καὶ τὸ ψυχρόν, τὸ δὲ ὑπερβαλλόντως κινεῖσθαι σκεδάννυσιν ὥσπερ καὶ τὸ θερμόν. τῶν δὲ τὴν ἔσω κίνησιν ἄμετρον ἐργαζομένων
10ἐστὶ καὶ σικύα καὶ πᾶν ὅτιπερ ἂν τὸν ὑπὸ τῆς ἐντὸς φλογὸς διακεκαυμένον ἀέρα εἴρξῃ τῆς πρὸς τὸν ἔξω [πυρός], τὸν ψυχρόν, ὁμιλίας. εἴδομεν 〈οὖν ὡσ〉 πάντη συμμετρία σωτηρία τῆς φλογός
ἐστιν. οὕτως οὖν οὐκ ἀπεικὸς ἔχειν κἀπὶ τῆς ἐν τοῖς ζῴοις θερ‐16
15μασίας. [εἰς] ὕλην μὲν 〈γάρ〉, ὅθεν ἀνάπτεται, τὸ αἷμα, σύμ‐ φυτον δὲ ἔχουσα κινήσεως ἀρχὴν ἐφ’ ἑκάτερα, τῆς ἑτέρας στερη‐ θεῖσα καὶ τῆς λοιπῆς ἐξ ἀνάγκης στερίσκεται· καὶ διὰ τοῦτ’

4

.

491

αὐτό, ἐάν τε ἀναπνοῆς | εἴρξῃς ἐάν θ’ αἵματος, εὐθέως διαφθερεῖς. καὶ γὰρ καὶ τὴν τοῦ λύχνου φλόγα διαφθερεῖς ἢ καταπνίξας [ὀργάνῳ τὸν πνεύμονα] ἢ παντάπασιν ἐλαίου στερήσας. ἀνάλογον οὖν 〈τίθεσο〉 τῇ μὲν θρυαλλίδι τὴν καρδίαν, τῷ δὲ ἐλαίῳ τὸ
5αἷμα, τῷ δὲ στεγανῷ τὸν πνεύμονα· περίκειται γὰρ δή τοι ἔξωθεν τῇ καρδίᾳ δίκην σικύας. ἀλλὰ παρ’ ὃν μὲν ἀναπνεῖ τὸ ζῷον χρόνον, εἰκάσαις ἂν αὐτόν, οἶμαι, τετρημένῃ σικύᾳ, κατὰ δὲ τὸν τῆς ἐπισχέσεως καιρὸν ἀτρήτῳ τε καὶ πανταχόθεν στεγούσῃ. ὡς οὖν ἡ μὲν τετρημένη σικύα σβεννύειν οὐ δύναται τὴν ἐντὸς
10φλόγα διὰ τοῦ τρήματος ἀναπνέουσαν, ἡ δὲ τοὐναντίον 〈στεγανὴ〉 παραχρῆμα σβέννυσιν καταπνίγουσα, τὸν αὐτὸν ὁ πνεύμων τρόπον ὁ μὲν στεγανός, οἷος ὁ κατὰ τὰς ἐπισχέσεις, σβέννυσιν, ὁ τετρη‐ μένος δέ, οἷος ὁ κατὰ τὰς ἀναπνοάς, διασῴζει τὴν ἔμφυτον θερ‐ μασίαν. ἐγὼ δέ ποτε καὶ κάμινον ἰδὼν σβεννυμένην ὑπὸ τοῦ μὴ
15διαπνεῖσθαι, κἄπειτ’ αὐτὴν παρανοιχθεῖσαν 〈καὶ〉 πολὺ μὲν αἰθα‐ λῶδες ἐκπνεύσασαν, πολὺν δ’ ἔξωθεν εἰσπνεύσασαν τὸν ἀέρα
καθαρὸν ἐπ’ ἀμφοτέροις ἀναλάμψασαν, οὐ μικρὰν οὐδὲ τῆς ἐκ‐17

4

.

492

πνοῆς | ἐλογισάμην εἶναι τὴν χρείαν εἰς τὸ κενοῦν τὴν οἷον λιγνὺν τοῦ αἵματος· αἴθαλος γὰρ καὶ καπνὸς καὶ λιγνὺς καὶ πᾶν τὸ τοιοῦτον περίττωμα τῆς καιομένης ὕλης οὐδὲν ἧττον ὕδατος ἀποσβεννύναι πέφυκε τὸ πῦρ. ἐξ ἁπάντων οὖν τούτων
5ἐστὶν ἀποδέξασθαι τῶν λεγόντων τῆς ἐμφύτου θερμασίας ἕνεκεν ἀναπνεῖν τὰ ζῷα. καὶ γὰρ τό 〈τε〉 ῥιπίζεσθαι συμμέτρως χρή‐ σιμον καὶ τὸ μετρίως ψύχεσθαι (ἄμφω γὰρ ταῦτα φαίνεται ῥων‐ νύντα τὴν εἴσω θερμασίαν), κίνησίν 〈τε〉 ἀναγκαῖον † ἔχει κάτω † τὸ καπνῶδες, 〈ὡσ〉 ἂν εἴποι τις, ἐκκενοῦν τῆς τοῦ
10αἵματος συγκαύσεως. ταῦτ’ ἐπιστημονικὴν μὲν οὐκ ἔχει τὴν πίστιν οὐδ’ ἀναγκαίαν τὴν ἀπόδειξιν, οἵαν ἐν τοῖς ἄλλοις λόγοις ἀεὶ μεταχειρίζεσθαι σπεύδομεν, οὐ μὴν ἐστέρηται τοῦ πιθανοῦ. τὸ γὰρ τάχος τῆς ἀπωλείας τοῦ ζῴου τοιαύτην ἐπιζητεῖ τὴν αἰτίαν, τῆς 〈μὲν〉 τροφῆς,
15ἣν οἱ θρέψεως ἕνεκα ψυχῆς ἀναπνεῖν ἡμᾶς λέγοντες αἰτιῶνται, χρόνου μακροτέρου δεομένης, τῆς δὲ [τῆς] γενέσεως τῆς ψυχῆς,

4

.

493

〈ἣν〉 Ἀσκληπιάδης φησίν, | ὁμολογουμένης μὲν τῷ τάχει, μαχο‐ μένης δὲ ἄλλοις μυρίοις καὶ τοῖς κατ’ ἀρχὰς εἰρημένοις ἐν τῷδε τῷ λόγῳ κοινῇ πρὸς ἁπάσας τὰς αἱρέσεις, ὅσαι δι’ ἔνδειαν ἀέρος
ἀπόλλυσθαι τὰ ζῷα νομίζουσι στερηθέντα τῆς ἀναπνοῆς. εἰ18
5τοίνυν τὸ τάχος τῆς ἀπωλείας τοῦ ζῴου διὰ μὲν ἀτροφίαν τῆς ψυχικῆς οὐσίας οὐκ ἐγχωρεῖ γίγνεσθαι, διὰ δὲ τὴν γένεσιν ἐγχωρεῖ μέν, ἀλλ’ ἐπὶ ψευδέσι ταῖς ὑποθέσεσιν, ἡ δὲ τῆς ἐμφύτου θερ‐ μασίας ἀπωλεία μηδὲν ἔχει τῶν φαινομένων ἐναντιούμενον, εὐλο‐ γώτερον ἐκείνων προελέσθαι.
10 Πάλιν τοίνυν αὐτὴν ἀναλαβόντες βασανίσωμεν, ἐπεὶ τῶν ἄλλων ἀληθεστέρα φαίνεται. οὐκοῦν ἔκ τε τοῦ ῥιπίζεσθαι τὴν ἀρχὴν τῆς ἐμφύτου θερμασίας κἀκ τοῦ συμμέτρως ἐμψύχεσθαι κἀκ τοῦ τὸ οἷον καπνῶδες αὐτῆς ἅπαν ἀπορρεῖν ἓν ἠθροίζετο κεφάλαιον, ἡ σωτηρία τῆς κατὰ φύσιν θερμασίας. εἰς ταύτας
15οὖν τὰς ἀρχὰς ἴδωμεν εἰ δυνατὸν ἀναγαγεῖν τὰ κατὰ μέρος ἅπαντα.

4

.

494

καὶ πρῶτόν γε προχειρισθήτω τὸ κατὰ τὰ | βαλανεῖα συμβαῖνον, ἐν οἷς ἐπὶ πλέον διατρίψαντες ἐκλυόμεθα, τελευτῶντες δὲ καὶ ἀποθνῄσκομεν. εἰ γὰρ διότι θερμὸν ἀναπνέομεν, ἐχρῆν, φασί, καὶ τοὺς ὑπὲρ λέβητος [θ’] ὕδατος θερμοῦ στάντας, εἶτα
5ἀναπνέοντας τὸν ἀναφερόμενον ἀτμὸν ὁμοίως ἀδικεῖσθαι· οὐ μὴν φαίνεσθαι ἀδικουμένους· ᾧ δῆλον, ὅτι μὴ διὰ τὴν ἀναπνεομένην θερμασίαν, ἀλλὰ διὰ τὴν ἐξ ὅλου τοῦ σώματος κένωσιν τοῦ πνεύματος ἐν τοῖς βαλανείοις ἐκλυόμεθα. πῶς οὖν καὶ ταύτην τὴν ἀμφισβήτησιν διαιτῶμεν; ἢν τὸ μὲν συνημμένον ἀληθὲς
10εἶναι φήσωμεν, ὡς δεῖ πνίγεσθαι τοὺς τὸν ἐκ λέβητος ἀτμὸν εἰσπνέοντας, εἴπερ ὅλως ἐμψύξεως ἕνεκεν ἀναπνέομεν, οὐ μὴν τήν γε πρόσληψιν αὐτῶν. ἀλλὰ μὴν οὐ πνίγονται· πνίγονται γὰρ οὔθ’ οἱ τὸν ἐν τοῖς βαλανείοις 〈οὔθ’〉 οἱ τὸν ἐκ τῶν λεβήτων ἀτμὸν ἀνα‐ πνέοντες. εἰ δὲ καὶ μὴ πνιγόμεθα, θαυμαστὸν οὐδέν [ἂν ἦν ἴσως]·19
15ἡ γὰρ καθ’ ὅλον τὸ σῶμα διαπνοὴ κατὰ τὰ βαλανεῖα τῇ διὰ

4

.

495

τοῦ στόματος ὁμοίως βέβλαπται. οὐκ ἔστι δὲ ταὐτὸν τὸ | κατὰ τὸ στόμα μόνον ἀναπνεῖν τινα κακῶς τῷ καὶ κατὰ τοῦτο καὶ καθ’ ὅλον τὸ σῶμα. μεγίστη δ’ ἀπόδειξις ἐπὶ πολλῶν ἀρρώστων γίγνεται δι’ ὅλης μὲν ἡμέρας ἱδρούντων κρισίμως πολλῷ μᾶλλον 〈τῶν〉 ἐν
5τοῖς βαλανείοις, οὐ μὴν ἐκλυομένων ὁμοίως ἐκείνοις οὐδὲ πνιγο‐ μένων ὅλως, ἔστ’ ἂν ἀναπνέωσι τὸν ἔξωθεν ἀέρα τὸν ψυχρόν· εἰ δὲ καὶ συνείρξας αὐτοὺς ἱματίοις τι θερμὸν ἀναπνεῖν ἀναγκάσαις, ἀποπνίξαις αὐτίκα. τοὺς μέντοι κατεψυγμένους καὶ ῥιγοῦντας οὕτω συνείρξας οὐχ ὅπως οὐκ ἀποπνίξεις, ἀλλ’ οὐδ’ ἀδικήσεις
10οὐδέν, ἄχρις ἂν ἐκθερμανθέντες τύχωσι· τηνικαῦτα δ’ οὐκέθ’ ὑπομένουσιν 〈ὡς μὴ〉 σύνηθες. ἐξ ὧν ἁπάντων δῆλον, ὡς οὐ διὰ τὸ κενούμενον ἐξ ὅλου τοῦ σώματος ἐν τοῖς βαλανείοις πνεῦμα καταλυόμεθά τε καὶ τελευτῶμεν τὸν βίον, ἀλλὰ διὰ τὴν θερ‐ μασίαν. θαυμάσαι δὲ ἔστιν οὐ τῶν ἄλλων τοσοῦτον 〈ὅσον〉 Ἐρα‐
15σιστράτου τῶν τοιούτων φαινομένων ἀποτολμῶντος κατα‐ ψεύσασθαι, ὃν οὐκ εἰκὸς ἄπειρον εἶναι τῆς διὰ τοῦ πίθου πυρίας τῶν ὑδερικῶν, εὐδοκιμησάσης οὐχ ἥκιστα τῶν ἄλλων παλαιῶν20

4

.

496

παρὰ Χρυσίππῳ τῷ Κνιδίῳ. | κενοῦνται γὰρ οὗτοι τὸ πᾶν σῶμα πολὺ θᾶττόν τε καὶ μᾶλλον ἢ ἐν τοῖς βαλανείοις, οὐ μὴν πνί‐ γονται δὲ διὰ τὸ ψυχρὸν εἰσπνεῖν ἀέρα. τούτου δ’ εἴ τις αὐτοὺς στερήσειεν, ἀποθνῄσκουσιν ἐν τάχει.
5 πῶς οὖν, φασίν, ἔν τε τοῖς Χαρωνίοις βαράθροις καὶ τοῖς νεωστὶ κεχρισμένοις οἴκοις τιτάνῳ καὶ πρὸς τῆς τῶν ἐσβεσμένων ἀνθράκων ὀσμῆς πνιγόμεθα; κατὰ μὲν τὸν Ἐρασίστρατον, ὅτι λεπτὸς ὢν ἐν ταῖς τοιαύταις καταστάσεσιν ὁ ἀὴρ οὐ στέγεται πρὸς τῶν ἀρτηριῶν, ἀλλ’ ἐκκενοῦται ῥᾳδίως, καὶ ἐνδείᾳ πνεύματος
10ἀπόλλυται τὸ ζῷον. ἡμεῖς δέ φαμεν, ὡς οὐδὲν ἐξετέλεσεν Ἐρα‐ σίστρατος, οὐ δείξας ἢ λεπτὸν ἐν τοῖς τοιούτοις τὸν ἀέρα γιγνόμενον ἢ μὴ στεγόμενον τοῖς ζῴων σώμασιν ἢ μὴ τῆς ἀλη‐ θοῦς αἰτίας ἑτέρας οὔσης ἢ χαλεπῆς ὑπαρχούσης εὑρεθῆναι. μακρότερα μὲν οὖν ἀναγκαζόμεθα λέγειν πρὸς τὰ † μακρω** †,
15χρὴ δέ, ὅσον οἷόν τε, πειρᾶσθαι συντεμεῖν αὐτὰ συντομώτερον. εἰ δ’ οὐδὲν ἔχω φάναι, τὰς πολλὰς ἀντιλογίας περικόψω ***

4

.

497

τοῦ φαίνεσθαι τὰς κινήσεις τῶν ἀρτηριῶν | ἐν ταῖς τοιαύταις
διαθέσεσι μηδὲν ἀπολειπομένας μεγέθει τε καὶ χρόνῳ τῶν ἔμ‐ προσθεν, ὡς ἂν πλήρεις οὔσας δηλονότι τοῦ δι’ αὐτῶν φερομένου πνεύματος. ἐχρῆν δ’ αὐτὰς μηδ’ ὅτι θᾶττον ἢ μικρότερον φαί‐21
5νεσθαι [τε] σφυζομένας, ἀλλ’ ἀσφύκτους γίνεσθαι παντάπασιν, ὡς ἂν ἐστερημένας τελέως τοῦ πληροῦντος αὐτῶν τὰς κοιλίας ἀέρος. ἀλλ’ εἰ τὴν Ἐρασιστράτου, φασίν, διαβάλλεις αἰτίαν, ἑτέραν εἰπέ. 〈ἐρῶ δή〉, ἐὰν πρότερον ὑμεῖς εἴπητέ μοι, διὰ ποίαν αἰτίαν † θαλάττιοι ζωγρεῖς νάρκης ἁψάμενοι ναρκῶσι †. εἰ δὲ
10οὐδὲν λέγειν ἔχετε, τοσοῦτον ἴσως ἡμῖν εἰπεῖν συγχωρήσετε τὸ τὴν δύναμιν εἶναι τοῦ ζῴου ναρκωτικὴν τῶν ἁψαμένων οὕτως ἰσχυράν, ὥστε καὶ διὰ τοῦ πεπηγότος 〈ἐν〉 αὐτῷ τριόδοντος εἰς τὰς χεῖρας τῶν ἁλιέων ῥᾳδίως ἀνατρέχειν τὸ πάθος. οὐκοῦν συγχωρήσετε εἶναί τινας [ἀέρων] ποιότητας καὶ δυνάμεις, 〈ὧν〉 ἡ
15μὲν νάρκην, ἡ δὲ κάρον, ἡ δὲ ψύξιν, ἡ δὲ σῆψιν, ἡ δὲ ἄλλο τι φέρουσι κακόν, ἀέρος δὲ οὐδεμίαν συγχωρήσετε εἶναι τοιαύτην

4

.

498

δύναμιν; ἀλλ’ οὐκ | ἔχομεν, φασίν, ἐναργῶς δεῖξαι, τίς ἡ ποιότης αὕτη καὶ τίς ἡ δύναμις αὕτη. τί οὖν τοῦτο πρὸς τὰ παρόντα; διὰ γὰρ τῶν ἀδήλων οὔτε ἀνατρέπεσθαί τι δίκαιον οὔτε κατα‐
σκευάσασθαι.22
5 μεταβαίνωμεν οὖν ἀπὸ τῶν τοιούτων ἐπὶ τὸ κατασκευάζειν ἐναργῶς, ὁποτερανοῦν τῶν αἱρέσεων ἀνατρέπειν δυνάμεθα. τὰ μὲν οὖν ἐξ ἀνάγκης ἀνατρέποντα τὴν Ἐρασιστράτου δόξαν εὐθὺς κατ’ ἀρχὰς ἡμῖν ἐρρήθη, τὰ δὲ τὴν ἡμετέραν κατασκευά‐ ζοντα τοιαῦτα μὲν οὖν οὐχ εὕρομεν ὡς ἐξ ἀνάγκης περαίνειν,
10ἁπάντων μέντοι τῶν ἄλλων πιθανώτατα πρὸς τὸ μηδ’ ἀνατρέ‐ πεσθαι πρός τινος τῶν φαινομένων ταύτην τὴν δόξαν. ὥστε τὴν μὲν Ἐρασιστράτου περὶ χρείας ἀναπνοῆς ὑπόληψιν ἤδη κατα‐ λιπεῖν δίκαιον, ἐπειδὴ κἀν τοῖς Περὶ σφυγμῶν λόγοις ἐξελέγχεται πολυειδῶς σφαλλομένη, αὐτοὺς δὲ διὰ βραχέων ἐπιδραμεῖν τῶν
15ἄλλων φαινομένων τὰς αἰτίας εἰς τὴν προκειμένην ἀναφέροντας ὑπόθεσιν· ὥσπερ κατά γε τὴν γυμνασίαν μεῖζόν τε καὶ πυκνότερον ἡμᾶς ἀναπνεῖν· οὐ γὰρ ἀπεικὸς οὐδὲ τοῦτο γίνεσθαι διὰ τὴν ἐν

4

.

499

τοῖς σφοδρῶς κινουμένοις | αὐξανομένην θερμασίαν· ὅτι γὰρ οὐδ’ ἐνταῦθα διὰ τὴν τῶν ἀρτηριῶν ἐπιπλήρωσιν, ἐναργές ἐστιν ἐκ τοῦ γίγνεσθαι μὲν ἐξ ἀρχῆς εὐθὺς πολλάκις σφοδροὺς 〈τοὺς σφυγμούσ〉, οὐ μὴν ἀλλοιοῦσθαι τὴν ἀναπνοήν, πρὶν ἱκανῶς
5θερμανθῆναι, ἐκθερμανθέντων δέ, κἂν παυσώμεθα κινούμενοι, μέχρι πολλοῦ διασῳζομένην ὁρᾶσθαι τὴν αὐτὴν ἰδέαν τῆς ἀνα‐ πνοῆς. ἀλλὰ κἀν τοῖς καυσώδεσι πυρετοῖς ὁμοίως ἀναπνεῖν ὀρεγό‐ μεθα διὰ τὴν αὐτὴν αἰτίαν· ὅπου γὰρ ἂν ᾖ μέγιστον τὸ τῆς
χρείας δεόμενον, ἐνταῦθα εἰκὸς αὐξάνεσθαι καὶ τὴν χρείαν αὐτήν·23
10ἡ μὲν γὰρ μείζων φλὸξ μείζονος ἀέρος, ἡ δὲ ἐλάττων ἐλάττονος δεῖται· πᾶσα δ’ οὖν δεῖται δι’ ἣν ἔμπροσθεν εἴπομεν ἀνάγκην. οὔκουν ἐστὶ θαυμαστόν, εἰ κατεψυγμένοι τὰ περὶ τὴν καρδίαν καὶ τὸν πνεύμονα τὸν ἔξωθεν ἀέρα ποθοῦσί τε καὶ δέονται διὰ τῆς εἰσπνοῆς ἐπισπᾶσθαι. ἐπισπῶνται μὲν γάρ, ἀλλ’ ὀλίγον καὶ
15διὰ πολλοῦ· μεγάλως γὰρ καὶ πυκνῶς οὐκ ἐγχωρεῖ ῥιπίζειν τὴν βραχεῖαν θερμασίαν.

4

.

500

διὰ τί τοίνυν οἱ μὲν παῖδες πλεῖόν τε καὶ | πυκνότερον, οἱ δ’ ἀκμάζοντες ἔλαττόν τε καὶ ἀραιότερον ἀναπνέουσιν; ἤ, ὅτι “τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν”, ἕπεται ἐξ ἀνάγκης πλήθει θερμασίας μέγεθός τε καὶ πυκνότης ἀναπνοῆς;
5εἰ δὲ καὶ τρέφεται τὸ ψυχικὸν πνεῦμα πρὸς τῆς ἀναπνοῆς, καὶ διὰ τοῦτ’ ἀναπνέουσι πλεῖστόν τε καὶ πυκνότατον οἱ παῖδες, ὅτι καὶ τροφῆς πλείονος ὡς ἂν αὐξανόμενοι δέονται. εἰ δὲ τὸ λιγνυῶδες ἀποχεῖται πλεῖστον ἐν ταῖς ἐκπνοαῖς, καὶ διὰ τοῦτο ἀναπνέουσι πλεῖστόν τε καὶ πυκνότατον· ἔνθα γὰρ ἡ τῆς τροφῆς ἐργασία
10πλείων, ἐκεῖ καὶ τὸ περίττωμα πλέον. 〈οἷς μὲν οὖν οἱ παῖδες θερμότεροι τῶν νεανίσκων εἶναι δοκοῦσιν, οὗτοι τοιαύτην ἐροῦσι τὴν αἰτίαν〉 τοῦ τοὺς παῖδας 〈οὕτωσ〉 ἀναπνεῖν· οἷς δ’ οἱ νεανίσκοι θερμότεροι τῶν παίδων εἶναι δοκοῦσιν, οὗτοι τὴν μὲν προειρημένην αἰτίαν οὐ προσοίσονται. περὶ μέντοι τῶν γερόντων
15οὐδεὶς ἀμφισβητεῖ τὸ μὴ οὐκ εἶναι πολὺ ψυχροτέρους αὐτοὺς τῶν παίδων καὶ νεανίσκων· ὁμολογεῖ δὲ τῇ ψύξει καὶ ἡ τῆς ἀναπνοῆς ἰδέα μικροτέρα τε ἅμα καὶ ἀραιοτέρα γιγνομένη. παραπλήσια δὲ ταῖς ἐπὶ τῶν ἡλικιῶν φαινομέναις 〈τῆς24

4

.

501

ἀναπνοῆς ἰδέαισ〉 κἀν ὥραις καὶ χώραις καὶ φύσεσι συμ|βέβηκε· καὶ ὁμολογεῖ γὰρ ἀεὶ τοῖς μὲν θερμοῖς ἡ μείζων τε καὶ πυκνοτέρα, τοῖς δὲ ψυχροῖς ἡ ἐλάττων τε καὶ ἀραιοτέρα. μικρόν τε καὶ πυκνὸν ἀναπνέουσιν οἵ τε ἐδηδοκότες καὶ οἱ πεπωκότες στενο‐
5χωρίᾳ τοῦ διαφράγματος, οὕτω δὲ καὶ αἱ κυοῦσαι· κἀν τοῖς ὑδέροις τε καὶ ταῖς φλεγμοναῖς τοῦ ἥπατος καὶ τῆς γαστρὸς καὶ τοῦ σπληνὸς ὁμοίως ἀναπνέουσι διὰ τὴν αὐτὴν αἰτίαν. ἀλλὰ περὶ μὲν τῆς οἰκείας 〈τούτων〉 ἀναπνοῆς ἐν τοῖς Περὶ δυσπνοίας εἰρή‐ σεται. νῦν δὲ ἀρκεῖ καὶ ταῦτα αὖθις 〈εἰσ〉 ἔνδειξιν τοῦ πάνθ’
10ὁμολογεῖν τὰ φαινόμενα τῷ προειρημένῳ δόγματι περὶ χρείας ἀναπνοῆς. Ἴδωμεν δ’ ἐφεξῆς, εἰ δύναται τρέφεσθαι τὸ ψυχικὸν πνεῦμα πρὸς τῆς ἀναπνοῆς. εἴπωμεν δὲ πρότερον, πῶς καλοῦμέν τι ψυχικὸν πνεῦμα, ἀγνοεῖν ὁμολογοῦντες οὐσίαν ψυχῆς. ἐπεὶ
15τοίνυν αἱ κατὰ τὸν ἐγκέφαλον κοιλίαι τοῦ πνεύματος, ἐπειδὰν τρωθῇ, εὐθὺς ἀκινήτους τε καὶ ἀναισθητοῦντας ἐργάζονται, χρὴ

4

.

502

τοῦτο τὸ πνεῦμα | πάντως ἤτοι τὴν οὐσίαν αὐτὴν εἶναι τῆς ψυχῆς ἢ τὸ πρῶτόν γε αὐτῆς ὄργανον. εἴρηται δὲ ἑτέρωθι περὶ αὐτοῦ
διὰ πλειόνων ἀκριβέστερον, ἐν οἷς τοῦτ’ εὐθὺς † εἴρηται δῆλον † ὡς ἀναγκαῖόν ἐστι τοῦτο τὸ πνεῦμα τρέφεσθαι. πόθεν οὖν ἄλλοθεν25
5ἕξει τὴν τροφήν, εἰ μὴ παρὰ τοῦ διὰ τῆς εἰσπνοῆς ἑλκομένου; καίτοι κἀκ τῆς τοῦ αἵματος ἀναθυμιάσεως οὐκ ἀπεικὸς αὐτὸ τρέφεσθαι, καθάπερ καὶ πολλοῖς τῶν ἐλλογίμων ἰατρῶν τε καὶ φιλοσόφων ἔδοξεν. ἀλλ’ οὐδ’ ἐκ τῆς εἰσπνοῆς ὁμοίως οἱ περὶ τὸν Ἐρασίστρατον τοῖς 〈περὶ τὸν〉 Ἱπποκράτην τρέφεσθαί φασι
10τὸ ψυχικὸν πνεῦμα· τοῖς μὲν γὰρ ἐκ τῆς καρδίας διὰ τῶν ἀρτη‐ ριῶν ἐπὶ τὰς μήνιγγας, τοῖς δὲ εὐθὺς διὰ τῶν ῥινῶν εἰς τὰς κατὰ τὸν ἐγκέφαλον κοιλίας ἔρχεσθαι τὸ πνεῦμα δοκεῖ. τὴν μὲν οὖν Ἐρασιστράτου περὶ τούτων δόξαν κἀν‐ ταῦθα καταλίπωμεν, ἐξελεγχομένην πολυειδῶς 〈ἐν τοῖσ〉 Περὶ
15τῶν ἐν σφυγμοῖς αἰτίων. ἐπὶ 〈δὲ〉 τὴν ἀληθῆ μεταβάντες [τὴν καὶ ταῖς ἀρτηρίαις αἵματος μεταδιδοῦσαν] ἐπισκεψώμεθα τουτὶ τὸ φαινόμενον, οὗ πολλάκις ἐπειράθημεν. ἐν γὰρ τῷ βρόχοις

4

.

503

διαλαμ|βάνεσθαι τὰς κατὰ τὸν τράχηλον ἀρτηρίας οὐδὲν πάσχει τὸ ζῷον οὔτ’ εὐθὺς οὔθ’ ὕστερον, ὡς ἡμεῖς ἐνίοτε πειρώμενοι ἐν βρόχοις αὐτὰς διελαμβάνομεν. ὅλην δὲ ἡμέραν τὸ ζῷον εἰσπνέον τε καὶ ἐκπνέον καὶ κινούμενον ἀκωλύτως ἰδόντες νυκτὸς ἤδη
5βαθείας ἐσφάξαμεν, οὐκέθ’ ἡγούμενοι τὴν ἐπὶ πλέον πεῖραν
πιστὴν ὑπάρχειν· δύνασθαι γὰρ ἐν τοσούτῳ χρόνῳ διὰ τοὺς περι‐ κειμένους βρόχους συμπαθῆσαί τι τῶν κυριωτάτων μορίων. ἐθαυ‐ μάζομεν οὖν τὰς ἐκ τοῦ κυριωτάτου τῶν ζωτικῶν ὀργάνων, [τῶν] τῆς καρδίας, εἰς τὸ κυριώτατον τῶν ψυχικῶν, τὸν ἐγκέφαλον,26
10τεταμένας ἀρτηρίας οὕτως ἄλυπον τῷ παντὶ βίῳ τὴν βλάβην ἐχούσας εὑρίσκοντες. ἀλλὰ περὶ μὲν τούτων κἀν τῷ Περὶ χρείας σφυγμῶν ἐπὶ πλέον ζητήσομεν· ὅπερ δ’ ἐξ αὐτῶν ἐστιν εἰς τὰ παρόντα χρήσιμον, οὗ χάριν ἐμνημόνευσα τῶν καρωτίδων ἀρτη‐ ριῶν, τοῦτ’ αὖθις λεγέσθω, τὸ μὴ πάνυ τι δεῖσθαι τοῦ παρὰ
15τῆς καρδίας πνεύματος τὸν ἐγκέφαλον. ἀπολείπεται γοῦν ἤτοι

4

.

504

τὴν ἀναθυμίασιν | αὐτῷ τὴν ἐκ τοῦ αἵματος ἱκανὴν ὑπάρχειν 〈ἢ τὴν〉 διὰ τῶν ῥινῶν εἰσπνοήν. ἀλλ’ οὐδὲ τὴν ἀναθυμίασιν εἰκὸς γίνεσθαι δαψιλῆ βρόχῳ διαληφθεισῶν τῶν ἀρτηριῶν· δείκνυται 〈δὲ καὶ〉 τοῦτ’ ἐν τῷ Περὶ χρείας σφυγμῶν. ἀναγκαῖον
5〈οὖν〉 ἐκ τῆς διὰ τῶν ῥινῶν εἰσπνοῆς τὴν πλείστην εἶναι τροφὴν τῷ ψυχικῷ πνεύματι. τοῦτ’ ἐστι τὸ παρ’ Ἱπποκράτους λεγό‐ μενον· “ἀρχὴ τροφῆς πνεύματος στόμα ῥῖνες βρόγχος πνεύμων καὶ ἡ ἄλλη ἀναπνοή.” ἐξ ἁπάντων [ἢ] γὰρ τούτων τρέφεται μηδαμῆ παρεμποδιζόμενον· εἰ δὲ καὶ [μὴ] παρεμποδίζοιτο καθ’
10ἓν ὁτιοῦν αὐτῶν, ἀλλ’ ἔτι διά γε τῶν λοιπῶν ὑπηρετεῖται. μαθεῖν
δ’ ἐναργῶς ἔστιν ἐξ οὗ μέλλομεν εἰπεῖν φαινομένου περὶ τῆς ἐκ τοῦ πνεύμονος εἰς τὰς καθ’ ὅλον 〈τὸ ζῷον〉 ἀρτηρίας μεταλήψεως τοῦ πνεύματος, ὡς ἤτοι βραχυτάτη παντελῶς ἢ οὐδ’ ὅλως γίγνεται. περι[τι]θέντες γὰρ παιδὸς τῷ 〈σώματι πλὴν τῷ〉 στόματι καὶ27
15ταῖς ῥισὶ μεγάλην κύστιν βοείαν ἤ τι τοιοῦτον ἕτερον ἀγγεῖον, ὡς μηδαμῆ παραπνεῖσθαι μηδὲν τῆς ἀναπνοῆς, δι’ ὅλης ἡμέρας

4

.

505

εἴδομεν | ἀκωλύτως 〈ἀνα〉πνέοντ’ αὐτόν. ἐξ οὗ δῆλον, † ἕνωσίν τε μικρὸν παντελῶς ἢ οὐδ’ ὅλως ἢ κατὰ τὸ ζῷον ἀρτηρίαι οὐδ’ ὁμοίου τῶν ἔξωθεν ἠρεμία τῶν ποιοτήτων ἀναγκαῖα καὶ μάλιστα τῆς τὴν οὐσίαν θερμότητος †. τὸ μὲν γὰρ ψυχρότερον οὐχ
5ὁμοίως εὔπορον ἁπάντη (χρὴ δ’ ἑτοίμως ἰέναι διὰ πάντων τῶν ὀργάνων τὸ τῆς ψυχῆς πνεῦμα), τὸ δ’ αὖ θερμότερον ἁπάντη μὲν πόριμον, ἀλλὰ πρῶτον μὲν κατακαίει τε καὶ συντήκει τὸ σῶμα, τελευτῶν δὲ καὶ αὐτὸ συναπόλλυται καὶ ἀποσβέννυται. καὶ [συνει] ἐν μὲν ταῖς ἀποπληξίαις ψυχρότερον, ἐν δὲ τοῖς
10πυρετοῖς θερμότερον τοῦ μέτρου γιγνόμενον, ἐν μὲν ταῖς ἀποπλη‐ ξίαις ἴσχεται τοῦ πάντη ῥαδίως ἰέναι, καὶ διὰ τοῦτο εἰς ἀκινησίαν
τελευτᾷ τὸ πάθος, ἐν δὲ τοῖς πυρετοῖς εὔπορον μὲν ὂν πάντη, καύσιμον δὲ καθάπερ πῦρ, οὔτε τρέφειν οὔτ’ αὐξάνειν τὰ σώματα δύναται. μὴ τοίνυν εἶναι μικρὰν νομίζωμεν τὴν χρείαν τοῖς ζῴοις28
15τῆς συμμέτρου θερμασίας, ἀλλ’ ἐν τοῖς ἀναγκαιοτάτοις, μάλιστα μὲν οὖν τῷ πνεύματι τῷ ψυχικῷ καὶ τοῖς κυριωτάτοις ὀργάνοις, ἤδη δὲ καὶ καθ’ ὅλον τὸ σῶμα. |

4

.

506

εἰκότως ἄρα τὴν ἀρχὴν τῆς φυσικῆς θερμασίας, τὴν καρδίαν, εἰς τοσοῦτον χρῄζουσαν 〈ἀναπνοῆσ〉 ἔχομεν, εἰς ὅσονπερ καὶ συμμέτρου θερμασίας αὐτοὶ χρῄζομεν. ἐδείχθη γὰρ ἀδύνατος ἡ σωτηρία τῆς θερμασίας χωρὶς τῆς ἀναπνοῆς. “ἔκπνουν μὲν
5δὴ καὶ εἴσπνουν ἐστὶν ὅλον τὸ σῶμα” κατὰ τὸν 〈Ἱπποκράτους〉 λόγον· ἀλλὰ καὶ πρὸς ἡμῶν ἑτέρωθι δέδεικται. σύμμετρος δὲ ἀναπνοὴ τοῖς μὲν ἄλλοις ἅπασι μορίοις ἡ διὰ τῶν ἀρτηριῶν ἐστιν, ἐγκεφάλῳ δὲ καὶ καρδίᾳ δύο ἐξαίρετα πρόσκειται τῆς ἀναπνοῆς ὄργανα, τῷ μὲν ῥῖνες, τῇ δὲ πνεύμων. ὅπως δὲ ὁ
10πνεύμων κινοῖτο, θώρακος ἐδεήθη· καὶ διὰ τοῦθ’ ὡς μὲν τῇ καρδίᾳ συνημμένος ὁ πνεύμων τὸ πρῶτόν ἐστι〈ν ἀνα〉πνευστικὸν ὄργανον, ὡς δὲ 〈πρὸσ〉 τοῦ θώρακος κινούμενος τὸ δεύτερον. 〈εἰ〉 δὲ καὶ τῆς τοῦ αἵματος ἀναθυμιάσεως εἰς θρέψιν δέοιτο τὸ ψυχικὸν πνεῦμα (πιθανὸν γὰρ καὶ τοῦτο), μεγίστην ἂν
15ἔχοι καὶ ταύτην συμμέτρου θερμασίας τὴν χρείαν τὰ ζῷα. τὸ μὲν γὰρ ψυχρὸν αἷμα πῶς ἂν εἰς ἀτμοὺς λύοιτο; 〈τὸ〉 δ’ ἀμέτρως29

4

.

507

θερμὸν εὐσκέδαστον μὲν εἰς ἀτμούς, ἀλλ’ εἰς θο|λεροὺς τούτους καὶ καπνώδεις. οὐ μὴν τοιούτῳ γε εἶναι πρέπει τῷ ψυχικῷ πνεύ‐ ματι, ἀλλ’ εἴπερ τῳ ἄλλῳ καθαρωτάτῳ τε καὶ χρηστοτάτῳ. ταῦτ’ ἄρα [τῷ τὸ μέλαν χρηστοτάτῳ· ταῦτ’ ἄρα] τὸ μελαγχολικὸν
5αἷμα καὶ τὸ πικρόχολον εἰς ἀτμοὺς μοχθηροὺς λυόμενον τὸ μὲν εἰς μελαγχολίαν, τὸ δὲ εἰς φρενῖτιν ἄγει. διὰ τοῦτο δὲ κἀν τοῖς καυσώδεσι πυρετοῖς ἑτοίμως παραφρονοῦσιν. ἢν γὰρ καὶ χρηστὸν ᾖ τηνικαῦτα τὸ αἷμα, διὰ γοῦν τὸ πλῆθος τῆς θερμασίας ἀτμίζει καπνωδῶς. εἴη δ’ ἂν καὶ τοῦτο τῆς κατὰ φύσιν θερμασίας ὄφελος
10οὐ σμικρόν, ἀτμίζειν σύμμετρόν τε καὶ καθαρὸν καὶ χρηστόν. οὐ μὴν οὐδ’ εἰ τῆς οἰκείας κατασκευῆς δεῖ〈ν〉 ὅτῳ τῶν μορίων ὑπόθοιτό τις, οὐδ’ ἂν οὕτως εἰς τὴν φυλακὴν τῆς κατα‐ σκευῆς ὠφελοίη μικρὸν ἡ σύμμετρος θερμασία. ξηρὸν μὲν γὰρ ἀμέτρως ἢ ὑγρὸν οὐκ ἂν 〈ἐν〉 ἀκαρεῖ χρόνῳ γίγνοιτο τῶν μορίων
15οὐδέν, ψυχρὸν 〈δ’〉 ἐσχάτως ἢ θερμὸν δύναιτ’ ἂν ἐμφανῶς γενέσθαι. καὶ μὴν ἑνὸς ἑκάστου τῶν μορίων οὐσία ψυχροῦ καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ ποία τις κρᾶσίς ἐστιν· ὥστε καὶ

4

.

508

διαφθείρεσθαι ταύτην ὑπ’ οὐδενὸς οὕτω ταχέως | εἰκὸς ὡς ὑπὸ τῆς κατὰ τὴν θερμασίαν ἀμετρίας. εἰ δὲ καὶ τοῦτο, καὶ τὴν ἐνέργειαν ὑπ’ οὐδενὸς ἑτοιμότερον ἐγχωρεῖ βλαβῆναι. τῶν μὲν οὖν ἄλλων ὀργάνων αἱ βλάβαι τῶν ἐνεργειῶν μικραί, τῶν δ’ εἰς
5αὐτὴν τὴν ζωὴν διαφερόντων μεγάλαι, τῶν δ’ οὐ μόνον εἰς αὐτὴν τὴν ζωὴν διαφερόντων, ἀλλὰ καὶ πρὸς τὰ ἄλλα λόγον ἀρχῆς ἐχόντων μέγισται. τοιαῦτα δ’ ἐστὶν ἐγκέφαλός τε καὶ καρδία. ὥσθ’ ἡ τούτων τῆς κατασκευῆς βλάβη παραχρῆμα βλάψει τὴν ζωήν. ἀλλ’ οὐδὲν ὑπαλλάττειν αὐτὴν οἷον τέ ἐστιν30
10ἑτοιμότερον ἀμέτρου θερμασίας. ὥστε ἄμφω δέδεικται διὰ τοῦ λόγου, τό τε χρήσιμον τῆς συμμέτρου θερμασίας 〈καὶ〉 τὸ ἐν τῇ ἀναπνοῇ εἰς αὐτήν. ἀναγκαῖον δ’ ἄρ’ ἤδη, 〈ὅτι〉 μὴ πιθανὸν μόνον, ἀλλὰ καὶ τὸ ἀληθὲς εὑρήκαμεν, ἑτοίμως [μὲν] ἀποφαίνεσθαι. καὶ χρείαν εἶναι
15τῆς ἀναπνοῆς λέγομεν ἐμφύτου θερμασίας φυλακήν. ἔνεστι δ’, εἰ καὶ τὴν οὐσίαν τῆς ψυχῆς ἀγνοοῦμεν, ἀλλ’ ἐκ διαιρέσεως οὐδὲν ἧττον συλλογίσασθαι, λήμμασι τῶν ἀποδείξεων τοῖς ἐναργῶς

4

.

509

γινωσκομένοις | χρησαμένους· ὧν καὶ τοῦτό ἐστι, τὸ περιεχόμενον ἐν ταῖς κατὰ τὸν ἐγκέφαλον κοιλίαις πνεῦμα δυοῖν θάτερον ἀναγ‐ καῖον εἶναι, ἤτοι τὴν οὐσίαν τῆς ψυχῆς ἢ τὸ πρῶτον αὐτῆς ὄργανον. † οὐ τούτου πρῶτον ὄντως δὲ ἀναγκαῖον ὁ ἐγκέφαλος
5ἐν ἑαυτῷ τὴν οὐσίαν τῆς ψυχῆς ἔχειν καὶ ταύτην † ἤτοι τὴν ἔμφυτον εἶναι θερμασίαν ἢ τὸ πνεῦμα ἢ τὸ σύμπαν αὐτῆς τῆς κατασκευῆς εἶδος ἢ παρ’ αὐτὴν εἴ τις δύναμις ἀσώματος. ἀλλ’
ἀναγκαῖον τοῦτο, πρῶτον εἰς τὰς κινήσεις ὄργανον ἕν τι τῶν εἰρημένων ἔχειν αὐτὴν ἀπαθῆ μὲν παντελῶς ὑπάρχουσαν, ἐν δὲ31
10τοῖς θανάτοις, τῶν πρώτων αὐτῆς ὀργάνων πασχόντων, λυομένην. ὥστ’ ἐξ ἀνάγκης ἤτοι τῆς κατασκευῆς τοῦ ἐγκεφάλου βλαπτο‐ μένης ἢ ὁμοῦ τοῦ κατ’ αὐτὸν πνεύματος ἢ τῆς θερμασίας μόνης, ὁ θάνατός ἐστι τοῖς ζῴοις. ἀλλ’ οὔτε τὴν κατασκευὴν ἐν τάχει βλαβῆναι δυνατὸν ἑτέρως ἀλλ’ ἢ διὰ τὴν τῆς θερμασίας ἀμετρίαν,
15ὡς ἐδείξαμεν, οὔτ’ αὐτὴν πολὺ μᾶλλον τὴν θερμασίαν· ἀλλ’ οὐδὲ

4

.

510

τὸ λοιπὸν ἔτι καὶ τρίτον ἔχειν τινὰ τὸ πνεῦμα δύναται | πρόφασιν ἑτέρας φθορᾶς ἐξαιφνιδίου παρὰ τὰς ἔμπροσθεν εἰρημένας, τήν τε τῆς οὐσίας ὅλης αὐτοῦ κένωσιν καὶ τὴν τῆς θερμασίας ἀμετρίαν. ἀλλ’ ἐν ταῖς τῆς ἀναπνοῆς ἐπισχέσεσιν οὐκ ἔχομεν αἰτιᾶσθαι
5τὴν κένωσιν ὅλης τῆς οὐσίας, ὡς [ἐπὶ τῶν εἰς τὰς κοιλίας τρώ‐ σεων] ἐπὶ ταῖς εἰς τὰς κοιλίας τρώσεσιν. ἀπολείπεται δή, 〈ὅτι διὰ〉 θερμασίας συμμετρίαν ἀνα‐ πνέομεν. αὕτη μὲν οὖν ἡ μεγίστη χρεία τῆς ἀναπνοῆς· δευτέρα δ’ ἡ θρέψις τοῦ ψυχικοῦ πνεύματος. γίγνεται δὲ ἡ μὲν προτέρα
10δι’ ἀμφοτέρων τῆς ἀναπνοῆς τῶν μερῶν, εἰσπνοῆς τε καὶ ἐκπνοῆς, τῆς μὲν οὖν ἀναψυχούσης τε καὶ ῥιπιζούσης, τῆς δὲ τὸ αἰθα‐ λῶδες ἀποχεούσης, ἡ δευτέρα δὲ διὰ τῆς εἰσπνοῆς μόνης. ὅτι
μὲν οὖν εἰς τὴν καρδίαν ἕλκεταί τις ἀέρος μοῖρα κατὰ τὰς διαστολὰς αὐτῆς ἀναπληροῦσα τὴν γενομένην κενότητα, τὸ μέγεθος32
15αὐτῆς τῆς διαστάσεως [ὡς] ἱκανὸν ἐνδείξασθαι. ὅτι δὲ καὶ εἰς τὸν ἐγκέφαλον εἰσπνεῖται, δι’ ἑτέρας ἐπιδέδεικται πραγματείας, ἐν ᾗ Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων διαλεγόμεθα. |

4

.

511

διὰ τί δέ, τῆς καρδίας εἰς ἑαυτήν τέ τι παρὰ τοῦ πνεύ‐ μονος ἑλκούσης ἀέρος ἐπιπεμπούσης τε ταῖς πλησίον ἀρτηρίαις, ὅμως γε ὁ ἐκπνεόμενος οὐδὲν ἐλάττων φαίνεται τοῦ κατὰ τὴν εἰσπνοὴν ἑλχθέντος, εἰρήσεται μὲν καὶ δι’ ἑτέρων ἐπὶ πλέον,
5ἀποχρήσει δὲ καὶ νῦν εἰπεῖν τοσοῦτον, ὡς ἀτμός τις ἐκπνεῖται τοὐπίπαν ἴσος τῷ πλήθει τῆς μεταληφθείσης μοίρας τοῦ πνεύ‐ ματος εἴς τε τὴν καρδίαν καὶ τὰς ἀρτηρίας. αἵτινες 〈δ’〉 εἰσὶν αἱ δια‐ θέσεις τοῦ σώματος, ἐν αἷς ἤτοι βραχεῖ πλείων ὁ ἀτμὸς τοῦ μεταλη‐ φθέντος ἀέρος ἢ ἐλάττων ἢ ἴσος, ἐν τοῖς 〈Περὶ δυσπνοίας εἰρήσεται.
10 ἀρκεῖν μοι δοκεῖ ταῦτα〉 περὶ χρείας ἀναπνοῆς. ὃ γὰρ ὑπὲρ αὐτῆς τισιν εἰρήσεται μοχθηρῶς, ῥᾷστα φωραθῆναι δύναιτ’ ἂν μὴ
παρέργως ἕκαστον τῶν ἐνταυθοῖ γεγραμμένων ἀναλεξαμένοις.33