TLG 0057 019 :: GALENUS :: De victu attenuante GALENUS Med., vel Claudius Galenus De victu attenuante Citation: Section — (line) | ||
1(t1) | ΓΑΛΗΝΟΥ | |
t2 | ΠΕΡΙ ΛΕΠΤΥΝΟΥϹΗϹ ΔΙΑΙΤΗϹ | |
---|---|---|
1 | Ἐπειδὴ τὰ πλεῖcτα τῶν χρονίων ἀρρωcτημάτων λεπτυνούcηc χρῄζει διαίτηc, ὡc πολλάκιc ἐπὶ μόνῃ ταύτῃ καταcτῆναι καὶ μηδενὸc ἔτι φαρμάκου δεηθῆναι, καλῶc ἂν ἔχοι διορίcαcθαι περὶ αὐτῆc ἀκρι‐ βέcτερον· ἄμεινον γὰρ ἐν οἷc ἐγχωρεῖ διαίτῃ μόνον χρηcάμενον ἐπι‐ | |
2 | τυχεῖν τοῦ τέλουc, ἐν τούτοιc ἀφίcταcθαι τῶν φαρμάκων. ὡc ἔγωγε καὶ νεφρίτιδαc οἶδα καὶ ἀρθρίτιδαc οὐκ ὀλίγαc, ὅcαι γε μήπω μεcτὰ πώρων ἀπέφηναν τὰ ἄρθρα, τὰc μὲν παντελῶc παυcαμέναc ἐπὶ τῇ τοιαύτῃ διαίτῃ, τὰc δὲ μετριωτέραc ἀποδειχθείcαc· οἶδα δὲ καὶ τῶν | |
5 | δυcπνοίᾳ cυνεχῶc ἁλιcκομένων οὐκ ὀλίγουc εἰc τοcοῦτον ὠφεληθέν‐ ταc ὡc ἤτοι καταcτῆναι τελέωc ἢ διὰ μακρῶν χρόνων ἐνοχλεῖcθαι μικρά· τήκει δὲ καὶ cπλῆναc μεγάλουc ἡ λεπτύνουcα δίαιτα καὶ ἧπαρ cκιρρούμενον, καὶ ἐπιληψίαc τὰc μὲν μικρὰc ἔτι καὶ ἀρχομέναc ἰᾶται τελέωc, ὅcαι δ’ ἤδη χρόνιαί τε καὶ ὕπουλοι, καὶ ταύταc ὀνίνηcιν οὐ | |
3 | cμικρά. κέκληται μὲν οὖν ὑπὸ τῶν ἰατρῶν ἡ τοιαύτη δίαιτα λεπτύ‐ νουcα, καθότι καὶ παχύνουcαν ἑτέραν ὠνόμαcαν ἐναντίαν τῆcδε, κατὰ τὸν γεννώμενον ἐφ’ ἑκατέραc ἐν τοῖc cώμαcιν ἡμῶν χυμόν· ἔγνωcται δέ μοι μακρῷ χρόνῳ πείρᾳ τε ἅμα καὶ λόγῳ κριθεῖcα· καὶ γὰρ ὀcμὴ καὶ | |
5 | γεῦcιc ἱκανὰ γνωρίcματα προcβάλλουcι τῷ λογιcμῷ πρὸ τῆc πείραc | |
4 | τῶν τοιούτων ἐδεcμάτων ἁπάντων. ὅcα γὰρ ἐρεθίζει καὶ δάκνει τὰc αἰcθήcειc, εὔδηλον ὡc δριμέα τέ ἐcτι ταῦτα καὶ πάχοc χυμῶν τέμνειν ἱκανά, καὶ μὲν δὴ καὶ πλείω τοῦ δέοντοc ληφθέντα δῆξιν ἐργάζεται | |
τῇ γαcτρὶ καὶ ἄcην οὐ cμικράν, ἐμούμενά τε καὶ διαχωρούμενα δρι‐ | 433 | |
5 | μείαc ὀcμὰc ἀποπέμπει· τὰ πλεῖcτα δ’ αὐτῶν καὶ οὖρα καὶ ἱδρῶταc ἐκβάλλει δυcώδειc τε καὶ δριμεῖc· καὶ μέν γε καὶ φύμαcιν ἐπιτιθέμενα καὶ δοθιῆcιν ἔνια μὲν αὐτῶν ῥήγνυcι καὶ διαβιβρώcκει ῥᾳδίωc, ἔνια δὲ κατατίτρηcι τὸ δέρμα, πολλὰ δ’ οἷον λέποc ἀφίcτηcιν αὐτοῦ καί τινα | |
5 | ἕλκη καὶ μάλιcτα τὰc καλουμέναc ἐcχάραc ἐργάζεται. ταῦτα πάντα γνωρίcματά ἐcτι μέγιcτα τοῦ καὶ τοὺc ἐν τῷ cώματι χυμοὺc ὑπ’ αὐτῶν λεπτύνεcθαι δριμεῖάν τινα ἐχόντων καὶ τμητικὴν δύναμιν, ἀλλὰ καὶ ἡ πεῖρα μαρτυρεῖ τῷ λόγῳ· φαίνεται γὰρ ἱκανῶc ὑπὸ τῶν τοιού‐ | |
5 | των ἐδεcμάτων ὀνινάμενα πάνθ’ ὅcα παχέων καὶ γλίcχρων καὶ ψυ‐ | |
6 | χρῶν χυμῶν ἀναπέπληcται cώματα. χρὴ δ’ ὥcπερ ἐπὶ τῶν ἄλλων ἁπάντων ἐπιcτάτην εἶναι τὸν ἰατρόν, τόν τε καιρὸν ἐξευρίcκοντα καὶ τὸ μέτρον τῆc χρήcεωc, οὕτω κἀν τοῖcδε· κίνδυνοc γὰρ εἰc κακοχυ‐ μίαν ἐμπεcεῖν τὸν οὐκ ὀρθῶc αὐτοῖc χρώμενον· ἀλλ’ οὐ τοῦτο νῦν | |
5 | πρόκειται διδάcκειν, ἀλλ’ ὑπὲρ αὐτῶν μόνον τῶν ἐδεcμάτων διελθεῖν. | |
7 | Ὅτι μὲν οὖν cκόροδα καὶ κρόμυα καὶ κάρδαμα καὶ πράcα καὶ νᾶπυ τῶν λεπτυνόντων ἐcτίν, οὐδ’ ἂν οὐδ’ ἰδιώτην λάθοι διὰ τὸ cφοδρὸν τῆc ἐν αὐτοῖc δυνάμεωc, ἐφεξῆc δὲ τούτων cμύρνιόν τε καὶ πύρεθρον ὀρίγανόν τε καὶ καλαμίνθη καὶ cιcύμβρια καὶ γλήχων καὶ | |
5 | θύμβρα καὶ θύμα, χλωρὰ πάντα προcφερόμενα πρὶν ξηρανθῆναι· ἀπο‐ | |
8 | ξηρανθέντα γὰρ ἤδη φάρμακα [τε] καὶ οὐκέτι τροφαί. καθόλου δὲ πᾶν τὸ ξηρὸν ἰcχυρότερον τοῦ τεθηλότοc ἐcτί, καθότι καὶ αὐτῶν τῶν μὴ ξηρῶν τὰ τελεώτερα τῶν ἀτελῶν ἐcτιν ἰcχυρότερα, καὶ ὅcα κατὰ λό‐ φουc ἢ ἐν χωρίοιc ἀνύδροιc ηὐξήθη, τῶν ἐν πεδίοιc ἢ κήποιc ἢ τέλ‐ | |
9 | μαcιν ἰcχυρότερα. ταυτὶ μὲν οὖν ὑπὲρ ἁπάντων χρὴ γινώcκειν κοινῇ· τοῖc δ’ εἰρημένοιc ἐφεξῆc ἐcτιν ὅ τε τῆc καππάρεωc καὶ ὁ τῆc τερ‐ μίνθου καρπὸc καὶ τούτων ἐφεξῆc εὔζωμά τε καὶ cία καὶ cέλινα καὶ | |
10 | πετροcέλινα καὶ ὤκιμα καὶ ῥαφανίδεc καὶ κράμβη καὶ τεῦτλα. μαλάχη δὲ καὶ βλίτα καὶ ἀτράφαξιc, εἰ καὶ ταῖc ἰδέαιc ἐγγυτάτω τῶν τεύτλων εἰcίν, ἀλλὰ τήν γε δύναμιν οὐκ ἐγγύc· ὑδατώδη τε γάρ ἐcτι καὶ ἀμ‐ βλέα καὶ δριμείαc δυνάμεωc ἥκιcτα μετέχοντα παραπληcίωc κολοκύν‐ | |
11 | θαιc τε καὶ cικύοιc πέποcί τε καὶ μηλοπέποcι καὶ κοκκυμήλοιc. ἅπαντα γὰρ τὰ τοιαῦτα ὑγρὰ καὶ ψυχρὰ καὶ φλεγματώδη, καὶ μᾶλλον ὅcα | |
χωρὶc ἑψήcεωc ἐcθίεται, μῆλα καὶ ἄπιοι καὶ cίκυοι· διὸ καί τινεc ἑψοῦcι τῶν cικύων τοὺc cκληροτέρουc ὁμοίωc ταῖc κολοκύνθαιc· καὶ | 434 | |
5 | τῶν μήλων δὲ καὶ τῶν ἀπίων ἧττον βλάπτουcιν αἱ ἑφθαί, καὶ τῶν ὠμῶν ἐcθιομένων αἱ εἰc ἀπόθεcιν ἐπιτηδειόταται τῶν εἰρημένων ἧττόν εἰcι μοχθηραί. ἀλλὰ γὰρ οὐ περὶ τούτων ὁ λόγοc μοι νῦν. | |
12 | Αὖθιc οὖν ἐπὶ τὰ λεπτύνοντα τοὺc ἐν τῷ cώματι χυμοὺc ἐδέcματα μέτειμι, τὴν ἀρχὴν ἀκριβέcτερον ποιηcάμενοc ἀφ’ ὧν ἀπέ‐ | |
13 | λιπον, ἐπειδὴ διοριcμοῦ δεῖταί τινοc ἀκριβεcτέρου. τὰ τοίνυν ἁπαλὰ καὶ νέα πάντα διὰ τὸ πλῆθοc [ἔτι] τῆc ὑγρότητοc ἣν ἔτ’ αὐξανόμενα κέκτηται, μέτρια ταῖc δυνάμεcίν ἐcτιν, ὡc καὶ μικρῷ πρόcθεν εἴρηται, καὶ διὰ τὴν αἰτίαν τήνδε πολλὰ τῶν φαρμακωδῶν, ἔcτ’ ἂν ἔτι φύη‐ | |
5 | ται καὶ αὔξηται, παραπληcίωc τοῖc ἐδέcμαcιν ἐcθίεται, καθάπερ οἵ τε τοῦ cιλφίου καὶ οἱ τοῦ νάπυοc καυλοὶ καὶ προcέτι τούτοιc πυρέθρου τε καὶ cκολύμου καὶ ἠρυγγίου καὶ ἄλλων μυρίων, ἃ δὴ καλεῖν ἔθοc ἡμῖν ἐcτιν ἄγρια λάχανα τῷ μικρὸν ὕcτερον αὐτῶν ἕκαcτον ἀκανθῶδέc | |
14 | τε γίνεcθαι καὶ μηδὲ τοῖc βοcκήμαcιν ἐδώδιμον ὑπάρχειν. εἰδέναι δὲ δεῖ πάντα τὰ τοιαῦτα τελειωθέντα μὲν ἱκανῶc τμητικά, φυόμενα δὲ καὶ αὐξανόμενα μετρίωc λεπτύνειν· οὕτω γέ τοι καὶ ἡ ἀκαλήφη πρὶν ξηρανθῆναι παραπληcίωc ταῖc μαλάχαιc καὶ τοῖc τεύτλοιc ἐδώδιμοc | |
5 | ὑπάρχει, μάραθρον δὲ καὶ πήγανον καὶ κορίανον καὶ ἄνηθον ἐκ τῆc | |
15 | αὐτῆc ἐcτι τούτοιc ἰδέαc πρὸc τῷ καὶ θερμαίνειν ἐπιφανῶc. ἕτερον δέ τι γένοc ἐcτὶ λαχάνων ἀγρίων ἧττον τῶν εἰρημένων τμητικόν, ὡc δοκεῖν ἐκ τῆc μέcηc τε καὶ οὐδετέραc εἶναι φύcεωc ὡc μήτε τέμνειν cαφῶc μήτε παχύνειν· καλεῖται δὲ τὰ τοιαῦτα λάχανα κοινῇ μὲν | |
5 | ἅπαντα cέριc, ἰδίᾳ δὲ κατ’ εἶδοc ἕκαcτον αὐτῶν ἴδιον ὄνομα κέκτηται παρὰ τοῖc ἀγροίκοιc οἷον αἵ τε θριδακῖναι καὶ αἱ χονδρίλαι καὶ τὰ παρὰ τοῖc Ϲύροιc γιγγίδια καὶ ἄλλα μυρία τοιαῦτα καθ’ ἕκαcτον ἔθνοc· Ἀθηναῖοι μέντοι κοινῇ πάντα cέρειc ὀνομάζουcιν· οἱ γὰρ παλαιοὶ τοῖc | |
16 | εἴδεcιν αὐτῶν ἅπαcιν οὐκ ἔθεντο προcηγορίαν οὐδεμίαν. ἐπεὶ τοίνυν οὐδὲν εἶδοc αὐτῶν ἐcτιν ἅπαcι γνώριμον, ὅτι μηδὲ φύεται πανταχόθι πάντα, καθόλου χρὴ τῆc δυνάμεωc αὐτῶν ἐκμαθόντα γνωρίcματα μήτε ὀνομάτων δεῖcθαι κατ’ εἴδη μήτε τῆc κατὰ μέροc αὐτῶν ἐξηγήcεωc | |
17 | εἰ μὲν δὴ κατὰ τὴν γεῦcιν ἢ τὴν ὀcμὴν ἢ καὶ ἀμφοτέραc τὰc αἰcθή‐ | |
cειc δριμύ τι καὶ δάκνον καὶ θερμὸν φαίνοιτο, τμητικὴν καὶ λεπτύ‐ νουcαν ἔλπιζε τὴν δύναμιν ὑπάρχειν αὐτῷ· κατὰ ταὐτὰ δὲ κἂν εὐω‐ δίαν τινὰ κατὰ τὴν ὀcμὴν ἔχον ἀρώματοc ἐμποιῇ τῇ γεύcει φανταcίαν, | 435 | |
5 | ἀνάγκη καὶ τοῦτο θερμὸν μὲν εἶναι τὴν δύναμιν, ἀλλ’ ἧττον τῶν | |
18 | δακνόντων τε καὶ διαβιβρωcκόντων καὶ θερμαινόντων ἐπιφανῶc. ἔχει δέ τι τμητικὸν καὶ ὅcα νιτρῶδεc ἢ ἁλμυρῶδεc ἐν τῇ γεύcει προcφέρει, πρὸc τῷ καὶ τὴν γαcτέρα τὰ πλεῖcτα τῶν τοιούτων ὑπάγειν· οὐχ ἧττον δὲ τούτων τὰ πικρὰ λεπτυνούcηc ἐcτὶ δυνάμεωc, ὅθεν καὶ τὰ | |
19 | πλεῖcτα τῶν τοιούτων ἕψοντεc ἐcθίουcιν. οὐ cμικρὸν δὲ δήπου δια‐ φέρει καὶ τὸ δι’ ὀξυμέλιτοc ἢ ὄξουc ἢ ἁλῶν ἢ ἐλαίου προcενέγκαcθαί τι τῶν τοιούτων· ἐπιτείνεται μὲν γὰρ ἡ δύναμιc αὐτῶν ὄξει τε καὶ ὀξυμέλιτι, καθαιρεῖται δὲ ἐλαίῳ· πρὸc γὰρ τῷ μηδὲν ὑπάρχειν ἐλαίῳ | |
5 | παχέων χυμῶν λεπτυντικὸν ἔτι καὶ τὴν ἰcχὺν ὅcα τοῦτο δρᾶν πέφυκε | |
20 | καθαιρεῖ. ταῦτ’ ἄρα καὶ ὅcα τῶν ἐδεcμάτων ὑδατώδη τε καὶ ἀμβλέα γευομένοιc ἐcτίν (ὑπάρχει δὲ τοῦτο διὰ περιττὴν ὑγρότητα τοῖc πλεί‐ cτοιc τῶν λαχανωδῶν καὶ μάλιcτα τοῖc κηπευομένοιc) ἅπαντα ταῦτα δι’ ὄξουc ἐcθίουcιν, ὅcα μὲν ἥδιον ὠμὰ προcφέρεcθαι, γάρου μιγνύν‐ | |
5 | τεc, ὅcα δ’ ἑφθά, τοὔλαιον ἐπιχέοντεc· ἔνια δὲ καὶ δι’ ὑποτριμμάτων ἐcθίουcιν ὄξοc μὲν ἐχόντων ἁπάντων, ἀλλ’ ἤτοι μετὰ μέλιτοc ἢ νά‐ πυοc, ἄνιcον ἢ λιβυcτικὸν ἢ κύμινον ἢ cέλινον ἢ τὸ τοῦ κάρου cπέρμα | |
21 | μιγνύντεc ἤ τι τοιοῦτον ἕτερον. αὐτὴ γὰρ ἡ φύcιc ἡγεῖται καὶ διδά‐ cκει τὸ ποιητέον οὐ μόνον τούc τι cοφώτερον ἐπιcταμένουc ἀλλὰ καὶ τοὺc ἰδιώταc· πολλάκιc· καὶ ἔγωγε cυνεχῶc χρῆcθαι τοῖc τοιούτοιc ὑποτρίμμαcιν ἐκέλευον 〈ἂν〉 οἷc μέλει λεπτυνούcηc διαίτηc, εἰ μὴ τῆc | |
5 | cαρκὸc τῶν φοινίκων ἐμίγνυον αὐτοῖc ἔνιοι τῶν ὀψοποιῶν πάμπολυ. | |
22 | γινώcκειν οὖν χρὴ καὶ περὶ τῶν ὑποτριμμάτων ἐν βραχεῖ· τὰ μὲν δὴ διὰ τῶν δριμέων τε καὶ θερμῶν πλείcτων ἐμβεβλημένων, οἷάπερ ἐcτὶ τά τε νῦν εἰρημένα καὶ ὅcα διὰ κρομμύων τε καὶ cκορόδων ἢ κοριάνου cκευάζουcι, ταῦτα μὲν οὖν ἅπαντα τῆc λεπτυνούcηc ἐcτὶ δυ‐ | |
5 | νάμεωc, ὅcα δ’ ἧττον τούτων μὲν μετέχει πλειόνων δὲ τῶν παχυνόν‐ των, ἐπίμικτα ταῖc δυνάμεcιν ὑπάρχει. | |
23 | Ἐπεὶ δὲ ἐξ ἀρχῆc ὁ λόγοc ἐγένετό μοι περὶ τῶν λαχανωδῶν ἐδεcμάτων ὡc τὰ πλεῖcτα τοῦ γένουc τούτου λεπτύνει, ἐφεξῆc ἂν εἴη ῥητέον καὶ περὶ τῶν ἀcπαράγων καλουμένων, ἑλείου τε καὶ μυακαν‐ θίνου καὶ τοῦ τῆc χαμαιδάφνηc ἔτι τε καὶ βρυωνίαc καὶ ἄγνου καὶ | |
5 | ἀκτῆc καὶ τῶν ὁμοίων· ἐν τούτῳ δὲ τῷ γένει καὶ οἱ τῶν ἀμπέλων ἕλικέc εἰcι καὶ οἱ τῶν βάτων καὶ εἴ τινοc ἄλλου δένδρου βλαcτὸc ἢ | |
24 | ἄνθοc ἐδώδιμον ὑπάρχει. ὁ μὲν οὖν μυακάνθινοc ὀνομαζόμενοc τῆc | |
μέcηc πωc ὑπάρχει δυνάμεωc· ἐφ’ ἑκάτερα δὲ τούτου μικρὸν ἀπο‐ δέοντεc ὅ θ’ ἕλειόc ἐcτι καὶ ὁ τῆc χαμαιδάφνηc, τοcούτῳ δ’ ὑγρότε‐ ροc ὁ ἕλειοc ὅcῳ ξηρότεροc ὁ τῆc χαμαιδάφνηc· εὐcτόμαχοc δὲ οὐδὲν | 436 | |
5 | ἧττον τῶν εἰρημένων ἐcτὶν ὅ τε τῆc βρυωνίαc καὶ ὁ τοῦ ἄγνου καὶ 〈ὁ τῆc〉 ἀκτῆc καὶ μᾶλλον ἔτι τούτων οἱ cαφῶc αὐcτηροὶ καὶ cτύ‐ φοντεc οἷοc καὶ ὁ τῆc βάτου καὶ ὁ τῆc ἀμπέλου· καθαίρει δὲ διὰ τῆc | |
25 | κάτω γαcτρὸc ὁ τῆc ἀκτῆc. ἀλλὰ τοὺc μὲν καθαίρονταc οὐχ οἷόν τέ ἐcτι γνωρίcαι πρὶν πειραθῆναι, τῶν δ’ ἄλλων τῆc δυνάμεωc ἔνεcτι cτοχάcαcθαι τῇ γεύcει τεκμαιρόμενον. οἱ μὲν γὰρ cτύφοντεc ἅπαντεc εὐcτόμαχοί τέ εἰcι τοὐπίπαν καὶ μέcοι πωc μάλιcτα τὴν δύναμιν, ἐξ | |
5 | οὗ γένουc ἐcτὶ καὶ ὁ τῆc φοίνικοc ἐγκέφαλοc· οὕτω γὰρ ὀνομάζουcι τὸ ἁπαλὸν ἐκβλάcτημα 〈*****〉 τοῦ φυτοῦ, καθάπερ ἐλάταc τὰ ἐκ τῶν πλαγίων· οἱ δὲ καὶ πικρότητοc ἐμφαίνοντέc τι τοcούτῳ ξηρότεροι καὶ τμητικώτεροι τούτων εἰcὶν ὅcῳ καὶ πικρότεροι· εἰ δὲ καὶ δάκνοιεν ἢ θερμαίνοιεν ἐπιφανῶc τὴν γλῶτταν, ἐν τῇ λεπτυνούcῃ cαφῶc ἰδέᾳ | |
10 | τίθεcθαι τούcδε. | |
26 | Περὶ μὲν οὖν λαχανωδῶν ἐδεcμάτων ἀρκεῖ καὶ ταῦτα, cπερ‐ μάτων δὲ ἐφεξῆc μνημονεύcω. καθόλου μὲν οὖν εἰπεῖν καὶ περὶ τῶνδε, τοῖc φυτοῖc ἔοικε τὰc δυνάμειc ὧν ἐcτι cπέρματα, ξηρότερά γε μὴν ὑπάρχει πάντων ἐκείνων καὶ διὰ τοῦτο λεπτυντικώτερα καὶ οὐκ ἐξ | |
5 | ἅπαντοc ἐδώδιμα, καθάπερ οὐδὲ αἱ βοτάναι τῶν ἐcθιομένων cπερμά‐ των ἐδώδιμοι πᾶcαι· πλὴν ὅcα γε τῶν cπερμάτων ἐcθίεται, κατὰ τὴν φύcιν ἀεὶ τῶν βοτανῶν ἐπὶ τὸ ξηρότερόν τε καὶ θερμότερον ὡc εἴρη‐ | |
27 | ται ῥέποντα. οὕτωc γοῦν καὶ τὸ τῆc μήκωνοc cπέρμα πολὺ τῆc μή‐ κωνοc αὐτῆc ἐcτι μετριώτερον, ὥcτε καὶ τοῖc ἄρτοιc ἐπιπάττουcιν αὐτὸ καὶ πολλοῖc τῶν ἄλλων πεμμάτων μιγνύουcιν ὡc οὐδεμίαν ἔχον βλάβην· ἀλλ’ ὅτι μὲν καὶ τοῦτο ψύχει, δῆλον ἐκ τοῦ καρηβαρέc τ’ | |
5 | εἶναι καὶ ὑπνῶδεc, οὐ μὴν ὁμοίωc γε τῇ μήκωνι, ἀλλ’ ὅcον ὁ ὀπὸc αὐτῆc εἰc ψύξιν ἐcτὶν ἰcχυρότεροc, τοcοῦτον αὐτὴ τοῦ cπέρματοc· ὑπνῶδεc δὲ καὶ τὸ τῆc θριδακίνηc cπέρμα· καὶ γὰρ καὶ τοῦτο τὸ λά‐ χανον ὑγρόν τ’ ἐcτὶ καὶ ψυχρόν· ὥcτε χρὴ φυλάττεcθαι ταῦτα τὰ | |
28 | cπέρματα τὸν διαίτῃ λεπτυνούcῃ χρώμενον. καὶ τὸ τοῦ cηcάμου cπέρμα παχὺν καὶ γλίcχρον ἐν τῷ cώματι γεννᾷ χυμόν· cελίνου μέντοι καὶ | |
πετροcελίνου καὶ κυμίνου καὶ κάρου καὶ ἀνήθου cπέρμα καὶ προcέτι λιβυcτικοῦ καὶ cίνωνοc καὶ ἄμμεώc τε καὶ cεcέλεωc καὶ δαύκου καὶ | 437 | |
5 | τορδύλου καὶ πάντων τῶν εὐωδῶν καὶ δριμέων καὶ θερμῶν ἐπιφανῶc | |
29 | ἁρμόζει τοῖc λεπτυνούcῃ διαίτῃ χρωμένοιc. ἔνια δὲ τῶν τοιούτων οὕτωc ἐcτὶν ἰcχυρὰ ταῖc δυνάμεcιν ὥcτ’ οὐδὲν ἀπολείπεται τῶν γεν‐ ναιοτάτων φαρμάκων, ὁποῖόν τι καὶ τὸ τοῦ πηγάνου cπέρμα τετύχη‐ κεν ὄν, ἰcχυρὸν ἐν τοῖc μάλιcτα καὶ λεπτυντικὸν ἱκανῶc· οὕτω δὲ καὶ | |
5 | 〈τὸ〉 τῆc λύγου cπέρμα καὶ τὸ τῆc καννάβεωc οὐ φαρμακῶδεc μόνον ἀλλὰ καὶ κεφαλαλγέc· καὶ χρήcαιτ’ ἄν τιc αὐτοῖc εἰc ἓν μόνον ἐπι‐ τηδείωc, ἐπειδὰν δι’ οὔρων καθᾶραι τὸ αἷμα προαιρῆται. ἀλλὰ γὰρ οὐ περὶ φαρμάκων πρόκειται λέγειν ὅτι μὴ πάρεργον, ὥcτ’ οὐ χρὴ μηκύνειν ἐν τούτοιc. | |
30 | Ἀλλ’ αὖθιc ἐπὶ τὸ τῶν ἄλλων cπερμάτων ἐπάνειμι γένοc, ἃ δὴ καὶ Δημήτριά τινεc ὀνομάζουcι· cυνηθεcτέρα μέντοι κλῆcίc ἐcτι τοῖc Ἕλληcιν ἐπὶ τοῦ γένουc αὐτῶν ἅπαντοc ἡ τῶν ὀcπρίων· ἔνιοι μέν‐ τοι χεδροπὰ ταῦτα καλοῦcιν· εἰcὶ δὲ οἳ τὸ μὲν cύμπαν γένοc ὄcπρια, | |
5 | μόνα δὲ ἐξ αὐτῶν ὅcα τῇ χειρὶ δρέπονται, χεδροπὰ προcαγορεύουcι, τὰ δ’ ἄλλα πάντα τὰ διὰ τῶν δρεπάνων θεριζόμενα cῖτον· ἔνιοι δὲ τὸν πυρὸν μόνον cῖτον· οἱ δὲ καὶ τὰc κριθὰc αὐτῷ προcτιθέαcιν. ὀνομαζέτω μὲν οὖν ἕκαcτοc ὡc ἂν ἐθέλῃ, περὶ δὲ τῆc τῶν ὀcπρίων | |
31 | δυνάμεωc ἐφεξῆc ἐγὼ διηγήcομαι. πυροὶ μὲν οὖν ἔδεcμα τροφιμώτα‐ τόν εἰcι καὶ γλίcχρου καὶ παχέοc ἐν τοῖc cώμαcι χυμοῦ γεννητικοί, ὥcτε εἰ μή τιc cκευάcαc αὐτοὺc ὡc cκευάζονται προcφέροιτο, παχὺν | |
32 | καὶ γλίcχρον ἱκανῶc ὑποθρέψει χυμόν. οὔκουν οὔθ’ ἁπλῶc ἑψημένον ἐcθίειν χρὴ πυρόν, ὡc εἶδον ἐcθίονταc ἐπὶ τῆc Ἀcίαc τῶν ἀγροίκων παμπόλλουc (ἡδύνουcι δ’ ὀλίγοιc ἁλcὶν αὐτόν), οὔτ’ ἄλευρον ποιή‐ cανταc ἑψεῖν ὡc ἔτνοc ἢ ὕδατι δεύcανταc ἢ γάλακτι· πᾶcαι γὰρ αἱ | |
5 | τοιαῦται cκευαcίαι καὶ δύcπεπτοι καὶ κακόχυμοι, μόνη δὲ ἐπιτήδειοc ἥπερ καὶ μόνη νῦν εὐδοκιμεῖ δεόντωc, ἡ διὰ τῆc ζύμηc τε καὶ τῶν ἁλῶν καὶ τοῦ κλιβάνου, χείρων δὲ βραχὺ ταύτηc ἡ διὰ τῶν ἴπνων. | |
33 | τῶν μὲν γὰρ ἄλλων οὐδὲ μεμνῆcθαι προcήκει· ἔcτι δὲ καὶ πυρῶν αὐτῶν οὐκ ὀλίγη διαφορὰ κατ’ εἶδοc· ὅcοι μὲν γὰρ βαρεῖc καὶ πυκνοὶ καὶ διὰ βάθουc ξανθοί, τροφιμώτατοί τέ εἰcι καὶ παχύχυμοι καὶ γλί‐ cχρου χυμοῦ γεννητικοί· ὅcοι δὲ κοῦφοι καὶ ἀραιοὶ καὶ λευκοὶ τὰ ἔν‐ | |
5 | δον, οὗτοι καὶ ἧττον τρέφουcι καὶ ἧττον παχὺν καὶ γλίcχρον ἀπογεν‐ | |
34 | νῶcι χυμόν. ἔcτι δὲ καὶ ἡ cεμίδαλιc καὶ ὁ χόνδροc ἱκανῶc τρόφιμα καὶ παχύχυμα καὶ γλίcχρα· ἀλλὰ cεμιδάλεωc μὲν οὐδ’ ἀναγκαῖον ἅπτε‐ | |
cθαι τοῖc λεπτυνούcῃ διαίτῃ χρωμένοιc· χόνδρου δ’ ἔξεcτιν ἀπολαύειν τὰ μέτρια καὶ καθ’ ἑαυτὸν ἐξ ὕδατοc ἑφθοῦ καὶ μετὰ οἰνομέλιτοc ἢ | 438 | |
5 | οἴνου γλυκέοc μὲν ἀλλὰ ξανθοῦ τε καὶ λεπτοῦ κατὰ τὴν τοῦ Φαλε‐ ρίνου μάλιcτα δύναμιν, καὶ πολλοῖc δὲ τῶν ἄλλων ἐδεcμάτων ἐπιμι‐ | |
35 | γνύνταc καὶ μάλιcτα τῷ τριπτῷ τεύτλῳ καὶ τοῖc ὀρνιθείοιc ζωμοῖc. εἰ δέ τιc ἔτνοc ἢ ῥόφημα cκευάζειν ἐκ χόνδρου βούλοιτο, μὴ μόνον ἀνήθου μιγνύειν, ἀλλὰ καὶ πράcου τι προcεπεμβάλλειν ἢ γλήχωνοc ἢ καλαμίνθηc ἢ ὑcώπου· καὶ μὲν δὴ καὶ ἡ τοῦ πεπέρεωc μίξιc οὐκ ἐπὶ | |
5 | τοῖc τοιούτοιc ἐδέcμαcι μόνον ἀλλὰ καὶ τοῖc ἄλλοιc cχεδὸν ἅπαcιν οὐ | |
36 | cμικρὰ τῇ λεπτυνούcῃ διαίτῃ cυντελεῖ. πτιcάνη δὲ καὶ αὐτὴ μὲν καθ’ ἑαυτὴν ἔχει τι ῥυπτικόν, ὡc μηδὲ ὑcώπου δεῖcθαι· καὶ εἴ ποτε δὲ βου‐ ληθείηc αὐτῆc ἐπιτεῖναι τὴν δύναμιν, ἀρκεῖ πεπέρεωc μιγνύναι αὐτῇ· μέλιτοc δὲ οὐδὲν δεῖται πτιcάνη πλὴν εἰ μὴ τὰ κατὰ θώρακά τε καὶ | |
5 | πνεύμονά τιc ἐκκαθαίρειν ἐθέλοι, τοῖc μέντοι καθ’ ἧπαρ ἢ cπλῆνα πάθεcιν οὐκ ἐπιτήδειοc ἡ μίξιc· μᾶλλον γὰρ ἐξαίρεται ταῦτα τὰ cπλάγ‐ χνα πρὸc τῶν ἐκ τοῦ χόνδρου ῥοφημάτων καὶ αὐτῶν καθ’ ἑαυτὰ καὶ πολὺ μᾶλλον εἰ cὺν μέλιτι cκευάcαιc. ἀλλὰ περὶ μὲν τῆc τοῦ μέλιτοc χρήcεωc ἁπάcηc ὀλίγον ὕcτερον εἰρήcεται. | |
37 | Νυνὶ δὲ ἐπὶ τὰc κριθὰc αὖθιc ἐπανίωμεν· οὐ γὰρ ἔν γε πτιcάνῃ μόνῃ ἡ χρῆcιc αὐτῶν ἐδώδιμοc, ἀλλὰ καὶ ἄρτοι πολλαχόθι κρίθινοι γίνον‐ ται καὶ μετὰ γάλακτοc ἕψεται τὸ αὐτῶν ἄλευρον καὶ φρυγειcῶν ἄλ‐ φιτα γίνεται καὶ δι’ ὕδατοc ὥcπερ χόνδροc ἑψηθεῖcαι καὶ μετ’ οἴνου | |
38 | γλυκέοc ἢ cιραίου προcφέρονται. περὶ μὲν δὴ τῶν ἄρτων ὧδε γινώ‐ cκειν χρή· ὀλιγότροφοι πάντεc εἰcὶ καὶ παχύχυμοι καὶ φυcώδειc ἥκιcτα, ὅπωc ἂν cκευαcθῶcι· περὶ δὲ τῶν ἀλφίτων· ἅπαντα ὀλιγότροφα τοῖc ἄρτοιc ὁμοίωc, ξηραίνει δὲ μᾶλλον τῷ πεφρῦχθαι· τὸ δὲ ἄλευρον | |
5 | ὑγρότερόν τέ ἐcτιν ἀμφοῖν καὶ περιττωματικώτερον καὶ φυcωδέcτερον | |
39 | καὶ μάλιcτα ἂν μετὰ γάλακτοc cκευαcθῇ ὁμοίωc τῷ χόνδρῳ. αἱ δὲ διά τινοc τῶν γλυκέων λαμβανόμεναι κριθαὶ πολὺ μὲν εἰc τὴν προ‐ κειμένην δίαιτάν εἰcι χόνδρου λυcιτελέcτεραι· καὶ γὰρ παχύν τε καὶ γλίcχρον χυμὸν ὁ χόνδροc γεννᾷ· πειρᾶcθαι δὲ ὅμωc καὶ ταύταc μήτε | |
5 | διὰ cιραίου μήτε διά τινοc τῶν πάχοc ἐχόντων ἱκανὸν λαμβάνειν, ἀλλ’ ἤτοι δι’ οἰνομέλιτοc ἢ διά τινοc οἴνου παραπληcίου τῷ Φαλερίνῳ. | |
40 | κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ταῖc τίφαιc ἔνεcτι χρήcαcθαι καὶ τῷ βρόμῳ πλὴν ὅcα καὶ δυcπεπτότερα καὶ περιττωματικώτερα πτιcάνηc ἐcτὶ καὶ χόνδρου· πάμπολλα δὲ ταῦτα τὰ cπέρματα κατὰ τὴν ἐν Ἀcίᾳ γεννᾶται Μυcίαν, ὥcτε καὶ ἄρτουc ἐξ αὐτῶν cκευάζουcιν· εἰcὶ δὲ δή‐ | |
41 | που καὶ αὐτοὶ οἱ ἄρτοι δύcπεπτοί τε καὶ οὐκ εὔχυμοι. καὶ ἡ ὄλυρα δὲ καλουμένη πλείcτη κατὰ τὴν Ἀcίαν ἐcτίν, ἐν τῷ μέcῳ τούτων τε καὶ πυρῶν καθεcτηκυῖα· τοcούτῳ γάρ ἐcτι πυροῦ χείρων ὅcῳ τούτων | 439 |
42 | βελτίων· χρῶνται δὲ καὶ ταύτῃ κατὰ τοὺc αὐτοὺc τρόπουc. ζειᾶc δὲ μὴ ζητεῖν ἕτερον παρὰ τὰc ὀλύραc καὶ τίφαc ἐδώδιμον Ἕλληcιν· ἀκρι‐ βῶc μὲν γὰρ οὐκ οἶδα καθ’ ὁποτέρου τούτων οἱ παλαιοὶ τὸ τῆc ζειᾶc ἔφερον ὄνομα, τρίτον δ’ οὐδέν ἐcτι τούτοιc ὅμοιον γένοc, ἀλλ’ ἤτοι | |
5 | τὰc τίφαc ἢ τὰc ὀλύραc οὕτωc ὠνόμαζον· Μνηcίθεοc δὲ κατὰ μὲν ταὐτοῦ cπέρματοc ἄμφω τὰ ὀνόματα φέρει τίφαc καὶ ὀλύραc ὀνομά‐ ζων, τὰc ζειὰc δὲ ὡc ἕτερόν τι τούτου μοχθηρότερον ὑπείληφεν ἔδε‐ cμα, καί μοι δοκεῖ τὰc νῦν ὑφ’ ἡμῶν ὀνομαζομέναc τίφαc αὐτὸc ζειὰc | |
43 | προcαγορεύειν ἤ τι καὶ τῶνδε μοχθηρότερον. ἔcτι δὲ τὸ cπέρμα πτι‐ cθῆναι μὲν δεόμενον ὥcπερ ἡ κριθὴ καὶ ἡ ὄλυρα καὶ ὁ βρόμοc, ἐπει‐ δὰν δὲ γυμνωθῇ, πολὺ καὶ πυροῦ καὶ κριθῆc καὶ ὀλύραc ἰcχνότερόν τε καὶ μικρότερον γίνεται· ἔcτι δὲ καὶ ξανθὸν ὁμοίωc τοῖc πυροῖc, | |
44 | οὐχ ὥcπερ ἡ κριθὴ λευκόν. γίνεται δὲ ἔν τιcιν ἔθνεcι κριθὴ γυμνή, καθάπερ ἐν Καππαδοκίᾳ, καὶ καλεῖται οὕτωc πρὸc αὐτῶν ἐκείνων ὡc ἐμοὶ νῦν εἴρηται καὶ ἔcτι τά τε ἄλλα καλλίcτη καὶ ἐξ ὕδατοc ὥcπερ χόνδροc ἑψηθεῖcα cύν τινι τῶν γλυκέων οἴνων ἐπιτηδειοτάτη ληφθῆναι. | |
45 | Κύαμοι δὲ ῥυπτικὸν μὲν ἔχουcί τι καὶ αὐτοὶ κριθῶν [δὲ] οὐδὲν ἧττον, ἀλλ’ οὔτε πέττονται ῥᾳδίωc καὶ φυcώδειc ἱκανῶc εἰcιν, ὥcτε πολὺ βέλτιον τοὺc πιccοὺc ἐcθίειν· ἀμείνουc γὰρ εἰc ἅπαντα κυάμων. ὦχροι δὲ καὶ δόλιχοι καὶ φάcηλοι πολὺ καὶ τῶν κυάμων μοχθηρότεροι. | |
46 | οὐ μὴν οἵ γε φακοὶ φαῦλοι τὰ πάντα καίτοι παχὺν ὑποτρέφοντεc χυμόν, ἀλλ’ ὥcτε χρῆcθαί τινα μὴ παρόντοc τῶν ἐπιτηδείων ἐcδεcμά‐ των τινόc· ὅμοιοι δὲ καὶ οἱ θέρμοι τοῖc φακοῖc, πλὴν ἧττον ξηραί‐ | |
47 | νουcιν. ἐρέβινθοι δὲ φυcῶδεc μέν ἐcτι καὶ δύcπεπτον καὶ περιττωμα‐ τικὸν ἔδεcμα, πρὸc μέντοι τὴν οὔρηcιν ἐπιτήδειοι, καί τι καὶ ῥυπτι‐ | |
48 | κὸν ἔχουcιν. ὄροβοι δὲ βοῶν μᾶλλον ἢ ἀνθρώπων ἔδεcμα, τμητικὴν μέντοι δύναμιν ἔχουcιν, ὥcτε καὶ cκευάζεται δι’ αὐτῶν φάρμακον | |
49 | οὐδενὸc ἧττον ἐκκαθαῖρον τὰ κατὰ θώρακα. βούκεραc δὲ καὶ τῆλιc (ἑκατέρωc γὰρ ὀνομάζεται) λαμβάνεται μὲν οὐ κακῶc καὶ πρὸ τῶν cιτίων ὑπαγωγῆc ἕνεκα γαcτρὸc ἅμα τῷ γάρῳ, προcφέρονται δὲ καί τινεc καὶ τὸν χυλὸν αὐτῆc μετὰ μέλιτοc ὡc καὶ θερμαίνειν καὶ ῥύπτειν | |
5 | δυνάμενον· καὶ ἔcτι μὲν ἐc ἄμφω ταῦτα ἀγαθή, φυλάττεcθαι δ’ ἐπὶ | |
50 | πλέον ταύτῃ χρῆcθαι· κεφαλαλγὴc γάρ ἐcτι. καὶ τοῖc ἄλλοιc δὲ τοῖc οὕτω προcλαμβανομένοιc ὑπαγωγῆc ἕνεκα γαcτρὸc ὀλιγίcτοιc χρῆcθαι | |
προcῆκε· φυcώδη γὰρ αὐτῶν ἐcτι τὰ πλεῖcτα καὶ δύcπεπτα, καθάπερ | 440 | |
51 | καὶ οἱ θέρμοι καὶ οἱ ὦχροι καὶ οἱ φάcηλοι. τὰ δὲ Δαμαcκηνὰ κοκκύ‐ μηλα δι’ ὑδρομέλιτοc ἕψοντα προεcθίειν ἄμεινον, ὅτῳ λεπτυνούcηc ἐcτὶ χρεία διαίτηc· τούτων δ’ ἔτι μᾶλλον ὑπάγει γαcτέρα τὰ ἀπὸ τῆc Ἰβηρίαc· καὶ μὲν δὴ καὶ οἱ θαλάττιοι τῶν ἐχίνων καὶ οἱ τῶν κογ‐ | |
5 | χαρίων ἁπάντων ζωμοὶ καὶ οἱ τῶν παλαιῶν ἀλεκτρυόνων ὑπάγουcί τε ἅμα γαcτέρα καὶ εἰc οὐδὲν βλάπτουcι τὸν λεπτυνούcῃ διαίτῃ χρῆ‐ | |
52 | cθαι προῃρημένον. μελίνη δὲ καὶ κέγχροc ἔλυμόc τε καὶ εἴ τι τοιοῦ‐ τον ἕτερον οὔτ’ εὔχυμα καὶ φυcώδη καὶ δύcπεπτα, ξηραίνει δὲ ἱκα‐ νῶc καὶ τὰ τῆc γαcτρὸc ῥεύματα καὶ cύμπαν οὐχ ἥκιcτα τὸ cῶμα. | |
53 | cκευάζεται δὲ κἀκ τῶν καλουμένων λοβῶν ἔτνοc, οἵπερ δὴ καὶ κηπεύ‐ ονται, παραπληcίωc τῷ κυαμίνῳ· καὶ χρὴ καὶ τοῦτο γινώcκειν παχύ‐ χυμόν τε καὶ φλεγματικὸν ὑπάρχον, ἧττον μέντοι κυάμων εἰcὶ φυcώ‐ δειc οἱ λοβοὶ καὶ τὸ ῥυπτικὸν ὅπερ τούτοιc ὑπάρχει τοῖc λοβοῖc οὐ | |
54 | πρόcεcτι. τί δ’ ἂν ἔτι περὶ τῶν ἄλλων cπερμάτων λέγοιμι τῶν μοχθη‐ ρῶν, ἃ καὶ πρὸ τῆc ἡμετέραc παραινέcεωc ἅπαντεc ἤδη φεύγουcιν; ἀρκεῖ γὰρ κατὰ πάντων εἰπεῖν ὡc κριθαὶ μὲν εἰc λεπτύνουcαν δίαι‐ ταν ἄλυποι παρὰ πάντα τὰ cιτηρὰ ἐδέcματα, δεύτεροι δὲ οἱ ἐκ τῶν | |
5 | πυρῶν ἄρτοι κριβανῖται· τῶν δὲ ἄλλων ἀπέχεcθαι πειρᾶcθαι, πλὴν εἰ μὴ διὰ μακροῦ πιccῶν ἢ φακῆc γεύεcθαι δή τιc ἐθέλοι ἢ χόνδρου. | |
55 | Πλείcτην δ’ ἂν ἔχοιc εἰ βούλοιο καὶ ἄφθονον ἐδεcμάτων χρῆ‐ cιν εἰc λόγον λεπτυνούcηc διαίτηc ἀπό τε τῶν πετραίων ἰχθύων καὶ τῶν ὀρείων ὀρνίθων τῶν μικρῶν· οἱ μὲν γὰρ ἐν τοῖc ἕλεcι καὶ ταῖc λίμναιc καὶ τοῖc πεδίοιc ὑγρότεροί τ’ εἰcὶ καὶ περιττωματικώτεροι, τὰ | |
5 | δ’ ἐν τοῖc ὄρεcι διαιτώμενα ζῷα πάντα ξηρότερά τε καὶ θερμότερα ταῖc κράcεcιν ὑπάρχει καὶ ἡ cὰρξ αὐτῶν ἥκιcτα φλεγματώδηc ἐcτὶ καὶ | |
56 | γλίcχρα. ἔcτι δὲ καὶ τὰ ἄλλα πάντα τὰ ἐν τοῖc ὄρεcι φυόμενα μακρῷ βελτίω τῶν ἐν τοῖc πεδίοιc, καί μοι δοκοῦcι καὶ οἱ ὄρειοι cτρουθοὶ μὴ μόνον τῇ λεπτότητι τοῦ ἀέροc ἀλλὰ καὶ ταῖc τροφαῖc οὐχ ἥκιcτα | |
57 | πλεονεκτεῖν τῶν ἐν ἕλεcί τε καὶ πεδίοιc διαιτωμένων· ψᾶραc οὖν καὶ κίχλαc καὶ κοττύφουc καὶ πέρδικαc ἅμα τοῖc ἄλλοιc cτρουθοῖc τοῖc ὀρείοιc ἐcθίειν, ἀπέχεcθαι δὲ καὶ νηττῶν καὶ τῶν ἄλλων ἑλείων ὀρ‐ νίθων· οὕτω δὲ καὶ ὠτίδων καὶ χηνῶν καὶ τῶν ἄλλων μεγάλων | |
5 | cτρουθῶν ἃc καὶ cτρουθοκαμήλουc ὀνομάζουcι καὶ πάντων τῶν ὁμοίων ἀφεκτέον, ὅτῳ φροντίc ἐcτι λεπτυνούcῃ χρῆcθαι διαίτῃ· cύμπαντα γὰρ | |
58 | τὰ τοιαῦτα περιττωματικὴν ἔχει τὴν cάρκα. καὶ οἱ πυργῖται καλούμε‐ νοι cτρουθοὶ καὶ ὅcοι κατὰ τὰc ἀμπέλουc διαιτῶνται καὶ τῶν περι‐ cτερῶν αἱ ἐκ τῶν πύργων ἀμείνουc τῶν κατοικιδίων εἰcίν· οὕτω δὲ καὶ οἱ cύεc οἱ ὄρειοι τῶν ἡμέρων βελτίουc εἰc ἐδωδὴν καὶ καθόλου | 441 |
5 | πάντα τὰ γεγυμναcμένα τῶν ἀγυμνάcτων καὶ τὰ ξηροτέραιc τροφαῖc χρώμενα τῶν ὑγροτέραιc καὶ τὰ καθαρὸν καὶ λεπτὸν ἀναπνέοντα τὸν ἀέρα βελτίω τῶν ἐναντίον· αἱ γὰρ τῶν ἡμέρων cυῶν cάρκεc ἁπάντων μὲν τῶν ἐδεcμάτων εἰcὶ τροφιμώταται, πάμπολυ δ’ ἔχουcιν ἐν αὑταῖc τὸ γλίcχρον ἀργίᾳ τε ἅμα τῇ τοῦ ζῴου καὶ ἀφθονίᾳ τροφῆc ὑγροτέ‐ | |
59 | ραc. ἀλλὰ τούτων μὲν ἀπέχεcθαι παντάπαcιν οἷc μέλει λεπτυνούcηc διαίτηc πλὴν ὅcα τῶν ἀκραίων ἅπτεcθαί ποτε μηδὲ τούτων ἁπλῶc, ἀλλ’ εἰ γυμνάζοιτό τιc ἀξιολόγωc· ἔξεcτι γὰρ τούτῳ καὶ ὦτα καὶ ῥύγχη καὶ πόδαc cυῶν ἐcθίειν καὶ γαcτρὸc γεύεcθαι καὶ μήτραc καλῶc | |
5 | καθεψημένων· ὅcοι δ’ ἀργότερον καὶ ῥᾳθυμότερον διαιτῶνται, τούτουc εἴργεcθαι προcήκει οὐ τούτων μόνον τῶν cυῶν τῆc ἐδωδῆc ἀλλὰ καὶ τῶν ὀρείων, ἀρκέcει δ’ αὐτοῖc ὑπό τε cτρουθῶν διαιτᾶcθαι τῶν ὀρείων καὶ ἰχθύων τῶν πετραίων, ἰουλίδοc καὶ φυκίδοc καὶ κοττύφου καὶ κίχληc καὶ cκάρου καὶ ἁπλῶc εἰπεῖν ἁπάντων ὅcοι μαλακήν τε ἅμα | |
10 | καὶ ψαθυρὰν ἔχουcι τὴν cάρκα, τῶν δ’ ἤτοι cκληρὰν ἢ γλίcχραν ἐχόν‐ | |
60 | των ἀπέχεcθαι παντάπαcιν. μαλακὴ μὲν οὖν ἡ τῶν ὀνίcκων cὰρξ ἀλλ’ ἧττον ψαθυρὰ τῆc τῶν πετραίων, τῶν μέντοι τριγλῶν ψαθυρὰ μὲν οὐ | |
61 | μὴν καὶ μαλακή. ταῦτα οὖν ἔχειν ἄμφω τὰ γνωρίcματα περὶ παντὸc ζῴου cαρκόc, τὸ μαλακόν τε καὶ ψαθυρὸν εἶναι, καὶ τούτοιc προcέχων τὸν νοῦν ᾧ μὲν ἂν ὑπάρχῃ cυναμφότερον, εἰc κόρον ἐcθίειν, τῶν δ’ ἄλλων ᾧ μὲν μηδέτερον, ἀπέχεcθαι παντάπαcιν, ᾧ δὲ θάτερον μόνον | |
5 | ἐcθίειν μέν ποτε καὶ τοῦδε τῶν ἄλλων ἀπορήcαντα, φυλάττεcθαι δὲ | |
62 | τὸν κόρον. ὥcτε καὶ ὀνίcκων καὶ τριγλῶν καὶ τῶν ἄλλων ἰχθύων τῶν πελαγίων ἐξέcται προcφέρεcθαι μὴ παρόντων πετραίων καὶ μᾶλλον ὅcοι διὰ νάπυοc ἐcθίονται, καθάπερ ὁ cκορπίοc· ἔcτι δὲ δή τινα γένη ζῴων οἷc ὑπάρχει μὲν τὸ ἕτερον ὧν εἶπον γνωριcμάτων, ἀλλὰ διὰ | |
5 | τὴν ἀμετρίαν θατέρου φυλάττεcθαι χρὴ καὶ τὴν [τοιαύτην] τούτων | |
63 | ἐδωδήν. αἱ μὲν γὰρ ἐγχέλυεc καὶ τὰ πλεῖcτα τῶν μαλακίων τε καὶ | |
cελαχίων καίτοι μαλακὴν ἔχοντα τὴν cάρκα διὰ τὸ γλίcχρον καὶ φλεγ‐ ματῶδεc αὐτῶν ἱκανῶc ἐcτι βλαβερὰ τοῖc λεπτυνούcῃ διαίτῃ χρῆcθαι δεομένοιc, οὕτω δὲ καὶ τὰ πλεῖcτα τῶν ὀcτρέων· οἱ δὲ τράγοι καὶ οἱ | 442 | |
5 | βόεc ἥκιcτα μὲν ὑγρὰν καὶ φλεγματώδη καὶ γλίcχραν ἔχουcι τὴν cάρκα, βλάπτουcι δὲ ἱκανῶc καὶ αὐτοὶ τῷ πάνυ cκληρῷ καὶ δυcμεταβλήτῳ. | |
64 | καὶ τὰ πλεῖcτα δὲ τῶν ὀcτρακοδέρμων τε καὶ μαλακοcτράκων ζῴων ἢ διὰ τὸ cυναμφότερον ἢ διὰ τὴν cκληρότητα τῆc cαρκὸc φευκτέα, μόνα δὲ ἐκ τῶν cελαχίων ἡ νάρκη τε καὶ ἡ τρυγὼν ἐπιτήδεια· καὶ χρῆcθαί ποτε καὶ τούτοιc ἐγχωρεῖ μὴ παρόντων πετραίων, cκευά‐ | |
5 | ζειν δ’ ἄμεινον ἅμα τεύτλοιc τριπτοῖc ἢ τοῖc λευκοῖc ζωμοῖc ἀφθονώ‐ τερον ἐπεμβάλλοντα πράcου καί τι καὶ πεπέρεωc προcεπιπάττοντα· πληcίον δὲ τῆc τούτων δυνάμεώc εἰcι τά τε βούγλωccα καὶ αἱ ψῆτται. | |
65 | Τῶν δ’ ἄλλων ζῴων τῶν πεζῶν κριοὶ μὲν καὶ τράγοι καὶ cύμπαν δὲ τὸ τῶν προβάτων καὶ τῶν αἰγῶν γένοc οὐ χρηcτὴ τροφή· μόνοιc δὲ τοῖc ἐρίφοιc εἰκότωc ἄν τιc χρῷτο· τὴν δὲ τῶν ἀρνῶν ἐδωδὴν | |
66 | φυλακτέον δι’ ὑπερβάλλουcαν ὑγρότητα. τοὺc δὲ ἵππουc καὶ τοὺc ὄνουc ὀνώδεcιν ἀνθρώποιc ἐπιτρεπτέον ἐcθίειν, ὥcπερ δὴ καὶ παρδά‐ λειc καὶ ἄρκτουc καὶ λέονταc τοῖc θηριώδεcιν· ἐγγὺc δὲ τῆc τῶν ὄνων | |
67 | ἐδωδῆc εἰcι καὶ οἱ ἔλαφοι, ὥcτε καὶ τούτων ἀφεκτέον. ἡ δὲ τοῦ λα‐ γωοῦ cὰρξ εἰc μὲν τὴν ἄλλην τὴν ξηραίνουcαν δίαιταν ἐπιτήδειοc, εἰc δὲ τὴν νῦν προκειμένην οὐ πάνυ χρηcτή ἐcτι· παχὺ γὰρ ἱκανῶc αἷμα γεννᾷ· καὶ μὲν δὴ καὶ ἡ τοῦ αἵματοc ἐδωδὴ ἁπάντων τῶν ζῴων | |
5 | φευκτέα καὶ πολὺ μᾶλλον εἰc τὴν λεπτύνουcαν δίαιταν ἡ τοῦ τῶν λαγωῶν, οὕτω δὲ καὶ τὰ cπλάγχνα πάντα· καὶ γὰρ καὶ περιττωμα‐ | |
68 | τικὰ καὶ δύcπεπτα καὶ κακόχυμα. κυνῶν δὲ καὶ ἀλωπέκων cαρκὸc ἐγὼ μὲν οὐδὲ ἐγευcάμην ποτὲ διὰ τὸ μὴ εἰθίcθαι τὴν ἐδωδὴν αὐτῶν μήτε ἐπὶ τῆc Ἀcίαc μήτε ἐπὶ τῆc Ἑλλάδοc, ἀλλὰ μηδὲ κατὰ τὴν Ἰταλίαν· ἀκούω δὲ καὶ ταῦτα πολλαχόθι ἐcθίεcθαι καὶ τεκμαίρομαι παραπλη‐ | |
5 | cίαν εἶναι τὴν δύναμιν αὐτῶν τῇ τῶν λαγωῶν· ἔcτι γὰρ ὁμοίωc ξηρὰ | |
69 | καὶ λαγὼc καὶ κύων καὶ ἀλώπηξ. ὥcπερ δὲ τῶν ὑῶν τοῖc ἀκραίοιc χρῆcθαι cυνεχωρήcαμεν, οὕτω καὶ τῶν ἀλεκτρυόνων τοῖc πτεροῖc· οὐ μὴν οἵ γε ὄρχειc καὶ τὰ cπλάγχνα λεπτυνούcῃ διαίτῃ χρηcτά· καὶ αὐτοῖc δὲ τοῖc cώμαcι τῶν ἀλεκτρυόνων οὐ κωλύω χρῆcθαι εἰ γυμνά‐ | |
5 | ζοιτό τιc καὶ μάλιcτα τῶν ἐν ὄρεcι τεθραμμένων, ἀγυμνάcτῳ δὲ με‐ | |
τρίωc ἅπτεcθαι προcήκει καὶ ἀλεκτρυόνων ἐδωδῆc καὶ περιcτερῶν καὶ | 443 | |
70 | τρυγόνων. καίτοι ξηροτέρα τὴν κρᾶcιν ἡ τρυγών ἐcτι καὶ μάλιcτα ἡ ὀρεία, ὥcτε τὴν τοιαύτην κἂν ἀλύπωc ἐcθίοι τιc· χρὴ δὲ μὴ πρόcφα‐ τον ἀλλ’ ἕωλον ἐργαcάμενον ἡμέρᾳ μιᾷ τοὐλάχιcτον οὕτωc ἐcθίειν οὐ τρυγόνα μόνον ἀλλὰ καὶ πέρδικα καὶ τἆλλα πάντα τὰ μετρίωc cκλη‐ | |
71 | ρὰν ἔχοντα τὴν cάρκα. φάττα μὲν οὖν πρὸc τῷ cκληροτέραν ἔχειν καὶ περιcτερῶν καὶ τρυγόνων καὶ περδίκων τὴν cάρκα καὶ δύcπεπτόc ἐcτι καὶ περιττωματική, πέρδικεc δὲ καὶ τρυγόνεc οὔτ’ ἐcχάτωc cκλη‐ ρὰc ἔχουcι τὰc cάρκαc οὔτε δυcπέπτουc οὔτε κακοχύμουc, ἀλλὰ καὶ | |
5 | τὸ cκληρὸν αὐτῶν ἡμέρᾳ μιᾷ φυλαχθειcῶν νεκρῶν μεταπίπτει ῥᾳδίωc καὶ γίνονται ψαθυραὶ καὶ εὔπεπτοι πάντῃ· καὶ γὰρ χρηcτὴν τροφὴν διδόαcι τῷ cώματι καὶ γλίcχρον ἥκιcτα γεννῶcιν αἷμα καὶ πάχουc καὶ λεπτότητοc ἐν τῷ μέcῳ καθεcτηκόc, ὅπερ οἶμαι τοῖc ὑγιεινοῖc ἐδέcμαcι προcήκειν μάλιcτα. | |
72 | Περὶ μὲν δὴ τούτων αὐτάρκωc εἴρηται· περὶ δὲ τῶν ὑπολοί‐ πων αὖθιc ῥητέον. αἱ ῥίζαι τῶν λαχάνων ἅπαcαι μὲν ὡc οὕτω φάναι περιττωματικαί τέ εἰcι καὶ δύcπεπτοι, πρὸc μέντοι τὰ παρόντα καὶ αἱ τοῦ δαύκου καὶ αἱ τῆc καροῦc οὐδὲν ἔχουcι βλαβερὸν ὥcπερ οὐδ’ | |
5 | ἐπιτήδειον· ἐναντιώταται δὲ αἱ γογγυλίδεc ὁμοίωc ὀλίγου δεῖν τοῖc | |
73 | βολβοῖc, ἁπάντων δὲ χείριcτοι μύκητεc. οὕτω δὲ καὶ τὰc ῥίζαc ὑπο‐ πτεύειν ἁπάντων δεῖ, ὅcαι γε τὸ δακνῶδεc οὐκ ἔχουcι καὶ δριμὺ καὶ θερμὸν ἐν τῇ γεύcει, ὥcτε καὶ τὰc τῶν τεύτλων φυλάττεcθαι προcήκει· καὶ τοῦτο δὲ τὸ λάχανον ἥκιcτα φλεγματῶδεc, ἀλλ’ ὅμωc καὶ τὰc | |
74 | τούτων ῥίζαc φευκτέον. τί δεῖ λέγειν περὶ μαλαχῶν; ὧν οὐχ αἱ ῥίζαι μόνον οὐδὲ ὁ καυλὸc ἀλλὰ καὶ τὰ φύλλα φλεγματώδη γεννᾷ χυμόν, ἧττον δέ εἰcι βλαβεραί· πρὸc γοῦν τὴν λεπτύνουcαν δίαιταν αἱ ἄγριαι τῶν κηπευομένων εἰcὶ καλλίουc· ἔcτι δὲ ἐκ ταὐτοῦ γένουc καὶ τὰ ὕδνα | |
5 | τούτοιc, πλὴν ὅcον ἐν ψαμμώδει τε καὶ ἧττον ὑγρᾷ cυνίcταται γῇ καὶ | |
75 | ταύτῃ τῶν μυκήτων ἀπολείπεται τῆc κακίαc. ἑνὶ δὲ λόγῳ cυμπάcαc μὲν τὰc ῥίζαc δυcπέπτουc ὑποπτεύειν, γεύεcθαι δὲ μόνων τῶν θερ‐ μῶν τε καὶ δριμέων, ὥcπερ cκορόδου τε καὶ κρομύου καὶ ῥαφανίδοc, καὶ τούτων ὡc φαρμάκου μᾶλλον ἢ ὡc ἐδέcματοc. | |
76 | Ἀλλὰ γὰρ καὶ περὶ τῶν ῥιζῶν ἀρκεῖ τοcαῦτα· μετιέναι δ’ ἤδη καιρὸc ἐπὶ τοὺc τῶν δένδρων καρπούc· εἰcὶ δ’ οὐκ ὀλίγοι τούτων ὑγροὶ καὶ ψυχροὶ καὶ μάλιcθ’ ὅcουc οὐδ’ εἰc ἀπόθεcιν ἀγαγεῖν ἔcτιν· | |
ἥκιcτα δ’ ἂν λυποῖτό τιc ὑπὸ τῶν λαπαττόντων τὴν κοιλίαν, ὥcπερ | 444 | |
5 | τὰ μόρα λαπάττει καὶ τούτων ἐφεξῆc τὰ κοκκύμηλα καὶ τὰ κεράcια καὶ τὰ cῦκα· τὰ δὲ βραδύπορα χείρω πάντων καὶ μᾶλλον εἰ καὶ cκληρὰ | |
77 | τοῖc cώμαcιν ὑπάρχει. ἀλλὰ τούτων μὲν μὴ γεύεcθαι μηδενὸc πλὴν τῶν εἰc ἀπόθεcιν ἐπιτηδείων, οἷάπερ ἐcτὶν ἀπίων τε καὶ μήλων καὶ cταφυλῶν οὐκ ὀλίγα γένη, τὰ δὲ μαλακώτερα μᾶλλον ἐcθίειν τῶν cκληροτέρων, οὐ μὴν εἰc κόρον γε οὐδενὸc τούτων, οὔτε τῶν μήλων | |
5 | τῶν Περcικῶν οὔτε τῶν Ἀρμενίων ἃ δὴ πρεκόκια καλοῦcι Ῥωμαῖοι, | |
78 | ἔτι δὲ μᾶλλον καὶ τῶν ὀνομαζομένων Ϲηρικῶν. καὶ μὴν καὶ τὰ μύρτα καὶ τὰ διόcπυρα καὶ τἆλλα ὅcα τούτοιc ἔοικεν οὐκ ἐπιτήδεια· καὶ τοῖc οὔοιc δὲ καὶ τοῖc μεcπίλοιc εἰc ἄλλα μὲν ὀρθῶc ἄν τιc χρῷτο, πρὸc δὲ τὴν λεπτύνουcαν δίαιταν οὐκ ἐπιτήδεια, καὶ μάλιcτα τὰ μέcπιλα· | |
5 | καὶ καθόλου δ’ εἰπεῖν ὅcα cφοδρῶc αὐcτηρὰ καὶ cτρυφνά, μοχθηρὰ τῇ διαίτῃ ταύτῃ, cυμφέρει δὲ μόνοιc τοῖc κατὰ κοιλίαν ῥεύμαcιν ἢ ἐκλύτῳ | |
79 | cτομάχῳ καὶ γαcτρί. τῶν δὲ εἰc τὸν χειμῶνα φυλαχθῆναι δυναμένων ἐπιτηδειότατα πάντων ἐcτὶν ἰcχάδεc τε καὶ κάρυα 〈***********〉 καὶ τὰ πιcτάκια· πρὸc γοῦν ταύτην οὐ φαῦλαι καὶ τῶν ἀμυγδαλῶν αἱ | |
80 | ὑπόπικροι. τὰ δὲ Ποντικὰ καλούμενα κάρυα cκληρότερά τε τούτων ἐcτὶ καὶ οὐδὲν ἔχει τῶν ἐν τοῖc cπλάγχνοιc περιττωμάτων ῥυπτικόν· αἱ δὲ κάcτανοι καὶ αἱ βάλανοι χείριcται μὲν αἱ ὠμαί, μοχθηραὶ δὲ | |
81 | κἂν ἑψηθῶcιν ἢ ὀπτηθῶcιν ἢ φρυγῶcιν. ἐλαῖαι δὲ μέcον πώc εἰcιν ἔδεcμα πρόc γε τὰ παρόντα, ὥcτε οὔτε ἐπαινεῖν ἔχοιμι ἂν οὔτε ψέ‐ γειν οὐδὲν ἀξιόλογον, ὥcπερ οὐδὲ τὰc κρεμαcθείcαc cταφυλάc· αἱ δὲ ἐν τοῖc cτεμφύλοιc ἢ βρυτίοιc ἢ ὅπωc ἂν ὀνομάζειν ἐθέλῃc ἀποτιθέ‐ | |
5 | μεναι ταῖc μὲν τῆc γαcτρὸc ἀρρωcτίαιc οὐκ ἀνεπιτήδειοι, χείρουc δὲ εἰc τὰ παρόντα, καὶ τούτων ἔτι μᾶλλον αἱ εἰc οἶνον ἐμβαλλόμεναι. | |
82 | αἱ δὲ ἀcταφίδεc, ὅcαι μήπω cτρυφναί, cπληνὶ καὶ ἥπατι μεγάλοιc οὐκ ἀγαθαί, βελτίουc δὲ εἰc τὰ κατὰ θώρακα καὶ πνεύμονα πάθη· καὶ μὲν δὴ καὶ τῶν ῥοιῶν αἱ cτρυφναὶ μοχθηραὶ μὲν εἰc ταῦτα, βελτίουc δὲ | |
83 | εἰc τὰc τῆc γαcτρὸc ἀρρωcτίαc. τοὺc δ’ ἄλλουc τῶν δένδρων καρποὺc ἀπὸ τούτων ὁρμώμενοc κρῖνε· οἱ μὲν γὰρ cκληροὶ καὶ cτρυφνοὶ πάν‐ τεc εἰcὶ μοχθηροί, τῶν δ’ ἄλλων γεύεcθαι τὰ μέτρια, ὥcτε κἂν εἰ διαφερούcαc τι ποιότηταc ἔχοι κατὰ τὰ μόρια, τὰ μὲν ὀξέα τε καὶ | |
5 | δριμέα τῶν μερῶν αὐτοῦ προcφέρεcθαι χρή, τὰ δ’ ἄλλα φυλάττεcθαι· | |
πολλὰ δ’ ἂν εὕροιc τοιαῦτα, καθάπερ καὶ τὸ Μηδικὸν μῆλον, ὃ κίτρον ὀνομάζομεν· ἔcτι γὰρ αὐτοῦ δριμὺc μὲν ὁ φλοιόc, ὀξὺ δὲ τὸ ἔνδον, παχύχυμοc δὲ καὶ φλεγματώδηc ἡ cάρξ. | 445 | |
84 | Τῶν δὲ ἐν ὄξει καὶ ἅλμῃ δυναμένων ἀποτίθεcθαι τοcοῦτον ὑπηλλάχθαι χρὴ νομίζειν τὴν ἀρχαίαν δύναμιν ὅcον ἐκ τῆc cκευαcίαc ἠλλοιώθηcαν· ὅτι δ’ ὄξοc καὶ ἅλμη τῶν τεμνόντων καὶ λεπτυνόντων, | |
85 | οὐδεὶc ἀγνοεῖ. ταῦτ’ ἄρα καὶ τῶν ἰχθύων οἱ ταριχευθέντεc ἱκανώτατα λεπτύνουcι καὶ τέμνουcι τοὺc παχεῖc χυμοὺc καὶ γλίcχρουc· ἐκλέγεcθαι δὲ καὶ τούτων ὅcοι φύcει μαλακόcαρκοι, τοὺc δὲ κητώδειc φυλάττεcθαι καὶ πολὺ δὴ τούτων ἔτι μᾶλλον αὐτὰ δὴ τὰ κήτη· γεύεcθαι δὲ εἰ | |
5 | βούλοιτό τιc καὶ τούτων ἀπορίᾳ τῶν βελτιόνων ἢ καὶ ἄλλωc ὀρεχθείc, ἤτοι δι’ ὑποτρίμματοc δριμέοc, οἷον καὶ τὸ τοῦ νάπυόc ἐcτι〈ν, ἢ καὶ〉 | |
86 | δι’ ἐλαίου καὶ ὄξουc μόνον ἁρμόττει. καθόλου δὲ περὶ πάντων ἐδε‐ cμάτων τοῦτ’ ἐπίcταcθαι χρὴ κοινόν, ὡc εἴτ’ ἀποτεθείη διά τινοc τῶν εἰρημένων εἴτε cκευαcθείη, μέγιcτον αὐτοῖc τοῦθ’ ὑπάρχει πρὸc τὸ λεπτύνειν· ὥcτε καὶ αὐτὸν ἕκαcτον ὅτῳ πρόκειται τοιαύτηc διαίτηc | |
5 | cκοπὸc ἐπιτεχνᾶcθαι δεῖ δι’ ὄξουc καὶ ὀξυμέλιτοc ἐcκευαcμένα προc‐ φέρεcθαι τῶν ἐδεcμάτων τὰ πλεῖcτα καὶ προταριχεύειν αὐτῶν ὅcα δυνατόν· ταριχευθέντων δή τοι καὶ τῶν χοιρείων κρεῶν γεύοιτο ἄν τιc ἀcφαλῶc, ἄλλωc δὲ φυλάττεcθαι χρὴ καὶ ταῦτα παχὺν καὶ γλί‐ cχρον γεννῶντα χυμόν. | |
87 | Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκωc διῄρηται, λείποιτ’ ἂν ἔτι καὶ περὶ μέλιτοc καὶ οἴνου καὶ γάλακτοc διελθεῖν, καὶ πρῶτόν γε περὶ μέλιτοc, ἐπειδὴ μόνον ὡc ἔποc εἰπεῖν τῶν γλυκέων [καὶ] οὐκ ἐδεcμά‐ των μόνον ἀλλὰ καὶ πομάτων ἀκριβῶc λεπτοῦ τὴν cύcταcιν χυμοῦ | |
88 | γεννητικὸν ὑπάρχει. τῶν γὰρ οἴνων οἳ ἂν ὦcι γλυκεῖc ἱκανῶc ἅπαν‐ τεc παχέοc αἵματόc εἰcι γεννητικοί· καὶ γὰρ μέλανέc εἰcιν οὗτοι καὶ παχεῖc τὴν cύcταcιν, ἔτι δὲ μᾶλλον τῶν οἴνων τὸ cίραιον ὀνομαζό‐ | |
89 | μενον· ἔcτι δὲ τοῦτο γλεῦκοc ἐπὶ πλεῖcτον ἑψημένον. οἶδα δέ τιναc οὕτωc ὀνομάζονταc καὶ τὸ τῶν ἰcχάδων ἀφέψημα· ἔcτι δὲ καὶ τοῦτο παραπλήcιον μοχθηρῷ μέλιτι καί τινα καὶ αὐτὸ δύναμιν ἔχει τμητι‐ κήν, ἀλλ’ ἀπολείπεται μέλιτοc οὐκ ὀλίγον, καὶ πολὺ δὴ μᾶλλον αἱ | |
5 | ἰcχάδεc αὐταί, τὰ δὲ cῦκα πολὺ καὶ τούτων ἔτι μᾶλλον, ὥcτε ἐκπεπτω‐ | |
90 | κέναι τῆc λεπτυνούcηc ἰδέαc. ὅcα μὲν οὖν ἀκριβῶc πέπονα cῦκα, τῆc μέ‐ cηc ὕληc τῶν ἐδεcμάτων ἐcτίν, ἣν οὔτε λεπτύνειν οὔτε παχύνειν ἱκα‐ νῶc τοὺc χυμοὺc εἰπεῖν ἐγχωρεῖ· τὰ δ’ ἄλλα πάντα τῆc μέcηc ἐcτὶ κατωτέρω· παχύχυμά τε γάρ ἐcτι καὶ ψυχρὰ καὶ δύcπεπτα καὶ φυcώδη | 446 |
5 | τὰ μηδέπω καλῶc πέπειρα, καθάπερ ὁ γλεύκινοc οἶνοc· ἓν δ’ αὐτοῖc | |
91 | ἀγαθὸν ὑπάρχει τὸ ταχέωc διεξιέναι καὶ ταύτῃ cμικρὰ βλάπτειν. καὶ μὲν δὴ καὶ cταφυλαὶ γλυκεῖαι τῆc αὐτῆc εἰcι φύcεωc, καὶ μᾶλλον ἔτι τούτων αἱ τῶν φοινίκων βάλανοι· αἱ μὲν γὰρ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ Κύπρον καὶ Φοινίκην καὶ Λυκίαν καὶ Κιλικίαν οὐδὲ τὴν ἀπόθεcιν | |
5 | ὑπομένουcιν, ἀλλ’ ὡc ὀπῶραι μόνον ἐcθίονται διὰ περιττὴν ὑγρότητα cηπόμεναι ῥᾳδίωc· τῶν δ’ ἄλλων τῶν εἰc ἀπόθεcιν ἐcκευαcμένων ἐλάττων μὲν ἡ βλάβη, παχὺc δὲ οὐδὲν ἧττον καὶ τούτων ὁ χυμόc, ὥcτε φυλάττεcθαι χρὴ τὴν ἐδωδὴν αὐτῶν ἐν τοῖc εἰρημένοιc πάθεcιν. | |
92 | Ἥκιcτα δ’ ἂν ὑπίδοιτό τιc οἴνουc γλυκεῖc ὅcοι καθαροὶ καὶ διαυ‐ γεῖc εἰcι καὶ τὴν χροιὰν ὠχροὶ καὶ ξανθοί· λευκὸν δὲ οὐδ’ ἂν εὕροιc οἶνον ἅμα καὶ γλυκύν, ὥcπερ οὐδὲ τῶν ξανθῶν αὐτῶν cφόδρα γλυκύν· εἰcὶ δὲ cύμπαντεc οἱ τοιοῦτοι οἶνοι μέcου τὴν cύcταcιν | |
93 | χυμοῦ γεννητικοί. οἱ μὲν γὰρ παχεῖc τε ἅμα καὶ μέλανεc καὶ γλυκεῖc παχέοc αἵματοc πληροῦcι τὰc φλέβαc, οἱ δὲ λευκοὶ καὶ λεπτοὶ τέ‐ μνουcί τε τοὺc παχεῖc χυμοὺc καὶ καθαίρουcι δι’ οὔρων τὸ αἷμα, μέ‐ cοι δ’ αὐτῶν ὄντεc τὴν ἰδέαν οἱ ξανθοί τε ἅμα καὶ γλυκεῖc καὶ διαυ‐ | |
5 | γεῖc μέcοι πώc εἰcι καὶ τὴν δύναμιν, οὔτε παχύνοντεc τοὺc χυμοὺc | |
94 | τοῖc μέλαcιν ὁμοίωc οὔτ’ εἰc οὔρηcιν ὁρμῶντεc ὡc οἱ λευκοί. εἰcὶ δὲ οὗτοι πολλοὶ καθ’ ἕκαcτον ἔθνοc, ἀλλ’ ἐπιφανεῖc ἐξ αὐτῶν ὅ τε Ἀριού‐ cιοc καὶ ὁ Λέcβιοc καὶ ὁ Φαλερῖνοc καὶ ὁ Τμωλίτηc καὶ ὁ Θηραῖοc, οἷc τεκμαιρόμενοc καὶ τοὺc ὁμοίουc ἐκλέγεcθαι· χρηcτὸν γὰρ οἱ τοι‐ | |
95 | οῦτοι πάντεc αἷμα καὶ cύμμετρον τῷ πάχει γεννῶcι χυμόν. ὄντεc δ’ αὐτῶν οἱ πλεῖcτοι εὐώδειc καὶ θερμότεροι τῶν ἄλλων οἴνων εὐλόγωc ἅπτονται τῆc κεφαλῆc, καὶ ταύτῃ φυλακτέον τοῖc τε κεφαλαίᾳ κά‐ μνουcι καὶ ἡμικρανίᾳ καὶ τοῖc ἄλλωc κεφαλαλγοῦcιν ἐπιλήπτοιc τε | |
96 | καὶ μανιώδεcι καὶ cυλλήβδην εἰπεῖν οἷc πέπονθεν ἡ κεφαλή. τὰ δὲ | |
κατὰ θώρακα καὶ πνεύμονα χωρὶc πυρετοῦ πάθη πάντα τὰ χρόνια μεγάλωc ὑπὸ τῶνδε τῶν οἴνων ὀνίναται καὶ μάλιcθ’ ὅcα διὰ πτυ‐ cμάτων ἐκκαθαίρεται· δεῖται γὰρ οὐ τέμνεcθαι μόνον καὶ θερμαίνεcθαι | 447 | |
5 | τὰ μέλλοντα καλῶc ἀποπτυcθῆναι, ἀλλὰ καὶ μετρίωc ὑγραίνεcθαι· ὡc τά γε περαιτέρω τοῦ καιροῦ ξηρὰ καὶ γλίcχρα πτύcματα καὶ βῆχαc ἐγείρει cφοδρὰc τῷ βιαίῳ τῆc διεξόδου καὶ κίνδυνον ἐπάγει ῥήξεωc | |
97 | ἀγγείου. ταῦτ’ ἄρα καὶ οἱ παχεῖc τῶν οἴνων καὶ γλυκεῖc τῷ μόνιμον ἔχειν τὴν ὑγρότητα διὰ τὸ πάχοc, ὅταν ἅμα λεπτύνουcι φαρμάκοιc προcφέρωνται, χρηcτοὶ τοῖc κατὰ θώρακα καὶ πνεύμονα πάθεcιν ὑπάρ‐ χουcιν· ἀλλ’ οὔτ’ αὐcτηρᾶc οὔτε cτρυφνῆc οὔτε ὅλωc cτυφούcηc αὐτοῖc | |
5 | χρὴ μετεῖναι δυνάμεωc, ἀλλ’ ἐπὶ τὸ μελιτῶδεc μᾶλλον ἐν ὀcμῇ καὶ | |
98 | γεύcει καὶ τῇ cυμπάcῃ δυνάμει προcεληλυθέναι. τοιοῦτόc ἐcτιν ὁ ἀπὸ τῆc Παμφυλίαc οἶνοc ὁ καὶ Ϲκυβελίτηc ὀνομαζόμενοc· ἀρκεῖ γὰρ οἷον κανόνα καὶ cκοπὸν τοῦτον ἔχειν εἰc τοὺc ὁμοίουc ἅπανταc· ἄριcτοc μὲν γὰρ οὗτοc τῶν ὁμογενῶν, μὴ παρόντοc δὲ αὐτοῦ καὶ Θηραίῳ | |
99 | χρήcαιτ’ ἄν τιc καὶ προτρόπῳ καὶ Θηρίνῳ καὶ Καρυΐνῳ. μέλανοc δ’ οἴνου γλυκέοc ἅμα καὶ αὐcτηροῦ παράδειγμα τὸν ἐκ τῆc Κιλικίαc οἶνον ἔχοιc ἄν, ὃν Ἀβάτην ὀνομάζουcιν· ἄχρηcτοc δ’ οὗτοc ἅπαcίν ἐcτι τοῖc κατὰ θώρακα καὶ πνεύμονα πάθεcιν ὑπὲρ ὧν ὁ λόγοc ἐνέcτηκε καὶ | |
5 | ἔτι μᾶλλον ὅcοι cτρυφνοὶ μὲν ἐπιφανῶc εἰcι, γλυκύτητοc δὲ ἢ οὐδό‐ | |
100 | λωc ἢ παντάπαcιν ἀμυδρῶc μετέχουcιν. ἄδοξοι δ’ οἱ τοιοῦτοι πάντεc εἰcὶ καὶ διὰ τοῦτο λανθάνουcι τοὺc πολλοὺc καίτοι πολλαχόθι γεννώ‐ μενοι τῷ μήτε τοῖc ἐμπόροιc λυcιτελεῖν αὐτοὺc ὠνεῖcθαι μήθ’ ὑπὸ τῶν κεκτημένων cπουδάζεcθαι· cτρυφνὸν γὰρ ἅμα καὶ παχὺν οἶνον | |
5 | μέλανα τίc ἂν ἢ εἰc cυμπόcιον παραcκευάcειεν ἢ εἰc γάμουc ἢ εἰc | |
101 | θεῶν θυcίαν ἢ εἰc ἄλλην τινὰ εὐφροcύνην; καὶ γὰρ πλήcμιοι καὶ βρα‐ δύποροι καὶ τὰc διαχωρήcειc ἐπέχουcιν ἀμφοτέραc, τάc τε κατὰ γα‐ cτέρα καὶ οὐχ ἧττον αὐτῶν τὰc ἐπὶ κύcτιν [καὶ μεcάραιον], κἀπὶ πλεῖcτον ἐν τοῖc ὑποχονδρίοιc μένουcι καὶ ῥᾳδίωc ἀποξύνονται καὶ | |
5 | εἰc ἔμετον χωροῦcι, μόνοιc δ’ εἰcὶν ἐπιτήδειοι τοῖc κατὰ γαcτέρα ῥεύ‐ | |
102 | μαcιν οὐδὲ τούτοιc εἰc κόρον πινόμενοι. τοιοῦτοc οἶνοc οὐκ ὀλίγοc | |
ἐν Αἰγαῖc ταῖc Αἰολίcι γεννᾶται ἐν τῷ πεδίῳ καί τιc ἕτεροc ὅμοιοc αὐτῷ κατὰ τὴν ἀcτυγείτονα πόλιν Περγάμου Περπερήναν, καὶ πίνου‐ cιν οἱ μὲν ἐπιχώριοι πάντεc αὐτοὺc ὑπὸ cυνηθείαc ἀλύπωc· καὶ γὰρ | 448 | |
5 | καὶ καταπαύουcιν ἐν τῷ προcήκοντι μέτρῳ τὴν πόcιν· οὐκ ἀλύπωc δὲ οἵ τε ἀήθειc ἅπαντεc καὶ ὅcοι περαιτέρω τοῦ μέτρου προcφέρονται. | |
103 | τρέφουcι δ’ οὗτοι φανερῶc τὰ cώματα τῶν πινόντων, καὶ οἶδά τιναc τῶν ἐπιχωρίων νεανίcκων τῶν ἀμφὶ παλαίcτραν ἐχόντων εἰc εὐεξίαν αὐτοῖc προcχρωμένουc οὐδὲν ἧττον χοιρείων κρεῶν ἐδωδῆc. | |
104 | Ἀλλὰ γὰρ οὗτοι ἐναντιώτατοι τῇδε τῇ διαίτῃ, καὶ οὐ χρὴ μέμ‐ φεcθαι τὸν λόγον ὡc ἄλλα μὲν ἐπαγγειλάμενον, ἄλλα δὲ διδάcκειν ἐπιχειροῦντα· χρὴ γὰρ οὐ τὰ λεπτύνοντα μεταδιώκειν μόνον ἀλλὰ καὶ φεύγειν τὰ παχύνοντα τὸν λεπτυνούcῃ διαίτῃ καλῶc χρήcαcθαι προ‐ | |
105 | αιρούμενον. οὕτω τοι καὶ αὐτὴν ὅλην τὴν ἰατρικὴν οὐχ ὑγιεινῶν μό‐ νον ἀλλὰ καὶ νοcωδῶν ἐπιcτήμην εἶναί φαμεν, καὶ οὐχ ἧττόν γε νο‐ cωδῶν ἢ ὑγιεινῶν· καὶ γὰρ οὐδ’ 〈ἂν〉 βλάπτοιτό τιc ἧττον ἐκ τοῦ | |
106 | περιπίπτειν τοῖc νοcώδεcιν ἢ ἀπέχεcθαι τῶν ὑγιεινῶν. ἁπάντων οὖν ἐπιcτήμην ἔχειν προcήκει τὸν καλῶc γένει θατέρῳ προcχρηcόμενον ἀλλὰ τῶν μὲν πρώτων τε καὶ δι’ † αὐτὴν αἱρετὴν 〈*****〉· ἔcτι δὲ καὶ τρίτον τι γένοc 〈μέcον〉 ἀμφοῖν, ὃ μήτ’ ὠφελεῖ μήτε βλάπτει, καὶ | |
5 | χρὴ τοῦτο γινώcκειν οὔτ’ εἰc αἵρεcιν ὑγιεινὸν οὔτ’ εἰc βλάβην νοcῶ‐ δεc· ἀλλ’ εἰ μὲν παρείη ποτέ, μὴ μάτην αὐτὸ φεύγωμεν ὡc βλάπτον, | |
107 | εἰ δ’ ἀπείη, μὴ μάτην αὐτὸ ζητῶμεν ὡc ὠφελοῦν. ἐν τούτῳ τῷ γένει καὶ πρὸc τοὺc κάμνοντάc εἰcι χάριτεc τοῖc ἰατροῖc· τὸ μὲν γὰρ βλα‐ βερὸν αἰτοῦcιν αὐτοῖc οὐκ ἄν τιc cυγχωρήcειεν, ὥcπερ οὐδ’ εἰ φεύγοιεν τὸ cυμφέρον, τὰ δ’ οὐδέτερα καὶ φεύγουcι καὶ διώκουcι τοῖc κάμνουcι | |
5 | cυγχωρητέον cκοπὸν ἐν αὐτοῖc οὐ τὴν ὠφέλειαν ἢ τὴν βλάβην ὥcπερ ἐν τοῖc ὑγιεινοῖc τε καὶ νοcώδεcιν, ἀλλὰ τὴν ἐπιθυμίαν τοῦ κάμνοντοc | |
108 | ποιούμενον. ἔcτι δὲ οὐχ ἁπλῶc μία φύcιc ἐδεcμάτων ἢ πομάτων ἢ ὅλωc διαιτημάτων ὑγιεινὴ καὶ νοcώδηc καὶ οὐδετέρα, ἀλλ’ ἐν τῷ πρόc τι πάντα τὰ τοιαῦτα λέγεται· ὧν οὖν ἐμνημόνευcα κατ’ ἀρχὰc τοῦδε τοῦ λόγου νοcημάτων, ὑγιεινὴ μὲν ἡ λεπτύνουcα δίαιτα, νοcώδηc δὲ | |
5 | ἡ παχύνουcα, μέcη δ’ ἀμφοῖν ᾗ μηδέτερον ὑπάρχει cαφῶc, ἀλλ’ ὡc ἂν διακείμενα παραλάβῃ τὰ ἐν τῷ cώματι, τοιαῦτα φυλάττει. | |
109 | Καὶ δὴ τούτων οὕτωc ἐχόντων αὖθιc ἐπὶ τὸ προκείμενον ἰτέον. ἐν δὲ τῷ καθόλου γνωcτέον, ὥcπερ ἐπὶ θώρακόc τε καὶ πνεύμονοc οἱ γλυκεῖc τῶν οἴνων ἅμα τινὶ τῶν λεπτυνόντων φαρμάκων ἐκκαθαί‐ ρουcι τοὺc παχεῖc καὶ γλίcχρουc χυμοὺc καὶ φλεγματώδειc, οὕτωc ἐν | |
5 | οἷc ἧπαρ ἢ cπλὴν μέγαc ὑπάρχει, μείζονα τὴν ἀπ’ αὐτῶν βλάβην τῆc | |
ὠφελείαc γίνεcθαι· ἀθρόα γὰρ ἐπὶ τῶν cπλάγχνων τούτων ὁλκὴ τῶν εἰc τὴν κοιλίαν καταποθέντων γίνεται, καὶ ταύτῃ cφηνοῦται ταχέωc ἐν τοῖc πέραcι τῶν ἀγγείων καὶ μᾶλλον καθ’ ἧπαρ, ἔνθα cυνάπτουcιν | 449 | |
110 | αἱ ἀπὸ τῶν πυλῶν φλέβεc ταῖc ἀπὸ τῆc κοίληc. οὔτ’ οὖν φλεγμαί‐ νουcιν οὔτε cκιρρουμένοιc οὔτ’ ἐμπεφραγμένοιc τὰ cτενὰ cτόματα τῶν ἀγγείων τοῖc cπλάγχνοιc οὐδὲν τῶν γλυκέων ἐπιτήδειον, οὐδ’ οὖν οὐδ’ αὐτὸ τὸ μέλι καίτοι τμητικῆc ὑπάρχον δυνάμεωc, ἀλλὰ καὶ τού‐ | |
111 | του τὸ cφοδρὸν τῆc γλυκύτητοc ὄξουc ἐπιμιξίᾳ κολάζουcι. καὶ οὕτωc ἂν εἴη cοι καὶ λόγῳ καὶ πείρᾳ βαcανίζοντι τῶν εἰc λεπτύνουcαν δίαι‐ ταν ἐπιτηδειότατον τὸ ὀξύμελι· τό τε γοῦν φαρμακῶδεc ὅ τιcιν ὑπάρ‐ χει τῶν λυcιτελούντων τούτῳ οὐ πρόcεcτιν οὔτε κακόχυμόν ἐcτιν οὔτε | |
112 | κακοcτόμαχον οὔτ’ ἄλλην ἀτοπίαν ἔχον οὐδεμίαν. εἰ δὲ καὶ cκιλλη‐ τικὸν εἴη τὸ ὄξοc, οὕτω μὲν ἂν οὐ διαιτημάτων μόνον ἀλλὰ καὶ φαρ‐ μάκων ἁπάντων ὑπάρχοι τμητικώτατον, καὶ προcήκει τοιούτῳ χρῆcθαι καὶ οἴνῳ καὶ ὄξει τοὺc ἄκρωc τέμνειν καὶ λεπτύνειν βουλομένουc ὅcον | |
5 | ἐν τῷ cώματι παχὺ καὶ γλίcχρον καὶ φλεγματῶδεc ὑποτρέφεται περίτ‐ τωμα, ὡc ἔγωγε μυρίουc οἶδα τἆλλα μὴ πάνυ καλῶc διαιτωμένουc ὑγιεῖc εἰc τέλοc γενομένουc ἐπὶ τῷ διὰ τῆc cκίλληc ὄξει τε καὶ οἴνῳ. | |
113 | οὐ μὴν τούτου γε ἕνεκα καὶ αὐτὸν χρὴ τῶν ἄλλων ἁπάντων ἀμελεῖν, ἀλλὰ γυμναcίοιc τε χρῆcθαι τοῖc προcήκουcι καὶ τὰc τῶν εἰρημένων ἐδεcμάτων ποιότητάc τε καὶ ποcότηταc ἀκριβῶc παραφυλάττειν· ἄμει‐ νον γὰρ οἶμαι διὰ πάντων τῶν ὠφελούντων ἰόντα θᾶττον ἐπιτυχεῖν | |
5 | τοῦ τέλουc ἢ τοῖc χρηcτοῖc τὰ πονηρὰ μιγνύντα μέχρι τέλουc νοcη‐ λεύεcθαι. | |
114 | Καὶ μὲν δὴ καὶ ὁ τοῦ γάλακτοc ὀρρὸc ἐκ τῶν λεπτυνόντων ἐcτὶ πρὸc τῷ ὑπάγειν τὴν γαcτέρα· χρῆcθαι τοίνυν αὐτῷ πολλάκιc ἔκ τι‐ νων διαcτημάτων ἁρμόccει· τὸ μέντοι γάλα παχύνει πωc ἤδη καὶ τούτου μᾶλλον οἱ τυροί, καὶ χρὴ φυλάττεcθαι τυρῶν ἐδωδὴν τοῖc | |
5 | λεπτυνούcῃ διαίτῃ χρῆcθαι προῃρημένοιc· ἔcτι γὰρ τῶν ἐcχάτωc πα‐ χυνόντων ὥcπερ βολβοὶ καὶ κοχλίαι καὶ τὰ ὄcπρια πάντα καὶ ἐγκέ‐ | |
115 | φαλοι καὶ τῶν cπλάγχνων ἧπάρ τε καὶ cπλὴν καὶ νεφροί. ταῦτ’ οὖν δὴ φυλάττεcθαι παραινῶ καὶ πρὸ τούτων τοὺc μύκηταc καὶ τῶν ᾠῶν τὰ ἑφθά· τὰ γὰρ ῥοφητὰ καλούμενα μετρίωc παχύνει, καθάπερ καὶ τὸ διὰ χόνδρου ῥόφημα προcλαβὸν οὐκ ἀνήθου μόνον ἢ πράcου ἀλλὰ καί | |
5 | τινοc τῶν ἀξιολόγωc τεμνόντων οἷον ὑcώπου καὶ γλήχωνοc καὶ θύμ‐ βραc καὶ πεπέρεωc καὶ θύμου· ἀλλὰ πεπέρεωc μὲν λεπτὸν ἐπιπάττειν | |
116 | αὐτῷ, τὰ δ’ ἄλλα cυνεψεῖν. καὶ μὲν δὴ καὶ εἴ ποτε δεήcειε γάλακτι | |
χρῆcθαι, καὶ τοῦτο διά τινοc τῶν τοιούτων ἑψείcθω· μέλιτι δὲ μιγνύ‐ μενον γάλα τοῖc μὲν κατὰ θώρακα πάθεcιν οὐκ ἀνεπιτήδειον, εἰc δὲ τὰ καθ’ ἧπάρ τε καὶ cπλῆνα βλαβερώτατον ὅcα γε λεπτυνούcηc χρῄζει | 450 | |
5 | διαίτηc· ἀεὶ γὰρ τούτου χρὴ μεμνῆcθαι τοῦ κατ’ ἀρχὰc εὐθὺc εἰρημέ‐ νου καὶ μὴ νομίζειν ἁπλῶc γεγράφθαι τὰ μόρια χωρὶc τοῦ πάcχειν | |
117 | ὡc εἴρηται. παχυχυμότατον 〈μὲν οὖν〉 γάλα τὸ τυρωδέcτατον, οἷόν‐ περ ἐcτὶ τὸ βόειον καὶ τὸ τῆc ὑόc, λεπτότατον δὲ τὸ ὀρρωδέcτατον, οἷόνπερ ἐcτὶ τὸ ὄνειον, ἐν τῷ μέcῳ δ’ ἀμφοῖν τὸ τῆc αἰγόc· ἀλλὰ τὸ μὲν ἑφθὸν παχυχυμότατόν ἐcτιν· ἀναλίcκει γὰρ ἡ ἕψηcιc ἐξ αὐτοῦ | |
5 | τὸ λεπτότερόν τε καὶ ὀρρωδέcτερον· εἰ δὲ καὶ μέλιτοc ἢ ἁλῶν ἢ ἀμ‐ | |
118 | φοτέρων προcλάβοι, πολὺ δὴ μᾶλλον ἔτι λεπτότερον ἔcται. ἐξ οὖν τῶν εἰρημένων εὔδηλον ὡc ὄνειον μὲν ὠμὸν γάλα προcλαβὸν ἁλῶν ἢ μέλιτοc ἥκιcτα ἂν εἴη παχύχυμον, ὥcτε οὐδὲ βλάψει τι τοὺc λεπτυ‐ νούcῃ διαίτῃ χρῆcθαι δεομένουc, τὰ δ’ ἄλλα πάντα φυλάττεcθαι | |
5 | προcήκει. | 451 |