TLG 0057 017 :: GALENUS :: De usu partium

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De usu partium

Source: Helmreich, G. (ed.), Galeni de usu partium libri xvii. Leipzig: Teubner, 1:1907; 2:1909 (repr. Amsterdam: Hakkert, 1968): 1:1–496; 2:1–451.

Citation: Kühn volume — page — (line)

3

.

1

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.
1 Ὥσπερ τῶν ζῴων ἕκαστον ἓν εἶναι λέγεται τῷ φαίνεσθαι κατά τινα περιγραφὴν ἰδίαν μηδαμῇ τοῖς ἄλλοις ξυνημμένον, οὕτω καὶ τῶν μορίων αὐτοῦ τὸ μὲν ὀφθαλμός, τὸ δὲ ῥίς, τὸ δὲ γλῶττα, τὸ δ’ ἐγκέ‐
5φαλος ἓν εἶναι λέγεται τῷ φαίνεσθαι περιγραφὴν ἰδίαν ἔχον. εἰ δὲ μὴ ξυνῆπτο κατά τι τοῖς πέλας, ἀλλὰ πάντη κεχώριστο, τότ’ ἂν οὐδὲ μόριον ἦν ὅλως, ἀλλ’

3

.

2

ἁπλῶς ἕν. ὥσθ’ ὅσα σώματα ‖ μήτε πάντη περιγραφὴν ἰδίαν ἔχει μήτε πάντη συνῆπται πρὸς ἕτερα, μόρια ταῦτα κέκληται. καὶ εἰ τοῦτο, πολλὰ τῶν ζῴων ἔσται μόρια, τὰ μὲν μείζω, τὰ δ’ ἐλάττω, τὰ δὲ καὶ παντά‐
5πασιν εἰς ἕτερον εἶδος ἄτμητα. Χρεία δ’ αὐτῶν ἁπάντων ἐστὶ τῇ ψυχῇ. τὸ γὰρ σῶμα ταύτης ὄργανον καὶ διὰ τοῦτο πολὺ διενήνοχεν ἀλλήλων τὰ μόρια τῶν ζῴων, ὅτι καὶ αἱ ψυχαί. τὰ μὲν γάρ ἐστιν ἄλκιμα, τὰ δὲ δειλά, τὰ δ’
10ἄγρια, τὰ δ’ ἥμερα, τὰ δ’ οἷον πολιτικά τε καὶ δη‐
μιουργικά, τὰ δ’ οἷον μονότροπα. πᾶσι δ’ οὖν ἐπι‐ τήδειον τὸ σῶμα τοῖς τῆς ψυχῆς ἤθεσί τε καὶ δυνά‐ μεσιν· ἵππῳ μὲν ἰσχυραῖς ὁπλαῖς καὶ χαίτῃ κεκοσμη‐ μένον, καὶ γὰρ ὠκὺ καὶ γαῦρον καὶ οὐκ ἄθυμον τὸ1 in vol. 1
15ζῷον· λέοντι δέ, θυμικὸν γὰρ καὶ ἄλκιμον, ὀδοῦσί τε καὶ ὄνυξιν ἰσχυρόν· οὕτω δὲ καὶ ταύρῳ καὶ συΐ, τῷ μὲν γὰρ τὰ κέρατα, τῷ δ’ οἱ χαυλιόδοντες ὅπλα ξύμφυτα· ἐλάφῳ δὲ καὶ λαγωῷ, δειλὰ γὰρ τὰ ζῷα, ταχὺ μὲν τὸ σῶμα, γυμνὸν δὲ πάντη καὶ ἄοπλον. ἔπρεπε γὰρ ‖

3

.

3

οἶμαι τάχος μὲν τοῖς δειλοῖς, τὰ δ’ ὅπλα τοῖς ἀλκίμοις. οὔτ’ οὖν δειλὸν οὐδὲν ὥπλισεν ἡ φύσις οὔτ’ ἄλκιμον ἐγύμνωσεν. ἀνθρώπῳ δέ, σοφὸν γὰρ τοῦτο τὸ ζῷον καὶ μόνον τῶν ἐπὶ γῆς θεῖον, ἀντὶ πάντων ὁμοῦ τῶν
5ἀμυντηρίων ὅπλων χεῖρας ἔδωκεν, ὄργανον εἰς ἁπάσας μὲν τὰς τέχνας ἀναγκαῖον, εἰρηνικὸν δ’ οὐδὲν ἧττον ἢ πολεμικόν. οὔκουν ἐδέησεν οὔτε κέρατος αὐτῷ ξυμ‐ φύτου βέλτιον ὅπλον κέρατος ἐπ’ ἄκραις ταῖς χερσίν, ἡνίκα βούλοιτο, λαβεῖν δυναμένῳ· καὶ γὰρ καὶ ξίφος
10καὶ δόρυ μείζονά τε ἅμα καὶ τέμνειν ἑτοιμότερα κέρα‐ τος ὅπλα· οὔθ’ ὁπλῆς, καὶ γὰρ καὶ ξύλον καὶ λίθος ἁπάσης ὁπλῆς θλᾶν βιαιότερα. καὶ κέρας μὲν καὶ ὁπλὴ πρὶν ἐλθεῖν ὁμόσε δρᾶν οὐδὲν δύναται· τὰ δ’ ἀνθρώπων ὅπλα πόρρωθεν οὐδὲν ἧττον ἢ πλησίον
15ἐνεργεῖ, ἀκόντιον μὲν καὶ βέλος κέρατος, λίθος δὲ καὶ ξύλον ὁπλῆς. ἀλλ’ ὠκύτερος ἀνθρώπου λέων. τί δὲ τοῦτο; ἄνθρωπος γὰρ ἵππον ἐδαμάσατο σοφίᾳ καὶ ‖

3

.

4

χερσίν, ὠκύτερον λέοντος ζῷον, ᾧ χρώμενος καὶ ὑπο‐
φεύγει καὶ διώκει λέοντα καὶ καθεζόμενος ἀφ’ ὑψηλοῦ βάλλει τὸν ταπεινόν. οὔκουν γυμνὸς οὐδ’ εὔτρωτος οὐδ’ ἄοπλος οὐδ’ ἀνυπόδετος ἄνθρωπος, ἀλλ’ ἔστι μὲν2 in vol. 1
5αὐτῷ θώραξ σιδηροῦς, ὁπότε βούλοιτο, πάντων δερ‐ μάτων δυστρωτότερον ὄργανον, ἔστι δ’ ὑποδημάτων παντοῖον εἶδος, ἔστι δ’ ὅπλων, ἔστι δὲ καὶ σκεπασμά‐ των. οὐ γὰρ θώραξ μόνον, ἀλλὰ καὶ οἰκία καὶ τεῖχος καὶ πύργος ἀνθρώπου σκεπάσματα. ξύμφυτον δ’ εἴπερ
10ἦν αὐτῷ κέρας ἐπὶ τοῖν χεροῖν ἤ τι τοιοῦτον ἕτερον ἀμυντήριον ὅπλον, οὐδὲν ἂν εἶχεν ὅ τι χρήσαιτο ταῖς χερσὶν οὔτ’ εἰς οἰκίας ἢ τείχους κατασκευὴν οὔτ’ εἰς δόρατος ἢ θώρακος ἤ τινος ἄλλου παραπλησίου. ταύ‐ ταις ταῖς χερσὶν ἄνθρωπος καὶ ἱμάτιον ὑφήνατο καὶ
15δίκτυον ἐπλέξατο καὶ πόρκον καὶ γρῖφον καὶ νεφέλην, ὥστ’ οὐ μόνον τῶν ἐπὶ γῆς ζῴων, ἀλλὰ καὶ τῶν ἐν θαλάττῃ τε καὶ ἀέρι κρατεῖ. τοιοῦτον μὲν αὐτῷ πρὸς ἀλκὴν ὅπλον ἡ χείρ. εἰρηνικὸν δ’ ὅμως καὶ πολιτικὸν

3

.

5

〈ζῷον〉 ἄνθρωπος χερσὶ καὶ ‖ νόμους ἐγράψατο καὶ βωμοὺς καὶ ἀγάλματα θεοῖς ἱδρύσατο καὶ ναῦν κατε‐ σκευάσατο καὶ αὐλὸν καὶ λύραν καὶ σμίλην καὶ πυρά‐ γραν καὶ τἄλλα πάντα τῶν τεχνῶν ὄργανα καὶ ὑπομνή‐
5ματα δ’ αὐτῶν τῆς θεωρίας ἐν γράμμασιν ὑπελίπετο. καί σοι διά τε γράμματα καὶ χεῖρας ἔτι καὶ νῦν ὑπάρ‐ χει ὁμιλεῖν Πλάτωνί τε καὶ Ἀριστοτέλει καὶ Ἱππο‐ κράτει καὶ τοῖς ἄλλοις παλαιοῖς.
Οὕτω μὲν σοφώτατον τῶν ζῴων ἄν‐3 in vol. 1
10θρωπος, οὕτω δὲ καὶ χεῖρες ὄργανα πρέποντα ζῴῳ σοφῷ. οὐ γὰρ ὅτι χεῖρας ἔσχε, διὰ τοῦτο σοφώ‐ τατον, ὡς Ἀναξαγόρας ἔλεγεν, ἀλλ’ ὅτι σοφώτατον ἦν, διὰ τοῦτο χεῖρας ἔσχεν, ὡς Ἀριστοτέλης φησὶν ὀρθότατα γιγνώσκων. οὐ γὰρ αἱ χεῖρες ἄνθρωπον
15ἐδίδαξαν τὰς τέχνας, ἀλλ’ ὁ λόγος· αἱ χεῖρες δ’ ὄρ‐ γανον, ὡς λύρα μουσικοῦ καὶ πυράγρα χαλκέως. ὥσπερ οὖν ἡ λύρα τὸν μουσικὸν οὐκ ἐδίδαξεν οὐδ’ ἡ πυράγρα τὸν χαλκέα, ἀλλ’ ἔστι μὲν ἑκάτερος αὐτῶν τεχνίτης διὰ τὸν ἐν αὑτῷ λόγον, ἐνεργεῖν δ’ οὐ δύναται κατὰ
20τὴν τέχνην χωρὶς ὀργάνων, οὕτω καὶ ψυχὴ πᾶσα διὰ ‖

3

.

6

μὲν τὴν ἑαυτῆς οὐσίαν ἔχει τινὰς δυνάμεις, δρᾶν δ’ ἃ πέφυκε δρᾶν ἀμήχανον αὐτῇ χωρὶς ὀργάνων. ἔνεστι δ’ ἐναργῶς ἰδεῖν, ὅτι μὴ τὰ μόρια τοῦ σώματος ἀναπείθει τὴν ψυχὴν ἢ δειλὴν ἢ ἄλκιμον ἢ σοφὴν γίγνεσθαι,
5τὰ νεογενῆ ζῷα θεασάμενον ἐνεργεῖν ἐπιχειροῦντα πρὶν τελεωθῆναι τοῖς μορίοις. ἐγὼ γοῦν καὶ βοὸς μόσχον πολλάκις εἶδον κυρίττοντα πρὶν φῦσαι τὰ κέ‐ ρατα καὶ πῶλον ἵππου λακτίζοντα μαλακαῖς ἔτι ταῖς ὁπλαῖς καί τινα κομιδῇ σμικρὸν χοῖρον ἀμύνεσθαι
10ταῖς γένυσιν ἐπιχειροῦντα γυμναῖς τῶν μεγάλων ὀδόν‐ των καὶ σκύλακα νεογενῆ δάκνειν ὀριγνώμενον ἁπα‐ λοῖς ἔτι τοῖς ὀδοῦσιν. αἴσθησιν γὰρ πᾶν ζῷον ἀδί‐ δακτον ἔχει τῶν τε τῆς ἑαυτοῦ ψυχῆς δυνάμεων καὶ τῶν ἐν τοῖς μορίοις ὑπεροχῶν· ἢ διὰ τί παρὸν ἐν‐
15δάκνειν τῷ σμικρῷ χοίρῳ τοῖς μικροῖς ὀδοῦσιν ὁ δὲ τούτους μὲν ἀργοὺς ἔχει πρὸς τὴν μάχην, οἷς δ’ οὐκ ἔχει πω, χρῆσθαι ποθεῖ; πῶς οὖν ἐστι δυνατὸν φάναι τὰ ζῷα πρὸς τῶν μορίων διδαχθῆναι τὰς χρήσεις αὐ‐4 in vol. 1

3

.

7

τῶν, ὅταν καὶ πρὶν ‖ ἐκεῖνα σχεῖν, φαίνηται γιγνώ‐ σκοντα; εἰ γοῦν ἐθέλοις ᾠὰ τρία λαβὼν τὸ μὲν ἀετοῦ τὸ δὲ νήττης τὸ δ’ ὄφεως αὐτὰ θερμήνας συμμέ‐ τρως ἐκγλύψαι, τὰ γεννώμενά σοι ζῷα τὰ μὲν τῶν
5πτερύγων ἀποπειρώμενα θεάσῃ καὶ πρὶν δύνασθαι πέτεσθαι, τὸ δ’ ἰλυσπώμενόν τε καὶ σπεῦδον ἕρπειν, κἂν ἔτι μαλακὸν καὶ ἀδύνατον ᾖ. κἂν εἰ τελεώσας αὐτὰ καθ’ ἕνα καὶ τὸν αὐτὸν οἶκον ἔπειτ’ εἰς τόπον ὑπαίθριον ἀγαγὼν μεθείης, ὁ μὲν ἀετὸς ἀναπτήσεται
10πρὸς τὸ μετέωρον, ἡ νῆττα δ’ εἰς λίμνην τινὰ κα‐ ταπτήσεται, ὁ δ’ ὄφις εἰς τὴν γῆν καταδύσεται. εἶθ’ ὁ μὲν οἶμαι θηράσει μὴ μαθών, ἡ δὲ νήξεται, ὁ δ’ ὄφις φωλεύσει [εἰς γῆν]. „φύσιες γὰρ ζῴων ἀδίδακτοι“, φησὶν ὁ Ἱπποκράτης. ταύτῃ μοι δοκεῖ τὰ μὲν ἄλλα
15τῶν ζῴων φύσει μᾶλλον ἢ λόγῳ τέχνην τινὰ διαπράτ‐ τεσθαι, πλάττειν μὲν αἱ μέλιτται, θησαυροὺς δέ τινας καὶ λαβυρίνθους δημιουργεῖν οἱ μύρμηκες, νήθειν δὲ καὶ ὑφαίνειν αἱ ἀράχναι. τεκμαίρομαι δὲ τῷ ἀδιδάκτῳ.

3

.

8

Ἄνθρωπος δ’, ὥσπερ τὸ σῶμα γυμνὸς ὅπλων, οὕτω καὶ τεχνῶν τὴν ψυχὴν ἔρημος. διὰ τοῦτ’ ἀντὶ μὲν τῆς τοῦ σώματος γυμνότητος τὰς χεῖρας ἔλαβεν, ἀντὶ δὲ τῆς κατὰ τὴν ψυχὴν ἀτεχνίας τὸν
5λόγον, οἷς χρώμενος ὁπλίζει μὲν καὶ φρουρεῖ τὸ σῶμα παντοίως, κοσμεῖ δὲ τὴν ψυχὴν ἁπάσαις τέχναις. ὥσπερ γάρ, εἴ τι ξύμφυτον ὅπλον ἐκέκτητο, μόνον ἂν ἦν ἐκεῖνο διὰ παντὸς αὐτῷ, οὕτως, εἴ τιν’ εἶχε τέχνην φύσει, τὰς ἄλλας οὐκ ἂν ἔσχεν. ἐπεὶ δ’ ἄμεινον5 in vol. 1
10ἦν ἅπασι μὲν ὅπλοις, ἁπάσαις δὲ χρῆσθαι τέχναις, διὰ τοῦτ’ αὐτῷ ξύμφυτον οὐδὲν ἐδόθη. καλῶς μὲν οὖν καὶ Ἀριστοτέλης οἷον ὄργανόν τι πρὸ ὀργάνων ἔφασκεν εἶναι τὴν χεῖρα· καλῶς δ’ ἄν τις καὶ ἡμῶν ἐκεῖνον μιμησάμενος οἷον τέχνην τινὰ πρὸ τεχνῶν
15φήσειεν εἶναι τὸν λόγον. ὡς γὰρ ἡ χεὶρ οὐδὲν οὖσα τῶν κατὰ μέρος ὀργάνων, ὅτι πάντα καλῶς πέφυκε δέχεσθαι, πρὸ πάντων ἐστὶν ὄργανον, οὕτως ὁ λόγος οὐδεμιᾶς μὲν τῶν κατὰ μέρος ὑπάρχων τεχνῶν, ἁπάσας

3

.

9

δ’ εἰς ἑαυτὸν δέχεσθαι πεφυ‖κὼς τέχνη τις ἂν εἴη πρὸ τεχνῶν. ἄνθρωπος οὖν μόνος ἁπάντων ζῴων τέχνην ἔχων πρὸ τεχνῶν ἐν τῇ ψυχῇ κατὰ λόγον ἐν τῷ σώ‐ ματι πρὸ ὀργάνων ὄργανον ἐκτήσατο.
5 Φέρε οὖν τοῦτο πρῶτον αὐτοῦ βασανί‐ σωμεν τὸ μόριον, οὐκ εἰ χρήσιμον ἁπλῶς οὐδ’ εἰ σοφῷ ζῴῳ πρέπον ἐπισκοποῦντες, ἀλλ’ εἰ παντοίως οὕτως ἔχει κατασκευῆς, ὡς οὐκ ἄν, εἴπερ ἑτέρως ἐγε‐ γόνει, διέκειτ’ ἂν ἄμεινον. ἓν μὲν δὴ καὶ πρῶτον
10κεφάλαιον ἀρίστης κατασκευῆς ὀργάνου ἀντιληπτικοῦ, εἰ πάντων μὲν σχημάτων, πάντων δὲ μεγεθῶν, ὅσα κινεῖν ἄνθρωπος πέφυκεν, ἑτοίμως ἀντιλαμβάνοιτο. πότερον οὖν ἦν ἄμεινον αὐτῷ πρὸς ταῦτα σχισθῆναι
πολυειδῶς ἢ παντάπασιν ἀσχίστῳ γενέσθαι; ἢ τοῦτο6 in vol. 1
15μὲν οὐδὲ λόγου δεῖται πλείονος, ὡς ἄσχιστος μὲν μείνασα τηλικούτου μεγέθους ἔψαυσεν ἂν ἑκάστου τῶν ὁμιλούντων, ἡλίκη περ οὖσα ἔτυχεν, εἰς πολλὰ δὲ σχισθεῖσα καὶ τοὺς πολὺ μείζονας ἑαυτῆς ὄγκους ῥᾳδίως ἔμελλε περιλήψεσθαι καὶ θηράσειν ἀκριβῶς τὰ

3

.

10

σμικρότατα; τοῖς μὲν γὰρ ‖ ἐπεκτείνεται τῇ διαστάσει τῶν δακτύλων αὐτὰ περιλαμβάνουσα, τὰ σμικρότατα δ’ οὐχ ὅλη πειρᾶται λαμβάνειν, διαδιδράσκει γὰρ οὕτως, ἀλλ’ ἀρκεῖ πρὸς ταῦτα δυοῖν δακτύλων χρῆσθαι
5τοῖς ἄκροις. οὕτω μὲν δὴ πρός τε τὴν τῶν μειζόνων καὶ τὴν τῶν ἐλαττόνων ἑαυτῆς ἀσφαλῆ λαβὴν ἡ χεὶρ ἄριστα διάκειται. πρὸς δ’ αὖ τὸ πολυειδῆ σχήματα περιλαμβάνειν δύνασθαι κάλλιστον ἦν ἐσχίσθαι πο‐ λυειδῶς, ὡς νῦν ἔσχισται· καὶ πρὸς ταῦτ’ ἄριστα πάν‐
10των ἀντιληπτικῶν ὀργάνων φαίνεται παρεσκευασμένη. καὶ γὰρ περὶ τὸ σφαιροειδὲς σφαιροῦσθαι δύναται κατὰ κύκλον αὐτὸ πανταχόθεν περιλαμβάνουσα καὶ τοῖς εὐθέσιν ἢ κοίλοις ἀσφαλῶς περιβαίνει· εἰ δὲ τοῦτο, καὶ πᾶσι σχήμασιν· ἐκ τριῶν γὰρ ἅπαντα γραμ‐
15μῶν συνίσταται, κυρτῆς καὶ κοίλης καὶ εὐθείας. ἐπεὶ δὲ πολλὰ τῶν σωμάτων μείζονα τὸν ὄγκον εἶχεν ἢ κατὰ μίαν χεῖρα, σύμμαχον ἑκατέρᾳ τὴν ἑτέραν ἡ φύσις ἐποίησεν, ὥστ’ ἀμφοτέρας ἐξ ἐναντίων μερῶν περιλαμβανούσας αὐτὰ μηδὲν ἀπολείπεσθαι μιᾶς με‐

3

.

11

γίστης. ‖ ταῦτ’ ἄρα καὶ πρὸς ἀλλήλας νενεύκασιν,
ἀλλήλων γὰρ ἕνεκα γεγένηνται, καὶ πάντη πεφύκασιν ἴσαι· καὶ γὰρ τοῦτ’ ἔπρεπεν ὀργάνοις ὁμοίως ἐνεργή‐ σουσιν. ἐννοήσας οὖν τὸ μέγιστον ὧν ἄνθρωπος δύνα‐7 in vol. 1
5ται μεταχειρίζεσθαι σωμάτων ἀμφοτέραις ταῖς χερσίν, οἷον ξύλον ἢ λίθον, αὖθίς μοι νόησον τὸ σμικρότα‐ τον, οἷον κέγχρον ἢ λεπτὴν ἀκριβῶς ἄκανθαν ἤ τινα τρίχα, κἄπειθ’, ὅσον ἐστὶν ὄγκων πλῆθος ἐν τῷ με‐ ταξὺ τοῦ μεγίστου καὶ τοῦ σμικροτάτου, τοῦτ’ αὖθις
10ἅπαν ἐννοήσας, οὕτω καλῶς αὐτὸ μεταχειριζόμενον ἄνθρωπον εὑρήσεις, ὡς εἰ καὶ καθ’ ἕκαστον ἐκείνου μόνου χάριν ἐγεγόνεσαν αἱ χεῖρες. τὰ μὲν γὰρ σμι‐ κρότατα τοῖς δύο δακτύλοις ἄκροις λαμβάνει, λιχανῷ τε καὶ μεγάλῳ, τὰ δὲ τούτων βραχεῖ μείζω τοῖς αὐτοῖς
15μὲν ἀλλ’ οὐκ ἄκροις· ὅσα δὲ καὶ τούτων ἔτι μείζω, περὶ ταῦτα τοῖς τρισὶν ἐνεργεῖ δακτύλοις, μεγάλῳ καὶ λιχανῷ καὶ μέσῳ· καὶ εἴ τινα καὶ τούτων ἔτι μείζω, τοῖς τέτταρσιν· εἶθ’ ἑξῆς τοῖς πέντε· καὶ μετὰ τοῦτ’

3

.

12

ἤδη πάσῃ τῇ χειρί· κἄπειτα ‖ τὴν ἑτέραν ἐν τοῖς ἔτι μείζοσι προσάγει, ὧν οὐδὲν ἄν, εἰ μὴ πολυειδῶς εἰς τοὺς δακτύλους ἔσχιστο, δυνατὸν ἦν γενέσθαι. οὐ γὰρ δὴ τό γε σχισθῆναι μόνον ἱκανὸν αὐτὸ καθ’
5ἑαυτό. τί γάρ, εἰ μηδεὶς ἀντετέτακτο τοῖς τέτταρσιν, ὥσπερ νῦν, ἀλλ’ ἑξῆς ἅπαντες ἐπὶ μιᾶς εὐθείας ἐπε‐ φύκεσαν οἱ πέντε; ἆρ’ οὐ πρόδηλον, ὡς ἄχρηστον αὐ‐ τῶν ἐγίγνετο τὸ πλῆθος; δεῖται γὰρ τὸ λαμβανόμενον ἀσφαλῶς ἢ πανταχόθεν κατὰ κύκλον ἢ πάντως γ’ ἐξ
10ἐναντίων δυοῖν τόπων διαλαμβάνεσθαι. τοῦτ’ οὖν ἀπώλετ’ ἄν, εἴπερ ἐπὶ μιᾶς εὐθείας ἑξῆς ἅπαντες ἐπε‐ φύκεσαν· σῴζεται δ’ ἀκριβῶς νῦν ἑνὸς τοῖς ἄλλοις ἀντιταχθέντος. οὕτω γὰρ ἔχει θέσεώς τε καὶ κινήσεως ὁ εἷς οὗτος, ὥστ’ ἐπιστρεφόμενος βραχείας παντελῶς8 in vol. 1
15ἐπιστροφὰς μεθ’ ἑκάστου τῶν τεττάρων ἀντιτεταγμένων ἐνεργεῖν. ἐπεὶ τοίνυν ἄμεινον ἦν οὕτως ἐνεργεῖν τὰς χεῖρας, ὡς νῦν ἐνεργοῦσι, διὰ τοῦτο καὶ τὴν κατα‐ σκευὴν αὐτῶν ἐνεργείαις τοιαύταις πρέπουσαν ἡ φύσις ἐποίησεν.

3

.

13

Οὐ γὰρ ἁπλῶς ἐχρῆν δύο δακτύλους ἀντιτεταγμένους ἐν ταῖς τῶν σμικρῶν ὄγκων θήραις τοῖς ἄκροις σφῶν αὐτῶν ἐνεργεῖν, ἀλλὰ καὶ τοιούτοις οὖσιν, οἷα νῦν ἐστιν, οὕτω μὲν μαλακοῖς, οὕτω δὲ
5περιφερέσιν, οὕτω δ’ ὀνύχων ἔχουσιν. οὔτε γάρ, εἰ μὴ σαρκῶδες ἦν αὐτῶν τὸ πέρας, ἀλλ’ ὀστέϊνον, ἦν ἄν ποτε δυνατὸν ἀντιλαμβάνεσθαι τῶν σμικρῶν σω‐ μάτων οἷον ἀκανθῶν ἢ τριχῶν οὔτ’, εἰ σαρκῶδες μὲν ἀλλὰ μαλακωτέρας καὶ ὑγροτέρας σαρκός. δεῖ μὲν γὰρ
10ὡς ἔνι μάλιστα περιπτύσσεσθαι τῷ λαμβανομένῳ τὸ λαμβάνον, ἵν’ ἀσφαλὴς ἡ ἀντίληψις γένηται· περιπτύσ‐ σεσθαι δὲ τῶν μὲν σκληρῶν καὶ ὀστεΐνων οὐδὲν δύ‐ ναται, τὰ μαλακὰ δὲ συμμέτρως καὶ διὰ τοῦτο μετρίως εἴκοντα· τὰ μὲν γὰρ ἀμέτρως μαλακὰ καὶ οἷον ῥυτὰ
15πλέον ἢ δεῖ τοῖς σκληροῖς εἴκοντα ῥᾳδίως αὐτῶν ἀπορρεῖ. ὅσα τοίνυν μεταξὺ τὴν φύσιν ἐστὶ τῶν ἀμέτρως μαλακῶν καὶ σκληρῶν, ὥσπερ καὶ αἱ τῶν δακτύλων κορυφαί, ταῦτ’ ἂν εἴη κάλλιστα λαβῆς ἀσφαλοῦς ὄργανα.9 in vol. 1

3

.

14

Ἀλλ’ ὄντων καὶ αὐτῶν τῶν λαμβανο‐ μένων πολυειδῶν ταῖς συστάσεσι, τὰ μὲν γὰρ μᾶλλον αὐτῶν, τὰ δ’ ἧττον μαλακὰ καὶ σκληρὰ τετύχηκεν ὄντα, πρὸς πάντ’ ἐπιτήδειον ἡ φύσις ἐποίησε τὴν
5κατασκευὴν αὐτῶν. διὰ τοῦτ’ οὖν οὔτ’ ἐξ ὄνυχος ἁπλῶς ἡ κορυφὴ τῶν δακτύλων οὔτ’ ἐκ σαρκὸς μόνης, ἀλλ’ ἐξ ἀμφοῖν ἀρίστην θέσιν λαβόντων συνετέθη. τὸ μὲν γὰρ σάρκινον αὐτῶν ἐν τοῖς πρὸς ἄλληλα νενευκόσι μέρεσιν, ὧν ταῖς κορυφαῖς θηράσειν ἔμελ‐
10λον, ὁ δ’ ὄνυξ ἔξωθεν ἕδρα τούτοις ὑποβέβληται. τὰ μὲν οὖν μαλακὰ σώματα τοῖς σαρκώδεσι σφῶν αὐτῶν μορίοις μόνοις λαμβάνουσιν· ὅσα δὲ σκληρὰ καὶ διὰ τοῦτο τὴν τῆς σαρκὸς φύσιν ὠθεῖ καὶ βιάζεται, ταῦτ’ οὐ δύνανται λαβεῖν χωρὶς τῶν ὀνύχων· ἕδρας γὰρ
15δεῖται τηνικαῦθ’ ἡ σὰρξ ἀνατρεπομένη. πάλιν δ’ αὖ τοῖς ὄνυξι μόνοις οὐχ οἷόν τε λαβεῖν οὐδὲν τῶν τοιούτων· σκληροὶ γὰρ ὄντες ἀπὸ τῶν σκληρῶν ἑτοίμως ὀλισθάνουσι. ταῦτ’ ἄρα τῆς μὲν σαρκοειδοῦς ἐν ταῖς

3

.

15

τῶν δακτύλων κορυφαῖς ‖ οὐσίας τὸ τῶν ὀνύχων ὀλι‐ σθηρὸν ἐπανορθουμένης, τῶν δ’ ὀνύχων τὸ τῆς σαρκὸς εὐανάτρεπτον στηριζόντων ὄργανον ἀντιληπτικὸν ἁπάν‐ των, τῶν σμικρῶν ἅμα καὶ σκληρῶν σωμάτων, ὁ δάκτυ‐
5λος ἐγένετο. μάθοις δ’ ἂν ἐναργέστερον, ὃ λέγω, ἐπι‐ στήσας ταῖς ἀμετρίαις τῶν ὀνύχων. ὅσοι μὲν γὰρ ὑπερβαλλόντως μεγάλοι καὶ διὰ τοῦτ’ ἀλλήλοις συμ‐ πίπτουσιν, οὔτ’ ἄκανθαν μικρὰν οὔτε τρίχα λαβεῖν οὔτ’ ἄλλο τι δύνανται τοιοῦτον· ὅσοι δ’ αὖ διὰ σμι‐10 in vol. 1
10κρότητα πρὸς τὰς κορυφὰς τῶν δακτύλων οὐκ ἐξικνοῦν‐ ται, τῆς ἕδρας ἀποστεροῦντες τὴν σαρκώδη φύσιν ἀδύ‐ νατον ἀντιλαβέσθαι ποιοῦσιν· ὅσοι δ’ ἐξισοῦνται ταῖς κορυφαῖς τῶν δακτύλων, οὗτοι μόνοι τὴν ὠφέλειαν, ἧς ἕνεκα γεγόνασιν, ἄριστα παρέξονται. ταῦτ’ ἄρα
15καὶ Ἱπποκράτης ἔλεγεν· „ὄνυχας μήθ’ ὑπερέχειν μήτ’ ἐλλείπειν δακτύλων κορυφάς·“ ὧν γὰρ ἕνεκα γεγόνα‐ σιν, ὅταν μετρίως ἔχωσι μεγέθους, τηνικαῦτα μάλιστα παρέχονται. πολλὰ μὲν γὰρ καὶ ἄλλα χρηστὰ παρ’ αὐτῶν εἰς τὰς ἐνεργείας ἐστίν, οἷον κἂν εἰ ξῦσαι ‖

3

.

16

τι δέοι κἂν εἰ κνῆσαι κἂν εἰ δεῖραι κἂν εἰ διασπάσαι. σχεδὸν γὰρ ἐν ἅπαντί τε τῷ βίῳ καὶ κατὰ πάσας τὰς τέχνας καὶ μάλισθ’ ὧν ἀκριβεῖς αἱ χειρουργίαι, τῶν τοιούτων χρῄζομεν· ἀλλ’ ὡς ἀντιληπτικὸν ὄργανον ἡ
5χεὶρ εἰς τὴν τῶν σμικρῶν ἅμα καὶ σκληρῶν σωμάτων θήραν ὀνύχων ἐδεήθη μάλιστα. Τί δή ποτ’ οὖν, καίτοι ζηλωτὴς ὢν Ἱπποκράτους ὁ Πλάτων, εἴπερ τις καὶ ἄλλος, καὶ τὰ μέγιστα τῶν δογμάτων παρ’ ἐκείνου λαβών, οὕτως
10ἀργῶς ὑπὲρ ὀνύχων χρείας ἀπεφήνατο; τί δ’ Ἀριστο‐ τέλης δεινότατος ὢν τά τ’ ἄλλα καὶ τέχνην φύσεως
ἐξηγήσασθαι παρεῖδε τοσοῦτον περὶ χρείας ὀνύχων; ὁ μὲν γὰρ ὥσπερ τινὰς φαύλους δημιουργοὺς τοὺς κατασκευάζοντας τὸν ἄνθρωπον θεούς, οἷον προμελε‐11 in vol. 1
15τῶντας τὴν χρειώδη τῶν ὀνύχων ἐν τοῖς ἄλλοις ζῴοις γένεσιν, διὰ τοῦτ’ ἐπ’ ἄκροις αὐτούς φησι φῦσαι τοῖς δακτύλοις· ὁ δ’ Ἀριστοτέλης σκέπης ἕνεκα γεγονέναι φησί. τίνος μέντοι σκέπης, οὐκ εἶπεν, ἆρά γε κρύους ἢ θάλπους ἢ τῶν τιτρωσκόντων ἢ τῶν θλώντων. ‖

3

.

17

οὔτε γὰρ τούτων οὐδενὸς οὔτε παρὰ ταῦτ’ ἄλλου τινὸς ἕνεκα σκέπης ἐπινοῆσαι δυνατὸν ὄνυχας γεγο‐ νέναι. ἐμνημόνευσα δ’ Ἀριστοτέλους καὶ Πλάτωνος, οὐχ ὡς ἐλέγξαι τὰ κακῶς αὐτοῖς εἰρημένα προῃρη‐
5μένος, ἀλλ’ ἵν’ ὅθεν ἐπὶ τῶνδε τῶν δογμάτων ὡρ‐ μήθην τὴν διέξοδον, ἐνδείξωμαι. πολλῆς γὰρ οὔσης παρὰ τοῖς παλαιοῖς ἰατροῖς τε καὶ φιλοσόφοις δια‐ φωνίας περὶ χρείας μορίων—οἱ μὲν γὰρ οὔθ’ ἕνεκά του νομίζουσι γεγονέναι τὰ σώμαθ’ ἡμῶν οὔθ’ ὅλως κατὰ
10τέχνην, οἱ δὲ καί τινος ἕνεκα καὶ τεχνικῶς καὶ τού‐ των αὐτῶν ἄλλος ἄλλην χρείαν ἑκάστου τῶν μορίων λέγει—πρῶτον μὲν ἐζήτησα κριτήριον τῆς τοσαύτης εὑρεῖν διαφωνίας, ἔπειτα δὲ καὶ μέθοδόν τινα μίαν ἐν τῷ καθόλου συστήσασθαι, δι’ ἧς ἑκάστου τῶν μο‐
15ρίων αὐτοῦ τε καὶ τῶν συμβεβηκότων αὐτῷ τὴν χρείαν εὑρίσκειν δυνησόμεθα. λέγοντος οὖν Ἱπποκράτους „κατὰ μὲν οὐλομελίην πάντα συμπαθέα, κατὰ μέρος

3

.

18

δὲ τὰ ἐν ἑκάστῳ μέρει μέρεα πρὸς τὸ ἔργον“, ‖ ἐδόκει
μοι δίκαιον εἶναι βασανίσαι τὸν λόγον ἐν τοῖς μορίοις πρότερον, ὧν σαφῶς ἴσμεν τὰς ἐνεργείας, ἐντεῦθεν γὰρ κἀπὶ τἄλλα δύνασθαι μεταβαίνειν. ὡς οὖν ἐβα‐12 in vol. 1
5σάνισα, καὶ δὴ φράσω πρότερόν γε τὴν Ἱπποκράτους λέξιν ἐξηγησάμενος ἀσαφεστέραν τοῖς πολλοῖς οὖσαν, ὅτι τε κατὰ τὸν παλαιὸν ἡρμήνευται τρόπον καὶ ὅτι ταχέως, ὡς ἐκείνῳ σύνηθες. ἔστι δὴ τὸ λεγόμενον πρὸς αὐτοῦ τοιοῦτον. τὰ μόρια τοῦ σώματος πάντα
10ἀλλήλοις ἐστὶ συμπαθῆ, τουτέστιν εἰς ὑπηρεσίαν ἑνὸς ἔργου πάνθ’ ὁμολογεῖ. τὰ μὲν δὴ μεγάλα καὶ τοῦ παντὸς ζῴου μόρια, καθάπερ χεῖρες καὶ πόδες καὶ ὀφθαλμοὶ καὶ γλῶττα, τῶν ὅλου τοῦ ζῴου χάριν ἐνερ‐ γειῶν ἐγένετο καὶ πρὸς ταύτας πάνθ’ ὁμολογεῖ. τὰ
15δὲ σμικρότερα καὶ αὐτῶν τούτων πάλιν τῶν εἰρη‐ μένων μόρια πρὸς τοὖργον τοῦ παντὸς ὀργάνου τὴν ἀναφορὰν ἔχει, οἷον ὀφθαλμός, ὄργανον ὢν ὀπτικὸν ἐκ πολλῶν συγκείμενον μορίων, ἅπαντα πρὸς ἓν ἔργον τὴν ὄψιν ὁμολογοῦντα κέκτηται· τὰ μὲν γὰρ ἔχει, δι’
20ὧν ὁρῶμεν, τὰ δ’, ὧν οὐκ ἄνευ ὁρᾶν δυνατόν, τὰ δ’

3

.

19

ἕνεκα τοῦ βέλτιον ‖ ὁρᾶν, τὰ δ’ εἰς τὴν τούτων ἁπάν‐ των σωτηρίαν. ἀλλὰ καὶ πᾶν ἄλλο μόριον ὡσαύτως. καὶ γὰρ γαστὴρ οὕτω καὶ στόμα καὶ γλῶττα καὶ πόδες καὶ χεῖρες, ὑπὲρ ὧν νῦν πρόκειται λέγειν. ὧν τὸ μὲν
5ἔργον οὐδεὶς ἀγνοεῖ· πρόδηλον γάρ, ὡς ἀντιλήψεως ἕνεκα γεγόνασιν· ὅτι δ’ ἅπαντ’ αὐτῶν τὰ μόρια τοι‐ αῦτά τε καὶ τηλικαῦτ’ ἐστίν, ὡς εἰς ἓν ἔργον ὁμολο‐
γεῖν τὸ τοῦ παντὸς ὀργάνου, τοῦτ’ οὐκέτι γιγνώσκου‐ σιν ἅπαντες, ἀλλ’ Ἱπποκράτης τε οὕτως ἐγίγνωσκε13 in vol. 1
10καὶ ἡμῖν νῦν αὐτὸ τοῦτ’ ἀποδεῖξαι πρόκειται. ἐξ αὐ‐ τοῦ γὰρ ἥ τε μέθοδος συνίσταται τῆς τῶν χρειῶν εὑρέσεως καὶ τῶν παρὰ τἀληθὲς ἄλλο τι δοξαζόντων ἐξελέγχεται τὰ σφάλματα. εἰ μὲν οὖν, ὡς ὀφθαλμῶν καὶ χειρῶν καὶ ποδῶν εὔδηλον ἅπασι τοὖργον, οὕτω
15καὶ θώρακος καὶ πνεύμονος καὶ καρδίας καὶ τῶν ἄλλων ἁπάντων ἦν, οὐκ ἂν ἐν τοῖς περὶ χρείας μορίων λόγοις πολλὰ διεφερόμεθα. νυνὶ δέ, τῶν γὰρ πλείστων ἄδηλον

3

.

20

τοὖργον, ἄνευ δ’ ἐκείνου καλῶς γνω‖σθέντος οὐκ ἐνδέχεται τῶν κατὰ μέρος οὐδενὸς ἐξευρεῖν τὴν χρείαν, εὔδηλον, ὡς, ὅσοι περὶ τὰς ἐνεργείας τῶν ὀργάνων ἐσφάλησαν, οὗτοι καὶ τῆς χρείας τῶν μορίων διήμαρτον. οὔκουν
5οὔτ’ Ἀριστοτέλους οὔτ’ ἄλλου τινὸς τῶν ἔμπροσθεν ἁπάσας τὰς ἐνεργείας τῶν ὀργάνων εἰπόντος ἐνεδέχετο περὶ χρείας μορίων ἡμᾶς ἀποδείξασθαι συγγράμματα, πρὸς τῷ καὶ τινὰς ὀρθῶς μὲν εἰρηκέναι τῶν πλείστων τὰς ἐνεργείας, ἀγυμνάστους δ’ ἐν τῇ μεθόδῳ τῆς τῶν
10χρειῶν εὑρέσεως γενομένους ἐν πολλοῖς τῶν κατὰ μέρος ἐσφάλθαι, ὥσπερ ἐπὶ τῶν ὀνύχων ἐδιδάξαμεν ὀλίγῳ πρόσθεν· οἱ γὰρ ἄριστοι τῶν φιλοσόφων ἠγνο‐ ηκότες ἐφαίνοντο τὴν χρείαν αὐτῶν, οὐδὲ τῶν Ἱππο‐ κράτους, ὡς ἐλέγομεν, συνέντες γραμμάτων. ὁπότ’
15οὖν ἐπὶ χειρός, ἧς τὴν ἐνέργειαν ἴσμεν, ὅμως ἔτι δεόμεθα μεθόδου τινὸς εἰς τὴν τῶν χρειῶν εὕρεσιν,
ἦ πού γε τῶν ἐγκεφάλου μορίων ἢ καρδίας ἢ τῶν ἄλλων σχεδὸν ἁπάντων σπλάγχνων ἑτοίμως ἐξευρή‐ σομεν ἑκάστου τὴν ὠφέλειαν; ὁ μὲν γὰρ τὴν καρ‐14 in vol. 1

3

.

21

δίαν, ὁ δὲ τὰς μήνιγγας, ‖ ὁ δὲ τὸν ἐγκέφαλον ἐν ἑαυτῷ φησιν ἔχειν τὸ τῆς ψυχῆς ἡγεμονοῦν, ὥστε καὶ τὴν ἐν τοῖς μορίοις αὐτῶν ὠφέλειαν ἄλλος ἄλλην ἐρεῖ. περὶ μὲν δὴ τούτων ἐν τοῖς ἑξῆς διερευνήσομεν. οὐδὲ
5γὰρ νῦν αὐτῶν ἐμνημονεύσαμεν ἄλλου τινὸς ἕνεκεν ἢ τοῦ μηνῦσαι τὰς αἰτίας, δι’ ἃς περὶ χρείας μορίων ἐνεχειρήσαμεν γράφειν, οὕτω μὲν Ἀριστοτέλει πολλῶν καὶ καλῶς εἰρημένων, οὕτω δ’ οὐκ ὀλίγοις ἄλλοις ἰατροῖς τε καὶ φιλοσόφοις, ἧττον μὲν ἴσως Ἀριστοτέ‐
10λους, καλῶς δ’ οὖν καὶ αὐτοῖς, ὥσπερ ἀμέλει καὶ Ἡροφίλῳ τῷ Χαλκηδονίῳ. ἀλλ’ οὐδὲ τὰ Ἱπποκράτους ἦν ἱκανά, τὰ μὲν ἀσαφῶς εἰπόντος, τὰ δ’ ὅλως παρα‐ λιπόντος. κακῶς μὲν γὰρ ἐκεῖνος οὐδὲν ἔγραψεν ἐμοὶ γοῦν κριτῇ. διὰ ταῦτ’ οὖν ἅπαντα προτραπέντες
15γράψαι περὶ τῆς χρείας τῶν μορίων ἑκάστου τὰ μὲν ἐξηγησόμεθα τῶν ὑφ’ Ἱπποκράτους ἀσαφέστερον εἰρη‐ μένων, τὰ δ’ αὐτοὶ προσθήσομεν κατὰ τὰς ὑπ’ ἐκείνου παραδοθείσας μεθόδους.

3

.

22

Ὅθεν οὖν λέγοντες ἀπελίπομεν, ἀναλά‐ βωμεν αὖθις ἅπασαν ἐπεξιόντες τὴν τῆς χειρὸς κατα‐ σκευήν· ἂν γὰρ ἐν τοῖς περὶ ταύτης λόγοις σαφῆ τὴν
ἐνέργειαν ἐχούσης τελέως γυμνασώμεθα, ῥᾷον οὕτω15 in vol. 1
5τὴν μέθοδον τῶν ἑξῆς λεγομένων μαθησόμεθα. πάλιν οὖν, ὥσπερ ἀπὸ θεοῦ φωνῆς, τῆς Ἱπποκράτους ἀρξώ‐ μεθα λέξεως. ἐν οἷς γὰρ ἐνεδείκνυτο τὴν χρείαν τῶν ὀνύχων, δι’ ὧν, ἡλίκους αὐτοὺς ἔχειν προσῆκεν, ἐδί‐ δασκεν, ἐν τούτοις καὶ τοῦ σχισθῆναι μὲν εἰς δακτύ‐
10λους τὴν χεῖρα καὶ τοῖς τέτταρσι δ’ ἀντιταχθῆναι τὸν μέγαν ὁμοίως ἐνδείκνυται γράφων ὧδε· „δακτύλων δ’ εὐφυΐα, μέγα τὸ ἐν μέσῳ, καὶ ἀπεναντίον τὸν μέγαν τῷ λιχανῷ·“ ἕνεκα γὰρ τοῦ διίστασθαι τοὺς δακτύ‐ λους ἀπ’ ἀλλήλων ἐπὶ πλεῖστον, πολλαχῇ εὔχρηστον
15ὄν, ἡ σχίσις αὐτῶν ἐγένετο. δεόντως οὖν, ὅταν, οὗ χάριν ἐγένοντο, τοῦτ’ αὐτοῖς ὑπάρχῃ, μάλιστα τὴν τοιαύτην κατασκευὴν εὐφυεστάτην εἶναί φησι. διὰ γάρ τοι ταύτην καὶ τὸ ἀντιτετάχθαι τὸν μέγαν δάκτυ‐

3

.

23

λον τοῖς ἄλλοις ‖ ὑπάρχει, ὡς, εἴπερ ἔσχιστο μόνον ἡ χεὶρ ταύτῃ, μὴ μέντοι καὶ πλεῖστον τῶν ἄλλων ἀπεῖχεν ὁ μέγας, οὐκ ἂν ἀντετέτακτο αὐτοῖς. πολλὰ τοίνυν κἀνταῦθα δι’ ὀλίγων ῥημάτων διδάσκει τούς γε δυνα‐
5μένους μανθάνειν τὰ αὐτοῦ. δίκαιον οὖν ἴσως καὶ ἡμᾶς μὴ τἄλλα μόνον καλὰ τἀνδρὸς ζηλοῦντας, ἀλλὰ καὶ αὐτὸ τοῦτο τὸ δι’ ὀλίγων ὀνομάτων διδάσκειν πολλά, τὸν τρόπον τῆς ἐξηγήσεως ἁπάντων τῶν οὕτως ὑπ’ αὐτοῦ γεγραμμένων ἐνδεδειγμένους μηκέτι τὰς
10κατὰ μέρος ἐπεξιέναι ῥήσεις. οὐ γάρ, ὡς Ἱπποκράτης
κάλλιστα περὶ τῶν τοιούτων ἐγίγνωσκε, πρόκειται λέγειν ὅτι μὴ πάρεργον, ἀλλὰ τῶν μορίων ἁπάντων διελθεῖν τὴν χρείαν ἓν ἔτι τοῦτο μόνον ἐξηγησα‐ μένους ὧν ἐνεδείξατο διὰ τῆς προγεγραμμένης λέ‐16 in vol. 1
15ξεως ὁ Ἱπποκράτης, ἀναγκαιότατον μὲν ὂν ἰατρῷ γιγνώσκεσθαι, μὴ δυνάμενον δ’ εὑρεθῆναι χωρὶς τοῦ περὶ χρείας μορίων ἀκριβῶς ἐπισκέψασθαι. τί δ’ ἐστὶ τοῦτο; τὸ γιγνώσκειν, ἥτις ἐστὶν ἡ ἀρίστη κατασκευὴ τοῦ σώματος ἡμῶν. δῆλον γάρ, ὡς ἡ πάντ’ ἔχουσα

3

.

24

τὰ μόρια ‖ τὴν ἀφ’ ἑαυτῶν ὠφέλειαν ἱκανὴν εἰς τὰς ἐνεργείας τῶν ὀργάνων παρεχόμενα. „δακτύλων γὰρ εὐφυΐα, φησί, μέγα τὸ ἐν μέσῳ, καὶ ἀπεναντίον τὸν μέγαν τῷ λιχανῷ.“ καὶ εἰ ἐπανερωτῴης, διὰ τί; τὴν
5ἀπόκρισιν ἑτοίμην ἔχεις γεγραμμένην· „κατὰ μὲν γὰρ οὐλομελίην πάντα συμπαθέα, κατὰ μέρος δὲ τὰ ἐν ἑκάστῳ μέρει μέρεα πρὸς τὸ ἔργον.“ τί ποτ’ οὖν ἔργον ἐστὶ τοῦ μέρους ἡμῶν, τῆς χειρός; ἀντίληψις δηλονότι. πῶς οὖν εἰς ταύτην ὁμολογήσουσιν οἱ δά‐
10κτυλοι πάντες; εἰ μέγα μὲν ἔχοιεν τὸ ἐν μέσῳ, ἀντικρὺ δ’ ὁ μέγας εἴη τῷ λιχανῷ. οὕτω γὰρ ἅπαντα τὰ δι’ αὐτῶν ἐνεργούμενα καλῶς πραχθήσεται. καὶ γὰρ οὖν καὶ ὀφθαλμῶν καὶ ῥινῶν εὐφυΐαν ζητῶν ταῖς ἐνερ‐ γείαις συνάπτων αὐτῶν τὴν κατασκευὴν ἐξευρήσεις·
15αὕτη γάρ σοι κανὼν καὶ μέτρον καὶ κριτήριον εὐφυΐας
τε καὶ κάλλους ἀληθινοῦ. οὐδὲ γὰρ ἄλλο τι τὸ ἀληθινὸν κάλλος ἐστὶ πλὴν τῆς ἀρίστης κατασκευῆς, ἣν ταῖς ἐνεργείαις κρινεῖς Ἱπποκράτει πειθόμενος, ‖17 in vol. 1

3

.

25

οὐ λευκότησιν ἢ μαλακότησιν ἤ τισιν ἑτέροις τοιούτοις, δι’ ὧν τὸ κομμωτικόν τε καὶ νόθον, οὐ τὸ τῆς φύσεως οὐδὲ τὸ ἀληθινὸν ἐπιδείκνυται κάλλος. ὅθεν ἄλλα μὲν ἂν ἀνδραποδοκάπηλος, ἄλλα δ’ Ἱπποκράτης ἐπαι‐
5νέσειε σώματα. σὺ δ’ ἴσως οἴει παίζοντα τὸν παρὰ τῷ Ξενοφῶντι Σωκράτην ἀμφισβητεῖν κάλλους τοῖς εὐμορφοτάτοις εἶναι δοκοῦσι τῶν κατ’ αὐτόν. ὁ δ’ εἰ μὲν ἁπλῶς εἶπεν ἄνευ τοῦ πρὸς τὴν ἐνέργειαν ἀναφέρειν καὶ ταύτῃ τὸ πᾶν σταθμᾶσθαι κάλλους
10πέρι, τάχ’ ἂν ἔπαιξε μόνον· ἐπεὶ δ’ ἐν ἅπαντι τῷ λόγῳ τὸ τῆς κατασκευῆς τῶν μορίων κάλλος εἰς τὴν ἀρετὴν ἀναφέρει τῆς ἐνεργείας, οὐκέτι παίζειν αὐτὸν μόνον, ἀλλὰ καὶ σπουδάζειν νομιστέον. αὕτη γὰρ ἡ Σωκράτους μοῦσα, μιγνύειν ἀεὶ τὴν σπουδὴν ἐν μέρει
15παιδιᾶς. ταῦτα μὲν οὖν εἰς τοσοῦτον αὐτάρκως εἴρη‐ ται τό τε χρήσιμον ἐνδεικνύμενα τῆς προκειμένης πραγματείας καὶ τῶν παλαιῶν ὡς χρὴ τῆς τε γνώμης καὶ τῆς λέξεως ἐπαΐειν διδάσκοντα. τὴν δὲ τῆς χειρὸς

3

.

26

κατασκευὴν ἑξῆς ἅπασαν ἐπέλθωμεν ‖ μηδέν, ὡς οἷόν τε, παραλιπόντες ἀβασάνιστον. ἵνα δ’ ὁ λόγος προΐῃ μεθόδῳ, πάντα τὰ τοῖς σώμασιν ὑπάρχοντα διελώμεθα. ὑπάρχουσι δὲ πρῶται μὲν καὶ μάλισθ’ αἱ κράσεις·
5αὗται γὰρ τὴν ἰδίαν οὐσίαν τῶν μορίων συμπληροῦσιν.
ὅτι γὰρ ὧδέ πως ἔχει θερμότητός τε καὶ ψυχρότητος καὶ ξηρότητος καὶ ὑγρότητος τὸ σῶμα, διὰ τοῦτο τοιόνδε τὴν φύσιν ἐστί. τὸ γὰρ εἶναι σαρκὶ τῇ σαρκὶ καὶ νεύρῳ τῷ νεύρῳ καὶ τῶν ἄλλων ἑκάστῳ τοῦθ’,18 in vol. 1
10ὅπερ ἐστί, διὰ τὴν ἐκ τῶν εἰρημένων τεττάρων ποιὰν κρᾶσιν ἐγένετο. ταῦτα μὲν οὖν αὐτοῖς κατὰ τὸν τῆς οὐσίας ὑπάρχει λόγον. ἕπονται δ’ ἐξ ἀνάγκης ἀτμοὶ καὶ χυμοὶ καὶ χρόαι καὶ σκληρότητες καὶ μαλακότητες. ἕτερα δ’ ἐξ ἀνάγκης συμβέβηκε, θέσις καὶ μέγεθος
15καὶ πλοκὴ καὶ διάπλασις. ὅταν οὖν τις ἀκριβῶς ἐθέλῃ βασανίσαι τὴν χρείαν ἁπάντων τῶν ὑπαρχόντων τοῖς ὀργάνοις, πρῶτον μὲν ἐξετασάτω, καθ’ ὃ τὴν ἐνέρ‐ γειαν ἐκτήσατο· τὰ πολλὰ μὲν γὰρ εὑρήσει κατὰ τὴν ἰδίαν οὐσίαν, ἔστι δ’ ὅτε καὶ διά τι τῶν ἑπομένων,

3

.

27

ὡς ἐν ὀφθαλμοῖς διὰ τὴν ‖ χρόαν. ἔπειτα δὲ καὶ τῶν ἄλλων μορίων ἑκάστου τὴν χρείαν ζητησάτω, πότερον διὰ τὴν ἐνέργειαν ὠφέλιμόν ἐστιν ἢ διά τι τῶν ἑπο‐ μένων ταῖς κράσεσιν, ὡς ὀστοῦν διὰ τὴν σκληρότητα.
5μετὰ δὲ ταῦτ’ ἤδη τῶν συμβεβηκότων ὅλοις τε τοῖς ὀργάνοις καὶ τοῖς μορίοις αὐτῶν ἕκαστον ἐπισκεψάσθω. ταῦτα δ’ ἐστίν, ὡς ὀλίγῳ πρόσθεν ἐρρέθη, θέσις καὶ μέγεθος καὶ πλοκὴ καὶ διάπλασις. ὅστις δὲ πρὶν ἅπαντα ταῦτα βασανίσαι, πότερον ὀρθῶς ἢ καί τι
10φαύλως αὐτῶν ἔχει, περὶ χρείας οἴεται μορίων καλῶς ἐπεσκέφθαι, κακῶς ἔγνωκε. Μὴ τοίνυν μηδ’ ἡμεῖς αὐτὸ πάθωμεν ἑκόντες, ἀλλὰ πρῶτον μὲν ἐπὶ τῆς χειρός, ἐπειδὴ περὶ
ταύτης πρώτης προὐθέμεθα λέγειν, ἑξῆς δὲ καὶ τῶν19 in vol. 1
15ἄλλων μορίων ἑκάστου τὴν βάσανον ποιησώμεθα πρὸς ἅπαντα ταῦθ’, ὡς καὶ πρόσθεν ἐδείξαμεν, ἀρχήν τε ἅμα τῆς ζητήσεως καὶ κριτήριον τῶν εὑρισκομένων τὴν ἐνέργειαν ἔχοντες. ἐπεὶ τοίνυν τὸ μὲν ἔργον τῆς χειρὸς ἡ ἀντίληψις, ἀντιλαμβάνεσθαι δ’ οὐδενὸς ἂν

3

.

28

ἠδυνήθη ποτ’ ἀκίνητος μένουσα, ‖ λιθίνης γὰρ οὕτως ἢ νεκρᾶς οὐδὲν ἂν ἀπέδει, δῆλον, ὡς τὸ πρῶτον αὐτῇ τῆς ἐνεργείας μόριον ἔσται, δι’ οὗπερ ἂν εὑρεθῇ κινουμένη. ἐπεὶ τοίνυν τὰς καθ’ ὁρμὴν κινήσεις
5ἁπάσας, οἷαί περ αἱ τῆς χειρός εἰσιν, ὑπὸ μυῶν ἀπε‐ δείξαμεν γίγνεσθαι, τοῦτ’ ἂν εἴη τὸ πρῶτον αὐτῇ τῆς κινήσεως ὄργανον. τὰ δ’ ἄλλα πάντα, τὰ μὲν ἕνεκα τοῦ βέλτιον γενέσθαι τὴν ἐνέργειαν, τὰ δ’, ὧν οὐκ ἄνευ γενέσθαι δυνατὸν ἦν αὐτήν, τὰ δ’ ὑπὲρ τῆς
10φυλακῆς πάντων τούτων ἐδημιουργήθη. τὸ μὲν δὴ γένος τῶν ὀνύχων τοῦ βελτίονος ἕνεκεν ἐφαίνετο γε‐ γονέναι δυναμένων γε δὴ τῶν χειρῶν ἀντιλαμβάνεσθαι μὲν καὶ χωρὶς τῶν ὀνύχων, ἀλλ’ οὔτε πάντων τῶν ὄγκων οὔθ’ οὕτω καλῶς ὡς νῦν. ἐδείχθη γάρ, ὅτι
15τὰ σμικρὰ καὶ σκληρὰ σώματα διαδιδράσκει ῥᾳδίως αὐτάς, εἰ μὴ ταῖς κορυφαῖς τῶν δακτύλων ὑποκέοιτό τις οὐσία σκληρὰ στηρίζειν τὴν ταύτῃ σάρκα δυνα‐ μένη. καὶ μέχρι μὲν τούτου τῆς τε σκληρότητος τῶν ὀνύχων καὶ τῆς θέσεως ἡ χρεία λέλεκται.
20Διὰ τί δ’ εἰς τοσοῦτον σκληροὶ γεγόνασι, ‖

3

.

29

περαιτέρω δ’ οὐκέτι, καὶ διὰ τί περιφερεῖς ἐκ παντὸς μέρους, οὔπω μὲν εἴρηται, καιρὸς δ’ αὐτὸ νῦν ἤδη λέγεσθαι. εἰ μὲν οὖν ἐπὶ πλέον ἢ νῦν εἰσιν σκληρό‐ τεροι γεγόνεσαν δίκην ὀστῶν, ἦσαν μὲν ἂν οὕτω γε20 in vol. 1
5καὶ πρὸς τὰς ἀντιλήψεις ἀφυέστεροι μηδ’ ἐπὶ βραχὺ περιπτύσσεσθαι δυνάμενοι, μάλιστα δ’ ἂν ἀπεθραύοντο ῥᾳδίως, ὥσπερ καὶ τἄλλα τὰ κραῦρα σύμπαντα. τῆς οὖν ἀσφαλείας αὐτῶν ἡ φύσις προνοουμένη συμμέτρως ἀπειργάσατο σκληρούς, ὡς μήτε τὴν χρείαν, ἧς ἕνεκα
10γεγόνεσαν, εἰς μηδὲν παραβλάπτεσθαι μήτ’ αὐτοὺς τι πάσχειν ἑτοίμως. ὅτι δ’ οὕτω προνοουμένη μαλα‐ κωτέρους ὀστῶν εἰς τοσοῦτον ἐποίησεν, εἰς ὅσον εἴκον‐ τας μετρίως τοῖς ἔξωθεν ἐμπίπτουσι σφοδρῶς ἐκ‐ λύειν αὐτῶν τὴν βίαν, ἡ τῶν ὁμοίων ἁπάντων ἐν‐
15δεικνύσθω σοι κατασκευή. πάντα γάρ, ὅσα προπετῆ τε καὶ γυμνὰ μόρια τῶν ζῴων ἐστίν, ἐκ τοιαύτης οὐσίας ἐδημιούργησεν, οἵας μήτε θλᾶσθαι ῥᾳδίως διὰ μαλακότητα μήτε θραύεσθαι διὰ ξηρότητα. τοιοῦτον μόριον ὁπλή, τοιοῦτον χηλή, τοιοῦτον πλῆκτρον,

3

.

30

τοιοῦτον κέρας· οἷς ὡς μὲν ὅπλοις ‖ ἀμυντηρίοις σκλη‐ ροτέροις εἶναι συνέφερεν ἢ νῦν ἐστιν, ὥστε καὶ θλᾶν καὶ τέμνειν μᾶλλον δύνασθαι, πρὸς δὲ τὴν ἰδίαν αὐ‐ τῶν ἀσφάλειαν οὐκ ἦν ἄμεινον εἰς τοσοῦτον γενέσθαι
5σκληροῖς, ὡς θραύεσθαι ῥᾳδίως. οὕτως οὖν καὶ μά‐ χαιραν ἀρίστην εἶναί φαμεν οὐ τὴν ἐκ κραύρου σιδή‐ ρου γεγενημένην, οἷος ὁ παρὰ τοῖς Ἰνδοῖς ἐστι μάλιστα,
καίτοι τάχιστά γε τέμνουσαν, ἀλλὰ τὴν εἰς τοσοῦτον ἥκουσαν σκληρότητος, ὡς μήτ’ αὐτὴν θραύεσθαι ῥᾳδίως21 in vol. 1
10καὶ τέμνειν ἑτοίμως. ὅσα μὲν οὖν οὕτως ἰσχυρὰ μόρια τοῦ σώματος ὅπλοις ἀμυντηρίοις ἀνάλογον ἔκκειταί τε καὶ προβέβληται, σκληρότερα μέν ἐστι τῶν σκεπαστη‐ ρίων, ἀλλ’ οὐχ ὥστε θραύεσθαι. τὰ δὲ μηδ’ ὅπλα γεγονότα τὴν ἀρχήν, ἀλλ’ ἁπλῶς μόρια τοῦ σώματος
15ἐκκεῖσθαι δεόμενα, καθάπερ ὦτα καὶ ῥῖνες ὠλέκρανά τε καὶ γόνατα, μαλακωτέραν ἔτι τὴν οὐσίαν ἔσχεν, ὡς μᾶλλον ὑπείκοντα μᾶλλον ἐκλύειν τὰ προσπίπτοντα. τοιοῦτόν τι καὶ ὄνυξ ἐπ’ ἀνθρώπων ἐστὶ καὶ διὰ

3

.

31

τοῦτο πολὺ μαλακώτερος καὶ ‖ λεπτότερος ἐγένετο τῶν ἐν λύκοις τε καὶ λέουσι καὶ παρδάλεσιν ὀνύχων. ἡμέ‐ ρου γάρ ἐστι καὶ πολιτικοῦ ζῴου μόριον εἰς ἀκρίβειαν λαβῆς παρεσκευασμένον, οὐκ ἀμυντήριον ὅπλον ἀγρίου
5θηρίου. διὰ τί δὲ περιφερεῖς εἰσι πανταχόθεν; ἢ καὶ τοῦτ’ ἀσφαλείας ἕνεκα; μόνον γὰρ τῶν σχημάτων πρὸς δυσπάθειαν ἀκριβῶς παρεσκεύασται τὸ κυκλοτερές, ὡς ἂν μηδεμίαν ἐκκειμένην ἔχον γωνίαν ἀποθραυσθῆναι δυναμένην, ἀλλ’ ἐπεὶ καὶ κνώντων ἡμῶν ἐν αὐτοῖς
10καὶ ἄλλως ὁτιοῦν ἐνεργούντων ἔμελλεν ἐκτρίβεσθαι τὰ πέρατα, ταῦτα μόνα τὰ μόρια τοῖς ζῴοις ἡ φύσις αὐξάνεσθαι δυνάμενα κατεσκεύασε, κἂν ἤδη πεπαυ‐ μένον ᾖ τὸ σύμπαν σῶμα τῆς αὐξήσεως. αὐξάνεται δ’ οὐκ εἰς μῆκος καὶ πλάτος καὶ βάθος ὁμοίως τοῖς
15ἄλλοις μέρεσιν, ἀλλὰ ταῖς θριξὶ παραπλησίως εἰς μῆκος μόνον, ὑποφυομένων ἑτέρων νεωτέρων ὀνύχων καὶ προωθούντων τοὺς παλαιούς, οὐδὲ τοῦτ’ ἀργῶς τῆς φύσεως ἐργασαμένης, ἀλλ’ ὑπὲρ τοῦ τοῖς ἀποτριβο‐ μένοις ἑκάστοτε κατὰ τὸ πέρας αὐτῶν εἶναί [τι] τὸ22 in vol. 1

3

.

32

ἀντικαθιστάμενον. οὕτω μὲν ‖ εἰς ἄκρον ἥκει προ‐ μηθείας τῇ φύσει τὰ κατὰ τοὺς ὄνυχας. Τὸ δὲ τῶν ὀστῶν γένος ἐν τοῖς δακτύ‐ λοις ὅτι καὶ αὐτὸ τοῦ βελτίονος ἕνεκα γέγονεν, ἐκ
5τῶνδ’ ἂν μάθοις. κινεῖσθαι μὲν δήπου πολυειδῶς ὑπῆρχεν ἂν αὐτοῖς καὶ χωρὶς τῶν ὀστῶν, ὥσπερ γε καὶ τοῖς πολύποσι· τὸ δ’ ἑδραῖον ἐν τοῖς ἔργοις οὐκ ἄν ποτ’ ἔσχομεν ἀποροῦντες ἀντιβατικοῦ τε καὶ σκληροῦ μορίου. τοιοῦτον δ’ ἐστὶν ἐν τοῖς τῶν ζῴων σώμασι
10τὸ γένος τῶν ὀστῶν καὶ διὰ τοῦτ’ ἔν τε τοῖς δακτύ‐ λοις καὶ καθ’ ὅλας τὰς χεῖράς τε καὶ τὰ σκέλη καὶ πολλαχόθι τοῦ σώματος ἐγένετο. τί μὲν οὖν καθ’ ἕκαστον τῶν ἄλλων ὀργάνων ἡ παρὰ τῶν ὀστῶν ἕδρα συντελεῖ, τάχ’ ἂν ὁ λόγος προϊὼν ἐπιδείξειεν. ὅτι δ’
15εἰς πολλὰ τῶν ἔργων χρηστὴ τοῖς δακτύλοις ἐστίν, ἤδη πάρεστι σκοπεῖν ἐννοήσαντας, ὅτι οὐδὲν ἂν τῶν τρεμόντων βέλτιον ἐνηργοῦμεν ἢ γράφοντες ἢ τέμνον‐ τες ἤ τι τοιοῦτον ἄλλο διαπραττόμενοι χωρὶς ὀστῶν. ὃ γὰρ ἐκείνοις διὰ τὸ πάθος, τοῦτ’ ἂν ἀεὶ πᾶσιν

3

.

33

ἡμῖν ὑπῆρχε φύσει ‖ λυγιζομένων τε καὶ οἷον κλω‐
μένων τῶν δακτύλων ὑπὸ μαλακότητος. ἀλλ’ ἡ τῶν ὀστῶν φύσις εἰς τοῦτ’ ἐπίκουρος ὑπὸ τοῦ δημιουρ‐ γήσαντος ἐδόθη στηρίζουσα καθ’ ἕκαστον τῶν σχημά‐23 in vol. 1
5των τοὺς δακτύλους. καὶ γὰρ δὴ καὶ αὐτὸ τοῦτο τὸ πολυειδῶς σχηματίζεσθαι, χρησιμώτατον ὑπάρχον, ἐκ πλειόνων ὀστῶν ἑκάστου συντεθέντος ἐγένετο, μὴ ἂν γενόμενον, εἴπερ ἐξ ἑνὸς ἐδημιουργήθησαν μόνου· μόνα γὰρ ἂν οὕτως ἐκεῖνα τῶν ἔργων ἐπράττετο κα‐
10λῶς, ὅσα τῶν δακτύλων ἐκτεταμένων δεῖται. θαυμάσαι δὲ χρὴ κἀνταῦθα τὴν τέχνην τῆς φύσεως εἰς ἁπάσας τὰς ἐνεργείας ἐπιτηδείους κατασκευασαμένης τοὺς δακτύ‐ λους. ἄνευ μὲν γὰρ ὀστῶν γενόμενοι μόνα τῶν ἔργων ἔπραττον ἂν ἐκεῖνα καλῶς, ἐν οἷς κυκλοτερῶς ἐχρῄζο‐
15μεν ἑλίττειν αὐτοὺς περὶ τὸ ληπτόν· ἓν δ’ εἴπερ ὀστοῦν ἔσχον, ἐν οἷς ἐκτεταμένων ἐχρῄζομεν, ἐν τού‐ τοις μόνοις ὀρθῶς ἂν ὑπηρέτουν. ἐπεὶ δ’ οὔτε χωρὶς ὀστῶν οὔτ’ ἐξ ἑνὸς ἀλλ’ ἐκ τριῶν ἕκαστος ἐγένετο κατ’ ἄρθρον ἀλλήλοις συναπτόντων, διὰ τοῦτ’ εἰς

3

.

34

ἅπασαν ἐνέργειαν ἑτοίμως σχημα‖τίζονται. καμφθέν‐ των μὲν γὰρ ἁπάντων τῶν ἄρθρων οὕτως ἐνεργοῦμεν αὐτοῖς, ὡς εἰ καὶ χωρὶς ὀστῶν ἐγεγόνεσαν, ἐκταθέντων δ’ ἁπάντων, ὡς εἰ κἀξ ἑνὸς ὀστοῦ μόνου. πολλαχῇ
5δ’ οὔτε πάντων ἐκτεταμένων οὔτε πάντων κεκαμμένων δεόμενοι ποτὲ μὲν τὸ πρῶτον μόνον ἢ τὸ δεύτερον ἢ τὸ τρίτον ἄρθρον, ποτὲ δ’ ἤτοι τὸ πρῶτον ἅμα καὶ τὸ δεύτερον ἢ τὸ δεύτερον καὶ τὸ τρίτον ἢ τὸ πρῶτον καὶ τὸ τρίτον ἐκτείνοντες ἢ κάμπτοντες ἓξ οὕτω δια‐
10φορὰς σχημάτων ἐργαζόμεθα. καθ’ ἑκάστην δ’ αὐτῶν τὸ μᾶλλόν τε καὶ ἧττον εἰς ὅσον πλῆθος ἐκτέταται, λέξαι μὲν ἀδύνατον, ἐννοῆσαι δὲ ῥᾴδιον. ἡ μὲν γὰρ τελέα κάμψις, ὥσπερ οὖν καὶ ἡ ἔκτασις, ἄτμητος εἰς τὸ μᾶλλόν τε καὶ ἧττον· ἡ δ’ ἐν τῷ μεταξὺ τούτων24 in vol. 1
15κίνησις τῶν ἄρθρων ἀμήχανον ὅσον ἀριθμὸν ἐργά‐ ζεται ποτὲ μὲν μᾶλλον, ποτὲ δ’ ἧττον καμπτομένων τε καὶ ἐκτεινομένων αὐτῶν. οὔκουν ἓξ μόναι διαφοραὶ προσγίγνονται σχημάτων τοῖς δακτύλοις οὕτω κατα‐ σκευασθεῖσιν, ἀλλ’ ἓξ μὲν καθόλου, κατὰ μέρος δ’ ‖

3

.

35

ἄπειροι, τῶν ἄλλων δυοῖν κατασκευῶν τῆς μὲν χωρὶς ὀστῶν τὸ κυκλοτερὲς σχῆμα μόνον αὐτοῖς διδόναι δυναμένης, τῆς δ’ ἐξ ἑνὸς ὀστοῦ τὸ εὐθύ. νυνὶ δ’ οὔτε τούτων ἀπελείφθησαν καὶ πρὸς αὐτοῖς ἓξ μὲν
5καθόλου, πολυειδῆ δ’ ἐν μέρει σχήματα προσεκτή‐ σαντο. τὸ μὲν οὖν ἀκριβῶς εὐθὺ δυνατὸν ἦν ὑπάρ‐ χειν αὐτοῖς ἐκ μόνων ὀστῶν κατ’ εὐθεῖαν γραμμὴν συντεθεῖσι, τὸ δ’ ἀκριβῶς κυκλοτερὲς οὐκέτι. Πρὸς δὴ τοῦθ’ ἡ φύσις ἀντεμηχανήσατο
10τὴν τῆς σαρκὸς γένεσιν, ἣν τοῖς μὲν ἐκτὸς μέρεσι τῶν ὀστῶν ἐπιτρέφειν οὐκ ἐδεῖτο, περιττὸν γὰρ οὕτως ἄχθος ἂν ἦν, τοῖς δ’ ἐντὸς ἅπασιν ὑπέθρεψεν, ἵν’ ὅταν δέῃ τι περιλαβεῖν κυκλοτερῶς, μαλακὴ τὴν σύστασιν ὑπάρχουσα καὶ πρᾴως εἴκουσα τοῖς ὁμιλοῦσιν ἐπανορ‐
15θῶται τὴν τῶν ὀστῶν εὐθύτητα. καὶ διὰ τοῦτ’ ἐν αὐτοῖς μὲν τοῖς ἄρθροις ὀλιγίστην, πλείστην δ’ ἐν
τοῖς μεταξὺ τῶν ἄρθρων ἐποίησεν. οὐδὲ γὰρ ἐδεῖτό25 in vol. 1

3

.

36

τι τῶν ἄρθρων τῆς ὁμοίας τοῖς ὀστοῖς ἐπι‖κουρίας κάμπτεσθαι πεφυκός, καὶ πρὸς τῷ μηδὲν αὐτοῖς χρη‐ στὸν παρέχειν ἔτ’ ἂν ἐμποδὼν ἐγίγνετο τῇ κινήσει τὸ μέν τι βαρύνουσα περιττῶς, τὸ δέ που καὶ τῆς
5ἐντὸς εὐρυχωρίας ἀποκλείουσα. διὰ ταῦτα μὲν δὴ τὴν τῆς σαρκὸς γένεσιν ἡ φύσις ἐκτὸς μὲν τῶν δακτύ‐ λων οὐδ’ ὅλως, ἐντὸς δὲ πλείστην μὲν ἐν τοῖς με‐ ταξὺ τῶν ἄρθρων, ἐλαχίστην δ’ ἐπ’ αὐτοῖς εἰργάσατο. προσέφυσε δ’ ἤδη κἀν τοῖς πλαγίοις τῶν δακτύλων
10αὐτῆς τοσοῦτον, ὅσον ἔμελλεν ἀναπληρώσειν αὐτῶν τὰς μεταξὺ χώρας τὰς κενάς, ἵνα κἀνταῦθ’ ἡ χεὶρ μὴ μόνον ὡς πολυσχιδὲς ὄργανον, ἀλλ’ ὡς καὶ παντά‐ πασιν ἄσχιστον ἐνεργεῖν δύνηται. συναχθέντων γὰρ πρὸς ἀλλήλους τῶν δακτύλων οὕτως ἡ μεταξὺ χώρα
15πᾶσα σφίγγεται πρὸς τῆς σαρκός, ὥστ’, εἰ καί τι τῶν ὑγρῶν σωμάτων ἐθέλοις κατέχειν ὑπτίαν ἐργασάμενος τὴν χεῖρα, μὴ ἐᾶν ἐκρυῆναι. ταῦτ’ οὖν τοιαῦτα καὶ τοσαῦτα πρὸς τῆς σαρκὸς ἀγαθὰ τῇ χειρὶ καὶ πρὸς τούτοις ἔτι μαλάττειν καὶ τρίβειν, ὅσα συμμέτρως
20μαλακῶν τῶν μαλαττόντων τε καὶ τριβόντων ὀργάνων

3

.

37

δεῖται· ‖ πολλὰ δὲ κατὰ πάσας τὰς τέχνας ἐστὶ τοιαῦτα. ἴδιαι μὲν αὗται χρεῖαι τῆς ἐν τῇ χειρὶ σαρκός. αἱ δὲ κοιναὶ (καὶ γὰρ τούτων οὐδὲν ἧττον ἀπολαύει) διὰ τῆς τοῦ γράφοντος αὐτὰς εἰρήσονται λέξεως. φησὶ δὲ
5Πλάτων ἐν Τιμαίῳ· „τὴν δὲ σάρκα προβολὴν μὲν
καυμάτων, πρόβλημα δὲ χειμώνων, ἔτι δὲ πτωμάτων οἷον τὰ πιλητὰ ἔσεσθαι κτήματα, σώμασι μαλακῶς καὶ πρᾴως ὑπείκουσαν, θερμὴν δὲ νοτίδα ἐντὸς ἑαυτῆς ἔχουσαν θέρους μὲν ἀνιδίουσάν τε καὶ νοτιζομένην26 in vol. 1
10ἔξωθεν ψῦχος καθ’ ἅπαν τὸ σῶμα παρέξειν οἰκεῖον, χειμῶνος δὲ πάλιν αὖ τούτῳ τῷ πυρὶ τὸν προσφερό‐ μενον ἔξωθεν καὶ περιιστάμενον πάγον ἀμύνεσθαι μετρίως.“ ὅτι μὲν οὖν οἷον πρόβλημά τι τοῖς πιλη‐ τοῖς κτήμασιν ὁμοιότατον ἡ σάρξ ἐστιν, οὐ δεῖται
15λόγου. φαίνεται δ’ ὁμοίως καὶ ὅτι θερμὴν ἐντὸς ἑαυτῆς ἔχει τὴν ἐκ τοῦ αἵματος ἰκμάδα. ὅτι δ’ ἅπασα θερμὴ συμμέτρως νοτίς, οἵα περ ἡ τῆς σαρκός ἐστιν, ἀρήγει κατ’ ἴσον ταῖς ἀμετρίαις ἀμφοτέραις κρύους

3

.

38

θ’ ἅμα καὶ θάλπους, οὐκέθ’ ὁμοίως οἱ πολλοὶ ‖ συγ‐ χωροῦσιν· ἀλλ’ εἰ πρῶτον μὲν αὐτοὺς τῆς τῶν βαλα‐ νείων ὑπομνήσαιμεν δυνάμεως, ἔπειτα δὲ καὶ τὴν φύσιν αὐτοῦ τοῦ πράγματος ἐξηγησαίμεθα, τάχ’ ἂν πεισθεῖεν.
5οὔτ’ οὖν ἐμψύχειν ἱκανώτερον τοὺς θάλπει σφοδρῷ συσχεθέντας οὔτε θερμαίνειν ἑτοιμότερον τοὺς μεγάλῳ κρύει καταπονηθέντας εὕροις ἄν τι βαλανείου· ὑγρὸν γὰρ ὂν τὴν φύσιν καὶ συμμέτρως θερμὸν τῇ μὲν ὑγρότητι τὴν ἐκ τοῦ θάλπους τέγγει ξηρότητα, τῇ δ’
10αὖ θερμότητι τὴν ἐκ τοῦ κρύους ἰᾶται ψῦξιν. ἀλλὰ περὶ μὲν σαρκῶν ἀρκεῖ καὶ ταῦτα. Περὶ δὲ τῆς τῶν ὀστῶν φύσεως τῶν ἐν τοῖς δακτύλοις αὖθις ἐπάνιμεν, ὅθεν λέγοντες ἔμ‐
προσθεν ἀπελίπομεν. ὅτι μὲν γὰρ ἐδεήθημεν αὐτῶν27 in vol. 1
15τῆς εἰς τὰς ἐνεργείας ἕδρας ἕνεκα καὶ ὅτι πλειόνων ὑπὲρ τοῦ πολυειδοῦς τῶν σχημάτων, ἱκανῶς ἀποδέ‐ δεικται. περὶ μέντοι τοῦ πλήθους αὐτῶν, ὅτι το‐ σοῦτον, καὶ περὶ τοῦ καθ’ ἕκαστον μεγέθους, ὅτι τηλικοῦτον, καὶ περὶ σχήματος καὶ τρόπου διαρθρώ‐

3

.

39

σεως οὐδὲν εἴπομεν. ὧδ’ οὖν ‖ αὖθις λεγέσθω, μήτε πλείω τῶν τριῶν μήτ’ ἐλάττω χρῆναι γενέσθαι τὰ τῶν δακτύλων ὀστᾶ. πλείω μὲν γὰρ γενόμενα πρὸς τῷ μηδὲν ὠφελεῖν ἐνέργειαν μηδεμίαν, ἱκανῶς γὰρ ἐδεί‐
5χθησαν ἅπασαι καὶ διὰ τῶν τριῶν ἐπιτελούμεναι, τάχ’ ἄν που καὶ παρέβλαψε τὴν τελέαν ἔκτασιν ἧττον ἑδραίαν ἢ νῦν ἐστιν ἐργασάμενα· τὰ γὰρ ἐκ πλειόνων μορίων συγκείμενα ῥᾷον ὀκλάζει τῶν ἐξ ἐλαττόνων. ἐλάττω δ’ εἴπερ ἐγένετο, τὴν ποικιλίαν τῶν κατὰ
10μέρος σχημάτων οὐκ ἂν ἔσχε τοσαύτην. ἵν’ οὖν καὶ κινῆται πολυειδῶς καὶ φύγῃ τὴν εὐπάθειαν, ὁ τῶν τριῶν ἀριθμὸς αὐτάρκης. μεγέθει δ’ ὅτι χρὴ τὸ προ‐ τεταγμένον ὑπερέχειν τοῦ μετ’ αὐτό, πρόδηλον παντί· τὸ μὲν γὰρ ὀχεῖ, τὸ δ’ ὀχεῖται, μεῖζον δ’ εἶναι χρὴ
15τὸ βαστάζον τοῦ βασταζομένου. καὶ μὲν δὴ καὶ ὡς εἰς ἐλάχιστον ἐχρῆν καὶ περιφερὲς τελευτᾶν τῶν δα‐ κτύλων τὰς κορυφάς, ἔμπροσθεν ἐδείκνυτο· γενέσθαι δ’ ἀμήχανον ἑτέρως τοῦτο μὴ κατὰ βραχὺ μειουμένου

3

.

40

τοῦ μεγέθους τῶν ὀστῶν· καὶ διὰ τοῦτ’ ‖ ἔλαττον ἀεὶ χρὴ τὸ δεύτερον εἶναι τοῦ προτέρου. περὶ δὲ τοῦ
σχήματος αὐτῶν, ὅτι μὲν ἀπὸ πλατυτέρας τῆς ἄνω βάσεως εἰς στενοτέραν τὴν κάτω τελευτᾷ, τὰς αὐτὰς28 in vol. 1
5ἕξει ταῖς περὶ τοῦ μεγέθους εἰρημέναις χρείας. ὅτι δὲ καὶ περιφερῆ, τὴν δυσπάθειαν αἰτιατέον· ἁπάντων γὰρ σχημάτων τὸ τοιοῦτον δυσπαθέστατον, ὡς ἂν μηδεμίαν ἔχον ἐξοχὴν ὑπὸ τῶν προσπιπτόντων ἔξωθεν ἀποθραυσθῆναι δυναμένην. διὰ τί δ’ ἕκαστον ἀκριβῶς
10μὲν ἔξωθεν κυρτόν, ἔνδοθεν δὲ κἀκ τῶν πλαγίων οὐκ ἀκριβῶς; ἢ καὶ τοῦτο τοῦ βελτίονος ἕνεκα; τοῖς μὲν γὰρ ἐντὸς ἑαυτῶν μέρεσιν οἱ δάκτυλοι καὶ τρίβουσι καὶ μαλάττουσι καὶ λαμβάνουσι τὰ σύμπαντα· χεῖρον δ’ ἂν ἐγίγνετο κυρτῶν ταύτῃ γιγνομένων τῶν ὀστῶν.
15τοῖς δ’ ἐκτὸς οὔτε τούτων οὐδὲν οὔτ’ ἄλλην τιν’ ἐνέργειαν ἐνεργοῦντες εἰς μόνην τὴν δυσπάθειαν ἀκρι‐ βῶς παρεσκευάσθησαν. ἐν δ’ αὖ τοῖς πλαγίοις τὸ μὲν δυσπαθὲς εἶχον ἀλλήλους φρουροῦντες, ἐδέοντο δ’ ἐν τῷ συνάγεσθαι μηδεμίαν ἀπολιπεῖν ἐν τῷ μεταξὺ χώραν

3

.

41

κενήν· ‖ οὔκουν ἐχρῆν αὐτοὺς κυρτοὺς ταύτῃ γενέσθαι. πίστις δ’ ἱκανὴ τοῦ λεγομένου τὸ τοῦ μεγάλου δακτύ‐ λου καὶ τοῦ μικροῦ, τοῦ μὲν τὴν ἄνωθεν, τοῦ δὲ τὴν κάτωθεν περιφέρειαν κυρτὰς ἀκριβῶς γενέσθαι· οὔτε
5γὰρ ἐφρουροῦντο ταύτῃ πρὸς οὐδενὸς οὔθ’ ὡμίλουν ἑτέρῳ δακτύλῳ. θαῦμα μὲν δὴ καὶ τοῦτο τῆς φύσεως ἐν τῇ τῶν ὀστῶν κατασκευῇ. Θαῦμα δ’ οὐδὲν ἧττον καὶ ὁ τῆς διαρ‐ θρώσεως τρόπος. οὐ γὰρ ἁπλῶς οὐδ’ ὡς ἔτυχεν ἐκ
10τριῶν ὀστῶν ἕκαστος τῶν δακτύλων ἐγένετο, ἀλλ’ ὥσπερ οἱ τῶν θυρῶν στρόφιγγες, οὕτω καὶ τῶν ἄρ‐ θρων ἕκαστον ἐξοχὰς κοιλότησιν ἐμβαινούσας ἔχει. καὶ τοῦτο μὲν ἴσως οὐδέπω θαυμαστόν· ἀλλ’ εἰ διασκεψάμενος ἁπάντων τῶν ὀστῶν τῶν καθ’ ὅλον τὸ29 in vol. 1
15σῶμα τὴν σύνταξιν εὕροις ἀεὶ τὰς ἐξοχὰς ἴσας ταῖς ὑποδεχομέναις κοιλότησιν, ἤδη τοῦτ’ εὖ οἶδ’ ὅτι μέ‐ γιστόν σοι θαυμάτων φανεῖται. εὐρυτέρας μὲν γὰρ ἢ χρὴ τῆς κοιλότητος γενομένης χαλαρὸν ἂν ἦν καὶ ἀστήρικτον τὸ ἄρθρον· στενοτέρας δὲ δυσχερής τε

3

.

42

ἂν ἡ ‖ κίνησις ἐγίγνετο μηδεμίαν ἀναστροφὴν ἔχουσα καὶ κίνδυνος οὐ σμικρὸς τὰς ἐξοχὰς τῶν ὀστῶν θραυ‐ σθῆναι στενοχωρουμένας. ἀλλ’ οὔτε τούτων οὐδέτερον ἐγένετο καὶ πάσας τῶν ὀστῶν τὰς κοιλότητας οἷον
5ἄμβωνές τινες κύκλῳ περιθέουσιν ἀσφάλειαν μεγάλην τοῖς ἄρθροις 〈παρεχόμενοι〉 τοῦ μήποτ’ ἐκπεσεῖν ἄνευ τινὸς ἐξαισίας ἀνάγκης. ἀλλ’ ἐπεὶ πάλιν ἐκ τῆς οὕτως ἀσφαλοῦς κατασκευῆς κίνδυνος ἦν τάς τε κινήσεις δυσχερέστερον γίγνεσθαι τάς θ’ ὑπεροχὰς τῶν ὀστῶν
10ἐκτρίβεσθαι, διττὴν αὖθις ἐξεύρηκε καὶ πρὸς ταῦθ’ ἡ φύσις ἐπικουρίαν χόνδρῳ μὲν πρότερον ὑπαλείψασα τῶν ὀστῶν ἑκάτερον, ἐπιχέασα δ’ αὐτοῖς ἄνωθεν τοῖς χόνδροις, οἷον ἔλαιόν τι, λιπαρὸν καὶ γλίσχρον χυμόν, δι’ ὃν εὐκίνητός τε ἅμα καὶ ἀκατάτριπτος ἅπασα διάρ‐
15θρωσις τῶν ὀστῶν ἐγένετο. ἦν μὲν οὖν καὶ τὸ τῶν
κατὰ τὰς κοιλότητας ὀφρύων τέχνημα τῆς φύσεως ἱκανὸν κωλύειν τὰς ἐκπτώσεις τῶν ἄρθρων, ἀλλ’ οὐκ ἐπίστευσεν αὐτῷ μόνῳ τὴν φυλακὴν εἰδυῖα πολλὰς30 in vol. 1

3

.

43

πολλάκις κι‖νήσεις βιαίους τε καὶ σφοδρὰς καταληψο‐ μένας τὸ ζῷον. ἵν’ οὖν πανταχόθεν ἀκριβῶς ἅπαν ἄρθρον φρουροῖτο, συνδέσμους τινὰς τῶν ὀστῶν ἀμ‐ φοτέρων ἐξέφυσεν ἐκ θατέρου καθάπτοντας εἰς θάτερον.
5εἰσὶ δ’ αὐτῶν οἱ μέν, ὥσπερ νεῦρα, στρογγύλοι τε καὶ παχεῖς, οἱ δ’, ὥσπερ ὑμένες, προμήκεις τε καὶ λεπτοὶ κατὰ τὴν χρείαν ἀεὶ τῶν ἄρθρων τοιοῦτοι γεγονότες, οἱ μέγιστοι μὲν καὶ παχύτατοι τά τε κυ‐ ριώτατα τῶν ἄρθρων καὶ τὰ μέγιστα φρουροῦντες, οἱ
10λοιποὶ δ’ ἐν τοῖς ἀκυροτέροις τ’ αὐτῶν καὶ σμικρο‐ τέροις. ταῦτ’ οὖν ἅπαντα καὶ κοινῇ κατὰ πᾶν ἄρθρον ἐτεχνήσατο κἀν τοῖς κατὰ τοὺς δακτύλους, ὡς τούτοις ἔπρεπε μάλιστα· μικραὶ μὲν γὰρ αἱ διαρθρώσεις, ἀλλ’ ἀκριβῶς μὲν ἐγγεγλυμμέναι, λεπταῖς δ’ ἴτυσι παν‐
15ταχόθεν ἐστεφανωμέναι καὶ χόνδροις ἰσχνοῖς ἐπαλη‐ λιμμέναι καὶ συνδέσμοις ὑμενώδεσι συνημμέναι. τὸ δὲ μηδαμῇ τὰς ὀφρῦς τῶν ὀστῶν ἴσας ἐργάζεσθαι, ἀλλ’ ἔξωθεν μὲν πολὺ μείζους, ἔνδοθεν δ’ ἐλάττους, μέγιστον καὶ αὐτὸ τῆς φύσεως ἐν δακτύλων κατασκευῇ

3

.

44

σό‖φισμα. μικραὶ μὲν γὰρ ἔξωθεν γενόμεναι κἂν ἐπέκεινα τῆς ἐσχάτης ἐκτάσεως ἀνακλᾶσθαι συνεχώρουν τοῖς ἄρθροις· μείζους δ’ εἴπερ ἔσωθεν ἦσαν, ἐκώλυον
ἂν ἐπὶ πλέον κάμπτεσθαι· ὥστ’ ἔβλαπτον ἂν καθ’31 in vol. 1
5ἑκάτερα τό τε τῆς ἐκτάσεως ἑδραῖον ἀφαιρούμεναι καὶ τὸ τῆς κάμψεως πολυειδές· ἐπεὶ δ’ ἐναντίως ἔσχον, οὐδεμιᾶς μὲν βλάβης, ἁπάσης δ’ ὠφελείας ταῖς κινή‐ σεσι τῶν δακτύλων αἴτιαι γεγόνασι. διὰ τί δὲ σκληρὰ καὶ πυκνὰ καὶ ἀμύελα τὰ τῶν δακτύλων ὀστᾶ; ἢ ὅτι
10γυμνὰ πάντη καὶ διὰ τοῦτ’ εὐπαθῆ; τοῖς δ’ ἐν ἀπορίᾳ τῶν ἔξωθεν σκεπασμάτων εὐπαθέσιν ἐπανόρθωμα μέ‐ γιστον ἡ τῆς οἰκείας κατασκευῆς δυσπάθεια. Τὰ μὲν δὴ τῶν ὀστῶν 〈τῶν ἐν〉 τοῖς δακτύλοις ὧδ’ ἔχει. τὰ δὲ τῶν ἄλλων μορίων ἑξῆς
15δίειμι πρότερόν γ’ ὑπομνήσας, ὡς ἀπεδείχθη, μὴ δύ‐ νασθαι καλῶς εὑρεθῆναι χρείαν μορίου πρὶν τὴν ἐνέρ‐ γειαν γνωσθῆναι. χειρῶν μὲν οὖν ἀντίληψις ἐνέργεια

3

.

45

καὶ φαίνεται καὶ συγχωρεῖται καὶ ‖ οὐδεμιᾶς ἀποδείξεως δεῖται. φλεβῶν δὲ καὶ ἀρτηριῶν καὶ νεύρων καὶ μυῶν καὶ τενόντων οὔθ’ ὡμολόγηταί τι περὶ τῶν ἐνεργειῶν οὔτε φαίνεται καὶ διὰ τοῦτο λόγου δεῖται πλέονος.
5ἀλλ’ οὐ νῦν καιρὸς ὑπὲρ ἐνεργειῶν ζητεῖν· οὐ γὰρ περὶ τούτων, ἀλλὰ περὶ χρειῶν πρόκειται λέγειν. ἀναγκαῖον οὖν ἐκ τῶν ἐν ἑτέροις ἀποδεδειγμένων καὶ νῦν καὶ κατὰ τὸν ἑξῆς λόγον ἅπαντα καθάπερ τινὰς ὑποθέσεις τὰ συμπεράσματα τῶν ἀποδείξεων λαμβά‐
10νοντας οὕτω περαίνειν τὸν λόγον. ὅτι μὲν γὰρ ἀρχὴ νεύρων ἁπάντων ἐγκέφαλός τε καὶ νωτιαῖος καὶ ὡς αὐτοῦ τοῦ νωτιαίου πάλιν ἐγκέφαλος, ἀρτηριῶν δ’
ἁπασῶν καρδία, φλεβῶν δ’ ἧπαρ, καὶ ὡς τὰ μὲν νεῦρα παρ’ ἐγκεφάλου τὴν ψυχικὴν δύναμιν, αἱ δ’ ἀρτηρίαι32 in vol. 1
15παρὰ καρδίας τὴν σφυγμικήν, αἱ φλέβες δ’ ἐξ ἥπατος τὴν φυτικὴν λαμβάνουσιν, ἐν τοῖς Περὶ τῶν Ἱππο‐ κράτους καὶ Πλάτωνος δογμάτων ἀποδέδεικται. εἴη ἂν οὖν νεύρων μὲν χρεία δύναμιν αἰσθήσεώς τε καὶ κινήσεως ἀπὸ τῆς ἀρχῆς παράγειν τοῖς κατὰ μέρος·

3

.

46

ἀρτη‖ριῶν δὲ φυλάττειν τε τὴν κατὰ φύσιν θερμασίαν καὶ τρέφειν τὸ πνεῦμα τὸ ψυχικόν· αἵματος δ’ ἕνεκα γενέσεώς τε ἅμα καὶ τῆς εἰς πάντα τὰ μόρια φορᾶς αἱ φλέβες ἐγένοντο. καὶ μὴν καὶ περὶ τενόντων καὶ
5νεύρων καὶ συνδέσμων, ὅπῃ διαφέρουσιν, ἐν τοῖς Περὶ μυῶν κινήσεως εἴρηται. δῆλον δ’, ὡς καὶ περὶ τῆς τῶν μυῶν φύσεως ἐν ἐκείνοις λέλεκται καὶ ὡς εἰσὶν ὄργανα τῆς καθ’ ὁρμὴν κινήσεως καὶ ὡς ἡ ἀπονεύρω‐ σις αὐτῶν τένων ὀνομάζεται.
10 Ταῦτ’ οὖν εἴς τε τὸν παρόντα καὶ τὸν ἑξῆς ἅπαντα λόγον οἷον ὑποθέσεις τινὰς τῶν ἀποδείξεων λαμβάνοντες ἐν ἑκάστῳ τῶν ὀργάνων τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐροῦμεν ἀπὸ τῶν δακτύλων αὖθις ἀρξάμενοι. ἐπειδὴ γὰρ τὴν τῶν ὀστῶν κατασκευὴν ἐν
15αὐτοῖς ἐπιτηδειοτάτην ὀργάνοις ἀντιληπτικοῖς ἡ φύσις ἐποίησεν, ἦν δ’ ἀμήχανον αὐτοῖς τοῖς ὀστοῖς οὕτω γεώδεσί τε καὶ λιθώδεσιν οὖσι μεταδοῦναι τῆς καθ’ ὁρμὴν κινήσεως, ἐξεῦρεν, ὅτῳ τρόπῳ δι’ ἑτέρων αὐτὰ

3

.

47

κινήσει. τῶν οὖν κατὰ τὸν πῆχυν μυῶν ἀπο‖φύσασα τένοντας εὐθὺ τῶν δακτύλων ἤγαγεν. ἃ γὰρ οἱ πα‐
λαιοὶ καλοῦσι νεῦρα, ταυτὶ τὰ προφανῆ, τὰ κινοῦντα τοὺς δακτύλους, οἱ τένοντές εἰσιν· ὧν ἡ μὲν γένεσις33 in vol. 1
5ἐκ τῶν εἰς τοὺς μῦς διασπειρομένων νεύρων τε καὶ συνδέσμων αὖθις ἀλλήλοις συνιόντων, ἡ δὲ χρεία κατὰ τὴν τῶν συντιθέντων φύσιν. καὶ γὰρ αἰσθά‐ νονται καὶ κινοῦνται καθ’ ὁρμὴν καὶ ξυνδοῦσι τοὺς μῦς τοῖς ὀστοῖς. τούτων δὲ τὰ μὲν πρότερα, τὸ
10αἰσθάνεσθαι καὶ κινεῖσθαι, δῆλον, ὡς παρὰ τῶν νεύ‐ ρων, τὸ συνδεῖν δὲ παρὰ τῶν συνδέσμων ἔχουσι. λευκὸν γὰρ καὶ ἄναιμον καὶ ἀκοίλιον ὁ σύνδεσμος ὁμοίως τῷ νεύρῳ καὶ ταύτῃ πολλοῖς τῶν ἀμαθεστέρων ὡς νεῦρον φαντάζεται· ἀλλ’ οὐκ ἐξ ἐγκεφάλου καὶ νωτιαίου πέ‐
15φυκεν, ἀλλ’ ἐξ ὀστῶν εἰς ὀστᾶ διικνεῖται, διὸ καὶ νεύρου πολὺ σκληρότερός ἐστι καὶ παντάπασιν ἀναίσθη‐ τος καὶ κινεῖν οὐδὲν δύναται. τοὺς οὖν τένοντας ἅπαντας τοὺς κατὰ τὸν καρπὸν φαινομένους ἀπὸ τῶν κατὰ τὸν πῆχυν μυῶν ἐπὶ τοὺς δακτύλους ἡ φύσις
20ἐκτείνασα καθῆψεν εἰς τῶν ἄρθρων ἕκαστον, οὐκ εἰς

3

.

48

αὐτὴν ‖ δήπου τὴν σύνταξιν τῶν ὀστῶν· τί γὰρ ἂν ἦν οὕτω χρηστόν; ἀλλ’ οὐδ’ εἰς τὸ τοῦ προτεταγμένου τῆς διαρθρώσεως ὀστοῦ πέρας—οὐδὲ γὰρ οὐδὲ τοῦτ’ οὐδὲν ὄφελος—ἀλλ’ εἰς τὴν κεφαλὴν τοῦ δευτέρου
5τῶν ὀστῶν τοῦ μέλλοντος κινηθήσεσθαι· καθ’ ὃν οἶμαι τρόπον ἔχει τὰ πρὸς τῶν μηρίνθων εἴδωλα
κινούμενα· καὶ γὰρ κἀν τούτοις ὑπερβαίνοντες τὴν διάρθρωσιν εἰς τὴν ἀρχὴν τῶν ὑποτεταγμένων μορίων καθάπτουσι τὴν μήρινθον, ἵν’ ἑλκομένης αὐτῆς ἄνω34 in vol. 1
10ῥᾳδίως ἕπηται τὸ εἴδωλον. καὶ εἴπερ, ὃ λέγω, ποτὲ τεθέασαι, σαφῶς ἤδη νενόηκας, ὅπως ὑφ’ ἑκάστου τῶν τενόντων ἕκαστον τῶν κατὰ τοὺς δακτύλους ἄρ‐ θρων κινεῖται. περὶ γὰρ τὸ προτεταγμένον ἑαυτοῦ μένον ἀκίνητον ἕκαστον τῶν ὑποτεταγμένων ὀστῶν
15κινούμενον ἐκτείνεται μέν, ὅταν ὁ ἐκτὸς ἕλκῃ τένων, κάμπτεται δ’, ὅταν ὁ ἐντός. τί δή ποτ’ οὖν οὕτω μακροὺς τένοντας ἐδημιούργησε καὶ μὴ παρέφυσε τῷ καρπῷ τοὺς μῦς; ὅτι κούφην τε ἅμα καὶ λεπτὴν ἄμει‐ νον ἦν ὑπάρχειν ἄκραν τὴν χεῖρα καὶ μὴ συσκιασθεῖ‐
20σαν ὄχλῳ σαρκῶν ὁμοῦ βαρεῖάν τε καὶ παχεῖαν γενέ‐

3

.

49

σθαι· πολλὰ γὰρ ἂν οὕτω γε χεῖρόν ‖ τε καὶ βραδύτερον ἔπραττεν ὧν νῦν ἑτοίμως τε καὶ καλῶς πράττει. ἐπεὶ δ’ ἦν ἀναγκαῖον ἀνάγεσθαι διὰ μακροῦ τοὺς τένοντας καὶ κίνδυνος ἦν ἐν γυμνῷ σαρκῶν χωρίῳ γυμνοὺς
5ὄντας αὐτοὺς θλίβεσθαί τε καὶ τέμνεσθαι θερμαί‐ νεσθαί τε καὶ ψύχεσθαι ῥᾳδίως, βοήθειαν αὐτοῖς ἐμηχανήσατο τὴν τῶν ὑμένων οὐσίαν, οἷς σκληροῖς οὖ‐ σιν ἀμφιέσασα πανταχόθεν οὐ τὴν τῶν ἔξωθεν προσ‐ πιπτόντων μόνον, ἀλλὰ καὶ τὴν αὐτῶν τῶν ὀστῶν
10ὁμιλίαν ἄλυπον ἀπειργάσατο. καὶ τοίνυν ἀπὸ μὲν τῶν μυῶν ἕως τῶν ἄρθρων ἕκαστος αὐτῶν ἀκριβῶς περι‐ φερής ἐστιν, ἵν’ ᾖ δυσπαθής, ἔνθα δ’ ἐμφύεται τῇ
κινηθησομένῃ πρὸς αὐτοῦ φάλαγγι, ἐνταῦθα πλατὺς γίγνεται· ῥᾷον γὰρ οὕτως ἔμελλε κινήσειν αὐτὴν πλεί‐35 in vol. 1
15οσιν ἕλκων λαβαῖς. ἀλλ’ ἐπεὶ τέτταρας κινήσεις ἕκα‐ στον τῶν δακτύλων ἐνεχώρει κινεῖσθαι, μίαν μὲν καμ‐ πτόντων, ἑτέραν δ’ ἐκτεινόντων, δύο δὲ τὰς ἐκ πλαγίου, κατὰ τέτταρας οἶμαι τρόπους εὔλογον ἦν ἑκάστῳ τῶν ἄρθρων ἐμφῦναι τοὺς τένοντας· εἰ γὰρ καθ’ ἕνα τιν’

3

.

50

αὐτῶν ἐνεδέησε, κυλ‖λὸν ἂν ταύτῃ τὸ μόριον ἐγένετο. καὶ τοίνυν φαίνονται κατὰ τοὺς τέτταρας ἐμφυόμενοι ἀπὸ μὲν τῶν κατὰ τὸν πῆχυν μυῶν τῶν μὲν ἔνδον οἱ κάμπτοντες, τῶν δ’ ἐκτὸς οἱ ἐκτείνοντες, τῶν δ’ εἰς
5τὰ πλάγια κινούντων οἱ περιάγοντες ὡς ἐπὶ τὸν μικρὸν δάκτυλον, ἀπὸ δ’ αὖ τῶν κατὰ τὴν χεῖρα τῶν μικρῶν οἱ τὴν λοιπὴν τῶν λοξῶν κινήσεων τὴν ὡς ἐπὶ τὸν μέγαν δάκτυλον ἐργαζόμενοι· ὥστ’ οὔτε κίνησιν οὐδε‐ μίαν οὐδενὸς τῶν δακτύλων οὔτε τὸν ἡγησόμενον αὐ‐
10τῆς τένοντα παρέλιπεν ἡ φύσις. ἤρκει μὲν οὖν καὶ ταῦτ’ εἰς ἄκρας τέχνης ἔνδειξιν. ἀλλ’ ἐπεὶ πολὺ μείζω τούτων ἐστὶ τἄλλα, μηδ’ αὐτὰ παραλειπέσθω. δικαία γὰρ οὖσα περὶ πάνθ’ ἡ φύσις οὐ μόνον οὐδεμίαν ἀπεστέρησε τοὺς δακτύλους ἐνδεχομένην κίνησιν, ἀλλὰ
15καὶ τοὺς ὄγκους τῶν τενόντων ἀκριβῶς ὁμολογοῦντας τῇ χρείᾳ τῶν κινήσεων κατεσκεύασεν. ὁ μὲν γὰρ μέ‐ γιστος αὐτῶν, ὃν καὶ ἀντίχειρα καλοῦσιν, ἐντὸς μὲν
ἔχει λεπτὸν τένοντα, δύο δ’ ἔξωθεν εὐρώστους ἱκανῶς, ἐκ δὲ τῶν πλαγίων κατὰ μὲν τὰ πρὸς τῷ λιχανῷ μέρη36 in vol. 1

3

.

51

μικρὸν καὶ λεπτὸν μῦν, κατὰ θάτερα δὲ ‖ πολὺ τούτου μείζω τὸν κατὰ τὸ θέναρ τῆς χειρός· οἱ δ’ ἄλλοι πάν‐ τες οἱ τέτταρες ἐντὸς μὲν δύο μεγάλους, ἔξωθεν δ’ ἕνα, θατέρῳ τούτων ἴσον τῷ μικροτέρῳ, τούτου δ’
5ἰσχνότερον, τὸν εἰς τὰ πλάγια τῶν ἐκτὸς μερῶν καθή‐ κοντα, λοιπὸν δὲ τὸν πάντων ἰσχνότατον, τὸν εἰς τὰ πλάγια τῶν ἐντός. εὐλόγως, ὡς ἔφαμεν, ἕκαστον τού‐ των ἐγένετο. τοῖς μὲν γὰρ τέτταρσι δακτύλοις καμ‐ πτομένοις τὰς πλείστας τε καὶ σφοδροτάτας ἐνεργείας
10ἐνεργοῦντες οὐ μεγάλους μόνον τοὺς ἔνδον τένοντας, ἀλλὰ καὶ διττοὺς ἐδεήθημεν ἔχειν. ὅσα τε γὰρ διὰ τῆς μιᾶς χειρὸς κατέχομεν καὶ ὅσα δι’ ἀμφοτέρων ὁμοῦ, κἂν 〈εἰ〉 ἐκτείνειν τι δέοι κἂν εἰ θλᾶν κἂν εἰ θλίβειν κἂν εἰ μαλάττειν, ἅπαντα ταῦτα κάμπτοντες
15τοὺς τέτταρας δακτύλους ἐνεργοῦμεν. ἔμπαλιν δ’ ἐπὶ τοῦ μεγάλου· πλὴν γὰρ εἴ ποτε δεηθείημεν ἐπιβάλλειν αὐτὸν ἄνωθεν τοῖς ἄλλοις κεκαμμένοις, εἰς οὐδεμίαν ἑτέραν ἐνέργειαν κάμπτειν χρῄζομεν, ἀλλὰ τὸ μὲν πρῶ‐ τον αὐτοῦ τῶν ἄρθρων τὸ τῷ καρπῷ διαρθρούμενον
20τελέως ἀργὸν εἰς τὴν τοιαύτην κίνησιν, ὡς ἂν ὀνήσειν

3

.

52

μηδὲν μέλ‖λον μηδεμίαν ἐνέργειαν, εἰ καμφθείη· τὰ λοιπὰ δὲ δύο τηνικαῦτα μόνον ἐνεργεῖ χρησίμως, ὅταν οἱονεὶ πιλοῦντές τε καὶ σφίγγοντες ἔσω κεκαμμένους τοὺς ἄλλους ἄνωθεν αὐτὸν ἐκείνοις ἐπιφέρωμεν, ὅθεν
5εἰς μὲν τὸ πρῶτον ἄρθρον οὐδεὶς ἔνδοθεν αὐτῷ κατ‐ έφυ τένων, εἰς δὲ τὸ δεύτερόν τε καὶ τὸ τρίτον εἷς μικρὸς τῶν ἐντὸς μερῶν καθίκετο, λοιπὸς δὲ τῶν πάν‐ των ἰσχνότατος εἰς τὰ πλάγια. πάλιν δ’ ἐν τοῖς μὲν ἄλλοις δακτύλοις οἱ ἐκτείνοντες τένοντες ὥσπερ ἀπο‐37 in vol. 1
10δέουσι τοῖς ὄγκοις τῶν καμπτόντων συχνόν, οὕτω τῶν εἰς τὰ πλάγια πλεονεκτοῦσιν οὐκ ὀλίγον· ἀντιτεταγ‐ μένοι γὰρ ἰσχυροῖς σφόδρα καὶ παχέσι τοῖς ἐντὸς οὐκ ἂν οἷοί τ’ ἦσαν ἐργάσασθαί ποθ’ ἑδραῖα τὰ μετὰ τὴν ἐσχάτην κάμψιν ἄχρι τῆς τελέας ἐκτάσεως πάντα σχή‐
15ματα, εἴπερ ἄρρωστοί τε καὶ ἰσχνοὶ τελέως ἐγεγόνεσαν. ἐδείχθη γὰρ ἐν τοῖς Περὶ μυῶν κινήσεως πάνθ’, ὅσα διὰ τῶν μέσων σχημάτων ἐργαζόμεθα, τῶν ἀντιτεταγ‐ μένων μυῶν ἀμφοτέρων ἐνεργούντων δεόμενα. κατὰ δὲ τὸν μέγαν δάκτυλον οὐδὲ τὴν ἀρχὴν ἀντιτέτακταί ‖

3

.

53

τις ἀκριβῶς τῷ κάμπτοντι τένοντι· πάντως γὰρ 〈ἂν〉 εἰς τὸ μέσον ἐνέβαλλεν οὗτος τῶν ἐκτὸς μερῶν· ἀλλ’ οἱ φαινόμενοι δύο τένοντες ἔξωθεν ἐφ’ ἑκάτερα τῆς μέσης χώρας ἐμφύονται. καὶ εἰ μὲν ἄμφω ταθεῖεν,
5ἐκτείνουσι τὸν δάκτυλον ἀκριβῶς· εἰ δ’ ὁ ἕτερος αὐτῶν, εἰς τὸ πλάγιον ἐπισπᾶται τὸ καθ’ αὑτὸν ἑκάτερος μέρος. ἐκδέχεται δὲ τὴν μὲν τοῦ προσάγοντος ἐπὶ τὸν λιχανὸν ἐνέργειαν ὁ ταύτῃ τεταγμένος μῦς ὁ μικρός, τὴν δ’ ἐναντίαν ὁ κατὰ τὸ θέναρ ὁ μέγας. ἐπὶ πλέον
10τε γὰρ ἀπάγεσθαι τοῦ λιχανοῦ τὸν μέγαν δάκτυλον
καὶ σφοδροτέραν ὑπάρχειν αὐτῷ τὴν ταύτῃ κίνησιν εὔλογον ἦν, ὥσπερ γε τοῖς ἄλλοις τοῖς τέτταρσι τὴν ἐναντίαν· οὕτω γὰρ ἐπὶ πλεῖστον ἔμελλον ἀποστήσε‐ σθαι τοῦ μεγάλου. τοῦτο δ’ εἰς ὅσον ἐστὶ χρήσιμον38 in vol. 1
15τοῖς ἔργοις τῆς χειρός, ἔμπροσθεν εἴρηται. ταῦτ’ ἄρα καὶ τῶν εἰς τὰ πλάγια μέρη καθηκόντων τενόντων ὁ διιστὰς αὐτοὺς ἀπὸ τοῦ μεγάλου πολὺ μείζων ἐστὶ τοῦ προσάγοντος. σύμπαντά τ’ οὖν ταῦτα τεχνικῶς εἴργασται τῇ φύσει καὶ τὸ μόνῳ μὲν τῷ μεγάλῳ

3

.

54

τέτταρας ἀρχὰς εἶναι τῶν εἰς τὰ πλάγια ‖ κινήσεων, τῶν δ’ ἄλλων ἑκάστῳ δύο· μόνῳ γὰρ ἐκείνῳ τὸ κῦρος τῶν ἐνεργειῶν ἐκ τοῦ προσάγεσθαί τε καὶ ἀπάγεσθαι τῶν ἄλλων ἐστίν. ἵν’ οὖν ἐπὶ πλεῖστον ἑκάτερον αὐ‐
5τῶν γίγνοιτο, διττὰς τῆς κινήσεως ἀρχὰς ἑκατέρωθεν προὔταξεν ἡ φύσις, τῆς μὲν ἐπὶ τὸν λιχανὸν τόν τε ταύτῃ τένοντα καὶ τὸν ταύτῃ μῦν, τῆς δ’ ἑτέρας τόν τε λοιπὸν τῶν ἐκτὸς τενόντων καὶ τὸν ἐπὶ τοῦ θέναρος μῦν. οἱ μὲν δὴ τένοντες ὁ μὲν προσάγειν αὐτόν, ὁ
10δ’ ἀπάγειν τοῦ λιχανοῦ πεφύκασιν, οἱ δὲ διαδεχόμενοι τὰς τούτων ἐνεργείας μύες ὁ μὲν ἐπὶ πλεῖστον προσ‐ άγειν, ὁ δ’ ἐπὶ πλεῖστον ἀπάγειν. οὕτω μὲν ἔχουσιν ὄγκου τε καὶ ἀριθμοῦ καὶ θέσεως οἱ κινοῦντες τοὺς δακτύλους τένοντές τε καὶ μύες. εἰ γάρ τι καὶ παρα‐
15λέλειπται σμικρόν, ἑξῆς τοῦτο δίειμι, οἷόν ἐστι καὶ τὸ περὶ τῶν ἔνδοθεν τενόντων καὶ μάλιστα τοῦ κατὰ τὸν μέγαν δάκτυλον. ὅτι μὲν γὰρ ἕνα τοῦτον ἐχρῆν εἶναι
καὶ ὅτι τῶν ἄλλων λεπτότερον ἐμφύεσθαί τε κατὰ τὸ39 in vol. 1

3

.

55

δεύτερον ἄρθρον τοῦ μεγάλου δακτύλου, καὶ δὴ ‖ λέ‐ λεκται. ὅτι δ’ ἑκάστου τῶν τενόντων ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν ἕλκειν πεφυκότος τὸ κινούμενον μόριον καὶ ὅτι κατὰ τὸ μέσον μάλιστα τοῦ κατὰ τὸν καρπὸν ἄρ‐
5θρου τῆς τοῦ τένοντος κεφαλῆς τεταγμένης, εἴπερ ἐπὶ τοῦτο τὸ μέρος ὁ μέγας δάκτυλος ἐτείνετο, πάντα μᾶλλον ἂν ἢ κάμπτεσθαι συνέβαινεν αὐτῷ, τοῦτ’ οὐδέ‐ πω λέλεκται. καίτοι κἀνταῦθά τι θαυμαστὸν τέχνημα τῆς φύσεώς ἐστιν, ὃ κατ’ ἀξίαν θαυμάσεις, ἐάν γ’
10ἐννοήσῃς πρότερον, ὅτι τοῦ μέλλοντος κάμψειν τὸν μέγαν δάκτυλον τένοντος τὴν κεφαλὴν ἐχρῆν εἶναι κατὰ τὸ μέσον τε καὶ κοῖλον τῆς χειρός. εἰ δὲ τοῦτο, καὶ τὸν τῆς κεφαλῆς ταύτης προτεταγμένον μῦν κατ’ εὐθὺ δήπουθεν αὐτῆς κείμενον ὡς ἐπὶ τὸν μικρὸν
15δάκτυλον ἀνήκειν ἐχρῆν, ἄτοπόν τινα καὶ ἀλλόκοτον ταύτην τὴν θέσιν λαβόντα διὰ πολλὰς αἰτίας. πρῶτον μὲν γὰρ ἀπώλετ’ ἂν ἡ ἐν τῇ χειρὶ κοιλότης εἰς πολλὰ χρήσιμος ὑπάρχουσα· δεύτερον δ’ ἡ κουφότης αὐτῆς διεφθείρετο· καὶ τρίτον ἡ καμπὴ τῶν τεττάρων δακτύ‐
20λων ἐκωλύετο· καὶ τέταρτον, ὃ πάντων ἀτοπώτατόν θ’ ἅμα καὶ ἀδυνατώτατον ἦν, ἡ ἀρχὴ τοῦ μυὸς ἐτέτακτ’

3

.

56

ἂν ἐπὶ τοῦ μικροῦ δακτύλου. ἀλλ’ εἰ τοῦτο, ‖ χαλεπή, μᾶλλον δ’ ἀδύνατος ἡ εἰς αὐτὴν κατάφυσις ἐγίγνετο τῷ ἄνωθεν ἥκοντι νεύρῳ φθάνοντι τοῖς πέρασιν ἢ πάντως γε τοῖς μέσοις τοῦ μυὸς προτέροις ἐντυγχάνειν.
5εἰ τοίνυν ἐνταυθοῖ μὲν ἀμήχανον ἦν ταχθῆναι τὸν ἡγησόμενον τῆς καμπῆς τῷ μεγάλῳ δακτύλῳ τένοντα, κατ’ ἄλλο δέ τι ταχθεὶς οὐκ ἂν οἷός τ’ ἦν κάμπτειν, εἰς ἀδύνατόν τι καὶ τελέως ἄπορον ἐκινδύνευσεν αὐτῷ καταστῆναι τὸ τῆς κάμψεως. πῶς οὖν ἡ φύσις ἰάσατο40 in vol. 1
10τὴν τοσαύτην ἀπορίαν; ἀπέφυσε μὲν ἀπὸ τῆς κατὰ τὸν καρπὸν ἀπονευρώσεως τὸν τένοντα· τί γὰρ ἐνῆν ἄλλο ποιεῖν; ἀλλ’ οὔτ’ εὐθὺς ἐπὶ τὸν μέγαν δάκτυλον ἐξέτεινεν οὔτ’ ἐκ τῶν πρὸς αὐτὸν ἐστραμμένων μερῶν τὴν ἔκφυσιν ἐποιήσατο, ἀλλ’ ἄρχεται μὲν ὁ τένων
15οὗτος, ὅθεν περ ὁ ἐπὶ τὸν μέσον ἥκων δάκτυλον, ἐπο‐ χούμενος δ’ αὐτῷ μέχρι πολλοῦ καὶ συνεχόμενος ἰσχυ‐ ροῖς ὑμέσι τηνικαῦτα πρῶτον ἀποχωρεῖ διεκπίπτων αὐτοῦ, ὅταν ἐν τῷ κοίλῳ τῆς χειρὸς γένηται, τρόπον ὁμοιότατον ταῖς ἐπὶ τῶν ξυνωρίδων ἡνίαις, ὅσαι διά
20τινων κύκλων ἐπὶ τοῦ ζυγοῦ τεταγμέναι διεκπίπτουσιν.

3

.

57

ὡς γὰρ ἐκεῖναι καμ‖πήν τινα καὶ οἷον γωνίαν κατὰ τοὺς κύκλους ποιούμεναι τείνουσιν ἑλκόμεναι τὸ ὑπο‐ ζύγιον ὡς ἐπὶ τὰ τῶν κύκλων μέρη, οὕτω καὶ ὁ τένων, ἐπειδὰν ὑπὸ τοῦ μυὸς ἕλκοντος ταθῇ, συνεπισπᾶται
5τὸν δάκτυλον οὐκ ἐπὶ τὴν τοῦ μυὸς χώραν, ἀλλ’ ἔνθα πρῶτον ἐκάμφθη διεκπίπτων τὸν ὑμένα. διὰ μὲν δὴ ταῦτα τὴν γένεσιν ἀπὸ τῆς κοινῆς τοῖς ἄλλοις τένου‐ σιν ἔχει κεφαλῆς καὶ τὴν ὁδόν, οἵαν εἴρηται. διὰ τί δ’ ἐποχεῖται τοῖς ἄλλοις τένουσιν; ἢ δῆλον ὅτι κινή‐
10σεως ἀκυροτέρας ἦν ὄργανον; ἀεὶ δ’ ἡ φύσις ἐν βάθει μὲν τὸ κυριώτερον, ἐπιπολῆς δὲ τὸ ἀκυρότερον τίθησι.
κατὰ γοῦν τὴν αὐτὴν ταύτην πρόνοιαν τῶν ἔξωθεν τῆς χειρὸς τενόντων ἐπιπολῆς μέν εἰσιν οἱ τῶν ἄλλων δακτύλων, ὑπόκεινται δ’ αὐτοῖς οἱ τοῦ μεγάλου δακτύ‐41 in vol. 1
15λου. οὕτω δὲ καὶ αὐτῶν τῶν ἔνδον τῶν εἰς τοὺς τέτταρας δακτύλους ἐμβαλλόντων οἱ διὰ τοῦ βάθους τῆς χειρὸς φερόμενοι παμπόλλῳ μείζους εἰσὶ τῶν προ‐ τεταγμένων. κάμπτουσι δ’ οἱ μὲν εἰς τὸ πρῶτόν τε

3

.

58

καὶ τρίτον ἄρθρον σχισθέντες, οἱ ‖ δ’ εἰς τὸ δεύτερον μόνον. θαυμαστὴ μὲν οὖν αὐτῶν ἐστι καὶ δύσφραστος ἥ τ’ ἐν τοῖς ὀστοῖς ἔμφυσις ἥ τε πρὸς ἀλλήλους ὁμι‐ λία καὶ οὐδεὶς λόγος οὕτως ἱκανός, ὡς ἀκριβῶς ἐξηγή‐
5σασθαι τὰ ταῖς αἰσθήσεσι μόναις διαγιγνωσκόμενα. πειρατέον δ’ ὅμως εἰπεῖν, ὡς ἔχουσιν· οὐ γὰρ ἐνδέχε‐ ται τὴν τέχνην τῆς φύσεως θαυμάσαι πρὶν ἐξηγήσα‐ σθαι τὴν κατασκευήν. φαίνονται δή τινες ἀπονευρώσεις μυῶν διτταί, καθ’ ὃ μάλιστα κάμπτομεν τὸν καρπόν,
10ἀλλήλαις ἐπικείμεναι, μείζων μὲν ἡ διὰ βάθους ἡ ἐπὶ τοῖς ὀστοῖς, ἐλάττων δ’ ἡ ἐπιπολῆς. σχισθείσης δὲ τῆς μὲν ὑποκειμένης τῆς μείζονος εἰς τένοντας πέντε, τῆς δ’ ἐπικειμένης τῆς ἐλάττονος εἰς τέτταρας—οὐδε‐ μίαν γὰρ ἀπ’ αὐτῆς ὁ μέγας δάκτυλος ἀπόφυσιν λαμ‐
15βάνει—καὶ πάντων αὐτῶν εὐθὺ τῶν δακτύλων φερο‐ μένων ἐποχοῦνται μὲν οἱ μείους τοῖς μείζοσιν, ὑμέσι δ’ ἰσχυροῖς ἑκάστη τῶν τεττάρων συζυγιῶν φρουρεῖται παρ’ ὅλην τὴν ὁδόν. ὅταν δ’ ἐπιβῶσι τοῖς πρώτοις κατὰ τοὺς δακτύλους ἄρθροις, ἐνταῦθ’ ἕκαστος τῶν
20ὑποκειμένων τενόντων πλατυνθεὶς τὴν κεφαλὴν τῆς

3

.

59

πρώτης φάλαγγος ‖ κάμπτει διὰ τοῦ περιέχοντος αὐτὸν ὑμενώδους συνδέσμου. τὸ δὲ λοιπὸν ἅπαν ἐν ἑκάστῃ συζυγίᾳ φέρεται πρόσω κατὰ τὴν ἐξ ἀρχῆς ὁδὸν εὐθὺ τῶν ἐν τοῖς δακτύλοις κορυφῶν, ὁμοίως μὲν ὑποκεί‐42 in vol. 1
5μενον τοῖς ἐξ ἀρχῆς τένουσιν, ὁμοίως δὲ τοῖς ὑμέσι φρουρούμενον. ὅταν δ’ ἐπιβαίνωσιν ἤδη τοῖς δευτέροις ἄρθροις, ἐνταῦθα πάλιν ὁ ἄνωθεν τένων δίχα σχισθείς, ἑκατέρῳ τῷ μέρει πλατυνθέντι περὶ τὸν ὑποκείμενον ἑλιχθεὶς τένοντα, ξυμφύεται τοῖς ἐντὸς μέρεσι τῆς
10κατὰ τὴν δευτέραν φάλαγγα κεφαλῆς. ὁ δ’ ὑποκείμε‐ νος μόνος τοὐντεῦθεν ἐπὶ τὴν τρίτην διάρθρωσιν ἀφι‐ κόμενος εἰς τὴν κεφαλὴν καὶ αὐτὸς ἐμφύεται τοῦ τρί‐ του καὶ τελευταίου κατὰ τὸν δάκτυλον ὀστοῦ. κάμ‐ πτεται μὲν οὖν ἕκαστον τῶν κατὰ τοὺς τένοντας ἄρθρων
15δι’ ὧν εἶπον ἐμφύσεων, ἐκτείνεται δὲ διὰ τῶν ἔξωθεν τοῦ καρποῦ τενόντων, οὕς, καίτοι πολὺ μικροτέρους τῶν ἐντὸς ὑπάρχοντας, ἐναργῶς διαγιγνώσκομεν καὶ πρὸ τῆς ἀνατομῆς, ὅτι γυμνοὶ μὲν οὗτοι καὶ προπετεῖς εἰσιν ὑμέσι μόνοις καὶ δέρματι λεπτῷ καλυπτόμενοι,

3

.

60

τοὺς δ’ ἐντὸς ἱκανὴ ‖ κατακρύπτει σάρξ, δι’ ἃς εἴπομεν ἔμπροσθεν ὠφελείας γενομένη. ἀλλ’ οἵ γε τένοντες οἱ ἐντὸς οἱ κάμπτοντες τοὺς δακτύλους οἱ διὰ βάθους φερόμενοι τὸ πρῶτόν τε καὶ τὸ τρίτον ἄρθρον ἑκά‐
5στου τῶν δακτύλων τῶν τεττάρων κινοῦσιν, ὅτι τε κυριώτερα τοῦ μέσου ταῦτα πρός γε τὰς τῶν δακτύ‐ λων ἐνεργείας καὶ ὅτι τὸ μέγεθος τῶν τενόντων ἱκα‐ νὸν ἦν ὑπηρετεῖσθαι διτταῖς διαρθρώσεσι. διὰ δὲ τὰς
αὐτὰς αἰτίας οἱ μικροὶ τένοντες εἰς ἓν ἄρθρον τὸ43 in vol. 1
10μέσον ἐμφύονται· οὔτε γὰρ εἰς διττὰς διαρθρώσεις ἐνεχώρει μερισθῆναι τοὺς ὄγκους αὐτῶν καὶ ὅτι σῳζο‐ μένων τῶν ἑκατέρωθεν κινήσεων συγκινεῖταί πως καὶ τὸ μέσον ἄρθρον τοῖς ἄκροις, ταύτῃ καὶ ἀκυρότερον αὐτῶν εἶναι λέγεται. τουτὶ μὲν γὰρ κάμπτειν καὶ
15μόνον δυνάμεθα χωρὶς τῶν ἐφ’ ἑκάτερα, ἐκείνων δέ γε καμπτομένων ἀδύνατον τὸ μὴ καὶ τοῦτο συγκάμ‐ πτεσθαι, ὥστ’, εἰ καὶ πάθοι ποθ’ ὁ κινῶν αὐτὸ τένων, ἀπαθὴς δ’ ὁ ἕτερος ὑπάρχοι, σῴζεσθαί τι τῆς κινή‐ σεως αὐτῷ· εἰ μέντοι ποτ’ ἐκεῖνος πάθοι, διαφθείρεται

3

.

61

τοῦ πρώτου τε καὶ τρίτου τῶν ἄρθρων ἡ κί‖νησις, κἂν ὁ τὸ δεύτερον κινῶν ἀπαθὴς ὑπάρχῃ. κἀν τῷδε δῆλον, ὡς τὸ γένος τοῦτο τῶν τενόντων ἀκυρότερον ὂν εὐλόγως ἐπιπολῆς ἐτάχθη. οὕτω μὲν δὴ τό τε πλῆ‐
5θος καὶ τὸ μέγεθος καὶ ἡ θέσις καὶ ἡ σχίσις καὶ ἡ κατάφυσις ἑκάστου τῶν τενόντων τοῦ βελτίονος ἕνεκα γέγονεν. Ἐπεὶ δ’ οὐδεμία σὰρξ αἴσθησιν ἐξ ἑαυτῆς ἐκέκτητο καὶ ἦν ἄτοπον ἀντιληπτικὸν ὄργανον
10ἀναισθήτῳ σκέπεσθαι μορίῳ, τῶν εἰς ὅλας τὰς χεῖρας ἄνωθεν ἰόντων νεύρων οὐ σμικρὰν μοῖραν εἰς τὰς σάρκας αὐτὰς κατέφυσεν. ἀλλ’ ἐπεὶ τοῦτ’ ἐγένετο, μύες εὐθὺς αἱ σάρκες ἦσαν, εἴ γε δὴ νεύρων εἰς σάρκας διασπει‐ ρομένων ἡ γένεσις τοῖς μυσί. καὶ δὴ κατακέχρηται
15τοῖς μυσὶ τούτοις εἰς δέον ἡ φύσις· ἀποφύσασα γὰρ ἀπ’ αὐτῶν τένοντας τοῖς πλαγίοις ἑκάστου μέρεσι τῶν δακτύλων ἐνέφυσε τῆς μὲν δεξιᾶς χειρὸς τοῖς ἐπ’ ἀρι‐ στερά, τῆς δ’ ἀριστερᾶς χειρὸς τοῖς ἐπὶ δεξιά. τοὺς λοιποὺς δὲ τοὺς εἰς τὸ πλάγιον μέρος ἑκάστου τῶν44 in vol. 1

3

.

62

δακτύ‖λων καταφυομένους ἀπὸ τῶν κατὰ τὸν πῆχυν ἐγέννησε μυῶν οὐκ ἀλόγως οὐδὲ τούτους, ὡς δείξει προϊὼν ὁ λόγος, ἂν πρότερον, ὅθεν λέγοντες ἀπελίπο‐ μεν, ἐπανέλθωμεν αὖθις. ἐπειδὴ γὰρ κάμπτειν τοὺς
5τέτταρας ἅμα δακτύλους, οὐχ ὅταν μέγαν ὄγκον σώμα‐ τος περιλαμβάνωμεν, ἀλλ’ ὅταν ὑγρὸν ἢ μικρόν, τηνι‐ καῦτα μάλιστα δεόμεθα, χρησιμώτατον ἦν οὕτως αὐτούς ἀκριβῶς ἀλλήλοις ὁμιλοῦντας κάμπτειν, ὡς μηδεμίαν ἀπολείπεσθαι μεταξὺ χώραν κενήν. καὶ τοίνυν καὶ
10φαίνεται γιγνόμενον οὕτως. ἀλλ’ οὐκ ἂν ἐγίγνετο μήτ’ αὐτῶν τῶν δακτύλων τὰς ἐν τοῖς πλαγίοις σάρ‐ κας ἐχόντων μήτε τῶν κινούντων αὐτοὺς τενόντων ἀπὸ μιᾶς ἀρχῆς πεφυκότων. ἡ γὰρ δὴ ἀρχὴ αὕτη πλησίον τῆς κατὰ τὸν καρπὸν καμπῆς τεταγμένη μέση
15πως μάλιστα τοῦ ταύτῃ [τεταγμένου] χωρίου καὶ πάν‐ τας ἅμα καὶ κατὰ μέρος ἕκαστον ἐπισπωμένη νεύειν αὐτῶν τὰς κορυφὰς εἰς ἑαυτὴν ἀναγκάζει. καὶ διὰ τοῦτ’, ἐπειδὰν τὸ πρῶτόν τε καὶ τὸ δεύτερον ἄρθρον μόνον καμφθῇ, τὸ τρίτον δ’ ἐκτεταμένον ᾖ, τὰ πέρατα
20τῶν δακτύλων ἀλλήλοις συνεζευγμένα μένει, καίτοι

3

.

63

πολλῷ ‖ λεπτότερα τῶν ἄλλων ὄντα καὶ διεστηκέναι
κατά γε τοῦτ’ ὀφείλοντα, ἀλλὰ τῷ πρὸς μίαν ἅπαντα νεύειν ἀρχήν, τὴν κεφαλὴν τῶν τενόντων, ἀκριβῶς ζεύγνυται. ἄρχονται μὲν γὰρ ἀπὸ ταύτης ἅπαντες,45 in vol. 1
5φέρονται δ’ ἐπὶ τοὺς δακτύλους κατ’ εὐθείας γραμμὰς ἴσας πρὸς τῇ κεφαλῇ γωνίας ἐξεργαζόμενοι. πᾶσα τοίνυν ἀνάγκη τὸν δάκτυλον ἐπὶ τὴν κεφαλὴν ἑλκό‐ μενον διὰ τοῦ τένοντος ἐπιβαίνειν μὲν αὐτῷ τῷ τέ‐ νοντι, νεύειν δ’ ὡς πρὸς τὴν κεφαλήν· καὶ διὰ τοῦτ’
10οὐδ’ εἰ βιάσασθαί τις προέλοιτο, κάμψαι διεστῶτας ἀπ’ ἀλλήλων τοὺς δακτύλους δυνήσεται. τὸ γὰρ μη‐ δαμῇ χρήσιμον ἡμῖν ἐσόμενον τοῦτ’ εὐθὺς ἐξ ἀρχῆς ἡ φύσις ἀδύνατον γενέσθαι παρεσκεύασεν. ἀλλ’ ἐπεὶ πάλιν, ὅταν μέγαν ὄγκον σώματος ἢ ἀμφοτέραις ὁμοῦ
15ταῖς χερσὶν ἢ μόνῃ τῇ ἑτέρᾳ περιλαμβάνωμεν, ἐκτεί‐ νειν τε τοὺς δακτύλους ἀναγκαῖον τηνικαῦτα διιστάναι τε ἀπ’ ἀλλήλων ἐπὶ πλεῖστον, οὐδὲ τοῦτ’ ὠλιγώρηται τῇ φύσει. τὰς μὲν γὰρ εἰς τὰ πλάγια κινήσεις αὐτῶν ἐργασαμένη διὰ τούτων, εἰς ὅσον ἂν προελώμεθα,

3

.

64

δυνατοὺς διίστασθαι παρέσχεν. ‖ ἔμελλον μὲν γάρ, κἂν εἰ μὴ τούτων ἔτυχον, πάντως διεστῶτες ἐκταθήσεσθαι τῶν ἐκτεινόντων αὐτοὺς τενόντων γεγονότων ὁμοίων τοῖς κάμπτουσιν ἀπό τε κορυφῆς μιᾶς ἀρχομένων καὶ
5κατ’ ἴσας γωνίας ἀπ’ αὐτῆς ἐσχισμένων. ἅπασι γὰρ τοῖς οὕτω μὲν ἀρχομένοις, κατ’ εὐθειῶν δὲ γραμμῶν φερομένοις ἀναγκαῖον, εἰς ὅσον ἂν ἀποχωρήσωσι τῆς ἀρχῆς, ἀεὶ καὶ μᾶλλον πλέον ἀπ’ ἀλλήλων διίστασθαι.
καὶ δὴ καὶ φαίνεται τοῦθ’ οὕτω γιγνόμενον ἐν τοῖς46 in vol. 1
10δακτύλοις· εἰ γὰρ καὶ μηδὲν χρῷο ταῖς εἰς τὰ πλάγια κινήσεσιν, ἀλλὰ μόνον ἐκτείνοις ἢ κάμπτοις αὐτούς, ἐκτείνοντι μέν σοι διαστήσονται, κάμπτοντι δ’ εἰς ταὐτὸν ἀλλήλοις ἀφίξονται. οὐ τοίνυν ἁπλῶς τοῦ διίστασθαι χάριν, ἀλλὰ τοῦ μέχρι πλείστου διίστασθαι
15τὰς εἰς τὸ πλάγιον αὐτῶν κινήσεις ἐδημιούργησεν ἡ φύσις. ἐπεὶ δὲ τοῦθ’ ἅπαξ ἔσχον, ἕτερον οὐκ ἄχρηστον προσεκτήσαντο. καὶ γὰρ ἐκτεταμένους αὐτοὺς ζευγνύ‐ ναι δυνάμεθα τοῦ μὲν δεξιοῦ τῶν δακτύλων τὸν ἐν τοῖς πλαγίοις ἀριστερόν, τοῦ δ’ ἀριστεροῦ τὸν δεξιὸν
20τείνοντες τένοντα. πάλιν δ’ ἐπὶ πλεῖστον ἀλλήλων

3

.

65

διισταμένων ‖ αὐτοῦ μὲν τοῦ δεξιοῦ τὸν δεξιόν, τοῦ δ’ ἀριστεροῦ τὸν ἀριστερὸν τείνομεν. εἰ δὲ μηδετέρῳ τῶν πλαγίων τενόντων ἐνεργοῖμεν, ἀλλὰ τοῖς ἔξωθεν μόνοις, τὴν μέσην τῶν εἰρημένων κατάστασιν ἕξουσιν
5οἱ δάκτυλοι καὶ φαίνονται τοῖς ἰσχνὰς ἔχουσι τὰς χεῖρας ἅπαντες ἐν ταῖς τοιαύταις καταστάσεσιν ἀπὸ τῆς ἰδίας ἀρχῆς μέχρι τῆς τελευτῆς τῶν δακτύλων κατ’ εὐθεῖαν γραμμὴν τεταμένοι. ὡσαύτως δὲ τοῖς ἐκτὸς οἱ ἐντὸς τένοντες κατ’ εὐθείας γραμμὰς ἐν ἁπάσαις τείνον‐
10ται ταῖς κινήσεσιν, ἐν αἷς ἀργοῦσιν οἱ πλάγιοι· τούτων δ’ ἐνεργησάντων οὐκ εὐθεῖς, ἀλλ’ ἤδη λοξοὶ κατά τι γίγνονται. σκόπει τοίνυν κἀνταῦθα τὴν θαυμαστὴν σοφίαν τοῦ δημιουργοῦ. βέλτιον γὰρ ὂν ἐν μὲν τῷ κάμπτειν τοὺς δακτύλους ἀργεῖν τὰς εἰς τὰ πλάγια
15κινήσεις μηδὲν μελλούσας ὀνήσειν, ἐκτεινόντων δ’
ἐνεργεῖν, πολλαχῇ χρηστὰς ἐσομένας, τὴν κατασκευὴν τῶν τὰς κινήσεις ταύτας βραβευόντων τενόντων ἑτοί‐ μην μὲν εἰς τὴν τοῦ βελτίονος ὑπηρεσίαν, ἀδύνατον δ’ εἰς τὴν τοῦ χείρονος ἀπειργάσατο. πρῶτον μὲν γὰρ τῶν47 in vol. 1

3

.

66

εἰς τὰ πλάγια καθη‖κόντων τενόντων ἐπειδὴ τοὺς μὲν ἀπὸ τῶν ἐντὸς μυῶν τῶν κατ’ αὐτὴν τὴν χεῖρα τῶν μικρῶν ἐξέφυσε, τοὺς δ’ ἀπὸ τῶν ἐκτὸς τῶν κατὰ τὸν πῆχυν τῶν μεγάλων, ἀναγκαῖον αὐτῶν τοὺς μὲν ἐλάτ‐
5τους θ’ ἅμα καὶ ἀσθενεστέρους, τοὺς δ’ αὖ μείζους τε καὶ ἰσχυροτέρους γενέσθαι. καθ’ ὃ δὲ βέλτιον ἦν ἑκατέροις συναφθῆναι τῶν δακτύλων ἑκάστῳ, κατὰ τοῦτ’ αὐτοὺς συνῆψεν, ἐν μὲν τῇ δεξιᾷ χειρὶ τοὺς μὲν ἀρρωστοτέρους ἐξ ἀριστερῶν, τοὺς δ’ εὐρωστοτέρους
10ἐκ δεξιῶν, ἐν δὲ τῇ λαιᾷ τοὺς μὲν ἀσθενεστέρους ἐκ δεξιῶν, τοὺς δ’ ἰσχυροτέρους ἐξ ἀριστερῶν. ἔπειτα δ’ οὐδ’ ἀκριβῶς εἰς τὸ μέσον τῶν πλαγίων ἑκατέρους ἤγαγεν, ἀλλὰ τοὺς μὲν ἔξωθεν ὑψηλοτέρους ἐποίησε πλησιαίτερον μὲν θεῖσα τῶν ἐκτεινόντων, πορρωτέρω
15δ’ ἀπάγουσα τῶν καμπτόντων. ἔμελλεν οὖν διὰ ταῦ‐ τα πρῶτον μὲν πλεονεκτήσειν τῶν εἰς τὰ πλάγια κινή‐ σεων ἡ ἐκτός, ἔπειτα δ’ ἀργήσειν, καμπτόντων. ἀλλὰ τὸ μὲν ἀργεῖν ἐς ὅ τι χρηστόν, εἴρηται, τὸ πλεονεκτεῖν δ’ ἐς ὅ τι, νῦν εἰρήσεται.

3

.

67

Τῆς εἰς τὰ πλάγια κινήσεως τῶν δακτύλων ἐδεήθημεν, ἵν’ ἐπὶ πλεῖστον αὐτοὺς ἀπ’
ἀλλήλων διιστῶμεν, ὡς, εἴ γ’ ἐκ τούτου μηδὲν ἡμῖν μηδέποτ’ ἔσεσθαι ἔμελλε πλέον, οὐκ ἂν οὐδὲ τῶν κινή‐48 in vol. 1
5σεων αὐτῶν ἐδεήθημεν. ἀλλ’ ἐπεὶ τὸν μέγαν ἀντέταξε τοῖς ἄλλοις, τὰς εἰς τὸ πλάγιον ἐπὶ τοῦτον φορὰς τῶν δακτύλων ἔγνω τι μέγα παρέξειν. εἰ γὰρ ἐν οἷς ἔργοις μέγιστον ὄγκον σώματος μεταχειρίζεσθαι σπεύ‐ δομεν, ἐν τούτοις ἐπὶ πλεῖστον αὐτοὺς ἀπ’ ἀλλήλων
10διιστάναι δεόμεθα, τοὺς μὲν τέτταρας ἔξω, τὸν μέγαν δ’ εἴσω περιφέρεσθαι χρηστὸν ἦν. τούτῳ μὲν οὖν οὐ σμικρὸν τένοντα τῆς εἰς τὸ πλάγιον ἔσω φορᾶς ἔδωκεν ἡγεμόνα, τῶν δ’ ἄλλων ἐκώλυσε τὸ μέγεθος, οὐ μόνον ὅτι περιττὸν οὐδὲν ἔπρεπεν ἐργάζεσθαι σοφῷ δημι‐
15ουργῷ, ἀλλ’ ὅτι καὶ τῆς ἐναντίας κινήσεως τὴν ῥώμην ἂν ἐκώλυσεν ἰσόρροπον αὐτῇ κίνησιν ἀντιτάξας ἑτέ‐ ραν. οὐ μὴν οὐδ’ εἰς τὸ παντελῶς ἀργεῖν ταύτην καμ‐ πτόντων τοὺς δακτύλους ἄχρηστος ἡ ἀρρωστία. δεῖται

3

.

68

δ’ ὁ λόγος, ἵν’ ἀπο‖δεικτικός τ’ ᾖ καὶ μὴ μακρὸς ἅμα λημμάτων τινῶν ἐν τοῖς Περὶ μυῶν κινήσεως ἀποδε‐ δειγμένων. ἔστι δὲ τάδε τὰ λήμματα· καθ’ ἕκαστον τῶν ἄρθρων, ὡς ἐδείξαμεν, ἓν μὲν ἀνώδυνον τὸ μέσον
5σχῆμα, τὰ δ’ ἄλλα πάντα τὰ ἑκατέρωθεν ἧττον μὲν τὰ πλησίον τοῦ μέσου, μᾶλλον δὲ τὰ πόρρω, πάντως δ’ οὖν ὀδυνηρὰ τὰ ἔσχατα σχήματα, μεθ’ ἃ μήτε κάμπτειν
ἔτι μήτε τείνειν ἐγχωρεῖ· γίγνεσθαι μὲν γὰρ ἐσχάτην τάσιν λαμβανόντων τῶν ἐργαζομένων αὐτὰ μυῶν·49 in vol. 1
10εἰκότως δ’ ἁπάντων ὑπάρχειν ὀδυνηρότατα, τοῦ μὲν ἡγουμένου τῆς κινήσεως μυὸς ἐσχάτην συστολήν, τοῦ δ’ ἀντιτεταγμένου τούτῳ τελέαν ἔκτασιν λαμβάνοντος· ἐνεργεῖν δ’ ἐν μὲν τοῖς ἐφ’ ἑκάτερα τοῦ μέσου σχή‐ ματος ἢ ἀμφοτέρους γε τοὺς μῦς ἢ πάντως γε τὸν
15ἕτερον· ἐν δὲ τῷ μέσῳ δύνασθαί ποτε καὶ μηδέτερον ἐνεργεῖν. οὕτως οὖν ἔχει κἀπὶ τῶν δακτύλων. ἀπο‐ θέμενος γάρ τις ἀργὴν καὶ πάρετον ὅλην τὴν χεῖρα παραπλησίως τοῖς σφόδρα κεκμηκόσιν οὔτ’ ἐνεργοῦν‐ τας ἕξει περὶ τοὺς δακτύλους οὐδένας μύας ἔν τε τῷ ‖

3

.

69

μέσῳ σχήματι καταθήσει. εἰ δ’ ἐντεῦθεν ἄγειν ἐφ’ ἑκάτερα πειραθείη τις, ἐκτείνοντι μὲν αὐτῷ τοὺς ἐκτὸς πρότερον ἀναγκαῖον ἐντεῖναι τένοντάς τε καὶ μῦς, κάμπτοντι δ’ αὖ τοὺς ἐντός. εἰ δ’ ἐκτείνειν ἅμα καὶ
5παράγειν ἐπὶ τὰ πλάγια βουληθείη, δῆλον, ὡς ἀμφοτέ‐ ροις ὁμοῦ πρότερον ἐνεργήσει τοῖς τ’ ἐκτείνειν καὶ τοῖς παράγειν πεφυκόσιν. οὕτως οὖν εἰ καὶ κάμπτειν ἅμα καὶ παράγειν εἰς τὰ πλάγια πειραθείη τις, ἀμφο‐ τέροις ἐνεργήσει πρότερον τοῖς τε κάμπτειν δυναμέ‐
10νοις καὶ τοῖς ἐπιστρέφειν. ἀλλὰ διττῶν οὐσῶν τῶν εἰς τὰ πλάγια κινήσεων, τὴν μὲν ἑτέραν αὐτῶν τὴν ἐπὶ τἀκτὸς ὁ τόπος τῆς τοῦ τένοντος ἐμφύσεως ἀργεῖν ἀναγκάζει, καμπτόντων τοὺς δακτύλους· οὐ γὰρ ἐκ τῶν πλαγίων ἀκριβῶς, ἀλλ’ ἀνωτέρω μᾶλλον πλησίον
15τῶν ἐκτεινόντων τενόντων ἐνέφυ· ἀπεδείχθη γὰρ καὶ τοῦτ’ ἐν τοῖς Περὶ μυῶν κινήσεως, ὡς οὐκ ἐγχωρεῖ τὰς ἀντιτεταγμένας κινήσεις ἐνεργεῖν ἅμα· τὴν δ’ ἑτέραν οὐχ ὁ τόπος ἠνάγκασεν ἀργεῖν—ἔσω γὰρ ἔχει τὰς ἀρχὰς ἀνειμένας, ἵνα περ οἱ κάμπτοντες τένοντες—ἀλλ’, ὡς50 in vol. 1

3

.

70

ἐλέχθη πρόσθεν, ‖ ἡ ἀρρωστία. τῶν μὲν γὰρ ἐκτὸς τενόντων εἰ καὶ μείζους οἱ τὴν ἔκτασιν ἐργαζόμενοι τῶν εἰς τὰ πλάγια κινούντων εἰσίν, ἀλλ’ οὐκ εἰς το‐ σοῦτόν γε μείζους, ὡς διαφθείρειν αὐτῶν τελέως τὴν
5ἐνέργειαν· τῶν δ’ ἐντὸς οὐδ’ εἰπεῖν ῥᾴδιον τὴν ὑπερο‐ χήν· ἰδεῖν γὰρ χρὴ μᾶλλον ἢ λόγῳ διδαχθῆναι τοὺς μὲν εἰς τὸ πλάγιον ἐμφυομένους ἀμυδροὺς καὶ δυσθε‐ ωρήτους ὑπὸ σμικρότητος, τοὺς δ’ ἄλλους μὴ ὅτι με‐ γίστους τῶν ἐν χερσὶ τενόντων, ἀλλὰ καὶ διττούς.
10ἀναγκαῖον οὖν γίγνεται, καμπτόντων τοὺς μεγάλους τῶν δακτύλων, τῇ ῥύμῃ τῆς κινήσεως συναποφέρεσθαι καὶ τοὺς μικρούς. καθόλου γάρ, ὅταν ὑπὸ δυοῖν κινή‐ σεων ἐκ πλαγίων ἀλλήλαις τεταγμένων ἀνέλκηται σῶμα, πολὺ μὲν κρατούσης τῆς ἑτέρας ἀναγκαῖον ἀφανίζε‐
15σθαι τὴν λοιπήν, ὀλίγης δ’ οὔσης τῆς ὑπεροχῆς ἢ κατ’ ἴσον ἀμφοῖν ἰσοσθενουσῶν, μικτὴν ἐξ ἀμφοτέρων γίγνεσθαι τὴν περὶ τὸ σῶμα κίνησιν. ὁρᾶται δὲ πάντα ταῦτα μόνον οὐ καθ’ ἑκάστην ἡμέραν ἐν μυρίοις παρα‐

3

.

71

δείγμασιν. αὐτίκα τῶν ἐρεσσο‖μένων τε ἅμα καὶ πλά‐ γιον ἐχουσῶν τὸν ἄνεμον νεῶν, εἰ μὲν ἰσόρροπος ἡ ῥώμη τοῦ τ’ ἀνέμου καὶ τῶν ἐρεσσόντων εἴη, μικτὴν
ἀνάγκη γίγνεσθαι τὴν κίνησιν, οὔτ’ εἰς τὸ πρόσω51 in vol. 1
5μόνον οὔτ’ εἰς τὸ πλάγιον αὐτῶν φερομένων, ἀλλ’ εἰς τὸ μέσον ἀμφοῖν· εἰ δ’ ἡ τῶν ἐρεσσόντων ἰσχυροτέρα γίγνοιτο, πρόσω μᾶλλον ἢ εἰς τὸ πλάγιον· εἰ δ’ ἡ τοῦ πνεύματος, εἰς τὸ πλάγιον μᾶλλον ἢ πρόσω· πολλῆς δ’ οὔσης τῆς ὑπεροχῆς, ὡς νικᾶσθαι τελέως
10τὴν ἑτέραν, τῆς μὲν τῶν ἐρεσσόντων ἀφανισθείσης, εἰς τὸ πλάγιον, τῆς δὲ τοῦ πνεύματος, εἰς τὸ πρόσω μᾶλλον ἐνεχθήσονται. τί γάρ; εἰ λεπτὴ μὲν εἴη παν‐ τελῶς ἡ αὔρα, ἡ ναῦς δ’ ἐπιμήκης καὶ κούφη καὶ παμπόλλους τοὺς ἐρέσσοντας ἔχουσα, δύναιτ’ ἄν ποτ’
15ἐπίδηλος ἡ παρὰ τῆς αὔρας κίνησις γενέσθαι; ἀλλ’ οὐδ’, εἰ μέγιστος μὲν ἄνεμος εἴη, μεγίστη δ’ ἡ ναῦς καὶ βαρεῖα, δύο δ’ ἢ τρεῖς ἐρέσσοιεν, οἷόν τε φανῆναι τὴν εἰρεσίαν αὐτῶν. οὔκουν οὐδ’ ἡ τῶν μικρῶν τε‐ νόντων κίνησις ἄρρωστος εἰς τοσοῦτον οὖσα καὶ
20πρὶν κινεῖσθαι τοὺς μεγάλους, ὡς ἐπὶ σμικρὸν κομιδῇ

3

.

72

παράγειν τοὺς δακτύλους, ‖ δύναιτ’ ἄν ποτε φανῆναι τῶν μεγάλων ἐνεργούντων. ἀλλ’ ἐπεὶ καὶ αὐτὸ τοῦτο λέληθε τοὺς πολλούς, ὡς ἀμυδρὰ καὶ καθ’ ἑαυτὴν ἡ τῶν μικρῶν τενόντων ἐστὶ κίνησις, εἰκότως οὐδὲ τοῦτ’
5ἐπ’ αὐτῷ συλλογίσασθαι δεδύνηνται, ὡς ἀναγκαῖον ἦν αὐτὴν ἀφανισθῆναι τῇ σφοδροτάτῃ ζευγνυμένην. ἡ δ’ αἰτία τῆς ἀγνοίας, ὅτι τῆς ἐκτὸς κινήσεως, τῆς εἰς τὸ πλάγιον ἐπιστρεφούσης τοὺς δακτύλους, ἐπὶ
πλεῖστον γενομένης ἅπασαν τὴν ἀπὸ τῶν ὑστάτων52 in vol. 1
10ἐκείνης ἐπὶ τἀναντία φορὰν τῆς ἐντὸς εἶναι νομίζουσιν. ἐχρῆν δ’ οὐκ ἀπὸ τῶν ὑστάτων, ἀλλ’ ἀπὸ τῆς μέσης καταστάσεως τὸ ποσὸν ἑκατέρας τῶν πλαγίων ἐξετάζειν. ἡ μέση δὲ κατάστασίς ἐστιν, ὅταν οἱ τοὺς δακτύλους ἐκτείνοντες τένοντες ἀκριβῶς εὐθεῖς φαίνωνται. καὶ
15γὰρ δὴ καὶ εἰ διατμηθεῖεν οἱ ἐν τοῖς πλαγίοις, οὐδὲν εἰς τὴν ἔκτασιν ἢ τὴν κάμψιν οἱ δάκτυλοι βεβλάψον‐ ται· πείσονται δ’ ἑκάτερον ἐν μέρει τῶν κινούντων αὐτοὺς τενόντων ἀδιαστρόφων μεινάντων. ἀπὸ ταύτης τοίνυν τῆς καταστάσεως τῆς εὐθεῖς αὐτοὺς φυλαττού‐

3

.

73

σης ἑκατέρα τῶν πλαγίων, ὁπη‖λίκη τίς ἐστιν, ἀκριβῶς διαγιγνώσκεται· καί σοι κατὰ ταῦτα κρίνοντι κατάφω‐ ρος ἡ βραχύτης ἔσται τῆς ἔσω. Περὶ μὲν δὴ τῶν εἰς τὰ πλάγια κινή‐
5σεων ἱκανῶς ἀποδέδεικται. καὶ γὰρ ἀρρωστοτέραν ἔφαμεν δεῖν εἶναι τὴν ἐντὸς καὶ ἀμφοτέρας ἐνεργεῖν μὲν ἐκτεταμένων τῶν δακτύλων, ἡσυχάζειν δὲ κεκαμ‐ μένων, ἐπὶ τῶν τεττάρων δηλονότι δακτύλων τοῦ λόγου τούτου παντὸς εἰρημένου. ὁ γὰρ ἀντιτεταγμένος
10αὐτοῖς ὁ μέγας ὥσπερ τὴν θέσιν ἐξαίρετον, οὕτω καὶ τὰς ἐνεργείας τε καὶ τὰς τῶν τενόντων καταφύσεις ὑπὲρ τοὺς ἄλλους ἐκτήσατο. τῶν μὲν γὰρ κινήσεων αὐτοῦ ἀρρωστοτάτη μὲν ἡ ἐντός, ἥπερ ἐν τοῖς ἄλλοις ἰσχυροτάτη, σφοδρόταται δ’ αἵπερ ἐν ἐκείνοις ἀσθενεῖς,
15αἱ πλάγιαι. τῶν δὲ τενόντων ἰσχνότατος μὲν ὁ ἐντός,
παχύτατοι δ’ οἱ πλάγιοι, τοὔμπαλιν ἢ ἐν τοῖς ἄλλοις. ἀλλὰ καὶ ὥσπερ ἐν ἐκείνοις τὸ κῦρος τῶν ἐνεργειῶν ἐν τῷ κάμπτειν ὂν τῶν διττῶν ἐδεήθη τενόντων, οὕτω καὶ τῶν τοῦ μεγάλου κινήσεων τῶν εἰς τὸ πλάγιον ἡ53 in vol. 1
20κυριωτέρα ἡ ἐκτὸς ὑπό τε τοῦ ταύτῃ τεταγμένου μυὸς

3

.

74

καὶ τοῦ καθάπτοντος εἰς τὴν πρώτην ‖ αὐτοῦ φάλαγγα τένοντος γίγνεται. ἀπὸ τίνος δ’ οὗτος ὁ τένων ἄρχε‐ ται μυὸς καὶ πῶς φέρεται μέχρι τῆς ἀρχῆς τοῦ μεγά‐ λου δακτύλου, τηνικαῦτ’ ἐροῦμεν, ὅταν καὶ περὶ τῶν
5ἄλλων ἁπάντων τενόντων τῶν εἰς τοὺς δακτύλους καταφυομένων ὁ λόγος ᾖ. Νυνὶ δ’, ἅπερ ἤδη τινὲς τῶν ἀσπα‐ ζομένων τοὺς Ἐπικούρου τε τοῦ φιλοσόφου καὶ Ἀσκλη‐ πιάδου τοῦ ἰατροῦ λόγους ἀμφισβητοῦντες ὑπὲρ τῶν
10τοιούτων λέγουσιν, ἄξιον μὴ παρελθεῖν, ἀλλ’ αὐτούς τε διελθεῖν ἀκριβῶς αὐτῶν τοὺς λόγους ὅπῃ τε σφάλ‐ λονται δεῖξαι. δοκεῖ δὴ τούτοις τοῖς ἀνδράσιν, οὔθ’ ὅτι παχεῖς οἱ τένοντες ἐγένοντο, διὰ τοῦτο καὶ τὰς ἐνεργείας αὐτῶν εἶναι σφοδράς, οὔθ’ ὅτι λεπτοί, διὰ
15τοῦτ’ ἀσθενεῖς, ἀλλὰ ταύτας μὲν ὑπὸ τῶν κατὰ τὸν βίον χρειῶν ἀναγκάζεσθαι τοίας ἢ τοίας γίγνεσθαι, τοὺς δ’ ὄγκους τῶν τενόντων τῷ ποσῷ τῆς κινήσεως ἕπεσθαι, τῶν μὲν γυμναζομένων ὡς τὸ εἰκὸς εὐεκτούν‐ των τε καὶ παχυνομένων, τῶν δ’ ἀργούντων ἀτροφούν‐
20των τε καὶ κατισχνουμένων. οὔκουν, ὅτι βέλτιον ἦν

3

.

75

τῶν μὲν σφοδροτέρων ‖ ἐνεργειῶν ἰσχυροὺς καὶ παχεῖς εἶναι τοὺς τένοντας, τῶν δ’ ἀσθενεστέρων ἰσχνοὺς
καὶ ἀρρώστους, οὕτω διαπλασθῆναί φασιν ὑπὸ τῆς φύσεως αὐτούς—οὐ γὰρ ἂν καὶ πιθήκοις γενέσθαι54 in vol. 1
5τοιούτους δακτύλους—ἀλλ’, ὡς εἴρηται πρόσθεν, ἐξ ἀνάγκης ἀκολουθῆσαι τοῖς μὲν γυμναζομένοις τὴν πα‐ χύτητα, διότι τρέφονται καλῶς, τοῖς δ’ ἀργοῦσι τὴν ἰσχνότητα χεῖρον καὶ τούτοις τρεφομένοις. ἀλλ’, ὦ θαυμάσιοι, φήσομεν, ἐχρῆν ὑμᾶς πρῶτον μέν, ὡς τοὺς
10ὄγκους τῶν τενόντων οὐ μᾶλλον τεχνικῶς ἢ ἀτέχνως ἐδείξατε γεγονέναι, τὸν αὐτὸν τρόπον εἰπεῖν τι καὶ περὶ τοῦ πλήθους αὐτῶν καὶ τῆς θέσεως καὶ τῆς καταφύσεως, ἔπειτα δὲ καὶ τῆς περὶ τὰς ἡλικίας διαφο‐ ρᾶς ἐπισκέψασθαί τι καὶ πρὸς τούτοις ἔτι μὴ θρασύ‐
15νεσθαι περὶ πιθήκων ἀποφαινομένους, ἅπερ οὐκ ἴστε. τένοντας μὲν γὰρ οὐ μεγάλους μόνον, ἀλλὰ καὶ διττοὺς ἑκάστης τῶν σφοδρῶν ἐνεργειῶν ἡγουμένους εὑρήσετε. κατὰ δ’ αὖ τὰς ἡλικίας εὑρήσομεν οὐδεμίαν αὐτῶν ἐν τῷ πλήθει διαφοράν, ἀλλὰ καὶ τοῖς βρέφεσι καὶ τοῖς
20τελείοις καὶ τοῖς ἔτι κυουμένοις, καίτοι μηδεμίαν

3

.

76

ἐνεργοῦσι μηδέπω ‖ δι’ αὐτῶν ἐνέργειαν, ὅμως ἤδη καὶ τούτοις διττοὺς μὲν τοὺς διττούς, μεγάλους δὲ τοὺς μεγάλους, εἰ μή τι τοῖς οὕτω μὲν γυμναζομένοις διπλάσια τὸν ἀριθμὸν ἡγεῖσθε γίγνεσθαι τὰ μόρια,
5τοῖς δ’ ἀργοῦσιν ἀπόλλυσθαι τὰ ἡμίσεα. εἰ γὰρ τοῦτο, τέτταρας μὲν ἴσως ἕξουσιν οἱ διαπονοῦντες πόδας καὶ τέτταρας χεῖρας, οἱ δ’ ἐφ’ ἡσυχίας βιοῦντες ἓν μὲν τὸ σκέλος, μίαν δὲ τὴν χεῖρα. ἢ ταῦτα πάντα λῆρος
μακρὸς οὐχ εὑρεῖν τἀληθὲς ἐφιεμένων ἀνθρώπων, ἀλλ’55 in vol. 1
10εἰ καὶ καλῶς εὕρηταί τι, ἐγκαλύψαι τε καὶ κατακρύψαι σπευδόντων; τί γὰρ ὅτι τριάκοντα τῶν κατὰ τοὺς ἐν ἀμφοτέραις ταῖς χερσὶ δακτύλους ἄρθρων ὑπαρχόντων, ἑκάστου δ’ αὐτῶν κατὰ τοὺς τέτταρας τόπους ἐμφύ‐ σεις καὶ παραφύσεις τενόντων ἔχοντος, ὡς καὶ πρόσθεν
15εἴρηται, μόνῳ πάντων ἄρθρων τῷ πρώτῳ τοῦ μεγάλου κατὰ μὲν τὰ πλάγια κἀκ τῶν ἐκτὸς αἱ καταφύσεις εἰσὶ τῶν τενόντων, ἐντὸς δ’ οὐδεμία; καίτοι γ’, εἰ λογίσαιο τὸν ἀριθμὸν ἅπαντα τῶν εἰς τοὺς δέκα δα‐ κτύλους ἐμφύσεων, εἴκοσιν αὐτὰς ἐπὶ ταῖς ἑκατὸν εὑρή‐

3

.

77

σεις· οὕτω γὰρ συμβαίνει τριάκοντα ‖ μὲν ἄρθρων ὄντων, τεττάρων δὲ καθ’ ἕκαστον ἐμφύσεων· ἀλλὰ τῆς μιᾶς ἀπολομένης καθ’ ἑκάτερον τῶν μεγάλων δα‐ κτύλων αἱ λοιπαὶ ὀκτωκαίδεκα καὶ ἑκατόν εἰσιν. εἶτ’,
5ὦ πρὸς θεῶν, οὐδὲν ἔχοντες ἐν τοσαύταις καταφύσεσι μέμψασθαι, οὔτ’ οὖν τὸν ὄγκον τῶν τενόντων οὔτε τὸν τόπον οὔτε τὸν τρόπον τῆς ἐμφύσεως, ἀλλ’ ἐν ἁπάσαις αὐταῖς θαυμαστὴν ἀναλογίαν ὁρῶντες, μιᾶς μόνης ἀπολομένης κατὰ τὸν αὐτὸν τρόπον ἐν ἀμφοτέ‐
10ροις τοῖς μεγάλοις δακτύλοις, καὶ ταύτης οὐκ ἀλόγως, ἀλλ’ ὅτι μηδὲν αὐτῆς ἐχρῄζομεν, εἰκῇ φατε καὶ χωρὶς τέχνης ἅπαντα τὰ τοιαῦτα γεγονέναι; καὶ μὴν εἴπερ ἐκάμπτομεν ὡσαύτως τοῖς ἄλλοις καὶ τοῦτο τὸ ἄρθρον, οἶδ’ ὅτι πικρῶς ἂν τότε καὶ σφοδρῶς ἐξηλέγχετε τὴν
15ματαιοπονίαν τῆς φύσεως, ὡς ἂν καὶ κίνησιν ἄχρηστον
καὶ τένοντα περιττὸν ἐργασαμένης. ἐπεὶ δ’ ὀκτωκαί‐ δεκα μὲν καὶ ἑκατὸν χώρας δεομένας τενόντων ἐμφύ‐ σεως ἐκόσμησε παντοίως, μίαν δὲ καθ’ ἑκάτερον δά‐ κτυλον οὐδὲν δεομένην εὐλόγως παρέλιπεν, οὐκ ἄρα56 in vol. 1
20θαυμάσετε; καὶ μὴν πολλῷ γ’ ἦν ἄμεινον ἑτοιμοτέρους

3

.

78

εἰς ἔπαινον εἶναι ‖ τῶν κατωρθωμένων ἢ ψόγον τῶν διημαρτημένων, εἰ μή τι χρείαν τινὰ μεγάλην τῆς κατὰ τὸ πρῶτον ἄρθρον ἐπὶ πολὺ κάμψεως τοῦ μεγάλου δακτύλου λέγειν ἡμῖν ἔχετε. μόνως γὰρ ἂν οὕτως
5ἐξελέγχοιτε τὴν φύσιν ὡς ἄτεχνον, εἰ χρηστὴν κίνησιν φαίνοιτο παραλελοιπυῖα· ἀλλ’ οὐκ ἔχετε. καμπτομένων γὰρ εἰς ἔσχατον τῶν τεττάρων δακτύλων, ὡς καὶ πρό‐ σθεν ἐρρέθη, διττῆς ἐν ταῖς τοιαύταις ἁπάσαις ἐνερ‐ γείαις χρῄζομεν κινήσεως τοῦ μεγάλου δακτύλου, τῆς
10μὲν ἑτέρας, ὅταν οἷον ἐπίθημά τι γίγνηται τῆς κατὰ τὸν λιχανὸν εὐρυχωρίας, τῆς δ’ ἑτέρας, ὅταν ἄνωθεν αὐτοῖς ἐπιβαίνῃ σφίγγων τε καὶ πιέζων ἔσω. ἀλλὰ τῆς μὲν προτέρας θάτερος τῶν τὴν λοξὴν κίνησιν αὐτοῦ δημιουργούντων τενόντων ἐπιτροπεύει, τῆς δευ‐
15τέρας δ’ ὁ κάμπτειν δυνάμενος τὸ δεύτερον ἄρθρον, ὃν ἀπὸ μὲν τῆς κοινῆς κεφαλῆς τῶν καμπτόντων τοὺς δακτύλους τενόντων ἐλέγομεν ἄρχεσθαι, καταφύεσθαι δ’ εἰς τὰ ἐντὸς τοῦ δευτέρου τῶν κατὰ τὸν μέγαν δάκτυλον ὀστῶν. ἀλλὰ περὶ μὲν τῆς κατὰ τοῦτον τὸν

3

.

79

τένοντα δημιουργίας, ὥσπερ οὖν ‖ καὶ περὶ τῆς κατὰ τοὺς ἄλλους ἅπαντας, τὰ μέν που προείρηται, τὰ δ’
ἂν καὶ ὁ ἐφεξῆς διδάξειε λόγος. Τὸ δὲ νῦν εἶναι τῶν ἔργων ἀναμνη‐57 in vol. 1
5σθῶμεν τοῦ μεγάλου δακτύλου τῶν ἔμπροσθεν εἰρημέ‐ νων, ἐν οἷς ἀπεδείκνυτο τοῖς ἀντιτεταγμένοις τέτταρσιν ὁμοῦ πᾶσιν ἰσόρροπον τὴν χρείαν παρεχόμενος. ταῦτά μοι καὶ δοκοῦσι κατανοήσαντες οἱ ἄνθρωποι καλεῖν ἀντίχειρα τὸν δάκτυλον τοῦτον, ὡς ἀντὶ τῆς ὅλης
10χειρὸς αὐτοῖς ὄντα. ὁμοίως γὰρ αὐτῆς ὁρῶσιν ἀπολ‐ λυμένας τὰς ἐνεργείας, ἄν θ’ οἱ τέτταρες ἀποτμηθῶσιν ἄν θ’ οὗτος μόνος. οὕτω δὲ καὶ τὸ ἥμισυ μέρος εἰ διαφθαρείη τοῦ μεγάλου δακτύλου καθ’ ὁντινοῦν τρό‐ πον, τὴν ἴσην ἐν τοῖς ἔργοις ἀχρηστίαν τε καὶ ἀσχη‐
15μοσύνην ἡ χεὶρ ἕξει τῇ τῶν ἄλλων ἁπάντων ὁμοίᾳ βλάβῃ. ἆρ’ οὖν, ὦ γενναῖοι σοφισταὶ καὶ δεινοὶ κα‐ τήγοροι τῆς φύσεως, ἐθεάσασθέ ποτ’ ἐπὶ πιθήκου τοῦτον τὸν δάκτυλον, ὃν ἀντίχειρα μὲν οἱ πολλοὶ τῶν ἀνθρώπων, Ἱπποκράτης δὲ μέγαν ὀνομάζει, ἢ μὴ τε‐
20θεαμένοι τολμᾶτε λέγειν, ὡς πάντη τοῖς ἀνθρώποις

3

.

80

ἔοικε; καὶ μήν, εἴπερ ἐθεάσασθε, ‖ βραχὺς ὑμῖν ἐφάνη δήπου καὶ λεπτὸς καὶ κολοβὸς καὶ πάντη γελοῖος, ὥσπερ καὶ τὸ ὅλον ζῷον ὁ πίθηκος. „καλός τοι πίθων παρὰ παισὶν αἰεί“, φησί τις τῶν παλαιῶν ἀναμιμνή‐
5σκων ἡμᾶς, ὡς ἔστιν ἄθυρμα γελοῖον παιζόντων παίδων τοῦτο τὸ ζῷον. ἁπάσας μὲν γὰρ τὰς ἀνθρωπείους πράξεις ἐπιχειρεῖ μιμεῖσθαι, σφάλλεται δ’ ἐν αὐταῖς ἐπὶ τὸ γελοῖον. ἢ οὐκ ἐθεάσω πίθηκον αὐλεῖν ἐπι‐
χειροῦντα καὶ ὀρχεῖσθαι καὶ γράφειν καὶ τῶν ἄλλων58 in vol. 1
10ἕκαστον ὧν ἄνθρωπος ὀρθῶς διαπράττεται; τί ποτ’ οὖν ἔδοξέ σοι; πότερον ὡσαύτως ἡμῖν ἢ γελοίως ἅπαντα μεταχειρίζεσθαι; τάχ’ ἂν τοῦτό γε αἰδεσθείης ἑτέρως ἔχειν εἰπεῖν. καὶ μήν, ὦ σοφώτατε κατήγορε, λέξειεν ἂν ἡ φύσις πρὸς σέ, γελοίῳ τὴν ψυχὴν ζῴῳ γελοίαν
15ἐχρῆν δοθῆναι σώματος κατασκευήν. ὅπως μὲν οὖν αὐτῷ τὸ σύμπαν σῶμα μίμημα γελοῖόν ἐστιν ἀνθρώ‐ που, προϊὼν ὁ λόγος ἐπιδείξει· ὅπως δ’ αἱ χεῖρες, ἤδη σκόπει τοσοῦτόν μοι πρότερον ἐννοήσας, ὡς, εἴ τις

3

.

81

γραφικὸς ἢ πλαστικὸς ἀνὴρ ἀνθρώπου ‖ χεῖρας μιμού‐ μενος ἁμαρτάνειν ἤμελλεν ἐπὶ τὸ γελοῖον, οὐκ ἂν ἄλλως ἥμαρτεν ἢ ὡς τοῖς πιθήκοις ἔχει. μάλιστα γὰρ δὴ ταῦτα γελῶμεν τῶν μιμημάτων, ὅσα τὴν ἐν τοῖς
5πλείστοις μορίοις ὁμοιότητα διαφυλάττοντα τῆς ἐν τοῖς κυριωτάτοις πάμπολυ σφάλλεται. τί γοῦν τῶν τεττάρων δακτύλων ὄφελός ἐστι καλῶς ἐχόντων, ἐὰν ὁ μέγας οὕτως ᾖ κακῶς διακείμενος, ὡς μηδὲ τοὔνομα δύνασθαι δέξασθαι τὸ τοῦ μεγάλου; καὶ μὴν τοιοῦτός
10γ’ ἐστὶ τῷ πιθήκῳ, πρὸς τῷ πάντη γελοῖος ὑπάρχειν καὶ μικρὸν τοῦ λιχανοῦ διέστηκεν. ὥστε κἀν τούτῳ δικαία ἡ φύσις, ὡς πολλάκις αὐτὴν Ἱπποκράτης εἴωθεν ὀνομάζειν, γελοίᾳ ψυχῇ ζῴου γελοῖον σῶμα περιθεῖσα. καὶ καλῶς μὲν Ἀριστοτέλης ἅπαντα τὰ ζῷα κεκοσμῆ‐
15σθαί φησι τὸν ἐνδεχόμενον κόσμον καὶ πειρᾶταί γε δεικνύναι τὴν καθ’ ἕκαστον τέχνην· οὐ καλῶς δ’,
ὅσοι μήτε τοῦ τῶν ἄλλων ζῴων αἰσθάνονται κόσμου μήτε τοῦ μάλιστα πάντων κεκοσμημένου, ἀλλ’ ἀγωνί‐ ζονται μέγαν ἀγῶνα καὶ δεδίασι, μή πως δειχθῶσιν59 in vol. 1
20ἢ ψυχὴν ἔχοντες σοφωτέραν τῶν ἀλόγων ζῴων ἢ ‖

3

.

82

κατασκευὴν σώματος πρέπουσαν ζῴῳ σοφῷ. τούτους μὲν οὖν ἤδη καταλίπωμεν. Ὃ δ’ ἐπίλοιπόν ἐστιν εἰς τὸ πληρω‐ θῆναι τὸν πρῶτον ἡμῖν λόγον εἰπὼν καὶ δὴ πεπαύ‐
5σομαι, τὴν χρείαν τοῦ τ’ ἀριθμοῦ τῶν δακτύλων καὶ τῆς ἀνισότητος. χαλεπὸν δ’ οὐδὲν εὑρεῖν, ἐξ ὧν νῦν ἀπολαύομεν αὐτῶν τεκμαιρομένους, ὡς οἱ μὲν ἐλάττους ἐνδεέστερον ἂν τὰ πολλὰ τῶν ἔργων διεπράττοντο, πλειόνων δ’ εἰς οὐδὲν ἂν ἐδεήθημεν. ὅτι μὲν οὖν,
10ἐλάττους εἴπερ ἐγένοντο, πολλαῖς ἂν τῶν ἐνεργειῶν ἐλυμήναντο, μαθήσῃ ῥᾳδίως ἕκαστον αὐτῶν ἐπιὼν τῷ λόγῳ. τὸν μὲν δὴ μέγαν ἀπολέσαντες ἅπαντας ἂν ἀπο‐ λωλέκειμεν δυνάμει, χωρὶς γὰρ ἐκείνου τῶν ἄλλων οὐδεὶς οὐδὲν ἐργάσασθαι καλῶς δύναται. τῶν λοιπῶν
15δ’ ὁ μὲν λιχανός τε καὶ ὁ μέσος, ὡς τῇ τάξει δεύτεροι μετὰ τὸν μέγαν, οὕτω καὶ τῇ χρείᾳ τυγχάνουσιν ὄντες. ἥ τε γὰρ τῶν μικρῶν ὄγκων ἁπάντων ἀντίληψις καὶ πάντα σχεδὸν τὰ κατὰ τὰς τέχνας ἔργα, κἂν εἴ τι βίαιον δέοι καταπράξασθαι, πάντα τούτων φαίνεται

3

.

83

δεόμενα. ὁ δὲ ‖ μετὰ τὸν μέσον τε καὶ ὁ σμικρὸς ἐλάττονα μὲν ἔχουσι τῶν ἄλλων τὴν ὠφέλειαν, φαίνε‐ ται δ’ αὐτῶν ἡ χρεία σαφῶς ἐν οἷς κατὰ κύκλον δεό‐ μεθα περιλαμβάνειν τὸ ληπτόν. εἰ μὲν γὰρ ὑγρὸν ἢ
5μικρὸν εἴη, κεκάμφθαι χρὴ τοὺς δακτύλους ἀμφ’ αὐτὸ σφίγγοντας πανταχόθεν, κἀν τούτῳ χρησιμώτατος μὲν ὁ μέγας οἷον ἐπίθημά τι τῶν ἄλλων γιγνόμενος, δευ‐ τέραν δ’ ἔχει δύναμιν ὁ δεύτερος· εἰ δὲ σκληρὸν καὶ μέγα τὸ λαμβανόμενον εἴη, διεστῶτας ἀπ’ ἀλλήλων60 in vol. 1
10ὅτι πλεῖστον τοὺς δακτύλους οὕτως αὐτὸ χρὴ περι‐ λαμβάνειν· ἐν τούτῳ δ’ οἱ πλείους ἄμεινον περιλήψον‐ ται πλείοσιν ὁμιλοῦντες μορίοις αὐτῶν. ἐλέχθη δ’ οἶμαι καὶ πρόσθεν, ὡς ἐν ταῖς τοιαύταις ἐνεργείαις αἱ πλάγιαι τῶν δακτύλων κινήσεις πολὺ δύνανται,
15τοῦ μεγάλου μὲν εἴσω, τῶν δ’ ἄλλων ἁπάντων ἔξω περιαγομένων· οὕτω γὰρ συμβαίνει κατὰ κύκλον παν‐ ταχόθεν περιλαμβάνεσθαι τὸν ὄγκον, καὶ εἴπερ κατὰ κύκλον, δῆλον, ὡς οἱ πλείους περιττοί· ἀρκοῦσι γὰρ εἰς τοῦτο καὶ οἱ πέντε. περίεργον δ’ οὐδὲν ἡ φύσις
20ἐργάζεται· μέλει γὰρ ἴσον αὐτῇ περὶ τοῦ μήτ’ ἐνδεῶς

3

.

84

μηδὲν μήτε περιττῶς ‖ δημιουργεῖν. τὸ μὲν γὰρ ἐνδεὲς τῆς κατασκευῆς ἐνδεὲς καὶ τοὖργον ἀποφαίνει, τὸ δὲ περιττὸν ἐμποδὼν ἵσταται τοῖς αὐτάρκως ἐνεργοῦσιν ἄχθος ἀλλότριον προσκείμενον, ὥστε ταύτῃ λυμαίνεται.
5καὶ ὅτῳ παρὰ φύσιν ἕκτος δάκτυλος ἔφυ, μαρτυρεῖ τῷ λόγῳ. Διὰ τί δ’ ἄνισοι πάντες ἐγένοντο καὶ μακρότατος ὁ μέσος; ἢ ὅτι τὰς κορυφὰς αὐτῶν εἰς ἴσον ἐξικνεῖσθαι βέλτιον ἦν ἔν τε τῷ περιλαμβάνειν
10ὄγκους τινὰς μεγάλους ἐν κύκλῳ κἀν τῷ κατέχειν
ἐπιχειρεῖν ὁτιοῦν ἢ ὑγρὸν ἢ σμικρὸν ἐν ἑαυτοῖς; ἐν μὲν γὰρ τοῖς μείζοσιν ὄγκοις πρός τε τὸ κατέχειν ἀκριβῶς καὶ πρὸς τὸ βάλλειν ἰσχυρῶς ἡ πανταχόθεν ἰσόρροπος λαβὴ μεγάλα συντελεῖ. φαίνονται δ’ εἰς61 in vol. 1
15μίαν ἀνήκοντες κύκλου περιφέρειαν οἱ πέντε δάκτυλοι κατὰ τὰς τοιαύτας ἐνεργείας, μάλισθ’ ὅταν ἀκριβῶς σφαιροειδῆ σώματα περιλαμβάνωσιν. ἐν τούτοις γὰρ δὴ καὶ σαφέστατα γνοίη τις ἄν, ὅπερ ἐπὶ τῶν ἄλλων σωμάτων γίγνεται μέν, οὐ φαίνεται δ’ ὁμοίως ἐναργῶς,

3

.

85

ὅτι ‖ πανταχόθεν ἰσορρόπως αἱ κορυφαὶ τῶν δακτύλων ἀντιτεταγμέναι τήν τε λαβὴν αὐτῶν ἀσφαλεστέραν καὶ τὴν βολὴν ἰσχυροτέραν ἀπεργάζονται, καθάπερ οἶμαι κἀν ταῖς τριήρεσι τὰ πέρατα τῶν κωπῶν εἰς ἴσον
5ἐξικνεῖται, καίτοι γ’ οὐκ ἴσων ἁπασῶν οὐσῶν· καὶ γὰρ οὖν κἀκεῖ τὰς μέσας μεγίστας ἀπεργάζονται διὰ τὴν αὐτὴν αἰτίαν. ὅτι δὲ κἀν τῷ συγκλείειν τὰς χεῖρας ἐπιχειρεῖν, ἐπειδὰν ἤτοι σμικρόν τι σῶμα κατέχειν ἀκριβῶς ἢ ὑγρὸν ἐθελήσωμεν, ἡ τῶν δακτύλων ἀνισό‐
10της ἐναργῆ τὴν χρείαν παρέχεται, διά τε τῶν ἔμπρο‐ σθεν ἐνδεδεῖχθαι νομίζω λόγων, ἡνίκα τὸν μέγαν ἐπι‐ βαίνοντα τῷ λιχανῷ καθάπερ ἐπίθημά τι γίγνεσθαι τῆς ἄνωθεν εὐρυχωρίας ἀπέφαινον, ἐν δὲ τῷ παρόντι βραχὺ προσθεὶς ἔτι τὸ πᾶν ἀποδείξειν ἐλπίζω. εἰ γὰρ
15κατὰ τὰς τοιαύτας ἐνεργείας ἤτοι τὸν κάτωθεν δάκτυ‐ λον τὸν μικρὸν ἐπινοήσαις μακρότερον γεγενημένον ἤ τινα τῶν μέσων βραχύτερον ἢ τὸν ἀντιτεταγμένον
αὐτοῖς τὸν μέγαν ἑτέραν θέσιν ἢ μέγεθος ἔχοντα,62 in vol. 1

3

.

86

γνώσῃ σαφῶς, εἰς ὅσον ἥ τε ‖ νῦν ὑπάρχουσα κατα‐ σκευὴ βελτίστη, βλάβη τ’ ἀκολουθήσει μεγίστη ταῖς ἐνεργείαις, εἴ τι καὶ σμικρὸν ὅλως τῶν ὑπαρχόντων αὐτοῖς μετακινηθείη. τά τε γὰρ μεγάλα σώματα καὶ
5τὰ σμικρά, κἂν εἴ τι κατέχειν ὑγρὸν ἐπιχειρήσαιμεν, οὐκ ὀρθῶς μεταχειριούμεθα τοῦ μεγέθους ἑνὸς οὑτι‐ νοσοῦν τῶν δακτύλων ὑπαλλαγέντος. ᾧ δῆλον, εἰς ὅσον ἀκριβείας ἡ νῦν αὐτῶν ἥκει κατασκευή. Ὥρα μοι καταπαύειν τὸν πρῶτον
10λόγον ἐνταῦθα. τὰ γὰρ ὑπόλοιπα τῆς ὅλης χειρὸς μόρια, τὰ κατὰ τὸν καρπόν τε καὶ τὸν πῆχυν καὶ τὸν βραχίονα, διὰ τοῦ δευτέρου γράμματος ἐξηγήσομαι. κἄπειτα διὰ τοῦ τρίτου τὴν ἐν τοῖς σκέλεσιν ἐπιδείξω τέχνην τῆς φύσεως. ἑξῆς δὲ τούτοις ἐν μὲν τῷ τετάρ‐
15τῳ καὶ πέμπτῳ περὶ τῶν τῆς τροφῆς ὀργάνων, ἐν δὲ τοῖς ἐχομένοις δύο περὶ τῶν τοῦ πνεύματος ἐρῶ. κἄ‐ πειτα περὶ τῶν μὲν κατὰ τὴν κεφαλὴν αὐτὴν ἐν δυοῖν τοῖς ἐφεξῆς ἐρῶ· ὀφθαλμῶν δὲ μόνων ἐν τῷ δεκάτῳ βιβλίῳ τὴν κατασκευὴν ἐξηγήσομαι. τὸ δ’ ἐπὶ τῷδε
20γράμμα τὰ κατὰ τὸ πρόσωπον ὄργανα περιέξει. τὸ δ’ αὖ δωδέκατον ἀμφὶ τῶν κατὰ τὴν ῥάχιν ἐρεῖ. καὶ

3

.

87

μέν γε καὶ τὸ ‖ τρισκαιδέκατον, ὅσον ἐπίλοιπον ἦν τῶν κατὰ τὴν ῥάχιν καὶ τῶν κατ’ ὠμοπλάτας, προσ‐ θήσει τὸ σύμπαν. ἐν δὲ τοῖς ἐφεξῆς δύο τὰ γεννη‐
τικὰ μόρια καὶ τὰ κατ’ ἰσχίον ἅπαντα δίειμι. τὸ δὲ63 in vol. 1
5ἑκκαιδέκατον σύγγραμμα τὸν περὶ τῶν κοινῶν ὀργάνων ὅλου τοῦ ζῴου ποιήσεται λόγον, ἀρτηριῶν δηλονότι καὶ φλεβῶν καὶ νεύρων. εἶθ’ ὥσπερ ἐπῳδός τις ἐπὶ τούτοις πᾶσι τὸ ἑπτακαιδέκατον ἔσται γράμμα τήν τε διάθεσιν ἁπάντων τῶν μορίων ἅμα τοῖς οἰκείοις μεγέ‐
10θεσιν ἐξηγούμενον ἐνδεικνύμενόν τε τῆς ὅλης πραγ‐ ματείας τὴν ὠφέλειαν.
11

3

.

88

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
1 Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων ἐγχειρήσας γράφειν ἐν μὲν τῷ πρὸ τούτου λόγῳ τὴν μέθοδον ἐδήλωσα πρώτην, ᾗ τις ἂν ἐξευ‐ ρίσκοι, πρὸς ὅ τι χρήσιμον ἕκαστον αὐτῶν ἐσόμενον
5ἡ φύσις ἐδημιούργησεν, ἠρξάμην τε τῆς ἐξηγήσεως ἀπὸ χειρός, ἐπειδὴ τοῦτ’ οἰκειότατον ἀνθρώπῳ μόριόν ἐστιν. ἐφεξῆς δὲ πάντ’ αὐτῆς ἐπέρχεσθαι τὰ μέρη προθέμενος, ὡς μηδὲν ἀνεξέταστον παραλειφθῆναι, μηδ’ εἰ σμικρό‐ τατον ὂν τυγχάνοι, περὶ πρώτων τῶν δακτύλων ἐποι‐

3

.

89

ησάμην τὸν λόγον, ἐπιδεικνὺς ‖ ἅπαντ’ αὐτῶν τὰ μόρια
θαυμαστὴν ἐπιδεικνύμενα τέχνην· καὶ γὰρ ὁ ἀριθμὸς αὐτῶν καὶ τὸ μέγεθος καὶ τὸ σχῆμα καὶ ἡ πρὸς ἄλληλα σύνταξις οὕτως ἐδείκνυτο κατεσκευάσθαι64 in vol. 1
5χρησίμως εἰς τὴν ἐνέργειαν ὅλης τῆς χειρός, ὡς μηδ’ ἐπινοηθῆναι δύνασθαι βελτίω κατασκευὴν ἑτέ‐ ραν. ἐπεὶ τοίνυν ὁ λόγος ἐτελεύτησεν εἰς τὰς τῶν δακτύλων κινήσεις, ἐπιδείξας πρῶτον μὲν ἑκάστου τὴν χρείαν, ἔπειτα δὲ καὶ τοὺς ἡγουμένους αὐτῶν τένον‐
10τας ἐκ μυῶν φυομένους ἐν κύκλῳ τόν τε πῆχυν καὶ τὴν κερκίδα κατειληφότων ἅμα τοῖς ἐν ἄκρᾳ τῇ χειρὶ μικροῖς, εὔλογον ἂν εἴη καὶ τῶν ἐν τῷδε τῷ γράμματι λεχθησομένων ἀρχὴν ποιήσασθαι τὴν ἐξήγησιν τῶν μυῶν. ἕκαστον γὰρ αὐτῶν οὕτως ἐκόσμησεν ἡ φύσις,
15ἔν τε τῷ προσήκοντι καταθεῖσα χωρίῳ καὶ τὰς ἐκφύ‐ σεις ἀσφαλεστάτας ἐργασαμένη καὶ τὰς τελευτὰς οἷ χρὴ προσαγαγοῦσα καὶ μέγεθος ἀπονείμασα τὸ προσῆ‐ κον ἀσφάλειάν τε καὶ ἀριθμόν, ὡς μηδ’ ἐπίνοιαν ἀπο‐ λείπεσθαι κατασκευῆς ἀμείνονος. αὐτίκα γάρ, ἵν’ ἀπὸ
20τοῦ πλήθους ἄρξωμαι—καὶ γὰρ δίκαιον, ὁπόσοι τε

3

.

90

σύμπαντές ‖ εἰσι προειπόντα καὶ καθ’ ὅ τι μέρος ἕκα‐ στος αὐτῶν τέτακται καὶ κίνησιν ἥντινα πεπίστευται, τὰς χρείας ἐφεξῆς διελθεῖν—ὁ μὲν ἀριθμὸς ἁπάντων τῶν περὶ τὸν πῆχύν τε καὶ ἄκραν τὴν χεῖρα μυῶν
5εἰς εἴκοσί που καὶ τρεῖς ἐξήκει· ἑπτὰ μὲν ἐν ἄκρᾳ τῇ χειρὶ σμικροί, τοσοῦτοι δ’ ἄλλοι μεγάλοι τὴν ἔνδον χώραν τοῦ πήχεως ἅπασαν κατειληφότες, ἐννέα δ’ οἱ λοιποὶ τὴν ἔξωθεν ἅπασαν.
Οἱ μὲν οὖν ἐν ἄκρᾳ τῇ χειρὶ μύες οἱ65 in vol. 1
10σμικροὶ τῶν λοξῶν κινήσεων τῆς ἑτέρας ἐξηγοῦνται. τῶν δ’ ἔνδον τοῦ πήχεως οἱ δύο μὲν οἱ μέγιστοι κάμπτουσι τοὺς δακτύλους· οἱ δὲ τούτων δεύτεροι κατὰ τὸ μέγεθος, δύο καὶ αὐτοὶ τὸν ἀριθμὸν ὄντες, ὅλον τὸν καρπόν· οἱ λοξοὶ δ’ οἱ δύο πρώτην μὲν τὴν
15κερκίδα, σὺν αὐτῇ δὲ καὶ ὅλην τὴν χεῖρα πρὸς τὸ πρηνὲς σχῆμα περιάγουσιν. ὑπόλοιπος δ’ ἐξ αὐτῶν ὁ ἕβδομος, ὅσπερ καὶ σμικρότατός ἐστι τῶν κατὰ τὸ μῆκος ἐκτεταμένων, ὡς μὲν οἱ πρὸ ἡμῶν ἀνατομικοὶ νομίζουσι, κάμπτει καὶ αὐτὸς τοὺς πέντε δακτύλους,
20ὡς δὲ τἀληθὲς ἔχει, κίνησιν μὲν οὐδεμίαν οὐδενὸς

3

.

91

τῶν δακτύλων ‖ πεπίστευται, θαυμαστῆς δέ τινος ἑτέ‐ ρας ἕνεκα χρείας γέγονεν, ἣν ἐξηγησόμεθα προϊόντος τοῦ λόγου. τῶν δ’ ἐκτὸς τοῦ πήχεως ἐννέα μυῶν εἷς μὲν ἐκτείνει τοὺς δακτύλους ἅπαντας πλὴν τοῦ μεγά‐
5λου, δύο δ’ ἄλλοι τοὺς αὐτοὺς τέτταρας δακτύλους ἐπὶ τὸ πλάγιον ἀπάγουσι, καὶ τέταρτός τις ἄλλος μῦς μόνον τὸν μέγαν δάκτυλον κινεῖ τὴν ἑτέραν κίνησιν τῶν ἐκτὸς δυοῖν τὴν λοξοτέραν, ἄλλος δ’ εἷς τὴν ὑπό‐ λοιπον τοῦ μεγάλου δακτύλου καὶ τὸν καρπὸν ὅλον
10ἐκτείνει μετρίως. ἰσχυρῶς δὲ τοῦτ’ ἐργάζονται περὶ τὸν καρπὸν ἕτεροι δύο μύες. οἱ δ’ ὑπόλοιποι δύο μύες ἀναστρέφοντες ἐπὶ τὸ ὕπτιον σχῆμα τὴν κερκίδα σὺν αὐτῇ καὶ πᾶσαν τὴν χεῖρα πρὸς ταὐτὸν ἀπάγουσι σχῆμα. τὰ μὲν ἐκ τῆς ἀνατομῆς φαινόμενα ταῦτα.
15διὰ τί δ’ ἕκαστον αὐτῶν ἐγένετο, λέγειν ἂν ἑπόμενον εἴη, βραχύ τι πρότερον ἕνεκα σαφηνείας διαστειλαμέ‐
νους ὑπὲρ τῶν ὀνομάτων, οἷς χρησόμεθα κατὰ τὸν λόγον. τῆς ὅλης χειρὸς εἰς τρία τὰ μέγιστα μέρη τεμνομένης τὸ μὲν βραχίων, τὸ δὲ πῆχυς, τὸ δ’ ἀκρό‐66 in vol. 1

3

.

92

χει‖ρον ὀνομάζεται. βραχίονος μὲν οὖν οὐδὲν εἰς τὸν παρόντα λόγον δεόμεθα. πῆχυς δὲ καλεῖται μὲν καὶ τὸ σύμπαν μέλος, ὅσον ἐστὶ μεταξὺ τῆς τε κατὰ τὸν καρπὸν καὶ τῆς κατ’ ἀγκῶνα διαρθρώσεως. ἀγκὼν δ’
5ἐστίν, ᾧ ποτὶ στηριζόμεθα, φησὶν Ἱπποκράτης· ἤδη δὲ καὶ τῶν ὀστῶν αὐτοῦ θάτερον τὸ μεῖζον, οὗ μέρος ἐστὶ τὸ πρὸς Ἱπποκράτους μὲν ἀγκών, ὑπὸ δὲ τῶν Ἀττικῶν ὠλέκρανον ὀνομαζόμενον· ἰδικώτερον γὰρ δήπου τοῦτο τὸ ὀστοῦν πῆχυς καλεῖται. καί σοι τὴν
10χεῖρα μέσην ὑπτίας τε καὶ πρηνοῦς καταστήσαντι τοῦτο μὲν ὑποκείσεται, θάτερον δ’ ὀστοῦν τὸ τῆς κερκίδος ἐπικείσεται. καὶ πρὸς τοῦτο τὸ σχῆμα βλέ‐ πων τὸ μὲν ἔσω τῆς χειρὸς κάλει, τὸ δ’ ἔξω, καὶ τὸ μὲν ἄνω, τὸ δὲ κάτω. αἱ κυρταὶ δ’ ἀποφύσεις τῶν
15κατὰ τὴν κερκίδα τε καὶ τὸν πῆχυν ὀστῶν, αἵπερ ἐν τῷ καρπῷ διαρθροῦνται, καλοῦνται μὲν καὶ αὐτὸ τοῦτ’ ἀποφύσεις, ὥσπερ καί εἰσι, καλοῦνται δ’ ἔστιν ὅτε καὶ κεφαλαὶ καὶ κόνδυλοι. ἐπὶ ταύτῃ τῇ τῶν ὀνομά‐ των συνθήκῃ μανθάνοις ἂν ἤδη τὰ προτεθέντα.

3

.

93

Τῶν μὲν δὴ κατὰ τὴν ἄκραν χεῖρα μυῶν εὐσύνοπτος ὁ ἀριθμός. ἑκάστῳ μὲν γὰρ τῶν δακτύ‐ λων εἷς ἐστιν ἴδιος μικρός, ὥσπερ καὶ πρόσθεν εἴρη‐
ται, δύο δ’ οἱ τὰ θέναρα καλούμενα γεννῶντες ἐξ67 in vol. 1
5ἐπιμέτρου προσέρχονται μέγιστοι τῶν ταύτῃ μυῶν, δι’ οὓς τό τε σαρκῶδες τῆς χειρὸς ὑψηλὸν καὶ τὸ μέσον κοῖλον γίγνεται, καὶ τῶν δακτύλων ἑκάτερος ὅ τε μέ‐ γιστος καὶ ὁ σμικρότατος ἐπὶ πλεῖστον τῶν ἄλλων ἀπάγονται. συνεχρήσατο γὰρ οὖν καὶ τούτοις εἰς δέον
10ἡ φύσις, ἕνεκα μὲν τοῦ σαρκώδη τε καὶ ὑψηλότερα γενέσθαι τοῦ μέσου τὰ θέναρα τῶν χειρῶν ἐργασα‐ μένη τοὺς μῦς τούτους, ἐπεὶ δ’ ἅπαξ ἐγένοντο, μὴ ἀνασχομένη σάρκας αὐτοὺς μόνον ἀργοὺς καὶ ἀκινή‐ τους ὑπάρχειν, ἀλλὰ τοῖς παρακειμένοις δακτύλοις
15κινήσεις τινὰς δι’ αὐτῶν ἐκπορισαμένη. καὶ μὴν καὶ ὁ μεταξὺ τοῦ τε μεγάλου καὶ τοῦ λιχανοῦ μῦς ἕνεκα μὲν τοῦ σαρκῶδες ἐργάσασθαι τὸ ταύτῃ μέρος τῆς χειρὸς ἐγένετο· συνεχρήσατο δ’ ἡ φύσις καὶ τούτῳ πρὸς τὴν τοῦ μεγάλου δακτύλου κίνησιν, ἣν ἐν τῷ
20προσάγεσθαι τῷ λιχανῷ ποιεῖται. γνοῦσα μέντοι ‖

3

.

94

σφοδροτέρων δεῖσθαι τῶν εἰς τὰ πλάγια κινήσεων τὸν μέγαν δάκτυλον οὐκ ἐπέτρεψεν αὐτὰς μόνοις τοῖς εἰ‐ ρημένοις μυσίν, ἀλλ’ ἰσχυροτέρους τένοντας ἀπὸ τῶν κατὰ τὸν πῆχυν μυῶν ἀγαγοῦσα καθῆψεν εἰς αὐτόν.
5οὕτω δὲ καὶ τοῦ μικροῦ δακτύλου τῶν λοξῶν κινή‐ σεων τὴν ἀπάγουσαν αὐτὸν ἀπὸ τῶν ἄλλων οὐκ ἐπέ‐ τρεψε τῷ προειρημένῳ μυῒ μόνῳ, τὴν μέντοι προσά‐ γουσαν τῷ μετ’ αὐτὸν τεταγμένῳ. καὶ τῶν ἄλλων δὲ τῶν τριῶν τὰς ἀνάλογον αὐτοῖς μόνοις τοῖς κατὰ τὴν
10χεῖρα μυσὶν ἀνέθηκεν, οὐδέν γε σφοδρὸν ἔχειν δεο‐ μένας, ὡς ὁ πρόσθεν ἐδήλωσεν λόγος. ὥστ’, ἐπεὶ τέτ‐
ταρες μὲν οὗτοι, δύο δ’ οἱ περὶ τὸν μέγαν, ἄλλος δ’ εἷς ὁ κατὰ τὸν μικρὸν δάκτυλον, εὐλόγως οἱ πάντες ἐν ἄκρᾳ τῇ χειρὶ μύες ἑπτὰ γεγόνασιν, εὐλόγως δὲ καὶ68 in vol. 1
15καθ’ ἕκαστον αὐτῶν εἷς τένων. οὔτε γὰρ εἰς πλείους ἠδύναντο μερίζεσθαι μικροὶ παντάπασιν ὄντες οὔτ’, εἰ καὶ μείζους ἦσαν, οὕτως εἶχον ἢ θέσεως ἢ χρείας, ὡς εἰς μίαν ἀνάγεσθαι κορυφὴν πλειόνων κινήσεων ἀρχάς. ἐπὶ μέντοι τῶν ἐκτεινόντων τε καὶ καμπτόντων τοὺς

3

.

95

δακτύλους μυῶν καὶ προσέτι τῶν ‖ ἀπαγόντων τοῦ μεγάλου δυνατόν τε ἅμα καὶ χρήσιμον εἶναι τὸ τοι‐ οῦτον ἔδειξεν ὁ ἔμπροσθεν λόγος. ἐπεὶ δ’, ὡς καὶ τοῦτο δέδεικται, πρὸς μὲν τὴν ἔκτασιν εἷς ἑκάστῳ
5δακτύλῳ τένων ἐξαρκεῖ, πρὸς δὲ τὴν κάμψιν ἑτέρου μὲν ἐδεήθησαν τοῦ τὸ πρῶτόν τε καὶ τρίτον ἄρθρον κινοῦντος, ἑτέρου δὲ τοῦ τὸ δεύτερον, εἷς μὲν ὁ ἔξωθεν ἐκτείνων ἅπαντας ἐδημιουργήθη μῦς, οὐχ εἷς δ’ ὁ κάμπτων ἅπαντας, ἀλλ’, ὥσπερ οἱ τένοντες ἐγέ‐
10νοντο διττοί, οὕτω καὶ οἱ προτεταγμένοι αὐτῶν μύες εἰσὶ δύο, μέγιστοι μὲν αὐτοί, διότι καὶ οἱ τένοντες μέγιστοι, πολὺ δ’ ἥττων ὁ ἐκτός, ὅτι καὶ οἱ τούτου τένοντες ἐλάττους πολύ. δέδεικται δ’ ἐν τῷ πρόσθεν λόγῳ περὶ τῆς κατὰ τοὺς τένοντας χρείας. εὐλόγως
15ἄρα καὶ αὐτῶν τῶν ἔνδον ὁ μὲν τῶν τὸ πρῶτόν τε καὶ τρίτον ἄρθρον κινούντων τενόντων μῦς μείζων ἐστίν, ὁ δὲ τῶν τὸ δεύτερον ἐλάττων πολλῷ· καὶ γὰρ κἀνταῦθα τοῖς ὄγκοις τῶν τενόντων ἀνάλογόν ἐστι τὸ μέγεθος τῶν μυῶν. ἀλλὰ καὶ ὑπόκειται μὲν ὁ τοὺς
20μείζους τε καὶ τὴν διττὴν κίνησιν ἐργαζομένους ἀπο‐69 in vol. 1

3

.

96

φύων τένοντας, ἐπίκειται δ’ ‖ ὁ ἕτερος, ἀεὶ τὰ πλείοσιν ἐνεργείαις ἢ χρησιμωτέραις ὑπηρετήσοντα μόρια φρου‐ ρούσης ἀσφαλέστερον τῆς φύσεως. οὗτοι μὲν οὖν οἱ δύο μύες ἀκριβῶς τὴν μέσην κατειλήφασι χώραν,
5ἐπειδὴ καὶ τὰς κεφαλὰς τῶν καμπτόντων τοὺς δακτύ‐ λους τενόντων, ὡς ἐδείκνυμεν ἔμπροσθεν, εἰς τὴν μέσην χώραν ἀνήκειν ἦν ἄμεινον. ἑκατέρωθεν δ’ εἷς ἐστι κάμπτων τὸν καρπόν· ὑπὲρ ὧν τῆς χρείας ἐροῦ‐ μεν, ἐπειδὰν ἐξηγώμεθα τὰς κινήσεις τοῦ καρποῦ.
10λοιπὸς δ’ εἷς ὁ πέμπτος ἐστὶ τῶν κατὰ τὸ μῆκος ἐκ‐ τεταμένων μυῶν ἔνδον τοῦ πήχεως, ἐπιπολῆς θ’ ἅμα καὶ ἰσχνότατος ἁπάντων τῶν προειρημένων μυῶν, ὑπὲρ οὗ πάντες ἥμαρτον οἱ πρὸ ἡμῶν ἀνατομικοὶ νομίζον‐ τες ὑπ’ αὐτοῦ κάμπτεσθαι τοὺς δακτύλους. οὐ μόνον
15δ’ ἐν τούτοις ἡμαρτήκασιν, ἀλλὰ καὶ τοὺς μικροὺς μῦς, ὑφ’ ὧν καὶ αὐτῶν ἡ πρώτη γε διάρθρωσις ἑκάστου δακτύλου κάμπτεται, τελέως ἠγνόησαν, ὥσπερ καὶ ἡμεῖς αὐτοὶ μέχρι πολλοῦ. γεγραμμένοι δ’ εἰσὶ σαφῶς ἔν τε τῇ τῶν Μυῶν ἀνατομῇ καὶ ταῖς Ἀνατομικαῖς
20ἐγχειρήσεσιν. ἐβουλόμην μὲν οὖν τὸν ἐνεστῶτα λόγον

3

.

97

διαπεραίνεσθαι χωρὶς τοῦ μεμνῆσθαι ‖ τῶν σφαλέντων καὶ οὕτω γ’ ἐξ ἀρχῆς προὐθέμην, ἀλλ’ ἐν αὐτῷ τῷ διεξέρχεσθαι ταῦτα παρέστη μοι τῶν ἀναγνωσομένων ὑποψία τις ἐσομένη, περὶ ὧν τοῖς ἔμπροσθεν ἀνατο‐
5μικοῖς διαφωνοῦμεν, ὡς ἡμῶν ἐσφαλμένων, οὐκ ἐκεί‐
νων· εὔλογον γὰρ οἶμαι τὸν ἕνα νομίζειν ἀγνοῆσαι μᾶλλον ἢ πάντας τοὺς ἄλλους. ἔτι δὲ μᾶλλον ἀνάγκη συμβῆναι τὴν ὑπόνοιαν ταύτην ἐκείνοις τοῖς ἀνδράσιν, ὅσοι ταῖς ἄλλαις ἡμῶν ἀνατομικαῖς πραγματείαις οὐχ70 in vol. 1
10ὡμίλησαν, ἐν αἷς οὐ μόνον ἐπεδείξαμεν, ὅσα κατὰ τὰς ἀνατομὰς ἐσφάλησαν οἱ πρόσθεν, ἀλλὰ καὶ τὰς αἰτίας τῶν σφαλμάτων ἐγράψαμεν, ἃς εἰ μή τις φυλάξαιτο καὶ νῦν ἀνατέμνειν βουληθείς, ὁμοίως ἐκείνοις σφα‐ λήσεται. καὶ ὅσοι γε θεωροῦσιν ἀνατεμνόντων ἡμῶν
15τὰ φαινόμενα, μὴ ὅτι τένοντας ἢ κινήσεις τινὰς ἠγνοη‐ μένας αὐτοῖς, ἀλλὰ καὶ μῦς ὅλους παραλελειμμένους, ἐκπλήττονταί τε καὶ τυφλοὺς ἀποκαλοῦσι τοὺς ἐσφαλ‐ μένους τὰ τηλικαῦτα. φέρε γάρ, ἵνα τἄλλα σύμπαντα παραλείπωμεν τὰ κατὰ τὴν τῆς χειρὸς ἀνατομὴν αὐ‐
20τοῖς ἀγνοηθέντα, τίς οὐχ ὁρᾷ τῶν ὀφθαλμοὺς ἐχόν‐

3

.

98

των οὐ μόνον ἐκτεινόμενόν τε καὶ ‖ καμπτόμενον ἕκαστον τῶν δακτύλων, ἀλλὰ καὶ πρὸς τὰ πλάγια παραγιγνόμενον; ἀλλ’ ὅμως ἐκεῖνοι τῶν κινούντων αὐτοὺς μνημονεύοντες τενόντων ὑφ’ ὧν ἐκτείνονταί
5τε καὶ κάμπτονται λέγουσιν, οὐκ ἐννοήσαντες, ὅτι καὶ τῆς εἰς τὰ πλάγια παραγωγῆς ἀναγκαῖον εἶναί τινας ἀρχὰς κινήσεως. ἆρ’ ἔτι θαυμάζεις ἢ ἀπιστεῖς ἠγνο‐ ῆσθαί τι τῶν ἀδηλοτέρων ἐν ταῖς ἀνατομαῖς, οἷς μηδὲ τὰ πρὸ τῆς ἀνατομῆς φαινόμενα γιγνώσκεται; οὗτος
10μὲν δή μοι λόγος κοινὸς ἅπαξ εἰρήσθω νῦν ὑπὲρ ὅλης τῆς πραγματείας, ἵνα μὴ πολλάκις ἀναγκάζωμαι λέγειν
ταὐτά. τὴν γὰρ τῶν ὄντως φαινομένων ἐν ταῖς ἀνα‐ τομαῖς ἐξήγησιν ἡμεῖς ποιούμεθα νῦν οὐδενὸς τῶν ἔμπροσθεν ἀκριβώσαντος αὐτήν. ὅστις οὖν βούλεται71 in vol. 1
15τῶν τῆς φύσεως ἔργων γενέσθαι θεατής, οὐ χρὴ τοῦ‐ τον ἀνατομικαῖς βίβλοις πιστεύειν, ἀλλὰ τοῖς ἰδίοις ὄμμασιν, ἤτοι πρὸς ἡμᾶς ἀφικόμενον ἤ τινι τῶν ἡμῖν ὁμιλησάντων συγγενόμενον ἢ αὐτὸν ἐφ’ ἑαυτοῦ φιλο‐ πόνως γυμναζόμενον ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσε‐

3

.

99

σιν· ‖ ἔστ’ ἂν δ’ ἀναγιγνώσκῃ μόνον, ἅπασι τοῖς ἔμ‐ προσθεν ἀνατομικοῖς ἡμῶν πιστεύσει μᾶλλον, ὅσῳ καὶ πλείους εἰσίν. Ἀλλ’ ὅθεν γ’ ὁ λόγος ἀπετράπετο, περὶ
5τοῦ μετὰ τὸ δέρμα τῆς χειρὸς ἐντὸς ἐπιπολῆς φαινο‐ μένου μυὸς ἀναλαβόντες εἴπωμεν, ὃν οὐδεὶς ἔγνω τῶν ἀνατομικῶν ἅπαντι τῷ ψιλῷ καὶ ἀτρίχῳ κατὰ τὸ ἔνδον ὑποπεφυκότα χρειῶν οὐ φαύλων ἕνεκα, ἃς ὀλίγον ὕστερον ἐρῶ τὸν περὶ τῶν τοὺς δακτύλους
10κινούντων μυῶν συμπερανάμενος λόγον. ἔσωθεν μὲν γάρ, ὡς εἴρηται, δύο εἰσὶ μόνοι, τέτταρες δ’ ἔξωθεν, ὁ μὲν ἐκτείνων τοὺς τέτταρας δακτύλους, ἁπάντων μέσος εὐλόγως γενόμενος, ὡς ἐπεδείξαμεν· ἄλλοι δ’ ἑκατέρωθεν αὐτοῦ δύο μύες· ὑποκείμενος μὲν αὐτῷ
15κάτωθεν ὁ τῶν δύο τῶν μικροτάτων τῆς εἰς τὸ πλάγιον ἐξηγούμενος κινήσεως, ἁπτόμενοι δὲ τούτου δύο ἕτεροι συμφυεῖς ἀλλήλοις κατά τι καὶ διὰ τοῦτο τοῖς ἀνατο‐ μικοῖς εἷς εἶναι νομισθέντες. ἐκφύονται δ’ ἐκ μὲν
θατέρου δύο τένοντες ἐπὶ δύο δακτύλους ἰόντες, ‖72 in vol. 1

3

.

100

εἷς ἐφ’ ἑκάτερον, ὁ μὲν ἐπὶ τὸν μακρότατόν τε τῷ μήκει καὶ τῇ τάξει μέσον, ὁ δ’ ἐπὶ τὸν λιχανόν· ἐκ δὲ θατέρου πρὸς τὸν μέγιστον δάκτυλον, ὃν δὴ καὶ ἀντίχειρα προσαγορεύουσιν, εἷς ἐκφυόμενος ἐμβάλλει
5τένων. οὗτοι πάντες οἱ μύες εἰς τὸ πλάγιον ἀπάγουσι τοὺς δακτύλους εὐλογώτατα ταχθέντες ἐπὶ τοῦ πήχεως. ὥσπερ γὰρ ὁ τῆς εὐθείας ἡγούμενος τοῖς τέτταρσιν ἐκτάσεως ἐν τῷ μέσῳ χωρίῳ τέτακται, κατὰ τὸν αὐτὸν λογισμὸν οἱ τὴν λοξὴν κίνησιν κινοῦντες ἐν ἐκείνοις
10τοῖς μέρεσίν εἰσιν, εἰς ἃ μέλλουσιν ἄξειν αὐτούς· ὅπερ οἶμαι καὶ μέγιστόν ἐστι τεκμήριον ἀκριβοῦς τέχνης. οὐ γὰρ ἐκ τῶν πλησίον ἀργοῦ δίκην δη‐ μιουργοῦ τὴν ἀρχὴν τῆς κινήσεως ἡ φύσις ἐποιήσατο τῆς εἰς τὸ πλάγιον ἐπιστροφῆς τῶν δακτύλων, ἀλλ’
15ἐκ τῶν πορρωτέρω μέν, ἐπιτηδειοτέρων δ’ εἰς τὴν ἐνέργειαν. ἡ γοῦν ἀρχὴ τοῦ μεγάλου δακτύλου πλη‐ σίον ἐστὶ τῆς κερκίδος, ὡς ἅπτεσθαι σχεδόν, ἀλλ’ ὅμως ὁ κινῶν αὐτὸν μῦς ἐκ τοῦ πήχεως ἐκπέφυκεν. ὡσαύτως δὲ καὶ ὁ τοὺς ἐφεξῆς αὐτῷ δύο δακτύλους

3

.

101

ἐπιστρέφων εἰς τὸ πλάγιον, ἔμπα‖λιν τῷ τὸν καρπὸν ὅλον ἀναστρέφοντι· τὴν ἀρχὴν γὰρ ἐκεῖνος ἀπὸ τοῦ τῆς κερκίδος ὀστοῦ ποιησάμενος εἰς τὴν πρὸ τοῦ λιχανοῦ τε καὶ μέσου χώραν ἐμβέβληκε μικρῷ τένοντι.
5καὶ δή σοι πάρεστι θεάσασθαι τῷ Χ γράμματι παρα‐ πλησίαν ἀποτελουμένην τὴν θέσιν αὐτῶν. οἵαν γὰρ
ἔμελλεν ἐργάζεσθαι κίνησιν ἑκάτερος, τοιαύτην ἐξ ἀρχῆς ἔσχε τὴν θέσιν. ἔτι δ’ ἀκριβέστερον ὑπὲρ τοῦ λεγο‐ μένου πεισθήσῃ τοὺς τὸν καρπὸν κινοῦντας ἅπαντας73 in vol. 1
10θεασάμενος μῦς, ὑπὲρ ὧν ἐφεξῆς δίειμι τὸν ὑπόλοιπον ἔτι τένοντα τοῦ μεγάλου δακτύλου προσθείς, ὡς μηδὲν ὑπολείπεσθαι τῶν κατ’ αὐτούς. ὅτι μὲν οὖν ἄμεινον ἦν τῷ μεγάλῳ δακτύλῳ τὴν ἀκριβῶς μέσην ἔκτασιν ὑφ’ ἑνὸς ἀποτελουμένην τένοντος μὴ λαβεῖν, ἀλλ’ ἐκ
15δυοῖν λοξῶν γενομένην, ἔμπροσθεν εἴρηται. λέλεκται δ’ ἄρτι καὶ ὁ πρὸς τὸν λιχανὸν ἐπιστρέφων αὐτὸν ὁποῖός τίς ἐστι τένων τε καὶ μῦς. ὁ δ’ ὑπόλοιπος ὁ ἀπάγων αὐτὸν ἀπὸ τοῦ λιχανοῦ κοινὴν μὲν ἔχει τὴν κεφαλὴν τῷ τὸν καρπὸν ὅλον ἐπὶ τὸ ὕπτιον ἀναστρέ‐
20φοντι τένοντι· στρογγύλος δ’ ἐπιπέφυκεν, ὥσπερ τις

3

.

102

τόνος ἅπαντι τῷ ‖ δακτύλῳ μέχρι τῆς ἐσχάτης φά‐ λαγγος ἐκτεταμένος. ὁ δὲ τῆς μὲν αὐτῆς αὐτῷ κεφα‐ λῆς ἐκπεφυκώς, εἰς δὲ τὸ πρὸ τοῦ μεγάλου μέρος τοῦ καρποῦ πλατὺς ἐμφυόμενος ἀναστρέφει πρὸς τὸ ὕπτιον
5ἄκραν τὴν χεῖρα. τῶν γὰρ τοῦ καρποῦ κινήσεων τετ‐ τάρων οὐσῶν, ἐκτάσεως, κάμψεως, τῆς ἐπὶ τὸ πρηνὲς περιαγωγῆς, τῆς ἐπὶ τὸ ὕπτιον, δύο μὲν ἐξηγοῦνται τένοντές τε καὶ μύες τῆς κάμψεως, δύο δ’ ἄλλοι τῆς ἐκτάσεως· οἱ δ’ αὐτοὶ οὗτοι καὶ τὰς εἰς τὸ πλάγιον
10ἐπιστροφὰς ῥυθμίζουσι συνεπιλαμβάνοντός τι τῷ πρηνεῖ σχήματι πέμπτου μυός, ἔξωθεν μὲν τοῦ πήχεως τε‐ ταγμένου, τελευτῶντος δ’ εἰς μέσον μάλιστα τὸ μετα‐
κάρπιον διπλῷ τένοντι. τῶν μὲν οὖν καμπτόντων τὸν καρπὸν τενόντων, ἔνδοθεν δηλονότι τοῦ πήχεως74 in vol. 1
15τεταγμένων, ὁ μὲν ἕτερος εἰς τὴν ὑπὲρ τὸν μικρὸν δάκτυλον, ὁ δ’ ἕτερος εἰς τὴν ὑπὲρ τὸν μέγαν χώραν ἐμβάλλει. καὶ τῶν ἐκτεινόντων δ’ ἑκάτερος ὡσαύτως, ἔξωθεν δηλονότι τοῦ πήχεως τεταγμένος, ὁ μὲν ὑπὲρ τὸν μικρόν, ὁ δ’ ὑπὲρ τὸν μέγαν δάκτυλον ἐμφύεται.

3

.

103

εἰ μὲν δὴ ἀμφότεροι ταθεῖεν ἅμα, ‖ κάμπτουσι μὲν οἱ ἐντός, ἐκτείνουσι δ’ οἱ ἐκτὸς ἄκραν τὴν χεῖρα. θατέρου δ’ αὐτῶν τεινομένου, τοῦ μὲν κατὰ τὸν μέγαν δάκτυλον ἐντός, τοῦ δὲ κατὰ τὸν μικρὸν ἐκτός,
5ἐπὶ πρηνὲς ἀτρέμα πως ἡ χεὶρ περιάγεται· τοῦ δὲ κατὰ τὸν μικρὸν ἐντὸς ἢ τοῦ κατὰ τὸν μέγαν ἐκτός, ἐπὶ τὸ ὕπτιον. εἰ δ’ ἅμα ταθεῖεν ὅ τε κατὰ τὸν μέγαν ἐντὸς ὅ τε κατὰ τὸν μικρὸν ἐκτός, οὐκέτ’ ἀτρέμας, ἀλλ’ ἐπὶ πλεῖστον οὕτως ἐπὶ τὸ πρηνὲς ἡ χεὶρ περι‐
10άγεται· κατὰ ταὐτὰ δὲ καὶ τοῦ κατὰ τὸν μικρὸν δά‐ κτυλον ἐντὸς ἅμα τῷ κατὰ τὸν μέγαν ἔξω ταθέντος ἱκανῶς ἡ χεὶρ ὑπτία γίγνεται. ἐπεὶ δ’ εἰς τὰς κατὰ τὸν βίον ἐνεργείας χρησιμώτερόν ἐστι μακρῷ τὸ πρηνὲς σχῆμα μιχθὲν τῇ κατὰ τὸν καρπὸν ἐκτάσει καὶ διὰ
15τοῦτ’ ἔδει πλεονεκτεῖν αὐτὸ τοῦ ὑπτίου, τὸν πέμπτον τένοντα τὸν διπλοῦν τῆς εἰς τοῦτο περιστροφῆς ἡγη‐ σόμενον ἡ φύσις προσέθηκεν, ἀρχόμενον μὲν ἀπὸ τοῦ κατὰ τὴν κερκίδα μυός, ἐμφυόμενον δ’ εἰς τὴν ὑπὲρ

3

.

104

τὸν μέσον τε ‖ καὶ τὸν λιχανὸν δάκτυλον χώραν τοῦ μετακαρπίου. τί δή ποτ’ οὖν οὐχ ἑνὶ τένοντί τε καὶ
μυῒ τὴν ἔκτασιν ἢ τὴν κάμψιν ἐπέτρεψε τῆς χειρός; ἔτι γὰρ τοῦτ’ ἐνδεῖν οἶμαι τῷ παρόντι λόγῳ. ὅτι75 in vol. 1
5πρῶτον μὲν οὔτ’ ἂν ἀκριβῆ τῆς διαρθρώσεως ὅλης οὔθ’ ἑδραίαν εἷς ὢν ἐποιεῖτο τὴν κάμψιν, ἀλλ’ εὐ‐ περίτρεπτόν τε καὶ χαλαράν· ὡς δὲ νῦν ἔχει τῇ χειρί, τελέως ἑδραία τε καὶ ἀσφαλής ἐστιν. ἔπειτα δ’ οὐδὲ σχολάζουσαν ἂν ἔτι τὴν μέσην εἶχε χώραν, ἐν ᾗ πάν‐
10τως ἕνα γε ὄντα αὐτὸν τετάχθαι χρῆν· ἔφθανε γὰρ ἔνδοθεν μὲν ὑπὸ τῶν καμπτόντων τοὺς δακτύλους, ἔξωθεν δ’ ὑπὸ τῶν ἐκτεινόντων αὐτὴ κατειλῆφθαι. καὶ τρίτον ἐπὶ τοῖς εἰρημένοις ἑτέρων ἂν ἐδέησεν αὐτῇ τενόντων τὰς εἰς τὰ πλάγια περιστροφὰς ἐρ‐
15γασομένων. ἀλλὰ νῦν γε διττῶν γενομένων τῶν ἐκ‐ τεινόντων καὶ καμπτόντων εὐθὺς μὲν δι’ αὐτῶν καὶ τὰς ἄλλας κινήσεις τῆς χειρὸς ἔσχομεν, οὐκ ἀποροῦμεν δ’ οὐδὲ τῆς θέσεως τῶν ἐργαζομένων αὐτὰς μυῶν ἐνεργοῦμέν τε πολλῷ μᾶλλον οὕτως ἰσχυρότερόν θ’
20ἅμα καὶ ἀσφαλέστερον, ἢ εἰ ἐκείνως ἐγεγόνεσαν· ὧν

3

.

105

ἁπάντων ‖ ἔδει. χρὴ δὲ προσέχειν ἐνταῦθα τὸν νοῦν τῷ λόγῳ καὶ διορίζειν τὰς τοῦ καρποῦ κινήσεις τῶν ὅλου τοῦ πήχεως. εἰσὶ γὰρ δὴ κἀκείνῳ τέτταρες κινήσεις ἀνάλογον ἔχουσαι ταῖς κατὰ τὸν καρπόν,
5ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἑξῆς εἰρήσεται. τὸ δὲ νῦν εἶναι τοσοῦτον χρὴ γιγνώσκειν ὑπὲρ αὐτῶν, ὡς, εἰ καὶ τελέως ἀκίνητον φυλάττοι τις ἄκραν τὴν χεῖρα, σαφῶς ὄψεται τὰς τέτταρας τοῦ πήχεως κινήσεις ὑπὸ
τῶν πρὸς τὸν βραχίονα διαρθρώσεων ἐπιτελουμένας.76 in vol. 1
10καὶ γὰρ ἐκτεινόμενον καὶ καμπτόμενον καὶ περιαγό‐ μενον ἐπί τε τὸ πρηνὲς καὶ τὸ ὕπτιον ἴδοις ἂν αὐτὸν ὅλον ἀτρεμούσης ἄκρας τῆς χειρός. ἀλλὰ τὴν μὲν ἔκτασίν τε καὶ κάμψιν ἡ τοῦ πήχεως πρὸς τὰ μέσα τοῦ βραχίονος ἐργάζεται διάρθρωσις, τὴν δ’ εἰς τὰ
15πλάγια περιαγωγὴν ἡ τῆς κερκίδος πρὸς τὴν ἐκτὸς αὐτοῦ κεφαλήν. οἱ δ’ ἐπιτεταμένοι ταῖς διαρθρώσεσιν ἑκατέραις μύες οἷοι μέν εἰσι καὶ ὅσοι καὶ πηλίκοι, προϊὼν ὁ λόγος ἐξηγήσεται κατὰ τὸν οἰκεῖον καιρόν. ἐν δὲ τῷ παρόντι τό γε τοσοῦτον χρὴ γιγνώσκειν,

3

.

106

ὡς οἱ μὲν ἐκτείνοντές τε καὶ κάμπτοντες ‖ τὸν πῆχυν ἐπὶ τοῦ βραχίονός εἰσιν, οἱ δὲ περιστρέφοντες ἐπ’ αὐτοῦ τοῦ πήχεως, λοξοὶ μέν, ὅτι καὶ ἡ κίνησις, ἣν δημιουργοῦσι, λοξή, καθήκοντες δ’ εἰς τὸ τῆς κερ‐
5κίδος ὀστοῦν, ὅτι τῆς τούτου πρὸς τὸν βραχίονα διαρθρώσεως ἡ τοιαύτη κίνησις ἔργον ἐστίν. εἰρήσεται μὲν οὖν καὶ περὶ τούτων ἑξῆς· ἐμνημόνευσα δὲ καὶ νῦν αὐτῶν, ὅτι νῦν μοι προὔκειτο τοὺς κατὰ τὸν πῆχυν ἅπαντας ἐξαριθμήσασθαι μῦς. καὶ δὴ φαίνονται προσ‐
10ηκόντως ἐννέα μὲν ἔξωθεν, ἑπτὰ δ’ ἔνδοθεν γεγονό‐ τες, ἑκατέροις αὐτῶν προσιόντων 〈τῶν〉 διττῶν τούτων μυῶν, ὑπὲρ ὧν νῦν δὴ πέπαυμαι λέγων. ὥσθ’ οἱ λοιποὶ μύες οἱ κατὰ τὸν πῆχυν οἱ τῆς χειρὸς ἄκρας ἕνεκα γεγονότες ἑπτὰ μὲν ἔξωθέν εἰσι, πέντε δ’ ἔν‐
15δοθεν· οὓς καὶ διὰ βραχέων αὖθις ἐν κεφαλαίοις ἐπελθεῖν ἄμεινον, ἵν’ εὐμνημόνευτος ὁ περὶ τῆς χρείας
αὐτῶν γένηται λόγος. Ὁ μὲν δὴ μέγιστος ἁπάντων, ὁ τὸ πρῶτον καὶ τὸ τρίτον ἄρθρον ἑκάστου τῶν τεττάρων δακτύ‐77 in vol. 1
20λων κάμπτων, εὐθὺς κατὰ τὸ μῆκος τῆς ὅλης χειρὸς

3

.

107

ἐκτέταται τὴν μέσην ‖ χώραν τὴν ἐντὸς τοῦ πήχεως ἅπασαν καταλαμβάνων. ὁ δ’ ἐπικείμενός τε καὶ συμ‐ φυὴς αὐτῷ τοῖς τέτταρσι δακτύλοις ἀποστέλλει τένοντας, οὓς εἰς τὸ δεύτερον ἄρθρον ἐλέγομεν ἐμφύεσθαι. τρίτος
5〈δ’〉 ἐπὶ τούτοις κατὰ τὸ μῆκος τῆς ὅλης χειρὸς ὁμοίως τοῖς προειρημένοις πεφυκώς, ὑπ’ αὐτῷ τῷ δέρματι κείμενος, εἰς πᾶν διασπείρεται τὸ τῆς ἄκρας χειρὸς ἔνδοθεν δέρμα. οὗτοι μὲν οὖν οἱ τρεῖς τὴν μέσην χώραν ἐπέχουσιν· οἱ λοιποὶ δὲ δύο τούτων ἑκατέ‐
10ρωθεν, οἱ μικροὶ μύες. οἱ δ’ αὐτοὶ κάμπτουσι τὸν καρπόν, ὁ μὲν κατὰ τὸν μικρόν, ὁ δὲ κατὰ τὸν μέγαν ἐμφυόμενος δάκτυλον. τῶν δ’ ἔξωθεν τοῦ πήχεως ὁ μὲν ἐκτείνων τοὺς τέτταρας δακτύλους ἐπιπολῆς ὑπ’ αὐτῷ τῷ δέρματι τέτακται τὴν μέσην μάλιστα παντὸς
15τοῦ κώλου χώραν κατειληφώς· ἕτεροι δ’ ἐπ’ αὐτῷ τῆς μέσης χώρας ἀποχωροῦντές τε καὶ λοξούμενοι τοῖς τρισὶ μὲν τοῖς μείζοσι δακτύλοις οἱ δύο, τοῖς δ’ ὑπο‐ λοίποις δύο τοῖς ἐλάττοσιν ὁ λοιπὸς ἀποφύσεις πέμπουσι. τῶν δὲ καταλοίπων τριῶν ὁ μὲν ἐπὶ τοῦ πήχεως ἐκ‐
20τείνειν ἐλέχθη τὸν καρπὸν ἁπλῷ τένοντι· οἱ δ’ ἐπὶ

3

.

108

τῆς κερκίδος, ὁ μὲν ‖ τὸν κόνδυλον αὐτῆς ὑπερβαίνων λοξὸς δίκρους γενόμενος ἐκτείνει θ’ ἅμα τὸν καρπὸν καὶ τὸν μέγαν δάκτυλον ἀπάγει τῶν ἄλλων· ὁ δ’
ἔξωθεν ἐπιβεβλημένος, ὃν εἰς τὸ πρὸ τοῦ λιχανοῦ τε καὶ78 in vol. 1
5τοῦ μέσου δακτύλου καθήκειν ἔφην μετακάρπιον, ἐπί τε τὸ πρηνὲς ἄκραν τὴν χεῖρα περιάγει ἐκτείνει τε τὸν καρπόν. Κατάλοιπον οὖν ἐστι τὸν ὑποπεφυκότα τῷ δέρματι τῆς χειρὸς ἔσωθεν ἐξηγήσασθαι τένοντα,
10τὴν μὲν ἔκφυσιν ἐκ τοῦ μέσου μυὸς ἔχοντα τοῦ εὐθέος, ὃς ἐλάττων μέν ἐστι τῶν ἄλλων μυῶν τῶν τεττάρων, ὅτι μηδὲ κινεῖ τινα διάρθρωσιν, ἐπιπολῆς δ’ ὑπὸ τῷ δέρματι τέτακται τὴν μέσην τοῦ κώλου χώραν κατειληφώς. ἀποφύεται μὲν οὖν ὁ τένων αὐ‐
15τοῦ πρὶν ἐπὶ τὴν τοῦ καρποῦ διάρθρωσιν ἀφικέσθαι, πλατύνεσθαι δ’ ἄρχεται κατ’ ἐκείνην πρῶτον ἐντεῦθέν τε φαίνεται καθάπερ τι δεύτερον δέρμα λευκὸν καὶ ἄναιμον ὑποτεταγμένος ἅπαντι τῷ δέρματι κατὰ τὴν ἄκραν χεῖρα καὶ τοὺς δακτύλους. τὸ μὲν οὖν ἄλλο
20δέρμα τὸ περὶ τῷ παντὶ σώματι δέρεσθαι δύναται·

3

.

109

διόπερ οἶμαι ‖ καὶ ὠνομάσθαι φασὶν οὕτως αὐτό· τὸ δ’ ἐν ἄκραις ταῖς χερσὶν ἔνδον, ὑπὲρ οὗ νῦν ὁ λόγος, ὡσαύτως δὲ καὶ τὸ κάτω τῶν ποδῶν ἔτι τε τὸ κατὰ τὸ μέτωπον καὶ ὀλίγου δεῖν ἅπαν τε τὸ πρόσωπον ἄλλα
5τέ τινα τῶν κατὰ τὸ ζῷον οὐκ ἔστιν ἀποδεῖραι διὰ τὴν τῶν τενόντων ἢ μυῶν εἰς αὐτὰ κατάφυσιν. ὅπως μὲν οὖν εἰς ἕκαστον αὐτῶν καταφύονται καὶ ἧστινος
χρείας ἕνεκεν, ἐν τοῖς ἰδίοις ὑπὲρ ἑκάστου μορίου λόγοις εἰρήσεται. ἐν δ’ οὖν τῷ καθόλου χρὴ τοῦτο79 in vol. 1
10γιγνώσκειν, ὡς ἤτοι τοῦ μεταδοῦναι χάριν αἰσθήσεως ἀκριβεστέρας ἢ κινήσεως τῆς καθ’ ὁρμὴν ἢ δυσπε‐ ρίτρεπτον ἢ σκληρὸν ἢ ἄτριχον ἐργάσασθαι τὸ δέρμα καταφύονταί τινες εἰς αὐτὸ τένοντες. ἔπρεπε δ’ οἶμαι ταῖς χερσίν, ἀντιληπτικοῖς ὑπαρχούσαις ὀργάνοις, καὶ
15δυσπερίτρεπτον ἔχειν αὐτὸ πρὸς ἄλλα τέ τινα καὶ μάλιστα πρὸς τὴν τῶν μικρῶν σωμάτων ἀκριβῆ θ’ ἅμα καὶ ἀσφαλῆ λαβὴν καὶ μέντοι καὶ αἰσθητικώ‐ τερον παντὸς τοῦ ἄλλου δέρματος. οὐ γὰρ ἕτερον

3

.

110

μὲν ἐχρῆν εἶναι τὸ ἀντιληπτικόν, ἕτερον δὲ ‖ τὸ ἁπτι‐ κὸν ὄργανον, οὐδ’ ἄλλῳ μὲν λαμβάνειν ἕκαστον τῶν ἐκτὸς αἴροντά τε καὶ μεταφέροντα καὶ ὅλως μεταχει‐ ριζόμενον, ἄλλῳ δὲ μετὰ ταῦτα κρίνειν τῶν ληφθέν‐
5των θερμότητα καὶ ψυχρότητα καὶ σκληρότητα καὶ μαλακότητα καὶ τὰς ἄλλας ἁπτὰς διαφοράς, ἀλλ’ εὐθέως ἅμα τῷ λαμβάνειν ἕκαστον ἄμεινον συνδιαγιγνώσκειν, ὁποῖόν τι τὴν φύσιν ἐστίν· οὐ μὴν οὐδ’ ἑτοιμότερον οὐδ’ εὐσχημονέστερον ἑτέρῳ διαγιγνώσκειν ὀργάνῳ
10τοῦ σώματος ὅ τι μὴ τῇ χειρὶ καὶ χειρὸς αὐτῆς οὐ πᾶσιν, ἀλλὰ τοῖς ἐντὸς μέρεσιν, οἷσπερ καὶ ἀντιληπτι‐ κὸν ὄργανον ὑπάρχει. εἴπερ οὖν διὰ τοῦθ’ ἁπτικὸν ἐχρῆν ὑπάρχειν αὐτήν, ὅτι καὶ ἀντιληπτικόν, εὔλογον, οἷς ἀντιληπτικόν ἐστι μέρεσι, τοῖς αὐτοῖς τούτοις αὐ‐
15τὴν καὶ ἁπτικὸν ἀπειργάσθαι. συντελεῖ δ’ οὐ σμικρὰ
πρὸς ἀκριβῆ διάγνωσιν ἁπασῶν τῶν ἁπτῶν ποιοτήτων καὶ τὸ ἄτριχον τοῦ ταύτῃ δέρματος ἐκ τῆς τοῦ πλα‐ τυνθέντος τένοντος ὑποφύσεως ἀπεργασθέν. ὥσπερ γάρ, εἰ λάσιον ἰσχυρῶς ὑπῆρχεν, οὐδ’ ὅλως ἂν ἔψαυε80 in vol. 1

3

.

111

τῶν πλησιαζόντων ἑαυτῷ, φθα‖νουσῶν προεμπίπτειν αὐτοῖς τῶν τριχῶν, οὕτω νῦν ἀκριβῶς ψιλὸν γενό‐ μενον οὐδὲν ἄψαυστον ἐκφυγεῖν ἐᾷ μόριον οὐδενὸς τῶν ὁμιλούντων, ἀλλὰ πᾶσιν αὐτοῖς προσπῖπτον ὅλου
5τοῦ πλησιάζοντος αἰσθάνεται σώματος. ὅτι δὲ καὶ τὴν σκληρότητα τοῦ ταύτῃ δέρματος ἡ τοῦ τένοντος ὑπό‐ φυσις ἐργάζεται, πρόδηλον παντί, χρήσιμόν τι καὶ τοῦτ’ εἰς πολλὰ τῶν ἔργων ἡμῖν γενησόμενον. διὰ ταῦτα μὲν δὴ τένοντες εἰς τὰ τῶν χειρῶν ἔνδον
10ἐνέφυσαν δέρματα. Καιρὸς δ’ ἂν εἴη μεταβαίνειν ἐπὶ τὰ τοῦ πήχεώς τε καὶ τῆς κερκίδος ὑπόλοιπα. τὰ μὲν γὰρ πλεῖστα καὶ τούτων εἴρηται· λείπεται δ’ ἄλλα τινὰ παντελῶς ὀλίγα καὶ περὶ τῶν λοξῶν ἐν αὐτοῖς
15μυῶν τῶν κινούντων τὴν κερκίδα διορίσασθαι. τί δή ποτε δύο μὲν ἐπὶ τὸ πρηνὲς αὐτὴν περιάγουσι, δύο δ’ ἐπὶ τὸ ὕπτιον ἀναστρέφουσι, καὶ τί δή ποτε χωρὶς τῶν τενόντων; ὡς οὖν ἐπὶ τῶν ἐκτεινόντων τε καὶ καμπτόντων τὸν καρπὸν ἐδείκνυτο μυῶν ἄμεινον εἶναι
20δύο γενομένους αὐτοὺς εἰς τὰ πέρατα τῶν κινηθησο‐

3

.

112

μένων ὀστῶν ἐμφύεσθαι, τὸν αὐτὸν ἔχει τρό‖πον κἀπὶ τῶν τὴν κερκίδα κινούντων μυῶν. οὐδὲ γὰρ οὐδ’
ἐνταῦθα βέλτιον ἦν ἕνα μῦν εἰς τὸ μέσον αὐτῆς ἐμβάλλοντα πεπιστεῦσθαι τὴν ὅλην κίνησιν, ἐνὸν δύο81 in vol. 1
5γενομένους τὸν μὲν τοῖς ἄνω μέρεσι τοῖς ἐγγὺς τοῦ βραχίονος, τὸν δὲ τοῖς κάτω τοῖς πρὸς τῷ καρπῷ καταφύεσθαι. παρήκουσι δ’ ἐπὶ πλέον ἑκάτερος, καὶ οὐκ εἰς αὐτὰ μόνον ἐμβάλλουσι τὰ πέρατα διὰ τὸ τοῖς σαρκώδεσι μέρεσι καταφύεσθαι πρὶν εἰς τέ‐
10νοντας τελευτῆσαι. ἀσθενεῖς γὰρ αἱ τούτων ἀντι‐ λήψεις ὑπάρχουσαι πλείονας ἐπιλαμβάνειν δέονται τόπους, ἵν’, ὅπερ τοῖς τένουσι διὰ τὴν ἰσχὺν ἐκ μιᾶς ὑπάρχει λαβῆς, τοῦτο τοῖς σαρκώδεσι διὰ τὴν ἀσθένειαν τούτων ἐκ πλειόνων ἀθροίζηται. ὅτι δ’ οὔτ’ ἄμεινον
15ἦν οὔτε δυνατὸν ἐκφῦναι τούτων τῶν μυῶν τένοντας, εἰ μέν τις μέμνηται τῶν ἔμπροσθεν εἰρημένων, οἶδεν ἤδη τὴν αἰτίαν, εἰ δὲ μή, ἀλλ’ ἐγὼ καὶ ταύτην ὑπο‐ μνήσω διὰ βραχέων. οὐ δέχεται κατάφυσιν ὀστοῦν μυός, ἢ ὅτι σκληρόν ἐστιν ἢ ὅτι σμικρὸν ἢ ὅτι βέλ‐
20τιον ἦν ἀσάρκῳ φυλάττεσθαι καὶ κούφῳ τῷ μέλει.

3

.

113

τούτων οὐδέν ἐστιν εἰπεῖν ἐπὶ ‖ τοῦ τῆς κερκίδος· οὔτε γὰρ σκληρόν ἐστιν οὔτε σμικρόν, ἀλλ’ οὐδὲ κοῦφον εἶναι μᾶλλόν περ ἢ σαρκῶδες ἐθέλει. πρὸς δὲ καὶ ἀδύνατον οὕτω πλησίον ἀλλήλοις κειμένων τῶν
5ὀστῶν τὸν ἀρχόμενον ἐκ τοῦ πήχεως μῦν ἀπονευρού‐ μενον ἐμφύεσθαι τῇ κερκίδι. κατὰ βραχὺ γὰρ ἐς ταὐτὸν ἀθροιζομένων τῶν εἰς τὰς σάρκας τοῦ μυὸς διεσπαρμένων νεύρων τε καὶ συνδέσμων ἡ γένεσις
τοῖς τένουσι. τὸ δὲ κατὰ βραχὺ τοῦτο μακροτέρας82 in vol. 1
10ὁδοῦ δεῖται, καὶ μάλισθ’ ὅταν ἐκ μεγάλου μυὸς ἀθροί‐ ζηται. ὅτι δ’ ἀληθές ἐστι τὸ λεγόμενον, ὁ κατὰ τῆς κερκίδος ἄνωθεν ἐπιβεβλημένος ἐνδείκνυται μῦς, οὗ μόνου τῶν τεττάρων μυῶν, ὑπὲρ ὧν ὁ λόγος οὗτος ἐνέστηκεν, ὑμενώδης κατὰ τὸ πέρας ἐκπέφυκε τένων,
15ἐμφυόμενος ἐκ τῶν ἔνδον μερῶν τῇ κερκίδι πλησίον τοῦ καρποῦ. καὶ γὰρ καὶ μόνος ἐλαχίσταις τε λαβαῖς ἔμελλε κινήσειν αὐτὴν μακρότατός τ’ ἐστὶν οὐ μόνον τῶν τὴν κερκίδα κινούντων μυῶν, ἀλλὰ καὶ τῶν ἄλ‐ λων ἁπάντων τῶν κατὰ τὸν πῆχυν. διὰ ταῦτα μὲν

3

.

114

δὴ τέτταρες γεγόνασιν ‖ οἱ μύες οἵδε καὶ λοξοὶ τὴν θέσιν ὅλοι τε σαρκώδεις πλὴν ἑνὸς τοῦ νῦν εἰρη‐ μένου τοῦ τετάρτου· βραχύτατος γάρ τις, ὡς εἴπομεν, ἐκπέφυκεν ὑμενώδης τένων. ἔθηκε δ’ ἕκαστον αὐτῶν
5ἡ φύσις ἐν ἐπιτηδειοτάτῃ χώρᾳ, τοὺς μὲν ἐπὶ τὸ πρηνὲς σχῆμα περιάγοντας τὸ κῶλον ἐκ τῶν ἔνδοθεν μερῶν ἁπάντων πρώτους κατὰ βάθος ἀσφαλείας ἕνεκα. δέ‐ δεικται γὰρ ἐν τῷ πρόσθεν λόγῳ τὰς πλείστας τε καὶ σφοδροτάτας καὶ ἀναγκαιοτάτας ἐνεργείας ἡ χεὶρ ἐν
10τούτῳ τῷ σχήματι διαπονουμένη. τοὺς δ’ ἐπὶ τὸ ὕπτιον ἀπάγοντας ἐκτὸς μὲν δήπου πάντως ἐχρῆν καταθεῖναι. τὴν θέσιν δ’ ἀμφοτέρων ἀνάλογον τοῖς ἔνδον οὐχ οἷόν τ’ ἦν ποιήσασθαι καθ’ ἑκάτερα τῆς κερκίδος τὰ πέρατα· τὸ γὰρ πρὸς τῷ καρπῷ, κοῦφόν
15θ’ ἅμα καὶ ὀλιγόσαρκον εἶναι δεόμενον ἔτι τε ταῖς κεφα‐
λαῖς ἀνακείμενον τῶν τενόντων ἁπάντων, ὅσοι κινοῦσιν ἄκραν τὴν χεῖρα, δύο λοξοὺς μῦς οὐχ οἷόν τ’ ἦν ὑπο‐ δέξασθαι. ταῦτ’ ἄρα τὸν μὲν ἕτερον αὐτῶν ὅλον σαρ‐ κώδη ποιήσασα κατέκρυψεν ἐν τῇ μεταξὺ χώρᾳ πήχεώς83 in vol. 1

3

.

115

τε καὶ κερκίδος, ἐκ μὲν τοῦ πήχεως ἐκφύσασα, ‖ κατα‐ φύσασα δ’ εἰς τὴν κερκίδα· τὸν δ’ ἕτερον, ἐπειδὴ μήτ’ ἐν ταύτῃ τῇ χώρᾳ καταθεῖναι δυνατὸν ἦν ἀγαπη‐ τῶς ὑποδεξαμένῃ κἂν τὸν ἕνα μήτ’ ἄλλην τιν’ εἶχεν
5ἔτι σχολάζουσαν, ἐπέθηκεν ἄνωθεν αὐτῇ τῇ κερκίδι, μακρότερον ἐργασαμένη τῶν περὶ τὸ κῶλον τοῦτο συμπάντων μυῶν. ἀνήκει γοῦν αὐτοῦ τὸ ἄνω πέρας ἐπὶ τὸ τοῦ βραχίονος ἐκτός, αἰωρούμενον μὲν ἄχρι τινὸς ἐπὶ τῶν ταύτῃ μυῶν, ἐγκαταβαῖνον δ’ αὐτοῖς,
10ἵνα λεπτότατον ἑαυτοῦ γίγνεται. τοῦτο μὲν οὖν αὐ‐ τοῦ τὸ πέρας οἷον κεφαλή τίς ἐστι. τὸ δ’ ἕτερον τὸ κάτω, δι’ οὗ κινεῖ τὴν κερκίδα, τελευτῆσαν εἰς ὑμε‐ νώδη τένοντα καταφύεται τοῖς ἔνδον αὐτῆς μέρεσι πλησίον τῆς κατὰ τὸν καρπὸν διαρθρώσεως. ἐσφαλ‐
15μένοι δ’ εἰσὶ μεγάλως καὶ περὶ τὴν τοῦδε τοῦ μυὸς ἐξήγησιν οἱ πρὸ ἡμῶν ἀνατομικοὶ διὰ πολλὰς αἰτίας, ἃς ἐν ταῖς Ἀνατομικαῖς ἐγχειρήσεσι λέγομεν. ἀλλ’ ὅ γε νῦν λόγος αὐτάρκως ἐπιδεδειχέναι μοι δοκεῖ καὶ τὴν περὶ τούσδε τοὺς μῦς ἀκριβῆ τέχνην τῆς φύσεως,

3

.

116

κατακρυψάσης μὲν ἐν βάθει τοὺς ἔν‖δον ἀσφαλείας ἕνεκα, τῶν δ’ ἐκτὸς τὸν ἕτερον μόνον, ὅτι μήτε δυ‐ νατὸν ἦν ἀμφοτέρους μήτε μέγα τι βλάπτεται πρὸς τὰς ἐνεργείας ἡ χεὶρ παθόντος τοῦ κατὰ τῆς κερκίδος
5ἄνωθεν ἐπιβεβλημένου μυός. εἰ δέ γ’ ὁ ἔνδον τι πάθοι, τὰς κυριωτάτας ἐνεργείας ὅλης τῆς χειρὸς ἀπο‐ λέσθαι συμβήσεται. οὐ μὴν οὐδὲ πάθοι ποτ’ ἂν ὑπό γε τῶν ἔξωθεν οὐδέν, εἰ μὴ πρότερον ἤτοι διακοπείη τελέως ἢ συντριβείη τὰ κατὰ τήνδε τὴν χώραν ὀστᾶ.84 in vol. 1
10τοσαύτην ἡ φύσις ἀσφαλείας πρόνοιαν ἀεὶ ποιεῖται τῶν κυριωτέρων μορίων. οὕτω γοῦν καὶ τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων τενόντων ὅσοι τούς τε δακτύ‐ λους κινοῦσι καὶ τὸν καρπόν, ἐπιπολῆς μὲν οἱ ἀκυρό‐ τεροι, διὰ βάθους δ’ εἰσὶν οἱ κυριώτεροι. ἐπεὶ δ’,
15ὡς ἐλέγομεν, ἡ φύσις ἠναγκάσθη κατὰ τῆς κερκίδος ἄνωθεν ἐπιθεῖναι τὸν ἀκυρότερον μῦν, εὐλόγως αὐτὸν ἐπὶ τὰ τοῦ βραχίονος ἐκτὸς ἀνήγαγε· μόνως γὰρ οὕτως ἐγένετο λοξός, ὅπερ ἀναγκαῖον ἦν αὐτῷ λοξῆς κινή‐ σεως ἡγήσεσθαι μέλλοντι. δῆλον οὖν ἤδη τῷ γε μὴ
20παντάπασιν ἀργῶς ἀκηκοότι τῶν εἰρημένων, ὡς οὐ

3

.

117

μόνον ἡ φύσις ἐποίησε τοὺς ‖ μῦς τοσούτους εὐλόγως, ἀλλὰ καὶ τηλικοῦτον ἕκαστον, οἷος νῦν ἐστι, καὶ ὧδέ πως κείμενον καὶ εἰς τοσούτους δὴ μεριζόμενον τένον‐ τας. εἰ γάρ τι καὶ παραλέλειπται κατὰ τὸν λόγον
5ἀνεξήγητον, τὸ μέν τι τοῖς ἤδη λεγομένοις ἀνάλογον ἔχον, τὸ δὲ καὶ τοῖς εἰρησομένοις ὁμοίως διακείμενον, οὐ χαλεπὸν ἀνευρίσκειν, εἰληφότας ἤδη τοσαύτας ἀφορ‐ μὰς τῆς εὑρέσεως, ἓν μόνον ἐν ἅπασι διαφυλάττον‐ τας, ὥσπερ τι φῶς λαμπρόν, ἄγον τε ἡμᾶς οἷ χρὴ καὶ
10ποδηγοῦν ἑτοίμως ἐπὶ τὴν τῶν ζητουμένων εὕρεσιν,
ὃ καὶ κατ’ ἀρχὰς εὐθέως ἐλέχθη τοῦδε τοῦ λόγου. τί δὲ τοῦτ’ ἔστι; τὴν ἐνέργειαν ἑκάστου μορίου καὶ πρὸ ταύτης δηλονότι τὴν κατασκευὴν ἅπασαν ἀκριβῶς δεῖν ἐπίστασθαι τῶν ἐν ταῖς διαιρέσεσι φαινομένων85 in vol. 1
15αὐτόπτην γενόμενον ἐπιμελῶς. ὡς νῦν γε μεστὰ τὰ βιβλία τῶν ἀνατομικοὺς ἑαυτοὺς καλεσάντων ἐστὶ μυ‐ ρίων ἁμαρτημάτων, ὑπὲρ ὧν ἐν ἑτέρᾳ πραγματείᾳ λόγον ποιούμεθα, δεικνύντες οὐχ ἁπλῶς μόνον αὐτὰ τὰ σφάλματα καθ’ ἕκαστον, ἀλλὰ καὶ τὰς αἰτίας αὐ‐

3

.

118

τῶν ‖ ἐξηγούμενοι. καὶ τοίνυν καὶ τὰς χρείας τῶν μορίων οὐ χαλεπῶς ἂν ἐξευρίσκοις ὑπ’ αὐτῆς διδασκό‐ μενος τῆς φύσεως, εἰ μόνον εἰδείης ἀκριβῶς τὴν κατασκευήν. αὐτίκα τῶν ἐπικειμένων τενόντων τοῖς
5κατὰ τὸν καρπὸν πέρασι πήχεώς τε καὶ κερκίδος, ἀσάρκοις τε καὶ γυμνοῖς οὖσι καὶ σφαλεροῖς διὰ τὴν κυρτότητα, τίνα τρόπον τῆς ἀσφαλείας ἡ φύσις προὐνοήσατο, θεάσασθαι χρὴ μόνον ἐν ταῖς ἀνατο‐ μαῖς. ὡς οὐδείς γ’ οὕτως ἀναίσθητός ἐστιν, ὡς θεασά‐
10μενος ἐγγεγλυμμένον ὀστοῦν χώραν ἴσην τῷ μέλλοντι διεξέρχεσθαι τένοντι ζητεῖν ἔτι καὶ ἀμφιβάλλειν καὶ ἀπορεῖν, εἰ τῆς ἀσφαλείας τῶν μορίων ἡ φύσις προ‐ νοεῖται· ἀλλ’ εἰ καὶ βραδὺς εἴη καὶ τελέως ἀμβλὺς τὴν διάνοιαν, ἐπὶ μὲν ἑνὸς ἢ δυοῖν ἢ τριῶν ἴσως
15ὀστῶν αὐτὸ θεασάμενος ἔτ’ ἂν ἀποροίη, πανταχοῦ δ’ ὁρῶν, ὅταν ὑπερβῆναι δέῃ κυρτότητα μεγάλην ὀστοῦ νεῦρον ἤ τινα τένοντα, τῶν τριῶν τούτων ἕν τι γιγνό‐ μενον, ἢ κοιλαινόμενον τὸ μόριον ἢ διατιτράμενον ἢ
πάντως γε περὶ τὴν βάσιν αὐτοῦ τὸ νεῦρον ἑλιττό‐86 in vol. 1
20μενον, οὐδαμοῦ δὲ γυμνὸν οὐδ’ ἀφρούρητον ἐποχού‐ ‖

3

.

119

μενον τῇ κυρτότητι, συνήσει πάντως τότε, πόσην ἡ φύσις ἀσφαλείας ἐν ἑκάστῳ τῶν μορίων ἐνδείκνυται τὴν τέχνην. εἰ δ’, ὅτι καὶ τοῖς στηριζομένοις ἐν ταῖς κοιλότησι τῶν ὀστῶν ἀγγείοις ἅπασιν, οὐ μόνον νεύ‐
5ροις τε καὶ τένουσιν, ὑμένες ἰσχυροὶ περιβάλλονταί τ’ ἄνωθεν καὶ κάτωθεν ὑποστόρνυνται, θεάσαιτό τις, ἔτι καὶ μᾶλλον οἶμαι συνήσειν αὐτὸν ἕνεκα δυσπα‐ θείας ἅπαντα τὰ τοιαῦτα μεμηχανῆσθαι τὴν φύσιν. ἐν ἅπαντί τ’ οὖν τῷ σώματι ταῦθ’ οὕτως ἔχει κἀν ταῖς
10κατὰ τὸν καρπὸν ἐξοχαῖς τῶν ὀστῶν οὐχ ἥκιστα. τῶν γὰρ τριῶν μυῶν τῶν ἔξωθεν τῆς χειρὸς τῶν τὸν καρ‐ πὸν κινούντων τοὺς τένοντας αἱ τῆς κερκίδος τε καὶ τοῦ πήχεως ἐπιφύσεις ὑποδέχονται κοιλαινόμεναι. εὐθὺς δὲ καὶ πλατέσι συνδέσμοις ἰσχυροῖς τε καὶ σκληροῖς,
15ἐξ αὐτῶν τῶν ὑποδεχομένων ὀστῶν ἐκφυομένοις, ἀμ‐ φιέννυνται πανταχόθεν οἱ τῇδε τένοντες ἅπαντες, ὡς μήτε ὑπὸ τῶν ἔξωθεν προσπιπτόντων ἑτοίμως τι πάσχειν μήθ’ ὑπὸ τῆς σκληρότητος τῶν ὀστῶν πονεῖν. ὥσπερ οὖν, ὅτι τῆς ἀσφαλείας τῶν μορίων ἡ φύσις
20προενοήσατο, θεάσασθαι χρὴ μόνον ἀκριβῶς τὰ διὰ

3

.

120

τῆς ἀνατομῆς φαινόμενα, ‖ κατὰ τὸν αὐτὸν τρόπον, ὅτι μέγεθος ἑκάστῳ μυῒ καὶ τένοντι ταῖς ἐνεργείαις ἀνάλογον ἔδωκεν, ὡς καὶ ἐν τῷ πρώτῳ δέδεικται γράμματι, τὰς μὲν ἀσθενεστέρας μικροῖς ἐπιτρέψασα
5τένουσι καὶ μυσί, πρὸς δὲ τὰς σφοδροτέρας οὐ μείζους
μόνον, ἀλλὰ καὶ διττοὺς ποιήσασα. καὶ μὴν καὶ τὸν ἀριθμὸν αὐτῶν ἅπαντα καὶ τὴν θέσιν ὡς σὺν ἄκρᾳ τῇ τέχνῃ παρεσκεύασεν, ἤδη μοι δέδεικται καὶ οὐδὲν ἔτι λείπεται τῶν κατ’ αὐτούς.87 in vol. 1
10 Ἀλλ’ ὥρα μεταβαίνειν ἐπὶ τὸν περὶ τῶν ὀστῶν λόγον, ἀπ’ ἄκρας τῆς χειρὸς ἀρξαμένους, ἐπειδὴ καὶ πάμπολλα τὰ κατ’ αὐτήν ἐστιν ὀστᾶ. τῶν μὲν οὖν δακτύλων ἐδείχθη πρόσθεν ὡς ἐχρῆν εἶναι καθ’ ἕκαστον τρία τοιαύτην ἔχοντα τὴν ἰδέαν τε καὶ
15τὴν θέσιν καὶ τὸ μέγεθος, οἷα νῦν ἐστι. διὰ τί δ’ ἐξ ὀκτὼ μὲν ὀστῶν τὸν καρπόν, ἐκ τεττάρων δὲ τὸ μετακάρπιον ἐποίησε πολυειδῶν τοῖς σχήμασι, καὶ διὰ τί κατὰ δύο μὲν στοίχους ὁ καρπὸς σύγκειται, καθ’ ἕνα δὲ τὸ μετακάρπιον, ἔτι τε περὶ τοῦ σχήματος

3

.

121

αὐτῶν καὶ τῆς σκληρότητος καὶ τῆς ‖ θέσεως οὔπω μὲν λέλεκται πρόσθεν· ἀρκτέον δ’ ἤδη τῆς ἐξηγήσεως ἀπὸ τοῦ πλήθους αὐτῶν. ἄτοπος γὰρ ἂν εἶναι δόξειεν ἡμῶν ὁ δημιουργός, ἐξ ἑνὸς μὲν ὀστοῦ μηρὸν καὶ
5βραχίονα, τὰ μέγιστα τῶν κώλων, ἐργασάμενος, ἐξ ὀκτὼ δ’ οὕτω βραχὺ μόριον τὸν καρπόν, ἐκ τεττάρων δὲ τὸ μετακάρπιον. ἐπὶ μὲν γὰρ τῶν δακτύλων ἡ ποι‐ κιλία τῶν ἐν ταῖς κινήσεσι σχημάτων ἐνδεικτικὴ τῆς χρείας τοῦ πλήθους αὐτῶν ἐστι, κατὰ δὲ τὸν καρπὸν
10ἢ τὸ μετακάρπιον οὐδὲν τοιοῦτον φαίνεται. καὶ μήν, τιμωρητέον γὰρ τῷ ἐναντίῳ λόγῳ, φησί που Ἱππο‐ κράτης, οὕτω σύγκειται τεχνικῶς, ὡς μηδεμίαν ἀπο‐
λιπεῖν ἀκριβείας ὑπερβολήν. αὐτίκα γέ τοι τῶν ὀκτὼ τῶν κατὰ τὸν καρπὸν οὐδὲν οὐδενὶ παραπλήσιον ὑπάρ‐88 in vol. 1
15χον τὴν ἰδέαν ἢ τὸ μέγεθος ἴσον ὅμως εἰς τοσαύτην ἁρμονίαν ἥκει συνθέσεως, ὡς δυσφώρατον αὐτῶν εἶναι τὸν ἀριθμόν· εἰ μὴ γὰρ ἀκριβῶς ἀποξέσαις μὲν τοὺς συνδέσμους, γυμνώσαις δὲ τοὺς σκέποντας ὑμένας, ἓν εἶναί σοι τὰ πάντα δόξει. τὸ δ’ ἐξ οὕτω πολλῶν τε
20καὶ πολυειδῶν συγκείμενον τὸν καρπὸν ἔσωθεν μὲν

3

.

122

κοῖλον, εἰς ὅσον ‖ τῇ χειρὶ πρέπει, γίγνεσθαι, κυρτὸν δ’ ἔξωθεν, εἰς ὅσον καὶ τοῦτο συμφέρει, πῶς οὐχ ἅμα μὲν τέχνην θαυμαστήν, ἅμα δὲ πρόνοιαν ἐν‐ δείκνυται; τὸ δὲ καὶ κυρτότητ’ ἔχειν ἐν τοῖς ἄνω μέ‐
5ρεσι τοῖς πρὸς τὸν πῆχυν τοιαύτην τε καὶ τηλικαύτην, οἵα καὶ ὅση μάλιστ’ ἤμελλεν ἐπιτήδειος εἰς διάρθρωσιν ἔσεσθαι τῶν προτεταγμένων ὀστῶν, ἆρ’ οὐ καὶ αὐτὸ τῆς τε τοῦ βελτίστου προνοίας ἔχεται καὶ τέχνης ἀκρί‐ βειαν ἐνδείκνυται; μὴ τοίνυν ταύτην μόνον θαυμά‐
10σῃς αὐτοῦ τὴν κατασκευήν, ἀλλὰ καὶ τὸ κάτω πέρας ἐπίσκεψαι. τέτταρας γὰρ ἐν ἐκείνῳ τῷ μέρει θεάσῃ κοιλότητας ἑξῆς ἀλλήλων μικράς, αἳ διαρθροῦνται τοῖς ὀστοῖς τοῦ μετακαρπίου. χόνδρος δ’ οὐ ταύτας μόνον, ἀλλὰ καὶ τὰς ἐν αὐτῷ τῷ καρπῷ συντάξεις τῶν ὀστῶν
15ἁπάσας ἐπαλείφει, καὶ σφίγγουσιν ὑμένες ἔξωθεν αὐ‐ τὰς ἰσχυροί, σύνδεσμοί τε ἅμα τοῖς ἄρθροις καὶ σκέ‐ πασμα τοῖς ὅλοις ὀστοῖς περιβεβλημένοι. τὰ δὲ τοῦ μετακαρπίου τέτταρα παράλληλα μὲν ἄχρι τῶν δακτύ‐

3

.

123

λων φέρεται, διέστηκε δ’ ἀπ’ ἀλλήλων καὶ ‖ οὐχ, ὥσπερ τὰ τοῦ καρποῦ, πάντη συνῆπται. ταῦτα μὲν γὰρ ἐπὶ πλεῖστον ἀλλήλων διεστῶσιν ὀργάνοις τοῖς δακτύλοις ἔμελλε διαρθρώσεσθαι, τὰ δ’ ἄνω τοῦ καρ‐89 in vol. 1
5ποῦ τοῖς πήχεώς τε καὶ κερκίδος πέρασι συνημμένοις. ἀλλὰ καὶ τὸ σχῆμα κυρτὰ μὲν ἔξωθεν ἀτρέμας, ἔν‐ δοθεν δὲ σιμότερα γέγονεν· ἔδει γὰρ ἑξῆς αὐτὰ τῶν τοῦ καρποῦ τεταγμένα τὴν ἐκείνων ἰδέαν μιμεῖσθαι. καὶ τοίνυν εἰς τοσοῦτον αὐτοῖς ὡμοίωται, ὥστε τὴν
10ἐξ ἁπάντων σύνταξιν διττὰς ἐπιφανείας ὁμαλὰς ἐργά‐ σασθαι, σιμὴν μὲν τὴν ἐντός, κυρτὴν δὲ τὴν ἐκτός. ὅταν οὖν ἐκτεῖναι δεηθῶμεν ἀκριβῶς ἄκραν τὴν χεῖρα, τείνουσι μὲν οἱ ἔξωθεν τένοντες ἅπαντας τοὺς δακτύ‐ λους, ὥσπερ ἀνακλῶντες, ἐκτείνεται δ’ ὁμοίως καὶ τὸ
15κατὰ τὸν καρπὸν ἄρθρον. ὑπ’ ἀμφοτέρων δ’ αὐτῶν ὅ τε καρπὸς καὶ τὸ μετακάρπιον, στενοχωρούμενά τε καὶ οἷον μοχλευόμενα βιαίως, ἐξίστασθαι μὲν τῆς ἀρ‐ χαίας ἕδρας ἀναγκάζεται, φέρεσθαι δ’ ἔξω μὴ δυνά‐ μενα διὰ τὴν τῶν ἐνταῦθα τενόντων τάσιν λοιπὴν
20ἔτι τὴν ἔσω μετάστασιν ἔχει, κἂν ἐπὶ πλεῖστον ἐχώ‐ ρησεν ἔσω πανταχόθεν ὠθούμενα, χαλαροὺς εἴπερ ‖

3

.

124

ἐκέκτητο καὶ λεπτοὺς τοὺς συνδέσμους· νυνὶ δ’ ἡ τούτων ῥώμη βοηθὸς αὐτοῖς ὑπῆρξεν, ὡς μὴ παντά‐ πασιν ἐξάρθροις γενέσθαι. ὅμως δ’ οὖν ἑκάστου τῶν ἄρθρων βραχύ τι μετακινουμένου μέγα καὶ ἀξιόλογον
5ἐξ ἁπάντων ἀθροίζεται. πλείστην δ’ εἰς τὴν τοιαύτην μετάστασιν οἱ ἐκτὸς τένοντες εἰσφέρονται δύναμιν·
ἐμπίπτοντες γὰρ τοῖς κυρτοῖς τῶν ὀστῶν εἴσω σύμ‐ παντα πιλοῦσι. διττὸν δ’ ἐντεῦθεν τὸ πρὸς τὴν αἴσθησιν ἐπίδηλον γίγνεται τῆς ἐκτάσεως, τῆς μὲν90 in vol. 1
10τέως κοίλης χώρας τῆς ἐντὸς καταλαμβανομένης ὑπὸ τῶν μεθισταμένων εἰς αὐτὴν ὀστῶν, τῆς δ’ ἔμπροσθεν κυρτότητος τῆς ἐκτὸς καταλιμπανομένης. οὐ μόνον τοίνυν τῷ τὸ κοῖλον ἀναπληροῦσθαι τῆς χειρός, ἀλλὰ καὶ τῷ τὸ κυρτὸν εὐθύνεσθαι τοῖς κατὰ τὸν καρπόν
15τε καὶ τὸ μετακάρπιον ὀργάνοις ἐκτείνεσθαι συμβαίνει. κοίλην δ’ ὅταν ἀκριβῶς βουληθῶμεν ἐργάσασθαι τὴν χεῖρα, πάντα τἀναντία δρῶμεν, ἐκλύοντες μὲν τῆς τάσεως τοὺς ἐκτὸς τένοντας, τείνοντες δὲ τοὺς ἐντός, κάμπτοντες δὲ τοὺς δακτύλους· ἐξ ὧν ἁπάντων πάλιν
20ἑτοίμως εἰς τὸν ἐκτὸς τόπον ἐπανέρχεται τῶν ὀστῶν ἕκαστον. ἀλλ’ οὐκ ἂν οὐδέτερον τούτων ἐγίγνετο

3

.

125

μηδαμῇ ‖ δυναμένων εἴκειν αὐτῶν· οὐκ ἂν δ’ εἶξεν, εἴπερ ἦν ἓν ἀσύνθετον ἅπαντα. ὥστ’ ἐκ τοῦ πολλὰ γενέσθαι τὸ μεθίστασθαι κτησάμενα καὶ κοίλην ἐπὶ πλεῖστον καὶ πάλιν εὐθεῖαν ἐργάζεται τὴν χεῖρα διὰ
5τὴν ἀμφοῖν ἡμῖν ἐν μέρει χρείαν· καὶ πάντως ἂν ἡ ἑτέρα κατάστασις ἀπώλετο μὴ γενομένων αὐτῶν πλει‐ όνων. οὐ μόνον δὲ τὴν ἐνέργειαν τῆς χειρός, ἀλλὰ καὶ τὴν ἀσφάλειαν ὠφέλησεν ἡ τοιαύτη κατασκευή. μεταξὺ γὰρ τῶν δακτύλων τε καὶ τοῦ πήχεως εἴπερ
10ἓν ἁπλοῦν ὀστοῦν ἐτέτακτο, κοῖλον μὲν τὰ ἔνδον, κυρτὸν δὲ τὰ ἐκτός, οὕτω γυμνόν, ὡς τούτοις εἶναι
πρέπει γυμνοῖς—τοῦτο γὰρ ὁ πρόσθεν λόγος ἔδειξεν—, ὑπὸ παντὸς ἂν τοῦ πλήξαντος σκληροῦ ῥᾳδίως ἐρρή‐ γνυτο, ῥαγὲν δ’ εὐθὺς ἂν ὅλον παρὰ φύσιν εἶχεν ἓν91 in vol. 1
15ὄν· νυνὶ δ’, ἐπειδὴ δώδεκα γέγονε, τὸ δωδέκατον τῆς ὅλης κατασκευῆς διαφθείρεται παθόντος ἑνός. ἀλλὰ καὶ πρὸς τὸ μηδὲν ὅλως παθεῖν ἄμεινον ἐκ πολλῶν συγκεῖσθαι, καὶ μᾶλλον οὕτω σκληρῶν· εἴκοντα γὰρ τοῖς ἐμπίπτουσι κατὰ τὰς διαρθρώσεις ἐκλύει τὴν βίαν

3

.

126

αὐτῶν. ‖ οὕτω τοι καὶ βέλος καὶ δόρυ καὶ πᾶν ὁτιοῦν ἄλλο τοιοῦτον ῥᾷον διεξέρχεται τῶν τεταμένων δερμά‐ των ἤπερ τῶν χαλαρῶν, τῷ τὰ μὲν ἀνθίστασθαι, τὰ δ’ εἴκοντα κατὰ βραχὺ τὴν βίαν ἐκλύειν τῶν ἐμ‐
5πιπτόντων. ἄμφω τοίνυν ἐκτήσατο τῶν ὀστῶν τού‐ των ἡ σύνθεσις, καὶ τὴν ἐν κοινῷ πάντων δυσπάθειαν καὶ τὴν ἑκάστου κατὰ μόνας, τὴν μὲν ἐκ τοῦ πλήθους αὐτῶν, τὴν δ’ ἐκ τῆς σκληρότητος λαβοῦσα. καὶ μὲν δὴ καὶ τὸ πολυειδὲς τῶν σχημάτων εἰς τὴν τοῦ κοινοῦ
10δυσπάθειαν ἀμηχάνως συντελεῖ, πολυειδῶς γὰρ εἴκει τοῖς ἐκ πάντων τῶν τόπων προσπίπτουσιν· εἰ δέ γε μονοειδὴς ἡ σύνθεσις αὐτῶν ἐγεγένητο, δυσπαθὴς οὐκ ἂν ἦν, ὅτι μηδ’ εἴκειν παντοίως ἠδύνατο. διὰ τοῦτο μὲν δὴ πολλὰ καὶ ὧδέ πως συγκείμενα.
15 Διὰ τί δ’ ὀκτὼ μὲν τὰ τοῦ καρποῦ, τέτταρα δὲ τὰ τοῦ μετακαρπίου, καὶ ὡς οὔτε πλείω βέλτιον ἦν οὔτ’ ἐλάττω γενέσθαι, τοῦθ’ ἑξῆς δίειμι,
πρότερόν γε τὸ μὲν ὑπομνήσας τῶν ἐπὶ τῇ τελευτῇ92 in vol. 1

3

.

127

τοῦ πρώτου γράμμα‖τος εἰρημένων, τὸ δ’ ἀποδείξας νῦν. ὅτι μὲν γὰρ οὔτε πλείους τῶν πέντε δακτύλων οὔτ’ ἐλάττους ἄμεινον ἦν γεγονέναι, τὸ πρότερον ἐξηγεῖται γράμμα· διὰ τί δ’ οὐχ, ὡς οἱ τῶν ποδῶν,
5ἐφ’ ἑνὸς στοίχου πάντες, ἀλλ’ ὁ μέγας ἀντιτέτακται τοῖς ἄλλοις, εἴρηται μὲν δή τι καὶ περὶ τούτου πρό‐ σθεν, ἀλλ’ ὅσον ἐνδεῖ, νῦν προσκείσεται. ποὺς μὲν ἦν ὄργανον βαδιστικόν, χεὶρ δ’ ἀντιληπτικόν· ἔπρεπεν οὖν τῷ μὲν τὸ τῆς ἕδρας ἀσφαλές, τῇ δὲ τὸ τῆς ἀντι‐
10λήψεως πολυειδές. ἀλλ’ ἡ μὲν ἀσφάλεια τῆς ἕδρας ἐφ’ ἑνὸς στοίχου τεταγμένων ἁπάντων ἐδεῖτο τῶν δακτύλων, ἡ δ’ εἰς τὸ ποικίλον τῶν ἀντιλήψεων ἑτοιμότης τοῦ μεγάλου τοῖς ἄλλοις ἀντιτεταγμένου. ἀλλ’ εἰ μὲν καταντικρὺ πάντων ἐτάχθη τὸ μέσον τῆς
15ἔνδον χώρας καταλαβὼν τοῦ καρποῦ, πολλοῖς ἂν τῶν ἔργων τῆς χειρὸς ἐλυμήνατο, καὶ μάλισθ’ ὅσα τοῖς θέναρσιν ἢ κατὰ μόνας ἑκατέρᾳ δρῶμεν ἢ ἀμφο‐ τέραις ἅμα. διὰ τοῦτ’ οὖν ἐκ πλαγίων μὲν ἐχρῆν αὐτὸν τετάχθαι, πλεῖστον δ’ ἀφεστηκέναι τῶν ἄλλων.
20διττῆς δ’ οὔσης τῆς ἐκ τῶν πλαγίων θέσεως, ἢ κατὰ

3

.

128

τὸν μικρὸν ‖ δάκτυλον ἢ κατὰ τὸν λιχανόν, εὔλογον ἦν αὐτὸν κατὰ τὸν λιχανὸν τετάχθαι· ἐστράφθαι γὰρ εἰς ἀλλήλας οὕτως ἤμελλον αἱ χεῖρες, ἀπεστράφθαι δ’ ἐκείνως· καὶ προσέτι κατὰ τὰς ἐσχάτας καμπὰς τῶν
5δακτύλων ὁ μὲν μικρὸς οὐδεμίαν ἀπολείπει χώραν κενήν, ὁ δὲ λιχανὸς οὐ σμικρὰν δεομένην σαφῶς οἷον ἐπιθήματός τινος τοῦ μεγάλου δακτύλου. ἐπεὶ τοίνυν
ἐν τούτῳ τῷ χωρίῳ μάλιστ’ ἐχρῆν τετάχθαι τὸν μέγαν δάκτυλον, τὴν πρώτην αὐτοῦ φάλαγγα τῷ πλησιάζοντι93 in vol. 1
10τοῦ καρποῦ διήρθρωσεν ὀστῷ· εἰ γάρ τινι τῶν τοῦ μετακαρπίου συνετέτακτο, μικρὸν ἂν ἦν αὐτῷ τὸ πρὸς τὸν λιχανὸν διάστημα. τοῦτο δ’ εἴπερ ἐγένετο, χεῖρον μὲν ἂν ἐνήργει καὶ μετ’ ἐκείνου, χεῖρον δ’ ὡσαύτως ἂν καὶ μεθ’ ἑκάστου τῶν ἄλλων, χεῖρον δ’ ἔτι μᾶλλον
15κἀν τῷ κατὰ κύκλον τι περιλαμβάνειν. ἐν ἅπασι γὰρ τοῖς εἰρημένοις τὸ τῆς χρείας ἱκανῶς περαίνεται τῷ μήκει τῆς διαστάσεως. τὸν μὲν δὴ μέγαν ἐπὶ πλεῖστον διὰ τοῦτ’ ἀπήγαγε τῶν ἄλλων. Ἐν δὲ τῇ μεταξὺ χώρᾳ τοῦ τε πήχεως ‖

3

.

129

καὶ τῶν τεττάρων δακτύλων τὸν καρπὸν καὶ τὸ μετα‐ κάρπιον ἔταξεν ἐκ πολλῶν μὲν ὀστῶν συγκείμενα, δι’ οὓς ἔμπροσθεν εἴπομεν λογισμούς. ἀλλὰ διὰ τί τὸ μὲν ἐκ τεττάρων, τὸν δ’ ἐξ ὀκτώ, νῦν πρόκειται
5λέγειν. καὶ δὴ φαίνεται τὸ μὲν ἐκ τεττάρων διὰ τοῦτο, ὅτι πέντε ὄντων τὸν ἀριθμὸν τῶν δακτύλων ὁ μέγας μὲν τῷ καρπῷ, τῶν δ’ ἄλλων ἕκαστος διαρ‐ θροῦται τῷ μετακαρπίῳ. διὰ τί δ’ ὁ καρπὸς ἐξ ὀκτώ, δειχθῆναι δεῖ πρότερον, καὶ ὡς ἐπὶ δύο στοίχους
10ἐχρῆν αὐτὸν συγκεῖσθαι. τὰ μὲν δὴ κατὰ τὸ μετα‐ κάρπιον ὀστᾶ διέστηκεν ἀλλήλων, ὅτι τε διεστηκότων ἀξιολόγως τῶν κατὰ τοὺς δακτύλους προὐτάγη καὶ ὅτι τὸ διάστημα τοῖς μυσὶ παρεσκεύασεν ἡ φύσις, ὑπὲρ ὧν τῆς εὐλόγου γενέσεως ἔμπροσθεν εἴρηται.
15τὰ δὲ τοῦ καρποῦ πάντ’ ἀλλήλων ἅπτεται, μᾶλλον μὲν
ἐσφιγμένα τὰ πρὸς τὸν πῆχυν, ἧττον δὲ τὰ πρὸς τὸ μετακάρπιον. τὰ μὲν γὰρ οἷον ἓν ἐχρῆν γενέσθαι, μέλλοντά γε ὡς ἓν διαρθρώσεσθαι μὲν πρὸς τὸν πῆχυν, κινήσεσθαι δὲ πολλὰς καὶ βιαίους κινήσεις·94 in vol. 1

3

.

130

ἅπασαι γὰρ αἱ σφοδραὶ τῆς χειρὸς ἐνέρ‖γειαι τοῦ κατὰ τὸν καρπὸν ἄρθρου κινήσεις εἰσί. τὰ δ’ οὔθ’ ὡς ἓν ἀναγκαῖον ἦν τοῖς ὀστοῖς ὁμιλεῖν τοῦ μετακαρ‐ πίου διεστηκόσιν ἀπ’ ἀλλήλων καὶ σφοδρὰν ἔμελλε
5κινήσεσθαι κίνησιν οὐδεμίαν εἴς τε τὴν δυσπάθειαν αὐτοῖς πολὺ χρηστότερον ὑπῆρχε χαλαρῶς συγκεῖσθαι· μᾶλλον γὰρ ἂν οὕτως ἐκλύοι τὴν βίαν τῶν προσπι‐ πτόντων. καὶ τοίνυν ἐπεὶ πολλὰ μὲν ἦν ἄμεινον ποιῆσαι τὰ κατὰ τὸν καρπὸν ὀστᾶ, συνθεῖναι δ’ οὐχ ὁμοίως
10αὐτῶν τὰ πρὸς τὸν πῆχυν πέρατα τοῖς πρὸς τὸ μετα‐ κάρπιον, ἐπὶ δύο στοίχους αὐτὰ συνέταξεν. ὄντων οὖν ἐξ ἀνάγκης τεττάρων τῶν τοῦ μετακαρπίου, παρακει‐ μένου δ’ αὐτοῖς ἐφ’ ἑνὸς στοίχου τοῦ πρώτου κατὰ τὸν μέγαν δάκτυλον, ὃ δὴ καὶ προσνέμουσιν ἔνιοι δι’
15αὐτὸ τοῦτο τῷ μετακαρπίῳ, καὶ τούτου παντὸς τοῦ στοίχου διαρθρουμένου τῷ κάτω μέρει τοῦ καρποῦ, δεόντως ἐκ τεττάρων μὲν τοῦτο, θάτερον δὲ τὸ τῷ πήχει διαρθρούμενον ἐκ τριῶν ὀστῶν ἐγένετο. στενο‐ τάτου μὲν γὰρ εἶναι δεομένου τοῦ καρποῦ, καθ’ ἃ
20τῷ πήχει διαρθροῦται, πλατυτάτης δ’ ὑπαρχούσης τῶν

3

.

131

δακτύλων τῆς ἐκφύσεως, τὸ ‖ μεταξὺ πᾶν, εἰς ὅσον ἀποχωρεῖ τῶν ἄκρων ἑκατέρωθεν, εἰς τοσοῦτον στενό‐
τητός τε καὶ πλάτους μετείληφε. τριῶν οὖν ὄντων στοίχων ἐν τῷ μεταξὺ πήχεώς τε καὶ τῆς τῶν δακτύ‐95 in vol. 1
5λων σχίσεως, ὁ μὲν πρὸς τῷ πήχει πρῶτος ἐκ τριῶν ὀστῶν, ὁ δ’ ἐφεξῆς ἐκ τεττάρων, ὁ δὲ τούτῳ διαρ‐ θρούμενος ἐκ πέντε γέγονεν, ὧν ἓν μέν ἐστι τὸ τοῦ μεγάλου δακτύλου, τὰ δ’ ἄλλα τέτταρα τοῦ μετακαρ‐ πίου. ἀλλὰ γὰρ οὕτω μὲν ἂν δόξειεν ὁ καρπὸς ἐξ
10ἑπτὰ τῶν πάντων ὀστῶν συγκεῖσθαι. εἰ δὲ καὶ περὶ τοῦ κατὰ τὰ ἔνδον αὐτοῦ μέρη, καθ’ ἃ δὴ καὶ διαρ‐ θροῦται πρὸς τὴν λεπτὴν τοῦ πήχεως ἀπόφυσιν, ἐπο‐ χουμένου προμήκους ὀστοῦ τὸν οἰκεῖον ἀναμείνας λόγον ἐπακούσειας, ὧν ἕνεκα καὶ τοῦτο χρειῶν ὑπὸ
15τῆς φύσεως ἐγένετο, τελέως ἂν οὕτω γε πεισθείης, ὡς οὔτε πλείω τῶν ὀκτὼ κατὰ τὸν καρπὸν οὔτ’ ἐλάττω βέλτιον ἦν ὀστᾶ γεγονέναι. ὑπέρ τ’ οὖν τούτων ἱκανὰ καὶ ταῦτα καὶ περὶ τῶν ἐπιφύσεών τε καὶ ἀποφύσεων ἁπασῶν τῶν ἐν ἅπασι τοῖς κώλοις, οὐ
20μόνον τῶν κατὰ τὸν καρπόν, ὁ εἰρησόμενος λόγος κοινός.

3

.

132

Ἀλλὰ καὶ ἔνθα χρὴ διάρθρωσιν ὀστῶν γενέσθαι καὶ μάλιστα μεγάλων, ἐπειδὴ τὸ μὲν ὑπο‐ δέχεσθαι χρή, τὸ δ’ ἐμβαίνειν, καὶ δεῖται τὸ μὲν ὑπο‐ δεξόμενον κοιλότητος, τὸ δ’ ἐμβησόμενον κυρτότητος,
5ἐνταῦθ’ ἑκατέροις ἡ φύσις ἢ ἀποφύσεις τινὰς ἢ ἐπι‐ φύσεις ἐργάζεται, τοῖς μὲν ἐμβησομένοις κυρτὰς καὶ περιφερεῖς πανταχόθεν, τοῖς δ’ ὑποδεξομένοις κοίλας μὲν ἔνδοθεν, ἔξωθεν δὲ κυρτάς. ὥστ’, ἐπεὶ καὶ τὸν
καρπὸν ἔδει διαρθροῦσθαι τοῖς πήχεώς τε καὶ κερκί‐96 in vol. 1
10δος πέρασι, δεόντως ἑκάτερον τῶν ὀστῶν ἐπίφυσιν ἔσχε, κυρτὴν μὲν καὶ περιφερῆ τἀκτός, κοίλην δ’ ἔν‐ δοθεν. ἀλλ’ ἡ μὲν τῆς κερκίδος πανταχόθεν ὀφρὺν ἔχει περιθέουσαν, ὑφ’ ἧς ἀκριβῶς σφίγγεται τὸ ταύτῃ πέρας τοῦ καρποῦ, ἡ δὲ τοῦ πήχεως οὐκέθ’ ὁμοίως·
15ἀλλὰ τὸ μὲν ἔσω τε καὶ πρὸς τὴν κερκίδα βλέπον αὐ‐ τῆς τοιοῦτον, τὸ δ’ ἄλλο τὸ κατὰ τὸ μῆκός τε καὶ τὴν εὐθυωρίαν ὅλου τοῦ κώλου πέρας εἰς περιφερῆ κεφαλὴν τελευτᾷ, ᾗ περιβέβηκε τὸ ταύτῃ τεταγμένον

3

.

133

ὀστοῦν τοῦ καρποῦ γληνοειδεῖ ‖ κοιλότητι, ὥστε διττὴν εἶναι τὴν διάρθρωσιν κατὰ τὸν καρπόν, ἑτέραν μὲν τῶν ἐμβαινόντων αὐτοῦ τοῦ καρποῦ περάτων εἰς τὴν μεταξὺ τῶν κερκίδος τε καὶ πήχεως ἀποφύσεων κοιλό‐
5τητα, τὴν δ’ ἄλλην τὴν μικρὰν τοῦ περιλαμβάνοντος ὀστοῦ τὴν μικρὰν ἀπόφυσιν τοῦ πήχεως. αὕτη μὲν οὖν ἕνεκα τῶν ἐπὶ τὸ πρηνές τε καὶ τὸ ὕπτιον ἐπι‐ στροφῶν τῆς χειρὸς ἐγένετο· διὰ δὲ τῆς ἄλλης τῆς μεγάλης ἐκτείνεταί τε καὶ κάμπτεται τὸ κατὰ τὸν καρ‐
10πὸν ἄρθρον. ἕνεκα μὲν δὴ τούτων αἱ κυρτότητες ἐγένοντο τῶν πήχεώς τε καὶ κερκίδος περάτων. χρῆ‐ ται δ’ αὐταῖς καὶ πρὸς ἄλλο τι χρηστὸν ἡ φύσις, ὥσπερ εἴωθε πολλάκις τῷ δι’ ἕτερόν τι γεγονότι συγ‐ χρῆσθαι καὶ πρὸς ἄλλα· τὰς γὰρ τῶν κινούντων τοὺς
15δακτύλους τενόντων κεφαλὰς εἰς τὴν μεταξὺ τῶν ἐξο‐
χῶν τούτων κοιλότητα κατέθετο, φρουρὰν ἀσφαλῆ καθάπερ τινὸς τείχους ἢ πύργου ταύτην αὐτοῖς ποιη‐ σαμένη. Ἐπεὶ δ’ ἔξωθεν μὲν ἱκανὸν ἦν ὕψος97 in vol. 1
20τῷ τοῦ πήχεως πέρατι, τὰ δ’ ἔνδον ταπεινὰ διὰ τὴν ἀπόφυσιν αὐτοῦ τὴν μικράν, ἔξωθέν τε καὶ κάτωθεν

3

.

134

τεταγμένην, ᾗ ‖ περιβαίνειν ἐλέγομεν ἓν τῶν κατὰ τὸν καρπὸν ὀστῶν, ἔθηκέ τι κἀνταῦθα, καθάπερ τινὰ χά‐ ρακα, πρόμηκες ὀστοῦν ἔσω νεῦον ὀρθόν, ὑφ’ οὗ τά τ’ ἄλλα τὰ τῇδε φρουρεῖται καὶ μάλιστα τὸ νεῦρον
5τὸ ἀπὸ τοῦ νωτιαίου μὲν ἰόν, εἰς δὲ τὰ ἐντὸς τῆς χειρὸς διασπειρόμενον. ὄγδοον τοῦτο κατὰ τὸν καρ‐ πὸν ὀστοῦν ἐστιν, ὑπὲρ οὗ τῆς εὐλόγου γενέσεως ἐν τοῖς ἔμπροσθεν ἀνεβαλόμην ἐρεῖν. οὔσης δ’ ἀκριβοῦς τῆς ἁρμονίας τοῖς κατὰ τὸν καρπὸν ὀστοῖς ἅπασιν
10ἀποροῦσα χώρας ἡ φύσις, ἐν ᾗ τὸ προειρημένον ὀστοῦν ἀσφαλῶς ἑδράσειε, πολλὰ καὶ θαυμαστὰ σοφίζεται. πρῶτον μὲν γὰρ τὸ κάτω πέρας αὐτοῦ λεπτὸν ἀκριβῶς εἰργάσατο, μόνως ἂν οὕτως ἐλπίσασα χώραν τιν’ ἐξευ‐ ρήσειν ἐπιτήδειον, ἐν ᾗ καταπήξειεν αὐτό· ἔπειτα δ’
15εἰς ὕψος ἱκανὸν ἀναγαγοῦσα, χαῦνον ἐνταῦθα καὶ χονδρῶδες ἀπειργάσατο, παρασκευάζουσα χώραν ἐπιτή‐ δειον εἰς κατάφυσιν τῷ κάμπτοντι κατὰ ταῦτα τὸν καρπὸν τένοντι· μείζων γὰρ ἦν οὗτός γ’ ἢ ὥστε συμ‐ φῦναί τινι τῶν κατὰ τὸν καρπὸν ὀστῶν ἀσφαλῶς
20δι’ οὕτως ὀλίγου χόνδρου. τούτῳ τ’ οὖν συνέφυσεν98 in vol. 1

3

.

135

αὐτὸ καὶ τὸ ‖ λεπτὸν πέρας τὸ κάτω φέρουσα κατέθετο μεταξὺ τοῦ τε περιλαμβάνοντος τὴν μικρὰν τοῦ πήχεως ἀπόφυσιν ὀστοῦ καὶ αὐτῆς τῆς μεγάλης κεφαλῆς, ἣν δὴ καὶ κόνδυλον ὀνομάζουσιν, ἀφ’ ἧς καὶ ὁ μικρὸς
5αὐχήν, ἐκ τῶν ἔξω τε καὶ κάτω μερῶν ἀποβλαστάνων, ἔπειτα τελευτῶν εἰς μικρὰν κεφαλήν, ἑνὶ τῶν κατὰ τὸν καρπὸν ὀστῶν ἐλέχθη διαρθροῦσθαι. καὶ τοίνυν ὡς ἂν ἐπὶ σμικρᾶς πάνυ βεβηκὸς κοιλότητος τὸ χονδρῶδες ὀστοῦν ἐκεῖνο σφαλερὸν ἐξ ἀνάγκης ἐγένετο καὶ ῥᾳδίως
10πάντη περιτρεπόμενον. ὑμέσι δή τισιν ἰσχυροῖς ἡ φύσις αὐτὸ τοῖς παρακειμένοις ὀστοῖς ξυνέδησεν, ὑφ’ ὧν ἰσορρόπως ἀνθελκόμενον ἁπάντη μένειν οὕτω μόγις ὀρθὸν δύναται κατὰ τῆς ἴτυος ὀχούμενον τοῦ περιβε‐ βηκότος ὀστοῦ τὴν μικρὰν τοῦ πήχεως ἀπόφυσιν.
15ἐπεὶ δ’ εἰς τὴν κεφαλὴν αὐτοῦ καθάπτων ὁ μέγας τένων ὁ τὸν καρπὸν κάμπτων ἐφ’ ἑαυτὸν ἔμελλε περι‐ τρέψειν αὐτὸ καὶ καταβαλεῖν, ἑτέραν αὐτῷ τάσιν ἰσόρ‐ ροπον ἀντέταξεν, ἐκ τῶν ἀντικειμένων μερῶν ἐκφύσασα σύνδεσμον εἰς τὸ μετακάρπιον τελευτῶντα. καὶ οὕτως

3

.

136

ἤδη δικαίως εἰς πᾶν ‖ μέρος ἑλκόμενον τὸ χονδρῶδες ὀστοῦν οὐδαμόσε καταπίπτει. τὰ μὲν δὴ κατὰ τὸν μικρὸν δάκτυλον μόρια τοῦ καρποῦ τόνδε τὸν τρόπον κεκόσμηται. τὰ δὲ κατὰ τὸν μέγαν, ἐπειδὴ κἀνταῦθα
5φυλακήν τιν’ ἐχρῆν γενέσθαι θατέρῳ τῶν ἄνωθεν ἰόντων νεύρων, τῷ διεκπίπτοντι κατά τι πρὸς τὰ ἐκ‐ τὸς τῆς χειρός, καὶ καταφῦναι τὸν λοιπὸν τῶν καμ‐
πτόντων ἄκραν τὴν χεῖρα τενόντων, καὶ ἦν οὐδεμία χώρα, καθ’ ἣν ἐστηρίζετο τοιοῦτον ἕτερον ὀστοῦν,99 in vol. 1
10οἷόν ἐστι τὸ κατὰ τὸν μικρὸν δάκτυλον, διὰ ταῦτα τοῦ πρώτου κατὰ τὸν καρπὸν ὀστοῦ προμήκη τιν’ ἀπόφυσιν εἰς τἀντὸς τῆς χειρὸς ἐποιήσατο χονδρώδη τε καὶ μανήν, εἰς ἣν ἐνέφυσε τὸν κάμπτοντα τένοντα τὴν χεῖρα. οὐ μὴν ἐπέτρεψέ γε τῇ συμφύσει ταύτῃ
15τὸ σύμπαν μόνῃ, ἀλλ’ ἕως τοῦ μετακαρπίου προήγαγεν ἀσφαλείας ἕνεκα δίκρουν ἐργασαμένη τὸν τένοντα, κἀνταῦθα κατέφυσεν εἰς τὴν ἀρχὴν τῶν προτεταγμέ‐ νων ὀστῶν τοῦ μέσου τε καὶ τοῦ λιχανοῦ δακτύλου. ὅπερ γὰρ ἐπὶ τῶν τὸ πρῶτόν τε καὶ τρίτον ἄρθρον
20ἔνδοθεν αὐτῶν κινούντων εἰργάσατο, τοῦτο κἀνταῦθα ‖

3

.

137

διὰ τὴν αὐτὴν αἰτίαν ἐποίησεν. ἐκείνους τε γάρ, ὡς ἂν οὐκ αὐτόθι μόνον ἐν τῷ πρώτῳ τελευτήσειν μέλλον‐ τας, ἀλλὰ καὶ μέχρι τοῦ τρίτου προβήσεσθαι, διὰ τῶν συνδέσμων συνῆψε τοῖς ὀστοῖς τοῦτον τε τὸν τένοντα,
5περὶ οὗ νῦν ὁ λόγος, ὡσαύτως οὐκ εἰς αὐτὴν τὴν ἀπόφυσιν, ἀλλ’ εἰς τὸν περικείμενον αὐτῇ σύνδεσμον ἐνέφυσεν, ἵν’ ἐξῇ προβαίνειν ἐπὶ πλέον αὐτῷ· οἱ γὰρ εἰς ὀστοῦν ἐμφυόμενοι τένοντες ἐξ ἀνάγκης αὐτόθι τελευτῶσι. καὶ γὰρ δὴ καὶ ἄλλην τιν’ ἀπόφυσιν
10ὀστοῦ μικροῦ χονδρώδους ἡ φύσις ἐδημιούργησε, διὰ συνδέσμων ἰσχυρῶν συνημμένου τούτῳ τε τῷ νῦν εἰρημένῳ κατὰ τὸν καρπὸν ὀστῷ καὶ τῷ μετ’ αὐτὸ τῷ
διαρθρουμένῳ πρὸς τὴν πρώτην φάλαγγα τοῦ μεγάλου δακτύλου, χάριν τοῦ κἀνταῦθα καθάψαι θάτερον μέ‐100 in vol. 1
15ρος τοῦ τένοντος, ὑφ’ οὗ τόν τε μέγαν δάκτυλον ἔφα‐ μεν κινεῖσθαι καὶ τὸν καρπόν. ἔνατόν τις τοῦτο δύναται κατὰ τὸν καρπὸν ἀριθμεῖν ὀστοῦν, ἀλλ’ οὐκ ἠρίθμηται πρὸς τῶν ἀνατομικῶν, ὥσπερ οὐδ’ ἄλλο τῶν σησαμοειδῶν καλουμένων οὐδέν, ἃ πολλοῖς τῶν
20κατὰ χεῖράς τε καὶ πόδας ἄρθρων ἡ φύσις ἐξ ἐπιμέ‐

3

.

138

τρου περιτίθησιν ἀσφαλείας ἕνεκα. οἱ δὲ λοιποὶ ‖ δύο τῶν τὸν καρπὸν κινούντων τενόντων πλατυνόμενοι καθάπτουσιν ὁ μὲν εἰς τὸ πρὸ τοῦ λιχανοῦ τε καὶ τοῦ μέσου μετακάρπιον, ὁ δ’ εἰς τὸ πρὸ τοῦ μικροῦ,
5καθότι καὶ πρόσθεν εἴρηται. ἀλλὰ τούτων γ’ οὐδέτε‐ ρος οὔτ’ ἀποφύσεως οὔτ’ ἐπιφύσεως οὔτ’ ἄλλου τινὸς ἔξωθεν ὀστοῦ γενέσεως ἐδεήθη περιττῆς, ἀλλ’ ἤρκεσεν αὐτοῖς διὰ τοῦ χόνδρου μόνου ξυμφῦναι τοῖς ὀστοῖς, ὡς ἂν αὐτοῖς τε μικροτέροις οὖσι καὶ κινήσεις ἀσθε‐
10νεστέρας πεπιστευμένοις. σχεδὸν εἴρηταί μοι πάντα τὰ ἐπικαιρότατα περὶ τῆς ἄκρας χειρός· εἰ γάρ τι καὶ παραλέλειπται σμικρόν, ἑτοίμως ἄν τις, ὡς ἔφην, ἐξευρίσκοι τοῦτο θεασάμενος μόνον αὐτοῦ τοῦ μορίου τὴν κατασκευήν. οἷον καὶ ὅτι τῶν τεττάρων τενόντων
15ἐκτεινόντων τε καὶ καμπτόντων τὸν καρπὸν οἱ μὲν ἔξωθεν σαφῶς ὁρῶνται λοξοί, καὶ καθήκουσιν ὁ μὲν εἰς τἀκτὸς μᾶλλον μέρη τῆς πρὸ τοῦ μικροῦ δακτύλου φάλαγγος, ὁ δ’ εἰς τἀντὸς τῆς πρὸ τοῦ μεγάλου, ἤδη δὲ καὶ οἱ ἔνδον αὐτοῦ λοξότεροί πώς εἰσιν, ἂν ἀκρι‐

3

.

139

βῶς ἐπισκοπῆται τις, καὶ ὡς ‖ τοῦτ’ ἐγένετο χρησίμως, ἵνα μὴ μόνον ἐκτείνωσί τε καὶ κάμπτωσιν, ἀλλὰ καὶ περιάγωσιν εἰς τὰ πλάγια τὴν χεῖρα. περὶ μὲν δὴ τούτων ἱκανὰ καὶ ταῦτα.101 in vol. 1
5 Περὶ δὲ θέσεως καὶ διαπλάσεως τῆς κερκίδος ἑξῆς ἂν εἴη ῥητέον· ἐν ταὐτῷ δὲ καὶ περὶ πήχεως εἰρήσεται. ἡ μὲν δὴ θέσις αὐτῆς εὐλόγως λοξὴ γέγονε, καθότι καὶ ἡ τοῦ πήχεως εὐθεῖα. κατὰ γὰρ τὴν φύσιν ἑκατέρας τῆς κινήσεως ἐχρῆν εἶναι
10καὶ τὴν θέσιν ἑκατέρου τῶν ὀστῶν. ἀλλ’ ἡ μὲν κατ’ ἔκτασίν τε καὶ κάμψιν κίνησις τοῦ κώλου κατὰ τὸ μῆκος αὐτοῦ γίγνεται, ἡ δ’ ἐπὶ τὸ πρηνὲς καὶ τὸ ὕπτιον εἰς τὰ πλάγια. ταῦτ’ ἄρα λοξὴ μὲν ἡ κερκίς, εὐθὺς δ’ ὁ πῆχύς ἐστιν· ὁ μὲν γὰρ ταῖς ἐκτάσεσί τε
15καὶ κάμψεσιν, ἡ δὲ ταῖς εἰς τὰ πλάγια περιστροφαῖς ὑπηρετεῖ. διὰ τοῦτο δὲ καὶ ἡ πρὸς τὸν βραχίονα διάρθρωσις ἑκατέρῳ τῶν ὀστῶν ἀνόμοιος ἐγένετο. ἀλλὰ περὶ μὲν ἐκείνης ὀλίγον ὕστερον εἰρήσεται. ἡ δὲ θέσις ἡ τῆς κερκίδος ὅτι μὲν λοξή, καὶ δὴ λέλεκται.
20διὰ τί δέ, διττῆς οὔσης ἐν ἅπασι τῆς λοξῆς θέσεως,

3

.

140

ἤτοι ‖ γὰρ ἔσωθεν ἀρχομένη τελευτᾷ πρὸς τοὐκτὸς ἢ ἔμπαλιν ἔξωθεν μὲν ἄρχεται, τελευτᾷ δ’ εἴσω, τὴν ἑτέραν αὐτῶν τὴν δευτέραν εἰρημένην ἐπὶ τῆς κερκίδος ἡ φύσις προείλετο, νῦν εἰρήσεται. τῶν ὅλης τῆς χει‐
5ρὸς εἰς τὰ πλάγια κινήσεων εἴρηται καὶ πρόσθεν ὡς αἱ μὲν ἐπὶ τὸ ὕπτιον εἰς ἐλάττους ἐνεργείας, αἱ δ’
ἐπὶ τὸ πρηνὲς εἰς πολὺ πλείους τε καὶ ἀναγκαιοτέρας εἰσὶ χρησταί. διὰ τοῦτ’ οὖν καὶ τὴν τῆς κερκίδος θέσιν ἑτοιμοτέραν ὑπακούειν ταῖς ἐπὶ τὸ πρηνὲς κινή‐102 in vol. 1
10σεσιν ἡ φύσις ἀπειργάσατο, τὸ μὲν ἄνω πέρας αὐτῆς ἐπὶ τὴν ἔξω κεφαλὴν τοῦ βραχίονος ἀγαγοῦσα, τὸ κάτω δ’ ἐπὶ τὸν μέγαν ἐκτείνασα δάκτυλον. ἐναντίως δ’ εἴπερ ἔσχε, ῥᾷον ἂν ἐπὶ τὸ ὕπτιον ἢ ἐπὶ τὸ πρηνὲς ἐκινεῖτο· τῇ μὲν γὰρ νῦν οὔσῃ θέσει τὸ πρηνὲς σχῆμα
15πλησιαίτερον, τῇ δ’ ἐναντίᾳ τὸ ὕπτιον· ἐπὶ δὲ τὸ πλη‐ σίον ἑτοιμοτέρα τε καὶ ῥᾴων ἅπασι τοῖς κινουμένοις ἡ φορά, ὥσπερ ἡ ἐπὶ τὰ πόρρω χαλεπωτέρα. διὰ ταῦτα μὲν δὴ λοξή τε καὶ ὡδί πως λοξή. διὰ τί δ’ ἐπίκειται τῷ πήχει; ὅτι μακρότερος αὐτῆς ἐκεῖνος, καὶ

3

.

141

τὸ πλεῖστον τῆς πρὸς τὸν βρα‖χίονα διαρθρώσεως αὐτὸς ἐπέχει· εὔλογον δ’ ἦν ὀχεῖσθαι τὸ βραχύτερον ὀστοῦν ἐπὶ τοῦ μακροτέρου. διὰ τί δ’ ἀμφοτέρων τὰ μὲν ἐν τῷ μέσῳ λεπτότερα, τὰ δὲ κατ’ ἀγκῶνά τε καὶ
5καρπὸν παχύτερα; διότι τὰ μὲν ἐχρῆν τοῖς μυσὶ χώραν παρέχειν, τὰ δ’ ὀγκωθῆναι ταῖς ἐπιφύσεσιν· αὗται δ’ ὅτι πρὸς τὰς διαρθρώσεις εἰσὶ χρήσιμοι, πρόσθεν εἴρη‐ ται. διὰ τί δ’ αὐτῶν τῶν περάτων, πήχεως μὲν τὸ κατ’ ἀγκῶνα παχύτερον, κερκίδος δὲ τὸ πρὸς καρπῷ;
10ἢ ὅτι κοινὴ μὲν ἀμφοῖν ἐστιν ἡ πρὸς τὸν καρπὸν διάρθρωσις, ἐν δὲ τῇ πρὸς τὸν βραχίονα πλεονεκτεῖν ἀναγκαῖον ἦν τὸν πῆχυν εἰς τοσοῦτον τῆς κερκίδος, εἰς ὅσον περ ἡ διάρθρωσις αὐτοῦ χρησιμωτέρα ταῖς ὅλης τῆς χειρὸς ἐνεργείαις ὑπάρχει;
15 Ἐπεὶ δὲ καὶ περὶ τῆς θέσεώς τε καὶ διαπλάσεως οὐ μόνον κερκίδος, ἀλλὰ καὶ πήχεως αὐτάρκως εἴρηται, λείποιτ’ ἂν ἔτι περὶ τῆς πρὸς τὸν βραχίονα διαρθρώσεως αὐτῶν εἰπεῖν. εἰσὶ δή τινες103 in vol. 1

3

.

142

ἀποφύσεις ἐν‖ταῦθα τοῦ πήχεως διτταί, κυρταὶ μὲν ἔξωθεν, ἔσωθεν δὲ κοῖλαι, μία μὲν ἐκ τῶν ὄπισθέν τε καὶ κάτωθεν αὐτοῦ μερῶν, ἥπερ δὴ καὶ μείζων ἐστίν, ἑτέρα δ’ ἐκ τῶν ἄνωθέν τε καὶ πρόσθεν, ἐλάτ‐
5των ἐκείνης συχνῷ. ἐστραμμένων δ’ εἰς ἀλλήλας τῶν ἐν αὐταῖς κοιλοτήτων μία μεγάλη γίγνεται κοιλότης ἐξ ἀμφοῖν ἐοικυῖα τῷ σῖγμα γράμματι. ἀτὰρ οὖν καὶ ὀνομάζουσι τὰς ἀποφύσεις ταύτας κοινῇ μὲν ἀμφοτέ‐ ρας κορώνας τε καὶ κορωνά, διότι περιφερεῖς εἰσιν,
10οὕτω θέμενοι τοὔνομα, ἰδίᾳ δὲ τὴν ὄπισθεν τὴν μεί‐ ζονα, καθότι καὶ πρόσθεν εἴπομεν, Ἀθηναῖοι μὲν ὠλέ‐ κρανον, Ἱπποκράτης δ’ ἀγκῶνα. τὸ μὲν δὴ τοῦ πή‐ χεως ταύτῃ πέρας ὧδ’ ἔχει διαπλάσεως. Τὸ δὲ τοῦ βραχίονος ὧδε. κατὰ τὰ
15πλάγια μέρη τῆς κεφαλῆς ἐπίφυσιν ἔχει, τὴν μὲν ἔξω, τὴν δ’ ἔνδον· ὧν μεταξὺ κοιλότης τίς ἐστι λεία τε καὶ περιφερής, ταῖς κατὰ τὰς τροχιλίας καλουμένας ἐοικυῖα, περὶ ἣν αἱ τοῦ πήχεως κινοῦνται κορῶναι.

3

.

143

οἷ δ’ αὐτὴ τελευτᾷ, καθ’ ‖ ἑκάτερα βαθμίδες εἰσίν— οὕτω γὰρ Ἱπποκράτης ὀνομάζει τὰς τοῦ βραχίονος κοιλότητας—εἰς ἃς ἐκτεινόντων τε καὶ καμπτόντων ὅλας τὰς χεῖρας ἐγκαταβαίνουσιν αἱ τοῦ πήχεως κορῶ‐
5ναι. καὶ ὅρος γ’ εἰσὶν αὗται τῆς τελείας ἐκτάσεώς τε καὶ κάμψεως. καὶ διὰ τοῦτο πρὸς τῆς φύσεως ἐγέ‐
νοντο τοιαῦταί τε καὶ τηλικαῦται καὶ κατὰ τοῦτο μάλιστα τοῦ βραχίονος τὴν θέσιν ἔχουσαι. ὅταν μὲν γὰρ τὸ πρόσθιον κορωνὸν ἐξηγῆται τῆς κινήσεως, ἐπὶ104 in vol. 1
10ταῦτα καὶ ὁ πῆχυς ὅλος περιάγεται καὶ κάμπτεται ἡ χείρ· ἡ γὰρ ἐπὶ τὰ ἔσω τοῦ πήχεως κίνησις τὴν κάμψιν αὐτῆς ἐργάζεται· εἰ δ’ ἐπὶ θάτερα περιάγεται ὁ πῆχυς— γίγνεται δὲ τοῦτο, ὅταν ἡ ὀπίσθιος κορώνη τοῦ πήχεως τῆς κινήσεως ἐξηγῆται—ἐκτείνεται τηνικαῦθ’ ἡ χείρ.
15εἰς ὅσον μὲν οὖν ἀκωλύτως περὶ τὰ κυρτὰ τοῦ βρα‐ χίονος αἱ κορῶναι τοῦ πήχεως περιφέρονται, κάμπτει μὲν ἡ ἐμπρόσθιος ὅλην τὴν διάρθρωσιν, ἐκτείνει δ’ ἡ ὄπισθεν. ὅταν δ’ ἐπὶ τὰς βαθμίδας ἐξικόμεναι κατ’ αὐτῶν ἑδρασθῶσιν, ἴσχονταί τε τοῦ πρόσω καὶ τῆς
20κινήσεως αὐτῶν ἑκατέρας οὗτός ἐστιν ὁ ὅρος. εἰ δέ

3

.

144

γε ‖ μηδ’ ὅλως ἐγεγόνεσαν αἱ βαθμίδες ἢ εἰ μείζους ἢ ἐλάττους τῶν νῦν οὐσῶν, εἰς πολλὰς ἂν ἐνεργείας αἱ χεῖρες ἐβλάπτοντο. μηδ’ ὅλως μὲν γὰρ γενομένων, ἔκτασίς τ’ ἂν ἅπασα καὶ κάμψις ἀπωλώλει τελέως,
5προσπιπτόντων ταῖς κορώναις τοῦ πήχεως τῶν κυρτῶν τοῦ βραχίονος· ἐλαττόνων δ’ ἢ νῦν εἰσι γενομένων, εἰς τοσοῦτον ἐκωλύετ’ ἂν ἡ τελέα τῆς χειρὸς ἔκτασίς τε καὶ κάμψις, εἰς ὅσον θᾶττον τοῦ δέοντος ἔφθανον ἀπαντᾶν ταῖς κορώναις αἱ βαθμίδες. ὅτι δ’, εἰ καὶ
10μείζους ἢ νῦν εἰσιν ἐγεγόνεσαν ἢ εἰ καὶ τελέως διε‐ τέτρητο τὸ τοῦ βραχίονος ὀστοῦν, ἀνεκλᾶτ’ ἂν οὕτως ὁ πῆχυς εἰς τοὐπίσω τῆς τελέας ἐκτάσεως ἐπέκεινα,
παντί που δῆλον. ἀλλ’ εἰ τοῦτο, τῶν βιαίων τε καὶ σφοδρῶν ἔργων, ἐν οἷς τῆς χειρὸς ἀκριβῶς ἐκτεταμένης105 in vol. 1
15χρῄζομεν, οὐδὲν ἂν οἷοί τ’ ἦμεν ἐπιτελεῖν ἰσχυρῶς· ἀστήρικτός τε γὰρ οὕτω καὶ χαλαρὰ παντελῶς ἡ τοῦ πήχεως ὀπίσθιος κορώνη μένουσα ῥᾳδίως ἂν ἀπὸ τῆς τοῦ βραχίονος κυρτότητος ὠλίσθανεν ἔβλαπτέ τ’ ἂν εἰς τοσοῦτον τὴν ῥώμην τῆς ἐνεργείας, εἰς ὅσον καὶ
20αὐτὴ μετέπιπτεν. ἀλλ’ ὡς νῦν ἔχουσιν αἱ βαθμίδες ‖

3

.

145

μεγέθους, ἀκριβοῦται μὲν ἡ ἔκτασις ὅλης τῆς χειρός, ἀκριβοῦται δὲ καὶ ἡ κάμψις, ὡς μηδὲν μήθ’ ὑπερβάλ‐ λειν μήτ’ ἐλλείπειν. ὅτι δὲ καὶ τὸ σχῆμα τῶν βαθμί‐ δων ἐξωμοίωται ταῖς ἐμβησομέναις κορώναις τοῦ βελ‐
5τίονος ἕνεκα, πάρεστι καὶ τοῦτο τῷ βουλομένῳ σκοπεῖν. ἄμεινον γὰρ ἦν δήπου σφίγγεσθαι τὰς ἐξοχὰς ὑπὸ τῶν κοιλοτήτων ἀκριβῶς πανταχόθεν, ὡς μηδεμίαν ἀπολείπεσθαι μεταξὺ χώραν κενήν. τοῦτο δ’ οὐχ οἷόν τ’ ἦν ἄλλως γενέσθαι κάλλιον ἢ ὡς νῦν ἔχει, τῶν
10βαθμίδων ἑκατέρας ἀρχομένης μὲν ἀπὸ πλατυτέρου τοῦ ἄνω χείλους, τελευτώσης δ’ εἰς βραχὺ κομιδῇ τὸ κάτω πέρας. ἀλλὰ καὶ τὸ κατ’ ὀλίγον αὐτὰς στενοῦ‐ σθαι ταῖς ἐμβησομέναις κορώναις ἀνάλογον, ὡς μήτε τι στενοχωρεῖσθαι μόριον αὐτῶν μήτε χαλαρὸν εἶναι καὶ
15ἀστήρικτον, οὐδ’ αὐτὸ δήπου μικρᾶς ἔχεται προνοίας. ὅτι δὲ καὶ τὸ ταύτῃ ταχθῆναι τὰς κοιλότητας, ᾗ τοῦ πήχεως ἔμελλεν ἀφίξεσθαι τὰ κορωνὰ κατὰ τὰς τελέας ἐκτάσεις τε καὶ κάμψεις, τὸ τεχνικὸν τῆς θέσεως αὐ‐
τῶν ἐνδείκνυται, παντί που καὶ τοῦτο πρόδηλον. ὅταν106 in vol. 1

3

.

146

γὰρ μήτ’ ἐν ἄλλῳ τινὶ ‖ μέρει τοῦ πήχεως εὑρεῖν ᾖ κοιλότητα μηδεμίαν ἑκατέρα τε τῶν εὑρισκομένων μὴ μάτην μηδ’ ὡς ἔτυχεν, ἀλλ’ ὡς ἐν ἐπικαίρῳ φαίνηται τεταγμένη, πῶς οὐκ ἄν τις ἕνεκα τοῦ βελτίονος αὐτὰς
5φαίη γεγονέναι; πρὸς γὰρ αὖ τῇ θέσει καὶ τὸ μέγεθος αὐτῶν καὶ τὸ σχῆμα καὶ ἡ σύμπασα φύσις οὕτως ἔχει χρηστῶς θ’ ἅμα καὶ ἀκριβῶς εἰς τὰς ἐνεργείας τῆς χειρός, ὡς, εἰ καὶ βραχύ τις ὑπαλλάξειε, πηρὸν ταύτῃ γενέσθαι τὸ κῶλον. ὅτι δὲ καὶ τὰ κορωνὰ τοῦ πή‐
10χεως παγκάλως ἔχει κατασκευῆς, ἐνθένδ’ ἂν μάλιστα μάθοις, εἰ λογίσαιο, βραχυτέρων αὐτῶν ἢ καὶ μακρο‐ τέρων γενομένων ἢ λοξοτέρων ἢ εὐθυτέρων ἢ στενο‐ τέρων ἢ πλατυτέρων ἢ ὁπωσοῦν ἄλλως μετακοσμη‐ θέντων, εἰς ὅσον ἀναγκαῖον ἔσται βλάπτεσθαι τὰς
15ἐνεργείας τῆς ὅλης χειρός. εἰ γοῦν καθ’ ὑπόθεσιν μακρότερα τῶν ὄντων γίγνοιτο, παντί που δῆλον, ὡς πρωϊαίτερον ἐμπίπτοντα τῷ βραχίονι κωλύσουσί τι τῆς τελέας ἐκτάσεώς τε καὶ κάμψεως. εἰ δ’ αὖ μικρό‐

3

.

147

τερα, τὸ μέν ‖ πού τι καὶ ὁ πῆχυς ἀνακλασθήσεταί τε καὶ καμφθήσεται πρὸς τοὐπίσω, τὸ δέ τι καὶ τῆς ἀσφα‐ λείας ἀφαιρεθήσεται τῆς καθ’ ὅλην τὴν διάρθρωσιν, ὥστε καὶ ῥᾳδίως ἐκπίπτειν τὸν βραχίονα τοῦ πήχεως,
5ἐν μὲν ταῖς κάμψεσιν ὑπερβαίνοντα τὴν ὀπίσθιον ἀπό‐
φυσιν, ἐν δὲ ταῖς ἐκτάσεσι τὴν πρόσθιον. ἀλλ’ εἰ καὶ στρογγυλώτερα τῶν νῦν ὄντων ἢ εὐθύτερα γένοιτο, τὴν μεταξὺ τῶν τοῦ βραχίονος κονδύλων κοιλότητα τὴν περιφερῆ χαλαρὰν ἀναγκαῖον ἀποδειχθῆναι πολ‐107 in vol. 1
10λαχόθι καὶ μηκέθ’ ὁμοίως, ὡς νῦν, ὁμιλεῖν ἐν χρῷ πάντη τοῖς κορωνοῖς, ὥσπερ, εἰ καὶ στενότερα γένοιτο, κατὰ πλατυτέρας ὀχούμενα τῆς μέσης ἐν τῷ βραχίονι χώρας αὐτὰ πάλιν ἔσται χαλαρά, καὶ οἷον ἐννηχόμενα παραφέροιτ’ ἂν εἰς τὰ πλάγια πολλάκις, ὡς διαστρέ‐
15φεσθαί τε τοῦ παντὸς πήχεως τὴν κατ’ εὐθὺ κίνησιν ἀνερματίστους τε καὶ ἀστηρίκτους καὶ διὰ τοῦτ’ ἀσθε‐ νεῖς τὰς τῆς χειρὸς ὅλης ἐνεργείας ἀποτελεῖσθαι. ὥσπερ, εἰ καὶ πλατύτερα τῆς μέσης τοῦ βραχίονος ἐγεγένητο χώρας, οὐκ ἂν οὐδ’ ἐμβαίνειν εἰς αὐτὴν
20οἷά τ’ ἦν, ἀλλ’ ἐπὶ ταῖς ἴτυσιν ἂν οὕτω τῶν κεφαλῶν

3

.

148

ὠχεῖτο μετέωρα· νυνὶ δ’, ἴσου ‖ τοῦ πλάτους αὐτῶν ἀκριβῶς ὑπάρχοντος τῇ τροχιλώδει χώρᾳ τοῦ βραχίο‐ νος, σφίγγεται μὲν ἑκατέρωθεν ὑπὸ τῶν κονδύλων ἑκάτερον αὐτῶν ἀσφαλῶς, παρεγκλῖναι δ’ εἰς τὸ πλά‐
5γιον οὐδαμόσε δύναται, καὶ διὰ τοῦτ’ ἀσφαλής τε ἅμα καὶ χρηστὴ ταῖς ἐνεργείαις ἡ διάρθρωσις ἐγένετο. τῶν δὲ τοῦ βραχίονος κεφαλῶν ἡ μὲν ἔξωθεν ἡ μι‐ κροτέρα τῆς πρὸς τὴν κερκίδα διαρθρώσεως ἕνεκα γέ‐ γονεν, ἡ δ’ ἔσωθεν ἡ μείζων οὐδὲν ὀστοῦν ἔχει συν‐
10ταττόμενον ἑαυτῇ. διὸ καὶ προπετής ἐστιν εἰς τἀντὸς τῆς χειρὸς καὶ γυμνὴ καὶ ἄσαρκος φαίνεται βλέπουσί τε
ἅμα καὶ ἁπτομένοις. ἀλλὰ περὶ μὲν ταύτης οἰκειότε‐ ρος ὁ λόγος τῇ τῶν ἀγγείων ἐξηγήσει τῶν καθ’ ὅλον τὸ σῶμα πεφυκότων, οὐκ ἀρτηριῶν μόνον ἢ φλεβῶν,108 in vol. 1
15ἀλλὰ καὶ νεύρων ἐπ’ αὐταῖς. ἔγνωκα γὰρ ἰδίᾳ περὶ πάντων ἅμα διελθεῖν ἐπὶ προήκοντι τῷ λόγῳ, ὥστε καὶ περὶ τῆς ἔνδον κεφαλῆς τοῦ βραχίονος ἐν ἐκείνοις εἰρήσεται. καὶ γὰρ οὖν καὶ γέγονε τῆς ἐκείνων ἀσφα‐ λείας ἕνεκα· χρῆται δ’ ἐξ ἐπιμέτρου καὶ ταύτῃ πρὸς
20ἕτερόν τι χρηστὸν ἡ φύσις ἀνάπτουσα τῶν κατ’ εὐθὺ

3

.

149

κειμένων αὐτῇ μυῶν ‖ τῶν ἐντὸς τοῦ πήχεως ἐνταυθοῖ τὰς κεφαλάς. περὶ δὲ τῆς ἐκτὸς ἐν τῷδε τῷ λόγῳ ῥητέον, ὡς ἡ κερκὶς αὐτῇ περιβέβηκε γληνοειδεῖ κοι‐ λότητι, τὰς ἐπιστροφὰς τῆς ὅλης χειρὸς οἰακίζουσα·
5καὶ μὲν δὴ καὶ ὡς σύνδεσμοί τινες ὑμενώδεις ἰσχυροί, κατὰ τὰς τῶν ἐπιφύσεων χώρας ἀνίσχοντες, συνά‐ πτουσί τε καὶ σφίγγουσι κυκλοτερῶς περικείμενοι τὴν διάρθρωσιν ὅλην, ὡς μήτ’ ἐκπίπτειν ῥᾳδίως τὴν κεφα‐ λὴν τοῦ βραχίονος ἐκ τῆς ὑποκειμένης κοιλότητος,
10καίτοι γ’ ἐπιπολαίου τε καὶ ἀβαθοῦς ὑπαρχούσης, μήτ’ ἐμποδίζεσθαί τι πρὸς τὰς ἐνεργείας· ἡ γὰρ δὴ τῶν συνδέσμων οὐσία τοῖς ἕλκουσι συνεκτείνεσθαι μέχρι πλείστου πεφυκυῖα πρὸς οὐδεμίαν ἀντιλέγει κίνησιν. ἡ δ’ αὐτὴ φύσις τε καὶ χρεία τῶν συνδέσμων ἐστὶ
15καὶ περὶ τὰς ἄλλας ἁπάσας διαρθρώσεις· οὐδεμία γὰρ αὐτῶν ἄμοιρός ἐστι τὸ πάμπαν συνδέσμων, ἀλλ’ ἤτοι πλειόνων τε καὶ ἰσχυροτέρων ἢ ἐλαττόνων τε καὶ ἀσθε‐ νεστέρων, ἅπασαι δ’ οὖν μετειλήφασιν, οὐδ’ αὐτὸ
τοῦτο τῆς φύσεως ὡς ἔτυχεν ἐργαζομένης, ἀλλ’ εἰς109 in vol. 1
20ὅσον χρῄζει φρουρεῖσθαί τε βεβαίως ἡ διάρθρωσις

3

.

150

κι‖νεῖσθαί τ’ ἀκωλύτως, εἰς τοσοῦτον καὶ τὴν ἰσχὺν αὐτῶν καὶ τὸ πλῆθος προαγούσης· οὔτε γὰρ ἐνδεὲς οὐδὲν οὔτε περιττὸν καὶ μάταιον ἐργάζεσθαι φιλεῖ. ταῦτ’ ἄρα καὶ τοῖς ἄλλοις ἅπασιν ἄρθροις καὶ τῷ
5κατὰ τὴν κερκίδα, περὶ οὗ νῦν ὁ λόγος, οὐχ ἥκιστα τῶν ἄλλων ἱκανοὺς συνδέσμους περιέφυσε, τῇ χρείᾳ μετρήσασα τό τε πλῆθος αὐτῶν καὶ τὸ πάχος. οὕτω δὲ καὶ τῇ τοῦ πήχεως πρὸς τὸν βραχίονα διαρθρώσει συνδέσμους ἰσχυροὺς περιέφυσε, καίτοι γ’ ἀσφαλῶς
10ἐχούσῃ, τὴν σφοδρότητα τῶν κατ’ αὐτὸν κινήσεων εὐ‐ λαβηθεῖσα, καὶ αὐτὴν δὲ τὴν κερκίδα τῷ πήχει συνῆψε καθ’ ἑκάτερον τῶν περάτων εὐρώστοις συνδέσμοις. ἀλλὰ περὶ μὲν τῆς κατὰ τὸν ἀγκῶνα διαρθρώσεως ἀρκεῖ καὶ ταῦτα. περὶ δὲ τῶν ὑπολοίπων τῆς ὅλης
15χειρὸς μορίων ἑξῆς ῥητέον. Ὑπόλοιπα δ’ ἐστὶ τὰ κατὰ τὸν βρα‐ χίονα, τέτταρες μὲν μύες, ὀστοῦν δ’ ἕν· ὑπὲρ γὰρ τῶν νεύρων τῶν τῇδε καὶ τῶν ἀρτηριῶν τε καὶ τῶν φλε‐ βῶν ὡσαύτως, ὅταν ὑπὲρ πάντων τῶν ἀγγείων τῶν

3

.

151

καθ’ ὅλον τὸ σῶμα ποιῶμαι ‖ τὸν λόγον, τηνικαῦτα γεγράψεται. τὸ τοίνυν ὀστοῦν τοῦ βραχίονος εὐλόγως ἐν μὲν τοῖς ἔξω μέρεσι κυρτότερόν ἐστιν, ἐν δὲ τοῖς ἔσω σιμότερον. ἄμεινον γὰρ ἦν, ὡς καὶ κατ’ ἀρχὰς
5εὐθὺς ἐλέγετο, πρὸς ἀλλήλας ἐστράφθαι τὰς χεῖρας·
εἰ δὲ τοῦτο, τὰ μὲν κοῖλα τῶν ὀστῶν εἰς ἄλληλα βλέ‐ πειν βέλτιον ἦν, ἀπεστράφθαι δ’ αὐτῶν πρὸς τοὐκτὸς τὰς κυρτότητας. εὐθὺς δ’ ἡ τοιαύτη κατασκευὴ καὶ περιλαμβάνειν τὰ κυρτὰ σώματα τοὺς βραχίονας ἐπι‐110 in vol. 1
10τηδειοτέρους ἐποίησε μετὰ τοῦ καὶ χώρας τοῖς εἰς ὅλας τὰς χεῖρας ἀγγείοις φερομένοις κατασκευάσαι. ὅτι δὲ καὶ τοῖς τὸν πῆχυν κινοῦσι μυσὶν ἄμεινον ἦν ἐσκεπάσθαι τὸ τοῦ βραχίονος ὀστοῦν, δεόμενόν γε προβλήματός τινος καὶ σκεπάσματος οὐ πρὸς κρύος
15καὶ θάλπος μόνον, ἀλλ’ οὐδὲν ἧττον κἀν ταῖς πρὸς τὰ σκληρὰ τῶν σωμάτων ὁμιλίαις, εὔδηλον οἶμαι καὶ τοῦθ’ ὑπάρχειν. οὐ γὰρ ἱκανὸν ἦν τὸ δέρμα μόνον ἄνευ τῶν σαρκῶν πρὸς οὐδὲν τούτων ἀντέχειν. ὅτι δ’ αἱ σάρκες μόρια τῶν μυῶν εἰσιν, ἅπασι μὲν εἴρη‐
20ται σχεδὸν τοῖς ἀνατομικοῖς, ὥσπερ οὖν καὶ ἡμῖν ἐν

3

.

152

τοῖς περὶ κινήσεως αὐτῶν· ‖ οὐ μὴν οὔτε τὸν τρόπον ἀκριβῶς τῆς πρὸς τὰ νεῦρά τε καὶ τοὺς συνδέσμους αὐτῶν πλοκῆς ἐμήνυσαν οὔτε τὴν χρείαν ἐξηγήσαντο. ἀλλὰ περὶ μὲν τούτων ἐπὶ προήκοντι τῷ λόγῳ σκεψό‐
5μεθα, τὸ δ’ ὁμολογούμενόν τε ἅμα καὶ φαινόμενον ἐν ταῖς διαιρέσεσιν ἀρκεῖ πρός γε τὰ παρόντα, τὸ τὰς σάρκας ἐν τῇ τῶν μυῶν οὐσίᾳ περιέχεσθαι. δεόμενος οὖν ἐσκεπάσθαι πανταχόθεν ὁ βραχίων σαρξίν, ἀλλὰ καὶ τοὺς τὸν πῆχυν κινήσοντας μῦς ἐφ’ ἑαυτοῦ τεταγμέ‐
10νους ἐξ ἀνάγκης ἔχειν, οὐκ ἰδίᾳ μὲν σάρκας ἀργάς, ἰδίᾳ δὲ τοὺς μῦς, ἀλλ’ ἐν τούτοις καὶ τὰς σάρκας ἐκτήσατο. δυοῖν δ’ οὐσῶν τῷ πήχει κινήσεων, ἐκτά‐
σεώς τε καὶ κάμψεως, ἀναγκαῖον ἦν ἔνδοθεν μὲν τὸν τῆς κάμψεως ἡγεμόνα μῦν, ἔξωθεν δὲ τὸν τῆς ἐκτά‐111 in vol. 1
15σεως τετάχθαι. ἀλλ’ εἰ τοῦτο, τὰ μεταξὺ μέρη τοῦ βραχίονος ἅπαντα, τὰ ἄνω δηλονότι καὶ τὰ κάτω, γυμνὰ τελέως κατελείπετο μηδενὸς αὐτοῖς ἐπιβληθέν‐ τος μυός. ἢ τοίνυν ἐχρῆν αὐτὰ περιιδεῖν εὐπαθῆ

3

.

153

τελέως ὑπὸ γυμνότητος ἢ σάρκας ἀργὰς ‖ ἐπιφῦσαι τοῖς κώλοις οὐδὲν μόριον ἐσομένας τῶν μυῶν. ἀλλ’ ἑκάτερον ὀλίγωρόν τε καὶ οὐ δι’ ἔθους τῇ φύσει. ταῦτ’ ἄρα πρὸς τὸ μήτ’ ἀργήν τινα γεννῆσαι σάρκα
5μήτ’ ἀφρούρητόν τι καὶ γυμνὸν ἀπολιπεῖν τοῦ κώλου μόριον ἰσχυροτέρας τε ἅμα καὶ ἀσφαλεστέρας τὰς κινή‐ σεις ἀπειργάσατο, διπλασιάσασα τὸ πλῆθος τῶν μυῶν. ὅτι μὲν οὖν ἰσχυρότερον οἱ τέτταρες τῶν δύο κινοῦσιν, ἄντικρυς δῆλον· ὅτι δὲ καὶ ἀσφαλέστερον, οὐδ’ αὐτὸ
10μακροῦ δεῖται λόγου. δύο γὰρ ἀνθ’ ἑνὸς ἑκάτερος αὐτῶν γενόμενος, κἂν ὁ ἕτερός ποτε πάθῃ, κινεῖν ὁ λοιπὸς ἱκανός ἐστι τὸ κῶλον. ἀλλ’ εἰ μὲν διττοὺς μόνον εἰργάσατο τοὺς μῦς, ἀλλήλοις δ’ ἔθηκεν ἐπικει‐ μένους, ἰσχὺν μὲν ἂν οὕτω καὶ ἀσφάλειαν ἐξεπορί‐
15σατο ταῖς κινήσεσιν, οὐ μὴν ἐσκέπασέ γ’ ἂν ἔτι τὰς μεταξὺ χώρας τοῦ βραχίονος· ἐπεὶ δ’ ἕκαστον αὐτῶν λοξὸν ἐπὶ τοῦ κώλου κατέθετο, τῷ Χ γράμματι παρα‐ πλησίως ἀλλήλους τέμνοντας, πρὸς ταῖς εἰρημέναις χρείαις ἔτι καὶ τὸ ἐσκεπάσθαι πανταχόθεν ὑπῆρξε
20τῷ βραχίονι. καὶ μὴν εἴ γε τὰς κατ’ εὐθὺ κινήσεις

3

.

154

ἔμελλον κινήσειν τὸ κῶλον, ἐκτεί‖νοντές τε ἅμα καὶ κάμπτοντες τὴν κατ’ ἀγκῶνα διάρθρωσιν, οὐ μόνον οὐδὲν ἂν ἦν ὄφελος ἡ λοξὴ θέσις αὐτοῖς, ἀλλὰ καὶ πᾶν τοὐναντίον ἔπραττεν ἄν. ἢ αὐτὸ δὴ τοῦτο τὸ112 in vol. 1
5μέγιστον ἤδη θαῦμα τῆς κατασκευῆς αὐτῶν ἐστιν, ὅτι διτταῖς κινήσεσι λοξαῖς μίαν εὐθεῖαν ἀπεργάζονται, καθάπερ οἱ τὸν καρπὸν κινοῦντες τένοντες; ἀρχομένου γὰρ τοῦ μὲν ἑτέρου τῶν τὸν πῆχυν καμπτόντων μυῶν ἀπὸ τῶν ἔνδοθεν μερῶν τοῦ κατὰ τὸν ὦμον χωρίου,
10φερομένου δ’ ἐντεῦθεν ἐπὶ τὰ πρόσω τοῦ βραχίονος, τοῦ δ’ ἑτέρου τοῦ μικροτέρου τὴν μὲν ἔκφυσιν ἐκ τῶν ἔξω μερῶν τοῦ βραχίονος ἴσχοντος, εἴσω δ’ ἐντεῦ‐ θεν ἀτρέμας ἐπιστρεφομένου, πρόδηλος μὲν καὶ ἡ θέ‐ σις αὐτῶν, ὡς τῷ Χ γράμματι παραπλήσιος καθίστα‐
15ται, πρόδηλος δὲ καὶ ἡ τῆς κινήσεως λοξότης. τοῦ μέν γε μείζονος μυὸς ἐνεργήσαντος, ἡ χεὶρ ἄκρα ψαύει τῶν ἔνδοθεν χωρίων τοῦ κατὰ τὸν ὦμον ἄρθρου, τοῦ δ’ ἐλάττονος, τῶν ἀντικειμένων τῶν ἔξωθεν. ἔξεστι δέ σοι καὶ ταῦτα πρῶτον μὲν ἐπὶ πιθήκων ἐξετάζειν,
20γυμνοῦντί τε τὸν βραχίονα καὶ τείνοντι τὰς καταφύ‐ σεις, ὡς ἐν ταῖς Ἀνατομικαῖς ἐγχειρήσεσιν ἐλέγομεν,

3

.

155

ἔπειτα δὲ καὶ ἐφ’ ἡμῶν αὐτῶν πρὸ τῆς ‖ ἀνατομῆς. ἀκινήτους γὰρ τὰς ἄλλας ἁπάσας διαρθρώσεις τῆς ὅλης χειρὸς φυλάττων, μόνην δὲ τὴν τοῦ πήχεως πρὸς τὸν βραχίονα κινῶν, οὐκ ἄν ποτ’ ἐξωτέρω τῶν εἰρη‐
5μένων χωρίων ἐνέγκαις ἄκραν τὴν χεῖρα. κατὰ δὲ
τὸν αὐτὸν τρόπον καὶ τοὺς ὀπίσω τοῦ βραχίονος μῦς εὑρήσεις πεφυκότας, ἀντιτεταγμένον ἑκάτερον ἑκατέρῳ τῶν ἐντός· ἄμφω μὲν γὰρ εἰς τὸν ἀγκῶνα καταφύον‐ ται, ἀλλὰ τοῦ μὲν τὸ πλεῖστον μέρος εἰς τἀντὸς αὐτοῦ113 in vol. 1
10χωρία, τοῦ δ’ εἰς τἀκτός· καὶ τοῦ μὲν προτέρου τῶν εἰρημένων αἱ ἄνωθεν ἐκφύσεις ἐν τοῖς ἐντὸς μᾶλλον τοῦ βραχίονος, θατέρου δ’ ἐν τοῖς ὄπισθεν. ἀλλ’, ὅπερ ἐδείχθη κατ’ ἀρχὰς εὐθὺς ἁπάσης τῆς πραγμα‐ τείας, οὐκ ἔνεστιν ὀρθῶς ἐξευρεῖν χρείαν οὐδενὸς μο‐
15ρίου πρὸ τῆς ἐνεργείας. ἀγνοοῦντες οὖν οἱ πολλοὶ τῶν ἰατρῶν τὰς ἐνεργείας τῶν πλείστων μορίων, ἔνιοι δ’ αὐτῶν καὶ τὰς κατασκευὰς αὐτάς, εὐλόγως οὐδὲ περὶ τῆς χρείας οὐδὲν ὑγιὲς ἐπίστανται. ἀρκεῖν γὰρ αὐτοῖς δοκεῖ τό γε τοσοῦτον γιγνώσκειν, ὡς δύο μέν
20εἰσιν οἱ κάμπτοντες τὸν πῆχυν μύες, δύο δ’ οἱ ἐκτεί‐

3

.

156

νοντες· ὅθεν δ’ ἑκάτερος αὐτῶν ‖ ἄρχεται καὶ ποῖ τελευτᾷ, περίεργον εἶναί φασι πολυπραγμονεῖν. καί πού τις αὐτῶν συνεπισκοπούμενος ἡμῖν νεανίσκον, ἐν τῷ κάμπτειν τὸν πῆχυν τοῖς μὲν ἐντὸς μέρεσι τοῦ
5κατὰ τὸν ὦμον τόπου τὴν χεῖρα προσάγειν δυνάμενον, ἀδυνατοῦντα δὲ τοῖς ἐκτός, οὔθ’, ὅτου μυὸς εἴη τὸ πάθημα, διαγιγνώσκειν οἷός τ’ ἦν οὔθ’ ὅλως ἐγίγνωσκε τῷ μὲν τῆς κερκίδος ὀστῷ τὸν μείζονα, τῷ δὲ τοῦ πήχεως τὸν ἐλάττονα καταφυόμενον, ἀλλ’ εἰς τὸ μέσον
10αὐτῶν ἀμφοτέρους τοὺς μῦς ᾤετο καθήκειν. πῶς ἂν οὖν ὁ τοιοῦτος ἐξεῦρε τὴν χρείαν τῆς θέσεως αὐτῶν, ὅς γε μηδ’ αὐτὴν ἐγίγνωσκε τὴν θέσιν; εἰ δὲ τὴν
θέσιν οὐκ ἠπίστατο, δῆλον ὡς οὐδὲ τὴν ἐνέργειαν. ἀλλ’ οἵ γε δύο μύες οὗτοι κατ’ εὐθὺ μὲν ἀκριβῶς114 in vol. 1
15κάμπτουσι τὸν πῆχυν ἀμφότεροι τείνοντες· εἰ δ’ ὁ μὲν αὐτῶν ἐνεργήσειεν, ὁ δ’ ἀργήσειε, βραχὺ τῆς εὐθύ‐ τητος ἐφ’ ἑκάτερα παρατρέπουσιν, ὡς εἴρηται. οὐ χρὴ δὲ θαυμάζειν, εἰ θάτερον τῶν ὀστῶν ἑκάτερος αὐτῶν ἐπισπώμενος, ὁ μὲν τὸ τοῦ πήχεως, ὁ δὲ τὸ τῆς κερ‐

3

.

157

κίδος, ‖ οὐδὲν ἧττον καὶ τὸ λοιπὸν συνεπισπᾶται, συν‐ ημμένων γε δὴ πανταχόθεν αὐτῶν ἰσχυροῖς καὶ πολ‐ λοῖς συνδέσμοις. εἰς μὲν γὰρ τὸ πλάγιον ἐπιστρέφειν τὴν κερκίδα μόνην δυνατὸν τοῖς ἐπὶ τοῦ πήχεως τετα‐
5γμένοις μυσίν, ὅτι τε βραχεῖα παντελῶς ἡ κίνησις καὶ ὅτι κατὰ πολλὰς λαβὰς ἕλκουσι. τῷ δ’ ἐκ τοῦ βρα‐ χίονος ὀρθῷ καταφερομένῳ καὶ δι’ ἑνὸς τένοντος ἐπι‐ σπωμένῳ καὶ μεγάλην οὕτως ἐργαζομένῳ τὴν ὅλην τοῦ μέλους κίνησιν, ὡς τοὺς δακτύλους ἐπὶ τὸν ὦμον
10ἀνιέναι, θαυμαστὸν οὐδὲν οὐδ’ ἀδύνατον τῷ κινου‐ μένῳ τῶν ὀστῶν συγκινῆσαι καὶ τὸ λοιπόν, καὶ μάλισθ’ ὅτι τῆς ἀπονευρώσεως αὐτοῦ καταφύεταί τις μοῖρα τοῖς κοινοῖς ἀμφοτέρων τῶν ὀστῶν συνδέσμοις. ταῦτά τ’ οὖν τεχνικῶς οὕτω μεμηχάνηται τῇ φύσει, καὶ τῶν
15μυῶν ἑκάτερος, ὁ μὲν ἕτερος μείζων, ὁ δ’ ἕτερος ἐλάτ‐ των εὐλόγως ἐγένετο. πολλάκις γὰρ ἤδη καὶ πρόσθεν εἴρηται τῶν ἐν ταῖς χερσὶ κινήσεων πλεονεκτεῖν τὰς ἔνδον. ἐπεὶ τοίνυν ἐφ’ ἑκάτερα τῆς ἀκριβοῦς εὐθύ‐ τητος ἑκάτερος αὐτῶν ἔκαμπτε τὸν πῆχυν, εὔλογον

3

.

158

ἦν ἰσχυρότερον γενέσθαι τὸν ἔσω μᾶλλον ἢ τὸν ‖ ἔξω κινοῦντα, εὔλογον δὲ καὶ τῶν ἀντιτεταγμένων αὐτοῖς ἑκάτερον ἑκατέρῳ γενέσθαι παραπλήσιον, ὡς, εἴ γε τῷ μὲν μείζονι τῶν ἐντὸς τὸν ἐλάττονα τῶν ἔξωθεν115 in vol. 1
5ἀντέταξε, τῷ δ’ ἐλάττονι τὸν μείζονα, δεόντως ἂν ἀτε‐ χνίας ἐνεκαλεῖτο. ἀλλ’ οὔτ’ ἐνταῦθα τοιοῦτον οὐδὲν οὔτ’ ἐν ἄλλῳ τινὶ μορίῳ φαίνεται γεγονός· ἀλλ’ εἴ‐ περ ποτέ τις καὶ ἄλλος δημιουργὸς ἰσότητός τε καὶ ἀναλογίας πολλὴν ἐποιήσατο πρόνοιαν, καὶ ἡ τὰ σώ‐
10ματα τῶν ζῴων διαπλάττουσα φύσις· ὅθεν αὐτὴν ὁ Ἱπποκράτης ὀρθότατα δικαίαν ὀνομάζει. πῶς γὰρ οὐ ταῦτά τε δίκαια καὶ τὸ μείζονας εἶναι τοὺς ἐπὶ τοῦ βραχίονος μῦς τῶν ἐπὶ τοῦ πήχεως; οἱ μὲν γὰρ τὸν πῆχυν, οἱ δὲ τὸν καρπόν τε καὶ τοὺς δακτύλους κι‐
15νοῦσιν· ὥσθ’, ὅσῳ τὰ κινηθησόμενα μόρια διαφέρει μεγέθει, τοσούτῳ καὶ οἱ κινοῦντες αὐτὰ μύες. ἀνά‐ λογον δὲ τοῖς μυσὶν ἀναγκαῖον ἔχειν καὶ τοὺς ὄγκους τῶν ὑποκειμένων αὐτοῖς ὀστῶν, ὥστε καὶ ὁ βραχίων τοῦ πήχεως διὰ ταῦτα μείζων ἐγένετο, δι’ αὐτὰ δὲ
20ταῦτα καὶ ὁ μηρὸς τῆς κνήμης. ἀλλ’ εἰ πρὸς τοῖς μεγέθεσιν ἀκοίλιά τε καὶ ἀμύελα καὶ σκληρὰ καὶ πυκνὰ ‖

3

.

159

τελέως ἐγεγόνει, βάρος ἂν ἦν τοῖς κώλοις μέγιστον. ταῦτ’ ἄρα χαυνότερά τε καὶ σηραγγωδέστερα καὶ κοι‐ λότερα γέγονεν ἁπάντων τῶν μικροτέρων ὀστῶν τὰ μείζω. καταχρῆται δὲ κἀνταῦθα τῇ κοιλότητι καλῶς
5ἡ φύσις· ἐναποτίθεται γὰρ αὐτῇ τὴν οἰκείαν ὀστοῦ τροφήν, ἥνπερ δὴ μυελὸν ὀνομάζομεν. ἀλλὰ περὶ μὲν
τούτου καὶ αὖθις εἰρήσεται. Διὰ τί δ’ ἓν μὲν ὀστοῦν ἐν τῷ βρα‐ χίονι, δύο δ’ ἐν τῷ πήχει κατεσκευάσατο, λέγειν ἂν116 in vol. 1
10ἑπόμενον εἴη. προηγεῖται δὲ τούτου κοινός τις λόγος ὑπὲρ ἁπασῶν διαρθρώσεων. εἴρηται μὲν οὖν καὶ πρόσθεν, ὡς οὐ μόνον, ἧς ἕνεκα γέγονεν ἐνεργείας ἕκαστον τῶν ὀργάνων, ἐπιτηδείους ἐκείνῃ τὰς ἰδέας ἀπεργάζεται τῶν ἐν αὐτοῖς μορίων ἡ φύσις, ἀλλὰ καὶ
15τῆς δυσπαθείας οὐδὲν ἧττον προνοεῖται· δειχθήσεται δὲ καὶ νῦν ταὐτὸ τοῦτ’ ἐπὶ τῶν διαρθρώσεων. ἔνθα μὲν γὰρ ἡ κίνησις αὐτῶν ἰσχυραῖς καὶ πολλαῖς ἐνερ‐ γείαις ὑπηρετήσειν ἔμελλε καὶ δέος ἦν ὑπὸ βίας αὐ‐ τῶν ἐξάρθρησίν τινα γενέσθαι, πανταχόθεν ἡ τοιαύτη

3

.

160

διάρθρωσις ‖ ἔσφιγκταί τε καὶ συνέχεται, πολλοῖς μὲν ἔξωθεν συνδέσμοις παχέσιν, οὐχ ὑμενώδεσι μόνον, ἀλλὰ καὶ στρογγύλοις καὶ χονδρώδεσιν ἐστεφανωμένη, τὰς δ’ ἐξοχὰς τὰς ἐμβαινούσας ταῖς κοιλότησιν ἅμα
5μὲν ἴσας αὐταῖς, ὡς μηδαμόθι χαλαρὸν εἶναι μηδέν, ἅμα δ’ ἔξωθεν ἄμβωσί τέ τισι καὶ οἷον ὀφρύσιν ἀκρι‐ βῶς ἔχουσα κρατουμένας. ἔνθα δ’ ὀλίγων τε καὶ ἀβιάστων ἐνεργειῶν ἕνεκα γέγονεν ἡ διάρθρωσις, ἐν‐ ταῦθ’ ἡ φύσις, ὡς ἂν μηδὲν ἔτι δεδοικυῖα, λεπτοὺς
10μὲν καὶ ὑμενώδεις τοὺς συνδέσμους, χαλαρὰν δὲ πάντη τὴν ὅλην τῶν ὀστῶν ἀπεργάζεται σύνταξιν. ὅτι μὲν οὖν ἅπασαι τοῦτον ἔχουσι τὸν τρόπον αἱ καθ’ ὅλον τὸ σῶμα διαρθρώσεις, ὑπομνήσει προϊὼν ὁ λόγος ἐφ’
ἑκάστου τῶν μελῶν· ὅτι δὲ καὶ αἱ κατὰ τὰς χεῖρας,117 in vol. 1
15ὑπὲρ ὧν πρόκειται λέγειν, ἤδη πάρεστι σκοπεῖσθαι. ἰσχυροτάτας μὲν γὰρ καὶ πλείστας ἐνεργείας ἐνεργοῦ‐ μεν, τήν τε κατὰ τὸν καρπὸν καὶ τὴν κατὰ τὸν ἀγκῶνα κινοῦντες διάρθρωσιν· ὅθεν ἀσφαλεῖς ἐγένοντο κατά τε τὰς συντάξεις αὐτὰς τῶν ὀστῶν καὶ κατὰ τοὺς ‖

3

.

161

ἔξωθεν αὐτὰς συνάπτοντας συνδέσμους, οὐ παχεῖς μόνον, ἀλλὰ καὶ σκληροὺς πανταχόθεν γενομένους. ἡ δὲ κατὰ τὸν ὦμον διάρθρωσις, ὡς ἂν ὀλιγάκις μὲν εἰς ἰσχυρὰς ἐνεργείας ἀγομένη, τὰ πολλὰ δ’ ἤτοι
5τελέως ἀργοῦσα ἢ ἀβιάστως κινουμένη, χαλαρὰν μὲν καὶ αὐτῶν τῶν ὀστῶν ἔχει τὴν σύνθεσιν, ἔτι δὲ μᾶλ‐ λον τῶν ἀμφ’ αὐτοῖς ὑμένων· οὔτε γὰρ χονδρώδεις αὐτοὺς οὔτε παχεῖς οὔθ’ ὅλως σκληρούς, ἀλλ’ ἱκανῶς λεπτούς τε καὶ μαλακοὺς καὶ ῥᾳδίως ἐπὶ πλεῖστον
10ἐκτείνεσθαι δυναμένους ἡ φύσις ἀπειργάσατο. ἐν δὲ ταῖς κατὰ τὸν ἀγκῶνά τε καὶ τὸν καρπὸν διαρθρώσεσιν οὐ παχεῖς μόνον, ἀλλὰ καὶ σκληροί τινες ἐγένοντο σύνδεσμοι, πανταχόθεν ἀντισπῶντές τε καὶ κωλύοντες ἐπὶ πλεῖστον ἀλλήλων ἀπάγεσθαι καὶ διίστασθαι τὰ
15κατὰ τὰς διαρθρώσεις ὀστᾶ. διό, καίτοι πολλάκις ἀναγκαζόμενα βιαίως ἐνεργεῖν, ὅμως ἧττον ἐξαρθρή‐ σεσιν ἁλίσκεται τοῦ κατὰ τὸν ὦμον ἄρθρου. οὐ γὰρ οἷόν τε παραλλάξαι τι τῶν ὀστῶν ἄνευ τοῦ διαστῆναι μέχρι πλείστου, τὸ διίστασθαι δ’ ἐπὶ πλεῖστον ἔκ τε
20τῆς τῶν συνδέσμων ἀσθενείας τε καὶ χαλαρότητος ‖118 in vol. 1

3

.

162

γίγνεται καὶ ἐξ αὐτῆς τῶν ὀστῶν τῆς συνθέσεως, ὅταν αἱ τῶν κοτυλῶν ἴτυες ὕπτιαι κατασκευασθῶσι μηδεμίαν ὀφρὺν λαβοῦσαι μηδαμόθεν. καὶ μὲν δὴ καὶ τῶν ἐχουσῶν ἄμβωνάς τινας κοτυλῶν ἐν βιαίοις
5κινήσεσι περιθραυσθεῖσαι πολλάκις αἱ τῶν ὀφρύων ἴτυες οὐκ ἐν τῷ παραυτίκα μόνον ἐκπεσεῖν τοῖς ἄρ‐ θροις, ἀλλὰ καὶ τοῦ λοιποῦ χρόνου παντὸς συνεχῶς τοῦτο πάσχειν ἐπιτρέπουσιν. ᾧ δῆλον, ὡς εἰς τὸ μὴ ῥᾳδίως ἐξαρθρεῖν οὐ σμικρὰν ἔχει μοῖραν ἡ τῆς διαρ‐
10θρώσεως ἀκρίβεια. τί ποτ’ οὖν οὐ πάσας τὰς διαρ‐ θρώσεις ἡ φύσις ἀσφαλεῖς κατεσκεύασεν; ὅτι μάχην εἶχεν ἀναγκαίαν ἡ ποικιλία τῶν κινήσεων τῇ τῆς κατασκευῆς ἀσφαλείᾳ, καὶ οὐχ οἷόν τ’ ἦν εἰς ταὐτὸν ἀμφοτέρας ἅμα συνελθεῖν· ἕπεται γὰρ ἡ μὲν τῷ χα‐
15λαρῷ τῆς διαρθρώσεως, ἡ δὲ τῷ συντόνῳ τε καὶ παν‐ ταχόθεν ἐσφιγμένῳ. ἔνθα μὲν οὖν ἀκίνδυνός ἐστιν ἡ ποικιλία, περιττὸν ἐνταῦθα καὶ μάταιον ἦν ἐπι‐ τεχνήσασθαί τι πρὸς ἀσφάλειαν· ἔνθα δ’ ἐπικίνδυνός τε καὶ σφαλερά, τὴν δυσπάθειαν ταύτης προείλετο.

3

.

163

καὶ τοίνυν ἐν τοῖς κατὰ ‖ τὸν ἀγκῶνά τε καὶ τὸν καρ‐ πὸν ἄρθροις τῆς δυσπαθείας πλέον ἢ τῆς ποικιλίας προνοησαμένη καὶ κινδυνεύσασα διὰ τὸ μονοειδὲς τῆς κινήσεως κυλλῷ παραπλήσιον ἀποφῆναι τὸ κῶλον ἑκά‐
5τερον, ἑκατέρῳ τῶν ἄρθρων προσπαρέθηκε διάρθρωσιν ὑπηρετήσουσαν ταῖς εἰς τὰ πλάγια κινήσεσιν. ἐν μὲν
γὰρ τῇ κατὰ τὸν ὦμον οὐ μόνον ἐκτείνειν καὶ κάμπτειν, ἀλλὰ καὶ πανταχόσε κυκλοτερῶς περιάγειν ἐγχωρεῖ τὸν βραχίονα· καὶ γὰρ καὶ ἡ κεφαλὴ περιφερὴς αὐτοῦ καὶ119 in vol. 1
10οἱ σύνδεσμοι χαλαροὶ καὶ ἡ τοῦ τῆς ὠμοπλάτης αὐχέ‐ νος κοιλότης ὑπτία τε καὶ πανταχόθεν ὁμοία παρα‐ πλησίως τῇ κεφαλῇ· τὰ δὲ κατὰ τὸν ἀγκῶνά τε καὶ τὸν καρπὸν ἄρθρα, πανταχόθεν ἐσφιγμένα, ποικίλως κινεῖν καὶ πάντη περιφέρειν ἀδύνατον ἦν. ὅθεν,
15ἐπειδὴ τοῦτο μὲν ἀδύνατον, οὐκ ἐχρῆν δ’ οὐδὲ τῆς ποικιλίας τῶν κινήσεων ἀμελῆσαι παντάπασι, διττὴν εἰργάσατο κατ’ ἀμφότερα τὴν διάρθρωσιν, ἵν’, ὅπερ ἑκατέρᾳ κατὰ μόνας ἐνδεῖ, τοῦθ’ ὑπὸ τῆς ἑτέρας προσιούσης ἀναπληρῶται. τὰς γὰρ εἰς τὰ πλάγια περι‐
20φορὰς τῶν μελῶν ἄνω μὲν ἡ τῆς κερκίδος πρὸς τὸν βραχίονα διάρθρωσις ἐργάζεται, κάτω δ’ ἡ τοῦ καρποῦ

3

.

164

πρὸς τὴν λεπτὴν ‖ ἀπόφυσιν τοῦ πήχεως. ἡ μέντοι καθ’ ἕκαστον τῶν ἐν τοῖς δακτύλοις ὀστῶν διάρθρω‐ σις ἔχει μὲν καὶ αὐτὴ τὰς εἰς τὸ πλάγιον κινήσεις, ὥσπερ ἡ κατ’ ὦμον, οὐ μὴν ὁμοίως γ’ ἐπὶ πολὺ
5περιαγούσας, καίτοι τῶν περικειμένων αὐτοῖς συν‐ δέσμων ὑμενωδῶν τε καὶ λεπτῶν ὑπαρχόντων· ἀλλ’ ἡ τῶν ὀστῶν διάπλασις ἑτεροία τῆς κατὰ τὸν ὦμον. οὔτε γὰρ ὅμοιαι πανταχόθεν αἱ κεφαλαί, διότι μηδ’ ἀκριβῶς στρογγύλαι, καὶ αἱ τῶν ὑποδεχομένων αὐτὰς
10κοιλοτήτων ὀφρύες, εἰς λεπτοὺς ἄμβωνας τελευτῶσαι, σφίγγουσιν ἔξωθεν ἀσφαλῶς πανταχόθεν, καὶ τῶν
καλουμένων σησαμοειδῶν ὀστῶν ἐπιφύσεις λαμβάνου‐ σαι, ὥστε μέσως πως ἔχειν κατασκευῆς ἑκάστην τῶν κατὰ τοὺς δακτύλους διαρθρώσεων· ὅσον γὰρ ἀπο‐120 in vol. 1
15λείπονται τῆς κατὰ τὸν καρπόν τε καὶ τὸν ἀγκῶνα πρὸς ἀσφάλειαν, τοσοῦτον πλεονεκτοῦσι τῆς κατὰ τὸν ὦμον, εὐλόγως τῆς φύσεως τοῦτ’ ἐργασαμένης. εἰ γὰρ καὶ ὅτι μάλιστα μικρὰ σώματα περιλαμβάνουσιν, ὅταν ἐνεργῶσι μόναι, ἀλλά τοι κἀν ταῖς τῶν μειζόνων
20λαβαῖς ταῖς κατὰ τὸν ἀγκῶνά τε καὶ τὸν καρπὸν οὐ

3

.

165

μικρὰ συνεργάζονται. καὶ ‖ μέντοι καὶ πολὺ πλείοσιν ἐνεργείαις ὑπηρετοῦσαι τῶν ἄλλων διαρθρώσεων γυμ‐ ναὶ πανταχόθεν εἰσίν· οὐχ ὥσπερ αἱ κατὰ τὸν ὦμον ἐν κύκλῳ μεγίστους περιβέβληνται μῦς, οὐδὲν μὲν εἰς
5τὰς κινήσεις ἐμποδίζοντας, ἀσφάλειαν δ’ οὐκ ὀλίγην αὐτῷ παρεχομένους. ὥστε, διττῆς αἰτίας ἀσφάλειαν ἐν ἄρθροις ἐργαζομένης, ἰσχύος συνδέσμων καὶ ἀκρι‐ βείας συνθέσεως, ἀμφοτέρας μὲν ἐπ’ ἀγκῶνός τε καὶ καρποῦ, τὴν ἑτέραν δ’ ἐπὶ τῶν δακτύλων, ἐπ’ ὤμου
10δὲ μηδετέραν ἀκριβῶς ὑπάρχειν, καὶ διὰ τοῦτ’ εὐ‐ λόγως τὴν φύσιν, ἐπειδὴ ταῖς ἀσφαλέσι τε καὶ παν‐ ταχόθεν ἐσφιγμέναις κατασκευαῖς οὐχ οἷόν τ’ ἐστὶ κινεῖσθαι πολυειδῶς, προσπαραθεῖναι τῷ πήχει τὴν κερκίδα διττῆς διαρθρώσεως ἕνεκα.
15 Δεῖται δ’ οὐ μακρῶν ἔτι λόγων οὐδὲ διὰ τί κατὰ μὲν τὸν καρπὸν ἐλάχισται παντελῶς εἰσιν αἱ λοξαὶ κινήσεις, ἄνω δὲ πρὸς τῷ βραχίονι
μέγισται. κάτω μὲν γὰρ ἀκριβῶς τά τε κατὰ τὸν καρπὸν αὐτὸν ὀστᾶ καὶ μέντοι καὶ τὸ τῆς κερκίδος ἔζευκται121 in vol. 1
20τῷ τοῦ πήχεως, ὥστε τοῖς πολλοῖς τῶν ἰατρῶν ἔδοξεν

3

.

166

οὐδὲ κινεῖσθαί τινα ἑκάτερον αὐτῶν ‖ ἰδίαν κίνησιν, ἀλλ’ ὡς ἑνὶ διαρθρούμενα μίαν ἔχειν μόνην τὴν ἁπάντων κοινήν· ἄνω μέντοι πρὸς τῷ βραχίονι διέστη‐ κεν ἡ κερκὶς ἀπὸ τοῦ πήχεως ἱκανόν, ὥστ’ ἐνταῦθα
5μὲν ἐγχωρεῖ μόνην αὐτὴν ἐπὶ πολὺ κινεῖσθαι χωρὶς τοῦ πήχεως, κάτω δ’ οὐκέτι. καὶ μὲν δὴ καὶ ἡ τῆς λεπτῆς τοῦ πήχεως ἀποφύσεως, ἣν στυλοειδῆ καλοῦσι, πρὸς τὸ κατὰ τὸν μικρὸν δάκτυλον ὀστοῦν τοῦ καρ‐ ποῦ διάρθρωσις αὐτή τε μικρὰ παντελῶς ἐστιν, ὅτι
10καὶ τὸ κατὰ τὸν καρπὸν ὀστοῦν ἐξ ἀνάγκης μικρὸν ἦν, ἐλαχίστην τε τὴν κίνησιν ἔχει καὶ διὰ τὴν μικρό‐ τητα μέν, ἀλλὰ καὶ διὰ τὸ συνῆφθαι κατὰ ταῦτα τὸν μὲν πῆχυν τῇ κερκίδι, τὸ δὲ μικρὸν ὀστοῦν τοῖς ἄλλοις ἅπασι τοῖς τοῦ καρποῦ· μόνον δ’ ἂν ἀξιόλογος ἡ
15κίνησις ἐγένετο, διεστώτων ἱκανὸν ἀπ’ ἀλλήλων ἁπάν‐ των τῶν εἰρημένων ὀστῶν. Εἴρηταί μοι περὶ πάντων σχεδὸν τῶν ἐν ταῖς χερσὶ μορίων. ἀρτηρίαι γὰρ καὶ φλέβες καὶ νεῦρα κοινὰ παντός ἐστι τοῦ σώματος ὄργανα, καὶ
20διὰ τοῦθ’, ὡς καὶ πρόσθεν ἔφαμεν, ὅταν ὁ περὶ τῶν μορίων ἁπάντων συμπληρωθῇ λόγος, ἐπ’ ἐκεῖνα μετα‐

3

.

167

βησόμεθα. καὶ μέντοι ‖ καὶ ὁ περὶ τοῦ μεγέθους τε καὶ τῆς θέσεως ὅλων τῶν χειρῶν λόγος ἐπὶ τελευτῆς
εἰρήσεται μετὰ καὶ τῶν ἄλλων ἁπάντων μελῶν· ἀλλή‐ λοις γὰρ αὐτὰ χρὴ παραβάλλοντα καὶ τοῖς μεγέθεσι122 in vol. 1
5σύμμετρα δεικνύναι καὶ ταῖς συντάξεσιν εὖ διακεί‐ μενα. καταπαύσαντες οὖν ἐνταῦθα τὸν περὶ τῶν χει‐ ρῶν λόγον ἐπὶ τὰ σκέλη μεταβησόμεθα διὰ τὴν τῆς κατασκευῆς ὁμοιότητα· τὴν γὰρ τῶν κινούντων τὸ κατ’ ὦμον ἄρθρον μυῶν ἐξήγησιν ἐν τῷ τρισκαιδεκάτῳ
10τῶνδε τῶν ὑπομνημάτων ποιησόμεθα σὺν τῷ λοιπῷ περὶ αὐτοῦ τε καὶ τῶν ὠμοπλατῶν λόγῳ παντί.
11

3

.

168

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.
1 Χεῖρας μὲν δὴ μόνος ἁπάντων ζῴων ἄν‐ θρωπος ἔσχεν, ὄργανα πρέποντα ζῴῳ σοφῷ· δίπουν δ’ αὐτὸ μόνον ἐν τοῖς πεζοῖς ἐγένετο καὶ ὀρθόν, ὅτι χεῖρας ἔσχε. τοῦ γὰρ ἀναγκαίου πρὸς τὴν ζωὴν σώ‐
5ματος ἐκ τῶν κατὰ τὸν θώρακά τε καὶ τὴν κοιλίαν μορίων συμπληρουμένου καὶ δεομένου κώλων εἰς βά‐ δισιν, ἐπὶ μὲν ἐλάφων τε καὶ κυνῶν καὶ ἵππων καὶ

3

.

169

τῶν παραπλησίων τὰ πρόσθια κῶλα ‖ τοῖς ὄπισθεν ὁμοιοσκελῆ γέγονε καὶ τοῦτ’ αὐτοῖς εἰς τάχος συν‐ τελεῖ· ἀνθρώπῳ δέ—οὔτε γὰρ οἰκείου τάχους ἔδει μέλ‐ λοντί γε δαμάσεσθαι σοφίᾳ τε καὶ χερσὶν ἵππον ἄμει‐
5νόν τ’ ἦν μακρῷ πρὸ τῆς ὠκύτητος ὄργανα σχεῖν εἰς ἁπάσας τέχνας ἀναγκαῖα—τὰ πρόσθια κῶλα χεῖρες ἐγέ‐ νοντο. τί δὴ οὖν οὐ καὶ τέτταρα σκέλη καὶ χεῖρας
ἐπ’ αὐτοῖς ἔσχεν, ὥσπερ οἱ Κένταυροι; ὅτι πρῶτον μὲν ἀδύνατος τῇ φύσει τῶν τοσοῦτον διαφερόντων123 in vol. 1
10σωμάτων ἡ μῖξις. οὐ γὰρ δή, ὥσπερ οἱ πλάσται τε καὶ οἱ γραφεῖς, σχήματά τε καὶ χρώματα μόνον αὐτῶν ἔμελλε συνθήσειν, ἀλλὰ καὶ τὰς οὐσίας ὅλας κεράσειν ἀμίκτους τε καὶ ἀκράτους ὑπαρχούσας. οὐ γὰρ οὖν οὐδ’ εἰ συνουσία τις ἀφροδίσιος ἀνθρώπῳ πρὸς ἵππον
15γένοιτο, τελειώσουσιν αἱ μῆτραι τὸ σπέρμα. Πίνδαρος δ’ εἰ μὲν ὡς ποιητὴς προσίεται τὸ τῶν Κενταύρων μυθολόγημα, συγχωρητέον αὐτῷ· εἰ δ’ ὡς σοφὸς ἀνὴρ καί τι περιττότερον τῶν πολλῶν ἐπίστασθαι προσποιού‐ μενος ἐτόλμα γράφειν

3

.

170

„ὃς ἵπποισι Μαγνητίδεσσιν ἐμίγνυτ’ ἐν Παλίου σφυροῖς, ἐκ δ’ ἐγένοντο στρατὸς θαυμαστός, ἀμφοτέροις
5 ὅμοιοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δ’ ὕπερθε πατρόσ“ ἐπιτιμητέον αὐτοῦ τῇ προσποιήσει τῆς σοφίας. ἵππος μὲν γὰρ ὄνου καὶ ὄνος ἵππου δύναιτ’ ἂν καὶ δέξασθαι τὸ σπέρμα καὶ διασῶσαι καὶ τελεσφορῆσαι πρὸς ζῴου
10μικτοῦ γένεσιν· οὕτω δὲ καὶ λύκος κυνὸς καὶ κύων οὐ λύκου μόνον ἀλλὰ καὶ ἀλώπεκος, ὥσπερ οὖν καὶ ἀλώπηξ κυνός. ἵππος δ’ ἀνθρώπου τάχα μὲν οὐδ’ ἂν ὑποδέξαιτο τοῖς κόλποις τῆς ὑστέρας τὸ σπέρμα, μακροτέρου γὰρ αἰδοίου δεῖ, εἰ δὲ καὶ καταδέξαιτό
15ποτε, διαφθείρειεν ἂν ἢ εὐθὺς ἢ οὐκ εἰς μακράν. ἀλλ’, ὦ Πίνδαρε, σοὶ μὲν ᾄδειν τε καὶ μυθολογεῖν ἐπιτρέπομεν, εἰδότες τὴν ποιητικὴν μοῦσαν οὐχ ἥκιστα124 in vol. 1

3

.

171

τῶν ἄλλων τῶν οἰκείων κόσμων ‖ καὶ τοῦ θαύματος δεομένην· ἐκπλῆξαι γὰρ οἶμαι καὶ θέλξαι καὶ κηλῆσαι τοὺς ἀκροατάς, οὐ διδάξαι βούλεσθε. ἡμεῖς δ’, οἷς ἀληθείας, οὐ μυθολογίας μέλει, σαφῶς ἴσμεν οὐσίαν
5ἀνθρώπου τε καὶ ἵππου παντάπασιν ἄμικτον ὑπάρ‐ χουσαν. εἰ δὲ καὶ συγχωρήσαιμεν ἐν γοῦν τῇ κυήσει καὶ μίγνυσθαι καὶ τελεοῦσθαι τὸ ζῷον τοῦτο τὸ οὕτως ἄτοπόν τε καὶ ἀλλόκοτον, ἀλλὰ τίσι γε τροφαῖς θρέ‐ ψεται τὸ γεννηθέν, οὐκ ἂν εὕροιμεν. ἢ πόαις μέν
10τισι καὶ κριθαῖς ὠμαῖς τὰ κάτω τὰ ἵππεια, ταῖς δ’ ἑφθαῖς καὶ τοῖς ἀνθρωπείοις ἐδέσμασι τὰ ἄνω; ἄμεινον μέντ’ ἂν οὕτως ἦν αὐτῷ καὶ δύο στόματα γεγονέναι, τὸ μὲν ἀνθρώπειον, τὸ δ’ ἵππειον. κινδυνεύσει γὰρ οὖν καὶ δύο καρδίας ἔχειν, εἴ τι δεῖ τοῖς στέρνοις
15τεκμαίρεσθαι. ἀλλ’ εἰ καὶ ταῦτά τις ὑπερβαίνοι πάντα τὰ ἄτοπα καὶ συγχωρήσειε καὶ γεννᾶσθαι δύνασθαι καὶ διαζῆν τὸν ἱπποσκελῆ τοῦτον ἄνθρωπον, οὐδὲν αὐτῷ πλέον ἐκ τῆς τοιαύτης κατασκευῆς ὅτι μὴ τὸ τάχος· οὐδὲ τοῦτ’ αὐτὸ ἁπλῶς οὐδ’ ἐν ἅπασι χωρίοις,

3

.

172

ἀλλ’ ἐν τοῖς ὁμαλέσι τε ‖ καὶ λείοις πεδίοις μόνοις. εἰ δέ που δέοι πρὸς ὄρθιον δραμεῖν ἢ κάταντες ἢ λοξὸν ἢ ἀνώμαλον, ἡ νῦν οὖσα κατασκευὴ τῶν ἀν‐ θρωπείων σκελῶν ἀμείνων μακρῷ. οὕτω δὲ καὶ ὑπερ‐
5πηδῆσαι καὶ πέτρας ὀξείας τε καὶ ὀρθίους ὑπερβῆναι καὶ ὅλως ἁπάσας τὰς δυσχωρίας διελθεῖν ἀμείνων ἄνθρωπος τοῦ τερατώδους ἐκείνου Κενταύρου. ἐβου‐ λόμην δ’ ἂν αὐτὸν ἰδεῖν ἢ οἰκοδομούμενον ἢ ναυπη‐ γούμενον ἢ διὰ τῶν ἱστῶν ἐπὶ τὰς κεραίας τῶν πλοίων125 in vol. 1
10ἀναρριχώμενον ἢ ὅλως τῶν ναυτικῶν ἔργων τι μετα‐ χειριζόμενον, ὡς ἄτοπός τε δεινῶς ἐν ἅπασιν ἦν ἂν καὶ πολλαχῇ τελέως ἀδύνατος. πῶς γὰρ ἂν ἐν ταῖς οἰκοδομήσεσι διὰ μακρῶν καὶ λεπτῶν κλιμάκων ἐπὶ τοίχους ὑψηλοτάτους ἀνῄει; πῶς δ’ ἂν ἐπὶ τὰς κε‐
15ραίας τῶν νεῶν; οἷος δ’ ἂν ἐρέσσων ἦν, ᾧ γε μηδὲ καθῆσθαι καλῶς ἐνεχώρει; κἂν εἰ τοῦτό γε αὐτῷ ὑπῆρχε, τὰ πρόσθια σκέλη τὰς τῶν χειρῶν ἐνεργείας ἐκώλυεν ἄν. ἀλλ’ ἴσως μὲν ἂν ναύτης ἄχρηστος, γεωργὸς δ’ ἂν ἦν χρήσιμος. ἀλλ’ ἐνταῦθα καὶ πλέον

3

.

173

ἀχρηστότερος, ‖ καὶ μάλιστ’ εἰ πρᾶξαί τι δέοι τοῖς δένδροις ἐπαναβαίνοντα καί τινας τῶν καρπῶν δρέ‐ πεσθαι. μὴ τοίνυν ταύτην μόνην αὐτοῦ θεώρει τὴν ἀτοπίαν, ἀλλ’ ἐπὶ τὰς τέχνας ἁπάσας ἴθι καὶ σκόπει
5χαλκεύοντα καὶ σκυτοτομοῦντα καὶ ὑφαίνοντα καὶ ἠπώμενον αὐτὸν καὶ γράμματα γράφοντα, πῶς μὲν καθιεῖται, ποίοις δὲ μηροῖς ἐπιθήσει τὸ βιβλίον, ἢ τῶν ἄλλων ὀργάνων ἕκαστον ὅπως μεταχειριεῖται. πρὸς γὰρ αὖ τοῖς ἄλλοις ἅπασιν οἷς ἄνθρωπος ἐξαιρέτως
10ἔχει, καὶ τὸ καθέζεσθαι χρησίμως ἐπὶ τῶν ἰσχίων τούτῳ μόνῳ πάντων ζῴων ὑπάρχει. λέληθε δὲ καὶ τοῦτο τοὺς πολλοὺς καὶ νομίζουσιν ὀρθὸν μόνον ἑστάναι τὸν ἄνθρωπον, οὐκ εἰδότες, ὅτι καὶ τὸ καθέ‐ ζεσθαι μόνος ἔχει. ὁ γοῦν Κένταυρος ἐκεῖνος ὁ τῶν126 in vol. 1
15ποιητῶν, ὃν οὐκ ἄνθρωπον, ἀλλ’ ἱππάνθρωπόν τινα μᾶλλον ἐν δίκῃ καλέσειας ἄν, οὔτε στηρίζεσθαι δυνα‐ τὸς ἀσφαλῶς ἐπὶ τῶν ἰσχίων οὔτ’, εἰ καὶ τοῦθ’ ὑπῆρ‐ χεν αὐτῷ, ταῖς χερσὶν ἐχρῆτ’ ἂν δεξιῶς, ἐμποδιζόντων αὐτῷ τῶν προσθίων σκελῶν εἰς ἁπάσας τὰς ἐνεργείας,
20ὥσπερ εἰ καὶ ἡμῶν ἑκάστῳ δύο τις τῷ στέρνῳ προσ‐

3

.

174

δήσειε προμήκη ξύλα. καὶ ‖ γὰρ οὖν καὶ εἰ κατακλίναι τις ἡμᾶς οὕτω σκευάσας ἐν σκιμποδίῳ, θαυμαστή τις ἡ συνουσία δηλονότι φανεῖται, καὶ πολὺ μᾶλλον ἔτι δεηθέντων ὕπνου. θαῦμα γὰρ δὴ καὶ τοῦτο τῶν Κεν‐
5ταύρων ἐκείνων, οὔτε σκίμποδι χρῆσθαι δυναμένων ὅλως οὔτ’ ἐπὶ τῆς γῆς ἀναπαύεσθαι· δεῖται γὰρ τῶν ἐν αὐτοῖς μορίων ἡ κατασκευὴ τοῦ σώματος ἑκατέρα θατέρου, ἡ μὲν ἀνθρώπειος σκίμποδος, ἡ δ’ ἵππειος γῆς. ἀλλ’ ἴσως οὐχ ἱππείοις τέτταρσι σκέλεσιν, ἀλλ’
10ἀνθρωπείοις ἄμεινον ἡμῖν κεχρῆσθαι. οὕτω μέν γε πρὸς τῷ μηδὲν ἔχειν πλέον εἰς μηδεμίαν ἐνέργειαν ἔτι καὶ τὸ τάχος ἀνθρώποις ἀπώλετ’ ἄν. καὶ μὴν εἰ μήθ’ ἱππείοις μήτ’ ἀνθρωπείοις, οὐδ’ ἄλλου τινὸς ζῴου· τὰ μὲν γὰρ τοῖς τῶν ἵππων μᾶλλον, τὰ δὲ τοῖς
15τῶν ἀνθρώπων ἔοικεν. ὁπότ’ οὖν τῶν τεττάρων οἱ
δύο περιττοί, πρόδηλον, ὡς, εἴπερ ἓξ εἴχομεν πόδας ἢ καὶ πλείονας, ἔτι πλέονες ἂν οὕτως ἡμῖν ἦσαν οἱ μάταιοι. καθόλου γὰρ εἰπεῖν, εἴ τι μέλλει χερσὶ καλῶς127 in vol. 1

3

.

175

χρῆσθαι ζῷον, οὐδὲν χρὴ τούτου προ‖κεῖσθαι τῶν στέρνων ἐμπόδισμα, μὴ ὅτι σύμφυτον, ἀλλὰ μηδ’ ἐπίκτητον. Ἵππῳ μέντοι καὶ βοῒ καὶ κυνὶ καὶ λέοντι
5καὶ τοῖς ἄλλοις τοῖς παραπλησίοις, ὡς ἂν μηδεμίαν μέλλουσι μεταχειρίζεσθαι τέχνην, ὥσπερ μάταιον ἦν χεῖρας ἔχειν, οὕτω καὶ δίποσιν εἶναι· τί γὰρ ἂν ἦν τὸ πλέον αὐτοῖς, ὀρθοῖς μὲν ἐπὶ δυοῖν ποδοῖν ἑστῶσι, χεῖρας δ’ οὐκ ἔχουσιν; ἐμοὶ μὲν οὐχ ὅπως ἂν οὐδὲν
10πλέον ἔχειν οὕτω κατασκευασθέντα δοκεῖ, ἀλλὰ καὶ τῶν νῦν ὑπαρχόντων αὐτοῖς στερήσεσθαι, πρώτης μὲν τῆς περὶ τὴν ἐδωδὴν ἑτοιμότητος, δευτέρας δὲ τῆς τῶν ἐμπροσθίων μελῶν ἀσφαλείας, καὶ τρίτου τοῦ τάχους. ἐπεὶ γὰρ οὐκ εἶχε χεῖρας, ἐχρῆν δήπου τὰ
15μὲν τοῖς προσθίοις σκέλεσι προσφέρειν τὴν τροφὴν τῷ στόματι, τὰ δ’ ἐπικύπτοντα λαμβάνειν. ὅσα μὲν οὖν σαρκοφάγα, πολυσχιδεῖς τούτων οἱ πόδες· ὅσα δὲ ποηφάγα, τὰ μὲν ὁπλὰς ἔχει, τὰ δὲ χηλάς. τὰ μὲν οὖν σαρκοφάγα πάντη πάντως ἐστὶν ἄλκιμα, καὶ διὰ
20τοῦτ’ οὐ μόνον ἐσχίσθησαν αὐτῶν οἱ πόδες πολυειδῶς,

3

.

176

ἀλλὰ καὶ στερεούς τε ‖ καὶ γαμψοὺς ὄνυχας ἔφυσαν· οὕτω γὰρ ἔμελλε καὶ θηράσειν θᾶττον καὶ καθέξειν
ῥᾷον. τῶν δὲ ποηφάγων οὐδὲν οὕτως ἄλκιμον ὡς τὰ σαρκοφάγα. χρῆται γοῦν οὐκ ὀλίγῳ πολλάκις θυμῷ128 in vol. 1
5καὶ ἵππος καὶ ταῦρος καὶ διὰ τοῦτο τῷ μὲν ὁπλαί, τῷ δὲ κέρατα γεγόνασιν. ὅσα δὲ παντελῶς δειλά, τούτοις οὔθ’ ὁπλή τίς ἐστιν οὔτε κέρας ἀμυντήριον, ἀλλὰ χηλαὶ μόνον. ταῦτα μὲν οὖν ἐπικύπτοντα νέμεται. τὰ δὲ σαρκοφάγα τοῖς προσθίοις ποσὶν ἀντὶ χειρὸς
10χρῆται πρός τε τὸ κατασχεῖν τι ζῷον θηράσαντα καὶ τῷ στόματι προσενεγκεῖν τὴν τροφήν. εἰ δ’, ὥσπερ ἐστὶ παντὶ τῷ σώματι σύντονα καὶ σφοδρά, καὶ οἱ πόδες αὐτῶν στερεαῖς ὁπλαῖς ἐκρατύνθησαν, ἦν μὲν ἂν οὕτω γε πολὺ μᾶλλον ὠκύτερα σφῶν αὐτῶν ἢ νῦν
15ἐστι, τὰς δ’ εἰρημένας χρείας τῶν σκελῶν, ἀναγκαιο‐ τέρας οὔσας, οὐκ ἂν ἔσχεν. ὅσα δὲ τῶν ζῴων ἄναιμα, ταῦτα δηλονότι ψυχρότερα ταῖς κράσεσιν ὑπάρχοντα καὶ διὰ τοῦτ’ ἀσθενέστερά τε πάντη καὶ πρὸς τὰς

3

.

177

κινήσεις ἀργότερα σμικροῖς καὶ πολλοῖς κέχρηται ‖ τοῖς σκέλεσι· μικροῖς μέν, ὅτι μεγάλα βαστάζειν τε καὶ μεταφέρειν ἀδυνατεῖ, πολλοῖς δέ, διότι μικροῖς. ἐπεὶ γὰρ ἢ ἐκ τοῦ πλήθους ἢ ἐκ τοῦ μεγέθους τῶν σκε‐
5λῶν τὸ τάχος περιγίγνεται τῆς βαδίσεως, οἷς ἀδύνατον ἦν μεγάλα φῦσαι τὰ κῶλα, τούτοις ὑπόλοιπος ἡ ἐκ τοῦ πλήθους ὠφέλεια. τινὰ δὲ καὶ δι’ αὐτὸ τοῦτο προμηκέστερα τοῖς ὅλοις σώμασιν ἐγένετο, καθάπερ ἴουλός τε καὶ σκολόπενδρα, χώραν τῷ πλήθει τῆς τῶν
10σκελῶν ἐκφύσεως προμηθουμένης τῆς φύσεως. ὅσοις
δ’ αὐτῶν ἠδυνήθη, κἂν εἰ μὴ μεγάλα, μακρὰ γοῦν καὶ λεπτὰ φῦσαι τὰ κῶλα, καθάπερ ἀκρίσι τε καὶ πάρνοψι, τούτοις οὐδὲν ἔδει πάμπολυ πλῆθος ἐργά‐ σασθαι τῶν σκελῶν. ἀλλὰ περὶ μὲν τῶν ἀναίμων129 in vol. 1
15ζῴων τῆς διαφορᾶς ἐπὶ πλεῖστον Ἀριστοτέλει καλῶς εἴρηται. τῶν δ’ ἐναίμων τῶν πεζῶν, ἃ δὴ καὶ μά‐ λιστ’ ἀνθρώποις ἔοικε, τέτταρες ἑκάστῳ πόδες ἐγένοντο, τάχους μὲν ἕνεκα καὶ ἀσφαλείας ἅπασι, τοῖς δ’ ἀλ‐ κίμοις ἐξ ἐπιμέτρου τὰ χειρῶν ἐνίοτε συνεργαζόμενοι.

3

.

178

περὶ μὲν οὖν τῆς εἰς τάχος αὐτῶν ὠφελείας καὶ ‖ τῆς εἰς θήραν τε ἅμα καὶ ἐδωδὴν τοῖς ἀλκίμοις αὐτάρκως εἴρηται. ὅτι δὲ καὶ ἀσφαλέστερον ἦν αὐτοῖς ἐπὶ τετ‐ τάρων βαδίζειν σκελῶν ἢ ὀρθοῖς ἐπὶ δυοῖν ἑστάναι,
5γνοίης ἄν, εἰ λογίσαιο, πόσῳ τινὶ τὰ κατὰ τὴν γαστέρα τε καὶ τὰ στέρνα μόρια τῶν κατὰ τὴν ῥάχιν ἐστὶν εὐπαθέστερα, καὶ ὡς οὕτω μὲν βαδιζόντων, ὡς νῦν βαδίζει, τὰ μὲν εὐπαθῆ κατακέκρυπται καὶ φρουρεῖται πρὸς τῶν ὑπερκειμένων, ἔκκειται δὲ καὶ προβέβληται
10τὰ δυσπαθῆ, ὀρθῶν δ’ ἀναστάντων ἀκάλυπτα καὶ ἀστέγαστα καὶ γυμνὰ καὶ ἀφύλακτα πανταχόθεν ἐγίγνετο τὰ κατὰ τὴν γαστέρα μόρια καὶ τελέως εὐπαθῆ· οὐ γὰρ δὴ χερσί τε καὶ λόγῳ χρώμενα, καθάπερ ἄνθρω‐ πος, ἔμελλέ τι προβάλλεσθαι τῆς γαστρὸς ἢ τῶν στέρ‐
15νων ἐπίκτητον πρόβλημα, τῆς φυσικῆς τῶν ταύτῃ μελῶν ἀσθενείας ἐπανόρθωμα. διὰ ταῦτα μὲν δὴ τοῖς ἄλλοις ἅπασι ζῴοις τοῖς ἐναίμοις τετράποσιν εἶναι βέλτιον ἦν, ὥσπερ τοῖς ἀναίμοις πολύποσι· διὰ δ’ αὖ τἀναντία τούτων τοῖς ἀνθρώποις δίποσιν, ὡς ἂν μήτε

3

.

179

τῆς ‖ ὠφελείας, ἧς τἄλλα ζῷα, πρὸς τοῦ πλήθους τῶν σκελῶν ἀπολαύειν δεομένοις εἰς πολλά τε βλαβησο‐ μένοις, εἰ μὴ δίποδες εἶεν. ἀλλὰ δίποδες μὲν καὶ οἱ ὄρνιθες· ὀρθὸς δὲ μόνος ἁπάντων ζῴων ἄνθρω‐130 in vol. 1
5πος· μόνῳ γὰρ αὐτῷ κατ’ εὐθὺ τῶν σκελῶν ἡ ῥάχις ἐστίν· εἰ δ’ αὕτη, δηλονότι καὶ τὸ ἄλλο πᾶν σῶμα τὸ πρὸς τὴν ζωὴν ἀναγκαῖον. οἷον γάρ τις τρόπις ἡ ῥάχις τούτου τοῦ σώματος ὑπάρχει, καὶ πρὸς αὐτὴν τὰ σκέλη τοῖς μὲν ὄρνισιν, ὥσπερ τοῖς τετράποσι,
10γωνίαν ὀρθὴν ἐργάζεται, μόνοις δὲ τοῖς ἀνθρώποις ἐπὶ μιᾶς εὐθείας ἐκτέταται. τοιοῦτον οὖν τὸ σχῆμα τὰ σκέλη πρὸς τὴν ῥάχιν ἔχει τοῖς τετράποσί τε καὶ πτη‐ νοῖς ζῴοις βαδίζουσιν, οἷον τοῖς ἀνθρώποις καθη‐ μένοις· καὶ διὰ τοῦτ’ ὀλίγῳ πρόσθεν ἐρρέθη μηδὲν
15αὐτῶν ὀρθὸν ἵστασθαι μηδέποτε. Πῶς οὖν οὐδὲ καθέζεσθαι δύναται, καθάπερ ἄνθρωπος, ἐπὶ τῶν ἰσχίων ἑδραζόμενα; τοῦτο γὰρ ἔτι λείπειν ἔοικε τῷ λόγῳ. ὅτι δεῖ κάμπτεσθαι

3

.

180

τὰ τοῖς ‖ ἰσχίοις συνημμένα κῶλα κατὰ τὴν τοῦ μηροῦ πρὸς τὴν κνήμην διάρθρωσιν εἰς τοὐπίσω. αὐτὴ μὲν γὰρ ἡ ῥάχις πρὸς τὸν μηρὸν ἐν τῷ καθέζεσθαι γωνίαν ὀρθὴν ἐργάζεται, ὁ μηρὸς δ’ αὖ πάλιν εἰ μὴ πρὸς
5τὴν κνήμην ἑτέραν τοιαύτην ἐργάσαιτο, οὐκ ἄν ποτ’ ὀρθὴ πρὸς τοὔδαφος ἡ κνήμη γένοιτο, κἀν τούτῳ τὸ ἀσφαλὲς τῆς ἕδρας διαφθαρήσεται. εἴπερ οὖν ἐν τῷ κάμπτεσθαι κατὰ τὸ γόνυ τὰ τοῖς ἰσχίοις συνημμένα κῶλα τὸ καθέζεσθαι γίγνεται, δῆλον, ὡς οὐδενὶ δύναται
10τῶν τετραπόδων ὑπάρξαι· πάντα γὰρ εἰς τὰ πρόσω τὰς καμπὰς ἔχει τῶν ὀπισθίων σκελῶν. τὰ μὲν γὰρ πρόσθια ταῖς ὠμοπλάταις αὐτῶν συνῆπται, καθάπερ τοῖς ἀνθρώποις, τὰ δ’ ὀπίσθια τοῖς ἰσχίοις· αἱ καμπαὶ δ’ ἀμφοτέρων ἔμπαλιν τοῖς ἀνθρώποις τῶν μὲν προ‐131 in vol. 1
15σθίων εἰς τοὐπίσω, τῶν δ’ ὀπισθίων εἰς τὰ πρόσω. τετρασκελέσι γὰρ οὖσιν αὐτοῖς ἄμεινον ἦν εἰς ἀλλήλας ἐστράφθαι τὰς καμπάς, ἀνθρώπῳ δὲ τὰ μὲν ταῖς ὠμοπλάταις συνημμένα κῶλα, χεῖρες γενόμενα, χρησί‐ μως εἰς τοὔμπροσθεν κατ’ ἀγκῶνα κάμπτονται· δέ‐
20δεικται γὰρ ἐν τῷ πρόσθεν λόγῳ βέλτιον εἶναι πρὸς ‖

3

.

181

ἀλλήλας ἐστράφθαι τὰς χεῖρας. εὐλόγως δὲ καὶ τὰ σκέλη τὴν κατὰ τὸ γόνυ καμπὴν εἰς τοὐπίσω κέκτηται· μόνως γὰρ οὕτως οἷόν τ’ ἦν καθέζεσθαι καλῶς, ὡς καὶ τοῦτ’ ὀλίγον ἔμπροσθεν ἀποδέδεικται. ὥσθ’ ὅταν
5μὲν ἐπὶ μιᾶς εὐθείας ἡ ῥάχις ᾖ τοῖς σκέλεσιν, εἰς τρεῖς διαφορὰς σχημάτων ἄγεσθαι τὸ ζῷον δύναται, εἰ μὲν αὐτὴν τὴν ῥάχιν ἐπὶ τῆς γῆς κατακλίνειεν, ὕπτιον ἀκριβῶς γιγνόμενον, εἰ δὲ τὴν γαστέρα, πρηνές, εἰ δ’ αὐτοῖς τοῖς ποσὶ στηριχθείη, τηνικαῦτ’ ἀκριβῶς
10ὀρθὸν ἱστάμενον, εἰ δέ τινα γωνίαν ποιήσαιτο πρὸς τὴν ῥάχιν τὰ σκέλη, δῆλον, ὅτι οὐδὲν ἔτ’ ἐκείνων τῶν σχημάτων ἀκριβῶς ἐστιν ὀρθόν. ὥστ’ εὐλόγως ἔμ‐ προσθεν εἴπομεν ἄνθρωπον μόνον ὀρθὸν ἵστασθαι. τὰ γὰρ ἄλλα ζῷα, τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον, ἅπαντα
15δ’ οὖν ἐστι πρηνῆ, τρόπον ὁμοιότατον βαδίζοντα τοῖς ἐπὶ τῶν χειρῶν ἕρπουσι βρέφεσιν. ἀσκαλαβῶται μέν γε καὶ σαῦραι καὶ πάνθ’ ὅσα βραχυσκελῆ ζῷα τελέως
ἐστὶ πρηνῆ, ψαύει γὰρ αὐτῶν ἡ γαστὴρ ἀεὶ τῆς γῆς, καὶ τούτων ἔτ’ ἀκριβέστερον οἱ ὄφεις. ἵππος δὲ καὶ132 in vol. 1
20κύων καὶ βοῦς καὶ λέων καὶ πάντα τὰ τετράποδα ‖

3

.

182

μεταξὺ τῶν τ’ ἀκριβῶς ἐστι πρηνῶν καὶ τῶν τελέως ὀρθῶν. οὕτω δὲ καὶ οἱ ὄρνιθες ἅπαντες, εἰ καὶ δί‐ ποδές εἰσιν· οὐ γὰρ ἐπὶ μιᾶς εὐθείας οὐδ’ οὗτοι τῇ ῥάχει τὰ τῆς βαδίσεως ἔχουσιν ὄργανα. ὥστε μόνος
5ἁπάντων ζῴων ἄνθρωπος ὀρθὸς ἀνέστηκεν, ὥσπερ οὖν καὶ καθέζεσθαι μόνος ἁπάντων ἐδείκνυτο. καὶ γὰρ οὖν καὶ τῶν χειρῶν αἱ κατὰ τὰς τέχνας ἐνέργειαι πᾶσαι δυοῖν τούτων δέονται σχημάτων. τὰ μὲν γὰρ ὀρθοί, τὰ δὲ καθήμενοι χειρουργοῦμεν· οὐδὲν δ’ οὔθ’
10ὕπτιος οὐδεὶς οὔτε πρηνὴς ἐργάζεται. καὶ δεόντως οὐδὲν τῶν ἄλλων ζῴων οὔθ’ ἵστασθαι δυνατὸν οὔτε καθέζεσθαι κατεσκεύασεν ἡ φύσις, ὅτι οὐδὲ χειρουρ‐ γήσειν ἔμελλέ τι. τὸ δ’ οἵεσθαι διὰ τοῦτ’ ὀρθὸν ἑστάναι τὸν ἄνθρωπον, ἵν’ ἐς τὸν οὐρανὸν ἑτοίμως
15ἀναβλέπῃ καὶ λέγειν ἔχῃ „Ἀνταυγέω πρὸς Ὄλυμπον ἀταρβήτοισι προσώποισ“, ἀνθρώπων ἐστὶν οὐδέποθ’ ἑωρακότων τὸν καλούμενον οὐρανοσκόπον ἰχθύν· ὡς οὗτός γε, κἂν εἰ μὴ βού‐ λοιτο, πρὸς τὸν οὐρανὸν ἀεὶ βλέπει, ἄνθρωπος δ’, εἰ
20μὴ τὸν τράχηλον ἀνακλάσειεν εἰς τοὐπίσω, τὸν οὐ‐

3

.

183

ρανὸν οὐκ ἄν ποτε ‖ θεάσαιτο. τουτὶ δὲ τὸ ἀνακλᾶν οὐ μόνῳ δήπουθεν ὑπάρχει τούτῳ τῷ ζῴῳ, ἀλλ’ οὐδὲν
ἧττον καὶ τοῖς ὄνοις, ἵνα παραλείπω τοὺς μακρο‐ τραχήλους ὄρνιθας, οἷς οὐ μόνον ἄνω ῥᾳδίως, εἰ βου‐133 in vol. 1
5ληθεῖεν, βλέπειν, ἀλλὰ καὶ πανταχόσε περιφέρειν ἑτοίμως ὑπάρχει τοὺς ὀφθαλμούς. τὸ δὲ μηδὲ Πλά‐ τωνος αὐτοὺς ἀκηκοέναι λέγοντος, ὡς οὐ τοῦτ’ ἔστι τὸ ἄνω βλέπειν, ὅταν τις ἑαυτὸν ὕπτιον ἀνακλίνειε χασμώμενος, ἀλλ’ ὅταν οἶμαι τῷ νῷ τὴν τῶν ὄντων
10φύσιν ἐπισκοπῆται, δεινῶς ὀλίγωρον. ἀλλ’, ὅπερ κατ’ ἀρχὰς εἴπομεν, ὀλίγοι τῶν ἔμπροσθεν ὀρθῶς ἐγνώκασι περὶ χρείας μορίων. καὶ αὐτὸ δὴ τοῦτο πολὺ μᾶλλον ἐπιστατέον ἐστὶν ἡμᾶς αὐτοὺς καὶ σπουδαστέον ἐπεξελ‐ θεῖν ἁπάσῃ τῇ πραγματείᾳ μηδὲν ὅλως ἑκάστου μορίου
15παραλιπόντας, ὡς καὶ πρόσθεν ἐρρέθη, μὴ θέσιν, μὴ μέγεθος, μὴ πλοκήν, μὴ σχῆμα, μὴ τὴν ἄλλην ἅπασαν διάπλασιν, ἀλλὰ μηδὲ μαλακότητα μηδὲ σκληρότητα μηδὲ τἄλλα τὰ ταῖς κράσεσιν ἑπόμενα, μηδ’ εἰ πρὸς

3

.

184

ἄλληλα κοινωνίας ἔχει τὰ μόρια ‖ κατὰ σύμφυσιν ἢ προσάρτησιν ἢ παράθεσιν ἢ τὴν εἰς ἀσφάλειαν παρασκευήν. Ἀρξώμεθα δ’ οὖν αὖθις ἀπὸ τῶν σκελῶν
5καὶ δείξωμεν ἕκαστον τῶν ἐν αὐτοῖς μορίων οὕτω τεχνικῶς κατεσκευασμένον, ὡς μηδ’ ἐπινοηθῆναι δύ‐ νασθαι βελτίονα κατασκευὴν ἑτέραν. ἡ δ’ ὁδὸς κἀν‐ ταῦθα τῷ λόγῳ καὶ ἡ καθ’ ἕκαστον τῶν προβαλλο‐ μένων εὕρεσίς τε καὶ ἀπόδειξις κατὰ τὴν ἐν ἀρχῇ
10ῥηθεῖσαν ἔσται μέθοδον. ἐπεὶ τοίνυν, ὥσπερ ἡ χεὶρ
ἀντιληπτικὸν ὄργανον, οὕτω τὸ σκέλος βαδιστικὸν ἐγένετο, καὶ οὐχ ἁπλῶς γε βαδιστικόν, ἀλλ’ ὡς ἂν μάλιστα πρέποι ζῴῳ σοφῷ, —πρὸς τοῦτο γοῦν αὐτὸ βλέποντες ἐν τῷ νῦν τελευτηθέντι λόγῳ περὶ τοῦ τῶν134 in vol. 1
15σκελῶν ἀριθμοῦ διελέχθημεν, —ἑπόμενον ἂν εἴη δεικνύειν ἕκαστον τῶν ἐν αὐτοῖς μορίων οὕτω κατε‐ σκευασμένον, ὡς ἂν μάλιστα χρηστὸν ἔσοιτο δίποδι ζῴῳ λογικῷ. πότερον οὖν ἄμεινον ἦν αὐτῷ στρογγύ‐ λους καὶ σκληροὺς γενέσθαι τοὺς πόδας, ὥσπερ τοῖς
20ἵπποις, ἢ προμήκεις τε καὶ πλατεῖς καὶ μαλακοὺς καὶ πολυσχιδεῖς, οἷοί περ νῦν εἰσι; τῇ μὲν γὰρ προτέρα ‖

3

.

185

ῥηθείσῃ κατασκευῇ τάχος τε καὶ δυσπάθεια τάχ’ ἂν ἕπεσθαι δόξειε· τῇ δὲ δευτέρᾳ τούτων μὲν οὐδέτερον οἰκεῖον, ἐναργῶς μέντοι φαίνεται πρός τε τὰς δυσχω‐ ρίας ἁπάσας ἐπιτήδειος ἡ τοιαύτη κατασκευή, κἂν εἴ
5που δεηθείημεν ὑψηλοῖς ἐπανιέναι τοίχοις ἢ δένδροις ἢ πέτραις. εἰ τοίνυν ἀμφότερα μὲν οὐχ οἷόν τ’ ἦν ἔχειν τὰ πλεονεκτήματα κατασκευὴν οὐδετέραν, ἔδει δ’ ἑλέσθαι πάντως θάτερον, δῆλον, ὡς ἵπποις μὲν τὰ πρότερα, τὰ δεύτερα δ’ ἀνθρώποις ἦν αἱρετώτερα.
10τοῖς μὲν γάρ, ὅτι τετράποδές εἰσιν, ἀσφαλῶς ἐπὶ τῶν τεττάρων ὑπάρχει βεβηκέναι στρογγύλων γεγονότων· δίποδι δὲ ζῴῳ σφαλερὰ παντελῶς ἡ τοιαύτη κατασκευή, πλὴν εἰ μὴ μόνον στρογγύλας, ἀλλὰ καὶ πάνυ μεγάλας τε καὶ πλατείας ὑποθείης αὐτοῖς τῷ λόγῳ τὰς ὁπλάς.
15ἀλλ’ οὕτω γ’ ἂν ἄχθος τε περιττὸν γίγνοιτο καὶ πᾶν μᾶλλον ἢ ὠκύτητος ὄργανα. χρὴ τοίνυν, εἰ τάχους ἕνεκα περιφερεῖς κατασκευάζοιντο πόδες, μὴ τοιούτους μόνον,
ἀλλὰ καὶ σμικροὺς ὑπάρχειν αὐτούς, οἷοι τοῖς ἵπποις135 in vol. 1

3

.

186

εἰσίν. οὕτω ‖ δὲ καὶ ἡ σκληρότης ἵπποις μὲν εἰς δυσπάθειαν ἐπιτήδειος, ἀνθρώποις δ’ οὐ μόνον οὐδὲν πλέον, ὑποδήματα κατασκευάζεσθαι δυναμένοις, ἀλλὰ καὶ πρὸς κακοῦ πολλάκις ἂν ἐγίγνετο. νῦν μέν γε
5τοῦ προτέρου παθόντος ὑποδήματος ἕτερον ἡμῖν καινὸν ἀντ’ ἐκείνου περιθέσθαι ῥᾷστον· εἰ δ’ εἶχόν τι τοιοῦτον οἱ πόδες ὑπόδημα σύμφυτον, οἷον ἵπποι μὲν ὁπλάς, βόες δὲ χηλάς, εὐθὺς ἂν ἅμα τῷ παθεῖν αὐτὸ χωλεύειν ἀναγκαῖον ἦν. ἐκείνοις μὲν οὖν τοῖς ζῴοις,
10ὡς ἂν μήτε χεῖρας ἔχουσι μήτε τέχνας, ἄμεινον ἦν ὁπωσοῦν εἰς δυσπάθειαν παρεσκευάσθαι τοὺς πόδας· ἀνθρώπῳ δὲ καθ’ ἑκάστην πραγμάτων περίστασιν ἐπι‐ τήδειον ἐξευρίσκειν ὑπόδημα δυναμένῳ, πολλαχόθι δὲ καὶ γυμνοῖς τοῖς ποσὶ χρῆσθαι δεομένῳ βέλτιον ἦν
15ἀσκεπάστους εἶναι παντάπασιν. Ἀλλ’ ὅτι μὲν ἄμεινον ἦν οὐ προμήκεις μόνον, ἀλλὰ καὶ μαλακοὺς εἶναι τοὺς πόδας, ἱκανῶς ἀποδέδεικται. διὰ τί δ’ εἰς τοσοῦτον προμήκεις, εἰς ‖

3

.

187

ὅσον νῦν εἰσι, καὶ πλατεῖς εἰς τοσοῦτον καὶ κοίλους μὲν ἀτρέμα κάτωθεν, ἄνωθεν δὲ κυρτούς, καὶ διὰ τί πολυσχιδεῖς, ἑξῆς ἂν εἴη δεικτέον. ἐπεὶ τοίνυν βαδιστι‐ κὸν ὄργανον ἐλέγομεν εἶναι τὸ ἀνθρώπειον σκέλος
5οὐχ ἁπλῶς, ἀλλ’ ὡς ἂν μάλιστα πρέποι ζῴῳ σοφῷ, σύνθετον δηλονότι καὶ οὐ παντάπασιν ἁπλῆν ἔτι φυ‐
λάξομεν αὐτοῦ τὴν ἔννοιαν. ὥστε ῥητέον ἡμῖν ἐστι, πρότερον μέν, ὅπως γίγνεται ἡ βάδισις, ἔπειτα δέ, τίνος αὐτῇ προσιόντος ἡ ἀνθρώπῳ πρέπουσα. γίγνεται136 in vol. 1
10δ’ ἡ βάδισις τοῦ μὲν ἑτέρου τῶν σκελῶν ἐπὶ τῆς γῆς ἐρηρεισμένου, θατέρου δὲ περιφερομένου. ἀλλὰ τὸ μὲν ἐστηρίχθαι διὰ τοῦ ποδὸς γίγνεται, τὸ δὲ περι‐ φέρεσθαι τοῦ παντὸς σκέλους ἐστὶν ἔργον· ὥστε, δι’ ἀντερείσεως καὶ κινήσεως ἐπιτελουμένου τοῦ βαδίζειν,
15τῆς μὲν οἱ πόδες εἰσὶ τὰ ὄργανα, τῆς δ’ ὅλα τὰ σκέλη. τοῦτο δ’ κἀπὶ τῶν ἑστώτων ἀκινήτων πρόδηλον γίγνε‐ ται· τὴν ἕδραν γάρ, ἧς ἕνεκα γεγόνασιν οἱ πόδες, οὐδὲν ἧττον καὶ τότε παρέχονται. καὶ μέντοι καὶ βαδιζόν‐ των τε καὶ θεόντων ὁ μὲν ἕτερος τῶν ποδῶν ἑδραῖος

3

.

188

ἐπὶ τῆς γῆς ἐστιν, ὁ δ’ ἕτερος ‖ ἅμα τῷ παντὶ σκέλει μετα‐ φέρεται. καὶ τὸ μὲν ἀμείβειν τὰ χωρία διὰ τὸ κινού‐ μενον ἡμῖν ὑπάρχει σκέλος· τοῦτο γάρ ἐστι τὸ τοὺς τόπους ὑπαλλάττον· τὸ δὲ μὴ καταπίπτειν διὰ τὸν ἐπὶ
5τῆς γῆς ἐστηριγμένον γίγνεται πόδα. πῶς δ’ ἂν καὶ δύναιτο μεταφέρειν οὗτος τὸ ζῷον, ὅς γε μηδ’ αὐτὸς κινεῖται; πεῖραν δ’ ἱκανὴν τοῦ λεγομένου δύο περι‐ στάσεις πραγμάτων ἔναγχος γεγενημένων παρέσχηνται, ὅ τε λοιμὸς ὁ πολλοῖς κατασκήψας εἰς ἄκρους τοὺς
10πόδας καὶ ἡ τοῦ περὶ τὸ Κορακήσιον τῆς Παμφυλίας ὠμότης λῃστοῦ. ὁ μὲν γὰρ λοιμὸς ἀπέσηπεν, ὁ δὲ λῃστὴς ἀπέτεμνεν ἄκρους τοὺς πόδας, ὥστε χωρὶς κοντῶν ἀδυνατεῖν βαδίζειν τοὺς οὕτω δυστυχήσαντας,
οὐ δήπου πρὸς τὴν κίνησιν τῶν σκελῶν ὠφελουμένους137 in vol. 1
15ὑπὸ τῶν ξύλων, ἀλλὰ δηλονότι τὴν ἕδραν, ἣν τέως εἶχον ἐκ τῶν ποδῶν. ἵστασθαι μὲν οὖν ἠδύναντο δύο πηροῖς ἐπερειδόμενοι ποσί, βαδίζειν δ’ οὐκ ἠδύναντο, μέλλοντές γε τὸν ὅλον ὄγκον τοῦ σώματος ἐπιτρέψειν ἑνὶ πεπηρωμένῳ. εἶδον δὲ καὶ ἄλλους τινάς, ὧν οἱ
20δάκτυλοι μόνοι νεκρωθέντες ὑπὸ χιόνος ἀπέπεσον.

3

.

189

ἀλλ’ οὗτοι μὲν οὔθ’ ‖ ἑστῶτες οὔτε βαδίζοντες οὔτε θέοντες ἐν γοῦν τοῖς ὁμαλέσι καὶ λείοις ἀπελείποντο τῶν ὑγιῶν· εἰ δέ που δέοι τινὰ διελθεῖν δυσχωρίαν, καὶ μάλιστ’ εἰ κρημνῶδες εἴη τὸ χωρίον, οὐκ ἀπελεί‐
5ποντο μόνον, ἀλλὰ καὶ παντάπασιν ἦσαν ἄχρηστοί τε καὶ ἀδύνατοι πρὸς αὐτούς. ὧν δ’ οὐχ οἱ δάκτυλοι μόνον, ἀλλὰ καὶ τὸ πρὸ αὐτῶν μέλος τοῦ ποδός, ὃ καλεῖται πεδίον, ἀπεσάπη, σφαλερὰ τούτοις ἡ βάδισις οὐκ ἐν ταῖς δυσχωρίαις μόνον, ἀλλὰ καὶ τοῖς ὁμαλέσι
10πεδίοις. εἰ δὲ τὸ πρὸ τούτου διαφθαρείη μέλος, ὃ δὴ ταρσὸν ὀνομάζουσιν, οὐ μόνον οὐ δύνανται βαδίζειν ἀσφαλῶς οὗτοί γε, ἀλλ’ οὐδ’ ἑστάναι βεβαίως. ἐξ ὧν ἁπάντων δῆλον, ὡς εἰς ἀσφάλειαν ἕδρας οἱ πλατεῖς καὶ προμήκεις πόδες ἐπιτήδειοι, καὶ διὰ τοῦτ’ ἀνθρώ‐
15ποις ἐγένοντο πλέον ἢ κατὰ τὰ τετράποδα ζῷα βαδί‐ σεως ἑδραίας δεομένοις. τοῦτο μὲν οὖν ὡς δίποσι ζῴοις αὐτοῖς ὑπάρχει μόνον, οὐ μὴν ἤδη γε καὶ ὡς σοφοῖς. ὡς γὰρ τοιούτοις καὶ ἡ ποικιλία τῆς ἕδρας οἰκεία βαδίζειν δεομένοις ἐν ἁπάσαις ταῖς δυσχωρίαις·

3

.

190

ὅπερ οὐκ ‖ ἂν ἐγένετο, μὴ πολυειδῶς τῶν ποδῶν διαρ‐ θρωθέντων. ὡς γὰρ ἐπὶ τῶν χειρῶν ἔμπροσθεν ἀπε‐ δείξαμεν ἐκ τῆς τῶν ἐν αὐταῖς ἄρθρων ποικιλίας καὶ τῆς ἔνδον κοιλότητος ἐπιτηδείους αὐτὰς γεγονέναι138 in vol. 1
5παντὶ σώματος σχήματι περιπτύσσεσθαι, οὕτω καὶ οἱ πόδες, ὡς ἔνι μάλιστα [δυνατὸν ἦν] χεῖρας μιμησά‐ μενοι καὶ πολυειδεῖς μὲν ταῖς διαρθρώσεσι γενόμενοι, κοῖλοι δὲ κατ’ ἐκεῖνα, καθ’ ἃ περιβήσεσθαι τοῖς κυρ‐ τοῖς ἐδάφεσιν ἔμελλον, ἐν παντὶ χωρίῳ καλῶς στηρί‐
10ζεσθαι δύνανται. τοῦτ’ οὖν αὐτὸ τὸ περιττόν ἐστι τῆς τῶν ἀνθρωπείων σκελῶν κατασκευῆς, ὃ πρόσθεν εὑρεῖν ἐποθοῦμεν, ἡνίκ’ ἐλέγομεν οὐχ ὡς βαδιστικῷ μόνον, ἀλλὰ καὶ ὡς λογικῷ ζῴῳ πρέποντας ὑπὸ τῆς φύσεως αὐτῷ δοθῆναι τοὺς πόδας. ἑνὶ δὲ λόγῳ καὶ
15συντόμῳ μάλιστ’ ἄν τις αὐτὸ περιλαβὼν εἴποι τὸ πο‐ λυσχιδὲς ἅμα τῇ κατὰ τὸ μέσον κοιλότητι. πόσον γὰρ αὐτὴ δύναται πρὸς ἀσφάλειαν ἐν τοῖς κυρτοῖς ἐδάφε‐ σιν, οὐκ ἂν ἄλλως ἐναργέστερον μάθοις, εἰ μὴ θεάσαιό

3

.

191

ποτε διὰ μακρῶν καὶ λεπτῶν κλιμάκων ‖ ἄνθρωπον ἀνιόντα. περιλαμβάνων γὰρ ἐνταῦθα τῇ κοιλότητι τοῦ ποδὸς τὴν κυρτότητα τῶν ἐν τῇ κλίμακι ξύλων, εἶθ’ ἑκατέρωθεν ἐπιπτύσσων τὰ κατὰ τοὺς δακτύλους
5τε καὶ τὴν πτέρναν, ὅλην ὡς οἷόν τε μάλιστα τὴν βάσιν ἀπεργάζεται περιφερῆ, δίκην χειρὸς περιλαμβά‐ νουσαν τὸ ὑποκείμενον σῶμα. καθ’ ἕτερον οὖν τρό‐ πον λόγων καὶ νῦν μοι δοκοῦμεν ἐνδεδεῖχθαι ταὐτὸν
τῷ κατ’ ἀρχάς. ὅτι γὰρ ἕδρας ἕνεκεν ἀσφαλοῦς οἱ139 in vol. 1
10πόδες ἐγένοντο, μικρῷ πρόσθεν ἀποδέδεικται, καὶ ὡς ἄριστοι πρὸς τὴν τοιαύτην ἕδραν οἱ προμήκεις τε καὶ μαλακοὶ καὶ πλατεῖς· ὁ δὲ νῦν λόγος, ἐν ἅπασι τοῖς χωρίοις καλῶς στηρίζεσθαι δυνάμενον ἐπιδείξας τὸν ἀνθρώπειον πόδα καὶ τὴν ἐκ τῆς κατασκευῆς ἀνάγκην
15προσθείς, οὐχ ἕτερόν τι κεφάλαιον, ἀλλ’ ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, ἐβεβαιώσατο. τί δὴ οὖν ἔτι λείπει τῷ λόγῳ; τὸ τῆς κατασκευῆς αὐτῶν, ὡς ἂν ἐκ τοῦ νῦν λόγου δόξειεν εἶναι, διπλοῦν ἑνὶ περιλαβεῖν κεφαλαίῳ. πο‐ λυσχιδῆ γὰρ ἔφαμεν εὐλόγως γεγονέναι τὸν ἀνθρώ‐
20πειον πόδα καὶ κοῖλον τὰ μέσα χάριν τοῦ διὰ πάν‐

3

.

192

των χωρίων βαδίζειν δύνασθαι, ‖ τοῖς μὲν κοίλοις τε καὶ μέσοις, ὥσπερ δὴ νῦν λέλεκται, περιβαίνοντα τῶν ὑποκειμένων ὅσα κυρτά, τοῖς δακτύλοις δέ—καὶ γὰρ καὶ τοῦτο προσθετέον—ἐν τοῖς ὀρθοῖς τε καὶ λοξοῖς
5καὶ πρηνέσι μάλιστα χρώμενον. τί ποτ’ οὖν ἐστι τούτων ἁπάντων αἴτιον ἑνὶ περιληφθῆναι κεφαλαίῳ δεόμενον; οὗ μικρῷ πρόσθεν ὁ λόγος ὑπ’ αὐτῆς τῆς τοῦ πράγματος φύσεως ἀναγκασθεὶς ἐμνημόνευσεν, ἡνίκ’ ἐλέγομεν, ὡς οἷόν τ’ ἦν μάλιστα, τὸν ἀνθρώ‐
10πειον πόδα μεμιμῆσθαι χεῖρα. καὶ μὴν εἴπερ τοῦτ’ ἀληθές ἐστιν, ἀντιληπτικὸν δ’ ἦν ὄργανον ἡ χείρ, εἴη ἂν καὶ ὁ ποὺς ἄλλως γέ πως δηλονότι τοιοῦτον. ἀλλ’ οὐχ ὅ γε τῶν ἵππων, ἀλλ’ ὅλως ἐστέρηται πάσης ἀντι‐ λήψεως· οὐ γὰρ εἰς ποικιλίαν κινήσεως, ὡς λογικῷ
15ζῴῳ, ἀλλ’ εἰς κουφότητά τε καὶ εὐκολίαν ὠκὺς παρε‐ σκεύασται. λεόντων δὲ καὶ λύκων καὶ κυνῶν πόδες ἐν τῷ μεταξὺ τούτων εἰσίν, οὔθ’ ἁπλοῖ τελέως, ὥσπερ οἱ τῶν ἵππων, οὔτε πολυειδῶς διηρθρωμένοι, καθάπερ οἱ τῶν ἀνθρώπων· εἰς μὲν γὰρ τὴν θήραν αὐτοῖς καὶ140 in vol. 1

3

.

193

τὴν ἐδωδὴν ὥσπερ χερσὶ χρῶνται, ‖ πρὸς δὲ τὸ λοιπὸν πλῆθος τῶν ἐνεργειῶν ὧν ἄνθρωπος ἐνεργεῖ τελέως εἰσὶν ἀργοί. Πάλιν δὲ κἀνταῦθ’ ὁ λόγος ὑπ’ αὐτῶν
5τῶν πραγμάτων ἠναγκάσθη χερσὶν ὁμοιῶσαι τοὺς πο‐ λυσχιδεῖς πόδας. καὶ ἡμῖν αὖθις ἀρχὴ καὶ οἷον στοι‐ χεῖόν τι τῶν ἑξῆς μελλόντων ῥηθήσεσθαι πάντων τοῦτο γιγνέσθω, τὸ χρῆναι μὲν πάντως τὸν ἀνθρώ‐ πειον πόδα μὴ ψιλῆς ἕδρας μόνον, ὥσπερ τὸν ἵππειον,
10ἀλλὰ καὶ ἀντιλήψεως ἕνεκα γενέσθαι, μὴ δύνασθαι δ’ εἰς τὸ αὐτὸ συνελθεῖν ἑκατέρου τὴν ἄκραν ἀρετήν· γενέσθαι γὰρ ἂν οὕτως αὐτοὺς ἢ χεῖρας ἢ ἱππείους πόδας. ἀλλ’ εἰ μὲν χεῖρες ἐγένοντο, τὸν μέγαν ἐχρῆν δάκτυλον ἀντιταχθῆναι τοῖς ἄλλοις, ὡς ὁ παρελθὼν
15λόγος ἀπέδειξε, καὶ οὕτως ἂν ἀπώλετο τελέως ἡ ἕδρα· εἰ δέ γε μικροὶ καὶ στρογγύλοι καὶ σκληροὶ καὶ κοῦφοι τελέως ἐγεγόνεσαν, ὥσπερ οἱ ἵππειοι, διεφθείρετ’ ἂν οὕτω παντάπασιν ἡ ἀντίληψις. ὡς οὖν μόνον ἐνδεχό‐ μενον ἦν ἑλέσθαι μὲν ἑκατέρου τὴν ὠφέλειαν, φυ‐
20λάξασθαι δὲ τὴν βλάβην, οὕτως ἡ φύσις ἐδημιούρ‐

3

.

194

γησε τοὺς ἀνθρωπείους ‖ πόδας, ὁμοίως μὲν ταῖς
χερσὶ πολυσχιδεῖς τε καὶ πολυάρθρους, οὐ μὴν ἀντι‐ τεταγμένον γε τὸν μέγαν τοῖς ἄλλοις δακτύλοις, ἀλλ’ ἐφ’ ἑνὸς ἑξῆς ἔχοντας ἅπαντας στοίχου. ἆρ’ οὖν ταύτῃ141 in vol. 1
5μόνον ἐχωρίσθησαν τῆς τῶν χειρῶν κατασκευῆς; ἢ καί τι πρόσεστιν αὐτοῖς ἕτερον περιττότερον ὡς βαδί‐ σεως ὀργάνοις; οὐ σμικρόν γε τοῦτο οὐδὲ τὸ τυχόν, ἀλλ’ ὅπερ μάλιστα κοινόν ἐστιν ἁπάντων ποδῶν, ἐπὶ μέντοι τῶν ἵππων οὐ γενόμενον, ὅτι μηδαμῇ χεῖρας
10οἱ τούτων ἐμιμήσαντο πόδες, ἐπὶ δὲ τῶν ἄλλων ζῴων οὐκ ἴσον μέν, πάντως δέ τι τῆς χειρὸς κατασκευῆς προσειληφότων. ἐπὶ δέ γε τῶν ἀνθρώπων οὐδὲν ὅλως παραλέλειπται, ἀλλὰ καὶ τὸ τῷ καρπῷ παραπλήσιον ἔσχον, ὃ καλεῖται ταρσός, καὶ τὸ τῷ μετακαρπίῳ, τοῦτο
15δὴ τὸ πρὸς τῶν νεωτέρων ἰατρῶν πεδίον ὀνομασθέν, καὶ αὐτοὺς δὲ τοὺς δακτύλους τοῖς δακτύλοις ἐοικότας ἱκανῶς. τὰ μὲν οὖν τρία μέρη ταυτὶ τοῦ ποδὸς οἷά περ τὰ τῆς χειρός ἐστιν, οἱ δάκτυλοι, τὸ πεδίον, ὁ ταρσός, ὧν οὐδὲν τοῖς ἵπποις ὑπάρχει. τὸ δ’ ὑποκεί‐

3

.

195

μενον τῇ κνήμῃ μέρος ‖ τοῦ ποδός, ᾧ τὸ σκέλος ὅλον ἐπίκειται κατ’ εὐθύ, τὸ κοινὸν ἁπάντων τῶν ποδῶν, ἓν μὲν ὄνομα τοιοῦτον, οἷον ταρσὸς καὶ πεδίον, οὐκ ἔχει. σύγκειται δ’ ἐκ τῶν τριῶν ὀστῶν ὀνόματα κεκτη‐
5μένων ἀστραγάλου μὲν καὶ πτέρνης συνήθη τοῖς πολ‐ λοῖς, τρίτου δὲ τοῦ σκαφοειδοῦς ὑπὸ τῶν ἀνατομικῶν ἰατρῶν οὕτω τεθέντος. τούτοις μὲν μόνοις οὐδὲν ἀνάλο‐
γον ἐν χειρὶ μόριον, ἀλλ’ ἔστιν ἀκριβῶς βάσεως μόνης ὄργανα· τὰ δ’ ἄλλα πάντα βάσεώς θ’ ἅμα καὶ ἀντι‐142 in vol. 1
10λήψεως. οὐδὲ γὰρ οὖν οὔθ’ ὁ ταρσὸς οὔτε τὸ πεδίον ἓν ἑκάτερόν ἐστιν ἁπλοῦν μόριον, ἀλλ’, ὥσπερ καρπός τε καὶ μετακάρπιον, ἐκ πολλῶν ὀστῶν σκληρῶν τε καὶ σμικρῶν σύγκειται. Λέγωμεν οὖν ἤδη, καθάπερ ἐπὶ χειρὸς
15ἐποιήσαμεν, ὁπηλίκον ἕκαστόν ἐστι τῶν ἁπλῶν ἐν τῷ ποδὶ μορίων, καὶ τί τὸ σχῆμα κέκτηται καὶ τίνα τὴν θέσιν ὅπως τε τῆς πρὸς ἄλληλα συντάξεως ἔχει τὰ σύμπαντα, καὶ ὅστις ὁ ἀριθμὸς αὐτῶν ἐστιν· ἀλλὰ καὶ

3

.

196

μαλακότητος καὶ σκληρότη‖τος καὶ μανότητος καὶ πυκνότητος καὶ ὅσα τοῖς σώμασιν ὑπάρχει διέλθωμεν ὅπως ἔχει, πανταχοῦ τὴν χρείαν ἐξηγούμενοι καὶ δεικνύντες, ὡς οὐκ ἐνεδέχετο βέλτιον ἑτέρως αὐτὰ
5κατεσκευάσθαι. μακρὸς μὲν οὖν οὐδὲν ἧττον ὁ λόγος ἐστὶ τοῦ περὶ τῆς χειρός, ἀλλ’ ἡ τῆς κατασκευῆς ὁμοιό‐ της αὐτὸν ἐπετέμετο· ὅσα γὰρ ὡς ἀντιληπτικὸν ὄρ‐ γανον ὁ ποὺς ὡσαύτως ἔχει τῇ χειρὶ γεγονότα, ταῦτ’ εἰς τὸν ὑπὲρ ἐκείνης εἰρημένον ἀναπέμπειν χρὴ λόγον,
10ὅσα δ’ ὡς βαδιστικόν, ἐνταυθοῖ διεξιέναι. τὸ μὲν οὖν ἐκ πολλῶν τε καὶ πολυειδῶν ὀστῶν συντεθῆναι, διαρ‐ θρουμένων μὲν πρὸς ἄλληλα ποικίλαις διαρθρώσεσι, συναπτομένων δὲ συνδέσμοις ὑμενώδεσιν ὡς ἀντι‐ ληπτικοῖς ὀργάνοις ὑπάρχει τοῖς ποσί· διὰ τοῦτο δὲ
15καὶ τὸ πλῆθος τῶν πέντε δακτύλων καὶ ὁ καθ’
ἕκαστον τῶν ἐν αὐτοῖς ἄρθρων ἀριθμός, οὐ μὴν τό γ’ ἐφ’ ἑνὸς στοίχου ταχθῆναι πάντας, ἀλλὰ τοῦτ’ ἴδιόν ἐστι ποδῶν ὡς ἕδρας ὀργάνων. ὁμοίως δὲ καὶ τὸ μικροτέρους γενέσθαι τῶν ἐν χερσί· τῷ μὲν γὰρ ἀντι‐143 in vol. 1

3

.

197

ληπτικῷ μόνον ‖ ὀργάνῳ τὸ μέγεθος αὐτῶν ἔπρεπε, τῷ δ’, ἵνα βαδιστικὸν ᾖ πανταχοῦ, διὰ τοῦτ’ ἀντι‐ ληπτικῷ γενομένῳ καὶ τὸ τηλικοῦτον μῆκος, ἡλίκον ἔχουσι νῦν, ἱκανόν ἐστιν. ἀλλὰ καὶ τὰ μὲν ἔνδον
5αὐτῶν ὑψηλότερα, τὰ δ’ ἐκτὸς ταπεινότερα γέγονεν, ἅμα μὲν ὡς ἀντιληπτικῶν μορίων, ἵνα περιλαμβάνῃ τε καὶ περιπτύσσηται τοῖς κυρτοῖς ἐδάφεσιν, ἅμα δὲ καὶ ὡς ἕδρας ὀργάνων. ἐπειδὴ γὰρ ἐν τῷ βαδίζειν τὸ μὲν ἕτερον τῶν σκελῶν κινεῖται, τὸ δ’ ἕτερον ἐπὶ τῆς
10γῆς ἐστηριγμένον ὅλον ὀχεῖ τοῦ σώματος ἡμῶν τὸν ὄγκον, ὑψηλοτέραν εὐλόγως αὐτῷ τὴν ἐντὸς ἕδραν ἡ φύσις ἀπειργάσατο. εἰ γὰρ ἐξ ἀμφοτέρων τῶν μερῶν ἴσος ἀκριβῶς ἦν ὁ πούς, ἐπὶ τὸ τοῦ μετεώρου σκέλους μέρος ἔρρεπεν ἂν αὐτὸς πρῶτός τε καὶ μάλιστα καὶ
15σὺν αὐτῷ τὸ σκέλος ὅλον· εἰ δὲ τοῦτο, δῆλον, ὡς κατεπίπτομεν ἂν ῥᾳδίως βαδίζοντες· ὥστ’ ἀσφαλεστέρας ἕνεκα βαδίσεως ὑψώθη τὰ τῶν ποδῶν ἔνδον. οἷς γοῦν οὐκ ἔστιν ὑψηλά, ῥᾳδίως οὗτοι διαπαλαίοντες καὶ θέοντες, ἐνίοτε δὲ καὶ βαδίζοντες ἐν τοῖς ἀνωμάλοις

3

.

198

χω‖ρίοις ἀνατρέπονται. τούτου μὲν οὖν τοῦ λόγου καὶ ἐναργεστέρας 〈ἂν〉 ἔτι πίστεις ἐπὶ προήκοντι
λάβοις τῷ γράμματι· πρὸς δὲ τὸ παρὸν ἀπόχρη καὶ ταῦτα. φαίνεται γὰρ ὁ ποὺς εὐλόγως ἐκ τῶν ἔνδον144 in vol. 1
5μερῶν ὑψηλότερός θ’ ἅμα καὶ κοῖλος γεγονέναι διά τε τὴν ἀσφάλειαν τῆς ἕδρας καὶ τὴν τῆς ἀντιλήψεως ἀκρίβειαν. οὔκουν ἔτι ζητήσεις οὐδὲ διὰ τί τὸ τῆς πτέρνης ὀστοῦν τὸ πρόσω λεπτότερόν τ’ ἐστὶ καὶ στε‐ νότερον, οὐδὲ διὰ τί πρὸς τὸν μικρὸν δάκτυλον ἀπο‐
10χωρεῖν φαίνεται μᾶλλον. εἰ γὰρ ἦν, ὥσπερ ὀπίσω, παχὺ καὶ πλατὺ καὶ τοιοῦτον μένον εἰς τὰ πρόσω τοῦ ποδὸς ἐξετείνετο, πῶς ἂν ἐγένετο τὸ ἔνδον μέρος αὐτοῦ κοῖλον; εὐλόγως οὖν ἐνταῦθα πολὺ τοῦ τε πάχους αὐτοῦ καὶ τοῦ πλάτους ἡ φύσις ἐκ τῶν ἐντὸς
15ἀφεῖλε καὶ διὰ τοῦθ’ ὡς ἐπὶ τὸν μικρὸν ἐκτετάσθαι φαίνεται δάκτυλον. διὰ ταῦτα δὲ πάλιν ὁ ἀστράγαλος ἔσω μᾶλλον ἐπιστρέφεσθαι δοκεῖ, καίτοι τὰ ὄπισθεν αὐτοῦ κατὰ μέσης ἐστήρικτο τῆς πτέρνης. ἀλλὰ τῷ στενότερον ἀεὶ καὶ μᾶλλον ἐν τοῖς πρόσω γίγνεσθαι

3

.

199

τὸ ‖ τῆς πτέρνης ὀστοῦν καὶ τῶν ἔνδον ἀποχωροῦν φαίνεσθαι πρὸς τὰ ἐκτὸς εὐλόγως ὁ ἀστράγαλος ἔσωθέν τε τῆς πτέρνης ἐνταῦθα καὶ οἷον κρεμάμενος φαίνεται. πῶς δ’ ἂν ἄλλως κάλλιον ἡ ἐντὸς τοῦ ποδὸς ἀπειρ‐
5γάσθη κοιλότης, ἢ εἰ τὸ μὲν ὑποκείμενον ὀστοῦν ἔλατ‐ τον καὶ στενότερον ἐκ τῶν ἔνδον ἐγένετο μερῶν, τὸ δ’ ἐπικείμενον, οἷον ἦν ἐξ ἀρχῆς, ἐφυλάττετο; τὴν μὲν γὰρ πτέρναν ὡς ἂν ὑπερηρεισμένην τῷ παντὶ κώλῳ διὰ παντὸς ἑδραίαν ἐχρῆν ἐπὶ τῆς γῆς ἐρηρεῖσθαι, τὸ
10δ’ ἐπικείμενον ὀστοῦν αὐτῇ μετέωρον αἰωρεῖσθαι. διὰ ταῦτ’ οὖν καὶ τὰ συνταττόμενα τούτοις ὀστᾶ, τὸ μὲν τῇ πτέρνῃ, τὸ κυβοειδὲς ὀνομαζόμενον, ἐκ τῶν ἔξω μερῶν ἐστι τοῦ ποδός, ἑδραῖον ἐπὶ τῆς γῆς τιθέμενον· τὸ δὲ τῷ ἀστραγάλῳ, τὸ σκαφοειδὲς καλούμενον, ὁμοίως145 in vol. 1
15αὐτῷ τῷ ἀστραγάλῳ μετέωρόν τέ ἐστι καὶ ὑψηλὸν ἀπὸ τῆς γῆς ἔν τε τοῖς ἔνδον μέρεσι τέτακται τοῦ ποδός. οὕτω δὲ καὶ τὰ τρία τούτῳ συνταττόμενα, τὰ τοῦ ταρσοῦ, κατὰ τὸν αὐτὸν τρόπον καὶ αὐτὰ μετέωρά τε φαίνεται κἀκ τῶν ἐντὸς κεῖται μερῶν τοῦ ποδός·

3

.

200

ἔξωθεν γὰρ αὐτοῖς ἑδραῖόν ‖ τε καὶ ταπεινὸν ὀστοῦν παρατέταται, τὸ κυβοειδές, ὃ πρὸς αὐτὴν τὴν πτέρναν ἐλέγετο διαρθροῦσθαι. καὶ οὕτως ἤδη τῶν πρώτων ὀστῶν ἑπτὰ τοῦ ποδὸς ἡ χρεία πρόδηλος.
5 Ἡ μὲν γὰρ πτέρνα μεγίστη τε κατὰ λόγον ἐγένετο καὶ λεία μὲν κάτωθεν, ὄπισθεν δὲ κἀκ τῶν ἄνω περιφερὴς καὶ προμήκης ἐπὶ τὰ τοῦ ποδὸς ἐκτός· μεγίστη μέν, ὅτι κατὰ κάθετον ὑπόκειται τῷ κώλῳ παντί, λεία δ’ ἐκ τῶν κάτωθεν ἕδρας ἀσφαλοῦς
10ἕνεκα, περιφερὴς δὲ κατὰ τἄλλα δυσπαθείας χάριν, ἐπὶ δὲ τἀκτὸς μέρη τὰ κατὰ τὸν μικρὸν δάκτυλον προ‐ μήκης τε καὶ κατ’ ὀλίγον ἀπολεπτυνομένη διὰ τὴν ἐντὸς τοῦ ποδὸς κοιλότητα. κατὰ δὲ τὸν αὐτὸν λογι‐ σμὸν καὶ ὁ ἀστράγαλος οὐκ ἀπολεπτυνόμενος, μένων δὲ
15μετέωρος ὑψηλὸς ὑψηλῷ συντάττεται τῷ σκαφοειδεῖ, ψαλίδι παραπλήσιον ἐνταῦθα ἀπεργαζόμενος σχῆμα τούτοις δ’ ἐφεξῆς κεῖται τὰ τοῦ ταρσοῦ, τρία μὲν τὰ
τῷ σκαφοειδεῖ συνταττόμενα, τέταρτον δὲ τῷ τῆς πτέρνης· τοῦτο μέν, ὡς εἴρηται, κατὰ τῆς γῆς τιθέ‐146 in vol. 1
20μενον ἑδραῖον ἐκ τῶν ἔξω μερῶν τοῦ ποδός· τὰ δ’

3

.

201

ἄλλα κατὰ βραχὺ ‖ προσυψούμενα, καὶ πάντων αὐτῶν ὑψηλότατον τοῦτο, ἵν’ ἅμα μὲν ἔχοι, δι’ ὧν στηρίζοιτο τοῦτο τὸ μέρος, ὃ δὴ καλεῖται ταρσός, ἅμα δ’ ὑψηλό‐ τερα γίγνοιτο τὰ ἐντὸς τοῦ ποδός. ἑξῆς δὲ τούτων
5ἐστὶ τὰ τοῦ πεδίου ψαύοντα τῆς γῆς μετὰ τὸν ἀστρά‐ γαλόν τε καὶ τὸ σκαφοειδὲς καὶ τὰ τούτῳ συνεχῆ τρία τὰ τοῦ ταρσοῦ· διὸ καὶ τοὔνομα τοῦτο πρὸς τῶν ἀνατομικῶν ἐτέθη τῷδε τῷ μέρει τοῦ ποδός· εἶθ’ οἱ δάκτυλοι. καὶ τούτων ἐντὸς ὁ μέγιστος, οὐκέτ’ ἐκ
10τριῶν, ὥσπερ οἱ λοιποί, φαλάγγων συγκείμενος, ἀλλ’ ἐκ δυοῖν. ἐπεὶ γὰρ ὑψηλόν τε καὶ κοῖλον, οἷον ψαλίς, ἔμελλεν ἔσεσθαι τὸ ἐντὸς τοῦ ποδός, εὔλογον ἦν ἕδρας ἀσφαλεῖς ἑκατέρωθεν αὐτῷ παρακεῖσθαι μεγίστων ὀστῶν. ὄπισθεν μὲν οὖν ἤδη τὸ τῆς πτέρνης ἦν· ἔμπροσθεν
15δ’ εἰ μὴ πολὺ μείζων τε ἅμα τῶν ἄλλων δακτύλων ὁ μέγας ἐγένετο κἀκ δυοῖν συνετέθη φαλάγγων, οὐκ ἂν ἦν οὐδεμία τοῖς μετεώροις ὀστοῖς ἀσφάλεια. διὸ πρῶ‐ τον μὲν οὐ τοσούτῳ μείζων τῶν ἄλλων ὁ μέγας ἐν τῷ ποδὶ δάκτυλος ὅσῳ περ καὶ ὁ ἐν τῇ χειρὶ γέγο‐

3

.

202

νεν, ἀλλὰ πολὺ πλέον· ‖ δεύτερον δ’ οὐκ ἐκ τριῶν ὀστῶν, ὡς ἐκεῖνός τε καὶ οἱ ἄλλοι πάντες, ἀλλ’ ἐκ δυοῖν. ἅτε γὰρ οἶμαι μεγάλων ἡ φύσις δεομένη τῶν ταύτῃ τεθησομένων ὀστῶν, ἐφυλάξατο κατακερματίζειν
5αὐτὸν εἰς πολλὰ καὶ σμικρά. καὶ μὲν δὴ καὶ αὐτῷ τοῦ πεδίου τῷ μέρει τούτῳ τῷ προτεταγμένῳ τοῦ μεγά‐ λου δακτύλου δύο φαίνεται προϋποκεῖσθαι κάτωθεν οἷον ἕρματά τινα καὶ στηρίγματα χάριν τοῦ τὸ πρῶτον ὀστοῦν τοῦ μεγάλου δακτύλου συνάπτεσθαι τῷ προειρημένῳ μέ‐147 in vol. 1
10ρει τοῦ πεδίου, τελέως ἤδη κατὰ τῆς γῆς ἐστηριγμένῳ, πανταχόθεν οἶμαι τῷδε τῷ μέρει τοῦ ποδὸς ἐκπορι‐ ζούσης τῆς φύσεως τὴν ἀσφάλειαν, ὡς ἂν ἱκανῶς πονήσειν μέλλοντι διὰ τὴν προτεταγμένην αὐτοῦ κοι‐ λότητά τε καὶ οἷον ψαλίδα τῶν ὀστῶν. πῇ ποτ’ οὖν
15τὸ πεδίον ἀνάλογον ἔχει μετακαρπίῳ, ἢ εἰ καὶ παραλ‐ λάττει κατά τι, καιρὸς ἂν εἴη λέγειν. ἐμοὶ μὲν δοκεῖ πάντη ὁμοίως ἔχειν. ἑκάστου γὰρ τῶν δακτύλων τῆς πρώτης φάλαγγος ἐν ἑκατέρῳ τῶν μερῶν ὀστοῦν ἐμ‐ φαίνεται προτεταγμένον. ἀλλ’ ἐν ποδὶ μέν, ὡς ἂν
20ἐφ’ ἑνὸς στοίχου πάντων κειμένων, ὅσος ὁ ἐκείνων

3

.

203

ἀριθμός, τοσοῦ‖τος εὐλόγως καὶ ὁ τῶν ὀστῶν ἐστι τοῦ πεδίου· ἐν χειρὶ δὲ τοῦ μεγάλου δακτύλου θέσιν ἐξαίρετον λαβόντος καὶ χωρισθέντος μὲν τῶν ἄλλων ἐπὶ πλεῖστον, ἐγγὺς δὲ τῆς κατὰ τὸν καρπὸν διαρθρώ‐
5σεως ἀπαχθέντος, εὐλόγως ἐκ τεττάρων ὀστῶν τὸ μετακάρπιον ἐγένετο. Εὔδημος μὴν καὶ τὸ πεδίον καὶ τὸ μετακάρπιον ὡσαύτως ἑκάτερον ἐξ ὀστῶν πέντε συγκεῖσθαι λέγων, ὡσαύτως δὲ καὶ τὸν μέγαν δάκτυ‐ λον ἐν ποδί τε καὶ χειρὶ δύο φάλαγγας ἔχειν, ἐκ τοῦ
10φυλάττειν οἴεσθαι χρῆναι καὶ τὴν ἀναλογίαν αὐτῶν ἀκριβῆ τῆς ἀληθείας ὑπερορᾷ. ἐκ τριῶν γὰρ ὁ ἐν
τῇ χειρὶ δάκτυλος ὁ μέγας ὀστῶν σύγκειται σαφῶς, ὡς αἵ τε διαρθρώσεις αὐτῶν καὶ αἱ κινήσεις δηλοῦσιν. ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων ἡ ἀναλογία τῶν μο‐148 in vol. 1
15ρίων σαφής, οὐδὲν δεομένων ἡμῶν ὁμοίως Εὐδήμῳ ψεύδεσθαι. οὐ μὴν οὐδ’ ἡ τοῦ καρποῦ πρὸς τὸν ταρ‐ σὸν ἀναλογία τῆς κατασκευῆς ἀσαφής. ἐκ τεττάρων μὲν γὰρ ὀστῶν ὁ ταρσός, ἐκ διπλασίων δ’ ὁ καρπός, ὡς ἂν ἐπὶ δύο στοίχους συγκείμενος, ἐγένετο. τὸ μὲν
20γὰρ ἐκ πλειόνων τε καὶ μικροτέρων συγκεῖσθαι μο‐

3

.

204

ρίων ἀντιληπτικῶν ὀργάνων ‖ ἴδιον ἦν· τὸ δ’ ἐκ μειζόνων μέν, ἐλαττόνων δέ, βαδιστικῶν. τὰ μὲν οὖν πρόσθεν τοῦ ποδός, ἀκριβῶς ἐοικότα τοῖς ἀντιληπτι‐ κοῖς, ἐξ ἴσων ἐκείνοις τὸν ἀριθμὸν ὀστῶν ἐγένετο·
5τοῦ γὰρ ἑνός, ὅπερ ἀφῄρηται τοῦ μεγάλου δακτύλου, τῷ πεδίῳ προστεθέντος ὁ αὐτὸς ἀριθμὸς ἐφυλάχθη· τὰ δ’ ὄπισθεν, ἀκριβῶς ὄντα βαδίσεως ὄργανα μόνης, οὐδὲν ἀνάλογον ἔχει μόριον ἐν χειρί. λοιπὸν οὖν τὸ μέσον αὐτῶν ἀμφοῖν οὔτ’ ἀκριβῶς ἐστιν ὅμοιον οὔτ’
10ἤδη παντελῶς ἀνόμοιον, ἀλλ’, ὡς μόνως ἔπρεπε τῷ μέλλοντι μεταξὺ τῶν ἐναντίων τετάξεσθαι τὴν ἑκατέρου μετρίως μιμεῖσθαι φύσιν, οὕτως ὁ ταρσὸς ἐδημιουρ‐ γήθη. τὸ μὲν οὖν ἐκ τῶν ἔξωθεν μερῶν αὐτοῦ τε‐ ταγμένον ὀστοῦν, ὃ δὴ καὶ κυβοειδὲς ὀνομάζεται,
15διαρθροῦται τῇ τῆς πτέρνης κοιλότητι κατὰ τὸ πέρας ἐπικειμένῃ· τὰ λοιπὰ δὲ τρία τρισὶν ἐπιβαίνει κύβοις τοῦ σκαφοειδοῦς ὀστοῦ. τοῦτο δ’ αὖ πάλιν αὐτὸ περι‐ βέβηκε τὴν κεφαλὴν τοῦ ἀστραγάλου. ἐκεῖνος δ’ αὖ
πάλιν ἔγκειται μὲν ταῖς τῆς κνήμης τε καὶ περόνης149 in vol. 1
20ἐπιφύσεσιν ἄνωθέν τε κἀκ τῶν πλαγίων καὶ προσέτι

3

.

205

τῶν ὄπισθεν, ὑπ’ αὐτῶν ‖ περιλαμβανόμενος, ἐπίκειται δὲ τῇ πτέρνῃ δύο τινὰς ἐξοχὰς ἐνταῦθα κατὰ δυοῖν ἐκείνης κοιλοτήτων ἐνηδρακώς. καὶ ἔστι τὸ μὲν ἐκ‐ τείνειν τε καὶ κάμπτειν τὸν πόδα τῆς ἄνω τοῦ ἀστρα‐
5γάλου διαρθρώσεως ἔργον, ἣν πρὸς τὰς τῆς κνήμης τε καὶ περόνης ἐπιφύσεις ἐλέχθη ποιεῖσθαι, τὸ δ’ εἰς τὰ πλάγια περιφέρειν τῆς πρὸς τῷ σκαφοειδεῖ. αἱ γὰρ δὴ ἄλλαι τῶν ὀστῶν συντάξεις τῶν ἐν τοῖς ποσὶν ὁμοίως ταῖς πολλαῖς καὶ μικραῖς ταῖς ἐν χερσὶ βραχὺ
10μέν τι ταῖς εἰρημέναις ἐπιβοηθοῦσιν, αἰσθηταὶ δ’ αὐταὶ καθ’ ἑαυτὰς οὐκ εἰσίν. ἔοικεν οὖν ἐκ τούτων ὁ μὲν ἀστράγαλος τὸ κυριώτατον εἶναι τῶν εἰς τὰς κινήσεις τοῦ ποδὸς διαφερόντων ὀστῶν, ἡ δὲ πτέρνα τῶν εἰς τὴν ἕδραν. ταῦτ’ ἄρα τῷ μὲν πανταχόθεν
15εἰς περιφερείας τινὰς τελευτᾶν ἔπρεπε, τῇ δὲ λείᾳ μὲν εἶναι κάτωθεν, ἀκινήτῳ δ’ ὡς ἔνι μάλιστα καὶ βεβαίως ἑδραίᾳ πρὸς τὰ παρακείμενα τῶν ὀστῶν. καὶ μὲν δὴ καὶ μεγέθει πάμπολυ πλεονεκτεῖν ἐχρῆν αὐτὴν οὐ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ ἀστραγάλου.

3

.

206

καίτοι καὶ ‖ οὗτος μέγας, ὡς ἂν μεγίστοις μὲν ὀστοῖς τοῖς ἄνω διαρθρούμενος, οὐ μικρὰν δ’ οὐδ’ εἰς τὰ πρόσω ποιούμενος ἀπόφυσιν, ἵνα συντάττεται τῷ σκα‐ φοειδεῖ· ἀλλ’ ὅμως καὶ τούτου πάμπολυ μεῖζόν ἐστι τὸ
5τῆς πτέρνης ὀστοῦν· ὀπίσω τε γὰρ ὑπερεκπέπτωκεν οὐ τὸν ἀστράγαλον μόνον, ἀλλὰ καὶ τὴν κνήμην αὐ‐
τὴν εἴς τε τὰ πρόσω μέχρι πλείστου παρήκει, καὶ τῷ μήκει τὸ πλάτος ἀνάλογον ἔχει καὶ τούτοις ἀμφοτέροις τὸ βάθος ἀνάλογον. ὑπόκειται γὰρ τῇ τῆς κνήμης150 in vol. 1
10εὐθύτητι καὶ σχεδὸν ἅπασαν αὐτὴν μόνον βαστάζει, καὶ διὰ ταύτης τὸν μηρόν, καὶ διὰ τούτου τὸ ὑπερ‐ κείμενον σῶμα, καὶ μάλισθ’ ὅταν πηδῆσαι βουληθῶμεν ἢ μέγιστον προβῆναι. μέγεθος οὖν ἀξιόλογον ἐχρῆν εἶναι διὰ ταῦτα τῷ τῆς πτέρνης ὀστῷ, ἢ οὐκ ἂν εὐ‐
15λόγως ἡ φύσις ἐπίστευσεν αὐτῷ βάρη τηλικαῦτα. διὰ δὲ τὴν αὐτὴν αἰτίαν ἑδραίαν ἄμεινον ἦν αὐτῷ τὴν θέσιν, οὐ σφαλερὰν καὶ πλανώδη γενέσθαι. ἀλλ’ εἴπερ τῇ κνήμῃ τε καὶ τῇ περόνῃ διήρθρωτο καὶ μὴ μέσος ὁ ἀστράγαλος ἐτέτακτο, πάντως ἂν ἦν ἀστήρικτός τε

3

.

207

καὶ χαλαρά. ἐντεῦθεν γὰρ ὁ ποὺς ἀρχόμενος ‖ ἐπὶ τελευτῶντι τῷ προτέρῳ κώλῳ μεγίστην ἐξ ἀνάγκης ἔμελλε τῶν καθ’ ἑαυτὸν ἁπασῶν τήν τε διάρθρωσιν καὶ τὴν κίνησιν ἕξειν. διὰ ταῦτα μὲν δὴ μέσος ἐτάχθη
5κνήμης τε καὶ περόνης ὁ ἀστράγαλος. ἀλλ’ ἐπεὶ τούτῳ γε πάντως συνταχθῆναι τὴν πτέρναν ἐχρῆν, εὐλαβου‐ μένη πάλιν ἡ φύσις, μή τινος ἀπολαύουσα διὰ τὴν γειτνίασιν αὐτοῦ σφοδροτέρας κινήσεως εἰς τὴν τῆς ἕδρας ἀσφάλειαν παραβλάπτοιτο, πρῶτον μέν, ὡς ἤδη
10προείρηται, δύο τινὰς ἀποφύσεις αὐτοῦ κατέπηξεν εἰς τὰς ἐκείνης κοιλότητας, ἔπειτα δὲ παμπόλλοις συν‐ δέσμοις σκληροῖς καὶ χονδρώδεσι, τοῖς μὲν πλατέσι, τοῖς δὲ στρογγύλοις συνῆψεν οὐκ ἀστραγάλῳ μόνον αὐτήν, ἀλλὰ καὶ τοῖς ἄλλοις τοῖς παρακειμένοις ὀστοῖς
15ἅπασι τοῖς πανταχόθεν, ὡς οἷόν τ’ ἦν, ἐναρμόζουσα τοῦ φυλάττειν ἕνεκα τὴν πρέπουσαν ἕδραν. πονήσειν δ’ αὐτὴν ἐν ἅπασι τούτοις εἰδυῖα σκληρὰν μὲν ἐσχά‐ τως καὶ τὴν ἰδίαν οὐσίαν αὐτῆς ἀπειργάσατο, σκληρὸν δὲ καὶ τὸ κάτωθεν ὑπέτεινε δέρμα, προμαλάττειν τε151 in vol. 1
20καὶ προεκλύειν ἐπιτηδειότατον ἐσόμενον πάντων τῶν

3

.

208

βιαίων τε καὶ σκληρῶν ‖ σωμάτων τὰς προσβολάς. ἐπεὶ δ’, ὡς εἴρηται, τὰ μὲν ἐκτὸς τοῦ ποδὸς ἐχρῆν εἶναι ταπεινότερα, τὰ δ’ ἐντὸς ὑψηλότερα, καὶ φόβος ἦν, εἰ διὰ πολλῶν καὶ μεγάλων ὀστῶν ὑψωθείη, βαρὺν
5ἀποδειχθῆναι τὸν πόδα, κοῖλον αὐτοῦ τοὐνταῦθα μέσον ἀπειργάσατο, προμηθουμένη καὶ ἄλλο τι χρηστὸν ἐκ τῆς τοιαύτης κατασκευῆς ὡς ἀντιληπτικοῖς ὀργάνοις ἔσεσθαι τοῖς ποσίν, εἰς ἕδρας ἀσφάλειαν ἐν τοῖς κυρ‐ τοῖς ἐδάφεσι διαφέρον, ὑπὲρ οὗ φθάνομεν ἤδη διει‐
10λέχθαι. τριῶν οὖν ἕνεκεν ἡ κοιλότης αὕτη φαίνεται γεγενημένη, πρώτου μὲν ὕψους τῶν ἐντὸς μερῶν τοῦ ποδός, δευτέρας δ’ ἀντιλήψεως καὶ τρίτης ἐπὶ τούτοις κουφότητος· ὧν τὸ μὲν πρῶτον εἰς ἀσφάλειαν ἕδρας, τὸ δὲ δεύτερον εἰς ποικιλίαν βαδίσεως, τὸ δὲ τρίτον
15εἰς ὠκύτητα κινήσεως διαφέρει. μνημονεύσωμεν οὖν πάλιν κἀνταῦθα τοῦ πιθηκείου ποδός. οὐ γάρ, ὥσπερ ἡ χεὶρ αὐτοῦ μόνον τὸν μέγαν δάκτυλον κολοβὸν κτη‐ σαμένη μίμημα γελοῖον ἐδείκνυτο τῆς ἀνθρωπείας χει‐ ρός, οὕτω καὶ ὁ ποὺς οὑτινοσοῦν ἑνὸς μορίου κατα‐
20σκευὴν πλημμεληθεὶς παραλλάττει τὸν ἀνθρώπειον, ‖

3

.

209

ἀλλ’ ἐν πάνυ πολλοῖς κεχώρισται. διεστήκασι μέν γε πλεῖστον ἀπ’ ἀλλήλων οἱ δάκτυλοι καὶ πολὺ μείζους εἰσὶ τῶν τῆς χειρός. ὃν δ’ ἐχρῆν ἐν αὐτοῖς μέγιστον τῶν ἄλλων ὑπάρχειν, οὗτος σμικρότατός ἐστιν. οὐχ152 in vol. 1
5ὑπόκειται δ’ οὐδὲ τοῖς προτεταγμένοις αὐτοῦ μέρεσι τὰ στηρίζοντα τὸ ταύτῃ πεδίον· οὐδὲ γὰρ ἀσφαλὴς ὅλως ἡ βάσις αὐτῷ κοίλη μᾶλλον ὥσπερ χεὶρ γενη‐ θεῖσα. καὶ ἡ τῶν σκελῶν δὲ φύσις οὐκ ἀκριβῶς ὀρθὴ πρὸς τὴν ῥάχιν ἐστὶν ὥσπερ ἀνθρώποις, οὐδ’ ἡ κατὰ
10τὸ γόνυ καμπὴ τῇ τῶν ἀνθρώπων ἔοικεν. ἀπολώλασι δὲ τελέως αὐτῷ καὶ αἱ κατὰ τὰ ἰσχία σάρκες αἱ ὄπισθεν σκέπουσαι μὲν καὶ κατακρύπτουσαι τὸν πόρον τῆς τῶν περιττωμάτων ἐκκρίσεως, ἑδραζομένοις δ’ ἐπ’ αὐτῶν ἐπιτηδειότατον γιγνόμεναι πρόβλημα τῶν ὑπο‐
15κειμένων σωμάτων. ὥστ’ οὔτε καθέζεσθαι καλῶς οὔθ’ ἵστασθαι πίθηκος, ἀλλ’ οὐδὲ θεῖν δύναται. τάχιστα δ’ ἀναρριχᾶται, καθάπερ οἱ μύες, πρὸς ὄρθιά τε καὶ λεῖα διά τε τὸ κοῖλον κτήσασθαι τὸν πόδα καὶ τοὺς δακτύλους ἐπὶ πλεῖστον ἐσχισμένους. ἡ γὰρ τοιαύτη ‖

3

.

210

κατασκευή, περιπτύσσεσθαι καλῶς ἅπασι τοῖς κυρτοῖς σώμασι δυναμένη καὶ πανταχόθεν αὐτὰ περιλαμβάνειν ἀσφαλῶς, ἐπιτήδειός ἐστι τοῖς ἀνέρπειν εἰς ὑψηλὰ πεφυκόσιν.
5 Περὶ μὲν οὖν τῶν ἐν τοῖς ποσὶν ὀστῶν αὐτάρκως εἴρηται· περὶ δὲ τενόντων καὶ μυῶν ὀλίγον ὕστερον εἰρήσεται. πρότερον γὰρ δὴ περὶ τῶν ὑπο‐
λοίπων ἐν ὅλοις τοῖς σκέλεσιν ὀστῶν διελθεῖν ἔγνωκα, συντελούντων τι καὶ αὐτῶν τοῖς προειρημένοις. ἔστιν153 in vol. 1
10οὖν ἓν μὲν ἐν τῷ μηρῷ καθάπερ ἐν τῷ βραχίονι, δύο δ’ ἐν τῇ κνήμῃ, παραπλήσια τοῖς ἐν τῷ πήχει. κα‐ λεῖται δὲ τὸ μὲν μεῖζον ὁμωνύμως τῷ μέλει παντὶ κνήμη, τὸ δ’ ἔλαττον περόνη. μέγιστος οὖν ὁ μηρὸς ἁπάντων τῶν κατὰ τὸ σῶμα γέγονεν ὀστῶν εὐλόγως.
15πρῶτος γὰρ οὗτος ὑπερήρεισται τῇ κοτύλῃ καὶ πρῶτος ἅπαντα τὸν ὑπερκείμενον ὄγκον τοῦ σώματος ὀχεῖ, καλλίστην ἕδραν αὐτοῦ παρεσκευακυίας τῇ κεφαλῇ τῆς φύσεως τὴν κατὰ τὸ καλούμενον ἰσχίον κοτύλην, οὐ κατ’ εὐθὺ δ’ αὐτῆς ἐκτεταμένος φαίνεται, ἀλλ’, ὡς ἄν

3

.

211

τῳ δόξειεν ‖ οὐκ ἀκριβῶς ἐξετάζοντι, πεπλημμέληται τὰ τοῦ σχήματος ἱκανῶς τῷ μηρῷ, κυρτῷ μὲν εἴς τε τὰ πρόσω καὶ τὰ ἔξω, σιμῷ δ’ εἰς τἀναντία τούτων γενηθέντι. ταύτην δ’ αὐτοῦ τὴν ἰδέαν καὶ Ἱπποκράτης
5οἶδε καὶ συμβουλεύει γε καταγέντος φυλάττειν καὶ μὴ διαστρέφειν εὐθύς. καὶ ὅσοις γ’ ἂν φύσει μηρὸς εὐθύτερος τοῦ δέοντος γένηται, βλαισοῦνται πάντως κατὰ γόνυ. τοῦτο δ’ ἡλίκον ἐστὶ κακὸν οὐκ εἰς δρό‐ μον μόνον, ἀλλὰ καὶ εἰς βάδισίν τε καὶ στάσιν ἀσφαλῆ,
10λέγει μέν που κἀκεῖνος, ἀλλὰ καὶ τοὺς ἐπιτυχόντας οἴομαι θεωροῦντας ἐναργῶς ὁσημέραι γιγνώσκειν αὐτό. καὶ μὴν εἴπερ ὁ αὐχὴν αὐτοῦ μὴ παραχρῆμα τῆς κο‐
τύλης λοξὸς εἰς τἀκτὸς ἀποχωρήσειε, πλησίον ἂν οὕτως εἴη τῷ κατὰ τὸν ἕτερον μηρὸν αὐχένι. τοῦτο δ’ εἰ154 in vol. 1
15γένοιτο, τίς μὲν ἂν ἔτι χώρα λείποιτο τοῖς ἔνδον τοῦ μηροῦ μυσὶ μεγίστοις ἐξ ἀνάγκης ὀφείλουσιν εἶναι; τίς δὲ τοῖς ἀπὸ τοῦ νωτιαίου μυελοῦ νεύροις τοῖς εἰς ὅλα μεριζομένοις τὰ σκέλη; τίς δὲ ταῖς φλεψί; τίς δὲ ταῖς ἀρτηρίαις; τίς δὲ τοῖς ἀδέσι τοῖς τὰς σχίσεις αὐ‐
20τῶν ἀναπληροῦσιν; οὐ γὰρ ἂν ἔξωθεν ταῦτα τοῦ μηροῦ

3

.

212

φαίημεν χρῆναι κατέρχεσθαι, ‖ πᾶσι τοῖς ὁπωσοῦν ἐμπίπτουσιν εἰς ἑτοίμην ἐκκείμενα βλάβην. τάχα δ’ ἂν οὐδ’ ἡμᾶς τοῦτό γε, μὴ ὅτι τὴν φύσιν ἔλαθεν, ἐπιτηδείοις εἰς βλάβην χωρίοις ἐπιθεῖναι φλέβας οὕτω
5μεγάλας, ὧν εἴ τις τρωθείη, χαλεπῶς ἂν περιγένοιτο τὸ ζῷον· ἀρτηρίας μὲν γὰρ τρωθείσης ἀξιολόγου τῶν τῇδε τεταγμένων οὐκ ἂν σωθείη τὸ παράπαν. εἴπερ οὖν καὶ νεύροις καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ ἀδέσι καὶ μυσί, πολλοῖς καὶ μεγάλοις οὖσιν, ἔδει παρεσκευ‐
10άσθαι τὴν ἐνταυθοῖ χώραν, ἐκτὸς ἀποχωρῆσαι τῆς κοτύλης ἀναγκαῖον ἦν τὸν μηρόν. καὶ τοίνυν ἀπο‐ χωρεῖ, καὶ φαίνεται τἀκτὸς αὐτοῦ μέρη τὴν εὐθυωρίαν ὅλην ὑπεραίροντα τῶν ἔξω τοῦ σώματος μερῶν. εἰ δέ τινων ἐλάττων εἰς τἀκτὸς ἀπεβλάστανεν αὐχὴν κε‐
15φαλῆς μηροῦ, στενὰ τούτων τὰ κατὰ τοὺς βουβῶνάς ἐστι καὶ τεθλιμμένα πρὸς ἄλληλα, καὶ ῥέπειν ἔξω διὰ τοῦτο τόν τε μηρὸν ὅλον ἀναγκάζονται καὶ τὸ γόνυ. τί δὴ οὖν οὐκ ἐξωτέρω τὰς κοτύλας ἡ φύσις ἔθηκεν, ἵνα περ νῦν ἐστι τὰ κυρτὰ τῶν μηρῶν; οὕτω γὰρ ἂν
20τούς τ’ αὐχένας αὐταῖς ὑπέθηκεν εὐθὺ τῶν κεφαλῶν ‖155 in vol. 1

3

.

213

τούς τε μηροὺς εὐθεῖς ἐδημιούργησεν. ὅτι τὸ βάρος τοῦ σώματος ἐχρῆν ἐν εὐθείᾳ γραμμῇ καθέτῳ πρός τε τὴν κοτύλην εἶναι καὶ τοῦ μηροῦ τὴν κεφαλήν, καὶ μάλιστ’ ἐπειδὰν βαδίζοντες ἢ τρέχοντες τὸ μὲν ἕτερον
5τῶν σκελῶν ὑψηλότερον περιφέρωμεν, τὸ δ’ ἕτερον ἐπὶ τῆς γῆς ἑδραῖον ἔχωμεν. τοῦτο δ’ ἐκ τοῦ κατὰ μέσον ὑπερηρεῖσθαι τὸ βαστάζον αὐτὸ μάλιστ’ ἂν γίγνοιτο. εἰ δ’ ἡ τοιαύτη θέσις τοῦ σκέλους ἀσφαλεστάτη τοῖς βαδίζουσιν, ἡ ἐναντία δηλονότι σφαλερωτάτη. διὰ
10ταῦτα μὲν δὴ πρὸς τἀκτὸς μέρη τῶν ἰσχίων τάς τε κοτύλας ἀπαγαγεῖν καὶ σὺν αὐταῖς τὰς κεφαλὰς τῶν μηρῶν οὐκ ἦν ἀσφαλές, ἀλλ’ ἀρίστη θέσις αὐτῶν ἐστιν ἡ νῦν οὖσα. στενοχωρίας δ’ αὖ πάλιν ἐκ τού‐ του γιγνομένης ἓν λοιπὸν ἦν ἐπανόρθωμα, μὴ κατ’
15εὐθὺ ταῖς κεφαλαῖς ἐκτεταμένους ἐργάσασθαι τοὺς μη‐ ρούς, ἀλλ’, ὥσπερ νῦν εἰσιν, ἐπὶ τὰ ἔξω ῥέποντας. εἰ δ’ αὖ πάλιν ἄχρι τοῦ γόνατος εἰς τἀκτὸς ἀποχω‐ ροῦντες ἐφυλάττοντο καὶ μηδεμίαν ἐπιστροφὴν ἐποι‐ οῦντο πρὸς τἀντός, ἕτερος ἂν οὗτος ἦν αὐτοῖς βλαισώ‐

3

.

214

σεως τρόπος. ὥστ’ εὐλόγως ὁ μὲν ‖ αὐχὴν πρῶτός τε καὶ μάλιστα τῆς κεφαλῆς ἀπονεύει πρὸς τοὐκτός, ἐπ’ αὐτῷ δὲ καὶ τὸ συνεχὲς ἥμισυ τοῦ μηροῦ παντός· μετὰ ταῦτα δ’ εἴσω πάλιν ἐπιστρέφεται πρὸς τὸ γόνυ.
5καὶ διὰ ταῦτα τὸ σύμπαν σχῆμα τοῦ μηροῦ κυρτὸν μὲν ἔξωθεν, ἔσωθεν δὲ γίγνεται σιμόν· ὡσαύτως δὲ σιμότερον μὲν ὄπισθεν, ἔμπροσθεν δὲ κυρτότερον, εἴς
τε τὰς καθίσεις ἐπιτήδειον καὶ πρὸς πολλὰ τῶν ἔρ‐ γων, ὅσα δρῶμεν καθήμενοι, καθάπερ καὶ τὸ γράφειν,156 in vol. 1
10ἐκτείναντες κατὰ τοῦ μηροῦ τὸ βιβλίον. οὕτω δὲ καὶ πᾶν ὁτιοῦν ἄλλο κατὰ τῆς κυρτότητος αὐτῶν ἐκτείνοιτ’ ἂν ῥᾷον ἢ εἰ ἑτέρως ἔχοντες ἐγεγόνεσαν. καὶ μὲν δὴ κἀν τῷ καθ’ ἑνὸς ἑδράζεσθαι σκέλους τὸ σῶμα—πολ‐ λαχῇ δ’ ἴσμεν ἡμῖν τούτου χρείαν οὖσαν ἔν τε τῷ
15βίῳ παντὶ καὶ κατὰ τὰς τέχνας—ἄμεινον τὸ ῥαιβὸν σχῆμα τοῦ εὐθέος. ὥσπερ γάρ, εἰ τὸ πλάτος ἴσον ἦν τοῖς τ’ ὀχοῦσι κώλοις καὶ τοῖς ὀχουμένοις μέρεσι τοῦ σώματος, ἀσφαλὴς ἂν οὕτω μάλιστα καὶ δυσπερίτρεπτος ἡ ἐφ’ ἑνὸς αὐτῶν ὑπῆρχεν ἕδρα, ἔχοντός γε ἑκάστου
20τῶν ὑπερκειμένων ἐν τῷ σώματι μερῶν ὑπερηρεισμένον ἑαυτῷ τι κατὰ κάθετον, οὕτω καὶ νῦν ἐκ τοῦ ῥαιβὸν

3

.

215

γενέσθαι τὸν μηρόν, τῶν ‖ μερῶν αὐτοῦ τῶν μὲν ἔξω, τῶν δ’ ἔσω μᾶλλον, τῶν δ’ ἐν τῷ μέσῳ ταχθέντων, οὐδὲν ἀπορεῖ τῶν ἄνω τοῦ κατ’ εὐθύ. καὶ διὰ ταύτην ἄρα τὴν χρείαν οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὴν κνήμην
5κυρτοτέραν εἰς τἀκτὸς ἡ φύσις ἀπειργάσατο. μεγίστη δὲ πίστις τοῦ λόγου τὸ τοὺς ἐπὶ πλέον ἤδη ῥαιβω‐ θέντας τὰ σκέλη, τοὺς μὲν ἔτι κυουμένους, τοὺς δὲ κατὰ τὴν πρώτην τροφήν, εἴτ’ ἐπὶ τοῖν δυοῖν ποδοῖν εἴτ’ ἐπὶ θατέρου μόνον ἑστάναι δέοιντο, βεβαιοτέραν
10πολὺ καὶ δυσπεριτρεπτοτέραν τῶν ὀρθὰ τὰ κῶλα κεκτη‐ μένων ἔχειν τὴν ἕδραν. ἀλλὰ γὰρ οὐκ ἀσφαλοῦς μόνον ἕδρας ἡ φύσις ἐν τῇ τῶν σκελῶν κατασκευῇ στοχαζο‐ μένη, προνοουμένη δ’ οὐδὲν ἧττον καὶ τοῦ δύνασθαι
θεῖν ἡμᾶς ὠκέως, εἴ ποτ’ ἄρα δεήσειε, τὸ μὲν ἐπὶ157 in vol. 1
15πλέον αὐτὰ διαστρέφειν ἐφυλάξατο, ῥαιβὰ δ’ εἰς το‐ σοῦτον ἀπέδειξεν, ὡς καὶ τὴν ἀσφάλειαν ἔχειν τῆς ἕδρας καὶ τὴν ὠκύτητα τοῦ δρόμου παραβλάπτειν μηδέν. ἐπεὶ δ’ εὔλογον ἦν, ὡς νῦν δέδεικται, τῶν τῆς κνήμης μερῶν τὰ μὲν ἄνω τὰ μετὰ τὸ γόνυ ‖

3

.

216

πρὸς τοὐκτὸς ἀποχωρεῖν ἀτρέμα, τὰ δὲ κάτω τὰ πρὸς τοῖς σφυροῖς τὴν ἐπιστροφὴν εἴσω ποιεῖσθαι, καλῶς εἶχε καὶ διὰ τοῦτο τῶν τοῦ ποδὸς μορίων ὑψηλότερα γενέσθαι τὰ ἔνδον, ἵν’ ἀντιστηρίζῃ δηλονότι τὴν ἔσω
5τῶν ταύτῃ μερῶν τῆς κνήμης ῥοπήν. καὶ τοῦτ’ ἦν, ὃ κατὰ τὸν ἔμπροσθεν λόγον ἐρεῖν ἀνεβαλόμεθα τὴν χρείαν τῶν ἐντὸς μερῶν ἐξηγούμενοι τοῦ ποδός. οὔκουν ἔτι παραλείπεται τῶν ἐν τοῖς σκέλεσιν ὀστῶν οὐδενὸς ἀκόσμητον οὐδέν, ἀλλὰ καὶ μέγεθος ἑκάστου καὶ μι‐
10κρότης καὶ θέσις καὶ σχῆμα καὶ σύνθεσις καὶ ἡ κατὰ τὴν σκληρότητα διαφορὰ καὶ οἱ πρὸς ἄλληλα σύνδεσμοι στρογγύλοι καὶ περιφερεῖς εἰς ἄκρον ἥκουσι προνοίας τε καὶ τέχνης τῇ φύσει. λείποι δ’ ἂν ἔτι περί τε μυῶν καὶ τενόντων εἰπεῖν. ἀρτηριῶν μὲν γὰρ καὶ
15φλεβῶν καὶ νεύρων ἐπὶ προήκοντι παντὶ τῷ λόγῳ τὴν ἐξήγησιν ἔφαμεν ποιήσεσθαι, κοινῶν ὄντων ὀργάνων ἅπαντος τοῦ σώματος, ὅτι καὶ χρείας ἐπιστεύθησαν κοινάς, εἴ γε δὴ καὶ ἀναψύχεσθαι καὶ τρέφεσθαι καὶ ψυχικῆς μεταλαμβάνειν δυνάμεως ἅπασι τοῖς μέλεσι
20χρηστὸν ἦν.

3

.

217

Ἀλλὰ τό γε κινεῖσθαι τοῖς σκέλεσι τοσαύ‐
τας τε καὶ τοιαύτας κινήσεις, ὅσας καὶ οἵας φαίνεται κινούμενα, καὶ ὡς οὔτε πλείους οὔτ’ ἐλάττους οὔτ’ ἄλλως διατεταγμένας ἄμεινον ἦν αὐτὰς γεγονέναι, νῦν158 in vol. 1
5ἂν εἴη ῥητέον, ἀναμιμνήσκοντας ἅμα καὶ τῶν ἐν χερσὶ κινήσεων, ὅτι τε διττὸς ἦν ὁ σκοπὸς τῇ φύσει τῆς κατασκευῆς τῶν σκελῶν, οὐκ εἰς τάχος μόνον, ὥσπερ τοῖς ἵπποις, ἀλλὰ καὶ εἰς ἀσφάλειαν ἕδρας παρασκευα‐ ζούσῃ αὐτά, καὶ διὰ τοῦτο καὶ ἀντιληπτικά πως ἐρ‐
10γαζομένῃ ὥσπερ καὶ τὰς χεῖρας. οὕτω τε θᾶττον ἂν ἡμῖν ὁ σύμπας περαίνοιτο λόγος, εἰ τὸ μὲν κοινὸν αὐτῶν τῆς πρὸς τὰς χεῖρας κατασκευῆς ἐπισημαινόμενοι μόνον ἐν τάχει παρατρέχοιμεν, ἐνδιατρίβοιμεν δὲ τοῖς ἰδίοις. οὕτω δ’ ἂν καὶ ἡ τέχνη τῆς φύσεως ἐναρ‐
15γέστερον ὀφθείη, τὴν ἀναλογίαν τῆς κατασκευῆς τῶν κώλων ἅπασαν ἡμῶν ἐπεξερχομένων τῷ λόγῳ καὶ δεικνύντων οὔτε λεῖπον οὐδὲν οὔτε πλεονάζον αὐτῶν οὐδετέρῳ. καίτοι περὶ μὲν χειρῶν ὁ πρόσθεν λόγος ἱκανῶς ἐξηγήσατο· καὶ ὅστις οὐκ ἐθαύμασε τὴν τέχνην

3

.

218

τῆς φύσεως, ἢ ἀξύνετός ἐστιν ‖ ἢ ἰδίᾳ τι αὐτῷ δια‐ φέρει· καιρὸς γὰρ ἂν εἴη μοι τῇ Θουκυδίδου χρή‐ σασθαι λέξει. ἀξύνετος μὲν οὖν ἐστιν, ὃς ἂν τὰς ἐνεργείας, ὅσας ἄμεινον ὑπάρχειν ταῖς χερσίν, ἢ οὐκ
5ἐνενόησεν ἢ ἐξ ἄλλης κατασκευῆς ἀμείνους ἔσεσθαι προσεδόκησεν· ἰδίᾳ δ’ ἂν αὐτῷ τι διαφέροι φθάνοντι μοχθηροῖς ἐντεθράφθαι δόγμασιν, οἷς οὐχ ἕπεται τεχνι‐
κῶς ἅπαντα τὴν φύσιν ἀπεργάζεσθαι. τούτους μὲν οὖν ἐλεεῖσθαι χρὴ δυστυχήσαντας ἐξ ἀρχῆς περὶ τὰ μέ‐159 in vol. 1
10γιστα, διδάσκεσθαι δὲ τοὺς συνετούς τε ἅμα καὶ ἀληθείας ἐραστάς, οὓς καὶ νῦν ἀναμνήσαντες, ὡς ἐν τῇ τῶν χειρῶν κατασκευῇ τέτταρας ἐδείξαμεν ἑκάστῳ τῶν δακτύλων ὑπάρχειν χρῆναι κινήσεις, ὑπὸ διττῶν μὲν καὶ μεγίστων τενόντων καμπτομένων, ὑφ’ ἑτέρων
15δ’ ἁπλῶν ἡττόνων ἢ κατὰ τοὺς μεγάλους ἐκτεινομένων, ὑπ’ ἄλλων δ’ ἔτι μικροτέρων ἔξω τε καὶ ὡς ἐπὶ τὸν μικρὸν δάκτυλον ἀπαγομένων, καὶ πρὸς τῶν μικροτά‐ των, οὓς ἀπὸ τῶν κατὰ τὰς χεῖρας μυῶν ἔφαμεν γεν‐ νᾶσθαι, τὴν λοιπὴν κίνησιν τὴν ἐντὸς ὡς ἐπὶ τὸν

3

.

219

μέγαν δάκτυλον ‖ ἐπιστρεφομένων, ἑξῆς ἐπιδείξομεν, ὡς ἐν τοῖς ποσὶν εὐλόγως εἰσὶ μὲν αἱ τέτταρες αὗται κινήσεις ἑκάστῳ τῶν δακτύλων, ὑπὸ μεγίστων μὲν τενόντων καμπτομένων, ὑπ’ ἐλαχίστων δ’ ἐντὸς ἐπι‐
5στρεφομένων, μεταξὺ δ’ ἀμφοῖν τὸ μέγεθος τοῖς ἐκ‐ τείνουσί τε καὶ τοῖς ἔξω περιάγουσιν· οὐ μὴν μεγάλοι γ’ εἰσὶν οἱ κάμπτοντες, ὥσπερ ἐν ταῖς χερσίν, ὅτι μηδ’ ὁμοίως ἐκείναις ἀντιληπτικὸν ὄργανον ἐχρῆν ἀποδειχθῆ‐ ναι τὸν πόδα· καὶ μέν γε καὶ ὡς τὰς χώρας τῆς ἐμ‐
10φύσεως αὐτοῖς τὰς αὐτὰς φυλάξασα, δι’ ἃς ἐπὶ τῶν χειρῶν ἐδηλώσαμεν αἰτίας, ἐκώλυσε τὸ μέγεθος. οὐ γάρ, ὅσον μείζους οἱ πόδες ὑπάρχουσιν ἄκρων τῶν χειρῶν, τοσοῦτον καὶ οἱ τένοντες αὐτῶν ὑπερέχουσιν,
ἀλλ’ ἔλαττον πολλῷ· μείζων γὰρ ἡ χρεία καὶ συνεχε‐160 in vol. 1
15στέρας καὶ σφοδροτέρας ἐνεργείας δεομένη τῶν ἐν ταῖς χερσὶ δακτύλων. εὐλόγως οὖν ἔμπαλιν ἔχουσι μεγέθους οὐχ οἱ δάκτυλοι μόνον, ἀλλὰ καὶ οἱ κατ’ αὐτοὺς τένοντες ἐν ποσί τε καὶ χερσίν· ὅσῳ γὰρ ὁ ποὺς ἄκρας χειρὸς μείζων ὅλος ὅλης, τοσούτῳ καὶ οἱ
20δάκτυλοι τῶν δακτύλων καὶ οἱ τένοντες τῶν τενόντων

3

.

220

ἐλάττους εἰσί. ‖ ταῖς μὲν γὰρ χερσὶ τὸ κῦρος τῆς ἐνεργείας ἐν τοῖς δακτύλοις ἐστίν, ἀντιληπτικοῖς γενο‐ μένοις ὀργάνοις· τοῖς δὲ ποσίν, οὐκ εἰς ἀντίληψιν τὸ σύμπαν, ἀλλ’ εἰς ἕδραν ἀσφαλῆ παρεσκευασμένοις καὶ
5μέλλουσιν ὅλον ἐφ’ ἑαυτῶν ὀχήσειν τὸ ζῷον, αὐτοῖς μὲν πολὺ μείζοσιν ἢ κατὰ τὰς χεῖρας γενέσθαι, μι‐ κροὺς δ’ ἔχειν ἄμεινον ἦν τοὺς δακτύλους. ὥστε καὶ τοὺς τένοντας αὐτῶν μικροτέρους πολλῷ τῶν ἐν ταῖς χερσὶ βέλτιον ἦν γενέσθαι τενόντων, ὅσον ὄργανά τε
10σμικρότερα καὶ πρὸς ἐλάττους τε καὶ ἀσθενεστέρας ἐνεργείας παρεσκευασμένα κινήσειν ἔμελλον. οὔκουν εὔλογον ἦν τέτταρα γένη τῶν κινούντων τοὺς δακτύ‐ λους τενόντων ἀπὸ τῶν ἐν τῇ κνήμῃ γεννῆσαι μυῶν, ὥσπερ ἐπὶ τῆς χειρὸς ἀπὸ τῶν ἐπὶ τοῦ πήχεως, ἀλλὰ
15δύο μόνα, τό τε τὴν ἔκτασιν ἐργαζόμενον αὐτῶν καὶ τὸ τὴν κάμψιν τοῦ πρώτου τε καὶ τρίτου τῶν ἐν τοῖς τέτταρσι δακτύλοις ἄρθρων. καὶ μάλιστά γ’ ἐν τού‐ τοις ἐστὶ θαυμάζειν τῆς φύσεως τὴν τέχνην, ἐν οἷς ὁμοιότητος ἅμα καὶ ἀνομοιότητος οὔσης ἀνάλογον μὲν
20ἐκόσμησεν ἀλλήλαις τὰς ὁμοιότητας, οὐκ ἀνάλογον δὲ ‖161 in vol. 1

3

.

221

τὰς ἑτερότητας. ὅτι μὲν γὰρ εἰς τέτταρας ἄγεσθαι κινήσεις ἕκαστον τῶν δακτύλων καθ’ ἕκαστον τῶν ἄρθρων χρή, καὶ ὡς πλεονεκτεῖν ἀεὶ τὰς ἔσω καὶ διὰ τοῦτό γε καὶ διττὰς ἔχειν τὰς ἀρχάς, ὁμοιότης ἂν εἴη
5κατὰ τοῦτο ποσί τε καὶ χερσίν· ὅτι δὲ μικροτέρων ἁπάντων δέονται τῶν τενόντων οἱ ἐν τοῖς ποσὶ δά‐ κτυλοι, καὶ ὅτι τὰ μόρια μείζω τε καὶ πλείω τοῦ ποδός, ἀνομοιότης τις αὖ κατὰ τοῦτο τοῖς μέλεσίν ἐστι. πῶς οὖν αὐτὰ δικαίως ἡ φύσις ἐκόσμησε,
10λεκτέον ἂν εἴη. τὰς μὲν κινήσεις ἑκάστῳ τῶν ἄρθρων ἐργασαμένη τέτταρας καὶ τὰς ἀρχὰς αὐτῶν πέντε ποιήσασα, καθάπερ ἐπὶ τῆς χειρός, οὐ μὴν ἔκ γε τῶν ἀνάλογον ἁπάσας ὁρμωμένας χωρίων. ἐν μὲν γὰρ ταῖς χερσίν, ὡς ἐπεδείκνυμεν, ἀπὸ τῶν ἐν αὐταῖς μυῶν
15τῶν μικρῶν οἱ τῆς λοξῆς ἔσω κινήσεως ἐξηγούμενοι τένοντες ἀπέφυσαν μόνοι τῶν ἄλλων ἁπάντων ἀπὸ τοῦ πήχεως καταφερομένων. ἐν δ’ αὖ τοῖς ποσὶν οὐχ οὕτως, ἀλλὰ τρεῖς μὲν ἐξ αὐτῶν τῶν ποδῶν ἄρχονται, δύο δ’ ἐκ τῆς κνήμης καταφέρονται. ἐπὶ μὲν γὰρ

3

.

222

τῆς χειρὸς ἄκρας οὐκ ἦν ἑτέρα χώρα σχολάζουσα· τοῦ ‖ δέ γε ποδός, ὡς ἂν ἐπιμήκους ὑπάρχοντος, ἐν μὲν τῷ κατὰ τὸ πεδίον χωρίῳ τοὺς τῆς λοξῆς ἔσω κινήσεως ἐξηγου‐ μένους μῦς κατέθετο, κατὰ δὲ τὸ λοιπὸν αὐτοῦ πᾶν
5τὸ μέχρι τῆς πτέρνης τοὺς τὸ δεύτερον ἄρθρον ἑκάστου τῶν τεττάρων δακτύλων κάμπτοντας· οὕτω κἀκ τῶν
ἄνω μερῶν τοῦ ποδὸς ἄλλους ἐπέθηκε μῦς τῆς λοξῆς τῆς ἐκτὸς ἡγησομένους κινήσεως. ἐπὶ δὲ τῆς χειρός, ὅτι καὶ μείζους ἐχρῆν εἶναι τοὺς ἀνάλογον αὐτοῖς μῦς,162 in vol. 1
10καὶ αὐτὸ τὸ μέλος μικρότερον ἦν, ἀδύνατον ἐγένετο ταυτὶ τὰ δύο γένη περιθεῖναι τῶν μυῶν, ἀλλὰ τὸ πρῶτον εἰρημένον ἐστὶ μόνον. διὰ τοῦτ’ οὖν ἑπτὰ μὲν ἐν ἄκρᾳ τῇ χειρὶ γεγόνασιν οἱ σύμπαντες μύες, ὡς ἂν τοῖς πέντε τοῖς ἔσω περιάγουσι δυοῖν προστε‐
15θέντων, τοῦ τε κατὰ τὸν μικρὸν δάκτυλον ἔξωθεν καὶ τοῦ προσάγοντος τῷ λιχανῷ τὸν μέγαν. ἐπὶ δ’ αὖ τοῦ ποδὸς οὐχ οὗτοι μόνον, ἀλλ’ οἵ τε περιάγοντες αὐτοὺς ἐκτὸς οἵ τε τὸ δεύτερον ἄρθρον ἑκάστου τῶν τεττάρων δακτύλων κάμπτοντες. ὁ γὰρ δὴ μέγας ἐν
20αὐτοῖς μόνος ἁπάντων μειζόνων τενόντων ἀποβλάστημα

3

.

223

καταφυόμενον εἴς τε τὸ ‖ δεύτερον ἄρθρον ἑαυτοῦ καὶ τὸ τρίτον ἔχει παραπλησίως τῷ κατὰ τὰς χεῖρας. ταῦτ’ οὖν ὁμοίως θ’ ἅμα καὶ ἀνομοίως ἔχουσιν οἱ ἐν τοῖς ποσὶ τένοντες τοῖς ἐν ταῖς χερσίν· ὁμοίως μέν, ὅτι
5πέντε αὐτῶν ἐστι γένη τέτταρας ἑκάστῳ δακτύλῳ κινήσεις ἐκπορίζοντα, διαφερόντως δὲ κατὰ τὰς ἀρχάς. ἐν μὲν γὰρ ταῖς χερσὶ μόνη τῶν λοξῶν κινήσεων ἡ ἔσω τὴν ἀρχὴν ἐκ τῶν κατ’ αὐτὰς ἔχει μυῶν, αἱ δ’ ἄλλαι τέτταρες ἀπὸ τῶν ἀνωτέρω τε καὶ κατὰ τὸν
10πῆχυν· ἐπὶ δ’ αὖ τῶν ποδῶν ἄνωθεν μὲν ἐκ τῆς κνήμης αἱ δύο καθήκουσι, κάτωθεν δ’ ἐξ αὐτῶν τῶν
ποδῶν αἱ τρεῖς ὥρμηνται. καὶ ἡ αἰτία λέλεκται· ὅτι τε γὰρ μικρῶν αὐταῖς ἔδει τῶν τενόντων καὶ διὰ τοῦτο καὶ τῶν μυῶν, καὶ ὅτι κατ’ αὐτοὺς τοὺς πόδας ἦν163 in vol. 1
15χώρα σχολάζουσα, διὰ τοῦτ’ ἐνταῦθ’ ἐτάχθησαν. ἀλλὰ μὲν δὴ καὶ ταύτῃ γ’ ἀνομοίως ἔχει τῶν τενόντων ἡ διανομὴ κατά τε τοὺς πόδας καὶ τὰς χεῖρας, ὅτι τοῖς μὲν ἐν ταῖς χερσὶ τὸ πρῶτόν τε καὶ τὸ τρίτον ἄρθρον ἑκάστου τῶν δακτύλων κάμπτουσιν οὐδεὶς ἕτερος ἀφ’
20ἑτέρου μυὸς ἀρχόμενος ἐπιμίγνυται τένων, οἱ δ’ ἐν

3

.

224

τοῖς ‖ ποσίν, οἱ ἀνάλογον αὐτοῖς, οὐκ ἐξ ἑνὸς ἄρχονται μυός, ἀλλ’ ὁμοιότατα τοῖς εἰς ὅλας τὰς χεῖρας ἀπὸ τοῦ κατὰ τὸν τράχηλον νωτιαίου νεύροις ἐκφυομένοις ἐπιπλέκονταί τε καὶ ἀναμίγνυνται πρὸς ἀλλήλους.
5οὕτω δέ πως ἔχει καὶ ἡ εἰς τὰ σκέλη τῶν νεύρων ἔκφυσις ἀπὸ τοῦ κατὰ τὴν ὀσφὺν νωτιαίου. καὶ γίγνεται τοῦθ’ ὑπὸ τῆς φύσεως, ἵν’ ἑκάστου τῶν οὕτω κινουμένων ὀργάνων οἷον διπλῆ τις ἀρχὴ κινή‐ σεως ὑπάρχῃ πρὸς τό, κἂν ἡ ἑτέρα ποτὲ πάθῃ, τὴν
10γοῦν λοιπὴν αὐτοῖς ὑπηρετεῖν. καὶ διὰ τοῦτ’, ἔνθα ἂν ᾖ τὸ μῆκος ἱκανὸν ἀποστάσεως ἢ τὸ χωρίον σφα‐ λερόν, ἐνταῦθα τὴν τοιαύτην ἐπιτεχνᾶται μῖξιν. ἐπὶ μὲν οὖν χειρῶν τε καὶ σκελῶν ἀξιόλογον τοὐμμέσῳ διάστημα τῆς ἀρχῆς τῶν νεύρων καὶ τῆς τελευτῆς·
15ἐπὶ δὲ τῶν κάτω τοῦ ποδὸς ἐπικίνδυνον τὸ χωρίον· ἀεὶ γὰρ ἐπὶ τούτου βέβηκε τὸ ζῷον, ὥστε καὶ τέμνε‐ σθαι καὶ θλᾶσθαι καὶ παντοίως πονεῖν ἑτοιμότερον
τοῖς ταύτῃ τένουσι τῶν ἀνάλογον αὐτοῖς ἐχόντων ἐν χερσί· καὶ διὰ τοῦθ’ ἡ προειρημένη τῶν ἐνταῦθα164 in vol. 1

3

.

225

τενόντων ἐπιμιξία γέγονεν. οἱ μέντοι πάνυ ‖ σμικροὶ μύες, οἱ παροφθέντες τοῖς ἀνατομικοῖς ὥσπερ κἀμοὶ μέχρι πολλοῦ, τὸ πρῶτον ἄρθρον ἑκάστου δακτύλου κάμπτουσιν ὡσαύτως ἐν χερσί τε καὶ ποσί. τούτων
5οὖν ἕνεκα θαυμάζειν χρὴ τὴν φύσιν καὶ τούτων οὐδὲν ἧττον, ὅτι μηδένα μῦν λοξὸν ἐκ τῆς κνήμης ἐνέφυσεν εἰς τὴν περόνην ἀνάλογον τοῖς ἐν χειρὶ τὸν πῆχυν τῇ κερκίδι συνάπτουσιν. ἐπὶ μὲν γὰρ τῆς χειρὸς ὅτι μὴ μόνον ἐκτείνειν τε καὶ κάμπτειν ὅλον
10τὸ κῶλον, ἀλλὰ καὶ περιάγειν ἐφ’ ἑκάτερα βέλτιον ἦν, ἀποδέδεικται πρόσθεν. ἐπὶ δὲ τοῦ σκέλους, σκοπὸν ἔχοντος τῆς κατασκευῆς οὐ τὸ πολυειδὲς τῆς ἀντι‐ λήψεως, ἀλλὰ τὸ τῆς βάσεως ἑδραῖον, οὐ μόνον οὐδὲν ἤμελλεν ἐκ τῶν τοιούτων κινήσεων ἔσεσθαι πλέον,
15ἀλλὰ καὶ προσαπόλλυσθαί τι τῆς ἀσφαλείας. ἐλατ‐ τόνων τε γὰρ ἄρθρων καὶ ἁπλουστέρων τῶν κινήσεων ἔδει τῷ μηδαμόσε μέλλοντι περιτραπήσεσθαι κατὰ μη‐ δεμίαν ἐνέργειαν σφοδράν. οὔκουν οὔτε κατὰ γόνυ διττὴν διάρθρωσιν ἐποιήσατο πρὸς μηρὸν ἑκατέρου

3

.

226

τῶν ὀστῶν, ἰδίαν μὲν κνήμης, ἰδίαν δὲ περόνης, ‖ ὡς ἐν χειρὶ πρὸς βραχίονα πήχεως μὲν ἑτέραν, κερκίδος δ’ ἑτέραν, οὔτε διέστησεν ἀπ’ ἀλλήλων ἄμφω τὰ πέ‐ ρατα κνήμης τε καὶ περόνης, ἀλλ’ ἑκατέρωθεν συνέ‐
5φυσε. περιττὸν γὰρ ἦν, ὧν οὐκ ἔχρῃζε τὸ κῶλον
κινήσεων, ἢ διαρθρώσεις ταύταις ἢ μῦς παρασκευάζειν, ὥσπερ γε καὶ ῥᾴθυμον, ὧν ἐδεῖτο παραλείπειν ἡντι‐ νοῦν. ἀλλ’ οὔτε παραλέλειπταί τι τῇ φύσει κατ’ οὐ‐ δέτερον τῶν κώλων οὔτ’ εἰς πλῆθος ἀργὸν καὶ μά‐165 in vol. 1
10ταιον ἐκτέταται, σύμπαντα δὲ τἄλλα καὶ ὁ τῶν μυῶν ἀριθμὸς εἰς ἄκραν ἥκει τοῦ ζῴου πρόνοιαν. περὶ μὲν οὖν τῶν κατὰ τὸν πῆχυν εἴρηται πρόσθεν, ὡς οὔτ’ ἐλάττους οὔτε πλείους, ὥσπερ οὐδὲ μείους ἢ μείζους ἢ ἄλλην τινὰ θέσιν ἔχοντας ἐχρῆν αὐτοὺς γενέσθαι.
15κατὰ δὲ τὴν κνήμην τρισκαίδεκα τενόντων εἰσὶ κεφαλαί, ὄπισθεν μὲν ἕξ, ἔμπροσθεν δ’ ἑπτά, καὶ κινοῦσι τὸν πόδα τὰς προσηκούσας ἁπάσας αὐτῷ κινήσεις. προσή‐ κουσι δ’ ὅλῳ μὲν αὐτῷ χωρὶς τῶν δακτύλων τέτταρες, ὥσπερ καὶ τῷ καρπῷ· καὶ χρὴ τῶν ἐπ’ ἐκείνου λε‐

3

.

227

λεγμένων ἀναμνησθέντας ὑπὲρ ‖ τοῦ μὴ μακρὸν γε‐ νέσθαι τὸν λόγον ἀκοῦσαι τῆς ἀναλογίας αὐτῶν. ὡς γὰρ ἐπ’ ἐκείνου δύο μὲν ἀπονευρώσεις μυῶν ἔσωθεν ἐνεφύοντο, δύο δ’ ἔξωθεν, τὰς τέτταρας κινοῦσαι τὸν
5καρπὸν κινήσεις, οὕτω κἀνταῦθα τοῦ μὲν ἐπιτεταμένου τῇ κνήμῃ μυὸς ἔμπροσθεν ἀποφυόμενός τις τένων εὔρωστος ἱκανῶς δίχα σχισθεὶς ἐμφύεται τοῖς πρὸ τοῦ μεγάλου δακτύλου μέρεσι τοῦ ποδός, τοῦ δὲ παρατε‐ ταμένου τῇ περόνῃ τοῖς πρὸ τοῦ μικροῦ. καὶ εἰ μὲν
10ἀμφότεροι ταθεῖεν, ἀνακλῶσί τε καὶ σιμοῦσι τὸν πόδα, καθάπερ οἱ ἐπὶ τῆς χειρὸς ἀνάλογον αὐτοῖς ἔχοντες ἐκτείνειν τὸν καρπὸν ἐλέγοντο· θατέρου δ’
ἐνεργήσαντος αἱ ἐπὶ τὰ πλάγια κινήσεις ὡσαύτως ταῖς ἐν καρπῷ γίγνονται. καὶ μέντοι κἀκ τῶν166 in vol. 1
15ὄπισθεν ἀνάλογον τοῖς ἐν χερσὶν ἀντέταξεν ἡ φύσις ἀποβλαστήματα δύο μυῶν, τὰς ἐναντίας ταῖς εἰρημέναις ἐργασόμενα κινήσεις τοῦ ποδός. ὧν τὸ μὲν ἔλαττον, ἀπὸ τοῦ διὰ βάθους φερομένου μυὸς ἀρχόμενον, εἰς τὴν πρὸ τοῦ μεγάλου δακτύλου χώραν ἐμφύεται κά‐

3

.

228

τωθεν· ‖ τὸ δ’ ἕτερον τὸ μεῖζον ὁ ἐπιφανὴς οὗτός ἐστι τένων, ὁ εἰς τὴν πτέρναν ὄπισθεν ἐμφυόμενος, ἱκανῶς εὔρωστός τε καὶ μέγιστος, ὃς εἰ καὶ μόνος ποτὲ πάθοι, χωλεύειν ἀνάγκη τῷ ποδί. τὸ γὰρ ὑποτεταγμένον ὅλῳ
5τῷ σκέλει κατ’ εὐθεῖαν ὀστοῦν, ὃ δὴ καλεῖται πτέρνα, μέγιστον καὶ ἰσχυρότατον ὑπάρχον ἁπάντων τῶν ἐν τοῖς ποσὶν ὀστῶν, ὁ τένων οὗτος ἐφ’ ἑαυτὸν ἕλκων, ἑδράζει σύμπαν οὕτω τὸ κῶλον, ὥστ’ εἰ καὶ κατὰ θα‐ τέρου τῶν ποδῶν ἵστασθαί ποτε θελήσαις ὑψώσας τὸν
10ἕτερον, οὐκ ἂν περιτραπείης οὐδὲ καταπέσοις, οὐδ’ εἰ τῶν ἄλλων τις πεπόνθοι τενόντων· οὕτω μεγάλην τε καὶ ἀντίρροπον ἅπασι τοῖς ἄλλοις ἔχει τὴν δύναμιν. πῶς δ’ οὐκ ἤμελλεν, εἰς τὸ πρῶτόν τε καὶ κυριώτατον ὄργανον τῆς βαδίσεως ἐμφυόμενος, τὴν πτέρναν, καὶ
15συνάπτων αὐτὴν τῇ κνήμῃ μόνος; ἄχρι μὲν δὴ τῆς θέσεώς τε καὶ τῆς ἐνεργείας, ἧς πεπίστευται, τῷ πρὸ τοῦ μικροῦ δακτύλου τῆς χειρὸς ἔσωθεν ἐμφυομένῳ τένοντι κατὰ πᾶν ἀνάλογον ἔχει· τὸ δὲ προσιὸν ἐξαίρε‐

3

.

229

τον εἰς ἀξίωμα χρείας αὐτῷ παρὰ τοῦ τῆς ‖ πτέρνης
ὀστοῦ προσεκτήσατο, οὐδὲν οὔτ’ ἀνάλογον ἐν τῇ χειρὶ μόριον ἔχοντος, ὡς καὶ πρόσθεν εἴρηται, καὶ μόνου πᾶν ὀχοῦντος τὸ σῶμα. ταῦτ’ οὖν ἡ φύσις γιγνώσκουσα167 in vol. 1
5διττὴν αὐτοῦ τὴν ἀρχὴν τῆς γενέσεως ἐποιήσατο. διὸ καὶ θαυμάζειν οἶμαί σε μάλιστα τὴν τέχνην αὐτῆς, εἰ προσέχοις τὸν νοῦν τοῖς ἐν ταῖς ἀνατομαῖς φαινο‐ μένοις καὶ θεάσαιο τὸν μὲν ἐκτείνοντα τοὺς δακτύλους μῦν ἕνα πολλοῖς ὑπηρετοῦντα μορίοις, ὡσαύτως δὲ
10καὶ τῶν ἄλλων ἕκαστον τῶν κατὰ τὸν πόδα καὶ τὴν κνήμην ὅλην εἰς πλείους τελευτῶντα τένοντας, ἤ, εἰ μικρὸς εἴη, πάντως γ’ εἰς ἕνα, καθάπερ γε καὶ οἱ ἐν ταῖς χερσί, μόνον δὲ τὸν εἰς τὴν πτέρναν καθήκοντα τριῶν εἰς αὐτὸν ἐλθόντων μεγάλων μυῶν ἐκφυόμενον,
15ἵν’, εἰ καί ποτ’ ἐξ αὐτῶν εἷς τις ἢ καὶ δύο πάθοιεν, οἱ λοιποὶ γοῦν ἢ ὁ λοιπὸς ὑπηρετοῖ. πολλαχόθι μὲν οὖν καὶ ἄλλοθι τοῦ σώματος ἡ φύσις ἐπεδείξατο τὴν τοιαύτην πρόνοιαν, ἔνθα κίνησίς ἐστιν εἰς μέγα δια‐ φέρουσα τῷ ζῴῳ, πολλὰς αὐτῆς ἐργασαμένη τὰς ἀρχάς·
20ἀτὰρ οὖν κἀνταῦθα κατὰ τὸν ἐκ τῶν τριῶν μυῶν τῶν

3

.

230

μεγά‖λων, τῶν ὄπισθεν τῆς κνήμης τεταγμένων, ἐκ‐ φυόμενον τένοντα τὸν εἰς τὴν πτέρναν καθήκοντα διάδηλός ἐστι τὸ τῆς χρείας ἀξίωμα προϊδομένη τε καὶ ὡς ἔνι μάλιστα τῆς δυσπαθείας αὐτοῦ προνοησαμένη.
5νομίζουσι μὲν οὖν οἱ πρὸ ἐμοῦ πάντες ἀνατομικοὶ τοὺς τὴν γαστροκνημίαν ἐργαζομένους τρεῖς μῦς εἰς
τὴν πτέρναν ἐμβάλλειν· ἔχει δ’ οὐχ οὕτω τἀληθές. ἑνὸς γὰρ ἐξ αὐτῶν οὐ σμικρὰ μοῖρα τοῦ τένοντος ὑπερβαίνουσα τὴν πτέρναν ὑποφύεται παντὶ τῷ κάτω168 in vol. 1
10τοῦ ποδός, ὃν ἄμεινον ἴσως οὐ μέρος τίθεσθαι τοῦ τρίτου μυός, ἀλλ’ αὐτὸν καθ’ αὑτὸν ἰδίᾳ τέταρτον μῦν. ἀλλ’, ὡς εἴρηταί μοι καὶ πρόσθεν, ἁπάντων ὧν ἠγνόησαν ἐν ταῖς Ἀνατομικαῖς ἐγχειρήσεσι λέγομεν τὰς αἰτίας. οὐδὲ γὰρ οὐδ’ ὅτι τῶν ὄντως ἐμφυομένων
15τῇ πτέρνῃ μυῶν ὁ μὲν ἐκ τοῦ τῆς περόνης ὀστοῦ πεφυκὼς ὑψηλότερος ἐμβάλλει, σαρκοειδὴς διαμένων, οἱ δ’ ἐκ τῶν τοῦ μηροῦ κεφαλῶν, εἰς εὔρωστον τένοντα τελευτῶντες, ἐφεξῆς τῷ προειρημένῳ καταπεφύκασιν εἰς ἄκραν τὴν πτέρναν, ἔγνωστο τοῖς ἔμπροσθεν. ἀλλὰ
20περὶ μὲν τῆς τῶν μυῶν ἀκριβοῦς ἀνατομῆς οὐκ ἐν ‖

3

.

231

ταῖς Ἀνατομικαῖς ἐγχειρήσεσι μόνον, ἀλλὰ καὶ καθ’ ἓν ἰδίᾳ γεγράψεται βιβλίον· ἐξ ὧν τῷ βουλομένῳ ῥᾷστον, ὅθεν τ’ ἐκφύονται καὶ οὗ καταφύονται, μαν‐ θάνοντι γιγνώσκειν, ὡς τὸ ῥηθὲν ἐν τῷ πρὸ τούτου
5γράμματι παντὸς μᾶλλον ἀληθές ἐστιν, ὅτι λοξοὺς μὲν ἐπὶ τῶν κώλων ἡ φύσις ἔθηκε τοὺς τῶν λοξῶν κινή‐ σεων ἐξηγησομένους, εὐθεῖς δ’ ἐξέτεινε κατὰ τὸ μῆκος, οἷς ἀκριβῆ κάμψιν ἢ ἔκτασιν ἐπέτρεψε. καὶ τοίνυν ἤδη τῆς τε θέσεως ἁπάντων τῶν περὶ τὴν κνήμην
10μυῶν καὶ τοῦ μεγέθους αὐτῶν ἑκάστου καὶ τοῦ πλήθους οὐ χαλεπὸν ἐξευρεῖν τὴν αἰτίαν. εἴπερ γὰρ οἱ μὲν τρεῖς οὗτοι τὴν πτέρναν τε κινοῦσι καὶ τὸ ἄτρεπτον ἐργάζονται τοῦ ποδός, ἐπ’ αὐτοῖς δ’ ἕτεροι
τρεῖς τούς τε δακτύλους κάμπτουσι καὶ τὴν ἀνάλογον169 in vol. 1
15ἐργάζονται τῷ ποδὶ κίνησιν, ἣν ἐν τῇ χειρὶ τὸν τέ‐ νοντα τὸν πρὸ τοῦ μεγάλου δακτύλου καταφυόμενον ἐδείξαμεν ἔχειν, εὐλόγως οἱ πάντες ὄπισθεν τῆς κνή‐ μης ἓξ ὑπάρχουσι, κατ’ εὐθὺ κείμενος ἕκαστος οὗ κινή‐ σειν ἔμελλε μορίου. δύνανται δ’ οἱ ἓξ οὗτοι μύες οὐχ ‖

3

.

232

ἕξ, ἀλλὰ πέντε νομίζεσθαι, καθάπερ ἔδοξε τοῖς πρὸ ἡμῶν ἀνατομικοῖς, τοὺς ὑστάτους δύο μῦς ἕνα θεμέ‐ νοις ἐκ τοῦ συμφυεῖς εἶναι κατὰ τὰ πλεῖστα. καὶ μὲν δὴ καὶ οἱ πρόσθιοι τῆς κνήμης ἔδοξαν αὐτοῖς τρεῖς
5εἶναι διὰ τὴν αὐτὴν αἰτίαν, καίτοι γ’ ἓξ ἢ ἑπτὰ κάλ‐ λιον ἂν ῥηθέντες. ὁ μὲν οὖν ἐκτείνων τοὺς τέτταρας δακτύλους εἷς αὐτοῖς εἶναι δοκεῖ, καθάπερ οὖν καὶ ἔστιν εἷς. ἑκατέρωθεν δ’ αὐτοῦ πάλιν ἕτερος εἷς, εἰς τριττὰς τενόντων κεφαλὰς τελευτῶν. αἷς εἴ τις αὐταῖς
10τε καὶ ταῖς χρείαις αὐτῶν προσέχοι τὸν νοῦν, ἓξ ἢ ἑπτὰ τοὺς πάντας θήσεται, καθάπερ ἐν ταῖς Ἀνατομι‐ καῖς ἐγχειρήσεσι δείκνυται. προΐτω δ’ ὁ λόγος ἐν τῷ παρόντι τρεῖς ὀνομαζόντων ἡμῶν αὐτούς. δύο μὲν οὖν εἰσιν οἱ προλελεγμένοι σιμοῦν τὸν πόδα, καθή‐
15κοντες ὁ μὲν εἰς τὴν ὑπὲρ τὸν μέγαν, ὁ δ’ εἰς τὴν ὑπὲρ τὸν μικρὸν δάκτυλον χώραν αὐτοῦ, ὁ δὲ λοιπὸς καὶ τρίτος, ὁ μέσος ἀμφοῖν κείμενος, ὁ τοὺς δακτύλους ἐκτείνων. ἔστι δὲ δὴ καὶ μικρότερος οὗτος, ὡς ἂν καὶ

3

.

233

μικρότερα κινῶν ‖ ὄργανα, καὶ διὰ μέσης τῆς κνήμης εὐθὺ τῶν δακτύλων ἔρχεται. τούτους γὰρ κινήσειν ἔμελλεν. ἑκάστου δὲ τῶν μυῶν ἀρίστη θέσις ἡ
κατ’ εὐθὺ τῶν κινησομένων ἐστὶ μορίων. οὔκουν170 in vol. 1
5ἐπιζητήσεις οὐδὲ διὰ τί τῷ μὲν τῆς περόνης ὀστῷ πα‐ ρατεταμένος ὁ τὴν ἔξω τοῦ ποδὸς ὅλου κίνησιν ἐργαζό‐ μενος μῦς καταφέρεται, τῷ δὲ τῆς κνήμης ἕτερος ὁ τὴν λοιπὴν τὴν ἔσω· κατ’ εὐθὺ γὰρ ἐχρῆν εἶναι καὶ τούτους ὧν δημιουργοῦσι κινήσεων· οὐδὲ διὰ τί μι‐
10κρὸς μὲν ὁ ἔξωθεν, πολὺ δ’ αὐτοῦ μείζων ὁ ἔσωθεν ὁ τῇ κνήμῃ παραφυόμενος· ἐμέτρησε γὰρ καὶ τούτων τὸ μέγεθος ἡ πάντη δικαία φύσις τῇ χρείᾳ τῆς ἐνεργείας, ἣν ἑκάτερος ἐνεργήσειν ἔμελλε. διὰ τί δὲ τοῦ μὲν παρὰ τὴν περόνην μυὸς ἀποβλάστημά τι τοῖς ἔξωθεν
15ἐμφύεται μέρεσι τοῦ μικροῦ δακτύλου, τοῦ δὲ παρὰ τὴν κνήμην εἰς τὸν μέγαν ἕτερόν τι τούτου μεῖζον διπλοῦν; ἡ μὲν γὰρ πρόχειρος φαντασία τάχ’ ἄν τινα συναρπάσειεν, ὡς ἴδιόν τι τοῦτ’ εἴη τοῖς ποσὶ καὶ

3

.

234

παντοίως ἐναντίον τοῖς κατὰ τὰς χεῖρας. ‖ εἰ δ’ ἐπι‐ στήσειε καὶ προσέχοι τὸν νοῦν τῷ πράγματι, παντὸς μᾶλλον ἀνάλογον αὐτῷ δόξουσιν ἔχειν καὶ ταύτῃ πόδες χερσί. πλεονεκτεῖν γὰρ ἐν ἐκείναις τῶν ἄλλων δακτύ‐
5λων ὅ τε μικρὸς ἐλέγετο μιᾷ κινήσει καὶ ὁ μέγας· καὶ τοίνυν κἀν τοῖς ποσὶ ταὐτὸν τοῦθ’ ὑπάρχειν αὐτοῖς ἐχρῆν. καὶ μὴν εἰ μὴ πάνυ προστεθεῖεν αἱ εἰρημέναι νῦν, οὐκ ἂν ἔτι πλεονεκτοῖεν, ἀλλ’ εἰς τέτταρας ἂν ὁμοίως τοῖς ἄλλοις ἄγοιντο κινήσεις, καὶ οὕτως οὔτ’
10ἂν ἐπὶ πλεῖστον ἀπάγοιντο τῶν ἄλλων, ὃ μόνοις αὐ‐ τοῖς ἐξαίρετον ὑπῆρχεν, οὔτ’ ἂν ὁ μέγας τὰς ἄνωθεν
ἐκέκτητο δύο τὰς λοξὰς ἀντὶ τῆς μιᾶς τῆς τοὺς ἄλλους ἐκτεινούσης. ὥστε καὶ κατὰ τοῦτο τῶν ἐν τοῖς ποσὶ δακτύλων ἡ ἀναλογία πᾶσα σῴζεται πρὸς τοὺς ἐν ταῖς171 in vol. 1
15χερσίν. ὅτι δὲ καὶ κατὰ τοὺς ὄνυχας ἀνάλογον ἔχου‐ σιν, οὐδὲν δεῖ λόγου, καὶ ὅτι τοῦθ’ ὡς ἀντιληπτικοῖς ὑπάρχει μορίοις αὐτοῖς. ἆρ’ οὖν ἐν τούτοις μόνοις οἷς εἰρήκαμεν, ὅσα μὲν ἐχρῆν ἀνάλογον εἶναι τῷ ποδὶ πρὸς τὴν χεῖρα καὶ ὅσα διαφέροντα, δικαίως ἡ φύσις
20ἅπαντα διέταξεν, ὠλιγώρησε δὲ τῆς περὶ τὸ δέρμα

3

.

235

κατασκευῆς, ‖ ἢ δυσαίσθητον ἢ χαλαρὸν ἢ λεπτὸν ἢ μαλακὸν ὑποτείνασα τῷ ποδί; καὶ μὴν εἰ καὶ τούτῳ προσέχοις τὸν νοῦν, ἐπ’ αὐτῆς τῆς ἀνατομῆς οἶμαί σε, κἂν εἴ τις τῶν ἀτεχνίαν τῆς φύσεως εἴης κατεγνωκό‐
5των ἀγνοίᾳ τῶν ἔργων αὐτῆς, αἰδεσθήσεσθαί τε καὶ μεταγνώσεσθαι καὶ πρὸς τὴν βελτίω μεταθήσεσθαί ποτε δόξαν, Ἱπποκράτει πεισθέντα, διὰ παντὸς ὑμνοῦντι τὴν δικαιοσύνην αὐτῆς καὶ τὴν εἰς τὰ ζῷα πρόνοιαν. ἢ μάτην οἴει συμφῦναι τό τε τῆς χειρὸς
10ἐντὸς δέρμα τοῖς ὑποκειμένοις καὶ τὸ κάτω τοῦ ποδός, ἢ τὴν ἀρχὴν οὐδὲ γιγνώσκεις οὕτως ἀκριβῶς ἡνωμένα τοῖς ὑποκειμένοις αὐτὰ τένουσι, ὡς μηδ’ ἀποδαρῆναι δύνασθαι, καθάπερ τὸ λοιπὸν πᾶν δέρμα τὸ καθ’ ὅλον τὸ ζῷον; ἢ τοῦτο μὲν γιγνώσκεις, ἄμεινον δ’ εἶναι
15νομίζεις χαλαρὸν ὑποβεβλῆσθαι τῷ ποδὶ τὸ δέρμα καὶ ῥᾳδίως περιτρέπεσθαι δυνάμενον; εἰ γὰρ δὴ τὸ τοιοῦ‐ τον βέλτιον εἶναι φήσεις, οἶμαί σε καὶ τῶν ὑποδημά‐
των αἱρήσεσθαι πρὸ τοῦ πάντοθεν ἐσφιγμένου τε καὶ ἀκριβῶς περιτεταμένου τὸ χαλαρόν τε καὶ πάντη περιρ‐172 in vol. 1
20ρέον, ἵν’ εἰς ἅπαντα τὴν σοφίαν ἐκτείνων ὑπερφθέγ‐ ‖

3

.

236

γεσθαι μηκέτ’ ὀκνῇς μηδὲ τὰ πᾶσιν ἀνθρώποις ἐναργῶς γιγνωσκόμενα. ἢ δηλαδὴ τὸ μὲν ἔξωθεν ὑπόδημα παρασκευαζόμενον τῷ ποδὶ πανταχόθεν ἐσφίγχθαι χρῆ‐ ναι συγχωρήσεις, εἰ μέλλοι τὴν αὑτοῦ χρείαν ἐκπλη‐
5ρώσειν καλῶς, αὐτὸ δὲ τὸ συμφυὲς οὐ πολὺ μᾶλλον ἐσφίγχθαι τε καὶ συνέχεσθαι βεβαίως, ἡνωμένον ἀκρι‐ βῶς οἷς ὑποτέτακται; Κόροιβος ἂν ὄντως εἴη τις ὁ πρὸς τῷ μὴ θαυμάζειν τὰ τοιαῦτα τῆς φύσεως ἔργα καὶ μέμφεσθαι τολμῶν. ὥρα δὴ καὶ σοὶ τοῖσδε τοῖς
10γράμμασιν ὁμιλοῦντι σκοπεῖσθαι, ποτέρου μεθέξεις χοροῦ, πότερον τοῦ περὶ Πλάτωνά τε καὶ Ἱπποκράτην καὶ τοὺς ἄλλους ἄνδρας, οἳ τὰ τῆς φύσεως ἔργα θαυ‐ μάζουσιν, ἢ τοῦ τῶν μεμφομένων, ὅτι μὴ διὰ τῶν ποδῶν ἐποίησεν ἐκρεῖν τὰ περιττώματα. διετέθρυπτο
15γὰρ ὑπὸ τρυφῆς εἰς τοσοῦτον ὁ ταῦτα πρός με τολ‐ μήσας εἰπεῖν, ὥστε δεινὸν εἶναι νομίζειν ἀνίστασθαι τῆς κλίνης ἀποπατήσοντα· βέλτιον γὰρ ἂν οὕτω κατε‐ σκευάσθαι τὸν ἄνθρωπον, εἰ μόνον τὸν πόδα προτεί‐

3

.

237

νων ἐξέκρινε δι’ αὐτοῦ τὰ περιττώματα. ‖ τί δὴ τὸν τοιοῦτον οἴει πάσχειν ἢ δρᾶν κατὰ μόνας ἢ πῶς ἐξυβρίζειν εἰς πάντας τοῦ σώματος τοὺς πόρους ἢ πῶς λελωβῆσθαί τε καὶ διεφθάρθαι τὰ κάλλιστα τῆς
5ψυχῆς, ἀνάπηρον μὲν αὐτὴν καὶ τυφλὴν παντάπασι
τὴν θείαν ἀπεργασάμενον δύναμιν, ᾗ μόνῃ πέφυκεν ἄνθρωπος ἀλήθειαν θεάσασθαι, μεγάλην δὲ καὶ ἰσχυ‐ ρὰν καὶ ἄπληστον ἡδονῶν παρὰ νόμον καὶ τυραννοῦ‐ σαν ἀδίκως τὴν χειρίστην καὶ θηριωδεστάτην ἔχοντα173 in vol. 1
10δύναμιν; ἀλλὰ γὰρ ἴσως εἰ τοιούτων ἐπὶ πλέον μνημονεύοιμι βοσκημάτων, οἱ σωφρονοῦντες ὀρθῶς ἄν μοι μέμφοιντο καὶ μιαίνειν φαῖεν ἱερὸν λόγον, ὃν ἐγὼ τοῦ δημιουργήσαντος ἡμᾶς ὕμνον ἀληθινὸν συντίθημι, καὶ νομίζω τοῦτ’ εἶναι τὴν ὄντως εὐσέβειαν,
15οὐκ εἰ ταύρων ἑκατόμβας αὐτῷ παμπόλλας καταθύ‐ σαιμι καὶ τάλαντα μυρία θυμιάσαιμι κασίας, ἀλλ’ εἰ γνοίην μὲν αὐτὸς πρῶτος, ἔπειτα δὲ καὶ τοῖς ἄλλοις ἐξηγησαίμην, οἷος μέν ἐστι τὴν σοφίαν, οἷος δὲ τὴν δύναμιν, ὁποῖος δὲ τὴν χρηστότητα. τὸ μὲν γὰρ

3

.

238

ἐθέλειν κοσμεῖν ἅπαντα τὸν ἐνδεχό‖μενον κόσμον καὶ μηδενὶ φθονεῖν τῶν ἀγαθῶν τῆς τελεωτάτης χρηστό‐ τητος ἐγὼ δεῖγμα τίθεμαι, καὶ ταύτῃ μὲν ὡς ἀγαθὸς ἡμῖν ὑμνείσθω· τὸ δ’, ὡς ἂν μάλιστα κοσμηθείη πᾶν,
5ἐξευρεῖν ἄκρας σοφίας· τὸ δὲ καὶ δρᾶσαι πάνθ’, ὅσα προείλετο, δυνάμεως ἀηττήτου. μὴ τοίνυν, ὅτι καλῶς ἥλιός τε καὶ σελήνη καὶ τῶν ἄλλων ἄστρων ὁ χορὸς ἅπας διατέτακται, θαυμάσῃς, μηδ’ ἐκπλήξῃ σε τὸ μέγε‐ θος αὐτῶν ἢ τὸ κάλλος ἢ τὸ τῆς κινήσεως ἀκατάπαυ‐
10στον ἢ ἡ τῶν περιόδων τάξις, ὥστε τὰ τῇδε παραβάλ‐ λοντα σμικρὰ δοκεῖν εἶναι καὶ ἀκόσμητα· καὶ γὰρ σοφίαν καὶ δύναμιν καὶ πρόνοιαν ὁμοίαν εὑρήσεις ἐνταυθοῖ. σκόπει γάρ μοι τὴν ὕλην, ἐξ ἧς ἕκαστον ἐγένετο, καὶ μὴ μάτην ἐλπίσῃς ἐκ καταμηνίου καὶ174 in vol. 1
15σπέρματος ἀθάνατον δύνασθαι συστῆναι ζῷον ἢ ἀπα‐ θὲς ἢ ἀεικίνητον ἢ λαμπρὸν οὕτω καὶ καλόν, ὡς ἥλιον, ἀλλ’, ὡς τὴν Φειδίου κρίνεις τέχνην, οὕτω καὶ τὴν τοῦ πάντων ἐξέταζε δημιουργοῦ. σὲ μὲν οὖν

3

.

239

ἴσως ἐκπλήττει τοῦ ‖ κατὰ τὴν Ὀλυμπίαν Διὸς ὁ πέριξ κόσμος, ἐλέφας στιλπνὸς καὶ χρυσὸς πολύς, ἢ τὸ μέγεθος τοῦ παντὸς ἀγάλματος· εἰ δ’ ἐκ πηλοῦ θεάσαιο τοιοῦτον, καταφρονήσας ἂν ἴσως παρέλ‐
5θοις. ἀλλ’ οὐχ ὅ γε τεχνίτης καὶ γνωρίζειν εἰδὼς ἐν ἔργοις τὴν τέχνην, ἀλλ’ ἐπαινεῖ τὸν Φειδίαν ὡσαύτως, κἂν ξύλον εὐτελὲς κἂν λίθον τὸν τυχόντα κἂν κηρὸν κἂν πηλὸν ὁμοίως ἴδῃ κεκοσμημένον· ἐκπλήττει γὰρ ἰδιώτην μὲν τὸ τῆς ὕλης κάλλος, τεχνίτην δὲ τὸ τῆς
10τέχνης αὐτῆς. ἄγε δή μοι καὶ σὺ περὶ φύσιν γίγνου δεινός, ἵνα σε μηκέτ’ ἰδιώτην, ἀλλὰ φυσικὸν ὀνομά‐ ζωμεν. ἀπόστηθι τῆς ἐν ταῖς ὕλαις διαφορᾶς, αὐτὴν δὲ ψιλὴν ὅρα τὴν τέχνην, ὅταν μὲν ὀφθαλμοῦ κατα‐ σκευὴν ἐπισκοπῇς, ὄργανον ὀπτικὸν ἐν νῷ τιθέμενος,
15ὅταν δὲ ποδός, ὄργανον βαδιστικόν. εἰ δ’ ἐκ τῆς ἡλιακῆς οὐσίας ὀφθαλμοὺς ἀξιοῖς ἔχειν καὶ χρυσὸν ἀκήρατον ἐν τοῖν ποδοῖν, οὐκ ὀστᾶ καὶ δέρμα, τῆς
ὕλης, ἐξ ἧς γέγονας, ἐπιλέλησαι. ἀναμνησθεὶς οὖν ἐπίσκεψαι, πότερα φῶς ἐστιν ἐπουράνιον ἢ γήϊνος βόρ‐175 in vol. 1
20βορος· ἐπιτρέψεις γάρ μοι καλέσαι τὸ τῆς μητρὸς

3

.

240

οὕτως ‖ αἷμα τὸ εἰς τὰς ὑστέρας ἰόν. ὡς οὖν οὐκ ἄν ποτε, δοὺς τῷ Φειδίᾳ πηλόν, ἐλεφάντινον ᾔτησας ἄγαλμα, τὸν αὐτὸν τρόπον, αἷμα δούς, οὐκ ἄν ποτε λάβοις ἡλίου ἢ σελήνης τὸ λαμπρὸν οὕτω καὶ
5καλὸν σῶμα. θεῖα μὲν γὰρ ἐκεῖνα καὶ οὐράνια, γήϊνα δ’ ἡμεῖς ἀγάλματα· τέχνη δ’ ἐν ἀμφοῖν ἴση τοῦ δη‐ μιουργοῦ. μικρὸν καὶ ἄτιμον ὁ ποὺς μέρος τοῦ ζῴου, τίς δ’ οὐ φησί; μέγα δὲ καὶ κάλλιστον ἁπάντων τῶν κατὰ τὸν κόσμον ὁ ἥλιος, οὐδὲ τοῦτ’ ἀγνοοῦμεν. ἀλλ’
10ἐκεῖνο σκόπει, ποῦ μὲν ἐχρῆν τετάχθαι τὸν ἥλιον ἐν ἅπαντι τῷ κόσμῳ, ποῦ δ’ ἐν τῷ ζῴῳ τὸν πόδα. μέσον μὲν ἐκεῖνον εἶναι τῶν πλανωμένων ἀστέρων ἐν τῷ κόσμῳ, κάτω δ’ ἐν τῷ ζῴῳ τὸν πόδα. πόθεν τοῦτο δῆλον; ἄλλην αὐτοῖς θέσιν τῷ λόγῳ δοὺς σκέψαι τὸ
15συμβαῖνον. εἰ μὲν γὰρ κατωτέρω θείης τὸν ἥλιον, ἵνα νῦν ἐστιν ἡ σελήνη, καταφλέξεις τὰ τῇδε σύμ‐ παντα· εἰ δ’ ἀνωτέρω κατὰ τὴν τοῦ Πυρόεντος ἢ τὴν τοῦ Φαέθοντος, οὐδὲν ἕξεις οἰκούμενον μέρος τῆς

3

.

241

γῆς διὰ ψυχρότητα. ‖ τὸ μὲν οὖν εἶναι τηλικούτῳ τε καὶ τοιούτῳ τῷ ἡλίῳ, οἷός πέρ ἐστι καὶ ἡλίκος, οἴκοθεν ὑπάρχει καὶ παρ’ ἑαυτοῦ· τὸ δ’ ἐν τῷδε τοῦ κόσμου τετάχθαι τοῦ διακοσμοῦντος ἔργον. τηλικούτῳ
5γὰρ ὄντι καὶ τοιούτῳ χώραν οὐκ ἂν αὐτῷ βελτίονα καθ’ ὅλον ἐξεύροις τὸν κόσμον. ἀτὰρ οὖν οὐδὲ τῷ ποδὶ χώραν οὐκ ἂν εὕροις ἐν ζῴου σώματι τῆς νῦν οὔσης βελτίω. τὴν ἴσην ἐν ἀμφοῖν ὅρα τῆς θέσεως τέχνην· οὐ γὰρ δὴ μάτην γε παραβάλλω τὸ τιμιώτα‐176 in vol. 1
10τον ἄστρον τῷ πάντων ἀτιμοτάτῳ τοῦ ζῴου μορίῳ. τί φαυλότερον πτέρνης; οὐδέν. ἀλλ’ οὐκ ἂν ἑτέρωθι βέλτιον κέοιτο. τί δ’ ἡλίου τιμιώτερον; οὐδέν. ἀλλ’ οὐδ’ ἂν οὗτος ἐν τῷ παντὶ κόσμῳ τεθείη βέλτιον. τί δὲ μέγιστον καὶ κάλλιστον τῶν ὄντων; ὁ κόσμος.
15τίς δ’ οὔ φησιν; ἀλλὰ καὶ τὸ ζῷον οἷον μικρόν τινα κόσμον εἶναί φασιν ἄνδρες παλαιοὶ περὶ φύσιν ἱκανοί, καὶ τὴν αὐτὴν ἐν ἀμφοῖν εὑρήσεις σοφίαν τοῦ δη‐ μιουργοῦ. δεῖξον οὖν μοι, φησίν, ἥλιον ἐν ζῴου σώ‐ ματι. τί τοῦτο λέγεις; ἐξ αἱματικῆς οὐσίας οὕτως

3

.

242

εὐσήπτου τε καὶ βορβορώδους ἥλιον ‖ βούλει γεννηθῆ‐ ναι; μαίνῃ, ὦ ταλαίπωρε. τοῦτ’ ἔστιν ὄντως ἀσεβεῖν, οὐ τὸ μὴ θύειν τε καὶ μὴ θυμιᾶν. ἥλιον μὲν οὖν οὐκ ἄν σοι δείξαιμι κατὰ τὸ τοῦ ζῴου σῶμα, δείξαιμι δ’ ἂν
5ὀφθαλμόν, ὄργανον αὐγοειδέστατόν τε καὶ ἡλιοειδέ‐ στατον ὡς ἐν ζῴου σώματι. ἐξηγήσομαι δὲ καὶ θέσιν αὐτοῦ καὶ μέγεθος καὶ σχῆμα καὶ τἄλλα σύμπαντα καὶ δείξω πάνθ’ οὕτως ἔχοντα καλῶς, ὡς οὐκ ἐνεδέ‐ χετο σχεῖν ἄλλως βέλτιον. ἀλλὰ ταῦτα μὲν ὕστερον.
10 Ὁ δὲ πούς, ὑπὲρ οὗ νῦν πρόκειται λέγειν, οὔτ’ ὀφθαλμοῦ χεῖρον οὔτ’ ἐγκεφάλου κατεσκεύασται.
πάντα γὰρ ἄριστα διάκειται τὰ κατ’ αὐτὸν μόρια πρὸς τοὖργον, οὗ χάριν ἐγένετο· τὸ δ’ ἄμεινόν τε καὶ βέλ‐ τιον ἐν τοῖς ἀπολειπομένοις κατά τι τῆς ἀκρότητος,177 in vol. 1
15οὐκ ἐν τοῖς ἀμέμπτοις πάντη ζητητέον. αἰσθήσεως ἀρχὴ καὶ νεύρων ἁπάντων ἐν ἐγκεφάλῳ. τί οὖν τοῦτο πρὸς τὸ βέλτιον αὐτὸν κατεσκευάσθαι ποδός, εἰ πρὸς τὴν ἐνέργειαν ἑκάτερον, ἧς ἕνεκα πρότερον γέγονεν,

3

.

243

ἄριστα διάκειται; οὔτ’ ἐγκέφαλος ‖ ἄνευ ποδὸς ἦν ἄν ποτε καλὸς μόνος οὔτε ποὺς ἐγκεφάλου χωρίς. δεῖ γὰρ οἶμαι τῷ μὲν ὀχήματός τινος, τῷ δ’ αἰσθήσεως. ὄχημα μὲν οὖν ἐγκεφάλου τό τ’ ἄλλο πᾶν σῶμα καὶ
5οἱ πόδες, αἴσθησιν δ’ αὐτοῖς ἐγκέφαλος χορηγεῖ. καί μοι πάλιν ἤδη πρόσεχε τὸν νοῦν ἐπὶ τὸν ἐξ ἀρχῆς προκείμενον λόγον. ἐπεὶ γὰρ ἐχρῆν αἰσθήσεως μετεῖ‐ ναι τῷ τοῦ ποδὸς δέρματι, μέλλοντί γε πολλάκις ἐπι‐ βήσεσθαι σκληροῖς τέ τισι καὶ ὀξέσιν, ὑφ’ ὧν θλώμε‐
10νον ἂν καὶ τιτρωσκόμενον διεφθείρετο πολυειδῶς, εἰ μὴ ῥᾳδίως αὐτῶν αἰσθανόμενον ἀποφεύγειν ὑπεμίμνησκε τὸ ζῷον, διὰ τοῦτο τοῦ μὲν εἰς τὴν πτέρναν ἐμβάλ‐ λοντος τένοντος, ὃν ἐκ τριῶν ἐλέγομεν γεννᾶσθαι μυῶν, ἡ ἐπιπολῆς μοῖρα πρὸς τὸ κάτω τοῦ ποδὸς
15ὑπερβαίνουσα τῷ κατὰ τὸ ἴχνος ἔνδοθεν ὑποφύεται δέρματι· τῷ βάθει δ’ αὐτῷ τοῦ ποδὸς τῷ μετὰ τὸ δέρμα, καθ’ ὃ καὶ οἱ μικροὶ δύο μύες εἰσίν, ἀποβλα‐ στήματα διανέμεται τῶν ἀπὸ νωτιαίου νεύρων σμικρά. τούτων δέ γε πολὺ μείζω τὰ τῆς χειρὸς ἄκρας νεῦρα
20πλέον ἢ κατὰ τὸν πόδα χρῃζούσης ἀκριβοῦς αἰσθήσεως,178 in vol. 1

3

.

244

ὡς οὐκ ἀντιλήψεως ‖ μόνης, ἀλλὰ καὶ ἁφῆς ὀργάνου γεγενημένης. ἀλλ’ ὅ γε πούς—οὐ γὰρ κοινὸν ἔμελλεν ἔσεσθαι παντὸς τοῦ σώματος ὄργανον ἁφῆς, ἀλλὰ βα‐ δίσεως μόνης—ὅσης εἰς τὸ μηδὲν ἑτοίμως πάσχειν
5αἰσθήσεως ἔχρῃζε, ταύτην ἐκτήσατο. τὴν δ’ ἀπὸ τῆς ἀρχῆς ὁδὸν ἅπασαν τῶν νεύρων μέχρι τοῦ ποδὸς εἴ σοι διεξίοιμι καὶ διδάσκοιμι, πόσην τῆς ἀσφαλείας αὐτῶν πρόνοιαν ἡ φύσις ἐποιήσατο, διὰ τὸ μῆκος τῆς ἀποστάσεως εὐλαβουμένη, μή τι πάθοι μαλακώτερα
10ὑπάρχοντα ἢ ὥστε τοσαύτῃ διαρκεῖν ὁδοιπορίᾳ, σὲ μὲν οἶδ’ ὅτι θαυμάζειν μειζόνως ἀναγκάσω τὴν τέχνην τῆς φύσεως, ἐμοὶ δ’ ἂν εἰς ἄμετρον μέγεθος ἡ ἐξήγησις ἀφίκοιτο τοῦ ποδός. ἀλλὰ περὶ μὲν τῶν νεύρων αὖθις ἰδίᾳ λελέξεται.
15 Τὸ δὲ τοῦ ποδὸς δέρμα συμφυὲς μὲν ἀκριβῶς ἐγένετο τοῖς ὑποκειμένοις ἅπασι μορίοις ὑπὲρ τοῦ μηδαμόσε περιτρέπεσθαι ῥᾳδίως, ἀποβλάστημα δ’ εἰς ὅλον αὐτὸ διέσπαρται τοῦ κατὰ τὴν πτέρναν τένον‐ τος, αὐτοῦ τε τοῦ μὴ περιτρέπεσθαι ῥᾳδίως χάριν
20καὶ ὅπως ἱκανῆς αἰσθήσεως μεταλαμβάνοι. ἔχει δὲ

3

.

245

συμμέτρως μαλακότητός τε καὶ σκληρότητος ἀπο‖χωρῆ‐ σαν ἑκατέρας τῆς ὑπερβολῆς, εἰς ὅσον ἐχρῆν αὐτὸ μήτ’ ἄγαν εὐπαθὲς μήτ’ ἄγαν δυσαίσθητον γενέσθαι. τὸ μὲν γὰρ ἐσχάτως σκληρὸν ἐγγὺς ἥκειν ἀναισθησίας
5ἀνάγκη, καθάπερ ὁπλαὶ καὶ χηλαὶ καὶ τὰ τῶν καρκί‐
νων τε καὶ καράβων καὶ φαλαινῶν καὶ ἐλεφάντων δέρματα· τὸ δ’ ἐσχάτως μαλακόν, εἰς ὅσον εὐαισθη‐ σίας, εἰς τοσοῦτον καὶ τῆς εὐπαθείας μετέχειν ἀναγ‐ καῖον. ἵν’ οὖν μήτ’ ἄγαν ἀναίσθητον ᾖ μήθ’ ἑτοί‐179 in vol. 1
10μως τι πάσχῃ, τὰς ὑπερβολὰς ἑκατέρας ἡ φύσις ἐφυ‐ λάξατο καὶ μέσον ἀκριβῶς ἐδημιούργησεν αὐτὸ μαλα‐ κοῦ τε καὶ σκληροῦ. καὶ οὕτως ἤδη σύμπας ἡμῖν ὁ ποὺς ἀπείργασται τοιοῦτος, οἷος μάλιστα πρέπει ζῴῳ λογικῷ.
15 Τὰ δὲ τῆς κνήμης, ὅσα μὲν κἀνταῦθα περί τε θέσεις καὶ σχέσεις καὶ μεγέθη καὶ σμικρότητας καὶ τὸν ὅλον ἀριθμὸν ἀρτηριῶν τε καὶ φλεβῶν καὶ νεύρων, οὐ χρὴ νῦν ἀκούειν ποθεῖν· ὅσα δὲ περὶ μυῶν τῶν κατ’ αὐτὴν ἢ πλήθους ἢ θέσεως ἢ τῆς ἐν
20μεγέθει τε καὶ σμικρότητι διαφορᾶς, ὀλίγον ἔμπροσθεν

3

.

246

εἴρηται πάντα. ‖ λοιπὸν δ’ ἂν εἴη χρεὼν ἐξηγήσασθαι τῶν ὀστῶν ἑκατέρου τὴν φύσιν ἅπασαν. ὀνομάζεται δὲ τὸ μὲν μεῖζον ὁμωνύμως τῷ κώλῳ παντὶ κνήμη, θάτερον δὲ περόνη. λεπτὸν ἱκανῶς τοῦτο καὶ πολὺ
5τῆς κνήμης ἀπολειπόμενον ἔξωθεν αὐτῇ παρατέταται, χρείαν τῷ ζῴῳ παρέχον, διττὴν μὲν τὴν πρώτην τε καὶ ἀναγκαίαν, ἐξ ἐπιμέτρου δ’, ὡς ἂν εἴποι τις, τρί‐ την. ἡ μὲν δὴ πρώτη χρεία τοιάδε ἐστί· τῆς πρὸς τὸν ἀστράγαλον διαρθρώσεως, ἣν ἐκτείνειν τε καὶ
10κάμπτειν ἐλέγομεν τὸν πόδα, ἕτερον μέρος ἥμισυ τὸ ἐκτὸς αὕτη σχεδὸν ἅπαν ἐργάζεται, καθάπερ ἡ κνήμη
τὸ ἔνδον. ἑτέρα δὲ χρεία περόνης ἥδε· καθ’ ἃ μάλιστα ῥᾳδίως ἔμελλεν ὑπὸ τῶν ἔξωθεν προσπιπτόντων ἀδι‐ κήσεσθαι πάντα τὰ κατὰ τὴν κνήμην ἀγγεῖά τε καὶ180 in vol. 1
15οἱ μύες, ἐνταῦθα παραβέβληται. ἡ δὲ δὴ τρίτη χρεία κατὰ τὴν ἔξω κεφαλήν, ἣν ἡ κνήμη τοῦ μηροῦ βαστά‐ ζει· κατὰ ταῦθ’ ὑπερηρεισμένη πρὸς ἀσφάλειάν τε ἅμα καὶ ἕδραν οὐ μικρὰ συντελεῖ. εἰ δέ τις οὐδὲν δεῖ‐ σθαι τῆς περόνης τὸ σκέλος νομίζει, δυναμένης γε
20δὴ τῆς κνήμης, ὡς ἄνω κατὰ τὸ γόνυ μόνη διαρθροῦ‐

3

.

247

ται πρὸς ‖ μηρόν, οὕτω καὶ κάτω διαρθροῦσθαι πρὸς ἀστράγαλον, οὐκ αἰσθάνεται μεγάλην εἰς τοσοῦτον ἀξιῶν ὑπάρχειν αὐτήν, ὡς μηδὲν ἀπολείπεσθαι μηροῦ. τοῦτο δὲ λιθίνῳ μέν τινι καὶ ξυλίνῳ ζῴῳ γενέσθαι
5δυνατόν τ’ ἐστὶ καὶ πρὸς τῷ μηδὲν βλάπτειν ἀσφαλέ‐ στερον οἶμαι βαστάζει τὰ ὑπερκείμενα, καθάπερ εἰ καὶ τὸν πόδα τις μὴ τοιοῦτον, οἷος νῦν ἐστιν, ἀλλὰ πολλῷ ποιήσαι μείζονα· ζῴῳ δ’ ἀληθινῷ μέλλοντι διὰ τῶν ἄνω κινήσειν τὰ κάτω παντάπασιν ἄτοπος ἡ τοιαύτη
10διάθεσις· ἰσχυρότερα γὰρ εἶναι χρὴ καὶ μείζονα τὰ κινήσοντα τῶν κινησομένων. καλῶς οὖν ἡ φύσις ἔξωθεν τῇ κνήμῃ παρατείνασα τὴν περόνην ἅμα μὲν πρόβλημά τι τοῦτο τοῖς τε μυσὶ καὶ τοῖς ἀγγείοις ἐδημιούργησεν, ἅμα δ’ ἐν τῇ μεταξὺ χώρᾳ πολλοὺς
15τῶν μυῶν κατέθετο, δι’ ὧν ἔμελλεν ὁ ποὺς κινήσε‐ σθαι. μέγα δ’ ὀστοῦν ἓν εἴπερ ἐποίησεν ἐνταυθοῖ μόνον, ἔξωθέν τ’ ἂν αὐτῷ τὰ ἀγγεῖα καὶ τοὺς μῦς ἀφρου‐
ρήτους περιέβαλε καὶ σύμπαν οὕτω παχὺ καὶ δύσφο‐ ρον ἀπειργάσατο τὸ κῶλον. οὐδὲ γὰρ οὐδὲ τοῦτ’181 in vol. 1

3

.

248

ἔστιν ‖ εἰπεῖν, ὡς ἄνωθεν μὲν αὐτῷ καὶ κάτωθεν ἐπι‐ φύσεις ἐργάσασθαι βέλτιον ἦν, αἷς διαρθρώσεται τοῖς παρακειμένοις, αὐτὸ δὲ τὸ καθ’ ὅλην τὴν κνήμην ἰσχνὸν ὀστοῦν ποιήσασθαι· ἐσχάτως γὰρ ἂν εὐπαθεῖς
5ἦσαν αἱ ἀποφύσεις αὐτοῦ καὶ μάλισθ’ αἱ κατὰ τὸν ἀστράγαλον, ἐπὶ πλεῖστον ὑπερεκπίπτουσαι τοῦ παντὸς ὀστοῦ τῆς εὐθύτητος. ἆρ’ οὖν οὐ δίκαιον κἀνταῦθα θαυμάζειν τὴν πρόνοιαν τοῦ δημιουργοῦ, πρὸς ἀμφο‐ τέρας τὰς χρείας, καίτοι γ’ ἐναντίας οὔσας, ἀκριβῶς
10ἁρμόττοντά τε καὶ ὁμολογοῦντα ἀλλήλοις ἐργασαμένου τὰ τοῦ παντὸς κώλου μόρια; διότι μὲν γὰρ βαστάζε‐ σθαι τὸ ὑπερκείμενον ἐχρῆν ὑπὸ τοῦ κάτωθεν, ἰσχυ‐ ρότερόν τε ἅμα καὶ μεῖζον εὔλογον ἦν εἶναι τὸ ὑπο‐ τεταγμένον, ὡς ἐπί τε κιόνων ἔχει καὶ τειχῶν καὶ
15οἰκιῶν καὶ πύργων καὶ πάντων τῶν ἀψύχων· ὅτι δὲ κινεῖν μὲν ἔδει τὸ ὑπερκείμενον, κινεῖσθαι δ’ ὑπ’ αὐτοῦ τὸ κατωτέρω, μεῖζον αὖ πάλιν ἅμα καὶ ἰσχυρό‐ τερον εὔλογον ἦν εἶναι τὸ ἄνωθεν, ὡς ἐπί τε βρα‐ χίονος ἔχει καὶ πήχεως καὶ ἄκρας τῆς χειρός. ὥστ’,
20ἐπεὶ καὶ τῇ κνήμῃ πρὸς μὲν τὸ καλῶς ὀχεῖν τὸν μηρὸν

3

.

249

ἄμεινον ‖ ἦν γενέσθαι μείζονι, πρὸς δὲ τὸ κινεῖσθαι ῥᾳδίως ἐλάττονι, καὶ ἦν ἀναγκαῖον ἑλέσθαι θάτερον ἀμφοῖν ἅμα συνελθεῖν ἀδυνατούντων, εὔλογον δήπου‐ θεν ἐκλέξασθαι μὲν τὸ χρησιμώτερον, ἀμελῆσαι δὲ
5μηδὲ θατέρου παντάπασιν. ἀλλ’ ἐν ὀργάνοις ἕνεκα βαδίσεως γεγονόσιν ἡ πρὸς τὴν κίνησιν ἑτοιμοτέρα κατασκευὴ μακρῷ χρηστοτέρα τῆς εἰς ἀσφάλειαν ἕδρας ἐπιτηδείου. ταῦτ’ ἄρα σμικροτέραν μὲν ἐποίησε τοῦ μηροῦ τὴν κνήμην, οὐ μὴν εἰς τοσοῦτόν γ’ ἀπολειπο‐182 in vol. 1
10μένην, ὡς μηδὲ βαστάζειν αὐτὸν ἀσφαλῶς ἔτι δύνασθαι. καί σοι κἀνταῦθα πρῶτον μὲν ἀναμνηστέον τῆς κατ’ ἀρχὰς ῥηθείσης μεθόδου, καθ’ ἣν ἐλέγομεν ἑκάστου τῶν μορίων τὴν χρείαν εἰς τὴν ἐνέργειαν ἀναφέρεσθαι χρῆναι τοῦ σύμπαντος ὀργάνου· δεύτερον δ’ ὡς, εἰ
15πάνθ’ ὑπαλλάττοντες αὐτῶν τῷ λόγῳ μήτε θέσιν εὑρίσκοιμεν ἑτέραν τῆς νῦν οὔσης βελτίω μήτε σχῆμα μήτε μέγεθος μήτε πλοκὴν μήθ’ ὅλως τι τῶν ἄλλων, ἃ τοῖς σώμασιν ἅπασιν ἐξ ἀνάγκης ὑπάρχει, τελεωτά‐

3

.

250

την ἀποφαί‖νεσθαι δεῖ καὶ πάντη κατωρθωμένην τὴν νῦν αὐτοῖς οὖσαν κατασκευήν. Ὅτι μὲν οὖν τά τ’ ἔμπροσθεν εἰρημένα κατὰ ταύτην ἡμῖν ἠκρίβωται τὴν μέθοδον ἔν τε τοῖς
5ἑξῆς ὁμοίως αὐτὴν διαφυλάξομεν, οὐδεὶς ἂν προσέχων τὸν νοῦν τοῖς προγεγραμμένοις ἀγνοήσειεν. ὅτι δὲ καὶ τὸ τῆς κνήμης μέγεθος εἰς ἀκριβῆ συμμετρίαν ἥκει πρός τε τὸ τοῦ μηροῦ καὶ τὸ τοῦ ποδός, ὡς εἴς τε τὸ τάχος τῆς κινήσεως ἄριστα παρεσκευάσθαι καὶ μηδὲν
10παραβλάπτειν εἰς τὸ τῆς ἕδρας ἀσφαλές, ἔκ τε τῶν διὰ κιρσοὺς ἤ τινα σκίρρον παχυνθέντων αὐτὴν κἀκ τῶν ἐναντίως τούτοις δι’ ἕτερόν τι σύμπτωμα καταλεπτυν‐ θέντων ἐναργῶς ἔστι μαθεῖν. οἷς μὲν γὰρ παχυτέρα
τοῦ δέοντος ἐγένετο, διὰ τὸ περιττὸν βάρος ἐμποδίζει τε183 in vol. 1
15καὶ διαφθείρει τὸ τάχος τῆς βαδίσεως· οἷς δ’ ἐπὶ πλέον ἐστὶν ἰσχνή, ῥᾳδίως οὗτοι περιτρέπονταί τε καὶ καταπίπτουσι, μάλιστ’ εἰ καὶ θᾶττον κινεῖσθαι προέ‐ λοιντο. δεόμεθα γάρ, ὡς καὶ πρότερον εἴρηται, πρὸς τὸ βαδίζειν καλῶς ἐπὶ μὲν θατέρου σκέλους ἀσφαλῶς

3

.

251

ὀχεῖσθαι ‖ τὸ σύμπαν σῶμα, περιφέρειν δ’ ὠκέως θάτε‐ ρον. ἄμφω δ’ ἔχει ταῦτα τὸ κατὰ φύσιν τῆς κνήμης μέγεθος· καὶ γὰρ βαστάζειν ἱκανόν ἐστι τὰ ὑπερκεί‐ μενα καὶ μεταφέρεσθαι πρὸς αὐτῶν ῥᾳδίως. καὶ
5οὕτως ἤδη δῆλον, ὅτι μείζονα τῆς νῦν οὔσης οὐκ ἐχρῆν γίγνεσθαι τὴν κνήμην ὅτι τε τηλικαύτης οὔσης αὐτῆς οὐ σμικρὰν ὠφέλειαν ἡ περόνη παρέχεται, τῷ τε κατὰ τὸν ἀστράγαλον ἄρθρῳ κἀκ τῶν ἔξωθεν οἷον πρόβλημά τι παρατεταμένη καὶ πρὸς τούτοις ἔτι τῇ
10τῆς κνήμης ὑπερηρεισμένη κεφαλῇ. δῆλον οὖν ἐκ τῶν εἰρημένων, ὅτι τε πλεῖστον ἀφέστηκεν ἡ τῆς περόνης κατασκευὴ τῆς κερκίδος ὅτι τε καλῶς ἡ φύσις, ἔνθα μηδὲν πλέον ἔσεσθαι ἔμελλε τοῖς βαδιστικοῖς ὀργάνοις ἐκ τοῦ πλήθους τῶν ἄρθρων, ἐνταῦθα τὰς συνθέσεις
15τῶν ὀστῶν ἀκινήτους ἀπειργάσατο παντάπασιν. ἡ μὲν γὰρ ἑτοιμότης τε καὶ ποικιλία τῶν κινήσεων τοῖς ἀντι‐ ληπτικοῖς ὀργάνοις, ἡ δὲ τῆς ἕδρας ἀσφάλεια τοῖς βαδιστικοῖς ἐστιν ὠφελιμωτέρα. ταῦτ’ ἄρα καὶ τῆς κερκίδος ἄνω τε καὶ κάτω διαρθρουμένης ἡ περόνη

3

.

252

κατ’ ἄμφω τὰ μέρη συναρθροῦται ‖ τῇ κνήμῃ. ὡς
γάρ, εἴπερ ἁπλοῦν ὅλον ἦν τὸ σκέλος, οὐδαμόθεν διαλαμβανόμενον ἄρθροις, ἀσφαλέστερον ἂν ὑπ’ αὐτοῦ τὸ πᾶν ἐβαστάζετο ζῷον, οὕτω νῦν ἐκ τοῦ τὰς πλεί‐184 in vol. 1
5στας τῶν διαρθρώσεων ἀποθέσθαι πλησίον ἥκει τῆς παντελοῦς ἀσφαλείας. ἀδιάρθρωτον μὲν γὰρ εἴπερ ἐγένετο τελέως, οὔτ’ ἂν ἐκτείνεσθαι δυνατὸν ἦν οὔτε κάμπτεσθαι, καὶ οὕτως ἂν ἅπασαν ἀπώλεσε τὴν χρείαν, ἧς ἕνεκα γέγονεν. εἰς παμπόλλας δὲ διαρθρώσεις
10διῃρημένον εὐόλισθόν τε καὶ σφαλερὸν ἦν ἂν εἰς τοσοῦτον, ὡς μηδέποτ’ ἐγκρατῶς ἡμᾶς ἐφ’ ἑνὸς ἵστα‐ σθαι σκέλους, ἀλλ’ εὐθὺς περιτρέπεσθαί τε καὶ κατα‐ πίπτειν. ὥστε κἀνταῦθα θαυμάζειν χρὴ τὴν φύσιν ἐκ τῶν ἐναντίων τε καὶ διαφθειρόντων ἄλληλα καὶ
15μαχομένων, ἀναγκαίων δ’ ὑπαρχόντων ἀμφοτέρων τῷ σκέλει τοσοῦτον ἑκατέρων λαβοῦσαν, ὅσον μήτε τὸ τῆς κινήσεως εὐμαρὲς μήτε τὸ τῆς ἕδρας ἀσφαλὲς διαφθείρειν ἔμελλεν. Ἀλλὰ γὰρ αὐτά τε ταῦτα θαυμασίως
20αὐτῇ διατέτακται καὶ τούτων ἔτι μᾶλλον ἡ κατὰ

3

.

253

γόνυ διάρ‖θρωσις. αἵ τε γὰρ ἐπιφύσεις τοῦ κατὰ τὸν μηρὸν ὀστοῦ, καλουμένου δ’ ὁμοίως καὶ αὐτοῦ τῷ παντὶ κώλῳ, θαυμαστῶς ὅπως ἁρμοττούσας ἔχουσι τὰς ἐν τῇ κνήμῃ κοιλότητας, ὡς μήτε χαλαρὰν εἶναι τὴν
5ἐπίβασιν αὐτῶν μήτε δυσκίνητον ὑπὸ στενοχωρίας οἵ τε περικείμενοι σύνδεσμοι πανταχόθεν ἀσφαλῶς φρου‐ ροῦσι καὶ συνέχουσι τὴν διάρθρωσιν, ὡς μήτε καμ‐
πτόντων ποτὲ μήτ’ ἐκτεινόντων ἐπὶ πλεῖστον ὀλισθάνειν ἀπὸ τῆς κνήμης τὸν μηρόν· ἥ τε μύλη μὲν πρός185 in vol. 1
10τινων, ἐπιγονατὶς δ’ ὑφ’ ἑτέρων ὀνομαζομένη, χον‐ δρῶδες ὀστοῦν οὖσα, τὰ πρόσω μέρη τῆς διαρθρώσεως ἅπαντα καταλαμβάνει, κωλύουσα μὲν καὶ αὐτὸν τὸν μηρὸν ὀλισθάνειν εἰς τὰ πρόσω κατ’ ἐκεῖνα μάλιστα τὰ σχήματα τὰ καλούμενα γνύξ τε καὶ ὀκλάξ, ἤδη δὲ
15καὶ τοῦ μὴ καταπίπτειν, καὶ μάλιστ’ ἐν τοῖς κατάντεσι χωρίοις προπετοῦς εἰς τὰ πρόσω τοῦ παντὸς ἡμῶν σώματος γιγνομένου, οὐ μικρὰν ὠφέλειαν παρεχομένη. τούτου δ’ ἐναργῶς ἐπειράθημεν ἐπί τινος νεανίσκου τῶν περὶ παλαίστραν ἐχόντων, οὗ διαπαλαίοντος ἀπο‐

3

.

254

σπασθεῖσα ‖ τῶν συνδέσμων ἡ μύλη τοῦ γόνατος μὲν ἀπεχώρησεν, ἀνέδραμε δ’ ἐπὶ τὸν μηρόν, καὶ ἦν ἄμφω τούτῳ σφαλερά, τό τ’ ὀκλάζειν καὶ τὸ βαδίζειν ἐν τοῖς κατάντεσιν, ὥστε σκίπωνος ἐδεῖτο τὰ τοιαῦτα
5διερχόμενος χωρία. καὶ τοίνυν εἰ πάσας τὰς κατὰ τὸ γόνυ κοιλότητας ἢ ἐξοχὰς εἴποιμι τῶν ὀστῶν καὶ δεικνύοιμι μήτ’ ἐξοχὴν μηδεμίαν ἀποροῦσαν ἐπιτη‐ δείου κοιλότητος, ἀλλὰ μηδὲ κοιλότητά τινα τῆς κατα‐ ληψομένης αὐτὴν ἐξοχῆς, ἁπάσας δ’ ἀκριβῶς μὲν ἁρ‐
10μοττούσας ἀλλήλαις, ἔξωθεν δὲ συνεχομένας ὀφρύσι τέ τισιν αὐτῶν τῶν ὀστῶν καὶ συνδέσμοις τοῖς μὲν πλατέσι, τοῖς δὲ στρογγύλοις, μακρότερος μὲν ἂν οὕτω μοι παρ’ ὃ προὐθέμην ὁ λόγος γίγνοιτο, σαφέστερος
δ’ οὐδὲν μᾶλλον. αὐτάρκη γάρ ἐστι καὶ τὰ διὰ τῶν186 in vol. 1
15ἔμπροσθεν εἰρημένα κοινῇ τε καὶ καθόλου περὶ πάν‐ των τῶν ἄρθρων τῆς κατασκευῆς. εἰ μὲν γὰρ ὡς μῦ‐ θόν τις γραὸς ἀναγιγνώσκοι τὸν λόγον, οὐδὲν ἂν εἴη πλέον οὐδ’ 〈ἐκ〉 τῶν εἰρημένων αὐτῷ· εἰ δ’ ἐξετάζειν ἕκαστα καὶ βασανίζειν ἀκριβῶς ἐπ’ αὐτῶν τῶν ἐν ταῖς
20ἀνατομαῖς φαινομένων ἐθελήσειε, θαυμάσειν οἴομαι

3

.

255

τὴν φύσιν αὐτὸν ‖ οὐκ ἐπὶ γόνατος μόνον, ἀλλὰ καὶ καθ’ ἕκαστον τῶν ἄλλων ἄρθρων ἀκριβῶς ἅπαντα τά τε μεγέθη καὶ τὰ σχήματα ἀλλήλοις ὁμολογοῦντα τά τε τῶν ἐξοχῶν καὶ τὰ τῶν ὑποδεχομένων αὐτὰς κοιλο‐
5τήτων ἐργασαμένην· θαυμάσει δ’ οὐδὲν ἧττον καὶ τὴν ἔξωθεν ἅπασαν ἀσφάλειαν ἀνάλογον τῇ ῥώμῃ τῆς ἐνεργείας ἐπαυξομένην, ὡς ἐπί τε τῶν κατὰ τὸν πόδα διαρθρώσεων ἔμπροσθεν ἐδείκνυτο ταῖς ἐν χερσὶ παραβαλλομένων, καὶ νῦν ἐπὶ τῆς κατὰ τὸ γόνυ πα‐
10ραλλάττον τὴν κατὰ τὸ ὠλέκρανον κατασκευὴν εἴς τε τὰ ἄλλα τὰ πρόσθεν εἰρημένα καὶ τὴν ῥώμην τῶν συνδέσμων καὶ τὴν τῆς μύλης ἐπίβασιν ἐναργῶς φαί‐ νεται, πρὸς μὲν τοῖς ἄλλοις συνδέσμοις τοῖς τε διὰ βάθους καὶ τοῖς ἐν κύκλῳ περιειληφόσιν ὅλην τὴν
15διάρθρωσιν ἑτέρους τινὰς οὐ πάνυ μὲν στρογγύλους, εὐρώστους δ’ ἱκανῶς, τὸν μὲν τἀκτὸς μέρη τῶν ὀστῶν
συνδοῦντα, τὸν δὲ τἀντὸς ἀπεργασαμένης τῆς φύσεως, ἐπιθείσης δ’ ἐν τοῖς πρόσω μέρεσι τὴν μύλην, ὥστε πανταχόθεν ἀκριβῶς ἐσφίγχθαι τὸ ἄρθρον. τεττάρων187 in vol. 1

3

.

256

γὰρ ‖ οὐσῶν χωρῶν ἀμφ’ αὐτό, τῆς πρόσω, τῆς ὀπίσω, τῆς ἐν δεξιᾷ, τῆς ἐν ἀριστερᾷ, καὶ μάλιστα μὲν τῆς ἔμπροσθεν οὐ σφαλερᾶς οὔσης μόνον, ἀλλὰ καὶ πονεῖν ὑπὲρ τὰς ἄλλας μελλούσης, δεύτερον δὲ τῆς ἔξωθεν,
5ὡς ἂν τῶν προσπιπτόντων τῷ κώλῳ καὶ θλᾶν καὶ τιτρώσκειν δυναμένων ταύτῃ μᾶλλον ἢ τῇ ἔνδον ἐνο‐ χλούντων, πλέον δὲ τῆς ὀπίσω πονήσειν ἢ πείσεσθαί τι μελλούσης, τῇ μὲν πρώτῃ ῥηθείσῃ τὴν μύλην ἐπέβαλε, τῇ δὲ δευτέρᾳ τὸν ἕτερον τῶν στρογγύλων συνδέσμων
10ἅμα τῷ πέρατι τοῦ πλατέος μυός, τῇ δὲ τρίτῃ τὸν ἕτερον σύνδεσμον, τῇ τετάρτῃ δ’ οὔτ’ ὀστοῦν οὔτε σύνδεσμον ἐξαίρετον οὐδένα περιέβαλε πλὴν τῶν πλα‐ τέων τε καὶ λεπτῶν ἐκείνων, οἷς ἅπαν ἄρθρον συνῆ‐ πται. καὶ μὴν εἰ μὴ πάντη προνοίας τε ἅμα καὶ
15τέχνης ἄκρας ἡ φύσις ἐπίδειξιν ἐποιεῖτο, τί τὸ κωλῦον ἦν αὐτήν, ὀπίσω μὲν θεῖσαν τὴν μύλην, ἀφρούρητον δὲ τὸ πρόσω καταλιποῦσαν, ἅμα μὲν διαφθεῖραι τὴν καμπὴν τοῦ γόνατος, ἅμα δ’ ἕτοιμον ἐκπίπτειν ἀπερ‐ γάσασθαι τὸ κῶλον; τί δ’ ἐκώλυε τῶν στρογγύλων

3

.

257

συνδέσμων ὑπηλλάχθαι τὴν θέσιν; ‖ ἀλλὰ γάρ, ὡς ἔφαμεν, οὐκ ἐπὶ γόνατος μόνον ἅπαντα τὰ τοιαῦτα ἐξετάζων τις, ἀλλὰ καὶ καθ’ ἕκαστον τῶν ἄρθρων, εἰς ἄκρον ἅπαντα σοφίας θ’ ἅμα καὶ προνοίας ἥκοντα
5θεωρήσει. περὶ μὲν δὴ τούτων οὐ χρὴ μηκύνειν ἔτι. Διὰ τί δ’ οἱ σύμπαντες μύες ἐγένοντο κατὰ τὸν μηρὸν ἐννέα τὸν ἀριθμόν, ἐφεξῆς ἂν εἴη ῥητέον. διδάσκει δὲ κἀνταῦθα τὴν αἰτίαν τῆς γενέ‐ σεως αὐτῶν ἡ ἐνέργεια. τρεῖς μὲν γὰρ οἱ κατὰ τὰ188 in vol. 1
10πρόσω τοῦ μηροῦ μέγιστοι τῶν ταύτῃ μυῶν εὐθὺ τοῦ γόνατος φέρονται, καὶ τούτων εἷς μὲν ἐμφύεται τῇ μύλῃ σαρκώδεσι λαβαῖς, δύο δ’ οἱ λοιποὶ μέγιστον ἕνα γεννῶσι τένοντα. πλατυνόμενος δ’ οὗτος ἐπιφύε‐ ται πάσῃ τῇ μύλῃ σφίγγων αὐτὴν ἀκριβῶς καὶ συνέ‐
15χων τοῖς ὑποκειμένοις· εἶθ’ ὑπερβαίνων τὸ ἄρθρον ἐμφύεται τοῖς πρόσω μέρεσι τῆς κνήμης, ἀνατείνων τε ταύτην, εἰ ταθείη, καὶ πᾶσαν ἐκτείνων τὴν κατὰ γόνυ διάρθρωσιν. ἕτεροι δὲ δύο μύες εἷς ἑκατέρωθεν τῶν εἰρημένων τριῶν, ὁ μὲν ἔξωθεν, ὁ δ’ ἔσωθεν εἰς τὰ

3

.

258

πλάγια μέρη ‖ τῆς κνήμης ἐμφύονται, λοξῆς ἑκάτερος ἐξηγούμενος κινήσεως· ὁ μὲν γὰρ ἔξωθεν ἔσω προσάγει τὸ σκέλος, ὁ δ’ ἕτερος ἐκτὸς ἀπάγει. τὴν δ’ ἔκφυσιν ὁ μὲν ἐκ τῆς συμβολῆς ἔχει τῶν τῆς ἥβης ὀστῶν, ὁ
5δ’ ἐκ τῶν ἐξωτάτω μερῶν τοῦ ἰσχίου· κάλλιστα γὰρ οὕτως ἔμελλον εἰς λοξὰς κινήσεις ἀπάξειν τὸ σκέλος. ἐν τῷ μεταξὺ δ’ αὐτῶν ἄλλαι τρεῖς εἰσι μυῶν ἐκφύ‐ σεις κατὰ στοῖχον κείμεναι μικρὰς κινήσεις κινούντων τὸ γόνυ. κάμπτει μὲν γὰρ τὸ γόνυ καὶ πρὸς τἀντὸς
10ἀπάγει τὴν κνήμην ὁ συνεχὴς τῷ ἔνδον· ἀπάγει δ’ ἐκτὸς ἅμα τῷ κάμπτειν ὥσπερ ἐξελίττων αὐτὴν ὁ ψαύων τοῦ ἔξωθεν. ὁ δ’ ὑπόλοιπος, ὅσπερ καὶ μέσος
ἁπάντων ἐστίν, εἰς τὴν ἔνδον ἐμφυόμενος τοῦ μηροῦ κεφαλὴν κάμπτει μὲν καὶ ὅλον τὸν μηρόν, συνεπισπᾶ‐189 in vol. 1
15ται δὲ καὶ ὅλην τὴν κνήμην ἐπιβάλλων αὐτοῖς τοῖς περὶ τὴν διάρθρωσιν ἄχρι θατέρου τῶν κατὰ τὴν κνή‐ μην μεγίστων μυῶν, ᾧ συνεπισπᾶται καὶ αὐτὴν ὅλην τὴν κνήμην. ὁ δ’ ὑπόλοιπος τῶν κινούντων τὴν κατὰ γόνυ διάρθρωσιν ἐννέα μυῶν, ὁ στενὸς καὶ μα‐
20κρός, ἐκ τοῦ τῆς λαγόνος ὀστοῦ φυόμενος, ἀνατείνει

3

.

259

τὴν ‖ κνήμην ἄνω λοξήν, εἰς ἐκεῖνο μάλιστα τὸ σχῆμα καθιστὰς ὅλον τὸ σκέλος, ἐν ᾧ μαλάττοντες ἀναφέρομεν τὸν πόδα πρὸς τὸν βουβῶνα θατέρου σκέλους. ἐπὶ τούτοις δ’ ἅπασιν ὁ κατὰ τὴν ἰγνύαν ἐστὶ μικρὸς μῦς
5ὁ κάμπτων τὸ γόνυ, θαυμαστῶς κἀνταῦθα προνοησα‐ μένης τῆς φύσεως τοῦ τε πλήθους αὐτῶν καὶ τοῦ μεγέθους καὶ τῆς θέσεως καὶ τῆς ἐμφύσεως, ὡς μηδὲν ἐνδεῖν ἔτι πρὸς τὴν κίνησιν τῷ γόνατι, τούτων οὕτω διατεταγμένων, εἰ δ’ ὑπαλλαγείη τι κἂν ἓν τῶν εἰρημέ‐
10νων, ἢ βλάπτεσθαί τινα κίνησιν ἢ τελέως διαφθείρε‐ σθαι. τὸ μὲν δὴ τρεῖς γενέσθαι τοὺς μεγάλους τοὺς ἐκτείνοντάς τε τὸ σκέλος κατὰ τὸ γόνυ πιλοῦντάς τε καὶ ἀνατείνοντας τὴν μύλην ἐναργῶς οἶμαι φαίνεται τοῖς γε τῶν εἰρημένων μεμνημένοις, εἰς ὅσον ἥκει
15προνοίας· ἁπάσης γὰρ σχεδὸν τῆς κατὰ τὸ γόνυ κινή‐ σεως ἐν τούτοις τοῖς μυσὶ τὸ κράτος ἔμελλε γενήσε‐ σθαι. τηνικαῦτα γὰρ ἰσχυροτάτου τε καὶ ἀκριβῶς
τεταμένου δεόμεθα τοῦ σκέλους παντός, ὅταν ἐν τῷ βαδίζειν ὑψηλότερον μὲν περιφέρηται θάτερον, ὅλον δ’190 in vol. 1

3

.

260

ὀχῆται τὸ τοῦ σώματος βάρος ‖ ἐπὶ τοῦ μένοντός τε καὶ κατὰ γῆς ἐστηριγμένου. ἀλλ’ ἐν τούτῳ τῶν ἐκτει‐ νόντων κατὰ τὸ γόνυ μυῶν, οἵπερ εἰσὶν οἱ προειρη‐ μένοι τρεῖς, ἐνεργούντων τε καὶ τεταμένων ἀκριβῶς
5δεόμεθα· τὸ μὲν γὰρ κάμπτεσθαι τῇ κατὰ γόνυ διαρθρώσει διὰ τῶν ὄπισθεν ὑπάρχει μυῶν, τὸ δ’ ἐκτείνεσθαι διὰ τῶν ἔμπροσθεν. εἴπερ οὖν, ὁπότε μάλιστα τεταμένου τοῦ σκέλους δεόμεθα, τηνικαῦτα τοῖς τρισὶ τούτοις μυσὶ μόνοις ἐπιτρέπομεν τὸ γόνυ
10φυλάττειν τ’ ἀκριβῶς ἀκλινὲς ὀπίσω τ’ εἰλεῖν καὶ προσάγειν καὶ σφίγγειν τὴν μύλην, ὡς καὶ διὰ ταύτης ἡ ὀρθότης αὐτῶν φυλάττοιτο, δῆλον, ὡς τὸ πᾶν κῦρος τῆς ἐνεργείας τῶν σκελῶν ἐν τούτοις ἐστίν. ἡ γὰρ εἰς τὰ πλάγια κίνησις αὐτῶν ἐκ περιουσίας ἐστί, παν‐
15ταχοῦ τῆς φύσεως ἅπαντα τὰ μέλη κοσμούσης πλέον ἢ κατὰ τὴν ἀναγκαίαν ἐνέργειαν. αὐτὸ δὲ τὸ πρῶτον ἔργον τῶν σκελῶν, οὗ χάριν ἐγένετο, βάδισίς ἐστιν, εἰς ἣν ὅτι τῶν ἐκτεινόντων τὸ γόνυ μυῶν μάλιστα δεόμεθα πρὸς τὴν κατὰ τοῦτο τὸ ἄρθρον ἐνέργειαν,
20οὐδεὶς ἀγνοεῖ. ὥσπερ οὖν ἐπὶ τοῦ ποδὸς εἰς τὴν πτέρ‐

3

.

261

ναν εὐλόγως ἐδείκνυντο δύο μύες ὄπισθεν ‖ ἐμφυόμενοι διὰ μεγίστου τένοντος, οὕτως ἐπὶ τοῦ γόνατος εἰς τὴν κεφαλὴν τῆς κνήμης ἔμπροσθεν ἦν αὐτοὺς ἐμφῦναι κάλλιον. τῷ μὲν γὰρ ποδὶ τὴν ἀσφάλειαν τῆς ἕδρας
5οἱ μύες ἐκεῖνοι, τῷ δ’ ὅλῳ σκέλει τὸ τῆς ἐκτάσεως ἀκλινὲς οὗτοι παρέχονται. τρισὶ δ’ οὖσιν αὐτοῖς τρεῖς ἀντέταξεν ὄπισθεν, οὔθ’ ὁμοίως εὐρώστους οὔθ’ ἕνα γεννῶντας ἅπαντας τένοντα, διὰ τὸ χρῆναι μὲν πάν‐ τως, ὡς ἐν τοῖς περὶ μυῶν κινήσεως ἀποδέδεικται191 in vol. 1
10λόγοις, ἀντιτετάχθαι παντὶ μυῒ μῦν ἕτερον, ἐναντίας κινήσεως δημιουργόν, εἶναι δ’ οὐκ ἴσην ἀξίαν τῆς ἐκτεινούσης τὸ γόνυ κινήσεως καὶ τῆς καμπτούσης. ὡς οὖν ἀντιταχθησομένους τε μόνους αὐτοὺς καὶ τῆς ἐναντίας ἐξηγησομένους κινήσεως ἡ φύσις τοὺς τρεῖς
15μὲν ἐποίησεν ὡσαύτως, οὐ μὴν οὔτ’ αὐτοὺς ὁμοίως ἰσχυροὺς οὔτ’ εἰς τένοντας ὁμοίως ἐκείνοις εὐρώστους τελευτῶντας. ἔδωκε δὲ τοῖς ἑκατέρωθεν τοῦ μέσου λοξήν τινα κίνησιν οὐ βραχεῖαν. ὅπως δὲ πανταχόσε περιφέρηται τὸ ἄρθρον, ἑκατέρωθεν ἕνα μῦν αὐτῷ

3

.

262

παρέτεινε, τὸν μὲν τοῖς ἔμ‖προσθεν μυσί, τὸν δὲ τοῖς ὄπισθεν παραβεβλημένον. καὶ μὴν ὅτι τὰ μὲν μείζω τῶν ἄρθρων ἢ διὰ μεγάλων μυῶν ἢ διὰ πολλῶν ἢ δι’ εὐρώστων τενόντων κινεῖται, τὰ δ’ ἐλάττω δι’
5ἐλαττόνων ἢ μικροτέρων ἢ ἀρρωστοτέρων, οὐκ οἶδ’ ὅπως οὐχὶ κἀνταῦθα χρὴ θαυμάζειν αὐτῆς τὴν τέχνην, εἰ μὴ ἄρα δικαιότερον εἶναι φήσειέ τις, ὀλίγους μὲν καὶ μικροὺς καὶ ἀρρώστους μῦς τοῖς μεγάλοις κώλοις τε καὶ ἄρθροις ἐπιτετάχθαι δεῖν, ἰσχυροὺς δὲ καὶ μεγά‐
10λους καὶ πολλοὺς τοῖς μικροῖς. ἴσως γὰρ ἂν ὁ τοιοῦ‐
τος καὶ λοξοὺς μὲν ταῖς κατ’ εὐθὺ κινήσεσιν, εὐθεῖς δὲ ταῖς λοξαῖς ἐφεστάναι βουληθείη. μέγεθος μὲν δὴ τῶν κατὰ τὸν μηρὸν μυῶν καὶ πλῆθος καὶ θέσις εἰς τοσόνδε προνοίας ἥκει τῇ φύσει. καταφύονται δ’192 in vol. 1
15ἅπαντες εἰς τὴν κεφαλὴν τῆς κνήμης ὑπερβαίνοντες τὴν διάρθρωσιν, οὐ σμικρὰν οὐδ’ ἐνταῦθα τέχνην ἐπιδεικνυμένης αὐτῆς. ὡς γὰρ καὶ ὅσοι διά τινων μηρίνθων τὰ ξύλινα τῶν εἰδώλων κινοῦσιν, ἐπέκεινα τῶν ἄρθρων εἰς τὴν κεφαλὴν τοῦ μέλλοντος κώλου

3

.

263

κινή‖σεσθαι καθάπτουσιν αὐτάς, οὕτως ἡ φύσις πολὺ προτέρα καθ’ ἕκαστον τῶν ἄρθρων ἐτεχνήσατο· καὶ μὴν εἰ τὰ μὲν ἄλλα σύμπαντα τοσαῦτά τε καὶ τοιαῦτα περὶ τὴν τῆς κνήμης κίνησιν ἀπειργάσατο, μόνης δὲ
5τῆς ἐπικαίρου τῶν τενόντων ἐμφύσεως ἠμέλησεν, οὐδὲν ἂν οὐδ’ ἐκείνων ὄφελος ἦν. ὅτι μὲν οὖν, εἰ, πρὶν ὑπερβῆναι τὸ ἄρθρον, οἱ τένοντες ἐνεφύοντο, τὴν ἀρχὴν οὐδ’ ἂν ἐκίνουν τὴν κνήμην, ἐναργῶς φαίνεται· ὅτι δ’, εἰ καὶ μετὰ τὸ διαβῆναι, μὴ καθ’ ὃ νῦν εἰσβάλ‐
10λουσιν, ἀλλ’ ἤτοι κατ’ αὐτὴν εὐθέως τὴν ἀρχὴν τῆς κνήμης ἢ μέχρι πλείστου προϊόντες, οὐδ’ αὐτὸ παντά‐ πασιν ἄδηλον. ἡ μὲν γὰρ εἰς τὴν ἀρχὴν μόνην αὐτῶν κατάφυσις οὐκ ἂν ἦν ὁμοίως ἀσφαλὴς οὐδ’ εὔρωστος, ὀλίγαις λαβαῖς καὶ ταύταις ἐξ ἄκρου τοῦ κώλου τὸ
15πᾶν ὀστοῦν ἐπιχειρούντων κινεῖν· ἡ δ’ εἰς τὰ πορρω‐ τέρω τε καὶ περὶ μέσην τὴν κνήμην, ὡς ἐπὶ τῶν πιθήκων ἔχει, τελέως ἐκτείνεσθαι τοῖς κώλοις οὐκ
ἂν ἐπέτρεπε, ἀλλ’ ἦν ἂν οἷον συνδεδεμένα τε καὶ ἀπηρτημένα πρὸς τοὐπίσω, καθάπερ καὶ νῦν τοῖς πι‐193 in vol. 1

3

.

264

θήκοις ‖ ἐστίν. οἱ γὰρ ἐκ τῶν ὀπίσω μερῶν ἥκοντες μύες, εἰς μέσην σχεδόν τι τὴν κνήμην ἢ βραχύ τι πρὸ αὐτῆς ἐν τούτοις τοῖς ζῴοις ἐμφυόμενοι, τοῖς ἔμπρο‐ σθεν μυσὶ τοῖς ἐκτείνουσι τὸ κῶλον ἀντιπράττοντές τε
5καὶ ἀντισπῶντες ὀπίσω τὸ σκέλος, οὐκ ἐπιτρέπουσιν ἐκτείνειν ἀκριβῶς τὸ γόνυ. καί σοι κἀνταῦθα βασα‐ νίζειν ἔξεστι τὸ κατὰ τὴν ἀρχὴν τοῦ λόγου παντὸς εἰρημένον, ὡς ἡ φύσις ἐπιτήδεια τοῖς τῆς ψυχῆς ἤθεσί τε καὶ δυνάμεσι τὰ τοῦ σώματος ἅπασι τοῖς ζῴοις
10κατασκευάζει μόρια. καὶ γάρ τοι καὶ τῷ πιθήκῳ, κα‐ θότι καὶ πρόσθεν εἴρηται, γελοίῳ τὴν ψυχὴν ὑπάρχοντι ζῴῳ καὶ μιμηλῷ πρὸς τὸ χεῖρον, οὕτως ἔχον καὶ τὸ σῶμα περιέθηκεν. ἅπασαν γὰρ ἐν τοῖς σκέλεσι τὴν τῶν ὀστῶν σύνταξιν τοιαύτην ἔχων, οἵαν ἴστασθαι
15καλῶς καὶ ὀρθῶς μὴ συγχωρεῖν αὐτῷ, γελοιοτάτους ὄπισθεν μῦς ἐναντιουμένους τῇ κατασκευῇ κέκτηται. διὰ τοῦτ’ οὖν οὔτ’ ἀκριβῶς οὔτ’ ἀσφαλῶς ὀρθὸς ἵστασθαι πέφυκεν, ἀλλ’ ὡς ἄν τις καὶ ἄνθρωπος γελω‐ τοποιῶν τε καὶ σκώπτων ἕτερον ἄνθρωπον χωλὸν
20ἵσταιτό τε καὶ βαδίζοι καὶ διαθέοι χωλεύων, οὕτω

3

.

265

καὶ πίθηκος χρῆται ‖ τοῖς σκέλεσιν. εἴρηταί μοι σχεδὸν ἅπαντα τὰ περὶ τῆς τῶν σκελῶν κατασκευῆς· ὑπὲρ γὰρ τῶν κινούντων τὸ κατ’ ἰσχίον ἄρθρον μυῶν, ἐπειδὰν τῶν κατ’ ἐκεῖνα τὰ χωρία μορίων ἡ ἐξήγησις
5γίγνηται, τηνικαῦτα διαλέξομαι.194 in vol. 1

3

.

266

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.
1 Ἐπειδὴ τρέφεσθαι μὲν ἀναγκαῖόν ἐστι τοῖς τοῦ ζῴου μορίοις, εἴσοδος δ’ εἰς τὸ σῶμα μία τοῖς σιτίοις ἡ διὰ τοῦ στόματός ἐστιν, εὐλόγως ἡ φύσις ὁδοὺς παμπόλλας ἐντεῦθεν ἐτέμετο, τὰς μὲν οἷον λεω‐
5φόρους τε καὶ κοινὰς ἁπάντων τῶν θρεψομένων, τὰς δ’ οἷον στενωπούς τινας ἐφ’ ἕκαστον μέρος διακομι‐ ζούσας τὴν τροφήν. ἡ μὲν οὖν κοινοτάτη τε καὶ με‐ γίστη καὶ πρώτη πασῶν ὁδὸς ἀπὸ τοῦ στόματος εἰς τὴν

3

.

267

γαστέρα φέρει καθάπερ εἴς τι ταμιεῖον ‖ κοινὸν ἁπάν‐ των τῶν μορίων ἐν μέσῳ τῷ ζῴῳ καθιδρυμένον, ὄνομα δὲ τῆς εἰσόδου ταύτης τὸ μὲν ἴδιον οἰσοφάγος, τὸ δὲ κοινὸν στόμαχος· ἁπάσης γὰρ κοιλίας ὁ προτεταγμένος
5αὐχὴν στενὸς οἷον ἰσθμός τις οὕτως ὀνομάζεται. τὸ δὲ ταμιεῖον τοῦτο τὸ τὴν τροφὴν ἅπασαν ἐκδεχόμενον, ἅτε θεῖόν τι καὶ οὐκ ἀνθρώπειον ὑπάρχον δημιούρ‐ γημα, πονεῖ περὶ τὰ σιτία τὸν πρῶτον πόνον, οὗ χωρὶς ἄχρηστά τε καὶ οὐδὲν ὄφελός ἐστι τῷ ζῴῳ· καθαίρει
10μὲν γὰρ ἐξ αὐτῶν ὥσπερ οἱ περὶ τὴν τοῦ σίτου κα‐ τεργασίαν ἐπιστήμονες, εἴ τι γῆς ἢ λίθων ἢ ἀγρίων ἐμφέροιτο σπερμάτων λυμαίνεσθαι τοῖς σώμασι πεφυ‐ κότων, οὕτω καὶ ἡ τῆς γαστρὸς δύναμις, εἰ μέν τι τοιοῦτον, ὠθεῖ κάτω, τὸ λοιπὸν δὲ πᾶν, ὅσον ἂν ᾖ
15φύσει χρηστόν, ἔτι χρηστότερον ἐργασαμένη ταῖς εἰς
αὐτήν τε καὶ τὰ ἔντερα καθηκούσαις διανέμει φλεψίν. Αἱ δ’ ὥσπερ οἱ ἐν ταῖς πόλεσιν ἀχθο‐ φόροι τὸν ἐκκεκαθαρμένον ἐν τῷ ταμιείῳ σῖτον εἴς τι κοινὸν τῆς πόλεως φέρουσιν ἐργαστήριον πεφθησόμε‐195 in vol. 1

3

.

268

νόν ‖ τε καὶ χρήσιμον εἰς τὸ τρέφειν ἤδη γενησόμενον, οὕτω καὶ αὗται τὴν ἐν τῇ γαστρὶ προκατειργασμένην τροφὴν ἀναφέρουσιν εἴς τι κοινὸν ὅλου τοῦ ζῴου πέ‐ ψεως χωρίον, ὃ καλοῦμεν ἧπαρ· εἴσοδος δ’ εἰς τὸ
5χωρίον τοῦτο πολλοῖς στενωποῖς κατατετμημένη ὑπάρχει μία καί τις αὐτὴν ἀνὴρ παλαιός, δεινὸς οἶμαι περὶ φύσιν, ὠνόμασε πύλας ἀπ’ ἐκείνου τε μένει τοὔνομα δεῦρ’ ἀεὶ καὶ Ἱπποκράτης τε οὕτω καὶ πᾶς ὁ σὺν αὐτῷ χορὸς τῶν Ἀσκληπιαδῶν ὀνομάζουσιν ἐπαινέσαντες
10τὴν σοφίαν τοῦ πρώτου πολιτικῇ διοικήσει τὴν κατὰ τὸ ζῷον εἰκάσαντος. ἀλλ’ ὥσπερ Ὅμηρος ἐποίησεν αὐτοκίνητα τὰ τοῦ Ἡφαίστου δημιουργήματα καὶ τὰς μὲν φύσας εὐθὺς ἅμα τῷ κελεῦσαι τὸν δεσπότην „παν‐ τοίην εὔπρηκτον ἀϋτμὴν ἐξανιείσασ“, τὰς δὲ θεραπαίνας
15ἐκείνας τὰς χρυσᾶς ὁμοίως αὐτῷ τῷ δημιουργῷ κι‐ νουμένας ἐξ ἑαυτῶν, οὕτω μοι καὶ σὺ νόει κατὰ τὸ τοῦ ζῴου σῶμα μηδὲν ἀργὸν μηδ’ ἀκίνητον, ἀλλὰ πάντα παντοίην εὔπρηκτον ἐνέργειαν ἐνεργοῦντα μετὰ τῆς πρεπούσης κατασκευῆς θείας αὐτοῖς τινας δυνάμεις

3

.

269

τοῦ δημιουργοῦ χαρισαμένου ‖ καὶ τὰς μὲν φλέβας οὐ
παραγούσας μόνον τὴν τροφὴν ἐκ τῆς γαστρός, ἀλλ’ ἑλκούσας τε ἅμα καὶ προπαρασκευαζούσας τῷ ἥπατι τὸν ὁμοιότατον ἐκείνῳ τρόπον, ὡς ἂν καὶ παραπλησίας196 in vol. 1
5αὐτῷ φύσεως ὑπαρχούσας καὶ τὴν πρώτην βλάστησιν ἐξ ἐκείνου πεποιημένας. Αὐτὸ δὲ τὸ ἧπαρ, ἐπειδὰν αὐτὴν παρα‐ λάβῃ πρὸς τῶν ὑπηρετῶν ἤδη παρεσκευασμένην καὶ οἷον ὑπογραφήν τινα καὶ ἀμυδρὸν εἶδος αἵματος ἔχου‐
10σαν, ἐπάγει τέλεον αὐτῇ τὸν κόσμον εἰς αἵματος ἀκρι‐ βοῦς γένεσιν. ἀλλ’ ἐπεὶ τῶν κατὰ τὴν γαστέρα τὰ μὲν οὕτω μοχθηρὰ καθάπερ ἐν τῷ σίτῳ γῆ καὶ λίθοι καὶ τὰ τῶν ἀγρίων ὀσπρίων σπέρματα διεκέκριτο, τὰ δ’ οἷον ἄχνη καὶ πίτυρον ἑτέρας καθάρσεως ἐδεῖτο, ταύτην
15αὖθις ἐπάγει τῇ τροφῇ τὴν κάθαρσιν τὸ ἧπαρ. ἄμεινον δ’ ἄρ’ ἦν εἰς εἰκόνος ἐνάργειαν μὴ ξηροῖς σιτίοις, ἀλλ’ ὑγρῷ χυμῷ προπεπεμμένῳ μὲν ἤδη καὶ προκατειργα‐ σμένῳ, δεομένῳ δ’ ἔτι τελεωτέρας πέψεως ὁμοιῶσαι

3

.

270

τὸν ἐκ τῆς κοιλίας διὰ τῶν φλεβῶν εἰς τὸ ‖ ἧπαρ ἀνα‐ φερόμενον χυλόν. ἔστω δή τις οἶνος ἄρτι μὲν τῶν βοτρύων ἐκτεθλιμμένος, ἐγκεχυμένος δὲ πιθάκναις, ὑπὸ δὲ τῆς ἐμφύτου θερμασίας ἔτι κατεργαζόμενός τε καὶ
5διακρινόμενος καὶ πεττόμενος καὶ ζέων καὶ αὐτοῦ τῶν περιττωμάτων τὸ μὲν βαρὺ καὶ γεῶδες, ὅπερ οἶμαι τρύγα καλοῦσιν, ἐν τοῖς πυθμέσι τῶν ἀγγείων ὑφι‐ στάσθω, τὸ δ’ ἕτερον τὸ κοῦφόν τε καὶ ἀερῶδες ἐπο‐
χείσθω· καλεῖται δ’ ἄνθος τοῦτο καὶ πλεῖστον ἐφίσταται197 in vol. 1
10τοῖς λεπτοῖς οἴνοις, ὥσπερ τοῖς παχυτέροις θάτερον ὑφίσταται πάμπολυ. κατὰ δὲ τὴν τοῦ παραδείγματος εἰκόνα νόει μοι τὸν ἐκ τῆς κοιλίας εἰς τὸ ἧπαρ ἀνα‐ δοθέντα χυλὸν ὑπὸ τῆς ἐν τῷ σπλάγχνῳ θερμασίας ὥσπερ τὸν οἶνον τὸν γλεύκινον ζέοντά τε καὶ πεττό‐
15μενον καὶ ἀλλοιούμενον εἰς αἵματος χρηστοῦ γένεσιν, ἐν δὲ τῇ ζέσει ταύτῃ τὸ μὲν ὑφιστάμενον αὐτοῦ τῶν περιττωμάτων ὅσον ἰλυῶδές τε καὶ παχύ, τὸ δ’ ἐπι‐ πολάζον, ὃ δὴ λεπτόν τε καὶ κοῦφον οἷον ἀφρός τις ἐποχεῖται τῷ αἵματι.
20Τούτοις οὖν εὔλογον ὄργανα παρεσκευά‐

3

.

271

σθαι ‖ κοῖλα μέν, ὥσθ’ ὑποδέχεσθαι ῥᾳδίως, προμήκεις δ’ αὐχένας οἷον στομάχους τινὰς ἑκατέρωθεν τῆς κοι‐ λότητος ἔχοντα, ἕλκειν μὲν τὸν ἕτερον αὐτῶν τὸ περίτ‐ τωμα, τὸν ἕτερον δ’ ἐκπέμπειν ἐπιτήδειον. ἀλλὰ καὶ
5τὴν θέσιν οἰκείαν ἐχρῆν εἶναι τῇ ῥοπῇ τοῦ περιττώ‐ ματος καὶ τῶν στομάχων τὰς εἰς ἧπαρ ἐμφύσεις ἀνά‐ λογον ταῖς θέσεσιν. ἀτὰρ οὖν καὶ φαίνεται ταῦθ’ ὧδε διακεκοσμημένα. τὴν μὲν γὰρ τὸ κοῦφόν τε καὶ ξανθὸν περίττωμα δεξομένην κύστιν ἡ φύσις ἐπέθηκε
10τῷ ἥπατι, τὸν δὲ τὸ παχύ τε καὶ ἰλυῶδες ἕλξοντα σπλῆνα μάλιστα μὲν ἂν ἐβούλετο κατ’ αὐτὰς ὑποθεῖναι τὰς πύλας, οἷ δὴ καὶ ῥέπειν ἔμελλεν ἐξ ἑαυτοῦ τῷ βάρει καταφερόμενον τὸ μελαγχολικὸν ἐκεῖνο περίττωμα.
ἀλλὰ γὰρ οὐκ ἦν ἐνταῦθα χώρα σχολάζουσα τῆς γαστρὸς198 in vol. 1
15φθανούσης ἅπασαν αὐτὴν κατειληφέναι. μεγάλης οὖν εὐρυχωρίας ἐν τοῖς ἀριστεροῖς μέρεσιν ὑπολειπομένης ἐν ταύτῃ τὸν σπλῆνα κατέθετο, καί τιν’ οἷον στόμαχον ἐκ τῶν σιμῶν αὐτοῦ μερῶν ἀποφύσασα φλεβῶδες ἀγ‐ γεῖον ἐπὶ τὰς πύλας ἐξέτεινεν, ὥστε μηδὲν μεῖον εἶναι

3

.

272

πρός γε τὴν τοῦ ἥπατος κάθαρσιν ‖ ἢ εἰ καὶ πλησίον αὐτοῦ τεταγμένος ὁ σπλὴν ἦν καὶ μὴ μακρῷ καθάπερ νῦν, ἀλλὰ βραχεῖ τινι στομάχῳ τὴν ὁλκὴν ἐποιεῖτο τοῦ περιττώματος. ἀποθέμενος οὖν ὁ παρασκευαζόμενος ἐν
5ἥπατι χυμὸς εἰς τροφὴν τῷ ζῴῳ τὰ προειρημένα δύο περιττώματα καὶ τὴν ἐκ τῆς ἐμφύτου θερμασίας πέψιν ἀκριβῆ κτησάμενος ἐρυθρὸς ἤδη καὶ καθαρὸς ἐπὶ τὰ κυρτὰ μόρια τοῦ ἥπατος ἀνέρχεται τῆς τοῦ θείου πυ‐ ρὸς ἐν ὑγρῷ τομῆς τε καὶ ἐξομόρξεως ἐνδεικνύμενος
10τὴν χρόαν, ὥς που καὶ Πλάτων ἔλεγεν. Ἐκδέχεται δ’ αὐτὸν ἐνταῦθα μία φλὲψ μεγίστη τῶν κυρτῶν τοῦ ἥπατος διαπεφυκυῖα πρὸς ἄμφω τοῦ ζῴου τὰ μέρη φερομένη τό τ’ ἄνω καὶ τὸ κάτω. φαίης ἂν οἷον ἀγωγόν τινα μεστὸν αἵματος
15ὑπάρχουσαν αὐτὴν ὀχετοὺς παμπόλλους ἀπορρέοντας ἴσχειν, ἐλάττους τε καὶ μείζους, εἰς πᾶν μόριον τοῦ ζῴου νενεμημένους. ἀλλὰ γὰρ καὶ κατὰ ταύτην ἔτι τὴν φλέβα πολλῆς ὑγρότητος λεπτῆς τε καὶ ὑδατώδους
μεστόν ἐστι τὸ αἷμα, καλεῖ δ’ αὐτὴν Ἱπποκράτης ὄχημα199 in vol. 1

3

.

273

τροφῆς ἐνδεικνύμενος εὐθὺς ἅμα τῇ ‖ προσηγορίᾳ καὶ τὴν χρείαν. οὔτε γὰρ ἐκ τῆς γαστρὸς εἰς τὰς φλέβας ἀναληφθῆναι καλῶς οἷόν τ’ ἦν τὸν ἐκ τῶν σιτίων χυλὸν οὔτε ῥᾳδίως διεξέρχεσθαι τὰς ἐν ἥπατι φλέβας πολλὰς
5καὶ στενὰς ὑπαρχούσας, εἰ μή τις αὐτῷ λεπτοτέρα καὶ ὑδατώδης ὑγρότης ἀναμέμικτο καθάπερ ὄχημα. καὶ πρὸς ταύτην ἄρα τὴν χρείαν ὑπηρετεῖ τοῖς ζῴοις τὸ ὕδωρ. τρέφεσθαι μὲν γὰρ οὐδὲν ἐξ αὐτοῦ δύναται μόριον, ἀναδοθῆναι δ’ ἐκ τῆς κοιλίας τὸ θρέψον οὐκ
10ἐνεδέχετο μὴ παραπεμπόμενον ὑπό τινος οὕτως ὑγροῦ. Ταύτας οὖν τὰς λεπτὰς ὑγρότητας, ὅταν τὸ σφέτερον ἔργον πληρώσωσιν, οὐκέτ’ ἐν τῷ σώματι χρὴ μένειν ἄχθος ἀλλότριον ἐσομένας ταῖς φλεψὶ καὶ ταύτης ἕνεκα τῆς χρείας οἱ νεφροὶ γεγόνασιν, ὄργανα
15κοῖλα, στομάχοις τοῖς μὲν ἕλκοντα τοῖς δ’ ἐκπέμποντα τὸ λεπτὸν τοῦτο καὶ ὑδατῶδες περίττωμα. παράκεινται δ’ ἑκατέρωθεν τῇ κοίλῃ φλεβὶ τῇ μικρῷ πρόσθεν ῥη‐ θείσῃ τῇ μεγίστῃ μικρὸν ὑποκάτω τοῦ ἥπατος, ὥστε πᾶν

3

.

274

ὅσον ἂν ‖ εἰς αὐτὴν αἷμα μεταλαμβάνηται, παραχρῆμα καθαίρεσθαι καὶ μόνον ἔτι τὸ καθαρὸν ἰέναι πάντη τοῦ σώματος, βραχείας παντάπασιν ἀναμεμιγμένης αὐτῷ τινος ὑδατώδους ὑγρότητος. οὐ γὰρ δὴ ἔτι γε δεῖται
5πολλοῦ τούτου τοῦ ὀχήματος ὡς ἂν εὐρείαις μὲν ὁδοῖς τοὐντεῦθεν ἐνεχθησόμενον, εὔρουν δ’ ἤδη τῇ χύσει γεγενημένον, ἣν ἐκ τῆς θερμότητος πρώτης μὲν τῆς
κατὰ τὸ ἧπαρ ἐκτήσατο, δευτέρας δὲ καὶ πολὺ σφοδρο‐ τέρας ἐπικτᾶται τῆς ἀπὸ καρδίας, ἐπὶ μὲν ἡμῶν τε καὶ200 in vol. 1
10τῶν τετραπόδων ζῴων ἁπάντων εἰς τὴν δεξιὰν κοιλίαν αὐτῆς καταφυομένης τῆς κοίλης φλεβός, ἐπὶ δὲ τῶν οὐκ ἐχόντων ταύτην τὴν κοιλίαν ἐκ τῆς πρὸς τὰς ἀρ‐ τηρίας ἀναστομώσεως μεταλαμβανουσῶν τῶν καθ’ ὅλον τὸ ζῷον φλεβῶν τῆς ἐν καρδίᾳ θερμασίας. εἴρηται δὲ
15περὶ πάντων τούτων ἐν ἑτέροις. καὶ νῦν, ὅπερ ἐρρέθη κατ’ ἀρχὰς εὐθὺς τῆς ὅλης πραγματείας, ἀπόδειξιν μὲν οὐδεμιᾶς ἐνεργείας πρόκειται λέγειν, ἐπεὶ δ’ οὐκ ἐν‐ δέχεται τῶν μορίων ἐξευρίσκειν τὰς χρείας ἀγνοουμένων ἔτι τῶν ἐνεργειῶν, διὰ τοῦθ’ ἑκάστοτε τῆς ἐνεργείας

3

.

275

ἀναμνήσαντες ἐπὶ τὰς χρείας ‖ εὐθέως μεταβησόμεθα τὴν ἀρχὴν ἀπὸ τῆς γαστρὸς ποιησάμενοι. Ταύτης οὖν ἐστι μέν τις ἑλκτικὴ δύναμις τῆς οἰκείας ποιότητος, ὡς ἐν τοῖς Περὶ τῶν φυσικῶν
5δυνάμεων ὑπομνήμασιν ἀποδέδεικται· ἔστι δέ τις καὶ καθεκτικὴ τῶν ληφθέντων καὶ αὖθις ἀποκριτικὴ τῶν περιττωμάτων καὶ πρό γε τούτων ἁπασῶν ἡ ἀλλοι‐ ωτική, δι’ ἣν ἐδέησεν αὐτῇ κἀκείνων. ἀλλὰ τοῖς μὲν ἄλλοις ἅπασι τοῦ ζῴου μορίοις, καίτοι τὰς αὐτὰς ταύτας
10ἔχουσι δυνάμεις, οὐ συνῆψεν ἡ φύσις αἴσθησιν τῶν ἐλλειπόντων, ἀλλ’ οἷον φυτὰ τρέφεται ταῦτα διὰ παντὸς ἐκ τῶν φλεβῶν ἀρυόμενα τὴν τροφήν· μόνῃ δὲ τῇ γαστρὶ καὶ ταύτης μάλιστα τοῖς κατὰ τὸ στόμα μέρεσιν
αἴσθησιν ἐνδείας ἐπέστησεν ἐπεγείρουσάν τε καὶ κεν‐201 in vol. 1
15τρίζουσαν τὸ ζῷον προσάρασθαι σιτία καὶ τοῦτ’ εὐλόγως εἰργάσατο. τῶν μὲν γὰρ καθ’ ὅλον τὸ σῶμα μορίων ἐκ τῶν ἀπὸ τῆς κοίλης πεφυκυιῶν φλεβῶν ἑλκόντων τὴν τροφήν, αὐτῆς δ’ αὖ πάλιν τῆς κοίλης ἐκ τῶν

3

.

276

κατὰ τὸ ‖ ἧπαρ, τούτων δ’ αὖθις ἐκ τῶν ἐπὶ τὰς πύλας ἀναφερομένων, ἐκείνων δ’ αὖ πάλιν ἐκ τῆς γαστρός τε καὶ τῶν ἐντέρων, ὄντος δ’ οὐδενὸς ἔτι μορίου, παρ’ οὗ χρὴ λαβεῖν τὴν κοιλίαν, ἔξωθεν πληροῦν αὐτὴν
5ἀναγκαῖον ἦν τοῖς ζῴοις, κἀν τούτῳ διαφέρει [ἤδη] τῶν φυτῶν. τοῖς μὲν γὰρ εἰ καὶ ὅτι μάλιστα τὰς ἄλλας τέτταρας δυνάμεις τὰς ὀλίγῳ πρόσθεν εἰρημένας ὁμοίως τοῖς ζῴοις ἔχειν ὑπάρχει, ἀλλ’ ἥ γε τῶν ἐλλει‐ πόντων αἴσθησις ἄπεστιν. οὐ γὰρ ἔμελλε διὰ στό‐
10ματος θρέψεσθαι ταμιεῖον ἀφθόνου τροφῆς ὑποβεβλη‐ μένον ἔχοντα τὴν γῆν, ᾗ ξυμπεφυκότα τε καὶ ξυνημ‐ μένα διὰ παντὸς εὐπορεῖ τοῦ θρέψοντος. τῇ δὲ τῶν ζῴων οὐσίᾳ πρὸς τῷ πόρρω γῆς εἶναι κατὰ τὰς συμ‐ φύτους τῶν μορίων ποιότητας ἔτι καὶ τὸ κινεῖσθαι
15κατὰ προαίρεσιν ὑπάρχει καὶ χώραν ἐκ χώρας ἀμείβειν καὶ μεταλλάττειν τοὺς τόπους, ὥστε δι’ ἄμφω ταῦτ’ ἀδύνατον ἦν αὐτοῖς ὥσπερ φυτοῖς τὸν ἐκ τῆς γῆς βδάλλειν χυμόν. ἐδεήθη τοιγαροῦν κατὰ τὴν οἰκείαν ἕκαστον φύσιν ἢ βοτάναις ἢ σπέρμασιν ἢ ἀκροδρύοις ἢ

3

.

277

ζῴων ἑτέρων τρέφεσθαι σαρξὶ καὶ ταῦτα ‖ κατ’ ἐκεῖνον
προσφέρεσθαι τὸν καιρόν, καθ’ ὃν ἂν ἡ γαστὴρ αἴσθη‐ ται τῆς ἐνδείας. ἀλλ’ οὐδὲν τῶν τοῦ ζῴου μορίων ἐξ ἑαυτοῦ κέκτηται σύμφυτον αἴσθησιν, ὡς καὶ τοῦτ’ ἐν202 in vol. 1
5ἄλλοις ἀποδέδεικται. ἐπιρρεῖν οὖν τῇ γαστρὶ τὴν τοι‐ αύτην δύναμιν ἑτέρωθεν ἐχρῆν, οἷον δι’ ὀχετῶν τινων ἀπὸ τῆς αἰσθητικῆς ἀρχῆς. καὶ τούτου χάριν εἰς αὐτὴν ζεῦγος οὐ σμικρῶν νεύρων ἄνωθεν καταφέρεται καὶ διασπείρεταί τε καὶ διαπλέκει μάλιστα μὲν τὸ στόμα
10καὶ τὰ τούτῳ συνεχῆ καὶ τοῖς ἄλλοις δὲ δὴ τοῖς μέχρι τοῦ πυθμένος αὐτῆς ἐπεκτείνεται μέρεσιν. ἐτέθη δ’ ἡ γαστὴρ οὐκ ἐφεξῆς τῷ στόματι, καίτοι τούτου δεομένη πρός γε τὴν τῆς τροφῆς χορηγίαν, ἀλλὰ τὸν καλούμενον θώρακα καὶ τὰ κατ’ αὐτὸν σπλάγχνα προὔταξεν ἡ φύσις,
15ἵν’ ἡ μὲν ἐν τοῖς κάτω μέρεσι τὰς ἐκροὰς ἔχῃ τῶν περιττωμάτων, ὁ δὲ διὰ τοῦ στόματος ἕλκων τε καὶ αὖθις ἐκπέμπων τὸν ἀέρα φωνῆς καὶ ἀναπνοῆς γίγνηται δημιουργός. ἀλλὰ περὶ μὲν θώρακός τε καὶ τῶν κατ’ αὐτὸν σπλάγχνων ἐπὶ πλέον ἐν τοῖς μετὰ ταῦτα λεχθή‐

3

.

278

σεται, περὶ δὲ τῆς γαστρὸς αὖθις ἐπάνιμεν. ‖ οὐ γὰρ ὅτι κατωτέρω τοῦ θώρακος ἡ φύσις αὐτὴν κατέθετο, διὰ τοῦτο χρὴ μόνον ἐπαινεῖν, ἀλλ’ ἔτι τούτου μᾶλλον, ὅτι μὴ μέσην ἀκριβῶς τῶν ἀριστερῶν καὶ τῶν δεξιῶν
5τοῦ ζῴου μερῶν, ἀλλ’ ἐν τοῖς ἀριστεροῖς μᾶλλον. ἐπειδὴ γὰρ αὐτῇ περιθήσειν ἔμελλε δύο σπλάγχνα μήτε τοῖς μεγέθεσιν ἴσα μήτε τοῖς ἀξιώμασιν ὁμότιμα, διὰ τοῦτο
τῷ μείζονι καὶ κυριωτέρῳ πλείονά θ’ ἅμα καὶ ἐντιμο‐ τέραν ἀπένειμε χώραν καὶ τοῦτο μὲν εἰς τὰ δεξιὰ φέ‐203 in vol. 1
10ρουσα κατέθετο, θάτερον δὲ τὸ οἷον ἐκμαγεῖον αὐτοῦ τοῖς ἀριστεροῖς τῆς γαστρὸς παρέτεινε μέρεσιν. ἐπεὶ δὲ τὸ μὲν ἧπαρ ἀνωτέρω τὴν θέσιν εἶχεν ὡς ψαύειν τῶν φρενῶν, ὁ δὲ σπλὴν κατωτέρω δι’ ἣν ὀλίγῳ πρόσθεν ἐλέγομεν αἰτίαν, εὐλόγως εἰς τὰ δεξιὰ τὸν
15πυθμένα τῆς κοιλίας ἐξέτεινεν· ἀργὸς γὰρ ἂν ὁ τόπος ἦν οὗτος καὶ τελέως κενός, ὡς ἂν μηκέτ’ εἰς αὐτὸν ἐξικνουμένου τοῦ ἥπατος. αὕτη μὲν ἡ πρόνοια τῆς θέσεως τῶν τριῶν ὀργάνων ἥπατός τε καὶ σπληνὸς καὶ γαστρός· ἡ δὲ τοῦ σχήματος καὶ τῆς διαπλάσεως ἁπάσης

3

.

279

καὶ προσέτι τῆς πλοκῆς ‖ καὶ τῆς πρὸς τὰ παρακείμενα συμφύσεως ὧδ’ ἔχει. ἡ μὲν γαστήρ, ὡς ἂν ὑποδοχῆς ἕνεκα σιτίων γεγενημένη καὶ μέλλουσα τὸν μεταξὺ τόπον ἅπαντα καθέξειν ἥπατος καὶ σπληνός, εὐλόγως
5ἅμα μὲν περιφερής, ἅμα δὲ προμήκης ἐγένετο, περι‐ φερὴς μέν, ὅτι καὶ δυσπαθέστατον τοῦτο τῶν σχημάτων καὶ μέγιστον—ἁπάντων γὰρ τῶν ἴσην ἐχόντων τὴν περίμετρον σχημάτων τῶν μὲν ἐπιπέδων ὁ κύκλος, τῶν δὲ στερεῶν ἡ σφαῖρα μέγιστα τετύχηκεν ὄντα—
10προμήκης δέ, διότι κάτω μὲν ἡ εἰς τὸ ἔντερον ἔκφυσις, ἄνω δ’ ἐπὶ τὸν οἰσοφάγον αὐτὴ προέρχεται, καθ’ ἃ δὲ περιβέβηκε τοῖς σφονδύλοις, ἐντετύπωταί τε καὶ διέφθαρται κατὰ τοῦτ’ αὐτῆς ἡ κυρτότης. ἔστι δ’
ἐπὶ μὲν ἀνθρώπων εὐρύτερος ὁ πυθμὴν τῶν κατὰ τὸ204 in vol. 1
15στόμα διὰ τὸ κάτω ῥέπειν ὀρθοῦ μόνου τούτου τοῦ ζῴου γεγονότος, ἐπὶ δὲ τῶν ἄλλων εἰς τὰ πρόσω κατὰ τὸ ὑποχόνδριον ἡ ῥοπὴ τῆς γαστρός, ἐκείνοις γὰρ τοῦτο κάτω. καί σοι δῆλον ἤδη τὸ σύμπαν αὐτῆς σχῆμα. σφαῖραν γὰρ ἀκριβῆ νοήσας αὖθις αὐτὴν ‖

3

.

280

εὐρυτέραν ἐπινόησον κάτωθεν, εἶτ’ ἔργασαι διττὰς ἀποφύσεις εὐρυτέραν μὲν τὴν κατὰ τὸν οἰσοφάγον, στενοτέραν δὲ τὴν κάτω. εἶτ’ ἐπὶ τούτοις ἐπιθλίψας αὐτὴν καὶ σιμώσας τὴν ὄπισθεν κυρτότητα τὸ σύμπαν
5σχῆμα μεμαθηκὼς ἔσῃ τῆς γαστρός. ἀλλὰ τὰ μὲν ἄλλα δῆλα. διὰ τίνα δ’ αἰτίαν ὑπεναντίως ἔχει τὰ μέρη ταῖς ἀποφύσεσιν, ἄνωθεν μὲν ἐν οἷς ἐστιν αὐτὴ στενο‐ τέρα, τοῦ στομάχου γενηθέντος εὐρυτέρου, κάτωθεν δ’ ἐν οἷς ἐστιν εὐρυτέρα, τῆς εἰς τὸ ἔντερον ἐκφύ‐
10σεως στενοτέρας ἀποτελεσθείσης; ἢ ὅτι πρῶτον μὲν ἀτρίπτους καὶ σκληροὺς ὄγκους καὶ μεγάλους ἐνίοτε καταπίνει τὸ ζῷον καὶ χρὴ πρὸς τὴν τούτων δίοδον εὐρεῖαν ὁδὸν τετμῆσθαι τὴν διὰ τοῦ στομάχου· κάτω‐ θεν δ’ ἔμπαλιν οὐδὲν χρὴ παριέναι μέγα καὶ σκληρὸν
15καὶ ἀχύλωτον καὶ ἄπεπτον, ἀλλ’ οἷον πυλωρός τις δίκαιος ἡ στενότης ἐστὶ τούτου τοῦ πόρου μηδενὶ πρὶν χυλωθῆναί τε καὶ πεφθῆναι συγχωροῦσα παρέρχεσθαι ῥᾳδίως κάτω. καὶ πολλοῖς γε τῶν ζῴων οἷον ἀδενώ‐

3

.

281

δης τις φύσις ἐνταυθοῖ ‖ πρόσκειται συνεπαύξουσα τὴν
στενοχωρίαν καὶ μάλισθ’ ὅταν ἡ γαστὴρ τῇ καθεκτικῇ δυνάμει χρωμένη συναγαγοῦσα πανταχόθεν ἑαυτὴν καὶ συσπειράσασα καὶ περισταλεῖσα τοῖς ἐνυπάρχουσι περὶ205 in vol. 1
5τὴν πέψιν αὐτῶν καταγίγνηται. τηνικαῦτα γὰρ ἑκά‐ τερον τῶν στομάτων εἰς ἐλάχιστον συνῆκται καὶ μέ‐ μυκεν, ὥσπερ αὖ πάλιν ὅταν τῇ προωστικῇ καλουμένῃ δυνάμει χρωμένη τὰ μὲν ἄλλα πάντα στενώσῃ καὶ συναγάγῃ καὶ σφίγξῃ, τὸν πόρον δ’ ἀναπετάσῃ, δι’
10οὗ χρὴ κενωθῆναι τὰ προωθούμενα. ταῦτά τ’ οὖν αὐτῆς τὰ ἔργα δι’ ἑτέρων ἡμῖν ἀποδεδειγμένα γραμ‐ μάτων τῇ κατασκευῇ θαυμαστῶς ὁμολογεῖν φαίνεται καὶ πρὸς τούτοις ἔτι τὸ κατὰ βραχὺ μὲν ἀπὸ τῆς τοῦ στομάχου καταφύσεως ἀνευρύνεσθαι, σαφῶς αὐτοῦ τοῦ
15φαινομένου διδάσκοντος μέρος τι πρόμηκες ἀποτετα‐ μένον αὐτῆς ὑπάρχειν τὸν οἰσοφάγον, οὐ κατὰ βραχὺ δ’, ἀλλ’ ἀθρόως ἐκ τοῦ πυθμένος ἐκφύεσθαι τὸ ἔντερον, ὡς ἂν οὐκ αὐτοῦ τοῦ σώματος τῆς κοιλίας μόριον ὑπάρχον, ἀλλ’ ἕτερόν τι συμφυὲς αὐτῇ.

3

.

282

Καὶ μέν γε καὶ ἡ τῶν χιτώνων φύσις τῇ μὲν γαστρὶ καὶ τῷ στομάχῳ παραπλήσιος, ἀνόμοιος δὲ τοῖς ἐντέροις. ὁ μὲν γὰρ ἔνδοθεν χιτὼν ὑμενωδέστε‐ ρος ὢν ἔν τε τῇ γαστρὶ καὶ τῷ στομάχῳ τὰς ἶνας εὐ‐
5θείας ἄνωθεν κάτω φερομένας ἔχει, ὁ δ’ ἔξωθεν ὁ σαρκωδέστερος ἐγκαρσίας, οἵας περ οἱ δύο χιτῶνες ἔχουσιν οἱ τῶν ἐντέρων, εὐλόγως. ἕλκειν μὲν γὰρ εἰς ἑαυτὴν ἐχρῆν τὴν γαστέρα διὰ τοῦ στομάχου τά τε
σιτία καὶ τὰ ποτὰ καθάπερ χερσὶ ταῖς εὐθείαις ἰσὶ206 in vol. 1
10ταύταις ἐπισπωμένην, προωθεῖν δὲ ταῖς ἐγκαρσίαις. τοῖς δ’ ἐντέροις, ἑλκτικῆς γὰρ οὐδὲν ἔδει δυνάμεως, αἱ προωθεῖν ἐπιτήδειοι γεγόνασι μόναι. ἀλλὰ καὶ συνεχής ἐστιν ὁ ἐντὸς τῆς γαστρός τε καὶ τοῦ στομάχου καὶ τῶν ἐν τῷ στόματι πάντων χιτών. καὶ γὰρ καὶ τοῦτ’
15ἄμεινον ἦν εἴς τε τὴν τῶν περιεχομένων ἐν τῷ στόματι σιτίων ὁλκὴν καὶ ὅπως ἡ γλῶττα κατασπῷτο σὺν τοῖς κατὰ τὰ παρίσθμια μυσίν, ὑφ’ ὧν τῆς τάσεως ἁπάν‐ των ἀνατεινομένου τοῦ λάρυγγος καὶ προσανατρέχοντος τῇ ἐπιγλωττίδι καὶ πωματιζομένου πρὸς αὐτῆς ἀθρόον

3

.

283

ὑγρὸν ‖ ἐμπίπτειν κωλύεται τῷ πνεύμονι. διὰ τί δὲ σκληρότερα καὶ πυκνότερα τούτων τὰ ἐντὸς ἢ τὰ τῶν ἐντέρων; ὅτι τὰ μὲν ἔντερα πρὸς τὴν ἀνάδοσιν, ἡ γαστὴρ δὲ καὶ ὁ στόμαχος καὶ τὸ στόμα πρὸς δυσπά‐
5θειαν παρεσκεύασται. σκληροὺς γὰρ πολλάκις καὶ με‐ γάλους καὶ τραχεῖς ὄγκους καταπίνομεν, ὑφ’ ὧν ἐθλᾶτό τ’ ἂν καὶ κατεξύετο τὰ μέρη μὴ σκληρὰ καὶ πυκνὰ γενόμενα. διὰ δὲ ταὐτὸ τοῦτο καὶ κατὰ βραχύ πως ὁ χιτὼν οὗτος ὁ κοινὸς τοῦ στόματος καὶ τοῦ στομάχου
10καὶ τῆς γαστρὸς μανότερός τε καὶ μαλακώτερος γίγνεται μέχρι τοῦ πυθμένος τῆς κοιλίας, ὥστ’ εἰ τὸ ταύτῃ μέρος αὐτοῦ παραβάλλοις τῷ κατὰ τὸ στόμα, πολὺ μαλακώτερόν σοι φανεῖται. τὸ γὰρ πρῶτον ἐντυγχάνον ὄργανον τοῖς ἐδέσμασι πρὶν ἡντινοῦν δέξασθαι κατερ‐
15γασίαν ἁπάντων εὔλογον ἦν γενέσθαι δυσπαθέστατον.
δι’ αὐτὸ δὲ τοῦτο καὶ φλέβες πάμπολλαι μὲν εἰς ἕκαστον τῶν ἐντέρων ἐμβάλλουσιν, ὀλίγαι δ’ εἰς τὰ κάτω τῆς γαστρός, ὀλίγαι δ’ εἰς τὰ κατὰ τὸ στόμα,207 in vol. 1

3

.

284

καὶ παντάπασιν ἀμυδραί τινες εἰς τὸν ‖ οἰσοφάγον. ὁ μὲν γὰρ ὁδὸς ἦν μόνον σιτίων, ἡ δὲ γαστὴρ ὄργανον πέψεως, τὸ δ’ ἔντερον ἀναδόσεως. ἔνθα μὲν οὖν ἐχρῆν μόνον πέττεσθαι τὰ σιτία, παντελῶς ὀλίγων
5ἔδει φλεβῶν ἀναλαμβανουσῶν, ὅσον ἂν ἤδη χρηστὸν ᾖ, τὸ δ’ ἤδη πεπεμμένον ὅτι τάχιστ’ ἀναδίδοσθαι προσήκει. τῇ δ’ ὁδῷ τῆς τροφῆς εἰς ἑαυτὴν μόνον ἔδει φλεβῶν. εὐλόγως οὖν αὕτη μὲν ἥκιστα φλεβῶν μετέσχηκε, μετρίως δ’ ἡ κοιλία, δαψιλῶς δὲ τὰ ἔντερα.
10διὰ τί δὲ περιβέβηκε τὴν γαστέρα τὸ ἧπαρ; ἢ ὅπως αὕτη μὲν ὑπ’ ἐκείνου, τὰ σιτία δ’ ὑπὸ ταύτης θερ‐ μαίνοιτο; δι’ αὐτὸ γὰρ δὴ τοῦτο καὶ ἀκριβῶς αὐτὴν περιλαμβάνει καθάπερ δακτύλοις τισὶ τοῖς λοβοῖς. οὐδ’ ἐστὶν εἷς ἀριθμὸς αὐτῶν καθ’ ἕκαστον ζῷον, ὅτι μηδὲ
15τὸ σχῆμα μηδὲ τὸ μέγεθος τῆς γαστρὸς ἀκριβῶς ἅπασι ταὐτόν. ἀλλὰ κἀκ τῶν ἀριστερῶν μακρὸν ἔχουσα πα‐ ρατεταμένον τὸν σπλῆνα κατὰ ταῦτα τὰ μέρη πρὸς ἐκείνου θερμαίνεται. ὄπισθεν δ’ ἡ ῥάχις τε καὶ οἱ ῥαχῖται μύες καλούμενοι, ἡ μὲν οἷον πρόβλημά τι

3

.

285

στεγανόν, ‖ οἱ δ’ ὑποστόρεσμά τι μαλθακὸν ἅμα τῇ κατ’ αὐτοὺς πιμελῇ θερμαίνουσι τὴν γαστέρα. ταῦτα μὲν οὖν σύμπαντα τὰ εἰρημένα μόρια χρείας ἰδίας
ἕνεκεν ἕκαστον γέγονεν, εὐμήχανος δ’ ἡ φύσις ὑπάρ‐208 in vol. 1
5χουσα πλησίον καταθεῖσα τῆς γαστρὸς οἷον θερμάσματ’ αὐτῇ παρεσκεύασεν. Λοιπὸν δὲ τὸ πρόσω μέρος αὐτῆς οὐδὲν εἶχεν ἰδίας ἕνεκα χρείας γεγονὸς ἐνταυθοῖ τεταγμένον, ᾧ πρὸς τοῦτο καταχρήσεται. ὅθεν οὐκ ὤκνησεν ἐπ’
10αὐτὸ τοῦτο τὸ θερμαίνεσθαι τὴν γαστέρα καὶ κατὰ τὰ πρόσω γεννῆσαί τέ τι σῶμα καὶ καταπετάσαι καθ’ ὅλης αὐτῆς πυκνὸν ἅμα καὶ κοῦφον καὶ θερμόν, πυκνὸν μέν, ἵν’ ἔνδον ἀποστέγῃ τὴν σύμφυτον θερμασίαν, κοῦφον δ’, ἵν’ ἀλύπως τε καὶ ἀθλίπτως θερμαίνῃ,
15θερμὸν δέ, τοῦτο μὲν οὐδὲ λόγου δεῖται, διότι τοιοῦ‐ τον ἐχρῆν εἶναι τὸ τοῦ θερμαίνειν ἕνεκα γεγενημένον. ἀλλ’ εἰ μὲν κοῦφόν τε ἅμα καὶ πυκνόν, ὑμενῶδες ἐχρῆν ὑπάρχειν αὐτό· τί γὰρ ἂν τοῦ τοιούτου σώματος

3

.

286

ἐν ζῴῳ κουφότερον ἄλλο καὶ πυκνότερον ‖ εὑρεθείη μόριον; εἰ δὲ θερμόν, ἀγγεῖά τε σχεῖν πάμπολλα, φλέβας τε καὶ ἀρτηρίας καί τινα πιμελὴν δαψιλῆ πε‐ ρικεχυμένην, ἣν δὴ ὅτι θερμόν τι χρῆμ’ ἐστί, γνωρίζει
5μὲν καὶ ἡ αἴσθησις ἡ τῶν χρωμένων αὐτῇ καθάπερ ἐλαίῳ, τεκμηριοῖ δ’ οὐχ ἥκιστα καὶ τὸ ῥᾳδίως εἰς φλόγα μεταβάλλειν ὡς ἂν ἐγγυτάτω τῆς φύσεως ὑπάρ‐ χουσαν αὐτήν· οὐδὲν γὰρ ψυχρὸν ἑτοίμως καίεται. καί σοι γέγονεν ἤδη φανερὸν τῷ λόγῳ τὸ καλούμενον
10ἐπίπλοον ἐκ δυοῖν μὲν χιτώνων πυκνῶν καὶ λεπτῶν ἀλλήλοις ἐπικειμένων, παμπόλλων δ’ ἀρτηριῶν καὶ
φλεβῶν καὶ πιμελῆς οὐκ ὀλίγης συνεστηκός. ὅτι δὲ τοῦ θερμαίνειν ἕνεκα γέγονεν, ἐναργῶς ἔστι μαθεῖν ἐφ’ ὧν τρωθέντων κατ’ ἐπιγάστριον ἐκπεσὸν διὰ τοῦ209 in vol. 1
15τραύματος, ἔπειτα πελιδνὸν γενόμενον, εἰς ἀνάγκην ἀφαιρέσεως τοῦ βεβλαμμένου μέρους κατέστησε τοὺς ἰατρούς. ἅπαντες γὰρ οὗτοι ψυχροτέρας αἰσθάνονται τῆς γαστρὸς καὶ ἧττον πέττουσι καὶ πλειόνων τῶν ἔξωθεν ἐπιβλημάτων δέονται, καὶ μάλισθ’ ὅταν ἀξιό‐

3

.

287

λογον ᾖ τῷ μεγέθει τὸ ‖ ἀποτμηθέν, ὥσπερ καὶ ἡμεῖς ποτ’ ὀλίγου δεῖν ὅλον ἀπεκόψαμεν αὐτὸ μονομάχου τινὸς οὕτω τρωθέντος. ὁ δ’ ἄνθρωπος ὑγιὴς μὲν ἐγένετο διὰ ταχέων, ἀλλ’ εἰς τοσοῦτον ἦν εὐπαθὴς
5καὶ ῥᾳδίως ὑπὸ τῆς ἔξωθεν ἐβλάπτετο ψύξεως, ὥστ’ οὐχ ὑπέμενεν ἀσκέπαστον ἔχειν τὴν κοιλίαν, ἀλλ’ ἐρίοις διὰ παντὸς καθείλικτο, λεπτότερος δ’ ἦν ἐξ ἀρχῆς τά τ’ ἄλλα καὶ τὰ κατὰ τὴν γαστέρα καί μοι δοκεῖν διὰ τοῦτο ταχέως κατεψύχετο. διὰ τί δ’ ἀν‐
10θρώπῳ τοῦτο τὸ μόριον ἕως πλείστου παρήκει κατὰ πάντων ἐκτεταμένον τῶν ἐντέρων; ἢ ὅτι καὶ αἱ πέψεις ἀσθενέσταται τούτῳ καὶ τὸ δέρμα μαλακώτατόν τε καὶ ψιλὸν τριχῶν καὶ παντοίως εὐπαθές; οὐ μὴν οὐδὲ τοῖς ἄλλοις ζῴοις κατὰ τῆς γαστρὸς ἐπίκειται μόνης,
15ἀλλὰ τοῖς μὲν μᾶλλον, τοῖς δ’ ἧττον ἐκτέταται κατὰ τῶν ἐντέρων, ὡς ἂν καὶ φύσεως αὐτῶν ἕκαστον ἔχῃ. εἴρηται σχεδὸν ἤδη μοι πάντα τὰ περὶ τῆς γαστρός, εἰ
δύο ταῦτ’ ἔτι προστεθείη, τίνες τε οἱ δεσμοὶ πρὸς τὴν ῥάχιν αὐτῇ καὶ πόθεν ἡ γένεσις τῷ ἐπιπλόῳ. καὶ210 in vol. 1
20γὰρ δὴ καὶ ταύτην ἐχρῆν ἐστηρίχθαι κἀκεῖνο μὴ

3

.

288

ὅθεν ‖ ἔτυχε ποιήσασθαι τὴν ἀρχὴν τῆς γενέσεως. εἰς ἄμφω δὴ ταῦτα τῷ περιτοναίῳ θαυμαστῶς ἡ φύσις φαίνεται χρωμένη. πρότερον δ’ εἰπεῖν ἀναγκαῖον, ὁποίῳ τινὶ τὴν οὐσίαν ὄντι τῷ περιτοναίῳ τούτῳ καὶ τίνα
5τὴν χρείαν τοῖς ζῴοις παρέχοντι δεόντως ἡ φύσις εἰς τὰ προειρημένα συνεχρήσατο. τὴν μὲν δὴ τοῦ σώμα‐ τος οὐσίαν ὑμήν ἐστι τὸ περιτόναιον, χρεῖαι δ’ αὐτοῦ πλείους τοῖς ζῴοις, μία μὲν ὡς σκεπάσματος ἁπάντων τῶν ὑποκειμένων μορίων κατά τε τὴν γαστέρα καὶ τὰ
10ἔντερα καὶ τὰ κάτω τῶν φρενῶν σπλάγχνα, δευτέρα δ’ ὡς διαφράγματος αὐτῶν τούτων πρὸς τοὺς ἔξωθεν ἐπι‐ κειμένους μῦς, τρίτη δὲ πρὸς τὸ θᾶττον ὑπιέναι τὰ περιττώματα τῆς ξηρᾶς τροφῆς, καὶ τετάρτη πρὸς τὸ μὴ ῥᾳδίως πνευματοῦσθαι τά τ’ ἔντερα καὶ τὴν γαστέρα,
15καὶ πέμπτη πρὸς τὸ πάντα τὰ κάτω τῶν φρενῶν συν‐ δεῖσθαί τε ὑπ’ αὐτοῦ καὶ ὡς ὑπὸ δέρματός τινος ἕκα‐ στον ἰδίᾳ σκέπεσθαι. ἡ μὲν δὴ πρώτη χρεία μικρὰ δυναμένων γε δὴ φρουρεῖσθαι καλῶς τῶν ἐντὸς τοῦ

3

.

289

περιτοναίου καὶ πρὸς τῶν ἔξωθεν ‖ αὐτοῖς ἐπικειμένων σωμάτων· οἵ τε γὰρ μύες οἱ ταύτῃ μεγάλοι καὶ ἡ κατ’ αὐτοὺς πιμελὴ δαψιλὴς καὶ τὸ δέρμα παχύ. αἱ δὲ λοιπαὶ χρεῖαι πᾶσαι μὲν ἀξιόλογοι, τινὲς δ’ ἐξ
5αὐτῶν καὶ πάνυ μεγάλαι καὶ εἰς μέγα διαφέρουσαι τοῖς ζῴοις. ἡ μὲν οὖν ὡς διαφράγματος αὐτοῦ χρεία τοιάδε· πολλῶν καὶ μεγάλων μυῶν κατὰ τὸ ἐπιγάστριον τεταγμένων ἕνεκεν ἐκφυσήσεως καὶ φωνῆς καὶ ἀπο‐ πατήσεως καὶ οὐρήσεως, ὡς ἑτέρωθι δέδεικται κἀν211 in vol. 1
10τοῖς ἐφεξῆς εἰρήσεται, παρενέπιπτεν ἂν εἰς τὰς μεταξὺ χώρας αὐτῶν ἐνίοτε τῶν λεπτῶν ἐντέρων ἔνια καὶ θλίβοντ’ ἂν καὶ θλιβόμενα καὶ στενοχωροῦντα καὶ στενοχωρούμενα καὶ ὀδυνῶντα καὶ ὀδυνώμενα ταῖς τε κινήσεσιν ἐκείνων ἐμποδὼν ἵστατο καὶ αὐτὰ δυσχερέ‐
15στερον ἂν προὔπεμπε κάτω τὰ περιττώματα. μαθεῖν δ’ ἔνεστιν ἐκ τῶν τρωθέντων μὲν τὸ περιτόναιον, οὐ καλῶς δὲ θεραπευθέντων, ὡς ἅπασιν ἐνέχονται τοῖς εἰρημένοις παθήμασιν. ἀλλὰ νῦν γε περικειμένου τοῦ περιτοναίου τά τε τῶν κινήσεων ἀπαραπόδιστα καὶ τὰ
20τῆς θέσεως ἑκατέροις ἄθλιπτα τοῖς ἐκτὸς ἐπικειμένοις

3

.

290

μυσὶ καὶ τοῖς ἐντὸς ἅπασιν ‖ οὐκ ἐντέροις μόνον, ἀλλὰ καὶ τοῖς σπλάγχνοις. ἄλλη δὲ χρεία τοῦ περιτοναίου τούτου σκεπάσματος. ἀκριβῶς γὰρ ἅπασι τοῖς ἐντὸς περιτεταμένον, ὅθεν περ καὶ τοὔνομ’ αὐτῷ, καὶ τοῖς
5ἄνω πέρασι τοῖς κατὰ τὸ στέρνον καὶ τὰς νόθας πλευρὰς ἐς ταὐτὸν ἧκον ταῖς φρεσὶ λοξαῖς ὑποτετα‐ μέναις ἐπιβοηθεῖ τι τῇ περισταλτικῇ κινήσει τῆς γα‐ στρὸς καὶ τῶν ἐντέρων, καθ’ ἣν ὑπιέναι τὰ περιττώ‐
ματα τῆς τροφῆς ἐλέγομεν. οἷον γὰρ ὑπὸ δυοῖν τινων212 in vol. 1
10χειρῶν τοῦ τε περιτοναίου καὶ τῶν φρενῶν ἄνω μὲν ἡνωμένων, κάτω δὲ διεστηκότων, σφιγγόμενα τὰ με‐ ταξὺ θλίβει τε καὶ ὠθεῖ τὰ τῆς τροφῆς περιττώματα κάτω. ὡς, εἴπερ ἐκ μὲν τῶν κάτω μερῶν τὸ περιτό‐ ναιον ἥνωτο πρός τι παραπλήσιον ἕτερον ταῖς φρεσί,
15διίστατο δ’ ἄνω, τὴν περισταλτικὴν ἂν οὕτω κίνησιν ὑπὸ τῶν ἐγκαρσίων ἐκείνων ἰνῶν ὧν ἔμπροσθεν εἶπον ἐπιτελουμένην οὐδὲν ἂν μᾶλλον εἰς τὰ κάτω τὴν τρο‐ φὴν ὠθεῖν ἢ εἰς τὰ ἄνω συνέβαινεν. οὐ σμικρὸν οὖν οὐδὲ τοῦτ’ ἔργον τοῦ περιτοναίου χιτῶνος ἢ ὑμένος

3

.

291

ἢ σκεπά‖σματος ἢ ὅ τι καὶ βούλεταί τις ὀνομάζειν αὐτὸ τῶν κατατριβόντων τὸν βίον ὅλον εἰς τὴν περὶ τῶν ὀνομάτων ἔριν. οἱ μὲν γὰρ τὰ σύνθετα μόνα καλύμματα χιτῶνας ὀνομάζειν ἀξιοῦσιν, οἱ δὲ τὰ παχέα,
5τινὲς δ’ εἰ μὴ σύνθετά τε ἅμα καὶ παχέα τὴν φύσιν ὑπάρχοι, τῆς προσηγορίας οὐδέπω μεταδιδόασιν. ὡσαύ‐ τως δὲ καὶ περὶ τῶν ὑμένων ἐρίζουσι. τοῖς μὲν γὰρ ἡ ἁπλότης ἀρκεῖ, τοῖς δ’ ἡ λεπτότης, τοῖς δ’ ἀμφοῖν δεῖσθαι δοκοῦσιν, ἵν’ οὕτως ὀνομάζωνται, καὶ εἰ μὴ
10λεπτόν τε ἅμα καὶ ἁπλοῦν εἴη τὸ σκέπασμα, τοῦτ’ οὐδέπω καλεῖν ἀξιοῦσιν ὑμένα. ἀλλ’ οἵ γε παλαιοὶ χιτῶνας καὶ ὑμένας καὶ μήνιγγάς γε πρὸς τούτοις ἅπαντα τὰ τοιαῦτα καλοῦσιν, οἷς καὶ ἡμεῖς ἑπόμενοι τῆς μὲν ἐν τοῖς ὀνόμασι τερθρείας ἀποστησόμεθα, τοῦ
15προκειμένου δ’ ἑξόμεθα. τετάρτη γὰρ δὴ χρεία τοῦ
περιτοναίου τούτου σκεπάσματος ἀκριβῶς περιτεταμένου καὶ σφίγγοντος ἅπαντα πρὸς τὸ μηδ’ ἐμπνευματώσεσιν ἁλίσκεσθαι ῥᾳδίως τὰ κατὰ τὴν γαστέρα. χρήσιμος μὲν γὰρ εἰς τοῦτ’ αὐτοῖς καὶ ἡ οἰκεία δύναμις, ᾗ213 in vol. 1

3

.

292

χρώμενα, καθάπερ δέδεικται δι’ ἑτέρων, ἀεὶ ‖ τοῖς ἐντὸς ἑαυτῶν περιστέλλεται καὶ σφίγγει πανταχόθεν αὐτά. οὐ σμικρὰ δ’ οὐδ’ ἡ τοῦ περιτοναίου βοήθεια καὶ ἡνίκ’ ἂν ἀρρωστότερα ταῦτα καὶ ἀδυνατώτερα
5γένηται περιστέλλεσθαι ῥᾳδίως ἐπὶ τοῖς τυχοῦσιν ἐδέ‐ σμασιν, ἀτμώδους τε καὶ φυσώδους πνεύματος ὑπο‐ πίμπλαται τὰ κατὰ τὴν γαστέρα καὶ δῆλον ὡς ἀπε‐ πτεῖσθαί τε τὴν τροφὴν ἀναγκαῖον ἐν τούτῳ καὶ βραδύνειν τὴν ἀνάδοσιν. ἐρρωμένων δὲ συμπάντων
10καὶ περιστελλομένων τῆς τε γαστρὸς καὶ τῶν ἐντέρων καὶ τοῦ περιτοναίου, καὶ εἰ πάνυ πνευματώδη τὰ ἐδηδε‐ σμένα τύχοι, καὶ πέττεται καὶ ἀναδίδοται ῥᾳδίως. τὸ μὲν γάρ τι τῆς φύσης αἱ ἐρυγαὶ κενοῦσι, τὸ δέ τι κάτω διεξέρχεται, ὅσον δ’ ἀτμῶδες ἅμα καὶ χρηστόν,
15εἰς τὰς φλέβας ἀναλαμβάνεται, καὶ πρὸς ταῦθ’ ἅπαντα χρήσιμόν ἐστι τὸ περιτόναιον. Ὅπως δὲ δὴ συνδεῖ τε ἅμα καὶ ἀμ‐ φιέννυσιν ἕκαστον ἰδίᾳ τῶν κάτω τοῦ θώρακος ὀργά‐ νων, ἑξῆς ἂν εἴη ῥητέον ἐνθένδε ποθὲν ἀρξαμένους.
20ἐν μὲν τοῖς πρόσω μέρεσιν ἁπάντων αὐτῶν προτέτακται

3

.

293

κοινῇ· προέρχεται δ’ ἐν‖τεῦθεν ἐπὶ μὲν τὰ δεξιά τε καὶ ἀριστερὰ κατὰ τὰς λαγόνας ἄχρι τῶν τῆς ὀσφύος σφονδύλων, ὅθεν ἑκάστῳ τῶν ἐντέρων τε καὶ τῶν
σπλάγχνων καὶ ταῖς ἀρτηρίαις ἁπάσαις καὶ ταῖς φλεψὶ214 in vol. 1
5καὶ τοῖς νεύροις περιτείνεται. τὸ δ’ ἄνω καὶ κάτω πέρας αὐτοῦ τὸ μὲν ἄνω ταῖς φρεσὶν ὑποφύεται, τὸ δὲ κάτω τοῖς καλουμένοις ἥβης ὀστοῖς καὶ προσέτι τοῖς τῶν λαγόνων καὶ τοίνυν καὶ ἀμφιέννυται τῶν κατὰ ταῦτα τεταγμένων ὀργάνων τὸ μὲν ἄνω μέρος τῆς
10γαστρὸς καὶ τοῦ ἥπατος ὑπὸ τοῦ ταῖς φρεσὶν ὑπο‐ φύντος, τὸ δὲ κάτω τῆς τε κύστεως καὶ τῶν ἐντέρων ὑπὸ τοῦ τῆς ἥβης ὀστοῦ. ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἑξῆς εἰρήσεται, τὸ δ’ ἀπὸ τῶν φρενῶν τῷ στόματι τῆς γαστρὸς ἔξωθεν ἐπιφυόμενον ἑνοῦται τοῖς ἑκατέ‐
15ρωθεν ἀπὸ τῆς ῥάχεως ἀνιοῦσι καὶ αὕτη γενέσεως ἀρχὴ τῷ τρίτῳ τῆς γαστρὸς χιτῶνι τῷ πάντων ἔξωθεν, ὃν δὴ σκέπασμα μέν τι καὶ πρόβλημα τῷ δευτέρῳ τῷ σαρκώδει περιέβαλεν ἡ φύσις, σύνδεσμον δ’ ἐποιήσατο τῆς γαστρὸς ὅλης πρὸς τὰ κατὰ τὴν ῥάχιν σώματα·

3

.

294

καί σοι ‖ δόξει παχὺς ὁ χιτὼν ὑπάρχειν οὗτος, καίτοι γε τῶν ἄλλων ἀποφύσεων τοῦ περιτοναίου τῶν εἰς τὰ τῆς τροφῆς ὄργανα φερομένων λεπτῶν ἁπασῶν γεγε‐ νημένων· ἀλλ’ ἐπεὶ μέγα τε μόριον ἡ γαστὴρ καὶ
5μεγίστας ἔχει διαστάσεις τὰς ἐπὶ τοῖς ἐδέσμασί τε καὶ πόμασιν, εὐλόγως ἰσχυρῶν καὶ δεσμῶν καὶ σκεπασμάτων ἐδεήθη. Καὶ μέν γε καὶ πρὸς τὴν τοῦ ἐπιπλόου
γένεσιν, ὅθεν περ ὁ λόγος ὡρμήθη, τοῦτον τὸν χιτῶνα215 in vol. 1
10παρεσκεύασεν ἡ φύσις, ὡς ἂν μάλιστα χρηστότατός τε καὶ δυσπαθέστατος ἔσοιτο. συντυχόντων γὰρ ἀλλήλοις τῶν ἀπὸ τῆς ῥάχεως ἑκατέρωθεν ἀνιόντων μερῶν τοῦ περιτοναίου κατὰ τὸ κυρτότατόν τε καὶ ὑψηλότατον τῆς γαστρὸς κἀνταῦθα μεγάλην ἀρτηρίαν τε καὶ φλέβα
15κατὰ τὸ μῆκος αὐτῆς ἐκτεταμένας εὑρόντων ὁ τόπος οὗτος ἅπας ἀρχὴ τῆς τοῦ ἐπιπλόου γενέσεώς ἐστιν, ὡς ἂν ἤδη πάντ’ ἔχων ὧν ἐδεῖτο. καὶ γὰρ ἀρτηρία καὶ φλὲψ αὐτόθι μεγάλαι καὶ δύο μοῖραι τοῦ περιτοναίου καὶ τὸ μέρος τῆς γαστρὸς τὸ θάλπεσθαι δεόμενον.

3

.

295

ἀποφύσασα δὲ φλέβας τε καὶ ‖ ἀρτηρίας ἐντεῦθεν ἡ φύσις παμπόλλας ἀφ’ ἑκατέρου τῶν μεγάλων ἀγγείων συναπέφυσεν αὐταῖς ἑκάτερον τῶν τοῦ περιτοναίου μορίων τὸ καθ’ ἑαυτὸ μέρος ἀμφιεννύν τε καὶ ξυνδοῦν
5τῶν ἀγγείων ἑκάστου. τὴν δὲ μεταξὺ χώραν αὐτῶν συνυφαίνουσιν ἀλλήλαις ἐπιβαίνουσαι καθάπερ τινὲς πτύχες αἱ τοῦ περιτοναίου μοῖραι. καὶ τὸ πλεῖστον τῆς πιμελῆς ἐνταῦθα συνίσταται θάλπον τε ἅμα τὴν γαστέρα καὶ λιπαῖνον τοὺς ὑμένας καὶ τροφὴ τῆς ἐμ‐
10φύτου θερμασίας ἐν ταῖς ἀσιτίαις γιγνόμενον. ἐπι‐ κεῖσθαι μὲν οὖν τῇ γαστρὶ καὶ οἷον ἐποχεῖσθαι τοὐ‐ πίπλοον—ὅθεν περ καὶ τοὔνομα κέκτηται—καλῶς εἶχε διὰ τὰς εἰρημένας αἰτίας, οὐ μὴν παντάπασί γε τῶν ἄλλων μορίων ἀπολελυμένον αἰωρεῖσθαι·
15ῥᾳδίως γὰρ ἂν ὑπεδιπλοῦτο καὶ περὶ ἑαυτὸ πολλάκις εἱλίττετο καὶ συνεστρέφετο καὶ πολλὰ τῶν σκέπεσθαι δεομένων ἀπελίμπανεν. ὅθεν οἶμαι πρός τε τὸν σπλῆνα συνέφυσεν αὐτὸ καὶ πρὸς τὸ πάγκρεας ὀνομαζόμενον, ὡσαύτως δὲ καὶ πρὸς τὴν εἰς τὸ λεπτὸν ἔντερον ἔκφυ‐216 in vol. 1
20σιν καὶ τὸ μεσεντέριόν τε καὶ τὸ κόλον καὶ τῆς γαστρὸς

3

.

296

αὐτῆς πρὸς ‖ τὰ σιμά. ἀλλ’ εἰ μὲν συνδεῖσθαι μόνον ἑκάστῳ τῶν εἰρημένων ἡ φύσις ἐβουλήθη τοὐπίπλοον, ἐξήρκει τὸ ὑμενῶδες αὐτοῦ καταφῦσαι χωρὶς τῶν ἀγ‐ γείων· ἐπεὶ δ’ ἕτερόν τι μεῖζον προὐνοεῖτο, τὴν διὰ τῶν
5ἀγγείων κοινωνίαν τοῖς εἰρημένοις ὀργάνοις προπαρε‐ σκεύασεν, ἧς τὴν χρείαν ἐξηγήσεται προϊὼν ὁ λόγος ἐν τῷ προσήκοντι καιρῷ. Νυνὶ δ’ ἤδη καλῶς ἂν ἔχοι μεταβαίνειν ἐπὶ τὸ ἧπαρ εὐθύς τε κατ’ ἀρχὰς τοῦ λόγου τῶν ἐν
10ἑτέροις ἀποδεδειγμένων ὑπομνῆσαι· χρήσιμα γάρ ἐστιν οὐκ εἰς τὰ παρόντα μόνον, ἀλλὰ καὶ πάσῃ τῇ μελλούσῃ περανθήσεσθαι διεξόδῳ. χρῆναι γὰρ δή φαμεν ἐν τοῖς συνθέτοις τοῦ σώματος μορίοις τοῖς ἐνέργειάν τινα πε‐ πιστευμένοις, ἃ δὴ καὶ ὄργανα καλοῦμεν, ἐπισκοπεῖσθαί
15τι διὰ τῶν ἀνατομῶν τοιοῦτον μόριον, οἷον μηδαμόθι τοῦ σώματός ἐστιν ἑτέρωθι, καὶ τοῦτο μὲν τῆς ἰδίας κατὰ τὸ πᾶν ὄργανον ἐνεργείας αἴτιον εἶναι νομίζειν, τὰ δ’ ἄλλα τῶν κοινῶν, οἷον καὶ νῦν ἐπὶ τοῦ ἥπατος

3

.

297

ὑποκειμένου φλεβῶν ἀρχῆς ‖ εἶναι καὶ τοῦ πρώτου τῆς αἱματώσεως ὀργάνου· ταῦτα γὰρ ἡμῖν ἐν ἑτέροις ἀπο‐ δέδεικται· καὶ ζητητέον, ὅ τί ποτ’ ἐστὶν αὐτὸ τοῦτο τὸ μόριον, ὃ τῶν φλεβῶν ἐστιν ἀρχὴ καὶ τῆς τοῦ αἵματος217 in vol. 1
5γενέσεως αἴτιον. οὔτε γὰρ τὰς ἀρτηρίας οὔτε τὰς φλέβας οὔτε τὰ νεῦρα δυνατὸν αἰτιάσασθαι· κοινὰ γὰρ ταῦτα τοῦ παντὸς σώματος· ἀλλ’ οὐδὲ τὸν ὑμένα τὸν ἔξωθεν τῷ σπλάγχνῳ περικείμενον, ὃν ἀπὸ τοῦ περιτοναίου μικρῷ πρόσθεν ἔλεγον πεφυκέναι. καὶ μὴν εἰ μὴ ταῦτα,
10λοιπὸν ἂν εἴη τά τε τὴν χολὴν ὑποδεχόμενα μόρια καὶ τὴν οἷον σάρκα τοῦ ἥπατος ἐπισκεπτέον· ἢ γὰρ τὸ ἕτε‐ ρον αὐτῶν ἢ ἀμφότερα τῆς ἐξαιρέτου κατὰ τὸ πᾶν ὄρ‐ γανον ἐνεργείας ἐστὶν αἴτια. τοὺς μὲν δὴ τὴν χολὴν περιέχοντας πόρους μὴ καὶ γελοῖον ᾖ τὸ τῆς αἱματώσεως
15ὄργανον ὑπολαμβάνειν ἢ φλεβῶν ἀρχὴν εἶναι νομίζειν. ἀπό τε γὰρ τῆς ἐπὶ τῷ ἥπατι κύστεως τῆς χοληδόχου καλουμένης οὗτοι πεφύκασι καὶ τὴν αὐτὴν ἐκείνῃ τοῦ σώματος ἐνδείκνυνται φύσιν καὶ χολὴν οὐχ αἷμα περιέ‐ χουσι καὶ οὐδὲ κατὰ τὸ ἧπάρ εἰσι μόνον, ἀλλὰ καὶ

3

.

298

ἔξω τοῦ ἥπατος, ὥσπερ ὅ τε ‖ καθήκων εἰς τὸ ἔντερον καὶ οἱ εἰς αὐτὴν τὴν κύστιν ἐμβάλλοντες οὖσαν οὐδ’ αὐτὴν δήπου μέρος τοῦ ἥπατος. ἐπὶ δέ τινων ζῴων οὐδ’ ὅλως ἐστὶν ἡ κύστις, ἀλλ’ οἱ πόροι μόνοι τὴν χολὴν
5ἐξοχετεύουσιν ἐκ τοῦ ἥπατος εἰς τὸ λεπτὸν ἔντερον. ὑπολείπεται τοίνυν ἡ οἷον σὰρξ τοῦ ἥπατος, ἥπερ δὴ καὶ ἴδιός ἐστιν οὐσία τοῦ σπλάγχνου, τό τε πρῶτον
εἶναι τῆς αἱματώσεως ὄργανον καὶ ἀρχὴ τῶν φλεβῶν. καὶ μέντοι καὶ σαφῶς εἴ τις αὐτῆς κατασκέψαιτο τὴν218 in vol. 1
10φύσιν, ἐγγυτάτω φανεῖται τοῦ αἵματος. εἰ γὰρ νοήσαις ὑπὸ θερμότητος ἐξατμιζόμενον αἷμα καὶ παχυνόμενον, οὐδὲν ἄλλ’ εὑρήσεις γιγνόμενον ἢ τὴν τοῦ ἥπατος σάρκα. καὶ μὲν δὴ καὶ μαρτυρεῖται πρὸς τοῦ φαινομένου τοῦτο πολλάκις ἡμῖν ἐν ἑτέροις ἀποδεδειγμένον, ὡς ἕκαστον
15τῶν ἀλλοιούντων μορίων τὴν τροφὴν οἷον σκοπόν τιν’ ἔχει καὶ τέλος ἑαυτῷ συνεξομοιῶσαι τὸ ἀλλοιούμενον. εἰ δὲ νοήσαις τὸν ἐκ τῆς κοιλίας ἀναλαμβανόμενον χυλὸν ἀλλοιούμενον ὑπὸ τῆς σαρκὸς τοῦ ἥπατος καὶ κατὰ βραχὺ

3

.

299

μεθιστά‖μενον εἰς τὴν ἐκείνης φύσιν, παχύτερος ἑαυτοῦ καὶ ἐρυθρότερος ἐξ ἀνάγκης ἔσται πρὶν ὁμοιωθῆναι τελέως ἐκείνῃ. δέδεικται γὰρ καὶ τοῦθ’ ὁμοίως, ὡς οὐκ ἐνδέχεται τὰς ἐναντίας ἢ ὅλως τὰς πολὺ διαφερούσας
5ποιότητας δέξασθαί τι μὴ διὰ τῶν ἐν τῷ μεταξὺ πρό‐ τερον ὁδοιπορῆσαν. ὥστ’ εἴπερ τέλος μέν ἐστι τῇ σαρκὶ τοῦ ἥπατος ὁμοιῶσαι τὴν τροφὴν ἑαυτῇ, τοῦτο δ’ ἀθρόως οὐκ ἐνδέχεται γενέσθαι, τὸ μέσον ἀμφοῖν ἔσται τὸ αἷμα, τοσούτῳ τῆς σαρκὸς τοῦ ἥπατος ἀπολειπόμενον, ὅσῳ
10πλεονεκτεῖ τοῦ κατὰ τὴν γαστέρα πεπεμμένου χυλοῦ. περὶ μὲν δὴ τούτων ἐπὶ πλέον ἐν ἑτέροις ἀποδέδεικται, νυνὶ δ’ ἀρκεῖ καὶ τὰ τοσαῦτα πρός γε τὴν περὶ τῆς
χρείας τῶν μορίων διδασκαλίαν. ἡ μὲν γὰρ σὰρξ τοῦ ἥπατος, αὐτὸ δὴ τὸ ἴδιον αὐτοῦ σῶμα, τὸ πρῶτον τῆς219 in vol. 1
15αἱματώσεως ὄργανόν ἐστι. διὸ καὶ ταῖς εἰς τὴν γα‐ στέρα καὶ σύμπαντα τὰ ἔντερα καθηκούσαις φλεψὶν ὑπάρχει δύναμίς τις αἵματος ποιητική, καθ’ ἣν καὶ πρὶν εἰς ἧπαρ ἀφικέσθαι τὸν ἐκ τῶν σιτίων ἀναδιδό‐ μενον χυμὸν αἱματοῦν αὐτὸν αἱ φλέβες πεφύκασιν,

3

.

300

οἱ δ’ ἀπὸ τῆς χολη‖δόχου κύστεως πόροι δῆλον ὡς τοῦ διακρίνεσθαι τὴν χολὴν ἕνεκα γεγόνασιν· ὁ δ’ ἔξωθεν ὑμὴν οἷον δέρμα τι τοῦ ἥπατός ἐστιν· τὸ δ’ εἰς αὐτὸν ἐμφυόμενον νεῦρον, ἵνα μὴ παντάπασιν ἀναίσθητον ᾖ τὸ
5σπλάγχνον, ὥσπερ γε καὶ ἡ ἀρτηρία τοῦ φυλάττεσθαι τὴν συμμετρίαν αὐτῷ τῆς ἐμφύτου θερμότητος, ὡς ἐν τῷ Περὶ χρείας σφυγμῶν ἀποδέδεικται γράμματι. Ἆρ’ οὖν ἤδη πάντα τὰ μόρια τοῦ ἥπα‐ τος διεληλύθαμεν ἢ λείπεταί τι δεόμενον ἐξηγήσεως; μό‐
10ριον μὲν οὐδὲν ἔτι λείπεται· τὰ γὰρ σύμπαντα ταῦτ’ ἐστὶν, ὅσα περ εἴρηται, φλέβες καὶ ἀρτηρίαι καὶ νεῦρα καὶ ἡ ἴδιος οὐσία τοῦ ἥπατος καὶ τὰ τῆς χολῆς ἀγγεῖα καὶ ὁ ἐπὶ τούτοις ἅπασι χιτών· ὑπολείπεται δὲ περί τε θέσεως αὐτῶν εἰπεῖν καὶ ἀριθμοῦ καὶ μεγέθους καὶ
15πλοκῆς καὶ διαπλάσεως καὶ ξυμφύσεως καὶ τῆς πρὸς ἄλληλα κοινωνίας ἁπάσης. οὕτω γὰρ ἂν ἐναργῶς ἡ τέχνη δειχθείη τῆς φύσεως, εἰ μὴ τὰς οὐσίας μόνον τῶν μορίων ἕνεκά του φαίνοιτο κατασκευάζειν, ἀλλὰ καὶ τὰ

3

.

301

συμβεβηκότα πάντ’ αὐταῖς ὁμοίως. ‖ εὐθὺς γὰρ εἰ μὴ μά‐ θοις, τί δή ποτε μίαν οὐκ εἰργάσατο μεγάλην κοιλίαν ἐν τῷ ἥπατι τοιαύτην οἵας περ ἐν τῇ καρδίᾳ τὰς δύο, θαυμαστήν τινα πρόνοιαν ἀγνοήσεις αὐτῆς. οὕτω δὲ καὶ220 in vol. 1
5διὰ τί μὲν εἰς τὸν χιτῶνα τοῦ ἥπατος ἐνέφυ τὸ νεῦρον, εἴσω δ’ οὐκέτι προῆλθεν ἐναργῶς, ἡ δ’ ἀρτηρία συγκα‐ τασχίζεται σαφῶς ταῖς φλεψὶν ἄχρι παντός, καὶ διὰ τί κατὰ μὲν τὰ σιμὰ μέρη τοῦ ἥπατος αἱ πρὸς τὰς πύλας αὐτοῦ συνεχεῖς φλέβες ἅμα ταῖς ἀρτηρίαις ἐτάχθησαν
10ἁπασῶν πρῶται, δεύτεροι δ’ ἐπ’ αὐταῖς οἱ χοληδόχοι πόροι καὶ πασῶν ὕσταται κατὰ τὰ κυρτὰ τοῦ ἥπατος αἱ τῇ κοίλῃ συνεχεῖς φλέβες, καὶ διὰ τί μὲν μικρὰ παν‐ τάπασιν ἡ ἀρτηρία, μικρότερον δ’ αὐτῆς ἐστι τὸ νεῦρον, μείζους δ’ ἀμφοῖν οἱ χοληδόχοι πόροι καὶ μέγισται πα‐
15σῶν αἱ φλέβες, καὶ διὰ τί ταῖς ἐν τοῖς σιμοῖς φλεψὶν αἱ ἐν τοῖς κυρτοῖς οὐ συνάπτονται, καὶ διὰ τί λεπτόταται τοῖς χιτῶσιν αἱ κατὰ τὸ ἧπαρ πᾶσαι φλέβες εἰσί, καὶ διὰ τί ταῖς φρεσὶ συνέφυ τὸ ἧπαρ, καὶ διὰ τί κατὰ τὴν

3

.

302

κοίλην φλέβα καὶ περὶ τῆς ‖ πρὸς τὰ παρακείμενα πάντα κοινωνίας αὐτοῦ, ταῦτ’ εἰ μὴ μάθοις σύμπαντα, ἐγὼ μὲν οὐκ ἂν γιγνώσκειν σέ τι χρηστὸν εἴποιμι περὶ χρείας μο‐ ρίων, ἀλλ’ ἄμεινον εἶναί σοι μηδ’ ἧφθαι τὴν ἀρχὴν ἢ ἐλλι‐
5πῶς μετακεχειρίσθαι τὸν λόγον ὁμοίως τοῖς πολλοῖς, ὧν τοῖς μὲν ἀπέχρησεν ὑπὲρ ἑκάστου μορίου τῆς γενέσεως εἰπεῖν μόνης, οὐκέτι δὲ καὶ θέσιν αὐτοῦ καὶ μέγεθος καὶ
πλοκὴν καὶ διάπλασιν καὶ τἄλλ’ ὅσα τοιαῦτα διασκέψα‐ σθαι, τοῖς δ’ οὐδὲ περὶ τούτων ἁπάντων εἰπεῖν ἐπῆλθε,221 in vol. 1
10καὶ ἔνιοί γ’ αὐτῶν τὰ μείζω τε καὶ πλείω παρέλιπον. καίτοι θαυμάζειν ἀμφοτέρων δίκαιον. εἰ μὲν γὰρ ἄμεινον ἐπίστασθαι τὰς χρείας τῶν μορίων, οὐκ οἶδ’ ὅπως οὐχ ἁπάντων ἄμεινον· εἰ δὲ περίεργόν τε καὶ μάταιον, οὐκ οἶδ’ αὖ πάλιν, ὅπως οὐχὶ καὶ τῶν ὀλίγων τις ἐκ περιτ‐
15τοῦ μνημονεύσει. ῥᾷστον γὰρ εἰπεῖν, ὡς νῦν δὴ λέλεκται, τὰς μὲν ἐν τοῖς σιμοῖς τοῦ ἥπατος φλέβας ἀναφέρειν ἐκ τῶν κατὰ τὴν γαστέρα μορίων τὴν τροφήν, τὰς δ’ ἐν

3

.

303

τοῖς κυρτοῖς μεταλαμβάνειν, τοὺς ‖ δ’ ἀπὸ τῆς κύστεως πόρους ἐκκαθαίρειν τὸ περίττωμα, τὸ δὲ νεῦρον αἴσθη‐ σιν χορηγεῖν, τὰς δ’ ἀρτηρίας τὴν συμμετρίαν τῷ παντὶ σπλάγχνῳ φυλάττειν τῆς ἐμφύτου θερμασίας, τὸν δὲ
5χιτῶνα σκέπασμα καὶ ἀμφίεσμα περιβεβλῆσθαι καὶ αὐτὸ δὴ τοῦτο χιτῶνα, τὴν δὲ σάρκα τοῦ ἥπατος ἀρχὴν εἶναι τῶν φλεβῶν καὶ τὸ πρῶτον τῆς αἱματώσεως ὄργανον. ἀλλ’ εἰ μὴ προστεθείη τῶν ἄλλων ἕκαστον, ἃ δὴ νῦν προὔτεινα, πλέον ἂν ἀγνοοῖτο τῆς χρείας τῶν ἐν ἥπατι
10μορίων ἢ γιγνώσκοιτο. τί δή ποτε γάρ, ἵν’ ἀπὸ τοῦ πρώτου τῶν προβληθέντων ἀρξώμεθα, τὰς πολλὰς φλέ‐ βας ἐκείνας τὰς ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων ἁπάντων ἀναφερούσας τὴν τροφὴν εἰς τὸ ἧπαρ ἑνώσασα κατὰ τὰς πύλας ἡ φύσις αὖθις εἰς παμπόλλας κατέτε‐
15μεν; ἥνωσε μὲν γὰρ αὐτὰς ὡς μιᾶς δεομένη, διέσχισε
δ’ εὐθὺς ὡς μάτην ἑνώσασα, ἐνὸν αὐτῇ μίαν ἐργασα‐ μένῃ μεγάλην ἐν τῷ σπλάγχνῳ κοιλίαν αἱματικὴν ἐμφῦ‐ σαι ταύτῃ, κάτωθεν μὲν τὴν ἀναφέρουσαν τὸ αἷμα φλέβα τὴν ἐκ τῶν πυλῶν, ἄνωθεν δὲ τὴν διαδεξομένην τε καὶ222 in vol. 1

3

.

304

παντὶ τῷ ‖ σώματι διακομιοῦσαν. τὰ μὲν οὖν ὑπ’ Ἐρα‐ σιστράτου λεγόμενα διακρίσεως ἕνεκα τῆς ξανθῆς χολῆς ἐνδείκνυται τὴν σχίσιν τῶν ἐν ἥπατι φλεβῶν γεγονέναι. φανείη δ’ ἄν, εἴ τις ἀκριβέστερον αὐτὰ διασκοποῖτο,
5κακῶς εἰρημένα, δυναμένης γε τῆς φύσεως καὶ χωρὶς τοσαύτης τε καὶ τοιαύτης πλοκῆς διακρίνειν τὰ περιττώ‐ ματα, καθότι σαφῶς ἐπὶ τῶν νεφρῶν ἐνεδείξατο. πάμ‐ πολλοι γοῦν τῶν κωθωνιζομένων ἀμφορέας ὅλους ἐκπί‐ νοντες ἀνάλογόν τε τῷ πλήθει τοῦ πόματος οὐροῦντες
10οὐκ ἐμποδίζονται περὶ τὴν διάκρισιν, ἀλλ’ ἑτοιμότατα καὶ ῥᾷστα τὸ παραγενόμενον εἰς τὴν κοίλην αἷμα κα‐ θαίρεται πρὸς τῶν νεφρῶν ἅπαν οὐδὲ ψαυόντων τῆς φλεβός. καὶ θαυμάζειν ἄξιον Ἐρασιστράτου, πῶς μὲν ἡ ξανθὴ χολὴ διακρίνεται τοῦ αἵματος, ἐπὶ πλεῖστον
15ἡμῖν διαλεχθέντος, ὅπως δὲ τὸ οὖρον, οὐδ’ ὅλως ἐπισκε‐ ψαμένου. ἐχρῆν γὰρ ἢ περὶ μηδετέρου μηδὲν εἰπεῖν ἢ ἀμφοτέρων ὁμοίως μνημονεῦσαι. ἀλλὰ καὶ περὶ τούτων καὶ τῶν ἄλλων ἁπασῶν δυνάμεων τῶν φυσικῶν ἰδίᾳ

3

.

305

γέγραπται ‖ καὶ δέδεικται τῶν μορίων ἑκάστῳ τοῦ σώ‐ ματος ἑλκτικὴ ποιότητος οἰκείας ὑπάρχειν δύναμις, καὶ οὕτω μὲν οἱ χοληδόχοι πόροι τὴν χολήν, οὕτω δὲ καὶ οἱ νεφροὶ τὸ οὖρον ἐπισπῶνται. οὔκουν διακρίσεως
5ἕνεκεν ἡ φύσις ἐποίησε τὴν τοσαύτην πλοκὴν τῶν κατὰ τὸ ἧπαρ ἀγγείων, ἀλλ’ ὑπὲρ τοῦ χρονίζουσαν ἐν τῷ σπλάγχνῳ τὴν τροφὴν αἱματοῦσθαι τελέως. εἰ γὰρ ὡς ἐπὶ τῆς καρδίας μίαν εἰργάσατο μεγάλην κοιλίαν οἷον δεξαμενήν τινα κἄπειτ’ εἰς αὐτὴν διὰ μιᾶς μὲν φλεβὸς223 in vol. 1
10εἰσῆγε τὸ αἷμα, δι’ ἑτέρας δ’ ἐξῆγεν, οὐδ’ ἂν ἀκαρῆ χρόνον κατὰ τὸ ἧπαρ παρέμενεν ὁ ἐκ τῆς γαστρὸς ἀναφερόμενος χυμός, ἀλλὰ διεξήρχετ’ ἂν ἑτοίμως δι’ ὅλου τοῦ σπλάγχνου τῇ τῆς ἀναδόσεως ῥύμῃ φερόμενος. ἕνεκα δὴ τοῦ μένειν ἐπὶ πλέον καὶ ἀλλοιοῦσθαι τελέως
15τὴν τροφὴν αἱ τῶν διεξόδων στενότητες ἐγένοντο, ὥσπερ ἐπὶ μὲν τῆς γαστρὸς ὁ πυλωρός, ἐπὶ δὲ τῶν ἐντέρων αἱ ἕλικες. οὕτω δὲ καὶ αἱ πρὸ τῶν ὄρχεων ἑλιττόμε‐ ναι πολυειδῶς ἀρτηρίαι τε καὶ φλέβες ἐγένοντο καὶ τὸ κατὰ τὴν κεφαλὴν ὑπὸ τῇ σκληρᾷ μήνιγγι πλέγμα τῶν

3

.

306

ἀρτηριῶν, τὸ δικτυοειδὲς ‖ ὀνομαζόμενον. ἔνθα γὰρ ἂν ἐπὶ πλέον ἡ φύσις ἐθέλῃ μένειν τὰς ὕλας, ἐνταῦθα δύσπορον αὐταῖς ἀπεργάζεται τὸ πρόσω. γενομένης δὲ μιᾶς μεγάλης κοιλίας οὔτ’ ἐπὶ πλέον ἂν ἔμενεν ἐν τῷ
5ἥπατι τὸ αἷμα καὶ μέρος ἐλάχιστον αὐτοῦ τῆς σαρκὸς ἔψαυεν ἂν τοῦ σπλάγχνου, ὥστε καὶ κατὰ τοῦτο χεί‐ ρονα γενέσθαι τὴν αἱμάτωσιν. εἰ γὰρ δὴ τὸ ἴδιον σῶμα τοῦ ἥπατος τὸ πρῶτόν ἐστι τῆς αἱματώσεως ὄρ‐ γανον, ἡ μᾶλλον ὁμιλήσασα τούτῳ τροφὴ θᾶττόν τε καὶ
10βέλτιον ἔμελλε δέξασθαι τὸ εἶδος τοῦ αἵματος. ταῦτ’ ἄρα
καὶ αὐτὰς τὰς φλέβας τὰς κατὰ τὸ ἧπαρ ἁπασῶν ἰσχνο‐ τάτας τῶν καθ’ ὅλον τὸ σῶμα φλεβῶν ἐδημιούργησεν. ἐκείνας μὲν γάρ, ὡς ἂν μήτε γειτνιώσας τῇ τῆς αἱματώ‐ σεως ἀρχῇ καὶ δυσπαθείας δεομένας εὐλόγως ἰσχυρὰς224 in vol. 1
15ἀπειργάσατο καὶ τούτου τεκμήριον οὐ σμικρότατόν ἐστι τὸ τὰς μὲν μᾶλλον τὰς δ’ ἧττον γενέσθαι παχείας, ἀνά‐ λογον τῇ χρείᾳ τῆς δυσπαθείας, ὡς προϊόντος τοῦ λόγου δειχθήσεται, τὰς δὲ κατὰ τὸ ἧπαρ ἰσχνοτάτας, ὡς ἂν

3

.

307

μήτε παθεῖν τι κινδυνευούσας ‖—ἡδρασμέναι γὰρ ἀκρι‐ βῶς εἰσιν ἐν τῷ σπλάγχνῳ—καὶ κάλλιον ἂν οὕτω τὴν αἱμάτωσιν ἐργαζομένας. ὅτι δὲ βέλτιον ἦν ἐπὶ ταῖς ἀνα‐ φερούσαις τὴν ἐκ τῆς κοιλίας τροφὴν φλεψὶ προτέρους
5τῶν διαδεξομένων φλεβῶν τοὺς ἕλκοντας τὴν ξανθὴν χολὴν τετάχθαι πόρους, ἐμοὶ μὲν καὶ τοῦτο πρόδηλον εἶναι δοκεῖ. κεκαθαρμένον γὰρ καλῶς ἤδη τὸ αἷμα τῇ τῶν ἀγγείων τούτων ἐπικαίρῳ θέσει διαδέχοιτ’ ἂν ἡ κοίλη φλέψ. διὰ ταῦτα δὲ καὶ τὴν τῶν ἀρτηριῶν θέσιν
10ἐπαινεῖν χρή. οὐ γὰρ μέσας αὐτὰς ἔταξε τῶν τ’ ἄνωθεν καὶ τῶν κάτωθεν φλεβῶν, ἵνα μὴ ἀμφοτέρας ὁμοίως διαψύχωσιν, ἀλλὰ ταῖς ἐν τοῖς σιμοῖς ὑπέτεινε μόναις ἐπισταμένη τοῖς κυρτοῖς τοῦ ἥπατος ἐνδελεχῆ κίνησιν ὑπάρχουσαν ἐκ τῆς τῶν φρενῶν γειτνιάσεως. εὐλόγως δὲ
15καὶ σμικραὶ πάνυ γεγόνασιν, ὡς ἂν εἰς ἔμψυξιν μόνον ὑπηρετοῦσαι τῷ σιμῷ τοῦ σπλάγχνου, μήτε δ’ αἷμα δεόμεναι μεταλαμβάνειν—οὐδέπω γὰρ ἀποτέθειται τὰ περιττώματα—μήτε τὸ ζωτικὸν πνεῦμα πολὺ παρέχειν
τῷ ἥπατι καθάπερ ἄλλοις τισὶν ὀργάνοις, ἀλλ’ οὐδὲ225 in vol. 1

3

.

308

τρέφειν αὐτοῦ τὴν σάρκα λεπτῇ καὶ ‖ ἀτμώδει τροφῇ. δειχθήσεται δὲ καὶ περὶ τούτου σαφέστερον ἐφεξῆς. ἐλα‐ χίστου δὲ νεύρου τῷ ἥπατι μετέδωκεν ἡ φύσις, ὡς ἂν μήτ’ εἰς κίνησίν τινα τῷ ζῴῳ μήτ’ εἰς αἴσθησιν αὐτὸ
5παρασκευάζουσα. τοιαύτης γάρ ἐστιν ἀρχὴ δυνάμεως καὶ τοιαύτας ἐνεργείας αὐτό τε καὶ αἱ ἀπ’ αὐτοῦ φλέβες ἐπιστεύθησαν, οἷαι κἀν τοῖς φυτοῖς εἰσι. δέδεικται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἑτέρωθι καὶ χρὴ μεμνῆσθαι τῶν κατ’ ἀρχὰς εὐθὺς εἰρημένων τε καὶ ἀποδεδειγμένων, ὡς
10οὔτ’ ἐνδέχεται καλῶς εὑρεῖν χρείαν οὐδεμίαν οὐδενὸς μορίου πρὶν τοῦ παντὸς ὀργάνου γνῶναι τὴν ἐνέργειαν οὔτ’ ἐροῦμέν τι νῦν εἰς ἀπόδειξιν ἐνεργείας οὐδεμιᾶς, ἀλλὰ τῶν ἀποδεδειγμένων μόνον ἀναμνήσαντες οὕτως ἑκάστοτε τὸν περὶ τῶν χρειῶν λόγον αὐτοῖς ὑποτάξο‐
15μεν. οὔκουν ἔτ’ ἀπορήσεις περὶ τῆς τοῦ νεύρου σμικρό‐ τητος, εἰ μνημονεύοις τῶν ἀποδεδειγμένων, ἀλλὰ μᾶλλον ἴσως ζητήσεις, ἕνεκα τίνος ὅλως μετέδωκεν ἡ φύσις τῷ ἥπατι τοῦ σμικροῦ τούτου νεύρου. ὅσον γὰρ ἐπὶ τῷ τῆς

3

.

309

θρεπτικῆς ψυχῆς ἀρχὴν εἶναι τὸ ‖ σπλάγχνον, οἵα κἀν τοῖς φυτοῖς ἐστιν, οὐδ’ ὅλως φαίνεται νεύρου δεόμενον. εἴτε δὲ φύσιν εἴτε θρεπτικὴν ψυχὴν ὀνομάζειν χρή, πα‐ ρίημι ζητεῖν τοῖς ἐν ὀνόμασι μόνον δεινοῖς καὶ κατατρί‐
5βουσιν ὅλον εἰς τοῦτο τὸν ἑαυτῶν βίον, ὥσπερ οὐ χρη‐ σιμώτερα πάμπολλα ζητεῖν ἔχοντες ἢ οὐχ ἱκανῶς τοῦ
πράγματος δι’ ἑκατέρας δηλουμένου τῆς λέξεως. ἀλλὰ τοῦτο μὲν ἐν ὅλῳ χρὴ φυλάττειν τῷ λόγῳ τῆς Πλατω‐ νικῆς παραινέσεως ἀεὶ μεμνημένους, ὡς ἐὰν παραμελῶ‐226 in vol. 1
10μεν ὀνομάτων, πλουσιώτεροι φρονήσεως εἰς τὸ γῆρας ἀφιξόμεθα. τὸ δ’ ἧπαρ ὅτι μὲν ἀρχὴ τῆς τοιαύτης ἐστὶ δυνάμεως, οἵα καὶ τὰ φυτὰ διοικεῖ, δέδεικται δι’ ἑτέρων, ἀλλὰ καὶ ὡς συνῆφθαι ἐχρῆν αὐτὸ ταῖς ἄλλαις δύο καὶ μὴ παντάπασιν ἀπεσχίσθαι, καθάπερ οὐδ’ ἀλλήλων ἐκεῖ‐
15ναι. τὸ μὲν γὰρ οἷόν τι θρέμμα ἄγριόν ἐστιν, ὥς φησιν ὁ Πλάτων, τρέφειν δὲ ξυνημμένον ἀναγκαῖον, εἴπερ ποτέ τι μέλλοι τὸ θνητὸν ἔσεσθαι γένος· τὸ δὲ λογιζόμενον ὄντως ἐστὶν ἄνθρωπος, ἐν ἐγκεφάλῳ καθιδρυμένον ὑπη‐

3

.

310

ρέτην τέ τινα καὶ βοηθὸν ἔχον τὸν θυ‖μὸν ἐπίκουρον ἑαυτῷ κατὰ τοῦδε τοῦ θρέμματος. ὅθεν αὐτὰ διὰ τῶν ἀποφύσεων ὁ δημιουργὸς ἡμῶν συνάψας ἐπαΐειν ἀλλή‐ λων ἐτεχνήσατο. ἀλλ’ οὗτοι μὲν μείζονές τε καὶ θειότεροι
5λόγοι κἀν τοῖς Περὶ τῶν Ἱπποκράτους τε καὶ Πλάτωνος δογμάτων ἐπὶ πλέον αὐτοὺς διέξιμεν· εἰς δὲ τὰ παρόντα κἂν εἰ οὕτω λέγοις, ὡς ὀλίγῳ πρόσθεν εἶπον, ἵνα μὲν ἡ συμμετρία τῆς θερμασίας φυλάττοιτο τῷ σπλάγχνῳ, τὰς ἀρτηρίας ἀπὸ καρδίας εἰς αὐτὸ παραγενέσθαι, τοῦ
10δὲ μὴ παντάπασιν ἀναίσθητον εἶναι τὸ νεῦρον ἐμφῦναι τῷ περιέχοντι χιτῶνι, πιθανώτερός τ’ ἂν εἴης καὶ σα‐ φέστερος τοῖς πολλοῖς. εἰ γὰρ μήτε φλεγμονῆς ἐμέλλησεν
αὐτὸ μήτ’ ἐμπυήματος μήτ’ ἄλλου τινὸς πάθους ἕξειν αἴσθησιν, οὐδὲν ἂν οὕτω γε διήνεγκε φυτοῦ, καὶ διὰ227 in vol. 1
15τοῦτό γ’ ἀμυδρῶς αἰσθάνεται πάντων τῶν τοιούτων παθημάτων, οὐχ ὥσπερ ἕτερα μόρια τοῦ σώματος ἐναρ‐ γῶς, ὅτι τὸ νεῦρον σμικρὸν ὂν εἰς τὸν περιέχοντα χι‐ τῶνα διανεμηθὲν ἢ οὐδ’ ὅλως εἰς τὸ σπλάγχνον ἐνέφυ ἢ οὐκ εἰς ὅλον γε διέφυ. δέδεικται δὲ καὶ τοῦθ’ ἡμῖν, ὡς

3

.

311

εἰς τὰ συνεχῆ μόρια μέχρι ‖ τινὸς αἱ δυνάμεις διαδίδον‐ ται καὶ διὰ τοῦτο περιττὸν ἦν εἰς ὅλον διανέμεσθαι τὸ σπλάγχνον τὸ νεῦρον. τὴν μὲν γὰρ ἀμυδρὰν αἴσθησιν αὐτῷ καὶ κατὰ διάδοσιν ἔμελλε παρέξειν.
5 Ἅπαντα μὲν οὖν ἤδη καλῶς ἔχει τῷ ἥπατι, μόνης δ’ ἔτι δεῖται λόγῳ τῆς ἀσφαλοῦς θέσεως, ἣν ἔργῳ πάλαι ποθ’ ἡ φύσις αὐτῷ προὐνοήσατο. τῇ μὲν δὴ γαστρὶ καὶ τοῖς ἐντέροις ἅπασι διά τε τῶν φλεβῶν καὶ τοῦ συνδοῦντος αὐτὰς χιτῶνος συνῆπτο, δυσαπόσπαστον
10δ’ ἦν αὐτῆς διά τε τὸ σχῆμα καὶ τοὺς λοβούς, ἀλλ’ οὐκ ἤρκει ταῦτα. πανταχόθεν οὖν αὐτὸ δεσμοῖς τισιν ἡ φύσις ἑρματίζουσα τοῖς παρακειμένοις σώμασιν συνέφυσεν, ἑνὶ μὲν καὶ μεγίστῳ τῷ μέλλοντι σκέπειν αὐτὸ χιτῶνι τὴν γένεσιν ἐκ τοῦ περιτοναίου λαβόντι, ὥστε διὰ μὲν τού‐
15του πᾶσιν ἤμελλε τοῖς ἐντὸς συναφθήσεσθαι· πᾶσι γὰρ ὁ χιτὼν οὗτος ἐπεκτείνεται. μεγάλῳ δ’ ἄλλῳ δεσμῷ συνῆ‐
πται ταῖς φρεσὶ καί τισιν ἄλλοις ὑμενώδεσί τε καὶ σμι‐ κροῖς ταῖς νόθαις πλευραῖς. ὁ δὲ δὴ πρὸς τὰς φρένας αὐτὸ228 in vol. 1

3

.

312

συνάπτειν εἰρημένος ‖ δεσμός ἐστι μὲν καὶ αὐτὸς οἷόν περ καὶ τὸ περιτόναιον κατὰ τὴν οὐσίαν τοῦ σώματος. καὶ γὰρ δὴ καὶ τὴν γένεσιν ἔκ τε τοῦ περιέχοντος ἔχει τὸ ἧπαρ χιτῶνος καὶ τοῦ τὰς φρένας ὑποζωννύντος κάτω‐
5θεν, οὓς ἀμφοτέρους ἀποβλαστάνειν ἔφαμεν τοῦ περι‐ τοναίου, τὸ δὲ πάχος αὐτοῦ καὶ ἡ διὰ τοῦτο ῥώμη τε καὶ δυσπάθεια πάμπολυ παραλλάττει τοῦ περιτοναίου, δεόντως. εἰ γὰρ ὀρθοὶ σταίημεν, ἐκ τῶν φρενῶν ἀνάγκη κρέμασθαι τῷ ἥπατι. κίνδυνος οὖν ἦν οὐ σμικρὸς ἀπορ‐
10ραγῆναι ῥᾳδίως αὐτὸ κατὰ τὰς σφοδροτέρας κινήσεις καὶ τεθνάναι τὸ ζῷον αὐτίκα δὴ μάλα. συνάπτεται γὰρ οὐ ταῖς φρεσὶ μόναις ἐνταυθοῖ τὸ ἧπαρ, ἀλλὰ καὶ τῇ καρ‐ δίᾳ διὰ τῶν φρενῶν. ἡ γὰρ κοίλη φλὲψ ἐκείνη, περὶ ἧς ἤδη διελέχθην, ἅπαντι τῷ σώματι διανέμουσα τὸ
15αἷμα, πάντως μὲν ἐδεῖτο καὶ πρὸς τὴν καρδίαν ἀνιέναι, δι’ ἑτέρου δ’ οὐκ ἦν ἄμεινον ἀγαγεῖν αὐτὴν χωρίου μέλλουσάν γε τὰς φρένας ἐξ ἀνάγκης διεξέρχεσθαι μέσας κειμένας τῶν σπλάγχνων ἀμφοτέρων. οὔκουν ἑτέρους

3

.

313

μὲν δεσμοὺς τῇ φλεβὶ παρασκευά‖ζειν, ἑτέρους δὲ τῷ σπλάγχνῳ καλῶς εἶχεν, ἀλλὰ σκληρὸν ἕνα καὶ παχύν, ἀμφίεσμα θ’ ἅμα τῆς κοίλης καὶ κοινὸν σύνδεσμον πρὸς τὸ διάφραγμα, τῇ τε φλεβὶ καὶ παντὶ τῷ σπλάγχνῳ
5ποιήσασθαι βέλτιον ἦν. ἐπίκαιρον οὖν ἱκανῶς ἔμελλεν ἔσεσθαι τουτὶ τὸ χωρίον καὶ ἡ βλάβη τῆς ἐνθάδε φλε‐
βὸς ἁπάσαις διαφέρειν ταῖς κατὰ τὸ ζῷον φλεψίν, ὡς εἰ καὶ πρέμνον ποτὲ δένδρου πάθοι. τρωθείσης γὰρ τῆσδε τῆς φλεβὸς ἢ ἀποσπασθείσης οὕτως ὀξὺς ἕπεται229 in vol. 1
10θάνατος, ὥστε καίτοι πολλαπλασίῳ τὸ μέγεθος ὄντι τῷ Κύκλωπι τὸν σοφώτατον Ὀδυσσέα γράφων ὁ ποιητὴς ἐπιχειροῦντά τε καὶ σφάττειν διανοούμενον οὐκ εἰς ἄλλο τι μέρος τοῦ σώματος ὠθεῖν μέλλοντα τὸ ξίφος ἐποίησεν, ἀλλ’ ἵνα φρένες ἧπαρ ἔχουσι, καὶ ἂν ἔπραξε, φησίν,
15οὕτως, εἴπερ ἤλπισεν ἀποθανόντος αὐτοῦ „χερσὶν ἀπώ‐ σασθαι λίθον ὄμβριμον, ὃν προσέθηκεν“. οὕτως ἄρα πάνυ σφόδρα τῷ χωρίῳ τούτῳ κατεπίστευσεν ὡς οὐδ’ ἐπ’ ὀλίγον χρόνον, εἰ τρωθείη, ζῆν ἐπιτρέψοντι. τοῦ δὲ δὴ δεσμοῦ τοῦ μεγάλου καὶ σκληροῦ τοῦ τὴν κοίλην

3

.

314

περιέχοντος φλέβα ‖ ἐν μὲν τοῖς ὀπίσω μέρεσι τὸ λε‐ πτότατον, ἐν δὲ τοῖς πρόσω τὸ παχύτατον ἡ φύσις ἐπέ‐ θηκεν ὑπὲρ τοῦ μὴ μόνον ἀπείργειν τὴν ἐξ ἑαυτῶν τοῖς ζῴοις ἐσομένην εὐπάθειαν ἀλλὰ καὶ τὴν ἀπὸ τῶν
5ἔξωθεν. ὅσα μὲν γὰρ ἢ τρεχόντων ἢ πηδώντων αὐτῶν σφοδρῶς ἡ φλὲψ ἔμελλε πείσεσθαι μὴ καλῶς συνδε‐ θεῖσα, ταῦτα μὲν ἐξ ἑαυτῶν τοῖς ζῴοις ὁρμᾶται τὰ πα‐ θήματα, τὰ δ’ ἀπὸ τῶν προσπιπτόντων, ὅσα θλᾶν ἢ τιτρώσκειν πέφυκεν, ἔξωθεν ἐπέρχεται. καὶ τοίνυν τῇ
10τούτων ἐφόδῳ πλεονεκτούντων εἰς εὐπάθειαν τῶν πρό‐ σω τῆς κοιλίας οὐκ ἴσον ἐχρῆν εἶναι τοῦ σκεπάσματος αὐτῆς τὸ πάχος, ἀλλ’ ἐν τοῖς ἑτοιμοτέροις πάθεσιν
εὐρωστότερον γενέσθαι δίκαιον ἦν. ἐπεὶ δ’ αἱ φρένες οὐ τοῦτο μόνον ἦσαν, ὡς ὁ Πλάτων φησὶν αὐτάς, διά‐230 in vol. 1
15φραγμα τῶν ἄνω σπλάγχνων πρὸς τὰ κάτω, ἀλλ’, ὡς ἐν ἑτέροις ἐδείξαμεν, οὐ τὸ φαυλότατον ὄργανον ὑπάρ‐ χουσι τῆς ἀναπνοῆς, οὐκ ἐχρῆν αὐτὰς στενοχωρεῖσθαι καὶ θλίβεσθαι καί ποτε καὶ τῆς ἐπὶ πλέον κωλύεσθαι κινήσεως οὐδὲ πρὸς ἑνὸς τῶν κάτω μερῶν. ταῦτα δὴ

3

.

315

προορώμενος ὁ δημιουργὸς ἡμῶν, εἰς ὅσον ‖ οἷόν τ’ ἦν, ἑκάτερον τῶν γειτνιώντων ὀργάνων ἐπὶ πλεῖστον ἀπή‐ γαγεν οὔτε τῆς γαστρὸς τὸ κύτος εὐθὺς συνάψας τῷ στομάχῳ κατὰ τὸ διεξελθεῖν τὰς φρένας, ἀλλ’ οἷον ἐξ
5ἰσθμοῦ τινος ἐπιμήκους τε καὶ στενοῦ τὸν διαδεχόμε‐ νον αὐλῶνα κατὰ σμικρὸν ἀνευρυνόμενον ἐργασάμενος τὸ καλούμενον στόμα τῆς γαστρός, οὔτε τοῦ ἥπατος ἅπαν τὸ κυρτὸν ἐνθεὶς ταῖς φρεσίν, ἀλλ’ ἐπὶ πλεῖστον ὑψώσας τε καὶ κυρτώσας καὶ ἀνατείνας τὸ κατὰ τὴν
10κοίλην φλέβα καὶ τούτῳ μόνῳ ψαύειν ἀλλήλων ἐργα‐ σάμενος τὰ μόρια. περὶ μὲν οὖν τῶν ἐν ἥπατι τοσαύτη τε καὶ τοιαύτη τέχνη. Λοιπὸς δ’ ἂν εἴη τῶν ἐξ ἀρχῆς προτε‐ θέντων ὁ σπλὴν Ἐρασιστράτῳ μὲν ὑπὸ περιττῆς δή
15τινος σοφίας οὐδενὸς ἕνεκα γεγονώς. εἶτ’ οὐκ αἰδεῖται τηλικοῦτον σπλάγχνον ὑπὸ τῆς μηδὲν ἀλόγως ἐργαζομέ‐ νης φύσεως, αὐτὸς γὰρ ταῦτα λέγει, μάτην φάσκων γεγο‐ νέναι. φοβηθεῖσα γὰρ δηλαδή, μή πως ἐπιλάθηται τῆς
τέχνης, ἡνίκ’ ἔτι κυουμένου τοῦ ζῴου τὸ ἧπαρ ἐν τοῖς231 in vol. 1

3

.

316

δεξιοῖς διέπλαττεν, ‖ ἀντέθηκεν ἐκ τῶν ἀριστερῶν αὐτῷ τὸν σπλῆνα βουλομένη τι καὶ κατὰ τοῦτο τὸ μέρος ἐνερ‐ γεῖν, ὥσπερ οὐκ ἐνὸν ἐπὶ βραχὺ προαγαγοῦσαν ἐπὶ ταῦτα τὴν γαστέρα μηδὲν δεῖσθαι ματαίου δημιουργίας. εἶτα
5πρὸς μὲν τὰς εὐηθεστάτας δόξας ἀντιλέγει διὰ μακρῶν, ὡς ἐν τοῖς περὶ καταπόσεως καὶ ἀναδόσεως καὶ πέψεως αὐτῷ γεγραμμένοις ἔστιν εὑρεῖν, πρὸς δὲ τὰς ἰσχυροτά‐ τας τε καὶ διασημοτάτας οὐδὲ τὸ σμικρότατον ἀντειπών, ἀλλ’ ἐνίοτε μὲν ἐπιμνησθεὶς μόνον, ἔστι δ’ ὅτε οὐδὲ
10τοῦτο ποιήσας ὑπερβαίνει τε καὶ παρατρέχει καθάπερ οὐδενὸς ἀξίας. καίτοι γ’ εἰ καὶ διὰ μηδὲν ἄλλο διὰ γοῦν τοὺς ἀποφηναμένους αὐτούς, ἐπιφανεῖς παρ’ Ἕλλησι γενομένους, οὐκ ἐχρῆν οὕτω καταφρονεῖν ἀλλ’ ἀντειπεῖν καὶ καταβαλεῖν ἰσχυραῖς ἀποδείξεσιν ἐξελέγξαντα. δέδει‐
15κται δὲ καὶ περὶ τούτου πρὸς ἡμῶν ἐν τοῖς Περὶ φυσικῶν δυνάμεων, ὡς ἔστιν ὁ σπλὴν ὄργανόν τι καθαρτικὸν τῶν ἐν ἥπατι γεννωμένων ἰλυωδῶν καὶ παχέων καὶ μελαγ‐ χολικῶν χυμῶν. ἕλκει μὲν οὖν τούτους, ὡς καὶ πρόσθεν

3

.

317

ἐρρήθη, ‖ δι’ ἀγγείου φλεβώδους οἷον στομάχου τινός· ἑλκύσας δ’ οὐκ εὐθὺς εἰς τὴν κοιλίαν ἀποκρίνει, ἀλλ’ αὐτὸς πρότερον κατεργάζεται καὶ μεταβάλλει κατὰ πολ‐ λὴν σχολὴν χρώμενος εἰς τὴν ἐνέργειαν ταύτην μάλιστα
5ταῖς ἀρτηρίαις, αἳ δὴ πολλαὶ καὶ μεγάλαι καθ’ ὅλον εἰσὶ
τὸ σπλάγχνον, οὐκ ἀργῶς οὐδ’ ὡς ἔτυχεν ὑπὸ τῆς φύ‐ σεως αὐτῷ δοθεῖσαι, ἀλλ’ ὅτι γε τῷ διηνεκεῖ τῆς κινή‐ σεως καὶ τῇ τῆς ἐμφύτου θερμασίας ἰσχύι τῆς παρὰ τῆς καρδίας αὐταῖς ἐπιρρεούσης κατεργάζεσθαι καὶ κατα‐232 in vol. 1
10θραύειν καὶ μεταβάλλειν καὶ ἀλλοιοῦν δύναται τὸ πάχος τῶν ἐξ ἥπατος εἰς σπλῆνα μεταλαμβανομένων χυμῶν. ὅσον μὲν οὖν ἂν εἰς τὸν οἰκειότατον τῷ σπλάγχνῳ χυμὸν μετακοσμηθῇ, τροφὴ τῷ σπληνὶ γίγνεται· ὁπόσον δ’ ἄν τι καὶ τὴν ἐν τούτῳ διαφυγὸν κατεργασίαν καὶ μὴ δυνη‐
15θὲν εἰς αἵματος ἰδέαν λεπτοῦ καὶ χρηστοῦ μεταστῆναι παντάπασιν ἄχρηστον ᾖ πρὸς θρέψιν, εἰς τὴν γαστέρα τοῦτο διά τινος ἑτέρου φλεβώδους ὁ σπλὴν ἐξερεύγεται στομάχου χρείαν τινὰ καὶ αὐτὸ παρέξον οὐ σμικράν, ἣν

3

.

318

ἐν τῇ τῶν περιττωμάτων ἐξηγήσει ‖ δηλώσω. ἀλλὰ νῦν γε τὰ ὑπόλοιπα τῆς κατασκευῆς τοῦ σπληνὸς ἐπισκεψώ‐ μεθα καὶ πρῶτον τὸ ἴδιον αὐτοῦ σῶμα τὸ καλούμενον ὑπό τινων παρέγχυμα. τοῦτ’ οὖν ἐστιν αὐτό, καθ’ ὃ τοὺς
5μελαγχολικοὺς ἕλκειν εἰς ἑαυτὸν ὁ σπλὴν δύναμιν ἔχει χυμούς, ἀραιὸν ἱκανῶς καὶ χαῦνον ὑπάρχον ὥσπερ τις σπογγιὰ πρὸς τὸ ῥᾳδίως ἕλκειν τε καὶ παραδέχεσθαι τὸ πάχος αὐτῶν. ἵνα δὲ καὶ τοιαύτη διὰ παντὸς ἡ σὰρξ φυλάττηται τοῦ σπληνός, αἱ πάντη διεσπαρμέναι καθ’
10ὅλον τὸ σπλάγχνον ἀρτηρίαι χρήσιμοι, γεγενημέναι μὲν καὶ δι’ ἕτερόν τι μικρῷ πρόσθεν εἰρημένον οὐ σμικρὸν
ἀγαθόν. εἰς γὰρ τὴν κατεργασίαν τῶν ἐξ ἥπατος εἰς σπλῆνα φερομένων χυμῶν ἐλέχθησαν διαφέρειν. ἀλλὰ καὶ τὴν σάρκα τοῦ σπλάγχνου μανὴν αὗται φυλάττουσιν233 in vol. 1
15ὥσπερ καὶ τὴν τοῦ πνεύμονος. εἰ γὰρ δὴ ὀρθῶς ἀποδέ‐ δεικται διὰ τοῦ περὶ τῶν φυσικῶν δυνάμεων λόγου τῶν τρεφομένων ἕκαστον ἕλκειν εἰς ἑαυτὸ τὴν τροφὴν ἐκ τῶν παρακειμένων ἀγγείων, ἐκ μὲν τῶν ἀρτηριῶν εὔλογον ἕλκεσθαι λεπτοτέραν, ἐκ δὲ τῶν φλεβῶν παχυ‐

3

.

319

τέραν. ὅ τε γὰρ ‖ χιτὼν τοῦ χιτῶνος στεγανώτερος αὐτό τε τὸ περιεχόμενον ἐν ταῖς ἀρτηρίαις αἷμα λεπτότερον καὶ ἀτμωδέστερον. ἐκ δὲ τοῦ τοιούτου τρέφεσθαι βέλ‐ τιόν ἐστι χαύνῃ σαρκὶ καθάπερ ἐκ παχυτέρου τῇ πυκνῇ.
5τὸ δ’ οὕτω λεπτὸν ἐν ταῖς κατὰ τοῦτο τὸ σπλάγχνον ἀρτηρίαις αἷμα τὴν γένεσιν ἐκ τοῦ παχέος ἐκείνου καὶ μελαγχολικοῦ περιττώματος ἔχει· διὰ τοῦτο καὶ ἡ σὰρξ τοῦ σπληνός, εἰ καὶ χαύνη τίς ἐστιν, ἀλλὰ τῆς γε τοῦ πνεύμονος ἀπολείπεται πάμπολυ. χαυνοτάτη τε γὰρ
10ἐκείνη καὶ κουφοτάτη καὶ μικροῦ δεῖν ἐστι λευκὴ καθά‐ περ ἐξ ἀφροῦ τινος πεπηγυῖα. τρέφεται γὰρ ἐξ αἵματος ἀκριβῶς καθαροῦ καὶ ξανθοῦ καὶ λεπτοῦ καὶ πνευμα‐ τώδους. ἅπαντα γὰρ ἔχει ταῦτα τὰ πλεονεκτήματα τὸ παρὰ τῆς καρδίας ἐπιπεμπόμενον αὐτῷ. ἀλλὰ περὶ μὲν
15τῆς ἐκείνου τοῦ σπλάγχνου φύσεως ἰδίᾳ λελέξεται. τὸ δὲ τοῦ σπληνὸς σῶμα τοσούτῳ μανότερον ἥπατος ὑπάρ‐ χον, ὅσῳ παχυμερέστερόν ἐστι πνεύμονος, εὐλόγως ἐκ λεπτοτέρου τὴν τροφὴν αἵματος ἔχει. τὸ μὲν γὰρ ἑλκό‐
μενον εἰς τὸν σπλῆνα παχύτερόν ἐστι τοῦ κατὰ τὸ234 in vol. 1

3

.

320

ἧπαρ. ἀλλ’ ἐπεὶ κατεργασθὲν ‖ ὑπὸ τῶν ἀρτηριῶν τῶν ἐνταῦθα σύναμα καὶ ταῖς φλεψὶ πολλῷ στεγανώτερον ἐχούσαις τὸν χιτῶνα τῶν ἐν τῷ ἥπατι φλεβῶν, οὐχ ὁλοσχερὲς καὶ παχὺ τῇ σαρκὶ τοῦ σπληνὸς ἀλλὰ λεπτόν τε
5καὶ κατὰ βραχὺ διαπέμπεται, διὰ τοῦτο καὶ ἡ σὰρξ τοῦδε τοῦ σπλάγχνου μανοτέρα μέν ἐστι καὶ κουφοτέρα τῆς κατὰ τὸ ἧπαρ, οὐ μὴν ἐρυθροτέρα γ’ ἢ ξανθοτέρα· μελαγχολικὸς γὰρ ἦν, ὃν ἐκάθηρεν, ὁ χυμός, ἐξ οὗ κατερ‐ γασθέντος ἐτράφη. τὸ δ’ ἧπαρ ὑπὸ χρηστοῦ θ’ ἅμα τοῦ
10αἵματος καὶ παχέος τρέφεται διά τε τὴν λεπτότητα τοῦ χιτῶνος τῶν ἐν αὐτῷ φλεβῶν καὶ τὸ μέγεθος τῶν κατα‐ τρήσεων. ἑνὶ δὴ λόγῳ περὶ τῶν τριῶν σπλάγχνων τῆς τροφῆς ὧδ’ ἔχει· τὸ μὲν ἧπαρ ἐξ ἐρυθροῦ καὶ παχέος αἵματος, ὁ δὲ σπλὴν ἐκ λεπτοῦ μὲν ἀλλὰ μέλανος, ὁ δὲ
15πνεύμων ἐξ ἀκριβῶς κατειργασμένου καὶ ξανθοῦ καὶ λεπτοῦ καὶ πνευματώδους καὶ καθαροῦ τὴν θρέψιν λαμ‐ βάνει. καὶ τοίνυν καὶ αἱ τῆς σαρκὸς αὐτῶν ἰδέαι κατὰ τὸ τοῦ τρέφοντός εἰσιν εἶδος χυμοῦ, μᾶλλον δ’ ὅτι τοιαύτας ἐχρῆν αὐτὰς ὑπάρχειν, οἰκείαν αὐταῖς ἡ φύσις ‖

3

.

321

καὶ τροφὴν παρεσκεύασεν. αὗται τ’ οὖν αἱ προειρημέναι δύο χρεῖαι τοῦ πλήθους τῶν κατὰ τὸν σπλῆνα πεφυ‐ κυιῶν ἀρτηριῶν καί τις ἐπ’ αὐταῖς ἄλλη τρίτη κατὰ τὴν ἰδίαν αὐτῶν ἐνέργειάν τε καὶ χρείαν. δέδεικται γάρ,
5ὡς ἡ κίνησις αὐτῶν ἕνεκα φυλακῆς μάλιστα τῆς ἐν ἑκά‐ στῳ μέρει θερμασίας ἐμφύτου γέγονεν, ἐμψύχουσα μὲν
ταῖς διαστολαῖς τῷ ψυχρὰν ἐπισπᾶσθαι ποιότητα, κα‐ θαίρουσα δ’ ἐξ αὐτῶν ταῖς συστολαῖς τὸ λιγνυῶδες περίττωμα, καὶ τοίνυν καὶ τῷ σπληνὶ πλείστου τοῦ235 in vol. 1
10τοιούτου μέλλοντος ἔσεσθαι διὰ τὴν μοχθηρίαν τε καὶ τὸ πάχος τῶν ἐν αὐτῷ κατεργαζομένων χυμῶν εὔλογον ἦν ἀρτηρίας καὶ πολλὰς καὶ μεγάλας γενέσθαι. δεῖται γὰρ ὥσπερ ὁ πνεύμων ἐμψύξεως ἰσχυρᾶς οὕτως ὁ σπλὴν καθάρσεως ἱκανῆς. τὸ δ’ ἧπαρ οὔτε τῆς τοιαύτης χρῇζον
15καθάρσεως, ἔχει γὰρ ἄλλας τρεῖς μεγίστας, οὔτ’ ἐμψύ‐ ξεως ἰσχυρᾶς, ὥσπερ ἡ καρδία καὶ διὰ ταύτην ὁ πνεύ‐ μων, εὐλόγως μικρῶν ἐδεήθη τῶν ἀρτηριῶν. διὰ ταῦτα μὲν δὴ μανὸν καὶ κοῦφόν ἐστι καὶ ἀρτηριῶδες τὸ τοῦ σπληνὸς σῶμα.

3

.

322

Ἔστραπται δ’ αὐτοῦ τὰ μὲν σιμὰ πρὸς τὸ ἧπάρ τε καὶ τὴν γαστέρα, τὰ δ’ αὖ κυρτὰ δῆλον ὡς ἀντίκειται τοῖς σιμοῖς, καὶ τὰ μὲν σιμὰ τάς τε τῶν ἀρ‐ τηριῶν καὶ τῶν φλεβῶν ἐμφύσεις ἔχει καὶ τὴν πρὸς
5τοὐπίπλοον διάφυσιν, τοῖς κυρτοῖς δὲ πρός τε τὰς νόθας πλευρὰς καὶ τὰς λαγόνας ἀποχωροῦσιν οὐδὲν ἀγγεῖον ἐμπέφυκεν, ἀλλά τινες ἰνώδεις διαφύσεις ἐνταῦθα συν‐ δοῦσιν αὐτὸν τοῖς παρακειμένοις οὔτε τὸ μέγεθος οὔτε τὸ πλῆθος ἴσον ἐν ἅπασιν ἔχουσαι τοῖς ζῴοις, ἀλλὰ καὶ
10κατ’ εἶδος ἐν αὐταῖς ἐστί τις διαφορὰ καὶ καθ’ ἕκαστον ζῷον ὡσαύτως· οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκα γεγόνασιν ἢ ὥσπερ εἴρηται τοῦ συνδεῖν. ὅθεν καὶ πλείους καὶ ἐλάττους καὶ ἰσχυρότεροι καὶ ἀσθενέστεροι καὶ κατ’ ἄλ‐
λον ἐν ἄλλοις τόπον γεγόνασιν οὐχ οἱ τοῦ σπληνὸς μόνον236 in vol. 1
15ἀλλὰ καὶ οἱ τοῦ ἥπατος δεσμοί. ὁ μέν γε χιτὼν ὁ περιέ‐ χων αὐτὸν οὐ σύνδεσμος μόνον ἐστίν, ἀλλὰ καὶ χιτών, ὥσπερ καὶ ὀνομάζεται, σκέπων τε καὶ ἀμφιεννὺς ἐκ παντὸς μέρους τὸ σπλάγχνον. ἡ δ’ ἀρχὴ καὶ τούτῳ

3

.

323

τῆς ‖ γενέσεως ἐκ τοῦ περιτοναίου, καθάπερ καὶ πρό‐ σθεν εἴρηται. καὶ μέν γε καὶ ὡς παχύτερον ἐχρῆν εἶναι τὸ τῆς γαστρὸς σκέπασμα τῶν ἄλλων ἁπάντων, ἔμπροσθεν εἴρηται. τὰ μὲν δὴ κατὰ τὴν γαστέρα καὶ
5τὸ ἧπαρ ἐπίπλοόν τε καὶ σπλῆνα μόρια τὸν εἰρημένον κεκόσμηται τρόπον. Ἑξῆς δ’ ἂν εἴη περὶ τῶν ἐντέρων λεκτέον. πέττεται μὲν οὖν ἔτι καὶ κατὰ τὴν τούτων δίοδον ἡ τροφὴ καθάπερ κἀν ταῖς φλεψὶν ἁπάσαις τὸ
10αἷμα, γέγονε δ’ οὔτε τῶν ἐντέρων οὐδὲν ἕνεκα πέ‐ ψεως οὔτε φλέβες αἱματώσεως, ἀλλ’, ὡς καὶ πρόσθεν εἴρηται, τὸ μέν πού τι συγχρῆται πρὸς τὸ βέλτιον ἑκάστῳ τῶν ὀργάνων ἡ φύσις, τὸ δέ τι κἀξ ἀνάγκης ἕπεται πᾶσι τοῖς ἕνεκά του γεγονόσιν. ὥσπερ οὖν τὰς
15φλέβας ἀναδόσεως ὄργανα ποιήσασα δύναμιν ἐνέθηκεν αὐταῖς αἵματος γεννητικήν, ὅπως μὴ μάτην ὁ χρόνος ἀπολλύοιτο τῆς δι’ αὐτῶν φορᾶς τῇ τροφῇ, κατὰ τὸν αὐτὸν λόγον καὶ τοῖς ἐντέροις ἀναδόσεως ἕνεκα τῆς εἰς τὰς φλέβας γεγενημένοις δύναμίς τις ἐνυπάρχει

3

.

324

πεπτικὴ ‖ σιτίων. ἀλλ’ οὐδὲ δυνατὸν ὅλως ἦν, ὡς ἐν τοῖς Περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἀπο‐ δέδεικται, μὴ οὐχ ἑκάστῳ τῶν τοῦ ζῴου μορίων ὑπάρ‐ χειν τινὰ δύναμιν ἀλλοιωτικήν. οὐ μὴν οὐδὲ πόρρω237 in vol. 1
5που τῆς γαστρὸς ἡ τῶν ἐντέρων οὐσία, ὥστ’, εἰ καὶ δύναμιν ἀλλοιωτικὴν ἀναγκαῖον ἦν ἔχειν αὐτὰ καὶ τῇ γαστρὶ παραπλησίαν, ἐξ ἀνάγκης ἕπεται τὸ κἀν τού‐ τοις πέττεσθαι τὴν τροφήν. ἀλλ’ ὥσπερ ἐν ἥπατι τὸ οἷον ἐργαστήριόν ἐστι τῆς αἱματώσεως, οὕτως ἐν τῇ
10γαστρὶ τὸ τῆς πέψεως. ὅτι δ’ οὔτε τῆς τῶν περιττω‐ μάτων εἰς τὸ πρόσω φορᾶς ἕνεκεν οὔτε πέψεως, ἀλλὰ τοῦ πᾶν εἰς τὰς φλέβας ἀναλαμβάνεσθαι τὸ κεχυλω‐ μένον ἐν τῇ κοιλίᾳ παρεσκεύασται τὰ ἔντερα, μαθεῖν ἔνεστι, πρῶτον μὲν τῷ μηδενὶ τῶν ζῴων ἁπτομένην
15αὐτὴν τῶν ὀργάνων οἷς ἀποπατεῖ κατασκευασθῆναι, καίτοι γ’ οὐκ ἦν ἀδύνατον εὐθὺς εἰς τὴν ἕδραν κα‐ λουμένην τὸ κάτω πέρας αὐτῆς ἐκτετάσθαι, δεύτερον δὲ τῷ παμπόλλας τῶν ἐντέρων τὰς ἕλικας ἐν τοῖς ‖

3

.

325

πλείστοις ζῴοις γενέσθαι, καὶ τρίτον τῷ μηδ’ ἂν ἐκ‐ πεμφθῆναι τῆς γαστρὸς τὴν τροφήν, εἰ μὴ τελέως ἐπέφθη· δέδεικται γὰρ καὶ τοῦτο. τὸ μὲν δὴ μὴ συν‐ αφθῆναι ταῖς ἕδραις τῶν ζῴων τὰς γαστέρας ἐνδεί‐
5κνυται σαφῶς ἕτερον μὲν εἶναι δεῖν ὄργανον πέψεως σιτίων, ἕτερον δ’ ἀναδόσεως. εἴπερ γὰρ ταὐτὸν ἦν, ἐκινδύνευον ἂν πολλάκις ὠμὴν καὶ ἄπεπτον ἀναλαμ‐
βάνειν αἱ φλέβες τὴν τροφήν· οὐ μὴν ἔδει γίγνεσθαι τοῦτο. δῆλον οὖν, ὡς ἕτερον μὲν πέψεως, ἕτερον δ’238 in vol. 1
10ἀναδόσεως ἐχρῆν εἶναι μόριον. τὸ δὲ μὴ ἁπλοῦν ἐκτετάσθαι μέχρι τῆς ἕδρας αὐτό, παμπόλλαις δ’ ἐπανόδοις κυκλοτερέσιν ἐν τῷ μεταξὺ διειλῆφθαι τοῦ μὴ ῥᾳδίως ἐκπίπτειν τοῦ ζῴου τὴν τροφὴν ἐνδεικτικὸν ὑπάρχον ὁμολογεῖ τοῖς προειρημένοις. εἰ γὰρ ἑτέρα
15τις κοιλία διεδέχετο τὴν προτέραν καὶ ἦν ὥσπερ ἐκείνη πέψεως ὄργανον οὕτως ἡ δευτέρα ταμιεῖον ἀναδόσεως, οὐκ ἂν ἐν ὀλίγῳ χρόνῳ παμπόλλη τε καὶ διὰ πολλῶν

3

.

326

φλεβῶν εἰς ἧπαρ ἀνελαμβάνεθ’ ἡ ‖ τροφή. νῦν μὲν γὰρ αἱ τῶν ἐντέρων ἕλικες ἀναρίθμητόν τι πλῆθος φλεβῶν ἐξ ἥπατος εἰς ἑαυτὰς ἐμφυόμενον ἔχουσαι σύμπαντα τὸν ἐν τῇ γαστρὶ πεπεμμένον χυμὸν ἀνα‐
5πέμπουσι. τότε δ’ ἂν ὀλίγοις στόμασι φλεβῶν ὀλίγον ἑκάστοτε τῆς κεχυλωμένης ἐναρμόττον τροφῆς βραδεῖάν τε καὶ πολυχρόνιον ἐποιεῖτο τὴν ἀνάδοσιν. ἅπτεσθαι μὲν γὰρ χρὴ τὰ στόματα τῶν ἀγγείων τοῦ κατειργα‐ σμένου καὶ πεπεμμένου χυμοῦ. μεγάλης δ’ ὑποτε‐
10θείσης τῇ προτέρᾳ κοιλίᾳ δευτέρας βραχέος ἂν ἥπτετο μέρους τῆς τροφῆς ἡ γαστήρ, ὅσον περ ἔψαυεν αὐτῆς μόνον, τὸ πλεῖστον δ’, ὅσον ἦν ἐν τῷ βάθει, διέφυγεν ἂν τὰς λαβὰς τῶν φλεβῶν. ἀλλὰ νῦν γε τὸ τῆς δι‐ εξόδου στενὸν εἰς βραχέα μόρια κατακερματίζον τὴν
15τροφὴν ἅπασαν ὀλίγου δεῖν ἀναγκάζει τῶν ἐντέρων ἅπτεσθαι τοῦ χιτῶνος, εἰς ὃν αἱ φλέβες ἀνεστόμωνται, καὶ διὰ τοῦτο καὶ τῶν ἐπὶ τοῖς ἀγγείοις στομάτων. εἰ δὲ δὴ καὶ διαφύγοι τις ἐν τῇ κατὰ τὴν πρώτην ἕλικα διεξόδῳ, κατὰ τὴν δευτέραν ἅψεται, κἂν εἰ239 in vol. 1
20ταύτην διαφύγοι, κατὰ τὴν τρίτην ἢ τετάρτην ἢ πέμ‐

3

.

327

πτην ἤ τινα τῶν ἐφεξῆς, ‖ πάμπολλαι γάρ εἰσι. κατὰ δὴ τὴν οὕτω στενὴν καὶ μακρὰν καὶ παμπόλλας ἕλικας ἔχουσαν ὁδὸν ἅπαν ἀναγκάζεται τῆς τροφῆς μέρος ὁμιλῆσαί ποτ’ ἀγγείου στόματι. καταπεπύκνωται γὰρ
5ἐν κύκλῳ πᾶν ἔντερον ἀναρίθμῳ τινὶ πλήθει στομάτων εἴσω καθηκόντων, ὑφ’ ὧν ἀναρπάζεται τὸ χρηστὸν τῆς διεξερχομένης τροφῆς. ὥστ’ οὐκ ἄν τις διαλάθοι καὶ ἐκπέσοι τοῦ ζῴου χυμὸς εἰς θρέψιν χρήσιμος, ὅταν γε νόμῳ φύσεως διοικῆται τὰ κατὰ τὸ σῶμα. τούτων
10γὰρ ἡ νῦν ἐξήγησις, οὐ τῶν ἀρρωστημάτων, ἡνίκα συγκέχυται μὲν ἡ τάξις, ἐμποδίζεται δ’ ἡ τέχνη τῆς φύσεως, ἐπικούρου δέ τινος ὀρέγοντος χεῖρα καὶ τὸ λυποῦν ἐξάγοντος προσδεῖται. τοῦτο μὲν οὖν καὶ εἰ μὴ λέγοιτο καθ’ ἑκάστην ὧν προχειριζόμεθα χρειῶν,
15οὐχ ὁ μὴ λέγων ἀμελὴς ἀλλ’ ὁ μὴ προσυπακούων ἀβέλτερος. αἱ δὲ δὴ τῶν ἐντέρων ἕλικες ἐδείχθησαν ἕνεκα τοῦ πᾶσαν ἀκριβῶς ἀναδοθῆναι τὴν πεπεμμένην τροφὴν γεγονυῖαι καὶ τοῦτ’ ἦν ἄρα τὸ πρὸς τοῦ Πλά‐

3

.

328

τωνος εἰρημένον, „ὅπως μὴ ταχὺ ‖ διεκπερῶσα ἡ τροφὴ
ταχὺ πάλιν ἑτέρας δεῖσθαι τὸ σῶμα ἀναγκάζοι καὶ παρέχουσα ἀπληστίαν διὰ γαστριμαργίαν ἀφιλόσοφον καὶ ἄμουσον ἀποτελοῖ πᾶν τὸ θνητὸν γένος.“ ὅσοις240 in vol. 1
5γοῦν τῶν ζῴων οὐκ εἰσὶν ἕλικες, ἀλλ’ ἁπλοῦν ἔχει μέχρι τῆς ἕδρας ἀπὸ τῆς γαστρὸς ἐκτεταμένον ἔντερον, ἄπληστα πάντα καὶ γαστρίμαργα καὶ διὰ παντὸς προσ‐ κείμενα τῇ τροφῇ καθάπερ τὰ φυτά. ἀλλὰ γὰρ περὶ τούτων μὲν Ἀριστοτέλει καλῶς εἴρηται τά τ’ ἄλλα καὶ
10ὅτι κατὰ βραχὺ τῶν φυτῶν ἡ φύσις ἀποχωροῦσα ἕτερον ἑτέρου ζῷον ἐργάζεται τελεώτερον, ἕως ἂν ἐπὶ τὸ πάντων ἀφίκηται τελεώτατον, ὑπὲρ οὗ νῦν ἡμῖν πρόκειται λέγειν. οὔκουν οὐδὲ περὶ τοῦ πλήθους τῶν ἐν τοῖς μηρυκάζουσι ζῴοις κοιλιῶν ἐμὸν ἂν εἴη λέγειν
15οὐδὲ περὶ τῆς καθ’ ἕκαστον εἶδος ζῴου γαστρός, ὥσπερ οὐδὲ περὶ τῶν ἄλλων ὀργάνων τῆς τροφῆς· εἴρηται γὰρ Ἀριστοτέλει καλῶς ὑπὲρ ἁπάντων. εἰ δὲ μὴ βραχὺς ἦν ὁ βίος εἰς τὴν τῶν καλλίστων ἔρευναν, ἴσως ἄν ποτε καὶ τὸ κατ’ ἐκείνην τὴν θεωρίαν ἐλλεῖπον ἐξειρ‐

3

.

329

γασάμεθα. ‖ νυνὶ δ’ ἀγαπῶμεν, εἰ μόνου δυνηθείημεν ἀνθρώπου τὴν κατασκευὴν ἀκριβῶς ἐξηγήσασθαι. πάλιν οὖν τὸν λόγον ἐπὶ τὰ συνεχῆ τοῖς εἰρημένοις ἐπανα‐ γάγωμεν ἀναμνήσαντες κἀνταῦθα τοὺς ἀναλεξομένους
5τόδε τὸ γράμμα μηδεμίαν ἐπιζητεῖν ἀκούειν ἀπόδειξιν ἐνεργείας μηδεμιᾶς, εἰρῆσθαι γὰρ ἅπασαν ἐν τοῖς Περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ὥσπερ καὶ ὅτι
τὰ καθήκοντα τῶν ἀρτηριῶν εἰς ἔντερα στόματα βραχύ τι τῆς τροφῆς ἀναλαμβάνει, τὸ δὲ πλεῖστον αἱ φλέβες.241 in vol. 1
10αὐτὸ μέντοι τοῦθ’ ὅτι κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχεται, καθ’ ἕτερον λόγον ἰδίᾳ δέδεικται. νῦν οὖν ὅσον ἔτι λοιπόν ἐστι τῆς τῶν ἐντέρων κατασκευῆς, λεχθήσεται. πάσας τὰς ἐκκριτικάς τε καὶ προωστικὰς ὀνομαζομένας ἐνεργείας τε καὶ δυνάμεις αἱ τῶν ἐγκαρ‐
15σίων ἰνῶν ἐδείχθησαν ἐργαζόμεναι κινήσεις ὥσπερ τὰς ἐπισπαστικὰς αἱ τῶν εὐθειῶν. ὡς οὖν ἡ γαστὴρ ἀμ‐ φοτέρας ἔχουσα δυοῖν ἐδεήθη χιτώνων ἐναντίως ἐχόντων ἀλλήλοις, οὕτω τῶν ἐντέρων ἕκαστον ἓν εἶδος ἔχον κι‐

3

.

330

νήσεως τὸ προωστικὸν ἓν καὶ χιτῶνος ‖ εἶδος εἰς ἐγ‐ καρσίας τε καὶ κυκλοτερεῖς ἶνας ἀναλυόμενον ἐκτήσατο. τί δὴ οὖν οἱ χιτῶνες αὐτῶν δύο γεγόνασιν, εἴπερ ὁμοίως ἔχουσιν ἀμφότεροι; περιττὸς γὰρ ἂν εἶναι δό‐
5ξειεν ὁ ἕτερος. ἀλλ’ οὐχ ὧδ’ ἔχει· σφοδρότητός τε γὰρ ἕνεκα τῆς ἀποκριτικῆς δυνάμεως καὶ δυσπαθείας αὐτῶν τῶν ὀργάνων ὁ τῶν ἐντέρων χιτὼν διττὸς ἐγέ‐ νετο. ὥσπερ γὰρ ἐν τῇ γαστρὶ μένειν ἐπὶ πλέον, ἵν’ ἀκριβῶς πεφθῇ, βέλτιον ἦν τοῖς σιτίοις, οὕτως ἐνταῦθα
10μὴ μένειν. ἐν γὰρ τῷ φέρεσθαι διὰ μακρᾶς ὁδοῦ καὶ στενῆς ἀκριβῶς θ’ ἅμα καὶ ταχέως ἡ ἐξ αὐτῶν εἰς ἧπαρ ἀνάδοσις ἐγένετο. ὅτι δὲ καὶ εἰς τὴν ἀσφαλείας καὶ δυσπαθείας ἀκρίβειαν οὐ σμικρὰν τοῖς ἐντέροις ὠφέλειαν οἱ δύο χιτῶνες παρέχονται, δηλοῖ μάλιστα
15τὰ δυσεντερικὰ παθήματα. πολλοῖς γοῦν καὶ πολλάκις ἐθεασάμεθα κακῶς θ’ ἅμα καὶ χρονίως νοσήσασι πλεῖστον τῶν ἐντέρων ἀποσαπέν, ὡς πολλαχόθι τὸν ἔν‐ δον ὅλον ἀπολέσθαι χιτῶνα, καὶ ὅμως ἐβίων θ’ οὗτοι καὶ διεγένοντο, μὴ ἂν διασωθέντες, εἰ μὴ καὶ δεύτερός242 in vol. 1

3

.

331

τις ἦν ‖ ἐπὶ τῷ διεφθαρμένῳ χιτὼν ἕτερος ἔξωθεν. ἐνίοις δὲ τῶν ἐντέρων ἐπιτείνονταί τινες ἔξωθεν ἶνες εὐθεῖαι κατὰ μῆκος ἕνεκα τῆς τῶν ἐγκαρσίων δυσπα‐ θείας. διὸ καὶ τοῖς λεπτοὺς ἔχουσι ζῴοις τοὺς τῶν
5ἐντέρων χιτῶνας ἢ τὰς ἐνεργείας σφοδροτέρας τοῦθ’ ὑπάρχει μάλιστα. κίνδυνος γὰρ ἦν ἀποσπασθῆναι τὰς ἐγκαρσίας ἀλλήλων μὴ συνεχομένας ἔξωθεν οἷον δεσμῷ τινι ταῖς εὐθείαις. διὰ τοῦτο δὲ καὶ κατὰ τὸ ἀπευ‐ θυσμένον αἱ τοιαῦται πλείους εἰσίν, ὅτι πολλοῖς καὶ
10σκληροῖς περιττώμασι τῆς ξηρᾶς τροφῆς ἀθροιζομένοις ἐνταῦθα βιαίως περιστέλλεσθαι τοὺς ταύτῃ χιτῶνας ἀναγκαῖον ἦν. ἔξωθεν οὖν αὐταῖς ἐπιβέβληται δεσμὸς εὐθεῖαί τινες ἶνες. ἐπὶ δὲ τῶν πλείστων ζῴων ὅλον τὸ κόλον ἰσχυροῖς δεσμοῖς ἔσφιγκται κατὰ μῆκος
15ἄνωθεν κάτω παρατεταμένοις ἑνὶ καθ’ ἑκάτερον μέρος. ὅτι δὲ καὶ τὸ περιτόναιον αὐτὸ τοῦτον πάλιν τὸν δεύ‐ τερον ἀμφιέννυσι χιτῶνα καὶ συνδεῖ τὰ ἔντερα πάντα πρός τε τὰ κατὰ τὴν ῥάχιν σώματα καὶ πρὸς ἄλληλα,

3

.

332

πρόσθεν εἴρηται. καθόλου ‖ γὰρ οὐδέν ἐστι τῶν κάτω
τῶν φρενῶν ὄργανον, ὃ μὴ καλύπτεταί τινι χιτῶνι τὴν ἀρχὴν τῆς γενέσεως ἐκ τοῦ περιτοναίου λαμ‐ βάνοντι. ἀλλὰ περὶ μὲν τῶν λεπτῶν ἐντέρων ἱκανὰ243 in vol. 1
5καὶ ταῦτα. Περὶ δὲ τῶν παχέων ὧδ’ ἔχει. καθά‐ περ τὸ λεπτὸν ἀναδόσει παρεσκεύαστο καὶ ταύτης ἕνεκεν ἐγεγόνει καίτοι καὶ πέττον τὴν τροφὴν καὶ προωθοῦν, οὕτω καὶ τὸ παχὺ [πᾶν] ἔντερον οὐκ
10ἀθρόας χάριν ἐκκρίσεως ἐγένετο. καίτοι πολλοῖς γε τῶν πολυβόρων ζῴων, οἷς ἔνεστιν εὐθὺ τὸ ἔντερον, οὐδὲν εἰς εὐρύτητα παραλλάττον αὐτοῦ τὸ κάτω πέρας ἰδεῖν ἔστιν. ἀλλὰ ταῦθ’ ὥσπερ ἀεὶ νέμεται, καὶ ἀπο‐ πατεῖ συνεχῶς, ἄμουσόν τινα καὶ ἀφιλόσοφον ὄντως,
15ὥσπερ ὁ Πλάτων ἔλεγε, διαζῶντα ζωήν. ὅσα δὲ τε‐ λεώτερα καὶ βελτίω τῶν ζῴων, οὔτ’ ἐσθίει διὰ παντὸς οὔτ’ ἀποπατεῖ. τοῦ μὲν δὴ μὴ δεῖσθαι συνεχῶς τῆς ἔξωθεν τροφῆς αἱ τῶν ἐντέρων ἕλικες ἐδείχθησαν αἴτιαι, τοῦ δὲ μηδ’ ἀποπατεῖν ἑτοίμως, ἀλλ’ ἐκ μα‐

3

.

333

κροτέρων δια‖στημάτων ἡ τοῦ παχέος εὐρύτης ἐν‐ τέρου τὴν αἰτίαν ἔχει, δευτέρα τρόπον τινὰ γαστὴρ αὐ‐ τοῖς ὑποβεβλημένη καθάπερ ἡ κύστις τοῖς οὔροις. ἵνα γὰρ μήτ’ ἀποπατῇ συνεχῶς μήτ’ οὐρῇ τὰ ζῷα, τοῖς
5μὲν ὑγροῖς περιττώμασιν ἡ κύστις ὑπόκειται, τοῖς δὲ ξηροῖς τὸ παχὺ καλούμενον ἔντερον, ὃ δὴ καὶ κάτω κοιλίαν ὀνομάζουσί τινες, ἀρχὴ δ’ αὐτοῦ τὸ τυφλὸν ἔντερον· οὗ γὰρ δὴ τελευτᾷ τὸ λεπτὸν ἔντερον, ἐν‐ τεῦθεν εἰς μὲν τὰ δεξιὰ τὸ τυφλόν, εἰς τὰ ἀριστερὰ244 in vol. 1
10δὲ τὸ κόλον ἀποφύεται διὰ τῆς δεξιᾶς πρότερον ἀνενεχθὲν λαγόνος. τὸ μὲν δὴ τυφλὸν ἄντικρυς οἷον γαστήρ τίς ἐστι παχεῖα εἰς ὑποδοχὴν περιττωμάτων ἐπιτήδειος, ἀνάλογον δ’ αὐτῷ καὶ τὸ κόλον. καὶ τοῖς γε πλείστοις τῶν ὀρνίθων διὰ τὸ σφοδρὸν τῆς ἐνερ‐
15γείας τὸ τυφλὸν ἔντερον διττόν ἐστι. καὶ γὰρ οὖν καὶ εἴ τι διέλαθε τὴν ἀνάδοσιν ἐν τῇ κατὰ τὸ λεπτὸν ἔντερον διόδῳ, τοῦτ’ ἐν τῇ κατὰ τὸ τυφλὸν ἐπὶ πλέον μονῇ πᾶν ἀκριβῶς ἐξικμάζεται καὶ τοῖς ὄρνισι σχεδὸν ἅπασιν ἰσχυρὰς τῶν κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα

3

.

334

μορίων τὰς ἐνεργείας ἔχουσιν ἀποθέσεις τῶν ‖ περιτ‐ τωμάτων ἐγένοντο διτταὶ πρὸς τὸ μήτε ταχέως διεξ‐ ιούσης τῆς τροφῆς ἀνεξίκμαστόν τι καταλείπεσθαι καὶ τὴν ἀποπάτησιν ἀθρόαν εἰσάπαξ, μὴ συνεχῶς καὶ
5κατὰ βραχὺ γίγνεσθαι. ἀλλ’ ἀνθρώποις τε καὶ τοῖς πεζοῖς ζῴοις ἅπασιν ἓν τὸ τυφλὸν ἔντερον ἡ φύσις ἐργασαμένη κατὰ τὴν δεξιὰν λαγόνα κατέθετο, διότι χώραν ἐνταῦθ’ ἐπιτήδειον εἶχε σχολάζουσαν ὑψηλοτέρου τοῦ δεξιοῦ νεφροῦ κειμένου διὰ τὴν ἐν τοῖς ἐφεξῆς
10εἰρησομένην αἰτίαν.
Ταῦτά τ’ οὖν ἅπαντα θαυμαστῶς τῇ φύσει παρεσκεύασται καὶ πρὸς τούτοις ἔτι μύες ἑκα‐ τέραις ἐπίκεινται τῶν περιττωμάτων ταῖς ἐκροαῖς οἷον κλεῖθρόν τι τοῦ μήτε συνεχῶς ἐκκρίνεσθαι μήτ’ ἀκαί‐245 in vol. 1
15ρως ἕνεκα. τῆς μὲν γὰρ κύστεως ὁ καλούμενος αὐχὴν μυώδης ἐστί, τοῦ δ’ ἀπευθυσμένου τὸ κάτω πέρας ὑπὸ μυῶν ἐν κύκλῳ περικειμένων σφίγγεται· καὶ δὴ τοὔνομ’ αὐτῷ σφιγκτῆρα διὰ τοῦτ’ οἶμαι τεθεῖσθαί τινας. οἱ γὰρ δὴ μύες ἅπαντες ὄργανα τῆς κατὰ
20προαίρεσιν ὑπάρχοντες κινήσεως οὐκ ἐπιτρέπουσι τοῖς

3

.

335

περιττώμασιν ἔξω φέρεσθαι πρὶν κελεῦσαι ‖ τὸν λο‐ γισμόν, καὶ τοῦθ’ ἓν μόνον ὄργανον ψυχικὸν ἐπὶ το‐ σαύτῃ τε καὶ τοιαύτῃ διεξόδῳ φυσικῶν ὀργάνων ἐπί‐ κειται καθ’ ἑκατέραν τῶν περιττωμάτων τὴν ἐκροήν.
5καὶ οἷς ἂν ἢ παραλυθῶσιν οἵδε οἱ μύες ἢ ὁπωσοῦν ἑτέρως φθαρῶσιν, ἀκουσίως τούτοις καὶ ἀκαίρως ἐκρέοντα τὰ περιττώματα δείκνυσιν ἐναργῶς, εἰς ὅσον αἰσχρὸς ἦν καὶ ἄμουσος ἂν ἡμῶν ὁ βίος, εἰ μηδὲν ἐξ ἀρχῆς ἡ φύσις προὐνοήσατο βέλτιον. ἀλλὰ ταῦτά τε θαυμαστῶς
10αὐτῇ παρεσκεύασται καὶ ὅπως ἂν ἅπαντα τὰ κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα μὴ μόνον τοῖς ἄλλοις μέρεσι τοῦ σώματος ὑπηρετῇ πρὸς θρέψιν, ἀλλὰ καὶ αὐτὰ τρέφηται καλῶς, οὐκ ἀργῶς οὐδὲ ῥᾳθύμως παρῆλθε· πρῶτον μὲν γὰρ ἐν παντὶ τῷ μεσεντερίῳ φλέβας ἐποί‐
15ησεν ἰδίας ἀνακειμένας αὐτῶν τῇ θρέψει τῶν ἐντέρων
μὴ περαιουμένας εἰς τὸ ἧπαρ· ὡς γὰρ καὶ Ἡρόφιλος ἔλεγεν, εἰς ἀδενώδη τινὰ σώματα τελευτῶσιν αἱ φλέβες αὗται τῶν ἄλλων ἁπασῶν ἐπὶ τὰς πύλας ἀνα‐246 in vol. 1

3

.

336

φερομένων· ἔπειτα ‖ καὶ τὰ κατὰ τὸν ἐπίπλουν ἀγγεῖα πάμπολλα τὸν ἀριθμὸν ὄντα παρεσκεύασεν οὐχ ἥκιστα καὶ πρὸς τήνδε τὴν χρείαν ὡς ἅπαντα θρέψοντα τὰ συνεχῆ. καὶ ταῦτ’ ἐπήρκεσεν ἄμφω τὰ σοφίσματα τῇ
5φύσει πρὸς τὴν τελέαν θρέψιν ἐντέρων τε καὶ γαστρός. ἦσαν γὰρ δὴ καὶ ἄλλαι δύο τῆς θρέψεως αὐτῶν ἐπι‐ κουρίαι, μία μὲν ἡ ἐν αὐτῷ τῷ πέττειν τὴν τροφήν, ἐδείχθη γὰρ οὖν καὶ τοῦτο, καί τις ἑτέρα κατὰ τὰς μακροτέρας ἀσιτίας ἑλκόντων τι τῶν κάτω μορίων κἀξ
10αὐτοῦ τοῦ ἥπατος, ἤδη μὲν τῆς ἀναδόσεως τῆς εἰς αὐτὸ καὶ τῆς τῶν ἀναδοθέντων ἀκριβοῦς κατεργασίας τε καὶ διακρίσεως ἐπιτετελεσμένων, τῶν κάτω δ’ ὀρ‐ γάνων τηνικαῦτα δεομένων τε καὶ ἕλκειν δυναμένων χρηστὸν αἷμα. θαυμάζουσι δέ τινες, εἰ δι’ ὧν ἔμ‐
15προσθεν φλεβῶν ἀνάδοσις εἰς ἧπαρ ἐγίγνετο, διὰ τῶν αὐτῶν αὖθίς ποτε παλινδρομήσει χρηστὸν αἷμα, μήτ’ ἄλλο τι τῆς φύσεως ἔργον εἰδότες μήθ’ ὅσην ἔχει δύ‐ ναμιν ἡ τῶν δεομένων θρέψεως ὀργάνων ὁλκή, περὶ ἧς ἐν ἑτέροις ἀποδέδεικται.

3

.

337

Τὸ δὲ δὴ λοιπὸν ἔτι τῆς περὶ τὰ νῦν προκείμενα μόρια διηγήσεως ἔργον τε καὶ τέχνημα τῆς φύσεως ἤδη λεγέσθω. πάμπολλα μὲν εἰς ἕκαστον τῶν ἐντέρων ἐπεραιοῦτο στόματα φλεβῶν οἷον δένδρου τινὸς
5ἔσχατά τε καὶ λεπτὰ ῥιζῶν πέρατα. συνάγουσα δ’ ἡ φύσις ὥσπερ ἐν τοῖς δένδροις τὰς λεπτὰς ἐκείνας ῥίζας εἰς παχυτέρας, οὕτως ἐν τοῖς ζῴοις εἰς ἀγγεῖα μείζω τὰ σμικρότερα κἀκεῖνα πάλιν εἰς ἕτερα μείζω καὶ τοῦτ’ ἀεὶ ποιοῦσα μέχρι τοῦ ἥπατος εἰς μίαν ἀνή‐247 in vol. 1
10γαγεν ἅπαντα φλέβα τὴν ἐπὶ πύλαις, ἀφ’ ἧς καὶ ἡ εἰς τὴν γαστέρα καὶ ἡ εἰς τὸν σπλῆνα φερομένη φλὲψ ἀποφύεται, καὶ μέν γε καὶ τὰς ἀρτηρίας εἰς μίαν ὡσαύτως ἁπάσας μεγάλην ἀρτηρίαν ἀνήγαγε τὴν ἐπὶ ῥάχιν. μακροῦ δ’ ὄντος τοῦ μεταξὺ χωρίου τῆς ἀρχῆς
15τῶν ἀγγείων ἁπάντων καὶ τῆς τελευτῆς οὐκ ἦν ἀσφαλὲς ἀφρούρητα παράγειν ἀγγεῖα λεπτά· καὶ γὰρ αὖ καὶ ὥσπερ ἐκρέματο τὰ πρὸς τὰς πύλας ἀναφερόμενα τοῦ ἥπατος ἐπ’ οὐδενὸς ἑδραίου βεβαίως κείμενα καὶ οὐδὲ βοήθεια μέντοι τις ἦν αὐτοῖς ἑτέρα κατὰ τὴν ὁδόν,

3

.

338

ὑφ’ ἧς ἑδράζοιτό τε καὶ ‖ διαλαμβάνοιτο καὶ στηρίζοιτο. πῶς οὖν καὶ τούτων προὐνοήσατο τῆς ἀσφαλείας, ὡς μήτε πηδῶντος μήτε πίπτοντος μήτε πληττομένου σφο‐ δρῶς ἔξωθεν τοῦ ζῴου θλασθῆναί πῃ καὶ διαρραγῆναι
5καὶ παθεῖν αὐτά; ἀπὸ τοῦ συνδοῦντός τε καὶ ἀμ‐ φιεννύντος τὰ ἔντερα χιτῶνος, ὃν ἀπὸ τοῦ περιτο‐ ναίου τὴν γένεσιν ἔχειν ἐλέγομεν, ἀποφύσασα χιτῶνα παραπλήσιον αὐτῷ τῷ περιτοναίῳ τούτῳ τῶν ἀγ‐ γείων ἕκαστον ἠμφίασεν. ἐν δὲ ταῖς μεταξὺ χώραις
10τῶν ἀγγείων ταῖς κεναῖς αὐτὸν ἑαυτῷ τοῦτον ἐπιβάλ‐ λουσα τὸν χιτῶνα καὶ διπλοῦν ἐργαζομένη δυσπαθῆ μὲν οὕτω καὶ αὐτὸν τὸν χιτῶνα δεσμόν τε καὶ φρουρὰν ἀσφαλῆ τοῖς ἀγγείοις κατεσκευάσατο. τοῖς πλείστοις
δ’ αὐτῶν, ὅσα πάνυ μετέωρα καὶ ὄρθια πρὸς τὸ ἧπαρ248 in vol. 1
15ἀνατέτατο, καθ’ ὃ συνάπτει πρὸς ἄλληλα, τοῦτ’ αὐτῶν εὐπαθέστατον ἔσεσθαι γνοῦσα σαρκοειδῆ τινα φύσιν ἐπέθηκε τοὺς καλουμένους ἀδένας, οἳ δὴ ὥσπερ σφῆνές τινες ἐγκείμενοι ταῖς σχίσεσι τῶν ἀγγείων ἕδραν ἀσφα‐ λῆ παρέχουσιν αὐτοῖς, ὡς μηδὲν πάσχειν ὑπὸ βιαίου

3

.

339

συμπτώματος μηδενός. ἤδη μὲν ἡμῖν καὶ τὸ ‖ μεσά‐ ραιον ἀπείργασται τῷ λόγῳ· σκοπεῖν δὲ χρὴ τοὐν‐ τεῦθεν, εἰς τίνα ποτὲ χώραν ἄμεινον ἦν τῇ φύσει καταγαγεῖν τὴν ἐξ ἥπατος ἐκείνην φλέβα τὴν μεγάλην
5τὴν τὰς ἐκ τοῦ μεσαραίου φλέβας ἁπάσας ἐκδεχομένην. ἀλλ’ ἐπεὶ μέγεθος αὔταρκές ἐστιν ἤδη τῷ βιβλίῳ, διὰ τοῦ μετ’ αὐτὸ καὶ τοῦτο καὶ τἄλλα τὰ περὶ τῶν ὀργά‐ νων τῆς τροφῆς ὑπόλοιπα διέξειμι.
8

3

.

340

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.
1 Σκοπεῖν δὲ χρὴ τοὐντεῦθεν, εἰς τίνα ποτὲ χώραν ἄμεινον ἦν τῇ φύσει καταγαγεῖν τὴν ἐξ ἥπατος φλέβα τὴν μεγάλην τὴν τὰς ἐκ τοῦ μεσαραίου πάσας ἐκδεχομένην· ἐχρῆν γὰρ δήπου τὴν αὐτὴν ταύτην φλέβα
5καὶ τὰς ἐκ τῆς γαστρός τε καὶ τοῦ σπληνὸς ὑποδέ‐
ξασθαι. τὰ δ’ αὐτὰ καὶ περὶ τῆς ἀρτηρίας, ἣν ἀπὸ τῆς ἐπὶ τὴν ῥάχιν μεγάλης ἀποβλαστάνειν ἔφαμεν, εἰρῆσθαι νόμιζε. καὶ μέν γε καὶ τῆς κύστεως τῆς249 in vol. 1

3

.

341

ἐπὶ τῷ ἥπατι τοὺς ἀποφυομένους πόρους, ‖ οἷς ἔμελλεν ἐκκενώσεσθαι τὴν χολήν, ἐχρῆν οἶμαι καὶ αὐτοὺς ἐλθεῖν οὐκ εἰς ὃν ἔτυχε τόπον τῆς γαστρὸς ἢ τῶν ἐντέρων, ἀλλ’ εἰς ὃν αὐτοῖς τε ἦν ἀσφαλὲς ἰέναι κἀκείνοις ἄλυ‐
5πον ὑποδέχεσθαι τοιοῦτον περίττωμα. σκοπεῖσθαι δὴ πάρεστιν, εἴ τινα βελτίω τόπον ἕτερον ἔχομεν εἰπεῖν, ὃν ἡ φύσις παριδοῦσα πρὸς τὸν χείρω τε καὶ σφαλε‐ ρώτερον ἕκαστα τῶν εἰρημένων ἤγαγεν. Ἀρκτέον δὲ τῆς σκέψεως ἐνθένδε. πότε‐
10ρον ἄμεινον ἦν πολλὰς ἐκφύσασαν αὐτὴν φλέβας ἐκ πολλῶν μερῶν τοῦ ἥπατος εἰς ἕκαστον τῶν ὑποκειμέ‐ νων ὀργάνων μίαν ἀπάγειν, ἢ χωρίον ἓν ἐπιτήδειον ἐκλεξαμένην τοῦ σπλάγχνου μεγάλην μὲν ἐκ τούτου μίαν, ἐκ ταύτης δὲ τὰς ἄλλας, οἷον ἐκ πρέμνου κλάδους,
15ἀποφύειν. ἐμοὶ μὲν δοκεῖ τοῦτ’ εἶναι τὸ βέλτιον· οὐ μόνον γὰρ αὐταῖς ταῖς διὰ μακροῦ παραχθησομέναις φλεψὶν οὐκ ἦν ἀσφαλὲς εὐθὺς ἐξ ἀρχῆς εἶναι λεπταῖς, ἀλλὰ καὶ τῷ ἥπατι πολλὰς ἐκφύσεις τε καὶ κατατρήσεις

3

.

342

ἔχειν οὐκ ἦν ἄμεινον, ἀλλὰ δηλονότι ‖ πανταχόθεν μὲν ἐσκεπάσθαι χιτῶνι στεγανῷ βέλτιον ἦν αὐτῷ, δύο δ’ ἐκφύσεις εἶναι τὰς πάσας φλεβῶν ἰσχυρῶν, ἄνω μὲν τῆς κοίλης, κάτω δὲ τῆς ἐπὶ πύλαις. εἴπερ οὖν βέλ‐
5τιον ἦν μίαν εἶναι τὴν ἐνταῦθα φλέβα, ζητῶμεν ἤδη,
ποῖ προάγειν αὐτὴν καὶ πῶς κατασχίζειν ἄμεινον ἦν. ἐμοὶ μὲν δοκεῖ κἀνταῦθα μεταξὺ τῆς γαστρὸς καὶ τῶν ἐντέρων ἀφικομένην οὕτω χρῆναι πρὸς ἑκάτερα διανέ‐ μεσθαι. κατωτέρω μὲν γὰρ εἴπερ ἀφίκετο, πολὺ τῆς250 in vol. 1
10κοιλίας ἀπεχώρησεν ἄν, ἀνωτέρω δ’ αὖ πρὸς τῷ πολὺ πάλιν ἀφίστασθαι τῶν ἐντέρων ἔτι καὶ σφαλερὰν τὴν ἐπίβασιν εἶχε κατὰ τῆς γαστρός, ὀργάνου συνεχῶς μεταβάλλοντος εἰς μεγίστην μὲν διάστασιν ἐν ταῖς τῶν σιτίων πληρώσεσι, συνίζησιν δ’ ἐν ταῖς κενώσεσιν.
15ἵν’ οὖν ἐξ ἴσου μὲν ἡ διανομὴ τῶν φλεβῶν ἅπασι γίγνηται τοῖς ὀργάνοις τῆς τροφῆς, βεβαίαν δ’ ἕδραν αὐτὸ τὸ κατιὸν ἐξ ἥπατος ἀγγεῖον ἔχῃ, μεταξὺ τῆς γαστρὸς ἐχρῆν αὐτὸ καὶ τῶν ἐντέρων ἀχθὲν ἐπιβῆναι κατὰ τοῦτο τοῖς ὑποκειμένοις σφονδύλοις. ἀλλ’ οὐκ

3

.

343

εἰς ἄλλο μέν τι χωρίον ‖ ἰέναι τῇδε τῇ φλεβὶ βέλτιον ἦν, εἰς ἕτερον δὲ τῇ μετ’ αὐτῆς μελλούσῃ σχίζεσθαι καθ’ ὅλον τὸ μεσάραιον ἀρτηρίᾳ. πανταχοῦ γάρ, ὅπου μηδὲν ἄλλο μεῖζον κωλύει, συγκατασχίζει ταῖς φλεψὶ
5τὰς ἀρτηρίας ἡ φύσις, ἅμα μέν, ἵνα τοὺς ὑμένας, οἷς σκέπει τε ἅμα καὶ συνδεῖ πρὸς τὰ παρακείμενα τὰς φλέβας, εὐθὺς καὶ ταῖς ἀρτηρίαις ἔχῃ χρησίμους, ἅμα δ’, ἵνα σύμπνοιά τε καὶ μετάδοσις τῶν ὑλῶν τοῖς ἀγγείοις ὑπάρχῃ· καὶ γὰρ καὶ τοῦτ’ ἀποδέδεικται δι’
10ἑτέρων. ἀλλὰ καὶ τὴν εἰς ἧπαρ ἀπόφυσιν ἀπὸ τῆς αὐτῆς ταύτης ἀρτηρίας ἔδει ποιήσασθαι καὶ τὸ νεῦρον, ὃ καὶ αὐτὸ συγκατασχίζεται τῇ τ’ ἀρτηρίᾳ καὶ τῇ φλεβὶ καθ’ ὅλον τὸ μεσάραιον, εὐθέως αὐταῖς συνάρξασθαι·
καὶ μέν γε καὶ ἣν εἰς ἧπαρ ἀπόφυσιν ἔπεμπε τοῦτο251 in vol. 1
15τὸ νεῦρον, οὐδ’ ἐξ ἑνὸς ἦν ἀσφαλέστερον ἑτέρου ποιή‐ σασθαι χωρίου. δειχθήσεται δ’ ὀλίγον ὕστερον, ὡς καὶ τοὺς τὸ χολῶδες περίττωμα τῆς ἐφ’ ἥπατι κύστεως ἐκκενώσοντας πόρους εἰς τοῦτον ἐχρῆν ἀχθῆναι τὸν τόπον. ὥστ’, ἐπεὶ καὶ φλέβα καὶ ἀρτηρίαν καὶ νεῦρον
20καὶ τέταρτον σὺν αὐτοῖς τὸ χοληδόχον ἀγγεῖον εἰς ἓν

3

.

344

τοῦτ’ ‖ ἐχρῆν ἀφικέσθαι χωρίον, εὔδηλον, ὡς καὶ τὰς ἀρχὰς αὐτῶν τῆς σχίσεως ἀναγκαῖον ἦν ἐνταυθοῖ γε‐ νέσθαι. ἀλλ’ ἔστιν ἕκαστον ἀγγεῖον εὐπαθέστατον, οὗ κατασχίζεται, καὶ εἰ μέλλοι τι διὰ βίαιον κίνησιν ὁτι‐
5οῦν αὐτῶν πείσεσθαι κακόν, ἑτοιμότατον αὐτὸ παθεῖν, ἵνα σχίζεται. μεγάλης οὖν βοηθείας ἐδεῖτο τοῦτο τὸ χωρίον εἰς ἀσφάλειαν τῶν κατ’ αὐτὸ διανεμηθησομέ‐ νων τε καὶ κατασχισθησομένων ἀγγείων, ἣν ἡ φύσις ἐπισταμένη ἀδενῶδές τι σῶμα δημιουργήσασα, τὸ κα‐
10λούμενον πάγκρεας, ὑπεστόρεσέ τε ἅμα καὶ περιέβαλεν ἐν κύκλῳ πᾶσι καὶ τὰς σχίσεις ἀνεπλήρωσεν, ὡς μηδὲν αὐτῶν εὔσχιστον εἶναι μηδὲ ἀστήρικτον, ἀλλ’ ἐπὶ μα‐ λακοῦ καὶ μετρίως εἴκοντος ἀναπαυόμενα πάντα, καὶ ἢν κινηθῇ που σφοδρότερον, οὐ σκληροῖς καὶ ἀντιτό‐
15νοις ἐμπίπτοντα σώμασιν, ἀλλὰ πρᾴως μὲν ἐκδεχομέ‐ νοις αὐτά, κατὰ βραχὺ δὲ τὸ βίαιον τῆς κινήσεως ἐκλύουσιν, ἄπληκτά τε καὶ ἄθλαστα καὶ ἄρρηκτα διὰ παντὸς φυλάττεσθαι. καὶ μέν γε καὶ ὑμένας ἰσχυροὺς

3

.

345

ἰδίᾳ τε καθ’ ἕκαστον ἀγγεῖον καὶ κοινῇ ‖ πᾶσιν αὐτοῖς
περιέβαλεν, ἀμφιέσοντάς τε καὶ συνάψοντας οὐ πρὸς τὸν ἀδένα μόνον, ἀλλὰ καὶ σὺν ἐκείνῳ τοῖς μὲν ὑποκει‐ μένοις τοῖς κατὰ τὴν ῥάχιν πρώτοις καὶ μάλιστα, μετὰ252 in vol. 1
5ταῦτα δὲ καὶ τοῖς ἄλλοις ἅπασι τοῖς περικειμένοις ὀρ‐ γάνοις. ἀλλ’ οὐδὲν τούτων ἐπέπρακτ’ ἂν αὐτῇ καλῶς ἐν τῷδε τῷ χωρίῳ, μὴ προπαρασκευασαμένῃ τιν’ εὐρυ‐ χωρίαν αὐτοῖς. εἰ δέ γε συνῆπτο τῷ πυθμένι τῆς κοιλίας ἡ νῆστις, αἱ κατ’ ἐκείνην ἂν ἕλικες οὐ σμικρὰν
10στενοχωρίαν εἰργάζοντο. Ταῦτα δὴ προορωμένη τὸ πρῶτον ἁπάν‐ των ἔντερον τὸ τῇ γαστρὶ συνημμένον οὐκ εἰς ἕλικας εὐθέως ἐπέκαμψεν, ἀλλ’ εἰς τοσοῦτον προήγαγε κατὰ τῆς ῥάχεως ἐκτεταμένον, εἰς ὅσον ἔμελλεν ἱκανὴν εὐρυ‐
15χωρίαν παρέξειν τοῖς προειρημένοις σώμασιν. ἐφεξῆς δ’ ἐκείνων ἑλίττεται καὶ κάμπτεται, καὶ καλεῖται τὸ μέρος τοῦτο τῶν ἐντέρων νῆστις, ὅτι διὰ παντὸς εὑρί‐ σκεται κενόν, οὐδὲ τοὐλάχιστον ἐν ἑαυτῷ τροφῆς πε‐ ριέχον. ὅσον δὲ μεταξὺ ταύτης τε καὶ τοῦ πυθμένος

3

.

346

τῆς κοιλίας ἀνέλικτον ἔμεινε δι’ ἣν εἴπομεν ‖ αἰτίαν, ἔθος τοῦτο τοῖς ἀνατομικοῖς ἀνδράσι τὴν εἰς τὸ ἔντε‐ ρον ἔκφυσιν ὀνομάζειν, ὥστ’ εἶναι τὸν μετὰ τὴν γαστέ‐ ρα κατάλογον τῶν διαδεχομένων τὴν τροφὴν ὀργάνων
5τοιόνδε· πρῶτον μὲν τὴν ἔκφυσιν, δεύτερον δὲ τὴν νῆστιν, τρίτον δὲ τὸ λεπτὸν ἔντερον καὶ τέταρτον τὸ τυφλὸν καὶ πέμπτον τὸ κόλον καὶ ἕκτον τὸ ἀπευθυ‐ σμένον, ἐφ’ ᾧ κατὰ τὸ πέρας οἱ σφίγγοντες καὶ κατέ‐ χοντες τὰ περιττώματα μύες εἰσί. καὶ ἤδη δῆλον, ὡς
10ἁπάντων αὐτῶν εἴρηται τῆς κατασκευῆς ἡ χρεία, κατὰ
μὲν τὸν παρόντα λόγον τῆς ἐκφύσεως, ἐν δὲ τῷ προη‐ γουμένῳ τῆς τε τοῦ λεπτοῦ καὶ παχέος ἐντέρου συμ‐ πάσης διαφορᾶς. εἰ δέ τι καὶ παραλελεῖφθαι δόξειεν, ἢ κοινὸν ἔχειν εὑρεθήσεται τοῖς εἰρημένοις τὸν λο‐253 in vol. 1
15γισμόν, ὡς ἄν τινα καὶ χωρὶς τοῦ παρ’ ἡμῶν ἀκοῦσαι ῥᾳδίως ἐξευρεῖν αὐτὸν τοῖς ἔμπροσθεν ἑπόμενον, ἢ χρείαν οὐδεμίαν αὐτὸ τῷ ζῴῳ παρεχόμενον ἐξ ἀνάγκης ἕπεσθαι τοῖς ἕνεκά του γεγονόσιν, ὥσπερ καὶ ἡ νῆστις. ἀλλ’ ὅτι μὲν δι’ οὐδεμίαν αὕτη χρείαν ἐγένετο τοιαύτη,

3

.

347

τοῖς δ’ ἕνεκά του ‖ κατεσκευασμένοις ἠκολούθησεν, ὀλί‐ γον ὕστερον ἐπιδείξομεν. ὅτι δ’, εἰ μὴ τὰ συνεπινοεῖ‐ σθαι δυνάμενα τοῖς λεγομένοις αὐτός τις ἕκαστος λογίζοιτο, πάντα δ’ ἀξιοῖ παρ’ ἡμῶν ἀκούειν, εἰς μα‐
5κρὸν μῆκος ἐκπεσεῖται λόγων ἡ παροῦσα διέξοδος, ἐλαχίστῳ μάλιστα τῷδ’ ἄν τις τεκμηρίῳ καταμάθοι. εἰρημένου γὰρ ἐν τῷ νῦν δὴ λόγῳ περὶ τῆς εἰς τὸ λε‐ πτὸν ἔντερον ἐκφύσεως, ὅτι χρῆν ἐπὶ τῆς ῥάχεως αὐτὴν ἐκταθεῖσαν οὐκ εὐθέως ἑλίττεσθαι πρὶν χώραν παρα‐
10σχεῖν τοῖς ἐν τῷ μέσῳ γαστρός τε καὶ νήστεως ὀφεί‐ λουσι τετάχθαι, τάχ’ ἄν τις ὥσπερ παραλελειμμένον ἐπανέροιτο τὸ παρ’ Ἐρασιστράτῳ γεγραμμένον. ἡ δ’ εἰς τὸ ἔντερον ἔκφυσις ἐν δεξιᾷ κεῖται κατεστραμμένη πρὸς τὴν ῥάχιν. ὅτου ποτὲ χάριν ἐν δεξιᾷ καὶ διὰ τί
15κατεστραμμένη πρὸς τὴν ῥάχιν; ὧν τὸ μὲν ἐν τῷ πρὸ τούτου λόγῳ δέδεικται, τὸ δ’ οὐδὲ δεῖταί τινος ἐξαι‐
ρέτου διδασκαλίας, εἰρημένου γε δὴ μυριάκις ἤδη τοῦ μηδὲν ἀπολιπεῖν τὴν φύσιν ἀστήρικτον. εἰ γὰρ τοῦτο, πρόδηλον, ὡς καὶ τὴν ἔκφυσιν ἐκ τοῦ πυθμένος τῆς254 in vol. 1

3

.

348

κοιλίας ‖ γενομένην οὐκ ἂν εἴασε μετέωρον, ἀλλ’ ἐπὶ τὴν ῥάχιν ἀγαγοῦσα πρῶτον μὲν ἑδραίαν ἐνταῦθα κατέθετο, μετὰ τοῦτο δὲ καὶ δεσμοῖς τισιν ὑμενώδεσι τοῖς ταύτῃ μέρεσι τοῦ ζῴου ξυνῆψεν. ὅτι δὲ δι’ οὐ‐
5δεμίαν ἔνια χρείαν γέγονεν, ἀλλ’ ἑτέροις ἐξ ἀνάγκης ἕπεται, καὶ ὡς οὐδὲ μόρια ταῦτ’ ἐστίν, ἀλλά τινα συμ‐ πτώματα, μάθοις ἂν ἐπὶ τῆς νήστεως, ἧς ὡς ἐντέρου μὲν λεπτοῦ τὴν γένεσιν εἰς ὅσον ἐστὶ χρήσιμος, ὁ πρὸ τούτου λόγος ἐπέδειξεν, ὡς μέντοι κενοῦ τροφῆς οὐδε‐
10μία χρεία τοῖς ζῴοις. ἀλλ’ ἐξ ἀνάγκης τοῦτ’ ἠκολού‐ θησε προηγουμένοις τισὶν ἑτέροις ἕνεκά του γεγονόσιν, ἔστι δ’ οἷς ἀκολουθεῖ τάδε. πρώτη πάντων ἐντέρων ἡ νῆστις ὑποδέχεται τὴν ἐν τῇ γαστρὶ χυλωθεῖσάν τε καὶ πεφθεῖσαν τροφήν. ἡ θέσις δ’ αὐτῆς πλησίον
15τοῦ ἥπατος, ἀγγείων δὲ παμπόλλων ἐστὶν ἐν αὐτῇ στόματα τό τε χολῶδες περίττωμα μικρὸν ἀνωτέρω κατὰ τὴν ἐκ τῆς κοιλίας ἔκφυσιν οἱ χολαγωγοὶ πόροι καταφέρουσι. τὸ δ’ ἧπαρ ἐκ ταύτης πρώτης τὴν τρο‐

3

.

349

φὴν ἔτι κενὸν ὑπάρχον ἀναρπάζει. ‖ τούτων δὲ τὰ μὲν εἰς τὸ θᾶττον ἀναδίδοσθαι τὴν τροφήν, τὰ δ’ εἰς τὴν τῆς προωστικῆς ἐνεργείας διαφέρει σφοδρότητα. διὰ μὲν γὰρ τὸ πλῆθος τῶν ἀγγείων καὶ τὴν ἐγγὺς τοῦ
5ἥπατος θέσιν καὶ τὸ πρώτην δέχεσθαι τὰ πεφθέντα
καὶ κενῷ τῷ ἥπατι παρέχειν πλείστη τε καὶ διὰ ταχέων ἡ ἐξ αὐτῆς ἀνάδοσις γίγνεται· διὰ δὲ τὸ πλησίον εἶναι τῆς πρώτης τοῦ χολώδους περιττώματος εἰς τὸ ἔντερον ἐμπτώσεως ἡ τῆς ἐνεργείας αὐτῆς σφοδρότης255 in vol. 1
10αὔξεται. θᾶττον μὲν γὰρ ἀναλαμβάνουσιν αἱ πολλαὶ φλέβες τῶν ὀλίγων καὶ αἱ δι’ ἐλάττονος εἰς ἧπαρ ἀνιοῦσαι τῶν διὰ μακροτέρου καὶ αἱ τὴν ὁλκὴν ἐκ χρηστοῦ πολλοῦ ποιούμεναι τῶν ἐκ μὴ τοιούτου καὶ αἱ κενῷ τῷ ἥπατι παραφέρουσαι τὴν τροφὴν τῶν ἤδη
15πεπληρωμένῳ. σφοδρότης δ’ ἐνεργείας προσγίγνεται, μήπω τῆς χολῆς μεμιγμένης τοῖς περιττώμασιν, ἀλλ’ ἔτι περιρρεούσης ἀκράτου κατ’ αὐτοὺς τοὺς χιτῶνας τῶν ἐντέρων καὶ δακνούσης τε αὐτὰ καὶ πρὸς τὴν ἔκκρισιν ἐρεθιζούσης. ὅταν οὖν τὸ μὲν παραπέμπον

3

.

350

ἔντερον ἐνεργῇ σφο‖δρῶς, τὸ δ’ ὑποδεχόμενον σπλάγ‐ χνον ἑτοίμως ἀναλαμβάνῃ, ταχέως ἀνάγκη διεξέρχεσθαι τὴν τροφήν, ὡς μηδὲν ὑπομένειν κατ’ αὐτὸ τοῦτο μηδὲ χρονίζειν, ἀλλὰ δίοδον εἶναι μόνην καὶ ταύτην
5ὠκεῖαν. ἐπεὶ δ’ οὔθ’ ὁμοίως ἀεὶ κεχυλωμένην δέχεται τὴν τροφὴν οὔθ’ ὁμοίως ἕλκει τὸ ἧπαρ οὔθ’ ἡ συρ‐ ρέουσα χολὴ ποσότητά τε καὶ ποιότητα τὴν αὐτὴν ἀεὶ διαφυλάττει, κατὰ λόγον οὐκ ἴσαι διὰ παντὸς αἱ κεναὶ τῶν ἐντέρων ἕλικες, ἀλλὰ τοῖς μὲν πλείους, τοῖς δ’
10ἐλάττους εὑρίσκονται. δῆλον οὖν, ὡς αὐτὴ μὲν ἡ τῶν πρώτων ἑλίκων κενότης οὐδενὸς ἕνεκα γέγονεν, ἕπεται δ’ ἐξ ἀνάγκης τοῖς ἕνεκά του κατεσκευασμένοις. οὔκουν
ἅπαντα χρὴ ποθεῖν ἀκούειν παρ’ ἡμῶν, ἀλλὰ τὰ μὲν αὐτὸν ἐκ τῶν εἰρημένων ὁρμώμενον ἐξευρίσκειν, ὡς256 in vol. 1
15περὶ τοῦ πρὸς τὴν ῥάχιν κατεστράφθαι τὴν ἐκ τῆς κοιλίας ἔκφυσιν ὀλίγον ἔμπροσθεν ἐλέγετο, τὰ δ’ οὐδὲ τῆς προκειμένης εἶναι διδασκαλίας νομίζειν. οὐ γὰρ τῶν ἐξ ἀνάγκης ἑπομένων τοῖς ἕνεκά του γεγονόσιν,

3

.

351

ἀλλὰ τῶν κατὰ πρῶτον λό‖γον ὑπὸ τῆς φύσεως δε‐ δημιουργημένων ἐξήγησιν ἐν τοῖσδε τοῖς ὑπομνήμασι ποιούμεθα. Μεμνημένος δή μοι τούτου διὰ παντὸς
5ἄκουε τῶν ἐφεξῆς. ἔρχομαι γὰρ δείξων, ὃ μικρῷ πρό‐ σθεν ἀνεβαλόμην εἰπεῖν, ὑπὲρ τοῦ χολώδους περιττώ‐ ματος, ὡς εἰς τὴν ἐκ τῆς γαστρὸς ἔκφυσιν ἄμεινον ἦν αὐτὸ συρρεῖν. τὸ μὲν οὖν αὐτῷ τῷ κατάγοντι τὸ περίττωμα πόρῳ βελτίονα τὴν βραχυτέραν ὁδὸν ὑπ‐
10άρχειν, εὐθὺς καὶ τῶν ἄλλων μέλλοντι κοινωνήσειν, ὧν εἰς ἀσφάλειαν τοῖς ἐνταῦθα παραγιγνομένοις ἀγ‐ γείοις ἡ φύσις παρεσκευάσατο, πρόδηλον εἶναι νομίζω τοῖς γε μὴ ῥᾳθύμως τῶν ἔμπροσθεν ἀκηκοόσιν. ὅτι δὲ καὶ τοῖς ὑποδεξομένοις ὀργάνοις ἦν ἄμεινον, ὧδ’
15ἂν μάλιστα μάθοις, εἰ γνοίης τὸ πλῆθος τῶν ἐξ ἀνάγκης ἐν αὐτοῖς γιγνομένων φλεγματωδῶν περιττω‐ μάτων, ὑπὲρ ὧν τῆς γενέσεως ὁ μὲν ἀκριβὴς λόγος ἐν τοῖς Περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν αὐτάρκως εἴρηται. τὸ

3

.

352

δ’, ὅτι γίγνεται πολλὰ τοιαῦτα, τοῦτο ‖ χρὴ μόνον
ὑπομνήσαντας νῦν ἐξ αὐτοῦ τινα πίστιν λαβεῖν εἰς τὴν τῶν προκειμένων ἀπόδειξιν. εἴ γέ τινι περιτετύ‐ χηκάς ποτε τὰς μὲν τῶν τροφίμων σιτίων προσφορὰς257 in vol. 1
5ἀποστρεφομένῳ καὶ δεινῶς ἀποσίτῳ καί, εἰ βιάζοιτο προσφέρεσθαι, ναυτιώδει γιγνομένῳ, μόνα δ’, εἴπερ ἄρα, τὰ δριμύτερα προσιεμένῳ, χαίροντι δ’ οὐδ’ ἐπὶ τούτοις, ἀλλ’ ἐμφυσωμένῳ τε καὶ διατεινομένῳ τὴν γαστέρα καὶ ναυτιῶντι καὶ βραχὺ ταῖς ἐρυγαῖς μόναις
10ἐπικουφιζομένῳ, διαφθείροντι δ’ ἔστιν ὅτε καὶ αὐτὰ τὰ λαμβανόμενα σιτία καὶ μάλιστα τὴν εἰς ὀξύτητα διαφθοράν, εἴ τινι τοιούτῳ περιέτυχες, εἶθ’, ὅπως ἐθεραπεύθη, μέμνησαι, ῥᾳδίως οἶμαί σε πεισθήσεσθαι τοῖς λεχθησομένοις· εἰ δὲ μή, ἀλλ’ ἐγὼ μὲν ἐρῶ τὸν
15τρόπον τῆς τῶν ὧδε καμνόντων ἰάσεως. σὺ δ’, εἰ τῆς ἀληθείας ἐρᾷς, ἐπί γε τὴν σαυτοῦ πεῖραν ἄγαγε τοῦ λόγου τὴν βάσανον ἀνάγνωθί τε τὰ τοῖς ἰατροῖς εὑρημένα τε καὶ γεγραμμένα βοηθήματα, κεφάλαιον ἔχοντα τῆς ἰάσεως, ἀπορρύψαι τῆς γαστρὸς τὸ φλέγμα,

3

.

353

γλίσχρον μὲν ὂν καὶ φύσει, πολὺ δ’ ‖ ἔτι γλισχρότερον ἐν ταῖς τοιαύταις διαθέσεσιν ἐκ τῆς πολυχρονίου μο‐ νῆς ἐν οὕτω θερμῷ χωρίῳ γιγνόμενον. ἐγὼ γοῦν οἶδά ποτέ τινα τῶν οὕτω διακειμένων ἐπὶ ταῖς δι’ ὀξυμέ‐
5λιτος ῥαφανίσι πλῆθος μὲν ἄπιστόν τι παχυτάτου φλέγματος ἐμέσαντα, παραχρῆμα δ’ ὑγιᾶ τελέως ἀπο‐ δειχθέντα, καίτοι τριῶν γε μηνῶν τῶν ἔμπροσθεν οὔτ’ ἄλλο τι καλῶς εἶχεν αὐτῷ τῶν κατὰ τὴν κοιλίαν οὔθ’ αἱ πέψεις. ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστιν ἔν τε τῇ
10κοιλίᾳ καὶ τοῖς ἐντέροις γεννᾶσθαί τι τοιοῦτον περίτ‐
τωμα, δι’ ἄλλων, ὡς ἔφην, ἀποδέδεικται· τὸ δ’, ὅτι γεννᾶται, διά τε τῆς ἀνατομῆς φαίνεται καὶ τῶν ὁση‐ μέραι καταλαμβανόντων παθημάτων τοὺς ἀνθρώπους ἐπὶ ταῖς τῶν τοιούτων περιττωμάτων πλεονεξίαις. ἓν258 in vol. 1
15δ’ αὐτῶν ἐστιν ἴαμα μόνον ἡ τῶν τὰ παχέα καὶ γλίσχρα διαιρεῖν τε καὶ τέμνειν καὶ ἀπορρύπτειν δυναμένων προσφορά. ταύτης οὖν τῆς βοηθείας εὐθέως ἐξ ἀρχῆς ἡ φύσις αὐτοῖς προὐνοήσατο τὸν δριμὺν καὶ ῥυπτικὸν τοῦτον χυμόν, ὃν ἐχρῆν πάντως ἐκκενοῦσθαι τοῦ σώ‐

3

.

354

ματος, οὐκ ‖ ἐπὶ τὸ πλησίον τῆς ἕδρας ἔντερον, ἀλλ’ εἰς τὴν πρώτην ἔκφυσιν ἀγαγοῦσα πρὸς τὸ μηδὲν τῶν ἐφεξῆς δεηθῆναί ποτε τῆς ἔξωθεν ἐπικουρίας. καὶ ἔστ’ ἄν γε καλῶς διοικῆται τὰ κατὰ τὸ ζῷον, ἀπορρύπτεται
5πᾶν αὐτῷ ὁσημέραι τὸ φλεγματῶδες περίττωμα. πλέο‐ νος δ’ ἀθροισθέντος ἔκ τινος κακοπραγίας τοῦ σώματος οὐκ ἀπογιγνώσκουσιν οἱ ἄριστοι τῶν ἰατρῶν εἰλεούς τε καὶ λειεντερίας καὶ τεινεσμοὺς ἕπεσθαι, τὰ χαλεπώτατα τῶν κατὰ τὴν γαστέρα παθημάτων. οὔκουν σμικρὸν
10οὐδὲ τὸ τυχὸν ἡ φύσις εἰς ὑγίειαν τοῖς ζῴοις ἐκ τῆς ἐπικαίρου καταφύσεως τοῦ χοληδόχου πόρου προὐνοή‐ σατο. τί δὴ οὖν οὐκ εἰς τὴν κοιλίαν ἐνέφυσεν αὐτοῦ τινα μοῖραν, οὐκ ὀλίγα γε καὶ αὐτὴν ἀποτίκτουσαν τὰ τοιαῦτα περιττώματα; ταύτῃ καὶ μᾶλλον αὐτῆς
15οἶμαί σε θαυμάσειν τὴν πρόνοιαν. ἡμεῖς μὲν γὰρ ἀπερισκεπτότερον αἱρούμεθα τὸ λυσιτελοῦν, εἰ καὶ
τύχοι ποτὲ μειζόνως εἰς ἕτερα βλάπτειν πεφυκὸς ἢ ὠφελεῖν εἰς ἃ χρῄζομεν. ἡ φύσις δ’ οὐδὲ καθ’ ἓν259 in vol. 1

3

.

355

τῶν ἑαυτῆς ἔργων ‖ ἀπερισκέπτως οὐδ’ ὑπὸ ῥᾳθυμίας ἐνίοτε μέγα κακὸν αἱρουμένη δι’ ἔλαττον ἀγαθόν, ἀλλ’ ἀκριβεῖ μέτρῳ τὸ ποσὸν ἐν ἑκάστῳ κρίνουσα πολλα‐ πλάσιον ἀεὶ τὸ χρηστὸν ἀποτελεῖ τοῦ μοχθηροῦ. μά‐
5λιστα μὲν γάρ, εἴπερ οἷόν τ’ ἦν, ἄνευ παντὸς κακοῦ κατεσκεύαστ’ ἂν ἅπαντα ταῦτα· νυνὶ δέ, οὐ γὰρ ἐνδέ‐ χεται τῆς ὕλης φυγεῖν τὴν μοχθηρίαν οὐδεμιᾷ τῶν τεχνῶν οὐδ’ ἀδαμάντινόν τε καὶ πάμπαν ἀπαθὲς ἐρ‐ γάσασθαι τὸ δημιούργημα, καταλείπεται κοσμεῖν αὐτὸ
10τὸν ἐνδεχόμενον κόσμον. ἐνδέχεται δ’ ἄλλον ἄλλη τῶν ὑλῶν· οὐ γὰρ ἐκ τῆς αὐτῆς δήπουθεν οὐσίας τά τ’ ἄστρα γέγονε καὶ ἡμεῖς. οὔκουν οὐδὲ τὴν ἀπά‐ θειαν τὴν αὐτὴν ἐπιζητεῖν χρὴ καὶ μέμφεσθαι τῇ φύσει, σμικρὸν εἴ τί που βλαβερὸν ἴδοιμεν ἐπὶ μυρίοις
15χρηστοῖς, ἀλλ’ ἐκεῖνο δείξαντας, ὡς οἷόν τ’ ἦν φυγεῖν τουτὶ τὸ σμικρὸν ἄνευ τοῦ πολλὰ τῶν καλῶς γεγε‐ νημένων ταράξαι τε καὶ συγχέαι, τότ’ ἐγκαλεῖν αὐτῇ καὶ μέμφεσθαι τῆς ὀλιγωρίας. εἰ μὲν γὰρ οὐδὲν ἔμελλε μέγα λυπήσειν εἰς τὴν κοιλίαν ἡ ξανθὴ χολὴ καταρ‐

3

.

356

ρέουσα, κα‖κῶς ὑπερεῖδε τῆς ὠφελείας ἡ φύσις, ἣν ἐκ τοῦ ῥύπτειν ἐφ’ ἡμέρᾳ τὸ γλίσχρον περίττωμα παρέ‐ σχεν ἂν ἡμῖν ὁ χυμὸς οὗτος. εἰ δὲ τοῦτο μὲν οὕτω σμικρόν, ὡς διὰ τῆς ἔξωθεν ἐπικουρίας ἱκανῶς ἐπανορ‐
5θοῦσθαι δύνασθαι, τὰ δ’ ἑπόμενα τούτῳ κακὰ τηλι‐
καῦτα τὸ μέγεθος ἦν, ὡς ἄρδην ἀνατρέπεσθαι τὸ τῆς γαστρὸς ἔργον, οὐκ οἶδα, πῶς ἀχαριστότερος οὐκ ἂν εἴη τις εἰς τὴν οὕτω προνοησαμένην ἑαυτοῦ φύσιν ἢ τῶν δικαίων ἐπαίνων φθονερώτερος, εἰ, δέον ὑμνεῖν260 in vol. 1
10αὐτήν, ὁ δὲ καὶ προσεγκαλοίη. τίς γοῦν ἀγνοεῖ τῆς ξανθῆς χολῆς τὴν δύναμιν ἱκανῶς δριμεῖαν ὑπάρχου‐ σαν δάκνουσάν τε καὶ ῥύπτουσαν ἅπαντα; τίς δ’ ἀπο‐ κρίνας ποτὲ κάτω πλέονα τὸν χυμὸν τοῦτον οὐκ ᾔσθετο προηγησαμένης ἐν τοῖς ἐντέροις δήξεως; τίς δ’ οὐκ
15οἶδεν, ὡς ἐμέτου χολώδους ἄλλα τέ τινα παθήματα καὶ ἡ καρδιαλγία, δῆξις οὖσα τοῦ στόματος τῆς γα‐ στρός, ἐξ ἀνάγκης προηγεῖται; βούλει τῶν Ἱπποκράτους συγγραμμάτων μνημονεύσωμεν ἐνταῦθα καὶ τηλικοῦτον ἐπικαλεσώμεθα μάρτυρα περὶ πράγματος ἅπασι γιγνω‐

3

.

357

σκομένου; περιττὸν πάντως ἂν εἴη καὶ μάταιον. ‖ καὶ μὴν εἰ γιγνώσκεται πᾶσιν ἡ τῆς ξανθῆς χολῆς δύναμις, οὐ χαλεπὸν ἐξευρεῖν, ὅτι πᾶν ἀνατρέψει τὸ τῆς γαστρὸς ἔργον, εἴπερ εἰς αὐτὴν συρρέοι. καθ’ ὃν γὰρ λόγον
5ἄκρατος ἐμπίπτουσα τοῖς πρώτοις ἐντέροις ἐρεθίζει δάκνουσα καὶ κωλύει μένειν ἐν αὐτοῖς τὴν τροφήν, οὕτω καὶ τὴν κοιλίαν, εὐαισθητοτέραν ὑπάρχουσαν τῆς νήστεως, ἠνάγκαζεν ἂν ἀπωθεῖσθαι τὴν τροφὴν κάτω πρὶν πεφθῆναι καλῶς. καὶ μέν γε καὶ φαίνεται
10τοῦτ’ ἐναργῶς γιγνόμενον, ὡς μηδὲν δεῖσθαι μακροτέ‐ ρας ἀποδείξεως· ἄπεπτα γὰρ ἐκκρίνουσιν αἱ σφοδραὶ δήξεις τὰ σιτία. πρόδηλον οὖν, ὅτι χολῆς πλέονος εἰς τὴν γαστέρα συρρεούσης καθ’ ἡντινοῦν διάθεσιν
οὐκ ἐνδέχεται μένειν ἐν αὐτῇ τὰ σιτία. δακνομένη261 in vol. 1
15γὰρ ὑπὸ τοῦ χυμοῦ τῆς δριμύτητος ἀγανακτεῖ τε καὶ κεντρίζεται πρὸς αὐτοῦ ταχεῖαν ποιεῖσθαι τῶν περι‐ εχομένων ἐν αὑτῇ τὴν ἔκκρισιν. εἰ μὲν οὖν ἐπιπο‐ λάσειεν ὁ χυμὸς οὗτος ἐπὶ τὸ στόμα τῆς γαστρός, ὡς ἂν αἰσθητικώτατον ὑπάρχον, ἀλγοῦσί τε σφοδρῶς δα‐
20κνόμενοι πρὸς αὐτοῦ καὶ ναυτιῶσι καὶ ἐμοῦσιν. εἰ δ’

3

.

358

ὡς ἐπὶ τὸν πυθμένα ῥέψειεν, ‖ ὑπέρχεται κάτω διὰ ταχέων, ἀεὶ δ’ ἑαυτῷ συνεκκρίνει καὶ τὰ σιτία. περι‐ στελλομένης μὲν γὰρ σφοδρῶς τῆς κοιλίας, ἀνεῳγότος δὲ τοῦ στόματος, εἴτε τοῦ κατὰ τὸν στόμαχον εἴτε
5τοῦ κατὰ τὸν πυθμένα, πάνθ’ ὁμοίως ἐκκρίνεται τὰ κατ’ αὐτὴν περιεχόμενα. κἀν τῷδε δῆλον, ὡς, εἰ πλείων ὁ χυμὸς οὗτος εἰς τὴν γαστέρα συνέρρει, διέ‐ φθειρεν ἂν αὐτῆς καὶ συνέχει τὴν ἰδίαν ἐνέργειαν, εἴ γε δὴ γαστρὸς μὲν ἴδιος ἐνέργεια πέψις, δεῖται δὲ
10τὰ πεττόμενα χρόνου πλέονος, ὁ δ’ οὐκ ἐπιτρέπει χρο‐ νίζειν ἐν αὐτῇ τὰ σιτία. καλῶς οὖν οἱ παλαιοὶ τῶν ἰατρῶν ἅμα ταῖς ἄλλαις ὑποθήκαις ταῖς ὑγιειναῖς καὶ τοὺς ἀπὸ τῶν σιτίων ἐμέτους ἐφ’ ἑκάστῳ μηνὶ ποιεῖ‐ σθαι συνεβούλευον, οἱ μὲν ἅπαξ ἀρκεῖν νομίζοντες, οἱ
15δὲ καὶ δὶς ἀξιοῦντες γίγνεσθαι, ἅπαντες δ’ οὖν τὰς ποιότητας τῶν ἐσθιομένων τηνικαῦτα δριμείας τε καὶ ῥυπτικὰς ἐκλέγεσθαι συμβουλεύοντες ὑπὲρ τοῦ καὶ πᾶν ἐκκαθῆραι τῆς γαστρὸς τὸ φλέγμα καὶ μηδὲν εἰς κακο‐ χυμίαν βλάψαι τὸ σῶμα. ταυτὶ γὰρ δὴ τὰ δάκνοντα
20καὶ ῥύπτοντα βρώματα χολώδη τοὐπίπαν ἐστὶ καὶ262 in vol. 1

3

.

359

κακόχυμα. καλῶς οὖν ‖ κἀκείνοις διώριστο καθαίρειν τὴν γαστέρα χωρὶς τῆς τοῦ παντὸς βλάβης καὶ τῇ φύσει προέγνωστο ῥᾴστη μὲν ἡ ταύτης ἔσεσθαι κάθαρ‐ σις, ἡ δὲ τῶν ἐντέρων αὐτή τε χαλεπὴ καί τι καὶ
5προσαδικοῦσα τὸ ζῷον εἰς κακοχυμίαν. διὰ τί δ’ εἰς τὰς φλέβας τε καὶ τὰς ἀρτηρίας οὐκ ἐκ τῶν ἐντέρων ἀναδίδοται τὸ χολῶδες περίττωμα, δέδεικται δι’ ἐκεί‐ νων τῶν ὑπομνημάτων, ἐν οἷς καὶ τἄλλα πάντα ἐξη‐ γησάμεθα τῆς φύσεως ἔργα· καὶ χρὴ τὸν βουλόμενον
10ἀκριβῆ γνῶσιν ἔχειν τῆς χρείας τῶν ἀνακειμένων ὀρ‐ γάνων τῇ τροφῇ πρότερον ἐν ἐκείνοις γεγυμνάσθαι. πολλάκις γὰρ ἤδη καὶ πρόσθεν ἡμῖν εἴρηται καὶ κατ’ ἀρχὰς εὐθὺς ἀποδέδεικται τοῦ λόγου παντός, ὡς οὔθ’ εὑρεῖν οἷόν τε χρείαν οὐδεμίαν οὐδενὸς μορίου πρὸ
15τοῦ γνῶναι καλῶς τοῦ παντὸς ὀργάνου τὴν ἐνέργειαν, οὔτ’ ἐνταῦθα προσήκει τὸν περὶ τῶν χρειῶν λόγον ἀφέντας ἀποδείξεις ἐνεργειῶν γράφειν, ἀλλὰ τὰ δι’ ἑτέρων ἀποδεδειγμένα τοῖς ἐν τῇδε τῇ διεξόδῳ λεχθη‐ σομένοις ὑποθέσεις ποιησαμένους οὕτω περαίνειν τὸν

3

.

360

λόγον. ἀλλ’ ὥσπερ τῶν κατὰ ‖ τὴν γαστέρα περιττω‐ μάτων τῶν φλεγματωδῶν ὅτι μὲν ἡ γένεσις ἀναγκαία, δι’ ἑτέρων ἀπεδείξαμεν, ὅτι δὲ φαίνεται γιγνόμενα, νῦν ὑπεμνήσαμεν, οὕτω καὶ περὶ τοῦ μηκέτ’ ἀναλαμ‐
5βάνεσθαι τὴν χολὴν εἰς τὸ σῶμα ποιήσομεν. ὅτι γὰρ οὐκ ἀναδίδοται, μεγίστη πίστις ἡ τῶν ἀποπατημάτων
ἔσται διαφορά. τοῖς μὲν γὰρ ἰκτεριῶσι τὴν τῶν ἐδη‐ δεσμένων διαφυλάττει χρόαν, ὡς ἂν οὐκέτ’ ἐκκαθαι‐ ρομένης κάτω τῆς χολῆς, ἀλλ’ εἰς ὅλον ἀναφερομένης263 in vol. 1
10τὸ σῶμα· τοῖς δ’ ὑγιαίνουσι κέχρωσται ξανθῷ χρώματι, ὅτι καὶ ὁ τῆς ξανθῆς χολῆς χυμὸς εἰς ἔντερα τούτοις συνέρρει. καίτοι γ’, εἴπερ ἐντεῦθεν πάλιν εἰς ἧπαρ ἐπαλινδρόμει, δῆλον, ὡς οὐ τὰ διαχωρούμενα μόνον, ἀλλὰ καὶ ἡ τοῦ παντὸς σώματος χρόα τῆς τῶν ἰκτε‐
15ριώντων οὐδὲν ἂν διέφερε. μὴ τοίνυν ἔτι θαυμάζωμεν, εἰ καὶ τὸ μελαγχολικὸν περίττωμα, τὸ τὴν ἐν τῷ σπληνὶ μὴ δυνηθὲν ἐργασίαν τε καὶ μεταβολὴν εἰσδέξασθαι, τὴν ἔκκρισιν οὐκ εἰς τὰ πλησίον τῆς ἕδρας, ἀλλ’ εἰς αὐτὴν ἔσχε τὴν κοιλίαν. ἂν γάρ, ὅτι μὲν ἄλυπον ἐν‐
20ταῦθ’ ἔμελλεν ἔσεσθαι, δείξωμεν, εἰ δ’ ἐπὶ τὰ πλησίον

3

.

361

τῆς ἕδρας ‖ ἔντερα τὸν ὑποδεχόμενον αὐτὸ πόρον ἡ φύσις ἐξέτεινε, στενὸν μὲν εἶναι δεόμενον ἀνάλογον τῇ τοῦ περιττώματος ὀλιγότητι, μακρὸν δ’ ἐξ ἀνάγκης ἐσόμενον ἐπὶ τῷ μήκει τοῦ διαστήματος καὶ διὰ τοῦτ’
5εὐπαθῆ γενησόμενον, εὔλογον εἶναί σοι φανεῖται διὰ βραχέος ἀγγείου συρρεῖν αὐτὸ εἰς τὴν γαστέρα πλησίον κειμένην. ὅτι δ’ οὐδὲν ἤμελλε λυπήσειν, ὧν ἐπὶ τῆς ξανθῆς χολῆς εἴπομεν ἀναμνησθείς, οὐκέτ’ ἄν μοι δοκοίης δεηθῆναι λόγου μακροτέρου. εἰ γὰρ μήτ’
10αὖθις εἰς ὅλον τὸ ζῷον ἀναληφθείη μήτ’ αὐτήν τι βλάψειε τὴν γαστέρα, τί ἂν ἔτι καὶ λυπήσειεν; ἀλλ’ ὅτι μὲν οὐκ ἀναληφθήσεται, δῆλον ἐκ τοῦ μηδὲ τὴν
ξανθὴν πολὺ λεπτοτέραν ὑπάρχουσαν· ὅτι δ’ οὐδ’ ἀδικήσει τι τὴν κοιλίαν, ἡ ποιότης ἐνδείκνυται. στρυ‐264 in vol. 1
15φνὴ γάρ ἐστιν ἡ μέλαινα καὶ ὀξεῖα, συνάγειν καὶ σφίγ‐ γειν, οὐκ ἀνατρέπειν αὐτήν, ὥσπερ ἡ ξανθή, πεφυκυῖα. δῆλον οὖν, ὡς, εἴπερ ἐκείνη τῷ κωλύειν ἐπὶ πλέον ἐν τῇ γαστρὶ τὰ σιτία μένοντα πέττεσθαι βλάπτειν ἐλέγετο,

3

.

362

τὴν μέλαιναν οὐχ ὅπως οὐδὲν ‖ βλάπτουσαν εὕροιμεν ἄν, ἀλλὰ καὶ προσωφελοῦσαν ἔτι τὴν τῆς γαστρὸς ἐνέργειαν. ἐπιτείνει γὰρ αὐτὴν καὶ συνάγει πρὸς ἑαυτὴν καὶ περιλαμβάνειν ἀκριβῶς ἀναγκάζει τὰ σιτία
5καὶ κατέχειν, ἄχρις ἂν ἱκανῶς ἐκπεφθῇ. οὕτω μὲν τῆς τῶν χολωδῶν περιττωμάτων ἐκροῆς ἡ φύσις προὐ‐ νοήσατο. Λοιποῦ δ’ ὄντος ἔτι τοῦ λεπτοῦ καὶ ὑδα‐ τώδους περιττώματος, ὃ προσαγορεύομεν οὖρον, ὅπως
10μὲν διακρίνοιτο τοῦτο, τοὺς νεφροὺς ἐργασαμένη πλη‐ σίον ἔθηκε τοῦ ἥπατος· ὅπως δ’ ἐκκρίνοιτο καλῶς, ὑποδοχὴν μὲν πρῶτον, οἷον δεξαμενήν τινα, τὴν κύ‐ στιν, ἐπὶ τέλει δ’ αὐτῆς μῦν ἐδημιούργησε, φύλακα τῆς ἀκαίρου τῶν περιττωμάτων ἐκροῆς. ἐπεὶ δὲ τὴν
15μὲν κύστιν κατωτάτω θεῖναι βέλτιον ἦν, ἵνα περ καὶ τὰ τῆς τροφῆς ἐκκενοῦται περιττώματα, τοὺς νεφροὺς δ’, ὡς καὶ πρόσθεν ἐρρήθη, πλησίον τοῦ ἥπατος, ἀναγκαῖον ἦν εἰς τὴν κύστιν ἐξ αὐτῶν ἐργάσασθαί τινας ὁδούς. καὶ δὴ γεγόνασιν οἱ οὐρητῆρες ὀνομαζό‐
20μενοι, πόροι τινὲς ἐπιμήκεις, ἰσχυροί, τοὺς νεφροὺς

3

.

363

τῇ κύστει ‖ συνάπτοντες. οὕτω μὲν καὶ τὰ οὖρα δια‐ κρίνεταί τε τοῦ αἵματος ὑπὸ τῶν νεφρῶν κἀντεῦθεν εἰς τὴν κύστιν διὰ τῶν οὐρητήρων ἐκπέμπεται κἀκεῖ‐ θεν ἐκκρίνεται, καθ’ ὃν ἂν ὁ λογισμὸς κελεύσῃ καιρόν.265 in vol. 1
5ἀλλ’ οὐκ ἀρκεῖ ταῦτα γιγνώσκειν εἰς τὸ θαυμάσαι τὴν τέχνην τῆς φύσεως, ἀλλὰ μὲν περὶ τῆς θέσεως τῶν νεφρῶν ἄξιον ἀκοῦσαι τὴν χρείαν, ἧς ἕνεκεν ὁ μὲν δεξιὸς ἀνωτέρω τε καὶ πολλάκις ἁπτόμενος αὐτοῦ τοῦ ἥπατος, ὁ δ’ ἀριστερὸς ἐφεξῆς τούτῳ. περὶ δὲ τοῦ
10σχήματος αὐτῶν, διὰ τί σιμοὶ μέν, ἵνα περ ἡ ἀρτηρία καὶ ἡ φλὲψ εἰς αὐτοὺς καταφύονται, γεγόνασι, τὰ δ’ ἀντικείμενα τούτων ἀκριβῶς περιφερῆ· ἀλλὰ καὶ περὶ τῆς οὐσίας αὐτῶν ὁποία τίς ἐστι, καὶ τῆς πλοκῆς καὶ τῶν κοιλιῶν καὶ τοῦ χιτῶνος, καὶ διὰ τί μεγίστη μὲν
15ἀρτηρία καὶ φλὲψ εἰς αὐτοὺς ἐμφύονται, παντάπασι δ’ ἀμυδρὸν καὶ δυσθεώρητον νεῦρον· οὕτω δὲ καὶ περὶ τῶν οὐρητήρων καὶ τῆς κύστεως, οὐ τῆς τὸ οὖρον ὑποδεχομένης μόνον, ἀλλὰ καὶ τῆς τὴν χολὴν ἄμει‐ νον οἶμαι γιγνώσκειν ἐστὶ τὴν οὐσίαν καὶ πλοκὴν
20καὶ μέγεθος καὶ σχῆμα καὶ τἄλλα ὅσα δὴ καθ’ ἕκα‐

3

.

364

στον ὄργανον ἐξηγούμεθα. ‖ τήν τε γὰρ τέχνην τῆς φύσεως μᾶλλον ἄν τις θαυμάσειεν, εἰ μηδὲν τούτων ἄσκεπτον παρέλθοι, καὶ τὴν τῆς καθ’ ἕκαστον αὐτῶν ἐνεργείας ἐπιστήμην βεβαιώσαιτο διὰ τῶν κατὰ μέρος
5ἁπάντων μαρτυρουμένην. αὐτίκα γοῦν, ἵν’ ἐντεῦθεν ἀρξώμεθα τοῦ λόγου δεικνύντες, ὡς ἐξελέγχουσι τὰς
μοχθηρὰς τῶν ἐνεργειῶν ὑπολήψεις αἱ τῆς χρείας τῶν μορίων ζητήσεις, οὐκ ἂν ἔχοι λέγειν οὔτ’ Ἐρασίστρα‐ τος οὔτ’ ἄλλος τις, ὃς ἂν ἡγῆται πνεῦμα μόνον ἐν266 in vol. 1
10ἀρτηρίαις περιέχεσθαι, τὴν χρείαν τοῦ μεγέθους τῶν εἰς τοὺς νεφροὺς ἐμφυομένων ἀρτηριῶν. εἰ γὰρ δὴ τὰς φλέβας μόνον ἐκκαθαίρουσιν οἱ νεφροὶ καὶ διὰ τοῦτ’ εἰς αὐτούς, καίτοι σμικροὺς ὄντας, μέγισται καταφύονται, τὰς ἀρτηρίας οὐκ ἐχρῆν ὁμοίως ταῖς
15φλεψὶν εἶναι μεγάλας, ἀλλὰ τάχα μὲν οὐδ’ ὅλως ἐμ‐ φύεσθαι τοῖς νεφροῖς, εἰ δὲ μή, ἀλλὰ μικροτάτας γε καὶ δυσθεωρήτους παντάπασιν, ὥσπερ καὶ τὰ νεῦρα. τοῖς μὲν οὖν περὶ τὸν Ἀσκληπιάδην ἕτοιμον, ἐν οἷς ἀποροῦσι, ματαιοπόνον ἀποκαλεῖν τὴν φύσιν· οἱ δὲ
20περὶ τὸν Ἐρασίστρατον ἐπαινοῦσι μὲν αὐτὴν ἑκάστοτε,

3

.

365

ὡς οὐδὲν ‖ μάτην ἐργασαμένην, ἔργῳ δ’ οὐκ ἐπεξίασιν οὐδ’ ἀποδεικνύουσι καθ’ ἕκαστον ὄργανον ἀληθῆ τὸν ἔπαινον, ἀλλ’ ἑκόντες σιωπῶσι πολλὰ καὶ κατακρύ‐ πτουσι καὶ παρέρχονται τῆς ἐν τοῖς μορίοις κατα‐
5σκευῆς. ὑπὲρ ὧν ἀρκείτω μὲν τὰ ἐν τοῖς Περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν εἰρημένα. τὸ δὲ νῦν εἶναι τοσοῦτον μόνον ἕκαστον τῶν ἀναλεγομένων ταυτὶ τὰ γράμματα μεμνῆσθαι βούλομαι, τὸ μηδὲν ἀργῶς παρέρχεσθαι τῶν μορίων, ἀλλ’, ὥσπερ ἡμεῖς ποιοῦμεν,
10οὕτω καὶ αὐτὸν ἐπιχειρεῖν ἐξετάζειν ἁπάντων τό τε τῆς οὐσίας εἶδος καὶ τὸ τῆς διαπλάσεως καὶ τὸ τῆς πλοκῆς, ἐπισκοπεῖσθαι δὲ καὶ τὰς ἀποφύσεις καὶ τὰς ἐμφύσεις καὶ τὸ καθ’ ἕκαστον αὐτῶν μέγεθος ἢ τὴν
σμικρότητα καὶ τὸ πλῆθος ἁπάντων καὶ τὴν κοινωνίαν267 in vol. 1
15καὶ τὰς θέσεις, εἶτ’, εἰ μὲν ἐν ἅπασι τοῖς κατὰ μέρος ὁ περὶ τῆς ἐνεργείας λογισμὸς ὁμολογῶν ἑαυτῷ φαί‐ νοιτο, πιστεύειν, εἰ δ’ ἀποροῖτό πῃ κἂν καθ’ ἓν ὁτιοῦν τὸ σμικρότατον, ὑποπτεύειν ἐν τούτῳ καὶ μὴ πάνυ τι προσέχειν αὐτῷ τὸν νοῦν. οὕτω γὰρ καὶ ἡμεῖς, ὑπὲρ

3

.

366

ἁπάντων ἐπισκεψάμενοι ‖ χρόνῳ πολλῷ καὶ κρίναντες τὰ πᾶσιν εἰρημένα περὶ ἑκάστου τῶν ὀργάνων, ὅσα τοῖς ἐναργέσιν εὕρομεν ὁμολογοῦντα, πάντη πιστότερα τῶν διαφερομένων ἐνομίσαμεν. ἀλλὰ τοῦτο μὲν ἐν
5πάσῃ τῇ διεξόδῳ παρακελεύομαι ποιεῖν, οὐκ ἐν τῷ παρόντι μόνον. ἐπὶ δὲ τὸ προκείμενον ἤδη τρέψομαι. τὰς μὲν ἀρτηρίας, ὅτι καλῶς ἀπεδείκνυντο καὶ αὗται περιέχειν αἷμα, διὰ τῶν ἐμφυομένων τοῖς νεφροῖς μαρτυρεῖσθαι. εἴπερ γὰρ οὐ τοῦ καθαίρεσθαι τὸ κατ’
10αὐτὰς αἷμα, τίνος ἕνεκεν ἑτέρου, φρασάτω μοί τις, οὕτω μὲν μεγάλας αὐτὰς ἐδημιούργησεν ἡ φύσις, ἄχρι δὲ τῆς κοιλίας τῶν νεφρῶν κατασχίζουσα προήγαγεν ὁμοίως ταῖς φλεψί; καὶ αὐτοὺς δὲ τοὺς νεφρούς, ὅτι καλῶς ἐλέγοντο καθαίρειν ἅπαντα τὸν τοῦ αἵματος
15ὀρρόν, ἐκ τοῦ μεγέθους ἑκατέρου τῶν ἀγγείων μαρτυ‐ ρεῖσθαι. εἰ γὰρ δὴ περίττωμα τῆς τῶν νεφρῶν θρέ‐ ψεώς ἐστι τὸ οὖρον—εἰς τοσοῦτον γὰρ ἀγνοίας ἧκεν ὁ Μακεδὼν Λύκος, ὡς καὶ τοῦτο προσίεσθαι—τί δή ποθ’ οὕτω μεγάλας ἀρτηρίας καὶ φλέβας εἰς μικρὰ

3

.

367

σώματα τῶν νεφρῶν ‖ ὁ μηδὲν ἐργαζόμενος εἰκῇ δη‐ μιουργὸς ἐνέφυσεν, οὐκ ἔστιν εἰπεῖν. ἀλλ’ ἤτοι κατα‐
γιγνώσκειν χρὴ τῆς φύσεως ἀτεχνίαν, ὅπερ οὐ βούλεται, ἢ φανερῶς ἐξελέγχεσθαι μηδὲν ὑγιὲς ὑπὲρ ἐνεργειῶν268 in vol. 1
5γιγνώσκοντα. Τί δή ποτ’ οὖν ὁ μὲν ἀνωτέρω τὴν θέσιν ἔχει τῶν νεφρῶν, ὁ δὲ κατωτέρω; ἢ καὶ τοῦθ’ ὁμολογεῖ τοῖς ὑπὲρ αὐτῶν ἀποδεδειγμένοις; εἰ γὰρ δὴ ἕλκοντες τὸν ὀρρὸν οὕτω καθαίρουσι τὸ αἷμα, δῆλον,
10ὡς, εἴπερ ἐτέθησαν ἅμα, διεκώλυεν ἂν ὁ ἕτερος ἕλκειν τὸν ἕτερον ἀντισπῶν ἐπὶ τἀναντία. νυνὶ δ’ ἑκάτερος ἀκωλύτως ἐνεργεῖ μόνος ἐπισπώμενος, οὐδενὸς ἐκ τῶν κατ’ ἀντικρὺ μερῶν ἀντιτεταγμένου. διὰ τί δ’ ὁ μὲν δεξιὸς ἄνωθέν τε καὶ πρῶτός ἐστιν, ὁ δ’ ἀριστερὸς
15κάτωθέν τε καὶ δεύτερος; ὅτι τὸ καθαιρόμενον σπλάγ‐ χνον ἐν τοῖς δεξιοῖς τέτακται, καὶ τῆς κοίλης αὐτῆς εἰς τὸ δεξιὸν ἀνεστόμωνται μέρος αἱ πλεῖσται τῶν ἀποφύσεων, ἐκ τῶν κυρτῶν τοῦ ἥπατος εἰς αὐτὴν ἄγουσαι τὸ αἷμα, ἑτοιμότερον δ’ ἕλκειν ἐκ τῶν κατ’

3

.

368

εὐθὺ ‖ παντὶ τῷ δύναμιν ἑλκτικὴν ἔχοντι σώματι. καὶ μέν γε καὶ ὡς τὸν μὲν σπλῆνα τοῖς κάτω μέρεσι προσχωρεῖν τῆς γαστρὸς ἄμεινον ἦν, τὸ δ’ ἧπαρ τοῖς ἄνω, δέδεικται πρόσθεν. οὔκουν οὐδὲ χώραν ὁμοίως
5σχολάζουσαν ἐν τοῖς ἀριστεροῖς εἶχεν, ὥσπερ ἐν τοῖς δεξιοῖς, ὥσθ’, ὅσον ἀνωτέρω τὸ ἧπαρ κεῖται τοῦ σπλη‐ νός, οὐκ ἦν ἄλογον καὶ τὸν δεξιὸν νεφρὸν ἐπὶ τοσοῦ‐ τον ὑψηλότερον γενέσθαι θατέρου. τί ποτε δ’ ὅλως ἡ φύσις δυοῖν ὀργάνων ἐδεήθη καθαρτικῶν τῆς ὀρρώ‐
10δους ὑγρότητος; εἰ μὲν γὰρ ἄμεινον τὸ διττόν, ἐλλι‐
πῶς ἂν δόξειεν ἕνα μὲν τὸν σπλῆνα, μίαν δὲ τὴν χοληδόχον ἐργάσασθαι κύστιν· εἰ δ’ ἀρκεῖ καὶ τὸ ἕν, ἐκ περιττοῦ πάλιν αὖ τὸν ἀριστερὸν ἐπὶ τῷ δεξιῷ δη‐ μιουργῆσαι δόξειεν ἂν τῶν νεφρῶν. ἢ κἀνταῦθα269 in vol. 1
15θαυμάζειν ἄξιον αὐτῆς τὴν τέχνην; ὀλίγιστον μὲν γὰρ τὸ μελαγχολικὸν περίττωμα, πλέον δ’ αὐτοῦ τὸ χολῶ‐ δες, πολλαπλάσιον δ’ ἀμφοῖν τὸ ὑδατῶδες. ἀλλὰ καὶ παχύτατον μὲν τὸ μελαγχολικόν, τὸ δ’ ὀρρῶδες λεπτό‐

3

.

369

τατον, μέσον δ’ ἀμφοῖν τὸ χολῶδες. τῷ μὲν ‖ οὖν ὀλίγῳ καὶ παχεῖ καὶ δυσκινήτῳ περιττώματι καὶ διὰ μακροῦ μέλλοντι παράγεσθαι τὸ μέγιστόν τε καὶ μα‐ νότατον ὄργανον ὑπέθηκε καὶ τοῦτο κατέθηκεν ἐν
5τοῖς ἀριστεροῖς τῆς γαστρός, ἵν’, ὡς ἔμπροσθεν ἐδεί‐ κνυτο, κατεργασθεὶς ὁ παχὺς ἐκεῖνος ἐν αὐτῷ χυμὸς ὑπάρχῃ τροφὴ τῷ σπληνί. τὴν δ’ ἐπικειμένην τῷ ἥπατι κύστιν, καίτοι μέσον τῇ λεπτότητι καὶ τῷ πλή‐ θει χυμὸν ἕλκουσαν, ὅμως μικρὰν ἀπειργάσατο, διότι
10τῇ θέσει τῶν ἄλλων ὀργάνων, ὅσα καθαίρει τὸ ἧπαρ, ἐπλεονέκτει καὶ τῷ τῶν ἑλκόντων στομάτων ἀριθμῷ. οὔκουν οὐδ’ ἐν ταύτῃ τι παρὰ τὸ κατ’ ἀξίαν ἡ φύσις ἐποίησεν. ὑπόλοιπος δ’ ὁ δεξιὸς νεφρός, ὃν δὴ μόνον ἀρκεῖν ὁ πρόσθεν λόγος ἐπηρεάζων ἔλεγεν. ὅτι μὲν
15οὐκ ἤρκει μόνος εἰς τοσούτου κάθαρσιν περιττώματος, εἰ μὴ διπλασίων ἐγεγόνει τοῦ νῦν ὄντος, ἄντικρυς δῆλον. ὅτι δ’, εἴπερ οὗτος μὲν ἐγένετο διπλάσιος, ὁ δ’ ἕτερος ἀπώλετο τελέως, οὐκ ἂν ἐπηρεάζων τις, ἀλλ’ ἀληθεύων ἐνεκάλει τῇ φύσει τὸ ζῷον ἄνισον ἀπειρ‐

3

.

370

γάσθαι, καὶ τοῦτ’ οἶμαι πρόδη‖λον. πρὶν γὰρ τῶν
νεφρῶν ἡμᾶς μνημονεῦσαι κατὰ τὸν πρὸ τούτου λόγον ἰσόρροπον ἐδείκνυτο τὸ ζῷον ἐπὶ τῇ τοῦ σπληνὸς καὶ τῆς γαστρὸς καὶ τοῦ ἥπατος ἐπικαίρῳ θέσει. νυνὶ δ’,270 in vol. 1
5εἴπερ αὐτῷ καλῶς καὶ δικαίως ἔχοντι κατὰ θάτερον μέρος ἕνα μέγαν ἐργασόμεθα τῷ λόγῳ νεφρόν, ἑτερόρ‐ ροπον αὐτὸ ποιήσομεν. ἀλλ’ οὐχ ἥ γε φύσις, ἀλλ’ ἀνθ’ ἑνὸς μεγάλου νεφροῦ, κατὰ θάτερον μέρος κει‐ μένου, δύο μικροὺς ἑκατέρωθεν ἕνα καταθεῖναι δικαιό‐
10τερον ἔγνω. καὶ ὅτι γε τηλικοῦτος ἑκάτερός ἐστιν, ὡς ὑπ’ ἀμφοῖν αὐτάρκως καθαίρεσθαι τὸ αἷμα, τὸ γιγνό‐ μενον αὐτὸ μαρτυρεῖ· μυρίων γοῦν ὁσημέραι τέμνοντες τὰς φλέβας ὀλίγιστον εὑρίσκομεν ὕδωρ ἐποχούμενον παγέντος τοῦ αἵματος. καίτοι πάντες οἱ φλεβοτομίας
15δεόμενοι κακὸν δήπουθεν ἔχουσί τι περὶ τὸ σῶμα, καὶ βέβλαπται παντάπασιν αὐτοῖς ἡ φυσικὴ διοίκησις. ἀλλ’ ὅμως καὶ τούτοις παγέντος τοῦ αἵματος οὐδὲν ὑδατῶδες ἐποχεῖται, πλήν, ὡς ἐρρέθη, παντάπασιν ὀλίγον. ὅτι μὲν οὖν εὐπραγοῦντος τοῦ ζῴου τελέως
20οἱ νεφροὶ καθαίρουσι τὸν ὀρρὸν τοῦ αἵματος, ἔκ τε

3

.

371

τῶν εἰρημένων καὶ ‖ ἄλλων πλειόνων ἔστιν ἀποδεῖξαι. χρονίζειν δ’ ἐπὶ πλέον ἐν τῷ λόγῳ περιττὸν εἶναί μοι δοκεῖ, συγχωρησόντων γε πάντων ἑτοίμως τῷ λεγο‐ μένῳ καὶ πιστευσόντων, ὡς αὐτάρκεις εἰς τὴν χρείαν,
5ἧς ἕνεκα γεγόνασιν, οἱ νεφροὶ κατεσκευάσθησαν. καὶ μὴν εἴπερ αὐτάρκως μὲν οἱ ἀμφότεροι καθαίρουσι τὸν ὀρρὸν τοῦ αἵματος, ἔστι δὲ πολλαπλάσιον τὸ περίττωμα
τοῦτο τῶν ἄλλων περιττωμάτων, οὐδὲν οὕτως αἰτια‐ τέον τοῦ τάχους τῆς καθάρσεως ὡς τὴν λεπτότητα271 in vol. 1
10τοῦ διακρινομένου. καὶ γὰρ αὖ καὶ τοῦτο πρόδηλον, ὡς τὸ λεπτὸν ἅπαν ἑτοιμότερον ἕλκεται τοῦ παχυτέρου. καὶ τοίνυν ἤδη φαίνεται καὶ ἡ τῆς πυκνότητος αὐτῶν αἰτία, μᾶλλον δ’ αἰτίαι· δύο γάρ εἰσιν αὗται, τό τε ῥᾳδίως ἕλκεσθαι τὸ τοιοῦτον ὑγρόν, καὶ μάλισθ’ ὅταν
15οὕτω πλησίον ᾖ τὸ ἕλκον, καὶ τὸ τρέφεσθαι δεῖν ἐξ αὐτοῦ τοὺς νεφρούς. ἐδείχθη γὰρ οὖν καὶ τοῦτ’ ἐν τοῖς Περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ὡς διὰ μὲν εὐρέων στομάτων ἕκαστον τῶν ἑλκόντων μορίων τὸν οἰκεῖον ἑαυτῷ χυμὸν οὐ μόνον οὐδὲ ἀκέραιον ‖

3

.

372

οὐδ’ εἰλικρινῆ δυνατὸν ἕλκειν, ἀλλ’ ἔκ τινος ἐπιμιξίας οὐχ ὁμογενοῦς ἑτέρου νενοθευμένον· εἰ δ’ εἰς λεπτὰ πάνυ καὶ λόγῳ θεωρητὰ στόματα τῶν ἑλκόντων ὀργά‐ νων τὰ πέρατα τελευτήσειεν, ἄμικτον οὕτω καὶ καθα‐
5ρὸν ἀκριβῶς ἐπισπάσεται τὸν οἰκεῖον χυμόν. εὐλόγως οὖν ἡ μὲν ἐπὶ τῷ ἥπατι κύστις ἀοράτοις τε καὶ στε‐ νοῖς ἀκριβῶς πέρασι τῶν καταφυομένων ἀπ’ αὐτῆς εἰς τὸ σπλάγχνον ἀγγείων ἕνα μόνον ἕλκει χυμὸν ἀνό‐ θευτον ἑτέρας ποιότητος, ὃν ἡ φύσις αὐτὴν ἕλκειν
10παρεσκεύασεν. οὔτε δ’ ὁ σπλὴν οὔθ’ οἱ νεφροὶ τὸν οἰκεῖον μόνον ἐπάγονται χυμόν, ἀλλ’ ὁ μὲν σπλὴν καὶ αὐτῷ τι συνεφέλκεται τοῦ αἵματος, ὃ πρὶν ἐμπε‐ σεῖν αὐτῷ φθάνουσιν αἱ κατὰ τὸν ἐπίπλουν φλέβες ὡς ἑαυτὰς ἐπισπώμεναι· τῶν νεφρῶν δ’ ἑκάτερος πολὺ
15μὲν τῆς ξανθῆς χολῆς καὶ σχεδὸν ἅπαν, ὅσον ἂν αἱ
κατ’ αὐτοὺς ἀρτηρίαι καὶ φλέβες ἔχουσαι τύχωσι, πολὺ δὲ καὶ τοῦ αἵματος, ὅσον ὑγρότερόν τ’ ἐστὶ καὶ λεπτό‐ τερον. ἀλλὰ τὸ μὲν χολῶδες, ὅσον μὴ παχὺ πάνυ,272 in vol. 1

3

.

373

τοῖς οὔροις συνδιεξέρχεται· τὸ δ’ αἷμα ‖ τῇ σαρκὶ τῶν νεφρῶν αὐτῇ προσκλύζεται, καθάπερ ἰλύς τις, κἀντεῦ‐ θεν ἤδη κατὰ μικρὸν ἀτμοειδῶς εἰς ὅλην αὐτὴν δια‐ σπείρεταί τε καὶ προσφύεται καὶ τροφὴ γίγνεται τοῖς
5νεφροῖς. Ἵν’ οὖν μὴ συνδιεκπίπτῃ κατὰ μηδένα τῶν ἐν αὐτοῖς πόρων τοῖς οὔροις, ὥσπερ τὸ λεπτὸν χολῶδες, οὕτω καὶ τὸ αἷμα, πυκνὸν ἄμεινον ἦν αὐτῶν ἐργάσασθαι τὸ σῶμα· τοῦ δέ γε σπληνὸς τοὐναντίον,
10ὡς ἔμπροσθεν ἐδείκνυτο, χαῦνον ἱκανῶς καὶ μανόν. εἰς γὰρ τὸ διὰ μακροῦ παχὺν ἕλκειν χυμὸν ἐπιτηδειό‐ τερον τοῦτο, καὶ φόβος οὐδεὶς ἦν ἀκολουθῆσαί τι καὶ τοῦ αἵματος. οὐδὲ γὰρ αὐτὸ τὸ μελαγχολικὸν περίτ‐ τωμα παραχρῆμα, πρὶν κατεργάσασθαι καὶ πέψαι καὶ
15μεταβαλεῖν, ἀποκρινεῖν ἔμελλεν, ὥσπερ οἱ νεφροὶ τὸ οὖρον, ἀλλ’ ἐπὶ πλεῖστον καθέξειν τε καὶ ἀλλοιώσειν καὶ τροφὴν ἑαυτῷ ποιήσεσθαι. καλῶς οὖν κἀκεῖνος χαῦνος ἐγένετο καὶ οἱ νεφροὶ πυκνοί. καὶ τρίτου πρὸς τὴν σφῶν αὐτῶν θρέψιν οὐδενὸς ἐδεήθησαν ἀγγείου

3

.

374

παρὰ τὰ ‖ δύο τὰ μεγάλα, τοῦ τ’ ἀπὸ τῆς ἀρτηρίας τῆς ἐπὶ ῥάχιν καὶ τῆς κοίλης φλεβός. ἡ δὲ τὴν ξαν‐ θὴν χολὴν ὑποδεχομένη κύστις, ὥσπερ καὶ ἡ τὸ οὖρον, ἀκέραιον ἑκατέρα καὶ ἄμικτον ἕλκουσα τὸ ἴδιον περίτ‐
5τωμα, κατὰ λόγον ἑτέρων ἀγγείων τὴν τροφὴν αὐταῖς χορηγησόντων ἐδεήθησαν. ἐπεὶ δὲ πολὺ πλείων ἐστὶ τῆς ξανθῆς χολῆς ἡ ὀρρώδης ὑγρότης, μείζονα δίκαιον ἦν αὐτῆς γενέσθαι τὴν ὑποδοχήν. ἐπεὶ δὲ μείζων ἐγένετο, καὶ φλεβῶν καὶ ἀρτηριῶν καὶ νεύρων εὐλόγως273 in vol. 1
10ἐδεήθη μειζόνων. καὶ τοίνυν τηλικοῦτον ἕκαστον ἰδεῖν ἔστιν ἐν ἑκατέρᾳ τῶν κύστεων, ἡλίκον ἔπρεπε μάλιστα κατ’ ἀναλογίαν τῆς τε χρείας αὐταῖς ὑπάρχειν καὶ τοῦ μεγέθους. Καὶ μέν γε καὶ οὐχ ὅθεν ἔτυχεν
15ἐφ’ ἑκατέραν αὐτῶν ἤγαγεν οὔτε τὸ νεῦρον οὔτε τὴν ἀρτηρίαν οὔτε τὴν φλέβα, τὸ βέλτιον δὲ κἀν τούτοις ἑλομένη φαίνεται. τὸ βέλτιον δ’ ἦν τὸ μὴ διὰ μακροῦ μηδ’ ἀφρούρητα. τῇ μὲν οὖν τὸ οὖρον ὑποδεχομένῃ κύστει νεῦρα μὲν ἀπὸ τοῦ κατὰ τὸ πλατύ τε καὶ ἱερὸν

3

.

375

ὀστοῦν ὀνομαζόμενον ‖ ἐνέφυσε νωτιαίου, πλησιαίτατα γὰρ αὐτῆς οὗτος ἐτέτακτο, φλέβας δὲ καὶ ἀρτηρίας ἀπὸ τῶν ἔγγιστα κατ’ αὐτὰς ἀγγείων, ἵνα πρῶτον αἱ ἐπὶ τὰ σκέλη τῶν ἀπὸ ῥάχεως τῶν μεγάλων ἐκφύσεις
5γίγνονται· τῇ δ’ ἑτέρᾳ κύστει τῇ κατὰ τὸ ἧπαρ ἀρτη‐ ρίαν μὲν καὶ νεῦρον ἀπὸ τῶν εἰς αὐτὸ τὸ σπλάγχνον ἐμφυομένων ἀποσχίσασα μικρὸν ἑκάτερον ἱκανῶς καὶ δυσθεώρητον, αἰσθητὴν δὲ καὶ σαφῆ φλέβα τῆς ἐπὶ πύλαις ἀποφύσασα, πάντα ταῦτα τὰ τρία καθ’ ἕνα
10τόπον εἰς τὸ τῆς κύστεως ἐνέφυσε σῶμα κατὰ τὸν κα‐
λούμενον αὐχένα. καὶ γὰρ ἰσχυρότατος ἦν οὗτος, ὡς ἀσφαλῶς ἐπίβασιν λεπτῶν ἀγγείων ὑποδέξασθαι, καὶ πλησίον ἐτέτακτο τῶν πυλῶν. οὕτω δὲ καὶ εἰς τὴν ἑτέραν κύστιν τὴν μεγάλην κατ’ αὐτὸν ἐνέφυσε τὸν274 in vol. 1
15αὐχένα τὰ ἓξ ἀγγεῖα, τρία καθ’ ἑκάτερον αὐτῆς μέρος. αὐτοῖς τε γὰρ τοῖς ἀγγείοις ἡ φορὰ δι’ ἐλαχίστου διαστήματος οὕτως ἤμελλεν ἔσεσθαι μάλιστα, τῇ τε κύστει βέλτιον ἦν τοῖς σαρκώδεσιν ἑαυτῆς μορίοις αὐτὰ καταδέξασθαι. σὺ μὲν οὖν ἴσως ἀρκεῖν τὴν εἰρη‐
20μένην ἀσφάλειαν αὐτοῖς ὑπολαμβάνεις· ἧττον γὰρ εἶ

3

.

376

τεχνικός τε ‖ καὶ προορατικὸς τῆς φύσεως. ἡ δέ, καί‐ τοι δι’ ὀλίγου μὲν ἀγαγοῦσα διαστήματος, ἀσφαλῶς δ’ ἐμφύσασα, τρίτον οὐκ ὤκνησεν αὐτοῖς ἐξευρεῖν σόφισμα δυσπαθείας ἕνεκα, λεπτούς τινας ὑμένας ἀνά‐
5λογον τῶν ἀγγείων τῇ σμικρότητι περὶ ἕκαστον αὐτῶν ἑλίττουσα καὶ κοινῇ διὰ τῶν αὐτῶν ἅπαντα ξυνδοῦσα. τὰ μὲν οὖν εἰς τὴν μικρὰν κύστιν ἐμφύντα, δι’ ὅλης αὐτῆς κατασχιζόμενα, μέχρι τοῦ πυθμένος ἀφίκετο. τῶν δ’ εἰς τὸν αὐχένα τῆς μεγάλης κύστεως ἐμβαλλόν‐
10των ἀγγείων, εὐθέως κατὰ τὴν πρώτην ἐπίβασιν δίχα νεμηθέντων, ἡ μὲν ἑτέρα μοῖρα τὸν αὐτὸν τρόπον τοῖς ἐπὶ τῆς μικρᾶς εἰς ὅλην τὴν κύστιν διεσπάρη, τὸ δὲ λοιπὸν ἀπετράπετο κάτω κατ’ αὐτὸν τὸν αὐχένα φέρεσθαι, μικρὸν μὲν ἐπὶ τῶν θηλειῶν, ὡς ἂν αὐτόθι
15μέλλον κατασχισθήσεσθαι σύμπαν, μέγα δ’ ἐπὶ τῶν ἀρρένων, ὅτι πλεονεκτοῦσιν οὗτοι περιττοτέρῳ τινὶ μορίῳ, τῷ καλουμένῳ καυλῷ, κατὰ τὸ πέρας ἐπικει‐
μένῳ τοῦ τῆς κύστεως αὐχένος. τὴν μὲν δὴ περὶ τὰ γεννητικὰ μόρια τέχνην τῆς φύσεως αὐτὴν καθ’ ἑαυ‐275 in vol. 1
20τὴν ἐξηγησόμεθα προελθόντος τοῦ λόγου. τὰ δὲ τῶν ‖

3

.

377

περιττωμάτων ὄργανα, περὶ ὧν ἡμῖν ὁ λόγος ἐνέστηκε, διὰ τί τὰ μὲν αὐτοῖς τοῖς διακριτικοῖς τῶν περιττω‐ μάτων ἀγγείοις τρέφεται, καθάπερ ὅ τε σπλὴν καὶ οἱ νεφροί, τὰ δ’ ἑτέρων ἐδεήθη θρεψόντων, ὥσπερ καὶ
5ἡ κύστις—καὶ γὰρ ἡ σμικρότης ἑκάστου τῶν ἀγγείων καὶ τὸ μέγεθος καὶ ὁ τρόπος τῆς ἐμφύσεως καὶ τὸ χωρίον, ὅθεν ἀφώρμηται, καὶ ἡ ἀσφάλεια τῆς ὁδοῦ καὶ πάνθ’ ἁπλῶς τὰ κατ’ αὐτὰ φαινόμενα θαυμαστήν τιν’ ἐνδείκνυται τῆς φύσεως τὴν τέχνην—ἤδη μοι
10δοκῶ πεπεράνθαι τῷ λόγῳ. Πάλιν οὖν ὅσον ἐνδεῖ καθ’ ἕκαστον αὐτῶν ἐπάνιμεν. ἐνδεῖ δὲ πρῶτον μὲν ὑπὲρ τῶν νεύ‐ ρων εἰπεῖν τι τῶν εἰς τοὺς νεφροὺς ἐμβαλλόντων, ἔπειτα δὲ περὶ τῶν οὐρητικῶν πόρων, καὶ τρίτον ἐπὶ
15τούτοις αὐτὴν τὴν οὐσίαν ἐξηγήσασθαι τοῦ σώματος τῶν κύστεων, ὥσπερ τοῦ τε τῶν νεφρῶν καὶ τοῦ σπληνὸς καὶ τῶν ἄλλων πάντων, ὑπὲρ ὧν ἤδη τῆς ὅλης κατασκευῆς λόγον ἐποιησάμεθα. μέτεστι δὴ τοῖς νεφροῖς νεύρων, εἰς ὅσον καὶ σπληνὶ καὶ ἥπατι καὶ

3

.

378

κύστει τῇ καλουμένῃ χοληδόχῳ. ‖ πάντα γὰρ ταῦτα μικρὰ παντελῶς δέχεται νεῦρα τοῖς ἔξωθεν αὐτῶν ἐμφανι‐ ζόμενα χιτῶσι, τοσοῦτον αἰσθήσεως ἑκάστῳ μεταδούσης τῆς φύσεως, ὅσον ἔπρεπεν ἕνεκα τοῦ φυτῶν ἀποχω‐
5ρισθῆναι καὶ ζῴου γενέσθαι μορίοις. τρεῖς γὰρ δὴ σκοποὶ τῇ φύσει τῆς τῶν νεύρων εἰσὶ διανομῆς, ὁ μὲν αἰσθήσεως ἕνεκα τοῖς αἰσθητικοῖς ὀργάνοις, ὁ δὲ κινή‐ σεως τοῖς κινητικοῖς, ὁ δ’ εἰς τὴν τῶν λυπησόντων διάγνωσιν ἅπασι τοῖς ἄλλοις. αἰσθήσεως μὲν οὖν276 in vol. 1
10ἕνεκα γλώττῃ καὶ ὀφθαλμοῖς καὶ ὠσὶ μέγιστα δέδοται νεῦρα καὶ πρὸς τούτοις ἔτι τῶν χειρῶν τοῖς ἐντὸς καὶ τῷ στόματι τῆς κοιλίας· ἔστι γάρ πως καὶ ταῦτ’ αἰσθητήρια. διὰ μὲν γὰρ τῶν χειρῶν, ὡς οὐδὲ δι’ ἑνὸς ἄλλου, καίτοι μυρίων μορίων αἰσθανομένων, ἡ
15τῆς ἁφῆς ἀκριβοῦται διάγνωσις· ἐν δὲ τῷ στόματι τῆς κοιλίας αἴσθησις ἐνδείας ἐστὶ τῶν θρεψόντων τὸ ζῷον, ἣν πεῖναν ὀνομάζομεν. ἐν μὲν δὴ τούτοις ἅπασιν ὡς ἂν αἰσθητικοῖς μορίοις ἔστιν εὑρεῖν μέγιστα νεῦρα, δεύτερον δ’ ἐν τοῖς τῆς κατὰ προαίρεσιν κινήσεως

3

.

379

ὀργάνοις, τοῖς μυσίν, οἵ, διότι μὲν ὑπὲρ ‖ τοῦ κινεῖν τὰ μέλη τοῦ σώματος ἐγένοντο, μέγιστα δέχονται νεῦρα, διότι δ’ ἐξ ἀνάγκης αἴσθησις ὑπάρχει παντὶ νεύρῳ, διὰ τοῦτ’ αὐτοῖς ἠκολούθησε πλείων ἧς ἐδέοντο δύ‐
5ναμις εἰς τὴν τῶν ἁπτῶν διάγνωσιν. ὁ δὲ δὴ τρίτος σκοπὸς τῇ φύσει τῆς τῶν νεύρων διανομῆς ἡ τῶν λυπησόντων ἐστὶν αἴσθησις, εἰς ἣν εἴ τις ἐπιβλέψειεν ἐν ταῖς ἀνατομαῖς καὶ σκέψαιτο, πότερα πλημμελῶς ἢ δικαίως οὐκ ἴσα τοῖς μέρεσιν ἅπασι διένειμεν, ἀλλὰ
10τοῖς μὲν μείζω, τοῖς δ’ ἐλάττω, τὰς αὐτὰς Ἱπποκράτει, κἂν εἰ μὴ βούλοιτο, πάντως φθέγξεται φωνάς, ὡς εὐπαίδευτός τε καὶ δικαία καὶ τεχνικὴ καὶ προνοητικὴ
τῶν ζῴων ἡ φύσις ἐστίν. εἰ γὰρ δὴ τὸ κατὰ τὴν ἀξίαν ἑκάστῳ σκοπεῖσθαί τε καὶ διανέμειν ἔργον δι‐277 in vol. 1
15καιοσύνης ἐστί, πῶς οὐ δικαιοτάτη πάντων ἡ φύσις; ὅσα μὲν γὰρ τῶν ὀργάνων ὁμογενῆ, καθάπερ τά τ’ αἰσθητήρια τοῖς αἰσθητηρίοις καὶ οἱ μύες τοῖς μυσί, τούτοις μέν, εἴς τε τοὺς ὄγκους τῶν σωμάτων ἀπο‐ βλέπουσα καὶ τὰ τῶν ἐνεργειῶν ἀξιώματα καὶ τὰς

3

.

380

ἀμυδρότητας καὶ τὰς σφοδρό‖τητας τῶν κινήσεων, ἔτι δὲ τὸ συνεχὲς τῆς χρείας ἢ διαλεῖπον, εἰς ὅσον ἂν ἑκάτερον ἥκῃ, τὸ κατὰ τὴν ἀξίαν ἀκριβῶς ἐν ἑκάστῳ μετρήσασα, τῷ μὲν μεῖζον ἀπένειμε, τῷ δ’ ἔλαττον τὸ
5νεῦρον, ἑκάστῳ δὲ τηλικοῦτον, ἡλίκον ἦν δοθῆναι δικαιότατον. ἀλλὰ ταῦτα μὲν ἄν σε καὶ προϊὼν ὁ λό‐ γος ἐκδιδάξειεν. Περὶ δὲ τῶν τῆς τροφῆς ὀργάνων χρὴ διελθεῖν ἐν τῷδε καὶ δεῖξαι τὴν ἐν αὐτοῖς δικαιοσύνην
10τῆς φύσεως. ἐπεὶ γὰρ οὔτ’ αἰσθητήριον τούτων οὐδέν ἐστιν οὔτε κινήσεως ὄργανον, ἐχρῆν δήπου σμικρὰ πᾶσιν αὐτοῖς δοθῆναι τὰ νεῦρα κατὰ μόνην ἔτι τὴν τρίτην χρείαν, ἵν’ ᾖ διαγνωστικὰ τῶν λυπησόντων. εἰ γὰρ μηδὲ τοῦτό γ’ ὑπῆρχεν αὐτοῖς, ἀλλ’ ἦν ἀναίσθητα
15τῶν ἐν αὑτοῖς παθημάτων, οὐδὲν ἂν ἐκώλυεν ἐν ἐλα‐ χίστῳ χρόνῳ διαφθείρεσθαι τὰ ζῷα. νῦν μὲν γὰρ δήξεώς τινος ἐν τοῖς ἐντέροις αἰσθανόμενοι παραχρῆμα τὸ λυποῦν ἀποτρίψασθαι σπεύδομεν. εἰ δ’ ἦν ἀναί‐ σθητα τελέως, ἡλκώθη τ’ ἂν οἶμαι ῥᾳδίως καὶ διε‐
20βρώθη πάντα καὶ διεσάπη πρὸς τῶν ὁσημέραι συρ‐

3

.

381

ρεόντων εἰς αὐτὰ ‖ περιττωμάτων, ὅπου καὶ νῦν, οὕτως αἰσθητικὰ γενόμενα καὶ μηδὲ τὸν ἐλάχιστον χρόνον ἐπιτρέποντα τοῖς δριμέσι καὶ δακνώδεσι περιττώμασιν ἔνδον ὑπομένειν, ὅμως ἑλκοῦται καὶ ξύεται καὶ διαβι‐278 in vol. 1
5βρώσκεται καὶ διασήπεται κατὰ τὴν πάροδον αὐτὴν μόνην ἀκράτου χολῆς ἢ ξανθῆς ἢ μελαίνης. καί πού φησιν Ἱπποκράτης, ὅτι δυσεντερίη, ἢν ἀπὸ μελαίνης χολῆς ἄρξηται, θανάσιμον. εἰ δ’ ἄρχεταί τις ἀπὸ μελαίνης χολῆς δυσεντερία, τοσαύτην αἴσθησιν ἐχόντων
10τῶν ἐντέρων, ὡς παραχρῆμα τὸ λυποῦν ἀπωθεῖσθαι, τάχ’ ἄν τις ἴσως ἡμᾶς ἔροιτο· πρὸς ὃν ἀποκρίνασθαι δίκαιον. ὅτι μὲν ἄρχεται, σαφῶς φαίνεται· τὴν αἰτίαν δ’ εἰ βούλει τοῦ γιγνομένου μαθεῖν, ἀναμνήσθητί μοι τῶν ἑλίκων, ἃς ὑπὲρ τοῦ μὴ ταχὺ διεξέρχεσθαι τῶν
15ἐντέρων τὴν τροφὴν ἐδείξαμεν γεγονέναι. κατὰ γὰρ τὰς τούτων ἐπιστροφάς τε καὶ καμπὰς ἰσχόμενον ἐνίοτε τὸ δριμὺ περίττωμα πρῶτον μὲν ξύει τὸ ἔντερον, ἔπειτα δὲ καὶ διαβιβρώσκει. ὁπότ’ οὖν καὶ νῦν οὐχ ἱκανὴ γέγονεν αὐτοῖς ἡ εὐαισθησία πρὸς τὸ μηδὲν πάσχειν,

3

.

382

ἀλλ’ ἑλκοῦται πολλάκις ἢ δριμύτητι διαβρω‖θέντα περιττωμάτων ἢ πλήθεσιν ἀμέτροις οἷον κατακλυσμῷ τινι βιασθέντα, τί ἂν οἰόμεθα παθεῖν αὐτὰ δυσαίσθητα γενόμενα; διὰ ταύτην μὲν οὖν τὴν αἰτίαν ἓν εἰς ἑκά‐
5στην τῶν ἑλίκων διασπείρεται νεῦρον, ὥσπερ ἀρτηρία καὶ φλέψ. εἰς μέντοι τὸ ἧπαρ, οὕτω μέγα τε καὶ κύ‐ ριον σπλάγχνον, ἐλάχιστον ἐνέφυ νεῦρον, ὡς ἂν μήτε
κινούμενον, ὥσπερ οἱ μύες, μήτ’ αἰσθήσεως περιττο‐ τέρας δεόμενον, ὥσπερ τὰ ἔντερα. ταῦτα μὲν γὰρ ἡ279 in vol. 1
10τῶν περιττωμάτων δίοδος ἐνοχλεῖ· τὸ δ’ ἧπαρ ὑπὸ τεττάρων ὀργάνων ἐκκαθαίρεται, δυοῖν μὲν νεφρῶν, τρίτου δὲ σπληνός, τετάρτης δὲ τῆς ἐπικειμένης αὐτῷ κύστεως. ὥστ’, ἐπειδὴ μηδὲν ἤμελλεν ἐν αὐτῷ μένειν ὑγρὸν κακόηθές τε καὶ δριμύ, περιττοτέρας αἰσθήσεως
15οὐκ ἐδεῖτο. ταῦτα δ’ αὐτὰ τὰ τέτταρα μόρια τὰ κα‐ θαίροντα τὸ ἧπαρ ὅτι μηδὲν ἤμελλεν ὑπὸ τῶν οἰκείων βεβλάψεσθαι περιττωμάτων, οὐκ ἐδεήθη πλείονος αἰ‐ σθήσεως· οὐδὲ γὰρ ἂν ἕλκειν ἠδύνατο τὰ τοιαῦτα περιττώματα χωρὶς τοῦ κοινωνίαν τιν’ αὐτοῖς εἶναι
20κατὰ τὴν ποιότητα. καὶ γὰρ δὴ καὶ τοσούτοις ἔτεσιν ‖

3

.

383

ἑκάστου τῶν ζῴων διαρκοῦντος, ἔστιν ἰδεῖν ἐν τῇ κύ‐ στει τῇ κατὰ τὸ ἧπαρ ἀεὶ περιεχόμενόν τι τῆς ξανθῆς χολῆς, ποτὲ μὲν πλέον, ποτὲ δ’ ἔλαττον. ἀλλὰ καὶ ἀποθανόντων αὐτῶν ἀφαιροῦντες τοῦ ἥπατος τὰς
5κύστεις ἅμα ταῖς χολαῖς ἐπὶ πλεῖστον φυλάττομεν, οὐδὲν ἐν τῷ χρόνῳ πάσχοντος αὐτῶν τοῦ σώματος. οὕτως ἑκάστῳ τὸ σύμφυτόν τε καὶ οἰκεῖον ἄλυπον τε‐ λέως ἐστίν. τούτοις μὲν οὖν τοῖς ὀργάνοις εὐλόγως οὐκ ἔδωκεν ἡ φύσις αἴσθησιν πλείονα, μὴ μέλλουσί
10γέ ποτε βεβλάψεσθαι πρὸς τῶν ἐν αὐτοῖς περιεχομέ‐ νων περιττωμάτων. τῇ δέ γε μεγάλῃ κύστει, τῇ τὸ οὖρον ἐκδεχομένῃ, βλαβερὸν ἂν ἐγένετο πολλάκις, εἰ μὴ ταχέως ἐξεκρίνετο τὸ δριμύτερόν τε καὶ χολωδέ‐
στερον οὖρον. οὐ γὰρ τῇ τῆς χολῆς ποιότητι συγγε‐280 in vol. 1
15νὴς ὑπῆρχεν ἡ τοῦ σώματος αὐτῆς οὐσία, καθάπερ ἡ τῆς χοληδόχου κύστεως, ἀλλὰ τῇ τῶν οὔρων μόνον, ὧν ἕνεκα πρὸς τῆς φύσεως ἐγεγένητο. καὶ διὰ τοῦτο καλῶς μὲν ἁπάντων ἐχόντων τῶν κατὰ τὸ ζῷον οὔτ’ ἄλλο τι πλημμελεῖται καθ’ ἕκαστον τῶν μορίων, οὔθ’
20ἡ τῶν ὀρρωδῶν περιττωμάτων οὐσία δριμεῖα καὶ ὀδυ‐

3

.

384

νηρὰ τῇ κύστει καθίσταται· ‖ σφάλματος δέ τινος ἐν τοῖς πεπτικοῖς ὀργάνοις προϋπάρξαντος, ὡς μηκέτι χρηστὸν γεννᾶσθαι τὸ αἷμα, τά τ’ ἄλλα περιττώματα καὶ τὸ οὖρον οὕτω δριμὺ γίγνεται καὶ μοχθηρόν, ὡς
5ξύειν τε καὶ διαβιβρώσκειν τὴν κύστιν. οὔκουν ἀνα‐ μένει τὸ ζῷον τηνικαῦτα τὴν κατὰ φύσιν ἔτι προθε‐ σμίαν τῆς οὐρήσεως, ἀλλ’ εὐθὺς ἐκκρίνειν αὐτὸ καὶ πρὸ τοῦ πληρωθῆναι τὴν κύστιν ἐπείγεται. καὶ ταῦθ’ ἡ φύσις προορωμένη μειζόνων καὶ πλειόνων αὐτῇ νεύ‐
10ρων μετέδωκεν εἰς αἴσθησιν ἀκριβεστέραν. Εὐλόγως δὲ καὶ τὸ πάχος τῶν σκεπόν‐ των ἔξωθεν ἅπαντα τὰ εἰρημένα χιτώνων, οὓς ἀπὸ τοῦ περιτοναίου τὴν γένεσιν ἔχειν ἐλέγομεν, οὐ τοῖς ἀξιώμασι τῶν ὀργάνων οὐδὲ τοῖς μεγέθεσιν, ἀλλὰ ταῖς
15χρείαις ἀνάλογον ἡ φύσις ἔνειμεν. οὐ γὰρ ὅτι κυριώ‐ τερον ἁπάντων τούτων τὸ ἧπαρ οὐδ’ ὅτι μέγα, διὰ τοῦτ’ ἦν αὐτῷ δοτέον ἰσχυρότερον χιτῶνα τῆς κύστεως, ἀλλ’ ἐκείνῃ μᾶλλον, ὡς ἂν πολλάκις ἐφ’ ἑκάστῃ νυκτὶ καὶ ἡμέρᾳ μελλούσῃ πληροῦσθαί τε καὶ διατείνεσθαι

3

.

385

καὶ αὖθις ἐκκενοῦσθαι καὶ συστέλλεσθαι, ‖ βέλτιον ἦν
δοθῆναι ῥωμαλεώτερον σκέπασμα. τὸ γὰρ εἰς ἐσχάτην καλῶς ἀφιξόμενον ἐν ὀλίγῳ χρόνῳ διάστασίν τε καὶ σύμπτωσιν ἰσχυρὸν ἐχρῆν εἶναι καὶ φέρειν ἱκανὸν281 in vol. 1
5ἑκατέρας ἐν μέρει τὰς διαθέσεις, ἐναντίας ἀλλήλαις ὑπαρχούσας. ταῦτά τ’ οὖν δικαίως τῇ φύσει νενέμη‐ ται καὶ πολὺ μᾶλλον ἔτι τὸ τῆς οὐσίας εἶδος αὐτῆς ἑκάστου τῶν χιτώνων. οἱ μὲν γὰρ ἔξωθεν ἅπασι τοῖς εἰρημένοις ὀργάνοις περιβεβλημένοι παραπλήσιοι τοῖς
10ἀραχνίοις εἰσίν, ἔνιοι μὲν καὶ αὐτὴν τὴν λεπτότητα, σύμπαντες δὲ τὴν ἰδέαν. οὐδεὶς γοῦν αὐτῶν εἰς ἶνας ἀναλύεται, καθάπερ οἱ ἐντὸς οἱ αὐτῶν τῶν ὀργάνων ἴδιοι, καθ’ οὓς ἐνεργοῦσιν, ἀλλ’ εἰσὶν ἁπλοῖ παντά‐ πασι καὶ ὅμοιοι πάντη καὶ ἀκριβῶς ὑμενώδεις. οἱ δ’
15ἐντὸς οἱ τὰ σώματα συνιστάντες αὐτὰ τῶν μορίων ἐν μὲν τῇ κοιλίᾳ καὶ τῷ στομάχῳ, καθότι καὶ πρό‐ σθεν εἴρηται, δύο περιφερεῖς μὲν τὰς ἶνας ἔξωθεν, εὐθείας δ’ ἔνδοθεν ἔσχον· οἱ δὲ τῶν ἐντέρων ἐγκαρ‐ σίας ἀμφοτέρας εἰς κύκλον ἀκριβῆ περιηγμένας· οἱ δὲ

3

.

386

τῶν κύστεων ‖ εὐθείας τε καὶ περιφερεῖς καὶ λοξὰς ἔχουσι τὰς ἶνας. εἷς γὰρ ὢν ἑκάτερος εἰς ἅπαν εἶδος κινήσεως ἐπιτήδειον ἐκτήσατο τὴν κατασκευήν. τὴν μὲν γὰρ διὰ τῶν εὐθειῶν ἰνῶν κίνησιν, ἵν’ ἐπισπάση‐
5ταί τι, τὴν δὲ διὰ τῶν ἐγκαρσίων, ἵν’ ἐκκρίνῃ, τὴν δὲ διὰ τῶν λοξῶν, ἵνα κατάσχῃ περισταλέντα παντα‐ χόθεν, εὔλογον ἦν ἔχειν αὐτόν. μόνων μὲν γὰρ τῶν ἐγκαρσίων ταθεισῶν τὸ εὖρος συστέλλεται· μόνων δ’
αὖ τῶν εὐθειῶν τὸ μῆκος βραχύνεται· πασῶν δ’ ἅμα282 in vol. 1
10καὶ τῶν εὐθειῶν καὶ τῶν ἐγκαρσίων καὶ τῶν λοξῶν εἰς ἑαυτὰς συναγομένων ὅλον συστέλλεται τὸ μόριον, ὥσπερ γε καὶ μακροτέρων ἁπασῶν γενηθεισῶν ἅπαν ἐκτείνεται. ταῖς μὲν οὖν κύστεσιν ἑκατέραις ἕνα μελ‐ λούσαις ἕξειν χιτῶνα, δι’ ἣν ὀλίγον ὕστερον αἰτίαν
15ἐρῶ, πᾶν εἶδος ἰνῶν ἐν αὑταῖς ἔχειν ἦν ἄμεινον, ἵνα καὶ πᾶν εἶδος κινήσεως ἕποιτο. τοῖς δ’ ἐντέροις, ἐπεὶ μήθ’ ἕλκειν μήτε κατέχειν ἦν ἔργον, ἀλλ’ ὠθεῖν πρόσω περιστελλομένοις, ἁπλῆς μὲν ἔδει τῆς κινήσεως, ἁπλῆς δὲ καὶ τῆς τῶν ἰνῶν φύσεως, οὐ μὴν τῇ γε ‖

3

.

387

γαστρί· καὶ γὰρ ἕλκειν αὐτὴν καταπινόντων καὶ κατέ‐ χειν πεττόντων καὶ πεψάντων ἐκκρίνειν ἐχρῆν. εὐλό‐ γως οὖν ἁπάσας ἔσχε τὰς ἶνας. Ἀλλὰ διὰ τί τοῦ μὲν ἐκτὸς χιτῶνος
5ἐγκάρσιοι μόνον εἰσί, τοῦ δ’ ἐντὸς εὐθεῖαι μὲν αἱ πλεῖ‐ σται, παντελῶς δ’ ὀλίγαι λοξαί, καὶ διὰ τί δύο χιτῶνες ἐγένοντο, δυναμένης γε δὴ τῆς φύσεως καὶ δι’ ἑνὸς χιτῶνος τὰς τρεῖς ἐνεργείας τοῖς ὀργάνοις ἐκπορίζειν, ὡς ἐπί τε τῶν κύστεων ἐνεδείξατο καὶ τῶν ὑστερῶν,
10ἄμεινον ἂν εἴη προσθέντας ἔτι τῷ παρόντι λόγῳ κατα‐ παύειν αὐτὸν ἐν τῷδε. λέλεκται μὲν οὖν καὶ πρό‐ σθεν ἐπὶ τῶν ἐντέρων, ὡς δυσπαθείας ἕνεκα διττὸς αὐτοῖς ὁ χιτὼν ἐγένετο, καὶ ὡς πολλάκις ὁ μὲν ἕτερος ἀπεσάπη τελέως ἔν τισι δυσεντερίαις οὐκ εὐήθεσιν, ὁ
15δ’ ἕτερος ἐξήρκεσε τῷ ζῴῳ μόνος. νυνὶ δ’ ἔτι καὶ μᾶλλον οἶμαι πιστότερον εἶναι τὸν λόγον, ἐπιδειξάντων
ἡμῶν, ὡς τοῖς μὲν ἐντέροις ἐναντιώταται τὴν φύσιν εἰσὶν αἱ διαρρέουσαι χολαί, τῶν κύστεων δὲ τῇ μὲν ‖283 in vol. 1

3

.

388

ἐπὶ τῷ ἥπατι τελέως οἰκεία καὶ ἄλυπος ἡ ξανθή, τῇ δ’ ἑτέρᾳ τῇ τὸ οὖρον ὑποδεχομένῃ σπανίως ποτὲ γί‐ γνεται λυπηρὰ πολλὴ καὶ κακοήθης ἀθροισθεῖσα, τοὐ‐ πίπαν δ’ αὐτῇ μετρίως τε καὶ ἀλύπως ὁμιλεῖ. προσ‐
5κείσεται δ’ ἔτι τῷ λόγῳ καὶ τόδε. ἐπειδὴ μεταβάλ‐ λεσθαι μὲν ἐχρῆν τὴν τροφὴν ἐν τοῖς κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα χωρίοις, εἰς τὴν οἰκείαν τῷ ζῴῳ ποιό‐ τητα τρεπομένην, εὔλογον ἦν ἱκανῶς αὐτοῖς παχὺν γενέσθαι τὸν χιτῶνα. μᾶλλον γὰρ ὁ τοιοῦτος ἀλλοιοῖ
10τε καὶ θερμαίνει καὶ μεταβάλλει τοῦ λεπτοῦ καὶ ψυ‐ χροῦ. οὕτω γοῦν καὶ οἷς ἰσχνὰ φύσει τὰ καθ’ ὅλην τὴν γαστέρα, χείρους πέττειν εἰσὶ τῶν εὐσάρκων. ἐν δὲ τοῖς τῶν περιττωμάτων ὀργάνοις οὐδὲν ἤμελλε πέτ‐ τεσθαι καὶ διὰ τοῦτ’ εὐλόγως ἰσχνὰ γέγονεν. οὔκουν
15οὐδὲ δύο χιτῶνας οἷόν τ’ ἦν ποιεῖν ἐν λεπτοῖς σώ‐ μασι. κατὰ δὲ τὴν γαστέρα τριῶν ἕνεκα χρειῶν οἱ δύο χιτῶνες ἐγένοντο, τῆς τε τῶν ἐνεργειῶν διαφορᾶς καὶ τῆς δυσπαθείας καὶ τοῦ πάχους. οὕτω δὲ καὶ ἡ

3

.

389

τῆς οὐσίας αὐτῆς ἰδέα διάφορός ἐστι ταῖς τε ‖ κύστεσι καὶ τοῖς πεπτικοῖς ὀργάνοις· αἱ μὲν γὰρ ὑμενώδεις καὶ σκληραὶ καὶ ὀλίγου δεῖν ἄναιμοι καὶ ψυχραί, τὰ δὲ σαρκοειδῆ τε καὶ θερμὰ γέγονε. τὰς μὲν γὰρ εἰς
5τὸ διαστέλλεσθαί τε καὶ συστέλλεσθαι μέχρι πλείστου δυσπαθεῖς ἐχρῆν παρεσκευάσθαι, τὰ δ’ εἰς τὴν πέψιν
ἄρα τῶν σιτίων ἐδεῖτο πλέονος θερμότητος. ὥστ’ ἐκεί‐ ναις μὲν ἡ σκληρότης εἰς δυσπάθειαν ἐδόθη τῆς λεπτό‐ τητος ἐπίκουρος, τοῖς πεπτικοῖς δ’ ὀργάνοις ἡ παχύ‐284 in vol. 1
10της ἴαμα τῆς μαλακότητος ἐγένετο. Οὕτω μὲν δὴ καὶ περὶ ταῦτα δικαία τελέως ἡ φύσις. ὅτι δὲ κἀν τῷ τοὺς μὲν οὐρητῆρας ὁμοίους τὴν οὐσίαν τοῦ σώματος ἐργάσασθαι τῇ με‐ γάλῃ κύστει τῇ τὸ οὖρον ὑποδεχομένῃ, τοὺς δὲ χολη‐
15δόχους πόρους τῇ μικρᾷ τῇ ἐπὶ τῷ ἥπατι τὴν αὐτὴν δικαιοσύνην ἡ φύσις ἐνεδείξατο, παντὶ καὶ τοῦτο πρό‐ δηλον. οὐ γὰρ ἐξ ἄλλης μὲν οὐσίας ἐχρῆν εἶναι τὰς ὑποδοχὰς τῶν περιττωμάτων, ἐξ ἄλλης δὲ τοὺς παρά‐

3

.

390

γοντας πόρους, ἀλλ’ ἐκ τῆς αὐτῆς τε καὶ ‖ ὡσαύτως ἀνεξομένης τοῦ περιττώματος. ὅ γε μὴν τρόπος ὁ τῆς ἐμφύσεως εἰς μὲν τὴν κύστιν τῶν οὐρητήρων, εἰς δὲ τὸ ἔντερον τοῦ χοληδόχου πόρου πάντων θαυμάτων
5ἐπέκεινα. λοξοὶ γὰρ εἰς αὐτὰ καταφυόμενοι καὶ μέχρι τῆς ἐντὸς εὐρυχωρίας λοξοὶ καὶ προμήκεις διήκοντες, οἷον ὑμένα τινὰ τῶν [ὀργάνων] ἐντὸς ἀποτέμνονται, πρὸς μὲν τῆς ἔσω φορᾶς τῶν περιττωμάτων ἀνατρε‐ πόμενόν τε καὶ ἀνοιγνύμενον, ἐν δὲ τῷ λοιπῷ χρόνῳ
10παντὶ προσπεπτωκότα τε καὶ προσεσταλμένον καὶ οὕ‐ τως ἀκριβὲς πῶμα τῷ πόρῳ γιγνόμενον, ὥστε μὴ μόνον τοῖς ὑγροῖς ἀδύνατον εἶναι τὴν εἰς τοὐπίσω φοράν, ἀλλὰ καὶ τῷ πνεύματι. δηλοῦται δ’ ἐπὶ τῶν κύστεων μάλιστα τῶν ἐμφυσωμένων τε καὶ πληρουμένων ἀέρος,
15ἔπειτα δεσμουμένων ἀκριβῶς κατὰ τὸν αὐχένα. φαί‐
νεται γὰρ ἅπας ἐντὸς αὐτῶν ὁ ἀὴρ ἀποστεγόμενός τε καὶ κατεχόμενος, εἰ καὶ πάνυ τις ἰσχυρῶς ἔξωθεν ἐπι‐ θλίβοι τὴν κύστιν. ὥσπερ γὰρ ὑπὸ τῆς τῶν εἰσρεόν‐ των ῥύμης ἀνατρέπεται πρὸς τοὐντός, οὕτως ὑπὸ τῶν285 in vol. 1
20ἔσωθεν αὐτῷ προσπιπτόντων πιλεῖται καὶ προσστέλλεται

3

.

391

τῷ πόρῳ. καί σοι ‖ καὶ τοῦτο προνοίας θ’ ἅμα τῆς εἰς τὰ ζῷα καί τινος περιττῆς σοφίας τοῦ δημιουργοῦ γιγνέσθω τεκμήριον. οὕτω μὲν δὴ θαυμαστῶς ἅπαντα κεκόσμηται τὰ τῆς τροφῆς ὄργανα. καὶ γὰρ τὰς τῶν
5περιττωμάτων ὑποδοχὰς ἔθος ἐστὶ τοῖς ἰατροῖς ἅμα τοῖς ἄλλοις ὀργάνοις καταριθμεῖσθαι τοῖς τῆς τροφῆς καὶ διὰ τοῦτο καὶ τὰς κύστεις ἀμφοτέρας καὶ τὰ παχέα τῶν ἐντέρων ὄργανα τροφῆς ὀνομάζουσι. Περὶ δὲ τῶν μυῶν, ὅσοι τῶν περιττω‐
10μάτων ἕνεκεν ἐγένοντο, δίκαιον ἂν εἴη λέγειν ἑξῆς. εἰσὶ γάρ που καὶ οὗτοι τροφῆς ὄργανα. κυριώτατα μὲν γὰρ καὶ πρῶτα τροφῆς ὄργανα τά τε πέττοντα καὶ τὰ παραπέμποντα τὴν χρηστήν· δεύτερα δὲ τά τε κα‐ θαίροντα καὶ τὰ ὑποδεχόμενα τὸ περίττωμα· τρίτα δ’
15ἂν εἴη τροφῆς ὄργανα τὰ ταῖς ἐκροαῖς αὐτῶν ἀνα‐ κείμενα. διττὴ δὲ καὶ τούτων ἡ διαφορά. τὰ μὲν γὰρ ἀκαίρως ἐκρεῖν κωλύει, τὰ δ’ ἐν καιρῷ προτρέπει.

3

.

392

ἀκαίρως μὲν ‖ οὖν ἐκρεῖν οἱ τὴν ἕδραν ἐργαζόμενοι μύες οὐκ ἐπιτρέπουσιν, ἐν καιρῷ δὲ προτρέπουσιν οἱ κατὰ τὸ ἐπιγάστριον ἅπαντες. τῶν μὲν δὴ κατὰ τὴν ἕδραν ὁ μὲν εἷς ἀζυγής ἐστιν, ἐγκάρσιος αὐτῇ περιβε‐
5βλημένος ὑπὲρ τοῦ κλείειν ἀκριβῶς καὶ ἰσχυρῶς τὸ ἀπευθυσμένον. ἐπίκειται δ’ αὐτῷ κατὰ τὸ ἔξω πέρας ἐγκάρσιον σῶμα, μεταξὺ μυὸς καὶ δέρματος ὑπάρχον τὴν οὐσίαν, ὡς ἂν ἐξ ἀμφοῖν κεκραμένον, οἷόν τι καὶ τὸ τῶν χειλῶν ἐστι πέρας. ἡ χρεία δὲ καὶ τούτου286 in vol. 1
10παραπλησία τῷ μυΐ, πλὴν ὅσον ἰσχύϊ καὶ ῥώμῃ τῆς ἐνεργείας ἀπολείπεται. δύο δ’ οἱ λοιποὶ μύες οἱ λοξοὶ τὴν ἕδραν ἀνατείνουσιν, εἷς ἑκατέρωθεν ἀνωτέρω τοῦ στρογγύλου μυὸς ἔχοντες τὴν θέσιν. ἡ χρεία δὲ καὶ τού‐ των, ὅταν ἐπὶ πλεῖστον ἐκστραφῆναι συμβῇ τὴν ἕδραν
15ἐν ἰσχυραῖς προθυμίαις, ἀνασπᾶν αὐτὴν αὖθις ἄνω. καὶ ὅταν γε παραλυθῶσιν ἢ ἀτονήσωσιν οἱ μύες οὗτοι, χαλεπῶς καὶ μόγις ἀνασπᾶσθαι συμβαίνει τὴν ἕδραν ἢ καὶ παντάπασιν ἐκτετραμμένην διαμένειν, ὡς τῶν χει‐ ρῶν δεῖσθαι βοηθῶν. οἱ μὲν δὴ κατὰ τὴν ἕδραν μύες

3

.

393

ἕνεκα τῶν εἰρημένων χρειῶν ‖ τοσοῦτοί τε καὶ τοιοῦτοι γεγόνασι. τῶν δ’ ὀκτὼ τῶν κατὰ τὸ ἐπιγάστριον εὐθεῖς μὲν κατὰ τὸ μῆκος τοῦ ζῴου δύο πεφύκασιν ἀπὸ τῶν στέρνων ἄχρι τῶν τῆς ἥβης ὀστῶν ἐκτεταμένοι κατ’
5αὐτὸ μάλιστα τὸ μέσον τῆς ὅλης κοιλίας· ἐγκάρσιοι δ’ ἕτεροι δύο κατὰ τὸ πλάτος ὀρθὴν πρὸς τοὺς εἰρημέ‐ νους ἐργαζόμενοι γωνίαν ἅπαν ἐν κύκλῳ καλύπτουσι τὸ περιτόναιον· ἄλλοι δὲ τέτταρες λοξοί, δύο μὲν ἀπὸ τῶν ὑποχονδρίων ὡς ἐπὶ τὰ τῶν λαγόνων ὀστᾶ τὰς
10ἶνας ἐκτεταμένας ἔχοντες, οἱ δὲ λοιποὶ δύο τούτους
τέμνοντες ἐν σχήματι τοῦ Χ γράμματος ἀπὸ τῶν πλευ‐ ρῶν ὡς ἐπὶ τὰ καθ’ ὑπογάστριον ἐκτείνονται μέρη. ἔργον μὲν οὖν ἁπάντων μυῶν κοινόν, ἐπειδὰν τείνωσι τὰς ἶνας, εἰς ἑαυτοὺς συνιζάνειν. ἕπεται δὲ τούτῳ,287 in vol. 1
15κατὰ μὲν τὴν ἕδραν κλείεσθαι τοὔσχατον στόμα τὸ κάτω τοῦ παχέος ἐντέρου, κατὰ δὲ τὸ ἐπιγάστριον εἴσω προσστέλλεσθαι θλιβόμενα τὰ ὑποκείμενα σύμ‐ παντα. ἀλλὰ τῷ μὲν ἀποκλείεσθαι τὰ κατὰ τὴν ἕδραν ἐξ ἀνάγκης ἕπεται μηδὲν ἐκπίπτειν ἀκαίρως περίττωμα
20πρὸς τῆς τῶν ἐντέρων ἐνεργείας ὠθούμενον, τῷ δὲ

3

.

394

θλίβεσθαι τὰ ‖ κατὰ τὴν γαστέρα, κεχαλασμένων δηλο‐ νότι τῶν κατὰ τὴν ἕδραν, ἐκκρίνεσθαι τὸ περιεχόμενον ἐν τοῖς μεγάλοις ἐντέροις. θαυμάσαι δὲ χρὴ κἀνταῦθα τὴν τέχνην τῆς φύσεως ἐφ’ ἑκατέρου τοῦ γένους τῶν
5μυῶν. ἔνθα μὲν γὰρ ἐχρῆν κλείεσθαι τὸν ἐπὶ τῷ πέρατι τοῦ παχέος ἐντέρου πόρον, ἐγκαρσίας ἐνταῦθα τὰς τοῦ μυὸς ἶνας ἐποίησεν· ἐλέγετο δὲ καὶ πρόσθεν ἐπί τε τῆς γαστρὸς καὶ τῶν ὑστερῶν καὶ τῶν κύστεων, ὡς αἱ τοιαῦται κλείειν ἐπιτηδειόταται τὰ στόματα
10τῶν ὀργάνων· ἔνθα δ’ ἰσχυρῶς ἰποῦσθαι τὰ ὑποκεί‐ μενα, καθάπερ ὑπὸ χειρῶν τινων θλιβόμενα τῶν ἐπι‐ κειμένων μυῶν, ἐνταῦθα τοὺς μὲν εὐθεῖς μῦς τοῖς ἐγκαρσίοις, τοὺς λοξοὺς δ’ ἀλλήλοις ἐπέβαλε κατ’ ὀρ‐ θὴν γωνίαν, ὥσπερ καὶ ἡμεῖς αὐτοὶ τὰς χεῖρας ἀλλή‐
15λαις ἐπιβάλλομεν ἀντιστρόφως, ὅταν ἰσχυρῶς ἰπῶσαί τι καὶ θλῖψαι βουληθῶμεν. οὕτω δὲ καὶ ὁ ἀριθμὸς ἑκάστου τῶν μυῶν αὐτῇ προμηθῶς ἐξεύρηται, τῶν μὲν κατὰ τὴν ἕδραν, ὡς ἤδη δέδεικται, τῶν δὲ κατὰ τὸ288 in vol. 1

3

.

395

ἐπιγάστριον, ὡς ‖ νῦν ἐροῦμεν. εἰ γὰρ δὴ κατὰ μὲν τὰς τῶν ἰνῶν θέσεις αἱ τῶν ὀργάνων ἐνέργειαι γί‐ γνονται, τέτταρες δ’ εἰσὶν αἱ πᾶσαι θέσεις αὐτῶν, εὐ‐ θεῖά τε καὶ ἐγκάρσιος καὶ λοξαὶ διτταί, δῆλον, ὡς ὁ
5πρῶτος ἀριθμὸς ὁ τῶν τεττάρων ἅπασαν ἰνῶν θέσιν ἐν αὑτῷ περιλαμβάνει. καὶ τοίνυν, ἐπειδὴ δίδυμόν ἐστιν ἀριστεροῖς τε καὶ δεξιοῖς τὸ σῶμα καὶ ἴσον ἀκρι‐ βῶς, ἑκατέρωθεν μὲν τέτταρες, οἱ σύμπαντες δ’ ὀκτὼ γεγόνασιν, ἴσοι μὲν τὸ μέγεθος, ἴσοι δὲ καὶ τὸ πλῆθος,
10ὅμοιοι δὲ τῶν ἰνῶν ταῖς θέσεσιν, ὡς μηδὲν μήτ’ ἀπο‐ δεῖν μήτε πλεονεκτεῖν ἑτέρου τὸν ἕτερον. οἱ μὲν γὰρ ὀρθοὶ κατὰ τὸ μῆκος ἐκτεταμένοι, παρ’ ἑκάτερα τὰ μέρη τοῦ ξιφοειδοῦς χόνδρου τὴν ἄνωθεν ἔκφυσιν ἔχοντες, ἐπὶ τὰ τῆς ἥβης ὀστᾶ καταφέρονται ψαύοντες
15ἀλλήλων, εὐθείας μὲν τὰς ἶνας ἄνωθεν κάτω φερο‐ μένας ὡσαύτως ἔχοντες, ἴσοι δ’ ἀκριβῶς οὐ τὸ μῆκος μόνον, ἀλλὰ καὶ τὸ πλάτος τε καὶ τὸ βάθος ἀλλήλοις ὑπάρχοντες. οἱ δ’ ὑπ’ αὐτοῖς ἐγκάρσιοι, κατειληφότες ὁ μὲν τὸ δεξιὸν ἅπαν τοῦ περιτοναίου μέρος, ὁ δὲ τὸ

3

.

396

ἀριστερόν, ἴσοι καὶ αὐτοὶ καὶ ὅμοιοι κατὰ πάνθ’ ‖ ὑπάρ‐ χοντες, ὑποβεβλήκασι τοῖς μὲν εἰρημένοις δύο μυσὶ τὸ νευρῶδες σφῶν αὐτῶν, τοῖς δ’ ἄλλοις τὸ σαρκῶδες. ἐκεῖνοι δ’ αὖ πάλιν τούτοις ἐπιβαίνοντες ἐκτείνονται
5καὶ αὐτοὶ ταῖς καλουμέναις ἀπονευρώσεσιν ἐπὶ τοὺς εὐθεῖς τε καὶ μέσους μῦς, οὐδαμῇ παραλλάττοντες οὐδὲν οἱ δεξιοὶ τῶν ἀριστερῶν, ἀλλ’ ἴσοι τε καὶ ὅμοιοι πάντη τὰς ἶνας, οἱ μὲν ἀπὸ τῶν λαγόνων ἐπὶ τὸ ὑπο‐ χόνδριον ἑκάτερος τὰς καθ’ ἑαυτὸν ἀναφερομένας, οἱ289 in vol. 1
10δ’ ἀπὸ τῶν πλευρῶν εἰς τὰ πρόσω καταφερομένας ἔχοντες. ὥστ’, ἐπειδὴ τέτταρες αἱ πᾶσαι θέσεις ἰνῶν εἰσιν, εὐλόγως καὶ οἱ μύες ἑκατέρωθεν τοσοῦτοι γεγό‐ νασιν. οὔκουν οὐδ’ ἄχρι λόγου δυνατόν ἐστιν αὐτοῖς ἐπινοῆσαι προστιθέμενον ἕτερον μῦν· ἤτοι γὰρ εὐθὺς
15ἢ ἐγκάρσιος ἢ λοξὸς κείσεται, ὥστ’ ἐκ περιττοῦ προσ‐ κείσεται· οὐ μὴν οὐδ’ ἀφαιρούμενον ἄνευ μεγάλης ζημίας. εἰ μὲν γάρ τινα τῶν ἐγκαρσίων ἀφέλοις, ἡ τῶν εὐθέων μυῶν τάσις, οὐκ ἔχουσα τὴν ἀντιτεταγ‐ μένην, ἄνισόν τε καὶ ἄδικον ἐργάσεται τῶν ὑποκει‐
20μένων τὴν θλῖψιν, ὥστ’ ἐπὶ τὰς νόθας πλευρὰς καὶ

3

.

397

τὰς λαγόνας ἐξωθεῖσθαι πάντα· εἰ δ’ αὖ ‖ τῶν εὐθέων ἀπολωλότα νοήσαις τινά, τῶν ἐγκαρσίων μενόντων, ἐπὶ τὰ μέσα τῆς γαστρὸς τά τ’ ἐκ τῶν λαγόνων ἅπαντα καὶ τὰ κατὰ τὰς νόθας πλευρὰς ἀπωσθήσεται, ὥσπερ
5γε καὶ τῶν λοξῶν ὁποτέρους ἂν ἐξέλῃς, ἐπὶ τὴν τῶν ἀπολομένων χώραν οἱ μένοντες ἐκθλίψουσι τὰ ὑποκεί‐ μενα. χρὴ δ’ οὐχ οὕτως, ἀλλὰ πάντοθεν ἰσορρόπως αὐτὰ θλίβεσθαι. κἀν τῷδε δῆλον, ὡς οὐκ ἦν ἄμεινον ἐλάττους τὸ πλῆθος τῶν ὀκτὼ γενέσθαι. ἐδείχθη δ’,
10ὅτι μηδὲ πλείους. ὥστ’ οὔθ’ ὑπερβάλλων οὔτ’ ἐλλεί‐ πων τῆς χρείας ὁ ἀριθμός, ἀλλ’ ἀκριβῶς δίκαιος αὐτῶν τε τούτων τῶν κατὰ τὸ ἐπιγάστριον μυῶν ὀκτὼ γενομένων καὶ πρὸς τούτοις ἔτι τῶν κατὰ τὴν ἕδραν.290 in vol. 1
15 Ἐμοὶ μὲν οὖν ἱκανὰ καὶ ταῦτα τὴν τέ‐ χνην τῆς φύσεως ἐνδείξασθαι· σοὶ δ’ εἴπερ οὐκ ἀρκεῖ, τάχ’ ἄν σε πείσαιμι διὰ τῶνδε. τὸ δεδειγμένον τῆς ἐνεργείας τῶν μυῶν ἐν ἅπασι τοῖς μέρεσι τῆς γαστρὸς ἰσόρροπον ἐκ τοῦ θλίβειν αὐτὰ πανταχόθεν ὁμοίως

3

.

398

ἀναγκάζει τε καὶ βιάζε‖ται πρὸς τοὺς εἴκοντας ὑποχω‐ ρεῖν τόπους τὰ περιεχόμενα. δυοῖν δ’ ὄντοιν πόροιν, ἄνω μὲν τοῦ κατὰ τὸν στόμαχον, ἐν δὲ τοῖς κάτω τοῦ κατὰ τὸ ἀπευθυσμένον ἔντερον, ᾧ κατὰ τὸ πέρας ἐπι‐
5κεῖσθαι τὴν ἕδραν ἐλέγομεν, ἄμεινον ἦν δήπου διὰ τοῦ κάτω πόρου τὸ περίττωμα πᾶν ἐκκενοῦσθαι. τοῦτο δ’ οὐδέπω τῶν ὀκτὼ μυῶν ἡ κατασκευὴ παρέχειν ἐστὶν ἱκανή, μηδὲν μᾶλλον εἰς τὴν ἕδραν ἢ τὸν στό‐ μαχον ἐνθλίβειν δυναμένη. τὸ γὰρ ἐξ ἅπαντος μέρους
10ἰσόρροπον τῆς θλίψεως εἰς ἑκατέρους τοὺς πόρους ὁμοίως ἔμελλε προώσειν ἅπαντα τὰ ἐν τοῖς θλιβομένοις ὀργάνοις περιεχόμενα, μηδενὸς ἔξωθεν ἐπιτεχνηθέντος τῇ φύσει σοφίσματος, ὃ προτρέψει μὲν ἐπὶ τὴν κάτω φοράν, ἀποτρέψει δὲ τῆς ἄνω. τί δὴ τοῦτ’ ἔστι τὸ
15σόφισμα καὶ διὰ τίνος ὀργάνου γίγνεται, προσέχοντος ἀκροατοῦ δεῖται τὸν νοῦν. ἔστι τις μῦς μέγας στρογ‐
γύλος, ὃν ὀνομάζουσι μὲν ἐν δίκῃ διάφραγμα, δια‐ φράττοντά γε τῶν τῆς τροφῆς ἀγγείων τὰ τοῦ πνεύ‐ ματος ὄργανα· τῶν μὲν γὰρ ὑπέρκειται πάντων, τοῖς ‖291 in vol. 1

3

.

399

δ’ ὑποβέβληται. χρεία δ’ αὐτοῦ τῇ φύσει πρὸ τοῦ διαφράττειν ἑτέρα μὲν μείζων ὡς ἀναπνοῆς ὀργάνου, δευτέρα δ’ ἡ νῦν εἰρησομένη. ἀπὸ τῶν κατὰ τὰ στέρνα περάτων τῶν κάτω τὴν ἀρχὴν τῆς ἄνωθεν ἐκφύσεως
5ἔχον, ἵνα περ καὶ αἱ τῶν εὐθέων μυῶν τῶν κατὰ τὸ ἐπιγάστριον ἀνήρτηνται κεφαλαί, κἄπειτ’ ἐντεῦθεν ἐφ’ ἑκάτερα παρὰ τὰ τῶν νόθων πλευρῶν πέρατα κατερ‐ χόμενον, ὀπίσω θ’ ἅμα καὶ κάτω λοξὸν ἱκανῶς γίγνε‐ ται. καὶ τοῦτ’ ἔστι τὸ σόφισμα θλιβόντων ἐκ παντὸς
10μέρους ὁμοίως τῶν μυῶν, οὐκ εἰς τὸν στόμαχον, ἀλλ’ εἰς τὴν ἕδραν ἐξωθεῖσθαι πάντα. νόησον γάρ μοι δύο χεῖρας ἐπιβεβλημένας μὲν ἀλλήλαις κατὰ τοὺς καρπούς, διισταμένας δ’ ἀεὶ καὶ μᾶλλον ἄχρι τῶν κατὰ τοὺς δακτύλους περάτων. ἔστω δ’ αὐτῶν ἐπὶ τῆς ὑποκει‐
15μένης ἤτοι σπόγγος ἢ σταῖς ἤ τι τοιοῦτον ἕτερον ἐπικείμενον, οἷον τῆς ὑπερκειμένης προσιούσης τε καὶ περιστελλομένης ἐκθλίβεσθαι ῥᾳδίως. κἀμοὶ ταύταις ταῖς χερσὶν ἀνάλογον ἔχειν, τῇ μὲν ὑποκειμένῃ τὸ διά‐ φραγμα, τῇ δ’ ὑπερκειμένῃ τοὺς κατὰ τὸ ἐπιγάστριον

3

.

400

ἅπαντας ἐπι‖νόησον μῦς, τῷ μὲν ὑψηλῷ καὶ μέσῳ δακτύλῳ τοὺς εὐθεῖς, τοῖς δ’ ἐφ’ ἑκάτερα τοὺς ἄλλους.
ἔπειθ’, ὡς ἐκεῖνοι περιλαμβάνοντες ἐκθλίβουσι τὸ σταῖς, οὕτω τοὺς μῦς νόει θλίβοντας τὴν γαστέρα. τί δὴ292 in vol. 1
5τοὐντεῦθεν εἰκὸς συμβαίνειν; ἆρ’ οὐκ ὠθεῖσθαι κάτω τἀντὸς οἷον ὑπὸ δυοῖν πιεζόμενα χειρῶν, ἁπτομένων μὲν ἀλλήλων κατὰ τοὺς καρπούς, διεστηκυιῶν δ’ ἐπὶ πλεῖστον κάτω; εἴπερ οὖν κἀν ταῖς χερσὶ συνιούσαις τε καὶ θλιβούσαις τὰ μεταξὺ πρὸς τὰ διεστῶτ’ αὐτῶν
10μέρη πάντ’ ἐκθλίβεται, δῆλον, ὡς κἀνταῦθα πάντ’ ὠσθήσεται κάτω. ταύτῃ γὰρ ἐπὶ πλεῖστον διεστήκασιν οἱ κατὰ τὸ ἐπιγάστριον μύες τῶν φρενῶν—ἔστι γὰρ καὶ τοῦτ’ ὄνομα τοῦ διαφράγματος—ἄνω δ’ ἐπιβεβή‐ κασί τε καὶ ψαύουσιν, ἐν μὲν τοῖς κατὰ τὰ στέρνα μέρε‐
15σιν οἱ μακροί, τούτων δ’ ἑκατέρωθεν οἱ λοιποὶ πάντες. ἆρ’ οὖν ταῦτα μόνα θαυμαστῶς τῇ φύσει παρεσκεύα‐ σται πρὸς τὴν τῶν περιττωμάτων ἔκκρισιν, ἠμέληται δέ που καὶ παρῶπταί τι κἂν εἰ σμικρόν; ἀλλὰ τοῦτό

3

.

401

γε καὶ πάνυ θαυμάζειν αὐτῆς δίκαιον, ‖ ὅτι πρὸς τῷ κατορθοῦν οὕτω μεγάλα καὶ τῶν ἐξ ἀνάγκης ἀκολου‐ θησόντων βλαβερῶν οὐκ ἀμελεῖ τῆς ἐπανορθώσεως. ὥσπερ γὰρ οὐκ ἤρκεσεν αὐτῇ τοὺς κατὰ τὸ ἐπιγάστριον
5ὀκτὼ μῦς ἀκριβῶς ἅπαντα τὰ ὑποκείμενα θλίβειν τε καὶ πιλεῖν ἔσω δυναμένους ἀπεργάσασθαι μόνον, ἀλλὰ καὶ τὰς φρένας αὐτοῖς ὑπέτεινε λοξὰς ὑπὲρ τοῦ μηδὲν ἐπανέρχεσθαί ποτ’ εἰς τὸν στόμαχον, οὕτω καὶ αὐ‐ ταῖς ταῖς φρεσὶ βοηθοὺς κατεσκεύασε τοὺς κατὰ τὰ
10μεσοπλεύρια καλούμενα μῦς. εἷς γὰρ δὴ τοῦτο μῦς ὂν ὑπὸ τῶν ὀκτὼ τῶν κατὰ τὸ ἐπιγάστριον, μεγάλων τε καὶ πολλῶν ὑπαρχόντων, ἔμελλε δήπου κινηθήσε‐ σθαί τε πάνυ ῥᾳδίως εἴς τε τὴν τοῦ θώρακος εὐρυ‐ χωρίαν ἀνατραπήσεσθαι κἀν τούτῳ τῆς θλίψεως ἐκλύ‐293 in vol. 1
15σειν τὴν ἰσχύν. ἵν’ οὖν μὴ γίγνοιτο τοῦτο, τοὺς κατὰ τὰς πλευρὰς τοῦ θώρακος ἅπαντας μῦς οἵους τείνεσθαί τε καὶ προσστέλλειν ἔσω τὸν θώρακα παρεσκεύασεν, ὥστε τῆς ἄνω πάσης κοιλότητος ἐκ παντὸς μέρους ἐσφιγμένης ἀποροῦν τὸ διάφραγμα τῆς ὑποδεξομένης

3

.

402

αὐτὸ χώρας ἑδραῖον φυλάτ‖τεσθαι. καὶ μὴν αὖ πάλιν, εἰ πάντας μὲν ἐντείνοι τὸ ζῷον τοὺς μῦς τούς τε κατὰ τὸν θώρακα καὶ τὸ ἐπιγάστριον, ἀνεῳγμένον δὲ φυ‐ λάττοι τὸν λάρυγγα, δῆλον, ὡς ἐκφύσησις γίγνοιτ’ ἂν
5ἐν τῷδε, καὶ οὕτω πάλιν ἀπολεῖται τὸ τῆς ἀποπατή‐ σεως ἔργον. ἵν’ οὖν ἀπνευστὶ τηνικαῦτ’ ἔχοι τὸ ζῷον, οὐκ ὀλίγους μῦς περιέστησε τῷ λάρυγγι, τοὺς μὲν κλείειν αὐτόν, τοὺς δ’ ἀνοιγνύναι πεφυκότας. ἀλλὰ τούτους μὲν ἐν τῇ τῶν κατὰ τὸν τράχηλον ἐξηγήσει
10μορίων ἐροῦμεν, οἷοί τ’ εἰσὶ καὶ ὅπως ἑκάτερον ὧν εἴπομεν ἐνεργοῦσιν· ὡσαύτως δὲ καὶ περὶ τῶν κατὰ τὰς πλευρὰς ἐν τῇ τοῦ θώρακος ἐξηγήσει λελέξεται. πρὸς δὲ τὰ παρόντα καὶ τοῦτ’ ἀπόχρη γιγνώσκεσθαι μόνον, ὡς οὐδὲν οὐδαμοῦ τῇ φύσει κατ’ οὐδένα τρό‐
15πον ἠμέληται προγιγνωσκούσῃ καὶ προορωμένῃ τὰ
κατ’ ἀνάγκην ἀκολουθήσοντα τοῖς ἕνεκά του γιγνομέ‐ νοις καὶ φθανούσῃ πάντων ἐπανορθώματα παρασκευά‐ ζεσθαι. καὶ μέν γε καὶ ταύτης τῆς παρασκευῆς ἡ εὐπορία θαυμαστῆς ἐστιν ἐπίδειγμα σοφίας. ὥσπερ294 in vol. 1

3

.

403

γὰρ ‖ τὰς φρένας ἑτέρου τινὸς ἕνεκα γεγενημένας ἐκ τῆς κατὰ τὴν θέσιν λοξότητος εἰς τὴν τῶν περιττωμά‐ των ἔκκρισιν ὠφελίμους ἀπειργάσατο, κατὰ τὸν αὐτὸν τρόπον ἑτέρων χάριν ἔργων μεγάλων τούς τε κατὰ
5τὸν λάρυγγα καὶ τὸν θώρακα μῦς ἐργασαμένη συνε‐ χρήσατ’ αὐτοῖς καὶ πρὸς τοῦτο. καὶ γὰρ αὖ καὶ αὐτοὺς τοὺς κατὰ τὸ ἐπιγάστριον ἅμα μὲν πρόβλημά τι καὶ σκέπασμα τῶν ὑποβεβλημένων, ἅμα δ’ ἐκκρίσεως πε‐ ριττωμάτων ὄργανα δημιουργήσασα συγχρῆται καὶ τού‐
10τοις πρός τε τὴν τῆς μεγάλης ἐκφυσήσεως καὶ φωνῆς γένεσιν, ἤδη δὲ καὶ πρὸς τὴν τῶν ἐμβρύων ἀποκύη‐ σιν καὶ τὴν ὑπὸ Πραξαγόρου συνήθως ὀνομαζομένην κατάληψιν πνεύματος. ἀλλὰ ταῦτα μὲν ὅπως γίγνεται, κατὰ τὸν οἰκεῖον ἕκαστα μηνυθήσεται καιρόν.
15 Ἡ δὲ τῶν περιττωμάτων ἔκκρισις—ἐν γὰρ τῷ παρόντι περὶ ταύτης προὐθέμεθα λέγειν—ἡ μὲν τῶν τῆς τροφῆς ὅπως γίγνεται, καὶ δὴ λέλεκται· ἡ δὲ τῶν τοῦ πόματος, ἣν ὀνομάζουσιν οὖρον, ἑξῆς

3

.

404

ἂν εἴη ῥητέα. δέ‖δεικται μὲν οὖν ἐν ἑτέροις, ὅτι μὴ τὸν αὐτὸν ἁπάντη λόγον ὁ κατὰ τὴν ἕδραν ἐγκάρσιος ἔχει μῦς τῷ κατὰ τὸν τράχηλον τῆς κύστεως. ὁ μὲν γὰρ τοῦ κλείειν τὸν πόρον ἕνεκα μόνου γέγονεν, ὁ δὲ
5προτέρου μὲν τοῦ προωθεῖν περιστελλόμενος ὅ τι ἂν
ἐν αὐτῷ περιέχηται, δευτέρου δὲ τοῦ κλείειν. νυνὶ δ’, ὅτι βέλτιον οὕτως ἔχειν αὐτὸν κατασκευῆς, ἐξηγή‐ σομαι. τῇ κύστει πρὸς τῷ στενὸν ἔχειν τὸν πόρον ἔτι καὶ πᾶν εἶδος ἰνῶν ὑπῆρχεν, ὥσπερ καὶ τῇ γαστρὶ295 in vol. 1
10καὶ ταῖς μήτραις. ὡς οὖν ἐκείνων κλείεται τὰ στό‐ ματα περιστελλομένων τοῖς ἐνυπάρχουσιν, οὕτω καὶ τῆς κύστεως. οὐ μὴν ἐπί γε τῶν ἐντέρων ὧδ’ ἔχει, τῶν μὲν ἰνῶν αὐτοῖς ἐγκαρσίων γενομένων, τοῦ πόρου δ’ ἱκανῶς εὐρέος ὑπάρχοντος. εὐλόγως οὖν ἐκεῖνα
15μὲν ἐδεήθη τοῦ κλείσοντος αὐτὰ μυός. ἡ δὲ κύστις εἰς μὲν τοῦτο βοηθείας οὐ πάνυ τι μεγάλης δεῖται, κλείεσθαί γε δυναμένη καὶ χωρὶς μυός. ἵνα δ’, ὅ τι

3

.

405

ἂν ἐξ αὐτῆς ἐνθλιβούσης εἰς ‖ τὸν οὐρητικὸν ἐμπίπτῃ πόρον ἱκανῶς λοξὸν ὑπάρχοντα, μὴ μένῃ τοῦτ’ ἐπὶ πλέον αὐτόθι, τὸν μῦν τοῦτον ἔξωθεν αὐτῷ περιέβαλε τὸν ἐκ τῶν ἐγκαρσίων ἰνῶν. εὐθὺς δ’ οὗτος ἔμελλεν
5ἄρα καὶ τῇ κλείσει τοῦ τῆς κύστεως στόματος ἐπίκου‐ ρος ἔσεσθαι. καὶ φαίνεται κἀνταῦθα πάντα θαυμα‐ στῶς τῇ φύσει παρεσκευασμένα. τοῦ μὲν γὰρ μηδὲν ἐκ τῆς κύστεως εἰς τοὺς νεφροὺς ἐπανέρχεσθαι τῶν οὐρητήρων ἡ λοξὴ κατάφυσις εἰς αὐτὴν αἰτία· τοῦ δὲ
10μὴ συνεχῶς ἐκκρίνεσθαι τὸ πολυειδὲς τῶν κατὰ τὴν κύστιν ἰνῶν καὶ μάλιστα τῶν λοξῶν αἴτιον. ἐπειδὰν γὰρ πάσας τείνῃ, περιστέλλεται τοῖς ἐνυπάρχουσιν, ἄχρι ἂν ἱκανῶς πληρωθεῖσα πονέσῃ, βοηθοῦντός τε καὶ συνεπιλαμβάνοντος εἰς τοῦτο τοῦ προειρημένου
15μυός. ἐπειδὰν δ’ ἐκκρίνειν ὁρμήσῃ, τὰς μὲν ἄλλας ἶνας χαλᾷ, μόνας δ’ ἐντείνει τὰς ἐγκαρσίας. ἐν τούτῳ δέ τι καὶ οἱ μύες αὐτῇ συνεργοῦσιν οὐ σμικρόν, χα‐ λαρὰν μὲν ὁ περὶ τὸν οὐρητικὸν πόρον ἐργαζόμενος τὴν ἀρχὴν ἑαυτοῦ, καθ’ ἣν τῇ κύστει συνῆπται, τει‐296 in vol. 1

3

.

406

νόμενοι δ’ ἰσχυρῶς οἱ κατὰ τὸ ἐπιγάστριον ἅπαν‖τες, ὥστ’ εἴσω προσστέλλειν καὶ θλίβειν τὴν κύστιν, περι‐ στελλόμενος δ’ ὁ περὶ τὸν αὐχένα καὶ θλίβων τε καὶ προωθῶν ἔξω τὸ παραγιγνόμενον οὖρον εἰς τὸν πόρον.
5οὐ γὰρ οὔτε ταχέως οὕτως ὡς νῦν οὔτ’ ἀκριβῶς ἂν διήρχετο τὸν οὐρητικὸν πόρον ἅπαν τὸ οὖρον, ὑπὸ τῆς κατὰ τὴν κύστιν καὶ τοὺς ἄνωθεν μῦς ὠθούμενον θλίψεως, εἰ μὴ καὶ τὸν μῦν τοῦτον ἔξωθεν ἅπαντι τῷ πόρῳ περιέβαλεν ἡ φύσις ἱκανῶς λοξῷ γενομένῳ.
10καὶ ἥ γε μετὰ τὴν οὔρησιν ἔκθλιψις τοῦ λοιποῦ κατὰ στράγγα, καὶ μάλισθ’ ὅταν ὑπάρχῃ δακνῶδες, οὐδενός ἐστιν ἔργον ὀργάνου τῶν ἄνωθεν, ἀλλὰ μόνου τούτου τοῦ μυός. ὥστε πρώτην αὐτοῦ χρείαν ταύτην εἶναι νομιστέον ὑπὲρ τοῦ μηδὲν ὑπολείπεσθαι κατὰ τὸν
15οὐρητικὸν πόρον, δευτέραν δὲ τὸ βοηθεῖν κλειομένῳ τῷ τῆς κύστεως στόματι, καὶ τρίτην τὸ εἰς τάχος ἐκκρί‐ σεως συντελεῖν. ὥσπερ γὰρ καὶ ἄλλα πολλὰ τοῖς ἕνεκά του γεγονόσιν ἐξ ἀνάγκης ἠκολούθησεν, οὕτω καὶ ἡ τοῦ τραχήλου τῆς κύστεως καὶ σύμπαντος τοῦ πόρου

3

.

407

λοξότης. ἐπεὶ γὰρ ‖ ὑποπεφύκει τοῖς τῆς ἥβης ὀστοῖς, ὑποκειμένων αὐτῷ κάτωθεν τῶν κατὰ τὸ ἀπευθυσμένον
ἔντερον καὶ τὸ ἱερὸν ὀνομαζόμενον ὀστοῦν, ἐπὶ δὲ τῶν θηλειῶν καὶ τοῦ τῆς μήτρας αὐχένος, κἀν τούτῳ297 in vol. 1
5παντὶ τῷ χωρίῳ κατὰ τὸ μῆκος τοῦ ζῴου κάτω φέρε‐ ται, μέχρι ἂν ἔξω γένηται τῶν ὀστῶν, ἐντεῦθεν δὲ κατὰ τὸν περίναιον ἄνω φέρεται μέχρι τῆς κατὰ τὸν καυλὸν ἐκφύσεως, εἶτ’ ἐντεῦθεν αὖθις κάτω δι’ αὐτοῦ τοῦ καυλοῦ, δῆλον, ὡς ἱκανῶς λοξὸς γίγνεται, τῷ
10Ῥωμαϊκῷ σίγμα παραπλήσιος μάλιστα. τὴν τοσαύτην οὖν ἕλικα τοῦ πόρου ταχέως διεξέρχεσθαι τῷ οὔρῳ παντάπασιν ἦν ἀδύνατον, ὑπὸ μόνης τῆς ἄνωθεν ὠθουμένῳ θλίψεως, εἰ μή τις αὐτῷ κἀνταῦθα βοήθεια παρεσκευάσθη. ταῖς μὲν οὖν γυναιξὶ μίαν ἔχει καμ‐
15πὴν ὁ πόρος οὗτος, ἣν ἐν τῷ τραχήλῳ τῆς κύστεως ἐκτήσατο· τοῖς δ’ ἀνδράσιν, ὡς ἂν καὶ τὸ αἰδοῖον ἔξωθεν ἐπὶ τῷ τραχήλῳ τῆς κύστεως ἐπιπεφυκὸς ἔχου‐ σιν, ἐκ περιττοῦ προσῆλθεν ἑτέρα. καὶ δῆλον, ὡς ἐξ ἀνάγκης ἠκολούθησε, τοῖς μὲν ἄρρεσιν ἐπὶ πλέον, ἔλατ‐

3

.

408

τον δὲ ταῖς θηλείαις λοξὸν κτήσασθαι τὸν οὐρη‖τικὸν πόρον. ὅπως οὖν μηδὲν ἴσχοιτο κατ’ αὐτόν, ὁ μῦς οὗτος ἔξωθεν ὁ τὰς ἐγκαρσίας ἔχων ἶνας αὐτῷ περι‐ βέβληται συμπαράγων ἀπὸ τῆς κύστεως ἄχρι τοῦ
5αἰδοίου τὸ οὖρον.298 in vol. 1

3

.

409

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.
1 Τῶν περὶ τὴν οἰκονομίαν τῆς τροφῆς ὀρ‐ γάνων τῇ φύσει παρεσκευασμένων ἐξηγούμενοι τὴν κατασκευὴν ἐν δυοῖν τοῖς πρὸ τούτου γράμμασιν ἄχρι μὲν τοῦ διαφράγματος ἠγάγομεν τῷ λόγῳ τὴν κοίλην
5φλέβα· τὸ δ’ ἀπὸ τοῦδε τῇ τῶν ἐν τῷ θώρακι μορίων ἐξηγήσει συναναγράφειν ἄμεινον εἶναι νομίζοντες εἰς τόνδε τὸν λόγον ἀνεβαλόμεθα. καὶ μέν γε καὶ περὶ τοῦ στόματος τῆς κοιλίας, ὃν οἰσοφάγον ὀνομάζουσι,

3

.

410

τὰ μὲν ἄλλα διεξῆλθεν ὁ ‖ πρόσθεν λόγος· οἵα δέ τις ἡ διὰ τοῦ θώρακος ὁδὸς αὐτῷ, καὶ ὡς οὐδ’ ἐνταῦθά τι παραλέλειπται τῇ φύσει, μὴ ὅτι περιττῶς ἢ ἐλλιπῶς ἢ ἀργῶς ἐργασαμένῃ περὶ αὐτόν, ἀλλὰ μηδ’ ἐπίνοιαν
5ἀπολιπούσῃ κατασκευῆς ἑτέρας ἀμείνονος, εἰς ταύτην ἡμῖν καὶ αὐτὰ τὴν διέξοδον ἐδόκει χρῆναι φυλάττειν. οὐδὲ γὰρ οὐδὲ σαφὴς αὐτῶν ἡ ἐξήγησις ἔμελλεν ἔσε‐ σθαι τοῖς ἀγνοοῦσιν ἅπαντα τοῦ θώρακος τὰ μόρια. διὰ τοῦτ’ οὖν οὐδὲ νῦν ἐν ἀρχῇ περὶ αὐτῶν λεκτέον,
10ἀλλὰ τῆς κατασκευῆς ἐκείνου τοσοῦτον ἐξηγητέον ἐστὶ πρότερον, ὅσον ἀγνοούμενον μὲν ἀσαφεστέραν, εἰς γνῶσιν δ’ ἀφικόμενον εὐπετεστέραν ἐργάσεται τὴν διδασκαλίαν. Τὸ τοίνυν ὑπὸ τῶν πλευρῶν ἀφοριζόμε‐
15νον ἐφ’ ἑκάτερα, πρόσω μὲν ἐπὶ τὰ στέρνα τε καὶ τὰς φρένας ἐξικνούμενον, ὀπίσω δ’ ἐπὶ τὴν ῥάχιν κατα‐ καμπτόμενον, ἅπαν τοῦτο τὸ κύτος ἔθος ἐστὶ τοῖς ἰατροῖς ὀνομάζειν θώρακα. καί σοι τὸ μέγεθος αὐτοῦ τῆς ἔνδον κοιλότητος ἡ ἔξωθεν ὁρωμένη σαφῶς ἐνδεί‐299 in vol. 1

3

.

411

κνυται περίοδος. ‖ ὀλίγου γὰρ δεῖν ἴση τῷ φαινομένῳ μεγέθει τοῦ θώρακος ἔξωθεν ἡ ἔνδοθεν εὐρύτης ἐστί, σμικράν τινα διάστασιν ἀποτεμνομένου τοῦ σώματος αὐτοῦ τῶν πλευρῶν λεπτοῦ παντάπασιν ὑπάρχοντος.
5ἐν δὲ δὴ ταύτῃ τῇ κοιλότητι τοῖς μὲν ἰχθύσιν ἡ καρ‐ δία μόνη περιέχεται καὶ διὰ τοῦτ’ ἄφωνόν ἐστιν αὐ‐ τῶν ἅπαν τὸ γένος, ἑνὸς τῶν ἀναγκαίων εἰς φωνῆς γένεσιν ὀργάνων ἀποροῦν τοῦ πνεύμονος· ὅσα δ’ ἐξ ἀέρος εἰσπνεῖ ζῷα καὶ αὖθις εἰς τοῦτον ἐκπνεῖ διὰ
10στόματος, ἅπασι τούτοις ὁ πλεύμων ἐκπεπλήρωκε τὴν τοῦ θώρακος εὐρύτητα, φωνητικὸν ἅμα καὶ ἀναπνευ‐ στικὸν ὄργανον γενόμενος. ἡ δ’ ἀρχὴ τῆς κινήσεως αὐτῷ παρὰ τοῦ θώρακός ἐστιν, ὡς ἐν τοῖς περὶ τῆς ἀναπνοῆς λογισμοῖς ἀποδέδεικται· καὶ μέν γε καὶ ὅσον
15εἰς φωνῆς γένεσιν συντελεῖ, καὶ τοῦτ’ ἐν τοῖς Περὶ φωνῆς εἴρηται. νυνὶ δ’ οὐκ ἐνεργείας ἀποδεικνύειν, ἀλλὰ τὴν κατασκευὴν τῶν ὀργάνων ἐξηγεῖσθαι πρόκει‐ ται. μὴ τοίνυν μηδ’ ὅτου χάριν ἀναπνέομεν οἴου δεῖν

3

.

412

ἡμᾶς ἀποδεικνύναι νῦν. ἀλλὰ καὶ τοῦτο ‖ τὸ κεφά‐ λαιον ἐν ἑτέροις ἀποδεδειγμένον ὑπόθεσιν τῷδε τῷ λόγῳ ποιησάμενος ὑπὲρ τῶν κατὰ τὴν καρδίαν καὶ
τὸν πνεύμονα καὶ ὅλον τὸν θώρακα μορίων τῆς χρείας300 in vol. 1
5δίειμι· σὺν αὐτοῖς δ’, ὡς εἴρηται, καὶ τὴν θέσιν ἐξη‐ γήσομαι τοῦ τε τῆς γαστρὸς στομάχου καὶ τῆς κοίλης φλεβὸς ἐνθένδε ποθὲν ἀρξάμενος. ἡ χρεία τῆς ἀνα‐ πνοῆς τοῖς ζῴοις ἐδείχθη διὰ τὴν καρδίαν γίγνεσθαι, τὸ μέν πού τι δεομένην καὶ αὐτὴν τοῦ ἀέρος τῆς οὐ‐
10σίας, τὸ δὲ πλεῖστον ὑπὸ θερμότητος ζεούσης ἀναψύ‐ χεσθαι ποθοῦσαν. ἀναψύχει δ’ αὐτὴν ἡ μὲν εἰσπνοὴ χορηγίᾳ ποιότητος ψυχρᾶς, ἡ δ’ ἐκπνοὴ τοῦ ζέοντος ἐν αὐτῇ καὶ οἷον συγκεκαυμένου καὶ λιγνυώδους ἀπο‐ χύσει. διὰ τοῦτ’ οὖν καὶ διπλῆν ἔχει τὴν κίνησιν
15ἐξ ἐναντίων μορίων συγκειμένην, ἕλκουσα μέν, ἐπει‐ δὰν διαστέλληται, κενουμένη δ’ ἐν τῷ συστέλλεσθαι. σκόπει δή μοι πρῶτον ἐνταῦθα τὴν πρόνοιαν τῆς φύ‐ σεως. ἐπειδὴ γὰρ ἄμεινον ἦν ἡμῖν ἔχειν φωνήν, ἐδεῖτο δ’ αὐτῆς ἐξ ἀνάγκης ἡ γένεσις ἀέρος, ὅσον ἤμελλεν

3

.

413

ἄλλως ἀργὸν ‖ καὶ ἄχρηστον ἐκπνεῖσθαι, τοῦθ’ ὕλην φωνῆς ἐποιήσατο. τίνα μὲν οὖν ἐστὶ τὰ ταύτης ὄρ‐ γανα, καὶ ὅστις αὐτοῖς ὁ τρόπος ὁ τῆς κινήσεως, ἐν μὲν τοῖς Περὶ φωνῆς ὑπομνήμασιν εἴρηται τελέως.
5ἐνταυθοῖ δ’ ὅσον ἀναγκαῖον εἰς τὰ παρόντα λεχθήσε‐ ται προελθόντος τοῦ λόγου. τὸ δέ γε νῦν εἶναι τοῦτο πρῶτον ἄξιον ἐπαινεῖν τῆς φύσεως, ὅτι τὴν καρδίαν οὐ διὰ τῆς φάρυγγος εὐθὺς ἔξωθεν ἕλκειν ἐποίησε τὸν ἀέρα, μέσον δ’ ἀμφοῖν ἔθηκε τὸν πνεύμονα κα‐
10θάπερ τι ταμιεῖον πνεύματος, ἀμφοτέραις ταῖς ἐνερ‐
γείαις ὑπηρετεῖν ἅμα δυνάμενον. εἰ μὲν γὰρ ἐκ τῆς φάρυγγος ἡ καρδία τὴν ὁλκὴν ἐποιεῖτο διαστελλομένη καὶ αὖθις εἰς ἐκείνην ἐξέπεμπε τὸν ἀέρα συστελλο‐ μένη, τὸν αὐτὸν ἀναγκαῖον ἦν γίγνεσθαι ῥυθμὸν τῆς301 in vol. 1
15ἀναπνοῆς τῷ σφυγμῷ τῆς καρδίας, κἀν τούτῳ πολλὰ καὶ μεγάλα βλάπτεσθαι τὸ ζῷον ἔμελλεν οὐκ εἰς τὸ καλῶς ζῆν μόνον, ἀλλὰ καὶ εἰς αὐτὸ τὸ ζῆν διαφέ‐ ροντα. τὸ μὲν γὰρ μὴ δύνασθαι φωνεῖν ἐπὶ πλέον, εἴπερ ταῦθ’ οὕτως εἶχεν, οὐ σμικρὸν τοῦ καλῶς ζῆν ‖

3

.

414

ἐμπόδιον· οὕτω δὲ καὶ τὸ καθ’ ὕδατος ἀδυνατεῖν δύεσθαι φόβῳ πνίξεως. τὸ δὲ μηδὲ δραμεῖν ποτε χωρὶς εἰσπνοῆς οἷόν τ’ εἶναι διὰ καπνὸν ἢ κονιορτὸν ἤ τινα μοχθηρὰν ἀέρος καὶ φαρμακώδη ποιότητα σή‐
5ψεσί τισι ζῴων ἢ ἄλλαις προφάσεσι μιανθέντος τὴν ζωὴν ἂν αὐτὴν ἔβλαπτεν ἐν τάχει καὶ τελέως τὸ ζῷον διέφθειρεν. ἐπεὶ δ’ οὔτ’ ἐκ τῆς φάρυγγος οὔτ’ ἔξω‐ θεν εὐθύς, ἀλλ’ ἐκ τοῦ πλεύμονός τε καὶ εἰς τὸν πλεύ‐ μονα τήν θ’ ὁλκὴν τοῦ πνεύματος ἡ καρδία καὶ αὖθις
10τὴν ἔκπεμψιν ποιεῖται, δυνατὸν ἡμῖν ἐγένετο πολλάκις μὲν ἄχρι πλείστου χρῆσθαι τῇ φωνῇ, πολλάκις δ’ ἀπνευστὶ παντάπασιν ἔχειν εἰς μηδὲν τῆς καρδίας ἐμποδιζομένης. εἰ δὲ διὰ τῆς φάρυγγος εὐθὺς ἔξωθεν εἷλκεν αὐτὴ καὶ αὖθις εἰς τοὐκτὸς ἀπέχει τὸ πνεῦμα,
15δυοῖν θάτερον ἀναγκαῖον ἂν ἡμῖν ἐγίγνετο πάσχειν, ἢ ἀκαίρως εἰσπνεῖν ἀέρα μοχθηρὸν ἢ μηδ’ ὅλως εἰσ‐ πνέουσι πνίγεσθαι παραχρῆμα. διὰ ταῦτα μὲν οὖν
ἡ φύσις οὐκ αὐτὴν μόνην τὴν καρδίαν ἀναπνευστικὸν ἐποίησεν ὄργανον, ἀλλ’ ἔξωθεν αὐτῇ περιέθηκε πνεύ‐302 in vol. 1

3

.

415

μονά τε καὶ ‖ θώρακα πνεῦμά τε ἅμα παρασκευάσον‐ τας ἐκείνῃ καὶ φωνὴν τῷ ζώῳ δημιουργήσοντας, ἤδη δ’ ἐξ ἐπιμέτρου τὸν μὲν οἷον ἅλμα μαλακὸν αὐτῇ γενησόμενον, ᾗπερ ὁ Πλάτων ἔλεγε, τὸν δ’ οἷον εὐερ‐
5κῆ τινα περίβολον ἀσφαλείας ἕνεκεν, οὐ τῇ καρδίᾳ μόνῃ, ἀλλὰ καὶ τῷ πλεύμονι. μέσην δ’ ἐν ἅπαντι τῷ κύτει τοῦ θώρακος αὐτὴν κατέθετο, χώραν ταύτην ἐπιτηδειοτάτην εἰς ἀσφάλειάν θ’ ἅμα καὶ τὴν ἐκ παν‐ τὸς τοῦ πνεύμονος ἰσόρροπον ἀνάψυξιν ἐξευροῦσα.
10νομίζουσι δ’ οἱ πολλοὶ μὴ μέσην ἀκριβῶς, ἀλλ’ ἐν τοῖς ἀριστεροῖς μᾶλλόν πως τετάχθαι τὴν καρδίαν, ἀπατώμενοι τῷ διασημαίνοντι κατὰ τὸν ἀριστερὸν τιτ‐ θὸν σφυγμῷ τῆς ἐνταῦθα τεταγμένης κοιλίας, οὔσης ἁπασῶν τῶν ἀρτηριῶν ἀρχῆς. ἀλλ’ ἔστιν ἑτέρα κοιλία,
15πρός τε τὴν κοίλην ἐστραμμένη φλέβα καὶ τὸ ἧπαρ ἐν τοῖς δεξιοῖς μέρεσιν αὐτῆς, δι’ ἣν οὐκ ἂν ἐν τοῖς ἀριστεροῖς ἔτι τὸ σύμπαν ἡ καρδία τετάχθαι λέγοιτο, μέση δ’ ἀκριβῶς ὑπάρχειν οὐ ταύτης μόνης τῆς δια‐ στάσεως τῆς κατὰ τὸ πλάτος, ἀλλὰ καὶ τῶν ἑτέρων

3

.

416

δυοῖν τῶν εἰς τὸ βάθος τε καὶ τὸ μῆκος τοῦ ‖ θώρα‐ κος διηκουσῶν. ὅσον γὰρ οἱ σφόνδυλοι τῆς καρδίας ἀφεστήκασιν ὀπίσω, τοσοῦτον ἔμπροσθεν τὰ στέρνα· καὶ μέν γε καὶ ὅσον αἱ κλεῖδες ἄνω, τοσοῦτον κάτω τὸ
5διάφραγμα. καὶ διὰ ταῦτα μέση κατὰ πάσας τὰς δια‐ στάσεις τοῦ θώρακος κειμένη δικαίαν μὲν ἐξ ἁπάντων τοῦ πνεύμονος τῶν μερῶν ποιεῖται τὴν ὁλκήν, ἀσφα‐ λέστατα δ’ αὐτὴ τέτακται, πάντων τῶν διὰ τοῦ θώρα‐ κος αὐτῇ προσπεσουμένων ἔξωθεν ἀπαχθεῖσα πορρω‐303 in vol. 1
10τάτω. Μέσος δ’ ὁ θώραξ ὅλος ὑμέσιν εὐρώ‐ στοις διείργεται καὶ διαφράττεται κατὰ τὸ μῆκος αὐ‐ τοῦ φερομένοις ἄνωθεν κάτω. καταφύονται δ’ ἀσφαλῶς ὀπίσω μὲν εἰς τοὺς τῆς ῥάχεως σφονδύλους, ἔμπροσθεν
15δ’ εἰς τὸ κατὰ τὰ στέρνα μέσον ὀστοῦν, οὗ πέρας ἐστὶ κάτω μὲν ὁ ξιφοειδὴς ὀνομαζόμενος χόνδρος ὁ κατὰ τὸ στόμα τῆς γαστρός, ἄνω δὲ τῶν κλειδῶν ἡ σύνταξις. ἡ δὲ χρεία τῶν ὑμένων ἡ πρώτη μὲν καὶ μεγίστη, δύο κοιλίας ἐργάσασθαι τοῦ θώρακος, ἵν’, εἰ καί ποτε

3

.

417

μεγάλου τραύματος ‖ ἐν θατέρῳ μέρει γενηθέντος, ὡς ἐν τοῖς Περὶ θώρακος καὶ πνεύμονος κινήσεως ἐλέγο‐ μεν, ἀπόλοιτο τὸ κατ’ ἐκεῖνο τὸ μέρος ἔργον τῆς ἀνα‐ πνοῆς, ἡ λοιπὴ κοιλία σῳζομένη τὸ γοῦν ἥμισυ τῆς
5ἐνεργείας διαφυλάττοι. διὰ τοῦτ’ οὖν ἡμίφωνον μὲν καὶ ἡμίπνουν ἐπὶ τοῖς εἴσω διασχοῦσι τραύμασι μεγά‐ λοις ἐν θατέρῳ μέρει τοῦ θώρακος εὐθὺς γίγνεται τὸ ζῷον, ἄφωνον δὲ καὶ τελέως ἄπνουν, εἰ ἀμφότεραι συντρηθεῖεν αἱ κοιλίαι. ταύτην τοίνυν οὕτω μεγάλην
10χρείαν παρεχομένων τῷ ζῴῳ τῶν διαφραττόντων ὑμέ‐
νων τὸν θώρακα καὶ διὰ τοῦτο μάλιστα γεγονότων, εὐμήχανος ἡ φύσις ὑπάρχουσα τῷ δι’ ἕτερόν τι δη‐ μιουργηθέντι καὶ πρὸς ἄλλο καταχρήσασθαι, τὴν ὡς ἀμφιεσμάτων τε ἅμα καὶ συνδέσμων ἐξ αὐτῶν ὠφέλειαν304 in vol. 1
15τοῖς ἐντὸς τοῦ θώρακος ὀργάνοις ἅπασιν ἐτεχνήσατο. καὶ γὰρ καὶ τὰς ἀρτηρίας τὰς ἐνταῦθα καὶ τὰς φλέ‐ βας καὶ τὰ νεῦρα καὶ τὸν οἰσοφάγον, ἤδη δὲ καὶ αὐτὸν ὅλον τὸν πλεύμονα συνδοῦσί τε τῷ παντὶ θώ‐ ρακι καὶ σκέπουσιν οἱ ὑμένες οἵδε περιτεινόμενοι. τὴν

3

.

418

μὲν οὖν ‖ ὡς δεσμῶν χρείαν ἅπασι τοῖς εἰρημένοις ὁμότιμον παρέχονται· τὸ γὰρ ἀπλανὲς τῆς ἕδρας ὁμοίως ἅπασι τοῖς ὀργάνοις χρηστόν ἐστι· τὴν δ’ ὡς χιτώνων τε καὶ περιβλημάτων ἀνόμοιόν τε καὶ πολὺ διαλλάτ‐
5τουσαν. ἔνια μὲν γὰρ αὐτῶν οὐδ’ ὅλως δεῖται σκεπα‐ σμάτων, ὅσα φύσει παχέα καὶ ἰσχυρά, καθάπερ αἱ ἀρ‐ τηρίαι καὶ ἡ καρδία καὶ ὁ στόμαχος· ἔνια δὲ χρῄζει μέν, ἀλλὰ μετρίως, ὥσπερ ὁ πλεύμων. αἱ μέντοι φλέ‐ βες καθ’ ὅλον τὸν θώρακα μεγίστης ὠφελείας ἀπο‐
10λαύουσιν ἐκ τῆς τῶν ὑμένων ἐκφύσεώς τε καὶ περι‐ φύσεως, καὶ μάλιστ’ αὐτῶν ἡ κοίλη, περὶ ἧς εὐθὺς ἐν ἀρχῇ λέγειν προθέμενοι τοσοῦτον ἐδεήθημεν ἐξη‐ γήσεως τῶν κατὰ τὸν θώρακα μορίων, ὡς γνῶναι τήν τε καρδίαν αὐτήν, ἥντινα θέσιν ἔχει, καὶ προσέτι τοὺς
15διαφράττοντας αὐτὸν ὑμένας, ὡς ἀπὸ μέσων τῶν στέρ‐ νων ἐπὶ τὴν ῥάχιν διήκουσι δίχα τέμνοντες ὅλον τὸν θώρακα. Καὶ τοίνυν καὶ τὴν κοίλην φλέβα, με‐
γίστην χρείαν τῷ ζῴῳ παρεχομένην, ὡς ἐν τοῖς ἔμπρο‐305 in vol. 1

3

.

419

σθεν ἐδείκνυτο ‖ λόγοις, ἀναγκαῖον μὲν ἦν διὰ μέσων τῶν φρενῶν ἐπὶ τὴν καρδίαν ἀναφέρεσθαι καὶ αὖθις ἐντεῦθεν ἐπὶ τὴν τῆς σφαγῆς καλουμένης ἀνιέναι χώραν, ὡς καὶ τοῦτο δεδείξεται. κινουμένης δὲ διὰ
5παντὸς τῆς τε καρδίας αὐτῆς καὶ τοῦ πλεύμονος καὶ τῶν φρενῶν καὶ ὅλου τοῦ θώρακος οὐκ ἦν ἀσφαλὴς ἡ διὰ μέσης αὐτοῦ τῆς εὐρυχωρίας ὁδός, εἰ μή τινας ἔξωθεν ἐπικουρίας ἡ φύσις ἐτεχνήσατο, δι’ ἃς καίτοι σειομένη διὰ παντὸς ἡ κοίλη φλὲψ καὶ οἷον κρεμα‐
10μένη πρός τε ταῦτ’ ἀντέχει, κἂν εἰ καταπίπτοι ποτ’ ἐπὶ τὴν ῥάχιν ἢ τὰ στέρνα σφοδρῶς τὸ ζῷον ἢ πρός τινος τῶν ἔξωθεν πλήττοιτο, μένει σώα τε καὶ ὑγιής, οὐδὲν ἐκ τοῦ λεπτὸν ἕνα σχεῖν χιτῶνα τῆς πολλαπλα‐ σίου τὸ πάχος ἀρτηρίας εἰς ἀσφάλειαν ἀπολειπομένη.
15τίνες οὖν αἱ μηχαναὶ τῆς δυσπαθείας αὐτῇ πρὸς τῆς φύσεως ἐξευρέθησαν, ἤδη λεκτέον. αἱ μὲν κοιναὶ πάν‐ των αὐτῆς οὐ μόνον τῶν μερῶν, ἀλλὰ καὶ τῶν ἐκφύ‐ σεων οἱ προειρημένοι χιτῶνες ὑπάρχουσι, συναποφυό‐ μενοι μὲν ἁπάσαις αὐταῖς ἕνεκα τοῦ συνδεῖν τε ἅμα

3

.

420

τοῖς παρακειμένοις ἑκάστοτε μορίοις καὶ τὸν ‖ ὅλον ὄγκον τοῦ χιτῶνος ἐργάζεσθαι ῥωμαλεώτερον, αὐτὴν δὲ τὴν κοίλην ἀναφέροντες ἀπὸ τῶν φρενῶν ἄχρι τῆς σφαγῆς. ἡ δὲ καθ’ ἕκαστον αὐτῆς μέρος ἐπικουρία
5τριχῇ νενέμηται, κατὰ μὲν τὰ μέσα τοῦ θώρακος οἷον χεῖρά τινα τῆς καρδίας ὀρεγούσης αὐτῇ νευρώδη τε
καὶ ἰσχυρὰν ἀπόφυσιν, ἐν δὲ τοῖς κατωτέρω μέρεσι τὸν πέμπτον λοβὸν τοῦ πλεύμονος ὑποτεταμένον ἐχού‐ σης, ἐν δὲ τοῖς ἄνω μέγιστόν τε καὶ μαλακώτατον306 in vol. 1
10ἀδένα τὸν καλούμενον θύμον. ἀλλ’ ἡ μὲν τῆς καρ‐ δίας ἀπόφυσις οὐκ εἰς τοῦτο μόνον, ἀλλὰ καὶ πρὸς ἄλλο τι μεγάλως χρήσιμον αὐτῇ τῇ καρδίᾳ γέγονεν, ὃ προϊόντος ἐξηγήσομαι τοῦ λόγου. τὸν δὲ πέμπτον λοβόν, ὥσπερ οὖν καὶ τὸν θύμον, ἕνεκα τῆς μεγάλης
15φλεβὸς ἡ φύσις ἐδημιούργησε. καί σε θαυμάσειν οἶμαι μᾶλλον, οὐκ εἰ τῷ λόγῳ τὸ πᾶν ἐπιτρέποις, ἀλλ’ εἰ βουληθείης διελὼν ζῷον ὁτιοῦν αὐτόπτης γενέσθαι τοῦ θαύματος. οὐ μόνον γὰρ ὑποβεβλημένον ὄψει τῇ φλεβὶ τὸν λοβόν, ἀλλὰ καὶ κοῖλον ἀτρέμα γιγνόμενον, ὡς μὴ
20σφαλερὰν εἶναι τὴν ἐπίβασιν αὐτῆς. οὐ μὴν οὐδ’

3

.

421

ἀγγείοις διαπέπλεκται μεγάλοις ‖ ἢ πολλοῖς ὁ λοβὸς οὗτος, ἀλλ’ ἔστιν αὐτοῦ τὸ πλεῖστον μέρος τῆς οὐσίας ἡ τοῦ πνεύμονος σάρξ, ἣν ἔνιοι καλοῦσι παρέγχυμα, σαφῶς κἀν τούτῳ τῆς φύσεως ἐνδεικνυμένης, 〈ὡσ〉
5οὐχ ὡς ἀναπνευστικὸν ὄργανον, ἀλλ’ ὡς ὑποστόρεσμά τι μαλθακὸν τῇ κοίλῃ φλεβὶ τὸν λοβὸν τοῦτον ἐδη‐ μιουργήσατο· πρέπει γὰρ οἶμαι τῷ μὲν ἀναπνευστικῷ πολλὰς καὶ μεγάλας ὑποδοχὰς ἔχειν πνεύματος, τῷ δ’ ὀχήσειν ἀλύπως τε καὶ ἀσφαλῶς μέλλοντι τὸ ἐπικεί‐
10μενον ὄργανον ἥκιστα μετέχειν τοῦ διαστέλλεσθαί τε καὶ συστέλλεσθαι καὶ ὅλως τοῦ κινεῖσθαι σφοδρῶς. ἡ μὲν γὰρ τῶν ἀναπνευστικῶν ὀργάνων χρεία διὰ
κινήσεως, ἡ δὲ τῶν ὑποστορεσμάτων δι’ ἡσυχίας ὀρ‐ θῶς ἂν γίγνοιτο. καὶ τοίνυν κἀκ τοῦ δύο μὲν ἐν307 in vol. 1
15τοῖς ἀριστεροῖς μέρεσι τοῦ θώρακος ποιῆσαι τοὺς λο‐ βούς, τρεῖς δ’ ἐν τοῖς δεξιοῖς, ἱκανῶς ἡ φύσις ἐνδεί‐ κνυται τὴν χρείαν αὐτοῦ. τῆς γὰρ κοίλης φλεβὸς ἐκ μὲν τῶν δεξιῶν μερῶν τοῦ ζῴου τῶν κατὰ τὸ ἧπαρ ὁρμωμένης, πρὸς δὲ τὴν δεξιὰν κοιλίαν τῆς καρδίας
20ἀναφερομένης καὶ διὰ τοῦτ’ ἐν τοῖς δεξιοῖς τὴν θέσιν

3

.

422

ἐχούσης, ἀναγκαῖον ἦν τὸν ἕνεκα ταύτης δημιουρ‖γη‐ θέντα λοβὸν ἐν τοῖς δεξιοῖς τοῦ θώρακος τετάχθαι. καί σοι καὶ τοῦτο τῆς δικαίας φύσεως ἔργον, αἰσθήσει μὲν ἴσως ψιλῇ χωρὶς νοῦ φαντασθησόμενον ἄδικον,
5ἀληθείᾳ δ’, εἴπερ τι καὶ ἄλλο, δικαιότατον ὑπάρχον, ὑμνεῖσθαι προσήκει, τὸ κατὰ δύναμιν, οὐ τὸ κατὰ φαντασίαν ἐκλεξαμένης ἴσον, ὅπερ ἦν ἀληθοῦς τε καὶ θείας ἔργον δικαιοσύνης. ἔνθα μὲν γὰρ ἑκατέρῳ τῶν ὀργάνων ὁμότιμος ἡ τῆς ἐνεργείας ὑπάρχει χρεία, κα‐
10θάπερ ὀφθαλμοῖς καὶ ὠσὶ καὶ χερσὶ καὶ ποσίν, ἐνταῦθ’ ἀκριβῶς ἴσα τὰ δεξιὰ τοῖς ἀριστεροῖς ἐποίησεν. ἔνθα δὲ κατά τι πλεονεκτεῖ θάτερον διά τινα χρείαν ἐξαί‐ ρετον, ἐνταῦθα καὶ μόριόν τι περιττότερον ἐδημιούρ‐ γησεν, ὡς ἐπί τε τῶν ὀργάνων τῆς τροφῆς ἐπεδείξαμεν
15ἐν τῷ πρὸ τούτου λόγῳ, καὶ νῦν οὐδὲν ἧττον φαίνε‐ ται τὰ κατὰ τὸν πέμπτον λοβὸν τοῦ πλεύμονος ἔχειν, ὃν ἕνεκα τῆς κοίλης φλεβὸς ἡ φύσις ἐργασαμένη καὶ μέγεθος αὐτοῦ καὶ πλοκὴν καὶ θέσιν καὶ σχῆμα καὶ τἄλλα σύμπαντα, πρὸς τὴν χρείαν ἀποβλέπουσα, διεκό‐

3

.

423

σμησεν. ‖ οὐδ’ ἔστιν εὑρεῖν οὐδὲν ζῷον, ὅτῳ μὴ πλεο‐ νεκτεῖ μιᾷ μονάδι τῶν ἐν τοῖς δεξιοῖς τοῦ πλεύμονος λοβῶν ὁ ἀριθμὸς παρὰ τοὺς ἐν τοῖς ἀριστεροῖς. καί‐ τοι γ’ οὐ πάντα τὰ ζῷα δύο λοβοὺς καθ’ ἑκάτερον308 in vol. 1
5ἔχει τὸ μέρος, ὥσπερ ἄνθρωπος, ἀλλ’ ἔστιν οἷς καὶ πλείους εἰσίν. ἅπασι δ’ οὖν εἷς τις ἐξαίρετος ὑποβέ‐ βληται τῇ κοίλῃ φλεβί. περὶ μὲν δὴ τοῦ καθ’ ἕκαστον τῶν ἄλλων ζῴων ἀριθμοῦ τῶν λοβῶν οὐ πρόκειται λέγειν· οὐδὲ γὰρ οὐδ’ ἄλλου τινὸς αὐτῶν ὀργάνου
10τῆς κατασκευῆς ὁ λόγος ἐφήψατο, πλὴν εἴ που κατ’ ἀνάγκην τινὰ τῆς εἰς ἄνθρωπον ἐξηγήσεως ἀφορμὰς ποριζόμενος. εἰ δὲ μὴ φθάσαιμεν ἀποθανεῖν, ἐξηγη‐ σόμεθά ποτε καὶ τὴν ἐκείνων κατασκευήν, ἐπὶ λεπτὸν οὕτω κατατέμνοντες ὥσπερ καὶ τὴν ἀνθρώπων. νυνὶ
15δὲ ἀγαπῴημεν ἄν, εἰ τῆς παρούσης διεξόδου τοῦ τέ‐ λους ἐφικοίμεθα, πλέον ἔτι τὸ λειπόμενον ἐχούσης τῶν ἤδη διηνυσμένων. ὅθεν ἀρκεῖ τό γε τοσοῦτον εἰπόν‐ τας ἀπαλλάττεσθαι πρὸς ἕτερα, διότι τοῦ θώρακος ἐν τῷ διαστέλλεσθαι τὸ μὲν ἄλλο πᾶν κύτος ὁ ἄνωθεν

3

.

424

ἐκπληροῖ λοβός· ὅσον δ’ αὐτοῦ μέρος αἱ νόθαι ‖ πλευ‐ ραὶ λοξὸν καὶ στενὸν ἀποτέμνονται κάτω, τοῦτ’ ἄλλος προμήκης καταλαμβάνει. καὶ οὕτω δύο μὲν καθ’ ἑκά‐ τερον μέρος οἱ μεγάλοι λοβοὶ γίγνονται· καὶ πέμπτος
5δ’ ὁ μικρὸς ἐν τοῖς δεξιοῖς ἕνεκα τῆς κοίλης φλεβός, ἀπὸ τοῦ διαφράγματος ἄχρι τοῦ τῆς καρδίας ὠτὸς ἐκτεταμένος. ἐντεῦθεν δὲ τὸ μὲν εἰς τὴν καρδίαν αὐ‐ τὴν τῆς κοίλης ἐμφύεται· τὸ δ’ ἕτερον μέρος τὸ μεῖζον
ὄρθιον ἐπὶ τὴν σφαγὴν ἀναφέρεται, μέχρι μέν τινος309 in vol. 1
10ὑπὸ τῶν τῆς καρδίας ἀποφύσεων παραπεμπόμενον, ἐφεξῆς δ’ ἐπιβαῖνον τῷ θύμῳ καλουμένῳ. τοῦτον γὰρ δὴ τὸν ἀδένα μέγιστόν τε ἅμα καὶ μαλακώτατον ὑπέ‐ τεινεν ἡ φύσις τοῖς ἄνω μέρεσι τοῦ μέσου κατὰ τὸ στῆθος ὀστοῦ τοῦ στέρνου καλουμένου, ὡς μήτε ψαύειν
15αὐτὸ τῆς κοίλης φλεβός, τάς τ’ ἄλλας ἁπάσας ἐκφύσεις αὐτῆς τὰς ἐν τούτῳ τῷ χωρίῳ γιγνομένας, παμπόλλας οὔσας, στηρίζεσθαι, καθ’ ἃ πρῶτον ἐκφύονται. παν‐ ταχοῦ γάρ, ὅπου μετέωρον ἀγγεῖον ἡ φύσις σχίζει, πάντως ἐνταῦθα μέσον ἀδένα τὴν σχίσιν ἐκπληροῦντα

3

.

425

κατατίθησιν. ἔστι δ’ ἐν τούτῳ τῷ ‖ τόπῳ φλεβῶν ἀποβλαστήματα μεγίστων εἰς ὠμοπλάτας καὶ χεῖρας φερομένων, καὶ πρὸ τούτων ἔτι, τῶν μὲν τοῖς ἄνω μέρεσι τοῦ θώρακος διανεμομένων, τῶν δ’ εἰς τὰ
5πρόσω τε καὶ κάτω διασπειρομένων, ὧν ἡ μεγίστη μοῖρα κατὰ τοὺς τιτθοὺς ἐνεχθεῖσα μέχρι τῶν κατ’ ἐπιγάστριον ἐκτείνεται χωρίων. ταύταις ἁπάσαις ταῖς ἀπονεμήσεσι τῶν φλεβῶν καὶ πρὸ τούτων αὐτῇ τῇ κοίλῃ τὸν προειρημένον ἀδένα μέγιστον ὄφελος ἡ φύσις
10ἐτεχνήσατο, διάφραγμά τε ἅμα τῶν πλησίον ὀστῶν καταθεῖσα τοῖς πιλητοῖς κτήμασιν ὁμοιότατον, ἕδραν τε παρέξοντα καὶ πολλὴν ἅπασιν αὐτοῖς ἀσφάλειαν ἐκποριοῦντα. τὴν μὲν δὴ κοίλην φλέβα κατὰ τόνδε τὸν τρόπον ἀπὸ τοῦ διαφράγματος ἄχρι τοῦ τραχήλου
15μετὰ πάσης ἀσφαλείας ἀνήγαγεν. Ἔμπαλιν δ’ αὐτῇ φερόμενον ἄνωθεν κάτω τὸν οἰσοφάγον, ὡς ἂν ὁδὸν ὑπάρχοντα τῆς ἐκ τοῦ στόματος εἰς τὴν γαστέρα καταφερομένης τροφῆς, ἐν310 in vol. 1

3

.

426

ᾧ μάλιστα καταθέσθαι τοῦ ‖ θώρακος ἐπιτηδειότατον ἦν, ἐν τούτῳ κατέθετο. καί μοι καὶ νῦν ἤδη σε προσ‐ έχειν ἀξιῶ τὸν νοῦν ἐπαγγελλομένῳ δείξειν οὐκ αὐτῷ μόνῳ τῷ στομάχῳ τὴν διὰ τοῦ θώρακος ὁδὸν ἄριστα
5παρεσκευασμένην, ἀλλὰ καὶ τοῖς τοῦ πνεύματος ὀργά‐ νοις ἀλυπότατα. τόν τε γὰρ πνεύμονα καὶ τὴν καρδίαν καὶ ὅλον τὸν θώρακα σὺν ταῖς ἀρτηρίαις ἁπάσαις ταῖς κατ’ αὐτὸν ἐχρῆν δήπου διαστελλόμενόν τε καὶ συ‐ στελλόμενον μηδὲν ἐμποδίζεσθαι πρὸς μηδετέραν τῶν
10κινήσεων ὑπὸ μηδενός, αὐτόν τε τὸν στόμαχον μὴ διὰ μέσης τῆς εὐρυχωρίας τοῦ θώρακος διεκπίπτειν οἷον κρεμάμενον, ἀλλ’ ἐπ’ ἀσφαλοῦς τινος ἕδρας ἀναπαύε‐ σθαι. ταῦτ’ οὖν ἀμφότερα, τά τε τοῖς τοῦ πνεύματος ὀργάνοις ἀλυπότατα καὶ τὰ τῷ στομάχῳ λυσιτελέστατα,
15διὰ τῆς ἐπικαίρου θέσεως αὐτοῦ θαυμαστῶς ἡ φύσις ἐξεπορίσατο. κατὰ γὰρ τῶν τῆς ῥάχεως σφονδύλων ἐπικείμενος καὶ συνδεδεμένος αὐτοῖς καὶ τούτῳ τῷ τρόπῳ διεξερχόμενος ὅλον τὸν θώρακα, σὺν τῷ τῆς θέσεως ἑδραίῳ τε καὶ πανταχόθεν ἀσφαλεῖ καὶ τὸ
20μηδὲν ἐνοχλεῖν μήτε τῇ καρδίᾳ μήτε τῷ πλεύμονι ‖

3

.

427

μήτ’ ἄλλῳ τινὶ τῶν κατὰ τὸν θώρακα μορίων ἐπεκτή‐ σατο. καὶ γάρ τοι καὶ τὸ σκολιὸν αὐτοῦ τῆς θέσεως
ἔτι μᾶλλόν σε διδάξει πρὸς δύο ταῦτ’ ἀποβλέπουσαν τὴν φύσιν, ὡς μήτ’ ἐνοχλοίη τι τοῖς τοῦ πνεύματος311 in vol. 1
5ὀργάνοις μήτ’ αὐτός τι βλάπτοιτο, τὴν ὁδὸν ταύτην αὐτῷ τεμέσθαι. κατὰ μέν γε τῆς μέσης χώρας τῶν πρώτων τοῦ νώτου τεττάρων σφονδύλων ἀκριβῶς ἐκτέ‐ ταται μηδαμόσε παρατρεπόμενος, ὡς ἂν πρὸς τῷ μηδὲν μέλλειν στενοχωρεῖν τῶν κατὰ τὸν θώρακα καὶ τὴν
10ἕδραν ἀσφαλῆ διὰ τῆς τοιαύτης θέσεως ἕξων μάλιστα καὶ πρὸς μηδενὸς τῶν ἔξωθεν ἑτοίμως ἀδικησόμενος. ὄπισθεν μὲν γὰρ αὐτοῦ προκειμένων ἅμα τοῖς σφον‐ δύλοις τῶν κατὰ τὴν ῥάχιν ἀποφύσεων, ἃς ἀκάνθας ὀνομάζουσιν, ἔμπροσθεν δὲ τοῦ στέρνου καὶ παντὸς
15τοῦ κατὰ τὸν θώρακα κύτους, εὔδηλον, ὡς οὐδὲν τῶν ἔξωθεν ἐμπεσεῖν ποτ’ αὐτῷ καὶ τρῶσαι καὶ θλάσαι δυνήσεται, τοσούτοις τε καὶ οὕτως ἰσχυροῖς προβλή‐ μασι πανταχόθεν ὀχυρωθέντι. κατὰ δέ γε τὸν πέμπτον

3

.

428

σφόνδυλον ἐκτρέπεται ‖ μὲν τῆς κατ’ εὐθὺ κάτω φορᾶς εἰς τὰ δεξιὰ μέρη μεθιστάμενος, ἑτέρῳ δ’ ὀργάνῳ κυριωτέρῳ παραχωρεῖ τῆς βελτίονος ἕδρας, τῇ μεγίστῃ πασῶν ἀρτηρίᾳ. ταύτην γὰρ ἐκ μὲν τῆς ἀριστερᾶς
5κοιλίας τῆς καρδίας ἐκφυομένην, εἰς ἅπαν δὲ τὸ σῶμα τοῦ ζῴου διανεμομένην δίκαιον ἦν δήπου πρῶτον μὲν δίχα σχισθῆναι τμήμασιν ἀνίσοις καὶ μεῖζον αὐτῆς γενέσθαι πολλῷ τὸ κάτω φερόμενον, ὅτι καὶ τοῦ ζῴου
παντὸς τὰ κάτω τῆς καρδίας μόρια πολλῷ πλείω τε312 in vol. 1
10καὶ μείζω τῶν ἄνω, κατὰ δὲ τῆς ἀρίστης χώρας ἐπι‐ βῆναι τῶν σφονδύλων, ἥτις ἦν ἡ μέση. Διὰ τί δ’ ἐπὶ τὸν πέμπτον ἥκει σφόνδυ‐ λον ἥδ’ ἡ ἀρτηρία, καὶ ὡς οὔτ’ ἀνωτέρω βέλτιον ἦν οὔτε κατωτέρω τῆς ῥάχεως ἐπιβαίνειν αὐτήν, ὀλίγον
15ὕστερον εἰρήσεται, τὸν περὶ τοῦ στομάχου λόγον ἅπαντα πρότερον ἡμῶν διελθόντων, ὃν ὅτι μὲν ἀποχωρῆσαι τῆς μέσης χώρας ἦν ἄμεινον, ὀρθῶς ἀποδέδεικται, διότι δ’ ἐπὶ τὰ δεξιὰ μᾶλλον, οὐκ ἐπὶ θάτερα, τοῦτ’ ἤδη μοι δεικνύντι πρόσεχε τὸν νοῦν. ἐπιβαίνει μὲν ἡ ἀρ‐

3

.

429

τηρία τῇ μέσῃ χώρᾳ τῶν σφονδύ‖λων, οὐ μὴν σφόδρα γε τυραννικῶς καὶ πλεονεκτικῶς ἀπελαύνει τὸν στό‐ μαχον, ἀλλὰ βραχύ τι καὶ αὐτὴ παραχωροῦσα δέχεται καὶ προσίεται κοινωνὸν τῆς κατὰ τῶν σφονδύλων
5ἕδρας αὐτόν. ὥστ’, εἴ μοι νοήσαις τινὰ γραμμὴν ἄνω‐ θεν κάτω διὰ μέσης τῆς ῥάχεως τεταμένην ἐπιβεβη‐ κυῖάν τε κατὰ ταύτης τῆς γραμμῆς τὴν μεγάλην ἀρτη‐ ρίαν οὕτως, ὥστε τὸ πλέον μὲν αὐτῆς ἐν τοῖς ἀριστε‐ ροῖς εἶναι τοῦ ζῴου μέρεσι, τὸ δ’ ἔλαττον ἐν τοῖς
10δεξιοῖς, οὔ σοι δόξει διαφέρεσθαι πρὸς ἑαυτὸν ὁ λόγος, ἅμα μὲν τὴν μέσην χώραν τῶν σφονδύλων ὑπὸ τῆς ἀρτηρίας κατειλῆφθαι φάσκων, ἅμα δ’ οὐκ ἀκριβῶς εἶναι μέσην αὐτήν, ἀλλὰ πλέον ἐπιλαμβάνεσθαι τῶν ἀριστερῶν. ὥσπερ γάρ, ὅτι κυριωτέραν αὐτὴν ὑπάρ‐
15χουσαν τοῦ στομάχου δίκαιον ἦν οἷον ἐν προεδρίᾳ
τετάχθαι, καλῶς εἴρηται πρόσθεν, οὕτως, ὅτι μηδ’ ὁ στόμαχος ἄκυρόν ἐστι μόριον, ὡς ἀμεληθῆναι παντά‐ πασιν, ἐννοεῖν ἡμᾶς προσήκει. συντεθέντων δ’ ἀμφοῖν τῶν λογισμῶν οὐκ ἂν ἔχοις ἑτέραν χώραν οὐδετέρῳ313 in vol. 1
20τῶν ὀργάνων ἐξευρεῖν ἀμείνονα τῆς νῦν ὑπαρχούσης

3

.

430

αὐτοῖς. ἀλλ’ ἐπεὶ κατά τε τῆς μέσης ‖ γραμμῆς ἐπι‐ βεβηκέναι πάντως ἐχρῆν τὴν ἀρτηρίαν ἀποχωρεῖν τε βραχὺ πρὸς τὰ πλάγια, σκόπει πάλιν ἐνταῦθα τὴν πρόνοιάν θ’ ἅμα καὶ τέχνην τῆς φύσεως. ἐκ γὰρ τῶν
5ἀριστερῶν μερῶν τῆς καρδίας ἐκφυομένην τὴν ἀρτη‐ ρίαν εὔλογον ἦν δήπου τοῖς ἀριστεροῖς ἐπιβαίνειν μέρεσι κατ’ εὐθὺ φερομένην, εἴ γε δήπου τοὐμμέσῳ πᾶν τῆς τε καρδίας καὶ τῆς ῥάχεως οἷον κρεμαμένη τε καὶ ἀστήρικτος διέρχεται, καὶ μεῖζον οὐδὲν ἦν ὄφε‐
10λος ἐν οὕτω σφαλερῷ χωρίῳ βραχέος διαστήματος. ἀτὰρ οὖν καὶ θαυμάσειν οἶμαί σε ταῖς ἀνατομαῖς ὁμι‐ λήσαντα καὶ θεασάμενον αὐτόν, ὡς τὸ πάντων ἐλάχι‐ στον διάστημα, τὸ μεταξὺ ῥάχεώς τε καὶ καρδίας, ἡ ἀρτηρία κατείληφεν, ἐναργῶς ἐνδεικνυμένη τοῖς ὀφθαλ‐
15μούς τε καὶ νοῦν ἔχουσιν, ὡς ἐπείγοιτο πρὸς τὴν ῥάχιν. αὕτη καὶ τοῦ κατὰ τὸν πέμπτον ἐπιβαίνειν τοῦ νώτου σφόνδυλον ἡ αἰτία· κατ’ εὐθὺ γὰρ ἀκριβῶς τῆς ἀρχῆς τοῦδε τοῦ σφονδύλου τὴν ἐκ καρδίας ἔκφυσιν ἔχει. ἀλλὰ περὶ μὲν τῶν τοῦ πνεύματος ὀργάνων ὀλίγον
20ὕστερον ἐροῦμεν. ὁ δὲ στόμαχος τῆς γαστρὸς ἐπὶ μὲν314 in vol. 1

3

.

431

τῶν τεττάρων τῶν πρώτων ‖ τοῦ θώρακος σφονδύλων ἐπιβέβηκε, τοῖς δ’ ὀκτὼ τοῖς λοιποῖς ἐκ τῶν δεξιῶν παρατέταται, δι’ ἃς εἴπομεν αἰτίας. ὅταν δὲ δὴ πρῶ‐ τον ἅψηται τῶν φρενῶν, αἳ δὴ τὸ κάτω πέρας εἰσὶ
5τοῦ θώρακος, ὑμέσιν ἰσχυροῖς εἰς ἱκανὸν ὕψος ἐξαιρό‐ μενος ὑπερβαίνει τὴν μεγάλην ἀρτηρίαν αὖθις ἐπὶ θάτερα μέρη κἀνταῦθα τὰς φρένας διεξερχόμενος ἐμ‐ φύεται τῷ στόματι τῆς γαστρός· ὑψηλὸς μέν, ὅπως μὴ θλίβοι τὴν ἀρτηρίαν ἐν ταῖς τῶν σκληροτέρων σιτίων
10παρόδοις, εἰς ἀριστερὰ δέ, διότι τὸ στόμα τῆς γαστρὸς ἐν τούτῳ τετάχθαι βέλτιον ἦν, ὡς ὁ πρόσθεν ἔδειξε λόγος, εἴ γε τῶν ἀπ’ ἐγκεφάλου νεύρων παρὰ τὸν στόμαχον εἰς τὴν γαστέρα φερομένων ὁδὸς ἀσφαλεστέρα μακρῷ τῆς εὐθείας ἔμελλεν ἡ λοξὴ γενήσεσθαι. μαλακὰ
15γὰρ ὄντα ταῦτα καὶ λεπτὰ καὶ διὰ μακροῦ κατ’ εὐθὺ τεταμένα καὶ μέγιστον μόριον ἐξημμένον αὑτῶν ἔχοντα τὴν γαστέρα πληρώσει σιτίων ἀνακείμενον, ὑπὸ τοῦ ταύτης ὄγκου τε καὶ βάρους ἀεὶ κατατεινόμενα ῥᾳδίως ἂν ἀπερρήγνυτο. τοῦ δὴ μηδὲν τοιοῦτον γίγνεσθαι

3

.

432

χάριν ἡ φύσις αὐτόν τε τὸν στόμαχον, ᾧ παρα‖πέφυκε, δι’ ἄλλα τέ τινα τὰ μικρῷ πρόσθεν εἰρημένα καὶ τῆς τῶν νεύρων ἀσφαλείας ἕνεκα λοξὸν τῇ θέσει καὶ σκο‐ λιὸν ὅλον ἐδημιουργήσατο, καὶ προσέτι καὶ αὐτὰ τὰ
5νεῦρα, πλησίον τῆς γαστρὸς γιγνόμενα, περὶ αὐτὸν ἑλίττουσα πρότερον οὕτως ἐμφύει. περὶ μὲν δὴ τῶν νεύρων ἐπὶ πλέον αὖθις εἰρήσεται.
Νυνὶ δέ, τέλος γὰρ ἡμῖν ἤδη τὰ περὶ τῆς κοίλης φλεβὸς καὶ τοῦ στομάχου τῆς θέσεως ἔχει, πάλιν315 in vol. 1
10ἐπὶ τὰ τοῦ πνεύματος ὄργανα μεταβάντες ἐπιδείξομεν, εἰς ὅσον ἡ φύσις ἅπαντα διεκόσμησε, καὶ θέσιν ἀρί‐ στην ἑκάστῳ καὶ πλοκὴν καὶ διάπλασιν ὄγκου τε πο‐ σότητα καὶ σχῆμα περιθεῖσα καὶ μαλακότητας δὲ καὶ σκληρότητας καὶ βαρύτητας καὶ κουφότητας ἅπαντά τε
15τἄλλα, ὅσα τοῖς σώμασιν ὑπάρχει, κατὰ τὸ δικαιότατον ἑκάστῳ νείμασα. καὶ μὲν δὴ καὶ τῆς πρὸς ἄλληλα κοινωνίας αὐτῶν εἰς ὅσον προὐνοήσατο, τὰ μὲν ξυμ‐ φύουσα, τὰ δὲ προσαρτῶσα, τὰ δὲ περιβάλλουσα, τὰ δὲ ἀμφιεννῦσα καὶ πᾶν, εἴ τι τοιοῦτον εἰς ἀσφάλειαν

3

.

433

αὐτοῖς διέφερεν, ἐπιτεχνωμένη, ‖ καὶ ταῦτ’ ἐξηγησό‐ μεθα σύμπαντα τὴν ἀρχὴν αὖθις ἀπὸ τῆς καρδίας ποιησάμενοι. ταύτην οὖν ὅτι μὲν ἐν μέσῳ χρὴ τετά‐ χθαι τῷ θώρακι, καὶ ὅτι περιβεβλῆσθαι μὲν ἐν κύκλῳ
5τὸν πνεύμονα, καθάπερ δακτύλοις τισὶ τοῖς λοβοῖς αὐτὴν περιλαμβάνοντα, περικεῖσθαι δ’ ἔξωθεν αὐτοῖς ἀμφοτέροις τὸν θώρακα, σαφὲς ἐκ τῶν ἤδη λελεγμέ‐ νων ἐστί. διὰ τί δ’ οὐκ ἀκριβῶς ἐστι σφαιροειδής, ἀλλ’ ἀπὸ πλατείας τε καὶ κυκλοτεροῦς τῆς ἄνω βάσεως,
10ἣν κεφαλὴν αὐτῆς ὀνομάζουσιν, ἀρξαμένη κἄπειτα κατὰ βραχὺ μειουμένη τρόπον ὁμοιότατον κώνῳ στενὴ καὶ λεπτὴ τὸ κάτω γίγνεται πέρας, οὔπω μὲν εἴρηται πρόσθεν, ἀρκτέον δ’ ἂν ἐντεῦθεν εἴη μοι μάλιστα τοῦ περὶ αὐτῆς λόγου παντός. οὐκ ἴσης ἀσφαλείας ἐδεῖτο
15πάντ’ αὐτῆς τὰ μόρια, διότι μηδὲ τὴν αὐτὴν ἅπαντα
χρείαν ἐπεπίστευτο. τὰ μέν γε κατὰ τὴν βάσιν ἀγγείων ἐκφύσεσιν ἀνάκειται, τὰ δ’ ἑκατέρωθεν ἀπὸ τοῦδε μέχρι τοῦ κάτω πέρατος οἷον πλευρὰ ἄττα ταῖς τῶν κοιλιῶν γενέσεσιν, αὐτὸ δὲ τὸ κάτω πέρας ἀπόφυσίς ἐστιν316 in vol. 1

3

.

434

ἰσχυρὰ ‖ καὶ πυκνή, ἅμα μὲν οἷον ἐπίθημα ταῖς κοι‐ λίαις αὐτῆς γεγενημένον, ἅμα δ’ οἷον πρόβλημά τι τῆς ὅλης καρδίας, ὅπως μήποτ’ ἐν ταῖς σφοδροτέραις κινήσεσιν ἐμπίπτουσα βιαίως τοῖς προκειμένοις ὀστοῖς
5τοῦ θώρακος ἐμποδίζηταί τε καὶ πονῇ καὶ διὰ ταῦτ’ ἀναγκάζηται συγχεῖν τε καὶ διαφθείρειν τὸν ῥυθμὸν τῆς κινήσεως. τοῦτο μὲν δὴ τὸ μέρος τῆς καρδίας τὸ ἀκυρότατόν ἐστι, τὸ δ’ εἰς τὰς τῶν ἀγγείων ἐκφύσεις νενεμημένον ἁπάντων κυριώτατον. ὅσα δ’ ἐν τῷ με‐
10ταξύ, τοῖς τῶν γειτνιώντων ἀξιώμασιν ἀνάλογον ἔχει· τὰ μὲν γὰρ πλησίον τῆς βάσεως ὀλίγου δεῖν κυριώ‐ τατα, τὰ δὲ πλησίον τοῦ πέρατος ὀλίγου δεῖν ἀκυρό‐ τατα, τὰ δ’ ἐν τῷ μέσῳ τούτων, εἰς ὅσον ἀφέστηκεν ἑκατέρου τῶν ἄκρων, εἰς τοσοῦτον ἀπολείπεται καὶ
15πλεονεκτεῖ τῆς ἐκείνων ἀξίας. οὔκουν θαυμαστὸν οὐ‐ δέν, ἅμα μὲν κωνοειδῆ γενέσθαι τὴν καρδίαν, ἅμα δὲ τὰ μὲν κατὰ τὴν κεφαλὴν αὐτῆς, ἅπερ ἦν κυριώτατα,

3

.

435

τὴν ἀσφαλεστάτην χώραν κατα‖λαβεῖν, τὰ δὲ κατὰ τὸν πυθμένα, τὰ πάντων ἀκυρότατα, τὴν εὐπαθεστέραν. ὅταν δ’ ἀκυρότατον ἐν καρδίᾳ λέγηταί τι μόριον, οὐκ οἶμαί τινα τοσοῦτον ἐσφάλθαι τῆς ἀληθείας, ὥσθ’
5ἁπλῶς ἀκυρότατον ἀκούειν. οὐ γὰρ ἂν εὕροις οὔτ’
ἄλλο τοιοῦτον οὐδὲν ἐν καρδίᾳ μόριον οὔτ’ αὐτὸ τὸ κάτω πέρας, ὡς μὴ πάντων εἰ τύχοι τῶν ἐν τοῖς σκέ‐ λεσιν ἢ ταῖς χερσὶ κυριώτατον ὑπάρχειν, ἀλλ’ ὡς κυ‐ ρίων ἁπάντων ὄντων, εἶτ’ ἀλλήλοις παραβαλλομένων,317 in vol. 1
10τὸ μὲν ἧττον αὐτῶν χρὴ νοεῖν, τὸ δὲ μᾶλλον εἶναι τοιοῦτον. ὅπως δέ μοι τῷ λόγῳ μὴ μόνον νῦν, ἀλλὰ καὶ εἰσαῦθις ἕποιο παρακούων μηδέν, ἐθέλω σοι διελ‐ θεῖν, ἐξ ὧν χρὴ διαγιγνώσκειν ἐν ζῴου σώματι μόριον ἄκυρόν τε καὶ κύριον. ἀπὸ μὲν δὴ τῆς χρείας ἄμφω
15κρίνειν. ἐπεὶ δ’ ἐστὶν αὕτη τριττὴ κατὰ γένος— ἢ γὰρ εἰς αὐτὸ τὸ ζῆν ἢ εἰς τὸ καλῶς ζῆν ἢ εἰς τὴν τοῦ γένους φυλακὴν διαφέρει—τὰ μὲν εἰς τὸ ζῆν αὐτὸ χρηστὰ μόρια κύρια πάντως ἡγεῖσθαι, τῶν λοι‐

3

.

436

πῶν δ’ ‖ ἑκατέρων γενῶν ἀκύρων ὑπαρχόντων, ὅσοις μὲν συμπάσχει ῥᾳδίως τὰ κύρια, ταῦθ’ ἧττον τῶν ἄλλων ἄκυρα νομίζειν, ὅσοις δ’ οὐ συμπάσχει, μᾶλλον. ἐπεὶ τοίνυν ἡ καρδία τῆς ἐμφύτου θερμασίας, ᾗ διοικεῖται
5τὸ ζῷον, οἷον ἑστία τέ τίς ἐστι καὶ πηγή, πᾶν μὲν ἂν οὕτω μόριον αὐτῆς εἴη κύριον, ἀλλὰ μᾶλλον ὅσων ἡ χρεία τῷ παντὶ ζῴῳ διαφυλάττει τὴν ζωήν. ἔστι δὲ δὴ ταῦτα δυοῖν ἀγγείων στόματα κατὰ τὴν ἀριστερὰν αὐτῆς κοιλίαν, ἣν τοῖς ἰατροῖς ἔθος ἐστὶν ὀνομάζειν
10πνευματικήν. διὰ γὰρ δὴ τούτων τῶν στομάτων ἡ καρδία, διὰ μὲν τοῦ μικροτέρου ταῖς κατὰ τὸν πνεύ‐ μονα, διὰ δὲ τοῦ μείζονος ἁπάσαις ταῖς καθ’ ὅλον τὸ ζῷον ἀρτηρίαις ἐστὶ συνεχής. ἧττον δ’ ἂν εἴη τούτων
κύρια τὰ κατὰ τὴν ἑτέραν αὐτῆς κοιλίαν, ἣν αἱματι‐318 in vol. 1
15κὴν ὀνομάζουσιν· ὅμως μὴν καὶ ταῦτα τῶν ἄλλων κυ‐ ριώτερα, τὸ μὲν εἰσάγον εἰς αὐτὴν τὸ αἷμα, τὸ δ’ ἐξ αὐτῆς εἰς τὸν πλεύμονα παράγον. ἐπεὶ δ’ ἀξιόλογόν ἐστιν ἕκαστον τῷ μεγέθει τῶν εἰρημένων ἀγγείων τε καὶ

3

.

437

στομάτων, εὐλόγως καὶ ἡ καρδία ‖ κατὰ ταῦτα τὰ μέρη μεγίστη τε γέγονε καὶ τὸ μέσον ἐπέχει τοῦ παντὸς θώρακος, ἥτις ἦν ἀσφαλεστάτη χώρα διὰ τὸ πλεῖστον ἁπάντων ἀποκεχωρηκέναι τῶν ἔξωθεν προσπιπτόντων
5αὐτῷ. τά τε γὰρ θλῶντα καὶ τὰ τέμνοντα καὶ τὰ θερμαίνοντα καὶ τὰ ψύχοντα καὶ πᾶν ὁτιοῦν ἄλλο τοι‐ οῦτον τοῖς ζῴοις λυμαινόμενον πολὺ πρότερον ἀναγ‐ καῖόν ἐστιν ἀδικῆσαί τε καὶ διεξελθεῖν τὰ μόρια τοῦ θώρακος ὅλου καὶ τοῦ πλεύμονος καὶ αὐτῆς τῆς καρ‐
10δίας πρὶν ἐπί τι τῶν εἰρημένων ἐξικέσθαι. Τὰ μὲν δὴ περὶ τοῦ σχήματος αὐτῆς καὶ τῶν μορίων ἑκάστου τῆς θέσεως ὧδ’ ἔχει· τὰ δὲ περὶ τῆς ὅλης οὐσίας ἐφεξῆς δίειμι. σάρξ ἐστιν ἡ καρδία σκληρὰ καὶ δυσπαθής, ἐξ ἰνῶν πολυειδῶν συγ‐
15κειμένη, καὶ κατ’ ἄμφω ταῦτα, κἂν εἰ παραπλήσιος εἶναι δοκοίη τοῖς μυσίν, ἐναργῶς αὐτῶν διαφέρει. τοῖς μέν γε μονοειδής ἐστιν ἡ τῶν ἰνῶν φύσις· ἢ γὰρ εὐ‐ θείας μόνον ἔχουσι κατὰ τὸ μῆκος ἑαυτῶν ἢ ἐγκαρσίας

3

.

438

κατὰ τὸ πλάτος, ἅμα δ’ ἑκατέρας ‖ οὐδείς· ἡ καρδία δὲ καὶ ταύτας ἀμφοτέρας ἔχει καὶ τρίτας ἐπ’ αὐταῖς τὰς λοξάς. ἀλλὰ καὶ σκληρότητι καὶ τόνῳ καὶ τῇ
ξυμπάσῃ ῥώμῃ τε καὶ δυσπαθείᾳ πολὺ δή τι παραλ‐319 in vol. 1
5λάττουσιν αἱ τῆς καρδίας ἶνες ἁπασῶν τῶν ἄλλων. οὐδενὸς γὰρ οὕτως ὀργάνου συνεχὲς ἢ σφοδρόν ἐστι τὸ ἔργον ὡς τῆς καρδίας· ὅθεν εὐλόγως εἰς ῥώμην θ’ ἅμα καὶ δυσπάθειαν ἡ τοῦ σώματος αὐτῆς οὐσία παρεσκεύασται, τὸ δὲ πολυειδὲς τῶν ἰνῶν, ὃ μηδενὶ
10μὲν ὑπάρχει μυΐ, πολλοῖς δ’ ἄλλοις ὀργάνοις, οἷον μήτραις καὶ κύστεσι καὶ γαστρί, ποικίλαις κινήσεσιν ὁ πρόσθεν λόγος ἔδειξε παρασκευάζουσαν τὴν φύσιν. ἕκαστος μὲν οὖν τῶν μυῶν ἁπλῆν καὶ μίαν ἔχει τὴν κίνησιν, ὡς καὶ τοῦτ’ ἐν ἑτέροις ἀποδέδεικται· γαστὴρ
15δὲ καὶ μῆτραι καὶ αἱ κύστεις ἑκάτεραι ἕλκουσί τε καὶ κατέχουσι καὶ ἐκκρίνουσιν, ὥσπερ ἡ καρδία, καὶ διὰ τοῦτο πολυειδεῖς ἐν ἑκάστῳ τούτων αἱ ἶνές εἰσιν, ὡς ἐδείκνυτο, ταῖς μὲν εὐθείαις αὐτῶν ἵν’ εἰς αὑτὰς συν‐ ιούσαις ἕλκοιτό τι, ταῖς δ’ ἐγκαρσίαις ἐκκρίνοιτο,

3

.

439

πάσαις ‖ δ’ ἅμα περιστελλομέναις τοῖς ἐνυπάρχουσι κατέχοιτο. καί σοι θεάσασθαι τὴν τοιαύτην αὐτῶν κίνησιν ἐπὶ τῆς καρδίας ἔστιν ἐν διτταῖς καταστάσεσιν, ἢ ἐξῃρημένην ἄρτι τοῦ ζῴου καὶ σφύζουσαν ἔτι κατα‐
5σκεψαμένῳ, ἢ τὸ προκείμενον αὐτῆς ὀστοῦν τὸ στέρ‐ νον ὀνομαζόμενον ἐκκόψαντι καθ’ ὃν εἴρηται τρόπον ἐν ταῖς Ἀνατομικαῖς ἐγχειρήσεσιν. ὅταν μὲν γάρ, εἰς αὑτὰς συνιουσῶν τῶν κατὰ τὸ μῆκος ἐκτεταμένων ἰνῶν, τῶν δ’ ἄλλων ἁπασῶν χαλωμένων τε καὶ διισταμένων,
10ἔλαττον μὲν γένηται τὸ μῆκος, αὐξηθῇ δὲ τὸ σύμπαν αὐτῆς εὖρος, ἐν τούτῳ μὲν διαστελλομένην ὄψει τὴν
ὅλην καρδίαν, ἔμπαλιν δὲ χαλωμένων μὲν τῶν κατὰ τὸ μῆκος, εἰς αὑτὰς δὲ συνιουσῶν τῶν κατὰ τὸ πλά‐ τος, ἐν τούτῳ πάλιν συστελλομένην. ἐν δὲ τῷ μεταξὺ320 in vol. 1
15χρόνῳ τῶν κινήσεων ἡσυχία τις γίγνεται βραχεῖα, πε‐ ριστελλομένης μὲν ἀκριβῶς τῆς καρδίας τοῖς ἐνυπάρ‐ χουσιν, ἁπασῶν δὲ τῶν ἰνῶν ἐνεργουσῶν τηνικαῦτα καὶ μάλιστα τῶν λοξῶν. μέγα δέ τι συνεπιλαμβάνουσι,

3

.

440

μᾶλλον δὲ τὸ πλεῖστον αὐτοὶ διαπράττονται ‖ τῆς συ‐ στολῆς οἱ ἔνδον ἐν αὐταῖς ταῖς κοιλίαις τῆς καρδίας σύνδεσμοι διατεταμένοι, ῥώμης μὲν ἐπὶ πλεῖστον ἥκον‐ τες, ἱκανοὶ δ’ ὄντες, ὁπότε συνιζάνοιεν, ἔσω συνεπι‐
5σπᾶσθαι τῆς καρδίας τοὺς χιτῶνας. ἔστι γὰρ δή τι μέσον ἀμφοτέρων αὐτῆς τῶν κοιλιῶν οἷον διάφραγμα, πρὸς ὃ περαίνουσιν οἱ διατεταμένοι σύνδεσμοι, συνά‐ πτοντες αὐτὸ τοῖς σκέπουσιν ἔξωθεν ἑκατέρας τὰς κοι‐ λίας σώμασιν, ἃ δὴ χιτῶνας αὐτῆς ὀνομάζουσιν. ὅταν
10μὲν οὖν ἐγγὺς ἥκωσιν οἱ χιτῶνες οὗτοι τοῦ διαφράγ‐ ματος, ἐκτείνεται μὲν τηνικαῦτα τὸ μῆκος τῆς καρδίας, συνιζάνει δ’ εἰς ἑαυτὸ τὸ πλάτος· ὅταν δ’ ἐπὶ πλεῖ‐ στον ἀφιστῶνται, τὸ μὲν εὖρος αὐξάνεται, τὸ δὲ μῆκος ἔλαττον γίγνεται. καὶ μὴν εἴπερ οὐδέν ἐστιν ἄλλο τὸ
15διαστέλλεσθαί τε καὶ συστέλλεσθαι τὴν καρδίαν ἢ τὸ τῶν κοιλιῶν αὐτῆς εὖρος ἐπὶ πλεῖστον διίστασθαί τε καὶ συμπίπτειν, εἴη ἂν ἡμῖν ἐξηυρημένον ἑκάτερον αὐτῶν ὅπως γίγνεται. διὰ ταῦτα μὲν δὴ τούς τε συν‐ δέσμους ἰσχυροὺς ἡ καρδία κέκτηται καὶ τὸ τῶν ἰνῶν

3

.

441

εἶδος παντοῖον, ἵν’ ‖ ἀπόνως τε καὶ ἑτοίμως εἰς τὰς τρεῖς μεθιστῆται διαστάσεις, διαστελλομένη μέν, ὁπό‐ ταν ἕλκειν ὀρεχθῇ τι τῶν χρησίμων, περιστελλομένη δ’, ὁπόταν ἀπολαύειν καιρὸς ᾖ τῶν ἑλχθέντων, συστελ‐321 in vol. 1
5λομένη δ’, ὁπόταν ἀποκρῖναί τι τῶν περιττωμάτων ὁρμήσῃ. λέλεκται δ’ ἐπὶ πλέον ὑπὲρ τούτων ἄλλοθί τε πολλαχόθι κἀν τοῖς Περὶ χρείας ἀναπνοῆς οὐχ ἥκι‐ στα· καὶ νῦν οὐ χρὴ μηκύνειν ἔτι περὶ τῆς κινήσεως αὐτῆς διαλεγομένους.
10 Ἀλλ’ ἤδη τόν τ’ ἀριθμὸν ἐξηγεῖσθαι τῶν ἀμφ’ αὐτὴν ἀγγείων καὶ τοῦ καθ’ ἕκαστον στόματος ἐκδιδάσκειν τὴν ἰδέαν, εἰπεῖν δέ τι καὶ περὶ τοῦ πλή‐ θους αὐτῆς τῶν κοιλιῶν, ὅσα τ’ ἄλλα τούτοις ἕπεται διελθεῖν ἅπαντα. πλῆθος μὲν δὴ τῶν κοιλιῶν τῆς
15καρδίας—ἐντεῦθεν γὰρ ἄρξασθαι δίκαιον—οὐκ ἴσον ἐν ἅπασι τοῖς ζῴοις ἐστίν, ἀλλ’ ὅσα μὲν ἐξ ἀέρος εἰσπνεῖ διὰ φάρυγγος καὶ ῥινῶν καὶ στόματος, εὐθὺς μὲν καὶ πνεύμων τούτοις ἐστίν, εὐθὺς δὲ καὶ τῆς

3

.

442

καρδίας ἡ δεξιὰ κοιλία, τοῖς δ’ ‖ ἄλλοις ἅπασιν οὔτε πνεύμων ἐστὶν οὔτ’ ἐν τοῖς δεξιοῖς τῆς καρδίας εὐρύ‐ της οὐδεμία. συναπόλλυται γὰρ ἀεὶ τῷ πνεύμονι δύο ταῦτ’ ἐξ ἀνάγκης, ἥ τε φωνὴ τοῦ ζῴου καὶ τῆς καρ‐
5δίας ἡ δεξιὰ κοιλία, κἀν τῷδε δῆλον, εἰς ὅσον ἑκάτε‐ ρον αὐτῶν ἥκει χρείας. ἡ μὲν γὰρ δεξιὰ κοιλία τοῦ πνεύμονος ἕνεκα γέγονεν, ὁ δὲ πνεύμων αὐτὸς ἀνα‐ πνοῆς τε καὶ φωνῆς ἐστιν ὄργανον. οὔκουν ὀρθῶς
Ἀριστοτέλης διῃρεῖτο περὶ τοῦ πλήθους τῶν ἐν τῇ322 in vol. 1
10καρδίᾳ κοιλιῶν εἰς μέγεθος καὶ σμικρότητα σώματος ἀνάγων αὐτῶν τὸν ἀριθμόν. οὔτε γὰρ τοῖς μεγίστοις ζῴοις ἅπασι τρεῖς οὔτε τοῖς ἐλαχίστοις ἐστὶ μία. τὴν αὐτὴν γὰρ ἀκριβῶς ἔχει κατασκευὴν καρδίας ἵππος ὁ μέγιστος ἐλαχίστῳ στρουθῷ, κἂν εἰ μῦν ἀνατέμοις κἂν
15εἰ βοῦν κἂν εἴ τι τῶν ἄλλων ζῴων ἢ μικρότερον ἔτι μυὸς ἢ μεῖζον βοός, ἅπασιν αὐτοῖς ὅ τ’ ἀριθμὸς ἴσος ὁ τῶν κοιλιῶν ἥ τ’ ἄλλη κατασκευὴ τῆς καρδίας ἡ

3

.

443

αὐτή. οὐ γὰρ εἰς μέγεθος ἀποβλέπουσα καὶ ‖ σμικρό‐ τητα σώματος ἡ φύσις ἐξαλλάττει τῶν ὀργάνων τὴν ἰδέαν, ἀλλ’ ἡ τῆς ἐνεργείας διαφορὰ σκοπὸς αὐτῇ γίγνεται τῆς κατασκευῆς, αὐτὰς δ’ αὖ πάλιν τὰς ἐνερ‐
5γείας τῇ πρώτῃ χρείᾳ μετρεῖ. καὶ στοῖχός τις οὕτω θαυμαστὸς ἀποτελεῖται διαδεχομένων ἀλλήλας ἐνερ‐ γειῶν τε καὶ χρειῶν, ὡς ὅ τε παρεληλυθὼς ἐνεδείξατο λόγος ὅ τε νῦν ἐνεστηκὼς οὐδὲν ἧττον διδάξει τοὺς μὴ πάνυ τι ῥᾳθύμως ὁμιλοῦντας αὐτῷ. ἔχει γὰρ ὧδε
10τὸ σύμπαν. χρεία τοῖς ἰχθύσιν οὐκ ἦν δήπου φωνῆς ἐν ὕδατι διαιτωμένοις, ἀλλ’ οὐδ’ ἀναπνεῖν αὐτοῖς ἐνε‐ χώρει διὰ φάρυγγος, ὥσπερ οὐδ’ ἡμῖν αὐτοῖς, ὅταν ἐν τούτῳ τύχωμεν ὄντες. οὔκουν ἕνα μέγιστον πόρον ἀναπνοῆς τε καὶ φωνῆς, ὥσπερ τοῖς πτηνοῖς καὶ πεζοῖς
15ζῴοις, οὕτω κἀκείνοις γενέσθαι βέλτιον ἦν, ἀλλ’ ἡ τῶν βραγχίων ὀνομαζομένων κατασκευὴ τὰ πνεύμονος αὐτοῖς ὑπηρετεῖ. πολλοῖς γὰρ ταῦτα καὶ λεπτοῖς τρή‐
μασι διειλημμένα, βασίμοις μὲν ἀέρι τε καὶ ἀτμῷ, λεπτοτέροις δ’ ἢ καθ’ ὕδατος ὄγκον, ἐκτὸς μὲν ἀπο‐323 in vol. 1

3

.

444

στέγει τοῦτο, διαπέμπει δ’ ἑτοίμως ‖ ἐκεῖνα. τά τε γὰρ ἄλλα καὶ ψυχρότεροι τὴν φύσιν εἰσὶν οἱ ἰχθύες, ὥστε μὴ δεῖσθαι τὴν καρδίαν αὐτῶν ἱκανῆς ἐμψύξεως. ἐνδείκνυται δὲ τὴν κρᾶσιν αὐτῶν ἐπ’ ἄλλοις πολλοῖς
5οὐχ ἥκιστα καὶ τὸ ἄναιμον· ἢ γὰρ οὐδ’ ὅλως ἢ παν‐ τάπασιν ὀλίγον αἷμα κέκτηνται. καὶ διὰ τοῦθ’ ὅσα πολύαιμα καὶ θερμὰ τῶν ἐνύδρων, οἷον δελφὶς καὶ φώκη καὶ φάλαινα, ταῦτ’ ἐξ ἀέρος ἀναπνεῖ πάντα θαυμαστόν τινα τρόπον ἀναπνοῆς, ὃν εἰσαῦθις εἴη 〈ἄν〉
10ποτε διελθεῖν ἐξηγουμένοις ἡμῖν τῶν ἄλλων ζῴων τὴν κατασκευήν, ὥσπερ νῦν τὴν ἀνθρώπου. καιρὸς γὰρ αὖ πάλιν ἐπὶ τοῦτον ἐπανέρχεσθαι τοσοῦτον ἐκείνων ἐπιμνησθέντας, ὅσον ἱκανὸν ἦν ἐνδείξασθαι τοῦ πνεύ‐ μονός τε ἅμα καὶ τῆς ἐν τῇ καρδίᾳ δεξιᾶς κοιλίας τὴν
15χρείαν. Ἀμοιβὴν γάρ τινα τῷ πνεύμονι τὴν ἐκ τοῦ αἵματος θρέψιν ἔοικεν ἀντιπαρέχειν ἡ καρδία καὶ τοῦτον ἀντεισφέρειν αὐτῷ τὸν ἔρανον ἀνθ’ οὗ λαμ‐ βάνει παρ’ ἐκείνου πνεύματος. ἔδει μὲν γὰρ δήπου

3

.

445

καὶ τῷ πνεύμονι ‖ τροφῆς· ἀλλ’ οὐκ ἦν ἄμεινον εὐθὺς ἐκ τῆς κοίλης φλεβὸς εἰς αὐτὸν ἰέναι τὸ αἷμα, καίτοι παρερχομένης καὶ ψαυούσης αὐτοῦ, διότι τε φύσιν ἐχρῆν ἑτέραν ἀγγείου κατασκευασθῆναι τοῦ θρέψοντος
5αὐτὸν οὐδὲν τῇ κοίλῃ προσεοικότος ἐπίφυσίν τε σχεῖν ὑμένων, οἵαν νῦν ἔχει. καὶ ταῦτ’ οὐδὲ παρ’ οὐδενὸς
ἄλλου δυνατὸν ὅτι μὴ παρὰ τῆς καρδίας ἦν αὐτῷ σχεῖν. οὐ γὰρ δὴ μάτην οὐδ’ ὡς ἔτυχεν ἡ πάντα σοφὴ φύσις, ὥσπερ οὐδ’ ἄλλ’ οὐδὲν ἐποίησεν ἐν ἅπασι324 in vol. 1
10τοῖς ζῴοις, οὕτως οὐδὲ τοῦ πνεύμονος ἐνήλλαξε τῶν ἀγγείων τοὺς χιτῶνας, ἀρτηριώδη μὲν ἐργασαμένη τὴν φλέβα, φλεβώδη δὲ τὴν ἀρτηρίαν. ἐν μὲν γὰρ τοῖς ἄλλοις ἅπασι μορίοις τῆς ἴσης ἀρτηρίας τῇ φλεβὶ τὸ πάχος τῶν χιτώνων οὐκ ἴσον, ἀλλ’ εἰς τοσοῦτον ἄρα
15διενήνοχεν, ὥσθ’ Ἡρόφιλος ὀρθῶς ἐστοχάσθαι δοκεῖ, τὴν ἀρτηρίαν τῆς φλεβὸς ἑξαπλασίαν ἀποφηνάμενος εἶναι τῷ πάχει. κατὰ δέ γε τὸν πνεύμονα μόνον ἁπάν‐ των ὀργάνων τε καὶ μορίων ἡ μὲν ἀρτηρία φλεβός, ἡ δὲ φλὲψ ἀρτηρίας ἔσχε χιτῶνας. τί δὴ τοῦτ’ ἔστι

3

.

446

τὸ σόφισμα τῆς φύσεως, ‖ ἐξηγήσασθαι δεῖ πρότερον, ἔπειτα περὶ τῶν ὑμένων τῆς ἐπιφύσεως εἰπεῖν, εἶθ’ ἑξῆς, ὡς οὐκ ἐνεδέχετο τῆς κοίλης φλεβὸς οὔτ’ ἀγγεῖον ἀρτηριῶδες οὔθ’ ὑμένας ἐκφῦναι τοιούτους. εἰ μὴ
5γὰρ ταῦτά τις ἅπαντα διέλθοι πρότερον, οὐκ ἐνδέχεται δεῖξαι τῆς δεξιᾶς ἐν τῇ καρδίᾳ κοιλίας τὴν χρείαν τῆς γενέσεως. ἀρξώμεθα οὖν ἀπὸ τοῦ πρώτου πάντων ἐπιδεικνύντες, ὡς ἄμεινον ἦν ἄρα τῷ πνεύμονι φλε‐ βώδη μὲν ἔχειν τὴν ἀρτηρίαν, ἀρτηριώδη δὲ τὴν φλέβα.
10διττὸν δὲ καὶ τοῦτ’ ἔοικεν εἶναι τὸ πρόβλημα καὶ οἷον δίδυμον. οὐ γὰρ ὅτι τῷ πνεύμονι μόνον κάλλιόν ἐστι παχὺν μὲν ἱκανῶς εἶναι τῆς φλεβὸς τὸν χιτῶνα, λε‐ πτὸν δ’ ἐσχάτως τῆς ἀρτηρίας, ἀλλ’ ὅτι καὶ τοῖς ἄλλοις
ἅπασι μορίοις τοῦ ζῴου παχὺν μὲν τὸν τῆς ἀρτηρίας,325 in vol. 1
15ἰσχνὸν δὲ τὸν τῆς φλεβὸς ἄμεινον ὑπάρχειν, ἀποδεῖξαι προσήκει τῷ γε μηδεμίαν ἔτ’ ἀπορίαν ὑπολείπεσθαι προῃρημένῳ μηδ’ ἀσαφές τι καὶ ἄγνωστον τῶν ἔργων τῆς φύσεως. ὅτι μὲν δὴ καθ’ ὅλον τοῦ ζῴου τὸ σῶμα

3

.

447

τὸ μὲν αἷμα λεπτῷ καὶ ‖ μανῷ περιέχεσθαι χιτῶνι, τὸ δὲ πνεῦμα παχεῖ καὶ πυκνῷ στέγεσθαι βέλτιον ἦν, οὐ μακρῶν οἶμαι δεήσεσθαι λόγων. ἀρκεῖ γὰρ ὑπομνῆσαι τῆς οὐσίας ἑκατέρου τὴν ἰδέαν, ὡς τὸ μὲν αἷμα παχὺ
5καὶ βαρὺ καὶ δυσκίνητον, τὸ δὲ πνεῦμα λεπτὸν καὶ κοῦφον καὶ εὐκίνητον. καὶ κίνδυνος ἦν οἴχεσθαι διιπτάμενον αὐτὸ τοῦ ζῴου ῥᾳδίως, εἰ μὴ παχέσι καὶ πυκνοῖς καὶ πάντη στεγανοῖς ἐφρουρήθη χιτῶσιν. ἔμ‐ παλιν δ’ ἐπὶ τοῦ αἵματος, εἰ μὴ λεπτὸς καὶ μανὸς ἦν
10ὁ περιέχων αὐτὸ χιτών, οὐκ ἂν ῥᾳδίως τοῖς παρακει‐ μένοις διεδίδοτο, καὶ οὕτως ἂν ἡ σύμπασα χρεία τε‐ λέως αὐτοῦ διεφθείρετο. ταῦτ’ ἄρα προειδὼς ὁ δη‐ μιουργὸς ἡμῶν ἔμπαλιν ἔχοντας ἐτεχνήσατο τῶν ὑλῶν ταῖς φύσεσι τοὺς χιτῶνας τῶν ἀγγείων, ὡς μήτ’ ἐκκε‐
15νοῖτο πρὸ τοῦ καιροῦ τὸ πνεῦμα μήτ’ ἴσχοιτο μέχρι πλείστου τὸ αἷμα. τί δὴ οὖν οὐχὶ καὶ κατὰ τὸν πνεύ‐ μονα λεπτὴν μὲν ὡσαύτως τὴν φλέβα, παχεῖαν δὲ τὴν ἀρτηρίαν ἐδημιουργήσατο; πάντως που κἀνταῦθα τὸ μὲν πνεῦμα λεπτὸν καὶ κοῦφον καὶ στέγεσθαι δεό‐

3

.

448

μενον, τὸ δ’ αἷμα παχὺ καὶ ‖ βαρὺ καὶ διαπέμπεσθαι χρῇζον εἰς ἅπαντα τοῦ πνεύμονος τὰ μόρια πλέον ἢ
κατ’ ἄλλα μόρια τοῦ ζῴου τρέφεσθαι δεόμενα διά τε τὸ τῆς κινήσεως ἀκατάπαυστον καὶ τὸ πλῆθος τῆς326 in vol. 1
5θερμασίας, ἣν ἔκ τε τῆς πρὸς τὴν καρδίαν γειτνιάσεως καὶ ἐξ αὐτοῦ τοῦ διηνεκοῦς τῆς κινήσεως ὁ πνεύμων ἔχει. ταῦτά σε καὶ θαυμάσειν οἶμαι τὴν πρόνοιαν τοῦ δημιουργοῦ. τὸ γάρ, ἐπειδὴ μόνος ὁ πνεύμων ὄργανον ἑαυτῷ πανταχόθεν περικείμενον ἰσχυρὸν οὕτω
10καὶ σφοδρῶς κινούμενον ἐκέκτητο τὸν θώρακα, διὰ τοῦτ’ αὐτοῦ τὴν κατασκευὴν ἐξαίρετον ὑπὲρ τὰ λοιπὰ πάντα ποιῆσαι τοῦ ζῴου μόρια, πῶς οὐ θαυμαστῆς προνοίας ἐστὶ δεῖγμα; δέδεικται γὰρ ἐν τοῖς περὶ κινή‐ σεως αὐτῶν, ὡς οὐδεμίαν ἐξ αὑτοῦ κίνησιν ἔχων ὁ
15πνεύμων ὑπὸ τοῦ θώρακος ἀεὶ κινεῖται, συστελλομένου μὲν καὶ αὐτὸς συστελλόμενος ἐκ τοῦ θλίβεσθαι καὶ πιέζεσθαι πανταχόθεν, ὅπερ ἐκπνεόντων τε καὶ φωνούν‐ των γίγνεται, διαστελλομένου δ’ αὖ πάλιν ἑπόμενός τε

3

.

449

καὶ πάντη διιστάμενος ὁμοίως ‖ ἐκείνῳ κατὰ τὸν τῆς εἰσπνοῆς καιρόν. ἀλλ’ οὔτ’ εἰσπνεόντων οὔτ’ ἐκπνεόν‐ των ἐχρῆν ὡσαύτως διαστέλλεσθαι ταῖς ἀρτηρίαις τὰς φλέβας, ὅτι μηδὲ τὴν αὐτὴν ὑπηρεσίαν ἐπεπίστευντο.
5τὰς μὲν γὰρ ὑποδοχάς τινας τοῦ πνεύματος ἡ φύσις ἐτεχνήσατο, ῥᾳδίως μὲν πληροῦσθαι δεομένας εἰσπνεόν‐ των, ἑτοίμως δ’ ἐκπνεόντων τε καὶ φωνούντων ἐκκε‐ νοῦσθαι· τὰς δ’ αὖ φλέβας οἷον ταμιεῖα τῆς τροφῆς ἐδημιούργησεν, οὔτε διαστέλλεσθαι δεομένας εἰσπνεόν‐
10των οὔτ’ ἐκπνεόντων συστέλλεσθαι. καλῶς οὖν εἶχε, ταῖς μὲν μαλακὸν ἀπεργάσασθαι τὸ σῶμα, ταῖς δὲ σκληρόν, εἴ γε ταῖς μὲν ἑτοίμως ὑπακούειν ἑκατέραις τοῦ θώρακος ταῖς ἐνεργείαις ἦν ἄμεινον, ταῖς δ’ ὅλως μηδὲν αὐτῶν ἐπαΐειν. ἀλλ’ εἴπερ ὀρθῶς ἡμῖν ἐν ἑτέ‐327 in vol. 1
15ροις ἀποδέδεικται τρέφεσθαι τὰ σώματα δι’ αὐτοῦ τοῦ χιτῶνος τῶν ἀγγείων ἐπισπώμενα τὸ αἷμα, κινδυ‐ νεύσει πάλιν ὁ πνεύμων ἀπορεῖν τοῦ θρέψοντος, ἱκα‐ νῶς στεγανοῦ γενηθέντος αὐτῷ τῆς φλεβὸς τοῦ χιτῶ‐ νος. ἀλλὰ κἀνταῦθα πάλιν ἑτέραν οἶμαί σε θαυμαστὴν

3

.

450

ἐξευρήσειν πρόνοιαν τῆς ‖ φύσεως, ἀναμνησθέντα τῶν ἐν ἐκείνοις ἀποδεδειγμένων, ὡς τῶν τοῦ ζῴου μορίων ἔνια μὲν ὑπὸ παχυτέρου καί, ὡς ἂν εἴποι τις, ἰλυώ‐ δους τρέφεσθαι χρῄζει τοῦ αἵματος, ἔνια δ’ ἔμπαλιν
5ὑπὸ λεπτοτέρου καὶ ἀτμωδεστέρου, καὶ μέν γε καὶ ὡς πάντα πάντων μετέχει τά τ’ ἄλλα μόρια καὶ ἀρ‐ τηρίαι καὶ φλέβες, αἱ μὲν ὀλίγου καὶ λεπτοῦ καὶ ἀτμώδους αἵματος, αἱ δ’ αὖ φλέβες ἐλαχίστου καὶ αὐταὶ πνεύματος ὁμιχλώδους τε καὶ παχέος. εἴπερ
10οὖν ταῦθ’ οὕτως ἔχει, καθάπερ ἔχει, καὶ δεῖται τρέφε‐ σθαι τὸ σῶμα τοῦ πνεύμονος οὐκ ἰλυώδει τινὶ καὶ παχείᾳ τροφῇ, καθάπερ τὸ τοῦ ἥπατος, ἀλλὰ λεπτῇ καὶ κούφῃ καὶ ἀτμώδει, πάντα φαίνεται θαυμαστῶς παρεσκευασμένα τῷ τῶν ζῴων δημιουργῷ. τρέφεται
15μὲν γὰρ ἕκαστον ἐκ τῆς ὁμοίας ἑαυτῷ τροφῆς, ὡς καὶ τοῦτ’ ἀποδέδεικται· κοῦφον δ’ ἐστὶ καὶ μανὸν καὶ
οἷον ἐξ ἀφροῦ τινος αἱματώδους πεπηγότος τὸ τοῦ πνεύμονος σῶμα καὶ διὰ τοῦτο δεόμενον ἀτμώδους καὶ λεπτοῦ καὶ καθαροῦ τοῦ αἵματος, οὐχ ὥσπερ τὸ328 in vol. 1
20ἧπαρ ἰλυώδους τε καὶ παχέος· ὅθεν ἔμπαλιν αὐτῷ τὰ

3

.

451

τῶν ἀγγείων ἔχει μάλιστα ‖ μὲν τοῖς καθ’ ἧπαρ, ἤδη δὲ καὶ τοῖς ἄλλοις τοῦ ζῴου μορίοις. τοῖς μὲν γὰρ ἀραιός τε καὶ λεπτὸς ὁ χιτὼν ὑπάρχων τοῦ χορηγοῦν‐ τος ἀγγείου τὸ αἷμα πλεῖστον τοῦ παχέος ἑτοίμως τοῖς
5περιέχουσι διαδίδωσι· τῷ δὲ πνεύμονι παχὺς καὶ πυκνὸς γενόμενος οὐδὲν ὅτι μὴ τὸ λεπτότατον ἐπι‐ τρέπει διέρχεσθαι. καὶ τοῖς μὲν ἄλλοις αἱ ἀρτηρίαι παχεῖαι καὶ πυκναὶ γενηθεῖσαι παντάπασιν ὀλίγον ἀτμώδους αἵματος τοῖς παρακειμένοις μορίοις ἕλκειν
10ἐπιτρέπουσι, τῷ δὲ πνεύμονι μόνῳ πάμπολυ τὸ τοιοῦ‐ τον μεθιᾶσιν, ὑπὸ μανότητός τε καὶ λεπτότητος ἀδυ‐ νατοῦσαι στέγειν. ὥστε πάντη τῷ πνεύμονι τὰ περὶ τὴν τροφὴν ὑπεναντίως ἔχει τοῖς ἄλλοις ἅπασι τοῦ ζῴου μορίοις, ὥσπερ καὶ τὰ τῆς τοῦ σώματος ἰδέας.
15οὔτε γὰρ οὕτω μανὸν καὶ κοῦφον καὶ πνευματῶδες εὕροις ἂν ἕτερόν τι μόριον ἀλλ’ οὐδ’ ἐγγὺς οὔθ’ οὕ‐ τως αἵματι καθαρῷ καὶ λεπτῷ καὶ ἀτμώδει τρεφόμενον. ὅσον οὖν ἔλαττον αἱ φλέβες αὐτῷ μεταδιδόασι τροφῆς πυκναὶ καὶ παχεῖαι γενόμεναι, τοῦτο πᾶν ἀναπληροῦ‐

3

.

452

σιν αἱ ἀρτη‖ρίαι λεπτὸν καὶ καθαρὸν καὶ ἀτμῶδες αἷμα δαψιλῶς αὐτῷ διαπέμπουσαι. ἀλλ’ οὐδὲ τοῦθ’ ἱκανὸν οὕτω θερμῷ καὶ πολυκινήτῳ σπλάγχνῳ. ταῦτ’ ἄρα μεγίστας ἐν αὐτῷ τὰς φλέβας ἡ φύσις ἐδημιούρ‐
5γησεν, ἵν’, ὅσον ἀπολείπεται τοῦ τρέφειν αὐτάρκως
διὰ τὴν τοῦ χιτῶνος πυκνότητα, τοῦτ’ ἐκ τοῦ μεγέ‐ θους αὐτῶν ἀναπληρῶται. καὶ μέν γε καὶ ἄλλας τρεῖς ἐπικουρίας τῷ πνεύμονι πρὸς εὐπορίαν τροφῆς ἡ φύ‐ σις ἐγίγνωσκεν ἐξ ἀνάγκης ἐσομένας, μίαν μὲν τὸ329 in vol. 1
10πλῆθος τῆς ἐγχωρίου θερμότητος εἰς λεπτὰ καταθραυ‐ ούσης καὶ διαχεούσης ἅπασαν τὴν τροφήν, ὡς ἀτμίζειν ἑτοιμότερον, ἑτέραν δὲ τὴν ἐν ταῖς εἰσπνοαῖς τοῦ πνεύ‐ μονος διάστασιν ἐξαρπάζουσάν τι βιαίως κἀκ τῶν πυκνοτάτων ὀργάνων, καὶ τρίτην, ἣ καὶ μεγίστη πασῶν,
15ἀπὸ καρδίας ἐπιπεμπομένου μόνῳ τῷ πνεύμονι τοῦ αἵματος ἀκριβῶς ἐν ἐκείνῃ κατειργασμένου τε καὶ λε‐ λεπτυσμένου. οὐ μὴν διὰ τοῦτό γε μόνον ἀπὸ καρ‐ δίας αὐτῷ τρέφεσθαι βέλτιον ἦν, ἀλλ’ ὡς κατ’ ἀρχὰς ὑπεσχόμεθα δείξειν, ὅτι τὰς ἐν αὐτῷ φλέβας ἀρτη‐ ‖

3

.

453

ριώδεις ἐχρῆν γενέσθαι τοῖς χιτῶσι καί τινων ὑμένων ἔχειν ἐπιφύσεις, ὧν οὐδέτερον ἐκ τῆς κοίλης φλεβὸς ἐνεχώρει γενέσθαι. καὶ δὴ καὶ δέδεικται μὲν ἤδη τῶν προτεθέντων τὸ πρῶτον. ἐπὶ δὲ τὸ δεύτερον ἰέναι
5καιρός, ὡς ἄμεινον ἦν ἐπὶ τῷ στόματι τῆς ἀρτηριώδους φλεβὸς ταύτης ὑμένας ἐπικεῖσθαι τοιούτους τε καὶ τοσούτους, οἷοί τε καὶ ὅσοι νῦν εἰσιν. εἰ γὰρ καὶ ὅτι μάλιστα παχὺ καὶ σκληρὸν ἐδημιουργήθη τὸ ἀγγεῖον, ὡς μήτε διαστέλλεσθαι ῥᾳδίως μήτε συστέλλεσθαι, ἀλλ’
10οὐκ εἰς τοσοῦτόν γε σκληρόν ἐστιν, ὡς μηδ’ ὅλως νι‐ κᾶσθαι πρὸς οὕτως ἰσχυροῦ καὶ μεγάλου καὶ σφοδρῶς ἐνεργοῦντος ὀργάνου, τοῦ θώρακος, καὶ μάλισθ’ ὅταν
ἀθρόως ἐκπνέωμεν ἢ μέγα φωνῶμεν ἤ πως ἄλλως ἔσω προσάγωμεν ἐκ παντὸς μέρους αὐτόν, ἅπαντας ἰσχυρῶς330 in vol. 1
15ἐντείνοντες τοὺς μῦς. οὐδὲ γὰρ οὐδὲ καθ’ ἕνα τῶν τοιούτων καιρῶν ἐγχωρεῖ παντάπασιν ἄθλιπτα καὶ ἀσύμπτωτα διαφυλάττεσθαι τὰ τῆς φλεβὸς ταύτης ἀπο‐ βλαστήματα. καὶ μὴν εἰ θλίβοιτο καὶ συστέλλοιτο, παλινδρομήσει ῥᾳδίως ἐξ ἁπάντων αὐτῶν ἐπὶ τὸ πρῶ‐

3

.

454

τον στόμα τὸ αἷμα καὶ μετα‖ληφθήσεται πάλιν εἰς τοὐπίσω. κἀν τούτῳ τριττὸν ἤδη τὸ ἄτοπον, αὐτὸ [τε] τὸ αἷμα μάτην κινεῖσθαι δίαυλόν τινα τοῦτον ἀκατάπαυ‐ στον, ἐν μὲν ταῖς διαστολαῖς τοῦ πνεύμονος ἐπιρρέον
5τε καὶ πληροῦν ἁπάσας τὰς κατ’ αὐτὸν φλέβας, ἐν δὲ ταῖς συστολαῖς οἷον ἄμπωτίν τινα κινούμενον εὐρίπου δίκην, ἀεὶ τῇδε κἀκεῖσε μεταβαλλόμενον οὐδαμῶς αἵματι πρέπουσαν φοράν. ἀλλὰ τοῦτο μὲν ἴσως σμικρόν· τὸ δὲ καὶ τῆς ἀναπνοῆς αὐτῆς παραβλάπτειν τὴν χρείαν
10οὐκέτι σμικρόν. εἰ γὰρ δὴ πλεῖστον ἀέρα διὰ μιᾶς ἐνεργείας ἕλκεσθαι μὲν εἰσπνεόντων, ἐκπέμπεσθαι δ’ ἐκ‐ πνεόντων ἦν ἄμεινον, οὐ μὴν ἐνδέχεται γίγνεσθαι τοῦτο, μὴ διαστελλομένων τε καὶ συστελλομένων ἐπὶ πλεῖστον τῶν ἀρτηριῶν, εἰς ὅσον δ’ ἂν αἱ φλέβες ὁμοίως αὐταῖς
15ἐνεργῶσιν, εἰς τοσοῦτον παραβλάψουσί τε καὶ καθαι‐ ρήσουσι τῆς ἐκείνων κινήσεως τὸ μέγεθος, εὔδηλον ἤδη, πηλίκον τι βλάψει τὴν ὅλην ἀναπνοήν, εἰ δια‐ στέλλοιτο καὶ συστέλλοιτο τὰ τῆς τροφῆς ὄργανα. χρὴ γὰρ ἡσυχάζειν ἀκριβῶς αὐτά, καθάπερ οὐδ’ ὅλως ὄντα,

3

.

455

μηδεμίαν ἀποτεμνόμενα χώραν τοῦ ‖ θώρακος, ἐν ᾗ διαστέλλεται καὶ συστέλλεται τὰ τοῦ πνεύματος ὄργανα. πᾶσαν γὰρ αὐτὴν ἐκείνοις σχολάζειν προσήκει μόνοις, ἵν’ ἐν μὲν ταῖς εἰσπνοαῖς ἐπὶ πλεῖστον διαστελλόμενα331 in vol. 1
5πλεῖστον ἕλκῃ τὸν ἔξωθεν ἀέρα, κατὰ δ’ αὖ τὰς ἐκπνοὰς ἐπὶ πλεῖστον συστελλόμενα πλεῖστον προϊῆται. καὶ μὲν δὴ καὶ τρίτον ἄτοπον οὐ σμικρὸν ἠκολούθησεν ἄν, ὀπίσω χωροῦντος ἐν ταῖς ἐκπνοαῖς τοῦ αἵματος, εἰ μὴ τῶν ὑμένων ὁ δημιουργὸς ἡμῶν ἐτεχνήσατο τὴν ἐπί‐
10φυσιν. ἥν, οἵα μέν τίς ἐστι καὶ ὅπως ἀπείργει τὸ αἷμα τῆς εἰς τοὐπίσω φορᾶς, ὀλίγον ὕστερον ἀκούσῃ σαφῶς· ἥτις δ’ ἂν ἦν ἡ βλάβη τῷ ζῴῳ, μὴ γενομένων αὐτῶν, ἤδη μοι λέγοντι πρόσεχε τὸν νοῦν, ὑπόθεσιν κἀνταῦθα ποιησαμένῳ τῷ λόγῳ τὰ δι’ ἑτέρων ἀποδε‐
15δειγμένα. συνανεστόμωνται μὲν αἱ ἀρτηρίαι ταῖς φλεψὶ καθ’ ὅλον τὸ σῶμα καὶ μεταλαμβάνουσιν ἐξ ἀλλήλων αἷμα καὶ πνεῦμα διά τινων ἀοράτων τε καὶ στενῶν ἀκριβῶς ὁδῶν. εἰ δ’ ἦν τὸ στόμα τὸ μέγα τῆς ἀρτη‐ ριώδους φλεβὸς ἀναπεπταμένον ὡσαύτως ἀεί, μηδὲν

3

.

456

τῆς ‖ φύσεως ἐξευρούσης μηχάνημα κλείειν αὐτὸ καὶ αὖθις ἀνοιγνύναι δυνάμενον ἐν τοῖς προσήκουσι και‐ ροῖς, οὐκ ἄν ποτε διὰ τῶν ἀοράτων καὶ σμικρῶν στο‐ μάτων εἰς τὰς ἀρτηρίας μετελήφθη τὸ αἷμα συστελ‐
5λομένου τοῦ θώρακος. οὐ γὰρ δὴ ὁμοίως γε πᾶν ἐκ παντὸς οὔθ’ ἕλκεσθαι πέφυκεν οὔτ’ ἐκπέμπεσθαι, ἀλλ’ ὥσπερ τὸ κοῦφον τοῦ βαρυτέρου ῥᾷον ἕλκεται μὲν ὑπὸ τῶν διαστελλομένων ὀργάνων, ἐκθλίβεται δ’ ὑπὸ τῶν συστελλομένων, οὕτω καὶ τὸ δι’ εὐρείας ὁδοῦ τοῦ
10διὰ στενῆς ἑτοιμότερον ἕλκεταί τε καὶ αὖθις ἐκπέμπε‐ ται. συστελλομένου δὴ τοῦ θώρακος ὠθούμεναί τε καὶ εἴσω πιλούμεναι πανταχόθεν ἰσχυρῶς αἱ ἐν τῷ πνεύμονι φλεβώδεις ἀρτηρίαι ἐκθλίβουσι μὲν αὐτίκα δὴ μάλα τὸ ἐν αὑταῖς πνεῦμα, μεταλαμβάνουσι δέ τι332 in vol. 1
15διὰ τῶν λεπτῶν ἐκείνων στομάτων τοῦ αἵματος, ὅπερ οὐκ ἂν μετελήφθη ποτέ, παλινδρομεῖν εἴπερ οἷόν τ’ ἦν εἰς τοὐπίσω διὰ τοῦ μεγίστου στόματος, ἡλίκον τῆς φλεβὸς ταύτης ἐστὶ τὸ πρὸς τῇ καρδίᾳ. νυνὶ δ’ ἐν τῷ θλίβεσθαι μὲν πανταχόθεν, ἀποκλείεσθαι δὲ

3

.

457

τῆς διὰ τοῦ μεγάλου στόματος ἐπανόδου στάζει ‖ τι διὰ τῶν λεπτῶν ἐκείνων στομάτων εἰς τὰς ἀρτηρίας. πηλίκον δὲ τοῦτ’ ἔστιν ἀγαθὸν τῷ πνεύμονι, τάχα μὲν ἤδη φαίνεται τῷ γε μεμνημένῳ τῶν ὑπὲρ τῆς θρέψεως
5αὐτοῦ λόγων· εἰ δὲ μή, ἀλλ’ ἐγὼ καὶ τοῦτο δίειμι, συμπερανάμενος ἅπαντα πρότερον τὸν νῦν ἡμῖν ἐνε‐ στῶτα λόγον. Ἐπειδὴ γὰρ ἡ χρεία τῶν ὑμένων τούτων ἐδείχθη μεγίστη καὶ ταύτης ἔτι μᾶλλον ἡ τῆς αὐτὸν
10τὸν πνεύμονα τρεφούσης φλεβός, ἱκανῶς παχείας τε καὶ σκληρᾶς γενομένης, ἑξῆς ἂν εἴη δεικτέον, ὡς οὐχ οἷόν τ’ ἦν ἐκφῦναι τῆς κοίλης φλεβὸς οὔτ’ ἀγγεῖον ἀρτηριῶδες οὔθ’ ὑμένας τοιούτους. ὅτι μὲν οὖν ἀρ‐ τηριῶδες ἀγγεῖον ἐκ φλεβώδους οὐχ οἷόν τ’ ἦν ἐκφῦ‐
15ναι, παντὶ τοῦτο πρόδηλον. εἷς μὲν γὰρ χιτὼν καὶ λεπτὸς ὁ τῆς φλεβός, οὔτε δ’ εἷς οὔτε λεπτὸς οὕτως
ὁ τῆς ἀρτηρίας, ἀλλ’ ἐστὸν αὐτῆς δύο χιτῶνες· παχὺς μὲν ἱκανῶς καὶ πυκνὸς καὶ σκληρὸς ὁ ἔσωθεν εἰς ἶνας ἐγκαρσίας διαιρούμενος, ἁπαλὸς δὲ καὶ λεπτὸς καὶ μα‐333 in vol. 1

3

.

458

νὸς ὁ ἔξωθεν, οἷόσπερ καὶ ὁ ‖ τῆς φλεβός. οὔκουν οἷόν τ’ ἦν ἐξ ἁπλοῦ καὶ λεπτοῦ χιτῶνος, οἷόσπερ ὁ τῆς κοίλης ἐστίν, ἐκφῦναι διπλοῦν καὶ παχύν. οὐδὲ γὰρ ἐξ αὐτῆς τῆς καρδίας, καίτοι παχείας οὔσης, ἐκ
5παντὸς ὁρμᾶται μέρους οὔτ’ ἀρτηριῶδες ἀγγεῖον οὔτε φλεβῶδες, ἀλλ’ ἐκ μὲν τῶν λεπτοτέρων θ’ ἅμα καὶ μαλακωτέρων ἁπλᾶ καὶ μαλακὰ καὶ λεπτά, διπλᾶ δ’ αὖ καὶ παχέα καὶ σκληρὰ τῶν στεγανωτέρων αὐτῆς ἐκφύεται μορίων. οὐ μὴν οὐδ’ ὑμένας ἐπιφῦναι τηλι‐
10κούτους τε καὶ τοιούτους, ἡλίκοι τε καὶ οἷοι νῦν εἰσιν ἐπὶ τῷ στόματι τῆς ἀρτηριώδους φλεβός, οἷόν τ’ ἦν ἄνευ τῆς καρδίας. ἕδραν γάρ τιν’ αὐτοὺς ἔχειν ἀσφαλῆ προσῆκεν, ἐφ’ ἧς βεβήκασί τε ἅμα καὶ πεφύκασιν, ἵν’ ὀρθοί τε καὶ ἀκλινεῖς μένοντες ἀνθιστῶνται τοῖς εἰς
15τοὐπίσω τῶν ὑλῶν ῥεύμασιν, ὅταν ὁ θώραξ ἐνεργῶν ἰσχυρῶς ὅλον μὲν εἴσω τὸν πνεύμονα συνάγῃ καὶ συ‐ στέλλῃ περιλαμβάνων ἐν κύκλῳ, θλίβῃ δὲ καὶ πιέζῃ τὰς φλέβας. εἰ γὰρ καὶ ὅτι μάλιστα παχὺς αὐτῶν ὁ χιτὼν ἐγένετο καὶ δυσκίνητος, ἀλλ’ οὐκ ἀκίνητός γε
20παντάπασίν ἐστιν, ὡς μηδὲν πάσχειν ὑπὸ τοσούτων

3

.

459

μὲν ‖ μυῶν ἰσχυρῶν θ’ ἅμα καὶ μεγάλων, τοσούτων δ’ ὀστῶν ἀμυέλων τε καὶ σκληρῶν· ὧν ἁπάντων ἐν ταῖς σφοδροτέραις εἰς ἑαυτὸν ὅλου τοῦ θώρακος συν‐
όδοις ἰσχυρῶς ἐμπιπτόντων καὶ βιαζομένων τὸν πνεύ‐334 in vol. 1
5μονα, θλίβεσθαι μέν τι καὶ συστέλλεσθαι τὰς φλέβας ἀναγκαῖον, οὐ μὴν ἐκκενοῦσθαί γ’ αὖθις εἰς τοὐπίσω διὰ τοῦ στόματος ὑπὸ τῶν ὑμένων κλείεσθαι φθάνον‐ τος. ὅσον γὰρ ἂν ἐπωθῇ σφοδρότερον ὁ θώραξ ἐκ‐ θλίβων τὸ αἷμα, τοσούτῳ μᾶλλον ἀκριβῶς ἀποκλείουσι
10τὸ στόμιον οἱ ὑμένες. ἔσωθεν γὰρ ἔξω πεφυκότες ἐν κύκλῳ τε περιειληφότες ἅπαν τὸ στόμα καὶ σχῆμά τε καὶ μέγεθος ἕκαστος ἀκριβὲς οὕτως ἔχων, ὡς, εἰ τα‐ θεῖέν τε καὶ σταῖεν ὀρθοὶ σύμπαντες, εἷς γίγνεσθαι μέγας ἅπαν ἐπιφράττων τὸ στόμα, πρὸς μὲν τῶν ἔσω‐
15θεν ἔξω φερομένων ἀνατρεπόμενοι καὶ καταπίπτοντες εἰς τοὐκτὸς ἐπ’ αὐτὸν τῆς φλεβὸς τὸν χιτῶνα διεξέρ‐ χεσθαι ῥᾳδίως αὐτοῖς ἐπιτρέπουσιν, ἀνοιγνυμένου τε καὶ διοιγνυμένου τοῦ στόματος ἐπὶ πλεῖστον· εἰ δ’ ἔξωθεν εἴσω τι φέροιτο, τοῦτ’ αὐτὸ συνάγει τοὺς

3

.

460

ὑμένας ἐς ταὐτόν, ὡς ἐπιβαίνειν ἀλλή‖λοις, καί τιν’ οἷον πύλην ἀκριβῶς κεκλειμένην ἐξ αὐτῶν συνίστησι. προσπεφύκασι μὲν οὖν ἐφ’ ἅπασι τοῖς στόμασι τῶν ἐκ τῆς καρδίας ὁρμωμένων ἀγγείων ὑμένες ἐπιβαίνον‐
5τες ἀλλήλοις, οὕτως ἀκριβῶς ἔχοντες, εἰ ταθεῖεν ἅμα καὶ ὀρθοὶ σταῖεν, ὡς ἅπαν ἀποφράττειν τὸ στόμα. χρεία δ’ αὐτῶν ἐστιν ἁπάντων μὲν κοινή, κωλῦσαι παλινδρομεῖν εἰς τοὐπίσω τὰς ὕλας· ἰδία δ’ ἑκατέρων,
τῶν μὲν ἐξαγόντων αὐτὰς ἐκ τῆς καρδίας, ὥστε μηκέτ’335 in vol. 1
10εἰς ἐκείνην ἐπανέρχεσθαι, τῶν δ’ εἰσαγόντων, ὡς μη‐ κέτ’ ἀντεκρεῖν ἐξ αὐτῆς. οὐ γὰρ δὴ μάταιόν γε κά‐ ματον ἡ φύσις ἐβούλετο κάμνειν αὐτήν, ἐκπέμπουσαν μὲν ἐνίοτ’ εἰς ἐκεῖνο τὸ μόριον, ὅθεν ἕλκειν ἦν ἄμει‐ νον, ἕλκουσαν δ’ ἐξ ἐκείνου πολλάκις, οἷ πέμπειν
15ἐχρῆν. ἀλλ’ ἔστι τέτταρα τὰ πάντα στόματα, δύο καθ’ ἑκατέραν κοιλίαν, εἰσάγον μὲν τὸ ἕτερον, ἐξάγον δὲ τὸ λοιπόν, ὑπὲρ ὧν ὀλίγον ὕστερον εἰρήσεται τά τ’ ἄλλα σύμπαντα τὰ κατ’ αὐτὰ διηγουμένοις ἡμῖν, ὡς ἔχει, καὶ τοὺς ἐπιπεφυκότας ὑμένας, ὁπόσοι τε τὸν

3

.

461

ἀριθμόν εἰσι καὶ ὁποῖοι τὴν ‖ ἰδέαν, καὶ ὡς οὔτε πλείους οὔτ’ ἐλάττους αὐτούς, ἀλλ’ οὐδὲ μείζους ἢ μείους ἢ παχυτέρους ἢ λεπτοτέρους ἢ ἰσχυροτέρους ἢ ἀσθενεστέρους ἄμεινον ἦν γεγονέναι. τὸ δέ γε νῦν
5εἶναι τοσοῦτον ἤδη λέλεκται, διότι καὶ τὴν χρείαν ἀναγκαίαν οἱ ὑμένες οἵδε κέκτηνται, καὶ τὴν γένεσιν οὐκ ἐκ τῆς κοίλης φλεβὸς ἐνεδέχετο σχεῖν αὐτούς, ἀλλ’, ὡς νῦν ἔχουσιν, ἐξ αὐτῆς τῆς καρδίας. καὶ μὴν εἰ πάντα συνθείης ἅμα τοῦ λόγου τὰ κεφάλαια, τά
10τε νῦν εἰρημένα τά τε πρὸ τούτων ἔτι γεγραμμένα, τὸ ἐξ ἀρχῆς προκείμενον ἀποδεδεῖχθαί σοι δόξει. οὔτε γὰρ ὁ πνεύμων ὑπ’ ἄλλης φλεβὸς ἄμεινον ἂν ἐτρέ‐ φετο, οὔτ’ ἐκ τῆς κοίλης ἀποβλάστημα τοιοῦτον οὔτε χιτώνων οὔθ’ ὑμένων οἷόν τ’ ἦν γενέσθαι. ἐξ ὧν
15ἁπάντων εὔδηλον, ὡς πολὺ βέλτιόν ἐστιν ἀπὸ καρδίας
τρέφεσθαι τὸν πνεύμονα. καὶ μὴν εἴπερ ἐμφύοιτο μὲν ἕτερον εἰς τὴν καρδίαν ἀγγεῖον ἁπλοῦν τῷ χιτῶνι, διπλοῦν δ’ ἐξ αὐτῆς ἕτερον ἐκφύοιτο, κοινὴν χώραν αὐτοῖς ἀναγκαῖον οἷον δεξαμενήν τινα γίγνεσθαι, πρὸς336 in vol. 1

3

.

462

ἣν ἀμφοῖν περαινόντων ἕλκεται ‖ μὲν ἐκ θατέρου τὸ αἷμα, πέμπεται δὲ τῷ λοιπῷ. καὶ τοῦτ’ ἔστιν ἡ δεξιὰ κοιλία τῆς καρδίας, τοῦ πνεύμονος ἕνεκεν, ὡς ὁ λόγος ἐπέδειξε, γεγονυῖα. καὶ διὰ τοῦθ’ ὅσοις οὐκ ἔστι πνεύ‐
5μων ζῴοις, οὐδ’ ἡ καρδία τούτοις ἔχει διττὰς κοιλίας, ἀλλ’ ἡ τῶν ἀρτηριῶν ἁπασῶν τῆς κινήσεως ἐξηγου‐ μένη μόνη τούτοις τοῖς ζῴοις ἐστίν. αἱ γὰρ δὴ φλέβες ἐξ ἥπατος ἄρχονται, καθάπερ καὶ τοῦτο διὰ πλειόνων ἐν τοῖς Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος
10δογμάτων ἀποδέδεικται, καὶ πάντ’ ἀλλήλοις ὁμολογεῖ καὶ μαρτυρεῖ τἀληθῆ. καὶ ἡμῖν ἤδη τὸ προσῆκον ἔχει τέλος ὁ λόγος ὁ περὶ τῆς δεξιᾶς κοιλίας τῆς καρδίας, ἀεὶ τῷ πνεύμονι συναπολλυμένης τε καὶ συγγεννωμένης ἐν ἅπασι τῶν ζῴων τοῖς γένεσιν.
15 Εἰ γάρ τις ἐθέλοι τὴν αἰτίαν ἐκμαθεῖν τῆς ἀγνοίας τῶν οὐκ ὀρθῶς ἀποφηναμένων ἰατρῶν καὶ φιλοσόφων ὑπὲρ τοῦ πλήθους τῶν ἐν τῇ καρδίᾳ κοιλιῶν, ἑτέρωθι δέδεικται τὰ τοιαῦτα σύμπαντα περὶ

3

.

463

πάσης τῆς ἐν ‖ ταῖς ἀνατομαῖς διαφωνίας. καὶ ὥσπερ αἱ περὶ τῶν ἐνεργειῶν ἀποδείξεις τοῦ νῦν ἐνεστῶτος ἡμῖν προηγοῦνται λόγου, κατὰ τὸν αὐτὸν τρόπον αὐ‐
τῶν ἐκείνων αἵ τε περὶ τῆς ἐν ταῖς ἀνατομαῖς διαφω‐337 in vol. 1
5νίας καὶ αἱ τῶν ἐγχειρήσεων. οὔκουν οὔτε περὶ τοῦ πλήθους τῶν ἐν ταῖς ἀρτηρίαις ἢ φλεψὶ χιτώνων ἐν τούτῳ χρὴ τῷ λόγῳ μεμνῆσθαι τῆς διαφωνίας οὔτ’ ἄλλου τινὸς ὧν ἢ πρόσθεν εἴπαμεν ἢ ἐφεξῆς ἐροῦμεν. ἰδίᾳ γὰρ ἅπαντα ταῦτα προαποδείξαντες, ὅπως ἡμῖν
10ἡ παροῦσα διέξοδος αὐτὴ καθ’ αὑτὴν περαίνοιτο μη‐ δενὸς τῶν ἄλλων ἐφαπτομένη ζητημάτων, ἐν τῷ λόγῳ τούτῳ παντὶ τὰ δι’ ἐκείνων ἀποδεδειγμένα τοῖς ἐνε‐ στῶσιν ὑποθέσεις ποιούμενοι τὰς χρείας μόνας ἐπέξιμεν ἑκάστου τῶν μορίων, οὐδ’ ἐνταῦθα τῶν ἑτέροις εἰρη‐
15μένων οὐκ ὀρθῶς ἐξελέγχοντες τὴν ἄνοιαν ὅτι μὴ πάρεργον, ἢν ἱκανῶς ἀναγκαῖον ᾖ πολλοῖς δόγμασιν ἢ κοινῇ χρηστὸν ἔσεσθαι μέλλῃ τὸ ῥηθέν. ὥσπερ

3

.

464

ἀμέλει καὶ νῦν ἔγνωκα τῶν Ἀσκληπιάδῃ κα‖κῶς εἰρη‐ μένων ὑπὲρ τῶν τοῦ πνεύμονος ἀγγείων μνημονεῦσαι καὶ δεῖξαι τὸν τῆς Ἀδραστείας ὡς οὐδεὶς ἐκφεύξεται θε‐ σμόν, οὐδ’ ἂν ἱκανῶς ᾖ πανοῦργός τε καὶ δεινὸς λέγειν,
5ἀλλ’ ὁμολογεῖ καὶ αὐτός ποτε τὴν πανουργίαν καὶ μάρ‐ τυς γίγνεται τοῖς ἀληθέσι πολὺ πιστότερος τῶν ἄλλων, ὅσῳ μηδ’ ἑκὼν μαρτυρεῖ. πρώτη μὲν γὰρ αἰτία πᾶσι τοῖς γιγνομένοις, ὥς που καὶ Πλάτων ἐπεδείκνυεν, ὁ σκοπὸς τῆς ἐνεργείας ἐστί. τοιγαροῦν οὐδ’ ἐπερωτω‐
10μένῳ τινὶ τῆς εἰς τὴν ἀγορὰν ἀφίξεως τὴν αἰτίαν ἑτέ‐
ρως ἀποκρίνασθαι κάλλιον ἐγχωρεῖ ταύτην παραλιπόντι· γελοῖος γὰρ ἂν εἴη, εἴ τις ἀντὶ τοῦ φάναι τόδε τι τὸ σκεῦος ἢ ἀνδράποδον ὠνησόμενος ἥκειν ἢ φίλῳ τῷδε συντυχεῖν ἢ ἀποδόσθαι τόδε τι, ταυτὶ μὲν παραλίποι,338 in vol. 1
15διότι δ’ εἶεν αὐτῷ δύο πόδες οἷοι κινεῖσθαί τε ῥᾳδίως κατά τε τῆς γῆς ἀσφαλῶς στηρίζεσθαι, [τούτοις ἐναλλὰξ ἑκατέρῳ τῶν εἰρημένων ποδῶν] διὰ τοῦτ’ εἰς τὴν ἀγο‐ ρὰν ἀφῖχθαι λέγοι. εἴρηκε μὲν γάρ τινα καὶ οὗτος

3

.

465

ἴσως αἰτίαν, ἀλλ’ οὐ τὴν ὄντως ‖ αἰτίαν οὐδὲ τὴν πρώτην, ἀλλ’ ὀργανικήν τέ τινα καὶ ὧν οὐκ ἄνευ, μᾶλλον οὐκ αἰτίαν. οὕτω μὲν ὀρθῶς ἐγίγνωσκε περὶ φύσεως αἰτίας ὁ Πλάτων. ἡμεῖς δ’, ὅπως μὴ δόξωμεν
5ὑπὲρ ὀνομάτων τερθρεύεσθαι, συγχωρήσαντες γένη πλείω τῶν αἰτιῶν ὑπάρχειν, πρῶτον μὲν καὶ μάλιστα, δι’ ὃ γίγνεταί τι, δεύτερον δ’, ὑφ’ οὗ γίγνεται, καὶ τρίτον, ἐξ οὗ, καὶ τέταρτον, δι’ οὗ, καὶ πέμπτον, εἰ βούλει, τὸ καθ’ ὅ, πρὸς ἕκαστον γένος ἀξιώσομεν αὐ‐
10τοὺς ἀποκρίνασθαι περὶ πάντων τοῦ ζῴου τῶν μορίων, εἴπερ ὄντως εἰσὶ φυσικοί. ἡμεῖς μὲν γὰρ ἐρωτηθέν‐ τες, διὰ τί τοῦ πνεύμονος ἐνήλλακται τῶν ἀγγείων ἡ φύσις, ἀρτηριώδους μὲν τῆς φλεβὸς ἀποτελεσθείσης, φλεβώδους δὲ τῆς ἀρτηρίας, ἀποκρινούμεθα τὴν ὄντως
15τε καὶ πρώτην αἰτίαν, ὅτι βέλτιον ἦν ἐν τούτῳ μόνῳ τῷ σπλάγχνῳ στεγανὴν μὲν τὴν φλέβα, μανὴν δ’ εἶναι τὴν ἀρτηρίαν. Ἐρασίστρατος δ’ οὐχ οὕτως, ἀλλ’ ὅτι,
φησίν, ἡ μὲν φλὲψ ἐκπέφυκεν, ὅθενπερ αἱ εἰς ὅλον τὸ σῶμα διανεμόμεναι τὴν ἀρχὴν ἔχουσιν ἀρτηρίαι, ‖339 in vol. 1

3

.

466

συντέτρηται δ’ εἰς τὴν τοῦ αἵματος κοιλίαν, ἡ δ’ ἀρ‐ τηρία πάλιν ὅθεν αἱ φλέβες ἄρχονται πεφυκυῖα πρὸς τὴν πνευματικὴν τῆς καρδίας συντέτρηται κοιλίαν. Ἀσκληπιάδης δ’ ἀμφοτέρας ὑπερβὰς τὰς
5αἰτίας, τήν τ’ ἐκ προνοίας τοῦ δημιουργοῦ, τὴν πρώ‐ την ῥηθεῖσαν, καὶ τὴν οἷον ὑλικήν, τὴν δευτέραν, ἐπὶ τὸ πάντων ἀτιμότατον εἶδος αἰτίας ἀφικόμενος, ὃ μηδ’ ἁπλῶς αἰτίαν εἴποι τις ἂν οἶμαι διαλεκτικὸς ἀνήρ, ἀλλ’ ἤτοι κατὰ συμβεβηκὸς ἢ ἐξ ἀκολουθίας αἰτίαν, ὅλον
10τοῦτο καθάπερ ἀδόκιμον δραχμήν, οἴεται πιθανὸς εἶναι καὶ σοφός, οὐκ ἐννοήσας οἶμαι τὸν τῆς Ἀδραστείας θεσμόν, ὡς οὐδεὶς οὕτω λόγος ἕτερος ἐξελέγχει τῶν δογμάτων αὐτοῦ τὴν ἀτοπίαν, ὡς αὐτὸς οὗτος ὁ σοφῶς ὑπ’ αὐτοῦ δοκῶν ἐξευρῆσθαι. διότι γάρ, φησίν, ἐν
15τῷ πνεύμονι μόνῳ τῶν ἁπάντων ὀργάνων αἱ μὲν ἀρ‐ τηρίαι διπλῆν κινοῦνται κίνησιν, ἥν τ’ οἴκοθεν ἔχου‐ σιν ἐκ τῆς σφετέρας αὐτῶν οὐσίας, σφύζουσαι δηλο‐

3

.

467

νότι, καὶ ἣν ἐκ τοῦ τῆς ἀναπνοῆς ἔργου, ‖ σειομένου διὰ παντὸς τοῦ πνεύμονος, ἐπικτῶνται, διὰ τοῦθ’ ὑπερ‐ πονοῦσαι καταλεπτύνονται, τῶν ἐν τοῖς ἄλλοις μορίοις ἀρτηριῶν αὐτάρκως κινουμένων τὴν οἰκείαν κίνησιν
5οὖσαν μίαν καὶ διὰ τοῦτ’ εὐτραφῶν τε καὶ ἰσχυρῶν γιγνομένων. αἱ δ’ αὖ φλέβες, φησίν, αἱ μὲν καθ’ ὅλον τὸ ζῷον ἀκίνητοι μένουσαι δίκην ἀνδραπόδου
τινὸς ἀργοῦ καὶ ἀγυμνάστου, δικαίως ἀτροφοῦσιν· αἱ δὲ κατὰ τὸν πνεύμονα τὴν τοῦ σπλάγχνου κίνησιν340 in vol. 1
10ἐπικτησάμεναι παχύνονται παραπλησίως τοῖς τὰ μέτρια γυμναζομένοις. ἀλλ’, ὦ σοφώτατε πάντων ἀνδρῶν Ἀσκληπιάδη, τὰ μὲν ἄλλα σου τῶν λόγων ἁμαρτήματα μακροτέρας ἔργον ἐξελέγξαι σχολῆς· ἃ δ’ ἂν οὐδὲ παῖς ἀγνοήσειε, μήτι γε οὕτως ἀλαζὼν ἀνήρ, ἐστὶ διττά,
15γένεσις δ’ αὐτῶν ἑκατέρῳ τῷ μὲν ἐκ ῥᾳθυμίας τῆς περὶ τὰς ἀνατομάς, τῷ δ’ ἐξ ἀγνοίας λογικῆς θεωρίας. ἀνατομῆς μὲν γὰρ ἔμπειρος εἴπερ ἦσθα, τάχ’ ἂν ἐγί‐

3

.

468

γνωσκες, ὡς οὐ πάχει μόνον, ἀλλὰ καὶ ‖ πλήθει καὶ ποιότητι χιτώνων ἀρτηρία φλεβὸς διαφέρει. ὁ γὰρ ἔσωθεν χιτὼν ὁ παχὺς καὶ σκληρός, ὁ τὰς ἐγκαρσίας ἔχων ἶνας, οὐδ’ ὅλως ἐστὶ ταῖς φλεψί. σὺ δ’ εἴτ’
5ἐστὶν εἴτ’ οὐκ ἔστι, μὴ πολυπραγμονήσας, ὑπὲρ ὧν οὐδὲν οἶσθα σαφές, ἀποφαίνεσθαι τολμᾷς ὡς εἰδώς, ὁ τὰς Ἡροφίλου διαπτύων ἀνατομάς, ὁ κατεγνωκὼς Ἐρασιστράτου καὶ μικρὸν φροντίζων Ἱπποκράτους. ἆρ’ ἀγνοεῖς ὄντως οὐκ ἐχούσας τὸν ἔσωθεν χιτῶνα
10τὸν σκληρὸν τὰς φλέβας τοῦ πνεύμονος; ἢ τοῦτο μὲν γιγνώσκεις, οἴει δ’, ὅταν ἰσχνὸν γίγνηταί τι μόριον, οὐ τὸ πάχος αὐτοῦ τῶν χιτώνων, ἀλλὰ τὸ πλῆθος διαφθείρεσθαι; καὶ τῆς γαστρὸς ἄρα τοῖς μὲν ἐσχάτως ἰσχνοῖς εἷς ἔσται χιτών, τοῖς δ’ εὐέκταις τέτταρες.
15οὕτω δὲ καὶ τῶν ὀφθαλμῶν τρεῖς μέν, εἰ τύχοι, τοῖς
ὑπὸ φθόης ἐχομένοις, ἐσχάτως γὰρ τούτοις συντετή‐ κασι, τέτταρες δὲ τοῖς ἄλλως νοσοῦσι, πέντε δ’ ἡμῖν τοῖς ὑγιαίνουσιν, ἓξ δ’, εἰ τύχοι, τοῖς εὐέκταις ἡμῶν,341 in vol. 1

3

.

469

καὶ τοῖς ἀθληταῖς ‖ ἑπτὰ καὶ τούτων ἔτι πλείους τοῖς περὶ Μίλωνα καὶ Πολυδάμαντα. καλὸν δ’ ἦν, εἰ καὶ τοὺς τῶν χειρῶν δακτύλους ἐν μὲν ταῖς εὐεξίαις πλείους, ἐν δὲ ταῖς καχεξίαις ἐλάττους εἴχομεν. ἦν γὰρ ἂν
5οὕτως ἄξιον τῆς Ἀσκληπιάδου σοφίας τὸ θέαμα, τρεῖς μέν, εἰ τύχοι, δακτύλους ἔχων ὁ Θερσίτης, ὁ δ’ Αἴας ἑπτὰ καὶ πλείους ἔτι τούτων ὁ Ἀχιλλεύς, Ὠρίων δ’ οἶμαι καὶ Τάλως ὑπὲρ τοὺς τῶν ἰούλων πόδας. οὐκ ἔστιν, ὦ γενναιότατε, μοχθηραῖς δογμάτων ὑποθέσεσι
10χρησάμενόν τινα μὴ οὐ καταγέλαστον εὑρίσκεσθαι πολλαχόθι. νοῦς ἐστὶν ὁ πάντα διατάττων ταῦτα καὶ κοσμῶν, οὐκ ὄγκοι σωμάτων αὐτομάτως ἀλλήλοις περι‐ πλεκόμενοι. καὶ διὰ τοῦτο τοῦ μὲν πνεύμονος αἱ ἀρ‐ τηρίαι φλεβώδεις, αἱ φλέβες δ’ ἀρτηριώδεις, ὅτι βέλ‐
15τιον οὕτως· αἱ δὲ τῆς καρδίας κοιλίαι δύο μέν, οἷς πνεύμων ἐστί, μία δ’, οἷς οὐκ ἔστι· καὶ γὰρ καὶ τοῦτο βέλτιον· ὑμένες δ’ ἐφ’ ἑκάστῳ τῶν στομάτων, ἵν’ ἡ καρδία μὴ μάτην πονῇ, καὶ ὁ πέμπτος λοβὸς τοῦ πνεύ‐

3

.

470

μονος, ἵν’ ἡ κοίλη φλὲψ στηρίζηται, καὶ τῶν ‖ ἄλλων ἕκαστον. ὧν οὐδενὸς αἰτίαν εἰπὼν τῆς γενέσεως ὁ σοφὸς Ἀσκληπιάδης, ὅτι μηδ’ εἶχεν, ἑνὸς ἐξ ἁπάντων αἰτίαν ἀποδίδωσιν, εὐπορήσας, ὡς ᾤετο, πιθανοῦ λο‐
5γισμοῦ. συγχωροῦμέν σοι καλῶς εἰρῆσθαι περὶ τῶν
τοῦ πνεύμονος ἀγγείων· ἐπιχείρησόν τι καὶ περὶ τῶν ἄλλων εἰπεῖν τοῦ ζῴου μορίων. ἡμεῖς μὲν γὰρ ἁπάν‐ των οὐχ ἓν αἰτίας γένος, ἀλλὰ σύμπαντα λέγομεν, ἓν μὲν τὸ πρῶτόν τε καὶ κυριώτατον, ὅτι βέλτιον οὕτως,342 in vol. 1
10ἐφεξῆς δ’ αὐτῷ τὰ ἀπὸ τῶν ὀργάνων καὶ τῆς ὕλης, οἷς χρώμενος ὁ δημιουργὸς εἰς τὸ βέλτιον εἶδος ἕκα‐ στον τῶν γιγνομένων ἄγει, τὰς μὲν ἀρτηρίας τοῦ πνεύμονος μανάς, τὰς δὲ φλέβας ἐργασάμενος στεγανὰς δι’ ἣν εἴπαμεν αἰτίαν· ἐπεὶ δ’ οὕτως ἦν ἐργάσασθαι
15βέλτιον, ἐκ μὲν τῶν ἀρτηριωδῶν μορίων τῆς καρδίας ἐκφύσας τὰς φλέβας, ἐκ δὲ τῶν φλεβωδῶν τὰς ἀρτη‐ ρίας· ἐπεὶ δ’ ὕλην ἑκατέραις χορηγεῖν ἔδει τὴν πρέ‐ πουσαν, εἰς μὲν τὴν τοῦ πνεύματος κοιλίαν τὰς ἀρτη‐ ρίας, εἰς δὲ τὴν ἑτέραν τὰς φλέβας ἀναστομώσας· ἐπεὶ

3

.

471

δ’ ἦν ἄμεινον τὸ δυσπαθέστε‖ρον αὐταῖς σχῆμα περι‐ θεῖναι, στρογγύλας ἐργασάμενος· ἐπεὶ δ’ ἐξ ὕλης τε καὶ δι’ ὀργάνων ἐχρῆν αὐτὰς δημιουργῆσαι, τὸ μὲν ὑγρὸν ἀναμίξας τῷ ξηρῷ καί τινα χυμὸν ἐξ ἀμφοῖν
5οἷον κηρὸν εὐτύπωτον ἐργασάμενος ὕλην ταύτην τοῖς ἐσομένοις ὑπεβάλετο· τὸ δὲ θερμὸν τῷ ψυχρῷ κεράσας, ὄργανα ταῦτα δραστικὰ περὶ τὴν ὕλην παρεσκευάσατο, κἀκ τούτων ἤδη, τὸ μέν τι ξηραίνων τῆς ὕλης τῷ θερμῷ, τὸ δέ τι πηγνὺς τῷ ψυχρῷ, τὸ δέ τι γεννήσας
10εὔκρατον πνεῦμα τῇ τούτων μίξει κἄπειθ’ οὕτω δια‐
φυσήσας τε καὶ διαστήσας τὴν ὕλην, ἀγγεῖον κοῖλον πρόμηκες ἐδημιουργήσατο, πλέον μὲν τῆς ὕλης ἐπάρ‐ δων, ᾧ βέλτιον ἦν γενέσθαι παχυτέρῳ, μεῖον δ’, ᾧ λεπτοτέρῳ. ἔχεις ἁπάσας ἤδη τῷ λόγῳ τὰς αἰτίας,343 in vol. 1
15τὴν ἐκ τοῦ τέλους, τὴν ἐκ τοῦ δημιουργοῦ, τὴν ἐκ τῶν ὀργάνων, τὴν ἐκ τῆς ὕλης, τὴν κατὰ τὸ εἶδος. σὺ δ’ εἰ καὶ τὰς κυριωτάτας ἐθέλεις παραλείπειν, τήν

3

.

472

τε δι’ ὃ γίγνεταί τι καὶ τὴν ὑφ’ οὗ, ‖ τὰς ἄλλας γοῦν εἰπὲ καθ’ ἕκαστον τῶν μορίων. ἀλλ’ οὐ πράττεις οὕ‐ τως. οὐ γὰρ οἶμαι δυνατὸν εὐπορεῖν πιθανῶν λογι‐ σμῶν ἐν τοῖς κατὰ μέρος ἅπασιν ἐπὶ μοχθηραῖς ὑπο‐
5θέσεσιν. αὐτὸ δὴ τοῦτ’ ἦν, ὃ πρόσθεν ᾐνιττόμην ἀμαθίᾳ γίγνεσθαι τῆς λογικῆς θεωρίας. ἄμεινον γὰρ ἦν ἐφ’ ἅπασι παραλείπειν τῆς γενέσεως ἑκάστου τὴν αἰτίαν, ἵν’ ὑπονοήσῃ τις αὐτοὺς ἑκόντας σιωπᾶν. εἰς τοσοῦτον δ’ ἀναισθησίας ἥκουσιν, ὡς μὴ γιγνώσκειν,
10ὅτι τὴν ἐν τοῖς ἄλλοις σιωπὴν ὕποπτον ἐργάζονται τῇ δι’ ἑνὸς ἢ δυοῖν ἐξηγήσει, περὶ μὲν ἀρτηριῶν καὶ φλεβῶν τῶν κατὰ τὸν πνεύμονα λέγειν ἐπιχειροῦντες οὐ τὸ θεῖον εἶδος τῆς αἰτίας, ὡς ὁ Πλάτων ὠνόμαζεν, ἀλλὰ τὸ ἀναγκαῖον, ἅπαντα τἄλλα παραλιπόντες. οὔτε
15γὰρ ὡς ἦν ἀναγκαῖον ἐνταῦθα τετάχθαι τὴν καρδίαν, οὔθ’ ὡς τοῖς μὲν δύο σχεῖν κοιλίας, τοῖς δὲ μίαν, οὔθ’ ὅσοις πνεύμων οὐκ ἔστιν, ἀπόλλυσθαι τὴν δε‐
ξιὰν κοιλίαν, οὔτ’ ἄλλ’ οὐδὲν τῶν πάντων ἐξηγεῖσθαι τολμῶντες, ἐν οἷς ἄν τινα λῆρον ἐξεύρωσι πιθανόν,344 in vol. 1

3

.

473

ἐν τού‖τοις ἡμῶν κατατρίβουσι τὸν χρόνον. εἰ μὴ γὰρ Ἀσκληπιάδης εἰς τοσοῦτον φλυαρίας ἐξέπεσεν, ὡς πρὸς τῷ μεγάλην ὑποψίαν ἑαυτῷ προστρίψασθαι τῆς περὶ τῶν ἄλλων ἁπάντων ἀπορίας, ἐξ ὧν εὐπορεῖν
5ἔδοξεν ἐφ’ ἑνός, ἔτι καὶ τὰ διὰ τῶν ἀνατομῶν φαι‐ νόμενα κατάφωρος εἶναι μὴ γιγνώσκων, οὐκ ἂν ἐγὼ νῦν ἐξελέγχειν αὐτὸν ἐπιχειρῶν ἀπώλλυον τὸν χρόνον, ἀλλ’ εἰχόμην ἂν τοῦ προκειμένου μοι σκοποῦ, καθάπερ ἐξ ἀρχῆς ἐποίησα, τὰ κακῶς εἰρημένα παραλιπὼν ἀνεξ‐
10έλεγκτα πάντα. νυνὶ δ’, ἐπειδὴ τινὲς τῶν μεταχειρι‐ ζομένων τὰς τοιαύτας αἱρέσεις, ἐφ’ οἷς ἐχρῆν αὐτοὺς αἰδεῖσθαι, κομπάζουσιν, ἀναγκαῖον ἡγησάμην ἐξελέγξαι τὸν λόγον, ὅπως μὴ πλείους ἀπατήσειεν. ὁ δ’ ἔλεγχος, ὡς καὶ πρόσθεν εἴρηται, διττός, ὁ μὲν ἐκ τῆς ἀνατο‐
15μῆς ὁρμώμενος, ὁ δ’ ἐξ ἀκολουθίας λογικῆς. ὧν οὐ‐ δέτερον ἐφαίνετο γιγνώσκων ὁ σοφὸς Ἀσκληπιάδης, οὔθ’ ὡς οὐ πάχει μόνον, ἀλλὰ καὶ πλήθει χιτώνων καὶ σκληρότητι καὶ τῇ τῶν ἰνῶν θέσει διαλλάττουσιν

3

.

474

ἀρτηρίαι φλεβῶν, οὔθ’ ὡς, ἐξ ὧν ‖ εὔπορός ἐστιν ἐν τοῖσδε, κατάφωρος γίγνεται μηδὲν ὑπὲρ τῶν ἄλλων ἔχων εἰπεῖν. ἵν’ οὖν ἐναργῶς ἐξελεγχθῇ, τῶν ἐξ ἀνα‐ τομῆς τι φαινομένων αὖθις αὐτῷ λέγωμεν. ὅτι μὲν
5γὰρ οὐκ ἀναπνεῖ τῶν ἐμβρύων οὐδέν, αὐτὸς ὁμολογεῖ· ὅτι δ’, εἰ καὶ τῶν ἀρτίως τι γεγενημένων ζῴων ἢ καὶ κυουμένων ἔτι λαβὼν ἀνατέμοις, αἱ μὲν ἀρτηρίαι
φλεβώδεις, αἱ δὲ φλέβες ἀρτηριώδεις εἰσὶν αἱ τοῦ πνεύμονος, ἐγώ φημι, κἂν ἐκεῖνος μὴ λέγῃ. καὶ μὴν345 in vol. 1
10οὐ συμβαίνει γε ταῦτ’ ἀλλήλοις. πῶς γὰρ ἂν ἔτι διὰ τὴν ἐκ τῆς ἀναπνοῆς κίνησιν ἢ τὰς ἀρτηρίας ὑπερπο‐ νεῖν ἢ τὰς φλέβας συμμέτρως γυμνάζεσθαι λέγοι τις, ὁπότε γε φαίνονται τοιαῦται τοῖς ἐμβρύοις ὑπάρχουσαι καὶ πρὸ τῆς ἀναπνοῆς; ἀλλὰ τὰ μὲν ἐν τοῖς ἐμβρύοις
15ὀλίγον ὕστερον εἰρήσεται, θαυμαστὰ θεάματα περὶ τὴν βάσιν ὅλην τῆς καρδίας· ὧν οὐδὲν οὔτ’ ἐγίγνωσκεν Ἀσκληπιάδης οὔτ’, εἴπερ ἔγνω, δυνατὸν ἦν αὐτῷ τὰς αἰτίας ἐξευρεῖν εἰς ὄγκους καὶ κενὸν ἀνάγοντι τῶν γιγνομένων ἁπάντων τὰς ἀρχάς. ἐν δὲ τῷ παρόντι

3

.

475

λόγῳ, προς‖παῖξαι γὰρ ἔγνωκ’ αὐτῷ καὶ δεῖξαι τήν τ’ ἐν ταῖς ἀνατομαῖς ἐμπειρίαν ὁπόσην τινὰ καὶ ὁποίαν ἔχων οὐ λέληθε καὶ τὴν τῶν ἀκολούθων καὶ μαχο‐ μένων ἐπιστήμην, ἔτι τοῦ θώρακος καὶ τῆς καρδίας
5ἀναμνήσω τὸν ἄνθρωπον. ἐγκεφάλου μὲν γὰρ ἴσως, ὅτι πόρρω τοῦ πνεύμονός ἐστι, διὰ τοῦτ’ ἐπελάθετο, διὰ παντὸς μὲν κινουμένου, μήτε δ’ ἀρτηριώδεις τὰς φλέβας ἔχοντος μήτε φλεβώδεις τὰς ἀρτηρίας. ἀλλ’ ὅ γε θώραξ ὅλος κινεῖται μὲν καὶ κατ’ αὐτὸν τὸν
10Ἀσκληπιάδην πολὺ δήπου σφοδρότερον τοῦ πνεύμονος, εἴ γε σείεται μὲν ἐκεῖνος ὑπὸ τῆς διόδου τοῦ πνεύ‐ ματος, οἷον χοάνη τις, ὁ δὲ θώραξ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ διαστέλλεται καὶ συστέλλεται μέχρι πλείστου. τὰς φλέβας δ’ οὐκ ἔσχεν ἀρτηριώδεις, ὥσπερ οὐδὲ τὰς
15ἀρτηρίας φλεβώδεις. ἐχρῆν δ’ οἶμαι τὰς μὲν εἰς μετριότητα κινήσεως ἀγομένας παχύνεσθαι, τὰς δ’ ὑπερπονούσας λεπτύνεσθαι. τί δεῖ λέγειν ἔτι περὶ τῆς καρδίας αὐτῆς ἁπάντων μὲν σφοδρότατα κινου‐346 in vol. 1

3

.

476

μένης, ὁμοίας δὲ ταῖς ἐν παντὶ ‖ μορίῳ τοῦ ζῴου τὰς ἀρτηρίας ἐχούσης καὶ τὰς φλέβας, ὥσπερ ὅ τε θώραξ ὅλος ὅ τ’ ἐγκέφαλος, ὡς εἴρηται; πάντ’ οὖν τὰ μόρια, τά θ’ ὑπερβαλλόντως πονοῦντα τά τε μετρίως τά θ’
5ὅλως ἀργοῦντα, καὶ τὰς φλέβας ὁμοίας ἀλλήλαις ἔχει καὶ τὰς ἀρτηρίας, ὅτι βέλτιον τοῦτο· μόνος δ’ ὁ πνεύ‐ μων, ὅτι κἀκεῖνο βέλτιον, ἐνηλλαγμένην ἐκτήσατο τῶν κατ’ αὐτὰς χιτώνων τὴν ἰδέαν. οὕτως ἐν ἅπασιν ὁ δημιουργὸς ἡμῶν ἕνα σκοπὸν ἔχει τῆς διαπλάσεως
10τῶν μορίων, τὴν ἔκλεξιν τοῦ κρείττονος. ἀλλὰ περὶ μὲν Ἀσκληπιάδου καὶ ταῦτ’ ἴσως πλείω τοῦ δέοντος. Ὃ δ’ ἐφεξῆς μέν ἐστι τοῖς εἰρημένοις, ἀνεβαλόμεθα δ’ ἐρεῖν αὐτό, νῦν ἤδη λεγέσθω. τεττά‐ ρων ὄντων ἐν τῇ καρδίᾳ στομάτων, τρεῖς μὲν ἐφ’
15ἑκάστῳ τῶν ἄλλων ὑμένες εἰσί, δύο δ’ ἐπὶ τῆς ἀρτη‐ ρίας τῆς φλεβώδους μόνης. ἐκφύονται μὲν οὖν ἅπαν‐ τες ἐξ αὐτῶν τῶν στομάτων, ἐντεῦθεν δ’ ὁρμηθέντες οἱ μὲν εἴσω προΐασιν εἰς τὰς τῆς καρδίας κοιλίας,

3

.

477

ὥστε καὶ συνάπτονται πρὸς αὐτὰς ἰσχυροῖς ‖ δεσμοῖς, οἱ δ’ ἐκτὸς ἀποκλίνουσιν, ἵνα πρῶτον ἀνίσχει τῆς καρ‐ δίας ἑκάτερον τῶν ἀγγείων. εἰσὶ δ’ ἐπὶ μὲν τῆς φλε‐ βὸς τῆς ἀρτηριώδους, ἣν τὸν πνεύμονα τρέφειν ἐλέ‐
5γομεν, ἔσωθεν ἔξω νεύοντες ὑμένες τρεῖς, ἀπὸ τοῦ
σχήματος ὑπὸ τῶν περὶ τὰς ἀνατομὰς ἐχόντων ὀνομα‐ ζόμενοι σιγμοειδεῖς· ἐπὶ δὲ τῆς εἰσαγούσης τὸ αἷμα φλεβὸς τρεῖς μὲν κἀπὶ ταύτης ἔξωθεν ἔσω νεύοντές εἰσιν, ἀλλὰ πολὺ καὶ πάχει καὶ ῥώμῃ καὶ μεγέθει δια‐347 in vol. 1
10φέρουσιν ἐκείνων. ἄλλο δὲ τρίτον οὐκ ἔστι κατὰ τὴν δεξιὰν κοιλίαν στόμα. καὶ γὰρ ἡ τὰ κάτω τοῦ θώρακος τρέφουσα καὶ ἡ περιστεφανοῦσα τὴν καρδίαν, οὕτω γὰρ αὐτὴν καὶ ὀνομάζουσιν, ἔξωθεν τῶν ὑμένων τὴν ἀρχὴν τῆς ἐκφύσεως ἔχουσι. καὶ μέν γε καὶ κατὰ τὴν
15ἑτέραν κοιλίαν τῆς καρδίας ἓν μὲν στόμα τὸ μέγιστον ἁπάντων ἐστὶ τὸ τῆς ἀρτηρίας τῆς μεγάλης, ἀφ’ ἧς ἅπασαι πεφύκασιν αἱ κατὰ τὸ ζῷον ἀρτηρίαι, τρεῖς δὲ καὶ τούτῳ σιγμοειδῶν ὑμένων ἐπιφύσεις ἔσωθεν ἔξω φερομένων εἰσίν. ἕτερον δὲ στόμα τὸ τῆς φλεβώδους ‖

3

.

478

ἀρτηρίας τῆς εἰς τὸν πνεύμονα κατασχιζομένης ἔξωθεν ἔσω πεφυκότων ὑμένων δυοῖν ἐπίφυσιν ἔχον, ὧν τὸ σχῆμα τῶν γιγνωσκομένων οὐδενὶ προσεικάσαι τῶν ἀνατομικῶν ἀνδρῶν ἐπεχείρησεν οὐδείς, ὥσπερ καὶ
5τῶν σιγμοειδῶν. οὐδὲ γὰρ οἱ τριγλώχινας αὐτοὺς ὀνομάσαντες ἀπὸ τοῦ καθ’ ἕκαστον σχήματος, ἀλλ’ ἀπὸ τῆς πρὸς ἀλλήλους συντάξεως ἐποίησαν τοὔνομα· καὶ γὰρ ἀκριβῶς ἡ σύνθεσις αὐτῶν ἔοικε ταῖς τῶν ἀκίδων γλωχῖσιν. ἀλλὰ τοὺς μὲν ἐπὶ τῷ τῆς κοίλης φλεβὸς
10στόματι τρεῖς ὄντας οὕτως ὀνομάζειν ἐγχωρεῖ· τοὺς δ’ ἐπὶ τῷ τῆς φλεβώδους ἀρτηρίας οὐκέτ’ ἂν ὀρθῶς τις οὕτως ὀνομάζοι δύο ὄντας. διὰ τί μὲν οὖν ἐπὶ
τούτῳ μόνῳ τῷ στόματι δύο γεγόνασιν ὑμένες, οὐδὲ γὰρ οὐδὲ τοῦτ’ ἠμέληται τῇ φύσει, μικρὸν ὕστερον348 in vol. 1
15ἐροῦμεν. ὅτι δ’ εὐλόγως ἐπὶ μὲν τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις ἰσχυροὶ καὶ μεγάλοι πεφύκασιν ὑμένες, ἐπὶ δὲ τοῖς ἐξάγουσιν ἀσθενέστεροι, τά τ’ ἄλλα τὰ περὶ τὴν ὁλκὴν καὶ τὴν ἔκπεμψιν τῶν ὑλῶν τῇ φύσει παρεσκευασμένα λέγειν ἤδη πειράσομαι. ἔστι μὲν ‖

3

.

479

οὖν καὶ μετ’ αὐτῆς τῶν μορίων τῆς θέας ἑρμηνεῦσαι σαφῶς τὰ τοιαῦτα χαλεπόν, ἀπούσης δ’ ἐκείνης ἐγγὺς ἀδύνατον· πειρατέον δ’ ὅμως, εἰς ὅσον οἷόν τε σαφέ‐ στατα διελθεῖν αὐτά. τῶν ἔξωθεν ἔσω φερομένων
5ὑμένων, οὓς ἰσχυροὺς καὶ μεγάλους ὑπάρχειν ἔφαμεν, ἁπάντων εἰς αὐτὴν τὴν καρδίαν ἀνῆπται τὰ πέρατα δεσμοῖς εὐρώστοις συνεχόμενα. διαστελλομένης οὖν αὐτῆς ἕκαστος τῶν δεσμῶν τούτων τεινόμενος ὑπὸ τῆς κατὰ τὴν καρδίαν διαστάσεως ἐφ’ ἑαυτὸν ἕλκει
10καὶ οἷον ἀνακλᾷ τὸν ὑμένα πρὸς τὸ σῶμα τῆς καρδίας αὐτό. πάντων οὖν ἀνακλωμένων ἐν κύκλῳ τῶν τριῶν ἐπὶ τὴν καρδίαν ἀνοίγνυταί τε τῶν ἀγγείων τὰ στό‐ ματα, τάς θ’ ὕλας τὰς ἐν αὐτοῖς ἡ καρδία ῥᾳδίως ἐπισπᾶται δι’ εὐρείας ὁδοῦ· τά τε γὰρ ἄλλα καὶ αὐτὸ
15τὸ ἀγγεῖον ἐν τούτῳ πρὸς ἑαυτὴν ἐπισπᾶται τείνουσα καὶ προσαγομένη διὰ τῶν ὑμένων. οὐ γὰρ ἐνδέχεται τούτους μὲν ἕλκεσθαι πρὸς ἐκείνης, τὸ συνεχὲς δ’ αὐ‐ τοῖς ἀγγεῖον ἀναίσθητον εἶναι τῆς ὁλκῆς. ὥσθ’ ὑπὸ

3

.

480

μιᾶς ἐνεργείας, ἣν ἡ ‖ καρδία ποιεῖται διαστελλομένη,
τοὺς μὲν ὑμένας ἑλκομένους ὑπὸ τῶν δεσμῶν εἰς αὐ‐ τὴν τὴν κοιλίαν ἀνακλίνεσθαι τῆς καρδίας, ἐν κύκλῳ δὲ τούτων ἀναπτυσσομένων εἰς τοὐπίσω διοίγεσθαι τὸ349 in vol. 1
5στόμα, κἀν τούτῳ τά τ’ ἀγγεῖα διὰ τῶν ὑμένων ἕλκε‐ σθαι πρὸς τὴν καρδίαν, τάς τ’ ἐν αὐτοῖς ὕλας εἰς τὰς κοιλίας αὐτῆς ἀκωλύτως εἰσρεῖν, ὡς ἂν μήτ’ ἀντιπράτ‐ τοντος ἔτι μηδενὸς ἁπάντων τε τῶν αἰτίων, ὑφ’ ὧν ἂν γένοιτο ταχίστη μετάστασις ὑλῶν, εἰς ταὐτὸ συν‐
10τελούντων. ἢ γὰρ ἕλκεσθαι χρὴ τὸ μεθιστάμενον ἢ πέμπεσθαι πρός τινος ἢ παραπέμπεσθαι. καὶ ταῦτα σύμπαντα ταῖς ὕλαις ὑπάρχει διαστελλομένης τῆς καρ‐ δίας. ἕλκει μὲν γὰρ αὐτή, πέμπουσι δ’ αἱ προκείμεναι κοιλότητες αἱ κατὰ τὰ ὦτα, παραπέμπει δὲ τὰ ἀγγεῖα.
15καὶ τούτων ἁπάντων τῆς κινήσεως ἀρχὴ μία, τῆς καρ‐ δίας αὐτῆς ἡ διαστολή. Τὰ μὲν γὰρ ὦτα, νευρώδεις τε καὶ κοῖ‐ λαι πρὸ τῶν στομάτων ἐπιφύσεις ὑπάρχοντα, χαλαρὰ μὲν τέως ἐστὶ καὶ διὰ τοῦτο κοῖλα, διαστελλομένης δὲ
20τῆς καρδίας ὁμοίως τοῖς ὑμέσι τεινόμενά τε καὶ στε‐

3

.

481

νούμενα καὶ διὰ ‖ τοῦτο τὰς ὕλας ἐκθλίβοντα προ‐ πέμπει τῇ καρδίᾳ. τὰ δ’ ἐφεξῆς αὐτῶν στόματα τῶν ἀγγείων διὰ τὸ σφοδρῶς ὑπὸ τῆς καρδίας εἴσω τείνε‐ σθαι παραπέμπει τὰς ὑπὸ τῶν ὤτων ἐπωθουμένας
5ὕλας. αὐτὴ δ’ ἡ καρδία πάσας ὅσας ἄν τις ἐπινοήσῃ δυνάμεις ὁλκῶν ἔχουσα διὰ ταχέων ὑποδέχεται τοῖς κόλποις τῶν κοιλιῶν ἀναρπάζουσα καὶ οἷον ἐκροφοῦσα τὰς εἰσρεούσας ὕλας. εἴτε γὰρ ὡς αἱ τῶν χαλκέων φῦσαι διαστελλόμεναι σπῶσιν εἴσω τὸν ἀέρα, παντὸς
10μᾶλλον ὑπάρχει τοῦτ’ αὐτῇ, εἴθ’ ὡς αἱ τῶν λύχνων φλόγες ἕλκουσι τοὔλαιον, οὐδὲ ταύτης ἀπορεῖ τῆς δυ‐ νάμεως, ἀρχὴ τῆς ἐμφύτου θερμασίας ὑπάρχουσα, εἴθ’ ὡς ἡ λίθος ἡ Ἡρακλεία ποιότητος οἰκειότητι τὸν σίδη‐ ρον ἐπάγεται, τί μὲν οἰκειότερον αὐτῇ πνεύματος εἰς350 in vol. 1
15ἀνάψυξιν; τί δ’ αἵματος χρηστότερον εἰς θρέψιν; ἐμοὶ μὲν δοκεῖ κἂν διασπάσαι τι τῶν ἀγγείων ἁπάσαις ἅμα χρωμένη τῆς ὁλκῆς ταῖς δυνάμεσιν, εἰ μή τι κἀν‐ ταῦθα θαυμαστὸν ἐπικούρημα τοῦ μηδὲν γενέσθαι τοιοῦτον ὁ δημιουργὸς ἡμῶν ἐτεχνήσατο, προσθεὶς

3

.

482

ἔξωθεν ‖ ἑκατέρου τῶν εἰσαγόντων στομάτων τὰς ὕλας ἰδίαν κοιλότητα, καθάπερ τι ταμιεῖον τροφῆς, ὡς μὴ κινδυνεύσῃ ποτὲ ῥαγῆναι τὸ ἀγγεῖον ἑλκούσης μὲν ἀθρόως τε καὶ σφοδρῶς ἐνίοτε τῆς καρδίας, αὐτὸ δ’
5οὐκ ἔχον ὑπὸ στενότητος, ὅσον αἰτεῖ, παρέχειν ἀφθό‐ νως. ὥσπερ γάρ, εἴ τις ἀγγεῖον ἀέρος πλῆρες ἐκκε‐ νώσειε διὰ τῆς ὀπῆς ἐκμυζήσας τῷ στόματι, ῥήξειεν ἄν, εἰ ἐπὶ πλέον βιάζοιτο, κατὰ τὸν αὐτὸν οἶμαι τρό‐ πον ἡ καρδία πολλαπλασίαν ἑκατέρου τῶν ἀγγείων τῆς
10εὐρύτητος ἀθρόως ἐκπληρῶσαι δεομένη κοιλότητα διέρ‐ ρηξεν ἄν ποτε καὶ διέσπασεν αὐτὰ βιαίως ἕλκουσα, μηδεμιᾶς ἔξωθεν αὐτῇ προστεθείσης κοιλότητος, οἵα νῦν ἐστι καθ’ ἑκάτερον τῶν ὤτων. οὔκουν μάτην τὰ τῆς καρδίας ὦτα γέγονεν, ἀλλ’ ὠνόμασται μάτην. οὐ
15γὰρ σμικρά τις ἔοικεν αὐτῶν ἡ χρεία τοῖς ζῴοις ὑπάρ‐ χειν. ἀλλ’ εἴπερ τὸ μηδὲν παθεῖν ἢ τὴν ἀρτηρίαν τὴν εἰς τὸν πνεύμονα κατασχιζομένην ἢ τὴν κοίλην
φλέβα μέγιστόν ἐστι, καὶ ἡ τῶν ὤτων χρεία μεγίστη351 in vol. 1

3

.

483

τοῖς ζῴοις ὑπάρχει. τά τε γὰρ ἄλλα καὶ λεπτὰ ‖ τοῖς χιτῶσιν ἄμφω ταῦτ’ ἐστὶ τὰ ἀγγεῖα, τὸ μέν, ὅτι φλέψ ἐστιν ἄντικρυς, τὸ δ’, ὅτι τὴν ἀρτηρίαν τοῦ πνεύμο‐ νος ἄμεινον ἐδείκνυτο φλεβώδη γενέσθαι. λεπτὸν δ’
5ἀγγεῖον καὶ μαλακόν, ὥσπερ εἰς τὸ συστέλλεσθαι ῥᾳ‐ δίως ἐπιτηδειότερον, οὕτως εἰς τὸ διασπασθῆναι τει‐ νόμενον ἑτοιμότερον. ὥστε ῥᾳδίως ἂν ἄμφω διεσπάσθη τὰ παρέχοντα τῇ καρδίᾳ τὰς ὕλας ἀγγεῖα, λεπτὰ μὲν καὶ μαλακὰ τοῖς χιτῶσιν ὑπάρχοντα, βιαίως δ’ ἑλκό‐
10μενα πρὸς ἐκείνης διαστελλομένης, εἰ μηδεμίαν ἐπι‐ κουρίαν ἡ φύσις ἐτεχνήσατο τοιαύτην, οἵα νῦν ἐστιν ἡ καθ’ ἑκάτερον τῶν ὤτων κοιλότης. ἐπεὶ δ’ αὗται παρεσκευάσθησαν, οὐ μόνον ἔξω τοῦ κινδυνεύειν τι παθεῖν οἱ χιτῶνες τῶν ἀγγείων κατέστησαν, ἀλλὰ καὶ
15συνεργοῦσιν εἰς τὸ ταχέως πληροῦσθαι τὴν καρδίαν. εἰς ὅσον γὰρ θᾶττον οἱ μαλακώτεροι συστέλλονται τῶν σκληροτέρων, εἰς τοσοῦτον καὶ τὴν καρδίαν εἰκὸς θᾶτ‐ τον πληροῦσθαι. μόνοι μὲν οὖν ὄντες ἄνευ τῶν πα‐ ρακειμένων κοιλοτήτων οὐκ ἂν ἱκανοὶ πληροῦν ἐγί‐
20γνοντο κἀν τούτῳ τεινόμενοι πρὸς αὐτῆς ἐρρήγνυντ’

3

.

484

ἂν ἑτοίμως· ἐπεὶ δὲ κἀκείνας προσέλαβον, ‖ φθάνοντες πρὶν ἐσχάτως ταθῆναι πληροῦν τὴν καρδίαν οὐ σμι‐ κρὸν ὄφελος εἰς τὸ μηδὲν πάσχειν τὴν μαλακότητα τοῦ σώματος ἐπεκτήσαντο. καί σοι καὶ διὰ τοῦτ’
5ἀποδέδεικται τὴν τοῦ πνεύμονος ἀρτηρίαν γενέσθαι χρῆναι φλεβώδη. διὰ τοῦτο δ’ οἶμαι καὶ τῶν ὤτων ἑκάτερον ἰσχνὸν ἅμα καὶ νευρῶδες ἐγένετο. πρὸς μὲν
γὰρ τὸ συστέλλεσθαι ῥᾳδίως ἡ λεπτότης αὐτῶν μέγι‐ στον συντελεῖ· πρὸς δὲ τὸ μηδὲν πάσχειν ἡ ῥώμη352 in vol. 1
10τοῦ σώματος, ἰσχυρότατον γὰρ τὸ νευρῶδες. ὠνόμα‐ σται δ’ οὕτως οὐκ ἀπὸ χρείας ἢ ἐνεργείας τινός, ἀλλ’ ἀπὸ σμικρᾶς ὁμοιότητος, ὅτι τῆς καρδίας ἑκατέρωθεν, ὥσπερ τῆς κεφαλῆς τοῦ ζῴου, πρόκειται τὰ ὦτα. καὶ μέν γε καὶ τῶν ὑμένων ἰσχυροτέρους θ’ ἅμα καὶ μεί‐
15ζους γενέσθαι βέλτιον ἦν εἰς τοσοῦτον τοὺς ἐπὶ τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις τῶν ἐπὶ τοῖς ἐξάγουσιν, εἰς ὅσον καὶ ἡ τῆς ἐν τῷ διαστέλλεσθαι κινήσεως ἰσχὺς ὑπερεῖχε τῆς ἐν τῷ συστέλλεσθαι. βιαιότερον γὰρ ἕλκειν ἀνάγκη τὴν καρδίαν διαστελλομένην ἤπερ ἐκ‐
20θλίβειν συστελλομένην. ἀλλὰ καὶ τὸ τρεῖς ἐφ’ ἑκάστου

3

.

485

γενέσθαι στόματος, ‖ ἵν’ ἀκριβῶς καὶ ταχέως ἅπαν ἀνοιγνύηταί τε καὶ αὖθις κλείηται, θαυμαστῶς τῇ φύσει παρεσκεύασται. δυοῖν μὲν γὰρ ὄντων οὔτ’ ἀκριβῶς οὔτε ταχέως ἐπέτρεπον ἂν ἢ κλείεσθαι τοῖς
5στόμασιν ἢ ἀνοίγνυσθαι τῶν ὑμένων οἱ κόλποι μεγά‐ λοι γενηθέντες. εἰ δέ γε πλείους ἢ τρεῖς ἐγεγένηντο, πολὺ μὲν ἂν θᾶττόν τε καὶ μᾶλλον ἑκάτερον τῶν εἰρη‐ μένων διεπράττοντο τῇ τῶν κόλπων βραχύτητι, τὸ δ’ εὐανάτρεπτόν τε καὶ ἀσθενὲς ἀναγκαίως ἂν αὐτοῖς ἐκ
10τῆς σμικρότητος προσῆν. δεόντως οὖν, ἵνα ταχέως θ’ ἅμα καὶ ἰσχυρῶς καὶ ἀκριβῶς ἀνοιγνύηται καὶ κατα‐ κλείηται τὰ στόματα, τρεῖς καθ’ ἕκαστον αὐτῶν ὑμένες
ἐγένοντο, μηδενὸς ἄλλου πλήθους πάνθ’ ἅμα σχεῖν δυναμένου, διὰ τὸ τοὺς μὲν ἐλάττονας ἢ τρεῖς ἧττόν353 in vol. 1
15τ’ ἀκριβῆ καὶ βραδυτέραν, τοὺς δὲ πλείονας ἀσθενε‐ στέραν ἐργάζεσθαι τὴν ἐνέργειαν. εὐλόγως οὖν ἐφ’ ἑνὸς μόνου στόματος τοῦ τῆς φλεβώδους ἀρτηρίας δυοῖν ἐπιφύσεις ὑμένων ἐγένοντο. μόνῳ γὰρ τούτῳ

3

.

486

βέλτιον ἦν οὐκ ἀκριβῶς κλείεσθαι, διότι ‖ καὶ μόνῳ συγχωρεῖν ἦν ἄμεινον εἰς τὸν πνεύμονα φέρεσθαι τοῖς ἐκ τῆς καρδίας λιγνυώδεσι περιττώμασιν, ἃ διὰ μὲν τὸ πλῆθος τῆς ἐμφύτου θερμασίας ἀναγκαῖον ἴσχειν
5αὐτῇ, συντομωτέραν δ’ οὐκ εἶχεν ἑτέραν ἐκροήν. ᾧ καὶ δῆλον, ὡς ὀρθῶς ἐλέχθησαν οἱ ὑμένες ἅμα μὲν οἷον ἐπιθήματά τινα παρασκευασθῆναι τοῖς στόμασιν, ἅμα δ’ ὁλκῆς ὑπάρχειν ὄργανα. τεινόμενοι γὰρ ὑπὸ τῆς καρδίας δι’ αὐτῶν οἱ χιτῶνες τῶν ἀγγείων, ὡς
10ἔμπροσθεν ἐλέγομεν, ἑτοιμότερόν τε συστέλλονται καὶ ῥᾷον ἐπωθοῦσιν ἑλκούσης τὰς ὕλας αὐτῆς. ἡ δ’ αὖ τάσις αὐτὴ τοὺς ἔσωθεν ἔξω πεφυκότας ὑμένας ἐκ τῶν ῥιζῶν ἕλκουσα καὶ πρὸς αὐτὴν εἴσω τὴν καρδίαν ἀνα‐ κλῶσα καὶ πάντας ὀρθοὺς ἱστᾶσα κλείει τὰ στόματα
15τῶν ἀγγείων, ὥσθ’, ἣν ἔμπροσθεν ἐνέργειαν τῆς καρ‐ δίας ἐν τῷ διαστέλλεσθαι πολλῶν αἰτίαν ἐπεδείκνυμεν εἰς ὁλκὴν τῶν ὑλῶν συντελούντων αὐτῇ, καὶ νῦν φαίνεται τοῦ κλείεσθαι τό τε τῆς ἀρτηριώδους φλεβὸς στόμα καὶ τὸ τῆς μεγάλης ἀρτηρίας αἰτίαν ἔχειν, καὶ

3

.

487

πάντα ‖ εἰς ἄκρον προνοίας τε ἅμα καὶ τέχνης ἥκειν τὰ τῆς καρδίας μόρια.
Καὶ γὰρ οὖν καὶ τὸ σῶμα αὐτὸ τὸ μὲν ἐν ἀριστερᾷ πᾶν ἱκανῶς παχύ τε καὶ σκληρόν ἐστιν,354 in vol. 1
5ὡς ἂν τῆς πνευματικῆς κοιλίας μελλῆσον γενήσεσθαι σκέπασμα, τὸ δ’ ἐν τοῖς δεξιοῖς λεπτὸν καὶ μαλακόν, ἵν’ ἅμα μὲν οἰκείως ἑκάτερον ἔχοι ταῖς ὕλαις, ἅμα δ’ ἰσόρροπον ἐργάζοιτο τὴν καρδίαν. τό τε γὰρ πνεῦμα παχυτέρῳ στέγεσθαι χιτῶνι βέλτιον ἦν τό τε τοῦ
10κατὰ τὴν δεξιὰν κοιλίαν αἵματος βάρος ἰσόρροπον ἔχειν τὸν ὄγκον τῆς ἀριστερᾶς. εἰ γὰρ τὴν αὐτὴν κοιλίαν ἅμα μὲν παχεῖαν, ἅμα δ’ αἵματος μεστὴν ἡ φύσις ἀπειργάσατο, πάντως ἂν ἐπ’ ἐκείνην ἡ καρδία πᾶσα περιετρέπετο. νυνὶ δ’ ἐκ τοῦ τῇ μὲν κουφοτέρᾳ τῶν
15ὑλῶν παχύτερον ὄγκον περιτεθῆναι σώματος, τῇ δὲ βαρυτέρᾳ κουφότερον ἰσόρροπος ἐξ ἀμφοτέρων ἡ καρ‐ δία τῶν μερῶν ἐγένετο. καὶ διὰ τοῦτο, καίτοι μηδενὸς αὐτὴν δεσμοῦ τοῖς παρακειμένοις συνάπτοντος, ὅμως

3

.

488

ἀκλινής τε ‖ καὶ ἀρρεπὴς ἀεὶ διαμένει κατὰ μέσον αἰωρουμένη τὸν σκληρὸν ἐκεῖνον χιτῶνα, τὸν περικάρ‐ διον ὀνομαζόμενον, ὃς ἐκ τῆς κεφαλῆς αὐτῆς ἐκφυό‐ μενος ἱκανῶς πλατύς, εἶτα κατὰ βραχὺ στενούμενος
5ὁμοίως αὐτῇ τῇ καρδίᾳ τελευτᾷ καὶ αὐτὸς εἴς τινα κώνου κορυφὴν τῷ στέρνῳ ξυνημμένην, οὐ χιτὼν δι‐ καίως ἂν ὀνομασθησόμενος, ὅτῳ φροντὶς ὀνομάτων ὀρθότητος, ἀλλ’ οἷον οἶκός τις μᾶλλον ἢ ἕρκος ἀσφα‐ λὲς τῇ καρδίᾳ περιβεβλημένος. ἀφέστηκε γὰρ αὐτῆς παν‐
10ταχόθεν πάμπολυ, τοσαύτην ἐντὸς εὐρυχωρίαν ἑαυτοῦ τε μεταξὺ καὶ τῆς καρδίας ἀποτεμνόμενος, ὅση διαστελ‐
λομένην αὐτὴν ἱκανῶς ὑποδέξεται. τὸ γὰρ ἔτι πλείονα ποιεῖν βλάπτειν ἦν τοῦ θώρακος τὴν εὐρύτητα ταῖς κατὰ τὰς ἀναπνοὰς εἴσω τε καὶ αὖθις ἔξω φοραῖς τοῦ355 in vol. 1
15πνεύματος ἀνακειμένην. ἥκει δή σοι πάλιν ἕτερον θαυμαστὸν ἔργον τῆς φύσεως, ὁ περικάρδιος οὗτος, εἴτε χιτὼν εἴθ’ ὑμὴν εἴτ’ οἶκος εἴθ’ ὅ τι καὶ βούλει καλεῖν, οὕτω μὲν σχήματος ἔχων, ὡς καὶ αὐτὸ τὸ περι‐

3

.

489

εχόμενον ὑπ’ αὐτοῦ σπλάγχνον, οὕτω δὲ ‖ μεγέθους, ὡς μήτ’ ἀδικεῖσθαί τι τὸν θώρακα μήτε τὴν καρδίαν στενοχωρεῖσθαι, τὸν μὲν ἀπολλύντα πλέον ἢ δεῖ τῆς εὐρύτητος, τὴν δ’ οὐκ ἔχουσαν ἀναστροφὴν ἱκανὴν ἐν
5ταῖς κινήσεσι. τὸ δὲ δὴ πάχος αὐτοῦ καὶ ἡ ῥώμη πῶς οὐ θαυμαστὰ συμμετρίας εἰς ἄκρον ἥκοντα; ψαύειν μὲν γὰρ ἤμελλε τῶν τοῦ θώρακος ὀστῶν, σκληρῶν δήπουθεν ὄντων, καὶ τοῦ πάντων μαλακωτάτου σπλάγ‐ χνου, τοῦ πνεύμονος· καὶ ἦν κίνδυνος, εἰ μὲν σκλη‐
10ρότερος ἐγένετο τοῦ νῦν ὄντος, ἀνιᾶσθαι τι πρὸς αὐ‐ τοῦ θλιβόμενόν τε καὶ θλώμενον τὸ σπλάγχνον, εἰ δὲ μαλακώτερος, αὐτὸν πείσεσθαί τι πρὸς τῶν ὀστῶν. διὰ ταῦτ’ οὖν, ὥσπερ ἡ θέσις αὐτοῦ μεταξὺ τῶν ἐναντίων ἐστίν, οὕτω καὶ ἡ τοῦ σώματος οὐσία τῶν
15ἄκρων ἐν μέσῳ. τοσούτῳ γάρ ἐστιν ὀστοῦ μαλακώτε‐ ρος, ὅσῳ πνεύμονος σκληρότερος. καὶ διὰ τοῦτ’ ἄλυ‐ πος ἡ πρὸς ἑκάτερον αὐτῷ καθίσταται γειτνίασις, μήτ’ αὐτοῦ τι πρὸς τῶν ὀστῶν ἐνοχλουμένου μήτε βλάπτον‐ τος τὸν πνεύμονα. θαυμαστὸς μὲν δὴ καὶ ὁ περικάρ‐
20διος. ἡ δ’ ἐν τοῖς στόμασι τῆς καρδίας τέχνη πολὺ

3

.

490

μείζων, ‖ ὅσῳ καὶ μείζοσιν ἐνεργείαις ὑπηρετεῖ· σχεδὸν γὰρ ἅπαντα τὰ τῆς καρδίας ἔργα δι’ ἐκείνων ἐπιτε‐ λεῖται. πάλιν οὖν ἀναλαβόντες ὑπὲρ αὐτῶν εἴπωμεν, εἰ μέν τι τῶν ἔμπροσθεν ἀδιορίστως ἐλέχθη, διορισά‐356 in vol. 1
5μενοι, προσθέντες δ’, εἴ τι μηδ’ ὅλως ἐρρήθη. ὅτι μὲν οὖν ἡ καρδία κατὰ τὸν τοῦ διαστέλλεσθαι καιρὸν ἕλκουσα τὰς ῥίζας τῶν ὑμένων ἀνοίγνυσι μὲν τὰ τῶν εἰσαγόντων τὰς ὕλας ἀγγείων στόματα, κλείει δὲ τὰ τῶν ἐξαγόντων, εἴρηταί τε καὶ δέδεικται πρόσθεν.
10εἴρηται δὲ καὶ ὡς τοῖς ἕλκουσιν ἅπασι ῥᾷον ὑπακούει τὰ κουφότερα, καὶ ὡς ἐπὶ μὲν τοῖς ἄλλοις στόμασιν ὑμένες ἐπίκεινται τρεῖς, ἐπὶ δὲ τῷ τῆς φλεβώδους ἀρ‐ τηρίας οὐκέτι, διότι μόνην αὐτὴν ἐπιτρέπειν χρὴ διέρ‐ χεσθαι τοῖς ἐκ τῆς καρδίας εἰς τὸν πνεύμονα φερομέ‐
15νοις αἰθαλώδεσι περιττώμασιν. ἐκ τούτων οὖν ἴσως ἄν τις ὑπονοήσειε μηδὲν ὅλως εἰς τοὐπίσω φέρεσθαι κατὰ τὰ λοιπὰ τρία στόματα τῶν ἀγγείων· ἀλλ’ οὐχ ὧδ’ ἔχει τἀληθές. ἐν ᾧ γὰρ χρόνῳ συμβαίνει κλείε‐

3

.

491

σθαι τοὺς ὑμένας, ἀναγκαῖον ἐν τούτῳ φθάνειν ‖ ἑλκό‐ μενον εἰς τὴν καρδίαν αἷμα καὶ πνεῦμα, καὶ μέν γε κἀν τῷ συστέλλεσθαι πρὸ τοῦ κλεισθῆναι πάλιν ἀντ‐ εκπέμπεσθαι κατ’ αὐτὸν τοῦ κλείεσθαι τὸν χρόνον.
5ἀλλὰ κεκλειμένων ἤδη τῶν ὑμένων ἐνδέχεταί ποτε, τῆς καρδίας σφοδρότερον κινουμένης, παραρρυῆναί τι μὴ μόνον ἀτμοῦ καὶ πνεύματος, ἀλλὰ καὶ αὐτοῦ τοῦ αἵματος. ὡς γὰρ ἐπὶ τῆς τραχείας ἀρτηρίας ἐπεδείκνυ‐ μεν ἀδύνατον εἶναι μηδὲν παρηθεῖσθαι τῶν καταπι‐
10νομένων ὑγρῶν, οὕτως ἔχειν χρὴ νομίζειν κἀνταῦθα, τοῦ πλήθους αὐτῶν ἐξευρῆσθαι τῇ φύσει κώλυμα, τοῦ δ’ ὅλως μηδὲν παραρρεῖν μηδὲ τοὐλάχιστον ἀδύνατον εὑρεθῆναί τι φυλακτήριον. ἐδείχθη γὰρ ἡμῖν δι’ ἑτέ‐ ρων, ὡς ἐν ἅπασι πάντ’ ἐστί, καθάπερ Ἱπποκράτης357 in vol. 1
15ἔλεγε, καὶ μετέχουσιν αἱ μὲν ἀρτηρίαι λεπτοῦ καὶ κα‐ θαροῦ καὶ ἀτμώδους αἵματος, αἱ δὲ φλέβες ὀλίγου καὶ ὁμιχλώδους ἀέρος. οὕτω δὲ καὶ διὰ τοῦ στομάχου παραρρεῖν εἰς τὴν γαστέρα τὸ πνεῦμα καταπινόντων τε καὶ εἰσπνεόντων ἐδείκνυτο, καὶ ὅλως μηδὲν εἶναι τῶν

3

.

492

ἐν τῷ ‖ σώματι καθαρὸν ἀκριβῶς, ἀλλὰ πάντα πάντων μετέχειν. οὐ μὴν ἐξ ἴσου γε κἀν τούτῳ τὸ μὲν αἵμα‐ τος ἤ τινος ἄλλης τροφῆς εἶναι, τὸ δὲ πνεύματος ὄρ‐ γανον. οὕτω τοίνυν καὶ αἱ τῆς καρδίας αὐτῆς κοιλίαι
5σφύζουσαι μὲν ἀμφότεραι φαίνονται διοιγομένου τοῦ θώρακος, οὐ μὴν ὡσαύτως γ’ ἐν ἀμφοῖν αἷμα καὶ πνεῦμα περιέχεται· πλεονεκτεῖ γὰρ οὐκ ὀλίγῳ κατὰ μὲν τὴν δεξιὰν ἡ τοῦ αἵματος οὐσία, κατὰ δὲ τὴν ἀριστερὰν ἡ τοῦ πνεύματος.
10 Ὅτι μὲν οὖν, ἀρτηρίας εἴ τις ἐπικαί‐ ρους τε καὶ πολλὰς ἅμα τρώσειεν, ἐκκενοῦται δι’ αὐ‐ τῶν αἷμα, ὡμολόγηται σχεδὸν ἅπασι. καὶ διὰ τοῦτο καὶ ὅσοι ταῖς ἀρτηρίαις οὐδ’ ὅλως αἵματος μεταδιδόα‐ σιν, ὥσπερ καὶ ὁ Ἐρασίστρατος, οὐδὲν ἧττον ὁμολο‐
15γοῦσιν αὐτὰς καὶ οὗτοι συνανεστομῶσθαι ταῖς φλεψίν. εἶτα, καίτοι τεχνικῶς ὑπὸ τῆς φύσεως οἰόμενοι κατε‐ σκευάσθαι πάντα καὶ μάτην οὐδέν, οὐκ αἰσθάνονται
τὰς ἀναστομώσεις ταύτας ὁμολογοῦντες εἰκῇ γεγονέναι.358 in vol. 1

3

.

493

καίτοι μικρόν γ’ ἦν ἂν μόνον τοῦτο τὸ μάτην ‖ αὐτὰς κατεσκευάσθαι καὶ μηδὲν ἐκπορίζειν τῷ ζῴῳ χρηστόν. ἀλλὰ τὸ τούτου δεινότερον, ὅπερ οὐκ ἂν ἔτι μικρὸν οἰηθείη τις εἶναι τῆς φύσεως ἁμάρτημα, τὸ πρὸς τῷ
5μηδὲν ὠφελεῖν ἔτι καὶ βλάπτειν τὰ μέγιστα, καὶ τοῦτ’ ἐξ ἀκολουθίας προσίενται. διδάσκει γοῦν αὐτὸς ὁ Ἐρασίστρατος ἐπιμελῶς ἡμᾶς, ὡς οὐκ ἐνδέχεται γενέ‐ σθαι φλεγμονὴν ἄνευ τοῦ παρεμπεσεῖν ποτ’ ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας αἷμα. καὶ μήν, εἴπερ ἀδύ‐
10νατον ἄλλως γενέσθαι φλεγμονήν, οὔτε πλευρῖτις ἂν ἔτι τοῖς ζῴοις ἐνοχλήσειεν οὔτε φρενῖτις οὔτε περι‐ πνευμονία, τῶν ἀναστομώσεων τούτων ἀρθεισῶν, ἀλλ’ οὐδ’ ὀφθαλμία γένοιτ’ ἂν οὐδὲ συνάγχη τις ἢ κυ‐ νάγχη, μὴ οὐσῶν τῶν ἀναστομώσεων, οὐδ’ ἥπατος
15δηλονότι καὶ γαστρὸς καὶ σπληνὸς καὶ τῶν ἄλλων ἑκάστου φλεγμονή. καὶ τί γὰρ ἄλλ’ ἢ τὰ πλεῖστα καὶ μέγιστα τῶν νοσημάτων οὐκ ἂν ἔτι γίγνοιτο, μὴ οὐσῶν τῶν ἀναστομώσεων, ἃς ἡ προνοητικὴ φύσις ἐδημιουργήσατο, μηδὲν μὲν τῷ ζῴῳ χρηστὸν ἐκποριού‐

3

.

494

σας, ὄργανα δὲ μόνον ἐσομένας ὀλεθρίων ‖ νοσημάτων τῆς γενέσεως; οὔτε γὰρ ἐπὶ τοῖς τραύμασιν ἐγίγνοντ’ ἂν αἱ φλεγμοναὶ τούτων οὐκ οὐσῶν οὔτ’ ἐπὶ πληθώραις ἐπύρεξεν ἄν τις οὔτ’ ἐπὶ φλεγμονῇ ἐν ἥπατι ἢ κοιλίᾳ
5ἢ καρδίᾳ ἤ τινι τῶν ἄλλων, ἐφ’ οἷς ἀποθνῄσκουσιν
ἄνθρωποι τάχιστα. περὶ μὲν οὖν τῆς Ἐρασιστράτου κατὰ τὰς ἀρτηρίας ὑποθέσεως, εἰς ὅσον ἐναντιοῦται καὶ μάχεται τοῖς ἐναργέσιν ἅπασιν, οὐχ ἅπαξ οὐδὲ δίς, ἀλλὰ καὶ πλεονάκις ἤδη διειλεγμένοι πολλαχοῦ359 in vol. 1
10περιττὸν ἡγούμεθα νῦν ἐπεξιέναι. τὰς δὲ τῶν ἀρ‐ τηριῶν πρὸς τὰς φλέβας ἀναστομώσεις ἡ φύσις οὐκ ἀργῶς οὐδὲ μάτην ἐδημιούργησεν, ἀλλ’ ὑπὲρ τοῦ τὴν ἐκ τῆς ἀναπνοῆς τε καὶ τῶν σφυγμῶν ὠφέλειαν μὴ τῇ καρδίᾳ μόνῃ καὶ ταῖς ἀρτηρίαις, ἀλλὰ καὶ ταῖς
15φλεψὶ διαδίδοσθαι. γέγραπται δ’ ὑπὲρ τῆς ἐξ αὐτῶν ὠφελείας, ἡλίκη τίς ἐστιν, ἐν ἑτέροις. εἰς δὲ τὴν νῦν ἡμῖν προκειμένην διέξοδον ἀρκεῖ καὶ ταῦτα γιγνωσκό‐ μενα. καὶ μέν γε καὶ τὸ δεῖν οὐκ ἐκ τῆς αὐτῆς ἅπαντα τρέφεσθαι τροφῆς τὰ μόρια τοῦ σώματος, οὐ πρὸ πολ‐

3

.

495

λοῦ λεχθέν, καὶ ‖ αὐτὸ τὴν χρείαν τῆς διαφόρου τῶν ἀγγείων ἐνδείκνυται γενέσεως. εἴπερ γὰρ ἐγένετο ἓν μόνον ἀγγεῖον αἵματος, ἐξ ὁμοίας ἅπαντ’ ἂν τὰ μόρια τροφῆς ἐτρέφετο. καὶ μὴν ἀλογώτατον τοῦτο καὶ πάν‐
5των ἐστὶν ἀτοπώτατον, αἵματος ὁμοίου χρῄζειν εἰς θρέψιν ἧπαρ εἰ τύχοι καὶ πνεύμονα, τὸ βαρύτατον καὶ πυκνότατον τῶν σπλάγχνων τῷ κουφοτάτῳ τε καὶ μα‐ νοτάτῳ. διὰ ταῦτα μὲν δὴ καλῶς οὐκ ἀρτηρίας μόνον, ἀλλὰ καὶ φλέβας ἡ φύσις ἐποίησεν ἐν τοῖς τῶν ζῴων
10σώμασι. καὶ διὰ ταῦτα τὸ μὲν ἧπαρ ἐκ φλεβῶν ὀλί‐ γου δεῖν μόνων, καὶ τούτων λεπτοτάτων τε καὶ μανο‐ τάτων, ὁ δὲ πνεύμων ἐξ ἀρτηριῶν τρέφεται. καὶ γὰρ
καὶ αἱ φλέβες αὐτοῦ πρός γε τὸ τρέφειν ἀρτηρίαις ἐοίκασι, καθότι καὶ τοῦτο μικρῷ πρόσθεν ἐλέγετο.360 in vol. 1
15θαυμάζειν οὖν χρὴ κἀνταῦθα τὴν πρόνοιαν τῆς φύ‐ σεως, ἀγγείων τε διττὸν εἶδος ἐργασαμένης ἀναστο‐ μωσάσης τε πρὸς ἄλληλα τὰ γειτνιῶντα αὐτῶν πέρατα καὶ πρὸ τούτων αὐτὰς τῆς καρδίας τὰς κοιλίας, ὡς καὶ

3

.

496

ταῦτ’ ἐν ἑτέροις ἀποδέδεικται. νυνὶ γὰρ ‖ οὐχ ὅτι τόδε γίγνεται κατὰ τὸ σῶμα τοῦ ζῴου, πρόκειται δει‐ κνύειν, ἀλλὰ διότι· τῷ δ’ ἐξ ἀνάγκης προηγεῖσθαι, καθάπερ καὶ Ἀριστοτέλης ἔλεγε, τοῦ διότι τὸ ὅτι, πρὶν
5ἀναμνῆσαι τῶν ἐνεργειῶν ἀδύνατον ἐξηγεῖσθαι τὰς χρείας. οἱ τοίνυν ἐν τῇ καρδίᾳ φαινόμενοι βόθυνοι κατὰ τὸ μέσον αὐτῆς μάλιστα διάφραγμα τῆς εἰρημένης ἕνεκα κοινωνίας ἐγένοντο. τά τε γὰρ ἄλλα καὶ προ‐ κατειργασμένον ἐν ταῖς φλεψὶ τὸ αἷμα μεταλαμβάνειν
10ταῖς ἀρτηρίαις ἦν ἄμεινον, ἵν’, ὅπερ ἡ γαστὴρ πρὸς τὰς φλέβας, τοῦτ’ ἐκεῖναι πρὸς τὰς ἀρτηρίας ὦσιν. οὐδὲ γὰρ οὐδ’ οὗτος ὁ λόγος ἀδύνατος, ὡς ἀναθυ‐ μίασίς τίς ἐστιν αἵματος χρηστοῦ τὸ ψυχικὸν πνεῦμα. καὶ εἴρηται μὲν καὶ περὶ τούτων ἐπὶ πλέον ἑτέρωθι.
15πρὸς δὲ τὰ παρόντα τὴν χρείαν ἀρκεῖ μόνον εἰπεῖν τοῦ καθαρὸν καὶ λεπτὸν ἐν ταῖς ἀρτηρίαις χρῆναι περιέχεσθαι τὸ αἷμα, μελλῆσόν γε τροφὴν παρέξειν τῷ ψυχικῷ πνεύματι. ταῦτα τ’ οὖν ἅπαντα μεγάλα τεκμήρια τοῦ καλῶς ὑπὸ τῆς φύσεως ἀπειργάσθαι τὸ

3

.

497

διττὸν ‖ τουτὶ γένος τῶν ἀγγείων καὶ πρὸς τούτοις ἔτι τὸ δεῖσθαι μέν τινος ῥώμης χιτῶνος ἀεὶ μελλούσας
κινήσεσθαι τὰς ἀρτηρίας, ἀδύνατον δ’ εἶναι ῥωμαλέον ἅμα καὶ λεπτὸν τοῦτον γενέσθαι, παχέος δ’ αὖ γενο‐361 in vol. 1
5μένου μὴ καλῶς ἂν τραφῆναι πολλὰ τοῦ σώματος μόρια. ταῦτ’ οὖν ἅπαντα καθ’ ὅλον τε τοῦ ζῴου τὸ σῶμα καὶ πρὸ τούτων ἐν αὐτῇ τῇ καρδίᾳ καλῶς ἡ φύσις [ἅπαντα] παρεσκευάσατο τὴν κοινωνίαν ἐξευροῦσα ταῖς φλεψὶ πρὸς τὰς ἀρτηρίας διὰ τῶν λεπτῶν ἐκεί‐
10νων στομάτων. καὶ διὰ τοῦτο μείζων ἐστὶν ἡ εἰς αὐ‐ τὴν ἐμφυομένη φλὲψ τῆς ἐκφυομένης, καίτοι κεχυμένον γε τὸ αἷμα διὰ τὴν ἐν αὐτῇ θερμασίαν ὑποδεχομένης· ἀλλ’ ἐπεὶ πολὺ κατὰ τὸ μέσον διάφραγμα καὶ τὰς ἐν αὐτῷ διατρήσεις εἰς τὴν ἀριστερὰν μεταλαμβάνεται
15κοιλίαν, εὐλόγως ἡ εἰς τὸν πνεύμονα φλὲψ ἐμφυομένη τῆς εἰσαγούσης εἰς τὴν καρδίαν τὸ αἷμα μείων ἐστί. ὡσαύτως δὲ καὶ ἡ ἐκ τοῦ πνεύμονος εἰς τὴν καρδίαν ἀρτηρία παράγουσα τὸ πνεῦμα καὶ αὐτὴ πολὺ μείων

3

.

498

ἐστὶ τῆς μεγάλης ἀρτηρίας, ἀφ’ ἧς αἱ κατὰ τὸ ‖ σῶμα πεφύκασιν ἅπασαι, διότι τε προσλαμβάνει τι τοῦ παρὰ τῆς δεξιᾶς κοιλίας αἵματος ἡ μεγάλη ἀρτηρία καὶ διότι πασῶν ἤμελλεν ἀρχὴ γενήσεσθαι τῶν καθ’ ὅλον τὸ
5ζῷον ἀρτηριῶν. ἐπεὶ δὲ παχὺ καὶ στεγανὸν ἦν τὸ τῆς καρδίας σῶμα καὶ τροφῆς αὐτῷ παχυτέρας ἔδει, διὰ τοῦτο τῷ παρὰ τῆς κοίλης αἵματι τρέφεται πρὶν εἰσελ‐ θεῖν εἰς τὴν καρδίαν· ἐνταυθοῖ γὰρ γενόμενον θερμὸν καὶ λεπτὸν καὶ ἀτμῶδες ἤμελλεν ἀποδειχθήσεσθαι.
10κἀν τούτῳ τὸ δοκοῦν τισιν ἄλογον ὑπάρχειν ἁπάντων εὐλογώτατον εὑρίσκεται, τὸ τὴν καρδίαν τῷ μὲν πνεύ‐
μονι παρασκευάζειν τὴν τροφήν, ἑαυτῇ δὲ μή. τῷ μὲν γὰρ ἔδει λεπτοῦ καὶ ἀτμώδους αἵματος, τῇ δ’ οὐκ ἔδει. ἡ μὲν γὰρ ἐξ ἑαυτῆς κινουμένη ῥωμαλέον ἐδεῖτο καὶ362 in vol. 1
15παχὺ καὶ στεγανὸν ἔχειν τὸ σῶμα· τὸν πνεύμονα δ’ ὑπὸ τοῦ θώρακος κινούμενον οὔτε βαρὺν οὔτε πυ‐ κνόν, ἀλλὰ κοῦφόν τε καὶ μανὸν εἶναι βέλτιον ἦν. ἐπεὶ δ’ ἕκαστον, οἷόν ἐστι, τοιαύτης χρῄζει καὶ τρο‐ φῆς, εὐλόγως ἡ μὲν καρδία παχέος, ὁ πνεύμων δ’

3

.

499

ἀτμώδους αἵματος ‖ ἐδεήθη. καὶ τοῦτ’ αἴτιον τοῦ μὴ τρέφεσθαι τὴν καρδίαν ἐξ ἑαυτῆς, ἀλλὰ πρὶν ἐμφῦναι τῇ δεξιᾷ κοιλίᾳ τὴν κοίλην φλέβα μέρος αὐτῆς τηλι‐ κοῦτον, ἡλίκον μάλιστα τρέφειν ἱκανόν ἐστι τὴν καρ‐
5δίαν, ἀποσχισθὲν ἑλίττεσθαί τε περὶ τὴν κεφαλὴν αὐ‐ τῆς ἔξωθεν εἰς ἅπαντά τε τὰ μέρη διασπείρεσθαι. τούτῳ δ’ εὐλόγως ἀρτηρία συμπεριφέρεται καὶ συγκα‐ τασχίζεται, τῆς μεγάλης αὖ καὶ ἥδε τηλικοῦτον ἀπο‐ βλάστημα γενόμενον, ἡλίκον ἤμελλε μάλιστα τήν τε
10προειρημένην ἀναψύξειν φλέβα καὶ τοῖς ἔξω μέρεσι τῆς καρδίας τὴν εὐκρασίαν τῆς ἐμφύτου φυλάξειν θερμασίας. οὐ γὰρ ἱκανὸν ἦν τὸ ἐκ τοῦ πνεύμονος εἰς αὐτὴν ἀγγεῖον ἐμφυόμενον ἅπαν αὐτῆς ἀναψύχειν τὸ σῶμα, παχὺ καὶ στεγανὸν ἱκανῶς ὑπάρχον. ὡς
15γὰρ κἀν τοῖς Περὶ τῶν φυσικῶν δυνάμεων ἀποδέδει‐ κται, μέχρι μὲν ὀλίγου τινὸς οἷόν τ’ ἐστὶ δι’ αὐτῶν τῶν σωμάτων ἰέναι τὰς ὕλας, ἐπὶ πλέον δ’ οὐκέτι προϊέναι χωρὶς εὐρείας ὁδοῦ δυνατόν. καὶ διὰ τοῦτ’
ἐκ συμμέτρου διαστήματος οὐ κατὰ τὴν καρδίαν μόνον,363 in vol. 1

3

.

500

ἀλλὰ καὶ καθ’ ὅλον τὸ ζῷον ‖ αἵ τ’ ἀρτηρίαι σύμπασαι καὶ φλέβες ἐτάχθησαν, οὐκ ἄν ποτε τούτου γενομένου πρὸς τῆς φύσεως, εἶπερ οἷόν τ’ ἦν ἐπὶ πλεῖστον ἄνευ τινὸς εὐρείας ὁδοῦ διαπέμπεσθαι τὰς ὕλας.
5 Ἀρτηρία μὲν οὖν καὶ φλὲψ ἅπαν ἐν κύκλῳ περιέρχονται τῆς καρδίας τὸ σῶμα. νεῦρον δ’ οὐδὲν φαίνεται κατεσχισμένον εἰς αὐτήν, ὥσπερ οὐδ’ εἰς ἧπαρ ἢ νεφροὺς ἢ σπλῆνα. μόνον γὰρ δὴ τὸ περικάρδιον σκέπασμα λεπτῶν νεύρων φαίνεται δεχό‐
10μενον ἀποβλαστήματα. καὶ τούτων διασχιζομένων ἐμ‐ φύσεις μέν τινες αἰσθηταὶ καὶ σαφεῖς, ἐπὶ γοῦν τῶν μειζόνων ζῴων, καὶ εἰς αὐτὴν ὁρῶνται τὴν καρδίαν· οὐ μὴν ἔτι γε δυνατὸν αἰσθήσει διαγιγνώσκεσθαι σα‐ φῶς, ὅπως ἔτι κατ’ αὐτὴν σχίζεται, ἀλλ’ ἔστιν ὁμοιό‐
15τατος ὁ τρόπος καὶ τῆς ἐκφύσεως καὶ τοῦ μεγέθους τῶν νεύρων τῶν καθ’ ἧπάρ τε καὶ νεφροὺς καὶ σπλῆνα. καὶ γὰρ κἀκείνοις, ὡς εἴρηται πρόσθεν, εἰς μὲν τοὺς χιτῶνας αἰσθητὰ καταφύεται νεῦρα· κατ’ αὐτὰ δ’ αὐ‐ τῶν οὐκέτι τὰ σώματα σαφῶς ἔστιν ἰδεῖν αὐτὰ σχιζό‐
20μενα. καὶ γέγραπται κατὰ τὸν ἔμπροσθεν λόγον ἱκα‐

3

.

501

νῶς ὑπὲρ τῆς τῶν ‖ νεύρων εἰς ἅπαντα τὰ σπλάγχνα διανομῆς, ὥστ’, εἴπερ ἐκείνοις προσέσχες τὸν νοῦν, οὐκ ἂν ἔτι δέοιο νῦν ἀκούειν, διὰ τί τῇ καρδίᾳ φυσι‐
κὸν ἐχούσῃ τὸ ἔργον ὀλιγίστων ἐδέησε τῶν νεύρων.364 in vol. 1
5ὡς γὰρ τοῖς μυσίν, ὅτι ψυχικῆς ἐνεργείας εἰσὶν ὄρ‐ γανα, μεγάλων ἅπασι νεύρων ἐδέησεν, οὕτω καὶ τῇ καρδίᾳ, μηδεμίαν ἐνέργειαν ψυχικὴν πεπιστευμένῃ, τοσούτων ἦν χρεία νεύρων, ὅσων τῶν εἰρημένων ἑκά‐ στῳ σπλάγχνων καὶ προσέτι τῷ πνεύμονι. κοινῇ μὲν
10γὰρ ἅπαντα ταῦθ’, ἵν’ αἰσθήσεώς τινος μετέχῃ καὶ μὴ παντάπασιν ᾖ φυτά, διὰ τοῦτο νεύρων μετέλαβεν· ἰδίᾳ δ’ αὐτῶν ἧπάρ τε καὶ καρδία, διότι καὶ αὐτὰ δυνά‐ μεών τινων ὑπάρχουσιν ἀρχαί, τὸ μὲν τῆς ἐπιθυμητι‐ κῆς ψυχῆς, τὸ δὲ τῆς θυμοειδοῦς. ἐδείχθη δ’ ἐν τοῖς
15Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπαΐειν ἀλλήλων χρῆναι τὰς ἀρχὰς καὶ συνῆφθαι κατά τι καὶ κοινωνεῖν. Ἐπεὶ δὲ καὶ ὀστοῦν εὑρίσκεταί τι κατὰ τὴν κεφαλὴν τῆς καρδίας ἐν τοῖς μεγάλοις ζῴοις, εὔ‐

3

.

502

λογον ‖ ἂν εἴη καὶ τὴν ἐκείνου χρείαν μὴ παρελθεῖν. ἔστι μὲν οὖν ἴσως καὶ ἡ ὑπ’ Ἀριστοτέλους εἰρημένη λόγον ἔχουσα. στήριγμα γάρ τι καὶ οἷον ἕδραν εἶναί φησι τῆς καρδίας αὐτὸ καὶ διὰ τοῦτ’ ἐν τοῖς μεγά‐
5λοις ζῴοις εὑρίσκεσθαι. δῆλον γάρ, ὡς ἐν μεγάλῳ θώρακι μεγάλην καρδίαν αἰωρουμένην εὔλογον ἦν δή‐ που καὶ τοιούτου τινὸς δεηθῆναι μορίου. κάλλιον δ’ ἂν ἥδε λέγοιτο. πανταχοῦ τῶν συνδέσμων τὰς ἀρχὰς ἡ φύσις ἢ εἰς χόνδρον ἢ εἰς ὀστοῦν ἀνάπτει χονδρῶ‐
10δες. οὔκουν οὐδὲ τῶν κατὰ τὴν καρδίαν συνδέσμων, ἐκ τούτου γὰρ τοῦ γένους εἰσὶν οἱ ἐπὶ τοῖς στόμασι
τῶν ἀγγείων ὑμένες, ἀλλ’ οὐδὲ τοῦ χιτῶνος τῶν ἀρ‐ τηριῶν, ὁμοίου συνδέσμῳ τὴν τοῦ σώματος οὐσίαν ὄντος, ἤμελλεν ἀμελήσειν, ἀλλὰ καὶ τούτων ἁπάντων365 in vol. 1
15εἰς τουτὶ τὸ χονδρῶδες ὀστοῦν ἀνῆψε τὰς ἀρχάς, ὡς ἐν ταῖς Ἀνατομικαῖς ἐγχειρήσεσιν ἐδείκνυμεν. ἐν μὲν οὖν τοῖς μεγάλοις ζῴοις ὀστοῦν ἐστι χονδρῶδες, ἐν δὲ τοῖς πάνυ μικροῖς νευροχονδρῶδές τι σῶμα. πᾶσα δ’ οὖν ἔχει καρδία κατὰ τὸν αὐτὸν τόπον οὐσίαν τινὰ ‖

3

.

503

σκληρὰν ἕνεκα τῶν αὐτῶν χρειῶν ἐν ἅπασι τοῖς ζῴοις γεγενημένην. τὸ δὲ τὰς μείζονας σκληροτέρας δεηθῆ‐ ναι τῆς τοιαύτης οὐσίας οὐδὲν θαυμαστόν· εἴς τε γὰρ τὸ τὰς ἀρχὰς τῶν συνδέσμων ἀσφαλέστερον ἀνῆφθαι
5καὶ εἰς τὴν ἕδραν ὅλης τῆς καρδίας ἐπιτηδειότερόν ἐστι τῇ μεγάλῃ τὸ σκληρότερον. Ταυτὶ μὲν οὖν τὰ περὶ τὴν καρδίαν ἐστὶ μόρια τοῖς τετελειωμένοις ἤδη ζῴοις. ἐπὶ γὰρ τῶν ἔτι κυουμένων ἀναστομώσεις τινὲς ὁρῶνται τῶν περὶ αὐ‐
10τὴν ἀγγείων, ὑπὲρ ὧν ἐπηγγειλάμην μὲν ἔμπροσθεν ἐρεῖν, εἶπον δ’ οὐδέπω, κάλλιον εἶναι νομίσας ἅπαντα συμπληρῶσαι πρότερον τὸν ὑπὲρ τῶν ἤδη τετελειωμέ‐ νων ζῴων λόγον. ἐπεὶ τοίνυν φαίνεται πέρας ἔχειν, ἀποδοτέον τὴν ὑπόσχεσιν, ἀρχὴν τοῦ λόγου τήνδε
15ποιησάμενον. ὁ πνεύμων ἐδείκνυτο φλεβώδεις μὲν ἔχειν τὰς ἀρτηρίας, ἀρτηριώδεις δὲ τὰς φλέβας, ὑπέρ τε τοῦ τρέφεσθαι τροφῇ τῇ προσηκούσῃ καὶ προσέτι τοῦ ῥᾳδίως μὲν ἔχειν συστελλομένας τὰς ἀρτηρίας, οὐ ‖

3

.

504

ῥᾳδίως δὲ τὰς φλέβας. ἀλλὰ καὶ περὶ τῶν ὑμένων
τῶν καθ’ ἕκαστον στόμα τῆς καρδίας ἐπιπεφυκότων ἐδείχθη, τῶν μὲν ἔσωθεν ἔξω φερομένων, ὡς ὑπὲρ τοῦ μὴ παλινδρομεῖν τὰς ὕλας ἐγένοντο, τῶν δ’ ἔξω‐366 in vol. 1
5θεν ἔσω, καὶ τοῦτο μέν, ἀλλὰ καὶ ὡς ὁλκῆς εἰσιν ὄρ‐ γανα. δοκεῖ δὴ ταῦτα καλῶς ἐπὶ τῶν τελείων ζῴων γεγονότα πάντα κακῶς ἔχειν ἐπὶ τῶν ἔτι κυουμένων. ὥστε καὶ ἀντιλέγοντες ἡμῖν οἱ μηδὲν τὴν φύσιν ὑπο‐ λαμβάνοντες ἐργάζεσθαι τεχνικῶς ἕν τι καὶ τοῦτο προ‐
10χειρίζονται τῷ λόγῳ τελέως, ὡς οἴονται, καταβάλλον ἡμῶν τὴν δόξαν. ἐπὶ γάρ τοι τῶν ἐμβρύων φασὶν οὐκ ἐκ τοῦ πνεύμονος εἰς τὴν καρδίαν, ἀλλ’ ἐξ ἐκείνης εἰς τὸν πνεύμονα φέρεσθαι τὸ πνεῦμα. μηδέπω γὰρ ἀναπνέοντος τοῦ ζῴου διὰ τοῦ στόματος, ἀλλ’ ἔτι
15παρὰ τῆς μήτρας ὥσπερ τὴν τροφὴν οὕτω καὶ τὸ πνεῦμα χορηγουμένου διὰ τῶν κατὰ τὸν ὀμφαλὸν ἀγ‐ γείων, οὔτ’ εἰς τὴν μεγάλην ἀρτηρίαν τὴν παρὰ ῥάχιν ἐκ τῆς καρδίας, ἀλλ’ ἐξ ἐκείνης εἰς τὴν καρδίαν εἰκὸς ἔρχεσθαι τὸ πνεῦμα, τῷ τε πνεύμονι καὶ αὐτῷ παρὰ

3

.

505

τῆς καρδίας εἶναι τὴν χορηγίαν, ‖ οὐκ ἐξ αὐτοῦ τῇ καρδίᾳ. καὶ μὴν εἴπερ, φασίν, ἡ τῶν ὑμένων ἐπίφυσις ἐπὶ μὲν τοῦ τῆς μεγάλης ἀρτηρίας στόματος οὕτως ἔχει κατασκευῆς, ὡς ἤτοι μηδὲν ἢ παντελῶς ὀλίγον
5ἐξ αὐτῆς εἰς τὴν καρδίαν ἰέναι, κατὰ δὲ τὸ τῆς ἀρτη‐ ρίας τῆς φλεβώδους πάλιν αὖ κἀνταῦθα παντελῶς ὀλίγον ἐκ τῆς καρδίας εἰς τὸν πνεύμονα παραγίγνε‐ σθαι, δῆλον, ὡς οὔθ’ ἡ καρδία μεταλήψεται πνεύματος
οὔθ’ ὁ πνεύμων. ὡσαύτως δὲ καὶ τὰ περὶ τῶν ἀγγείων367 in vol. 1
10τῶν ἐν τῷ πνεύμονι ληρώδη φαίνεσθαι καὶ ψευδῆ φασι. τὴν αὐτὴν γὰρ ἔχειν αὐτὰ φύσιν ἔτι κυουμένων τῶν ζῴων, ἥνπερ καὶ ἀποτεχθέντων, καίτοι γ’ ἀνα‐ πνεόντων οὐδέπω διὰ στόματος. ὁ δὲ λόγος, φασίν, ὁ τὴν χρείαν αὐτῶν τῆς ὑπαλλάξεως ἐξηγούμενος, ὡς
15ἀναπνεόντων ἤδη διὰ τοῦ στόματος, ἐπεραίνετο. δῆλον οὖν ἐκ τούτων εἶναι νομίζουσιν, ὡς οὔτε προνοεῖται τῶν ζῴων ἡ φύσις, ἡμεῖς τε σύμπαντα ταῦτα πιθανῶς μέν, οὐκ ἀληθῶς δὲ λέγομεν. καὶ χρὴ τὸ μέν τι συγ‐ γιγνώσκειν τοῖς ἀνδράσιν, οὕτω κατατρέχουσιν ἡμῶν
20τε καὶ τῶν ἔργων τῆς φύσεως, τὸ δέ τι καὶ μέμφεσθαι·

3

.

506

συγγιγνώσκειν μέν, ὅτι μὴ σοφίζονταί τι ‖ μηδ’ ἁμαρ‐ τάνουσι κατά γε τὸν λόγον αὐτόν, ᾗ λόγος ἐστίν, ὡς πολλαχόθι γε καὶ τοῦτο ποιοῦσι, μέμφεσθαι δὲ τῆς περὶ τὴν ἀνατομὴν ὀλιγωρίας, ἧς ἀγνοίᾳ τὰ τοιαῦτα
5λέγειν ἐτόλμησαν, ὅμοιόν τι παθόντες τῷ τοὺς μὲν ἄλλους ὄνους ἀριθμοῦντι, παραλείποντι δ’ ἐφ’ οὗπερ αὐτὸς ἐκάθητο, κἄπειτ’ ἐγκαλοῦντι τοῖς πέλας ὄνου κλοπῆς, ἢ τῷ ζητοῦντι τῶν ὑφ’ ἑαυτοῦ τι κρατουμέ‐ νων. τοῦτο μέν γε κἀγώ ποτε θεασάμενος ἐγέλασα
10θορυβούμενόν τινα καὶ πάντα τὰ κατὰ τὴν οἰκίαν μεταβάλλοντα καὶ ταράττοντα καὶ ἀναζητοῦντα χρυ‐ σοῦς, οὓς αὐτὸς ἔν τινι χαρτίῳ συνειλημένους ἐν τῇ ἑτέρᾳ χειρὶ κατεῖχεν. ὡς οὖν ἐκείνοις κεκραγόσι μέγα, μικρὸν οἶμαι φθεγξάμενος ἀνὴρ σώφρων τῷ μὲν ἂν
15ἐπιδείξειε τὸν ὄνον, ἐφ’ οὗ κάθηται, τὸν δ’ ἅψασθαι
κελεύσειεν ἂν ἑαυτοῦ τῆς ἀριστερᾶς χειρὸς τῇ δεξιᾷ, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον κἀγὼ τοῖς οὕτω κατα‐ τρέχουσιν, εἰ μὲν ὀφθαλμοὺς ἔχοιεν, ἐπιδείξω τὸ τῆς368 in vol. 1

3

.

507

μεγάλης ‖ ἀρτηρίας ἀποβλάστημα καὶ τῆς κοίλης φλεβὸς τὸ στόμα τοῖς ἔτι κυουμένοις εἰς τὸν πνεύμονα φερό‐ μενα· τυφλοῖς δ’ οὖσιν εἰς τὰς χεῖρας ἐνθεὶς ἅπτεσθαι κελεύσω τῶν ἀγγείων. καὶ γὰρ οὐδὲ σμικρὸν ἑκάτερον
5αὐτῶν οὐδὲ τὸ τυχόν ἐστιν, ἀλλ’ ἱκανῶς εὐρὺ καὶ πόρον ἀξιόλογον ἐντὸς ἑαυτοῦ κεκτημένον, ὃν οὐχ ὅπως ἄν τις ὀφθαλμοὺς ἔχων ἀγνοήσειεν, ἀλλ’ οὐδ’ ἅπτεσθαι δυνάμενος, εἰ μόνον ἐθελήσειεν ἐπὶ τὴν ἀνα‐ τομὴν ἀφικέσθαι. καὶ τοίνυν ἀργίας δίκην ὀφείλειν
10αὐτοὶ δικαιότεροι τῆς φύσεως. ἡ μὲν γὰρ οὔτ’ ἀργῶς οὔτ’ ἀπρονοήτως, ἀλλ’, ἅπερ οὗτοι λέγουσι, προτέρα λελογισμένη καὶ γιγνώσκουσα μὴ τῆς αὐτῆς δεῖσθαι διοικήσεως τὸν ἔτι κυούμενον καὶ διαπλαττόμενον καὶ ἀκίνητον πνεύμονα τῷ τετελειωμένῳ τε καὶ ἤδη κινου‐
15μένῳ, τὸ μὲν ἰσχυρὸν καὶ παχὺ καὶ στεγανὸν ἀγγεῖον ἀνεστόμωσε πρὸς τὴν μεγάλην ἀρτηρίαν, τὸ δ’ ἀσθενὲς καὶ λεπτὸν καὶ μανὸν εἰς τὴν κοίλην φλέβα. τελέως δ’ ἀμαθεῖς εἰσιν οὗτοι καὶ ῥᾴθυμοι περὶ τὴν τῶν ἔρ‐

3

.

508

γων τῆς φύσεως ἱστορίαν· χρὴ γὰρ ἰδεῖν ‖ αὐτὰ μόνον, ὡς τό γε θαυμάζειν τὴν τέχνην εὐθὺς ἕπεται. τίς γὰρ ἀκηκοὼς μὲν ἐκείνων τῶν λόγων, ὧν αὐτοὶ κατα‐ τρέχοντες αὐτῆς λέγουσι, θεασάμενος δὲ τῶν τοσούτων
5ἀτόπων τὸ ἴαμα διὰ μικρᾶς οὕτως ἐπιτεχνήσεως ἐξευ‐ ρηκυῖαν τὴν φύσιν οὐκ ἂν θαυμάσειεν αὐτῆς τὴν τέχνην; οἱ μὲν γὰρ κεκράγασιν, ὡς ἀδικεῖται πάντως
ἢ ὁ κυούμενος ἔτι πνεύμων ὁμοίως τῷ τετελειωμένῳ διοικούμενος ἢ ὁ τέλειος ὡσαύτως τῷ κυουμένῳ· χρῆ‐369 in vol. 1
10ναι γὰρ ἑτέρας μὲν ἀναπνέοντί τε καὶ κινουμένῳ τῷ πνεύμονι διοικήσεως, ἡσυχάζοντι δ’ ἑτέρας· ἡ φύσις δ’ ἄνευ θορύβου καὶ βοῆς αὐτοῖς τοῖς ἔργοις δείκνυσι τὴν δικαιοσύνην. ἣν οἶδα μὲν ὅτι καὶ ἀκούων τις ἤδη τεθαύμακεν· οὐ μὴν ἴσον γε τὸ θαῦμα τοῖς ὀφθαλ‐
15μοῖς τὰ ὦτα παρέχεται, καὶ χρὴ τούτων καὶ τῶν ἄλλων τῶν λεγομένων αὐτοπτικὴν πεῖραν γενέσθαι. Τὰ μὲν οὖν κατὰ τὸν πνεύμονα δικαίως οὕτω τῇ φύσει παρεσκεύασται τοῖς τ’ ἀναπνέουσιν ‖

3

.

509

ἤδη καὶ τοῖς ἔτι κυουμένοις· τὰ δὲ δὴ κατὰ τὴν καρ‐ δίαν ὅπως ἐκ ταὐτοῦ σοφίσματος ἐπηνωρθώσατο, καὶ δὴ φράσω. ἀναστομώσασα γὰρ εἰς μὲν τὸ παχὺ καὶ στεγανὸν ἀγγεῖον τοῦ πνεύμονος τὴν μεγάλην ἀρτη‐
5ρίαν, εἰς δὲ τὸ λεπτὸν καὶ μανὸν τὴν κοίλην φλέβα, τῷ πνεύμονι μέν, ὡς εἴρηται, μετέδωκεν ἀμφοτέρων τῶν ὑλῶν δικαίως, τὴν καρδίαν δ’ οὐδὲν ἧττον ἠλευ‐ θέρωσε τῆς περὶ αὐτὸν ὑπηρεσίας. ὥστ’ οὐδὲν ἔτι θαυμαστόν, εἰ μήθ’ αἷμα μήτε πνεῦμα τῷ πνεύμονι
10πέμπουσα μήτε ταῖς καθ’ ὅλον τὸ ζῷον ἀρτηρίαις αὐτὴ χορηγοῦσα, καθάπερ ἐπὶ τῶν τελείων, εἰς μόνην τὴν ἰδίαν ζωὴν ἐδεήθη πνεύματος ὀλιγίστου παντά‐ πασιν. ὃ μάλιστα μὲν οἶμαι κἀξ αὐτῆς τῆς μεγάλης ἀρτηρίας οἷόν τ’ ἦν αὐτὴν λαμβάνειν. ἡ γὰρ τῶν
15ὑμένων ἐπίφυσις, ὡς ἔμπροσθεν ἐδείξαμεν, οὐκ εἰς τὸ μηδὲν ὅλως, ἀλλ’ εἰς τὸ μήτε πολὺ μήτ’ ἀθρόον εἰς
αὐτὴν παραγίγνεσθαί τι πρὸς τῆς φύσεως ἐξευρέθη. καὶ μέντοι κἀκ τοῦ πνεύμονος αἷμα καὶ πνεῦμα με‐370 in vol. 1

3

.

510

μιγμένον οἷόν τ’ ἐστὶν ἕλκειν αὐτὴν διὰ τοῦ ‖ στόμα‐ τος, ἐφ’ ᾧ μόνῳ δύο χιτῶνας ἐλέγομεν ἔξωθεν ἔσω πεφυκότας ἐπικεῖσθαι. τοῦτο γὰρ δὴ τὸ ἀγγεῖον ἐπὶ τῶν κυουμένων ἐκ μὲν τῆς κοίλης φλεβὸς αἷμα δέχεται
5διά τινος ἀναστομώσεως ἀξιολόγου τὸ μέγεθος· ἐκ δὲ τῶν ἐν μὲν τοῖς τελείοις αἱματικῶν, ἐν δὲ τοῖς ἔτι κυουμένοις πνευματικῶν ὀργάνων ἐδείχθη μὲν ἔμπρο‐ σθεν αἷμα μεταλαμβάνον ἐπὶ τῶν τελείων ζῴων κατὰ πολλὰς καὶ λεπτὰς ἀναστομώσεις ἐκφευγούσας τὴν
10ὄψιν, ἑτοιμότερον δ’ ἂν ἐπὶ τῶν ἔτι κυουμένων τὸ πνεῦμα μεταλαμβάνοι. καὶ γὰρ δὴ καὶ τοῦτ’ ἔτι προσ‐ θεῖναι χρὴ φαινόμενον ἐπὶ τῶν ἐμβρύων οὐ σμικρὸν τεκμήριον αὐτοῦ τε τοῦ συνανεστομῶσθαι πρὸς ἄλληλα τὰ δύο γένη τῶν ἀγγείων καὶ τοῦ μετεῖναί τι καὶ ταῖς
15φλεψὶ πνεύματος. εἰ γὰρ ἔτι προσεχομένου τοῦ κυου‐ μένου τῇ μητρὶ διελὼν τό τ’ ἐπιγάστριον αὐτῆς καὶ τὰς ὑστέρας, καθ’ ὃν εἴρηται τρόπον ἐν ταῖς Ἀνατο‐ μικαῖς ἐγχειρήσεσι, βρόχους ταῖς κατὰ τὸν ὀμφαλὸν ἀρτηρίαις περιβάλοις, αἱ κατὰ τὸ χόριον ἄσφυκτοι πᾶσαι

3

.

511

γενήσονται τῶν κατ’ αὐτὸ ‖ τὸ ἔμβρυον ἔτι σφυζουσῶν· εἰ δὲ δὴ καὶ ταῖς φλεψὶ ταῖς κατὰ τὸν ὀμφαλὸν ἐπιβά‐ λοις τοὺς βρόχους, οὐκ ἂν οὐδ’ αἱ κατὰ τὸ ἔμβρυον ἀρτηρίαι σφύζοιεν ἔτι. κἀν τῷδε δῆλον ἅμα μέν, ὡς
5ἡ κινοῦσα τὰς κατὰ τὸ χόριον ἀρτηρίας δύναμις ἀπὸ τῆς τοῦ κυουμένου καρδίας ὁρμᾶται, ἅμα δὲ καὶ ὡς
διὰ τῶν φλεβῶν κατὰ τὰς ἀναστομώσεις εὐποροῦσιν αἱ ἀρτηρίαι πνεύματος, ὑφ’ οὗ διασῴζεσθαι δύναται τὸ ἔμφυτον θερμὸν ἄχρι γοῦν τινος. οὔκουν οὐδὲ371 in vol. 1
10κατὰ τὴν καρδίαν αὐτὴν ἀδύνατον ἐκ τοῦ αἷμα περιέ‐ χοντος ἀγγείου γίγνεσθαί τιν’ ὠφέλειαν τῆς κατὰ τὴν ἀριστερὰν αὐτῆς κοιλίαν ἐμφύτου θερμασίας, δι’ ἣν καὶ τῆς ἀναπνοῆς καὶ τῶν σφυγμῶν ἐδείχθη τὰ ζῷα δεόμενα. κἀν τῷδε δῆλον ἅμα μέν, ὡς προνοητικῶς
15ἡ φύσις ἅπαντα κατεσκεύασεν, ἅμα δ’, ὡς τἀληθὲς ἑαυτῷ μαρτυρεῖ πανταχοῦ, τὰ δ’ ὑπ’ Ἐρασιστράτου λεγόμενα περὶ τοῦ μηδ’ ὅλως ἐπιμίγνυσθαι τὰς ὕλας οὔτε τοῖς φαινομένοις οὔτ’ ἀλλήλοις ὁμολογεῖ. δεί‐ κνυται γὰρ ἐκ τῶν εἰρημένων ἀρτίως ἅμα μέν, ὡς οὐ
20διότι πληροῦνται τοῦ παρὰ καρδίας πνεύματος αἱ ἀρ‐

3

.

512

τηρίαι, ‖ διὰ τοῦτο διαστέλλονται, ἅμα δ’, ὡς ἕλκουσί τι κἀκ τῶν φλεβῶν καθ’ ἑκάστην διάστασιν, ἅμα δὲ καὶ ὡς ἀναγκαῖόν ἐστιν ἐπὶ τῶν ἐμβρύων αἷμα παρὰ τῆς κοίλης φλεβὸς δεχομένης τῆς ἀρτηρίας τῆς φλεβώ‐
5δους ἕλκεσθαι, δηλονότι διαστελλομένης τῆς καρδίας, ἐξ αὐτῆς οὐκ ὀλίγον εἰς τὴν ἀριστερὰν κοιλίαν, τῆς γε τῶν ὑμένων ἐπιφύσεως οὐδὲν κωλυούσης· ἔξωθεν γὰρ ἔσω φαίνονται πεφυκότες. ὥστε τῆς μὲν δυνά‐ μεως ἡ καρδία ταῖς ἀρτηρίαις ἐναργῶς φαίνεται χορη‐
10γοῦσα τῆς κινούσης αὐτὰς οὐ μόνον ἐπὶ τῶν τελείων ἤδη ζῴων, ἀλλὰ κἀπὶ τῶν ἔτι κυουμένων, οὐ μὴν ὥσπερ ἀσκούς τινας αὐτὰς διαφυσῶσά τε καὶ πληροῦσα.
δέδεικται μὲν οὖν καὶ δι’ ἑτέρων, ὡς οὐκ ἐκ τοῦ πλη‐ ροῦσθαι τὸ διαστέλλεσθαι ταῖς ἀρτηρίαις ἐστίν, ἀλλ’372 in vol. 1
15ἐκ τοῦ διαστέλλεσθαι τὸ πληροῦσθαι. φαίνεται δὲ κἀκ τῶν νῦν εἰρημένων οὕτως ἔχειν. ὅτι δ’ εἰ μὴ τῷ πληροῦσθαι διαστέλλεσθαι πεφύκασιν ὁμοίως τοῖς ἀσκοῖς, ἀλλὰ τῷ διαστέλλεσθαι πληροῦσθαι, καθάπερ αἱ φῦσαι τῶν χαλκέων, ἀναγκαῖον ἕλκειν αὐτάς τι κἀκ
20τῶν φλεβῶν, ὁμολογουμένων γε δὴ καὶ κατ’ αὐτὸν τὸν

3

.

513

Ἐρασίστρατον ‖ τῶν πρὸς ἀλλήλας αὐταῖς ἀναστομώ‐ σεων, οἶμαι μὲν εἶναι παντὶ φανερόν· εἰ δὲ μή, ἀλλ’ ἐμοὶ καὶ τοῦτο δι’ ἑτέρων ἀποδέδεικται. ὥστ’ οὐ χρὴ μηκύνειν, ἀλλὰ τὴν ἀναστόμωσιν τῶν περὶ τὴν καρ‐
5δίαν ἀγγείων ὧν εἴπαμεν ἕνεκα χρειῶν ἡγουμένους γεγονέναι, μαρτύριον οὐ σμικρὸν κἀκ τῶν ἀποδεδει‐ γμένων ἐν ἑτέροις ἔχειν. ὥσπερ γὰρ ἄλλων πολλῶν τὴν χρείαν εἰπεῖν ἀμήχανον ἦν Ἐρασιστράτῳ, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ τούτων· οὔτε γὰρ οὐσῶν
10οὔτε οὐκ οὐσῶν τῶν εἰρημένων ἀναστομώσεων εὔπο‐ ρος ὁ λόγος αὐτῷ. οὐσῶν μὲν γάρ, ἐξ ἀνάγκης μίγνυν‐ ται κατὰ τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας αἱ ὗλαι· μὴ οὐσῶν δέ, πῶς μὲν ἡ καρδία μεταλήψεται πνεύ‐ ματος, ἄπορον εἰπεῖν, πῶς δ’ οὐκ ἂν ἀδίκως ὁ πνεύ‐
15μων ὡσαύτως τοῖς τελείοις τε καὶ τοῖς ἐμβρύοις διοι‐ κοῖτο, πολὺ τοῦτ’ ἀπορώτερον. ἀλλ’ οὔ τί γε κατ’ αὐτὴν τὴν ἀλήθειαν ἄπορον οὔτ’ ἄλλο τι τῶν κατὰ
τὸ σῶμα τοῦ ζῴου γεγονότων οὔτε τοῦτο, πάντα δ’ ἱκανῶς εὔπορα καὶ σαφῆ καὶ ὁμολογοῦντ’ ἀλλήλοις τῷ373 in vol. 1

3

.

514

γε ‖ περὶ τὴν τῶν ἐνεργειῶν εὕρεσιν εὐθὺς ἐξ ἀρχῆς μὴ σφαλέντι. ταῦτα μὲν οὖν δὴ τόπος ἄλλος λόγων. ἡ φύσις δ’, ὥσπερ τὴν ἐξ ὀμφαλοῦ παραγιγνομένην εἰς ἧπαρ φλέβα καὶ τὰς ἀρτηρίας τὰς ἐπὶ ῥάχιν ἀποξη‐
5ραίνει τῷ χρόνῳ καὶ οἷον μηρίνθους τινὰς λεπτὰς ἀποφαίνει, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰς εἰρημένας ἀναστομώσεις τῶν περὶ τὴν καρδίαν ἀγγείων ἀφανίζει τοῖς γεννηθεῖσιν, ὅπερ οἶμαι καὶ μέγιστόν ἐστιν ἁπάν‐ των θαυμάτων. ἃ γὰρ οὐδ’ ὅλως ἔμελλεν ἔσεσθαι
10χρήσιμα τοῖς μηκέτι κυουμένοις, ταῦτ’ οὐδ’ εἶναι τὴν ἀρχὴν ἀνέχεται. καί μοι δοκεῖ τοῦ ποιῆσαι περιττότε‐ ρόν τι τοῖς ἐμβρύοις παρὰ τὰ τέλεια πολὺ μεῖζον εἶναι τὸ ποιήσασαν, ὅτ’ οὐκ ἦν ἔτι χρεία, διαφθεῖραι. περὶ μὲν δὴ τῶν κατὰ τὰ κυούμενα διαφερόντως ἐχόντων
15παρὰ τὰ τέλεια ζῷα ταῖς χρείαις [τῶν] κατὰ τὰς μήτρας μορίων ἐφεξῆς ἅπαντα γράψομεν ἐπὶ τελευτηθέντι πρό‐ τερον τῷ νῦν ἡμῖν προκειμένῳ λόγῳ παντί. οὐδὲ γὰρ οὐδὲ τούτων ἂν ἐμνημονεύσαμεν ἐν τῷδε, μηδενὸς

3

.

515

κατηγορήσαντος ὧν εἴπομεν ὑπέρ τε ‖ τῶν κατὰ τὴν καρδίαν ὑμένων καὶ τῶν ἀγγείων τοῦ πνεύμονος τῆς ὑπαλλάξεως. ἐπὶ δὲ τὰ προκείμενα πάλιν ἐπανελθόν‐ τες ἐξηγησόμεθα τὰ λείποντα. λείπει δ’, ὡς οἶμαι,
5τῶν μὲν κατ’ αὐτὴν τὴν καρδίαν οὐδὲν ἔτι, τῶν δὲ τοῦ πνεύμονος καὶ τοῦ θώρακος πολλά· περὶ ὧν ἁπάν‐
των ὁ ἐφεξῆς τῷδε λόγος ἐξηγήσεται προσθεὶς τῷ πνεύμονι τὰ κατὰ τὸν λάρυγγα, τὸ ἄνω πέρας ὑπάρ‐ χοντα τῆς τραχείας ἀρτηρίας.374 in vol. 1
9

3

.

516

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
1 Ὁ δὲ πνεύμων ὅτι μὲν ἀναπνοῆς τε καὶ φωνῆς ὄργανόν ἐστιν, ἔμπροσθεν εἴρηται· διὰ τί δ’ ἐκ τοιούτων καὶ τοσούτων ἐγένετο μορίων, οἷάπερ καὶ ὅσα νῦν ἐστιν αὐτῷ, καὶ ὡς οὔτε πλείω τούτων
5οὔτ’ ἐλάττω βέλτιον ἦν ἔχειν αὐτόν, ἀλλ’ οὐδὲ τοῖς ὄγκοις τοῦ σώματος ἢ τοῖς σχήμασιν ἢ ταῖς συστάσε‐ σιν ἢ τῇ διαπλάσει παραλλάττοντα, κατὰ τὸν ἐνεστῶτα λόγον εἰρήσεται, τὴν ἀρχὴν κἀνταῦθα ποιησαμένοις

3

.

517

ἡμῖν, ὥσπερ εἰκός, αὐτὴν τὴν ἱστορίαν τῶν ‖ τοῦ πνεύμονος μορίων, ἣν ὅτι μὲν ἀνατέμνοντα τὰ ζῷα θεάσασθαι χρή, καὶ μὴ δοκεῖν ἱκανὸν εἶναι λόγον μηδένα ταῖς αἰσθήσεσιν ὁμοίως ἐκδιδάσκειν ἅπαντα
5τὰ κατὰ τὸ σπλάγχνον φαινόμενα, παντὶ τοῦτό γε πρόδηλον. οὐ μὴν ἀποκνητέον γε τούτου χάριν ἐξη‐ γήσασθαι τῷ λόγῳ τὴν κατασκευὴν αὐτοῦ, τοὺς μὲν ἀνατετμηκότας ἀναμιμνήσκοντας, τοὺς δ’ ὅλως ἀγνοοῦν‐ τας προδιδάσκοντας.
10Πλέγμα δή τι καὶ τοῦτ’ ἔστι τὸ σπλάγ‐
χνον, ὥσπερ καὶ τὸ ἧπαρ, ἀγγείων παμπόλλων, μαλακῇ σαρκὶ καθάπερ στοιβῇ τινι τὰς μεταξὺ χώρας ἀναπε‐ πληρωμένον. ὁρμᾶται δὲ τῶν ἀγγείων τὸ μὲν ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας, τὸ δ’ ἐκ τῆς δεξιᾶς,375 in vol. 1
15τὸ δ’ ἐκ τῆς φάρυγγος. ἔπειτ’ ἐντεῦθεν προϊόντα κατασχίζεται τρόπον ὁμοιότατον ἅπαντα, δίχα μὲν τὸ πρῶτον, ὅτι καὶ τοῦ πνεύμονος αὐτοῦ τὸ μὲν ἐν τοῖς δεξιοῖς ἐστι, τὸ δ’ ἐν τοῖς ἀριστεροῖς τοῦ ζῴου μέρε‐ σιν, ὑμέσιν ἰσχυροῖς διειργόμενον· ἔπειτα δ’ ἑκάτερον
20αὐτῶν αὖθις εἰς ἕτερα τμήματα δύο τέμνεται, διότι

3

.

518

καὶ τοῦ πνεύμονος ἐν ἑκατέρῳ μέρει δύο ‖ ἐστὸν λοβώ. καὶ οὕτως ἤδη τέτταρα τὰ πάντα μόρια τῶν εἰρημέ‐ νων ἀγγείων ἑκάστου γενόμενα κατασχίζεται πολυει‐ δῶς εἰς τοὺς τέτταρας λοβοὺς τοῦ πνεύμονος. πέμπτου
5δ’ ὄντος λοβοῦ μικροῦ κατὰ τὴν δεξιὰν εὐρυχωρίαν τοῦ θώρακος, ὃν ἕδραν τέ τινα καὶ οἷον ὑποστόρεσμα τῆς κοίλης φλεβὸς ἔφαμεν ὑπάρχειν, ἀπὸ τῶν εἰς τὸν παρακείμενον αὐτῷ λοβὸν τὸν μέγαν ἀγγείων νενεμη‐ μένων ἀποβλαστήματα μικρὰ φερόμενα πάντη κατασχί‐
10ζεται. περιέχει δέ τις ἔξωθεν ὑμὴν λεπτὸς ἅπαντας τοὺς λοβούς, τῶν παρὰ τὸν στόμαχον εἰς τὴν γαστέρα καταφερομένων νεύρων μόρι’ ἄττα δεχόμενος. καὶ ταῦτ’ ἐστὶν ἡ φύσις τοῦ πνεύμονος. ὅτι μὲν οὖν ἄμεινον ἦν ἀρτηριώδη μὲν αὐτοῦ γενέσθαι τὴν φλέβα,
15φλεβώδη δὲ τὴν ἀρτηρίαν, ἡνίκα περὶ τῆς δεξιᾶς κοι‐ λίας τῆς καρδίας διελεγόμεθα, σαφῶς ἐπιδέδεικται. Διὰ τί δὲ τρίτον αὐτοῖς ἀγγεῖον ἡ φύσις
ἔζευξε, τὸ ἀπὸ τῆς φάρυγγος ὁρμώμενον, ὅ τινες μὲν τραχεῖαν ἀρτηρίαν, ἔνιοι δὲ βρόγχον ὀνομάζουσι, νῦν376 in vol. 1

3

.

519

εἰρήσεται, ‖ πρότερόν γε τὴν κατασκευὴν αὐτοῦ διηγη‐ σαμένοις ἡμῖν ἅπασαν, ἵν’ ὁ λόγος γίγνηται σαφής. ἔστι δή τι μόριον ἁπλοῦν ἐν τῷ τοῦ ζῴου σώματι, περὶ οὗ καὶ πρόσθεν εἴρηται κατὰ τὸν τῆς χειρὸς λό‐
5γον, ὃ τῶν μὲν ἄλλων ἁπάντων ἐστὶ σκληρότερον, μόνου δὲ 〈τοῦ〉 ὀστοῦ μαλακώτερον, ᾧ τοὔνομα σχεδὸν ἅπαντες ἰατροὶ χόνδρον ἐπέθεντο. τούτου τοῦ χόν‐ δρου πλεῖστον ἡ φύσις εἰς τὴν κατασκευὴν τῆς τρα‐ χείας ἀρτηρίας παρασκευασαμένη κατέκαμψεν ἅπαντας
10εἰς ἀκριβῆ κύκλου περιφέρειαν, ὥστ’ ἔξωθεν μὲν εἶναι τὸ κυρτόν, οὗ δὴ καὶ ψαύομεν, ἔσωθεν δὲ τὸ κοῖλον, εἶτ’ ἐφεξῆς ἀλλήλων ἐν τῷ τοῦ τραχήλου μήκει θεῖσα καὶ πᾶν τὸ μεταξὺ λάρυγγός τε καὶ πνεύμονος ἐκ τού‐ των συμπληρώσασα συνέφυσεν αὐτοὺς ἰσχυροῖς συν‐
15δέσμοις ὑμενώδεσιν, ὁμοιοτάτοις τοῖς τῶν καράβων ὀστράκοις. ὅσον δ’ αὐτῶν μέρος ὑποκειμένου τοῦ στομάχου ψαύσειν ἔμελλεν, τοῦτ’ οὐκέτι χόνδρον ἐποί‐ ησεν, ἀλλὰ λείπει μέν τι τῷ κύκλῳ κατὰ ταῦτα τὰ μέρη, καὶ ἔστιν ὥσπερ σίγμα τῶν χόνδρων ἕκαστος·

3

.

520

ὅθεν ‖ οἶμαι καὶ σιγμοειδεῖς αὐτοὺς ὀνομάζουσί τινες. κοινῇ δὲ κατά τε τούτων τῶν συνδέσμων καὶ τῶν ἄλλων τῶν κυκλοτερῶν καὶ προσέτι τῶν χόνδρων αὐ‐
τῶν ἄλλος τις ἔσωθεν ἐπιτέταται χιτὼν ἀκριβῶς κυ‐377 in vol. 1
5κλοτερής, ὑπαλείφων ἅπαντα, πυκνὸς μὲν καὶ στεγανός, εὐθείας δὲ κατὰ τὸ μῆκος ἔχων τὰς ἶνας, οὗ καὶ πρό‐ σθεν οἶδά που μνημονεύσας, ὡς ἔστι συνεχὴς τῷ τό τε στόμα πᾶν ὑπαλείφοντι καὶ τὸ τοῦ στομάχου τε καὶ ὅλης τῆς γαστρὸς ἔνδοθεν. καὶ μέν γε καὶ πάντ’
10ἔξωθεν αὐτὰ περιλαμβάνει τις ὑμήν, οἷον ἀμφίεσμά τι καὶ περίβλημα τῆς συμπάσης ἀρτηρίας. ὧδε μὲν ἔχει φύσεως ἡ κατὰ τὸν τράχηλον ἀρτηρία, δι’ ἧς εἰσπνεῖ τε καὶ αὖθις ἐκπνεῖ καὶ φωνεῖ γε καὶ ἐκφυσᾷ τὰ ζῷα. καθ’ ὃ δὲ πρῶτον ὑπερβᾶσα τὰς κλεῖς ἐν τῇ
15τοῦ θώρακος εὐρυχωρίᾳ γίγνεται, σχίζεται κατὰ τοῦτο καὶ πάντη τοῦ πνεύμονος φέρεται μετὰ τῶν ἀπὸ τῆς καρδίας ἀγγείων εἰς ἅπαντας αὐτοῦ τοὺς λοβοὺς δια‐ νεμομένη. οὐ μὴν ἐξίσταταί γε τῆς ἄνωθεν φύσεως οὐδὲ παραλλάττει κατά τι τῶν ἀποβλαστημάτων αὐτῆς ‖

3

.

521

οὐδέν, ἀλλ’ ὁμοίως ἅπαντα χόνδροι πολλοὶ σιγμοει‐ δεῖς ὑμενώδεσι δεσμοῖς συνεχόμενοι μέχρι τῶν ἐσχά‐ των λοβῶν τοῦ σπλάγχνου διαφυλάττονται. τοῦτο μόνον ἐν τῷ πνεύμονι τὸ ἀγγεῖον ἀκριβῶς ἐστι καθα‐
5ρὸν αἵματος. Ἐρασίστρατος δὲ καὶ τὴν ἑτέραν ἀρτη‐ ρίαν οἴεται τὴν λείαν, οὐκ ὀρθῶς ὑπολαμβάνων, ὡς πολλάκις ἤδη λέλεκται. ταύτῃ μὲν γὰρ ἀτμώδους αἵματος καὶ λεπτοῦ καὶ καθαροῦ μέτεστιν οὐκ ὀλίγον· ἡ δὲ τραχεῖα τελέως ἐστὶν αἵματος ἄμοιρος ἔν γε τῷ
10κατὰ φύσιν ἔχειν τὸ ζῷον. ἐπειδὰν δέ τις ἢ ῥῆξις ἢ ἀναστόμωσις ἢ διάβρωσις ἀγγείου κατὰ τὸν πνεύμονα
γένηται, τότ’ ἐκχεῖται μέν τι καὶ εἰς τήνδε τὴν ἀρτη‐ ρίαν αἵματος, ἐνοχλεῖ δὲ τῷ πνεύματι καταλαμβάνον αὐτοῦ τὰς ὁδούς, καὶ οὕτως ἤδη βήττει μὲν τὸ ζῷον,378 in vol. 1
15ἀναφέρεται δὲ τὸ αἷμα διὰ τῆς φάρυγγος εἰς τὸ στόμα. Τί δὴ οὖν οὐκ ἀκριβῶς οὔτε χονδρώδη πᾶσαν οὔθ’ ὑμενώδη τὴν ἀρτηρίαν ταύτην ἡ φύσις ἐδημιούργησεν, ἀλλ’ ἐναλλὰξ ἔθηκε χόνδρον ὑμένι, καὶ

3

.

522

τί δήποτε καὶ αὐτοὺς ‖ τοὺς χόνδρους οὐκ ἀκριβεῖς κύκλους ἐποίησεν, ἀλλ’ ἐνδεῖ τι σμικρὸν ἑκάστῳ, ταῦτ’ ἤδη δίειμι. καὶ πρῶτον ἐξ αὐτῶν, ὅτι χόνδρου πάν‐ τως ἔδει τῷ τῆς φωνῆς ὀργάνῳ. δέδεικται γὰρ ἐν
5τοῖς Περὶ φωνῆς ὑπομνήμασιν, ὡς οὐχ ἅπασα πληγὴ τοῦ ἀέρος ἱκανὴ φωνὴν ἀπεργάσασθαι, χρῆναι γὰρ δὴ συμμετρίαν ὑπάρχειν τινὰ τῆς τοῦ πλήττοντος οὐσίας τε ἅμα καὶ ῥώμης, ὡς ἐπ’ ὀλίγον ἀνθίστασθαι τὸν ἀέρα, καὶ μὴ κατὰ τὴν πρώτην ἐμβολὴν ἀνατραπῆναι
10νικηθέντα. καὶ ταύτην τὴν συμμετρίαν ὁ χόνδρος ἐν τοῖς ζῴοις κέκτηται, τῶν μὲν μαλακωτέρων ἢ κατ’ αὐτὸν ἀμυδρὰν ὑπ’ ἀρρωστίας τὴν περὶ τὸν ἀέρα πληγὴν ἀπεργαζομένων, τῶν δὲ σκληροτέρων ἑτοίμως αὐτὸν ἀνατρεπόντων, ὡς μηκέτι μένοντα μηδ’ ἀνθι‐
15στάμενον ἐκδέχεσθαι τὴν πληγήν, ἀλλ’ ὑποφεύγοντά τε καὶ ἀποδιδράσκοντα ῥύσει μᾶλλον ἢ πληγῇ παρα‐ πλήσιόν τι πάσχειν πάθημα. τούτων δὲ τὰς ἀποδείξεις οὐ χρὴ νῦν ἐπιζητεῖν ἀκούειν ὥσπερ οὐδ’ ἄλλης ἐνερ‐ γείας οὐδεμιᾶς. ἰδίᾳ γὰρ ὑπὲρ ἑκάστης γράψαντες

3

.

523

ἐπὶ ‖ ταύτην ὑστάτην ἐτραπόμεθα τὴν περὶ χρείας
μορίων διέξοδον ἁπασῶν δεομένην, ὡς καὶ κατ’ ἀρχὰς ἐδείκνυμεν, ἐγνωσμένων ἤδη τῶν ἐνεργειῶν. ὁ μὲν δὴ χόνδρος ὁ κατὰ τὴν τραχεῖαν ἀρτηρίαν τὸ τῆς φωνῆς379 in vol. 1
5αὐτῆς ἐστιν ἴδιον ὄργανον· κἂν ἅπασα χόνδρος ἐγένετο μηδαμοῦ δεηθεῖσα μήτε συνδέσμου μήτε χιτῶνος, εἰ μη‐ δεμίαν ἔμελλε κινήσεσθαι κίνησιν εἰσπνέοντος ἢ ἐκπνέ‐ οντος ἢ ἐκφυσῶντος ἢ φωνοῦντος τοῦ ζῴου. νυνὶ δ’ ἐν ἁπάσαις ταύταις ταῖς ἐνεργείαις δεομένη μακροτέρα τε
10γίγνεσθαι καὶ αὖθις βραχυτέρα καὶ στενοτέρα γε καὶ αὖθις εὐρυτέρα, κατὰ λόγον οὐκ ἐκ μόνης τῆς χον‐ δρώδους οὐσίας ἐγένετο μήτε διαστέλλεσθαι μήτε συ‐ στέλλεσθαι δυναμένης, ἀλλὰ τὴν ὑμενώδη προσέλαβεν, ἵν’ εἰς τὰς εἰρημένας κινήσεις ἑτοίμως ἄγοιτο· δια‐
15στελλομένου γὰρ ἐν ταῖς εἰσπνοαῖς ἅπαντος τοῦ θώ‐ ρακος, ὡς ἐν τοῖς περὶ κινήσεως αὐτοῦ δέδεικται λόγοις, εἶτα τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ πάντη τὸν πνεύμονα διαστέλλοντος, ὅσον ἐστὶν ὑμενῶδες τῶν ἀρτηριῶν τούτων, εἰς εὖρός τε καὶ μῆκος διίσταται

3

.

524

ῥᾳδίως, ἐν μὲν ‖ τοῖς τὸ σιγμοειδὲς τῶν χόνδρων ἀνα‐ πληροῦσι μέρεσιν εἰς εὖρος, ἐν δὲ τοῖς αὐτοὺς τοὺς χόνδρους συνάπτουσιν εἰς μῆκος. ἔνεστι δέ σοι τοῦτο καὶ τεθνεῶτος ἤδη τοῦ ζῴου θεάσασθαι σαφῶς ἐμφυ‐
5σῶντι διὰ τῆς τραχείας ἀρτηρίας εἰς ἅπαντα τὸν πνεύμονα τὸ πνεῦμα κἄπειτ’ αὖθις ἐκθλίβοντί τε καὶ κενοῦντι. φανοῦνται γὰρ οἱ μὲν συνάπτοντες
τοὺς χόνδρους δεσμοὶ κατὰ μὲν τὰς εἰσπνοὰς καὶ πλη‐ ρώσεις ὅλου τοῦ πνεύμονος τεινόμενοι καὶ διιστάντες380 in vol. 1
10ἐπὶ τοσοῦτον ἀπ’ ἀλλήλων τοὺς χόνδρους, ἐφ’ ὅσον αὐτοὶ πεφύκασιν ἐκτείνεσθαι, κατὰ δ’ αὖ τὰς ἐκπνοὰς χαλώμενοι καὶ διπλούμενοι καὶ συντρέχοντες εἰς ἑαυ‐ τούς, ὡς ἐπιτρέπειν τοῖς χόνδροις ψαύειν ἀλλήλων. οἱ δέ γε τὸ σιγμοειδὲς αὐτῶν ἀναπληροῦντες ἐν μὲν
15ταῖς εἰσπνοαῖς εὐρύνονταί τε διαφυσώμενοι καὶ κυρτοὶ πρὸς τοὐκτὸς γίγνονται, κατὰ δ’ αὖ τὰς ἐκπνοὰς χα‐ λῶνταί τε καὶ καταπίπτουσιν εἴσω. κἀν τούτῳ δῆλον, ὡς ἡ μὲν εἰς τὸ μῆκός τε καὶ τὴν βραχύτητα μετά‐ πτωσις τοῦ σπλάγχνου διὰ τῶν συναπτόντων τοὺς
20χόνδρους γίγνεται μερῶν, ἡ δ’ εἰς εὖρος ἐπίδοσίς ‖

3

.

525

τε καὶ συνίζησις ὑπὸ τῶν ἀναπληρούντων ἑκάστου τὸ σιγμοειδές. Ὥστ’ οὐδὲν ἐνδεῖ τῷ πνεύμονι πρὸς τὸ μὴ οὐκ εἶναι φωνητικῷ τε ἅμα καὶ ἀναπνευστικῷ διὰ
5τὰς τραχείας ἀρτηρίας ὀργάνῳ, τῶν μὲν χόνδρων αὐ‐ ταῖς ὡς φωνητικοῖς, τῶν δὲ συναπτόντων τούτους δεσμῶν ὡς ἀναπνευστικοῖς ὀργάνοις ὑπαρχόντων. ὅτι δ’ ὁ χόνδρος οὗτός ἐστι τὸ πρῶτον τῆς φωνῆς ὄργα‐ νον, ὁ λάρυγξ ἐνδεικνύσθω σοι μάλιστα. καλεῖται δ’
10οὕτω τὸ συνάπτον τῇ φάρυγγι τὴν τραχεῖαν ἀρτηρίαν μόριον, ὃ δὴ καὶ προπετὲς φαίνεται κατὰ τὸν τράχη‐ λον καὶ ψαυόντων σκληρόν ἐστι καὶ ἀνατρέχει κατα‐ πινόντων. οὗτος οὖν ὅτι μὲν τὸ πρῶτόν τε καὶ κυ‐ ριώτατόν ἐστι τῆς φωνῆς ὄργανον, ἐν τοῖς περὶ τῆς
15γενέσεως αὐτῆς ἀποδέδεικται γράμμασιν· ὅτι δ’ ὅλος χόνδρος ἐστίν, οὐδὲν δεῖ λόγου· φαίνεται γάρ. ἐδείχθη δ’ ἐν ἐκείνοις καὶ ὡς ἡ μὲν ἀρτηρία προρρυθμίζει τε καὶ προπαρασκευάζει τὴν φωνὴν τῷ λάρυγγι, γεγενη‐381 in vol. 1

3

.

526

μένην δ’ ἤδη ‖ κατ’ αὐτὸν ἐπαύξουσιν ὁ μὲν οὐρανί‐ σκος οἷον ἠχεῖόν τι προκείμενος, ὁ δὲ γαργαρεὼν οἷον πλῆκτρόν τι, καὶ μέν γε καὶ ὡς οὐχ ἁπλῶς ἐκπνεόντων ἡ φωνὴ γίγνεται, καὶ ὡς ἴδιος ὕλη τῆς φωνῆς ἡ ἐκ‐
5φύσησίς ἐστιν, καὶ ὅπῃ διαφέρει τῆς ἐκπνοῆς αὐτῆς, καὶ ὡς οἱ τοῦ θώρακος αὐτὴν μύες ἀπεργάζονται, καὶ ὅστις ὁ τρόπος αὐτῆς τε ταύτης τῆς γενέσεώς ἐστι καὶ προσέτι καὶ τῆς φωνῆς. νυνὶ δ’, ὡς ἔφην, οὐδὲν μὲν τούτων ἀποδεικνύναι πρόκειται, χρώμενον δ’ ὡς
10ὑπάρχουσιν ἐπιδεικνύειν, ὡς οὐκ ἐνεδέχετο βελτίονα κατασκευὴν ἑτέραν ἀναπνευστικοῦ θ’ ἅμα καὶ φωνη‐ τικοῦ γενέσθαι μορίου. μαρτύρια δ’ ἄν, ὡς τὸ εἰκός, γίγνοιτο καὶ ταυτὶ τὰ νῦν ἀποδεικνύμενα περὶ τῆς χρείας αὐτῶν, ὡς ὀρθῶς κἀκεῖνα προαποδέδεικται τὰ
15περὶ τῶν ἐνεργειῶν. οἷον καὶ ὅτι προπαρασκευάζεται μὲν ἡ φωνὴ τῷ λάρυγγι πρὸς τῆς ἀρτηρίας, οὐ μὴν ἤδη γέ πω καὶ κατ’ ἐκείνην αὐτήν ἐστιν ἀκριβὴς φωνή, δέδεικται μὲν ἐν ἐκείνοις τοῖς λόγοις· ἀλλὰ μὴν ὅτι τὸ χονδρῶδες αὐτῆς μέρος ἐστὶν τὸ προρρυ‐
20θμίζον τὴν φωνὴν ἐξηγούμενοι μαρτύριον ἐντεῦθεν

3

.

527

ἐπορισάμεθα, ‖ τῷ μὲν λάρυγγι, διότι καλῶς ἀπεδεί‐ κνυτο τὸ πρῶτον τῆς φωνῆς ὑπάρχειν ὄργανον, τῇ δ’
ἀρτηρίᾳ, διότι τὸ μὲν χονδρῶδες αὐτῆς ὡς ὀργάνου φωνῆς ἐστι μόριον, τὸ δ’ ἄλλο πᾶν ὡς ἀναπνοῆς.382 in vol. 1
5καὶ δῆλον, ὡς οὐκ ἐνεδέχετο βέλτιον ἓν ὄργανον ὑπη‐ ρετεῖν ἐνεργείαις διτταῖς ἑτέρως κατασκευασθὲν ἢ ὡς νῦν ἔχει. πάντως γὰρ ἐχρῆν αὐτὴν ἐξ ἀκινήτων τε καὶ κινουμένων συντεθῆναι μορίων, ἐπειδὴ τὸ μὲν τῆς φωνῆς ὄργανον οὐκ ἠδύνατο διαστέλλεσθαί τε καὶ
10συστέλλεσθαι, σκληρότερον εἶναι δεόμενον ἢ ὥστε ταῦθ’ ἑκάτερα πάσχειν ἐν μέρει, τὸ δ’ αὖ τῆς ἀνα‐ πνοῆς οὐκ ἦν δυνατὸν εἰς τοσοῦτον γίγνεσθαι σκλη‐ ρόν, ὡς ῥυθμίζειν φωνήν, ἐπειδὴ τὸ πρῶτον ἦν ἔργον αὐτοῦ κίνησις. ἀλλὰ νῦν γε τῶν κινουμένων μορίων
15τοῖς ἀκινήτοις ἐναλλὰξ τεθέντων ἡ μὲν φωνὴ διὰ τῶν ἀκινήτων, ἡ δ’ ἀναπνοὴ διὰ τῶν κινουμένων γίγνεται. συγκινεῖται δ’ ἤδη πως κατά τι συμβεβηκὸς τοῖς κινουμένοις τὰ μὴ κινούμενα μεταφερόμενα πρὸς αὐτῶν ἐκ τοῦ συνῆφθαι. καὶ τοίνυν καὶ τὸ τοῦ ‖

3

.

528

πνεύμονος ἴδιον μόριον ἥδε ἡ ἀρτηρία ἐστί, καὶ δεόν‐ τως οἱ ἰχθύες οὔτε ταύτην ἔχουσιν οὔτε τὸν πνεύμονα, διότι μηδὲ φωνῆς ὅλως ἐδέοντο καθ’ ὕδατος διαιτώ‐ μενοι. πρὸς μέντοι τὴν ἀνάψυξιν τοῦ κατὰ τὴν καρ‐
5δίαν θερμοῦ, διὸ καὶ τῆς ἀναπνοῆς ἐδεήθημεν, ἡ τῶν βραγχίων αὐτοῖς ὑπὸ τῆς φύσεως ἐδόθη κατασκευή, περὶ ἧς εἴρηται μέν τι καὶ πρόσθεν, εἰρήσεται δὲ καὶ αὖθις ἰδίᾳ τελεώτερον, ὅταν ὑπὲρ ἁπάντων τῶν ζῴων ὁ λόγος ἡμῖν γίγνηται. νυνὶ δ’, ὅτι πάντ’ ἀλλήλοις
10ὁμολογεῖ τε καὶ μαρτυρεῖ τἀληθῆ τά τε περὶ τῶν χρειῶν ἐν τῇδε τῇ διεξόδῳ λεγόμενα καὶ τὰ πρόσθεν ὑπὲρ τῶν ἐνεργειῶν εἰρημένα, δείξαντες ἐπὶ τὰ λοιπὰ τῶν τοῦ πνεύμονος ἴωμεν μορίων. Φωνῆς μὲν ὄργανον ἔφαμεν ὑπάρχειν383 in vol. 1
15τὸν χόνδρον τῆς τραχείας ἀρτηρίας, ἀναπνοῆς δὲ τοὺς ὑμενώδεις δεσμούς, τὸ δ’ ἐξ αὐτῶν σύνθετον, τὴν ἀρτηρίαν, ἀναπνευστικόν θ’ ἅμα καὶ φωνητικὸν εἶναι μόριον ἑτέραν ἀμείνονα κατασκευὴν οὐδεμίαν ἔχειν

3

.

529

ἔτι δυνάμενον, εἴ ‖ γε μήτε τὰ σκληρότερα χόνδρου μήτε τὰ μαλακώτερα βέλτιον ἦν ὑπηρετῆσαι γενέσει φωνῆς. ἀλλὰ μηδ’ ἑτέρως, ἢ ὡς νῦν συνῆπται, δε‐ θέντα βέλτιον ἂν εἰς εὖρος καὶ μῆκος ἐκινεῖτο δια‐
5στελλόμενα μὲν ἐν ταῖς εἰσπνοαῖς, συστελλόμενα δ’ ἐν ταῖς ἐκπνοαῖς. ἓν γὰρ αὐτῶν ὃ βούλει διαφθείρας τῷ λόγῳ τὴν ἐνέργειαν εὐθὺς πᾶσαν ἅμ’ αὐτῷ δια‐ φθερεῖς. εἰ μὲν οὖν ἐξέλοις τοὺς χόνδρους, ἀπολεῖς τὴν φωνήν. ἡ γὰρ τῶν ὑμένων τε καὶ χιτώνων οὐσία
10καὶ πάντων τῶν οὕτω μαλακῶν ὁμοίως ταῖς διαβρό‐ χοις χορδαῖς ἀνεπιτήδειος εἰς γένεσιν φωνῆς. εἰ δ’ αὖ τοὺς δεσμοὺς ἐξέλοις τῷ λόγῳ, διαφθερεῖς τὴν ἀναπνοὴν ἀκινήτοις ἀναθεὶς ὀργάνοις. εἰ δὲ τοὺς μὲν αὐτῶν ἐξέλοις, τοὺς δὲ φυλάξαις, ἀπολεῖς τῆς
15ὅλης ἐνεργείας τοσοῦτον, ὅσον ὑπὸ τῶν ἐξαιρεθέντων ἐγίγνετο· τῶν μὲν γὰρ ἀλλήλοις συναπτόντων τοὺς
κύκλους δεσμῶν ἀπολομένων ἡ εἰς μῆκος ἐπίδοσις τῆς ἀρτηρίας διαφθαρήσεται, τῶν δὲ τὸ σιγμοειδὲς ἀναπληρούντων, ἡ εἰς εὖρος.384 in vol. 1

3

.

530

Ἆρ’ οὖν ἡ φύσις ταῦτα μὲν ἄκρας τέ‐ χνης ἐποίησεν ἔργα, τῆς θέσεως δ’ αὐτῶν ἠμέλησε τὸ μὲν κυκλοτερὲς τῶν χόνδρων ἔξωθεν θεῖσα, τοὺς δὲ τὸ λοιπὸν αὐτῶν ἐξυφαίνοντας δεσμοὺς εἰς τὴν
5συμπλήρωσιν τῆς περιφερείας ἔσωθεν; ἢ καὶ τοῦτο τῆς αὐτῆς τέχνης ἐπίδειγμα, καθὰ μὲν ψαύειν ἔμελλεν ἡ ἀρτηρία τοῦ στομάχου, τὸν συνάπτοντα τοὺς χόν‐ δρους δεσμὸν ὑποθείσης, καθὰ δὲ τοῖς ἔξωθεν ἐμπί‐ πτουσιν ὁμιλεῖν, αὐτὸν τὸν χόνδρον προβαλομένης, ἵνα
10μήθ’ ὁ στόμαχος ὑπὸ τῆς σκληρότητος αὐτῶν θλίβοιτο, μήθ’ ἑτοίμως ἡ ἀρτηρία βλάπτοιτο διὰ τῶν μαλακωτέ‐ ρων ἑαυτῆς μερῶν ὁμιλοῦσα τοῖς ἔξωθεν; ὡς γὰρ δὴ νῦν ἔχει, τῶν μὲν σκληρῶν αὐτῆς εἰς τὰ πρόσω τοῦ τραχήλου περαινόντων, τῶν δὲ μαλακῶν ἁπτομένων
15τοῦ στομάχου, θαυμαστῶς ἑκατέρῳ τῶν ὀργάνων ἡ φύσις ἐξεπορίσατο τὴν δυσπάθειαν, τῷ μὲν στομάχῳ τὴν ἐκ τῆς ἀρτηρίας, ἐκείνῃ δ’ αὖ πάλιν τὴν ἀπὸ τῶν ἔξωθεν. ἆρ’ οὖν τοῦτο μόνον ἀγαθὸν ἐκ τῆς θέσεως τῶν χόνδρων τῆς ἀρτηρίας ἡ φύσις ἐτεχνήσατο τοῖς

3

.

531

ζῴοις; ἢ καὶ τούτου τι μεῖ‖ζον ἕτερον εἰς τὰς τῶν ἀθροωτέρων σιτίων τε καὶ ποτῶν καταπόσεις; ἐμοὶ μὲν οὖν καὶ τοῦτο θαυμαστῶς αὐτῇ δοκεῖ παρεσκευά‐ σθαι. εἰ γὰρ δὴ κύκλος ἀκριβὴς ἕκαστος τῶν χόν‐
5δρων ἐγεγόνει, πρὸς τῷ θλίβειν τὸν στόμαχον ἐμβα‐ λὼν εἰς αὐτὸν τὴν κυρτότητα στενοχωρίαν τινὰ οὐ σμικρὰν ἂν παρεῖχεν ἐν ταῖς τῶν μειζόνων ὄγκων καταπόσεσι. νῦν μὲν γὰρ ἐν τοῖς τοιούτοις καιροῖς ὁ κατὰ τοῦτο τεταγμένος χιτὼν τῆς ἀρτηρίας, ὑπὸ τῶν385 in vol. 1
10καταπινομένων ἐξωθούμενός τε καὶ εἰς τὴν εὐρύτητα τῶν χόνδρων ἀνατρεπόμενος, ἅπαντι τῷ κύκλῳ τοῦ στομάχου παρέχει τῇ τῆς τροφῆς ὑπηρετεῖσθαι διόδῳ. τότε δ’ ἂν ἡ κυρτότης τῶν χόνδρων προεμπίπτουσα ταῖς διαστάσεσι τοῦ στομάχου πολὺ μέρος αὐτοῦ τῆς
15εὐρύτητος ἀπέκλειεν κἀν τούτῳ στενὴν ἀπειργάζετο τῶν σιτίων τὴν ὁδόν. ἀλλ’ εἰ μὲν ἅμα καταπίνειν τε καὶ ἀναπνεῖν οἷόν τ’ ἦν, οὐχ ὅπως ἄν τι χρηστὸν ἐκ τῆς τοιαύτης θέσεως ἀπελάβομεν, ἀλλὰ καὶ προσεβλα‐ πτόμεθα, εἰς ὅσον ἡ τοῦ στομάχου κυρτότης εἰς τὴν

3

.

532

εὐρύτητα τῆς ἀρτηρίας ἀπεχεῖτο, ‖ τοῦ πόρου τῆς ἀνα‐ πνοῆς εἰς τοσοῦτον στενοτέρου γενομένου. νυνὶ δ’ ἐπειδὴ καθ’ ἕτερον μὲν καιρὸν ἡ τῆς ἀναπνοῆς ἐνέρ‐ γεια, καθ’ ἕτερον δ’ ἡ τῆς καταπόσεως ἐπιτελεῖται,
5συγχρῶνται ταῖς ἀλλήλων εὐρυχωρίαις ἥ τ’ ἀρτηρία καὶ ὁ στόμαχος, ὥστ’ ἐν ὀλίγῳ· χρόνῳ πλείστην δι’ ἑκατέρων τῶν πόρων φέρεσθαι τὴν οἰκείαν ὕλην. ἀλλὰ καὶ τὸ κυκλοτερὲς ἑκάτερον γενέσθαι τῶν ὀργά‐ νων πρός τε τὸ πλείστην δι’ ἐλαχίστου χωρίου διέρ‐
10χεσθαι τὴν ὕλην καὶ πρὸς τὴν δυσπάθειαν αὐτῶν ἄριστα παρεσκεύασται. δέδεικται γὰρ οὖν καὶ πρό‐
σθεν, ὅτι τε δυσπαθέστατον τοῦτο τῶν σχημάτων ὅτι τε μέγιστον ἁπάντων τῶν ἴσην ἐχόντων περίμετρον. εἰ δὲ τοῦτο, δι’ ἐλαχίστων τοῖς ὄγκοις ὀργάνων πλείστη386 in vol. 1
15ῥᾳδίως ὕλη δύναιτ’ ἂν διέρχεσθαι. τὸ δὲ καὶ διὰ κοινοῦ τινος αὐτὰ συνάψαι χιτῶνος ἀλλήλοις τε καὶ τῷ στόματι πῶς οὐ καὶ αὐτὸ θαυμαστόν; ὁ γάρ τοι χιτὼν οὗτος ἐν μὲν τῷ στομάχῳ τῇ καταπόσει συνερ‐ γεῖν ἐδείκνυτο τὰ μέγιστα, κατὰ δὲ τὴν ἀρτηρίαν ἔν‐
20δοθέν τε τοὺς χόνδρους ὑπαλείφει καὶ αὐτὴν ἀνασπᾷ

3

.

533

μετὰ τοῦ λάρυγγος εἰς τὴν φάρυγγα κατα‖πίνοντος τοῦ ζῴου τρόπον ὁμοιότατον τῷ κατὰ τὰ κηλώνεια καλούμενα. διὰ τί δ’ ὑπαληλίφθαι τοῖς χόνδροις τῆς ἀρτηρίας ἄμεινον ἦν τοιούτῳ χιτῶνι; διότι κἀκ τῆς
5κεφαλῆς τις ἔμελλεν εἰς αὐτὴν ῥυήσεσθαι πολλάκις ὀρὸς οὐ χρηστὸς φλέγματος, ἔν τε τῷ καταπίνειν ἐμπίπτειν τῇδε συνεχῶς μὲν τοῦ πόματος, ἐνίοτε δὲ καὶ τῶν σιτίων, ἔν τε ταῖς εἰσπνοαῖς δριμεῖα πολλάκις ἑλχθήσεσθαι ποιότης ἀέρος λιγνύος ἢ τέφρας ἢ ἀν‐
10θράκων ἤ τινος ἑτέρας δυνάμεως φαρμακώδους μετέ‐ χουσα, κατά τε τὰς βῆχας ἐκκενώσεσθαι πῦον ἐνίοτε κακόηθές τε καὶ διαβρωτικὸν ἤ τις ἕτερος χυμὸς ἤτοι χολῆς ξανθῆς ἢ μελαίνης ἢ φλέγματος ἁλμυροῦ, σαπέντων ἔνδον, ὑφ’ ὧν ἁπάντων ἀναγκαῖον ἦν ξύε‐
15σθαι καὶ δάκνεσθαι καὶ ἑλκοῦσθαι τὸν χόνδρον. ὅτι δ’ ἢ ἀνίατα παντάπασιν ἢ δεινῶς ἐστι δυσίατα τὰ τῶν
χόνδρων παθήματα, παρὰ τῶν ἰατρῶν ἔνεστί σοι μαν‐ θάνειν, εἴπερ μὴ αὐτὸς ἐργάτης εἴης τῆς ἰατρικῆς· οὕτω μὲν γὰρ ἂν οὐδ’ ἐκείνων εἴς γε τὰ τοιαῦτα387 in vol. 1

3

.

534

δέοιο ‖ τὴν ἐμπειρίαν εἰς αὐτὰ φθάνων διδάσκαλον ἔχειν. ὁ τοίνυν ὑποτεταγμένος τοῖς χόνδροις τῆς ἀρ‐ τηρίας χιτὼν εὐιατότατός ἐστι, καὶ πᾶν ὅ τι ἂν ἐν αὐτῷ γένηται πάθημα καθίσταται ῥᾳδίως, εἰ μή ποτ’
5ἄρα διά τινα σηπεδόνα μεγάλην ἐκβρωθέν τι μέρος αὐτοῦ τελέως γυμνὸν ἀποφήνειε τὸν χόνδρον. οὐ γὰρ ἔτι τὸ τοιοῦτον ἰαθῆναι ῥᾴδιον, οὐ διὰ τὸν χιτῶνα δήπουθεν, ἀλλ’ ὅτι πρὸς τὸν χόνδρον ἐτελεύτησε τὸ πάθημα. ὅπερ οὖν σπανίως νῦν, τοῦτ’ ἂν ἐγίγνετο
10συνεχῶς, εἰ φύσει γυμνὸς ἦν ὁ χόνδρος. διὰ τί δὲ λεπτὸς ἅμα καὶ πυκνὸς ἐγένετο καὶ μετρίως ξηρός; ἢ ὅτι παχύτερος μὲν γενόμενος, ἢ ὡς νῦν ἐστι, πρὸς τῷ μηδὲν ὠφελεῖν κατελάμβανεν ἂν οὐκ ὀλίγον τῆς καθ’ ὅλην τὴν ἀρτηρίαν εὐρύτητος· ἀραιὸς
15δ’ εἴπερ ἐγένετο, τήν τε πρὸς τὸν ὑποκείμενον χόν‐ δρον οὐκ ἂν ἀπέκλειε τῶν διαρρεόντων ὑγρῶν ὁμιλίαν, αὐτός τ’ ἂν ῥᾳδίως διαβρεχόμενος βραγχώδη τὴν φω‐ νὴν ἀπειργάζετο. δι’ αὐτὸ γάρ τοι τοῦτο καὶ ξηρὸς συμμέτρως ἐστίν. ἄμεινον γὰρ ἠχεῖ τὰ ξηρότερα τῶν
20διαβρόχων, ὥσπερ γε καὶ τὰ τελέως ξηρὰ κακοφωνό‐ ‖

3

.

535

τερα τῶν συμμέτρως ξηρῶν. ἐν μέν γε τοῖς περικαέσιν ἅπασι πυρετοῖς ἰσχυρῶς ἀναξηραινομένων τῶν κατὰ τὴν φάρυγγα καὶ τὴν ἀρτηρίαν τὰς ὑφ’ Ἱπποκράτους
ὀνομαζομένας κλαγγώδεις φωνὰς γίγνεσθαι συμβαίνει·388 in vol. 1
5οὕτω δὲ κἀν τοῖς ζῴοις, ὅσα μακρὸν ἱκανῶς ἔχει τὸν τράχηλον καὶ ξηροὺς τοὺς χόνδρους, ὥσπερ καὶ αἱ γέρανοι. καὶ γὰρ περὶ τούτων διὰ τοῦθ’ Ὅμηρος ἔγραψε·
8 Κλαγγῇ ταί γε πέτονται ἐπ’ Ὠκεανοῖο ῥοάων.
9
10τὸ μὲν δὴ ξηρὸν ὄργανον εἰς τοσοῦτον κακόφωνον. ἐν δ’ αὖ τοῖς κατάρροις τε καὶ ταῖς κορύζαις βραγχώ‐ δης ἡ φωνὴ γίγνεται πλήθει περιττῆς ὑγρότητος. ἅπερ ἅπαντα προγιγνώσκων ὁ δημιουργὸς ἡμῶν τὸν ὑποτε‐ ταγμένον τοῖς χόνδροις χιτῶνα συμμέτρως ξηρὸν ἀπειρ‐
15γάσατο φυλαξάμενος ἑκατέραν τὴν ὑπερβολήν. ὧδε μὲν ἔχει φύσεως ἡ ἀρτηρία τοῦ πνεύμονος ἡ ἐκ τῶν βρογχίων συγκειμένη· καλεῖν γὰρ οὕτως ἔθος τοῖς ἰατροῖς τοὺς χόνδρους αὐτῆς, ὥσπερ γε καὶ ὅλην μὲν βρόγχον, κεφαλὴν δὲ τὸ ἄνω πέρας αὐτῆς, ᾧπερ δὴ ‖

3

.

536

καὶ λάρυγξ ὄνομα. ἀλλὰ περὶ μὲν τῆς τούτων κατα‐ σκευῆς ὀλίγον ὕστερον ἐροῦμεν. Ὁ δὲ πνεύμων, ὅσον ἐπὶ τῷ παρόντι λόγῳ, τοῖς ἀμελέστερον τὰ τοιαῦτα σκοπουμένοις ἴσως
5ἂν δόξειεν ὧν δεῖται πάντ’ ἔχειν ἤδη δι’ ἑνὸς ὀργά‐ νου, τῆς τραχείας ἀρτηρίας, εἴ γε καὶ φωνεῖν δι’ αὐ‐ τῆς καὶ ἐκφυσᾶν καὶ ἐκπνεῖν καὶ εἰσπνεῖν ἱκανός ἐστιν. ἀλλ’ εἰ προσέχοις τὸν νοῦν, ὡς οὔτ’ αὐτὸ τοῦτο τὸ ὄργανον ἔχει πω χορηγίαν αἵματος, ὅθεν
10θρέψεται, πρὶν ζευχθῆναί τινας αὐτῷ φλέβας, οὔθ’ ἡ καρδία πρὸς τῆς ἀναπνοῆς οὐδὲν ὀνίναται πρὶν συνα‐ φθῆναι δι’ ἑτέρας ἀρτηρίας πρὸς τήνδε, γνοίης ἄν, ὡς καλῶς ἡ φύσις ἕτερον ἀγγείων γένος διττὸν ἀνέμιξέ τε καὶ διέπλεξε ταῖς τραχείαις ἀρτηρίαις, ἀλλὰ καὶ ὡς389 in vol. 1
15οὐκ ἐνδέχεται μετέωρον ἀγγεῖον ἀκίνδυνον μένειν σχιζόμενον, εἰ μή τις εἰς τὴν σχίσιν αὐτοῦ τεθείη μαλακή τε καὶ σπογγοειδὴς οὐσία, καθάπερ στοιβὴ πληροῦσά τε τὸ μεταξὺ πάντων τῶν ἀγγείων κενὸν

3

.

537

ἔρεισμά τέ τι καὶ ἔρυμα γιγνομένη τῆς κατὰ ‖ τοῦτ’ ἀσθενείας· γνοίης δ’ ἄν, ὡς ὀρθῶς τε καὶ προνοητι‐ κῶς ἡ σὰρξ τοῦ πνεύμονος ἐγένετο. ταύτης μέν γε καὶ ἄλλη τίς ἐστιν οὐ σμικρὰ χρεία, περὶ ἧς ὀλίγον
5ὕστερον ἐροῦμεν. ἀλλ’ αἵ γε πρὸς τὴν καρδίαν μέλλουσαι συνάπτειν τὰς τραχείας ἀρτηρίας αἱ λεῖαι πολλάκις μὲν ἐδείχθησαν ἤδη λεπτὸν καὶ καθαρὸν καὶ ἀτμῶδες αἷμα περιέχειν καὶ μὴ μόνου πνεύματος ὑπάρχειν ὄργανα, μαρτυρεῖ δ’ οὐχ ἥκιστα καὶ ὁ παρὼν
10αὐταῖς λόγος. εἰ γὰρ δὴ κἀκεῖναι τελέως εἰσὶν αἵμα‐ τος ἄμοιροι καθάπερ αἱ τραχεῖαι ἀρτηρίαι, τοῦτο γὰρ Ἐρασίστρατος ὑπολαμβάνει, τί οὐκ εὐθὺς εἰς τὴν καρ‐ δίαν αἱ τραχεῖαι περαίνουσι; διὰ τί δὲ φλεβῶν ἀπο‐ βλαστήματα σμικρὰ ταῖς μὲν τραχείαις ἐμφύεται, ταῖς
15λείαις δ’ οὐκ ἐμφύεται; μάτην γὰρ ἂν οὕτως ἡ μηδὲν εἰκῇ δημιουργοῦσα καὶ κατ’ αὐτὸν ἐκεῖνον φύσις οὐ τὰς λείας μόνον ἀρτηρίας τοῦ πνεύμονος, ἀλλὰ καὶ
τὰς φλέβας εἴη πεποιηκυῖα, τὰς μέν, ὅτι ταῖς τραχείαις ἄντικρυς ἡ καρδία συνάπτεσθαι δυναμένη τῶν λείων390 in vol. 1
20οὐκ ἐδεῖτο, τὰς δ’ αὖ φλέβας, ὅτι καὶ τῶν ἀρτηριῶν ‖

3

.

538

αὐτῶν τὸν χιτῶνα καὶ πάντων ἁπλῶς τοῦ ζῴου τῶν μορίων ἐκ φλεβὸς καὶ ἀρτηρίας καὶ νεύρου πεπλέχθαι φησὶ καὶ τρέφεσθαί γε πρὸς τῆς ἐν αὐτῷ φλεβὸς ἕκαστον, τῆς ἁπλῆς ἐκείνης καὶ λόγῳ θεωρητῆς, οὐδὲν
5τῆς μεγάλης φλεβὸς ταύτης τῆς συνθέτου δεόμενον. εἴπερ οὖν ἡ μὲν ἀριστερὰ τῆς καρδίας κοιλία πνεῦμα μόνον ἐν ἑαυτῇ περιέχει, καθάπερ ἡ ἀρτηρία ἡ τρα‐ χεῖα, καὶ διὰ τοῦτο τῶν λείων οὐδὲν δεῖ τῷ πνεύμονι, τροφῆς δ’ ἐπεισάκτου παρὰ φλεβὸς οὐδεμία χρῄζει
10τῶν ἀρτηριῶν, εὔλογον ἦν ἐκ μόνων τῶν τραχειῶν τὸν πνεύμονα γεγονέναι. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οὐδὲ τοῦτ’ ἔστιν εἰπεῖν Ἐρασιστράτῳ βοηθεῖν ἐπιχει‐ ροῦντα, διότι τῇ καρδίᾳ συναφθῆναι τὰς τραχείας ἀρτηρίας ἀδύνατον ἦν ἐκ χόνδρων συγκειμένας. ὡς
15γὰρ ἀλλήλαις διὰ μέσων τῶν ὑμενωδῶν σωμάτων συνάπτονται, οὕτω καὶ τῇ καρδίᾳ δήπου δυνατὸν ἦν αὐτὰς συναφθῆναι. τί δή ποτ’ οὖν οὐχ ἓν γένος ἀρτηριῶν ἐγένετο κατὰ τὸν πνεύμονα; διὰ τί δὲ καὶ φλεβῶν αὐτῷ ἐδέησεν, Ἐρασιστράτῳ μὲν ἄπορον εἰπεῖν,

3

.

539

ὥσπερ καὶ διὰ τί φλεβώδης μὲν ὁ χιτὼν ταῖς ‖ ἀρτη‐ ρίαις, ἀρτηριώδης δὲ ταῖς φλεψίν, ἡμῖν δ’ οὐκ ἄπορον. ἀλλὰ καὶ μαρτυροῦσιν ἐναργῶς οἱ περὶ τῶν χρειῶν λογισμοὶ ταῖς ὑπὲρ τῶν ἐνεργειῶν ἀποδείξεσιν. ἐπει‐
5δὴ γὰρ αἱ μὲν ἄλλαι πᾶσαι καθ’ ὅλον τὸ ζῷον ἀρτη‐ ρίαι μετέχουσιν αἵματος, ὥσπερ καὶ ἡ ἀριστερὰ κοιλία τῆς καρδίας, αἱ τραχεῖαι δὲ μόναι καθαραὶ [τυγχάνου‐ σιν] οὖσαι διὰ μέσων τῶν λείων συνήφθησαν τῇ καρδίᾳ, πάντως δήπου καὶ τὰ τούτων στόματα πρὸς391 in vol. 1
10τῆς μηδὲν ἀλόγως ἐργαζομένης φύσεως εἰς τοῦθ’ ἥκει συμμετρίας, ὥστ’ ἀτμῷ μὲν καὶ πνεύματι δίοδον παρέ‐ χειν, αἵματι δὲ καὶ ταῖς οὕτω παχείαις οὐσίαις ὑπάρχειν ἄβατα, καὶ εἴ ποτ’ ἄρα τὴν κατὰ φύσιν ἀπολέσειε συμ‐ μετρίαν ἀναστομωθέντα, διαδίδοταί τι ταῖς τραχείαις
15ἀρτηρίαις ἐκ τῶν λείων αἷμα καὶ βῆχά τε παραχρῆμα ποιεῖ καὶ ἀναγωγὴν αἵματος. ἀλλ’ ἔν γε τῷ κατὰ φύσιν ἔχειν αὐτό τε τὸ μεταλαμβανόμενον ἐκ τῶν τραχειῶν εἰς τὰς λείας πνεῦμα παντελῶς ὀλίγον ἥ τε σὰρξ τοῦ πνεύμονος ἀερώδης ὁρᾶται καὶ πνεύματος
20μεστή, σαφῶς εἰς πέψιν ἀέρος ἐνδεικνυμένη παρε‐

3

.

540

σκευάσθαι, καθάπερ ἡ τοῦ ἥπατος εἰς ‖ τὴν τῆς τρο‐ φῆς. εὔλογον γὰρ οὐκ ἀθρόως οὐδ’ ἐξαίφνης τὸν ἔξωθεν ἀέρα τοῦ κατὰ τὸ ζῷον πνεύματος γίγνεσθαι τροφήν, ἀλλὰ κατὰ βραχὺ μὲν ἀλλοιούμενον, ὥσπερ γε
5καὶ τὰ σιτία, δεχόμενον δὲ τὴν οἰκείαν ποιότητα τῷ συμφύτῳ πνεύματι χρόνῳ πλείονι, καὶ ταύτης τῆς ἀλλοιώσεως τὸ πρῶτον ὄργανον ὑπάρχειν τὴν τοῦ πνεύμονος σάρκα, καθάπερ γε καὶ τῆς εἰς αἷμα μετα‐ βολῆς ἡ σὰρξ τοῦ ἥπατος ἐδείκνυτο τὴν αἰτίαν ἔχειν.
10Ἐρασίστρατος δὲ κἀνταῦθα δέον αἰτιάσασθαι ποιότη‐
τος οἰκειότητά τε καὶ ἀλλοτριότητα, λεπτότητά τε καὶ παχύτητα οὐκ οἶδ’ ὅπως αἰτιᾶται πνεύματος οἰόμενος ἀπόλλυσθαι διὰ τοῦτο τούς τ’ ἐν τοῖς Χαρωνίοις βαράθροις καὶ τοὺς ἐν τοῖς νεωστὶ κεχρισμένοις οἴκοις392 in vol. 1
15τιτάνῳ καί τινας ἐξ ἀνθράκων ὀσμῆς καὶ τῶν ἄλλων τῶν τοιούτων, ἀδυνατοῦντος ἐν τῷ σώματι στέγεσθαι τοῦ πνεύματος ὑπὸ λεπτότητος. ἄμεινον δ’ ἦν, ὥσπερ τῶν βρωμάτων οἰκεία μὲν ἡ τῶν ὀσπρίων τε καὶ λα‐ χάνων καὶ ἄρτων καὶ τῶν ἄλλων τῶν τοιούτων ἐστὶν

3

.

541

ἡμῖν ποιότης, ἀλλοτρία ‖ δ’ ἥ τε τῆς κανθαρίδος καὶ ἡ τοῦ λαγωοῦ τοῦ θαλαττίου καὶ ἡ τῶν ἄλλων τῶν τοιούτων, οὕτω νομίζειν ἀέρος εἶναί τινα ποιότητα, τὴν μὲν οἰκείαν τε καὶ φίλιον τῷ τοῦ ζῴου πνεύματι,
5τὴν δ’ ἀλλοτρίαν τε καὶ φθαρτικήν. εἰ γὰρ ἅπαξ εἰς ἔννοιαν ἀφίκετο τούτου, τήν τε τῶν ἀνθράκων λιγνὺν οὐκ ἂν ἐτόλμησε λέγειν λεπτοτέραν ἀέρος καθαροῦ, σαφῶς ἅπασι φαινομένην παχυτέραν, ἐζήτησέ τ’ ἂν οἶμαι τὰ τῆς πέψεως αὐτοῦ παρεσκευασμένα τῇ φύσει
10μόρια. ἢ τοῦτο μὲν καὶ πάνυ γελοῖον, ᾧ μηδὲ περὶ τῆς τοῦ αἵματος γενέσεως εἴρηταί τι μηδὲ περὶ τῆς τῶν ἄλλων χυμῶν, τοῦτον ἀξιοῦν εἰς τοσοῦτον φυσιο‐ λογίας ἥκειν, ὡς καὶ τὴν τοῦ πνεύματος ἀλλοίωσίν τε καὶ πέψιν ἐπίστασθαι. περὶ μὲν δὴ τούτων ἑτέρωθι
15πρὸς αὐτὸν ἐπὶ πλέον εἴρηται. τὸ δ’ ἐκ τῶν τραχειῶν
ἀρτηριῶν πνεῦμα τὸ ἔξωθεν ἑλχθὲν ἐν μὲν τῇ σαρκὶ τοῦ πνεύμονος τὴν πρώτην ἐργασίαν λαμβάνει, μετὰ ταῦτα δ’ ἐν τῇ καρδίᾳ τε καὶ ταῖς ἀρτηρίαις καὶ μά‐ λιστα ταῖς κατὰ τὸ δικτυοειδὲς πλέγμα τὴν δευτέραν,393 in vol. 1

3

.

542

ἔπειτα τὴν τελεωτάτην ἐν ταῖς τοῦ ‖ ἐγκεφάλου κοι‐ λίαις, ἔνθα δὴ καὶ ψυχικὸν ἀκριβῶς γίγνεται [πρό‐ τερον]. ἥτις δ’ ἐστὶν ἡ χρεία τοῦ ψυχικοῦ τούτου πνεύματος καὶ πῶς ἀγνοεῖν ἔτι τὸ ἀκριβέστατον ὁμο‐
5λογοῦντες οὐσίαν ψυχῆς ὅμως οὕτω τολμῶμεν ὀνομά‐ ζειν, οὐ νῦν ἂν εἴη λέγειν καιρός. ἀλλ’ ὑπομνήσαντας, ὡς ἡ σὰρξ τοῦ πνεύμονος ἅμα μὲν ἀναπληροῖ τὴν σχίσιν τῶν ἀγγείων, ἅμα δὲ πέττει τὸν ἔξωθεν ἀέρα, περί τε τῶν εἰς τὰς τραχείας ἀρτηρίας ἐμφυομένων
10φλεβῶν, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν ἐλέγομεν, εἰπόν‐ τας αὖθις, ὡς, ἐπειδὴ τελέως ἠπόρουν αἵματος αἵδ’ αἱ ἀρτηρίαι, δεόντως εἰς αὐτὰς ἐκ τῶν ἔξωθεν μερῶν ἐμπεφύκασιν αἱ φλέβες, καὶ ὡς, εἰ κἀν ταῖς λείαις ἡ φύσις ἐγίγνωσκε μὴ περιεχόμενον αἷμα, πάντως ἄν που
15καὶ τῆς τούτων τροφῆς προὐνοήσατο, καὶ μέντοι καὶ ὡς ἀρτηριώδει μὲν εἶναι τῇ φλεβί, φλεβώδει δὲ τῇ ἀρτηρίᾳ βέλτιον ἦν, ὡς ἔμπροσθεν ἀπεδείξαμεν, ἀνα‐ μνήσαντας τὰ κεφάλαια, καιρὸς ἂν εἴη μεταβαίνειν ἐπί τι τῶν ἑξῆς, ἐκεῖνο μόνον ἔτι προσθέντας, ὡς διὰ
20τὰ προειρημένα μέσην ἡ φύσις ἔταξε τὴν τραχεῖαν ‖

3

.

543

ἀρτηρίαν τῆς τε λείας καὶ τῆς φλεβός. ἑκατέρᾳ γὰρ αὐτῶν ἔδει πλησιάζειν, τῇ μὲν λείᾳ, διότι τὴν χρείαν
τῆς ἀναπνοῆς τῇ καρδίᾳ διὰ μέσης ἐκείνης ἡ τραχεῖα παρέχει, τῇ δὲ φλεβί, διότι δεῖται τρέφεσθαι παρ’394 in vol. 1
5αὐτῆς. διὰ ταῦτα μὲν οὖν ἐτάχθη μέση. διὰ τί δ’ ὄπισθεν μὲν αὐτῆς ὡς πρὸς τὴν ῥάχιν ἡ φλέψ ἐστιν, ἔμπροσθεν δ’ ἡ ἀρτηρία; ὅτι πορρωτέρω προάγειν ἀπὸ τῆς καρδίας ἀσθενῆ καὶ λεπτὸν ἔχουσαν τὸν χιτῶνα τὴν ἀρτηρίαν οὐκ ἦν ἀσφαλές. δεόντως οὖν
10τουτὶ μὲν τὸ ἀγγεῖον ἀνίσχον τῆς καρδίας εὐθὺς εἰς τὸν πνεύμονα κατασχίζει. θάτερον δὲ τὸ ἰσχυρότερον ἀπάγει πορρώτερον ὀπίσω τῆς ἀρτηρίας. αὕτη μὲν καὶ ἡ τούτων αἰτία. καιρὸς δ’ ἂν εἴη τῶν ἐφεξῆς ἔχεσθαι. ἐδείκνυτο δὴ πρός τε τὸ μὴ συστέλλεσθαι
15καὶ διαστέλλεσθαι ῥᾳδίως χρῆναι τὰς φλέβας ἐν ταῖς ἀναπνοαῖς ὁ χιτὼν αὐτῶν σκληρὸς γεγονέναι, καὶ πρὸς τὸ τρέφεσθαι λεπτῷ καὶ ἀτμώδει, μὴ παχεῖ καὶ θολερῷ τῷ αἵματι τὸν πνεύμονα. τὸ δὲ μὴ διαστέλλεσθαι καὶ

3

.

544

συστέλλεσθαι πρὸς ‖ δύο ταῦτ’ ἐδείκνυτο χρήσιμον ὑπάρχειν, εἴς τε τὸ σύμπασαν τοῦ θώρακος τὴν εὐρυ‐ χωρίαν ἀνακεῖσθαι καὶ σχολάζειν τοῖς τοῦ πνεύματος ὀργάνοις καὶ πρὸς τὸ μηκέτι παλινδρομεῖν εἰς τὴν
5καρδίαν ἐξ αὐτῶν βιαίως τὸ αἷμα· τούτου γὰρ τὴν φύσιν οὐ σμικρὰν πεποιῆσθαι πρόνοιαν, ὡς κἀκ τῆς τῶν ὑμένων ἐπιφύσεως ἐδείκνυτο. καὶ μέν γε καὶ τῶν ἀρτηριῶν ὁ χιτὼν ἀπεδείχθη λεπτὸς γεγονέναι πρὸς τὸ τρέφεσθαι τὸν πνεύμονα πλείστῳ τῷ παρ’
10αὐτῶν αἵματι καθαρῷ καὶ λεπτῷ καὶ ἀτμώδει τὴν
φύσιν ὑπάρχοντι καὶ πρὸς τὸ ῥᾳδίως ἑλκούσῃ τῇ καρ‐ δίᾳ μεθιέναι τὸ πνεῦμα. τούτων οὖν ὅτῳ μέλει τὰς ἀποδείξεις ἐπίστασθαι, τὸν πρὸ τούτου λόγον ἐπιμελῶς ἀναγιγνωσκέτω.395 in vol. 1
15 Περὶ δὲ τῶν ὑπολοίπων ἤδη μοι λέγειν καιρός. ἐπειδὴ γὰρ ἡ χρεία τῆς ἀναπνοῆς, ἡ πρώτη μὲν καὶ μεγίστη, φυλακὴ τῆς ἐμφύτου θερμασίας ὑπάρ‐ χειν ἐδείκνυτο, δι’ ἣν καὶ παραχρῆμα διαφθείρεσθαι τὰ ζῷα στερούμενα τῆς ἀναψύξεως, ἡ δ’ ἐλάττων τε
20καὶ δευτέρα θρέψις εἶναι τοῦ ψυχικοῦ πνεύματος ἐλέ‐

3

.

545

γετο, θαυμάζειν ‖ ἤδη προσήκει τὴν φύσιν, ὅπως ἅμα μὲν εἰς ταῦτ’ ἐπιτηδείως ἔχοντα τὸν πνεύμονα κατε‐ σκεύασεν, ἅμα δ’ εἰς γένεσιν φωνῆς. ὅτι μὲν οὖν τὰς λείας ἀρτηρίας ἁπάσας εἰς μίαν ἀρχὴν ἀνεστόμωσε τὴν
5ἀριστερὰν κοιλίαν τῆς καρδίας, ἵναπερ ἡ τῆς ἐμφύ‐ του θερμασίας ἐστὶν ἀρχή, κατὰ τοῦτο μὲν ὡς ἀνάψυ‐ ξιν συνεχῆ τῇ καρδίᾳ παρασκευάσασαν αὐτὴν ἐπαι‐ νεῖσθαι δίκαιον. ὅτι δὲ διά τε τῶν αὐτῶν τούτων ἐν ταῖς τῆς καρδίας συστολαῖς, ὅσον αἰθαλῶδες ἐν αὐτῇ
10καὶ λιγνυῶδες, ἀποχεῖται, καὶ πολὺ μᾶλλον ἔτι διὰ τῆς μεγάλης ἀρτηρίας εἰς τὰς ἄλλας, ὡς καὶ ταῦθ’ ὑπὲρ τοῦ μὴ σβεσθῆναί ποτε καταπνιγεῖσαν ὑπὸ μοχθηρῶν περιττωμάτων τὴν ἐν τῇ καρδίᾳ θερμασίαν ἀσφαλῶς προνοησαμένην αὐτὴν ὑμνεῖσθαι προσήκει. τὸ δὲ καὶ
15τὴν τοῦ πνεύμονος σάρκα μαλακὴν καὶ μανὴν καὶ ἀφρώδη ποιῆσαι χάριν τοῦ τὸν ἔξωθεν ἀέρα προπέτ‐ τειν, ὡς τροφὴν οἰκείαν προνοησαμένην αὐτὴν τῷ πνεύματι τῷ ψυχικῷ θαυμάζεσθαι δίκαιον. ὅτι δέ,
καίτοι τριῶν ἀγγείων διαπλεκόντων τὸν πνεύμονα,396 in vol. 1
20μιᾶς μὲν φλεβός, διττῶν δ’ ἀρτηριῶν, ἅπαν εἰς τὰς ‖

3

.

546

τραχείας ἀρτηρίας ἐποίησεν ἕλκεσθαι τὸ πνεῦμα καὶ αὖθις ἐντεῦθεν ἐκπέμπεσθαι φωνούντων, ἵν’ ἐπὶ πλεῖ‐ στον ἡμῖν οἷόν τ’ ᾖ διαλέγεσθαι μὴ δεομένοις συνε‐ χοῦς εἰσπνοῆς, ὡς ἂν ἑκάστης αὐτῶν εἰς μακρὸν ἐξαρ‐
5κούσης, ἐν τούτῳ πάλιν ὡς τοῦ βελτίστου προνοησα‐ μένην αὐτὴν ἐπαινεῖσθαι δίκαιον. ἐγὼ μὲν δὴ δείξω τὸ γιγνόμενον αὐτό τε καὶ τὴν αἰτίαν αὐτοῦ διδάξω τῷ λόγῳ. σὸν δ’ ἂν εἴη λοιπὸν ἐπαινεῖν τὸν ταῦτα κατασκευασάμενον, εἴ γε μὴ φθονερὸς εἶ δικαίων
10ἐπαίνων. ὅτι μὲν οὖν ὁ πνεύμων ἅπασαν ἐκπεπλήρωκε τὴν εὐρυχωρίαν τοῦ θώρακος, καὶ ὡς, εἴτε διαστέλ‐ λοιτο, συνδιαστέλλεται κατὰ πᾶν καὶ αὐτός, εἴτε συ‐ στέλλοιτο, συστέλλεται, ἐν τοῖς περὶ τῆς κινήσεως αὐ‐ τῶν ἔμαθες ὑπομνήμασιν. ἀλλὰ καὶ ὡς τοῖς ἕλκουσιν
15ἅπασιν ὀργάνοις τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ πρότερον ἕπεται τοῦ βαρυτέρου τὸ κουφότερον, καὶ ὡς διὰ τῶν εὐρυτέρων στομάτων ἑτοιμότερον αὐτοῖς πληροῦσθαι, καὶ ταῦτ’ ἐν ἐκείνοις ἔμαθες, καὶ μέν γε καὶ ὡς τῶν μὲν τραχειῶν ἀρτηριῶν ἓν ἁπασῶν ἂν

3

.

547

εἴη στόμα μέγιστον ἀνίσχον εἰς τὴν ‖ φάρυγγα, τῶν δὲ λείων ἕτερον ἓν εἰς τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας, ὥσπερ γε καὶ τῶν φλεβῶν εἰς τὴν δεξιάν, καὶ ὡς ἐκ μὲν τῆς φάρυγγος ἀὴρ ἕλκεται μόνος εἰς
5τὰς τραχείας ἀρτηρίας, ἐκ δὲ τῆς δεξιᾶς κοιλίας αἷμα
μόνον εἰς τὰς φλέβας, ἐκ δὲ τῆς ἀριστερᾶς ἐξ ἀμφοῖν τι μικτόν. εἰ δὴ ταῦτα μνημονεύεις ἅπαντα συνθεὶς αὐτά, ῥᾳδίως ἐξευρήσεις τοῦ προκειμένου τὴν ἀπό‐ δειξιν. διαστελλομένου γὰρ τοῦ πνεύμονος πρῶτον397 in vol. 1
10μὲν ἀκολουθήσει τὸ κουφότατον, ὃ δή ἐστιν ὁ ἔξωθεν ἀήρ, καὶ πληρώσει τὰς τραχείας ἀρτηρίας· δεύτερον δὲ τὸ ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας καὶ πλη‐ ρώσει τὰς λείας· ἔσχατον δὲ καὶ τρίτον ἐπὶ τούτοις τὸ αἷμα. πρὶν δὲ τὰς τραχείας ἀρτηρίας τελέως πλη‐
15ρωθῆναι πνεύματος, εἰς οὐδέτερον τῶν ἄλλων ἐνδέχε‐ ταί τι μεταληφθῆναι. καὶ μὴν εἴπερ τοῦθ’ οὕτως ἔχει, μόνως ἂν οὕτως ἐγχωρήσειεν εἴς τε τὰς λείας ἀρτηρίας καὶ τὰς φλέβας εἰσρυῆναί τι παρὰ τῆς καρ‐ δίας, εἰ διαστέλλοιτο μὲν ὁ θώραξ ἔτι, φθάνοιεν δ’
20ἔχειν ἤδη τὴν μεγίστην αἱ τραχεῖαι διάστασιν. εἰ δ’

3

.

548

ἅμα μὲν ὁ θώραξ παύοιτο ‖ διαστελλόμενος, ἅμα δ’ ἐκεῖναι τὴν μεγίστην ἔχοιεν διάστασιν, οὐδεὶς ἔτ’ ἀπο‐ λείπεται χρόνος οὔτε ταῖς λείαις ἀρτηρίαις οὔτε ταῖς φλεψίν, ἐν ᾧ διαστήσονται. μηκέτι γὰρ τοῦ πνεύμο‐
5νος διαστελλομένου, διότι μηδ’ ὁ θώραξ, οὐδὲ τῶν μορίων αὐτοῦ δύναιτ’ ἂν ἔτι διαστέλλεσθαί τι. δῆλον οὖν, ὡς, εἴπερ ἐπιδείξαιμεν, ὅτι τὴν μεγίστην τοῦ πνεύμονος διάστασιν αἱ τραχεῖαι μόναι διαστελλόμεναι καταλαμβάνουσιν, εὐθὺς ἂν ἀποδεδειγμένον εἴη, διότι
10καὶ μόναι κατὰ τὰς εἰσπνοὰς πληροῦνται. τίς οὖν ἡ τοῦδε ἀπόδειξις; ἐπὶ τεθνεῶτος ἤδη τοῦ ζῴου διὰ τοῦ λάρυγγος ἐμφυσῶν πνεῦμα πληρώσεις μὲν δήπου τὰς
τραχείας ἀρτηρίας, διιστάμενον δ’ ἐπὶ πλεῖστον ὄψει τὸν πνεύμονα τὸν ἴσον ὄγκον ἐν αὐτῷ τῶν τε λείων398 in vol. 1
15ἀρτηριῶν καὶ τῶν φλεβῶν φυλαττουσῶν. ᾧ δῆλον, ὡς ἱκανὰς εἰς μεγίστην διάστασιν ἄγειν τὸν πνεύμονα τὰς τραχείας ἀρτηρίας ἡ φύσις ἐδημιούργησε, καὶ δι’ ἑνὸς τούτου σοφίσματος εἰς ταύτας μόνας ἀναγκαῖον ἐποίησεν ἐν ταῖς εἰσπνοαῖς εἰσιέναι τὸν ἔξωθεν ἀέρα.

3

.

549

πότ’ οὖν εἰς τὴν καρδίαν ἕλκεται τὸ πνεῦμα; ‖ κατὰ τὰς διαστολὰς αὐτῆς δηλονότι, καθάπερ γε καὶ κατὰ τὰς συστολὰς αὖθις ἐκκρίνεται. τὰς μὲν γὰρ λείας ἀρτηρίας ὑπηρετεῖν χρὴ ταῖς τῆς καρδίας κινήσεσι,
5τὰς δὲ τραχείας ταῖς τοῦ πνεύμονος. ὅτι δ’ ἀρχαὶ δύο τούτων τῶν κινήσεών εἰσιν ὅλῳ τῷ γένει διαφέ‐ ρουσαι, καὶ ὡς αἱ μὲν τῆς καρδίας ὑπὸ τῆς φύσεως, αἱ δὲ τοῦ θώρακος ὑπὸ τῆς ψυχῆς γίγνονται, δέδεικται πολλάκις· ἀλλὰ καὶ ὅτι βέλτιον ἦν ἡμέτερον ἔργον
10εἶναι τὴν ἀναπνοὴν ὑπηρετοῦσαν ἀεὶ τοῦ ζῴου τῇ βουλήσει, κατὰ τὸν πρὸ τούτου λόγον ἀποδέδεικται. καὶ πάντ’ ἔοικεν εἰς ἄκρον ἥκειν προνοίας τε ἅμα καὶ τέχνης τῷ δημιουργῷ τά τε κατὰ τὴν καρδίαν καὶ τὸν πνεύμονα μόρια. λείπειν γὰρ οὐδὲν ἔτι νομίζω, πλὴν
15ὃ καὶ χωρὶς ἐμοῦ δύναιτ’ ἄν τις εἰδέναι τῶν ἔμπρο‐ σθεν εἰρημένων ἀναμνησθείς, ἔνθα περὶ τῆς τῶν νεύρων εἰς ἅπαντα τὰ μόρια διανομῆς ἔλεγον. εἴσεται γὰρ ἐξ ἐκείνου τοῦ λόγου, διότι καὶ τῷ πνεύμονι βέλ‐ τιον ἦν, ὥσπερ καὶ τῇ καρδίᾳ καὶ τῷ ἥπατι καὶ τῷ
20σπληνὶ καὶ τοῖς νεφροῖς, ἐλαχίστων μεταλαβεῖν τῶν
νεύρων.399 in vol. 1

3

.

550

Ἀλλὰ καὶ περὶ τῆς εἰς τοὺς λοβοὺς αὐτοῦ σχίσεως εἴρηται. καὶ χρὴ καὶ περὶ τούτων τῶν κεφα‐ λαίων ἀναμνῆσαι μόνον, ὡς πρώτην μὲν χρείαν ὁμοίαν τοῖς κατὰ τὸ ἧπαρ ἔχουσιν. ὡς γὰρ ἐκεῖνο καθάπερ
5δακτύλοις τισὶ τοῖς λοβοῖς ἀσφαλέστερον περιλαμβάνει τὴν κοιλίαν, οὕτως ὁ πνεύμων τὴν καρδίαν. ἔπειτα δὲ καὶ ὡς ἐν ἑκατέρῳ τῷ μέρει δυοῖν ὄντοιν ὁ μὲν ἕτερος τὴν ἄνω τοῦ θώρακος εὐρυχωρίαν τὴν ὑπὲρ τὰς φρένας, ὁ δ’ ἕτερος τὴν κάτω καταλαμβάνει. καὶ
10μέν γε καὶ ὡς ὁ πέμπτος ὁ σμικρὸς ὁ κατὰ τὸ δεξιὸν μέρος, ὁ τρίγωνος, ἕνεκα τῆς κοίλης γεγένηται φλεβός. καὶ μέν γε καὶ πρὸς τὸ διαστέλλεσθαι καὶ συστέλλε‐ σθαι ῥᾷόν τε ἅμα καὶ δυσπαθέστερον τῷ παντὶ σπλάγχνῳ ἡ εἰς τοὺς λοβούς ἐστι τομή. συνεχὲς γὰρ
15εἴπερ ἑαυτῷ κατὰ πάντ’ ἐγεγόνει τὰ μέρη, τάχ’ ἂν ἐπόνησέ ποτε τῶν μορίων αὐτοῦ τι κατὰ τὰς σφοδρο‐ τέρας εἰσπνοάς, ἀθρόως ἁπάσας τοῦ θώρακος ἐκπλη‐ ροῦν ἀναγκαζομένου τὰς εὐρύτητας. ἵν’ οὖν καὶ τοῖς

3

.

551

στενοῖς αὐτοῦ μέρεσιν ὑποδύοιτο ῥᾳδίως, ἡ εἰς ‖ τοὺς λοβοὺς τμῆσις ἐπιτηδειοτέρα. περὶ μὲν δὴ τῶν τοῦ πνεύμονος μορίων εἴρηται. Λεκτέον δ’ ἂν ἐφεξῆς εἴη περὶ τῶν τοῦ
5λάρυγγος. ἔστι γὰρ καὶ οὗτος ὄργανον πνεύματος, ὀνομάζεται δ’, ὡς καὶ πρόσθεν ἔφαμεν, οὐ τοῦτο μό‐ νον, ἀλλὰ καὶ βρόγχου κεφαλή, διότι καὶ αὐτὴν τὴν τραχεῖαν ἀρτηρίαν βρόγχον καλοῦσι. σύγκειται μὲν οὖν ἐκ τριῶν μεγάλων χόνδρων οὐδὲν ἐοικότων τοῖς
10κατὰ τὴν ἀρτηρίαν οὔτε τὸ μέγεθος οὔτε τὸ σχῆμα. κινεῖται δ’ ὑπὸ μυῶν, κατὰ μὲν τὴν ἰδίαν αὐτοῦ σύνθεσιν δώδεκα, κατὰ δὲ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν ἑτέρων ὀκτώ. μέγιστος μὲν οὖν ἐστιν αὐ‐ τοῦ τῶν χόνδρων ὁ ἔμπροσθεν, οὗπερ καὶ ψαύομεν,400 in vol. 1
15ἔξωθεν μὲν κυρτός, ἔσωθεν δὲ κοῖλος ὑπάρχων, ὅπλῳ σκεπαστηρίῳ μάλιστα παραπλήσιος, οὐ τῷ κυκλοτερεῖ πανταχόθεν, ἀλλὰ τῷ προμηκεστέρῳ τῷ καλουμένῳ θυρεῷ. καὶ τοὔνομά γε τῷ χόνδρῳ κατὰ τὴν πρὸς τοῦθ’ ὁμοιότητα τοῖς ἀνατομικοῖς ἀνδράσιν ἐτέθη

3

.

552

καλέσασιν αὐτὸν θυρεοειδῆ. δεύτερος δ’ ‖ ἕτερος τού‐ του χόνδρος, ὅσον ἐλάττων τούτου, τοσοῦτον τοῦ τρίτου μείζων, ἐκ μὲν τῶν ἔνδον τέτακται μερῶν, ἵνα περ ὁ στόμαχος, ὅσον δ’ ἀποδεῖ τῷ μεγάλῳ πρὸς τὸ
5τελέως εἰς κύκλον περιῆχθαι, τοῦτ’ αὐτὸς προστίθη‐ σιν. οὐ γὰρ δή, ὥσπερ ὅλης τῆς τραχείας ἀρτηρίας ὑμενῶδές ἐστι τὸ πλησιάζον τῷ στομάχῳ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τοῦ λάρυγγος. ἡ δὲ πρὸς τὰ ἄνω τε καὶ κάτω θέσις αὐτῶν ὧδ’ ἔχει. ἐπὶ τελευτηθέντι
10τῷ τῆς τραχείας ἀρτηρίας ἐσχάτῳ χόνδρῳ πρότερος μὲν ὁ δεύτερος εἰρημένος ἐστὶν ὅλου ψαύων τοῦ χόν‐ δρου κατὰ πάντα τὰ μέρη τά τ’ ὀπίσω καὶ πρόσω καὶ πλάγια. μικρὸν δ’ ἀνωτέρω τῶν προσθίων τοῦδε μερῶν ὁ θυρεοειδὴς ἄρχεται χόνδρος, ἀποχωροῦντος
15ὀπίσω τοῦ δευτέρου. διαρθροῦνται δ’ ἀλλήλοις κατὰ τὰ πλάγια. καὶ σύνδεσμοί γέ τινες ἐκ τοῦ πρώτου
διήκουσιν εἰς τὸν δεύτερον ὑμενώδεις τε καὶ νευρώ‐ δεις. οὗ δ’ ὁ ἐλάττων ὁ ἔνδοθεν παύεται, δύο μὲν ἐπίκεινται σμικραὶ κυρτότητες, ἄρχεται δ’ ἐντεῦθεν ὁ401 in vol. 1

3

.

553

τρίτος χόνδρος ἁρμοτ‖τούσας ἀκριβῶς ταῖς ἐξοχαῖς αὐτοῦ κοιλότητας ἔχων, ὥστε τὴν σύνταξιν τῶν δύο χόνδρων τούτων διττὴν ἐργάζεσθαι διάρθρωσιν. ἔστι δὲ καὶ στενότερος ταύτης τῆς κάτω βάσεως ὁ δεύτερος
5χόνδρος. ὥστε διὰ τοῦτο καὶ τοῦ λάρυγγος ὅλου τὸ κάτω πέρας, ᾧ ψαύει τῆς ἀρτηρίας, εὐρύτερόν ἐστι τοῦ ἄνω στομίου τοῦ τελευτῶντος εἰς τὴν φάρυγγα. καὶ γὰρ αὖ καὶ ὁ τρίτος χόνδρος εἰς στενὸν κομιδῇ καὶ αὐτὸς τελευτᾷ, οὗ τὸ ἄνω πέρας ἀρυταινοειδὲς οἱ
10πλεῖστοι τῶν ἀνατομικῶν ὀνομάζουσιν ἀπὸ τῆς τοῦ σχήματος ὁμοιότητος πρὸς ταύτας δὴ τὰς προχόους, ἃς ἤδη καὶ ἀρυταίνας ἔνιοι καλοῦσιν. ἔστραπται δὲ καὶ τούτου τοῦ χόνδρου τὸ κοῖλον εἰς τὸν τοῦ πνεύ‐ ματος πόρον, ὥσθ’ οἷον αὐλόν τινα γίγνεσθαι τὸ συγ‐
15κείμενον ἐκ τῶν τριῶν. ἔνδον δ’ ἐν αὐτῷ τῷ πόρῳ τοῦ λάρυγγος ἔγκειται σῶμα τῷ σχήματι μὲν αὐλοῦ γλώττῃ παραπλήσιον, ἰδιότητι δὲ τῆς οὐσίας οἷον οὐκ ἄλλο τῶν κατὰ τὸ σῶμα· καὶ γὰρ ὑμενῶδές ἐστιν ἅμα καὶ πιμελῶδες καὶ ἀδενῶδες. ὧδε μὲν ἔχει κατασκευῆς
20ἡ ἴδιος οὐσία τοῦ λάρυγγος. ὁ γὰρ δὴ χιτὼν ὁ ἔνδον

3

.

554

αὐτὸν ‖ ὑπαλείφων κοινὸς τῆς τ’ ἀρτηρίας ἐστὶ καὶ τοῦ στομάχου. ὅτι μὲν οὖν ἐν πρώτῳ τῷ λάρυγγι
φωνὴ γίγνεται, καὶ ὡς διαστέλλεταί τε καὶ συστέλλε‐ ται μέχρι πλείστου, καὶ ἀνοίγνυταί τε καὶ κλείεται402 in vol. 1
5τελέως ἐνίοτε τὸ ἄνω στόμιον αὐτοῦ, δι’ ἑτέρων ἀπο‐ δέδεικται γραμμάτων. ὅτι δ’ οὐκ ἐνεδέχετο βελτίω γενέσθαι κατασκευὴν αὐτῷ τῆς νῦν οὔσης, ἐνταυθοῖ πειράσομαι δεικνύειν. οὔτε γὰρ ἐξ ἄλλης οὐσίας κατα‐ σκευασθῆναι τὸ τῆς φωνῆς ὄργανον, ἀλλ’ ἐκ τῆς χον‐
10δρώδους μόνης ἄμεινον ἦν, ὡς κἀν τοῖς περὶ τῆς τραχείας ἀρτηρίας λογισμοῖς ἐπεδείκνυμεν· οὔτ’ ἐκ χονδρώδους μέν, ἀλλ’ ἑνὸς τούτου μηδεμίαν ἐν ἑαυ‐ τῷ διάρθρωσιν ἔχοντος. ἀκίνητον γὰρ ἂν οὕτω γε παντάπασιν ὑπῆρχεν, ὡς μήτε κλείεσθαι μήτ’ ἀνοί‐
15γνυσθαι μήθ’ ὅλως συστέλλεσθαί τε καὶ διαστέλλε‐ σθαι. δῆλον οὖν, ὡς ἐκ πλειόνων θ’ ἅμα καὶ συνα‐ πτομένων πρὸς ἀλλήλους χόνδρων εὔλογον ἦν γενέσθαι τὸν λάρυγγα, καὶ μέντοι καὶ τὴν κίνησιν αὐτοῦ μὴ φυσικήν, ὥσπερ τῶν ἀρτηριῶν, ἀλλὰ κατὰ τὴν τοῦ

3

.

555

ζῴου γίγνεσθαι προαίρεσιν. εἰ γὰρ ‖ εἴς τε τὰς εἰσπνοὰς καὶ τὰς ἐκπνοὰς καὶ τὰς ἐπισχέσεις τῆς ὅλης ἀναπνοῆς καὶ τὰς ἐκφυσήσεις καὶ τὰς φωνὰς ἤμελλεν ἔσεσθαι χρήσιμος, ἅπαντα δὲ ταῦτα βέλτιον ἦν ὑπὸ
5τῆς ἡμετέρας ἄρχεσθαι προαιρέσεως, εὔλογον ἦν δή‐ πουθεν αὐτῷ τὴν κίνησιν ἑκούσιόν τε καὶ κατὰ τὴν τοῦ ζῴου γίγνεσθαι βούλησιν. ἀλλ’ εἰς τὰς τοιαύτας ἁπάσας κινήσεις οἱ μύες ἐδείκνυντο παρεσκευάσθαι τῇ φύσει. δῆλον οὖν, ὡς διὰ μυῶν ἐχρῆν αὐτοὺς
10κινεῖσθαι. τίνες οὖν οἱ μύες οὗτοι καὶ πόσοι καὶ πόθεν ἀρχόμενοι καὶ κατὰ τίνα τρόπον ἀνοιγνύντες τε καὶ κλείοντες αὐτόν, ἤδη λέγωμεν ἀπὸ προτέρων ἀρξάμενοι τῶν κοινῶν τοῖς τρισὶ χόνδροις. τέτταρες μέν εἰσιν οἱ τὸν πρῶτον χόνδρον τῷ δευτέρῳ συνά‐403 in vol. 1
15πτοντες ἐν τοῖς μεγαλοφώνοις ζῴοις, ὧν ἐστι καὶ ὁ ἄν‐ θρωπος, ἕτεροι δὲ τέτταρες ἐν ἅπασι τοῖς ζῴοις, οἱ τὸν δεύτερον τῷ τρίτῳ, καὶ δύο ἄλλοι, οἱ τὸν πρῶτον τῷ τρίτῳ. καταφύονται δ’ οἱ μὲν ἐκ τοῦ πρώτου χόν‐ δρου τοῦ θυρεοειδοῦς εἰς τὸν δεύτερον ὧδέ πως.
20κατὰ τὸ κάτω πέρας ἑκατέρου τῶν χόνδρων, ἔνθα τῆς

3

.

556

τε ‖ τραχείας ἀρτηρίας ψαύουσιν καὶ ἀλλήλων, ἐκ τοῦ μεγάλου χόνδρου διήκουσιν εἰς τὸν δεύτερον ἔξωθεν μὲν δύο μύες, ἔσωθεν δὲ δύο, καθ’ ἑκάτερον μέρος ἴσοι ἀκριβῶς ὅ τ’ ἔξω τῷ ἔξω καὶ ὁ ἔνδον τῷ ἔνδον.
5οὗτοι μὲν οὖν ἀκριβῶς στενοῦσι τὸ κάτω πέρας τοῦ λάρυγγος προσστέλλοντες τὸν πρῶτον χόνδρον τῷ δευτέρῳ. οἱ δ’ ἄλλοι τέτταρες, οἱ τὸν δεύτερον τῷ τρίτῳ συνάπτοντες, ἀνοιγνύουσι τὸ ἄνω πέρας τοῦ λάρυγγος, εἰς τοὐπίσω μὲν ἀνακλῶντες τὸν ἀρυται‐
10νοειδῆ χόνδρον οἱ ὄπισθεν, εἰς δὲ τὰ πλάγια διιστάν‐ τες ἐπὶ πλεῖστον οἱ ταύτῃ κείμενοι. τὴν δ’ ἀντικει‐ μένην τοῖς τέτταρσι τούτοις ἐνέργειάν τε καὶ θέσιν ἔχοντες οἱ λοιποὶ δύο κλείουσιν ἀκριβῶς τὸ ἄνω τοῦ λάρυγγος στόμα πρὸς τὴν ἐντὸς εὐρυχωρίαν κατα‐
15σπῶντες τὸν πρῶτον ἐοικότα τοῖς συσπαστοῖς βαλλαν‐
τίοις διὰ τὸ πλῆθος ὧν περιβέβληται νευρωδῶν ὑμέ‐ νων. οὗτοι μὲν οὖν οἱ εἰρημένοι δέκα μύες κοινοὶ τῶν τριῶν εἰσι χόνδρων. ἕτεροι δὲ δύο περὶ τὴν βάσιν τοῦ ἀρυταινοειδοῦς, οὐκ ὄντες ἐν τοῖς μικρο‐404 in vol. 1
20φώνοις ζῴοις, ὧν ἐστι καὶ ὁ πίθηκος. ἄλλοι δὲ πολὺ

3

.

557

μείζους ‖ τούτων, μόνου τοῦ θυρεοειδοῦς ἴδιοι, δύο μὲν ἐκ τῶν ταπεινοτέρων πλευρῶν τοῦ ὑοειδοῦς ὀστοῦ τὴν ἔκφυσιν ἔχοντες, εἶθ’ ὅλῳ τῷ μήκει τοῦ πρώτου χόνδρου πρόσθεν ἐπιβεβλημένοι· δύο δ’ ἄλλοι τὴν
5μὲν ἔκφυσιν ἐκ τοῦ χόνδρου πεποιημένοι, φερόμενοι δ’ ὡς ἐπὶ τὸ στέρνον τοῖς ἄλλοις δύο συνεπιμίγνυνται κατ’ ἐκεῖνα μόνα τῶν ζῴων, οἷς μέγας ὅ τε σύμπας λάρυγξ ἐστὶ καὶ ὁ θυρεοειδὴς χόνδρος. ὑπόλοιποι δ’ ἄλ‐ λοι δύο μύες ἐγκάρσιοι τῶν πλαγίων ἐκφυόμενοι μερῶν
10τοῦ θυρεοειδοῦς, ἔπειτ’ ἐν κύκλῳ τὸν στόμαχον περι‐ λαμβάνοντες ἐς ταὐτὸν ἀλλήλοις ἀφικνοῦνται. Οὕτω μὲν οὖν ἔχουσι κατασκευῆς οἵ τε χόνδροι καὶ οἱ μύες τοῦ λάρυγγος. ἑξῆς δ’ ἂν εἴη λέγειν ἑκάστου τὴν χρείαν ἀπὸ τῶν χόνδρων ἀρξα‐
15μένους. οὐ γὰρ ἀλόγως ἡ φύσις αὐτοὺς ἐποίησε το‐ σούτους τε καὶ τοιούτους. ἀλλ’ ὅτι διττὰς ἐχρῆν εἶναι κατὰ γένος ἐν αὐτοῖς τὰς διαρθρώσεις τε καὶ τὰς κινήσεις, ἑτέρας μὲν τὰς διαστελλούσας τε καὶ συστελ‐

3

.

558

λούσας αὐτούς, ἑτέρας δὲ τὰς ἀνοιγνυούσας τε ‖ καὶ κλειούσας, εἰς μὲν δὴ τὰς πρώτας ἡ τοῦ πρώτου πρὸς τὸν δεύτερον ἐγένετο διάρθρωσις, εἰς δὲ τὰς δευτέρας ἡ τοῦ δευτέρου πρὸς τὸν τρίτον. ἄλλης δ’ οὐκέτ’
5ἐδεῖτο τρίτης κινήσεως κατὰ γένος· ὥστ’ οὐδὲ διαρ‐ θρώσεως τρίτης· οὔκουν οὐδὲ μορίου τετάρτου. διὰ δὲ ταὐτὸ τοῦτο καὶ οἱ κοινοὶ τῶν τριῶν χόνδρων μύες ἐγένοντο δέκα τὸν ἀριθμόν· οἱ πρῶτοι μὲν ῥηθέντες οἱ δύο τὰ πρόσθια μέρη συνάπτοντές τε καὶ κλείοντες405 in vol. 1
10τῶν τοῦ λάρυγγος μεγάλων χόνδρων· οἱ δ’ ἑξῆς αὐ‐ τῶν οἱ δύο τὰ διὰ βάθους· τῶν δ’ ἄλλων ἓξ οἱ μὲν τέτταρες ἀνοιγνύντες τὸν ἀρυταινοειδῆ χόνδρον, οἱ δ’ ὑπόλοιποι δύο κλείοντες. οἷς ἐπίκουροι δύο ἐγκάρ‐ σιοι μύες ἐπὶ τῶν πλείστων ζῴων ἀλλήλοις ἑνούμενοι
15τὴν βάσιν σφίγγουσι τοῦ τρίτου χόνδρου. οὗτοι μὲν οὖν οἱ μύες ἅπαντες ἐν τῷ λάρυγγι περιέχονται τῶν παρακειμένων ὀργάνων οὐδενὶ συναπτόμενοι. ἕτεροι δὲ μύες ὀκτὼ συνδοῦντες αὐτὸν τοῖς πέριξ σώμασιν ἑτέρας κινήσεως ἐξηγοῦνται, καθ’ ἣν ὅλος ὁ τοῦ πνεύ‐

3

.

559

ματος πόρος ‖ εὐρύνεταί τε καὶ συστέλλεται. οἱ μὲν οὖν ἀπὸ τοῦ ὑοειδοῦς ὀστοῦ καθήκοντες ἐπί τε τὰ πρόσω καὶ τὰ ἄνω τὸν πρῶτον χόνδρον ἕλκοντες ἀπάγουσί τε τῶν ὀπισθίων χόνδρων εὐρύνουσί τε τὸν
5πόρον. ἀντιτεταγμένην δ’ αὐτοῖς ἔχοντες τὴν ἐνέρ‐ γειάν τε καὶ θέσιν οἱ ἐκ τοῦ θυρεοειδοῦς χόνδρου λοξοὶ πρὸς τὰ κάτω φερόμενοι προσστέλλουσί τε τὰ κάτω μέρη τοῦ χόνδρου καὶ κατασπῶσιν ἀτρέμα σὺν τῷ καὶ τὴν τραχεῖαν ἀρτηρίαν προσστέλλειν τε καὶ
10σφίγγειν, ὡς μήτ’ ἐνδιπλοῦσθαι κατά τι καὶ ὑποπτύσ‐ σεσθαι μήτ’ ἐπὶ πλέον εὐρύνεσθαι φωνεῖν προελομέ‐
νου τοῦ ζῴου. λοιποὶ δ’ οἱ τῶν πλαγίων ἐκφυόμενοι τοῦ θυρεοειδοῦς προσστέλλουσι τὰ μέρη ταῦτα τοῦ πρώτου χόνδρου καὶ τῷ δευτέρῳ περιπτύσσουσιν, ὡς406 in vol. 1
15στενοῦσθαι τὸν πόρον. ἐπιδέδεικται δ’ ὑπὲρ ἁπάν‐ των τούτων ἐν τῇ Περὶ φωνῆς πραγματείᾳ. νυνὶ δ’ οὐ τὰς ἐνεργείας, ἀλλὰ τὰς χρείας διέρχεσθαι πρόκει‐ ται τοῖς γιγνώσκουσι τὰς ἐνεργείας, ὡς ἤδη λέλεκται πολλάκις. τῶν μὲν οὖν ἐνεργούντων μορίων εὐθὺς

3

.

560

καὶ ἡ χρεία συνεμφαί‖νεται, καὶ χρὴ μόνον ἀναμνῆσαι τῆς ἐνεργείας τὸν ἐξηγούμενον τὴν χρείαν. τῶν δ’ ἐνεργούντων μὲν μηδὲν ὅλως τῷ ζῴῳ δηλονότι χρήσι‐ μον, ἀεὶ γὰρ οὕτως ἀκούειν προσῆκον, ὑπηρετούντων
5δὲ τοῖς ἐνεργοῦσιν ἐπὶ πλέον χρὴ ποιεῖσθαι τὴν ἐξή‐ γησιν ἐν τῇδε τῇ πραγματείᾳ· τοῦτο γὰρ ἴδιον αὐτῆς ἐστιν. ἐνεργοῦσι μὲν οὖν οἱ μύες καὶ τὰ νεῦρα, κινεῖται δ’ ὑπὸ τούτων τἄλλα σύμπαντα τὰ κατὰ τὸν λάρυγγα, χρείαν ἰδίαν ἕκαστον αὐτῶν παρεχόμενον.
10 Περὶ μὲν δὴ τῶν μυῶν τε καὶ τῶν χόν‐ δρων τοῦ λάρυγγος εἴρηται· περὶ δὲ τῶν ἄλλων ἐφεξῆς λεγέσθω. κατὰ τὴν ἔνδον χώραν αὐτοῦ, δι’ ἧς εἴσω καὶ ἔξω τὸ πνεῦμα φέρεται, τέτακταί τι σῶμα, περὶ οὗ μικρὸν ἔμπροσθεν εἶπον, οὔτε τὴν οὐσίαν οὔτε τὸ
15σχῆμα παραπλήσιον ἑτέρῳ τινὶ τῶν καθ’ ὅλον τὸ ζῷον. ὑπὲρ οὗ λέλεκται μέν μοι κἀν τοῖς Περὶ φωνῆς, ἐπι‐ δεικνύντι τὸ πρῶτόν τε καὶ κυριώτατον ὑπάρχειν αὐτὸ

3

.

561

τῆς φωνῆς ὄργανον· εἰρήσεται ‖ δὲ καὶ νῦν, ὅσον εἰς
τὰ παρόντα ἐστὶ χρήσιμον. ἔοικε μὲν αὐλοῦ γλώττῃ, μάλιστα κάτωθέν τε καὶ ἄνωθεν αὐτὸ θεωμένῳ. λέγω δὲ κάτωθεν μέν, ἵνα συνάπτουσιν ἀλλήλοις ἥ τ’ ἀρ‐407 in vol. 1
5τηρία καὶ ὁ λάρυγξ· ἄνωθεν δέ, κατὰ τὸ στόμα τὸ γεννώμενον ὑπὸ τῶν ταύτῃ περάτων τοῦ τ’ ἀρυται‐ νοειδοῦς χόνδρου καὶ τοῦ θυρεοειδοῦς. ἄμεινον δ’ ἦν ἄρα μὴ τοῦτο τὸ σῶμα ταῖς τῶν αὐλῶν γλώτταις εἰκά‐ ζειν, ἀλλ’ ἐκείνας τῷδε. καὶ γὰρ καὶ πρότερον οἶμαι
10τῷ χρόνῳ καὶ σοφώτερον τοῖς ἔργοις ἡ φύσις τῆς τέχνης ἐστίν. ὥστ’, εἴπερ τουτὶ μὲν τὸ σῶμα φύσεως ἔργον ὑπάρχει, τέχνης δ’ εὕρημά ἐστι τὸ κατὰ τοὺς αὐλούς, ἐκεῖνο τούτου μίμημα ἂν εἴη, πρὸς ἀνδρὸς εὑρημένον σοφοῦ γνωρίζειν τε καὶ μιμεῖσθαι τὰ τῆς
15φύσεως ἔργα δυναμένου. ὅτι μὲν οὖν χωρὶς τῆς γλώτ‐ της ἄχρηστος ὁ αὐλός, αὐτὸ δείκνυσι τὸ φαινόμενον. αἰτίαν δ’ οὐ χρὴ ποθεῖν ἀκούειν ἐν τῷ παρόντι λόγῳ. λέλεκται γὰρ ἐν τῇ Περὶ φωνῆς πραγματείᾳ, καθ’ ἣν καὶ τοῦτ’ εὐθὺς ἀποδέδεικται, τὸ μὴ δύνασθαι γενέ‐
20σθαι φωνὴν ἄνευ τοῦ στενωθῆναι τὴν διέξοδον. εἰ

3

.

562

γὰρ ‖ ἀναπεπταμένη τελέως εἴη σύμπασα, κεχαλασμένων μὲν τῶν πρώτων δυοῖν χόνδρων καὶ διεστώτων ἀπ’ ἀλλήλων, ἀνεῳγμένου δὲ τοῦ τρίτου, μήποτ’ ἂν δύ‐ νασθαι γενέσθαι φωνήν· ἀλλ’ εἰ μὲν ἀτρέμα ἔξω τὸ
5πνεῦμα φέροιτο, τὴν χωρὶς ψόφου συντελουμένην ἐκπνοήν· εἰ δ’ ἀθρόως τε καὶ σφοδρῶς, τὸ καλού‐ μενον ἄζειν γίγνεσθαι. ἵνα δὲ φωνήσῃ τὸ ζῷον, δεῖ‐
σθαι πάντως καὶ τῆς κάτωθεν φορᾶς ἀθροωτέρας, δεῖσθαι δ’ οὐδὲν ἧττον ταύτης καὶ τῆς κατὰ τὸν λά‐408 in vol. 1
10ρυγγα διεξόδου στενοτέρας καὶ οὐχ ἁπλῶς γε στενο‐ τέρας, ἀλλὰ κατὰ βραχὺ μὲν ἐξ εὐρέος εἰς στενὸν ἀγο‐ μένης, κατὰ βραχὺ δ’ ἐκ τοῦ στενοῦ πάλιν εὐρυνομένης. ὅπερ ἀκριβῶς ἐργάζεται τουτὶ τὸ σῶμα τὸ προκείμενον ἐν τῷ λόγῳ νῦν, ὃ δὴ γλωττίδα τε καὶ γλῶτταν ὀνο‐
15μάζω λάρυγγος. οὐ μόνον δ’ εἰς τὸ τῆς φωνῆς ἔργον ἀναγκαῖον τῷ λάρυγγι τουτὶ τὸ σῶμα τῆς γλωττίδος, ἀλλὰ καὶ τῇ καλουμένῃ καταλήψει πνεύματος. ὀνομά‐ ζουσι δ’ οὕτως οὐχ ὅταν ἀπνευστὶ μόνον ἔχωμεν, ἀλλ’ ὅταν ἅμα τῷ συστέλλειν ἐκ παντὸς μέρους τὸν θώ‐
20ρακα τοὺς μῦς ἐντείνωμεν σφοδρῶς, ὅσοι καθ’ ὑποχόν‐ ‖

3

.

563

δριά τε καὶ τὰς πλευρὰς τετάχαται. βιαιοτάτη γὰρ ἐνέργεια τηνικαῦτα τοῦ τε θώρακος ἅπαντος γίγνεται καὶ τῶν κλειόντων τὸν λάρυγγα μυῶν. ἀντέχουσι γὰρ οὗτοι βιαίως ὠθουμένῳ τῷ πνεύματι τὸν ἀρυταινοειδῆ
5κλείοντες χόνδρον, εἰς ὅπερ ἔργον οὐ σμικρὰ συντελεῖ τῆς προειρημένης γλωττίδος ἡ φύσις. εἰς ταὐτὸν γὰρ αὐτῆς ἔρχεται τὰ μόρια τό τε τῶν ἀριστερῶν καὶ τὸ τῶν δεξιῶν, ὡς συμπεσεῖν ἀλλήλοις ἀκριβῶς καὶ κλεῖσαι τὸν πόρον. εἰ δέ τι σμικρὸν ἄκλειστον ὑπολειφθείη,
10καὶ μάλιστ’ ἐν οἷς ζῴοις εὐρύτερός ἐστιν ὁ σύμπας λάρυγξ, ἐδείχθη δὲ τοιοῦτος ἐν τοῖς μεγαλοφώνοις ὑπάρχων, οὐδὲ τοῦτ’ ἀπρονόητον παρῶπται τῇ φύσει τρῆμα καθ’ ἑκάτερον μέρος τῆς γλωττίδος ἓν ἐργα‐
σαμένῃ ὑποθείσῃ τε τῷ τρήματι κοιλίαν ἔνδον οὐ409 in vol. 1
15σμικράν. εἰς ἥν, ἐπειδὰν μὲν εὐρείαις ὁδοῖς ὁ ἀὴρ χρώ‐ μενος εἰσίῃ τ’ εἰς τὸ ζῷον ἐξίῃ τ’ αὖθις, οὐδὲν παρω‐ θεῖται· φραχθείσης δὲ τῆς διεξόδου στενοχωρούμενος ὠθεῖταί τε βιαίως πρὸς τὰ πλάγια καὶ τὸ τῆς γλωτ‐

3

.

564

τίδος ἀνοίγνυσι στόμιον, ὃ τέως ‖ ἐκέκλειστο τῶν χειλῶν ἐπεπτυγμένων. αὐτὸ γάρ τοι τοῦτο, τοῦτ’ ἔστι τὸ τῆς ἐπιπτύξεως, αἴτιον τοῦ λαθεῖν ἅπαντας τοὺς ἔμπροσθεν ἀνατομικοὺς τὸ προκείμενον ἐν τῷ λόγῳ
5τρῆμα. πληρωθεισῶν δὲ πνεύματος τῶν ἐν τῇ γλώττῃ τοῦ λάρυγγος κοιλιῶν ἀποχεῖσθαι μὲν δήπου τὸν ὄγκον ἀναγκαῖον εἰς αὐτὸν τοῦ πνεύματος τὸν πόρον, ἀκριβῶς δὲ στενοῦσθαι, κἂν εἰ σμικρόν τι πρόσθεν ἀνέῳκτο. αὕτη μὲν ἡ περὶ τὴν γλῶτταν τοῦ λάρυγγος
10τέχνη τῆς φύσεως ἔν τε τῷ σύμπαντι σχήματι καὶ τῷ μεγέθει καὶ τῇ θέσει καὶ τοῖς τρήμασι καὶ ταῖς κοι‐ λίαις εἰς ἄκρον ἀκριβείας ἥκουσα. μείζονα γοῦν αὐτὴν εἴπερ ἐπινοήσαις γεγενημένην, ἀποφράξεις τὰς ὁδοὺς τοῦ πνεύματος, ὡς κἀν ταῖς φλεγμοναῖς ἀποφράττειν
15εἴωθεν. ἐλάττων δ’ αὖ γενηθεῖσα, πολὺ μὲν ἐνδέουσα τοῦ μετρίου παντάπασιν ἄφωνον ἐργάζεται τὸ ζῷον· ὀλίγῳ δ’ ἀπολειφθεῖσα μέρει τοσούτῳ μικροφωνότερόν τε καὶ κακοφωνότερον, ὅσῳπερ ἂν αὐτὴ λείπηται τοῦ συμμέτρου. οὕτω δὲ κἂν τὴν θέσιν αὐτῆς μετακινή‐
20σῃς, ἢ τὸ μέγεθος τοῦ τρήματος ἢ τῆς κοιλίας ἀναι‐

3

.

565

ρήσεις ‖ τὴν ὅλην χρείαν. αὐτίκα γέ τοι τὸ τρῆμα
καθ’ ἑκάτερον, ὡς εἴρηται, μέρος ὑπάρχει, πρόμηκες δ’ ἐστὶν ἄνωθεν κάτω, καθάπερ τις γραμμὴ στενή, καί‐ τοι γ’ οὐκ ὂν στενόν, ἀλλὰ τὸ τῶν χειλῶν ὑμενῶδες410 in vol. 1
5οἷόνπερ καταπῖπτον ἐστὶν εἰς τὴν ὑποκειμένην κοι‐ λότητα, καὶ διὰ τοῦτο καθάπερ ῥυσότης μᾶλλον ἢ τρῆμα φαίνεται πρὶν διαπτυχθῆναι τὰ χείλη. δια‐ πτυχθέντων δὲ σαφῶς μὲν ἤδη καὶ τοῦτο, σαφῶς δὲ καὶ ἡ ὑποκειμένη κοιλότης αὐτῷ θεωρεῖται. τοιούτου
10δ’ ὄντος ἑκατέρου τοῦ τρήματος ἐξ ἀριστερῶν τε καὶ δεξιῶν παραρρεῖ τι πνεῦμα μηδεμίαν αἰτίαν ἔχον ἀνοιγνύναι τὸ στόμιον ἢ πληροῦν τὴν κοιλίαν. ὅταν δ’ ὠθῆται μὲν κάτωθεν βιαίως, ἴσχηται δ’ ἄνωθεν, ἅτε μηκέτι δυνάμενον εὐθυπορεῖν, οἷον ἴλιγγόν τινα
15παθὸν ἐπιστρέφεταί τε πρὸς τὰ πλάγια τοῦ πόρου καὶ τούτοις ἐμπίπτει βιαίως ἀνατρέπει τε ῥᾳδίως τὰς ὑμε‐ νώδεις ἐπιφύσεις ἑκατέρου τῶν πόρων εἰς τὰς ὑποκει‐ μένας κοιλότητας, εἰς ἅσπερ καὶ ῥέπουσι φύσει, πληροῖ

3

.

566

τ’ αὖ καὶ διαφυσᾷ ‖ σύμπασαν τὴν γλωττίδα. τούτῳ δ’ ἐξ ἀνάγκης ἕπεται φράττεσθαι τὸν πόρον ἀκριβῶς. αὐτὸ δὲ τὸ σῶμα τῆς γλωττίδος ὑμενῶδες μὲν ἐγένετο πρὸς τὸ μήτε πληρούμενον ὑπὸ τοῦ πνεύματος ῥήγνυ‐
5σθαι μήτ’ ἐν τῷ ποτὲ μὲν εὐρύνεσθαι, ποτὲ δὲ συ‐ στέλλεσθαι τὸν ὅλον λάρυγγα, ταῖς ἐναντίαις αὐτοῦ καταστάσεσιν ἑπόμενον, εἰς κίνδυνον ἀφικέσθαι ποτὲ ῥήξεως· ὑγρὸν δ’ οὐχ ἁπλῶς, ἀλλὰ σὺν τῷ γλίσχρον τέ πως εἶναι καὶ λιπαρόν, ἵν’ ἐπιτέγγηται διὰ παντὸς
10οἰκείᾳ νοτίδι καὶ μή, καθάπερ αἱ τῶν αὐλῶν γλῶτται ξηραινόμεναι συνεχῶς ἐπικτήτου τινὸς ὑγρότητος δέον‐
ται, καὶ αὐτὸ τῶν ἔξωθεν ἰαμάτων ἐπιδεὲς γίγνηται. τὸ μὲν γὰρ λεπτὸν καὶ ὑδατῶδες ὑγρὸν εἰς ἀτμοὺς διαλυόμενον ἐν τάχει διαφορεῖται ῥᾳδίως ἀπορρεῖ τε411 in vol. 1
15παραχρῆμα καὶ μάλισθ’ ὅταν ᾖ κατάντης ὁ πόρος· τὸ δὲ γλίσχρον ἅμα καὶ λιπαρὸν ἐξαρκεῖ χρόνῳ παμπόλλῳ μήτ’ ἀπορρέον ἑτοίμως μήτε ξηραινόμενον. ὥστ’, εἴπερ καὶ τἄλλα πάνθ’ ἡ φύσις ἐν τῇ τοῦ λάρυγγος κατα‐ σκευῇ θαυμαστῶς ἐτεχνήσατο, μόνης δὲ τῆς τοιαύτης

3

.

567

ὑγρότητος ἐπελάθετο, διεφθείρετ’ ἂν ‖ ἡμῶν ἡ φωνὴ διὰ ταχέων ξηραινομένης τῆς γλωττίδος ἅμα τοῖς κατὰ τὸν λάρυγγα σύμπασιν, ὥσπερ νῦν εἴωθε γίγνεσθαι σπανιάκις ὑπὸ βιαίων αἰτίων νικωμένης τῆς φυσικῆς
5διοικήσεως. ἔν τε γὰρ τοῖς περικαέσι πυρετοῖς οὐ δύνανται φθέγγεσθαι πρὶν διαβρέξαι τὸν λάρυγγα, καὶ ὅσοι διὰ καύματος ὡδοιπόρησαν σφοδροῦ. Ἀλλὰ περὶ μὲν τῆς γλώττης τοῦ λά‐ ρυγγος ἱκανὰ καὶ ταῦτα. πάλιν δ’ ἐπὶ τοὺς κινοῦντας
10αὐτὸν μύας ἐπάνειμι καὶ μάλιστ’ ἐξ αὐτῶν τοὺς κλείοντας, ὅθενπερ ὁ λόγος δεῦρ’ ἀπετράπετο. θαυ‐ μαστὸν γὰρ ἂν εἶναι δόξειεν, εἴ τις πρόσσχοι τὸν νοῦν αὐτῷ καὶ λογίσαιτο τὸ μέγεθός τε καὶ τὸ πλῆθος ὅσον ἐστὶ τῶν συστελλόντων τὸν θώρακα μυῶν· οἷς ἅπασιν
15ἀνθίστανται δύο μικροὶ μύες οἱ κλείοντες τὸν λάρυγγα, συνεπιλαμβανούσης αὐτοῖς, ὡς δέδεικται, τῆς γλωττί‐ δος. ἔστιν οὖν τις κἀνθάδε σοφία περιττὴ τοῦ τῶν ζῴων δημιουργοῦ τοῖς ἀνατομικοῖς ἀνδράσιν ἠγνοη‐ μένη, καθάπερ καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ περὶ ‖

3

.

568

τὴν κατασκευὴν τοῦ λάρυγγος. οἱ γάρ τοι μύες οἱ κλείοντες αὐτὸν ἄρχονται μὲν ἐκ μέσης τῆς βάσεως τοῦ θυρεοειδοῦς, ἀνατείνονται δ’ ὄρθιοι, τοσοῦτον ἐκκλίνοντες ὀπίσω τε καὶ πρὸς τὸ πλάγιον, ὡς ἐγγὺς412 in vol. 1
5ἀφικνεῖσθαι τῆς διαρθρώσεως τοῦ τρίτου χόνδρου. εὔδηλον οὖν, ὅτι κεφαλὴ μὲν αὐτῶν γίγνεται τὸ πρὸς τῷ θυρεοειδεῖ πέρας, ἔσχατον δὲ καὶ τελευταῖον, ᾧ τὸν ἀρυταινοειδῆ κινοῦσι χόνδρον. ἅπασι δὲ δήπου τοῖς μυσὶν ἤτοι γ’ εἰς αὐτὴν τὴν κεφαλὴν ἐμφύεται νεῦρον
10ἀπ’ ἐγκεφάλου παράγον ἢ νωτιαίου δύναμιν αἰσθή‐ σεώς τε καὶ κινήσεως, ἢ πάντως γε κατά τι τῶν ὑπὸ τὴν κεφαλὴν μερῶν, ἢ οὐκ ἐξωτέρω γε τῆς μεσότητος, εἰς δὲ τὸ πέρας οὐδέν· ἀρχὴν γὰρ ἂν οὕτως ἐργάσαιτο καὶ οὐ πέρας αὐτό. τὰ δ’ εἰς τὴν μέσην χώραν ἐμ‐
15φυόμενα τοῦ μυός, ὥσπερ τὰ τοῦ διαφράγματος, ἐντεῦ‐ θεν εἰς ἅπαντα διασπειρόμενα τὸν μῦν ἐπὶ τὸ μέσον ἁπάσας ἕλκει τὰς ἶνας, ἐκεῖνο τὸ μέρος αὐτοῦ κεφα‐ λὴν ἐργαζόμενα. καὶ μὲν δὴ καὶ τόδε μυσὶν ἅπασιν ὑπάρχει κοινόν, ἐφ’ ἃ σπεύδουσιν αὐτῶν αἱ ἶνες, ἐπὶ

3

.

569

ταῦτ’ ‖ ἐκτείνεσθαι κατασχιζομένοις. εἴπερ οὖν ἅπαντα τὰ λελεγμένα συνθείης ἀκριβῶς, οἶμαί σε πεισθήσεσθαι περὶ τῶν κλειόντων τὸν λάρυγγα μυῶν, ὡς ἀναγκαῖον ἦν αὐτοῖς ἐκ τῶν κάτω μερῶν ἀφικνούμενον ἐμφῦναι
5τὸ νεῦρον. ἀναγκαῖον δ’ οὐδὲν ἧττον οἶμαι καὶ ταῖς ὑπολοίποις δύο συζυγίαις τῶν μυῶν, ὑφ’ ὧν ἀνοίγνυ‐ ται τὸ τοῦ λάρυγγος στόμα, καὶ ταύταις ἐμβάλλειν κάτωθεν τὰ νεῦρα. καὶ γὰρ καὶ οὗτοι κάτωθεν μὲν ἔχουσι τὰς ἀρχάς τε καὶ τὰς κεφαλὰς ἑαυτῶν, ἄνω δὲ
10τὸ πέρας, ᾧ κλείουσι τὸν ἀρυταινοειδῆ χόνδρον. οὐ μὴν ἴσων γε τὸ μέγεθος ἢ τὴν ῥώμην ἰσοσθενῶν ἔδει τοῖς τε κλείουσι τὸν λάρυγγα δύο μυσὶ καὶ τούτοις δὴ τοῖς ἀνοιγνύουσιν. ἐκεῖνοι γάρ εἰσιν οἱ πᾶσι τοῖς τοῦ θώρακος μυσὶν ἐν ταῖς τοῦ πνεύματος413 in vol. 1
15καταλήψεσιν ἀνθιστάμενοι. τῶν τεττάρων δ’ ἑκάστου τὸ ἔργον οὐ μάτην ἔχει τὸν σκοπόν, ἀλλ’ εὐπείθειαν, τοῖς τοῦ θώρακος μυσὶν εὐπετῆ παρεχόντων διέξοδον τῷ βιαίως ὑπ’ ἐκείνων ἐκθλιβομένῳ πνεύματι, ὃ καὶ

3

.

570

χωρὶς τῶν μυῶν αὐτῇ τῇ ῥύμῃ τῆς ‖ φορᾶς ἐγχωρεῖ γενέσθαι, τοῦ τρίτου χόνδρου διὰ τὴν σμικρότητα ῥᾳδίως ἀνατρεπομένου. ὥστε καὶ διὰ τὸ βίαιον τῆς ἐνεργείας τοῖς κλείουσι τὸν λάρυγγα μυσὶν ἐκ τῶν
5κάτω μερῶν ἀναγκαῖον ἦν ἐπιπεμφθῆναι νεῦρα κατ’ εὐθὺ τῆς ἑαυτῶν ἀρχῆς, ἐπισπασόμενα διὰ μέσων τῶν μυῶν τὸν ἀρυταινοειδῆ χόνδρον. εἰ μὲν οὖν ἡ καρδία νεύρων ἦν ἀρχή, καθάπερ ἔνιοι νομίζουσιν οὐδὲν τῶν ἐξ ἀνατομῆς ἐγνωκότες, ἑτοίμως μὲν ἂν ἐκίνησε τοὺς
10εἰρημένους ἓξ μῦς, ἐπιπέμψασα νεῦρα κατ’ εὐθυωρίαν, ἴσην δ’ ἂν ἡμῖν ἀπορίαν παρέσχεν ἐπὶ τῶν ἄλλων μυῶν, ὅσοι τὰς κεφαλὰς ἔχοντες ἄνωθεν ἐμφύονται τοῖς κάτω πέρασιν ἑαυτῶν εἰς ἃ κινοῦσι μόρια. νυνὶ δ’ ἐπειδὴ φαίνεται πᾶν νεῦρον ἢ ἐξ ἐγκεφάλου πεφυ‐
15κὸς ἢ ἐκ νωτιαίου, τοῖς μὲν ἄλλοις ἅπασι μυσίν, ὅσοι περὶ τὴν κεφαλὴν ὑπάρχουσι καὶ τὸν τράχηλον, ἡ κίνησις εὔπορος· εἰς μὲν γὰρ τοὺς ἄνωθεν κάτω φε‐ ρομένους ἐξ ἐγκεφάλου φαίνεται τὸ νεῦρον ἐμφυόμε‐
νον, εἰς δὲ τοὺς λοξοὺς ἀπό τε τοῦ κατὰ τὸν τράχηλον414 in vol. 1

3

.

571

νωτιαίου καὶ ‖ τῆς ἑβδόμης συζυγίας, ἐπειδὴ καὶ αὐτὴ λοξὴν τὴν ἔκφυσιν ἔχει. λοιποὶ δ’ οἱ προειρημένοι μύες ἓξ οὐδ’ ἑτέρωθεν ἠδύναντο δέξασθαι νεῦρον· ἅτε γὰρ ὄρθιοι κατὰ τὸ τοῦ λάρυγγος μῆκος ἐκ τῶν κάτω
5μερῶν ἄνω φερόμενοι, λοξῶν μὲν οὐδ’ ὅλως ἐδέοντο τῶν νεύρων, ὄρθια δ’ ἐκ καρδίας μὲν οὐκ εἶχον, ἐξ ἐγκεφάλου δ’ εἶχον, ἐναντίαν ὁδὸν ἑαυτοῖς φερόμενα. κίνδυνος οὖν οὐ σμικρὸς ἦν τοῖς εἰρημένοις μυσὶν ἁπάντων μόνοις μυῶν ἀπορῆσαι νεύρων αἴσθησίν τε
10καὶ κίνησιν αὐτοῖς χορηγούντων. ὅπως οὖν ἐπηνωρ‐ θώσατο τοῦθ’ ἡ φύσις ἐξευροῦσα σοφὴν μηχανήν, ἐγὼ μὲν οὐκ ἂν ἠβουλόμην ἤδη μοι λέγεσθαι πρὶν τοῖς ἀμφὶ τὸν Ἀσκληπιάδην τε καὶ τὸν Ἐπίκουρον ἐπιτρέψαι ζητῆσαι, τίνα τρόπον ἄν, εἴπερ αὐτοὶ κατέ‐
15στησαν ἐν χώρᾳ τοῦ διαπλάττοντος τὰ ζῷα, τοῖς εἰρη‐ μένοις μυσὶ τῶν νεύρων μετέδοσαν. εἴωθα γὰρ οὕτω ποιεῖν ἐνίοτε καὶ συγχωρεῖν αὐτοῖς εἰς τὴν σκέψιν οὐχ ἡμερῶν μόνον, ἀλλὰ καὶ μηνῶν ὁπόσων ἂν αὐτοὶ βουληθῶσιν ἀριθμόν. ἐπεὶ δ’ οὐκ ἐγχωρεῖ πράττειν

3

.

572

οὕτως ἐν γράμμασιν οὐδὲ τὴν ἐκείνων σοφίαν ‖ παρα‐ βάλλειν τῇ τῆς φύσεως ἀτεχνίᾳ καὶ δεικνύειν, ὅπως ἡ λοιδορουμένη πρὸς αὐτῶν ὡς ἄτεχνος φύσις εἰς τοσοῦτον εὐμηχανωτέρα φαίνεται τῆς σοφίας αὐτῶν,
5ὥστ’ οὐδ’ ἐπινοῆσαι δύνανται τῶν ἔργων αὐτῆς τὴν τέχνην, ἀναγκαῖον ἤδη μοι λέγειν τὰς μηχανὰς τῆς φύσεως, αἷς χρησαμένη καὶ νεύρων καὶ κινήσεων τοῖς προκειμένοις ἐν τῷ λόγῳ μυσὶν μετέδωκεν. ἵνα δ’ ᾖ
σαφὴς ὁ λόγος, ἀκοῦσαι χρή σε πρότερον ὑπὲρ τῆς415 in vol. 1
10καλουμένης μεταληπτικῆς κινήσεως, ᾗ πάμπολλοι χρῶν‐ ται κατὰ τὰ μηχανήματα, τῶν μὲν ἀρχιτεκτόνων οἱ μηχανικοί, τῶν δ’ ἰατρῶν οἱ προσαγορευθέντες ὀργα‐ νικοί· τοιαύτῃ γάρ τινι κινήσει τῶν τεχνῶν τούτων ἡ φύσις προτέρα χρησαμένη τὴν ἐνέργειαν ἐξεπορίσατο
15τοῖς μυσίν· εἰκὸς μὲν δή τινα καὶ γιγνώσκειν τῶν ἀναγνωσομένων τόδε τὸ γράμμα τὸν τρόπον τῆς μετα‐ ληπτικῆς κινήσεως καὶ διὰ τοῦτ’ ἴσως ἄχθεσθαι βρα‐ δύνοντι τῷ λόγῳ, σπεύδοντα μαθεῖν αὐτὸν ἤδη τὸ σόφισμα τῆς φύσεως, ᾧ χρησαμένη νεύρων ἐπιτηδείων
20εὐπόρησεν εἰς τὰ παρόντα. ἀλλ’ οὐχ ἑνὶ δήπου καὶ

3

.

573

δυοῖν ἢ τρισὶν ἢ τέτταρ‖σιν ἢ ὅλως ἀριθμῷ τινι τε‐ ταγμένῳ σαφὴς ὁ λόγος εἶναι σπουδάζει, πάντας δ’ ἑξῆς τοὺς ὁμιλήσοντας αὐτῷ διδάσκειν ἐφίεται. διὰ τοὺς πολλοὺς οὖν ἀγνοοῦντας, ὁποία τίς ἐστιν ἡ μετα‐
5ληπτικὴ κίνησις, ἀναμεῖναι χρὴ βραχύ τι τοὺς ὀλίγους καὶ συγχωρῆσαί μοι διηγήσασθαι τὴν ἰδέαν αὐτῆς ἐπὶ προχείρου τε καὶ τοῖς πλείστοις τῶν ἰατρῶν γνωρίμου μηχανήματος, τούτου δὴ τοῦ καλουμένου πρὸς αὐτῶν ὀργανικοῦ γλωττοκομείου. πρόμηκες μὲν γάρ ἐστιν,
10ὥσπερ καὶ τἄλλα, χάριν τοῦ δέξασθαι σκέλος ὅλον ἀνθρώπειον, οἷα δὴ πολλάκις ἐπὶ μηροῦ καὶ κνήμης καταγνυμένων εἰώθασι δρᾶν. πρόσεστι δ’ ἐξαίρετα τῷ μηχανικῷ γλωττοκομείῳ ταυτί. κάτω μὲν ἄξων δή τις, εἰς ὃν τῶν περιβαλλομένων τῷ κώλῳ βρόχων ἐξή‐
15κει τὰ πέρατα· κατ’ αὐτὸ δὲ τὸ μηχάνημα τροχιλίαι πλείους ἔγκεινται, τῇ δεούσῃ πρὸς τὸν καιρὸν ἑκάστοτε
χρήσει. παρασκευὴ μὲν αὕτη. τὸ κῶλον δ’ ἐπιδή‐ σαντες ἀκριβῶς τῷ νόμῳ τῷ καταγματικῷ βρόχους περιβάλλουσιν ἑκατέρωθεν τοῦ κατάγματος, ἕνα μὲν416 in vol. 1

3

.

574

ἐν ‖ τοῖς ἄνω μέρεσι τοῦ κώλου, τὸν δ’ ἕτερον ἐν τοῖς κάτω. μάλιστα δ’ ἐπιτήδειος εἰς ταῦτα βρόχος ὁ ἐκ δυοῖν διανταίων ἐστίν· τοῦτο γὰρ αὐτοῦ τὸ παλαιὸν ὄνομα. προσαγορεύουσι δ’ ἔνιοι λύκον αὐτόν, ἅτε δὴ
5τέτταρα σκέλη τοῦ τοιούτου βρόχου λαμβάνοντος. ἄμει‐ νον δήπου δύο μὲν ἐν τοῖς δεξιοῖς τοῦ κώλου μέρεσι, δύο δ’ ἐν τοῖς ἀριστεροῖς ποιησάμενον ἐκ μὲν τοῦ κάτωθεν βρόχου φέρειν ἄντικρυς ἐπὶ τὸν ἄξονα τὰ σκέλη καὶ τούτῳ περιβάλλειν ἀκριβῶς, ὡς γίγνεσθαι
10κάτω τὸ κατεαγὸς κῶλον, ἐκ δὲ τοῦ λοιποῦ βρόχου τοῦ ἄνω [τὰ σκέλη εἰς τἀναντία τῷ ἄξονι ἄγεσθαι]— χρὴ γὰρ οἶμαι καὶ τοῦτον εἰς τἀναντία τῷ προτέρῳ διατείνειν τὸ κῶλον—ἄγειν μὲν ἐξ ἀνάγκης ἄνω τὰ σκέλη τοῦ βρόχου, διεκβάλλειν δ’ ἐκτός, ἐπιβάλλειν δὲ
15ταῖς τροχιλίαις ἐντεῦθέν τε φέροντας κάτω περιβάλ‐ λειν τῷ ἄξονι· καὶ οὕτω συμβαίνει τῶν βρόχων ἀμ‐ φοτέρων τὰ πέρατα κοινὸν ἄξονα σχόντα δικαίαν τοῦ κατεαγότος κώλου τὴν διάστασιν ἐργάζεσθαι· τείνεται

3

.

575

γὰρ ὡσαύτως ἄμφω ‖ καὶ χαλᾶται ταῖς περιαγωγαῖς τοῦ ἄξονος οἰακιζόμενα. τοῦ μὲν δὴ κάτωθεν βρόχου τὰ σκέλη τὴν τάσιν ἁπλῆν ἔχει, τοῦ δ’ ἄνω διττήν,
ἅτε καὶ τῆς φορᾶς εὐθυπορούσης μὲν τῆς κάτω, δίαυ‐417 in vol. 1
5λον δέ τινα καμπτούσης τῆς ἄνω. τοῦτον τὸν δίαυλον ἡ φύσις ἁπάντων πρώτη τοῖς ἄνωθεν ἐξ ἐγκεφάλου καταφερομένοις διὰ τοῦ τραχήλου νεύροις ἐτεχνήσατο μεταληπτικήν τινα κίνησιν ἐκπορίζουσα τοῖς προειρη‐ μένοις μυσίν. ἐχρῆν μὲν γὰρ αὐτοὺς ἤτοι γ’ ἐκ τοῦ
10κατὰ τὸν τράχηλον νωτιαίου λαβεῖν νεῦρον ἢ ἐξ αὐ‐ τοῦ τοῦ ἐγκεφάλου. λοξῆς δ’ ἔσεσθαι μελλούσης τῆς ἐκ τραχήλου ταύτην μὲν ἀναγκαιότατον ἦν φυγεῖν, ἐκλέξασθαι δὲ τῶν ἄνωθεν ἀρχῶν τὴν ἀμείνω. διττῆς δ’ οὔσης καὶ ταύτης, εὐθείας μὲν ἀκριβῶς, ἣν ἕκτην
15νεύρων ἀριθμεῖ Μαρῖνος συζυγίαν, οὐκ εὐθείας δὲ τῆς ἑβδόμης, ἄχρηστος μὲν ἦν ἡ ἑβδόμη παντελῶς τοῖς ὀρθίοις μυσίν, ἡ δ’ ἕκτη τῷ μὲν εὐθεῖ τῆς φορᾶς χρηστή, τῷ δ’ ἐξ ἐναντίων ἰέναι χωρίων οὐ μόνον ἄχρηστος, ἀλλὰ καὶ βλαβερά. ταύτην γὰρ ἔχουσα ‖

3

.

576

τὴν φοράν, εἴπερ ἐνέφυ τοῖς προκειμένοις ἐν τῷ λόγῳ μυσίν, ἄνω μὲν ἂν εἰργάσατο τὴν κεφαλὴν αὐτῶν, κάτω δὲ τὸ πέρας, οὗ τοὐναντίον ἐδείχθη χρῆναι γενέ‐ σθαι. πρόσσχες τοίνυν ἤδη μοι τὸν νοῦν μᾶλλον, ἢ
5εἴ ποτε μυούμενος Ἐλευσίνια καὶ Σαμοθρᾴκια καὶ ἄλλην τινὰ τελετὴν ἁγίαν ὅλος ἦσθα πρὸς τοῖς δρω‐ μένοις τε καὶ λεγομένοις ὑπὸ τῶν ἱεροφαντῶν, μηδέν τι χείρω νομίσας ταύτην ἐκείνων εἶναι τὴν τελετήν, μηδ’ ἧττον ἐνδείξασθαι δυναμένην ἢ σοφίαν ἢ πρό‐
10νοιαν ἢ δύναμιν τοῦ τῶν ζῴων δημιουργοῦ, καὶ μά‐ λισθ’ ὅτι τὴν τελετὴν ταύτην, ἣν νῦν μεταχειρίζομαι,
πρῶτος ἁπάντων ἐξεῦρον. οὐδεὶς γοῦν τῶν ἀνατομι‐ κῶν οὔτε τούτων τι τῶν νεύρων ἐγίγνωσκεν οὔτε τῶν ἔμπροσθεν εἰρημένων ἐν τῇ κατασκευῇ τοῦ λάρυγγος·418 in vol. 1
15ὅθεν ἔν τε ταῖς ἐνεργείαις τῶν μορίων ἐσφάλησαν πάμπολυ καὶ τῶν χρειῶν οὐδὲ τὸ δέκατον εἰρήκασι μέρος. ἐπιστρέψας οὖν καὶ σὺ σαυτόν, εἰ καὶ μὴ πρό‐ σθεν, ἀλλὰ νῦν γοῦν ἐπὶ τὸ σεμνότερον ἄξιός τε τῶν

3

.

577

λεχθησομένων ἀκροατὴς γενόμενος ‖ ἀκολούθει τῷ λόγῳ θαυμαστὰ τῆς φύσεως ἐξηγουμένῳ μυστήρια. κατὰ τὸν ὀπίσθιον ἐγκέφαλον ἔκφυσις νεύρων ἐστὶν εὐθεῖα δι’ ὅλου τοῦ τραχήλου κάτω φερομένη, τῆς
5τραχείας ἀρτηρίας ἑκατέρωθεν ἑτέρας τινὸς αὐτῇ σμι‐ κρᾶς συναπτομένης. ἀπὸ ταύτης τῆς ἐκφύσεως οἵ τ’ ἄλλοι μύες οἱ περὶ τὸν λάρυγγα πλὴν τῶν ἓξ τούτων, ὑπὲρ ὧν ὁ λόγος ἐστί, καί τινες ἕτεροι τῶν κατὰ τὸν τράχηλον ὄρθιοι λαμβάνουσιν ἀπονεμήσεις, οἱ μὲν
10μείζους, οἱ δ’ ἐλάττους. μεγίστης δ’ οὔσης τῆς ἕκτης ταύτης συζυγίας τῶν νεύρων, εἰ καὶ ὅτι μάλιστα πολ‐ λαὶ τοῖς εἰρημένοις μυσὶν ἀποφύσεις αὐτῶν εἰσιν, ὅμως οὐ σμικρὰ μοῖρα διελθοῦσα τὸν τράχηλον ὅλον ἐμπίπτει τῷ θώρακι, καὶ πρώτην μὲν αὐτίκα νεύρων
15συζυγίαν ἀποφύει πρὸς αὐτὸν τὸν θώρακα ταῖς ῥίζαις τῶν πλευρῶν παρατεταμένην, ἄλλας δ’ ἐπ’ αὐτῇ, τὰς μὲν εἰς τὴν καρδίαν, τὰς δ’ εἰς τὸν πνεύμονα, τὰς δ’ εἰς τὸν στόμαχον. εἰ δὲ καὶ τὰς εἰς τὴν γαστέρα καὶ τὸ ἧπαρ καὶ τὸν σπλῆνα καταφύσεις αὐτῶν, ἃς ποιεῖ‐
20ται προχωροῦντα κάτω, διέλθοιμί σοι συμπάσας, ἃς

3

.

578

ὥσπερ τις ‖ φιλοδωρότατος ἀνὴρ πᾶσι τοῖς ἐντυγχά‐ νουσι μορίοις χαρίζεται, θαυμάσειν οἶμαί σε, πῶς οὐδὲν ἐξ αὐτῶν ἀπεβλάστησεν εἰς τοὺς ἓξ μῦς τοῦ λάρυγγος, καίτοι παρελθόντων γ’ αὐτῶν ἐν τῇ διὰ τοῦ τραχή‐419 in vol. 1
5λου φορᾷ καί τισι τῶν μυῶν αὐτοῦ νειμάντων τι νεῦρον. ἀλλ’ ὅτι μὲν οὐκ ἐχρῆν ἐν τῇ κάτω φορᾷ λαβεῖν αὐτοὺς τὸ νεῦρον, ἐδείχθη πρόσθεν. ὅτι δ’ οὐκ ἐπελάθετο τῶν ἓξ ἐκείνων μυῶν ὁ δημιουργός, ἀλλ’ ἀπὸ τῶν αὐτῶν νεύρων τῶν μεγάλων τῶν παρ‐
10ελθόντων αὐτοὺς μόριον ἀπονείμας τοσοῦτον, ὅσον αὔταρκες ἦν αὐτοῖς, μετέδωκε καὶ τούτοις τοῖς μυσὶν αἰσθήσεώς τε καὶ κινήσεως, ἤδη σοι δίειμι. πρόσσχες δ’ ἀκριβῶς τῷ λόγῳ σχεδὸν ἄρρητόν τι πρᾶγμα καὶ μόγις δειχθῆναι δυνάμενον ἑρμηνεύειν ἐπιχειροῦντι
15σοι. συγγνώσῃ δὲ κατά τι καὶ τοῖς πρὸ ἡμῶν ἀνατο‐ μικοῖς, εἰ χαλεπὸν οὕτως ὀφθῆναι θέαμα διέδρα τὴν ὄψιν αὐτῶν. ἐν γὰρ τῇ διὰ τοῦ θώρακος φορᾷ τῶν νεύρων ἀποβλάστημά τι ἑκατέρου γενόμενον τὴν αὐ‐

3

.

579

τὴν ὁδὸν ἀνέρχεται πάλιν, ἣν κατῆλθε πρότε‖ρον, οἷόνπερ δίαυλόν τινα τοῦτον ἀνύον. ἀναμνήσθητι δή μοι τῆς ὀλίγον ἔμπροσθεν εἰρημένης μεταληπτικῆς κινήσεως, ἀναμνήσθητι δὲ καὶ τῶν τὸν δίαυλον θεόν‐
5των δρομέων. ἑκατέρῳ γὰρ ἔοικεν ἡ τῶν νεύρων φορά, μεταληπτικῇ μὲν κινήσει, διότι τῆς ἀρχῆς αὐτῶν ἀνημμένης εἰς τὸν ἐγκέφαλον, ὅταν ὁ λογισμὸς οἷον δι’ ἡνιῶν τινῶν ἐντεῖναι προέληται τοὺς μῦς τοῦ λά‐
ρυγγος, ἡ ἐκ τῆς ἀρχῆς κίνησις ἄνωθεν μὲν ἥκει κάτω420 in vol. 1
10δι’ ὅλου τοῦ τραχήλου μέχρι πολλοῦ μέρους τοῦ θώ‐ ρακος, ἐκεῖθεν δ’ αὖθις ἀναστρέφει πάλιν ἄνω μέχρι τοῦ λάρυγγος, ἔνθα τοῖς εἰρημένοις μυσὶν ἐμπεφυκό‐ των τῶν νεύρων οἷον ὑπὸ χειρῶν τινων ἕκαστος τῶν ἓξ τούτων μυῶν κατασπᾶται κάτω. ὥσπερ οὖν ἐπὶ
15τοῦ μηχανήματος τοῦ κατὰ τὸ σκέλος ἡ ἀρχὴ τῆς κινήσεως ἐκ τῶν ἡμετέρων χειρῶν περὶ τὸν ἄξονα γιγνομένη συνεπισπᾶται τὰ σκέλη τοῦ βρόχου μέχρι τῶν τροχιλιῶν, ἀπ’ ἐκείνων δ’ αὖθις ἐπὶ τὸ τεινόμε‐ νον μέρος τοῦ σκέλους ἡ κίνησις ἄνωθεν κάτω διήκει,
20κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν τοῦ λάρυγγος νεύρων. ‖

3

.

580

ὁ μὲν οἷον ἄξων, ὁ τὴν ἀρχὴν τῆς κινήσεως λαμβά‐ νων, ἡ ἐξ ἐγκεφάλου τῶν νεύρων ἐστὶν ἔκφυσις· ἡ δ’ οἷον τροχιλία τὸ μέρος ἐκεῖνο τοῦ θώρακος, ὅθεν ὑποστρέφειν ἄρχεται τὰ νεῦρα. διαύλῳ δ’ εἰκάζων
5αὐτῶν τὴν φορὰν οὐ τροχιλίαν ἐρεῖς ἐκεῖνο τὸ μέρος, ἀλλὰ τὸν καλούμενον καμπτῆρα, περὶ ὃν οἱ θέοντες δόλιχον ἐν κύκλῳ κάμπτοντες αὖθις εἰς τοὐπίσω φέ‐ ρονται τὴν αὐτὴν ὁδόν, ἣν πρότερον ἤνυσαν. αὕτη σοι καὶ τοῦ μὴ πρότερον ὑποστρέψαι τὸ νεῦρον ἡ
10αἰτία, καίτοι γ’ οὕτω μακρὰν ὁδὸν δι’ ὅλου τε τοῦ τραχήλου καὶ προσέτι τοῦ θώρακος οὐκ ὀλίγου μέρους διερχόμενον, ὅτι μηδὲν εἶχε τοιοῦτον μόριον οἷον νύσ‐ σης τινὸς ἢ τροχιλίας αὐτῷ παρασχέσθαι χρείαν. ὀχυρόν τε γὰρ ἐχρῆν εἶναι τοῦτο καὶ λεῖον, ὡς ἑαυτῷ
15τε καὶ τῷ νεύρῳ παρέχειν ἀσφαλῆ τὴν ἐπίβασιν. ἦν
δ’ οὐδὲν ἄλλο μεταξὺ τοιοῦτον, ὅτι μὴ τὸ τῆς κλει‐ δὸς ἢ τὸ τῆς πρώτης πλευρᾶς ὀστοῦν, ᾧ περιβληθέν‐ τος ὑμενώδους χιτῶνος ἐνεχώρει τὸ νεῦρον οἷον κατὰ τροχιλίας τινὸς ἐνεχθῆναι τῆς τῶν ὀστῶν κυρτότητος,421 in vol. 1

3

.

581

ἀλλ’ ἐξέκειτ’ ἂν οὕτω γε προπετὲς ὑπὸ ‖ τῷ δέρματι, βλάπτεσθαι βλάβην ἅπασαν ἕτοιμον. οὐ μὴν οὐδὲ χωρὶς καμπῆς ἀσφαλὲς ἦν ἀπὸ τοῦ μεγάλου νεύρου σμικρὸν νεῦρον ἀποφύσασαν ἐπανάγειν οὕτως ἐπὶ τὸν
5λάρυγγα· πάντως γὰρ ἂν ἀπερράγη τοῦτο περὶ μηδὲν ἑλιττόμενον. εἴπερ οὖν ἑλίττειν μὲν ἀναγκαῖον ἦν, οὐδὲν δ’ εἶχε τοιοῦτον πρὶν ἐγγὺς τῆς καρδίας ἀφι‐ κέσθαι, δεόντως οὐκ ὤκνησε καταγαγεῖν ἐπὶ πλεῖστον τὸ νεῦρον, εἰ καὶ πολλὴν αὖθις ὁδὸν ἐπανάξειν ἤμελ‐
10λεν· οὐδὲ γὰρ οὐδ’ ἐξ αὐτοῦ τούτου τὸ νεῦρον ἀρρω‐ στότερον ἐγίγνετο. τοὐναντίον γὰρ ἅπαν ἐν μὲν ταῖς πρώταις ἐκφύσεσι μαλακὰ καὶ αὐτῷ τῷ ἐγκεφάλῳ παρα‐ πλήσια πάντ’ ἐστὶ τὰ νεῦρα, προϊόντα δ’ ἀεὶ καὶ μᾶλλον ἑαυτῶν γίγνεται σκληρότερα. ῥώμην τοιγαρ‐
15οῦν οὐ σμικρὰν ἐκ τοῦ μήκους τῆς ὁδοιπορίας ἐκτή‐ σατο ταυτὶ τὰ νεῦρα, τοσαύτην ὀλίγου δεῖν αὖθις ὁδὸν ἄνω φερόμενα μετὰ τὴν καμπήν, ὅσην ἐνήνεκτο πρόσθεν κάτω. Καιρὸς οὖν ἤδη λέγειν τὴν θαυμαστὴν
20ταύτην τῶν νεύρων τοῦ λάρυγγος, εἴτε τροχιλίαν εἴτε

3

.

582

νύσσαν ‖ εἴτε καμπτῆρα χρὴ καλεῖν. οὐ γὰρ ὀνομά‐ των κάλλος θηρᾶσθαι πρόκειται νῦν, οὐδὲ τρίβειν τὸν χρόνον περὶ σμικρὰ καὶ φαῦλα, τοσοῦτόν τε καὶ τοι‐ οῦτον κάλλος ἐν τοῖς τῆς φύσεως ἔργοις ἐξευρίσκοντας.
5εἰσὶ μὲν δήπου κατὰ τὸ χωρίον τοῦτο φλέβες καὶ ἀρ‐ τηρίαι μεγάλαι πρὸς τὸν τράχηλον ἀπὸ τῆς καρδίας ἀναφερόμεναι, τινὲς μὲν εὐθεῖαν ἔχουσαι τὴν θέσιν, ἔνιαι δὲ λοξήν, οὐδεμία δ’ ἐγκαρσίαν, ὁποίας ἔδει τοῖς νεύροις τῆς καμπῆς. περὶ μὲν γὰρ τὴν ὀρθίαν οὐδ’422 in vol. 1
10ἂν γένοιτό ποτε καμπὴ τοῖς ἄνωθεν κάτω φερομένοις, ὡς ἂν ἐξ ἐναντίας ἀπαντῶσι· περὶ δὲ τὴν λοξὴν ἑλι‐ χθῆναι μέν τινα δύναται μετρίως, ἀλλ’ εὐαποκύλιστόν τε καὶ ἀστήρικτον ἔσται, καὶ μάλισθ’ ὅταν τὸ λοξὸν ἀφιστῆται μὲν πολὺ τῆς ἐγκαρσίας θέσεως, ἐγγὺς δ’
15ἥκῃ τῆς ὀρθίας. ἐγὼ μὲν οὐδ’ ἐπαινεῖν ἔτι κατὰ τὴν ἀξίαν τοῦ δημιουργήσαντος τὰ ζῷα τήν τε σοφίαν καὶ τὴν δύναμιν ἱκανὸς εἶναι νομίζω. μείζονα γὰρ οὐκ

3

.

583

ἐπαίνων μόνον, ἀλλὰ καὶ ὕμνων τὰ τοιαῦτα ‖ τῶν ἔργων ἐστίν, ὅσα πρὶν θεάσασθαι μὲν ἀδύνατα γενέ‐ σθαι πεπείσμεθα, θεασάμενοι δ’ ἔγνωμεν οὐκ ὀρθῶς ὑπειληφότες, καὶ μάλισθ’ ὅταν ἄνευ πολλῆς σκευωρίας
5ὁ δημιουργὸς αὐτῶν ἑνὶ προσχρησάμενος ὀργάνῳ σμι‐ κρῷ παντοίως ἄμεμπτόν τε καὶ τέλεον ἀποφήνῃ τὸ ἔργον· οἷόν τι καὶ κατὰ τὴν καμπὴν τῶν νεύρων τού‐ των ἰδεῖν ἔστι. τὸ μὲν γὰρ ἀριστερὸν οὐκ ὤκνησεν ἡ φύσις ἄχρι πλείστου προαγαγοῦσα περὶ τὴν μεγίστην
10ἀρτηρίαν ἑλίξαι κατ’ ἐκεῖνο μάλιστα τὸ μέρος, ἵνα πρῶτον ἐκφῦσα τῆς καρδίας ἐπὶ τὴν ῥάχιν κατακάμ‐ πτεται. πάντα γοῦν ἔμελλεν ἕξειν, ὧν ἐδεῖτο, καὶ θέσιν ἐγκαρσίαν καὶ καμπὴν λείαν τε καὶ κυκλοτερῆ
καὶ τὴν νύσσαν αὐτὴν ἰσχυροτάτην τε καὶ ἀσφαλεστά‐423 in vol. 1
15την. τὸ δεξιὸν δ’ οὐδεμίαν ἔχον ἐν τῷ καθ’ ἑαυτὸ μέρει τοῦ θώρακος ὁμοίαν ἐπίβασιν ἠναγκάσθη μὲν ἑλίξαι περὶ τὴν κατὰ τοῦτο τὸ μέρος ἀρτηρίαν λοξὴν ἀπὸ τῆς καρδίας ἐπὶ τὴν δεξιὰν μασχάλην ἀναφερο‐ μένην· ὅσον δ’ ἦν χείρων ἡ καμπὴ τῆς ἐγκαρσίας,

3

.

584

τοῦτ’ ἐπηνωρθώσατο ‖ πλήθει τε τῶν ἑκατέρωθεν ἀπο‐ φύσεων τοῦ νεύρου καὶ ῥώμῃ συνδέσμων. ὅσα γὰρ εἰς τὰ δεξιὰ μέρη τοῦ θώρακος ἀποφύσειν ἔμελλε νεῦρα, κατ’ ἐκεῖνο μάλιστα τὸ χωρίον ἀπέφυσέ τε ἅμα
5καὶ τοῖς δεχομένοις ὀργάνοις ἐνέφυσεν οἷον ἐνριζοῦσα τὸ νεῦρον ὡς εἰς γῆν τὰ μόρια. μέσον τ’ οὖν ἁπα‐ σῶν τῶν ῥιζῶν ἐκεῖν’ ἔταξε τὸ τοῦ λάρυγγος νεῦρον, ὅπως ἑκατέρωθεν ὑπ’ αὐτῶν φρουροῖτο, καὶ συνδέσμοις ὑμενώδεσι τῇ τ’ ἀρτηρίᾳ καὶ τοῖς παρακειμένοις σώ‐
10μασι συνῆψεν, ἵν’ ὡς οἷόν τε διοριζόμενον ὑπ’ αὐτῶν ἀσφαλῆ τὴν περὶ τὸν νῶτον τῆς ἀρτηρίας ποιήσηται καμπήν, οἷον περὶ κύκλον τινὰ τροχιλίας ἑλιχθέν, ἀνατεινομένοις τε ὡς τὸ πολὺ τοῖς νεύροις τούτοις αὐτίκα μετὰ τὴν καμπὴν οἷον χεῖρά τινα τὸ μέγα
15νεῦρον ὀρέξαν ἀπόφυσιν ἑαυτοῦ δι’ ἐκείνης ἀνέλκει τε καὶ μετεωρίζει. ἐντεῦθεν δ’ ἄμφω φέρεσθον ἄνω πρὸς τὴν κεφαλὴν τῆς τραχείας ἀρτηρίας, τὴν αὐτὴν μὲν ὁδὸν ἰόντα τῇ πρόσθεν, οὐδενὶ δ’ οὐκέτι μετα‐
διδόντα μυῒ μόριον οὐδὲ σμικρότατον ἑαυτῶν, ὅτι424 in vol. 1

3

.

585

μηδ’ ἐδεῖτο μηδεὶς ‖ ἄλλην ἀρχὴν κινήσεως ἐκ τῶν κάτω μερῶν λαμβάνειν, ἀλλ’ ἀκριβῶς τε καὶ δικαίως ἑκάτερον αὐτῶν εἰς τοὺς καθ’ ἑαυτὸ διέσπαρται τοῦ λάρυγγος μῦς, τὸ μὲν ἐν τοῖς δεξιοῖς μέρεσιν εἰς τοὺς
5ἐν τοῖς δεξιοῖς ἑαυτοῦ, τὸ δ’ ἐν τοῖς ἀριστεροῖς εἰς τοὺς ὑπολοίπους τρεῖς, ἄμφω δ’ εἰς τοὺς ἕξ, ὑφ’ ὧν ἀνοίγνυσθαί τε καὶ κλείεσθαι συμβαίνει τὸν λάρυγγα. μάλιστα δ’, ὡς ἐδείχθη, τῶν ἓξ τούτων μυῶν ἰσχυρο‐ τάτην ἐνέργειαν οἱ δύο μύες ἔχουσιν οἱ κλείοντες
10αὐτόν, ὡς μήτ’ ἐν ταῖς καταλήψεσι τοῦ πνεύματος ὑπὸ τοσούτων τε καὶ τηλικούτων μυῶν νικᾶσθαι, τῶν συ‐ στελλόντων τὸν θώρακα, καὶ διὰ τοῦτο καὶ τῶν νεύ‐ ρων τὸ πλεῖστον εἰς αὐτοὺς διασπείρεται. καὶ τοῖς πέρασιν αὐτῶν εἰς ταὐτὸν ἥκει νεῦρον στερεὸν ἕν,
15καθ’ ἑκάτερον μῦν ἄνωθεν κάτω φερόμενον, ἐξ οὗ λαμβάνει μέν τινα μόρια καὶ τὰ περὶ τὸν λάρυγγα σώματα· τὸ δ’ ὑπόλοιπον αὐτοῦ τῷ τοῦ μυὸς ἰδίῳ νεύρῳ συναπτόμενον εἰς ἰσχὺν καὶ ἀσφάλειαν αὐτῷ συντελεῖ.
20Οὐκέτ’ οὖν οἶμαί σε θαυμάσειν οὐδὲ ‖

3

.

586

ζητήσειν, οἷα δὴ θαυμάζουσί τε καὶ ζητοῦσιν οἱ πρὸ ἐμοῦ πάντες ἰατροί τε καὶ φιλόσοφοι, τοῦτο μὲν ὅπως ἐν τῷ πίνειν τὸ ὑγρὸν οὐκ εἰς τὴν τραχεῖαν ἀρτηρίαν, ἀλλ’ εἰς τὸν στόμαχον ἐμπίπτει, τοῦτο δὲ τῶν κατὰ
5τὴν ῥίζαν τῆς γλώττης μυῶν τὴν κίνησιν αἰτιώμενοι οἰόμενοί τε διὰ τούτους ἀνατρέχειν τὸν λάρυγγα πρὸς τὴν ἐπιγλωττίδα. κλειομένου γὰρ ἀκριβῶς οὕτω τοῦ λάρυγγος, ὡς μηδὲ τὸ βιαίως ἐκθλιβόμενον ὑπὸ τοῦ θώρακος πνεῦμα διοίγειν αὐτόν, οὐκ ἐχρῆν ἔτι ζητεῖν425 in vol. 1
10αἰτίαν ἑτέραν τοῦ μὴ φέρεσθαι τὸ ποτὸν εἰς τὸν πνεύ‐ μονα. κάλλιον δ’ ἦν αὐτοὺς ἑωρακότας τοῦ λάρυγγος τὸ στόμιον ἀναγκαίαν ἔχον κοιλότητα διὰ τὴν τῆς γλωττίδος ἰδέαν τε καὶ χρείαν, ὡς ἐν τοῖς Περὶ φωνῆς ἐπεδείξαμεν, ἐννοῆσαι κατ’ αὐτὸ τήν τε τροφὴν καὶ
15τὸ πόμα σωρευθησόμενα κατὰ τὸν τῆς καταπόσεως καιρόν, ὥσθ’ ἑξῆς ἀνοιχθέντος τοῦ λάρυγγος ἐν τῷ καιρῷ τῆς εἰσπνοῆς εὐθὺς ἂν ἐνέπιπτε τῷ πόρῳ τοῦ πνεύματος οὐ τὸ ποτὸν μόνον, ἀλλὰ καὶ τὰ σιτία. καὶ

3

.

587

διὰ τοῦτο τὴν ‖ ἐπιγλωττίδα προμηθῶς ἡ φύσις οἷον ἐπίθημά τι προὔθηκε τοῦ κατὰ τὸν λάρυγγα στόματος, ἑστηκυῖαν μὲν ὀρθὴν ἐν τῷ πρόσθεν ἅπαντι χρόνῳ, καθ’ ὃν ἀναπνεῖ τὰ ζῷα, καταπίπτουσαν δ’ ἐπὶ τὸν
5λάρυγγα καταπινόντων ὁτιοῦν. αὐτὸ γὰρ τὸ κατα‐ πινόμενον, ἅτε πρῶτον μὲν ἐπιπῖπτον αὐτῆς τῇ ῥίζῃ, μετὰ ταῦτα δὲ κατὰ τοῦ νώτου φερόμενον, ἀναγκάζει κατακλίνεσθαί τε καὶ καταπίπτειν αὐτήν, ὡς ἂν τῇ μὲν οὐσίᾳ χόνδρον οὖσαν, λεπτὴν δ’ ἱκανῶς ὑπάρ‐
10χουσαν. εἰ δ’ ἀκριβῶς κατασκέψαιο τὴν κατασκευὴν ἅπασαν τῆς ἐπιγλωττίδος, οἶδ’ ὅτι θαυμαστῶς ἔχειν σοι δόξει. περιφερὴς γὰρ οὖσα καὶ χονδρώδης καὶ
τὸ μέγεθος ὀλίγῳ μείζων τοῦ κατὰ τὸν λάρυγγα στό‐ ματος, εἰς τὰ πρὸς τὸν στόμαχον ἔστραπται μέρη τῷ426 in vol. 1
15τρίτῳ χόνδρῳ θέσιν ἀντίστροφον ἔχουσα τῷ ἀρυται‐ νοειδεῖ. δῆλον δ’, ὡς οὐκ ἂν οὕτως εἶχε θέσεως, εἰ μὴ τῆς καταντικρὺ χώρας ἐξεφύετο. καὶ μέν γε καὶ εἰ μὴ χονδρώδης ἦν, οὔτ’ ἂν ἀνέῳκτο παρὰ τὸν τῆς ἀναπνοῆς καιρὸν οὔτ’ ἂν ὑπὸ τῶν σιτίων ἀνετρέ‐
20πετο· τὰ μὲν γὰρ μαλακώτερα τοῦ δέοντος καταπέ‐

3

.

588

πτωκεν ἀεί, τὰ δὲ σκλη‖ρότερα δυσανάτρεπτα μένει. χρὴ δ’ οὐδέτερον ἔχειν αὐτήν, ἀλλ’ ὀρθὴν μὲν εἰσ‐ πνεόντων εἶναι, καταπινόντων δ’ ἀνατρέπεσθαι. καὶ μὴν εἰ ταῦτα μὲν εἶχεν, ἐλάττων δ’ ἦν τοῦ κατὰ τὸν
5λάρυγγα πόρου, πλέον οὐδὲν ἐγίγνετ’ ἂν ἐκ τοῦ κατα‐ πίπτειν αὐτήν, ὥσπερ οὐδ’ εἰ πολὺ μείζων· ἐπέφραττε γὰρ ἂν οὕτω γε καὶ τὸν στόμαχον. ὃν δὲ τρόπον ὑπὸ τῶν σιτίων ἡ ἐπιγλωττὶς εἰς τὸν τοῦ λάρυγγος ἀνακλίνεται πόρον, οὕτως ὑπὸ τῶν ἐμουμένων ὁ ἀρυ‐
10ταινοειδὴς χόνδρος. ἔστραπται γὰρ κἀκεῖνος εἰς τὴν εὐρυχωρίαν τοῦ λάρυγγος, ὥσθ’ ἡ ῥύμη τῶν ἀναφε‐ ρομένων ἐκ τοῦ στομάχου τοῖς κατὰ τὸν νῶτον αὐτοῦ προσπίπτουσα ῥᾳδίως εἰς τὴν εἴκουσαν ἀνατρέπει χώραν ὅλον τὸν χόνδρον.
15 Καί σοι κἀνταῦθα πάλιν ἡ τοῦ χόν‐ δρου τοῦδε τῆς κατασκευῆς ἐξέτασις ὁμοία γιγνέσθω τῇ μικρῷ πρόσθεν εἰρημένῃ περὶ τῆς ἐπιγλωττίδος.
εἰ μὴ γὰρ καὶ μέγεθος ἦν τηλικοῦτον, ἡλίκον νῦν ἐστι, καὶ σχῆμα τοιοῦτον κἀκ τοιαύτης οὐσίας καὶ427 in vol. 1
20ὡδί πως κείμενον, ὡς νῦν κεῖται, δῆλον, ὡς ἐμούντων

3

.

589

ἂν εἰς τὴν τραχεῖαν ‖ ἀρτηρίαν οὐκ ὀλίγα κατεφέρετο, σωρευόμενα πρὸς τὴν τοῦ λάρυγγος κοιλότητα. νυνὶ δὲ δύο θαυμαστὰ ταῦτα τοῦ λάρυγγος ἡ φύσις ἐπιθή‐ ματα κατεσκεύασε, πρὸς αὐτῶν κλειόμενα τῶν εἰργο‐
5μένων ἐμπίπτειν αὐτῷ, παραπλήσιόν τι κἀνταῦθα μη‐ χανησαμένη τῷ πρόσθεν εἰρημένῳ κατὰ τοὺς ἐπὶ τοῖς στόμασι τῆς καρδίας ὑμένας. ὥσπερ δ’ ἐν ἐκείνοις ὑπεμνήσαμεν, ὡς οὐχ ὑπὲρ τοῦ μηδ’ ὅλως ἐμπίπτειν μηδὲν μηδέποτε τοῖς ἐναντίοις στόμασιν ἡ φύσις ἐποιή‐
10σατο τὴν τοιαύτην ἐπίφυσιν, ἀλλ’ ὑπὲρ τοῦ μὴ πολὺ μηδ’ ἀθρόον, οὕτω κἀνταῦθα χρὴ μεμνῆσθαι τῶν δε‐ δειγμένων ἐν τοῖς Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτω‐ νος δογμάτων ὑπὲρ τοῦ καταφέρεσθαί τι τοῦ πόματος ὀλίγον εἰς τὴν τραχεῖαν ἀρτηρίαν, ἐν κύκλῳ περὶ τοὺς
15χιτῶνας αὐτῆς θλιβόμενον, οὐ διὰ μέσης ὁδοιποροῦν τῆς εὐρυχωρίας, καὶ ὡς τοσοῦτόν ἐστιν ἐκεῖνο τὸ ὑγρόν, ὅσον εὐθὺς ἀναρπάζεσθαι διαβρέχον ὅλον τὸν πνεύμονα. καὶ γὰρ οὖν καὶ οἱ ἀδένες οἱ παρακείμενοι

3

.

590

τῷ λάρυγγι ταὐτὸ τοῦτ’ ἐνδείκνυνται, σπογ‖γοειδέστε‐ ροι μὲν ὄντες ἢ κατὰ τοὺς ἄλλους ἀδένας, ὡμολο‐ γημένοι δὲ πρὸς ἁπάντων σχεδόν τι τῶν ἀνατομικῶν ὑπὲρ τοῦ διαβρέχειν ἅπαντα τὰ κατὰ τὸν λάρυγγά τε
5καὶ τὴν φάρυγγα δεδημιουργῆσθαι τῇ φύσει. θαυμα‐ στὸν οὖν, εἰ τούτους μὲν ὑπὲρ τοῦ διαβρέχειν αὐτὰ κατεσκεύασε, τελέως δ’ ἀπέκλεισε τὸ πόμα τῆς εἰς τὸν πνεύμονα φορᾶς. καὶ γάρ τοι καὶ τὰ λελεγμένα πάντα τοῦ μὲν τὰ σιτία μὴ δύνασθαι τῷ πόρῳ τοῦ λάρυγγος428 in vol. 1
10ἐμπίπτειν ἱκανὰ μαρτύρια, τοῦ δὲ μηδ’ ἰκμάδα τινὰ παραρρεῖν ἐλαχίστην οὐχ ἱκανά. ταυτὶ μὲν οὖν ὑπο‐ μεμνήσθω καὶ νῦν ἀποδεδειγμένα δι’ ἑτέρων, ἵν’ ἀκρι‐ βῶς ἀκούωμεν τῶν λεγομένων. Ἐπὶ δὲ τὰς ὑπολοίπους χρείας τῶν
15κατὰ τὸν λάρυγγα φαινομένων τε καὶ γιγνομένων αὖ‐ θις ἐπανέλθωμεν. ἐλέγετο δὴ πρόσθεν, ὡς ὁ δεσμὸς ὁ ὑμενώδης, ὁ τὰ σιγμοειδῆ τῶν χόνδρων ἀναπληρῶν μέρη, κοινωνίαν παρέχεται τῷ τε τοῦ στομάχου πόρῳ καὶ τῷ τῆς τραχείας ἀρτηρίας. ἐλέγετο δὲ καὶ ὡς,
20εἴπερ ἦν κἀνταῦθα περιφερὴς ἡ ἀρτηρία, στενοχωρίαν

3

.

591

ἂν ἀπειργάζετο τῇ τῶν σιτίων διόδῳ. ‖ ταύτην οὖν τὴν στενοχωρίαν ἀναγκαῖόν ἐστι γίγνεσθαι τῷ στομάχῳ κατὰ τὸν λάρυγγα πανταχόθεν ὑπάρχοντα χονδρώδη. πῶς οὖν οὐ στενοχωρεῖται καταπινόντων τὰ σιτία;
5πῶς δ’ ἄλλως ἢ κατασπώμενος μὲν αὐτός, ἀνατρέχον‐ τος δὲ τοῦ λάρυγγος· ὑπαλλάττεται γὰρ οὕτως ἡ θέ‐ σις αὐτῶν, ὥστε τὴν μὲν ἀρχὴν τοῦ στομάχου κατὰ τὴν τραχεῖαν ἀρτηρίαν γίγνεσθαι, τὸν λάρυγγα δ’ ἀνατρέχειν εἰς τὴν φάρυγγα.
10 Ταῦτ’ οὖν ἅπαντα θαυμαστῶς ἀπείρ‐ γασται τῇ φύσει, καὶ πρὸς τούτοις ἔτι τὸ καλούμενον ὑοειδὲς ὀστοῦν, καίτοι σμικρότατον ὄν, μεγίστας καὶ πλείστας χρείας παρέχει. καὶ γὰρ καὶ τῶν τῆς γλώτ‐ της μυῶν οἱ πλείους ἐξ αὐτοῦ πεφύκασι καὶ τῶν τοῦ429 in vol. 1
15λάρυγγος ἡ πρόσθιος συζυγία, περὶ ὧν ἔμπροσθεν εἴρηται, καί τινες ἄλλοι πρὸς τὰς ὠμοπλάτας ἀνατει‐ νόμενοι στενοὶ καὶ μακροί· καὶ πρὸς τούτοις ἕτερος εὔρωστος διφυής, ὁ πρὸς τὸ στέρνον καταφερόμενος, εἶτ’ ἄλλοι δύο μύες λοξοὶ πρὸς τὴν γένυν ἐξήκοντες. ‖

3

.

592

ὑπόλοιποι δ’ οἱ πάνυ σμικροὶ πρὸς τὰς ῥίζας τῶν ἐκφύ‐ σεων, ἃς οἱ μὲν ἀλεκτρυόνων πλήκτροις εἰκάζουσιν, οἱ δὲ γραφείων πέρασι, καὶ προσαγορεύουσι βαρβαρίζον‐ τες στυλοειδεῖς. ἔνεστι δ’, εἰ βούλοιο, γραφιοειδεῖς
5τε καὶ βελονοειδεῖς ὀνομάζειν αὐτάς. οὗτοι μὲν οὖν οἱ μύες, οἵ θ’ ὕστατοι λεχθέντες οἵ τε πρὸ τούτων ἔτι, καθ’ οὓς τῇ κάτω γένυϊ συνάπτεται τὸ ὑοειδές, ἴδιοί τέ εἰσι τούτου τοῦ μορίου καὶ κινοῦσι λοξὰς αὐτὸ κινήσεις ἀντιτεταγμένας ἀλλήλαις, οἷον διορίζον‐
10τες ἐπὶ τἀναντία. τῶν δ’ ἄλλων οὐδεὶς ἴδιός ἐστιν αὐτοῦ τοῦ ὑοειδοῦς, ἀλλ’ οἱ μὲν εἰς τὴν γλῶτταν ἐμφυόμενοι χάριν ἐκείνης γεγόνασιν, ὁ δ’ εἰς τὸ στέρ‐ νον καθήκων ὁ διφυὴς ἀντιτέτακταί τε ἅμα τούτοις, ὡς ἀντισπᾶν κάτω τὸ ὑοειδές, εἴ ποτ’ ἄρα βιαιότερον
15ὑπὸ τῶν ἄνω μυῶν ἀναρπασθείη καὶ τοῦ θυρεοειδοῦς χόνδρου, πρόβλημά τ’ ἐστί, ὥσπερ καὶ αὐτὸ τὸ ὑοειδὲς ὀστοῦν, ἔτι τε τὴν τραχεῖαν ἀρτηρίαν προσστέλλει τε
καὶ ἀπευθύνει. καὶ μέν γε καὶ οἱ πρὸς τὰς ὠμοπλά‐ τας ἀνατεινόμενοι μύες τὴν ὡς πρὸς τὸν τράχηλον ‖430 in vol. 1

3

.

593

αὐτῶν ἐργάζονται κίνησιν. ἐποχούμενον δὲ τοῖς κυρ‐ τοῖς τοῦ λάρυγγος τὸ ὀστοῦν τοῦτο καὶ πολλοῖς οἷς εἶπον εἰς πολλὰ μέρη διειλημμένον μυσὶν ὑπ’ αὐτῶν ἐκείνων ἑρματίζεται, τῆς ἐν ἅπασι δικαίας φύσεως
5ἰσοσθενεῖς ἀλλήλοις τοὺς ἀντιτεταγμένους ἐργασαμένης μῦς. ἐπεὶ δὲ καὶ διατμηθῆναί τινα καὶ παραλυθῆναι τῶν μυῶν τούτων ἐνεδέχετο, καὶ μάλιστα τῶν προτε‐ ταγμένων τοῦ λάρυγγος, καὶ κίνδυνος ἦν ἐν τοῖς τοι‐ ούτοις παθήμασιν ἐπὶ τὸν ἐρρωμένον ἐλθεῖν αὐτὸν
10τῆς τε μέσης χώρας τοῦ λάρυγγος ἀποκυλισθῆναι περιτραπῆναί τ’ ἐπὶ πλεῖστον εἰς τὰ πλάγια, κάλλιον ἔγνω μὴ μόνοις τοῖς μυσὶν ἐπιτρέψαι τὴν ἰσορροπίαν αὐτοῦ, κατασκευάσαι δέ τινας ἰσχυροὺς συνδέσμους, οὐ κατὰ τὸ πάρεργον, ἀλλ’ αὐτὸ δὴ τοῦτο μόνον ὡς
15ἔργον οὐ σμικρὸν ἐργασομένους [χρηστῶς]. τούτων ἕνεκά μοι δοκεῖ τῶν δεσμῶν τῆς γενέσεως οὐκ ἀρκε‐ σθῆναι ταῖς δύο πλευραῖς τοῦ ὑοειδοῦς, ἀλλ’ ἑτέρας χονδρώδεις ἀποφύσασα συνδέσμοις στρογγύλοις ἑκα‐ τέρῳ τῷ πλήκτρων συμφῦσαι. συνῆπται δ’ οὐδὲν ‖

3

.

594

ἧττον καὶ δι’ ὑμένων τινῶν πρός τε τὸν λάρυγγα καὶ τὴν ἐπιγλωττίδα καὶ πολλοῖς ζῴοις διὰ μυῶν οὐ πρὸς τὴν ἐπιγλωττίδα μόνον, ἀλλὰ καὶ τὸν στόμαχον, ἐφ’
ὧν εὐθέως ἐστὶν αὐτῷ καὶ στηρίγματα συναπτόμενα431 in vol. 1
5πρὸς τὴν κεφαλήν, ἐνίοις μὲν αὐτῶν ὀστώδη μᾶλλον, ἐνίοις δὲ χονδρώδη διὰ τὸ μέγεθος τῶν ἐκφυομένων αὐτοῦ μυῶν γεγονότα. τὰ μὲν δὴ κατὰ τὸν λάρυγγά τε καὶ τὴν τραχεῖαν ἀρτηρίαν ὧδ’ ἔχει. Περὶ δὲ τοῦ θώρακος ἑξῆς ἂν εἴη ῥη‐
10τέον, ἀναμνήσαντας κἀνταῦθα πρότερον ὧν ἐν τοῖς Περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων ἀπεδείξαμεν. ἀεὶ γὰρ ἐπὶ ταῖς ἐνεργείαις τῶν ὅλων ὀργάνων γιγνώσκεσθαι φθανούσαις, ὥς που καὶ κατ’ ἀρχὰς τοῦ λόγου παντὸς ἐλέγετο, τὰς χρείας τῶν ἐν αὐτοῖς μορίων ἐξηγεῖσθαι
15χρή. πᾶσαι γὰρ ἕνα τῆς κατασκευῆς σκοπὸν ἔχουσι, τὴν τοῦ παντὸς ἐνέργειαν ὀργάνου. δῆλον οὖν, ὡς, ὅστις πρὶν ἐκείνην ἀκριβῶς ἐκμαθεῖν οἴεταί τι περὶ

3

.

595

χρείας μορίων ἐξευρήσειν χρηστόν, ‖ ὅλῳ τῷ παντὶ σφάλλεται. δέδεικται δὴ δι’ ἐκείνων πολλὰ καὶ θαυ‐ μαστὰ τῆς φύσεως τεχνήματα περὶ τὴν τοῦ θώρακος ἐνέργειαν, ἔν τε ταῖς εἰσπνοαῖς τῶν μορίων αὐτοῦ τὰ
5μὲν ἄνω φέρεσθαι, τὰ δὲ κάτω, καὶ αὖθις ἐν ταῖς ἐκπνοαῖς, ὅσα μὲν ἐνήνεκτο κάτω φερόμενα πρότερον, ἄνω πάλιν ἰέναι, τὰ δ’ ἄνω τέως ἐνηνεγμένα νῦν εἰς τὴν ἐξ ἀρχῆς ἐπανέρχεσθαι χώραν. ἐδείχθη δὲ καί, ὡς πολλαὶ τῆς κινήσεως ὑπάρχουσιν ἀρχαὶ τῷ θώρακι,
10καὶ ὡς ἄλλη μέν ἐστιν ἡ ἀβίαστος, ἄλλη δ’ ἡ βίαιος ἀναπνοή, καὶ ὡς ἑκατέρας αὐτῶν ἴδιοι μύες εἰσίν. ἐπεδείχθησαν δὲ ταῖς τούτων ἐνεργείαις καὶ αἱ χρεῖαι, περὶ ὧν αὐτὰ μόνον ἐρῶ τὰ κεφάλαια. τοῖς κατὰ τὰ
μεσοπλεύρια μυσὶν οὐχ ὥσπερ τοῖς ἄλλοις ἅπασι κατὰ432 in vol. 1
15τὸ μῆκος αἱ ἶνες, ἀλλ’ ἀνάπαλιν ἀπὸ τῆς ἑτέρας πλευ‐ ρᾶς εἰς τὴν ἑτέραν διήκουσιν, οὐ μὴν οὕτω γε ἁπλῶς, ὡς οἱ πρὸ ἡμῶν ἀνατομικοὶ νομίζουσιν, ἀλλὰ μετὰ βραχείας τῆς εἰς τὸ λοξὸν ἐγκλίσεως, οὐ μὴν οὐδὲ μονοειδεῖς, ὡς καὶ τοῦτ’ ἀγνοοῦντες οἴονται. πάρεστι
20γὰρ θεάσασθαι τὰς ἔνδον ταῖς ἔξωθεν ἐναντίως ἐχού‐

3

.

596

σας, ‖ ὥσπερ γε καὶ τὰς ἐν τῷ στέρνῳ κατὰ τὰ χον‐ δρώδη τῶν πλευρῶν ταῖς ἐν τοῖς ὀστώδεσιν ἄχρι τῶν σφονδύλων, ὅπερ οὐδ’ ἐγίγνωσκεν οὐδεὶς πρὸ ἡμῶν, μήτι γε τὴν χρείαν αὐτοῦ. λέλεκται δὲ καὶ ἡ τοῦδε
5χρεία κατ’ ἐκείνην τὴν πραγματείαν καὶ προσέτι τῶν ἄρθρων τῶν κατὰ τὰς πλευράς. εἴρηται δ’ οὐδὲν ἧττον καὶ περὶ τῶν χονδρωδῶν ἐν αὐταῖς μορίων, διὰ τί τε τοιαῦτα, καὶ τίνα κίνησιν ἔχει· συνῆπτο γὰρ καὶ ὁ περὶ τούτου λόγος τῇ συμπάσῃ τοῦ θώρακος ἐνερ‐
10γείᾳ. καὶ μὲν δὴ καὶ τὰ νεῦρα τὰ κινοῦντα τοὺς μῦς ἅπαντας ἐδηλώσαμεν, ἐνδειξάμενοι κατὰ τὸν λόγον εὐθέως, ὅτι μηδ’ ἄμεινον ἦν ἑτέρωθεν ἔχειν αὐτὰ τὰς ἀρχάς. εἰρήσεται δὲ καὶ αὖθις ὑπὲρ ἁπάντων νεύρων ἅμα ταῖς ἀρτηρίαις τε καὶ ταῖς φλεψὶ κατὰ τὸν ἑκκαι‐
15δέκατον λόγον. Ὅσα δ’ οὐκ ἐνεργεῖ μὲν αὐτὰ τῶν τοῦ θώρακος μορίων, ὑπηρετεῖ δέ τι τοῖς ἐνεργοῦσιν, ἑξῆς δίειμι. τῶν φρενῶν ἡ μὲν ἴδιος οὐσία μῦς ἐστιν,

3

.

597

ἀμφιέσματα δ’ ‖ αὐτῷ γεγένηται δύο, κάτωθεν μὲν ἡ κορυφὴ τοῦ περιτοναίου χιτῶνος, ἄνωθεν δ’ ἡ βάσις
τοῦ τὰς πλευρὰς ὑπεζωκότος. ὑποτέταται γὰρ οὗτος ἅπαντι τῷ κύτει τοῦ θώρακος ἔνδον, ἐν οἷς μὲν χω‐433 in vol. 1
5ρίοις ὑπαλείφει τὰ τῶν πλευρῶν ὀστᾶ, καθάπερ τι πρόβλημα τῷ πνεύμονι παρεσκευασμένος ὑπὲρ τοῦ μὴ προσπίπτειν αὐτὸν ἐν τῇ κατὰ τὴν ἀναπνοὴν ἐνεργείᾳ γυμνοῖς ὀστοῖς, ἔνθα δ’ ἐστὶ τὰ καλούμενα μεσοπλεύ‐ ρια, τῶν τε μυῶν ἕνεκα τῶν τῇδε καὶ τῶν ἀγγείων
10γεγενημένος ἀμφίεσμα μὲν τοῖς μυσίν, οἷόνπερ ταῖς φρεσίν, ὄχημα δέ τι καὶ οἷον στήριγμα τοῖς ἀγγείοις. ἡ δὲ τοῦ διαφράγματος λοξότης ἔμπροσθεν μὲν ἐδεί‐ κνυτο κατὰ τήνδε τὴν πραγματείαν ἀποκρίσει τῶν ξηρῶν περιττωμάτων συντελεῖν· ἐν δὲ τοῖς Περὶ τῆς
15ἀναπνοῆς, ὅτι καὶ ταύτην ὠφελεῖ τὰ μέγιστα, δεδήλω‐ ται. διὰ τί δ’ οὐκ ἐξ ἄκρων τῶν νόθων πλευρῶν ἐκπεφύκασιν αἱ φρένες, ἀλλ’ ὑπερκύπτει τις αὐτῶν μοῖρα πρὸς ὑποχόνδριον οἷον χάραξ; ἢ χάρακι προσει‐

3

.

598

κάσαντες αὐτὴν εἰρήκαμεν ἤδη καὶ τὴν χρείαν; ‖ φρου‐ ρεῖ γὰρ οὗτος ὁ χάραξ αὐτάς τε τὰς φρένας καὶ τὸ ἧπαρ, ἤδη δὲ καὶ τῶν ἄλλων πολλὰ τῶν ἐνταῦθα. διὰ τί δὲ χόνδρος ταῖς νόθαις πλευραῖς δαψιλὴς ἐφ’
5ἑκάστῳ πέρατι περικέχυται; ἢ καὶ τοῦτο δυσπαθείας ἕνεκα ταῖς τε πλευραῖς αὐταῖς πρώταις καὶ μάλιστα καὶ δι’ αὐτῶν τοῖς ὑποκειμένοις; ἥκιστα γὰρ ἀπο‐ θραύεταί τε καὶ κατάγνυται θλώμενος ὁ χόνδρος, ὥστ’ ἄμεινον ἦν τὰ προπετέστερα μέρη τῶν ὀστῶν ἐκ τῆς
10τοιαύτης οὐσίας γενέσθαι. διὰ τοῦτ’ οὖν καὶ τῷ στέρνῳ κατὰ τὸ πέρας ὁ καλούμενος ξιφοειδὴς ἐπιπέ‐
φυκε χόνδρος. οὗτος μέν γε σαφές ἐστι πρόβλημα τοῦ τε τῆς γαστρὸς στόματος καὶ τοῦ ταύτῃ μέρους τῶν φρενῶν, ἤδη δὲ καὶ τῆς καρδίας. διὰ τί δ’ αἱ434 in vol. 1
15μὲν ἑπτὰ τῶν πλευρῶν πρὸς τὸ στέρνον, αἱ δὲ πέντε πρὸς τὸ διάφραγμα τελευτῶσιν, αἱ σύμπασαι δὲ δεκα‐ δύο γεγόνασι, τηνικαῦτα ἐροῦμεν, ὅταν ὑπὲρ τῶν κατὰ τὸ μετάφρενον σφονδύλων ὁ λόγος ᾖ. τὸ μέντοι στέρνον αὐτὸ διὰ τί μὲν ἐκ πολλῶν ὀστῶν ἐγένετο,
20τοὺς περὶ τῆς ἄκρας χειρὸς ἀναμνήσθητι λόγους ἐν

3

.

599

ἀρχῇ τοῦ δευτέρου τῶνδε ‖ τῶν ὑπομνημάτων γεγραμ‐ μένους. διὰ τί δ’ ἐξ ἑπτά, τὸ πλῆθος τῶν συναρθρου‐ μένων πλευρῶν αἴτιον· ἓν γὰρ ὀστοῦν ἐστι τοῦ στέρ‐ νου καθ’ ἑκάστην αὐτῶν. τί δ’ οὐ καὶ τοῦτο θαυ‐
5μαστὸν ἔργον ἐν τοῖς μάλιστα τῆς φύσεώς ἐστι, τὸ μήτ’ ὀστέϊνον ὅλον ἐργάσασθαι τὸν θώρακα μήτε σαρκοειδῆ, θεῖναι δ’ ἐναλλὰξ ὀστοῦν μυΐ; καίτοι τὸ μὲν ἐπιγάστριον ὅλον ἐκ μυῶν, τὸ δὲ κρανίον ὀστέϊνον ἐγένετο. καὶ χρὴ καὶ τοῦτο μὴ παρέργως σκοπεῖν,
10ὅτι τριῶν ἀρχῶν οὐσῶν τῶν διοικουσῶν τὸ ζῷον ὀστοῦν μὲν ἀκίνητον ἄνευ μυῶν τῇ πρώτῃ περιέβαλε, μόνους δὲ μῦς τῇ τρίτῃ, τῇ μέσῃ δ’ ἀμφοῖν ἑκάτερα. τῷ μὲν γὰρ ἐγκεφάλῳ μυῶν οὐδὲν δεῖ πρὸς οὐδέν· αὐτὸς γὰρ ἀρχὴ κινήσεως τῆς κατὰ προαίρεσιν ἅπασι
15τοῖς ἄλλοις ἐστίν, ὥστ’ ἀκίνητον οἷον τεῖχος αὐτῷ τὸ κρανίον εὐλόγως περιβέβληται. τοῖς δὲ κατὰ τὸ ἧπαρ καὶ τὴν γαστέρα τοιοῦτος εἴπερ τις ἐν κύκλῳ περίβο‐
λος ἐγεγένητο, ποῦ μὲν ἂν ὑπεδέχετο τά τε σιτία καὶ435 in vol. 1

3

.

600

τὰ ποτά; ‖ ποῦ δ’ ἂν ὁ τῶν κυουμένων ὄγκος ἀπέ‐ κειτο; πῶς δ’ ἂν ἐξεκρίνετο τὰ περιττώματα μηδενὸς ἐφεστῶτος αὐτοῖς μυός; ἐπὶ δὲ τοῦ θώρακος, εἰ μὲν ἐξ ὀστῶν μόνων ἐγεγένητο, τὴν κίνησιν ἂν ἀπώλλυε
5τελέως, εἰ δ’ ἐκ μυῶν αὖ μόνων, ἐνέπιπτον ἂν οὗτοι τῷ τε πνεύμονι καὶ τῇ καρδίᾳ μηδενὸς αὐτοὺς ὀχοῦν‐ τος. ἵν’ οὖν ἅμα μὲν εὐρυχωρία γένηταί τις ἐντός, ἅμα δὲ καὶ κινῆται τὸ πᾶν ὄργανον, οἱ μύες τοῖς ὀστοῖς ἐναλλὰξ κατετέθησαν. εὐθὺς δὲ δὴ τοῦτο καὶ
10πρὸς ἀσφάλειαν οὐ σμικρὸν διήνεγκε τῇ τε καρδίᾳ καὶ τῷ πνεύμονι· μᾶλλον γὰρ φρουρεῖται νῦν, ἢ εἰ μύες ἐγένοντο μόνοι. τὸ δὲ μηδ’ ἀργὸν ἕκαστον γε‐ νέσθαι τῶν ὀστῶν, ἀλλ’ ἑκατέρωθεν ἄρθρον ἔχειν, ἵνα δι’ αὐτῶν ὁ πᾶς θώραξ κινῆται, πῶς οὐ προμη‐
15θές; ἀλλ’ ἴσως τις ἐρεῖ· τί οὖν χεῖρον ἦν οὕτως ἔχειν καὶ τὰ κατὰ τὴν γαστέρα; θώρακος γὰρ αὐτῇ περιτε‐ θέντος, οἷόσπερ καὶ τῇ καρδίᾳ περιβέβληται, τό τε διαστέλλεσθαι καὶ συστέλλεσθαι πάντως ἂν ὁμοίως

3

.

601

ἐφυλάττετο, καὶ πλείων ἀσφάλεια προσεγίγνετο. ‖ τὸν δὴ τὰ τοιαῦτα ἀποροῦντα διδακτέον, ὡς οὐχ οἷόν τ’ ἦν ἐπὶ πλεῖστον διαστέλλεσθαί τε καὶ συστέλλεσθαι τὰ κατ’ αὐτὴν ἔξωθεν αὐτοῖς περιτεθέντων ὀστῶν.
5εἰ δὲ τοῦτο, πρῶτον μὲν οὐδὲ κύειν οἷόν τ’ ἦν τοῖς θήλεσιν· ἔπειτα δ’ οὐδ’ εἰς κόρον ἅπαξ ἐσθίειν, ἀλλὰ συνεχοῦς δεῖσθαι τῆς ἐδωδῆς ὥσπερ καὶ τῆς
ἀναπνοῆς. ταύτης μὲν οὖν οὕτω χρῄζειν οὐδὲν ἄτο‐ πον ἐν ἀέρι διαιτωμένῳ ζῴῳ· σιτίων δ’ εἴπερ ὁμοίως436 in vol. 1
10ἐδεόμεθα, δεινῶς ἂν ἀφιλόσοφός τε καὶ ἄμουσος ἦν ἡμῶν ἡ ζωὴ καὶ τῶν καλλίστων ἄσχολος. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οὐδὲ παραμένειν εἰς μακρὸν ἡ ἐκ τῆς ἀναπνοῆς ὠφέλεια φύσιν ἔχει· σιτίων δὲ καὶ πόματος εἰσάπαξ ἐμπλησθέντες ὅλης ἡμέρας καὶ νυκτὸς ἀλύπως
15διαρκοῦμεν, ὥστε καὶ κατὰ τοῦτο θαυμάζειν ἄξιον τὴν φύσιν. ἀρκεῖν μοι δοκεῖ ταῦτα κατὰ τὸ παρὸν εἰς ἐξήγησιν τῶν τοῦ θώρακος μορίων. εἰ γὰρ καὶ παρα‐ λέλειπταί τι σμικρόν, ἐκ τῶν εἰρημένων εὑρίσκεται

3

.

602

ῥᾷστα, εἰ μόνον ἀναλέξαιτό ‖ τις ἀκριβῶς τὴν Περὶ τῆς ἀναπνοῆς πραγματείαν. Ἀλλὰ καὶ τιτθῶν ἔτι μνημονεύσαντες, ἐπειδὴ καὶ οὗτοι τῷ θώρακι πρόσκεινται, καταπαύσο‐
5μεν ἐνταῦθα τὸν ἐνεστῶτα λόγον. ἐπεὶ τοίνυν τὸ γάλα περίττωμα χρηστῆς ὑπάρχει τροφῆς, εὐλόγως, οἷς μὲν ζῴοις εἰς κέρατα καὶ μέγεθος ὀδόντων καὶ χαίτην καί τι τοιοῦτον ἕτερον ἐν τοῖς ἄνω μέρεσι τὸ πλῆθος ἐξεδαπανᾶτο τῶν περιττωμάτων, τούτοις μὲν
10οὐχ οἷόν τ’ ἦν ἐν τοῖς κατὰ τὸν θώρακα χωρίοις ἕτερον ἀθροισθῆναι περίττωμα χρηστόν, ὅθεν εἰς τὴν γαστέρα τοὺς τιτθοὺς αὐτῶν ἐκ τοῦ θώρακος ἡ φύσις κατήνεγκε, καί τισιν οὕτω πάνυ σφόδρα κάτω τῆς ὅλης κοιλίας,
ὥστ’ ἐγγὺς εἶναι τῶν ὀπισθίων σκελῶν, καὶ τοῖς μὲν437 in vol. 1
15πολυτόκοις πολλούς, τοῖς δὲ μὴ τοιούτοις διττοὺς ἐποίησεν· οἷς δὲ μηδὲν ἐν τοῖς ἄνω δαπανᾶται περίτ‐ τωμα, τούτοις ἐπὶ τὸ στέρνον αὐτοὺς κατέθηκεν, εἰ

3

.

603

μὲν ἓν ἢ δύο κυΐσκοιτο, διττούς, εἰ δὲ πλείω, ‖ διττοὺς μὲν ἐπὶ τοῖς στέρνοις, τοὺς δ’ ἄλλους κάτω. ἀνθρώ‐ πῳ δέ, τοῦτον γὰρ ἡμῖν ἐξηγεῖσθαι πρόκειται νῦν, οἱ τιτθοὶ τοῖς στέρνοις εὐλόγως πρόσκεινται, πρῶτον μέν,
5ὅτι πάντων οἰκειότατος οὗτος ὁ τόπος ἐστὶν αὐτοῖς, εἰ μηδὲν ἄλλο διακωλύοι, δεύτερον δέ, ὅτι τῆς καρ‐ δίας ὑποκειμένης τῷ στέρνῳ καλουμένῳ σκέπη τις αὐτῇ προσγίγνεται κἀκ τῶν τιτθῶν ἑκατέρωθεν αὐτοῦ τεθέντων, καὶ τρίτον, ὅτι περίττωμα χρηστῆς τροφῆς
10ἐνταυθοῖ πλεῖστον ἐπ’ ἀνθρώπων ἀθροίζεσθαι δύναται. δεικτέον δὴ πρῶτον ἐξ αὐτῶν τὸ πρῶτον ῥηθέν, ὡς οὗτος ὁ τόπος οἰκειότατός ἐστι μασθῶν γενέσει. εἰ γὰρ δὴ γάλακτος ἕνεκα γεγόνασι καὶ ταύτην πρώ‐ την καὶ μεγίστην χρείαν τοῖς ζῴοις παρέχονται, τὸ
15γάλα δ’ ἐστὶν ἀκριβῶς κατειργασμένη τροφή, κατὰ ταύτην ἐχρῆν μάλιστα τετάχθαι τὴν χώραν αὐτούς, ὅπου ῥᾷστά τε ἅμα καὶ τάχιστα πλῆθος γάλακτος ἀκριβῶς εἰργασμένου συνίστασθαι δύναται. τί τοίνυν χωρίον ἕτερον ἱκανώτερον ἀπολαῦσαι τῆς ἐμφύτου τοῖς
20ζῴοις θερμασίας, ἧς ἡ καρδία πηγή, τοῦ τοῖς τιτθοῖς

3

.

604

ἐπ’ ἀνθρώπων ἀνακειμένου; τί δὲ ‖ μᾶλλον μαστῶν
προκατειργασμένον ἐν ἀρτηρίαις καὶ φλεψὶν αἷμα δέ‐ χεται; ἢ οὐχ ὁρᾷς, ὅτι τῆς ἀφ’ ἥπατος ἀναφερομένης διὰ τῶν φρενῶν φλεβὸς τῆς μεγίστης, ἣν κοίλην ὀνο‐438 in vol. 1
5μάζουσιν, ἐνὸν τῇ φύσει ποιήσασθαί τινα ἀπόφυσιν εἰς τοὺς τιτθούς, οὐκ ἐποιήσατο, καίτοι πλησίον ὑπαρ‐ χούσης αὐτῶν, ἀλλ’ ἐπί τε τὴν καρδίαν ἀνήγαγε πρό‐ τερον καὶ σύμπαντα τὸν θώρακα διεβίβασε, κἄπειθ’, ὁπότε πλησίον ἦν ἤδη τῶν κλειδῶν, ἐντεῦθεν ἀπο‐
10βλαστήματα δύο ποιησαμένη φλεβῶν ἀξιολόγων, ἅμα δ’ αὐταῖς ἀρτηριῶν ἕτερα δύο, κατήγαγε σύμπαντα τέτταρα δι’ ὅλου τοῦ στέρνου κάτω, κἄπειθ’ οὕτως ἐνέφυσε δύο καθ’ ἑκάτερον τιτθόν, οὐδὲν ἄλλο κατὰ τὴν μακρὰν οὕτως ὁδόν, ἢ ὅπως ἐπὶ πλεῖστον ἐν τοῖς
15ἀγγείοις πεφθείη τὸ αἷμα, προνοουμένη. ἀναφερόμενόν τε γὰρ ἄνω παρέρχεται δήπου τὴν καρδίαν καὶ αὖθις κάτω φερόμενον ἐντυγχάνει καὶ σείεταί γε διὰ παντὸς ὑπὸ τῆς τοῦ θώρακος κινήσεως καὶ θερμαίνεται κατὰ

3

.

605

τὴν τοιαύτην πλάνην ἐγχρονίζον ἀεικι‖νήτῳ μορίῳ· καὶ ταῦτα σύμπαντα πρὸς ἀκριβῆ πέψιν αὐτῷ συντελεῖ. πῶς οὖν οὐκ ἀρίστη τε καὶ κυριωτάτη θέσις αὕτη μαστοῖς; πῶς δ’ οὐ καὶ τοῦτο τῶν τῆς φύσεως
5ἔργων ἐν τοῖς μάλιστα θαυμαστόν, ἕκαστον τῶν ἕνεκά τινος χρείας τῷ ζῴῳ γεγενημένων ὀργάνων εὐθὺς καὶ πρὸς ἄλλο τι φιλοτεχνεῖν ὠφέλιμον ἀπεργάζεσθαι; τί τοίνυν ὠφελιμώτερον ἢ τί δικαιότερον, εἰ τηλικούτων ἐκ καρδίας ἀπολαύοντες οἱ τιτθοὶ παρέξουσιν ἀμοιβήν
10τιν’ αὐτῇ βραχεῖαν, ἥν γε δὴ δύνανται μόνην οἱ τιτ‐ θοὶ παρασχεῖν καρδίᾳ; δύνανται δὲ σκέπειν ἔξωθεν. ἡ γάρ τοι φύσις αὐτῶν ἀδενώδης ἐστίν, ὁμοία τοῖς πιλητοῖς κτήμασιν, ὥσθ’ ἅμα μὲν οἷον πρόβλημά τι σκεπαστήριόν εἰσι τῆς καρδίας, ἅμα δ’ ἀντιθερμαίνου‐439 in vol. 1
15σιν αὐτὴν ὁμοίως τοῖς ἔξωθεν ἐπιτιθεμένοις ἡμῖν ἐρεοῖς ἐπιβλήμασιν, ἃ ψυχρὰ περιτεθέντα τῷ σώματι κἄπειθ’ ὑπ’ αὐτοῦ θερμανθέντα μικρὸν ὕστερον ἀντι‐ θερμαίνει. κατὰ τὸν αὐτὸν οὖν τρόπον ἡ κατὰ τοὺς μαστοὺς ἀδενώδης οὐσία σκέπασμά τε ἅμα τῆς καρδίας

3

.

606

ἐστὶ καὶ θερμαινομένη ‖ πρὸς αὐτῆς ἀντιθερμαίνει. ταῖς δὲ γυναιξὶν εἰς ὄγκον αἰρόμενοι μέγαν ἄμφω τε ταῦτα μᾶλλον ἢ ἐν τοῖς ἀνδράσι τῇ καρδίᾳ παρέχουσι καὶ προσέτι τὰ ὑποκείμενα σπλάγχνα κατὰ τὸ ὑποχόν‐
5δριον ἐπωφελοῦσιν ἧττον ἐπὶ γυναικῶν ὄντα θερμά· δέδεικται γὰρ ἅπαν τὸ θῆλυ ψυχρότερον εἶναι τοῦ ἄρρενος. ἀλλὰ καὶ τὸ τρίτον ὧν εἴπομεν, ὅτι, μήτε εἰς χαίτην ἢ ὀδόντας ἢ κέρατα μήτ’ εἰς ἄλλο τι τοι‐ οῦτον ἐκδαπανωμένης τῆς ἄνω τοῦ θώρακος τροφῆς,
10ἤμελλε δήπουθεν ἐπὶ γυναικῶν περιττεύειν δαψιλῶς, ὥστε καὶ διὰ τοῦτο τὴν ἀρίστην θέσιν ἐπ’ ἀνθρώπων ἔχουσιν οἱ μαστοί. κατὰ μέντοι τὰ πλεῖστα τῶν ζῴων τὴν ἀπορίαν τῆς τροφῆς ἡ φύσις εὐλαβηθεῖσα μετέ‐ θηκεν αὐτοὺς ἀναγκαίως εἰς ὑπογάστριον. ἅμα δὲ καὶ
15τῆς ἐξ αὐτῶν ὠφελείας τὴν καρδίαν ἧττον ἐν ἐκείνοις ἑώρα δεομένην. οὐ γὰρ ὀρθά, καθάπερ ἄνθρωπος, ἐπὶ τοῖν δυοῖν ἕστηκε σκελοῖν, ἀλλὰ πρηνῆ βαδίζει

3

.

607

πάντα τοῖς ‖ ἕρπουσι ζῴοις ὁμοίως· ἐδείχθη γάρ που
καὶ τοῦτ’ ἐν τῇ τῶν σκελῶν ἐξηγήσει. διὰ τοῦτ’ οὖν τὰ μὲν κατὰ ῥάχιν ἅπαντ’ αὐτῶν ἔκκειται τοῖς ἔξωθεν ἐμπίπτουσι, τὰ δ’ ἀντικείμενα, τὰ κατὰ τὰ στέρνα τε440 in vol. 1
5καὶ τὴν κοιλίαν, ὑπ’ ἐκείνων φρουρεῖται. οὐ μὴν ἀλλὰ καὶ τῶν τοιούτων ζῴων ὅσοις ἐπὶ τῶν στέρνων εἰσὶν οἱ μαστοί, φυλάττονται καὶ τοῖς ἄρρεσιν· ὅσοις δ’ ἐπὶ τῆς γαστρὸς μόνον, οὐκέτι φυλάττονται, πλὴν εἰ πρὸς τὴν γειναμένην μᾶλλον ἢ πρὸς τὸν πατέρα
10τὴν τοῦ σώματος ὁμοιότητα διασῴζοι τὰ ἔκγονα, κα‐ θάπερ καὶ Ἀριστοτέλης ἐφ’ ἵππων παρεφύλαξε. διὰ τί δ’ ἱκανῶς οἱ μαστοὶ τοῖς ἄρρεσιν οὐκ ἐξαίρονται, καθάπερ καὶ τοῖς θήλεσι, τῶν φυσικῶν ἐστι προβλη‐ μάτων, ὥστ’ οὐ νῦν αὐτοῦ καιρός. ἀλλ’ ὅτι καὶ τοῦτο
15προνοητικῶς τῇ φύσει καθάπερ καὶ τὰ ἄλλα πάντα παρεσκεύασται, τοῦ παρόντος ἐστὶν ὑπομιμνήσκειν λόγου. ῥηθήσεται δὲ περὶ τούτων ἁπάντων καὶ αὖθις, ὅταν τὰ γεννητικὰ διηγώμεθα μόρια. νυνὶ μὲν γὰρ ἐπειδὴ περὶ τῶν τοῦ πνεύματος ὀργάνων ἦν ὁ λόγος,

3

.

608

ἐν οἷς ἦν δή‖που καὶ ὁ θώραξ καὶ ἡ καρδία, διὰ τοῦτο καὶ τῶν μαστῶν ἐμνημονεύσαμεν, ὡς ἂν ἐπικει‐ μένων μὲν τῷ θώρακι, σκεπόντων δὲ τὴν καρδίαν. αὖθις δ’ ἀναγκαῖον ὑπὲρ αὐτῶν εἰπεῖν μετὰ τῶν ἄλ‐
5λων, ὅσα γυναικεῖα καλοῦσιν ἰδίως μόρια.441 in vol. 1

3

.

609

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ.
1 Ἐπεὶ δὲ τοῖς εἰρημένοις ἑξῆς ἐστι περὶ τῶν κατὰ τὸν τράχηλόν τε καὶ τὴν κεφαλὴν μορίων ἁπάντων διελθεῖν, ἄμεινον ἂν εἴη πρὸ τῆς κατὰ μέρος ἐξηγήσεως ὑπὲρ αὐτῶν ὅλων ἐπισκέψασθαι τῶν μελῶν,
5τίνος ἕνεκα γέγονε, καὶ μάλισθ’ ὅτι πολλοῖς τῶν ζῴων τοῖς μὲν οὐδέτερόν ἐστι, τοῖς δ’ ἡ κεφαλὴ μόνη. κα‐ ράβοις μὲν καὶ ἀστακοῖς καὶ παγούροις καὶ καρκίνοις

3

.

610

οὐδέτερον, τοῖς δ’ ‖ ἰχθύσιν ἅπασι κεφαλὴ μέν ἐστι, τράχηλος δ’ οὐκ ἔστιν. ἀλλὰ περὶ μὲν τῆς τοῦ τρα‐ χήλου γενέσεως οὐ χαλεπῶς ἄν τις ἐξεύροι· φαίνεται γὰρ ἀεὶ συναπολλύμενος τῷ πνεύμονι. ταῦτ’ ἄρα καὶ
5τοῖς ἰχθύσιν ἅπασιν οὐκ ἔστι τράχηλος, ὅτι μηδὲ πνεύμων. καὶ οἷς πνεύμων ἐστὶ ζῴοις, τούτοις πάν‐ τως καὶ τράχηλός ἐστιν. εἰ δὲ τοῦτο, τῶν ἐν τραχήλῳ μορίων ἐπισκεψάμενοι τὸ τῷ πνεύμονι συγγενές, εἴθ’ ἓν εἴτε πλείω φαίνοιτο, τὴν ἀνάγκην τῆς ὅλου τοῦ
10τραχήλου γενέσεως εὑρηκότες ἂν εἴημεν. ἀλλ’ ἔστιν ἐν αὐτῷ μόρια, τὰ μὲν οὐδ’ ὅλως οἰκεῖα τῇ τοῦ πνεύ‐ μονος οὐσίᾳ, σφόνδυλοι μὲν ὀπίσω καὶ μυελὸς ἐν αὐ‐ τοῖς καί τινες σύνδεσμοί τε καὶ τένοντες, ἐν ὅλῳ δὲ μύες τε πολλοὶ καὶ νεῦρα καὶ ἀδένες καὶ ὁ τῆς γα‐
15στρὸς στόμαχος, ὃν οἰσοφάγον καλοῦσι· τὰ δ’ οἰκεῖα μέν ἐστι τῷ πνεύμονι, καθάπερ ἀρτηρίαι καὶ φλέβες, ἀλλὰ παρὰ καρδίας ἔχων αὐτὰς τί ἂν ἔτι τραχήλου
δέοιτο; λοιπὸν οὖν ἔτι τὸ τῶν τραχειῶν ἀρτηριῶν442 in vol. 1

3

.

611

γένος ἐστί, κοινὸν τραχήλῳ καὶ πνεύμονι. ‖ τριῶν γὰρ ἀγγείων καταπλεκόντων αὐτόν, φλεβὸς καὶ ἀρτηρίας λείας τε καὶ τρίτης τῆς τραχείας, τὰ μὲν πρότερα δύο κοινὰ καὶ τοῦ σώματος ἅπαντός ἐστιν, ὥστ’ οὐκ ἂν
5εὕροις μόριον οὐδέν, ᾧ μὴ καὶ τούτων ἑκάτερον ὑπάρ‐ χει. τὸ δὲ τῶν τραχειῶν ἀρτηριῶν γένος ἐν τραχήλῳ τε καὶ πνεύμονι μόνοις ἐστί, μία μὲν ἐν τῷ τραχήλῳ μεγίστη, πάμπολλαι δ’ ἐν τῷ πνεύμονι, νεμηθείσης εἰς αὐτὰς τῆς μεγίστης. καὶ τοίνυν εἰσπνεῖ τὰ ζῷα
10πάντα, οἷς πνεύμων ἐστί, διὰ τῆς ἀρτηρίας ταύτης εἰς τὸν πνεύμονα καὶ αὖθις ἐκπνεῖ διὰ τῆς αὐτῆς. καὶ ἡ ἐκφύσησις δ’, ἣν ὕλην τῆς φωνῆς ἐδείξαμεν, ἔργον ταύτης ἔσται. καὶ ἡ φωνὴ δ’ οὐκ ἄνευ ταύτης γίγνε‐ ται, καὶ τό γε πρῶτόν τε καὶ κυριώτατον ὄργανον τῆς
15φωνῆς, ᾧ λάρυγξ ὄνομα, τὸ ἄνω πέρας ἐστὶ τῆς τρα‐ χείας ἀρτηρίας, ἣν δὴ καὶ φάρυγγα καλοῦσιν ὁμωνύ‐ μως τῇ πρὸ τοῦ λάρυγγος, ὥστ’ οὐδὲ φωνεῖ τῶν ζῴων οὐδέν, ὅτῳ μὴ τράχηλός ἐστιν. ὧδε μὲν ἡ φάρυγξ τῷ πνεύμονι συγγενὴς καὶ εἰς τοσάδε τοῖς ζῴοις χρησίμη
20καὶ διὰ ταύτην ὁ τράχηλος ἐγένετο. περιεχομένου

3

.

612

γὰρ ἐν τῷ θώρακι τοῦ ‖ πνεύμονος, ἀνεχούσης δ’ ἐξ αὐτοῦ τῆς τραχείας ἀρτηρίας καὶ τελευτώσης ἀναγ‐ καίως εἰς τὸ στόμα, τὰ μεταξὺ πάντα τῶν τε τοῦ θώ‐ ρακος περάτων καὶ τῆς ἀρχῆς τοῦ στόματος ἐκείνης
5ἕνεκεν ἐγένετο. ἐπειδὴ γὰρ ἐχωρίσθησάν τε καὶ διε‐
χωρίσθησαν ἀπ’ ἀλλήλων ὁ θώραξ καὶ τὸ στόμα, τοὐν μέσῳ πᾶν ἐγένετο ὁδὸς τῶν τ’ ἄνωθεν ἰόντων κάτω καὶ τῶν κάτωθεν ἄνω. ἄνωθεν μὲν οὖν κάτω φέρεται νεῦρα καὶ στόμαχος καὶ μύες καὶ μυελὸς ὁ443 in vol. 1
10νωτιαῖος, κάτωθεν δ’ ἄνω φλέβες καὶ ἀρτηρίαι καὶ αὐτὴ δηλονότι ἡ φάρυγξ. τῷ μὲν οὖν νωτιαίῳ φυ‐ λακῆς ἕνεκα σφόνδυλοι περίκεινται· τὰς δὲ τῶν ἀγγείων σχίσεις ἀδένες ἀναπληροῦσιν, ὑμένες δ’ αὖ τινες καὶ σύνδεσμοι φρουροῦσί τε ἅμα καὶ ξυνάπτουσι τὰ εἰρη‐
15μένα· κοινὸν δ’ ἅπασι σκέπασμα τὸ δέρμα περιβέβλη‐ ται. καὶ τοῦτ’ ἔστιν ὁ τράχηλος, ἕνεκεν τῆς φάρυγγος, ὡς ὁ λόγος ἔδειξε, γεγονώς, φωνητικοῦ τε ἅμα καὶ ἀναπνευστικοῦ μορίου. ἡ μέντοι φύσις, εὐμήχανος οὖσα τῷ δι’ ἕτερον γεγονότι καὶ πρὸς ἄλλο τι συγ‐

3

.

613

χρήσασθαι, πολ‖λοῖς τῶν ζῴων τὰς χειρὸς χρείας παρ‐ έξοντα τὸν τράχηλον ἀπειργάσατο. καὶ διὰ τοῦθ’, ὅσα τῷ στόματι τὴν τροφὴν ἐκ τῆς γῆς πορίζεται, μακρὸν εἰς τοσοῦτον ἔχει τὸν τράχηλον, εἰς ὅσον καὶ
5τὰ κῶλα. ἀλλ’ ἄνθρωπός γε καὶ ὅσα τούτῳ παρα‐ πλήσια, τράχηλον μὲν διὰ φάρυγγα, ταύτην δὲ φωνῆς ἕνεκα καὶ ἀναπνοῆς ἔσχεν, ὥστε καὶ τὸ μέγεθος αὐτῷ τηλικοῦτον, ὅσον ἀναγκαῖον ἦν τῇ φάρυγγι, τῶν εἰρη‐ μένων ἐνεργειῶν ἕνεκα δοθῆναι. ἐχρῆν δὲ δήπου καὶ
10τὰ περὶ τὸν ὦμόν τε καὶ τὸν βραχίονα μόρια, καὶ προσέτι τὸν πῆχύν τε καὶ ἄκραν τὴν χεῖρα παρὰ τοῦ κατὰ τὸν τράχηλον νωτιαίου λαβεῖν νεῦρα· δειχθήσε‐ ται δ’ ὕστερον, ὅτι καὶ τὸ διάφραγμα. ὥστε καὶ διὰ τὴν τούτων τῶν νεύρων γένεσιν ἀναγκαῖον ἦν ἐν τῷ
15μεταξὺ κεφαλῆς τε ἅμα καὶ θώρακος ἑτέρους τεθῆναι σφονδύλους, ἐξ ὧν ὁ τράχηλος συμπέπηγεν. οἱ δέ γ’ ἰχθύες, ὥσπερ ἀρτηρίαν οὐκ ἔχουσι τραχεῖαν, οὕτως οὐδὲ τῶν εἰρημένων μορίων οὐδέν· καὶ διὰ τοῦτ’ αὐ‐ τοῖς ἢ οὐδ’ ὅλως ἂν εἴποι τις εἶναι τράχηλον ἢ βρα‐444 in vol. 1
20χὺν παντάπασιν, ἐκ δυοῖν μόνον συγκείμενον τῶν ‖

3

.

614

πρώτων σφονδύλων. ὥσπερ δὲ τούτοις ἤτοι βραχὺς ἢ οὐδ’ ὅλως ἐστίν, οὕτως ἐκείνοις τοῖς ζῴοις μακρός, οἷς τὰ χειρῶν ὑπηρετεῖ, σύμμετρος δ’, ἐν οἷς ἕνεκα φωνῆς γενόμενος ἐξ ἐπιμέτρου προσέλαβε καὶ τὴν εἰς
5τὰ πρόσθια κῶλα τῶν νεύρων γένεσιν, ὧν ἕν γέ τι καὶ ὁ ἄνθρωπός ἐστιν, οὗ νῦν ἡμῖν μάλιστα πρόκειται τὴν κατασκευὴν ἐξηγεῖσθαι. περὶ μὲν οὖν τραχήλου χρείας αὐτάρκως εἴρηται. Ἡ δὲ δὴ κεφαλὴ τοῖς μὲν πλείστοις ἔδοξε
10διὰ τὸν ἐγκέφαλον γεγονέναι, καὶ διὰ τοῦτο καὶ τὰς αἰσθήσεις ἁπάσας ἔχειν ἐν αὑτῇ, καθάπερ τινὰς ὑπη‐ ρέτας τε καὶ δορυφόρους μεγάλου βασιλέως. ἀλλὰ καρκίνοις τε καὶ τοῖς ἄλλοις τοῖς μαλακοστράκοις κε‐ φαλὴ μὲν οὐκ ἔστι· τὸ δὲ τῶν αἰσθήσεών τε καὶ τῶν
15κατὰ προαίρεσιν κινήσεων ἐξηγούμενον μόριόν ἐστι δήπου πάντως αὐτόθι κατὰ τὸν θώρακα τεταγμένον, ἔνθαπερ αὐτοῖς ἐστιν ἅπαντα τὰ τῶν αἰσθήσεων ὄρ‐ γανα. ὥσθ’, ὅπερ ἐν ἡμῖν ὁ ἐγκέφαλος, τοῦτ’ ἐν ἐκείνοις ἂν εἴη τοῖς ζῴοις τὸ μόριον, εἰς ὃ τῶν εἰρη‐

3

.

615

μέ‖νων ἕκαστον ἀναφέρεται· ἢ εἰ μὴ ἐγκέφαλός ἐστιν, ἀλλὰ καρδία τούτων ἁπάντων ἀρχή, τοῖς μὲν ἀκεφά‐ λοις ζῴοις ὀρθῶς ἂν εἴη περὶ τὰ στέρνα τὰ τῶν αἰ‐
σθήσεων ὄργανα, πρὸς τὴν καρδίαν πλησίον κειμένην445 in vol. 1
5περαίνοντα, τοῖς δ’ ἄλλοις οὐκ ὀρθῶς εἰς τὸν ἐγκέ‐ φαλον ἀνῆπται. ἀλλὰ καὶ τοσοῦτο μᾶλλον ἡ κεφαλὴ μάτην δόξει γεγονέναι τοῖς ὧδε δοξάζουσιν, ὅτι μήτ’ ἐγκεφάλου χρείαν εἰπεῖν ἔχουσι μήτε παροικίζειν αὐτῷ τὰς αἰσθήσεις δύνανται. τὸ γὰρ οἴεσθαι τῆς
10περὶ τὴν καρδίαν θερμασίας ἕνεκα γεγονέναι τὸν ἐγκέ‐ φαλον, ἀναψύχοντά τε αὐτὴν καὶ εἰς μετριότητα κρά‐ σεως ἄγοντα, παντοίως ἄτοπον. οὔτε γὰρ ἂν οὕτω πόρρω τῆς καρδίας ἡ φύσις ἔταξεν αὐτόν, ἀλλ’ ἤτοι πάντη περιέβαλεν ἄν, ὥσπερ καὶ τὸν πνεύμονα, ἢ ἐν
15θώρακί γε πάντως κατέθετο, οὔτ’ ἂν τῶν αἰσθήσεων ἁπασῶν τὰς ἀρχὰς εἰς αὐτὸν ἀνήρτησεν. ἀλλ’, εἰ καὶ τοσοῦτον παρεῖδεν, ὡς καὶ πόρρω τάξαι καὶ τὰς αἰ‐ σθήσεις συνάψαι, μηδὲν δέον, ἀλλ’ οὔτι γε διττοῖς ἂν

3

.

616

περιβόλοις οὕτως ἀσφαλέσι καὶ πυκνοῖς ‖ διετείχισε, τῷ μὲν τὸ κρανίον ὅλον, τῇ δὲ τὸν θώρακα περιθεῖσα· ἢ εἰ καὶ ταῦτα παρεῖδε, τὸν γοῦν τράχηλον οὐκ ἂν εἰς τὸ μέσον ἀμφοῖν φέρουσα κατέθετο, καὶ ταῦτα ἐν
5τοῖς θερμοτάτοις ζῴοις καὶ τοῖς καρχαρόδουσιν ὀνο‐ μαζομένοις ἱκανῶς μακρόν, ἐν δὲ δὴ τοῖς πτηνοῖς ἔτι καὶ μᾶλλον, ὥστ’ ἴσον ἀφεστάναι τῆς καρδίας τοῖς ποσὶ τὸν ἐγκέφαλον. ὅμοιον γὰρ τοῦτό γε τὸ δόγμα τῷ φάσκειν ἕνεκά γε τῆς καρδίας τὰς πτέρνας γεγο‐
10νέναι. καὶ μή τοι δοκεῖν με τοῦ γελοίου χάριν οὕτως εἰπεῖν, ἀλλ’ ἐὰν ἀκριβῶς σκοπῇς, θᾶττον ἐκ τῶν πτερ‐ νῶν εἰς τὴν καρδίαν ἀφίξεταί τις ψῦξις ἢ ἐκ τοῦ
ἐγκεφάλου. εἰ γὰρ καὶ πορρωτέρω τετάχθαι δοκοῦσιν, ἐπί γε ἀνθρώπων, οὐ γὰρ δὴ ἐν ἅπασί γε τοῖς ζῴοις,446 in vol. 1
15ἀλλ’ οὔτι που διείργεσθον διττοῖς ὀστῶν περιβόλοις οἷον ἀσφαλέσι τείχεσιν. ἐν μὲν γὰρ τοῖς κάτω μέρεσι μόνοις οὐκ ἔστιν ὀστέϊνος ὁ θώραξ, ἀλλ’ ὑμενῶδές τι καὶ μυῶδες σῶμα, τὸ διάφραγμα καλούμενον, ἐνταυ‐ θοῖ τέτακται, διαπέμπειν ψῦξιν ἑτοιμότατον, οὐ μὴν

3

.

617

οὐδ’ ‖ ἧττόν τι ψυχρὰς εὕροις ἂν τὰς πτέρνας τοῦ ἐγκεφάλου· τοῦτον γὰρ εἰ καὶ μηδέν, ἀλλὰ τό γε διη‐ νεκὲς τῆς κινήσεως ἱκανὸν ἐκθερμαίνειν, ἵνα παραλείπω τὸ πλῆθός τε καὶ τὸ μέγεθος τῶν ἐν αὐτῷ φλεβῶν
5καὶ ἀρτηριῶν, ὧν οὐδέν ἐστι θερμότερον ἐν ζῴου σώ‐ ματι μόριον· ἀλλὰ καὶ τὸ σκέπεσθαι διτταῖς μήνιγξι, καὶ μετὰ ταύτας ὀστῷ σκληροτάτῳ τε ἅμα καὶ πυ‐ κνοτάτῳ καὶ παχυτάτῳ, τοιοῦτον γὰρ τὸ κατὰ τὴν βάσιν αὐτοῦ, δι’ οὗ πάντως ἡ ἐπὶ τὴν καρδίαν ὁδὸς
10τῆς ψύξεως, οὐ γὰρ δὴ διά γε τῆς κορυφῆς, καὶ ταῦτα τήν τ’ ἐν αὐτῷ θερμασίαν ἐξ ἀνάγκης ἐπαυξήσει καὶ τῆς κατεψυγμένης ψυχρότητος τὴν ἐπὶ τὴν καρδίαν ὁδὸν ἀμήχανόν τε καὶ παντελῶς ἄπορον ἐργάσεται. τί δὲ δεῖ παρ’ ἐγκεφάλου τὴν ἀνάψυξιν ἐκπορίζειν τῇ
15καρδίᾳ, τὴν ἀναπνοὴν ὁρῶντας, οὕτω διηνεκές τε καὶ ἀκατάπαυστον ἔργον, ἔστ’ ἂν περιῇ τὸ ζῷον, ἑκατέρως ἐμψύχειν δυναμένην, ἐν μὲν ταῖς εἰσπνοαῖς χορηγίᾳ ψυχρᾶς ποιότητος, ἐν δ’ αὖ ταῖς ἐκπνοαῖς ἀποχύσει

3

.

618

τοῦ ζέοντος; εἰ μή τι τὸν ἀέρα ‖ θερμότερον εἶναι
νομίζουσιν ἐγκεφάλου, καὶ διὰ τοῦτ’ ἐλλιπέστερον, ἢ προσῆκεν, ἐμψυχομένην τὴν καρδίαν τῆς παρ’ ἐγκεφά‐ λου, ψυχροτέρου δήπουθεν ὄντος, ἐπικουρίας προσδεῖ‐447 in vol. 1
5σθαι. ἀλλὰ ταῦτα μὲν ἢ ὑπερφθεγγομένων ἐστὶ τὴν ἀλήθειαν ἢ ἀγνοούντων τὰ φαινόμενα. διὰ παντὸς γὰρ εὑρίσκεται μακρῷ θερμότερος ἀέρος ὁ ἐγκέφαλος, εἴτε κατεαγότα τινὰ τῆς κεφαλῆς χειρουργοίημεν, εἴτε καὶ πείρας ἕνεκα ζῷον ὁτιοῦν λαβόντες, ἐκκόψαντες
10αὐτοῦ τὸ κρανίον, εἶτα διατεμόντες τὰς μήνιγγας, ἅπτεσθαι βουληθείημεν. ἀλλὰ καὶ ὅτι περὶ παντὸς ποιούμεθα διὰ ταχέων ἐνεργεῖν ἐκκόπτοντες τὰ τῆς κεφαλῆς ὀστᾶ τοῦ μὴ ψυχθῆναι τὸν ἐγκέφαλον ἕνεκεν, οὐδεὶς ἀγνοεῖ, καὶ ὡς, εἰ ψυγείη, κακῶν τοὔσχατόν
15ἐστι τῷ κατεαγότι. καὶ μήν, εἴπερ ἦν ὁ ἀὴρ ἐγκεφά‐ λου θερμότερος, οὐκ ἂν ὑπ’ αὐτοῦ κατεψύχετο· νυνὶ δέ, κἂν θέρος ᾖ, ῥᾳδίως ψύχεται καὶ δεῖται καὶ τότε θαλφθῆναι διὰ ταχέων, ὡς ἂν μὴ μόνον αὐτὸς οὐκ ὢν ψυχρός, ἀλλὰ μηδ’ ὁμιλίαν ἀλύπως φέρων οὐσίας

3

.

619

ψυχρᾶς. ἀλλ’ οὐ διὰ τὸν ‖ ἐγκέφαλον, φασίν, ἀλλ’ ἐπὶ ταῖς μήνιγξι ψυγείσαις ἡ βλάβη γίγνεται, καὶ μά‐ λιστα τῇ λεπτῇ, πλείστας ἐν αὑτῇ φλέβας τε καὶ ἀρ‐ τηρίας ἐχούσῃ καὶ διὰ παντὸς ὅλῃ σφυζούσῃ, ὅπερ
5οὐκ ἄνευ ζεούσης θερμασίας γίγνεται. εἶτ’, ὦ γενναιό‐ τατοι, τὴν λεπτὴν μήνιγγα θερμὴν εἶναι νομίζοντες ἔτι τολμᾶτε τὸν ἐγκέφαλον ἀποφαίνειν ψυχρόν, οὕτως ὑπ’ αὐτῆς πάντη διαπεπλεγμένον, ὡς μηδὲν εὑρίσκε‐ σθαι μόριον ἐγκεφάλου ταύτης ἔρημον; ἢ τοῦτ’ ἀγνοεῖτε
10καὶ νομίζετε περιέχεσθαι μόνον ὑπ’ αὐτῆς τὸν ἐγκέ‐ φαλον, οὐχὶ δέ γε καὶ διεζῶσθαι καὶ διαπεπλέχθαι πανταχόθεν; καίτοι, κἂν εἰ περιείχετο μόνον, οὐ δήπου τὴν μὲν καρδίαν αὐτὸς ἱκανὸς ἦν 〈ἂν〉 ἀναψύχειν, οὕτω μὲν πόρρω διῳκισμένος, διττοῖς δ’ ὀστῶν δια‐448 in vol. 1
15φράγμασι διειργόμενος, ὑπὸ δὲ τῆς μήνιγγος οὐκ ἂν ἤμελλεν ἐκθερμαίνεσθαι διὰ παντὸς ὁμιλούσης ἐν χρῷ, εἰ μή τι τὸ μὲν ψυχρὸν μόριον ψύχειν πάντα καὶ τὰ μὴ πλησιάζοντα δύναται, τὸ θερμὸν δ’ οὐδὲ τὰ πλη‐ σιάζοντα θερμαίνειν ἱκανόν ἐστιν. ἀνάγκη γὰρ οἶμαι
20τοιαῦτα ληρεῖν, οἷς οὐκ ἀληθείας φροντὶς μᾶλλόν περ

3

.

620

ἢ ὧν ἔθεντο ‖ δογμάτων τῆς συνηγορίας, καὶ μήτ’ αἰσθήσεσι πιστεύειν μήτ’ ἀκολουθίᾳ τῇ κατὰ τὸν λό‐ γον, ἀλλὰ μηδὲ τὸ μαχόμενον αἰδεῖσθαι. Τῶν μὲν οὖν ἄλλων ἧττον ἄν τις θαυ‐
5μάσειεν, Ἀριστοτέλους δ’ οὐκ ἔστιν ὅπως οὐ πάνυ σφόδρα θαυμάζοιμ’ ἄν, εἰ τῶν ἐξ ἀνατομῆς φαινομέ‐ νων οὐκ ἀμελῶς ἔχων καὶ τῆς χρείας αὐτῶν οὐκ ἀμε‐ λέτητος ὢν αὐτός τε λέγων, ὡς τῶν προβλημάτων τὰ μὲν λύσεως δεῖται, τὰ δὲ κολάσεως, τὰ δ’ αἰσθήσεως,
10ἔπειθ’ εὑρίσκεται μήτε τοῖς διὰ τῶν αἰσθήσεων φαι‐ νομένοις πιστεύων μήθ’ ἑαυτοῦ μνημονεύων. ἡ μὲν γὰρ ἁφὴ θερμότερον ἀεὶ τὸν ἐγκέφαλον εὑρίσκει τοῦ περι‐ έχοντος ἡμᾶς ἀέρος· ὁ δ’ ἐμψύξεως ἕνεκα τοῦ περὶ τὴν καρδίαν θερμοῦ γεγονέναι φησὶν αὐτόν, ἐπιλαθόμενος
15ἑαυτοῦ τὴν ἀναπνοὴν ἕνεκα ταύτης γεγονέναι φάντος. ἀλλὰ τούτου μὲν ἕνεκα δίκαιον ἐπαινεῖν αὐτόν, Ἱππο‐ κρατείως τε ἅμα καὶ ἀληθῶς ἀποφαινόμενον περὶ
χρείας ἀναπνοῆς. τὸν δ’ ἀέρα θερμὸν εἶναι φύσει ‖449 in vol. 1

3

.

621

λέγων αὐτὸς ἐν ἑτέροις οὐκ[έτ’] ὀρθῶς νῦν ἐπελάθετο, ἢ τοῦτο μὲν ὀρθῶς ἐποίησε, τῶν ψευδῶς εἰρημένων ἐπιλαθόμενος, οὐκ ὀρθῶς δὲ τῷ μὴ διὰ μόνου τοῦ ἀέρος αὐτάρκως τὴν καρδίαν ἀναψύχεσθαι νομίζειν,
5ἀλλὰ προσδεῖσθαι τοῦ μήθ’ ὁμοίως ἀέρι ψυχροῦ σπλάγχνου μήτ’, εἰ καὶ ψυχρότερον ἦν, ἀλλά γε διὰ τὸ μῆκος τῆς ἀποστάσεως καὶ τὸ πλῆθός τε καὶ τὴν πυκνότητα τῶν προαπαντώντων σωμάτων δυνατοῦ διαπέμπειν τὴν ψῦξιν; ὢ πρὸς τῶν θεῶν αὐτὸν ἔχων
10τις τὸν ἀέρα διὰ τοῦ πνεύμονος ἐπὶ τὴν καρδίαν ἐρ‐ χόμενον, 〈ἢ〉 εἰ μὴ αὐτόν, ἀλλὰ τήν γε ποιότητα πάν‐ τως αὐτοῦ, καὶ τοῦτο συνεχῶς τε καὶ ἀδιαλείπτως ὁρῶν γιγνόμενον, ἑτέρας ἔτι βοηθείας οἴεται δεῖσθαι τὴν καρδίαν εἰς ἀνάψυξιν; ἀλλ’ εἰ καὶ δεῖται, μακρῷ
15βέλτιον ἦν ἐκ τοῦ πνεύμονος αὐτὴν ἐκπορίζεσθαι λέ‐ γειν, ἤτοι τῇ μαλακότητι τοῦ σπλάγχνου προσάπτοντα, καθάπερ ὁ Πλάτων, ἢ τῇ ψυχρότητι. οὐδὲ γὰρ οὐδὲ τοῦτ’ ἦν ἀδύνατον εἰπεῖν, ἅπαξ γε τῶν αἰσθήσεων

3

.

622

ὑπερορᾶν τετολμηκότα. [τούτῳ γὰρ ἂν ἔτι δείξειέ ‖ τις θερμὸν τὸν πνεύμονα μὴ πιστεύων τῇ ἁφῇ, τῷ δ’ ἂν ἔτι καὶ αὐτὴν τὴν καρδίαν εἴη πιστεύων.] πῶς οὐχὶ καὶ ἐγκέφαλος ἀέρος θερμότερος, ᾧ γε καὶ θάνατός
5ἐστιν ὁμοίως ἀέρι γενέσθαι ψυχρῷ; πῶς δ’ ὁ μὲν ἐγκέφαλος ἐμψύχειν ἱκανός ἐστι τὴν καρδίαν, ἡ καρ‐
δία δ’ οὐ πολὺ μᾶλλον ἐκθερμαίνειν τὸν ἐγκέφαλον ὑπερκείμενον, εἴ γε δὴ παντὶ τῷ θερμῷ πρὸς τὸ μετέω‐ ρον ἡ ὁρμή; διὰ τί δ’ εἰς μὲν τὴν καρδίαν ἀμυδρά450 in vol. 1
10τις ἀπόφυσις αὐτοῦ καθήκει, τὰ δὲ τῶν αἰσθήσεων ὄργανα πάντα παμπόλλην μοῖραν ἐγκεφάλου φαίνεται δεχόμενα; οὐ γὰρ δὴ τοῦτό γε ἂν ἔχοι τις εἰπεῖν, ὡς τὴν μὲν καρδίαν ἐμψύχειν πέφυκε, τοῖς δ’ αἰσθητη‐ ρίοις ἀντ’ ἄλλου τινὸς χρηστός ἐστιν. ᾧ γὰρ ἕνεκα
15τοῦ ψύχειν τὴν καρδίαν ἡ γένεσις, τούτῳ καθάπερ τινὶ πηγῇ ψύξεως ὑπάρχοντι πάντα οἶμαι τὰ πλησιά‐ ζοντα ψύχειν ἀναγκαῖον ἦν· καὶ ταύτῃ τέρας ἂν εἴη μόνος τῶν πάντων ὁ ἐγκέφαλος τὰ μὲν πορρωτάτω καὶ θερμότατα καὶ διὰ πολλῶν τῶν μεταξὺ προαπαν‐

3

.

623

τήσεων ἐμψύχειν δυνάμενος, τὰ δ’ ἐγ‖γυτάτω τε καὶ ἧττον θερμὰ καὶ συμπεφυκότα παραπλησίως ἀδύνατος διατιθέναι. ἀλλ’ οὐχ ἅπαντα, φησίν, εἰς αὐτὸν περαί‐ νει τὰ τῶν αἰσθήσεων ὄργανα. τί τοῦτο λέγεις, Ἀρι‐
5στότελες; ἐγὼ μὲν γὰρ καὶ νῦν αἰδοῦμαι μνημονεύων τοῦ λόγου. οὐκ εἰς ἑκάτερον μὲν τῶν ὤτων ἀξιόλογον ἐμβάλλει νεῦρον αὐταῖς μήνιγξιν; εἰς ἑκάτερον δὲ μέρος τῆς ῥινὸς οὐ πολὺ μείζων ἐγκεφάλου μοῖρα τῆς εἰς ὦτα παραγίγνεται; εἰς ἑκάτερον δὲ τῶν ὀφθαλμῶν οὐχ
10ἓν μὲν μαλακὸν νεῦρον, ἓν δὲ σκληρόν, τὸ μὲν εἰς τὴν ῥίζαν αὐτοῦ, τὸ δ’ εἰς τοὺς κινοῦντας ἐμφυόμε‐ νον μῦς; εἰς δέ γε τὴν γλῶτταν οὐχὶ τέτταρα, δύο μὲν μαλακὰ δι’ ὑπερῴας καθήκοντα, δύο δὲ σκληρὰ παρ’ ἑκάτερα τῶν ὤτων φερόμενα; ἅπαντ’ οὖν ἐγκε‐
15φάλῳ κεκοινώνηκεν, εἰ χρὴ πιστεύειν ὀφθαλμοῖς ὁρῶσι
καὶ χερσὶν ἁπτομέναις. τί δὲ τἄλλα τῆς ἐγκεφάλου κατασκευῆς μόρια; τίνα χρείαν ἕξει τὰ χοριοειδῆ σώ‐ ματα, τὸ δικτυοειδὲς πλέγμα, τὸ κωνάριον, ἡ πύελος,451 in vol. 1

3

.

624

ἡ χοάνη, τὸ ψαλιοειδὲς σῶμα, ἡ σκωληκοειδὴς ‖ ἐπί‐ φυσις, τὸ πλῆθος τῶν κοιλιῶν, αἱ πρὸς ἀλλήλας αὐτῶν συντρήσεις, ἡ ποικιλία τῆς διαπλάσεως, αἱ διτταὶ μή‐ νιγγες, αἱ εἰς τὸν νωτιαῖον ἐκφύσεις, αἱ τῶν νεύρων
5ἀποφύσεις οὐκ εἰς τὰ τῶν αἰσθήσεων ὄργανα μόνον, ἀλλὰ καὶ τὴν φάρυγγα καὶ τὸν λάρυγγα καὶ τὸν στόμαχον καὶ τὴν γαστέρα καὶ πάντα τὰ σπλάγχνα καὶ πάντα τὰ ἔντερα καὶ τὰ κατὰ τὸ πρόσωπον ἅπαντα μόρια; τούτων γὰρ οὐδενὸς τὴν χρείαν Ἀριστοτέλης
10οὐδ’ ἐπεχείρησεν εἰπεῖν, ὥσπερ οὐδὲ τῶν κατὰ τὴν καρδίαν ἐκεῖνοι πάλιν, οἷς ἐγκέφαλος ἁπάντων ἀρχή. τὸν μὲν γάρ, εἴπερ ἐμψύξεως ἕνεκα μόνης ἐγεγένητο, καθάπερ τινὰ σπόγγον ἀργὸν καὶ ἀδιάπλαστον ἐχρῆν εἶναι, μηδεμίαν ἔχοντα τεχνικωτέραν κατασκευήν, τὴν
15δ’, εἰ μήτ’ ἀρτηριῶν μήτε τῆς ἐμφύτου θερμασίας ἐστὶν ἀρχή, μηδ’ ὅτι διαπεπλάσθαι ποικίλως, ἀλλὰ μηδ’ εἶναι τὴν ἀρχήν. τὸ γάρ τοι θαυμαστὸν ἐν ἑκα‐ τέροις τῆς περιττῆς σοφίας ἐν τῷδ’ ἄν τις μάλιστα φωράσειεν, ὅτι μὴ μόνον ἀποστεροῦσιν ἢ τὸν ἐγκέ‐
20φαλον ἀρχὴν εἶναι νεύρων ἢ τὴν καρδίαν ἀρτηριῶν, ‖

3

.

625

ἀλλὰ καὶ τελέως ἄχρηστον ἀποφαίνουσι θάτερον, οἱ μὲν ὁμολογοῦντες φανερῶς, ὥσπερ καὶ Φυλότιμος, οἱ
δὲ τὴν ἐν κύκλῳ περιερχόμενοι, καθάπερ Ἀριστοτέλης. ὁ γάρ τοι πάντων ἥκιστα προσὸν ἐγκεφάλῳ μόνον452 in vol. 1
5ὑπάρχειν αὐτῷ λέγων, ἑτέρων δ’ οὐδενὸς ἕνεκα νομί‐ ζων γεγονέναι, δῆλός ἐστι κατεγνωκὼς μὲν αὐτοῦ τε‐ λέαν ἀχρηστίαν, φανερῶς δ’ ὁμολογεῖν αἰδούμενος. ἀλλ’ οὐ νῦν καιρὸς ὑπὲρ ἐνεργειῶν λέγειν. ὅπερ δ’ ἐρρέθη κατὰ τὴν ἀρχὴν τοῦ λόγου παντός, ἔργῳ δῆλον
10γίγνεται, τὸ μηδενὸς οἷόν τ’ εἶναι μορίου καλῶς ἐξη‐ γήσασθαι τὴν χρείαν ἄνευ τοῦ παντὸς ὀργάνου τὴν ἐνέργειαν εὑρεῖν. Ἅπερ οὖν ἐν ἑτέροις ἀποδέδεικται, λαμ‐ βανέσθω καὶ νῦν εἰς τὸν παρόντα λόγον. ἀποδέδεικται
15δ’ ἐν τοῖς Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δο‐ γμάτων ἀρχὴν μὲν νεύρων καὶ συμπάσης αἰσθήσεώς τε καὶ τῆς κατὰ προαίρεσιν κινήσεως τὸν ἐγκέφαλον ὑπάρχειν, ἀρχὴν δ’ ἀρτηριῶν καὶ τῆς ἐμφύτου θερ‐ μασίας τὴν καρδίαν. ἐπὶ τούτοις οἷον ὑποθέσεσί τισι

3

.

626

τοῦ λόγου τῶν κατὰ τὴν κεφαλὴν μορίων ‖ ἐξηγησό‐ μεθα τὰς χρείας, καὶ πρῶτόν γ’ αὐτῆς ὅλης τῆς κεφα‐ λῆς, ὅπερ οἶμαι καὶ κατὰ τὴν ἀρχὴν τοῦδε τοῦ λόγου προθέμενοι ζητεῖν, τοσοῦτον εἰς τὸ πρόσθεν ἠδυνήθη‐
5μεν προελθεῖν, ὥσθ’ εὑρεῖν, ὅτι μήτ’ ἐγκεφάλου χάριν ἐγένετο, κἂν ἀρχὴν αἰσθήσεώς τε καὶ κινήσεως τῆς κατὰ προαίρεσιν ὑποθῆταί τις αὐτόν, οὔθ’ οἷόν τε μὴ οὐκ ἀσχημονεῖν μὲν ἐν παντὶ τῷ λόγῳ, περὶ δὲ τὴν ἑκάστου τῶν κατὰ μέρος μορίων τῆς χρείας εὕρεσιν
10ἀπορεῖν, ἀποστερήσαντας τούτων τὸν ἐγκέφαλον, ἐξ ὧν συνέβαινεν ἀρχὴν εἶναι τῶν εἰρημένων, ὑποθεμέ‐
νους αὐτὸν οὕτω χρῆναι ζητεῖν, τίνος ἕνεκα γέγονεν ἡ κεφαλή. καρκίνοι τ’ οὖν καὶ σύμπαν τὸ τῶν μαλα‐ κοστράκων γένος, ἤδη δὲ καὶ φάλαιναι καὶ ἄλλα πολλὰ453 in vol. 1
15τῶν παραπλησίων, τὰ μὲν οὐδ’ ὅλως ἔχει κεφαλήν, τὰ δ’ οἷον ὑπογραφήν τινα μόνην, καὶ οὐδὲν ἧττον καὶ ταῦτα τὰ ζῷα τὰς αἰσθήσεις ἁπάσας ἔχει περὶ τοῖς στέρνοις, δηλονότι τῆς ἀρχῆς αὐτῶν ἐξ ἀνάγκης ἐν‐ ταυθοῖ τεταγμένης. ἣν οὐκ ἀνάλογον ἐγκεφάλῳ χρὴ

3

.

627

καλεῖν, ὥσπερ εἴωθεν ἐπὶ ‖ τῶν τοιούτων ποιεῖν Ἀρι‐ στοτέλης, ἐξαπατώμενος ἔστιν ὅτε τοῖς ὀνόμασιν, οὐκ ἀπὸ τῆς οὐσίας αὐτῆς τοῦ πράγματος, ἀλλ’ ἀπό τινων συμβεβηκότων κειμένοις, ὥσπερ οὖν ἔχει κἀπὶ τῆς
5κατὰ τὸν ἐγκέφαλον προσηγορίας. τοῦτο μὲν γὰρ τοὔ‐ νομα παρὰ τῆς θέσεως ἐκτήσατο. τὴν δ’ οὐσίαν αὐ‐ τοῦ δηλῶσαι βουλόμενος ὁ Πλάτων, ἥνπερ οἴεται κατ’ ἀλήθειαν εἶναι, μυελὸν ὀνομάζει. ἀλλ’ εἰ καὶ μυελός ἐστιν, ἔτι προσδεῖ τινος ἐν τῇ κατηγορίᾳ. καὶ γὰρ
10νωτιαῖός τίς ἐστι μυελός, καὶ καθ’ ἕκαστον τῶν ὀστῶν ἄλλος, καὶ οὐκ εἰσὶν οὗτοι πάσης αἰσθήσεώς τε καὶ κινήσεως ἀρχαί, καὶ διὰ τοῦτο πολλοὶ μυελὸν ἐγκεφα‐ λίτην ὁμοίως τῷ ῥαχίτῃ ὀνομάζουσιν αὐτόν, ἕτεροι δ’ οὐκ ἐγκεφαλίτην, ἀλλ’ αὐτὸ δὴ τοῦτο μυελὸν [ἐγκε‐
15φάλου] ὀνομάζειν ἀξιοῦσιν. ἀλλά τοι καὶ κατὰ τού‐ τους λόγῳ δηλοῦται τὸ μόριον, οὐκ ὀνόματι, καὶ μένει τὸ κατ’ ἀρχὰς ῥηθὲν ἔτι, τὸ μηδὲν ὄνομα τῆς οὐσίας ἴδιον ὑπάρχειν αὐτῷ, καθάπερ ὀφθαλμοῖς καὶ ὠσὶ καὶ
γλώττῃ καὶ καρδίᾳ καὶ πνεύμονι καὶ τοῖς ἄλλοις ὀλί‐454 in vol. 1
20γου δεῖν ἅπασιν. ἔστι γὰρ εἰπεῖν ἐπ’ αὐτῶν, ὡς τὸ

3

.

628

μὲν ὀπτικὸν ὄργανον ‖ ὀφθαλμὸς ὀνομάζεται, τὸ δ’ ἀκουστικὸν οὖς, καὶ τῶν ἄλλων ὁμοίως ἕκαστον, οὐ μὴν τό γε κατάρχον ὁρμῆς καὶ κινήσεως ὁμοίως ἔχο‐ μεν εἰπεῖν, ὅ τι χρὴ καλεῖν. οὔτε γὰρ μυελὸν ἁπλῶς,
5ὅτι μὴ πᾶς μυελὸς τοῦτο δύναται, οὔτ’ ἐγκέφαλον ἁπλῶς· οἷς γὰρ οὐκ ἔστι ζῴοις κεφαλή, δηλονότι οὐδ’ ἐγκέφαλός ἐστιν, οὐ μὴν τούτου γ’ ἕνεκα τὸ ἀνάλογον ἐγκεφάλῳ χρὴ καλεῖν αὐτόν, τὴν προσηγορίαν εὐλαβη‐ θέντας. οὐδὲ γὰρ οὐδὲ τοὺς ὀφθαλμούς, καίτοι γ’
10ἑτέρωθι τεταγμένους ἐν καρκίνοις, οὐδὲ τὰ ὦτα τὸ ἀνάλογον ὀφθαλμοῖς καὶ ὠσὶν εἶναί φαμεν. οὐ γὰρ ἐκ τῆς θέσεως ἕκαστον τῶν ὀργάνων τόδε τι τὴν οὐ‐ σίαν ἐστί, κἂν ἀπὸ τῆς θέσεως ὀνομάζηται. καὶ τοί‐ νυν καὶ τὸν ἐγκέφαλον, εἰ καὶ ὅτι μάλιστα τὴν προση‐
15γορίαν ἐκ τῆς θέσεως ἐκτήσατο, τῷ γὰρ ἐν τῇ κεφαλῇ κεῖσθαι διὰ τοῦθ’ οὕτως ὠνόμασται, ἐπειδὰν ἐν τοῖς κατὰ τὸν θώρακα μέρεσιν εὑρίσκωμεν ἐν τοῖς οὐκ ἔχουσι ζῴοις κεφαλήν, οὐκ ἄλλο τι καὶ ἀνάλογον αὐτῷ φήσομεν ὑπάρχειν, ἀλλ’ αὐτὸ μὲν ἐκεῖνο, μὴ πρέπειν

3

.

629

δ’ αὐτῷ ‖ τὴν ἀρχαίαν προσηγορίαν. ἵνα δ’, ὃ λέγω, σαφέστερόν τε καὶ ἐναργέστερον μάθῃς, τὸ τῶν Ῥω‐ μαίων ὄνομα καλέσας αὐτό, οὐκ ἀπὸ τῆς θέσεως οὐδ’ ἀπ’ ἄλλου τινὸς τῶν συμβεβηκότων γεγονός, ἀλλ’ αὐ‐
5τῆς τῆς οὐσίας δηλωτικὸν ὑπάρχον, εἴσῃ σαφῶς, ὅτι
μηδὲν κωλύει σε λέγειν ἀνθρώποις μὲν ἐν τῇ κεφαλῇ τὸ κέρεβρον εἶναι, τοῦτο γὰρ αὐτὸ ὀνομάζουσι, καρ‐ κίνοις δ’ ἐν τῷ στέρνῳ. ἄγε δὴ μὴ κέρεβρον, ἀλλὰ σκινδαψὸς καλείσθω· καὶ ὥσπερ, ὅ τι ἂν ὀπτικὸν ὄρ‐455 in vol. 1
10γανον ᾖ, τοῦτο ὀφθαλμὸν ὀνομάζομεν, οὐκ ἐὰν ἐν τῇ κεφαλῇ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν στέρνων ᾖ τεταγμέ‐ νον, οὕτως, ὅ τι ἂν ἐν ζῴῳ μόριον αἰσθήσεως καὶ κινήσεως τῆς κατὰ προαίρεσιν ἡγῆται τοῖς ἄλλοις, σκινδαψὸς καλεῖται. εἰ γὰρ ὁ μὲν ἐγκέφαλος ἀρχὴ
15προαιρέσεως καὶ κινήσεως, προαίρεσιν δὲ καὶ κίνησιν ἔχει τινὰ μὴ ἔχοντα κεφαλήν, ἀλλ’ ἐγκέφαλον ἢ τὸ ἀνάλογον ἐγκεφάλῳ, δῆλον, ὅτι οὐ διὰ τὴν κεφαλὴν γέγονεν. ἆρ’ ἔτι δυνησόμεθα λέγειν τὸ ἀνάλογον τῷ σκινδαψῷ τοὺς καρκίνους ἔχειν, ἢ οὐδαμῶς δηλονότι;

3

.

630

τῷ γὰρ αὐτῷ ὀνόματι κα‖λεῖν ἅπαντα τὰ τῆς αὐτῆς ἐνεργείας ὄργανα προσήκει. τὰ μὲν ὁρῶντα πάντα, κἂν ταῖς κατὰ μέρος ἰδέαις ἐξαλλάττηταί τε καὶ ποι‐ κίλληται, δίκαιον ὀφθαλμοὺς ὀνομάζειν, τὰ δ’ ἀκούον‐
5τα κατὰ τὸν αὐτὸν λόγον ὦτα, τὰ δ’ ὀσμώμενα ῥῖνας. οὕτως οὖν καὶ τὸ κατάρχον αἰσθήσεώς τε καὶ κινή‐ σεως ἓν καὶ ταὐτὸν ἐν ἅπασι τοῖς ζῴοις ἐστί, κἂν ἐν διαφέρουσιν εὑρίσκηται τόποις. ὥσπερ οὖν καὶ τοῖς εἰρημένοις ζῴοις ἐν τοῖς στέρνοις τέτακται, καὶ οὐκέτ’
10ἀναγκαία φαίνεται τῆς κεφαλῆς ἡ γένεσις διὰ τοῦτο τὸ μόριον, οὐ μὴν οὐδὲ διὰ τὸ στόμα· καὶ γὰρ αὖ τοῦτο τοῖς αὐτοῖς ζῴοις ἐν τοῖς στέρνοις ἐστίν· οὔκ‐ ουν οὐδὲ διὰ τὰ ὦτα· καὶ γὰρ καὶ ταῦτα τὴν αὐτὴν
θέσιν ἔχει· οὕτω δὲ καὶ ῥῖνες καὶ τῶν ἄλλων ἕκα‐456 in vol. 1
15στον ὀργάνων τοῖς οὐκ ἔχουσι κεφαλὴν ζῴοις ἀμφὶ τῷ στέρνῳ τέτακται. Τί δὴ οὖν ἐστιν, οὗ χάριν ἐν τοῖς πλεί‐ στοις ζῴοις ἡ φύσις ἐποίησε κεφαλήν, οὐκ ἄν μοι

3

.

631

δοκοῦμεν εὑ‖ρεῖν ἄλλως γε, ἢ ὡς νῦν δή γε ζητεῖν ὑπηρξάμεθα. τίνος γὰρ ἀπολείπεται μορίου τῶν ἐν τῇ κεφαλῇ τεταγμένων τὰ στέρνα τῶν οὐκ ἐχόντων ζῴων κεφαλήν, εἴπερ εὕροιμεν, οὐκ ἂν ἀπὸ τρόπου
5φαίημεν ἐκείνου χάριν αὐτὴν γεγονέναι. μέθοδος μὲν αὕτη τῆς εὑρέσεως· εἴη δὲ καὶ εὑρεθῆναι τὸ ζητούμε‐ νον· εὑρεθείη δ’ ἂν ὧδέ πως. ὀφθαλμοὶ καὶ καρκί‐ νοις καὶ φαλαίναις καὶ καράβοις καὶ πᾶσι τοῖς ἀκεφά‐ λοις ζῴοις ἐπ’ αὐχέσι προμήκεσιν ἔφυσαν. οὐ γὰρ
10ἐνεχώρει ταπεινοὺς εἶναι καὶ τούτους, ὥσπερ στόμα τε καὶ ῥῖνας καὶ ὦτα· τὸ γὰρ ἔργον αὐτῶν ὑψηλοῦ δεῖται χωρίου. ταῦτ’ ἄρα καὶ ὅσοι πολεμίων ἔφοδον ἢ λῃστῶν προσκοποῦνται, τείχεσί τε καὶ πύργοις ὑψη‐ λοῖς ἢ καί τισιν ὄρεσιν ἐπαναβαίνουσιν. ἀλλὰ καὶ
15ὅσοι ταῖς κεραίαις τῶν πλοίων ἐπανίασι, πρότεροι τὴν γῆν καθορῶσι τῶν ἐν τῇ νηῒ πλωτήρων. ὁ γὰρ ἐπὶ μετεωροτέρου βεβηκὼς πλείονα χωρία θεᾶται τῶν ἐκ ταπεινοτέρου. τοῖς οὖν εἰρημένοις ζῴοις, ὀστρακῶδές τε καὶ σκληρὸν ἔχουσι τὸ δέρμα, δυνατὸν ἦν ἀσφαλῶς

3

.

632

ὑψηλοῖς ‖ αὐχέσιν ἐπιθεῖναι τοὺς ὀφθαλμούς, αὐτούς τε σκληροὺς ἔσεσθαι μέλλοντας καὶ τὸν ἔξωθεν αὐτοῖς περικείμενον χιτῶνα τὸν ἀπὸ τοῦ δέρματος πεφυκότα
σκληρότατον ὁμοίως τῷ δέρματι δυναμένους ἔχειν.457 in vol. 1
5ἀνθρώποις δὲ καὶ τοῖς ἄλλοις ζῴοις, ὅσα τούτοις πα‐ ραπλήσια, μαλακοὺς ἐξ ἀνάγκης τούς τε ὅλους ὀφθαλ‐ μοὺς ἕξειν μέλλουσι διὰ τὴν τοῦ σώματος οὐσίαν καὶ προσέτι τὸν ἔξωθεν ἐπιφυόμενον αὐτοῖς ὑμένα μαλα‐ κὸν ὁμοίως ὅλῳ τῷ δέρματι, προμήκεσιν αὐχέσι προ‐
10πετεῖς ὀφθαλμοὺς ἐπιθεῖναι σφαλερώτερον ἦν, ὅπου καὶ αὐτοῖς τοῖς ὀστρακοδέρμοις οὐκ ἀεὶ προπετεῖς εἰ‐ σιν, ἀλλ’ εἰς τὸ κοῖλον ἰόντες, καὶ ἢν ἐπιφερόμενόν τι καθ’ αὑτῶν δείσαντα τύχῃ καὶ ἢν ἄλλως ἐνεργεῖν μὴ δέηται, κλίναντα κατὰ τοῦ στέρνου τοὺς ὀφθαλ‐
15μοὺς ἀσφαλῶς ἀναπαύει, χώραν κἀνταῦθα τῆς ἀποθέ‐ σεως αὐτοῖς προπαρεσκευακυίας τῆς φύσεως. ἐπεὶ τοίνυν τὸ μὲν ἐν ταπεινῷ τεθῆναι τοὺς ὀφθαλμοὺς ἡμῶν οὐ κατὰ τὴν χρείαν ἦν αὐτῶν, τὸ δ’ αὐχέσιν ἐπιτεθῆναι γυμνοῖς οὐκ ἦν ἀσφαλές, ἐβούλετο δ’ ἡ

3

.

633

φύσις μήτε τῆς χρείας κωλῦσαί ‖ τι μήτε τὴν ἀσφά‐ λειαν διαφθεῖραι, ἐξεῦρεν ἐργάσασθαι μόριον αὐτοῖς ὑψηλόν τε ἅμα καὶ φρουρεῖν ἱκανόν, ἄνωθεν μὲν ὀφρῦς ὑπερθεῖσα, κάτωθεν δὲ τὸ καλούμενον μῆλον
5ὑψώσασα, τοῖς δ’ ἐντὸς μέρεσι τὴν ῥῖνα παραθεῖσα, τοῖς δ’ ἐκτὸς τὴν τοῦ καλουμένου ζυγώματος ἔκφυσιν. ἀλλ’ οὔπω τὸ τούτων ἄθροισμα κεφαλή, οὐ μὴν οὐδ’ ἄνευ κεφαλῆς εἶναι ταῦτα δύναται. τίς οὖν ἀνάγκη καὶ τἄλλα ταύτῃ θεῖναι μόρια, ὧν ἡ σύνταξις ὀνομά‐
10ζεται κεφαλή; τῶν αἰσθητηρίων ἓν ἕκαστον νεύρου δεῖται μαλακοῦ· νεύρου μέν, ὅτι τοῦτ’ ἔστιν αἰσθή‐
σεως ὄργανον, μαλακοῦ δέ, ὅτι διατεθῆναί πως δεῖ καὶ παθεῖν τι τὸ αἰσθητήριον ὑπὸ τοῦ προσπεσόντος ἔξωθεν, ἵν’ αἴσθησις γένηται. ἔστι δὲ πρὸς μὲν τὸ458 in vol. 1
15παθεῖν ἐπιτηδειότερον τὸ μαλακόν, πρὸς δὲ τὸ δρᾶσαι τὸ σκληρόν. ταῦτ’ ἄρα τοῖς μὲν αἰσθητηρίοις μαλα‐ κῶν, τοῖς δὲ ἄλλοις πᾶσι μορίοις, ὅσα καθ’ ὁρμὴν κινεῖται, τῶν σκληρῶν νεύρων ἐδέησε. καὶ αὐτοῖς δὲ τοῖς αἰσθητηρίοις, ὅσα κινεῖται κατὰ προαίρεσιν, οἷον

3

.

634

ὀφθαλμοῖς καὶ γλώττῃ, διττὸν γένος νεύρων ‖ ἐστίν, οὐχ ὥσπερ ὠσὶ καὶ ῥισὶν ἓν μόνον τὸ μαλακόν. καὶ τοίνυν καὶ παθόν ποτε τὸ ἕτερον αὐτῶν εἰς τὴν ἀφ’ ἑαυτοῦ χρείαν μόνην ἔβλαψε τὸ μόριον. ἑώραται γοῦν
5οὐκ ὀλιγάκις ποτὲ μὲν εἰς τὴν κίνησιν ἡ γλῶττα, ποτὲ δ’ εἰς τὴν τῶν χυμῶν διάγνωσιν καὶ ἀντίληψιν ἐμποδιζομένη. καὶ μὲν δὴ καὶ τὰς ἐκφύσεις τε τὰς ἄνωθεν ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου καὶ τὰς ἄχρι τῶν αἰσθητηρίων ὁδοὺς οὐ τὰς αὐτὰς ἔχει τά τε μαλακὰ
10νεῦρα καὶ τὰ σκληρά. τὰ μὲν γὰρ τῶν μαλακῶν αὐ‐ τοῦ, τὰ δὲ τῶν σκληρῶν ἐκφύντα μορίων ἔρχεται τὰ μὲν εὐθὺ τῶν αἰσθητηρίων, τὰ δ’ ἐν κύκλῳ πῃ πε‐ ριιόντα. τῶν γοῦν εἰς τὴν γλῶτταν καθηκόντων νεύ‐ ρων τὰ μὲν ἐκ τῶν κάτω τε καὶ πρόσω, τὰ δ’ ἐκ
15τῶν ὀπίσω τε καὶ πλαγίων ἐκφύντα, τὰ μὲν εἰς αὐτὴν εὐθέως ἐμφύεται, τὰ δ’ ἕτερα τὰ σκληρότερα περὶ τὸν τράχηλον ἑλίττεται πρότερον, ἀλλὰ καὶ διασπείρεται, τὰ μὲν εἰς τὴν ἐκτὸς αὐτῆς ἐπιφάνειαν, τὰ μαλακά, τὰ δ’ εἰς τοὺς μῦς, τὰ σκληρά. διὰ μὲν γὰρ τῶν

3

.

635

ἐκτὸς ἑαυτῆς μερῶν ὁμιλεῖ ‖ τοῖς χυμοῖς, ὑπὸ δὲ τῶν
μυῶν κινεῖται. δεόντως οὖν τὰ μὲν αἰσθήσεσθαι μέλ‐ λοντα τοῖς ἐπιτηδειοτέροις εἰς τὴν διάγνωσιν ἐνέφυ μορίοις, θάτερα δὲ τὰ σκληρὰ τοῖς τῆς κινήσεως ὀρ‐459 in vol. 1
5γάνοις, τοῖς μυσίν. οὕτω δὲ καὶ τῶν ἐν ὀφθαλμοῖς νεύρων τὰ μὲν εἰς τοὺς μῦς αὐτῶν ἐμφύεται, τὰ σκληρά, τὰ δ’ εἰς τὸ πρῶτόν τε καὶ κυριώτατον ὄργα‐ νον τῆς ὄψεως, τὸ κρυσταλλοειδὲς ὑγρόν. ἀλλ’ οὔτε τούτων αὐτῶν τῶν ἐπὶ τοὺς ὀφθαλμοὺς ἰόντων νεύρων
10τῶν μαλακῶν οὔτε τῶν ἐπὶ τὴν γλῶτταν, ἀλλ’ οὐδὲ τῶν ἐπ’ ὦτα καὶ ῥῖνας ἔστιν ἰδεῖν τι μετὰ τὸ διεκπε‐ σεῖν τοῦ κρανίου προσωτέρω χωροῦν, ὥσπερ τῶν ἄλλων ἕκαστον τῶν σκληρῶν· ἀπερράγη τε γὰρ ἂν εὐθέως ἐθλάσθη τε ἂν ῥᾳδίως, οὐχ ὑπὸ τῶν ἔξωθεν
15προσπιπτόντων μόνον, ἀλλὰ καὶ πολὺ πρότερον ὑπ’ αὐτῶν τῶν ἐν τῷ σώματι μορίων, τῶν ὁπωσοῦν ὁμι‐ λούντων αὐτοῖς. διὰ ταύτην οὖν τὴν αἰτίαν πλησίον εἶναι χρὴ τῶν αἰσθητηρίων ἕκαστον αὐτῷ τῷ ἐγκεφάλῳ. εἰ δὲ τοῦτο, τὸ ἐξ ἀρχῆς ζητούμενον ἤδη πέρας ἔχει.
20φαίνεται γὰρ ὁ μὲν ἐγκέφαλος ἐν τῇ κεφαλῇ τετάχθαι ‖

3

.

636

διὰ τοὺς ὀφθαλμούς, ἕκαστον δὲ τῶν ἄλλων αἰσθητη‐ ρίων διὰ τὸν ἐγκέφαλον. ἀλλὰ καὶ περὶ τοῦ στόματος ἤδη πρόδηλον, ὡς ἐχρῆν καὶ τοῦτο προσκεῖσθαι τῇ κεφαλῇ, μέλλον γε περιέξειν τὴν γλῶτταν· οὔτε γὰρ
5γυμνὴν καὶ τελέως ἀσκέπαστον ἄμεινον ἦν ὑπάρχειν αὐτὴν οὔτ’ ἄλλῳ τινὶ μᾶλλον ἢ τῷ στόματι σκέπε‐ σθαι. καὶ γὰρ καὶ τοὺς χυμοὺς ἐνταῦθα ταχθεῖσα κάλλιον ἤμελλε διαγνώσεσθαι καὶ διαλεκτικὸν ὄργανον ἔσεσθαι καὶ μασήσει τε καὶ καταπόσει συνεργήσειν οὐ
10σμικρά. Συμπεπλήρωται μὲν ἤδη τῷ λόγῳ τὸ πᾶν σῶμα τῆς κεφαλῆς. ἑκάστου δ’ ἂν ἐφεξῆς καιρὸς εἴη τῶν μορίων αὐτῆς σκοπεῖσθαι τὴν χρείαν, ἀρξαμένους ἀπ’ αὐτοῦ τοῦ ἐγκεφάλου. οὗτος οὖν τὴν μὲν οὐσίαν460 in vol. 1
15ὁμοιότατός ἐστι τοῖς νεύροις, ὧν ἔμελλεν ἀρχὴ γενή‐ σεσθαι, πλὴν ὅσῳ μαλακώτερος αὐτῶν ὑπάρχει. καὶ γὰρ καὶ τοῦτ’ ἔπρεπε τῷ πάσας μὲν εἰς αὑτὸν τὰς αἰσθήσεις ἐκδεξομένῳ, πάσας δὲ φαντασίας φαντασιω‐ θησομένῳ καὶ πάσας νοήσεις νοήσοντι. τὸ γὰρ εὐαλ‐

3

.

637

λοίωτον ἐν ἅπασι τοῖς τοιούτοις ἔργοις ‖ τε καὶ παθή‐ μασιν ἐπιτηδειότατον, εὐαλλοιωτότερόν τε ἀεὶ τὸ μα‐ λακώτερον τοῦ σκληροτέρου. διὰ ταῦτα μὲν δὴ μαλα‐ κώτερος τῶν νεύρων ὁ ἐγκέφαλός ἐστι. τῷ δ’ εἶναι
5χρῆναι διττὴν ἐκείνων τὴν φύσιν, ὡς καὶ πρόσθεν εἴρηται, διττὸς καὶ αὐτὸς ἐγένετο, μαλακώτερος μὲν ὁ πρόσθεν, σκληρότερος δ’ ὁ λοιπός, ὃν ἐγκράνιόν τε καὶ παρεγκεφαλίδα καλοῦσιν οἱ ἀνατομικοί. καὶ γὰρ οὖν καὶ διείργεσθον ἐνδιπλουμένῃ τῇ σκληρᾷ μήνιγγι
10καὶ κατὰ μόνον τὸν ὑπὸ τῇ κορυφῇ τῆς κεφαλῆς κεί‐ μενον πόρον καὶ τὰ τοῦτον περιέχοντα σώματα συνά‐ πτεσθον. ἐπειδὴ γὰρ ἐχρῆν μαλακώτερον εἶναι τὸν
πρόσθιον, ἀρχὴν ἔσεσθαι μέλλοντα τῶν ἐπὶ τὰς αἰσθή‐ σεις ἰόντων νεύρων τῶν μαλακῶν, σκληρότερον δὲ τὸν461 in vol. 1
15ὀπίσθιον, ἀρχὴν καὶ τοῦτον ἐσόμενον τῶν εἰς ὅλον τὸ σῶμα διασπαρησομένων νεύρων τῶν σκληρῶν, καὶ ἦν οὐ πάνυ τι σύμφωνος ἡ τοῦ μαλακοῦ πρὸς τὸ σκλη‐ ρὸν ὁμιλία, διὰ τοῦθ’ ἑκάτερον ἀφώρισεν ἰδίᾳ καὶ μέσην αὐτῶν ἔταξε τὴν σκληρὰν μήνιγγα, τὴν καὶ τὸν
20ὅλον ἐγκέφαλον τὸν ἐκ τῶν εἰρημένων δυοῖν μορίων συγκείμενον περιέξουσαν. ἀλλὰ καὶ αὐτοῦ τοῦ πρό‐

3

.

638

σθεν ‖ ἐγκεφάλου τὰ μὲν ἁπτόμενα τοῦ σκεπάσματος, ὃ δὴ σκληρὰν καὶ παχεῖαν ὀνομάζουσι μήνιγγα, σκλη‐ ρότερα καὶ αὐτὰ κατὰ λόγον ἐγένετο, τὰ δ’ ὑπὸ τού‐ των περιεχόμενα τὰ μέσα μαλακώτερα. τὰ μὲν γὰρ
5ἔξωθεν εἴς τε δυσπάθειαν ἐχρῆν παρεσκευάσθαι καὶ εἰς τὴν τῶν σκληροτέρων νεύρων ἀπόφυσιν, τὰ δ’ ἐν τῷ μέσῳ τὴν μὲν δυσπάθειαν ἐξ αὐτῆς εἶχε τῆς θέ‐ σεως, ἀρχὴ δ’ ἐπιτήδειος ἐγένετο τοῖς νεύροις τοῖς μαλακοῖς. ἐκ μὲν γὰρ τῆς παρεγκεφαλίδος οὐδὲν μα‐
10λακὸν νεῦρον ὅλως ἐκπέφυκεν, ἐκ δὲ τοῦ πρόσθεν ἐγκεφάλου τῶν σκληρῶν νεύρων ἀναγκαῖον ἦν ἐκφῦ‐ ναί τινα, καθάπερ οἶμαι τὰ τοὺς ὀφθαλμοὺς κινή‐ σοντα. διὸ καίτοι πλησίον ὄντα ταῦτα τοῖς νεύροις τοῖς μαλακοῖς οὐκ ἐκ τῶν ἐν βάθει μερῶν, ἐξ ὧνπερ
15ἐκεῖνα, τὴν ἀρχὴν τῆς ἐκφύσεως, ἀλλ’ ἐκ τῶν ἐπιπολῆς
τῶν σκληρῶν ἐποιήσατο. πάντα μὲν οὖν τὰ νεῦρα σκληρότερα τῆς ἐγκεφάλου συστάσεώς ἐστιν, οὐχ ὡς ἄλλο τι γένος οὐσίας ὄντα πάντη διαφέρον, ἀλλ’ ὡς τῆς μὲν αὐτῆς ἐκείνῳ φύσεως ὑπάρχοντα, ξηρότητι ‖462 in vol. 1

3

.

639

δὲ καὶ πυκνότητι διαφέροντα. τὰ δ’ ἐπὶ τοὺς ὀφθαλ‐ μοὺς ἐρχόμενα τὰ αἰσθητικὰ πυκνότερα μέν πώς ἐστιν ἐγκεφάλου, σκληρότερα δ’ οὐ πάνυ τι φαίνεται. ἀλλὰ ταῦτα μόνα πάντων νεύρων οἷον πεπιλημένης μέν,
5οὐκ ἐξηραμμένης δὲ τῆς οὐσίας αὐτοῦ δόξει σοι γεγονέ‐ ναι. ἀτὰρ οὖν καὶ φαίνεται μόνα ταῦτα πόρους αἰσθη‐ τοὺς ἐν ἑαυτοῖς ἔχοντα. διὸ καὶ καλοῦσιν οὕτως αὐτὰ πολλοὶ τῶν ἀνατομικῶν, εἰς μὲν τὰς ῥίζας τῶν ὀφθαλ‐ μῶν ἐμφύεσθαι λέγοντες ἀπ’ ἐγκεφάλου δύο τινὰς
10πόρους, καθ’ ἑκάτερον αὐτῶν ἕνα, ὧν λυθέντων τε καὶ πλατυνθέντων τὸν ἀμφιβληστροειδῆ γεννᾶσθαι χιτῶνα, εἰς μέντοι τοὺς μῦς αὐτῶν νεῦρ’ ἄττα φέρε‐ σθαί φασι. τεττάρων οὖν ὄντων κατὰ τὴν κεφαλὴν αἰσθητικῶν ὀργάνων, ὀφθαλμῶν καὶ ὤτων καὶ ῥινὸς
15καὶ γλώττης, καὶ πάντων ἐξ ἐγκεφάλου τὴν ἀρχὴν τῆς αἰσθήσεως ἐχόντων καὶ ταύτῃ γε δοκούντων ὁμοίων ὑπάρχειν, ἔστιν αὐτοῖς κατ’ εἶδος ἀνομοιότης ἔν τε ταῖς αἰσθητικαῖς δυνάμεσιν αὐταῖς καὶ τοῖς σώμασι,

3

.

640

δι’ ὧν ἀφι‖κνοῦνται. αἱ μὲν γὰρ δυνάμεις, ἡ μὲν ὀδμῶν, ἡ δὲ χυμῶν, ἡ δὲ φωνῶν, ἡ δὲ χρωμάτων ἐστὶ διαγνωστική. τῶν δ’ ὁδῶν ἡ μὲν ἐπὶ τὰς ῥῖνας
ἀφ’ ἑκατέρας τῶν κατὰ τὸν ἐγκέφαλον κοιλιῶν ἀπό‐463 in vol. 1
5φυσίς ἐστι προμήκης, οὐδὲν ἀλλοιοτέρα τῶν ἄλλων κοιλιῶν, ἡ δ’ ἐπὶ τοὺς ὀφθαλμοὺς ἤδη μὲν ἑτεροία πώς ἐστιν, οὐ μὴν ἀκριβῶς γέ πω νεῦρον, ἡ δ’ ἐπὶ τὴν γλῶτταν ἀκριβῶς μὲν νεῦρον, ἀλλὰ μαλακόν, ἡ δ’ ἐπὶ τὰ ὦτα μαλακὸν μὲν οὐκέθ’ ὁμοίως, οὐ μὴν ἤδη
10γέ πω σκληρόν, ἡ δὲ δὴ πέμπτη [φύσις] τῶν ὁδῶν τῆς ἀπ’ ἐγκεφάλου δυνάμεως ἰσχυρὸν ἀκριβῶς καὶ σκληρόν ἐστι νεῦρον, ὅθεν εἰς μὲν τὰς κινήσεις καὶ τῶν αἰσθήσεων τὴν παχυμερεστέραν ἁφὴν ἐπιτήδειόν ἐστιν, εἰς ἀκριβεστέραν δέ τινα διάγνωσιν, οἷαι τοῖς
15ἄλλοις αἰσθητηρίοις ὑπάρχουσιν, ἀδύνατον. ἕκαστον μὲν γὰρ αὐτῶν ἀλλοιωθῆναι χρὴ πάντως, ἵν’ αἴσθησις γένηται· ἀλλοιοῦται δ’ οὐχ ὑπὸ παντὸς αἰσθητοῦ πᾶν, ἀλλὰ τὸ μὲν αὐγοειδές τε καὶ φωτοειδὲς ὑπὸ χρωμά‐

3

.

641

των, τὸ δ’ ἀερῶδες ὑπὸ φωνῶν, τὸ ‖ δ’ ἀτμῶδες ὑπὸ τῶν ὀσφρητῶν, ἑνὶ δὲ λόγῳ τὸ ὅμοιον τῷ ὁμοίῳ γνώ‐ ριμον. οὔτε δὲ τὸ ἀερῶδες αἰσθητήριον ἀλλοιωθῆναι δύναταί ποτ’ ὑπὸ χρωμάτων, λαμπρὸν γὰρ εἶναι χρὴ
5καὶ καθαρὸν καὶ αὐγοειδές, εἴ τι μέλλει ῥᾳδίως τε καὶ εἰλικρινῶς ἐκδέξεσθαι τὴν ἐκ τῶν χρωμάτων ἀλλοίω‐ σιν, ὡς ἐν τοῖς ὀπτικοῖς δέδεικται λόγοις, οὔτ’ αὖ τὸ θολερὸν καὶ ἀτμῶδες, ἀλλ’ οὐδὲ τὸ ὑγρόν τε καὶ ὑδατῶδες, ὥσπερ οὐδὲ τὸ σκληρόν τε καὶ γεῶδες.
10ὥστ’ οὐδὲν τῶν αἰσθητηρίων, ὅτι μὴ τὸ τῆς ὄψεως, ὑπὸ χρωμάτων ἀλλοιωθήσεται. μόνη γὰρ αὕτη λαμ‐ πρὸν καὶ καθαρὸν καὶ στίλβον αἰσθητήριον ἔχει τὸ κρυσταλλοειδὲς ὑγρόν, ὡς καὶ τοῦτ’ ἐν τοῖς ὀπτικοῖς ἀποδέδεικται λόγοις. ἀλλ’ οὐδὲν ἦν πλέον ἀλλοιωθῆ‐464 in vol. 1
15ναι μὲν τοῦτο, μὴ γνῶναι δ’ αὐτοῦ τὴν ἀλλοίωσιν τὸ φαντασιούμενον καὶ μεμνημένον καὶ λογιζόμενον, ὅπερ ἦν τὸ ἡγεμονικόν. ἀπέτεινεν οὖν ἑαυτοῦ τινα μοῖραν ὁ ἐγκέφαλος ἐπὶ τὸ κρυσταλλοειδὲς ὑγρὸν ἕνεκα τῆς γνώσεως τῶν κατ’ αὐτὸ παθημάτων. καὶ μόνη

3

.

642

κατὰ λόγον ἥδε ἡ ἀποβλάστη‖σις αἰσθητὸν ἔχει τὸν πόρον, ὅτι μόνη πάμπολυ πνεῦμα περιέχει ψυχικόν. εἴρηται δὲ καὶ περὶ τῆς τοῦδε τοῦ πνεύματος οὐσίας τε καὶ δυνάμεως καὶ γενέσεως ἐν τοῖς Περὶ τῶν Ἱππο‐
5κράτους καὶ Πλάτωνος δογμάτων· ὅπερ δ’ ἐλέχθη μυ‐ ριάκις ἤδη, περὶ μὲν ἐνεργειῶν οὐδεμίαν ἀπόδειξιν ἐνταῦθα ποιούμεθα, τῷ δ’ ἀδύνατον εἶναι τὴν χρείαν ἑκάστου τῶν μορίων εὑρεῖν ἀγνοουμένης ἔτι τῆς ἐνερ‐ γείας, ἐδείχθη γὰρ καὶ τοῦτ’ εὐθὺς κατ’ ἀρχάς, ἀναγ‐
10καῖον γίγνεται μνημονεύειν τῶν ἐνεργειῶν. οὐκοῦν, ἐπὶ γὰρ τὸ προκείμενον ἐπανιτέον, αὐγοειδεῖ καὶ λαμπρῷ μέλλοντι τῷ κατὰ τὴν ὄψιν αἰσθητηρίῳ γενήσεσθαι δεόντως πνεῦμα πλεῖστον ἀπὸ τῆς ἀρχῆς ἐπιπέμπεται, καὶ αὐτοῦ τοῦ ἐγκεφάλου καθαρὰ καὶ
15εἰλικρινὴς ἀποβλάστησις παραγίγνεται, ἥτις ἄχρι μὲν τῆς ἐπὶ τὸν ὀφθαλμὸν ὁδοῦ 〈μαλακὴ μὲν ἐγκεφάλου δίκην ἐστί〉, μέλλουσα δὲ διεκπεσεῖσθαι τοῦ κρανίου δυσπαθείας ἕνεκα πυκνοτέρα τε ἅμα καὶ σκληροτέρα πιληθεῖσα γεγένηται. ἐπειδὰν δὲ πρῶτον ἐμπέσῃ ταῖς465 in vol. 1

3

.

643

ὑπὸ τὰς ὀφρῦς κοιλότησιν, ἃς δὴ χώρας ‖ ὀφθαλμῶν ὀνομάζουσιν, ἐπὶ πλεῖστον ἐκτείνεται πλατυνθεῖσά τε καὶ ἀπολεπτυνθεῖσα καὶ οὕτω τὴν ἀρχαίαν ἀπολαμ‐ βάνει φύσιν, ὥστ’ ἀκριβὴς ὁ ἐγκέφαλος φαίνεται καὶ
5χρόᾳ καὶ συστάσει καὶ τοῖς ἄλλοις ἅπασιν, ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς ἐροῦμεν, ὅταν ἰδίᾳ τῶν κατὰ τοὺς ὀφθαλμοὺς μορίων τὰς χρείας ἐξηγώμεθα. τὸ δέ γε νῦν εἶναι τοσοῦτον τῆς τῶν ὀφθαλμῶν κατασκευῆς ἐμνημονεύσαμεν, ὅσον ἀναγκαῖον ἐγένετο πρὸς τὸν
10ὑπὲρ τῶν ἐγκεφάλου μορίων λόγον. εἰ μὴ γὰρ ἀπὸ τούτου τε κἀπὶ τοῦτον ἡ καθ’ ἕκαστον αἰσθητήριον ἀλλοίωσις ἀφίκοιτο, τὸ ζῷον ἀναίσθητον ἔτι μένει. μάθοις δ’ ἂν ἐπὶ τῶν ἀποπλήκτων, ἅπαντα μὲν ἀπαθῆ τὰ τῶν αἰσθήσεων ὄργανα κεκτημένων, οὐδὲν δ’ εἰς
15τὴν τῶν αἰσθητῶν διάγνωσιν ἔκ γε τούτου πλέον ἐχόντων. ἀλλ’ ἐπὶ μὲν τῶν ὀφθαλμῶν, κἂν ὅτι μά‐ λιστα στεγανοὶ πανταχόθεν ὦσι, ῥᾳδίως ἐπὶ τὴν ἐν αὐτοῖς ἐγκεφάλου μοῖραν ἡ παρὰ τῶν ἔξωθεν χρωμά‐ των ἀλλοίωσις ἀφικνεῖται. λεπτὸς μὲν γὰρ καὶ λευκὸς
20καὶ καθαρὸς ὁ κερατοειδής, ὥστ’ οὔτ’ ἂν αὐτὴν οὔτε466 in vol. 1

3

.

644

τὴν δι’ αὐτῆς ‖ ὁδοιποροῦσαν ἀλλοίωσιν ἀποστέγοι. μετ’ αὐτὸν δ’ εὐθέως τὸ κρυσταλλοειδὲς ὑγρὸν κατ’ αὐτὴν τὴν κόρην, ᾧ συμφυής ἐστιν ἡ ἐν ὀφθαλμοῖς ἐγκεφάλου μοῖρα. καὶ δῆλον ἤδη, διὰ τί μὲν ἀποβλα‐
5στάνει εἰς ὀφθαλμοὺς ἐγκεφάλου τις εἰλικρινὴς οὐ‐ σία, διὰ τί δ’ ἐν τῷ διεκπίπτειν ἐπυκνώθη, διὰ τί δ’ αὖθις ἐν ταῖς χώραις τῶν ὀφθαλμῶν ἐλύθη πλατυν‐ θεῖσα, καὶ διὰ τί μόνη πασῶν αἰσθητὸν κέκτηται τὸν πόρον. εἰς δὲ δὴ τὰς ἀκοὰς ἐχρῆν μέν τινα κἀνταῦθα
10πάντως ἀποβλάστησιν ἐγκεφάλου κατέρχεσθαι τὸ προσ‐ πεσούμενον ἔξωθεν αἰσθητὸν ἐκδεξομένην. ἀλλ’ ἐπεὶ ψόφος καὶ φωνὴ τοῦτ’ ἦν, εἴτ’ οὖν ἀὴρ πεπληγμένος εἴτε καὶ πλῆξίς τις ἀέρος ὑπάρχουσα, διαφέρει γὰρ οὐδέν, εἰ μόνον τοῦθ’ ἓν ὁμολογοῖτο, τὴν ἐκ τῆς πλη‐
15γῆς κίνησιν οἷον κῦμα προϊοῦσαν ἐπὶ τὸν ἐγκέφαλον ἀνιέναι δεῖν, οὐκέτ’ [οὖν] ἦν οἷόν τε, καθάπερ ἐν ὀφθαλμοῖς, οὕτω κἀνταῦθα προσθεῖναί τι τῶν νεύ‐ ρων σκέπασμα. αὐτὸ γὰρ ἂν δήπου τοῦτο κώλυμα μέγιστον ἐγίγνετο τοῦ μὴ προσπίπτειν αὐτοῖς τὸν
20κινούμενον ἀέρα, καὶ μάλιστ’ εἰ μικρά τις ἡ κίνησις

3

.

645

ἦν, ὡς ἐν ταῖς μικραῖς ὑπάρχει φωναῖς. ‖ οὐ μὴν οὐδὲ γυμνὰ τελέως ἐνεχώρει καταλειφθῆναι τὰ νεῦρα πρὸς ἕτοιμον βλάβην ἐκκείμενα πᾶσι τοῖς ἔξωθεν ἐμπίπτου‐ σιν, ἀλλ’ οὐδ’, ὅπερ ἔτι λοιπὸν ἦν καὶ τρίτον, ἀραιόν
5τε καὶ λεπτὸν οὕτως, ὥστ’ εἶναι βάσιμόν τε καὶ πό‐
ριμον ἀέρι, δημιουργῆσαι τὸ σκέπασμα. καὶ γὰρ ἂν καὶ διὰ τοῦτο ῥᾳδίως οὐ τὰ νεῦρα μόνον ἐβλάπτετο πολυειδῶς, ἀλλὰ καὶ αὐτὸς ὁ ἐγκέφαλος ἐψύχετο. γνοῦσα τοίνυν ἡ φύσις τὴν μὲν σὺν ἰσχυρῷ προβλή‐467 in vol. 1
10ματι κατασκευὴν δυσπαθὲς μέν, ἀλλὰ καὶ κωφὸν ἀπο‐ δείξουσαν τὸ αἰσθητήριον, τὴν δ’ ἄνευ σκεπάσματος ἐσχάτως εὐπαθές, τὴν τρίτην δ’, εἴπερ ἄρα, μόνην, εἴ τινα εἰς ἀσφάλειαν ἔτι προσκτήσαιτο μετρίαν ἐπικουρίαν, ἀποχρώντως ἕξειν, ὀστοῦν πυκνὸν καὶ σκληρὸν προσ‐
15θεῖσα διατίτρησιν αὐτὸ λοξαῖς ἕλιξι δίκην λαβυρίν‐ θου, προμηθουμένη τοῦ μὲν ψυχροῦ πνεύματος τὴν ἀκραιφνῆ βίαν, ἣν ἐκ τῆς κατ’ εὐθὺ φορᾶς ἔσχεν ἄν, ἐκλῦσαι κατὰ βραχὺ τῷ ποικίλῳ τῆς κλάσεως, τῶν δ’ ἄλλων ἁπάντων σωμάτων τῶν σκληρῶν ἀνεῖρξαι διὰ

3

.

646

μακροῦ τὴν προσβολήν. τὰ μὲν ‖ γὰρ μείζω τοῦ πό‐ ρου μὴ ὅτι βλάπτειν, ἀλλ’ οὐδὲ ψαύειν ἔμελλε, τὰ δ’ ἐλάττω, τὰ μὲν ὠκέως τε καὶ σφοδρῶς καὶ κατ’ εὐθὺ φερόμενα ταῖς ἕλιξι πρότερον εἰκὸς ἦν ἐμπεσεῖ‐
5σθαι, τὰ δ’ ἠρέμα καὶ οἷον κυλινδούμενα δι’ αὐτῶν ἀβιάστως τε καὶ πρᾴως ἅψεσθαι τοῦ σκεπάσματος. οὐ μόνον δ’ ἐκ τούτων ὅσον οἷόν τ’ ἦν μάλιστα τὴν δυσ‐ πάθειαν ἐξεπορίσατο τοῖς ἀκουστικοῖς νεύροις, ἀλλὰ καὶ τῆς οἰκείας αὐτῶν κατασκευῆς οὐκ ἠμέλησε, σκλη‐
10ρότερον ἑκάτερον, εἰς ὅσον ἐνεδέχετο, δημιουργήσασα. τελέως μὲν γὰρ εἴπερ ἐγένετο σκληρόν, ἧττον μὲν ἂν ἦν εὐπαθές, ἀλλ’ ἱκανῶς δυσαίσθητον· εἰ δ’ αὖ μα‐
λακόν, οἷα τὰ κατὰ τοὺς ὀφθαλμούς, εὐαίσθητόν τ’ ἦν ἂν καὶ τελέως εὐπαθές. ἀλλ’ οὐδὲν οὕτως ἡ468 in vol. 1
15φύσις ὡς εὐπάθειαν φεύγει, συναπολλυμένην αὐτῇ καὶ τὴν ἐνέργειαν εἰδυῖα· καὶ εἴρηται πολλάκις ἤδη περί γε τούτου. διὰ ταῦτα μὲν δὴ σκληρότερον, ἢ ὡς τῇ ἐνεργείᾳ πρέπει, τὸ ἀκουστικὸν νεῦρον ἐγένετο. διὰ δ’ αὖ τὴν ἐναντίαν αἰτίαν τὸ ἐπὶ τὴν γλῶτταν ‖

3

.

647

μαλακώτερον· εἶχε γὰρ ἐνταῦθα πρὸς ἀσφάλειαν ἡ φύσις περιθεῖναι τὸ στόμα. καίτοι τέταρτόν γε τῇ τάξει τοῦτο τὸ αἰσθητήριον ἐλέγομεν, οὐ μόνον αὐγῆς ποιοτήτων ἢ ἀέρος κινήσεως, ἀλλ’ οὐδ’ ἀτμοῦ διαγνω‐
5στικὸν ὑπάρχον. ἀλλὰ τούτῳ μὲν οἷον ἐχρῆν δοθῆναι τὸ νεῦρον, ἐδόθη διὰ τὴν ἀσφάλειαν τῆς θέσεως. τὸ δ’ ἀκουστικὸν εἰς δυσπάθειαν μᾶλλον ἢ εὐαισθησίαν παρεσκευάσθη δι’ ἃς εἶπον αἰτίας. λοιπὸν δ’ ἔτι τὸ τῶν ὀσμῶν αἰσθητήριον ἔνδον ἐγένετο τοῦ κρανίου,
10μόνον ἁπάντων ἐν αὐταῖς τοῦ ἐγκεφάλου ταῖς προσ‐ θίαις κοιλίαις ἀτμῶδές τι πνεῦμα περιεχούσαις. ἔδει μὲν γὰρ καὶ τὸ ταύτης τῆς αἰσθήσεως ἴδιον αἰσθητὸν ἀλλοιῶσαι τὴν ἐγκεφάλου μοῖραν. ἐχρῆν δ’ αὐτῇ καὶ στέγασμά τι περιβεβλῆσθαι τοιοῦτον, οἷον καὶ φρου‐
15ρεῖν ἱκανὸν εἶναι καὶ μὴ κωλύειν τὴν δίοδον τῶν αἰσθητῶν. ἀλλ’ εἴπερ ἔμελλε μὴ κωλύειν, ἀραιότερον ἐχρῆν αὐτὸ γενέσθαι τοσούτῳ τοῦ τῆς ἀκοῆς, ὅσῳ καὶ

3

.

648

τὸ αἰσθητὸν αὐτῆς τοῦ ‖ ἐκείνης αἰσθητοῦ παχυμερέ‐ στερον ἦν. σχεδὸν γάρ, ὅσῳ λείπεται πρὸς λεπτομέ‐
ρειαν ὁ ἀὴρ αὐγῆς, τοσούτῳ καὶ ἀτμὸς ἀέρος. ἔνεστι δὲ κἀξ αὐτῶν τῶν φαινομένων ἐναργῶς ἡμῖν ὁσημέραι469 in vol. 1
5συνιδεῖν, εἰς ὅσον ἥκειν εὐρύτητος ἀναγκαῖόν ἐστι τοὺς πόρους τοῦ κατὰ ταῦτα τὰ μέρη σκεπάσματος. ἀντι‐ φραχθέντος γάρ τινος ἐνίοτε πρὸ τῶν ῥινῶν, ὥς που καὶ Πλάτων φησίν, „ὀσμὴ μὲν οὐδεμία ξυνδιηθεῖται, τὸ δὲ πνεῦμα τῶν ὀσμῶν ἐρημωθὲν αὐτὸ μόνον ἕπεται“.
10ἀλλὰ μὴν πρόδηλόν γε, ὡς τὸ τοιοῦτον φαινόμενον ἐνδείκνυται, παχυμερέστερόν τ’ εἶναι τὸν ἀτμὸν τῆς εὐρύτητος τῶν ἐν τοῖς παραφραττομένοις πόρων, ἀραιό‐ τερόν τε χρῆναι τούτων γενέσθαι τὸ σκέπασμα τοῦ τῶν ὀσμῶν αἰσθητηρίου. καὶ μὲν δὴ καὶ φαίνεται τὸ
15τοιοῦτον ὑπάρχον, εἴ τις ἐπὶ τεθνεῶτος ζῴου λαβὼν αὐτὸ πάντη διατείνειε πρὸς αὐγὴν στρέψας καθαράν. ἕως μὲν γὰρ ἂν ῥυσὸν ᾖ καὶ χαλαρόν, ἐμπιπτόντων ἀλλήλοις τῶν περὶ τοὺς πόρους σωμάτων, ἀφανεῖς αἱ διατρήσεις γίγνονται· διαστάντων δ’ αὖθις ἐν τῷ
20τείνεσθαι ῥᾳδίως ἀνακαλύπτονται, πλὴν εἰ διὰ ψῦξιν

3

.

649

ἄμετρον ‖ ἢ πλείω χρόνον ἤδη κατεσκληκότων ἢ κατε‐ ξηρασμένων ἀποπειρῷο τῶν σωμάτων. ἀλλ’ εἰ καὶ πρὸ βραχέος εἴη τεθνεὸς τὸ ζῷον, ἄμεινον ὕδατι θερμῷ καταβρέχοντα τὴν βάσανον τοῦ λεγομένου ποιεῖσθαι.
5μεγάλη δὲ πίστις τῆς ἀραιότητος τοῦ κατ’ αὐτὰ τὰ μόρια σκεπάσματος καὶ ἡ πολλάκις γιγνομένη τῶν ἄνωθεν περιττωμάτων ἀθρόα κένωσις, ἃ δὴ βλέννας
μὲν οἱ παλαιοὶ καὶ κόρυζαν ὀνομάζουσι, μύξας δ’ οἱ νεώτεροι. τοῦτο γάρ τοι καὶ αὐτὸ σύνηθες ἐν τοῖς470 in vol. 1
10μάλιστα τῇ φύσει τὸ σόφισμα, μηδαμόθι παραλιπεῖν ὀργάνου μηδεμίαν ἐνέργειαν ἢ χρείαν, ὅταν οἷόν τ’ ᾖ πολλὰς ὑφ’ ἑνὸς ἀποτελεῖσθαι καλῶς. καὶ γὰρ οὖν κἀνταῦθα τῶν κατὰ τὸν ἐγκέφαλον ὑπερκειμένων κοι‐ λιῶν [καὶ] δεχομένων ἐξ ἀνάγκης πολλάκις ἐκ τῶν
15περιεχόντων αὐτὰς σωμάτων συρρέοντα περιττώματα, συνεχῶς ἂν ἀποπληξίαις ἡλίσκετο τὸ ζῷον, εἰ μή τινα κἀνταῦθ’ ἡ φύσις ἐτέμετο πρὸς ἔκρουν ἐπιτηδείαν ὁδόν. ἀλλὰ μὴν οὐδ’ ἐπινοῆσαι δυνατὸν ἑτέραν ἀμείνω

3

.

650

τῆς εὐρείας θ’ ἅμα καὶ κα‖τάντους. ἔσωθεν μὲν οὖν ἔξω διὰ τῶν κατὰ τὰς ῥῖνας πόρων τὰ περιττώματα φέρεται, ἔξωθεν δ’ ἔσω τὰ τῆς ὀσφρητικῆς δυνάμεως αἰσθητά, καὶ δύο ταύταις ταῖς χρείαις ἓν ὄργανον
5ὑπηρετεῖ, τῇ μὲν εἰς αὐτὸ τὸ ζῆν ἀναγκαίᾳ, τῇ δ’ εἰς τὸ βέλτιον ζῆν. εἰσὶ μὴν καὶ ἄλλοι δύο τινὲς ὀχετοὶ κατάντεις, ἐξερευγόμενοι δι’ ὑπερῴας εἰς τὸ στόμα τὰ τοῦ παντὸς ἐγκεφάλου περιττώματα· καὶ ὅταν γε τελέως εὐπραγῇ καὶ καλῶς περιγίγνηται τῆς τροφῆς, ἀρκοῦσιν
10οὗτοι μόνοι. ὥσθ’ ἡ πρώτη χρεία τῶν εἰς τὰς ῥῖνας ἐγκεφάλου συντρήσεων, ἧς ἕνεκα μάλιστα γεγόνασιν, οὐχ ἡ τῶν περιττωμάτων ἐστὶν ἔκκρισις, ἀλλ’ αὕτη μὲν ἐξ ἐπιμέτρου κακοπραγοῦντος ἐγκεφάλου βοήθημα, προτέρα δ’ αὐτῆς ἡ τῶν ὀσμῶν διάγνωσις, καὶ ταύ‐
15της ἔτι πρεσβυτέρα καὶ πρὸς αὐτό γε τὸ ζῆν ἀναγκαία
ἡ εἰς ἐγκέφαλον εἰσπνοή. οὐ γὰρ οὐδὲ τοῦτο, ὥσπερ οὐδ’ ἄλλο τι, μάτην εἴρηται πρὸς Ἱπποκράτους. διά τ’ οὖν ταῦτα πάντα καὶ διὰ τὰ μέλλοντα ῥηθήσεσθαι471 in vol. 1

3

.

651

μόνη τῶν αἰσθήσεων ἡ ὀσφρητικὴ ‖ κατ’ αὐτὸν τὸν ἐγκέφαλον ἐγένετο. ἐπειδὴ γὰρ ἐχρῆν εἶναι τὸ σκέ‐ πασμα αὐτῆς πολύτρητόν τε ἅμα καὶ ἀραιόν, ἑτοίμως μὲν παραπέμψον εἰς ἐγκέφαλον ἀέρα μὲν ἀναπνοῆς
5ἕνεκεν, ἀτμὸν δὲ διαγνώσεως ὀσμῶν, κενῶσον δ’ ἀθρόως, εἴ ποτ’ ἄρα δεήσειε, πλῆθος περιττωμάτων, ἐξ ἀνάγκης δ’ ἠκολούθει τῇ τοιαύτῃ κατασκευῇ μεγάλη μὲν αὐτοῦ τοῦ σκεπάσματος εὐπάθεια, μεγάλη δὲ καὶ ἡ τοῦ κυριωτάτου σπλάγχνου [ἐγκεφάλου] βλάβη, προσ‐
10τίθησιν αὐτῷ ἡ φύσις ὀστοῦν ποικίλως κατατετρημέ‐ νον, ὥσπερ σπογγιάν, ὑπὲρ τοῦ μήτ’ ἄλλο τι προσπί‐ πτειν ἔξωθεν σκληρὸν σῶμα, μήτ’ ἀκραιφνῆ τὴν ψῦξιν εἰσπνεόντων ἡμῶν εὐθὺ τῶν κατὰ τὸν ἐγκέφαλον ἰέναι κοιλιῶν. οὐ γὰρ δὴ διὰ παντός γε ἠμέλλομεν
15εἰσπνεύσειν ἀέρα μετρίως ἔχοντα ψυχρότητος, ἀλλ’ ἔστιν ὅτε καὶ πάνυ σφόδρα ψυχρόν. οὗτος οὖν, εἰ κατ’ εὐθὺ φερόμενος ἐνέπιπτεν εἰς τὸν ἐγκέφαλον, ἔψυχέ τ’ ἂν αὐτὸν ἀμέτρως καὶ κίνδυνον ὑπὲρ ἁπάσης ἐπῆγε τῆς ζωῆς.
20 Ἀλλὰ τὰ προκείμενα τῶν μηνίγγων ὀστᾶ ταῦτα τὰ πολύτρητα καὶ σηραγγώδη, τὰ καλούμενα ‖

3

.

652

πρὸς τῶν ἀνατομικῶν ἠθμοειδῆ, τῆς τοιαύτης βλάβης ἀλεξήματα γέγονε. βέλτιον δ’ ἦν οὐκ ἠθμοειδῆ καλεῖν
αὐτὰ μᾶλλόν περ ἢ σπογγοειδῆ, καθάπερ Ἱπποκράτης εἴκαζε. ποικίλα γοῦν ἐστι ταῖς κατατρήσεσιν, ὥσπερ472 in vol. 1
5αἱ σπογγιαί, καὶ οὐκ εὐθύτρητα, καθάπερ οἱ ἠθμοί. αὐτὴ μὲν γὰρ ἡ σκληρὰ μῆνιγξ ἡ σκέπουσα τὸν ἐγκέ‐ φαλον διατέτρηται δίκην ἠθμοῦ, τὰ προκείμενα δ’ αὐτῆς ὀστᾶ πολυειδέστερον ἔτι καὶ ὥσπερ αἱ σπογγιαί, μήτ’ ἐπ’ εὐθείας ἀλλήλοις τῶν πόρων κειμένων μήθ’
10ὅλως εὐθέων ἁπάντων ὑπαρχόντων, ἀλλ’ ἔστιν ὧν καὶ τοιούτων, τῶν πλείστων μέντοι σκολιῶν τε ἅμα καὶ περιφερῶν, ὥστ’ ἄλην τέ τινα μακρὰν καὶ περίοδον συχνὴν ἐκπεριελθεῖν χρὴ πρότερον, εἴ τι μέλλει δι’ αὐτῶν ὁδοιπορῆσαν ἐπὶ τὸν ἐγκέφαλον ἰέναι. καί μοι
15δοκῶ τινα δείξειν ἑτέραν ἐνταῦθα σοφίαν οὐ σμικρὰν τοῦ τῶν ζῴων δημιουργοῦ. ἔμπροσθεν μὲν γὰρ ἐπῃ‐ νοῦμεν αὐτόν, ὅτι πολλάκις ἓν ὄργανον ἐπιτήδειον ἔργοις πολλοῖς παρασκευάζει· νυνὶ δὲ πλέον ἔτι δει‐

3

.

653

κνύειν ἔχομεν, ὡς ἀλλήλων ‖ ἐστὶ τοῖς ἔργοις τούτοις οὐ σμικρὰ χρεία. ἐπειδὴ γὰρ ἅπαξ ἐγένετο ταῦτα δὴ τὰ τοῖς σπόγγοις ἐοικότα προβλήματα τῆς κατὰ τὸν ἐγκέφαλον ἀσφαλείας ἕνεκα, πηρὸν ἐξ αὐτῶν ἐκινδύ‐
5νευεν ἀποδειχθῆναι τὸ τῆς ὀσφρήσεως ὄργανον, εἰ μὴ καὶ τὴν ἀναπνοὴν προσεκτήσατο. διὰ γὰρ τῶν σπογ‐ γοειδῶν σωμάτων διεξέρχεσθαι ῥᾳδίως οὐδὲν δύναται μόναις ταῖς σωματικαῖς ποδηγούμενον ῥοπαῖς, ἀλλ’ ὕδατός γε πολλάκις ἐν αὐτοῖς περιεχομένου, φύσιν
10ἔχοντος ἀεὶ κάτω ῥέπειν καὶ ταύτην φέρεσθαι τὴν
ὁδόν, ὅμως οὐδὲν ἐκρεῖ, καίτοι τῶν γ’ ἠθμοειδῶν ὀρ‐ γάνων διεκπίπτει παραυτίκα, κατά τε τῶν ἀτμῶν ἐπι‐ τεθέντα καὶ τούτους ὡσαύτως εἴργει μὲν διεκπίπτειν ἄνω τὰ σπογγοειδῆ, συγχωρεῖ δ’ ἀνιέναι τὰ ἠθμοειδῆ·473 in vol. 1
15ταυτὶ μὲν γὰρ μόνην αὐτῶν σχίζει τὴν συνέχειαν, ὅσα δὲ σπογγοειδῆ, καὶ τῆς οἰκείας ἐπέχει φορᾶς. ὥστ’, εἰ μέλλει τι ταχέως ἐκπεσεῖσθαι τοῦ τοιούτου σώματος, ἤτοι θλίβεσθαι πανταχόθεν αὐτὸ χρή, καθάπερ ὑπὸ τῆς χειρὸς ἡ σπογγιά, ἢ ἕλκεσθαι βιαίως, ὥσπερ
20εἰ προσθεὶς τὰ χείλη σφοδρῶς ἐκμυζήσειας, ἢ ὑπό ‖

3

.

654

του προωθεῖσθαι κατόπιν ἐπείγοντος, ὥσπερ ὅταν ἐμ‐ φυσῶντες τοῖς τοιούτοις ὀργάνοις ἐκφράττωμεν αὐτά. τοῖς τοίνυν σπογγοειδέσιν ὀστοῖς ἐκείνοις ἡ μὲν τῆς εἰσπνοῆς τε καὶ τῆς ἐκπνοῆς ἐνέργεια καλῶς ἂν ἐπε‐
5ραίνετο. ἡ μὲν γὰρ ἕλκοντος ἔσω τὸν ἀέρα τοῦ ἐγκε‐ φάλου, ἡ δ’ ὠθοῦντος ἔξω γίγνεται. οὔτε δ’ ἂν ἐκκα‐ θαίρεσθαι ταυτὶ τὰ περιττώματα δυνατὸν ἦν, ὅτι μὴ χρόνῳ παμπόλλῳ κατὰ βραχὺ διηθούμενα, καὶ ἡ τῶν ἀτμῶν ἄνοδος οὐδ’ ὅλως ἂν ἐγίγνετο, φθανόντων αὐ‐
10τῶν διὰ τὸ βραδὺ τῆς διεξόδου συνίστασθαί τε πρὸς ἀλλήλους καὶ περιπλέκεσθαι καὶ ἀθροίζεσθαι καὶ αὖθις εἰς τὴν ἀρχαίαν ἐπανέρχεσθαι φύσιν, ἐξ ἧς λεπτυνθείσης ἐγεγόνεσαν. ἀλλὰ νῦν γε μιχθεισῶν τῶν ἐνεργειῶν παρεμπόρευμα τῆς μὲν εἰσπνοῆς ἡ τῶν
15ὀσμῶν γίγνεται διάγνωσις, τῆς δ’ ἐκπνοῆς ἡ τῶν περιτ‐
τωμάτων ἔκκρισις· ἡ γάρ τοι ῥύμη τῆς ἐν ταύταις ταῖς ἐνεργείαις φορᾶς τοῦ πνεύματος συνεπισύρεται πολλὰ τῶν κατὰ μόνας ἀδυνατούντων διελθεῖν. αὕτη δ’ αὖ πάλιν ἡ τῶν ὀσμῶν διάγνωσις οὐ σμικρὰ προσω‐474 in vol. 1
20φελεῖ τὴν ὅλην ἀναπνοήν, οὐκ ἐῶσα διαλανθάνοντας

3

.

655

τοὺς μοχθηροὺς ἀτμοὺς ‖ συνεισέρχεσθαι τῷ καθαρῷ πνεύματι· λυπουμένη γὰρ ὑπ’ αὐτῶν ἡ αἴσθησις ἀναγ‐ κάζει δυοῖν θάτερον, ἢ φεύγειν ὅτι τάχος ἀπ’ αὐτῶν ἢ προσφέρειν τι ταῖς ῥισὶ τοιοῦτον, οἷον κωλύειν μὲν
5τοὺς ἀτμούς, διαπέμπειν δὲ τὸν ἀέρα. καὶ μὲν δὴ καὶ τὸ καθαίρεσθαι τοὺς ὀσφρητικοὺς πόρους, ὑπὸ γλί‐ σχρων ἢ παχέων ἐνίοτε φραχθέντας περιττωμάτων, οὐχ οἷόν τ’ ἦν ἑτέρως ἄμεινον, ἢ ὡς νῦν ἔχει, κατασκευα‐ σθῆναι. οὐ γὰρ ὀσφρητικοὶ μόνον, ἀλλὰ καὶ ὡς ἀνα‐
10πνευστικοὶ γενηθέντες ἑκατεράκις ἐκκαθαίρονται, ποτὲ μὲν ἔσω, ποτὲ δ’ ἔξω τοῦ πνεύματος ἰόντος. εἰ δὲ καὶ μειζόνως ποτὲ φραχθεῖεν, ἢ ὡς ταῖς μετρίαις τε καὶ συνήθεσι φοραῖς αὐτοὺς καθαίρεσθαι, τὴν κα‐ λουμένην ἐκφύσησιν, ἀθρόαν οὖσαν ἐκπνοήν, ἐργασά‐
15μενοι τῷ σφοδρῷ τῆς κινήσεως ἐκμοχλεύσομεν ἅπαν, ὅσον ἰσχυρῶς ἐνεσφήνωτο. ὥστ’ οὐ σμικρὰν ταύτην ἀμοιβὴν οὐδὲ τυχόντα τινὰ ἔρανον ἀντεισφέρουσιν ἀλλήλαις αἱ κατὰ τὰ πέρατα τῶν προσθίων κοιλιῶν ἐνέργειαί τε καὶ χρεῖαι πλείονες ἅμα γενηθεῖσαι. ἀλλ’

3

.

656

εἴς τε τὸ ζῆν τὸ ζῷον ‖ καὶ εἰς τὸ κάλλιον ζῆν ἐξεῦρεν αὐτῶν ἡ φύσις τὴν κοινωνίαν, κέρδους οὐ σμικροῦ προσιόντος καὶ τοῦ μὴ δεῖσθαι τοσούτων ὀργάνων κατασκευῆς, ὅσων καὶ χρειῶν, ἀλλ’ ἀρκεῖ πολλάκις ἓν
5ὄργανον ἐνεργείαις τε καὶ χρείαις πολλαῖς. Ὥσπερ οὖν καὶ ἡ λεπτὴ μῆνιγξ ἅμα μὲν στηρίζει τὸν ἐγκέφαλον, ἅμα δὲ καὶ σκέπει, καὶ πρὸς τούτοις ἔτι σύνδεσμος γίγνεται τῶν κατ’ αὐτὸν ἀγγείων ἁπάντων. ἔοικε μὲν γὰρ ἐμβρύου χορίῳ καὶ μεσαραίῳ475 in vol. 1
10ζῴου. καὶ γὰρ κἀκείνων ἑκάτερον ἐκ πολλῶν ἀρτη‐ ριῶν καὶ φλεβῶν ἐγγὺς ἀλλήλαις κειμένων ὑμένι τε λεπτῷ τὰ μεταξὺ διαστήματα συνυφασμένων ἐγένετο, καὶ ἡ μῆνιγξ ὡσαύτως ἁπάσας συνδεῖ τὰς κατὰ τὸν ἐγκέφαλον ἀρτηρίας τε καὶ φλέβας, ὅπως μὴ παραλ‐
15λάττοιέν τε καὶ περιπλέκοιντο καὶ τῆς θέσεως ἐξι‐ σταῖντο κατὰ τὰς κινήσεις, ἀστήρικτον ἔχουσαι τὴν βάσιν, ὡς ἂν ἐφ’ οὕτως ὑγροῦ καὶ μαλακοῦ καὶ ὀλίγου δεῖν ῥυτοῦ σώματος ὀχούμεναι. διὰ τοῦτο γὰρ οὐδὲ περιέχει μόνον τὸν ἐγκέφαλον, ἀλλὰ καὶ διὰ τοῦ βά‐

3

.

657

θους αὐτοῦ διαδύεται ‖ καὶ πάντη διεξέρχεται καὶ ὅλον αὐτὸν διαπλέκει, πανταχόσε τοῖς ἀγγείοις παρε‐ κτεινομένη μέχρι τῆς ἔνδον εὐρύτητος τῶν κοιλιῶν. ἀλλ’ ἐνταῦθα μὲν οὐκ οἶδ’ ὅπως ἀποθέμενοι τὸν ὕπνον
5οἱ πολλοὶ τῶν ἀνατομικῶν χοριοειδῆ πλέγματά τε καὶ συστρέμματα καλοῦσι τὸ μόριον τῆς λεπτῆς μήνιγ‐ γος, ὅσον ὑπέζωκε τὰς κοιλίας ἔνδοθεν, ἐπὶ δὲ τῶν ἄλλων μερῶν οὐκ ἐθέλουσιν οὔτ’ εἰκάζειν οὔτ’ ὀνο‐ μάζειν ὡσαύτως. ἀλλ’ ἡμεῖς γε καὶ τὴν φύσιν αὐτῆς
10καὶ τὴν χρείαν τὴν αὐτὴν χορίῳ τε καὶ μεσεντερίῳ
γνωρίζομέν τε καὶ ἀποφαινόμεθα καὶ συνδεῖν φαμεν ἐν ἐκείνοις μὲν ἀρτηρίας καὶ φλέβας, ἐνταυθοῖ δὲ καὶ ταύτας μέν, ἀλλὰ καὶ τὸν ἐγκέφαλον αὐτόν. ἱκανὴ δὲ πίστις τοῦ συνέχεσθαί τε καὶ σφίγγεσθαι πρὸς τῆς476 in vol. 1
15λεπτῆς μήνιγγος τὸν ἐγκέφαλον ἡ νῦν μέλλουσα λε‐ χθήσεσθαι. λαβὼν γὰρ οὗ βούλει ζῴου, κάλλιον δ’ εἰ τῶν μειζόνων τούτων, γεγυμνωμένον μὲν ἁπαντα‐ χόθεν ἤδη τὸν ἐγκέφαλον, ἐπικείμενον δ’ ἔτι καὶ συν‐ εχόμενον τοῖς κατὰ τὴν βάσιν, ἀποδέρειν αὐτοῦ πειρῶ

3

.

658

τὴν λεπτὴν μήνιγγα, θεώμενος εὐθέως, ‖ ὡς καθ’ ἕκαστον τῶν γεγυμνωμένων μορίων ἀποχεῖταί τε καὶ πλατύνεται πρὸς τοὐκτός, ἡνίκα δ’ 〈ἂν〉 ἤδη γυμνὸς ᾖ, πανταχόθεν ἀντὶ στρογγύλου τε καὶ περιφεροῦς πλατὺς
5γίγνεται, καταπιπτόντων τε αὐτοῦ καὶ περιρρεόντων τῶν ὑψηλῶν μερῶν εἰς τὰ πλάγια, καίτοι ταῦτα σοῦ δρῶντος ἐπὶ τεθνεῶτος δηλονότι τοῦ ζῴου, πολὺ μὲν ἤδη πνεῦμα, πάμπολυς δ’ ἀτμὸς ἐκκεκένωται, πᾶσα δ’ ἡ σύμφυτος θερμασία καθάπαξ αὐτὸν ἀπολέλοιπεν,
10ὅσον δ’ αἵματος ἢ φλέγματος ἤ τινος ἄλλης ὑγρότητος ἐν αὐτῷ περιείχετο, πέπηγεν ἅπανθ’ ὑπὸ τῆς ψύξεως, ὥστ’ ἐξ ἁπάντων τούτων σκληρὸς καὶ ξηρὸς γέγονεν. ἀλλ’ ὅμως καὶ νῦν ἔτι σαφῶς ἐνδείκνυται σφίγγεσθαί τε καὶ συνέχεσθαι δεόμενος ὑπὸ τῆς χοριοειδοῦς μή‐
15νιγγος. πῶς οὖν οὐχὶ πολὺ μᾶλλον περιόντος τοῦ ζῴου τῶν αὐτῶν ἐδεῖτο; καὶ γὰρ οὖν καὶ σκέπασμα
σύμφυτον ἔχων αὐτὴν πολὺ μᾶλλον, ὅθ’ ὑγρὸς ἦν ἔτι καὶ μαλακός, ἐδεῖτο, ἢ ὡς νῦν ἐπὶ τεθνεῶτος ἤδη τοῦ ζῴου φαίνεται διακείμενος.477 in vol. 1

3

.

659

Ἔστι μὲν γὰρ αὐτῷ καὶ ἡ παχεῖα μῆνιγξ σκέπασμα· μᾶλλον δ’ οὐχ ἁπλῶς σκέπασμα χρὴ καλεῖν αὐτήν, ἀλλ’ οἷον ἀμυντήριόν τι πρόβλημα ταῖς τοῦ κρανίου προσβολαῖς ἐκκείμενον· ἀλλ’ ἥ γε λεπτὴ τὸ
5σύμφυτόν ἐστιν ὄντως αὐτοῦ σκέπασμα. καὶ γὰρ δὴ καὶ ἀφέστηκεν ἀπ’ αὐτῆς ἡ παχεῖα, τοῖς διεκπίπτουσιν ἀγγείοις μόνοις συνεχομένη, καὶ εἴπερ μὴ μέσην ἡ φύσις ἐτετάχει τὴν λεπτήν, οὐκ ἂν ἄλυπος ἡ πρὸς τὴν παχεῖαν μήνιγγα ἐγκεφάλῳ γειτνίασις ὑπῆρχεν.
10ὥσπερ οὖν ὁ Πλάτων γῆς καὶ πυρός, ἐπειδὴ πόρρω τὴν φύσιν ἀλλήλων ἤστην, ὕδωρ τε καὶ ἀέρα μεταξὺ θεῖναί φησι τὸν θεόν, οὕτω κἀγὼ φαίην ἂν ἐγκεφάλου τε καὶ κρανίου, πόρρω ταῖς οὐσίαις διεστηκότων, ἐν τῷ μεταξὺ θεῖναι τὴν φύσιν ἀμφοτέρας τὰς μήνιγγας,
15οὐκ ἀρκεσθεῖσαν ἑνὶ δεσμῷ φιλίας συναγωγῷ. χρὴ γὰρ οὐ τῇ θέσει μόνον ἐν τῷ μέσῳ τετάχθαι τὸ μέσον ὄντως, ἀλλὰ καὶ τῇ φύσει. τῇ φύσει δ’ ἐστὶ μέσον, ὃ κατὰ τὴν αὐτὴν ἀναλογίαν ἀφέστηκε τῶν ἄκρων.

3

.

660

οὐδετέρα δ’ ἀπεῖχε τῶν μηνίγ‖γων ἀνάλογον ἐγκεφά‐ λου τε καὶ κρανίου. ἀλλ’ ἡ μὲν λεπτὴ πλέον τῆς ὀστοῦ σκληρότητος ἀπελείπετο, ἤπερ αὖ τῆς τοῦ ἐγκε‐ φάλου μαλακότητος ἐπλεονέκτει· ἔμπαλιν δ’ ἡ παχεῖα
5πάμπολυ μὲν ἐγκεφάλου σκληροτέρα, βραχὺ δ’ ἦν
ὀστοῦ μαλακωτέρα. ὥστ’ εἰ μὲν τὴν λεπτὴν μόνην ἡ φύσις ἐδημιούργησεν, οὐκ ἂν ἦν ἀζήμιος ἡ πρὸς τὸ κρανίον αὐτῆς ὁμιλία· εἰ δέ γε τὴν σκληράν, αὐτὸς ἂν οὕτως ὁ ἐγκέφαλος ἐπόνει. ἵν’ οὖν μήτ’ ἐκεῖνός478 in vol. 1
10τι πάσχῃ μήτε τὸ σκέπασμα, προτέρα μὲν ἡ λεπτὴ μῆνιγξ, ἐπ’ αὐτῇ δ’ ἡ παχεῖα γέγονεν, ὅσον ὀστοῦ μαλακωτέρα, τοσοῦτον τῆς λεπτῆς οὖσα σκληροτέρα. ὅσον δὲ ταύτης ἐστὶν ἡ λεπτὴ μαλακωτέρα, τοσοῦτον ἐκείνης ὁ ἐγκέφαλος. διτταῖς οὖν ἡ φύσις μεσότησι
15χρησαμένη, καίτοι πορρωτάτω ταῖς ποιότησιν ὑπάρ‐ χοντα, τό τ’ ὀστοῦν καὶ τὸν ἐγκέφαλον ἐγγὺς ἀλλή‐ λων ἀλύπως κατέθετο. ἡ μὲν οὖν χοριοειδὴς μῆνιγξ σύμφυτόν ἐστιν ἐγκεφάλου σκέπασμα, καθάπερ τι δέρμα ζῴου· ταύτης δ’ ἡ παχεῖα σύμφυτον μὲν οὐκέτι, πολ‐
20λαχόθι μέντοι συμφυές. αὐτῇ δ’ αὖ πάλιν τῇ παχείᾳ

3

.

661

τὸ περικείμενον ἔξωθεν ὀστοῦν, ὃ ‖ δὴ καὶ κρανίον ὀνομάζουσι, καθάπερ τι κράνος ἐπίκειται. οὐδὲ γὰρ οὐδὲ τούτων ὠλιγώρηταί τι τῇ φύσει, ἀλλ’ ὥσπερ οἱ ἀγαθοὶ δημιουργοί, σύμφυτον μὲν οὐ δυνάμενοι τὸ
5κράνος ἀπεργάσασθαι, δεόμενοι δ’ ὅτι μάλιστα σφίγ‐ γεσθαι πανταχόθεν ὑπ’ αὐτοῦ τὴν κεφαλὴν ἀσφαλῶς, δεσμοὺς ἐπιτηδείους προπαρασκευάζουσιν ἐν ταῖς εὐ‐ καίροις περιβολαῖς καὶ οὕτως αὐτὸ συναρμόττουσιν ἀκριβῶς, ὡς μηδὲν ἀπολείπεσθαι δοκεῖν τῶν συμφύ‐
10των, οὕτω καὶ ἡ φύσις, ἐπειδὴ διὰ τὴν τῆς οὐσίας ἀνομοιότητα σύμφυτον οὐκ ἠδύνατο πάντη τὴν μή‐
νιγγα τῷ κρανίῳ ποιῆσαι, καίτοι δεομένη, τὸ μόνον ἔτι καὶ λοιπὸν εἰς ἀσφάλειαν ἐτεχνήσατο, δεσμοὺς ἐξευροῦσα πλέον ἢ κατὰ τοὺς τοῦ Ἡφαίστου τεχνη‐479 in vol. 1
15θέντας. οἱ μὲν γὰρ συνδεῖν μόνον ἐδύναντο, τοῖς δὲ πρὸς τούτῳ καὶ ἄλλα μείζω χρηστὰ πρόσεστι. τίνες οὖν οἱ δεσμοὶ καὶ πῶς ἑλίττονται περὶ τὸ κρανίον καὶ πῶς αὐτὸ συνδοῦσι τῇ σκληρᾷ μήνιγγι, καὶ τίνες ἄλλαι παρ’ αὐτῶν ὠφέλειαι τοῖς ζῴοις; οἱ μὲν δεσμοὶ

3

.

662

τῆς μήνιγγος αὐτῆς ‖ ἀποφύονται, λεπτοί τινες ὑμένες, ὁδοὶ δ’ αὐτοῖς, ὥστε διεκπίπτειν ἐκτός, αἱ ῥαφαὶ τῆς κεφαλῆς εἰσι. περιτεινόμενοι γὰρ οὗτοι περὶ τὸ καθ’ ἑαυτὸν ἕκαστος μέρος, ὅθεν ἀνέσχον, ἐντεῦθέν τε
5προϊόντες ἀπαντῶσιν ἀλλήλοις καὶ συνάπτονται καὶ συμφύονται καὶ τελέως ἑνοῦνται καὶ κοινὸν ἐξ ἁπάν‐ των ἑαυτῶν ἕνα γεννῶσιν ὑμένα, τὸν περικράνιον ὀνομαζόμενον, ὃς ὅτι μὲν συνδεῖ τὴν σκληρὰν μήνιγγα τῷ κρανίῳ, καὶ πρὸ τοῦ θεάσασθαι διὰ τῆς ἀνατομῆς
10ἤδη τῷ λόγῳ φαίνεται· τίνας δ’ ἄλλας χρείας παρέ‐ χεται τοῖς ζῴοις, καιρὸς νῦν οὐκ ἂν εἴη λέγειν. ἤδη γὰρ καὶ ταῦτα περαιτέρω τοῦ δέοντος ὥσπερ ἵππος τις ἔκφορος ὁ λόγος ἐπιλαθόμενος τῆς καμπῆς διεξῆλ‐ θεν. ἀναμιμνήσκωμεν οὖν αὖθις αὐτὸν ἐπανάγωμέν
15τε πάλιν ἐπὶ τὸν ἐγκέφαλον, ὅθεν ὑπὸ τῆς ἀκολουθίας τῶν πραγμάτων ἐξηνέχθη τῇ μὲν τῆς λεπτῆς μήνιγγος ἐξηγήσει τὴν τῆς παχείας συνάψας, ταύτῃ δ’ αὖθις
τὴν τοῦ κρανίου τε καὶ περικρανίου.480 in vol. 1

3

.

663

Ἀλλὰ νῦν γε πρῶτα μὲν ὑπὲρ τῶν κοι‐ λιῶν αὐτοῦ διεξίτω, μεγέθους τε πέρι καὶ θέσεως ἑκάστης καὶ σχήματος καὶ τῶν πρὸς ἀλλήλας συντρή‐ σεων καὶ τοῦ παντὸς αὐτῶν ἀριθμοῦ, μετὰ ταῦτα δὲ
5καὶ περὶ τῶν ἐπικειμένων τε καὶ παρακειμένων αὐταῖς μορίων. αἱ μὲν δὴ πρόσθιοι δύο τήν τ’ εἰσπνοὴν καὶ τὴν ἐκπνοὴν καὶ τὴν ἐκφύσησιν ἐργάζονται τὴν ἐξ ἐγκεφάλου· δέδεικται γὰρ ἑτέρωθι περὶ τούτων· ἀπο‐ δέδεικται δὲ καὶ ὅτι προκατεργάζονταί τε καὶ προπα‐
10ρασκευάζουσιν αὐτῷ τὸ ψυχικὸν πνεῦμα. καὶ μὲν δὴ καὶ ὅτι τοῖς κάτω μέρεσι σφῶν αὐτῶν τοῖς πρὸς τὰς ῥῖνας ἅμα μὲν ὀσφρητικόν ἐστιν ὄργανον, ἅμα δ’ οἷον ὀχετός τις εἰς περιττωμάτων ἐκροὴν ἐπιτήδειος, ὀλίγῳ πρόσθεν εἴρηται. δύο δ’ ἦν ἄμεινον αὐτάς, οὐ μίαν
15ὑπάρχειν, ὡς ἂν καὶ τῆς κάτω συντρήσεως διττῆς γε‐ γενημένης καὶ τῶν αἰσθητηρίων ἁπάντων διδύμων καὶ αὐτοῦ τοῦ ἐγκεφάλου διφυοῦς. ἔστι μὲν γάρ τις καὶ ἄλλη χρεία ταύτης τῆς διδυμότητος, ἥν, ὅταν ἐπὶ

3

.

664

τὰ τῶν αἰσθήσεων ὄργανα μετα‖βῶμεν, ἐροῦμεν. ἀλλ’ ἥ γε πρώτη τε καὶ κοινοτάτη πάντων τῶν διφυῶν ὀργάνων ἥδ’ ἐστίν, ἵν’, εἰ καὶ θάτερον αὐτῶν πάθοι, τὸ λοιπὸν ὑπηρετοῖ. καὶ ἡμεῖς ποτε τὸ παράδοξον
5ἐκεῖνο θέαμα τὸ ἐπὶ τῆς Ἰωνίας ἐν Σμύρνῃ γενόμενον ἐθεασάμεθα, τὸν τρωθέντα νεανίσκον εἰς τὴν ἑτέραν τῶν προσθίων κοιλιῶν, εἶτα περιγενόμενον, ὡς ἐδόκει,
βουλήσει τοῦ θεοῦ· ἀλλ’ οὐκ ἂν οὐδ’ ἐπ’ ὀλίγον ἐξήρκεσεν ἀμφοτέρων ὁμοῦ τρωθεισῶν. οὕτως οὖν,481 in vol. 1
10εἰ καὶ χωρὶς τοῦ τρωθῆναι πάθημά τι περὶ τὴν ἑτέραν συμπέσοι, τῆς λοιπῆς μενούσης ὑγιοῦς, ἧττον εἰς τὴν ζωὴν βεβλάψεται τὸ ζῷον, ἢ εἰ ἀμφότεραι πάθοιεν ἅμα. καὶ μὴν ἴσον ἐστίν, ἢ δυοῖν οὐσῶν ἀμφοτέρας ἅμα παθεῖν ἢ μιᾶς ἐξ ἀρχῆς γενομένης μίαν εἶναι
15τὴν πάσχουσαν. ὥστ’ ἀσφαλέστερον ἐν οἷς ἐγχωρεῖ τὸ διφυὲς τοῦ μονοφυοῦς. ἐγχωρεῖ δ’ οὐ πάντη. δύο γοῦν γενέσθαι ῥάχεις ἑνὸς ζῴου παντάπασιν ἦν ἀδύνατον· εἰ δὲ τοῦτο, καὶ δύο μυελοὺς νωτιαίους·

3

.

665

εἰ δὲ ταῦτα, καὶ τὴν τῆς παρεγκε‖φαλίδος κοιλίαν οὐχ οἷόν τ’ ἦν γενέσθαι διττήν, ἐξ αὐτῆς γε τοῦ νωτιαίου μυελοῦ βλαστάνοντος. Ἀλλ’ ἐπεὶ πάντα τὰ κατὰ τὸ σῶμα νεῦρα
5τὰ κάτω τῆς κεφαλῆς ἢ ἐκ τῆς παρεγκεφαλίδος ἢ ἐκ τοῦ νωτιαίου πέφυκεν, ἐχρῆν καὶ τὴν ταύτης κοιλίαν ἀξιόλογόν τ’ εἶναι τὸ μέγεθος καὶ τὸ προκατειργασμέ‐ νον ἐν ταῖς προσθίοις ψυχικὸν πνεῦμα μεταλαμβάνειν. ὥστ’ ἀναγκαῖον ἦν γενέσθαι τινὰ πόρον ἐξ ἐκείνων
10εἰς ταύτην. ἀτὰρ οὖν καὶ φαίνεται μεγάλη μὲν αὕτη, μέγιστος δὲ καὶ ὁ ἀπὸ τῶν ἔμπροσθεν κοιλιῶν εἰς αὐτὴν ἐμβάλλων πόρος. καὶ κατὰ τοῦτόν γε μόνον ἡ σύμφυσίς ἐστι τῇ παρεγκεφαλίδι πρὸς τὸν ἐγκέφαλον.
οὕτω γὰρ ἑκατέραν τὴν μοῖραν αὐτοῦ καλεῖν ἔθος482 in vol. 1
15ἐστὶ τοῖς περὶ τὸν Ἡρόφιλον, τὴν μὲν ἔμπροσθεν τῷ τοῦ παντὸς ὀνόματι διὰ τὸ μέγεθος· ὄντος γὰρ αὐτοῦ διφυοῦς, ὡς εἴρηται, τῶν μορίων ἑκάτερον πολὺ μεῖ‐ ζόν ἐστιν ὅλης τῆς παρεγκεφαλίδος· τὴν δ’ ὄπισθεν, ὅτι, τῆς πρόσθεν φθασάσης τὸ τοῦ παντὸς ὄνομα

3

.

666

σφετερίσασθαι, δικαιό‖τερον οὐκέτ’ ἦν εὑρεῖν ἕτερον ὄνομα τῇ παρεγκεφαλίδι τοῦ νῦν ὄντος. ἄλλοι δ’ αὖ τινες οὐχ οὕτως, ἀλλ’ ἐγκρανίδα τε καὶ ἐγκράνιον ὀνομάζουσι. καὶ οὐ χρὴ μέμφεσθαι τοῖς ἀνδράσιν, εἰ
5σαφοῦς ἕνεκα διδασκαλίας ἐποίουν ὀνόματα πολλῶν κἀν τῷ βίῳ παντὶ κατ’ ἐξοχὴν ὠνομασμένων ἢ μεγέ‐ θους ἢ δυνάμεως ἢ ἀρετῆς ἢ ἀξιώματος ἕνεκα. διειρ‐ γόμενος οὖν ἀπὸ τῆς παρεγκεφαλίδος ὁ ἐγκέφαλος, ὡς καὶ πρόσθεν εἴρηται, τῇ τῆς παχείας μήνιγγος διπλώ‐
10σει, δεόμενος δὲ κἂν καθ’ ἕν τι συναφθῆναι μέρος ἕνεκα τῆς τοῦ προειρημένου πόρου γενέσεως, εἰς μίαν πρότερον χώραν τὰς κοιλίας ἀμφοτέρας ἐπεράτωσεν, ἣν δὴ τετάρτην ἔνιοι τῶν ἀνατομικῶν ἀριθμοῦσι τοῦ παντὸς ἐγκεφάλου κοιλίαν. εἰσὶ δ’ οἳ σύντρησιν μὲν
15αὐτὸ δὴ τοῦτο καλοῦσι τῶν δύο κοιλιῶν, ἑτέραν δέ τινα χρῆναι νομίζειν οὐκ ἐπιτρέπουσιν. ἐγὼ δ’, εἴτε κοινὴν ἀμφοτέρων εἴτε καὶ τρίτην τινὰ παρ’ αὐτὰς ἑτέραν κοιλίαν ἐθέλοι τις ὑπολαμβάνειν αὐτήν, ἡγού‐ μενος ἔκ γε τούτων οὔτ’ ὠφελεῖσθαί τι τοῦ λόγου

3

.

667

τὴν προκειμένην ‖ διέξοδον οὔτε βλάπτεσθαι, τὴν αἰ‐ τίαν τοῦ συνελθεῖν ἐς ταὐτὸ τὰς προσθίας κοιλίας ἀξιῶ γιγνώσκειν. ἔστι δ’ αὕτη τις ἡ τοῦ συνάπτοντος αὐτὰς τῇ παρεγκεφαλίδι πόρου γένεσις. ἐκ ταύτης483 in vol. 1
5γὰρ ἐκεῖνος ὁρμώμενος τῆς κοιλότητος ἐκδεχόμενός τε τὸ περιεχόμενον ἐν αὐτῇ πνεῦμα, διαπέμπει τῇ παρεγ‐ κεφαλίδι. τὸ δ’ ὑπὲρ τὴν κοινὴν κοιλότητα μόριον ἐγκεφάλου, καθάπερ οἰκίας τις ὄροφος, εἰς κοίλης σφαίρας ἐπιφάνειαν περιαγόμενον, οὐκ ἂν ἀλόγως δό‐
10ξειεν ὠνομάσθαι καμάριόν τε καὶ ψαλιδοειδές, ὅτι καὶ τὰ τοιαῦτα τῶν οἰκοδομημάτων ἔθος ἐστὶ τοῖς ἀρχι‐ τεκτονικοῖς καμάρας τε καὶ ψαλίδας ὀνομάζειν. καὶ οἷς γε τετάρτη τις αὕτη κοιλία νενόμισται, κυριωτάτην εἶναί φασιν αὐτὴν ἁπασῶν τῶν καθ’ ὅλον τὸν ἐγκέ‐
15φαλον. Ἡρόφιλος μὴν οὐ ταύτην, ἀλλὰ τὴν ἐν τῇ παρεγκεφαλίδι κυριωτέραν ἔοικεν ὑπολαμβάνειν. ἡμεῖς δ’, ἥντινα μὲν ἔχειν χρὴ περὶ τούτων δόξαν, ἐν τοῖς Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπο‐

3

.

668

μνήμασιν αὐτάρκως εἰρήκαμεν· ‖ ἐνταυθοῖ δὲ τὰς χρείας μόνας ἀρκεσθησόμεθα διεξιόντες, οὐδὲ ταύτας ἁπάσας μετ’ ἀποδείξεως, ἀλλ’ ὅσαι δόγμασιν ἐν ἐκείνῃ τῇ πραγματείᾳ προαποδεδειγμένοις ἐξ ἀνάγκης ἕπονται,
5τῶν προηγουμένων μόνον ὑπομνήσαντες δογμάτων, ἐξ ἑτοίμου ληψόμεθα. τὴν δὴ τοῦ ψαλιδοειδοῦς ἐκείνου σώματος χρείαν οὐκ ἄλλην τινὰ εἶναι τῆς τῶν ψαλί‐
δων αὐτῶν τῶν ἐν τοῖς οἰκοδομήμασιν ὑποληπτέον. ὡς γὰρ κἀκεῖναι βαστάζειν τὸ ἐπικείμενον ἄχθος ἐπι‐484 in vol. 1
10τηδειότεραι παντὸς ἄλλου σχήματος, οὕτω καὶ τοῦτο τὴν ὑπερκειμένην ἐγκεφάλου μοῖραν ἅπασαν ἀλύπως ὀχεῖ. πάντη τε γὰρ ὁμοιότατον ἑαυτῷ τὸ κυκλοτερές ἐστι καὶ διὰ τοῦτο πάντων σχημάτων δυσπαθέστατον, καὶ μέντοι καὶ μέγιστον ἁπάντων τῶν ἴσην ἐχόντων
15περίμετρον. ἔστι δ’ οὐδὲ τοῦτο σμικρὸν ἀγαθὸν ἀγ‐ γείοις καὶ πόροις καὶ κοιλίαις καὶ πᾶσιν, ὅσων ἡ γέ‐ νεσις ἕνεκα τοῦ δέξασθαί τινας οὐσίας· ἄριστα γὰρ ἐν αὐτοῖς, ὅσα πλείστην ὑποδέχεται, σμικρότατα τοῖς τοῦ σώματος ὄγκοις ὑπάρχοντα. ὥστε καὶ περὶ τοῦ μεταξὺ

3

.

669

πόρου ταύτης ‖ τε τῆς κοιλίας τῆς ὑποκειμένης τῷ ψαλιδοειδεῖ καὶ τῆς ἐν τῇ παρεγκεφαλίδι τὰς αὐτὰς ἔχοις ἂν λέγειν χρείας τοῦ σχήματος. καὶ γὰρ δυσπα‐ θέστατον καὶ πολυχωρότατον καὶ βαστάζειν ἄχθος ἐπι‐
5τηδειότατον τὸ περιφερές. οὕτω δὲ καὶ περὶ πάντων τῶν καθ’ ὅλον τὸ σῶμα πόρων καὶ περὶ πασῶν ἀρ‐ τηριῶν τε καὶ φλεβῶν καὶ περὶ πασῶν κοιλιῶν. ἅπασαι μὲν γάρ εἰσι σφαιροειδεῖς, ἀλλὰ διὰ τὰς ἀπο‐ φύσεις τε καὶ τὰς ἐπιφύσεις καὶ τὰς ἐπί τινων ἕδρας
10καὶ τὰς τῶν παρακειμένων σωμάτων συμφύσεις τε καὶ συναναστομώσεις ἡ μὲν τῆς σφαίρας ἀκρίβεια διαφθεί‐ ρεται, τὸ περιφερὲς δ’ ἔτι μένει σχῆμα. καὶ εἴ γε τὸ μέσον αὐτὸ κοιλίας ἡστινοσοῦν ἐπισκοποῖο, μάλιστ’ ἂν
εὕροις αὐτὸ σφαιροειδέστατον, ὡς ἂν μήπω νενοθευ‐485 in vol. 1
15μένον ταῖς ἀποφύσεσιν, ἀλλ’ ἔτι διασῷζον τὴν γνη‐ σίαν τοῦ σχήματος ἰδέαν. οὕτω τοι καὶ αὐτῶν τῶν προσθίων κοιλιῶν ἐὰν ἀφῃρημένην νοήσῃς τήν τε τῆς κοίλης καὶ μέσης χώρας ψαλίδα καὶ τάς γ’ ἐπὶ τὰς ῥῖνας καταφερομένας ἀποφύσεις, ἔτι τε τὰς εἰς τὰ πλά‐

3

.

670

γιά τε ἅμα ‖ καὶ κάτω, περὶ ὧν τῆς χρείας αὖθις εἰρή‐ σεται, σφαιροειδὲς ἀκριβῶς εὑρήσεις τὸ λοιπόν. καὶ μὲν δὴ καὶ τῆς ὀπίσω τῆς κατὰ τὴν παρεγκεφαλίδα τήν τε τοῦ προειρημένου πόρου κατάφυσιν καὶ τὴν
5εἰς τὸν νωτιαῖον ἔκφυσιν ἂν ἀφέλῃς, ἔσται σοι καὶ αὕτη σφαιροειδής. Περὶ μὲν δὴ τοῦ σχήματος αὐτῶν ἀρκεῖ καὶ ταῦτα. περὶ δὲ τοῦ μεγέθους οὐκ ἐνταυθοῖ μόνον, ἀλλὰ καὶ πάντη τοῦ σώματος, αἱ μὲν ὑλωδεστέρας
10οὐσίας ὑποδεχόμεναι κοιλίαι μείζους εὐλόγως εἰσίν, αἱ δὲ τάς, ὡς ἄν τις εἴποι, δυναμικωτέρας ἐλάττους. πολὺ γὰρ ἐν ἑκάστῃ τῶν ὑλῶν τὸ περιττόν, οὗ διακριθέντος τε καὶ ἀποκριθέντος καὶ τοῦ λοιποῦ τοῦ χρηστοῦ τῇ προσηκούσῃ ποιότητι κοσμηθέντος, ἐπὶ τὸ προκείμενον
15ἤδη τέλος ἀφῖχθαι λέγοιτ’ ἂν ὀρθῶς ὁ δημιουργός. ὥστε καὶ ἡ τῆς παρεγκεφαλίδος κοιλία κατὰ λόγον ἐλάττων ἐγένετο τῶν προσθίων. εἰ δὲ καὶ τὴν κοινὴν χώραν αὐτῶν ἐξετάζοι τις, ἰδίᾳ τετάρτην ἀριθμῶν

3

.

671

ἐγκεφάλου κοιλίαν, καὶ ταύτης ἐλάτ‖των ἐστὶν ἡ τῆς παρεγκεφαλίδος. ἡ μέντοι χοριοειδὴς μῆνιγξ, ἣν ὑπε‐ ζωκέναι τὰς κοιλίας ἔνδοθεν ἐλέγομεν, ἄχρι ταύτης προέρχεται τῆς κοιλότητος τῆς ἐν τῷ ψαλιδοειδεῖ. τὰ
5γὰρ ἑξῆς τούτων σώματα τὰ περὶ τὸν πόρον ἤδη σκλη‐ ρότερα τὴν σύστασίν ἐστιν ἢ ὡς δεῖσθαι διαζώσματος· ὡσαύτως δὲ καὶ τὰ περὶ τὴν ὀπισθίαν κοιλίαν ἅπασαν. ἐλέχθη γὰρ οὖν καὶ πρόσθεν, ὡς ἡ παρεγκεφαλὶς ὅλη πολύ τι παραλλάττει σκληρότητι τὸν ἐγκέφαλον. ὥστε486 in vol. 1
10μοι θαυμάζειν ἐπέρχεται τῶν περὶ Πραξαγόραν καὶ Φυλότιμον οὐ τῆς τῶν δογμάτων ἀτοπίας μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν ἐν ταῖς διαιρέσεσι φαινομένων τῆς ἀγνοίας. ὑπεραύξημα γάρ τι καὶ βλάστημα τοῦ νωτι‐ αίου μυελοῦ νομίζουσιν εἶναι τὸν ἐγκέφαλον καὶ διὰ
15τοῦτ’ ἐκ μακρῶν ἑλίκων συγκεῖσθαί φασιν, καίτοι τοῦ μὲν ὄπισθεν ἐγκεφάλου τοῦ τῷ νωτιαίῳ συνεχοῦς ἥκιστα μετέχοντος τῆς τοιαύτης συνθέσεως, ἐναργεστά‐ την δ’ αὐτὴν καὶ πλείστην ἐπιδεικνυμένου τοῦ προ‐ σθίου. καί, τὸ τούτου γ’ ἔτι μεῖζον σφάλμα τῶν ἀν‐

3

.

672

δρῶν, οὐ ‖ γιγνώσκουσιν, ὅτι τοῖς κατὰ τὴν βάσιν μόνην ἐγκεφάλου μέρεσι συνεχής ἐστιν ὁ νωτιαῖος, ἃ μόνα τῶν κατ’ αὐτὸν μορίων οὐκ ἐλήλικται· σκληρὰ γὰρ ὄντα παρ’ ἑαυτῶν ἔχει τὴν τῆς ἕδρας ἀσφάλειαν, οὐ‐
5δὲν τῆς λεπτῆς μήνιγγος διαζωννυούσης τε καὶ στηρι‐ ζούσης δεόμενα. οὕτως ἄρα καὶ τοῖς ἀρίστοις ἀνδρά‐ σιν, ὅταν ἀτιμάσαντες ἀλήθειαν οἷς ἐξ ἀρχῆς ἔθεντο δόγμασιν ἀκολουθεῖν ἐθέλωσιν, ἀσχημονεῖν ἀναγκαῖον. ἀλλὰ καὶ ὅσοι πρὸς τοῦ κρανίου διατετυπῶσθαί φασι
10τὸν ἐγκέφαλον, οὔθ’ ὅτι τῆς σκληρᾶς μήνιγγος ἀφέ‐ στηκεν αὐτός, οὔθ’ ὡς ἐκείνη τοῦ κρανίου ψαύει μέν, οὐ συμπέφυκε δέ, γιγνώσκειν ἐοίκασιν, ἀλλ’ οὐδ’ ὡς ἐκείνην ἐχρῆν ἐντετυπῶσθαι προτέραν, οὐδ’ ὡς αὐτὸ
τὸ κρανίον ἐστὶ τοιοῦτον.487 in vol. 1
15 Ἐπειδὴ κατὰ τοῦτο τοῦ λόγου γεγόνα‐ μεν, οὐ χρὴ παραλιπεῖν ἀνεξήγητον οὐδὲ τὴν τῆς παρ‐ εγκεφαλίδος ἰδέαν. οὐδὲ γὰρ ἐξ ἑλίκων μεγάλων τῇ λεπτῇ μήνιγγι διειλημμένων, ὥσπερ ὁ ἐγκέφαλος, ἀλλ’

3

.

673

ἐκ πολλῶν μὲν καὶ ‖ αὐτῶν πάνυ σμικρῶν σωμάτων, οὐ μὴν τὸν αὐτὸν ἐκείνῳ τρόπον σύγκειται. ἐπειδὴ γὰρ δι’ ὅλου τοῦ κατὰ τὸν ἐγκέφαλον σώματος οὐκ ἐν ταῖς κοιλίαις αὐτοῦ μόναις, ὡς ἐν ἑτέροις ἀποδέ‐
5δεικται, πάμπολυ περιέχεται πνεῦμα ψυχικόν, ἡγεῖσθαι χρὴ καὶ κατὰ τὴν παρεγκεφαλίδα, μέλλουσάν γε τῶν καθ’ ὅλον τὸ σῶμα νεύρων ἀρχὴν γενήσεσθαι, πλεῖ‐ στον τοῦτο περιέχεσθαι τὸ πνεῦμα, καὶ τὰς μεταξὺ δὴ χώρας ἐκείνας, τὰς συναπτούσας αὐτῆς τὰ μόρια,
10τὰς ὁδοὺς εἶναι τοῦ πνεύματος. Ἐρασίστρατος δέ, ὅτι μὲν ἐγκεφάλου σύγκειται ποικιλώτερον ἡ ἐπεγκρα‐ νίς, οὕτω γὰρ αὐτὴν ὀνομάζει, καλῶς ἀποφαίνεται· πολύπλοκον δ’ εἶναι φάσκων ἐπ’ ἀνθρώπων μᾶλλον ἢ τῶν ἄλλων ζῴων αὐτήν τε ταύτην καὶ σὺν αὐτῇ
15τὸν ἐγκέφαλον, ὅτι περίεστιν αὐτῶν ἄνθρωπος τῷ νοεῖν, οὐκέθ’ ὁμοίως ὀρθῶς μοι δοκεῖ γιγνώσκειν, ἐχόντων γε δὴ καὶ τῶν ὄνων πολύπλοκον ἱκανῶς τὸν ἐγκέφαλον, οὓς ἐχρῆν ὅσον ἐπὶ τῇ σκαιότητι τοῦ τρό‐ που παντάπασιν ἁπλοῦν τε καὶ ἀποίκιλτον ἔχειν αὐ‐

3

.

674

τόν. ἄμεινον δ’ ἦν ἄρα ‖ τῇ τῆς οὐσίας εὐκρασίᾳ τοῦ νοοῦντος σώματος, ὅ τι ποτ’ ἂν ᾖ τοῦτο, τὴν σύνεσιν ἕπεσθαι νομίζειν, οὐ τῇ ποικιλίᾳ τῆς συνθέσεως. οὐδὲ
γὰρ τῷ πλήθει τοῦ πνεύματος τοῦ ψυχικοῦ χρῆναι488 in vol. 1
5δοκεῖ μοι μᾶλλόν περ ἢ τῇ ποιότητι τὴν ἀκρίβειαν τῆς νοήσεως ἀναφέρειν. ἀλλὰ γὰρ καὶ νῦν, εἰ μή τις οἷον χαλινῷ τινι τὸν λόγον ἐπιστρέψειε, μειζόνων ἢ κατὰ τὰ προκείμενα δογμάτων ἐφαπτόμενος, ἔκφορος ἂν οἴχοιτο, καίτοι τό γε παντελῶς φυλάξασθαι περὶ
10ψυχῆς οὐσίας εἰπεῖν τι τὴν κατασκευὴν ἐξηγουμένους τοῦ περιέχοντος αὐτὴν σώματος, ἀδύνατον. ἀλλ’ ὥσπερ τοῦτο ἀδύνατον, οὕτω τὸ ταχέως ἀναστρέφειν, ἔνθα μὴ χρονίζειν ἀνάγκη, δυνατόν. Αὖθις οὖν ἐπὶ τὰ μετὰ τὴν μέσην κοι‐
15λίαν μόρια παραγενόμενοι τῷ λόγῳ, τὸ κατὰ τὴν ἀρχὴν τοῦ συνάπτοντος αὐτὴν πόρου πρὸς τὸν ὀπίσθιον ἐγκέ‐ φαλον ἐπικείμενον σῶμα, τὸ πρὸς τῶν περὶ τὰς ἀνα‐ τομὰς ἐχόντων ὀνομαζόμενον κωνάριον, ἐπισκεψώμεθα

3

.

675

τίνος ἕνεκα χρείας ‖ γέγονεν. ἔστι δὲ τοῦτο τὴν μὲν οὐσίαν ἀδήν, τὸ δὲ σχῆμα κώνῳ μάλιστα παραπλήσιον, ὅθεν αὐτῷ καὶ τοὔνομα. χρείαν δ’ αὐτοῦ τὴν αὐτὴν εἶναι νομίζουσί τινες, ἥνπερ καὶ τοῦ κατὰ τὴν γαστέρα
5πυλωροῦ. καὶ γὰρ οὖν κἀκεῖνον ἀδένα φασὶν ὑπάρ‐ χειν καὶ κωλύειν ἐκ τῆς γαστρὸς εἰς τὸ λεπτὸν ἔντερον μεταλαμβάνεσθαι πρὶν πεφθῆναι τὴν τροφήν. καὶ τοῦτον δὲ τὸν ἀδένα, τὸ κωνάριον, ἐπὶ τῆς ἀρχῆς ἑστῶτα τοῦ πόρου τοῦ διαπέμποντος ἐκ τῆς μέσης
10κοιλίας εἰς τὴν ἐν τῇ παρεγκεφαλίδι τὸ πνεῦμα, φύ‐ λακά τινα καὶ οἷον ταμίαν ὑπάρχειν τοῦ ποσοῦ τῆς
ἐπιπέμψεως. ἐγὼ δ’, ἥντινα μὲν χρὴ γνώμην ἔχειν ὑπὲρ τοῦ κατὰ τὴν γαστέρα πυλωροῦ, πρόσθεν εἴρηκα· τὸν δ’ ἀδένα τοῦτον τὸν τῷ κώνῳ παραπλήσιον, ἀνα‐489 in vol. 1
15πληροῦντα τῆς μεγάλης φλεβὸς τὴν σχίσιν, ἀφ’ ἧς ἅπαντα σχεδὸν τὰ κατὰ τὰς προσθίους κοιλίας χοριοει‐ δῆ πλέγματα συνίσταται, τῆς αὐτῆς χρείας ἕνεκα τοῖς ἄλλοις ἀδέσι τοῖς στηρίζουσι τὰς σχιζομένας φλέβας ἡγοῦμαι γεγονέναι. καὶ γὰρ οὖν καὶ ἡ θέσις ἡ αὐτὴ
20κατὰ πάντ’ ἐστὶν αὐτῷ τοῖς τοιούτοις ἀδέσι, τὴν μὲν

3

.

676

κορυφὴν ἐκείνοις ἐνηδρακότι ‖ τοῖς μέρεσι τῆς φλεβός, ἵνα πρῶτον σχίζεται, τὸ δ’ ἄλλο πᾶν ἀνάλογον τῇ διαστάσει τῶν ἐκ τῆς σχίσεως γεννωμένων ἀγγείων ἐπαυξανομένῳ καὶ μέχρι γε τοσούτου προϊόντι, μέχρι
5περ ἂν κἀκεῖνα μετέωρα φέρηται. ἡνίκα δ’ ἂν πρῶ‐ τον ἐπιβῶσιν αἱ φλέβες αὗται τοῦ κατὰ τὸν ἐγκέφαλον αὐτὸν σώματος, ἀπολείπει μὲν αὐτὰς ἤδη τὸ κωνά‐ ριον, ἕδρα δ’ αὐτῷ τε τούτῳ καὶ ταῖς φλεψὶν ἅμα γίγνεται τὸ ταύτῃ σῶμα τοῦ ἐγκεφάλου. τὸ δ’ οἴεσθαι
10τῆς διόδου τοῦ πνεύματος ἐπιτροπεύειν αὐτό, καὶ τὴν τῆς σκωληκοειδοῦς ἐπιφύσεως ἐνέργειαν ἀγνοούντων ἐστὶ καὶ πλέον ἢ κατὰ τὴν ἀξίαν ἀδένι χαριζομένων. εἰ μὲν γὰρ αὐτοῦ γε τοῦ ἐγκεφάλου μόριον ἦν, ὥσπερ ὁ πυλωρὸς τῆς γαστρός, ἐνεδέχετ’ ἂν αὐτὸν ταῖς ἐκεί‐
15νου συστολαῖς καὶ διαστολαῖς συμμεταφερόμενον ἐκ τῆς ἐπικαίρου θέσεως ἀνοιγνύναι τε καὶ κλείειν ἐν μέρει τὸν πόρον. ἐπεὶ δ’ οὔθ’ ὅλως οὐδέν ἐστιν ἐγκεφάλου μόριον ὁ ἀδὴν οὗτος οὔτ’ ἐκ τῶν ἔνδον
μερῶν τῆς κοιλίας, ἀλλ’ ἔξωθεν αὐτῇ προσήρτηται,490 in vol. 1
20πῶς ἂν δύναιτο τηλικαῦτα περὶ τὸν πόρον διαπράτ‐

3

.

677

τεσθαι μὴ ‖ αὐτοκίνητός γε ὤν; καὶ τί κωλύει, φησί τις ἴσως, αὐτοκίνητον ὑπάρχειν αὐτόν; τί δ’ ἄλλο γ’ ἢ ὅτι οὕτως ὁ μὲν ἀδὴν ἡμῖν ἐπ’ ἐγκεφάλῳ δυνάμει τε καὶ ἀξιώματι τετάξεται, αὐτὸς δ’ ὁ ἐγκέφαλος πό‐
5ροις μόνον ἔσται πολλοῖς διειλημμένον σῶμα, καθάπερ ὄργανον εἰς ὑπηρεσίαν ἐπιτήδειον τῷ κινεῖν πεφυκότι τε καὶ δυναμένῳ; ταῦτα δ’ ὅσης ἀγνοίας τε καὶ ἀμα‐ θίας ἔχεται, τί δεῖ καὶ λέγειν; ὃ γὰρ ὀνειρώττουσι μέν, ὡς εἶναι δέον αὐτοῦ που περὶ τὸν πόρον ἐγκε‐
10φάλου μόριον τοιοῦτον, οἷον ἐπιτροπεύειν τε καὶ ἄρ‐ χειν τῆς διόδου τοῦ πνεύματος, εὑρεῖν δ’ ἀδυνατοῦσιν, οὐ τὸ κωνάριόν ἐστιν, ἀλλ’ ἡ κατὰ παντὸς ἐκτεταμένη τοῦ πόρου σκώληκι παραπλήσιος ἐπίφυσις. ὀνομάζουσι μὲν οὖν αὐτὴν ἀπὸ μόνου τοῦ σχήματος οἱ περὶ τὰς
15ἀνατομὰς δεινοὶ σκωληκοειδῆ καλοῦντες ἐπίφυσιν. ἔχει δ’ ὧδέ πως θέσεώς τε καὶ φύσεως καὶ τῆς πρὸς τὰ παρακείμενα μέρη κοινωνίας. ἑκατέρωθεν τοῦ πό‐ ρου λεπταὶ καὶ προμήκεις εἰσὶν ἐξοχαὶ τοῦ ἐγκεφάλου, ‖

3

.

678

γλουτία καλούμεναι· μηροῖς ἀνθρώπου μάλιστ’ ἂν εἰκάσαις ἀλλήλων ἁπτομένοις τὴν ὁμιλίαν αὐτῶν. εἰσὶ δ’ οἳ διδύμοις εἰκάσαντες αὐτὰ διδύμια καλεῖν εἵλοντο
μᾶλλον ἢ γλουτία. τινὲς δὲ τὰ μὲν ὁμιλοῦντα τῷ491 in vol. 1
5κωναρίῳ σώματα διδύμια καλοῦσι. τὰ δ’ ἐφεξῆς αὐτῶν γλουτία. τὰ μὲν οὖν ἀριστερὰ καὶ δεξιὰ μέρη τοῦ πόρου τὰ τούτων αὐτῶν ἐστι σώματα, τὰ δ’ ἄνωθεν ὑπὸ λεπτοῦ μέν τινος ὑμένος, οὐ μὴν ἀρρώστου γε σκέπεται, συναπτομένου τοῖς γλουτίοις ἑκατέρωθεν,
10ὅστις ὑμὴν ἄχρι τῆς ὀπίσω κοιλίας ἐκτεταμένος τὸ κάτω πέρας ἐστὶ τῆς σκωληκοειδοῦς ἐπιφύσεως, οὐδὲν ὅμοιον ἐχούσης τοῖς διδύμοις τε καὶ γλουτίοις. ἡ μὲν γὰρ πολυειδῶς διήρθρωται, τὰ δ’ ἐστὶν ὅμοιά τε πάντη καὶ οὐ πάνυ τι σύνθετα. πρὸς δὲ τῷ πολυειδῶς διηρ‐
15θρῶσθαι καὶ δοκεῖν ἐκ παμπόλλων συγκεῖσθαι μορίων ὑμέσι λεπτοῖς συναπτομένων ἔτι καὶ τοῦθ’ ἡ σκωλη‐ κοειδὴς ἐπίφυσις ἐξαίρετον ἔχει. κυρτὸν μὲν καὶ λε‐ πτόν ἐστιν αὐτῆς τὸ κατὰ τὴν ὀπίσω κοιλίαν πέρας,

3

.

679

ἵνα ‖ περ εἰς τὸν ἐπικείμενον ὑμένα τελευτᾶν ἐλέγετο· τὸ δ’ ἀπὸ τοῦδε κατὰ βραχὺ προσαυξανομένη τε καὶ πλατυνομένη σχεδὸν ἴσον ἴσχει τὸν νῶτον τῇ τῶν γλουτίων διαστάσει, καὶ διὰ τοῦτο μακρὰ μὲν ἐκτα‐
5θεῖσα κατὰ τοῦ πόρου τελέως αὐτὸν ὅλον ἐπιφράττει, ἀνακλωμένη δ’ εἰς τοὐπίσω συνανασπᾷ μὲν οὕτω τὸν ὑμένα συμφυῆ τοῖς κυρτουμένοις ἑαυτῆς μορίοις ὑπάρ‐ χοντα, τὸν πόρον δ’ εἰς τοσοῦτον ἀνοίγνυσιν ὅλον, εἰς ὅσον ἂν ἀποχωρήσῃ πρὸς τοὐπίσω. σφαιρουμένης
10γὰρ αὐτῆς κατὰ τὴν ἀνάκλασιν καὶ εἰς αὑτὴν συνιζα‐
νούσης, ὅσον ἀφαιρεῖται τοῦ μήκους, τοσοῦτον ἐπαύ‐ ξεται τοῦ πλάτους· ὥστ’ εὐλόγως, ὀλίγον μὲν ἀνακλα‐ σθείσης καὶ διὰ τοῦτ’ ὀλίγῳ πλατυτέρας γενομένης, μόνοις τοῖς κατὰ τὴν βάσιν μέρεσι τοῦ πόρου τοῖς492 in vol. 1
15στενοτάτοις μηκέτ’ ἐμβαίνειν δύνασθαι τὰ κάτωθεν αὐτῆς πέρατα, πλέονος δὲ τῆς ἀνακλάσεως γενομένης καὶ διὰ τοῦτο καὶ τῆς πλατύτητος ἐπαυξηθείσης, πλέον καὶ τοῦ πόρου διοίγεσθαι μέρος, ἀεὶ δὲ τοσοῦτον, ὅσον ἂν ἑκάστοτ’ ἀπορρέῃ τῆς ἐμβησομένης αὐτῷ κυρτότη‐

3

.

680

τος. ἀλλ’ οὐκ ἂν ‖ οὐδὲν τούτων οἷόν τ’ ἦν γενέσθαι καλῶς, εἰ καὶ σμικρῷ τινι παχυτέραν ἢ καὶ λεπτοτέ‐ ραν τῆς νῦν οὔσης ἡ φύσις ἀπειργάσατο τὴν ἐπίφυσιν. ὑπὸ μὲν γὰρ τῆς παχυτέρας οὐδέποτ’ ἂν ἐκλείσθη
5τελέως ὁ πόρος, ὡς ἂν μηδ’ ἐξικέσθαι δυναμένης ποτὲ τοῖς ἑαυτῆς λεπτοτάτοις εἰς τὰ ἐκείνου στενότατα· ὑπὸ δ’ αὖ τῆς λεπτοτέρας οὐ μόνον οὐκ ἂν ἐκλείσθη τελέως, ἀλλ’ οὐδ’ ἂν ἀνεῴχθη καλῶς. ἐν μὲν γὰρ τῷ κλείεσθαι παρηθεῖτ’ ἄν τι τοῦ πνεύματος, ὡς ἂν μὴ
10πάσης τῆς εὐρύτητος αὐτοῦ κατειλημμένης διὰ τὴν λεπτότητα τῆς ἐπιφύσεως· ἀνοιγομένου δέ, πολλὴν ἐχρῆν πρότερον γενέσθαι τὴν ἀνάκλασιν, ἢ οὐκ ἂν ἐμετεωρίσθη ποτὲ τὰ κυρτὰ πέρατα καὶ ἀπεχώρησε τῆς ἐν τῷ πόρῳ βάσεως. καὶ μὴν εἰ βραχεῖ τινι παχυτέ‐
15ρας ἢ λεπτοτέρας τῆς σκωληκοειδοῦς ἐπιφύσεως γενο‐ μένης ἀμέτρως τε καὶ οὐ καλῶς ἀνοίγνυσθαι καὶ
κλείεσθαι συνέβαινεν ἂν τῷ πόρῳ, τί χρὴ προσδοκᾶν, εἰ παμπόλλῳ τινὶ τῆς νῦν οὔσης παρήλλαττεν; ἆρ’ οὐ παντάπασι συγχυθήσεσθαί τε καὶ διαφθαρήσεσθαι493 in vol. 1
20τὸν νῦν ὑπάρχοντα κόσμον αὐτοῖς σύμπαντα; καὶ μὴν

3

.

681

οὐκ ἂν ‖ εὕροις ἀρετῆς κατασκευὴν εἰς ἔργου συντέ‐ λειαν ἐπιδεῖξαι λαμπροτέραν τῆς οὕτως ἀκριβῶς ἐχού‐ σης, ὡς, εἰ καὶ βραχὺ μετακοσμηθείη, διαφθείρεσθαι τὸ πᾶν. ἔνθα μὲν γὰρ ἐγχωρεῖ καὶ προσθέντι καὶ
5ἀφελόντι πολλὰ τῶν ὑπαρχόντων ἔτι μένειν τὸ δη‐ μιούργημα εὔχρηστον, ἐνταῦθ’ οὐκ ἂν δέοι σοφίας περιττῆς τῷ δημιουργῷ· ἐν οἷς δ’, εἰ καὶ βραχύ τι παροφθείη, τὸ σύμπαν αὐτῷ συναπόλλυται, ἐν τούτοις ἐστὶν ἀκριβοῦς τέχνης ἐξέτασις. ἀλλ’ εἰ μὲν ἐν μόνῳ
10τῷ τῆς ἐπιφύσεως ὄγκῳ τὸ παρόραμα τὴν ἀρετὴν τοῦ δημιουργήματος διέφθειρεν, ἀδιαφθόρου τῆς ἄλλης κατασκευῆς ὑπαρχούσης καὶ μηδὲν μέγα μήτ’ ὠφελεῖν μήτε βλάπτειν δυναμένης, ἴσως ἄν τις οὐδὲν ἧττον εἰς τύχην ἢ εἰς τέχνην ἀνέφερε τὴν αἰτίαν· ἐπεὶ δ’,
15ὅπερ ἐν τῷ μεγέθει τῆς σκωληκοειδοῦς ἐπιφύσεως, τοῦτο κἀν τοῖς ἄλλοις ἐστὶν ἅπασιν, ὅ τι γὰρ ἂν μετα‐ κοσμήσῃς, ἔβλαψας τὴν ἐνέργειαν, ὡς αὐτίκα δὴ μάλα δεδείξεται, πῶς οὐκ ἄν τις ἄτοπος εἴη τῆς φύσεως ἀφαιρούμενος τὴν τέχνην; τά τε γὰρ γλουτία τοσοῦ‐

3

.

682

τόν ἐστιν ὑψηλό‖τερα τοῦ πόρου, ὥστ’ ἀνακυλιομένην ἐπ’ αὐτῶν ὀχεῖσθαι τὴν ἐπίφυσιν, ὅ τε πόρος ὅλος ἐπιμήκης ἐγένετο δι’ οὐδὲν ἀλλ’ 〈ἢ〉 ἵν’ ἡ κίνησις αὐτῆς
πολλὴν ἔχῃ τὴν ἐν τῷ ποσῷ διαφοράν, αἵ τ’ ἐκ πολ‐494 in vol. 1
5λῶν καὶ σμικρῶν πυκναὶ συνθέσεις τὴν αὐτὴν παρέ‐ χονται χρείαν. ἵνα γὰρ ἡ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ κινήσει διαφορὰ παμπόλλη τις ᾖ, πλεί‐ στας αὐτὴν κλάσεις τε καὶ καμπὰς ἴσχειν δυναμένην ἐδημιούργησεν. ἐπεὶ δ’ ἐκ τούτων ἁπάντων εὐκίνη‐
10τός τε καὶ πολυκίνητος ἔμελλεν ἔσεσθαι, καὶ κίνδυνος ἦν κυρτοῖς ἐποχουμένην αὐτὴν τοῖς τῶν γλουτίων νώτοις ἀποκυλισθήσεσθαί ποτ’ ἐκτὸς αὐτῶν καὶ κατα‐ λείψειν τὸν πόρον, ἐτεχνήσατό τινας αὐτῇ πρὸς τὰ γλουτία συνδέσμους ἡ φύσις, οὓς οἱ περὶ τὰς ἀνατο‐
15μὰς δεινοὶ τένοντας ὀνομάζουσιν, ὑφ’ ὧν ἑκατέρωθεν ἐσφιγμένη τε καὶ κατεχομένη πλανᾶσθαι κωλύεται. καὶ μὲν δὴ καὶ σκληρὰν αὐτὴν ἀπειργάσατο δυσπα‐ θείας ἕνεκα, οὐ μὴν εἰς τοσοῦτόν γε σκληράν, ὡς μηκέτ’ ἐγκεφάλου μέρος ὑπάρχειν, ἀλλὰ κἀνταῦθ’

3

.

683

ἀκρι‖βῶς πάνυ μετρήσασα τὴν χρείαν, εἰς ὅσον οἷόν τ’ ἦν ἐγκέφαλον ἔτι μένουσαν αὐτὴν γενέσθαι σκλη‐ ράν, εἰς τοσοῦτον προήγαγεν. ἀλλ’ εἰ καὶ τούτων ἁπάντων ὑπαρχόντων αὐτῇ, τὰς καμπάς, ἃς ἐκ τῆς
5συνθέσεως ἔχει, λοξὰς ἢ εὐθείας ἀπειργάσατο καὶ μή, καθ’ ὃν νῦν εἰσι τρόπον, ἐγκαρσίας, οὐδὲν ἂν αὐτῶν ὄφελος ἦν. οὔτε γὰρ ἂν ἐσφαιροῦτο, καθ’ ὃν εἴρηται τρόπον, εἰ μὴ τὴν εἰς τοὐπίσω φορὰν ἀνακυ‐ λιομένη καμπαῖς ἐγκαρσίαις ἐποιεῖτο, οὔτ’ ἄν, ὡς ἐπι‐
10δέδεικται, κατὰ βραχὺ τὸν πόρον ἀνοιγνύναι τε καὶ
κλείειν ἠδύνατο, ἀλλ’ ἦν ἂν ἄχρηστος ἡ τοσαύτη τε καὶ τοιαύτη κατασκευὴ πάντων τῶν περὶ τὸν πόρον σωμάτων, ἑνὸς τούτου παραλειφθέντος. δῆλον δ’ ἤδη τοῖς γε προσεσχηκόσι τῷ λόγῳ τὸν νοῦν, ὡς, εἰ καὶ495 in vol. 1
15τῶν ἄλλων τι τῶν εἰρημένων μετακοσμηθείη, πολλαχῇ μὲν βλαβῆναι μόνον, ἔστιν ὅπῃ δὲ καὶ τελέως ἀπολέ‐ σθαι συμβήσεται τὴν ἐνέργειαν. ὥστ’ ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν, ὅτῳ τις ἂν ἐπιχειρήσειε τρόπῳ δει‐ κνύναι ταῦτα μὴ οὐ τῆς ἀκριβεστάτης τέχνης ὑπάρ‐
20χειν ἔργα.496 in vol. 1

3

.

684

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΕΝΑΤΟΝ.
1 Ἐπειδὴ τά τε κατὰ τὸν ἐγκέφαλον ἐξηγή‐ μεθα μόρια σύμπαντα καὶ πολλαχόθι τῶν πέριξ ἠναγ‐ κάσθημεν ἐφάψασθαι τῷ λόγῳ φυσικῆς ἀκολουθίας ἐν αὐτοῖς εὑρισκομένης, ὀρθῶς ἂν ἔχοι τῶν ὑπολοίπων
5κατὰ τὴν κεφαλὴν μερῶν ἐν τῷδε τῷ γράμματι τὴν χρείαν εἰπεῖν ἀρξαμένους αὖθις ἐκεῖθεν, ἵναπερ ἐτε‐ λεύτησεν ὁ πρὸ τούτου λόγος. ἓν δέ τι τῆς φύσεως καὶ τοῦτ’ ἔργον ἦν ἐν τοῖς μάλιστα διεσπουδασμένον,

3

.

685

ἐκκαθαίρειν τὰ περιτ‖τώματα τῆς τροφῆς ἐξ ἁπάντων τοῦ σώματος τῶν μορίων, καὶ μᾶλλον εἰ κύρια καθά‐ περ ὁ ἐγκέφαλος ὑπάρχει. τοῦ γὰρ ἐπιρρέοντος αὐτοῖς χυμοῦ τὸ μὲν οὕτως ἐστὶ χρηστόν, ὡς ὁμοιοῦσθαι τῷ
5τρεφομένῳ σώματι, καὶ τοῦτο μὲν ἡ ὄντως ἐστὶ τροφή· τὸ δ’ ἄλλο πᾶν, ὅσον ἄχρι μὲν τοῦ μέλους ἀφίκετο σὺν τῷ χρηστῷ, προστιθεμένου δ’ ἐκείνου διεκρίθη, πόρους ἐπιτηδείους εἰς ἔκκρισιν ἐπιζητεῖ, καὶ εἰ μὴ τυγχάνοι τούτων, ἀθροιζόμενον αὐτόθι τὰ μὲν πρῶτα
10βαρύνει δίκην φορτίου, μετὰ ταῦτα δὲ καὶ τοῖς αὖθις ἐπιρρέουσι χυμοῖς ἐμποδὼν ἵσταται προκατειληφὸς αὐ‐ τῶν τὰς ὁδούς, ὥστ’ οὐδὲ τρέφεσθαι τὸ μέλος ἐπιτρέπει. καὶ ταῦτα μέν ἐστι σμικρά· τὰ δὲ τούτων γε μείζω καὶ ἤδη νόσων ὄργανα δύο ταῦτ’ ἐστίν, οἷ τελευτᾶν ἀνάγκη1 in vol. 2
15τοῖς ἀκαθάρτοις σώμασι. τὸ μέν πού τι παραπλησίως τοῖς λιμώττουσι ζῴοις ἕκαστον τῶν ἀπορούντων οἰκείας τροφῆς μορίων, ὥσπερ ἐκεῖνα βόρβορον ἤ τι τοιοῦτον ἕτερον, οὕτω καὶ ταῦθ’ ὑπ’ ἀνάγκης διὰ τὴν σύμφυ‐ τον ὄρεξιν ἐπισπᾶταί τι κἀξ αὐτῶν τῶν μοχθηρῶν

3

.

686

χυμῶν· τὸ δέ που καὶ ‖ σήπεται τῷ χρόνῳ ταυτὶ τὰ συνεστῶτα περιττώματα καὶ οὕτω δριμύτερά τε καὶ θερμότερα γενόμενα φλεγμονὰς καὶ ἐρυσιπέλατα καὶ ἕρπητας καὶ ἄνθρακας καὶ πυρετοὺς καὶ μυρίων ἄλλων
5ὄχλον ἀποτίκτει νοσημάτων. ἵν’ οὖν μηδὲν τοιοῦτον γίγνοιτο καὶ μάλιστ’ ἐν τοῖς κυρίοις μορίοις, ἱκανὴν ἡ φύσις ἐποιήσατο πρόνοιαν τῆς τῶν περιττωμάτων ἐκκρίσεως. ἀλλ’ ἐπεὶ διττὰ τῷ γένει ταῦτ’ ἐστί, τὰ μὲν οἷον ἀτμώδη τε καὶ καπνώδη σύμφυτον ἔχοντα
10φορὰν τὴν ἄνω, τὰ δ’ οἷον ὑδατώδη τε καὶ ἰλυώδη κάτω καὶ ταῦτ’ ἐξ ἑαυτῶν ῥέποντα, διττοὺς καὶ τοὺς τῆς ἐκκρίσεως αὐτοῖς ἐτέμετο πόρους, τοὺς μὲν τὰ κοῦφα κενώσοντας ἐπὶ τὸ ὑψηλότατον ἀναγαγοῦσα, τοὺς δὲ τὰ βαρέα τε καὶ κάτω ῥέποντα κατάντεις ἐρ‐
15γασαμένη. ἀλλὰ τούτους μὲν πρὸς τῷ κατάντεις εὐρεῖς ἱκανῶς ἐδημιούργησε, μέλλοντάς γε δὴ πολλῶν καὶ παχέων ὑγρῶν οἷον ὀχετούς τινας ἔσεσθαι· τοὺς δ’2 in vol. 2

3

.

687

ἑτέρους αὖ πάλιν οἷον ὀπάς τινας λεπτὰς διετε‖τρήνατο τῇ λεπτότητι τῶν περιττωμάτων ἀναλόγως. ἀλλ’ οἱ μὲν κατάντεις ἐγκεφάλου πόροι διά τε τῆς ὑπερῴας εἰς τὸ στόμα καὶ διὰ τοῦ τῶν ῥινῶν σώματος ἐξερεύ‐
5γονται στόμασιν αἰσθητοῖς καὶ μεγάλοις αἰσθητὰ καὶ παχέα περιττώματα. τὰς δὲ τῆς ἀτμώδους περιττώσεως ἐκκρίσεις οὐκ ἀεὶ σαφῶς ἔστιν ἰδεῖν οὔτε καθ’ ὅλον τὸ σῶμα γιγνομένας οὔτε διὰ τῆς κεφαλῆς, ὡς ἂν ὑπὸ λεπτότητος ἐνίοτε λανθανούσας. ἀλλ’ ἐν μὲν τοῖς
10ὑγροῖς τε καὶ μαλακοῖς τοῦ σώματος μέρεσιν οὐδ’ ἀποτέτακταί τις ἐξαίρετος ὁδὸς οὐδεμιᾷ τῇ τοιαύτῃ κενώσει, πεφυκότος γε δὴ παντὸς ὑγροῦ καὶ μαλακοῦ σώματος εἴκειν μὲν ἑτοίμως καὶ διίστασθαι τοῖς μεθ’ ὁρμῆς ὠκυτέρας δι’ αὐτοῦ φερομένοις, ἀπελθόντων δ’
15αὖθις ἐκείνων συνέρχεσθαί τε καὶ συμφύεσθαι παρα‐ χρῆμα τὴν ἀρχαίαν ἀπολαμβάνον ἕνωσιν· ἐν δὲ τοῖς σκληροῖς σώμασιν, εἰ μὴ πρότερον ὁδός τις παρασκευα‐ σθείη, διεξελθεῖν οὐδὲν δύναται. ταῦτ’ ἄρα κατὰ μὲν αὐτὸν τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας καὶ τὸ περὶ
20τὴν κεφαλὴν δέρμα πόρους ἀφωρισμένους εἰς ἀτμῶν

3

.

688

κένωσιν ‖ οὔτ’ ἀναγκαῖον ὑπάρχειν οὔτ’, εἴπερ ἦσάν τινες, οἷόν τ’ ἦν αὐτοὺς αἰσθήσει διαγνῶναι, φθάνον‐ τάς γε δὴ συνιζάνειν εὐθὺς ἅμα τῷ κενωθῆναι· κατὰ
μέντοι τὸ κρανίον—οὕτω γὰρ ὀνομάζεται τὸ περὶ τὸν3 in vol. 2
5ἐγκέφαλον ὀστοῦν—αἰσθητὰς ὁδοὺς ἡ φύσις ἐτέμετο τοῖς ἀτμώδεσι τούτοις καὶ λιγνυώδεσι περιττώμασιν οὐ μόνον διὰ τὴν εἰρημένην αἰτίαν τὴν κοινὴν ἁπάν‐ των τῶν μορίων, ἀλλὰ καὶ διὰ τὴν ἀπὸ τῆς θέσεως ἰδίαν αὐτῷ προσερχομένην. ὑπέρκειται γὰρ ἁπάντων
10τῶν ἐν τῷ σώματι μελῶν ἡ κεφαλὴ καθάπερ τις ὄρο‐ φος οἴκου θερμοῦ. πάντ’ οὖν ὅσα λιγνυώδη τε καὶ ἀτμώδη περιττώματα τῶν ὑποκειμένων ἀναθεῖ, δεχο‐ μένη ταῦτα δαψιλεστέρας χρῄζει τῆς κενώσεως. ἀλλ’ ἐπεὶ τὸν ἐγκέφαλον ἀναγκαῖον ἦν ἀσφαλεῖ φρουρεῖσθαι
15περιβόλῳ καὶ διὰ τοῦθ’ ἡ φύσις οὐ δέρματι μόνῳ καθάπερ ἐν τοῖς κατὰ τὴν γαστέρα τὴν φυλακὴν ἐπί‐ στευσεν, ἀλλ’ οἷον κράνος τι πρότερον περιέβαλε τὸ πρὸ τοῦ δέρματος ὀστοῦν, οὐ μόνον τῆς δαψιλεστέρας παρὰ τὰ λοιπὰ μόρια κενώσεως, ἀλλ’ οὐδὲ τῆς μετρίας

3

.

689

εὐπορήσειν ‖ ἔμελλεν, εἰ μὴ πολλὰς ἀναπνοὰς αὐτῷ παρεσκεύασεν, ἅμα μὲν σηραγγῶδες ἐργασαμένη τὸ τῆς κεφαλῆς ὀστοῦν, ἅμα δὲ καὶ συνηρθρωμένον ποικίλως ταῖς ὀνομαζομέναις ῥαφαῖς· ἃς εἰ μέν τις οἶδεν, ὁποῖαί
5τινές εἰσιν, ἤδη γιγνώσκει τὸ πᾶν, εἰ δ’ οὐκ οἶδεν, ἑπέσθω τῷ λόγῳ. τῶν συναπτομένων ὀστῶν εἰς γένεσιν ῥαφῆς ἑκάτερον ἐναλλὰξ ἔχει ἐγκειμένην ἐξοχὴν κοιλό‐ τητι· καὶ ἔστιν ἡ μὲν ἐξοχὴ παραπλησία μάλιστα τὸ
σχῆμα τοῖς ἐπὶ τῶν δακτύλων ὄνυξιν, ἡ δ’ αὖ κοιλότης4 in vol. 2
10ἀκριβής ἐστιν ἕδρα τοῦ τοιούτου σχήματος. ἑκάτερον οὖν τῶν ὀστῶν ὑποδεχόμενον ταῖς κοιλότησι τὰς ἐξο‐ χὰς θατέρου τὸ σύμπαν σχῆμα τῆς διαρθρώσεως ὁμοιό‐ τατον ἀπεργάζεται δυοῖν πριόνων ἀντιβαινόντων ἀλλή‐ λοις κατὰ τοὺς ὀδόντας ἀκριβεῖ συνθέσει. καὶ δῆλον,
15ὡς ὑπὲρ ἀσφαλείας τοῦ μή ποτε κινηθὲν σφοδρῶς διαστῆναι τοῦτον ἐκτήσατο τῆς συνθέσεως τὸν τρόπον. οὕτω γοῦν καὶ οἱ τέκτονες συχνοῖς γόμφοις πολλάκις συμπηγνύντες ὄργανά τινα δύσλυτον αὐτῶν ἀπεργά‐

3

.

690

ζονται τὴν ἁρμονίαν· καί ‖ σοι τοῦτο δεύτερον ἂν εἴη παράδειγμα τῆς συντάξεως αὐτῶν ἐπὶ προτέρῳ τῷ τῶν ἀντιβαινόντων ἀλλήλοις πριόνων. καὶ μὴν καὶ τοῖς ἐκ πλειόνων ῥακῶν συνερραμμένοις ἱματίοις εἰκάζων
5τὴν σύνθεσιν οὐκ ἂν ἁμαρτάνοις. ὅθεν οἶμαι καὶ ῥαφὰς αὐτὰς ὠνόμαζον οἱ παλαιοὶ καὶ νῦν ἔτι μένει τοὔνομα. τί δὴ οὖν οὐχ ὥσπερ τὸ κατὰ τὴν ὑπερῴαν ὀστοῦν, οὕτω καὶ τὸ τῆς κεφαλῆς λεπτοῖς τρήμασιν οἷον ὀπαῖς τισι διέτρησεν ἡ φύσις; ἢ διὰ τί ταῖς σή‐
10ραγξιν αὐτοῦ μόναις οὐκ ἠρκέσθη; ὅτι ταύτας μὲν ἀναγκαῖον ἦν ἑκατέρωθεν εἰς λείαν καὶ πυκνὴν ὀστοῦ τελευτῆσαι λεπίδα, μελλούσας γε γειτνιάσειν ἔνδοθεν μὲν ταῖς μήνιγξιν, ἔξωθεν δ’ ὑμένι τῷ περικρανίῳ καλουμένῳ, διαιρεθῆναι δ’ εἰς πλείω τὸ τῆς κεφαλῆς
15ὀστοῦν ἐχρῆν ἑτέρου τινὸς ἕνεκεν, ὡς ἐν τῷ πρὸ τού‐ του δέδεικται γράμματι. εἴπερ οὖν αἱ μὲν σήραγγες ἀκάλυπτοι μείνασαι κατέξυόν τε [ἂν] καὶ διετίτρωσκον
ταῖς τραχύτησι τὰ γειτνιῶντα, τὸ δὲ τὴν ἔξωθεν αὐ‐ τῶν λεπίδα κατατιτράναι περιττὸν ἦν, μέλλουσάν γε5 in vol. 2

3

.

691

διαιρήσειν εἰς πολλὰ τὸ τῆς κεφαλῆς ὀστοῦν, ‖ εὐλόγως ταῖς ῥαφαῖς εἰς διαπνοὴν συνεχρήσατο. βέλτιον γάρ ἐστιν, ὡς πολλάκις ἐπιδέδεικται, δι’ ἐλαττόνων ὀργάνων ἐνεργείας τε καὶ χρείας πλείους ἐπιτελεῖσθαι τοῦ διὰ
5πλειόνων ἐλάττους. ὁ μὲν οὖν πρὸ τούτου λόγος ἐπέ‐ δειξε συνῆφθαι δεῖν τὸν περικράνιον ὑμένα τῇ παχείᾳ μήνιγγι καὶ διὰ τοῦτο χρῆναι γενέσθαι τὰς ῥαφάς· ὁ δὲ δὴ νῦν ἐνεστὼς οὑτοσὶ δευτέραν αὐτῶν ἐξηγεῖται χρείαν. εἴη δ’ ἂν καὶ τρίτη τις ἡ τῶν διεκπιπτόντων
10ἀγγείων τῶν λεπτῶν, οἷς καὶ αὐτοῖς 〈ἂν〉 ἀνάλογον ἐπεποιήκει τρήματα καθάπερ καὶ τοῖς παχέσιν, εἰ μὴ τὴν τῶν ῥαφῶν γένεσιν ἀναγκαίαν ἰδοῦσα συνεχρήσατο αὐτῇ καὶ πρὸς τοῦτο. τὰ μὲν οὖν παχύτερα τῶν αἰ‐ θαλωδῶν περιττωμάτων διὰ τούτων κενοῦται μόνων,
15τοῖς λεπτοτέροις δὲ καὶ αὐτὸ τὸ κρανίον ἐστὶ βάσιμον· ἦν δ’ ἂν καὶ τοῖς παχυτέροις, ὅσον ἐπὶ ταῖς σήραγξιν, εἰ μὴ λείαν ἐχρῆν αὐτοῦ, καθάπερ εἴρηται, τὴν ἑκατέ‐ ρωθεν ἐπιφάνειαν γενέσθαι. Καὶ μὴν δόξειέ γ’ ἂν ἴσως τινὶ μάτην ‖

3

.

692

γεγονέναι σηραγγῶδες τὸ κρανίον οὐδὲν δεομένων τῶν ῥαφῶν διά τε τὸ πλῆθος σφῶν αὐτῶν καὶ τὸ μέγεθος οὐδ’ ὑφ’ ἑνὸς ἄλλου βοηθεῖσθαι πρὸς διαπνοήν. ἐνταῦθ’ οὖν πάλιν τὸ καὶ δι’ ἄλλην τινὰ χρείαν τοι‐
5οῦτον αὐτὸ δεῖν γεγονέναι δεικνύειν ἀναγκαῖον, καίτοι
γ’ ἠπειγόμην ἐπὶ τοὺς τῶν παχέων περιττωμάτων ἐκ‐ κριτικοὺς πόρους ἤδη μεταβαίνειν, ἵνα μὴ μακρὸς ὁ προκείμενος γίγνοιτο λόγος ὑπὸ τῶν ἑκάστοτε παρεμ‐ πιπτόντων αὐτῷ. τοῦτ’ οὖν ἔτι μόνον προσθεὶς ἐπὶ6 in vol. 2
10τὸ προκείμενον αὖθις ἐπάνειμι. εἰ μὲν δὴ πυκνὸν ἅμα καὶ λεπτὸν ἐποίησε τὸ ἄνωθεν ὀστοῦν ἅπαν ἡ φύσις, οὐδὲν ἂν οὕτω γε πλέον εἰς ἀσφάλειαν ἦν τοῖς ὑποκειμένοις τῶν τιτρωσκόντων αὐτὸ ῥᾳδίως εἴσω διι‐ κνεῖσθαι δυναμένων διὰ τὴν τῆς ὁδοῦ βραχύτητα· εἰ
15δ’ ἅμα πυκνὸν καὶ παχύ, ἄχθος ἂν ἦν ἅπαντι τῷ ζῴῳ, καθάπερ εἰ καὶ νῦν τις ἐπιδήσας τῇ κεφαλῇ βάρος ὁτιοῦν ἀφαιροίη μηδέποτε. λοιπὸν οὖν ἔτι τὸ τρίτον ἦν, μήτε λεπτὸν μήτε πυκνόν, ἀλλὰ παχὺ μέν, ἀραιὸν

3

.

693

δὲ καὶ σηραγγῶδες ἐργάσασθαι. οὕτω γὰρ οὔτε ‖ βα‐ ρύνειν ἔμελλεν οὔτε τὴν ἐπὶ τὸν ἐγκέφαλον ὁδὸν τῶν τιτρωσκόντων αὐτὸ βραχεῖαν ἀπεργάσασθαι. καὶ δὴ τοιοῦτον γέγονε διά τε ταῦτα τὰ νῦν λεχθέντα καί τι
5καὶ τῆς διαπνοῆς ἕνεκα. Πάλιν οὖν ὁ λόγος ἐπὶ τὸ λοιπὸν γένος τῶν ἐκκαθαιρόντων τὸν ἐγκέφαλον πόρων ἐπανελθὼν ἐξηγείσθω τὴν ἐν τούτοις τέχνην τῆς φύσεως. ἀλλὰ περὶ μὲν τῶν δύο τῶν εἰς τὰς ῥῖνας ἡκόντων ἐν τῷ
10πρὸ τούτου δεδήλωται γράμματι. τῶν δ’ ἄλλων δυοῖν τῶν εἰς τὴν ὑπερῴαν καθηκόντων ὁ μὲν ἐκ τοῦ πυ‐ θμένος τῆς μέσης κατὰ τὸν ἐγκέφαλον κοιλίας ὁρμη‐ θεὶς εἰς τὸ κάταντες φέρεται, ὁ δ’ ὑπόλοιπος ἄρχεται
μὲν ἀπὸ τοῦ συνάπτοντος πόρου τὸν ἐγκέφαλον τῇ7 in vol. 2
15παρεγκεφαλίδι, φέρεται δ’ ἐπὶ τὸν ἕτερον εἰς τὸ κάτω λοξός. ἡνίκα δ’ ἂν πρῶτον εἰς ταὐτὸν ἀλλήλοις ἀφί‐ κωνται, δέχεταί τις ἀμφοτέρους χώρα κοινὴ κοίλη καὶ κατάντης. κύκλος μὲν ἀκριβής ἐστιν αὐτῆς τὸ ἄνω χεῖλος· ἐντεῦθεν δ’ ἀεὶ καὶ μᾶλλον στενουμένη κατα‐
20φύεται εἰς ὑποκείμενον ἀδένα πεπλατυσμένῃ σφαίρᾳ

3

.

694

παραπλή‖σιον, αἰσθητὴν ἔχοντα καὶ αὐτὸν κοιλίαν. ἐκδέχεται δὲ τοῦτον ἠθμῷ τινι προσεοικὸς ὀστοῦν εἰς τὴν ὑπερῴαν περαῖνον. αὕτη μὲν ἡ τῶν παχέων πε‐ ριττωμάτων ὁδός. ἡ χρεία δ’ ἑκάστου τῶν κατ’ αὐτὴν
5ὀργάνων δήλη μὲν ἤδη, κἂν ἐγὼ μὴ λέγω, ἀλλὰ γὰρ μηδὲν ἐπιδεὲς ἔστω τοῦ λόγου. ἡ μὲν ὑποδεχομένη τοὺς πόρους κοιλότης, ἣν οἱ μὲν ἀπὸ τοῦ σχήματος πύελον, οἱ δ’ ἀπὸ τῆς χρείας χοάνην ὀνομάζουσιν, ἐκ μὲν τῶν ἄνω μερῶν οἷον δεξαμενῆς τινος ἐπέχει χρείαν·
10ἐκ δὲ τῶν κάτω, καθάπερ αὐτὸ τοὔνομα ἐνδείκνυται, χοάνην μεμίμηται· διατέτρηται γὰρ εἰς τὸ κάταντες αἰσθητῷ πόρῳ μέχρι τῆς κατὰ τὸν ἀδένα κοιλίας. ἐπεὶ δ’ ἄνωθεν μὲν αὐτὴν ἐχρῆν αὐτῷ τῷ ἐγκεφάλῳ συνῆ‐ φθαι, κάτωθεν δ’ εἰς τὸν ἀδένα καταφύεσθαι, δεόντως
15ὑμενώδης ἐγένετο. περιέχοντος δὲ καὶ αὐτὸν τὸν ἐγ‐ κέφαλον ὑμένος λεπτοῦ, τῆς χοριοειδοῦς μήνιγγος, οὐκ ἦν εὔλογον ἄλλον τινὰ σύνδεσμον αὐτῇ ζητεῖν πρὸς τὸν ἐγκέφαλον. δεόντως οὖν μοῖρά τις ἀπὸ τῆς μή‐

3

.

695

νιγγος ταύτης ἀποταθεῖσα τὸ σῶμα τῆς πυέλου ‖ συνε‐ στήσατο. περὶ δὲ τῆς κατὰ τὸν ἐκδεχόμενον αὐτὴν ἀδένα χρείας, ὅτι μὲν διηθεῖ τὰ περιττώματα, πρόδη‐ λον καὶ οὐδὲν τοῦτο μέγα τοῖς ἀνατομικοῖς ἔγνωσται.8 in vol. 2
5διὰ τί δ’ οὐκ εὐθὺς ἐκ τῆς χοάνης ἐκπίπτει τοῖς κατὰ τὴν ὑπερῴαν τρήμασιν, ἄξιον ὂν ζητεῖσθαι, παραλεί‐ πουσιν, ὥσπερ οὖν καὶ περὶ τῶν κατὰ τὰς ῥῖνας ἠθμοειδῶν ὀστῶν. οὐ γὰρ οὖν οὐδ’ ἐκεῖνα τίνος ἕνεκα γέγονεν, εἴρηται πρὸς αὐτῶν, ἀλλ’ αὐτὸ δὴ τοῦτο
10μόνον, ὡς ἠθεῖ τὰ περιττώματα, λέγοντες ἱκανὸν εἶναι νομίζουσιν· ὅτι δ’ ἄμεινον ἦν αὐτοῖς ἠθεῖσθαι καὶ οὐκ εὐθὺς ἐκπίπτειν, παντελῶς παραλελοίπασιν. ἀλλ’ ἡμεῖς γε αὐτὸ τοῦτο πρόσθεν ἐδείξαμεν καὶ ὡς οὐκ ἠθμοειδῆ βέλτιον, ἀλλὰ σπογγοειδῆ καλεῖν αὐτά, καὶ
15ὡς Ἱπποκράτης οὕτως εἴκαζε. κατὰ μὲν οὖν τὰς ῥῖνας ἑτοιμοτέρας οὔσης τῆς βλάβης μεγάλα τε γέγονε τὰ προβλήματα ταῦτα καὶ ὀστέϊνα καὶ μέχρι πλείστου παρήκοντα· κατὰ δὲ τὴν ὑπερῴαν, ὡς ἂν εἰς τὸ στόμα περαινόντων τῶν τρημάτων καὶ προσέτι καλυφθησο‐

3

.

696

μένων ἔνδοθεν ὑμένι παχεῖ, ‖ μεγάλων οὐκ ἔδει τῶν στεγασμάτων, ἀλλ’ ἤρκει τὰ τρία ταῦτα, ὅ τ’ ἀδὴν καὶ τὸ ὀστοῦν καὶ ὁ ὑμήν. ὅτι δ’ ἐκτὸς ἤδη τῆς παχείας μήνιγγός ἐστιν ὁ ἀδὴν οὗτος, οἶμαι δῆλον
5εἶναι, κἂν ἐγὼ μὴ λέγω, καὶ ὡς τοσοῦτόν γε τὸ διά‐ στημά ἐστι τοῦ κατὰ τὴν ὑπερῴαν ὀστοῦ πρὸς τὴν μήνιγγα, ὅσονπερ καὶ τὸ τοῦ ἀδένος βάθος. καὶ τοί‐
νυν εὔλογον ἂν εἴη λέγειν ἤδη, τίνα ποθ’ ἡ φύσις ἐν ταύτῃ τῇ χώρᾳ κατέθετο σώματα. ὅτι μὲν γὰρ9 in vol. 2
10ἁπασῶν ἐστιν ἀσφαλεστάτη τῶν καθ’ ὅλον τοῦ ζῴου τὸ σῶμα, πρόδηλον, ἄνωθεν μὲν ὑπερκειμένου τοῦ τ’ ἐγκεφάλου παντὸς καὶ τοῦ κρανίου, κάτωθεν δὲ τοῦ τε κατὰ τὴν ὑπερῴαν ὀστοῦ καὶ τοῦ στόματος, ὥστε φθάσειεν ἂν ἀποθανεῖν πολλάκις τὸ ζῷον, εἰ οἷόν τε,
15πρὶν ἀφικέσθαι τινὰ βλάβην ἀπὸ τῶν ἔξωθεν προσ‐ πιπτόντων εἰς ταῦτα τὰ μέρη. Τὸ δὴ καλούμενον ὑπὸ τῶν ἀνατομικῶν δικτυοειδὲς πλέγμα μέγιστον θαῦμα τῶν ἐνταυθοῖ τέ‐ τακται, περιλαμβάνον μὲν ἐν κύκλῳ καὶ αὐτὸν τὸν
20ἀδένα, παρῆκον δὲ καὶ εἰς τοὐπίσω μέχρι πλείστου.

3

.

697

πᾶσα γὰρ ‖ ὀλίγου δεῖν ἡ τοῦ ἐγκεφάλου βάσις ὑπο‐ τεταγμένον ἔχει τοῦτο τὸ πλέγμα. ἔστι δ’ οὐχ ἁπλοῦν τὸ δίκτυον, ἀλλ’ ὡς εἰ καὶ ταῦτα τὰ δίκτυα τῶν ἁλιέων πλείω λαβὼν ἐπ’ ἀλλήλοις ἐκτείναις. πρόσεστι
5δὲ τῷ τῆς φύσεως ἐκείνῳ δικτύῳ τὸ τὰς ἐπιβολὰς ἀεὶ θατέρου συνῆφθαι θατέρῳ καὶ μὴ δύνασθαι μόνον ἓν ὁτιοῦν λαβεῖν ἐξ αὐτῶν· ἕπεται γὰρ καὶ τἄλλα τῷ ληφθέντι κατὰ στοῖχον ἁπάντων ἑξῆς ἀλλήλοις συνημ‐ μένων. οὐ μὴν οὐδὲ τῇ λεπτότητι τῶν συντεθέντων
10οὐδὲ τῇ πυκνότητι τῆς συνθέσεως ἔχοις ἂν αὐτῷ πα‐ ραβαλεῖν οὐδὲν τῶν ἀνθρωπείων τούτων δικτύων. οὐ μὴν οὐδ’ ἐξ ὕλης τῆς ἐπιτυχούσης γέγονεν, ἀλλὰ τῶν
ἀπὸ τῆς καρδίας ἐπὶ τὴν κεφαλὴν ἀναφερομένων ἀρ‐ τηριῶν τὴν μὲν μεγίστην μοῖραν ὕλην ἡ φύσις ὑπε‐10 in vol. 2
15βάλετο τῷ θαυμαστῷ τούτῳ πλοκάνῳ. βραχεῖαι γάρ τινες αὐτῶν ἀποβλαστήσεις εἴς τε τὸν τράχηλον καὶ τὸ πρόσωπον καὶ τἀκτὸς τῆς κεφαλῆς ἀπεχώρησαν μόρια. τὸ δ’ ἄλλο πᾶν ὄρθιον, ὥσπερ ἐξ ἀρχῆς ἐγέ‐ νετο, διά τε τοῦ θώρακος καὶ τοῦ τραχήλου πρὸς τὴν
20κεφαλὴν ἀναφερόμενον ὑπεδέξατο μὲν εὐμενῶς ἡ ταύτῃ ‖

3

.

698

μοῖρα τοῦ κρανίου καὶ διατρηθεῖσα παρέπεμψεν ἀλύ‐ πως εἴσω τῆς κεφαλῆς· ὑπεδέχετο δὲ καὶ ἡ μῆνιγξ ἡ παχεῖα καὶ κατ’ εὐθὺ τῆς ἐκείνων ὁρμῆς ἤδη διετέ‐ τρητο· καὶ δόκησις ἦν ἐκ τούτων ἁπάντων ἐπείγεσθαι
5πρὸς τὸν ἐγκέφαλον αὐτάς. ἀλλ’ οὐκ ἄρα τοῦθ’ οὕτως εἶχεν. ὑπερβᾶσαι γὰρ τὸ κρανίον ἐν τῇ μεταξὺ χώρᾳ τούτου τε καὶ τῆς παχείας μήνιγγος πρῶτα μὲν ἐσχί‐ σθησαν εἰς πολλὰς πάνυ σμικρὰς καὶ λεπτὰς ἀρτηρίας, ἑξῆς δὲ τὸ μέν τι πρόσω τῆς κεφαλῆς, τὸ δ’ ὀπίσω,
10τὸ δ’ εἰς ἀριστερά, τὸ δ’ εἰς δεξιὰ δι’ ἀλλήλων φερό‐ μεναί τε καὶ περιπλεκόμεναι πάλιν ἑτέραν δόκησιν ἐναντίαν παρέσχον, ὡς ἐπελάθοντο τῆς ἐπὶ τὸν ἐγκέ‐ φαλον ὁδοῦ. ἀλλ’ οὐκ ἄρ’ οὐδὲ τοῦτ’ ἀληθὲς ἦν. αὖθις γὰρ ἐκ τῶν πολλῶν ἐκείνων ἀρτηριῶν ὥσπερ
15ἐκ ῥιζῶν εἰς πρέμνα τῆς συναγωγῆς γενηθείσης ἐξέφυ ζεῦγος ἀρτηριῶν ἕτερον ἴσον τῷ κατ’ ἀρχὰς ἀνιόντι καὶ οὕτως ἤδη διὰ τῶν τῆς παχείας μήνιγγος τρημά‐ των εἰς τὸν ἐγκέφαλον ἔδυ. τί δὴ τοῦτ’ ἔστι τὸ

3

.

699

θαῦμα καὶ τίνος ἕνεκα ‖ πρὸς τῆς μηδὲν εἰκῇ δημιουρ‐ γούσης ἐγένετο φύσεως; εἰ τῶν, ὁπότ’ ἐξηγούμεθα τά θ’ Ἱπποκράτους καὶ Πλάτωνος δόγματα, λελεγμένων τε καὶ ἀποδεδειγμένων ἀναμνησθείης, ἐκείνοις τ’ ἂν11 in vol. 2
5κἀνθένδε πίστιν οὐ σμικρὰν πορίσαιο καὶ τὴν χρείαν ῥᾳδίως ἐξευρήσεις τούτου τοῦ πλέγματος. ἔνθα γὰρ ἀκριβῶς κατεργάσασθαι τὴν ὕλην ἡ φύσις βούλεται, πολυχρόνιον αὐτῇ διατριβὴν ἐν τοῖς τῆς πέψεως ὀργά‐ νοις παρασκευάζει. δέδεικται μὲν οὖν καὶ αὐτὸ τοῦτ’
10ἐν ἑτέροις ἤδη πλείοσιν· εἰς δὲ τὰ παρόντα τῆς κιρ‐ σοειδοῦς ἕλικος, ἐν ᾗ τὸ πρὸς τὴν τοῦ σπέρματος γένεσιν ἐπιτήδειον αἷμα καὶ πνεῦμα παρασκευάζεται, μνημονεύσασιν ἡμῖν ἀποχρήσει παράδειγμα ποιῆσαί τι πρὸς τὰ παρόντα. φλέβες γὰρ ἐν ἐκείνῃ καὶ ἀρτηρίαι
15πολυειδῶς ἑλίττονται κατὰ μὲν τὰ πρῶτα μέρη τῶν ἑλίκων εἰλικρινὲς αἷμα περιέχουσαι· κατὰ δ’ αὖ τὰ τελευταῖα τὰ πρὸς αὐτοῖς τοῖς ὄρχεσιν οὐκέτ’ ἐρυθρὸς ἀκριβῶς, ἀλλ’ ἤδη λευκότερός πώς ἐστιν ὁ ἐν αὐταῖς περιεχόμενος χυμὸς ὀλίγον ἔτι δεόμενος εἰς συμπλή‐
20ρωσιν οὐσίας σπέρματος, ὃ παρὰ τῶν ὄρχεων αὐτῶν

3

.

700

προς‖λαμβάνει. ἀλλ’ ὅσῳ τὸ κατὰ τὸν ἐγκέφαλον πνεῦμα ψυχικὸν ἀκριβεστέρας ἐδεῖτο κατεργασίας τῆς τοῦ σπέρματος, τοσούτῳ καὶ τὸ δικτυοειδὲς πλέγμα τοῦ κιρσοειδοῦς πολυπλοκώτερον ἐγένετο. καλῶς οὖν
5ἐν ἐκείνοις ἀπεδείκνυτο τοῖς ὑπομνήμασιν ἡ γένεσις
τοῦ κατὰ τὸν ἐγκέφαλον πνεύματος ψυχικοῦ τὸ διὰ τῶν ἀρτηριῶν ἀναφερόμενον τὸ ζωτικὸν ὕλην οἰκείαν ἔχειν. ὅπερ δὲ καὶ κατὰ τὴν ἀρχὴν ἐλέχθη τῆς ὅλης πραγματείας, εἰρήσεται καὶ νῦν, ὡς οὐκ ἐνδέχεται12 in vol. 2
10καλῶς οὐδεμίαν εὑρεῖν χρείαν οὐδενὸς μορίου μὴ πολὺ πρότερον ἀκριβῶς εἰδότα τὴν τοῦ παντὸς ἐνέργειαν ὀργάνου. τὰς μὲν οὖν ἀποδείξεις τοῦ τὴν λογιστικὴν ψυχὴν οἰκεῖν ἐν ἐγκεφάλῳ καὶ κατὰ τοῦθ’ ἡμᾶς τὸ μόριον λογίζεσθαι καὶ πνεῦμα ψυχικὸν ἐν αὐτῷ περιέ‐
15χεσθαι πάμπολυ, τὴν ἰδιότητα τῆς ποιότητος ἐκ τῆς ἐν ἑαυτῷ κατεργασίας κτώμενον, ἐν ἐκείνοις τοῖς ὑπο‐ μνήμασιν εἰρήκαμεν. ἐνταυθοῖ δὲ τά τ’ ἄλλα τῆς κατασκευῆς αὐτοῦ καὶ τὸ δικτυοειδὲς πλέγμα θαυμα‐ στῶς ὁμολογεῖν φαίνεται τοῖς ὀρθῶς ἀποδεδειγμένοις.
20ὅ τε γὰρ ὅλος ἐγκέφαλος ὑπὸ τούτων τῶν ἀρτηριῶν

3

.

701

διαπλέ‖κεται πολυειδῶς σχισθεισῶν καὶ πολλαὶ τῶν ἀποσχίδων εἰς τὰς κοιλίας αὐτοῦ τελευτῶσιν, ὥσπερ οὖν καὶ τῶν ἐκ τῆς κορυφῆς κατιουσῶν φλεβῶν. ἐξ ἐναντίων μὲν γὰρ τόπων ἐμβάλλουσι ταῖς ἀρτηρίαις,
5εἰς ἅπαντα δ’ ὡσαύτως αὐτοῦ τὰ μόρια διανέμονται, τά τ’ ἄλλα καὶ [κατ’] αὐτὰς τὰς κοιλίας. ἀλλ’ ὥσπερ εἰς τὴν γαστέρα καὶ τὰ ἔντερα καθήκουσιν ἀρτηρίαι τε καὶ φλέβες πάμπολλαι, χολὴν μὲν καὶ φλέγμα καί τινας ἑτέρας τοιαύτας ὑγρότητας εἰς τὴν ἐκτὸς εὐρυ‐
10χωρίαν ἀποχέουσαι, στέγουσαι δ’ ἐντὸς ἑαυτῶν τό θ’ αἷμα καὶ τὸ πνεῦμα τὸ ζωτικόν, οὕτως εἰς τὰς κατὰ
τὸν ἐγκέφαλον κοιλίας αἱ μὲν φλέβες ὡσαύτως ἐκκρί‐ νουσι μὲν τὰ περιττώματα, τὸ δ’ αἷμα κατέχουσιν, αἱ δ’ ἀρτηρίαι τὸ πνεῦμα καὶ μάλιστα πάντων ἀναπνέου‐13 in vol. 2
15σιν. αὗται μὲν γὰρ ἐκ τῶν κάτωθεν ἀναφέρονται μερῶν, αἱ φλέβες δ’ ἐκ τῆς κορυφῆς εἰς αὐτὸν καθή‐ κουσι προνοησαμένης καὶ τοῦτο θαυμαστῶς τῆς φύ‐ σεως, ἵν’ αἱ διεκπίπτουσαι τῶν κατ’ αὐτὰς στομάτων οὐσίαι διεξέρχωνται τὸν ὅλον ἐγκέφαλον. ἔστ’ ἂν μὲν

3

.

702

γὰρ ἐν αὐτοῖς τοῖς ἀγγείοις ὦσι περιεχόμεναι, ‖ πάντη τοῦ σώματος ἅμ’ ἐκείνοις ἴασιν· ἐπειδὰν δ’ ἅπαξ αὐ‐ τῶν ἐκπέσωσι, κατὰ τὴν οἰκείαν ἑκατέρα φέρεται ῥο‐ πήν, ἄνω μὲν ἡ κούφη τε καὶ λεπτή, κάτω δ’ ἡ παχεῖά
5τε καὶ βαρεῖα. τῶν μὲν οὖν εἰς τὰ κατὰ τὴν κοιλίαν μόρια περαινουσῶν ἀρτηριῶν κατάντη τὴν θέσιν ἐχου‐ σῶν οὐδὲν εἰς τὴν ὑποδεχομένην εὐρυχωρίαν ἐκπίπτει πνεῦμα, πλὴν ὅσον ἂν ὑπ’ αὐτῆς τῶν ἀγγείων τῆς ἐνεργείας προωθῆταί ποτε. τῶν δ’ εἰς τὸν ἐγκέφαλον
10ἀνάντης μὲν ἡ θέσις, ἐκρεῖ δ’ ἀεὶ τὸ καλῶς κατειρ‐ γασμένον ἐν τῷ δικτυοειδεῖ πλέγματι, τοσοῦτον ἑκά‐ στοτε ἐπιφερόμενον, ὅσον ἂν αἱ κατ’ αὐτὸ προπέμπωσιν ἀρτηρίαι. οὐ γὰρ δὴ καὶ ταύτας γε δύναται ταχέως διεξελθεῖν, ἀλλ’ ἴσχεται κατά τε τὰς ἄνωθεν κάτω καὶ
15τὰς εἰς τὸ πλάγιον ἐπιστροφάς τε καὶ καμπὰς πολλάς τε καὶ πολυειδεῖς οὔσας παντοίως ἀλώμενον. ὥστ’ ἐν ταύταις μὲν χρόνῳ παμπόλλῳ μένον κατεργάζεται, τὸ κατεργασθὲν δ’ εὐθέως ἐμπίπτει ταῖς κοιλίαις τοῦ
ἐγκεφάλου. οὔτε γὰρ τοῦτ’ ἔτι μέλλειν ἐχρῆν οὔτε τὸ14 in vol. 2
20ἀκατέργαστον ἤδη φθάνειν. καὶ οὐχὶ κατὰ τὰς κοιλίας

3

.

703

μὲν ‖ αὐτὰς μόνον, οὐχὶ δέ γε καὶ καθ’ ὅλον οὕτω συνέφερεν ἔχειν τὸν ἐγκέφαλον, ἀλλὰ καὶ κατὰ τοῦτον οὐδὲν ἧττον. ὅσα μὲν γὰρ αὐτοῦ μέρη τῆς διαζων‐ νυούσης μήνιγγος ψαύει, ταῦτα μὲν ἐξ αὐτῶν τῶν
5κατ’ ἐκείνην ἀγγείων ἀρύεται τὴν οἰκείαν τροφήν· ὅσα δ’ ἂν ἀπωτέρω κείμενα τυγχάνῃ, ταῖς τῶν ὑλῶν βοηθεῖ‐ ται ῥοπαῖς. ἔχει μὲν γὰρ καὶ δύναμιν ἅπαντα τὰ ἐν τῷ σώματι μόρια τῆς οἰκείας ὕλης ἑλκτικήν, ἀλλ’ οὐ πόρρωθεν οὐδὲ διὰ μακροῦ δύναται τοῦτο δρᾶν, εἰ
10μή τις αὐτοῖς ἑτέρα προσγίγνεται παρὰ τῶν ἔξωθεν ἐπικουρία. ταύτης οὖν ἐν ἐγκεφάλῳ μάλιστα τῆς βοη‐ θείας ἡ φύσις προὐνοήσατο, πρῶτον μέν, ὅτι κυριώ‐ τατος ἦν ἁπάντων, ἔπειτα δ’, ὅτι μεγάλα τὰ μεταξὺ τῶν ἀγγείων ἔσχε διαστήματα, καὶ τρίτον, ὅτι διὰ
15μαλακότητα καὶ μετριότητα θερμασίας ἧττον ἕλκειν ἠδύνατο· καὶ γὰρ συντονίας πλείονος δεῖ τοῖς ἕλξουσι καὶ θερμασίας. Καλῶς οὖν ἂν ἔχοι κἀνταῦθα βραχὺ τὸν λόγον ἐπιστήσαντας ἀναμνησθῆναι πασῶν τῶν κατὰ

3

.

704

τὸ ‖ σῶμα φλεβῶν καὶ ἀρτηριῶν, ὅπως εἰς ἅπαντα τὰ μόρια τὰ δεόμενα τῶν ἀγγείων ἀμφοτέρων ἐμφύονται, ἐγγὺς ἀλλήλων καὶ πλησίον οὕτω πολλάκις, ὥστε καὶ ψαύειν 〈ἀλλήλων〉 τὰς εἰς κοιλίαν καὶ νῆστιν καὶ πᾶν
5τὸ λεπτὸν ἔντερον καὶ τὸ κόλον. ἀναμνησθῶμεν δ’
αὐτῶν πρῶτον, ἑξῆς δ’ αὐτῶν τῶν καθ’ ἧπαρ καὶ πνεύμονα καὶ νεφροὺς καὶ κύστιν καὶ μήτραν καὶ σπλῆνα καὶ αὐτὴν τὴν καρδίαν, εἶτα τῶν κατὰ τὰς ὠμοπλάτας καὶ θώρακα καὶ χεῖρας καὶ σκέλη μνημο‐15 in vol. 2
10νεύσωμεν, ὡς ἐν ἅπασι τούτοις οὐκ ἐκ μὲν τῶν κάτω‐ θεν μερῶν ἡ φλέψ, ἐκ δὲ τῶν ἄνωθεν ἡ ἀρτηρία, οὐδ’ ἐκ μὲν τῶν δεξιῶν θάτερον ἀγγεῖον, ἐκ δὲ τῶν ἀριστερῶν θάτερον ἐνέφυ, οὐδ’ αὖ τὸ μὲν ἔμπροσθεν, τὸ δ’ ὄπισθεν, οὐδ’ ἐκ μὲν τῶν αὐτῶν μερῶν πάμπολυ
15δὲ διεστηκότων, ἀλλ’ ἐν ἅπασι τούτοις οὕτω πλησίον, ὥστε καὶ ψαύειν ἀλλήλων καὶ ἀεὶ κατὰ τῆς ἀρτηρίας ἐπικεῖσθαι τὴν φλέβα, κατὰ δέ γε τὸν ἐγκέφαλον ὅτι βέλτιον ἦν ἐκ διαφερόντων χωρίων, μᾶλλον δ’ ἐναν‐

3

.

705

τίων πάντη τὴν εἰς αὐτὸν ‖ ποιήσασθαι κατάφυσιν· οὐκ ἄρα θαυμάσομεν τὴν πρόνοιαν τοῦ δημιουργοῦ μέχρι μὲν αὐτῆς τῆς κεφαλῆς ἀπὸ τῆς καρδίας διὰ τοῦ θώρακός τε καὶ παντὸς τοῦ τραχήλου τὰς φλέβας
5ἅμα ταῖς ἀρτηρίαις ἀναγαγόντος, ἐντεῦθεν δὲ τὰς μὲν ἀρτηρίας ἐπὶ τὸ δικτυοειδὲς πλέγμα, τὰς φλέβας δ’ ἐπ’ ἄκραν τὴν κορυφὴν τῆς κεφαλῆς ἀναγαγόντος, οὐδὲ ταύτας ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς ἀσφαλείας, ὡς ἂν εἰς μέγα διαφερούσας τῷ ζῴῳ; κατὰ γὰρ τὸ
10τῶν τρεφομένων μορίων ἀξίωμα καὶ ἡ τῶν τρεφουσῶν αὐτὰ φλεβῶν ὑπεροχὴ κρίνεται. ταύτας οὖν τὰς φλέ‐ βας εἰ μὲν ἔξωθεν τοῦ κρανίου μέχρι τῆς κορυφῆς ἤγαγεν ὑπὸ τοῦ δέρματος μόνου καλυπτομένας, οὕτω μὲν οὐδ’ ἂν γνωρίζειν αὐτῶν ἐδόκει τὴν ὑπεροχήν·
15εἰ δ’ ἔνδοθεν μέν, ἀλλ’ εὐθέως τὴν παχεῖαν μήνιγγα
διεκπιπτούσας, ἀσφαλὴς μὲν ἂν οὕτω γε ἡ ὁδὸς αὐ‐ ταῖς, ὅσον ἐπὶ τοῖς ἔξωθεν λυπήσουσιν, ἐγένετο, καθ’ ἕτερον δ’ αὖ τρόπον οὐκ ἀσφαλής. οὔτε γὰρ ἄνευ συνδέσμων ἐπ’ αὐτοῦ μόνον ὀχουμένας τοῦ ἐγκεφάλου,16 in vol. 2
20περιφεροῦς τὸ σχῆμα καὶ μαλακοῦ τὴν σύστασιν ὑπάρ‐

3

.

706

χοντος, ‖ οἷόν τ’ ἦν ἀβλαβῶς αὐτὰς ἀνιέναι οὔθ’ ἡ λεπτὴ μῆνιγξ ἱκανὸς ἦν δεσμὸς οὕτω μεγάλαις φλεψίν. ἀλλ’ οὐδέ, τὸ λοιπὸν ἔτι καὶ τρίτον, εἴσω μὲν ἐχρῆν τοῦ κρανίου παραγαγεῖν, διὰ δὲ τῆς ἐν τῷ μέσῳ χώρας
5τοῦ τ’ ὀστοῦ καὶ τῆς παχείας μήνιγγος ἐπὶ τὴν κορυ‐ φὴν ἀναγαγεῖν αὐτάς· ἐπόνουν γὰρ ἂν οὕτω γε κατὰ τὰς κινήσεις προσκόπτουσαι τῷ κρανίῳ, ἢ ἐχρῆν κἀν‐ ταῦθα προπαρασκευάσαι τινὰ χιτῶνα σκληρὸν ἐν τῷ μεταξὺ τῶν τε φλεβῶν καὶ τοῦ κρανίου, οἷόσπερ καὶ
10φαίνεται κατὰ πάσας τῶν ὀστῶν τὰς διατρήσεις. καὶ πάντως, εἴπερ μηδεμίαν ἄλλην εὐμηχανωτέραν αὐταῖς ἐξεύρισκεν ἀσφάλειαν, ἐπὶ τοῦτ’ ἂν ἧκεν ἡ φύσις, ὡς ἐξ ὧν τεχνᾶται καὶ κατὰ τὰς διὰ τῶν ὀστῶν ὁδοὺς ἐνδείκνυται. ἀλλὰ γὰρ εὐμηχάνου δημιουργοῦ μέγιστον
15δεῖγμα, καθάπερ ἤδη πολλάκις ἔμπροσθεν εἴρηται, τὸ συγχρῆσθαι τοῖς ἑτέρου τινὸς ἕνεκα γεγονόσι καὶ πρὸς ἄλλας χρείας καὶ μὴ ζητεῖν καθ’ ἑκάστην αὐτῶν ἴδιον ἐργάσασθαι μόριον. οὔσης οὖν αὐτόθι τῆς παχείας

3

.

707

μήνιγγος οὐκ ᾤετο χρῆναι κατασκευά‖ζειν ἕτερον χι‐ τῶνα, δυναμένης γε ταύτης διπλωθῆναί τε καὶ εἰς
μέσην ἑαυτὴν ὑποδέξασθαι τὰς φλέβας. ἆρ’ οὖν τοῦτο μόνον εὐμηχάνως; ἢ καὶ τούτου μᾶλλον ἔτι τὸ μηδ’17 in vol. 2
5αὐτὴν τὴν διπλόην ταύτην εἰς ἓν τοῦτο μόνον εἶναι χρηστήν, ἀλλ’ ἐπεὶ τὸν ἐγκέφαλον ἐχρῆν διορίζεσθαι τῆς παρεγκεφαλίδος, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται λόγῳ, κατ’ αὐτὴν μάλιστα τεθῆναι τὴν χώραν, ἅμα μὲν ὁδὸν τοῖς ἀγγείοις ἀσφαλῆ γενησομένην, ἅμα δ’
10ἑκατέρῳ τῷ μέρει τῷ μὲν τὸν ἐγκέφαλον τῷ δὲ τὴν παρεγκεφαλίδα περιληψομένην; ἆρ’ οὖν ἔτι καὶ τῆς τρίτης εὐμηχανίας ἡδέως ἂν ἐπακούσαις, ὁποίαν ὁ δη‐ μιουργὸς ἡμῶν ἐπὶ τῇ διπλώσει ταύτῃ προσεξεῦρεν; ἐπειδὴ γὰρ συνδεῖσθαι τὴν παχεῖαν ἐχρῆν μήνιγγα τῷ
15κρανίῳ, καθάπερ καὶ τοῦτ’ ἐν τῷ πρὸ τούτου δέδει‐ κται λόγῳ, πολὺ βέλτιον ἦν εἰς ἀσφάλειαν αὐτῇ τε τῇ μήνιγγι καὶ τοῖς ὑποκειμένοις μορίοις, ἔνθα παχυτέρα γίγνεται διπλουμένη, τοὺς δεσμοὺς αὐτῆς ἐκφῦναι. ἀλλ’ ἐπεὶ διὰ τῶν ῥαφῶν ἐχρῆν τούτους ἐκφύεσθαι

3

.

708

—δέδεικται γὰρ καὶ τοῦτο—‖ κατὰ λόγον ἐπέθηκεν ἐνταυθοῖ τὴν λαβδοειδῆ καλουμένην ῥαφήν. Ἐπεὶ δὲ ταῦτ’ ἐγεγόνει, παμπόλλας κατὰ τὴν ἐν τῇ παχείᾳ μήνιγγι δίοδον τοῦ αἵματος ὀπὰς
5ποιησαμένη τὰς μὲν σμικράς, τὰς δὲ μεγάλας φλέβας ἐξ αὐτῶν ἐξέφυσεν, ἄνω μὲν εἴς τε τὴν διπλόην τοῦ κρανίου καὶ τὸν κατ’ αὐτὴν περικράνιον ὑμένα, κάτω δ’ εἰς τὴν ὑποκειμένην μήνιγγα τὴν λεπτήν,
οὐδὲ ταύτας μιᾶς χρείας ἕνεκεν, ἀλλὰ καὶ θρεψούσας18 in vol. 2
10μέν, ὅπερ ἴδιον ἐξαίρετον ἁπασῶν φλεβῶν ἔργον ἐστί, καὶ σύνδεσμον δ’ ἐσομένας τοῖς περικειμένοις σώμασιν ἅπασι πρὸς τὴν σκληρὰν μήνιγγα. συμβάλλουσι δὲ κατὰ τὴν κορυφὴν τῆς κεφαλῆς αἱ παράγουσαι τὸ αἷμα διπλώσεις τῆς μήνιγγος εἰς χώραν τινὰ κοινὴν οἷον
15δεξαμενήν, ἣν δὴ καὶ δι’ αὐτὸ τοῦτο προσαγορεύειν ἔθος ἐστὶν Ἡροφίλῳ ληνόν· ἐντεῦθεν δ’ οἷον ἐξ ἀκρο‐ πόλεώς τινος ἅπασι τοῖς ὑποκειμένοις μορίοις ὀχετοὺς ἐπιπέμπουσιν· οὐδ’ ἔστιν ἔτι τὸν ἀριθμὸν εἰπεῖν τῶν

3

.

709

ἐκροῶν, ὅτι μηδὲ τὸ ‖ πλῆθος τῶν τρεφομένων ἀρι‐ θμῆσαι μορίων. ἐκρέουσι δὲ τινὲς μὲν ἐξ αὐτῆς τῆς μέσης χώρας εἰς τὴν παρεγκεφαλίδα πᾶσαν ἐσχισμένοι τε καὶ κατατετμημένοι τρόπον ὁμοιότατον τοῖς κατὰ
5τὰς πρασιάς, τινὲς δ’ ἐκ τοῦ πρόσω φερομένου τοῦ τὴν ληνὸν ἐκδεχομένου φαίης ἂν ἀγωγοῦ τινος αἵματος, ὃν καὶ αὐτὸν ἐκ τῆς παχείας μήνιγγος εὐμηχάνως ἐτε‐ χνήσατο. συναψάντων γὰρ αὐτῆς κατὰ τὴν ληνὸν τῶν ἀγαγόντων τὸ αἷμα μορίων καί τινος ἐπιπεμφθέντος
10αὐτόθεν τοῖς ὑποκειμένοις σώμασιν οὐδέπω φλεβὶ μιᾷ τὸ λοιπὸν ἐπέτρεψεν, ἀλλ’ ἔτι διὰ τῶν τῆς παχείας μήνιγγος μερῶν ἀποταθέντων πρόσω τὸν ἀγωγὸν ἐδη‐ μιουργήσατο. καὶ πρῶτον μὲν ἐξ αὐτοῦ παμπόλλας ἐκροὰς παρ’ ὅλην τὴν ὁδὸν ἐποιήσατο.
15 Μετὰ δὲ ταύτας, ὡς ἤδη πλησίον τῆς μέσης κοιλίας προϊὼν ἐγεγένητο καὶ μεγάλας φλέβας ἐχρῆν ἀποφύειν αὐτοῦ τὰς εἰς τὰ χοριοειδῆ πλέγματα
νεμηθησομένας, οὐδέπω μὲν ἐπίστευσε τῇ λεπτῇ μήνιγγι μόνῃ ξυνδεῖν τηλικαύτας φλέβας, ἀδένα δ’ αὐτῇ τινα19 in vol. 2

3

.

710

βοηθὸν ἐδημιουργήσατο ‖ καὶ μέσον ἐνστηρίξασα ταῖς κατιούσαις φλεψὶν αὐτὸν οὕτω τήν τε λεπτὴν μήνιγγα περιέφυσε καὶ τὰς φλέβας ἐν κύκλῳ περιέστησε συνε‐ χομένας τῇ μήνιγγι, ὅπως, μέχρις ἂν αὗται μετέωροι
5φέρωνται, καὶ ὁ ἀδὴν αὐταῖς συμπαρεκτείνηται, ὅταν δ’ εἰς τὸν ἐγκέφαλον ἤδη καταφύωνται, τηνικαῦτα καὶ ὁ ἀδὴν τὴν ἑαυτοῦ βάσιν τὴν κυκλοτερῆ κατὰ τοῦ νώτου στηρίζῃ τοῦ ἐγκεφάλου. αἱ μὲν δὴ φλέβες οὕ‐ τως αἱ περὶ τὸν ἀδένα σχισθεῖσαι διὰ τῆς μέσης κοι‐
10λίας ἐπὶ τὰς ἔμπροσθεν ἔρχονται συμπλεκόμεναί τε κατὰ ταύτας ταῖς κάτωθεν ἀνιούσαις ἀρτηρίαις καὶ τὰ χοριοειδῆ συνιστᾶσαι πλέγματα. τὸ δ’ ὑπόλοιπον μέρος τῆς παχείας μήνιγγος, ἣν οἷον ἀγωγόν τινα αἵματος ἐλέγομεν, ὀρθὸν κατὰ μῆκος, ὡς ἐξ ἀρχῆς ὥρμητο,
15φέρεται πρόσω μέχρι πλείστου πολλὰς ἀποφῦον φλέ‐ βας εἰς ὅλον διασπειρομένας τὸν ἐγκέφαλον. καὶ τοι‐ αύτη μὲν ἡ περὶ τὴν ὁδὸν τῶν φλεβῶν τέχνη τῆς φύσεως. ἡ δὲ μῆνιγξ ἡ παχεῖα ἡ τὸν προειρημένον

3

.

711

ἀγωγὸν τοῦ αἵματος ἐργασαμένη ‖ οὐκ ἄρ’ ἤμελλεν οὐδ’ αὐτὴ δι’ ἓν τοῦτο μόνον ἐπὶ τοσοῦτον ἐκταθή‐ σεσθαι, ἀλλὰ γὰρ ἑτέραν καὶ ταύτῃ ῥαφὴν ἐπέθηκεν ἡ φύσις ἀπὸ τῆς κορυφῆς εὐθὺ τοῦ μετώπου διὰ
5μέσης τῆς κεφαλῆς φερομένην. καὶ μέν γε καὶ δέον, ὡς πρόσθεν εἴρηται, διφυῆ γενέσθαι τὸν ἐγκέφαλον,
καὶ πρὸς τοῦτ’ αὐτῇ κατεχρήσατο προσεπεκτείνασά τινα μοῖραν αὐτῆς ἕως τοῦ μετώπου διορίζουσαν τὸν ἐγκέ‐ φαλον. ἀλλὰ τό γε πρὸ τούτου μέρος αὐτῆς, τὸ μεταξὺ20 in vol. 2
10τοῦ τ’ ἀδένος καὶ τῆς ληνοῦ, κατὰ κάθετον ἐπίκειται τῷ τε συνάπτοντι τὸν ἐγκέφαλον τῇ παρεγκεφαλίδι πόρῳ καὶ τῇ κατ’ αὐτὸν ἐπιφύσει τῇ σκωληκοειδεῖ, ὥστε ἀνατεῖνον ἐπ’ αὐτὴν τὰ συνεχῆ σώματα κωλύει βαρύνεσθαι πρὸς αὐτῶν τὴν ἐπίφυσιν τοῦ πόρου.
15τοῦτο δ’ ἡλίκον ἀγαθόν ἐστιν, εἴ τις μνημονεύει τῶν περὶ τῆς ἐνεργείας αὐτῆς ἐν τῷ πρὸ τούτου γράμματι λελεγμένων, οὐδεμιᾶς ἔτι δεῖται νεωτέρας πίστεως. οὕτω δὲ καὶ ἡ κατὰ τὴν λαβδοειδῆ ῥαφὴν μῆνιγξ ἀνατείνει τὰ κατὰ τῆς ὄπισθεν κοιλίας ἐπικείμενα
20σώματα. καὶ μὲν δὴ καὶ ἡ τρίτη τῶν ῥαφῶν, ἡ στε‐

3

.

712

φανιαία καλουμένη, κατὰ μέσον τῶν ‖ προσθίων κοι‐ λιῶν ἐγκαρσία φερομένη, μετεωρίζουσα τὴν ἐν τῷ μεταξὺ χώραν ἐγκεφάλου παμπόλλην οὖσαν, ἀθλίπτους ἀπεργάζεται τὰς κοιλίας, πάντως ἂν θλιβείσας τε καὶ
5βαρυνθείσας καὶ στενοχωρηθείσας, εἰ μὴ κατὰ τοῦτο τῆς κεφαλῆς ἐτέτακτο τὸ μέρος. οὐ γάρ, ὥσπερ αἱ τῆς καρδίας διὰ τὴν σκληρότητα τοῦ σώματος αὐτῆς ἄθλιπτοι μένουσιν οὐδεμιᾶς εἰς τοῦτο βοηθείας ἔξω‐ θεν δεόμεναι, οὕτως οἷόν τ’ ἦν καὶ τὰς κατὰ τὸν
10ἐγκέφαλον μαλακὸν ἱκανῶς ὑπάρχοντα μένειν ἀθλί‐ πτους ἄνευ τινὸς ἔξωθεν ἐπικουρίας. ἀλλὰ περὶ μὲν τῶν ῥαφῶν ὅσον ἔτι λείπει τῷ λόγῳ διελθεῖν, ἐν τοῖς μετὰ τοῦτο ῥηθήσεται γράμμασιν. Ἐπὶ δὲ τὸν ἐγκέφαλον αὖθις ἡμῖν
15ἰτέον ἐστὶ τὰς ὑπολοίπους αὐτοῦ τῶν ἐκφύσεων ἐξη‐ γησομένοις. ἀναλάβωμεν δὲ πρότερον ἐν κεφαλαίοις, ὅσας ἔμπροσθεν εἴπομεν. μέγισται μὲν οὖν αὐτῶν ἦσαν αἱ ἐπὶ τὰς ῥῖνας· ἑκατέρωθεν δὲ τούτων οἱ τῶν ὀφθαλμῶν πόροι καὶ τούτων πλησίον αἱ τοὺς μῦς21 in vol. 2
20αὐτῶν κινοῦσαι. τῶν πόρων δ’ εἰς ταὐτὸ συνιόντων

3

.

713

πρὸ τοῦ διεκπεσεῖν τῆς παχείας μήνιγγος ‖ καὶ οὕτω πάλιν σχιζομένων ἐξόπισθεν αὐτῶν τῆς ἑνώσεως ἡ πύελός ἐστιν, ἑκατέρωθεν δ’ αὐτῆς αἱ ἀρτηρίαι ψαύ‐ ουσι. ταῦτα μὲν ἐντὸς τῆς σκληρᾶς μήνιγγος. οἷς δ’
5ἐπιβέβηκεν αὐτή τε καὶ ὁ κατ’ αὐτὴν ἐγκέφαλος, ὅ τ’ ἀδήν ἐστι καὶ τὸ δικτυοειδὲς πλέγμα καὶ ἡ εἰς τὴν ὑπερῴαν διάτρησις. ἐξ ὧν δῆλον οὐχ οὕτω μὲν σαφῶς τοῖς ἀκούουσιν, ἐναργῶς δ’ ἀεὶ τοῖς θεωμένοις ἂν γέ‐ νοιτο μήτε κατὰ τὰ πρόσω τῆς κεφαλῆς ἔτι καταλεί‐
10πεσθαι χώραν μηδεμίαν πρὸς τὴν εἰς τὴν γλῶτταν ἀπόφυσιν τῶν αἰσθητικῶν νεύρων μήτε κατὰ τὴν βάσιν· ἐν μὲν γὰρ τοῖς πρόσω αἵ τ’ ἐπὶ τὰς ῥῖνας ἀποφύσεις εἰσὶ καὶ αἱ ἐπὶ τοὺς ὀφθαλμούς, ἐν δὲ τοῖς κατὰ τὴν βάσιν ὅ τ’ ἀδὴν καὶ τὸ δικτυοειδὲς πλέγμα. ὥστ’,
15ἐπειδὴ πρόσθεν μὲν ὁ ἐγκέφαλος αὐτὸς εἰς ἀποφύσεις ἔφθανε κατατετμῆσθαι, κάτω δ’ ὁδὸς οὐκέτ’ ἦν σχο‐ λάζουσα, τρίτης χώρας ἔδει τινὸς τοῖς γευστικοῖς νεύ‐ ροις. ἐκ μὲν οὖν τῶν ὀπίσω μερῶν τοῦ ἐγκεφάλου σκληρῶν ὄντων οὐχ οἷόν τ’ ἦν γεννηθῆναι τοιούτοις

3

.

714

νεύροις, ἐκ δὲ ‖ τῶν ἄνωθεν, ὥσπερ οὐδ’ ἄλλο τι νεῦ‐ ρον εἰς οὐδὲν μέρος, οὕτως οὐδ’ εἰς γλῶτταν ἀποφύ‐ σειν ἤμελλεν. ἀποδέδεικται γὰρ καὶ τοῦθ’ ἡμῖν μυ‐ ριάκις, ὅσην ἡ φύσις ἀσφαλείας ἔχει πρόνοιαν ἐπὶ22 in vol. 2
5τῶν κυρίων μάλιστα μορίων· ὅταν δὲ δὴ καὶ διὰ μαλακότητα μέλλῃ ῥᾳδίως ὑπὸ παντὸς βεβλάψεσθαι, τότ’ ἤδη καὶ μᾶλλον ἀποκρύπτει τε τὰ τοιαῦτα καὶ φρουρεῖ πανταχόθεν. ἀλλ’ εἰ κἀκ τῶν πλαγίων κατὰ τὸν ἐγκέφαλον μερῶν τῶν κατὰ τοὺς ὀφθαλμοὺς τὰ
10τῆς γλώττης ἀπέφυσε νεῦρα, καὶ οὕτως ἂν οὐκ ἦν αὐτοῖς ἀσφαλὴς ὁμοίως ἡ ὁδὸς ὥσπερ τοῖς ἀπὸ τῆς βάσεως. ἐπεὶ τοίνυν ἐκ μὲν τῆς βάσεως ἄμεινον ἦν ἀποφύειν τὰ νεῦρα διά τε τὴν ἀσφάλειαν καὶ ὅτι κατὰ τοῦθ’ ἡ τῆς γλώττης θέσις ἐτύγχανεν οὖσα, τὸ δ’
15ἔμπροσθεν ἅπαν προκατείληπτο τοῖς εἰρημένοις σώμα‐ σιν, ἀναγκαῖον ἦν ἐκ τῶν ὑπολοίπων τῶν ὀπίσω τὴν ἔκφυσιν αὐτῶν ἐργάσασθαι. καὶ δὴ καὶ γέγονεν οὕ‐ τως, ὡς μόνως ἐνεχώρει γενέσθαι καλῶς, διττὴ κἀν‐ ταῦθ’ ἀρχὴ τῶν αἰσθητικῶν τῆς γλώττης νεύρων. ἦν
20γὰρ δὴ καὶ τοῦτο τὸ αἰσθητήριον, ὥσπερ καὶ τἄλλα,

3

.

715

διφυές, ἴσα πάντα ‖ τἀκ τῶν δεξιῶν μερῶν τοῖς ἐκ τῶν ἀριστερῶν ἔχον. ἀλλ’ ἐπειδὴ καὶ μασήσει καὶ καταπόσει συλλήμψεσθαι καὶ διαλεκτικὸν ὄργανον ἔμελ‐ λεν ἔσεσθαι, διὰ τοῦτ’ αὐτοῦ ξυνέφυσε τὰ μέρη καὶ
5σύμπαν ἓν ἀπειργάσατο διφυές. εἰς ἑκάτερον οὖν τῶν μορίων εἰκότως ἴδιον εὐθὺς ἐξ ἀρχῆς ἀπεβλάστησε
νεῦρον. ἀλλ’ ἐπεὶ καὶ τοῖς ἐν τῷ στόματι μέρεσιν ἅπασιν ἄμεινον ἦν μεταδοῦναι ἀπὸ τῶν αὐτῶν τόπων γευστικῆς αἰσθήσεως, καὶ τούτοις τὰς τῶν νεύρων ἐκ‐23 in vol. 2
10φύσεις ποιησαμένη καὶ συνάψασα πάνθ’ ἅμα, τὰ μὲν ἐκ τῶν δεξιῶν μερῶν ἰδίᾳ κατὰ τὰ δεξιὰ μέρη τῆς βάσεως, τὰ δ’ ἐκ τῶν ἀριστερῶν ἰδίᾳ κατὰ τὰ ἀρι‐ στερὰ [καὶ] ταῦτα καθ’ ἑκάτερα μέρη προήγαγεν οὕτως εἰς τοὔμπροσθεν, συναποφύσασα μὲν αὐτοῖς καὶ τὴν
15χοριοειδῆ μήνιγγα τρέφειν τε ἅμα καὶ σκέπειν δυνα‐ μένην, ἐκτρήσασα δὲ καὶ κοίλην ἐργασαμένη τὴν πα‐ χεῖαν, ὥσθ’ ὑποδέξασθαι τὰς ἀποφύσεις. οὐ γὰρ δὴ διέτρησε ταύτην ὀπαῖς διαμπερέσιν, ἀλλὰ τρόπον αὐλοῦ διευρύνασα μέχρι μὲν τῶν ἔμπροσθεν ὀστῶν, ὧν δὴ
20καὶ διεκπίπτειν καιρὸς ἦν τοῖς νεύροις, προήγαγεν,

3

.

716

ἐνταυθοῖ δὲ ‖ τά τ’ ὀστᾶ διέτρησε καὶ μετ’ ἀμφοτέρων τῶν μηνίγγων τὰ μὲν εἰς τὴν γλῶτταν αὐτὴν ἐνέφυσε, τὰ δ’ εἰς τὴν ἄνω, τὰ δ’ εἰς τὴν κάτω γένυν. πρὸ δὲ τῆς εἰς ταῦτα διανομῆς αὐτῶν οἷον ὁδοῦ τι πάρερ‐
5γον ἀποφύσασα νεῦρον, εἶτα πιλήσασα καὶ πυκνώσασα καὶ σκληρότερον ἐργασαμένη τῶν εἰς τὸ στόμα περαι‐ νόντων ἐνέφυσε τῷ κροταφίτῃ μυΐ· κινήσεως μὲν γὰρ τούτῳ, τοῖς δ’ ἐν τῷ στόματι τῆς γευστικῆς αἰσθήσεως ἔδει. ἀλλ’ ὅτι μὲν ὅσα τῇ τε κάτω γένυϊ καὶ τῇ
10γλώττῃ καταφύεται, κατάντεσιν ὁδοῖς εὐλόγως ἐχρή‐ σατο, δῆλον ἐξ αὐτῆς τῶν δεχομένων αὐτὰ τῆς θέσεως· ὅσα δ’ εἰς τὴν ἄνω γένυν ἐφέρετο, τούτοις ἑτέραν ὁδὸν ἡ φύσις ἐτέμετο προσήκουσαν. καὶ πρῶτον μὲν
εἰς τοὔμπροσθεν ἔτι προδιεβίβασεν αὐτὰ καὶ πλησίον24 in vol. 2
15τῶν κατὰ τοὺς ὀφθαλμοὺς χωρίων ἤγαγεν· ἔπειτ’ ἐν‐ ταῦθα συνεχρήσατο θατέρῳ τῶν κατ’ αὐτοὺς τρημά‐ των, δι’ οὗ τοῖς μυσὶ τῶν ὀφθαλμῶν ἐνεφύετο τὰ νεῦρα. βελτίονα γὰρ ἑτέραν ὁδὸν οὐδ’ ἐπινοῆσαι δυ‐ νατόν ἐστιν οὔτε κατ’ αὐτὰς τὰς χώρας τῶν ὀφθαλμῶν

3

.

717

οὔτ’ ἔξωθεν. τὰ μὲν γὰρ ἐπέκεινα τῶν ‖ μικρῶν καν‐ θῶν μέρη τοῖς τε κροταφίταις ἐφυλάττετο μυσὶ καὶ προσέτι μακρὰν εἶχε καὶ οὐκ ἀσφαλῆ τὴν περίοδον· τὰ δ’ ἐντὸς τῶν μεγάλων κανθῶν οἱ τῆς ῥινὸς πόροι
5κατειλήφασιν. ἐν αὐταῖς δὲ ταῖς χώραις τῶν ὀφθαλ‐ μῶν δυοῖν μὲν ὑπαρχόντων ἤδη τρημάτων, ἄλλου δὲ τρίτου κατὰ τὸν μέγαν κανθὸν ἔσεσθαι μέλλοντος, ὡς δείξω τοῦ λόγου προϊόντος, ἕτερον ἐπὶ τούτοις ἐργά‐ ζεσθαι τέταρτον ἀμελοῦντος ἦν ἁμάρτημα δημιουργοῦ
10τῆς δυσπαθείας τῶν ὀστῶν. εἰς ὅσον γὰρ ὁ τῶν τρη‐ μάτων ἀριθμὸς ηὐξάνετο καταπυκνουμένων, εἰς τοσοῦ‐ τον εὐπαθὲς ὑπὸ λεπτότητος ἐγίγνετο τὸ μεταξὺ πᾶν αὐτῶν ὀστοῦν. ὥστ’ ἐκ τούτων τῶν λογισμῶν ὁ δη‐ μιουργὸς ἡμῶν ἀπέστη μὲν τοῦ καὶ καθ’ ἕτερόν τι
15μέρος αὐτὸ διατιτράναι, καταστὰς δ’ εἰς τὴν ἐκ τῶν ἤδη γεγονότων αἵρεσιν ἐπὶ τὴν τῶν δυσπαθεστέρων νεύρων ὁδὸν ἀφίκετο καὶ κατ’ αὐτὴν διεξέβαλε τὰ τῆς ἄνω γένυος. τὰ γὰρ αἰσθητικὰ νεῦρα τῶν ὀφθαλμῶν οὐ μόνον μακρῷ μαλακώτερα τῶν κινητικῶν ἐστιν, ἀλλ’

3

.

718

ἔτι ‖ μακροτέρῳ κυριώτερα. διὰ ταῦτα γοῦν ὅ τε σύμ‐ πας ὀφθαλμὸς γέγονε καὶ τὸ κῦρος ἅπαν τῆς ὄψεως ἐν
αὐτοῖς ἐστιν, ἀλλὰ καὶ τὰ τρήματ’ αὐτῶν ὁμοίως αὐτοῖς τοῖς νεύροις ἐστὶ μεγάλα. κατὰ λόγον οὖν τούτων25 in vol. 2
5μὲν ἀπεχώρησεν, ὡς ἂν καὶ διὰ μεγάλων ἤδη τρημά‐ των φερομένων καὶ κυριωτέρων πολὺ καὶ μαλακωτέρων ὑπαρχόντων, τοῖς δὲ σκληροτέροις τε ἅμα καὶ ἀκυρο‐ τέροις καὶ διὰ στενοτέρων τρημάτων διεξερχομένοις συνδιεξέβαλε τὰ τῆς γένυος νεῦρα τήν τε γειτνίασιν
10αὐτῶν ἄλυπον εἰδὼς ἐσομένην καὶ τὸ μέγεθος τοῦ τρήματος οὐδέπω τῶν αἰσθητικῶν μεῖζον γενησόμενον· πρόμηκες μὲν γάρ ἐστι καὶ οὐκ ἀκριβῶς στρογγύλον ὥσπερ ἐκεῖνο. καὶ τάχ’ ἄν τῳ δόξειε τὸ μῆκος αὐτοῦ μεῖζον εἶναι τῆς ἐκείνου διαμέτρου, ὅλον δ’ ὅλῳ παρα‐
15βαλλόμενον οὐκ ἂν ἔτι φαίνοιτο μεῖζον ἢ οὐ πολλῷ γε μεῖζον. ἐξ ἀνάγκης δὲ πρόμηκες ἐγένετο καὶ οὐχ ὥσ‐ περ τὸ τῶν αἰσθητικῶν στρογγύλον, ὅτι δύο ἤμελλεν ἑξῆς ἀλλήλων τεταγμένα νεῦρα περιέξειν, οὐχ ἕν. ἔστι μὲν γὰρ ἑκάτερον αὐτῶν κατά γε τὴν ἀλήθειαν πλείω ‖

3

.

719

καὶ λεχθήσεται περὶ πάντων τῶν νεύρων τῆς φύσεως ὀλίγον ὕστερον ἀκριβέστερον· ἀλλὰ νῦν γ’ οὐδὲν κω‐ λύει σαφοῦς ἕνεκα διδασκαλίας ἓν μὲν εἶναι λέγειν τὸ ἐπὶ τοὺς τῶν ὀφθαλμῶν μῦς μεριζόμενον, ἕτερον
5δὲ τὸ πρὸς τὴν ἄνω γένυν ἀφικνούμενον, ὃ διεκπίπτει μὲν ἅμα θατέρῳ, γενόμενον δ’ ἐν τῇ χώρᾳ τῶν ὀφθαλμῶν εὐθὺ τοῦ καλουμένου μήλου φέρεται διατι‐ τραμένων πάλιν ἐνταῦθα καὶ δίοδον αὐτῷ παρεχόντων τῶν ὑποκειμένων τοῖς ὀφθαλμοῖς ὀστῶν· οὐ γὰρ δὴ
10ψαύοντά γε τῶν μυῶν ἔμελλε παρέρχεσθαι βλάπτοντά τε καὶ βλαπτόμενα πρὸς αὐτῶν. ἄμεινον γὰρ ἦν κἀκεί‐ νων τὴν κίνησιν ἀβλαβῆ διαφυλάττεσθαι καὶ ταῦτ’ ἰέναι δι’ ἡσυχίας πολλῆς, ἀλλοτρίας καὶ μηδὲν προση‐ κούσης αὐτοῖς κινήσεως μηδαμοῦ παραπολαύοντα. ταῦτ’26 in vol. 2
15οὖν προμηθούμενος ὁ δημιουργὸς ἕτερον ἐφεξῆς ἔθη‐ κεν ὑπὸ τοὺς ὀφθαλμοὺς τρῆμα διαδεχόμενον τὸ πρό‐ τερον ἐκεῖνο τὸ κοινὸν ἀμφοτέρων τῶν νεύρων, ὃ πρὸς αὐτὸν ἐπέραινε τὸν ἐγκέφαλον. ἀλλ’ ἐνταῦθα μὲν ὑπὸ λεπτῆς λεπίδος ὀστοῦ καλύπτεται τὰ νεῦρα

3

.

720

καὶ ὁ ‖ πόρος αὐτῶν, ἐν δὲ τοῖς μήλοις καλουμένοις, ὡς ἂν ὑψηλοῖς οὖσι, παχέσι μὲν ὀστοῖς καλύπτεται, διὰ βάθους δὲ φέρεται τοῦ ψαύοντος αὐτῶν ὀστοῦ, καθάπερ ἄλλου τινός, οὐ τῶν νεύρων ἕνεκα γεγο‐
5νότος. οὐ γὰρ οὖν οὐδὲ τοῦτ’ ἠμέληται τῇ φύσει, τὸ τοῖς διεκπίπτουσιν ἅπασιν ὀστῶν ἀγγείοις χιτῶνας περιφύειν σκληροὺς καί τινας ἐξ αὐτῶν τῶν ὀστῶν λείους καὶ χαύνους ἀπεργάζεσθαι πόρους, καὶ μάλισθ’ ὅταν σκληρὰ ταῖς οὐσίαις ᾖ τὰ διατιτράμενα τῶν ὀστῶν·
10ἀλλὰ τοῦτ’ ἐπὶ πάντων μὲν νεύρων, πασῶν δ’ ἀρτη‐ ριῶν, πασῶν δὲ φλεβῶν οὕτως ἀκριβῶς φυλαττόμενον, ὡς μηδαμοῦ διαμαρτάνεσθαι, τοῖς μὲν ἀμελῶς καὶ ῥᾳθύμως ἀκούουσι, μᾶλλον δὲ παρακούουσι σμικρὸν ἂν ἴσως δόξειε, προσέχοντι δὲ τὸν νοῦν ἐπιμελέστερον τῷ
15λεγομένῳ καὶ βάσανον ἀκριβῆ δι’ αὐτῆς τῆς ἀνατομῆς λαμβάνοντι κἂν μόνον ἱκανὸν ἐνδείξασθαι γένοιτο πρόνοιάν τε ἅμα καὶ τέχνην θαυμαστὴν τοῦ δημιουρ‐
γοῦ. τίνι δὲ τρόπῳ ταῦτά τε τὰ νεῦρα τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς ἐπὶ τὰ τῶν μήλων ὀστᾶ φερόμενα καὶ τὰ27 in vol. 2

3

.

721

πρὸ αὐτῶν εἰρημένα ‖ τὰ κάτω διεκπίπτοντα τήν τε γλῶτταν καὶ τὸ στόμα καὶ πάντα τοῦ προσώπου τὰ μόρια διαπέπλεχεν, ἐν τῷ μετὰ ταῦτα δηλωθήσεται λόγῳ τὴν τῶν κατὰ τὸ στόμα καὶ τὸ πρόσωπον μορίων
5ἐξηγουμένων ἡμῶν κατασκευήν. ὁ γὰρ ἐνεστηκὼς λόγος αὐτῶν μόνων τῶν κατὰ τὸν ἐγκέφαλον ἐκφύσεων ἐπηγ‐ γείλατο τὰς χρείας ἐρεῖν, ὧν ὅρος ἐστὶ τὸ περιέχον ὀστοῦν αὐτόν. ὥστε τοῦτον παραφυλάττοντες, ὅταν ἐκτὸς αὐτοῦ τῷ λόγῳ καταστήσωμεν τὸ νεῦρον, ἐπαν‐
10ερχόμεθα πάλιν ἐπὶ τὸν ἐγκέφαλον ὑπὲρ τοῦ μήτε τῶν ἐντός τινα τοῦ κρανίου παραλιπεῖν ἀποφύσεων μήτ’ ἐν ταῖς ἐκτὸς ἐπὶ πολὺ διατρίβειν. Εἴπερ οὖν τοῦτο φυλάξομεν, ἐκεῖνο προσ‐ θέντες ἐπὶ τῷ προειρημένῳ λόγῳ, τὸ [καὶ] παρὰ τού‐
15των τῶν νεύρων ἔρχεσθαι τὴν ἐπὶ τοὺς κροταφίτας μῦς ἀπόφυσιν διὰ τῶν κατὰ τοὺς κροτάφους ὀστῶν ἐκπίπτουσαν, ἐφ’ ἑτέραν ἤδη μεταβῶμεν ἔκφυσιν ἐγκε‐ φάλου. τετάρτην δ’ αὐτὴν ἀριθμοῦσι συζυγίαν οἱ ἀκριβεῖς τῶν ἀνατομικῶν, οὐ συναριθμοῦντες αὐταῖς

3

.

722

δηλονότι τὴν ἐπὶ τὰς ῥῖνας, ὅτι ‖ μήτε νεύρων ἐκφύ‐ σεις ἔχει καθάπερ αἱ λοιπαὶ μήτε διεκπίπτει τῶν ὀστῶν ἐκτός. ἀλλὰ πρώτη μὲν αὐτοῖς ἀπόφυσις ἀριθμεῖται τὰ μαλακὰ νεῦρα τῶν ὀφθαλμῶν, δευτέρα δὲ τὰ κινη‐
5τικὰ τῶν ἀμφ’ αὐτοὺς μυῶν, τρίτη δέ, περὶ ἧς ἄρτι
πέπαυμαι λέγων, ἀρχομένη μέν, ἔνθα συνάπτει τὸ πρόσθιον μέρος τοῦ ἐγκεφάλου τῷ ὄπισθεν, προϊοῦσα δὲ διὰ τῆς παχείας μήνιγγος, εἶτα δίκρους γιγνομένη κἄπειτα διανεμομένη καθ’ ὃν εἴρηται τρόπον. ἡ δὲ28 in vol. 2
10δὴ τετάρτη συζυγία τῶν νεύρων ὀλίγῳ τινὶ τούτων ὄπισθεν τέτακται ἀρχομένη μὲν ἀπ’ αὐτῆς τῆς βάσεως μᾶλλον ἤπερ τὰ πρότερα, πλησίον δ’ ἀλλήλαις κειμέ‐ νων τῶν ἐκφύσεων ἀναμιγνυμένη μὲν εὐθέως τοῖς κατὰ τὴν τρίτην συζυγίαν καὶ μετ’ αὐτῶν ἕως πλείστου
15φερομένη κἄπειτα διακρινομένη καὶ παντὶ τῷ κατὰ τὴν ὑπερῴαν ἐμφυομένη χιτῶνι. μικρὰ δ’ ἐστὶν ἱκανῶς ταῦτα τὰ νεῦρα καὶ βραχεῖ τινι τῶν κατὰ τὴν τρίτην συζυγίαν σκληρότερα διὰ τὸ καὶ αὐτὸν τὸν χιτῶνα τὸν ὑπαλείφοντα τὸ στόμα σκληρότερον ὑπάρχειν οὐ τῆς
20γλώττης μόνον, ἀλλὰ καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων

3

.

723

τῶν κατὰ τὸ πρόσωπον μορίων. διὰ ‖ τοῦτ’ οὖν καὶ ἡ ἔκφυσις αὐτῶν ἐκ βραχεῖ σκληροτέρων ἐστὶν ἐγκε‐ φάλου μερῶν ἤπερ τῶν κατὰ τὴν τρίτην συζυγίαν· εἰς ὅσον γὰρ ἂν ὀπίσω προχωρῶμεν, ἀεὶ καὶ μᾶλλον
5αὐτὸν ἑαυτοῦ σκληρότερον εὑρήσομεν τὸν ἐγκέφαλον, ἀλλὰ καὶ τὰ κατὰ τὴν βάσιν αὐτοῦ μέρη τῶν ἄλλων ἐστὶ σκληρότερα. κατὰ λόγον οὖν ἡ τετάρτη συζυγία τῶν νεύρων, ἵν’ ἧττον μαλακὴ γίγνοιτο τῆς τρίτης, οὐ μόνον ἐκ τῶν ὄπισθεν μερῶν, ἀλλὰ καὶ ἀπὸ τῆς βά‐
10σεως τοῦ ἐγκεφάλου μᾶλλον ἐκείνης ἀφωρμήθη. Ἐφεξῆς δὲ τούτων ἐκ τῶν πλαγίων μερῶν
τῆς κεφαλῆς αἱ ἐπὶ τὰ λιθοειδῆ τῶν ὀστῶν εἰσιν ἀπο‐ φύσεις, πέμπτη τις αὕτη συζυγία νεύρων οὐδέπω σκλη‐ ρῶν οὐδ’ αὐτῶν. σχισθεῖσα δ’ εἰς δύο μέρη κατ’29 in vol. 2
15αὐτὴν τὴν ἐν τοῖς ὀστοῖς δίοδον εἰς μὲν τὸν ἀκουστι‐ κὸν πόρον θάτερον, εἰς δὲ τὸ τυφλὸν καλούμενον τρῆμα τὸ λοιπὸν ἐμβάλλει μόριον. οὐ μὴν τυφλόν γ’ ὄντως ἐστίν, ὥσπερ καὶ λέγεται, ἀλλ’ οἶμαι τοὺς πρώ‐ τους αὐτῷ θεμένους τοὔνομα, καθιέντας ἢ σχοῖνον
20ἢ ὑείαν τρίχα κἄπειτα μὴ δυναμένους διεκβαλεῖν, ‖

3

.

724

αὐτόθι που τελευτᾶν ὑπολαβεῖν. ἔστι δ’ οὐχ ἡ τυφλό‐ της αἰτία τοῦ μὴ διεκπίπτειν, ἀλλ’ ἡ σκολιότης τοῦ πόρου. περικόπτοντι δέ σοι κατ’ ὀλίγον τὸ πᾶν ὀστοῦν καὶ γυμνοῦντι τὸ νεῦρον αἵ θ’ ἕλικες αἱ κατ’ αὐτὸ
5φωραθήσονται καὶ τὸ νεῦρον εἰς τοὐκτὸς ἐκπῖπτον φανεῖται παρὰ τὸ οὖς. ἀλλὰ περὶ μὲν τῶν ἀκουστι‐ κῶν νεύρων τῆς φύσεως εἴρηται πρόσθεν· περὶ δὲ τῶν διὰ τοῦ τυφλοῦ τρήματος διεκπιπτόντων ἐν τῇ τῶν ἐκτὸς τοῦ κρανίου διηγήσει ῥηθήσεται.
10 Νυνὶ δ’ ἤδη καιρὸς ἕτερον ἀποβλάστημα τῶν ἐξ ἐγκεφάλου νεύρων ὁρμωμένων προχειρίζεσθαι τῷ λόγῳ. ἕκτη δή τίς ἐστιν ἐπὶ τούτοις συζυγία νεύ‐ ρων ἀπὸ βάσεως ἐγκεφάλου βεβλαστηκότων, οὐδέπω μὲν σκληρῶν ἀκριβῶς οὐδ’ αὐτῶν, ἁπάντων μὴν τῶν
15προειρημένων τοσούτῳ σκληροτέρων, ὅσῳπερ ἤδη πλη‐ σιαίτερόν ἐστι τοῦ νωτιαίου μυελοῦ. σκληρῶν γὰρ δὴ οὗτός γε νεύρων ἐστὶν ἀρχή, διότι καὶ αὐτὸς ἐγ‐ κεφάλου πολὺ σκληρότερος ἐγένετο. καὶ ὁ τῆς αἰτίας

3

.

725

λογισμὸς ῥᾷστος ἀναμνησθέντι τῶν ‖ ἐν τῷ πρὸ τού‐ του γράμματι λελεγμένων, ὡς εἰς μὲν ἀκρίβειαν αἰσθή‐ σεως ἀποφύσεως ἐγκεφάλου δεῖ μαλακωτέρας, εἰς δὲ κινήσεως ῥώμην σκληροτέρας, καὶ ὡς δι’ αὐτὸ τοῦτο30 in vol. 2
5τῶν ἐγκεφάλου μερῶν τὰ μὲν σκληρότερα, τὰ δὲ μα‐ λακώτερα γέγονε, καὶ ὡς ἀπὸ τῶν ἔμπροσθεν τῶν μαλακῶν ἀρξάμενος ἀεὶ καὶ μᾶλλον ἑαυτοῦ γίγνεται σκληρότερος. ἵνα δὲ συνάπτει τῷ νωτιαίῳ, ταῦτ’ αὐ‐ τοῦ πάντων ἐστὶ τῶν μερῶν τὰ σκληρότερα, τοῦ μέν‐
10τοι νωτιαίου ταῦτ’ ἐστὶν αὐτὰ τὰ πάντων μαλακώτερα. κατὰ βραχὺ γὰρ δὴ καὶ οὗτος, εἰς ὅσον ἀποχωρεῖ κάτω, σκληρότερος γίγνεται. καὶ γάρ τοι καὶ ἡ γένεσις αὐ‐ τοῦ ταύτην παρέχει τῷ ζῴῳ τὴν χρείαν, εἶναί τιν’ ἀρχὴν ἐν τῷ σώματι νεύρων σκληρῶν ἐγκεφάλου μὴ
15δυναμένου τοσαύτην δέξασθαι σκληρότητα δι’ ἣν ἔμ‐ προσθεν ἐλέγομεν αἰτίαν. ἔδειξε δὲ σαφῶς ἡ φύσις οὐχ ἥκιστα κἀν τῷδε τῶν νεύρων τῷ ζεύγει, περὶ οὗ νῦν πρόκειται λέγειν, ὡς οὔτε διὰ τῶν σκληρῶν οἷόν τε γενέσθαι τινὰ ἀκρίβειαν αἰσθήσεως οὔτ’ ἀποφῦναι

3

.

726

δυνατὸν ἐγκε‖φάλου μὲν σκληρά, νωτιαίου δὲ μαλακά. κατέρχεται γὰρ ταῦτα μέχρι καὶ τοῦ πλατέος ὀστοῦ σχεδὸν εἰς ἅπαντα τὰ ἔντερα καὶ τὰ σπλάγχνα δια‐ σπειρόμενα, καίτοι τὰ πλεῖστά γε τούτων ἐπίκειται
5κατὰ τῆς ῥάχεως, ἧς πέρας ἐστὶ τὸ πρὸς τινῶν μὲν ἱερὸν ὀστοῦν, πρὸς ἑτέρων δὲ πλατὺ καλούμενον, οἷ
τελευτᾶν ἐλέχθη τὰ νεῦρα. καὶ βέλτιον ἦν, εἴπερ ἐνεχώρει, παρὰ τοῦ νωτιαίου διὰ βραχείας ὁδοῦ παρα‐ γιγνόμενα σὺν ἀσφαλείᾳ πολλῇ διανέμεσθαι τοῖς ταύτῃ31 in vol. 2
10μορίοις αὐτά, ἀλλ’ οὐκ ἐνεχώρει δηλονότι μαλακῶν νεύρων ἀρχὴν γενέσθαι τὸν νωτιαῖον σκληρὸν αὐτὸν ὑπάρχοντα, ὥσπερ οὐδὲ τῶν ἐν τοῖς κώλοις τὸν ἐγκέ‐ φαλον ἐπὶ πλεῖστον σκληρότητος προεληλυθότων αὐτὸν ἐπὶ πλεῖστον ἥκοντα μαλακότητος. τοῖς μὲν οὖν κώ‐
15λοις ὅτι σκληροτάτων ἔδει νεύρων ἰσχυραῖς καὶ βιαίοις ἐνεργείαις ὑπηρετοῦσιν [ἀλλήλοις], ἄντικρυς δῆλον, οὐ μὴν οὐδ’ ὅτι τοῖς σπλάγχνοις τῶν μαλακωτέρων, ἀσαφές· ἀλλ’, ὅπως μηδὲν ἐπιδεὲς γίγνοιτο τῷ λόγῳ, ῥητέον. πρῶτον μὲν οὖν, ὅτι κίνησιν οὐδεμίαν οὐδὲν
20αὐτῶν ἔχει καθ’ ὁρμὴν τοῦ ζῴου γιγνομένην, ἀλλ’

3

.

727

αἰσθήσεως ἕνεκα ‖ μόνης ἐδεήθη νεύρων, ἄμεινον ἦν αὐτοῖς ἐπιπεμφθῆναι τὰ αἰσθητικά· δεύτερον δ’, ὅτι καὶ ἡ τοῦ σώματος αὐτῶν οὐσία μαλακὴ τὴν σύστασιν ὑπάρχουσα ῥᾷον ἤμελλεν ἑνωθήσεσθαί τε καὶ παρα‐
5δέξεσθαι πάντη διαπλεκόμενα τὰ τοιαῦτα· καὶ τρίτον, ὅτι σιτίων τε καὶ ποτῶν ἐνδείας ἀκριβεστάτην ἐχρῆν αἴσθησιν εἶναι τῇ γαστρί. ἀτὰρ οὖν καὶ φαίνεται τούτων τῶν νεύρων ἡ πλείστη μοῖρα διασπειρομένη μάλιστα μὲν εἰς τὰ πρῶτα αὐτῆς τὰ περὶ τὸ στόμα
10καλούμενον, ἐφεξῆς δ’ ἤδη καὶ εἰς τἄλλα σύμπαντα τὰ μέχρι τοῦ πυθμένος. ἐπεὶ δ’ ἅπαξ ἕνεκα τῆς γα‐ στρὸς ἀπ’ ἐγκεφάλου κατήχθη νεῦρα, τόσῳ δὴ μᾶλλον
ἔτι καὶ τοῖς ἄλλοις αὐτὰ τοῖς τῇδε μορίοις ἅπασι δια‐ νεμηθῆναι βέλτιον ἦν, εἰ καὶ μὴ μεγάλη τις αὐτοῖς32 in vol. 2
15ἤμελλεν ὠφέλεια γενήσεσθαι. τῇ μὲν γὰρ γαστρὶ πάν‐ τως ἔδει δυνάμεως ὀρεκτικῆς ἐδεσμάτων τε καὶ πομά‐ των, ἧς ἀναγκαῖον ἦν προηγεῖσθαί τινα δύναμιν αἰ‐ σθητικὴν τῶν ἐλλειπόντων. τοῖς δ’ ἄλλοις τοῖς κατὰ

3

.

728

τὴν γαστέρα μετεῖναι μὲν καὶ τούτοις εἰς το‖σοῦτον ἀκριβοῦς αἰσθήσεως ἐνίοις τῶν ἰατρῶν ἔδοξεν, ὥστε καὶ αὐτὰ τῆς γαστρὸς οὐδὲν ἧττον ὀρέγεσθαί φασιν. ἐμοὶ δὲ βραχὺ μέν τι καὶ αὐτὰ συνεπαισθάνεσθαι δο‐
5κεῖ, τὸ πλεῖστον δ’ εἶναι τῆς κοιλίας καὶ τοῦ στόματος αὐτῆς, οἷ δὴ καὶ τὰ νεῦρα ταῦτα φαίνεται τῷ μεγίστῳ μέρει σφῶν αὐτῶν ἐμβάλλοντα. καὶ διὰ τοῦτ’ αἰσθη‐ τικώτατόν ἐστι τοῦτο τῆς γαστρὸς τὸ μέρος καὶ οἱ σφόδρα πεινῶντες αἰσθάνονται τούτου μάλιστα συνελ‐
10κομένου καὶ οἱονεὶ σπωμένου καὶ ἀγανακτοῦντος. ἀλλ’ οὐκ ἄν, εἰ μὴ τῶν μαλακῶν νεύρων μετέσχεν, εὐαίσθη‐ τον εἰς τοσοῦτον ἐγένετο. δῆλον οὖν ἐκ τῶν εἰρημέ‐ νων, ὡς καὶ τοῖς ἄλλοις μὲν ἅπασι τοῖς κατὰ τὴν κοιλίαν, ἐξαιρέτως δ’ αὐτῇ τῇ γαστρὶ τῶν ἀπ’ ἐγκε‐
15φάλου νεύρων ἔδει. καὶ πάρεστι σκοπεῖν ἐκ τῶν ἀνα‐ τομῶν, ὅσην αὐτῶν τῆς ἀσφαλείας πρόνοιαν ἡ φύσις παρ’ ὅλην τὴν ἄνωθεν ὁδὸν ἐποιήσατο προορωμένη τὴν εὐπάθειαν, ἣν διὰ τὸ μαλακά τ’ εἶναι καὶ διὰ μακροῦ καταφέρεσθαι πάντως ἂν εἶχεν. ὑμέσιν οὖν

3

.

729

ἰσχυροῖς αὐτὰ περιλαμβάνουσα ‖ συνάπτει τοῖς παρα‐
κειμένοις σώμασιν, ἅττ’ ἂν ἑκάστοτε τύχῃ κατιοῦσιν αὐτοῖς ἐντυγχάνοντα. πολλαχόθι δὲ καὶ αὐτοῖς ἐκεί‐ νοις οὐ σμικρὸν ἀγαθὸν ἡ σύζευξις γίγνεται, καθάπερ33 in vol. 2
5καὶ τοῖς κατὰ τὴν ἑβδόμην συζυγίαν διεκπίπτουσι νεύροις. ἐς ταὐτὸν γὰρ αὐτὰ συναγαγοῦσα τοῖς κατὰ τὴν ἕκτην εὐθὺς ἅμα τῷ διεξελθεῖν τὸ τῆς κεφαλῆς ὀστοῦν ὑμέσιν ἰσχυροῖς περιέλαβέ τε καὶ πανταχόθεν ἀκριβῶς ἐσκέπασε κοινόν τι τοῦτ’ ἀγαθὸν ἀμφοτέροις
10ἐξευροῦσα. καθάπερ γὰρ καὶ τὰ σχοινία τὰ μὲν ἁπλᾶ καὶ λεπτὰ τελέως ἐστὶν εὐπαθῆ, τὰ δ’ ἐκ πλειόνων τοιούτων συγκείμενα τοσοῦτον δυσπαθείας ὅσον καὶ πλήθους τῶν συντιθέντων αὐτὰ προσλαμβάνει, οὕτω καὶ τὰ συναγόμενα καὶ περιπλεκόμενα καὶ κοινοῖς
15δεσμοῖς σφιγγόμενα νεῦρα πολὺ τῶν ἁπλῶν ἀποτε‐ λεῖται δυσπαθέστερα. καὶ διὰ τοῦθ’, ὅταν εἰς πλείονα μόρια τοῦ σώματος ἐγγὺς ἀλλήλων ὄντα φέρεσθαι δέῃ νεῦρα πολλά, τὴν μεταξὺ πᾶσαν ἄχρι τῶν ληψομένων αὐτὰ μορίων ὁδὸν ἡ φύσις ἐζευγμένα παράγει. καὶ

3

.

730

ὅσοι γ’ ἀμε‖λέστερον ὁρῶσι τὰ τοιαῦτα, πάντ’ αὐτοῖς ἓν εἶναι δοκεῖ, τὰ δ’ οὐκ ἔστι μὲν ἕν, ἀλλ’ εὐθὺς ἀπὸ τῆς ἀρχῆς τοσαῦτα, ὅσαπερ καὶ τὰ μόρια, οἷς ἐμφύεσθαι μέλλει, φαίνεται δ’ ἓν ἔκ τε τοῦ πεπλέχθαι
5περὶ ἄλληλα κἀκ τοῦ σφίγγεσθαι κοινῇ πάνθ’ ὑπὸ τῶν περιλαμβανόντων ὑμένων αὐτά. καὶ τοῦτ’ ἔστιν, ὃ μικρῷ πρόσθεν ἐπηγγειλάμεθα περὶ τῆς τῶν νεύρων φύσεως ἐρεῖν. ἀλλὰ γὰρ τὸν μὲν περὶ τῆς συνθέσεως
αὐτῶν λόγον ὕστερον ἅπαντα πληρώσομεν ἰδίᾳ διεξ‐34 in vol. 2
10ελθόντες, οὐχ ὁδοῦ τι πάρεργον ὥσπερ νῦν ποιησά‐ μενοι. περὶ δὲ τῶν ἐπὶ τὸν στόμαχον ἰόντων νεύρων, ὑπὲρ ὧν τῆς ὁδοῦ λέγειν ἠρξάμεθα, συμπερανώμεθα πρότερον. ἐπειδὴ γὰρ ἀναγκαῖον ἦν αὐτῶν βραχὺ προελθόντων ἀποχωρισθῆναι τὰ κατὰ τὴν ἑβδόμην
15συζυγίαν ἐπὶ τὴν γλῶτταν φερόμενα, πάλιν αὐτὰ ταῖς καρωτίσιν ἀρτηρίαις πλησίον οὔσαις συνήγαγε καὶ μετ’ ἐκείνων τὸν τράχηλον ὅλον διεβίβασε κοινοῖς ὑμέσι πρὸς αὐτὰς συνάψασα. κατὰ δὲ τὸν θώρακα τῶν ἀρ‐ τηριῶν ἐπὶ τὴν ἀριστερὰν τῆς καρδίας κοιλίαν τεταγ‐

3

.

731

μένων ἀπέσχισεν αὖθις αὐτὰ καὶ συνῆψεν ‖ ἐνταῦθα πάλιν ἓν ἑκατέρωθεν τῷ στομάχῳ. καὶ ἡνίκα δὲ πρῶ‐ τον ἔμελλεν αὐτὰ σχίσειν εἰς τὴν γαστέρα, τὸ μὲν ἐκ τῶν δεξιῶν εἰς τὰ ἀριστερά, τὸ δ’ ἐκ τῶν ἀριστερῶν εἰς
5τὰ δεξιὰ περιήγαγε, λοξὰ χρῆναι πρότερον ἐργάσασθαι λογισαμένη κἄπειθ’ οὕτω κατασχίζειν· ἦν γὰρ δὴ καὶ τοῦτο μακρῷ δυσπαθέστερον ἢ εἰ κατ’ εὐθὺ φερομέ‐ νων ὁ χωρισμὸς ἐγένετο. καὶ μὲν δὴ καὶ τὰς ἄλλας ἁπάσας τὰς ἀπ’ αὐτῶν σχίσεις ὑμέσι τε διαλαμβάνουσα
10καὶ κατὰ τῶν παρακειμένων σωμάτων στηρίζουσα προάγει πανταχοῦ τὴν ἐκ τῆς μαλακότητος εὐπάθειαν ταῖς ἔξωθεν ἐπικουρίαις ἰωμένη τε καὶ διασῴζουσα. ἀλλὰ περὶ μὲν τῆς διανομῆς αὐτῶν τὸ μέν πού τι κἀν τοῖς ἔμπροσθεν
εἴρηται, τὸ δέ τι κἀν τοῖς μετὰ ταῦτα λεχθήσεται.35 in vol. 2
15 Περὶ δὲ τῆς ἑβδόμης συζυγίας τῶν ἀπ’ ἐγκεφάλου νεύρων ἤδη ῥητέον· ἥτις ὅτι μὲν εὐθέως ζεύγνυται τῇ πρὸ αὐτῆς, ὀλίγον ἔμπροσθεν εἴρηται, καὶ ὅτι κοινὴν ἀμφοτέραις ταῖς ἀποφύσεσι ταύταις ἡ

3

.

732

φύσις ἀσφάλειαν ‖ προνοουμένη τὴν σύζευξιν αὐτῶν ἐξεῦρεν. ὅθεν δ’ ὁρμᾶται καὶ ποῖ καταφύεται, λεκτέον· τοῦτο γὰρ ἔτι λείπει τῷ περὶ αὐτῆς λόγῳ. ὁρμᾶται δὴ ταῦτα τὰ νεῦρα, καθ’ ἃ παύεται μὲν ὁ ἐγκέφαλος,
5ἄρχεται δ’ ὁ νωτιαῖος, προελθόντα δ’ ἕως τινὸς ἅμα τοῖς κατὰ τὴν ἕκτην συζυγίαν, εἶτ’ αὖθις αὐτῶν ἀπο‐ χωρισθέντα μέρει μέν τινι σφῶν αὐτῶν ἐλαχίστῳ τοὺς ὀρθίους τοῦ λάρυγγος μῦς ἔστιν ὅτε καταπλέκει, τῷ μείζονι δ’ εἰς τὴν γλῶτταν ἐμφύεται διὰ παντός.
10ταῦτα πρῶτα τῶν νεύρων ἀκριβῶς ἐστιν ἤδη σκληρά· τῶν γὰρ ἔμπροσθεν εἰρημένων ἁπάντων τὰ μὲν ἧττόν ἐστι, τὰ δὲ μᾶλλον μαλακά, σκληρὸν δ’ ὁμοίως τού‐ τοις οὐδέν. ἀλλά τοι κἀκείνων ὅσα μυσὶν ἐμφύεται, σαφῶς τῶν ἄλλων γίγνεται σκληρότερα.
15 Μύες δὲ κατὰ τὸ πρόσωπον οἵ τε τοὺς ὀφθαλμοὺς κινοῦντές εἰσι καὶ οἱ τὴν κάτω γένυν ἔτι τε πρὸς τούτοις οἱ τὰ τῆς ῥινὸς πτερύγια καὶ τὰ χείλη καὶ τὰς γνάθους. εἰς μὲν δὴ τοὺς τῶν ὀφθαλμῶν

3

.

733

μῦς, καίτοι σμικροὺς παντάπασιν ὄντας, με‖γάλα τοῖς τοῦ σώματος ὄγκοις ἐμφυόμενα φαίνεται τὰ νεῦρα δι’ αὐτὸ τοῦθ’, ὅτι μαλακώτερα τὴν σύστασίν ἐστιν ἢ ὡς ἔπρεπε τοῖς κινητικοῖς. ὅσον οὖν ἀπολείπεται τοῦ
5δέοντος διὰ μαλακότητα, τοῦτ’ ἐκ τοῦ μεγέθους αὐτοῖς ἡ φύσις ἀνεπλήρωσεν. ὡσαύτως δ’ ἔχει κἀπὶ τῶν κροταφιτῶν μυῶν· ἑκατέρῳ γὰρ αὐτῶν ἐμφύεται τρία νεῦρα, δύο μὲν ἀπὸ τῆς τρίτης συζυγίας, ὑπὲρ ὧν ἤδη προειρήκαμεν, ἄλλο δὲ τρίτον σκληρότερον, ὑπὲρ οὗ36 in vol. 2
10μετ’ ὀλίγον εἰρήσεται, ὥστ’ ἐνταῦθα πάλιν ἐκ τοῦ πλήθους τῶν νεύρων τὴν πρὸς τὰς ἐνεργείας ἰσχὺν ὑπάρχειν τοῖς μυσίν. οἱ δ’ αὖ κατὰ τὰς γνάθους τε καὶ τὴν ῥῖνα καὶ τὰ χείλη μύες ὥσπερ συμμέτρους τοῖς ὄγκοις ἀποφύσεις νεύρων λαμβάνουσιν, οὕτω καὶ
15τῇ σκληρότητι. φερομένοις γὰρ αὐτοῖς ἐπὶ πλέον διὰ τῶν ὀστῶν ἡ σκληρότης ἐκ τοῦ μήκους τῆς ὁδοῦ προσ‐ γίγνεται. ἐγγὺς μὲν γὰρ τῆς ἀρχῆς μαλακῆς ὑπαρ‐ χούσης οὐχ οἷόν τ’ ἦν τῇ φύσει σκληρὸν ἐκφῦσαι νεῦρον, κατὰ βραχὺ μέντοι προάγουσά τε καὶ ἀνάγουσα,
20καὶ μάλισθ’ ὅταν δι’ ὀστῶν τὴν ἀγωγὴν ποιῆται, τῷ τε τοῦ χρόνου καὶ τῷ τῆς ἀποστάσεως μήκει σκληρὸν

3

.

734

ἀπεργάζεται. ‖ οὕτω γὰρ καὶ τὸν νωτιαῖον καὶ αὐτόν γε τὸν ἐγκέφαλον οὐκ ἀθρόως, ἀλλὰ κατ’ ὀλίγον ἑαυ‐ τοῦ σκληρότερον ἀπέδειξε. καὶ εἴπερ ταῦθ’ οὕτως ἔχει, πρόδηλον ἤδη παντὶ τὸ μήθ’ ἑτέρωθεν ἐγκαιρό‐
5τερον ἂν ἐκφῦναι τὰ κινητικὰ τῆς γλώττης νεῦρα μήθ’ ὁδοιπορίᾳ βελτίονι χρήσασθαι τῆς νῦν ὑπαρχούσης αὐτοῖς. ἐκ μὲν γὰρ τῶν ἔμπροσθεν μερῶν οὐκ ἦν οὐκέτ’ οὐδεμία χώρα σχολάζουσα, καὶ δι’ αὐτό γε τοῦτο τὴν τρίτην τε καὶ τετάρτην συζυγίαν ἐκ τῶν
10ὄπισθεν ἀπέφυσεν· ἐξ αὐτῶν δ’ αὖ πάλιν τούτων τῶν χωρίων ἅμα μὲν οὐδ’ ἠδύνατο μεγάλων ἄλλων ἔκφυσιν νεύρων ποιήσασθαι, ἅμα δ’, εἰ καὶ δυνατὸν ἦν, ἠπόρει τῆς ὁδοῦ. διὰ μὲν γὰρ τῆς σκληρᾶς μήνιγγος εἴπερ αὐτὰ διεκόμισεν, ἀναμίξασα τοῖς κατὰ τὴν τρίτην τε37 in vol. 2
15καὶ τετάρτην, ὁμοίως ἂν ἐκείνοις ἔμεινε μαλακά. διὰ δ’ αὖ τῶν ὀστῶν τῆς κεφαλῆς ἀγαγεῖν μὲν ἠδύνατο καὶ σκληρά γε διὰ τῆς τοιαύτης ὁδοῦ ποιήσασθαι συμ‐ μέτρως, ἀλλ’ ἅμα μὲν ἦν περιττὸν ἑτέρωθεν ἑτοιμότε‐ ρον ἀχθῆναι δυναμένων, ἅμα δ’ οὐδὲ χώρα τις ἦν
20ἔτι τῷ κρανίῳ κατὰ τὴν ῥίζαν τῆς γλώττης πολλῶν ‖

3

.

735

τρημάτων ἐνταυθοῖ φθανόντων γεγονέναι. δεόντως οὖν κατὰ τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ νωτιαίου, καθ’ ὃ μᾶλλον σκληρότερός ἐστιν ὁ ἐγκέφαλος, ἐκφύσασα τὸ ζεῦγος τοῦτο τῶν νεύρων καὶ κατὰ τὴν ὁδὸν ἅπα‐
5σαν ἔτι καὶ μᾶλλον ἀπεργασαμένη σκληρὸν εἰς ἅπασαν οὕτω διέσπειρε τὴν γλῶτταν. ἀλλὰ καὶ αὐτὸ τοῦτο μὴ παρέργως ἀκούσῃς, τὸ παντὶ μορίῳ τῆς γλώττης αὐτὰ διανενεμῆσθαι, τεκμήριον μὲν ἱκανὸν ἐσόμενον τῆς τῶν εἰρημένων ἀληθείας, μεγίστην δὲ τέχνην ἐν‐
10δειξόμενον τοῦ δημιουργοῦ. τὰ μὲν γὰρ αἰσθητικὰ νεῦρα κατὰ τὴν ἔκφυσιν εὐθέως πλατυνθέντα τὸν ἔξωθεν αὐτῆς διέπλεξε χιτῶνα μηδὲ προσαψάμενα τῶν ὑποτεταγμένων μυῶν. ταυτὶ δὲ τὰ κινητικὰ τὰ κατὰ τὴν ἑβδόμην συζυγίαν εἰς πολλὰς ἶνας λυθέντα πάν‐
15τας αὐτῆς διυφαίνει τοὺς μῦς εὐλόγως· οὔτε γὰρ τῶν
αἰσθητικῶν ἦν τις χρεία τῷ βάθει τῆς γλώττης μελ‐ λούσης γε διὰ τῶν ἐκτὸς αὑτῆς μερῶν ὁμιλήσειν τοῖς χυμοῖς οὔτε τῶν κινητικῶν τοῖς ἐκτὸς ἀδυνάτοις οὖσι38 in vol. 2

3

.

736

διὰ σκληρότητα τὰς τῶν χυμῶν διαγιγνώσκειν ‖ ἰδιό‐ τητας. οὔτ’ οὖν τούτων οὐδὲν ἀργῶς ἡ φύσις ἐποίησεν οὔτ’ ἀλόγως. ἰσχνότερα μὲν εἰργάσατο τὰ κινητικὰ τῆς γλώττης νεῦρα, παχύτερα δὲ τὰ τῶν ὀφθαλμῶν,
5καίτοι μικροτέρους μῦς κινοῦντα. τοῖς μὲν γὰρ ἡ σκληρότης ἱκανὴ πρὸς τὴν ἰσχύν· τὰ δ’, εἰ μὴ πρὸς τοῦ μεγέθους ὠφελεῖτο, ἦν ἂν τελέως ἀδύνατα κινεῖν διὰ μαλακότητα. τοὺς δὲ δὴ κροταφίτας μῦς ἔτι καὶ μᾶλλον ἀδύνατα κινεῖν ἦν τὰ παρὰ τῆς τρίτης συζυ‐
10γίας εἰς αὐτοὺς ἀφικνούμενα νεῦρα· αὐτοί τε γὰρ μεγάλοι καὶ μέγιστον μέρος ἔχουσιν ὅλης τῆς κάτω γένυος καὶ μεγίστοις τένουσιν εἰς αὐτὴν καταφύονται. τρίτον οὖν καὶ τούτων ἑκατέρωθεν σκληρὸν νεῦρον ἔπεμψεν ἀπὸ τῆς πέμπτης συζυγίας, ὥσθ’, ὅπερ τοῖς
15τῶν ὀφθαλμῶν μυσὶν ἐκ τοῦ μεγέθους τῶν νεύρων, τοῦτο τοῖς κροταφίταις ἐκ τοῦ πλήθους ὑπάρχειν. ἐναργέστερον δὲ φαίνεται τὸ προειρημένον νεῦρον ἐφ’ ὧν ζῴων ὁ κροταφίτης μῦς μέγας ἐστί. πόθεν οὖν τοῦτο τὸ σκληρὸν νεῦρον ἐπ’ αὐτοὺς παραγίγνεται,
20καιρὸς ἂν εἴη λέγειν, ἐπειδή γε καὶ τὰς ἀρχὰς τῶν ‖

3

.

737

κατὰ τὸν ἐγκέφαλον ἐκφύσεων ἁπάσας ἤδη συνεπερα‐ νάμεθα. πέμπτην δέ τινα συζυγίαν νεύρων ἐκ τῶν πλαγίων μερῶν τῆς κεφαλῆς βεβλαστηκυῖαν ἐμπίπτειν τοῖς λιθώδεσιν ὀστοῖς ἐλέγομεν, ἐκδέχεσθαι δ’ αὐτὴν
5δίκρουν γενομένην διττὰς διατρήσεις ἀνίσους καὶ φέ‐
ρεσθαι διὰ μὲν τῆς ἑτέρας τῆς εὐρυτέρας εὐθὺ τῶν ἀκοῶν τὴν μείζω μοῖραν, εἰς δὲ τὴν ἑτέραν τὴν στε‐ νοτέραν, ἣν δὴ καὶ τυφλὸν τρῆμα καλεῖσθαι, τὸ λοιπὸν μέρος ἐμπεσὸν διεξέρχεσθαι διά τινος ὀπῆς πλησίον39 in vol. 2
10τῶν ὤτων τεταγμένης τήν τε μεταξὺ τῆς ἔσωθεν ἀρχῆς τοῦ νεύρου καὶ τῆς ἔξωθεν τελευτῆς ὁδὸν ἅπασαν ἐνειλίχθαι ποικίλως οἷον λαβύρινθόν τινα. τοῦτον οὖν τὸν λαβύρινθον ἡ φύσις οὐ μάτην ἐδημιούργη‐ σεν, ἀλλὰ τοῖς τε κροταφίταις μυσὶ προνοουμένη σκλη‐
15ρὸν ἔπεμψε νεῦρον, οὐχ ἧττον δὲ τούτων ταῖς γνά‐ θοις. ἀργὸν δ’ ἐνταῦθα καὶ ἀκατάτρητον ὀστοῦν ἔχουσα καὶ σκληρὸν ἐν τοῖς μάλιστα τούτῳ κατεχρή‐ σατο πρὸς τὴν τοῦ σκληροῦ νεύρου γένεσιν. εἰ γάρ, ὅσον ἂν ἀφιστῆται τῆς ἀρχῆς ἕκαστον τῶν νεύρων,

3

.

738

εἰς τοσοῦτον ἐγχωρεῖ σκληρότατον ‖ αὐτὸ ποιεῖν, εὐμη‐ χανώτατα φαίνεται τὴν κατὰ τὸ λιθοειδὲς ὀστοῦν ὁδὸν αὐτῷ παρασκευάσασα. τό τε γὰρ μῆκος αὐτῆς καὶ ἡ ξηρότης τοῦ χωρίου ῥᾳδίως ἔμελλε σκληρὸν καὶ ξηρὸν
5ἀποφαίνειν αὐτό· ἔνθα μὲν γὰρ ὑγρότησιν ἐπιτέγγεται πλείοσιν, οὐδὲν αὐτῷ τοῦ μήκους τῆς ὁδοιπορίας ὄφε‐ λος, ἔνθα δὲ ξηρὸν καὶ ἄνικμον διεξέρχεται χωρίον, ἐνταῦθα ξηραινόμενον ῥᾷστα σκληρύνεται. προσέρχεται δ’ ἐκ τῆς ἐπικαίρου θέσεως τοῦ λιθοειδοῦς ὀστοῦ
10τοῦδε καὶ ἡ τῆς ἀσφαλείας χρεία. καὶ πάντ’ ἔοικεν ἅμα συλλαβεῖν ἡ φύσις, ὧν ἔδει τῷ νεύρῳ, διὰ τῆς μιᾶς ταύτης ἕλικος, ἀσφάλειαν, μῆκος ὁδοῦ, χωρίου ξηρότητα. τοῦτ’ οὖν τὸ νεῦρον τῷ πλείστῳ μὲν ἑαυ‐
τοῦ μέρει τὸν πλατὺν τῶν γνάθων διοίγει μῦν· ὀλί‐40 in vol. 2
15γον δ’ αὐτοῦ τι βοηθεῖ τοῖς ἀπὸ τῆς τρίτης συζυγίας ἥκουσιν εἰς τοὺς κροταφίτας, ὅσον ἐκείνοις ἧττον ἢ προσήκει σκληροῖς οὖσιν εἰς ῥώμην κινήσεως ἐνδεῖ, τοσοῦτον αὐτοῖς παρ’ ἑαυτοῦ προστιθέν, καὶ μάλιστ’ ἐν οἷς ζῴοις ὑπάρχουσιν οἱ κροταφῖται μεγάλοι. τί

3

.

739

δή ποτ’ ‖ οὖν οὐκ ἐξ ἑνὸς μεγάλου νεύρου τὴν ῥώμην αὐτοῖς, ἀλλ’ ἐκ τριῶν μικρῶν κατεσκευάσατο; καὶ τί δή ποτε τοῖς κατὰ τοὺς ὀφθαλμοὺς ἐξ ἑνὸς μεγάλου νεύρου; ὅτι κατὰ μὲν τὰς χώρας τῶν ὀφθαλμῶν ἀλο‐
5γώτατον ἦν πολλὰς ποιεῖσθαι διατρήσεις ἀντὶ μιᾶς· ἀποδέδεικται γὰρ πρόσθεν, ὅτι καὶ τοῖς ἐπὶ τὴν ἄνω γένυν ἀφικνουμένοις νεύροις οὐκ ἦν εὔλογον ἕτερον τρῆμα παρασκευάζειν, ἀλλὰ τῷ τῶν μυῶν συγχρήσα‐ σθαι· κατὰ δὲ τὰ τῶν κροτάφων ὀστᾶ πολλῷ μὲν μεί‐
10ζονα τῶν κατὰ τοὺς ὀφθαλμοὺς ὑπάρχοντα, διατρήσεις δὲ μὴ ὅτι πολλὰς καὶ πυκνάς, ὥσπερ αἱ χῶραι τῶν ὀφθαλμῶν, ἀλλὰ μηδ’ ὀλίγας μηδ’ ἀραιὰς ἔχοντα βέλτιον ἦν ὀπὰς στενὰς ἀπεργασαμένην ἀπὸ τῆς τρί‐ της συζυγίας ἀποπέμψαι νεῦρα, τῆς γε δὴ κατὰ τὸ
15λιθοειδὲς ὀστοῦν ἐκτρήσεως οὐ δυναμένης εὐρείας γε‐ νέσθαι· δῆλον γάρ, ὡς ἀπώλετ’ ἂν αὐτῆς τὸ πολυέλι‐ κτον τοῦτο ταῖς τῶν τρημάτων εὐρύτησι καταδαπανη‐ θῆναι φθάσαντος τοῦ ὀστοῦ. εἰ τοίνυν οὔτε τὸ σκληρὸν νεῦρον οἷόν τ’ ἦν παχὺ γενέσθαι, καὶ τῶν
20ἁπαλῶν οὐχ οἷόν τ’ ἦν ἀποφύειν πλέον, εἰς πολλά ‖

3

.

740

γε δὴ καὶ αὐτῶν ἕτερα μόρια μελλόντων διανέμεσθαι, δῆλον, ὡς εὐλόγως οὐκ ἠρκέσθη μόνῳ θατέρῳ γένει τῶν νεύρων ἡ φύσις. ἀλλὰ καὶ τὸ πλείους αὐτὰς ἀρχὰς ἔχειν κινήσεως οὕτως ἤμελλε μόνως ἀποτελε‐41 in vol. 2
5σθήσεσθαι καλῶς, ἵν’, εἰ καί ποτε μία τις ἐξ αὐτῶν πάθοι, τὰς γοῦν λοιπὰς ὑπηρετούσας ἔχοι. Ὀλίγον δ’ ἐνταῦθα τὸ συνεχὲς τοῦ λόγου διαναπαύσαντες εἴπωμέν τι περὶ τῶν ὀνομάτων, οἷς ἤδη τε ἐχρησάμεθα κἀν τῷ μέλλοντι λόγῳ πάντως
10χρησόμεθα. δύο δή μοι νοήσας νεῦρα, τὸ μὲν σκλη‐ ρότατον ἁπάντων τῶν ἐν τῷ σώματι, τὸ δὲ μαλακώτα‐ τον, αὖθίς μοι νόει τρίτον ἐν τῷ μεταξὺ τούτοιν μέσον ἀκριβῶς ἑκατέρων ἴσην ἀναλογίας διάστασιν ἀπέχον τῶν ἄκρων. τὰ μὲν οὖν ἐν τῷ μεταξὺ τοῦ τε
15μέσου καὶ τοῦ σκληροτάτου σκληρὰ σύμπαντα καλεῖν, θάτερα δὲ τὰ λοιπὰ τὰ μέχρι τοῦ μαλακωτάτου μαλακὰ καὶ τὰ μὲν σκληρὰ πρὸς μὲν τὰς κινήσεις ἄριστα παρ‐

3

.

741

εσκευάσθαι νομίζειν, εἰς δὲ τὰς αἰσθήσεις ἀφυέ‖στατα, τοὐναντίον δ’ ὑπάρχειν τοῖς μαλακοῖς εὐφυΐαν μὲν εἰς ἀκρίβειαν αἰσθήσεως, ἀρρωστίαν δ’ εἰς ἰσχὺν κινή‐ σεως, ἀλλ’ ὅσα μὲν ἀκριβῶς μαλακά, μηδ’ ὅλως εἶναι
5κινητικά, τὰ δὲ τούτων ἧττον μαλακὰ καὶ τοῖς μέσοις ἤδη προσιόντα κινητικὰ μὲν εἶναι καὶ ταῦτα, πολὺ δ’ ἀπολείπεσθαι τῆς τῶν σκληρῶν ἐνεργείας. τὴν μὲν οὖν τῶν σκληρῶν νεύρων ἀρχὴν ἁπάντων νόει μοι τὸν νωτιαῖον καὶ τό γε κάτω πέρας αὐτοῦ τῶν ἐσχά‐
10τως σκληρῶν, τὴν δὲ τῶν μαλακῶν ἁπάντων τὸν ἐγ‐ κέφαλον καὶ τὰ μέσα γε τῶν ἔμπροσθεν αὐτοῦ μερῶν
ἀνακεῖσθαι τοῖς μαλακωτάτοις, τῆς δὲ τῶν μέσων νεύ‐ ρων οὐσίας, καθ’ ἃ συνάπτουσιν ἐγκέφαλός τε καὶ νωτιαῖος, ὑπάρχειν τὴν ἀρχήν. ὅταν οὖν τι νεῦρον42 in vol. 2
15ἐξ ἐγκεφάλου βλαστήσῃ μαλακόν, εὐθὺς μὲν οὐχ οἷόν τε τοῦτο κινητικὸν ὑπάρχειν, ἀποτεινόμενον μέντοι καὶ προϊόν, εἰ ξηραίνοιτό τε καὶ σκληρότερον ἑαυτοῦ γίγνοιτο, πάντως ἔσται ποτὲ κινητικόν. ἀλλ’ ἐπεὶ καὶ κατὰ τὴν ἀρχὴν αὐτὴν τὰ μὲν μᾶλλόν ἐστι, τὰ δ’

3

.

742

ἧττον αὐτῶν μαλακὰ κἀν τῷ ‖ προϊέναι τὰ μὲν θᾶττον ξηραίνεται, τὰ δὲ βραδύτερον, ἀνάγκη καὶ κινητικὰ γενέσθαι τὰ μὲν ὀλίγον ἀποχωρήσαντα τῆς ἀρχῆς, τὰ δὲ πλέον. ἔνια μέντοι νεῦρα διασῴζειν φαίνεται μέχρι
5πλείστου τὴν ἀπὸ τῆς ἀρχῆς φύσιν, ὥσπερ καὶ τὰ ἐπὶ τὴν γαστέρα φερόμενα, σχεδόν, οἷάπερ ἐξέφυ, τοιαῦτα παρ’ ὅλην τὴν ὁδὸν φυλαττόμενα· μένειν γὰρ ἐχρῆν αὐτὰ διὰ παντὸς αἰσθητικά. τῶν τοίνυν ἀπὸ τῆς τρί‐ της συζυγίας νεύρων εἰς τὸ στόμα παραγιγνομένων
10ὅσον μὲν εἰς τὴν γλῶτταν εὐθὺς ἐνέφυ, μαλακὸν οὕ‐ τως ἦν, ὡς μηδέπω κινητικὸν ὑπάρχειν· ὅσον δ’ εἰς τὰ τῆς κάτω γένυος ὀστᾶ, παρερχόμενον τοὺς ὀδόντας τοὺς μεγάλους ἐξηράνθη τε κατὰ τὴν ὁδὸν αὐτὴν καὶ σκληρότερον ἐγένετο τοῦτο παρὰ τοὺς κυνόδοντας κα‐
15λουμένους καὶ ἔξω διεκπεσὸν εἰς τοὺς τῶν χειλῶν μῦς διεσπάρη. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ διὰ τῶν κατὰ τοὺς ὀφθαλμοὺς χωρῶν ἐπὶ τὰ τῶν μήλων ὀστᾶ παραγιγνόμενον οὕτω σκληρότερον ἐν τῇ διόδῳ ταύτῃ γέγονεν, ὥστε, καίτοι σμικρὸν ὄν, τούς τε μῦς τοὺς

3

.

743

κατὰ τὴν ἄνω γνάθον κινεῖ ‖ καὶ τῶν ῥινῶν τὰ πτε‐
ρύγια. ταῦτ’ οὖν ἅπαντα καὶ τῷ προειρημένῳ λόγῳ καὶ ἀλλήλοις ὁμολογεῖ καὶ τήν τε τῶν σκληρῶν νεύ‐ ρων ἰσχὺν ἐνδείκνυται καὶ τὴν τῶν ἁπαλῶν ἀσθένειαν,43 in vol. 2
5καὶ ὡς τοῖς μὲν ἐν τῷ δρᾶν, τοῖς δ’ ἐν τῷ πάσχειν ἡ χρεία, καὶ ὡς εὐλόγως ἐκ τῶν εἰρημένων κατὰ τὸν ἐγκέφαλον μερῶν ἕκαστον ἀποπέφυκε, καὶ ὡς οὐδὲν οὐδαμοῦ μάτην ἐκπέφυκεν, ἀλλ’ ἕνεκά τινος ὀργάνου, καὶ ὡς τηλικοῦτόν τε καὶ τοιοῦτον, ἡλίκον τε καὶ οἷον
10εἶναι πρέπει τῇ φύσει τοῦ μέλλοντος αὐτὸ δέξεσθαι μορίου. συναποδέδεικται δ’ ἐν τῷ λόγῳ μικροῦ δεῖν ἤδη καὶ ὡς οὐδὲν τῶν ἐν τῇ κεφαλῇ καὶ τῷ προσώπῳ μορίων ἄμοιρον νεύρων ἐστί. περί τε γὰρ ὀφθαλμῶν εἴρηται καὶ ὤτων καὶ γλώττης καὶ τοῦ τὸ στόμα πᾶν
15ὑπεζωκότος ὑμένος καὶ τῶν περὶ τὰ χείλη τε καὶ τὴν ἄνω γένυν ἁπάντων μορίων. εἰ δὲ δή τι σμικρὸν παραλέλειπται σαφεστέρας διηγήσεως δεόμενον, ἐν τῷδε τῷ λόγῳ δηλωθήσεται. Αἱ μὲν δὴ περὶ τοῖς ὀδοῦσι σάρκες, ἃς

3

.

744

ὀνο‖μάζουσιν οὖλα, καὶ αὐτοὶ πάντες οἱ ὀδόντες καὶ τὸ δέρμα πᾶν τὸ περὶ τὸ πρόσωπον καὶ ὁ ἐν τῇ ῥινὶ χιτὼν ὁ ἔνδοθεν ὑπαλείφων αὐτὴν ἀπὸ τῆς τρίτης συζυγίας τῶν νεύρων ἀποσχίσεις λαμβάνουσι, κατὰ μὲν
5τὴν διὰ τῆς γένυος ὁδόν, ἣν ἐδηλώσαμεν ὀλίγῳ πρό‐ σθεν, αἵ τε μύλαι σαφεῖς καὶ μεγάλας καὶ τῶν οὔλων τὰ μὲν ἧττον, τὰ δὲ μᾶλλον, ἅπαντα δ’ οὖν λεπτάς τε καὶ δυσθεωρήτους, ὥσπερ καὶ οἱ μακροὶ τῶν ὀδόν‐ των, κατὰ δὲ τὴν τῶν ἐπὶ τὸ μῆλον ἰόντων νεύρων
10ὁδὸν ἅπαντα σχεδὸν τὰ περὶ τὴν ἄνω γένυν αἵ τε μύλαι καλούμεναι καὶ τὰ περὶ ταύτας οὖλα σαφεῖς μὲν καὶ μεγάλας ἀποφύσεις αἱ μύλαι, σμικρὰς δὲ καὶ δυσθεωρήτους τά τ’ οὖλα καὶ οἱ λοιποὶ τῶν ὀδόντων. ἀπὸ δὲ τῶν ὡς ἐπὶ τοὺς κροταφίτας μῦς ἐκ τῆς χώρας44 in vol. 2
15τῶν ὀφθαλμῶν ἀνιόντων τά τε βλέφαρα καὶ τὰ περὶ τὰς ὀφρῦς ἅπαντα καὶ σύμπαν νενεύρωται τὸ μέτωπον. ἀπὸ δὲ τοῦ διεκπεσόντος τῶν τυφλῶν τρημάτων νεύ‐ ρου τοῦ τοῖς κροταφίταις ἀμυδρὰν ἀπονέμησιν πέμ‐

3

.

745

ποντος εἴς τε τοὺς ἀδένας καὶ τἄλλα ‖ τὰ περὶ τοῖς ὠσὶ καὶ εἰς τὰ λεπτὰ τῶν γνάθων φέρονταί τινες ἀποσχίδες. ἡ πλείστη δ’ αὐτοῦ μοῖρα τὴν εἰς τὰ πλά‐ για κίνησιν ἐργάζεται τῶν γνάθων διὰ τοῦ πλατέος
5μυός, ὑπὲρ οὗ μετὰ ταῦτα λεχθήσεται. αὐτὸ δὲ τὸ τετριχωμένον δέρμα μόνης αἰσθήσεως ἕνεκεν ὄν, ὥσ‐ περ καὶ τὸ ἄλλο τὸ καθ’ ὅλον τὸ ζῷον, ἀποσχίδας ὀλίγας καὶ λεπτὰς καὶ ἀραιὰς καὶ δυσθεωρήτους οἷον ἀράχνης τινὸς ἶνας ἐκ τῶν ὑπερκειμένων ἁπάντων
10λαμβάνει. τὸ μέντοι κατὰ τὸ μέτωπον δέρμα κινήσεως τῆς καθ’ ὁρμὴν μεταλαβὸν εὐλόγως αἰσθητὰς καὶ σα‐ φεῖς ἐκτήσατο τὰς τῶν νεύρων ἶνας. ὑποτέταται γὰρ αὐτῷ μυώδης τις φύσις λεπτὴ πολλὰς νεύρων ἶνας εἰς ἑαυτὴν δεχομένη. οὐδ’ ἔστιν αὐτῆς ἀποδεῖραι τὸ
15δέρμα, καθάπερ τὸ τοῦ λοιποῦ σώματος, ἀλλ’ ἥνωται πάντη, καὶ κίνησις ἀμφοῖν ἐστι μία τὰς ὀφρῦς ἀνα‐ τείνειν δυναμένη. θαυμασιώτερον δ’ ἔτι τούτου μέ‐
μικται τὸ δέρμα τοῖς κατὰ τὸ χεῖλος μυσίν. οὐ γὰρ ἂν ἔχοις εἰπεῖν ἐνταῦθα τοὺς μὲν ὑποτετάσθαι, τὸ δ’45 in vol. 2
20ἐπιπεφυκέναι, καθάπερ ἐπὶ μετώπου καὶ πολλαχόθι

3

.

746

τῶν γενύων ‖ ἑκατέρων ἐστὶ κἀν τοῖς ἐντὸς τῶν χει‐ ρῶν τε καὶ τῶν ποδῶν. ἐπὶ μὲν γὰρ τούτων ἐγχωρεῖ διελεῖν τε καὶ χωρίσαι σαφέσιν ὅροις, ἵνα τελευτᾷ μὲν ὁ μῦς, ἄρχεται δὲ τὸ δέρμα. κατὰ δὲ τὰ χείλη δι’
5ὅλων τις αὐτῶν κρᾶσις γέγονε συνεφθαρμένων τε καὶ ἀναμεμιγμένων ἀλλήλοις, ὥστ’ οὐδὲ μῦν ἔχειν εἰπεῖν οὔτε δέρμα τὸ κοινὸν ἐξ ἀμφοῖν, οὔθ’ ὅλον οὔτε κατὰ τὰ μόρια διελομένοις, ἀλλ’ ἤτοι μῦς δερματώδεις κα‐ λέσειας ἂν ἐν δίκῃ τὰ χείλη τῶν ζῴων ἢ δέρματα
10μυώδη. καὶ τὸ παράδοξόν τε καὶ ξένον τοῦτο τῆς συνθέσεως ἐν τῷ τῆς ἐνεργείας ἰδίῳ κατὰ λόγον ἐγέ‐ νετο. συνάγεσθαί τε γὰρ ἀκριβῶς καὶ διίστασθαι καὶ πάντη περιάγεσθαι χρηστὸν ἦν τοῖς χείλεσιν, ὧν οὐ‐ δὲν ἂν ἰσχυρῶς τε ἅμα καὶ καλῶς ἐγένετο καὶ ὡς νῦν
15γίγνεται μὴ τοιαύτης αὐτῶν ἀποτελεσθείσης τῆς οὐσίας. Ἀλλ’ ἐπεὶ καὶ τὸν ὑπαλείφοντα τὰς ῥῖνας ἔνδον χιτῶνα μετέχειν ἐλέγομεν τῆς ἐπὶ τὰς χώρας τῶν ὀφθαλμῶν φερομένης μοίρας τῶν νεύρων,

3

.

747

οὐ μὴν τήν γε ‖ ὁδὸν αὐτῶν εἴπομεν, εὔλογον ἂν εἴη καὶ ταύτην προσθεῖναι νῦν, ἵνα μηδὲν ἐπιδεὲς ᾖ τῷ λόγῳ. κατὰ δὴ τὸν μέγαν κανθὸν ἐν ἑκατέρῳ τῶν ὀφθαλμῶν ἔστιν ἰδεῖν διατετρημένον εἰς τὰς τῶν
5ῥινῶν εὐρυχωρίας τὸ κοινὸν ἐκείνων τε καὶ τῶν ὀφθαλμῶν ὀστοῦν καὶ φερόμενον δι’ ἑκατέρου τῶν τρη‐ μάτων νεῦρον οὐ σμικρὸν ἀποσχιζόμενον ἐκ τῆς χώρας
τῶν ὀφθαλμῶν, ἐπειδὰν πρῶτον ἐν ταύτῃ γένηται τὰ κατὰ τὴν τρίτην συζυγίαν νεῦρα. καὶ τοῦτο τὸ νεῦ‐46 in vol. 2
10ρον οὐκ εἰς τὸν ἐν τῇ ῥινὶ μόνον ὑμένα φαίνεται διασπειρόμενον, ἀλλὰ καὶ μέχρι τῆς ὑπερῴας προερ‐ χόμενον. κοινὸς γὰρ δὴ καὶ εἷς ἐστιν ὁ χιτὼν οὗτος τῇ ῥινὶ καὶ τῷ στόματι διὰ τῶν εἰς αὐτὸ συντρήσεων, δι’ ὧνπερ καὶ ἀναπνέομεν, τὴν κοινωνίαν τε καὶ συν‐
15έχειαν κτώμενος. καὶ γὰρ δὴ καὶ ἡ γένεσις αὐτῷ παρὰ τῆς παχείας μήνιγγος ἀποφυούσης εἰς μὲν τὴν ῥῖνα διὰ τῶν ἐν τοῖς ἠθμοειδέσιν ὀστοῖς τρημάτων ὑμενώδεις ἀποφύσεις, εἰς δὲ τὸ στόμα διὰ τῶν πλη‐ σίον τοῦ κατὰ τὴν χοάνην ἀδένος τρημάτων, ὥστε καὶ
20κατὰ ταῦτα τὰ μέρη δεσμοῖτ’ ἂν ἡ παχεῖα μῆνιγξ πρὸς

3

.

748

τὸ τῆς κεφαλῆς ‖ ὀστοῦν, ὥσπερ καὶ διὰ τῶν κατὰ τὰς ῥαφὰς ἀναφερομένων ὑμένων τῶν τὸν περικράνιον γεννώντων, ὡς ἔμπροσθεν εἴρηται. καὶ τάχ’ ἂν εἴη κατὰ καιρὸν ἤδη περὶ τῶν ὑπολοίπων αὐτῆς δεσμῶν
5εἰπεῖν καὶ διδάξαι, διὰ τί πολλαχόθι μὲν ἰσχυρῶς, ἐνιαχοῦ δ’ ἀσθενῶς, ἔν τισι δὲ μέρεσι μετρίως, ἐν πολλοῖς δ’ οὐδ’ ὅλως συνῆπται τῷ κρανίῳ. τὸ γὰρ δὴ μυριάκις ἐπιδεδειγμένον ἤδη τοῦτο καὶ νῦν δει‐ χθήσεται, μηδὲν μήτε παραλείπεσθαι τῇ φύσει μήτ’
10ἐκ περιττοῦ παραλαμβάνεσθαι. φαίνεται γὰρ καὶ τὴν παχεῖαν μήνιγγα συνάπτουσα τοῖς ὀστοῖς ἰσχυρῶς μὲν πάνυ διά τε τῆς λαβδοειδοῦς καὶ τῆς εὐθείας κατὰ
τὸ μῆκος ῥαφῆς, ἰσχυρῶς δ’ οὐκέτι διὰ τῆς στεφανι‐ αίας. ἤδη δὲ καὶ ἄλλους πολλοὺς συνδέσμους λεπτοὺς47 in vol. 2
15οἷον ἶνάς τινας ἐμφύει τοῦ κρανίου τοῖς τ’ ἄνω μέρεσι κἀκ τῶν πλαγίων, ὑφ’ ὧν ἁπάντων καὶ προσέτι τῶν διεξερχομένων ἀγγείων ἀνατείνεται καὶ πλησίον ἀεὶ γίγνεται καὶ ψαύει τῶν ὀστῶν ἡ μῆνιγξ ἡ παχεῖα. κατὰ δὲ τὰ πρόσω καὶ ὀπίσω τοιοῦτος μὲν οὐδεὶς ‖

3

.

749

αὐτῆς ὑμήν, οἷος ὁ ἐκ τῶν ἄνω μερῶν ὁ περικράνιος, ἀποφύεται· τὰ δ’ ἐπὶ ῥῖνα καὶ ὑπερῴαν ἀποβλαστή‐ ματα ταῦτα κέκτηται, βραχεῖς τινας καὶ ἀσθενεῖς [τού‐ τους] δεσμούς. εὐλόγως οὖν τοὺς λεπτοὺς ἐκείνους
5καὶ πολλοὺς συνδέσμους ἰσχυροτέρους ἐν τούτοις τοῖς μέρεσιν ἐκτήσατο, ἵν’ ἐξ αὐτῶν ἐπανισῶται τὸ λεῖπον, κατὰ δ’ αὖ τὴν βάσιν ὀλιγίστους τε καὶ ἀσθενεῖς, ὡς πολλαχόθι δοκεῖν μηδ’ ὅλως ὑπάρχειν αὐτούς. ἐνταυ‐ θοῖ μὲν γὰρ περιττὸν ἦν ῥεπούσης ἀεὶ τῷ βάρει τῆς
10μήνιγγος εἰς τὸ κάτω δεσμοῖς ἰσχυροῖς συνάπτειν αὐ‐ τὴν τοῖς ὀστοῖς· ἐν δὲ τοῖς ἄλλοις ἅπασι μέρεσιν, ἵν’ εὐρυχωρίαν ἄφθονον παρέχῃ διαστελλομένῳ καὶ συ‐ στελλομένῳ τῷ ἐγκεφάλῳ, κατὰ λόγον ἐπὶ πλεῖστον ἀφίσταταί τε αὐτοῦ καὶ ἀνατέταται πρὸς τὸ κρανίον.
15εὐλόγως δὲ καὶ παχυτέρα κάτωθεν γέγονεν, ἵν’, ἐπειδὴ πάντως ἔμελλε στηριχθήσεσθαι κατ’ αὐτῆς ὁ ἐγκέφα‐ λος, ἄλυπος αὐτῷ καὶ τελέως ἀναίσθητος ᾖ ἡ τῶν ὑποκειμένων ὀστῶν σκληρότης. κατὰ μέντοι τὸ δικτυο‐

3

.

750

ειδὲς πλέγμα καὶ σκληροτέραν αὐτὴν ‖ οὐ μόνον πα‐
χυτέραν ἐδημιούργησεν, ἵν’ οἷον ὀστοῦν ὑποτεταγμένη τῷ ἐγκεφάλῳ πλείστῳ κατὰ ταῦθ’ ὑπάρχοντι μηδα‐ μοῦ βαρυνθεῖσα πρὸς τὸ κάτω στενοχωρήσῃ τε ταύτῃ48 in vol. 2
5καὶ θλίψῃ τὰς ἀρτηρίας. καίτοι μικροῦ δεῖν ἐπιλαν‐ θανόμενοι παρελείπομεν εἰπεῖν, ὡς ἀποφύσασά τινα μοῖραν ἑαυτῆς ἡ σκληρὰ μῆνιγξ ὑπεστόρεσε τῷ δικτυο‐ ειδεῖ πλέγματι χρῄζοντι μηδ’ αὐτῷ θλίβεσθαι πρὸς τῶν ὑποκειμένων ὀστῶν. ἀλλὰ καὶ τοῦτο προσκείσθω
10νῦν οὐ σμικρὸν δεῖγμα τῆς τοῦ δημιουργοῦ προνοίας. Ὡσαύτως δὲ καὶ τὰ περὶ τῶν ῥαφῶν, ὅσον ἔτι λείπει τῷ πρόσθεν λόγῳ, πάλιν ἐπαναλαβόν‐ τες ἐπιθῶμεν ἤδη καὶ τούτῳ τῷ γράμματι τὴν προσή‐ κουσαν τελευτήν. ὅτι μὲν οὖν εἴς τε τὴν διαπνοὴν
15τῶν λιγνυωδῶν περιττωμάτων καὶ εἰς τὸ δεθῆναι δι’ αὐτῶν τὴν παχεῖαν μήνιγγα πρὸς τὸ τῆς κεφαλῆς ὀστοῦν καὶ εἰς τὸ διεκπίπτειν ἀγγεῖα, τὰ μὲν ἔσω, τὰ δ’ ἔξω, καὶ πρὸς τὴν τοῦ περικρανίου γένεσιν αἱ ῥα‐ φαὶ χρησίμως κατεσκευάσθησαν, ἔμπροσθεν εἴρηται.

3

.

751

νυνὶ δ’ ὅπερ ἔτι λείπει περὶ τῆς χρείας ‖ αὐτῶν προσ‐ θέντες ἑξῆς περί τε τῆς θέσεως καὶ τοῦ πλήθους ἐροῦμεν. ἔστιν οὖν καὶ διὰ τοῦτο χρηστὸν ἐκ πολλῶν ὀστῶν συντεθῆναι τὸ κρανίον, ἵν’, εἴ που πληγὲν ῥα‐
5γείη—πολλὰ δὲ τοιαῦτα συμπίπτει—μὴ μέχρι παντὸς αἱ ῥήξεις αὐτοῦ προβαίνοιεν, ἀλλ’ ἴσχοιντό τε καὶ παύοιντο κατ’ ἐκεῖνα τὰ μέρη, καθ’ ὃ καὶ αὐτὸ τὸ πληγὲν ὀστοῦν παύεται. τοσαῦται μὲν οὖν αἱ χρεῖαι τῶν ῥαφῶν. ὅτι δ’ εὐλόγως μία μὲν διὰ μέσης
10τῆς κεφαλῆς εὐθεῖα, δύο δ’ ἐγκάρσιαι γεγόνασιν, εἰ τῶν ἔμπροσθεν ἀναμνησθείημεν, οὐ μακρῶν ἡμῖν δεήσει λόγων. οὔσης γὰρ οἱονεὶ σφαίρας προμήκους τῆς κεφαλῆς εὐλόγως μία μὲν εὐθεῖα διὰ μέσης αὐτῆς ἐκ τῶν ὄπισθεν εἰς τοὔμπροσθεν ἐκτέταται, δύο δ’49 in vol. 2
15ἐγκάρσιαι ταύτην ἐκδέχονται, καὶ γίγνεται τὸ τῶν τριῶν σχῆμα παραπλήσιον τῷ Η γράμματι. μακροτέ‐ ρας γὰρ οὔσης κατὰ τοῦτο τῆς ὅλης κεφαλῆς καὶ οἷον τεθλιμμένης κατ’ ἄμφω τὰ ὦτα δίκαιον ἦν ἄνισον εἶναι τὸν ἀριθμὸν τῶν ῥαφῶν εἰς μῆκός τε καὶ πλά‐
20τος, ἢ μάτην ἂν ἡ φύσις ἐλέγετο πρὸς Ἱπποκράτους

3

.

752

δικαία τοῖς ἀνίσοις ἴσα ‖ νέμουσα. ἀλλὰ γὰρ οὐχ οὕτως ἔχει· δικαιοτάτη γὰρ οὖσα τὴν μὲν κατὰ τὸ μῆκος τῆς κεφαλῆς ἐκτεταμένην ῥαφὴν εὐθεῖαν μίαν ἀπειργάσατο συμμέτρως οὕτω τῷ πλάτει τῶν ἑκατέ‐
5ρωθεν αὐτῆς μερῶν τῶν ἐν τοῖς δεξιοῖς καὶ τῶν ἐν τοῖς ἀριστεροῖς ἐσομένων. τὰς δ’ ἐγκαρσίας διπλασίας τὸν ἀριθμὸν ἐδημιούργησεν, ἑτέραν μὲν τὴν ὄπισθεν, ὡς καὶ πρόσθεν εἴρηται, τὴν λαβδοειδῆ καλουμένην, ἑτέραν δὲ τὴν ἔμπροσθεν, τὴν στεφανιαίαν, ὥστ’ ἴσον
10εἶναι τὸ μεταξὺ τῶν δύο τούτων ῥαφῶν ὀστοῦν τῆς κεφαλῆς τοῖς τῆς μέσης ἐφ’ ἑκάτερα. μεγίστη δ’ ἀπό‐ δειξις τῆς ἐν τῇ φύσει δικαιοσύνης αἱ τῶν φοξῶν κεφαλῶν ῥαφαί. τρία μὲν γὰρ αὐτῶν ἐστι τὰ πάντα σχήματα, τό τε τῷ κατὰ φύσιν ἔχοντι τῷ νῦν ἤδη
15λελεγμένῳ τελέως ἀντικείμενον, ὅταν ἀμφοτέρας μὲν ἀπολέσῃ τὰς ἐξοχὰς ἡ κεφαλή, τήν τε κατ’ ἰνίον καὶ
τὴν κατὰ τὸ μέτωπον, ἴση δὲ πανταχόθεν ᾖ καὶ οἷον ἀκριβὴς σφαῖρα· δύο δ’ ἄλλα, τὸ μὲν τὴν κατὰ τὸ50 in vol. 2

3

.

753

μέτωπον μόνην, ‖ τὸ δ’ αὖ τὴν κατ’ ἰνίον οὐκ ἔχον ἐξοχήν. αἱ ῥαφαὶ δὲ τῆς μὲν σφαιροειδοῦς ὅμοιαι τῷ Χ γράμματι δυοῖν μόνων δίχα τεμνουσῶν ἀλλήλας, τῆς μὲν ἀπὸ θατέρου τῶν ὤτων ἐπὶ θάτερον ἐγκαρ‐
5σίας, τῆς δὲ λοιπῆς διὰ μέσης τῆς κορυφῆς ἐπὶ μέσον τὸ μέτωπον εὐθείας ἐκτεινομένης. ὡς γάρ, ὅτ’ ἐπλεο‐ νέκτει θάτερον μέρος τῆς κεφαλῆς προμηκέστερον ὂν θατέρου, δίκαιον ἦν πλείους ἔχειν τὸ προμηκέστερον ῥαφάς, οὕτως, ὅτ’ ἴσον ἑκάτερον ἐγένετο, καὶ τὸν ἀρι‐
10θμὸν ἴσον αὐτοῖς ἡ φύσις ἔνειμε. τῆς δ’ οὐκ ἐχούσης τὸν κατ’ ἰνίον ὄγκον κεφαλῆς ἡ μὲν εὐθεῖα καὶ ἡ στεφανιαία ῥαφαὶ μένουσιν, ἀπόλλυται δ’ ἡ λαβδοειδής· αὕτη γὰρ ἦν πλησίον τῆς ἀπολομένης ὑπεροχῆς. ὥστε γίγνεται τὸ τῶν δυοῖν σχῆμα τῷ Τ γράμματι παρα‐
15πλήσιον, ὥσπερ γε καί, ὅταν ἡ κατὰ μέτωπον ἐξοχὴ τῆς κεφαλῆς ἀπόληται, συναπόλλυται μὲν αὐτῇ καὶ ἡ στεφανιαία, λοιπὴ δ’ ἡ κατὰ τὸ μῆκος ἐπιβαίνουσα μόνη τῇ λαβδοειδεῖ πάλιν αὖ καὶ αὐτὴ τὸ σχῆμα τῆς συνθέσεως ὅμοιον ἀπεργάζεται τῷ Τ γράμματι. τέταρ‐

3

.

754

τον δ’ εἶδος φοξῆς κεφαλῆς ἐπινοεῖσθαι ‖ μὲν δύναται, γενέσθαι δ’ οὐ δύναται, κατ’ ἄμφω τὰ ὦτα προπετε‐ στέρας ἀποτελεσθείσης ἢ κατὰ μέτωπόν τε καὶ ἰνίον. καὶ εἴπερ οἷόν τ’ ἦν συστῆναι τοῦτο τὸ εἶδος, οὐκ ἂν
5τὸ σφαιροειδὲς ἐναντίον ἐλέγετο τῷ κατὰ φύσιν, ἀλλὰ τοῦτο, μεταπεπτωκότος γε δὴ τοῦ μήκους παντὸς εἰς τὸ πλάτος. νυνὶ δ’ οὐχ οἷόν τ’ ἦν τηλικαύτην ἐκτρο‐ πὴν γενέσθαι τοῦ κατὰ φύσιν. οὐ γὰρ ἔτι φοξὸν τὸ τοιοῦτον, ἀλλ’ ἤδη τέρας ἂν εἴη μηδὲ ζῆσαι δυνάμενον·51 in vol. 2
10καὶ ἡ αἰτία δήλη τοῖς γε τῶν ἔμπροσθεν λόγων μὴ παντάπασιν ἀμελῶς ἀκηκοόσι. προστεθείσης γὰρ ὀπίσω μὲν τῆς ἐπεγκρανίδος, ἔμπροσθεν δὲ τῶν εἰς τοὺς ὀφθαλμοὺς καὶ ῥῖνας ἀποφύσεων εὐλόγως προμήκει σφαίρᾳ παραπλήσιος ἡ κατὰ φύσιν ἔχουσα γεγένηται
15κεφαλή, καὶ δυνατὸν ἀπολέσθαι ποτὲ ἢ τὴν ἔμπροσθεν ἢ τὴν ὄπισθεν ἢ ἀμφοτέρας ὁμοῦ τὰς ἐξοχάς, οὐ μὴν ἐπὶ τοσοῦτόν γε προκόψαι τὴν ἀπώλειαν, ὡς καὶ αὐ‐ τοῦ τι συναπολέσθαι τοῦ ἐγκεφάλου. καὶ μὴν οὐχ

3

.

755

οἷόν τε πλεονεκτῆσαι τὴν κατ’ ὦτα διάστασιν ‖ τῆς κατὰ τὸ μῆκος, εἰ μὴ τοῦτο συμβαίνει. ἀλλὰ τοῦτό γ’ ἀδύνατον, ὥστε καὶ τὸ τοιοῦτον σχῆμα τῆς κεφα‐ λῆς ἀδύνατον, καὶ διὰ τοῦθ’ Ἱπποκράτης τέτταρά τε
5τὰ πάντα σχήματα καὶ τὰς ῥαφὰς ἑκάστου, καθ’ ὃν ἡμεῖς ἄρτι τρόπον ἔφαμεν ἔχειν, ἀπεφήνατο μηδαμόθι τῶν συγγραμμάτων πέμπτου κεφαλῆς μνημονεύσας σχήματος. ἀλλ’ αἱ ῥαφαὶ μὲν αὗται μόναι τῆς κεφαλῆς εἰσι καὶ τῇ θέσει καὶ τῷ πλήθει δικαίως ὑπὸ τῆς
10φύσεως ἑκάστῳ σχήματι νεμηθεῖσαι. Συνθέσεις δ’ ὀστῶν οὐχ αὗται μόναι, ἀλλὰ καὶ ἄλλαι τινές εἰσιν, ἃς οὔθ’ Ἱπποκράτης οὔτ’ ἄλλος τις τῶν ἀκριβῶς ἐπεσκεμμένων φύσιν σώματος ὀνομάζειν ἠξίωσαν ῥαφάς. ἀλλ’ αἱ μὲν παράλληλοι
15τῇ μέσῃ κατὰ τὸ μῆκος τῆς κεφαλῆς φερόμεναι, καθ’ ἑκάτερον τῶν ὤτων τεταγμέναι, καλῶς μοι δοκοῦσι λεπιδοειδῆ προσκολλήματα κεκλῆσθαι, ἑκατέρου μὲν τῶν συνταττομένων ὀστῶν κατὰ βραχύ πως ἀπολε‐ πτυνθέντος εἰς στενήν τινα καὶ ἀβαθῆ λεπίδα κἄπειτα52 in vol. 2

3

.

756

τοῦ μὲν ἄνωθεν κατιόντος ἔνδοθεν ὑπο‖βεβλημένου, τοῦ κάτωθεν δ’ ἀνιόντος ἔξωθεν ἐπικειμένου, τὴν μέντοι κατὰ τὰς ῥαφὰς ἀντέμβασιν εἰς ἄλληλα μηκέτ’ ἐχόντων ἐνταῦθα τῶν ὀστῶν. αἱ δέ γε κατὰ τὸν κρό‐
5ταφον συντάξεις τῶν ὀστῶν ἔτι μέν εἰσι καὶ αὐταὶ ῥαφαί, μέρος δ’ αὐτὰς ἐμοὶ δοκεῖν νομίζων Ἱπποκρά‐ της εἶναι τῆς στεφανιαίας οὐκ ἐμνημόνευσεν ἰδίᾳ. λοιπαὶ δὴ κατὰ τὴν ἄνω γένυν συνθέσεις, εἰ μὴ καὶ τελέως ἐοίκασι ταῖς κατὰ τὴν κεφαλήν, ἀλλά τοι καὶ
10αὐταὶ ῥαφαί τινές εἰσι, καὶ οὕτως ἔθος ἐστὶ τοῖς ἀνα‐ τομικοῖς ὀνομάζειν αὐτάς. περὶ μὲν δὴ τούτων ἐν τοῖς κατὰ τὴν ἄνω γένυν εἰρήσεται· περὶ δὲ τῶν λεπι‐ δοειδῶν ἐν τῷδε τῷ λόγῳ διέξιμεν. ἐπεὶ τοίνυν ἀραιὸν μὲν ἐχρῆν γενέσθαι καὶ σηραγγῶδες, ὅσον ἄνωθέν γε
15κἀκ τῶν πλαγίων τῇ παχείᾳ μήνιγγι περιβέβληται τοῦ κρανίου μέρος, σκληρὸν δὲ καὶ πυκνὸν οὕτως εἶναι τὸ λοιπὸν ἅπαν, καὶ μάλιστα τὰ καλούμενα κροτάφων ὀστᾶ, διὰ τοῦτο τὰ λεπιδοειδῆ ταῦτα πέρατα τοῖς

3

.

757

ὀστοῖς ἐγένετο, τοῦ ‖ μὲν ἄνωθεν ἀπὸ τῆς κεφαλῆς κατιόντος ἔνδοθεν ταχθέντος, ἵν’ ὁμιλῇ μέχρι πολλοῦ τῇ παχείᾳ μήνιγγι, δι’ ἣν ἐρῶ χρείαν αὐτίκα δὴ μάλα, τοῦ δ’ ἄλλου τοῦ κάτωθεν ἀνιόντος τοῦ σκληροῦ
5καθάπερ τινὸς αὐτῷ προβλήματος γεγενημένου. πάντες γὰρ οἱ δεσμοὶ τῆς παχείας μήνιγγος οἱ πρὸς τὸ κρα‐ νίον εἰς τὰς ἔσω σήραγγας αὐτοῦ περαίνουσιν, ὥστ’, εἴπερ ὅλον ὁμοίως ἦν τῷ κάτωθεν ὀστῷ σκληρὸν καὶ πυκνόν, οὐκ ἂν οἷοί τ’ ἦσαν ἐμφύεσθαι, καθάπερ οὐδ’53 in vol. 2
10εἰς τὸ κάτω μέρος. ἀλλ’ ἐκεῖ μὲν οὐκ ἦν χρεία τῶν τοιούτων δεσμῶν, ὡς ὀλίγον ἔμπροσθεν ἐλέγομεν. ὅπου δὲ χρεία κατά τε τὰ ἄνω καὶ τὰ πλάγια, δεόν‐ τως ἐνταῦθα χαῦνόν τε καὶ σηραγγῶδες ἐγένετο, καὶ μέν γε καὶ ἑνωθῆναι τὸ τοιοῦτον ὀστοῦν τῷ σκληρῷ
15τε καὶ πυκνῷ παντάπασιν ἀδύνατον ἦν. εἰρήσεται δ’ ἐπὶ πλέον ἐν τοῖς ἑξῆς περὶ τῆς τοιαύτης τῶν ὀστῶν συντάξεως. αὕτη μὲν καὶ ἡ τῶν λεπιδοειδῶν ὀστῶν αἰτία τῆς γενέσεως. αἱ δ’ ἄλλαι ῥαφαί, καθ’ ἃς ἡ κεφαλὴ συνάπτει πρὸς τὴν ἄνω γένυν, καὶ ὅσαι ταύ‐

3

.

758

της εἰσὶν ‖ ἴδιαι τῆς γένυος, ἐν τῷ μετὰ ταῦτα ῥηθή‐ σονται λόγῳ. νυνὶ δ’ ἐνταῦθά που καταπαύσω τὸν παρόντα λόγον αὔταρκες ἤδη μέτρον ἔχοντα.
3

3

.

759

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΔΕΚΑΤΟΝ.
1 Τοὺς ὀφθαλμοὺς ὅτι μὲν ἐφ’ ὑψηλοῦ τε κεῖσθαι καὶ φρουρεῖσθαι πανταχόθεν ἄμεινον ἦν, ἔμ‐ προσθεν εἴρηται· ὅτι δὲ κἀν τῷ πρόσω τετάχθαι τοῦ σώματος, ἐφ’ ὃ καὶ ἡ κίνησις, οὐδὲ τοῦτ’ ἄδηλον,
5ὥσπερ οὖν καὶ ὅτι δύ’ εἶναι βέλτιον ἤπερ ἕνα. περὶ γάρ τοι τοῦ χρῆναι διττὰ καὶ διφυῆ πάντα γεγονέναι τὰ τῶν αἰσθήσεων ὄργανα τὸ μέν πού τι καὶ πρόσθεν εἴρηται, τὸ δὲ κἀν τοῖς ἑξῆς εἰρήσεται. καὶ μὴν εἴπερ54 in vol. 2

3

.

760

ταῦτα πάντα ‖ μέλλοι φυλάττεσθαι, τὸ ἐφ’ ὑψηλοῦ, τὸ ἀσφαλές, τὸ πρόσω, τὸ διττούς, κάλλιον οὐκ ἂν ἑτέ‐ ρωθι τάξαις αὐτούς. εἰ δ’ ἐγκαλεῖς, ὅτι μὴ κἀκ τῶν ὄπισθεν ὀφθαλμοὶ γεγόνασιν, ἐπιλέλησαι τῶν προ‐
5αποδεδειγμένων, ὡς ἅπασί τε τοῖς τῶν αἰσθήσεων ὀρ‐ γάνοις ἔδει νεύρων μαλακῶν, καὶ ὡς οὐχ οἷόν τ’ ἦν ἐκφῦναι τῆς ἐπεγκρανίδος τὰ τοιαῦτα, καὶ μέν γε καὶ ὡς εἰς ἑκάτερον αὐτῶν ἐκφύσεις ἐγκεφάλου καθήκουσι, πιλούμεναι μὲν κατὰ τὴν διὰ τῶν ὀστῶν ὁδὸν ἕνεκα
10δυσπαθείας, ἐπειδὰν δ’ εἰς αὐτοὺς ἀφίκωνται τοὺς ὀφθαλμούς, αὖθις λυόμεναί τε καὶ πλατυνόμεναι καὶ περιλαμβάνουσαι μὲν ἐν κύκλῳ χιτῶνος δίκην τὸ ὑαλοειδὲς ὑγρόν, ἐμφυόμεναι δὲ τῷ κρυσταλλοειδεῖ. καὶ γὰρ καὶ τοῦτ’ εἴρηται πρόσθεν, καὶ ὡς αὐτὸ τὸ
15κρυσταλλοειδὲς ὑγρὸν τὸ πρῶτόν ἐστιν ὄργανον τῆς ὄψεως. τεκμηριοῖ δ’ ἐναργῶς τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ὑποχύματα μέσα μὲν ἱστάμενα τοῦ κρυσταλ‐ λοειδοῦς ὑγροῦ καὶ τοῦ κερατοειδοῦς χιτῶνος, ἐμπο‐

3

.

761

δίζοντα δὲ τὰς ὄψεις, ἄχριπερ ‖ ἂν τύχῃ παρακεντη‐ θέντα. λευκῷ δὲ καὶ λαμπρῷ καὶ στίλβοντι καὶ κα‐
θαρῷ γενομένῳ τῷ κρυσταλλοειδεῖ—μόνως γὰρ οὕτως ὑπὸ χρωμάτων ἤμελλεν ἀλλοιώσεσθαι—τρέφεσθαι55 in vol. 2
5μὲν ἄντικρυς ἐξ αὐτοῦ τοῦ αἵματος ἀδύνατον ἦν οὕτω πολὺ διεστῶτος ταῖς ποιότησιν, οἰκειοτέρας δέ τινος αὐτῷ τροφῆς ἔδει. καὶ τοίνυν καὶ γέγονε καὶ παρε‐ σκεύασται πρὸς τῆς φύσεως ἐπιτήδειος αὐτῷ τροφὴ τὸ ὑαλοειδὲς ὑγρόν, καὶ ὅσῳ παχύτερον καὶ λευκότε‐
10ρον αἵματός ἐστι, τοσούτῳ τοῦ κρυσταλλοειδοῦς [ὑγροῦ] ἀπολειπόμενον ὑγρότητί τε καὶ φανότητι. τὸ μὲν γὰρ ἀκριβῶς ἐστι λευκὸν καὶ σκληρὸν συμμέτρως, τὸ δ’ ὑαλοειδὲς ὑγρὸν μὲν ὥσπερ τις ὕαλος ὑπὸ θερμοῦ κεχυμένη, λευκὸν δ’ εἰς τοσοῦτον, εἰς ὅσον ἂν ἐπινοή‐
15σῃς ὀλίγου μέλανος λευκῷ πολλῷ κραθέντος δι’ ὅλου νενοθεῦσθαι τὴν ἀκρίβειαν τῆς λευκότητος. οὐκ ἔστι δ’ ἐν οὐδετέρῳ τῶν ὑγρῶν τούτων φλὲψ οὐδεμία. δῆλον οὖν, ὡς κατὰ διάδοσιν τρέφεται τὸ μὲν κρυ‐ σταλλοειδὲς ἐκ τοῦ ὑαλοειδοῦς, τὸ δ’ ὑαλοειδὲς ἐκ

3

.

762

τοῦ περιέχον‖τος αὐτὸ σώματος, ὃ πλατυνθείσης τῆς ἄνωθεν κατιούσης ἀπ’ ἐγκεφάλου μοίρας ἐγένετο. Καὶ καλοῦσιν αὐτό τινες οὐ κυρίως ἀμ‐ φιβληστροειδῆ χιτῶνα· προσέοικε μὲν γὰρ ἀμφιβλήστρῳ
5τὸ σχῆμα, χιτὼν δ’ οὐδαμῶς ἐστιν οὔτε τὴν χρείαν οὔτε τὴν οὐσίαν, ἀλλ’ εἰ περιελὼν αὐτὸ καταθείης μόνον ἀθροίσας ἐς ταὐτό, σαφῶς ἂν δόξαις ἐγκεφάλου τι μέρος ἀφῃρημένον ὁρᾶν. ἔστι μὲν οὖν αὐτοῦ χρεία
πρώτη μὲν καὶ μάλιστα, δι’ ἣν ἄνωθεν κατεπέμφθη,56 in vol. 2
10τῶν ἀλλοιώσεων αἰσθάνεσθαι τοῦ κρυσταλλοειδοῦς, ἤδη δὲ καὶ διαπορθμεύειν τε καὶ διαφέρειν τὴν τρο‐ φὴν τῷ ὑαλοειδεῖ. καὶ γάρ τοι καὶ φαίνεται μεστὸν ἀρτηριῶν τέ τινων καὶ φλεβῶν πολὺ πλειόνων τε καὶ μειζόνων ἢ κατὰ τὸν ἴδιον ὄγκον. ἅπασι μὲν γὰρ
15τοῖς ἀπ’ ἐγκεφάλου νεύροις συναποφύεταί τις μοῖρα τῆς χοριοειδοῦς μήνιγγος ἀρτηρίαν ἐπιφερομένη τε καὶ φλέβα. μεγάλα δ’ οὕτως ἀγγεῖα τῶν ἄλλων οὐδενὶ συνεξέρχεται προμηθουμένης ἄρα καὶ προπαρασκευα‐ ζούσης τῆς φύσεως οὐ τοῖς νεύροις μόνοις, ἀλλὰ καὶ

3

.

763

τοῖς κατὰ τὸν ὀφθαλμὸν ὑγροῖς ‖ τὴν τροφήν. καὶ μέν γε καὶ 〈ἐκ〉 τοῦ χοριοειδοῦς χιτῶνος τοῦ περιέ‐ χοντος αὐτὸ λεπταὶ καὶ ἀραχνώδεις διαφύσεις εἰς τοῦτο δὴ τὸ ἀμφιβληστροειδὲς σῶμα διατεταμέναι σύνδεσμοί
5τε ἅμα γίγνονται καὶ τροφὴν αὐτῷ διαφέρουσι. πάμ‐ πολλα γὰρ οὖν καὶ αὐτὸς οὗτος ὁ χιτὼν ὁ χοριοειδὴς ἀγγεῖα φαίνεται καθ’ ὅλον ἑαυτὸν ἔχων. τοῦτο μὲν δῆλον κἀξ αὐτοῦ τοῦ ὀνόματος. οὐ γὰρ ἂν οὔτ’ εἴκασαν αὐτὸν οὔτ’ ὠνόμασαν οὕτως, εἰ μὴ σύνδεσμός
10τις ἀγγείων ἦν παμπόλλων ὥσπερ τὸ χόριον. αὐτήν τε οὖν ταύτην ὁ χιτὼν οὗτος τὴν χρείαν παρέχεται καὶ προσέτι χιτὼν ὄντως ἐστὶ καὶ σκέπη καὶ περίβλημα τοῖς ὑποκειμένοις σώμασιν. ἡ δ’ ἀρχὴ καὶ τούτῳ τῷ χιτῶνι ἡ λεπτὴ μῆνιγξ ἐστὶν ἡ τὸν ἐγκέφαλον περιέ‐
15χουσα, περὶ ἧς ὀλίγον ἔμπροσθεν ἐλέγομεν, ὡς συν‐ αποφύοιτο τοῖς νεύροις ἅπασιν ἀρτηρίαν ἐπιφερομένη καὶ φλέβα. καὶ χρὴ θαυμάσαι κἀνταῦθα τὴν σοφίαν τοῦ δημιουργοῦ. μηδαμόθι γὰρ ἀλλαχοῦ χωρίσας νεύρου μηδενὸς τὰς συναποφυομένας μήνιγγας, ἀλλ’57 in vol. 2
20ὑπὲρ τοῦ τρέφεσθαί τε ἅμα καὶ σκέπεσθαι πανταχόθεν ‖

3

.

764

συνεπαγόμενος αὐτὰς ἐνταυθοῖ μόνον, ἡνίκα πρῶτον εἰς τὸν ὀφθαλμὸν κατέφυε τὸ νεῦρον, ἀμφοτέρας χω‐ ρίσας καὶ ἀποστήσας αὐτοῦ παχείας καὶ σκληρὰς ὁμοίως τῇ τὸν ἐγκέφαλον αὐτὸν περιεχούσῃ παχείᾳ μήνιγγι ἢ
5καὶ μᾶλλον ἐκείνης ἐδημιούργησε. καὶ χρὴ μὴ παρέρ‐ γως ἐπισκοπεῖν ἐνταῦθα, πῇ μὲν ὡσαύτως ἐγκεφάλῳ προὐνοήσατο τούτου δὴ τοῦ ἀμφιβληστροειδοῦς σώ‐ ματος, πῇ δὲ καὶ διαφερόντως. ὅτι μὲν γὰρ ἐναντίως πάντη ταῖς ἄλλαις ἀποφύσεσιν, ἤδη πρόδηλον, εἴπερ
10ἐκείνων μὲν οὐκ ἀπήγαγεν οὐδ’ ἀπέστησεν οὐδαμοῦ τῶν μηνίγγων οὐδετέραν, ἐν ὀφθαλμοῖς δ’ ἀμφοτέρας διεχώρισεν ἀλλήλων τε καὶ τῆς ἄνωθεν ἀποφύσεως. αὐτῷ δὲ δὴ τῷ ἐγκεφάλῳ ταύτῃ μὲν ὡσαύτως ἡ κατὰ τοὺς ὀφθαλμοὺς αὐτοῦ μοῖρα διάκειται, καθ’ ὅσον
15ἀρτηρίας ἔχει καὶ φλέβας ὅλην αὐτὴν διαπλεκούσας καὶ μέν γε καὶ ὅτι πάμπολυ διέστηκεν ἀπ’ αὐτῆς ἡ μὲν σκληρὰ μῆνιγξ ἀεὶ ψαύουσά τε καὶ συνδεδεμένη τοῖς ὀστοῖς, ταύτῃ δ’ οὐκέτι ὡσαύτως, 〈καθ’ ὅσον〉 ἡ
λεπτὴ καὶ μαλακὴ μῆνιγξ ἢ καταλέλοιπεν αὐτὴν ἢ ἄνω‐58 in vol. 2

3

.

765

θεν ἐπεκομίσατο φλέβα καὶ ‖ ἀρτηρίαν ἐκείνων χωριζο‐ μένην· καὶ αὐτό γε τοῦτο τὸ φαινόμενον ἐνδεικνύσθω σοι τὴν χρείαν τοῦ χωρισμοῦ. μόνη γὰρ ἀποχωρεῖ καὶ τελέως ἀγγείων ἔρημος. ὀλίγῳ δ’ ὕστερον ἀναφαίνεται
5χοριοειδὴς οὐδὲν ἧττον τῆς κατὰ τὸν ἐγκέφαλον ἐξ ἁπάντων τῶν ὑπερκειμένων χωρίων παμπόλλας ἀγγείων καταφύσεις δεχομένη. δόξαις ἂν αὐτὴν οἷον εἰς ἐμπο‐ ρίαν τινὰ τροφῆς ἐκπεμφθεῖσαν ὀλίγην μέν τινα καὶ πρὶν ἐπανελθεῖν ἀποπέμπειν, οἷον δι’ ὑπηρετῶν τῶν
10λεπτῶν ἀγγείων ἐκείνων ὧν ὀλίγον ἔμπροσθεν ἐλέγο‐ μεν, τὴν δ’ ἄλλην ἅπασαν ἅμ’ ἑαυτῇ φέρειν. ἐπανέρ‐ χεται γὰρ ἐπιφερομένη πάμπολύ τι πλῆθος ἀγγείων λεπτῶν ἐγγὺς ἀλλήλοις κειμένων, καὶ μετ’ αὐτῶν ἁπάντων ἐμφύεται πάλιν εἰς τὴν ἄνωθεν ἀποβλάστη‐
15σιν, ὡς δοκεῖν ἐοικέναι τὴν κατάφυσιν αὐτῶν ταῖς ἐπὶ τῶν βλεφάρων θριξίν. εἰκάζουσι γὰρ οὕτως οὐ κακῶς ἐμοὶ δοκεῖν, οἷς μέλει τῆς περὶ φύσιν ἱστορίας. ἵνα δ’ ἐμφύεται πρῶτον, ἐνταῦθα ἵσταταί τε καὶ παύε‐ ται τοῦ πρόσω χωρεῖν ἡ ἄνωθεν ἀπόφυσις. οὗ γὰρ

3

.

766

ἕνεκα ‖ κατεπέμφθη, τοῦτ’ ἤδη πεπλήρωκε καὶ ἐνέφυ τῷ κρυσταλλοειδεῖ σώματι καὶ δύναται τῶν κατ’ αὐτὸ παθημάτων ἄγγελος ἀγαθὸς ἐγκεφάλῳ γίγνεσθαι. κύ‐ κλος δ’ εὐλόγως ἀκριβὴς ἡ σύμφυσις αὐτῶν ἐγένετο.
5πανταχόθεν γὰρ εἰς μέσον τὸ κρυσταλλοειδὲς περιφε‐
ρὲς ὂν τῆς προειρημένης καταφύσεως γενομένης ὁ κύκλος ἐξ ἀνάγκης ἐγεννήθη καὶ μέγιστός γε οὗτός ἐστιν ἐν τῷ κρυσταλλοειδεῖ καὶ δίχα τέμνων αὐτό. πάντων γὰρ τῶν κυκλοτερέσι σώμασι συναπτομένων59 in vol. 2
10ἡ κατὰ τὸν μέγιστον ἐν αὐτοῖς κύκλον ἀσφαλεστάτη σύμφυσις, ὡς ἂν πλείσταις λαβαῖς ἑνοῦσα τὰ συμφυό‐ μενα. κατὰ δὲ τὸν αὐτὸν τοῦτον κύκλον εὔλογον ἦν ἐπισχεῖν τοῦ πρόσω τὸ ὑαλοειδές, ὥστε διὰ τοῦτο μέσον ὀχεῖται κατ’ αὐτοῦ τὸ κρυσταλλοειδές, οἷον
15σφαῖρά τις ἡμίτομος ἐν ὕδατι. καὶ τοίνυν καὶ συνέ‐ φυσεν αὐτὰ καθ’ ἕτερον μέρος τὸ ἔνδον τὸ οἷον ἡμι‐ σφαίριον τοῦ κρυσταλλοειδοῦς ἀσφαλείας ἕνεκα κύκλος εἷς ὁ προειρημένος μέγιστος τῶν κατὰ τὸ κρυσταλ‐ λοειδές, ὅρος τε κοινὸς ἀμφοτέροις καὶ σύνδεσμος ‖

3

.

767

αὐτοῖς τε τούτοις γίγνεται καὶ προσέτι τῷ ἀμφιβλη‐ στροειδεῖ σώματι καὶ τετάρτῳ τῷ χοριοειδεῖ χιτῶνι. τὸ γὰρ ἰσχυρότατον ἐν αὐτοῖς καὶ μάλιστα στηρίζειν αὐτὰ καὶ σκέπειν δυνάμενον ὁ χιτὼν οὗτός ἐστιν.
5ἀλλ’ ὥσπερ εἰς τὴν ἐκείνων φυλακὴν ἰσχυρὸς ἦν, οὕ‐ τως εἰς τὴν ἰδίαν ἀσθενὴς καὶ ἀδύνατος φέρειν ἀβλα‐ βῶς τὴν σκληρότητα τῶν περικειμένων ὀστῶν. ὡς οὖν κατὰ τὸν ἐγκέφαλον, οὕτω κἀνταῦθα τὸν ἀπὸ τῆς παχείας μήνιγγος χιτῶνα περιβέβληται, καὶ διεστώς γε
10ὁ χιτὼν οὗτος ἀπ’ αὐτοῦ κατὰ πάντα τὰ μέρη καὶ μόναις ταῖς τῶν ἀγγείων διαφύσεσι συναπτόμενος αὐτῷ κατὰ τὸν προειρημένον ἐκεῖνον κύκλον τὸν ἐν τῷ κρυσταλλοειδεῖ συνέφυ. καὶ πέμπτη σύμφυσις ἐπὶ
ταῖς προειρημέναις τέτταρσι καθ’ ἕνα τόπον τοῦτον60 in vol. 2
15γενομένη πᾶσι τοῖς ὑποκειμένοις ὄφελος οὐ σμικρόν ἐστι πρὸς τὸ μήτε πάσχειν ὑπὸ τῶν περικειμένων ὀστῶν μήτ’ ἐν ταῖς σφοδροτάταις κινήσεσιν ἀπορρή‐ γνυσθαί ποτ’ ἀπ’ ἀλλήλων. ἡ μὲν οὖν σκληρὰ μῆνιγξ ἀσφαλῶς τῇ χοριοειδεῖ συμπέφυκεν, αὕτη δ’ αὖ πάλιν

3

.

768

τῷ ἀμφιβληστροειδεῖ καὶ οὗτος τῷ ὑαλοειδεῖ τε ‖ καὶ τῷ κρυσταλλοειδεῖ, τῷ μὲν καθ’ ὅλον ἑαυτό, τῷ δὲ κατὰ τὴν ἶριν μόνην, ὥστε διὰ τῶν μέσων σωμάτων τὸ ὑαλοειδὲς ὑγρὸν τῷ πάντων ἔξωθεν ἥνωται χιτῶνι,
5τὸ μαλακώτατον τῷ σκληροτάτῳ, καὶ τοῦθ’ ἡ φύσις ἐτεχνήσατο διὰ τῆς οὕτως ἐπικαίρου μεταξὺ θέσεως. ἐπὶ δὲ τὸν αὐτὸν τοῦτον κύκλον ἕκτος τις ἔξωθεν ἐγγὺς ἥκει εἰς τὸν σκληρὸν χιτῶνα καταφυόμενος, 〈αἱ〉 τῶν κινούντων τοὺς ὀφθαλμοὺς μυῶν ἀπονευρώ‐
10σεις. ἕβδομος δ’ ἐπὶ τούτοις ἄλλος ἡ τοῦ περιοστίου κατάφυσις ἅμα μὲν συνδοῦντος ὅλον τὸν ὀφθαλμὸν τοῖς ὀστοῖς, ἅμα δὲ καὶ σκέποντος τοὺς κινοῦντας αὐτὸν μῦς. καί σοι τοῦτον ἤδη τὸν ὑμένα θεάσασθαι καὶ πρὸ τῆς ἀνατομῆς ἔστι, λευκὸν μέν, οἷόσπερ καὶ
15φαίνεται, τελευτῶντα δ’, οἷπερ καὶ τῶν ἄλλων ἕκαστος ὑποβέβληται κύκλων, ἵνα συνάπτει τὸ λευκὸν τῷ μέ‐ λανι. καλεῖται δ’ ἶρις ὁ τόπος οὗτος ὑπὸ τῶν περὶ
τὰ τοιαῦτα δεινῶν· ἔνιοι δὲ στεφάνην ὀνομάζουσι. καὶ εἰ καλῶς προσέλθοις αὐτῶν τῇ διαιρέσει καὶ μηδὲν61 in vol. 2

3

.

769

συγχέας ἐπισκοποίης, θεάσῃ κύκλους ‖ ἀλλήλοις ἐπι‐ βάλλοντας ἑπτὰ ἐνταῦθα καὶ πάχει καὶ χρόᾳ διαφέ‐ ροντας, ὥστε μηδ’ ἂν εἰ βουληθείης, ἑτέρως ὀνομάσαι τὸ χωρίον δυνηθῆναι πλὴν ἶριν.
5 Ἀλλὰ γὰρ οὐ ταῦτα μόνον ἔργα τῆς τοῦ δημιουργοῦ σοφίας, ἀλλ’ ἔτι μακρῷ μείζω τὰ λεχθη‐ σόμενα. μέχρι μὲν γὰρ τῆς μέσης χώρας τοῦ κρυσταλ‐ λοειδοῦς ἠγάγομεν ἤδη τῷ λόγῳ τοὺς ἐπιβάλλοντας ἀλλήλοις καὶ συμφυομένους ἐνταῦθα κύκλους ἑπτά.
10τὸ δ’ ἀπὸ τοῦδε μάλιστα θαυμάσεις, εἰ, πρὶν ἀκούσαις παρ’ ἡμῶν, τὴν κατ’ αὐτὸ τέχνην πειραθείης αὐτὸς κατὰ μόνας ἐπισκέψασθαι. τί ποτ’ ἄρ’ ἦν ἐργάσασθαι βέλτιον, ἵν’ ἅμα μὲν αἰσθάνηται τῶν ἰδίων αἰσθητῶν ἀκριβῶς τὸ κρυσταλλοειδές, ἅμα δ’ ἀσφαλῶς φρουρῆ‐
15ται καὶ μηδὲν ὑπὸ μηδενὸς ἀδικῆται τῶν ἔξωθεν; ἆρα τελέως αὐτὸ γυμνὸν καὶ ἀσκέπαστον καταλιπεῖν; ἢ οὕτω μὲν 〈ἂν〉 οὐδὲ τὸν ἀκαρῆ χρόνον ὑπέμεινεν, ἀλλ’ εὐθὺς ἂν ἀπώλετό τε καὶ διεφθάρη τελέως ὑπὸ μαλα‐ κότητος συμφύτου πρὸς μηδὲν τῶν ἔξωθεν ὁμιλούντων

3

.

770

ἀντέ‖χειν δυνάμενον. ἢ προθεῖναί τι στεγανὸν αὐτοῦ πρόβλημα φρουρεῖν ἀσφαλῶς ἱκανόν; ἀλλ’ ἦν κίνδυνος ὑπὸ τοῦ τοιούτου κατακρυφθῆναί τε καὶ παντάπασιν αὐτὸ κατασκοτισθῆναι καὶ τελέως ἀναίσθητον γενέ‐
5σθαι. εἰ τοίνυν ἡ μὲν τὴν ἀκρίβειαν αὐτῷ τῆς αἰσθή‐
σεως φυλάττουσα κατασκευὴ τὴν εὐπάθειαν ἐπέφερεν, ἡ δὲ τὴν δυσπάθειαν ἐκπορίζουσα τὴν ἀκρίβειαν διέ‐ φθειρεν, εἰς ἄπορόν τι περιίσταθ’ ἡ κατασκευὴ τῶν ὀπτικῶν ὀργάνων. ἀλλ’ οὐκ ἂν οὐδ’ ἐν τούτοις ἤμελ‐62 in vol. 2
10λεν ἀπορήσειν ὁμοίως ἡμῖν ἡ φύσις, ἀλλὰ πρῶτον μὲν ἐξευρήσειν τε καὶ προνοήσεσθαι τὸ βέλτιον, ἔπειτα δὲ καὶ κατασκευάσειν αὐτὸ σὺν ἄκρᾳ τῇ τέχνῃ. τοῦ μὲν γὰρ παχέος καὶ σκληροῦ σκεπάσματος εἰς αὐτὸ τὸ σφέτερον αὐτῶν ἔργον βλάψοντος τοὺς ὀφθαλμούς,
15τοῦ δὲ λεπτοῦ καὶ μαλακοῦ παντάπασιν εὐπαθοῦς ἐσομένου, τὸ σκληρὸν μὲν λεπτὸν δὲ μάλιστα, εἰ καὶ λευκὸν ἀποτελεσθείη, βέλτιον ἔγνω γενησόμενον. ἐπὶ δὲ τὴν δημιουργίαν αὐτοῦ τραπομένη πάντως μὲν

3

.

771

ἤμελλεν ἐξ ἑνὸς τῶν ἑπτὰ ‖ κύκλων τῶν κατὰ τὴν ἶριν ἀποφύσειν αὐτό. ἀλλ’ ἀπὸ μὲν τῶν μαλακῶν τῶν τεττάρων οὐκ ἐνεδέχετο σκληρὸν ἀποφύειν χιτῶνα. λοιπῶν δ’ ὄντων τριῶν τῶν ἔξωθεν ὁ μὲν ὕστατος
5ἁπάντων ὁ τοῦ περιοστίου κύκλος, εἰ καὶ τῶν ἔνδον τῶν τεττάρων πολὺ σκληρότερός ἐστιν, ἀλλὰ τῆς γε τοῦ σκεπάσματος χρείας ἐνδεέστερος· ὁ δ’ ὑπ’ αὐτῷ δεύτερος ἀπὸ τῶν μυῶν αὐτὸς ἑτέρων ἐδεῖτο σκεπα‐ σμάτων· λοιπὸς οὖν ἦν ὁ ἀπὸ τῆς μήνιγγος σκληρὸς
10χιτὼν ὁ τὸν χοριοειδῆ περιέχων, ἀφ’ οὗ δυνατὸν ἦν γεννῆσαι τὸ σκέπασμα. σκόπει δὴ κἀνταῦθα τὴν πρό‐ νοιάν τε ἅμα καὶ τέχνην τῆς φύσεως. παχὺν μὲν γὰρ ἱκανῶς ὄντα τοῦτον τὸν χιτῶνα καὶ ἧττον τῆς χρείας
πυκνὸν λεπτότερόν τε ἅμα καὶ πυκνότερον ἀποφύειν63 in vol. 2
15ὑπήρξατο καὶ κατὰ βραχὺ προάγουσα τὸ μεσαίτατον αὐτοῦ πάνυ σφόδρα λεπτὸν καὶ πυκνὸν ἀπειργάσατο. καί σοι δόξει δεινῶς ἐοικέναι τοῦτο τοῖς κέρασι τοῖς εἰς λεπτὰ τετμημένοις. ὅθεν αὐτῷ καὶ τὴν προσηγορίαν πρέπειν ἡγησάμενοι τοῦ κερατοειδοῦς οἱ περὶ τὰς ἀνα‐
20τομὰς δεινοὶ αὐτοί τε οὕτως ἐκάλουν καὶ μένει τοὔ‐

3

.

772

νομα ‖ μέχρι δεῦρ’ ἀεί. οὗτος οὖν ὁ κερατοειδὴς χιτὼν λεπτὸς καὶ σκληρὸς καὶ πυκνὸς γενόμενος εὐθὺς ἄρ’ ἔμελλεν ἔσεσθαι καὶ λαμπρός, οἷος ἐπιπέμπειν αὐγὴν ἐπιτηδειότατος εἶναι, παραπλησίως τοῖς ἀκριβῶς
5διεξεσμένοις τε καὶ λελεπτυσμένοις κέρασιν. ἆρ’ οὖν εἰ καὶ μὴ προμηθεῖσθαι τὰ τοιαῦθ’, ὥσπερ ἡ φύσις, οὕτω καὶ ἡμεῖς ἱκανοί, τό γ’ ἐπιμηθεῖσθαι καὶ μέμψα‐ σθαί τινι τῶν γεγονότων, ὡς ἦν ἄμεινον ἑτέρως αὐτὸ κατεσκευάσθαι, δυνατοί; ἐγὼ δὲ νομίζω μηδὲ τοῦτο
10τοὺς γοῦν πολλοὺς ἡμῶν. οὔτε γὰρ ἐξηγοῦνται τὴν τέχνην τῆς φύσεως, ἢ πάντως ἂν αὐτὴν ἐθαύμασαν, οὔτ’, εἰ καὶ μὴ τοῦτο, τὸ γοῦν μὴ ψέγειν αὐτοῖς ὑπάρχει. δίκαιον δ’ ἦν ἢ δεῖξαι βελτίονα κατασκευὴν ἑτέραν τῆς νῦν οὔσης ἢ τοῦτο μὴ δυναμένους ποιῆσαι
15ταύτην θαυμάζειν. ἑπτὰ κύκλων κατὰ τὴν ἶριν ὑπαρ‐ χόντων, ὦ οὗτος ὁ λοιδορούμενος τῇ φύσει, δεῖξον ἡμῖν ἕτερον ἐπιτηδειότερον εἰς τὴν τοῦ κερατοειδοῦς χιτῶνος γένεσιν, ἤ, εἰ τοῦτ’ ἀδυνατεῖς, καί σοι δοκεῖ

3

.

773

μὴ καλῶς ἀπὸ ‖ τοῦ σκληροτάτου πάντων πεφυκέναι,
δεῖξον αὖ, τί ἄν, εἰ σὺ κατέστης ἐν τῇ τοῦ Προμη‐ θέως χώρᾳ, βέλτιον ἀπειργάσω περὶ αὐτὸν τὸν ἀπο‐ φύντα χιτῶνα. ἆρ’ οὐκ 〈ἂν〉 λεπτὸν μὲν καὶ λευκόν,64 in vol. 2
5ἵν’ ἀκωλύτως διαπέμπῃ τὰς ὄψεις, σκληρὸν δ’, ἵν’ ἀσφαλῶς φρουρῇ τὸ κρυσταλλοειδὲς ὑγρόν, ἐδημιούρ‐ γησας αὐτόν; οὐκ ἂν ἔχοις εἰπεῖν ἑτέρως οὐδὲ νῦν ἐπ’ ἤδη γεγενημένου, καίτοι πολὺ ῥᾷον ἐξευρεῖν τι τῶν παροφθέντων καὶ μέμψασθαι καὶ μεταθεῖναι τοῦ
10πάντ’ ἐξ ἀρχῆς αὐτὸν ἀμέμπτως κατασκευάσαι. θέασαι δὴ πάλιν ἤδη ποτὲ σωφρονήσας τὰ λοιπὰ τῆς φύσεως ἔργα. ὁ γάρ τοι κερατοειδὴς χιτὼν οὗτος, λεπτὸς καὶ πυκνὸς γενόμενος, ἐπιτηδειότατον μέν ἐστι πρόβλημα τοῦ τῆς ὄψεως ὀργάνου πρὸς τὸ μήθ’ ὑπὸ τῶν ἔξωθεν
15ἀδικεῖσθαι μηδὲν μήτ’ ἐμποδίζεσθαι τὰς ὄψεις, ἄλλα δ’ ἐξ ἀνάγκης ἑπόμενα τῇ τοιαύτῃ κατασκευῇ τρία κέκτηται κακά, ἃ σὺ μέν, ὦ σοφώτατε κατήγορε, τὴν Προμηθέως ἐξουσίαν κτησάμενος ἴσως ἄν που παρεῖ‐ δες, οὐ μὴν αὐτός γε ὁ Προμηθεύς, ἀλλ’ ᾔδει σαφῶς,

3

.

774

ὡς ἂν εἰδὼς προμηθεῖσθαι, πρῶτον ‖ μὲν ἀπορήσοντα τροφῆς τὸν κερατοειδῆ χιτῶνα τοῦτον, ὡς ἂν μήθ’ ἕλκειν δι’ οὕτω μακροῦ δυνάμενον μήτ’ εἰς ἑαυτὸν δέξασθαι τὰς φλέβας, ὡς ἂν πυκνὸν καὶ σκληρὸν καὶ
5λεπτὸν ὑπάρχοντα, δεύτερον δὲ πρὸς μὲν τὰς ἀπὸ τῶν ἔξωθεν βλάβας ἱκανὸν ἐσόμενον στέγασμα τοῦ κρυ‐ σταλλοειδοῦς, αὐτὸν δ’ οὐδὲν ἧττον ἐκείνων λυπήσοντα τῇ σκληρότητι, καὶ τρίτον ἔτι πρὸς τούτοις σκεδάσοντά
τε καὶ διαφορήσοντα τὴν ἐπιπεμπομένην ἄνωθεν τοῖς65 in vol. 2
10ὀφθαλμοῖς ὀπτικὴν δύναμιν· ἧς σὺ μὲν ἀγνοῶν τὴν οὐσίαν, ὡς αὐγοειδής ἐστιν, ἀγνοῶν δὲ καί, ὅτι φθεί‐ ρεται διαφορουμένη κατὰ τὴν πρὸς τὰς λαμπροτέρας τε καὶ σφοδροτέρας αὐγὰς ἀθρόαν ὁμιλίαν, οὐκ ἂν ἔγνως οἰκεῖον αὐτῇ περιτιθεὶς κακὸν οὕτω λαμπρὸν χιτῶνα,
15οὐ μὴν ὅ γε δημιουργὸς τῶν ζῴων. ἀλλὰ πρῶτον μέν, ὅπως ὁ κερατοειδὴς θρέψεται, δεύτερον δ’, ὅπως μηδέποθ’ ἅψεται τοῦ κρυσταλλοειδοῦς ὑγροῦ, τρίτον δ’, ὅπως μηδὲ διαφορήσῃ τὴν αὐγὴν αὐτοῦ, προὐνοή‐ σατο καὶ δι’ ἑνός γε μηχανήματος ἅπαντα ταῦτ’ ἐπην‐
20ωρθώσατο. καί σοι τάχ’ ἂν ἤδη καὶ τοῦτ’ ἔλεγον,

3

.

775

ὦ ‖ δεινότατε κατήγορε τῆς φύσεως, εἰ μὴ πάνυ σαφῶς ἠπιστάμην ἀντεροῦντά σε τοῖς περὶ τῆς ὄψεως λόγοις. ἐκείνους μὲν οὖν μηδ’ ἀκηκοέναι δόκει μηδ’ ὀλίγον ἔμπροσθεν εἰρῆσθαι πρὸς ἡμῶν, ὡς αὐγοειδής ἐστιν
5αὐτῆς ἡ οὐσία, ἀλλ’ ἄρρητόν τε καὶ ἄγνωστον αὐτὴν ὑποθέμενος αὐτό γε τοῦτο δι’ ἔργων ἀποδεικνύμενον, εἰ βούλει, μάθε, μᾶλλον δ’ ἀναμνήσθητι, πῶς ὑπὸ λαμπρᾶς καὶ σφοδρᾶς αὐγῆς τὰς ὄψεις βλαπτόμεθα. τοὺς μὲν δὴ διὰ τῆς πολλῆς χιόνος ὁδοιπορήσαντας
10στρατιώτας τοὺς τοῦ Ξενοφῶντος, εἰς ὅσον ἐβλάβησαν, ἴσως ἀγνοεῖς. οὐδὲν γάρ μοι θαυμαστὸν ἀμελεῖν σε καὶ τῶν ἐκείνου γραμμάτων. οἶμαι δέ σε μηδ’ ὅτι Διονύσιος ὁ τῆς Σικελίας τύραννος οἶκον ὑπὲρ τοῦ δεσμωτηρίου κατεσκευάσατο τά τ’ ἄλλα φανότατον καὶ
15πάνυ λαμπρᾷ τιτάνῳ κεχρισμένον ἀκηκοέναι ποτέ, μηδ’ ὡς εἰς τοῦτον τὸν οἶκον ἐκ πολυχρονίου τῆς κάτω διατριβῆς ἀνῆγεν ἄνω τοὺς δεσμώτας, οἱ δ’, ὡς ἂν ἐκ πολλοῦ τε καὶ βαθέος σκότους εἰς αὐγὴν λαμπρὰν66 in vol. 2

3

.

776

ἐλθόντες, ἔμελλον δήπουθεν ἀσμένως ‖ εἰς αὐγὴν ἀνα‐ βλέψεσθαι, ἀναβλέψαντες δ’ ἐπηροῦντο μὴ φέροντες ἐξαιφνίδιόν τε καὶ ἀθρόαν αὐγῆς λαμπρᾶς προσβολήν. ἐάσαντες οὖν ταῦτα τῶν ὁσημέραι φαινομένων ἀνα‐
5μιμνήσκειν σε πειρασόμεθα, πρῶτον μὲν τῶν γραφέων, καὶ μάλισθ’ ὅταν ἐν λευκαῖς διφθέραις γράφωσιν, ὡς κάμνει ῥᾳδίως αὐτῶν ἡ ὄψις, εἰ παντάπασιν ἀβοήθη‐ τος εἴη. ταῦτ’ ἄρα προμηθούμενοι κυανᾶ τε καὶ φαιὰ παρατίθενται χρώματα, πρὸς ἃ συνεχῶς ἀποβλέποντες
10ἀναπαύουσι τὰς ὄψεις. ἀλλὰ καὶ τοὺς ὀφθαλμιῶντας ἐξελέγχει μὲν καὶ βλάπτει τὸ φῶς· ἄλυπα δὲ καὶ τού‐ τοις ἐστὶ τὰ φαιὰ καὶ κυανᾶ θεάματα. καὶ ὅσοι διὰ λαμπρᾶς αὐγῆς ἰδεῖν τι βούλονται πόρρωθεν, ἤτοι τὰς χεῖρας ὑπὲρ τῶν ὀφθαλμῶν κατ’ αὐτὰς τὰς ὀφρῦς
15παρατείνουσιν ἢ τῶν χειρῶν ἄλλο τι μεῖζόν τε καὶ στεγανώτερον. ἀλλὰ κἀν ταῖς ἡλιακαῖς ἐκλείψεσι ταῖς μεγάλαις ἀστέρες φαίνονται διὰ τὴν αὐτὴν αἰτίαν, ὥσπερ καὶ τοῦτο γενόμενον ἐν τοῖς καθ’ ἑαυτὸν χρό‐ νοις ἔγραψε Θουκυδίδης. ἀλλὰ κἀκ τῶν βαθέων φρεά‐ ‖

3

.

777

των ἀστέρες ὁρῶνται, μάλισθ’ ὅταν μὴ κατὰ τὴν μεσημβρίαν ὁ ἥλιος ἱστῆται. καὶ μέντοι καὶ αὐτὸν εἴ τις ἐθέλοι τὸν ἥλιον ἀσκαρδαμυκτὶ θεάσασθαι, ταχέως
ἂν διαφθαρείη τὰς ὄψεις, καὶ πολλοὶ κατὰ τὰς ἐκλεί‐67 in vol. 2
5ψεις ἀκριβεστέραν διάγνωσιν τοῦ γιγνομένου παθή‐ ματος ποιήσασθαι βουληθέντες, εἶτ’ ἀτενὲς ἀποβλέπον‐ τες εἰς τὸν ἥλιον, ἔλαθον ἑαυτοὺς τελέως τυφλωθέντες. ἀλλὰ καὶ τὸ διὰ χιόνος ὁδοιπορεῖν ἡλίκον ἐστὶ κακὸν ταῖς ὄψεσιν, εἰ καὶ μὴ τῷ Ξενοφῶντι πιστεύεις, ἔνεστί
10σοι πείρᾳ μαθεῖν. εἰ δ’ ὑπομένεις τι καὶ φυσικώτερον ἀκοῦσαι, λύχνον καιόμενον ἤ τινα ἑτέραν φλόγα κατα‐ θεὶς ἐν ἡλίῳ λαμπρῷ μαραινομένην αὐτίκα θεάσῃ, καὶ μέν γε καὶ φλογὸς ἡστινοσοῦν μεγάλης εἰ πλησίον θείης τὸν λύχνον ἤ τιν’ ἑτέραν μικροτέραν, αὐτίκα
15σβέννυται νικωμένης ἀεὶ καὶ διαφορουμένης τῆς ἐλάτ‐ τονος αὐγῆς ὑπὸ τῆς μείζονος. οὔκουν ἔμελλεν ἡ φύσις εὐθέως ἐν αὐτοῖς τοῖς ὀφθαλμοῖς διαφορήσειν τὴν τοῦ κρυσταλλοειδοῦς αὐγήν. ἀλλ’ αὐτή τε αὕτη καὶ σὺν αὐτῇ ἡ κατὰ τὸ ὑαλοειδὲς ὡς ἂν ἀκριβῶς

3

.

778

σῴζοιτο ‖ συνεχομένη τε καὶ πανταχόθεν ἐσφιγμένη, προὐνοήσατο τὸν ἀπὸ τῆς λεπτῆς μήνιγγος φυόμενον χιτῶνα τὸν χοριοειδῆ, πολλαχόθι μὲν μέλανα, πολλα‐ χόθι δὲ φαιόν τε καὶ κυανοῦν ἐργασαμένη. τοῦτον
5οὖν αὐτὸν ἀπὸ τῆς ἴρεως ἅμα τῷ κερατοειδεῖ προήγαγε τὰς προειρημένας τρεῖς χρείας παρέξοντα, θρέψοντα τῇ παραθέσει τὸν κερατοειδῆ, κωλύσοντα προσπίπτειν 〈τὸν κερατοειδῆ σκληρὸν ὄντα〉 τῷ κρυσταλλοειδεῖ, θέαμα γενησόμενον ἰατήριον πονούσης ὄψεως. ὅθεν
10οἶμαι καὶ φύσει πάντες, ἐπειδὰν κάμνωμεν ἐν λαμ‐ πραῖς αὐγαῖς, αὐτίκα τὰ βλέφαρα κλείομεν ἐπὶ τὸ σύμφυτον ἴαμα σπεύδοντες. ἐγὼ μὲν δὴ καὶ ταύτην θαυμάζω τὴν ἐπαληλιμμένην τῷ χιτῶνι τούτῳ κυανῆν χρόαν. ὅταν γὰρ μήτ’ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώμα‐68 in vol. 2
15τος ἀλλ’ ἢ κατὰ τοῦτο μόνον εὑρίσκηται μήτ’ ἄλλο τι φαίνηται δεόμενον αὐτῆς ἢ τοῦτο, δῆλον ἤδη τὸ διὰ παντὸς ἀποδεδειγμένον τοῦ λόγου, τὸ μήτ’ ἐλλι‐ πῶς μήτ’ ἀργῶς ὑπὸ τῆς φύσεως γεγονέναι μηδέν. Οὐδὲν δ’ ἧττον αὐτῆς θαυμάζω καὶ τὴν ‖

3

.

779

ἐπιτραφεῖσαν ἐντὸς δασύτητα τῷ περιέξοντι τὸ ὑαλοει‐ δὲς ὑγρὸν χιτῶνι. νοτερὰ γὰρ αὕτη γε καὶ μαλακή, καθαπερεὶ σπογγιά, τοῦ κρυσταλλοειδοῦς ὑγροῦ ψαύ‐ ουσα τὴν τοῦ χιτῶνος ὅλου γειτνίασιν ἄλυπον αὐτῷ
5παρέχει. καὶ τούτου μᾶλλον ἔτι θαυμάζω τὴν ἐκτὸς πυκνότητα, καθ’ ἣν ὁμιλεῖ τῷ σκληρῷ χιτῶνι τῷ κερα‐ τοειδεῖ. οὐ μόνον γὰρ οὐδὲν ἐχρῆν ὑπὸ τοῦ κυανοῦ τούτου χιτῶνος λυπεῖσθαι τὸ κρυσταλλοειδὲς ὑγρόν, ἀλλὰ μηδ’ αὐτόν τι πάσχειν ὑπὸ τοῦ κερατοειδοῦς.
10ἔτι 〈δὲ〉 δὴ μεῖζον θαῦμα τὸ κατὰ τὴν κόρην αὐτοῦ τρῆμα. πάντα γὰρ ἂν ἄρδην ἀπώλλυτο τὰ καλῶς προπεπονημένα μόνου τούτου παροφθέντος. ἀλλ’ οὐκ ἄρ’ ἤμελλεν ἡ φύσις αὐτὸ καθάπερ οὐδ’ ἄλλο τι παρ‐ όψεσθαι. διέτρησε δ’ ἐνταῦθα τὸν κυανοῦν χιτῶνα
15τοῦτον τὸν ῥαγοειδῆ. καλοῦσι γὰρ οὕτως αὐτὸν εἰκά‐
σαντες οἶμαι ῥαγὶ σταφυλῆς τήν τ’ ἐκτὸς λειότητα καὶ τὴν ἐντὸς δασύτητα. καὶ κατὰ τοῦτο μόνον τὸ τρῆμα τοῦ κερατοειδοῦς τε καὶ τοῦ κρυσταλλοειδοῦς οὐδεὶς ἐν τῷ μέσῳ χιτὼν ἕτερός ἐστιν, ἀλλ’ οἷον διὰ λεπτοῦ69 in vol. 2

3

.

780

πάνυ καὶ λευκοῦ κέρατος ἡ τῆς ἔν‖δον αὐγῆς πρὸς τὴν ἔξω κοινωνία τε καὶ κρᾶσις γίγνεται. ὅπως οὖν μηδὲ κατὰ τοῦτο τὸ τρῆμα ψαύσῃ ποθ’ ὁ κερατοειδὴς χιτὼν τοῦ κρυσταλλοειδοῦς ὑγροῦ, προὐνοήσαθ’ ἡμῶν
5ὁ δημιουργός, ἅμα μὲν ἐπὶ πλέον ἐκτὸς ἀπαγαγὼν τὴν ταύτῃ μοῖραν τοῦ κερατοειδοῦς, ἅμα δ’ ὑγρὸν λεπτὸν καὶ καθαρόν, οἷόνπερ τὸ ἐν τοῖς ᾠοῖς ἐστι, περιχέας τῷ κρυσταλλοειδεῖ, καὶ τρίτον ἐπὶ τούτοις αἰθερώδους τε καὶ αὐγοειδοῦς πνεύματος πληρώσας τὴν χώραν
10ἅπασαν τῆς κόρης. ὧδε μὲν ἔχει τὸ ἀληθές. δεῖ δ’ ἀποδείξεως ἔτι τῷ λόγῳ, καὶ μάλιστα διὰ τοὺς μήτ’ ἐνέργειαν μήτε χρείαν μηδεμίαν εὑρίσκεσθαι βουλομέ‐ νους, ἀλλ’ ἀποκεκρύφθαι πάντα καὶ τελέως ἀγνοεῖσθαι σπεύδοντας. ὁ τοίνυν κερατοειδὴς οὗτος χιτών, καθ’
15ἃ μὲν ἀποφύεται τῆς ἴρεως, ἐγγυτάτω φανεῖταί σοι τοῦ κρυσταλλοειδοῦς ὑγροῦ, ὡς ἂν ἁπάντων κατὰ τοῦ‐ το τὸ χωρίον συμπεφυκότων τῶν ἐν τοῖς ὀφθαλμοῖς ὑγρῶν τε καὶ χιτώνων, ἐξωτέρω δὲ γιγνόμενος ἀεὶ καὶ μᾶλλον ἀποχωρεῖ καὶ πλεῖστον ὅσον ἀφέστηκε κατὰ

3

.

781

τὴν κόρην, ὡς ‖ ἐν ταῖς ἀνατομαῖς ἔστι μαθεῖν καὶ ταῖς τῶν ὑποκεχυμένων παρακεντήσεσιν. ἐν γὰρ τῇ
μεταξὺ χώρᾳ τοῦ κερατοειδοῦς χιτῶνος καὶ τοῦ κρυ‐ σταλλοειδοῦς ὑγροῦ συνισταμένων τῶν ὑποχυμάτων70 in vol. 2
5τὸ καθιέμενον ὄργανον ὑπὲρ τοῦ παράγειν αὐτὰ διὰ πολλῆς εὐρυχωρίας ἄνω τε καὶ κάτω καὶ τῇδε κἀκεῖσε καὶ ὅλως ἐν κύκλῳ τε καὶ πανταχόσε περιφερόμενον οὐδετέρου ψαύει τῶν εἰρημένων σωμάτων, ὡς ἂν ἱκα‐ νῆς τὸ μέγεθος οὔσης αὐτῶν τῆς διαστάσεως.
10 Ὅτι δ’ ἐν τῷ μεταξὺ τοῦ κρυσταλλοειδοῦς ὑγροῦ καὶ τοῦ ῥαγοειδοῦς χιτῶνος ὑγρότης τις λεπτὴ περιέχεται καὶ ὅτι πνεύματος πλήρης ἐστὶν ὁ κατὰ τὴν κόρην τόπος, ἐκ τῶνδ’ ἂν μάλιστα γνοίης· πρῶτον μέν, ὅτι τεταμένον ἀκριβῶς ὁρᾷς ἐπὶ τῶν ζώντων τὸν
15ὀφθαλμὸν καὶ πλήρη πανταχόθεν καὶ οὐδαμῇ ῥυσὸν οὐδὲ χαλαρὸν αὐτοῦ μόριον οὐδέν. εἰ δὲ τεθνεῶτος ἐθέλοις λαβὼν διαιρεῖν, ἤδη μέν πως ῥυσότερον ὄψει τοῦ κατὰ φύσιν καὶ πρὸ τῆς διαιρέσεως. διελόντι δέ

3

.

782

σοι τὸν κερατοειδῆ χιτῶνα ‖ παραχρῆμα μὲν ἀπαντήσει τὸ λεπτὸν ὑγρὸν ἐκχεόμενον, ὃ κἀν ταῖς παρακεντήσεσι φαίνεται πολλάκις ἐκρέον διὰ τῆς τρώσεως, εὐθὺς δ’ ἂν ἅπας ὁ ὀφθαλμὸς ῥυσὸς γένοιτο καὶ προσεσταλ‐
5μένος καὶ χαλαρός, καὶ διατείνοντι δὲ καὶ ἀφιστάντι τοὺς χιτῶνας ἀπὸ τοῦ κρυσταλλοειδοῦς ἡ μεταξὺ χώρα παμπόλλη κενὴ φαίνεται. εἰ τοίνυν αὐτὴ πρότερον μέν, ὅτ’ ἔζη τὸ ζῷον, ἐπεπλήρωτό τε καὶ διατετάκει τοὺς χιτῶνας, ἀποθανόντος δὲ κενὴ μὲν αὐτή, χαλαροὶ
10δ’ οἱ περικείμενοι γίγνονται χιτῶνες, δῆλον, ὡς ἤτοι πνεύματός τινος ἢ ὑγρότητος ἢ ἀμφοῖν πεπλήρωτο. καὶ μὲν δὴ καὶ εἰ τὸν ἕτερον τῶν ὀφθαλμῶν μύσαι‐
μεν ἀνεῳγότα φυλάττοντες τὸν ἕτερον, εὐρυνομένην τε καὶ διεσταλμένην, ὡς ἂν ἐμφυσωμένην, ὀψόμεθα71 in vol. 2
15τὴν κόρην. καὶ τοῦτο καὶ τῷ λόγῳ μὲν δῆλον, ὡς πληρουμένη μὲν πνεύματος οὕτω διατίθεται, καὶ δι’ ἐπιτεχνήσεως δ’ ἂν οὐχ ἥκιστα πειραθείης τε καὶ βασανίσαις τὸν λόγον αὐτοῖς τοῖς ἐναργῶς φαινομέ‐ νοις. ἐμφυσήσας γὰρ ἐκ τῶν ἔνδον μερῶν τὸν ῥαγο‐
20ειδῆ χιτῶνα διιστάμενον ὄψει τὸ τρῆμα. ὧδε μὲν τῇ

3

.

783

πείρᾳ δῆλον, ὡς ‖ πληρουμένη πνεύματος ἡ κόρη διευ‐ ρύνεται. ἀτὰρ οὐδ’ ὁ λόγος ἄλλο τί φησιν ἢ ὡς μεστούμενος ἔνδοθεν ὁ ῥαγοειδὴς ἐπὶ πλεῖστον ἐκτεί‐ νεταί τε καὶ διατείνεται καὶ οὕτω καὶ τὸ τρῆμα μεῖζον
5ἴσχει γιγνόμενον, ὥσπερ καὶ τἄλλα πάνθ’, ὅσοις ὀπαί τέ τινές εἰσι καὶ διεκτρήσεις ὑμενώδεσί τε καὶ λεπτοῖς ὑπάρχουσι καὶ καταπίπτειν εἰς ἑαυτὰ δυναμένοις. οὕ‐ τως οὖν καὶ ταυτὶ τὰ κόσκινα τετάσθαι δεῖται τοὺς χιτῶνας ἢ συμπίπτουσιν αὐτῶν αἱ ὀπαί. εἰ τοίνυν
10ἔτι μὲν περιόντος τοῦ ζῴου τούς θ’ ὑμένας ἀμφοτέ‐ ρους τεταμένους ἔστιν ἰδεῖν καὶ μύσαντος θατέρου τῶν ὀφθαλμῶν εὐρυνομένην θατέρου τὴν κόρην, ἀπο‐ θανόντος δὲ χαλαροὺς μὲν ἤδη καὶ πρὸ τοῦ κενωθῆ‐ ναι τὸ λεπτὸν ὑγρόν, χαλαροὺς δ’ ἐσχάτως ἐπὶ τῇ
15κενώσει γιγνομένους, δῆλον, ὡς ὑπ’ ἀμφοῖν ὑγροῦ τε καὶ πνεύματος, ὁπότ’ ἔζη τὸ ζῷον, ἐπεπλήρωντο. ἀλλὰ τὸ μέν, ὡς ἂν λεπτότερόν τε καὶ κουφότερον, ῥᾳδίως ἐκκενοῦται πρὸ τῆς διαιρέσεως, τὸ δ’ ὑγρὸν ἔτι δια‐ μένει κενώσεως αἰσθητῆς δεόμενον. ἀλλὰ καὶ τοῖς ‖

3

.

784

πάνυ πρεσβύταις ῥυσὸς εἰς τοσοῦτον πολλάκις ὁ κερα‐
τοειδὴς γίγνεται χιτών, ὥστε οἱ μὲν οὐδ’ ὅλως, οἱ δὲ φαύλως καὶ μόγις ἔτι βλέπουσιν. ἐπιπιπτουσῶν γὰρ ἀλλήλαις τῶν ῥυτίδων καὶ διὰ τοῦτο διπλουμένου τοῦ72 in vol. 2
5χιτῶνος καὶ πάχος ἐπίκτητον λαμβάνοντος ἐλάττονός τε παραγιγνομένου τοῦ ἄνωθεν πνεύματος εἰς τὴν κόρην κατὰ λόγον ἐμποδίζονται τὰς ὄψεις. αὐτὸ δὲ δὴ τοῦτο τὸ ἔλαττον ἐπιρρεῖν ἀπὸ τῆς ἀρχῆς τὸ πνεῦμα μάλιστ’ αἴτιον γίγνεται τοῦ ῥυσοῦσθαι κατὰ τὴν κό‐
10ρην. ἐξ ὧν ἁπάντων δῆλον, ὡς πεπλήρωται διὰ παν‐ τὸς ἡ μετὰ τὸ κρυσταλλοειδὲς ὑγρὸν χώρα σύμπασα πνεύματός τε ἅμα καὶ λεπτῆς ὑγρότητος, καὶ ὡς κατὰ μὲν τἄλλα μέρη τὸ ὑγρόν, ἐν αὐτῇ δὲ μάλιστα τῇ κόρῃ πλεῖστον τὸ πνεῦμά ἐστι. πρεσβύταις μὲν οὖν ἡ
15ῥυσότης τοῦ κερατοειδοῦς αὐτοῦ τ’ ἐστὶ τοῦ χιτῶνος ἀρρωστίᾳ τῷ γήρᾳ προσήκουσα καὶ τοῦ παραγιγνομένου πνεύματος ἄνωθεν ἐνδείᾳ. τὸ δὲ πάθημα τὸ καλού‐ μενον φθίσις αὐτῆς μόνης ἐστὶ τῆς κόρης μειουμένης οὐδὲν πάσχοντος ἰδίᾳ τοῦ κερατοειδοῦς. διὰ τοῦτο

3

.

785

καὶ κατὰ τὸν ἕτερον τῶν ‖ ὀφθαλμῶν γίγνεται τὰ πολλά, ὥστε καὶ γνωρίζεσθαι αὐτὸ ῥᾳδίως καὶ οὐδένα λανθάνειν τῶν ἰατρῶν· ὁ γὰρ ὑγιὴς παρακείμενος ἐξελέγχει τὸ τοῦ πεπονθότος ἁμάρτημα· τοῖς γέρουσι
5δὲ κοινὸν ἀμφοτέρων τῶν ὀφθαλμῶν γιγνόμενον τὸ σύμπτωμα λανθάνει τοὺς πολλούς, ὡς οὐ μόνον ῥυσό‐ της ἐστὶ τοῦ κερατοειδοῦς, ἀλλὰ καὶ τῆς κόρης στενό‐ της. γίγνεται δέ ποτε καὶ δι’ ἔνδειαν τῆς λεπτῆς ὑγρότητος χαλασθέντος ἐπὶ πλέον τοῦ ῥαγοειδοῦς.
10ἀλλὰ τούτου γε τοῦ παθήματος οὐδὲν εἰς τὸν παρόντα
λόγον δεόμεθα, τὸ δὲ δι’ ἔνδειαν τοῦ πνεύματος ἐπ’ ἐμφράξεσί τε ταῖς κατὰ τὰς ἄνωθεν ὁδοὺς καὶ ἀσθέ‐ νειαν πρεσβυτικὴν ἐνδεικτικόν ἐστι τοῦ πεπληρῶσθαι πνεύματος τὴν κόρην, ὥσπερ οὖν καὶ τὸ μύσαντος73 in vol. 2
15θατέρου τῶν ὀφθαλμῶν εὐρύνεσθαι τὴν θατέρου κόρην. Ἆρ’ οὖν εἰς μόνον τοῦτο τὸ πλεῖστον ἀφίστασθαι καὶ μηδέποτε ψαύειν τοῦ κρυσταλλοειδοῦς ὑγροῦ τὸν κερατοειδῆ χιτῶνα χρήσιμός ἐστιν ἡ ὑγρό‐ της ἥδε ἡ λεπτὴ καὶ τὸ πνεῦμα τὸ κατὰ τὴν κόρην
20ἢ καὶ πρὸς ἄλλ’ ἄττα διαφέρει; περὶ μὲν οὖν πνεύ‐

3

.

786

ματος ἐν τοῖς ‖ ὀπτικοῖς ἀποδέδεικται λόγοις, ὡς αὐ‐ γοειδές ἐστι καὶ τὴν μεγίστην δύναμιν εἰς τὴν τῶν ὀφθαλμῶν ἐνέργειαν εἰσφέρεται. περὶ δὲ τῆς ὑγρό‐ τητος ἐκ τῶνδ’ ἂν μάθοις, ὡς οὐκ εἰς τὸ πληροῦν
5μόνον τὴν κενὴν χώραν, ἀλλὰ καὶ πρὸς τὸ μὴ κατα‐ ξηραίνεσθαι τὸ ὑγρὸν τὸ κρυσταλλοειδὲς αὐτὸ καὶ τὴν ἔνδον μοῖραν τοῦ ῥαγοειδοῦς ἀναγκαιότατόν ἐστιν, εἰ πρῶτον μὲν γνοίης, ὅτι γίγνεται βλάβη ταῖς ὄψεσι πλέονος αὐτοῦ κενωθέντος ἐν ταῖς παρακεντήσεσι, καὶ
10ὡς τὸ πάθημα τὸ πρὸς τῶν ἰατρῶν ὀνομαζόμενον γλαύκωσις ξηρότης μέν ἐστι καὶ πῆξις ἄμετρος τοῦ κρυσταλλοειδοῦς ὑγροῦ, τυφλοῖ δ’, εἴπερ τι καὶ ἄλλο τῶν κατὰ τὸν ὀφθαλμὸν νοσημάτων, ἔπειτα διαλογί‐ σαιο καὶ σκέψαιο τὴν φύσιν τοῦ ῥαγοειδοῦς χιτῶνος.
15ἔστι γὰρ αὐτοῦ τὸ ψαῦον μέρος τοῦ κρυσταλλοειδοῦς ὑγροῦ παραπλήσιον σπογγιᾷ διαβρόχῳ. πάντα δ’ ὅσα τοιαῦτα σώματα ξηραινόμενα σκληρὰ γίγνεται. δηλοῦσι
δὲ ταῦθ’ αἵ τε σπογγιαὶ καὶ οὐδὲν ἧττον αἱ ῥάγες καὶ τῶν ζῴων αἱ γλῶτται. ἀλλ’ εἰ ξηρὸν γένοιτο74 in vol. 2

3

.

787

τὸ ταύτῃ μέρος τοῦ ῥαγοειδοῦς, ἀπολέσειεν ἂν ‖ οὕτως ὅλην τὴν χρείαν, ἧς ἕνεκα τοιοῦτον ἀπετελέσθη. δεῖ τοίνυν αὐτὸ τέγγεσθαι διὰ παντός, ἵν’ ᾖ μαλακόν. ἅπαντά τ’ οὖν ταῦτα θαυμαστῆς τινος ἔνδειξιν ἔχει
5προνοίας τε ἅμα καὶ τέχνης καὶ τούτων οὐχ ἥκιστα τὸ σύμφυτον ἀμφίεσμα τοῦ κρυσταλλοειδοῦς. ὁ μὲν γὰρ κερατοειδὴς οἷον πρόβλημά τι καὶ τεῖχος αὐτῷ γέγονε τὴν τῶν ἔξωθεν προσπιπτόντων βίαν ἐκδεχό‐ μενος. ὁ δ’ ἴδιος αὐτοῦ χιτὼν οὐ μόνον „οἷός τε κρο‐
10μύοιο λοπὸς κάτα ἰσχαλέοιο“, ἀλλ’ ἔτι καὶ τῶν λεπτῶν ἀραχνίων λεπτότερός ἐστι καὶ λευκότερος, καὶ τὸ τού‐ του μεῖζον, ὅτι μηδὲ περὶ πᾶν ἐκτέταται τὸ κρυσταλ‐ λοειδές, ἀλλὰ τὸ μὲν ἑνούμενον αὐτοῦ μέρος τῷ ὑαλοειδεῖ τελέως ἀσκέπαστόν ἐστι καὶ γυμνὸν χιτῶνος·
15ἑνοῦσθαι γὰρ κατὰ τοῦτ’ ἄμεινον ἦν ἀλλήλοις τὰ ὑγρά· τὸ δ’ ὑπερκύπτον ἅπαν εἰς τοὐκτός, ψαῦον τοῦ ῥαγοειδοῦς, τὸν λεπτὸν τοῦτον καὶ λαμπρὸν περιβέ‐ βληται χιτῶνα. καὶ δὴ καὶ τὸ τῆς κόρης εἴδωλον οἷον ἐν κατόπτρῳ τινὶ τούτῳ συνίσταται· καὶ γὰρ
20δὴ καὶ λεῖός ἐστι καὶ στιλπνὸς ὑπὲρ ἅπαντα τὰ κάτ‐ οπτρα. καὶ πανταχόθεν ἄρα τῇ φύσει τὸ τῆς ὄψεως ‖

3

.

788

ὄργανον κεκόσμηται, καὶ τῷ τῆς μαλακότητος συμ‐ μέτρῳ καὶ τῷ τῆς θέσεως ἐπικαίρῳ καὶ τῇ τῆς χρόας λαμπρότητι καὶ τῇ τῶν σκεπασμάτων ἀρετῇ. τὸ μὲν
γὰρ σύμφυτον αὐτῷ σκέπασμα λεῖον καὶ λαμπρὸν καὶ75 in vol. 2
5στίλβον ἐστὶν οἷον κάτοπτρον. τὸ δ’ ἐπὶ τῷδε φλε‐ βῶδές τε καὶ μαλακὸν καὶ μέλαν καὶ διατετρημένον, φλεβῶδες μέν, ἵν’ ἐκτενῶς τρέφῃ τὸν κερατοειδῆ, μα‐ λακὸν δ’, ἵν’ ἀλύπως ψαύῃ τοῦ κρυσταλλοειδοῦς, μέλαν δ’, ἵν’ ἀθροίζῃ τε τὴν αὐγὴν καὶ πρὸς τὴν κόρην
10παραπέμπῃ, διατετρημένον δ’, ἵν’ ἣν παρέπεμψεν ἐκ‐ πέμπῃ πρὸς τοὐκτός. τὸ δ’ ἔξωθεν ἁπάντων στέγασμά τε καὶ πρόβλημα λεπτὸν καὶ λευκὸν καὶ σκληρόν ἐστιν οἷον κέρας, λεπτὸν μὲν καὶ λευκόν, ἵν’ ἑτοίμως δια‐ πέμπῃ τὰς αὐγάς, σκληρὸν δ’, ἵν’ ἀσφαλῶς φρουρῇ.
15ἆρ’ οὖν ταῦτα μόνον ἢ καὶ τὸ σχῆμα τοῦ κρυσταλλο‐ ειδοῦς ἐπαινεῖν δίκαιον; οὐ γὰρ ἀκριβής ἐστι σφαῖρα πανταχόθεν ἴση, καίτοι τοῦτό γε προσφιλέστατόν τε καὶ οἰκειότατόν ἐστι τῇ φύσει τὸ σχῆμα δι’ ἃς πολλάκις

3

.

789

εἰρήκαμεν αἰτίας. ‖ ἀλλ’ οὐκ ἦν ἀσφαλὲς ἀκριβῶς αὐτὸ ποιῆσαι σφαιροειδές. οὔτε γὰρ τὰς τῶν κύκλων ἐπι‐ βολάς τε καὶ συμφύσεις τὰς κατὰ τὴν χώραν τῆς ἴρεως ἐδέξατ’ ἂν ὁμοίως ἐκινδύνευσέ τ’ ἂν ἐν σφοδρᾷ καὶ
5βιαίῳ κινήσει καὶ πληγῇ ποτε γενομένῃ κατὰ τὸν ὀφθαλμὸν ἐκκυλισθῆναι τοῦ ὑαλοειδοῦς ὑγροῦ. καὶ γὰρ αἱ συμφύσεις καὶ αἱ ἕδραι σφαλερώτεραι τοῖς ἀκριβῶς σφαιροειδέσι τῶν πλατυτέρων εἰσίν, ὡς ἂν ἐπὶ κυρτῆς καὶ διὰ τοῦτ’ εὐαποκυλίστου περιφερείας
10ὀχουμένοις. αὕτη μὲν καὶ ἡ τοῦ σχήματος αἰτία τῷ κρυσταλλοειδεῖ. καὶ πάντ’ ἔοικεν ἀσφαλῶς ἔχειν ἤδη κατὰ τὸν ὀφθαλμὸν πλὴν αὐτοῦ τοῦ σκέποντος αὐτὰ
χιτῶνος τοῦ κερατοειδοῦς. οὗτος γὰρ δὴ πρὸ πάντων ἔκκειται μόνος εἰς ἅπαντας πόνους καὶ καπνοῦ καὶ76 in vol. 2
15κονιορτοῦ καὶ κρύους καὶ θάλπους καὶ τῶν θλώντων καὶ τῶν τεμνόντων ἐκδεχόμενος τὰς προσβολάς, ὥσπερ οὖν καὶ αὐτὸς ἀπὸ τῆς ἄνωθεν μήνιγγος γεγενημένος. ταῦτ’ ἄρα καὶ γνωρίζων αὐτοῦ τὴν εὐγένειαν ὁ δημι‐

3

.

790

ουργὸς ἡμῶν, εἰ καὶ προὔταξε τῶν ἄλλων ‖ ἐξ ἀνάγκης, ὅτι μηδὲν ἐπιτηδειότερον εἶχεν, ἀλλὰ παντοίως ὠχύ‐ ρωσε βλεφάροις τε καὶ βλεφαρίσι καὶ τοῖς πέριξ ὀστοῖς καὶ τῷ δέρματι, τὰς μὲν βλεφαρίδας οἷον χάρακά τινα
5τῶν μικρῶν ἕνεκα προτάξας σωμάτων, ὡς μὴ ῥᾳδίως ἐμπίπτειν ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς ὑπὸ τῶν τριχῶν τούτων ἀπειργόμενα, τὰ βλέφαρα δ’ αὐτὰ συμπτυσσό‐ μενά τε καὶ κλείοντα τὸν ὀφθαλμόν, εἴ τι τῶν μειζό‐ νων ἐπιφέροιτο. πρὸς δὲ τὴν τῶν ἔτι μειζόνων ὄγκων
10προσβολὴν ἄνωθεν μὲν τὰς ὀφρῦς προὐτάξατο, κάτω‐ θεν δὲ τὰ μῆλα, κατὰ δὲ τὸν μέγαν κανθὸν τὴν ῥῖνα, κατὰ δὲ τὸν μικρὸν τὴν τοῦ ζυγώματος ἔκφυσιν. ὑφ’ ὧν ἁπάντων προτέρων ἐκδεχομένων τὰς προσβολὰς τῶν μειζόνων σωμάτων αὐτὸς ἐν κύκλῳ τεταγμένος ὁ
15ὀφθαλμὸς οὐδὲν πάσχει προστιμωρούσης οὐ σμικρὸν πρὸς τὴν δυσπάθειαν αὐτῷ καὶ τῆς τοῦ δέρματος κινή‐ σεως. πανταχόθεν γὰρ τοῦτο συναγόμενον ἔσω σφίγ‐ γει τὸν ὀφθαλμὸν εἰς ἐλαχίστην ὡς οἷόν τε χώραν συνάγων. αὐτὸ δὲ πολύπτυχον ἐνταῦθα γιγνόμενον
20ἅμα τοῖς βλεφάροις, εἴ τι καὶ τὴν τῶν ὀστῶν ὑπερβὰν

3

.

791

κυρτότητα ‖ κατὰ τῶν ὀφθαλμῶν ἔσω φέροιτο, πρῶτον
τούτου τὴν βίαν ἐκδέχεται καὶ πρῶτον πάσχει καὶ προκινδυνεύει καὶ προδιαφθείρεται· δεύτερα δ’ ὑπ’ αὐτῷ τὰ βλέφαρα θλᾶται τε καὶ ῥήγνυται καὶ παν‐77 in vol. 2
5τοίως πάσχει καθάπερ τινὰ γέρρα προβεβλημένα τοῦ κερατοειδοῦς. ἐκ τίνος οὖν οὐσίας ἦν εὔλογον γεννῆ‐ σαι ταυτὶ τὰ γέρρα; πότερα μαλακῆς ἱκανῶς καὶ σαρ‐ κοειδοῦς; ἀλλ’ ἦν ἂν οὕτως εὐπαθέστερα καὶ τοῦ κερατοειδοῦς καὶ πᾶν μᾶλλον ἢ προβλήματα. ἢ σκλη‐
10ρᾶς ἀκριβῶς καὶ ὀστεΐνης; ἀλλ’ οὔτ’ ἂν ἐκινεῖτο ῥᾳ‐ δίως οὔτ’ ἀλύπως ἔψαυε τοῦ κερατοειδοῦς. ὥστ’ ἐκ σκληρᾶς μὲν πάντως, ἀλλὰ καὶ κινεῖσθαι ῥᾳδίως καὶ γειτνιᾶν ἀβλαβῶς τῷ κερατοειδεῖ δυναμένης εὔλογον ἦν οὐσίας γενέσθαι τὰ βλέφαρα.
15 Καὶ μὲν δὴ καὶ συμφῦναι ταῦτα τοῖς ὀστοῖς καὶ αὐτοῖς τοῖς ὀφθαλμοῖς ἦν ἄμεινον. ὥστ’ ἐπειδὴ καὶ τούτου μὲν αὐτοῦ στοχάζεσθαι τὴν κατα‐ σκευὴν αὐτῶν ἐχρῆν, καὶ πρὸ τούτου δὲ τῆς εὐκινη‐

3

.

792

σίας καὶ τῆς δυσπαθείας ‖ καὶ τῆς ἀλύπου τῷ κερα‐ τοειδεῖ κοινωνίας, ἄξιον ἤδη θαυμάσαι τὴν φύσιν ἅπαντα ταῦτ’ ἀκριβῶς οὕτως ἐργασαμένην, ὡς μηδ’ ἐπινοῆσαι δυνατὸν ἔτι βελτίω κατασκευήν. τὸν γάρ
5τοι περιόστιον ὑμένα καλούμενον ἀπάγουσά τε καὶ προάγουσα τῆς κατὰ τὴν ὀφρὺν ἴτυος εἰς τοσοῦτον, εἰς ὅσον ἐχρῆν μήκους ἐκταθῆναι τὰ βλέφαρα, πάλιν αὐτὸν ἐπανήγαγε διὰ τῶν κάτω μερῶν τοῦ βλεφάρου, μήτε καθ’ ἑαυτοῦ τιθεῖσα καθάπερ ἀσπίδα τινὰ δίπτυ‐
10χον, ὡς ἔνιοι νομίζουσιν, ἀλλὰ μηδὲ μέχρι τῆς ἀρχῆς,
ὅθεν ἀπέφυσεν, ἀγαγοῦσα, τοῖς δ’ ὑποκειμένοις μὲν αὐτῷ, περιέχουσι δὲ τὸν ὀφθαλμὸν ἐπιφύσασα μυσὶν ἐντεῦθέν τε προαγαγοῦσα μέχρι τῆς ἴρεως, ἔνθα καὶ κατέφυσεν αὐτὸν εἰς τὸν κερατοειδῆ χιτῶνα. τὰ δὲ78 in vol. 2
15μεταξὺ τῶν δύο μοιρῶν τοῦ περιοστίου σώματα γλίσχρα καὶ πιμελώδη κατείληφε σύν τισιν ὑμέσιν ἀπὸ τῶν μυῶν ἐκτεταμένοις. ἐν ᾧ καὶ τὰς καλουμένας ὑδατί‐ δας συμβαίνει γίγνεσθαι τῶν λιπαρῶν τούτων σωμά‐ των, ἃ χάριν τοῦ μαλάττειν λιπαίνοντα τὸ βλέφαρον

3

.

793

ἡ φύσις εἰργά‖σατο, μειζόνων ἔστιν ὅτε παρὰ φύσιν ἀπεργασθέντων. ἀνάλογον δὲ τῇδε τῇ κατασκευῇ καὶ τὰ κάτω βλέφαρα γέγονεν ἀπὸ τοῦ κατὰ τὰ μῆλα περι‐ οστίου μέχρι μέν τινος ἐκταθέντος, ὑποστρέψαντος δ’
5αὖθις ἐπὶ τὸν κερατοειδῆ. καθ’ ὃ δὲ παλινδρομεῖν ὁ περιόστιος ὑπήρξατο, σκληροτέρα τις ἢ καθ’ ὑμένα φύσις ἐπιτέταται ταρσὸς ὀνομαζομένη, κατακλείουσά τε καὶ περιλαμβάνουσα καὶ σφίγγουσα τὸ κυρτούμενον ἐκ τῆς διπλώσεως αὐτοῦ, αὐτῆς τε ταύτης ἕνεκα τῆς
10χρείας γεγενημένη καί τινων ἄλλων ἐπὶ ταύτῃ δυοῖν, ὧν τὴν μὲν μείζονά τε καὶ σοφωτέραν ὀλίγον ὕστερον ἐξηγήσομαι, περὶ δὲ τῆς ἐλάττονος ἤδη δίειμι. κατα‐ τέτρηταί τισιν ὀπαῖς λεπταῖς ὁ ταρσὸς οὗτος, ἐξ ὧν αἱ τῶν βλεφάρων ἀνίσχουσι τρίχες, τήν θ’ ἕδραν αὐ‐
15ταῖς καὶ τὴν τῆς στάσεως ὀρθότητα παρέχοντος διὰ τὴν σκληρότητα τοῦ ταρσοῦ. ὡς γὰρ τὰς τῶν ὀφρύων καταπίπτειν ἐπ’ ἀλλήλαις ἄμεινον ἦν, οὕτω ταύτας ὀρθὰς καὶ ἀποτεταμένας διὰ παντὸς φυλάττεσθαι. τὴν χρείαν γάρ, ἧς χάριν ἐγεγόνεσαν, ἑκατέραν πληρώσειν

3

.

794

ἔμελλον μάλιστα ‖ διὰ τῆς νῦν ὑπαρχούσης αὐταῖς κατασκευῆς, αἱ μὲν ἐν ταῖς ὀφρύσιν ἅπαν τὸ καταρ‐ ρέον ἀπὸ τοῦ μετώπου τε καὶ τῆς κεφαλῆς ὑποδεχό‐ μεναι πρὶν ἐμπεσεῖν τοῖς ὀφθαλμοῖς, αἱ δὲ τῶν βλε‐79 in vol. 2
5φάρων κωλύουσαι μὲν ἐμπίπτειν εἴσω ψάμμον τε καὶ κονίαν καὶ τὰ σμικρὰ τῶν πετομένων ζῴων, μηδὲν δὲ αὐταὶ τοὺς ὀφθαλμοὺς ἀδικοῦσαι. καὶ μέν γε καὶ τοῦτ’ ἄν τις ἐν τοῖς μάλιστα θαυμάσειε τῆς φύσεως, ὅτι μήτ’ ἀνανενευκυίας ὡς πρὸς τὰς ὀφρῦς ἢ τὰ μῆλα
10τὰς τῶν βλεφάρων ἐποιήσατο τρίχας μήτ’ ἐπινενευ‐ κυίας ἐντὸς εἰς αὐτοὺς τοὺς ὀφθαλμούς. αἱ μὲν γὰρ πρότεραι τὴν χρείαν 〈ἂν〉 διέφθειρον, ἧς ἕνεκα γεγό‐ νασιν, αἱ δὲ δεύτεραι τοῖς ὀφθαλμοῖς ἂν αὐτοῖς ἐλυ‐ μαίνοντο διακόπτουσαι τὸ συνεχὲς τῆς θέας τῶν ὁρα‐
15τῶν. τί δέ; τὸ σύμμετρον αὐτῶν τοῦ διαστήματος οὐ θαυμάσιον; εἰ μὲν γὰρ ἐπὶ πλέον διεστήκεσαν, ἐνέ‐ πιπτεν ἂν πολλὰ τοῖς ὀφθαλμοῖς, ὧν ἀποστέγουσι νυνί· εἰ δ’ ἔψαυον ἀλλήλων, ἐπεσκότουν ἄν πῃ ταῖς

3

.

795

ὄψεσιν. οὐ μὴν οὔτ’ ἐπισκοτεῖν αὐτὰς ‖ ἐχρῆν οὔτ’ ἀπολέσαι τὴν χρείαν, ἧς ἕνεκεν ἐδημιουργήθησαν. Ἀλλ’ ἐπεὶ καὶ τὰ βλέφαρα γέγονεν ἤδη τῷ λόγῳ καὶ ὁ σύμπας ὀφθαλμὸς ἀποτετέλεσται, πόθεν
5αὐτῷ τὴν κίνησιν ἐκποριούμεθα, καιρὸς ἂν εἴη λέγειν. τελέως μὲν γὰρ ἀργόν τε καὶ ἀκίνητον καταλιπεῖν ἢ ἀγνοοῦντός ἐστι δημιουργοῦ ὀπτικὰς αἰτίας ἢ μηδὲν φροντίζοντος τοῦ καθ’ ἕκαστα βελτίονος. ἀλλ’ οὔτ’
ἀγνοεῖν οὔτ’ ἀμελεῖν αὐτῷ προσήκει, τοσαύτην γε σο‐80 in vol. 2
10φίαν τε ἅμα καὶ πρόνοιαν ἐπιδεδειγμένῳ καθ’ ὅλη τοῦ ζῴου τὴν διάπλασιν, οὔτ’ ἀμελεῖν. τίνας οὖν φαμεν εἶναι τὰς ὀπτικὰς αἰτίας, ἃς χρὴ γιγνώσκειν αὐ‐ τόν, καὶ πῶς χρὴ προνοεῖσθαι τοῦ βελτίονος; οὐκ ἐξ ἁπάσης θέσεως ἅπαν ὁρατὸν τοῖς ὀφθαλμοῖς, ὥσπερ
15ἐξ ἁπάσης ἀκουστὸν τοῖς ὠσίν. οὔτε γὰρ ἐκ τῶν πλαγίων οὔτ’ ἐκ τῶν ὄπισθεν, ἀλλ’ οὐδ’ ἐκ τῶν ἄνω‐ θεν ἢ κάτωθεν, οὐδ’ ὅλως ἄλλο τι πλὴν τὸ κατ’ εὐθὺ τῆς κόρης ἰδεῖν ἔστιν. εἰ τοίνυν ἀκίνητοι τελέως τε

3

.

796

καὶ κατ’ εὐθὺ μόνον ‖ ὁρῶντες ἐγεγόνεσαν οἱ ὀφθαλ‐ μοί, παντάπασιν ἂν ἑωρῶμεν ὀλίγιστα. τούτου δὴ χάριν αὐτούς τε δυνατοὺς ἄχρι πλείστου περιάγεσθαι καὶ σὺν αὐτοῖς ὅλον εὐκίνητον ἀπειργάσατο τὸν τρά‐
5χηλον· καὶ διὰ τοῦτο μάλιστα καὶ δύο γεγόνασι διε‐ στῶτες ἀλλήλων ἀξιόλογον. οἱ γοῦν θατέρῳ τυφλοὶ τὰ κατ’ ἐκεῖνον τὸν ὀφθαλμὸν οὐχ ὁρῶσιν, οὐδ’ εἰ πλησιάζοντα τύχοι. εἴπερ οὖν ἐχρῆν μὲν αὐτοὺς κινεῖ‐ σθαι κατὰ τὴν ἡμετέραν ὁρμήν, ἅπασαι δ’ αἱ τοιαῦται
10κινήσεις διὰ μυῶν γίγνονται, δῆλον, ὡς καὶ τῷ δη‐ μιουργῷ μὲν περιθεῖναι μῦς τοῖς ὀφθαλμοῖς ἦν προσ‐ ῆκον, καὶ ἡμῖν δ’ οὐχ ἁπλῶς οὕτως εἰπεῖν αὐτῶν τὴν χρείαν, ἀλλὰ καὶ τὸν ἀριθμὸν ἐξηγήσασθαι καὶ τοῦ μεγέθους τε καὶ τῆς θέσεως μνημονεῦσαι. ἐπεὶ
15τοίνυν αἱ κινήσεις τῶν ὀφθαλμῶν τέτταρές εἰσιν, ἡ μὲν εἴσω πρὸς τὴν ῥῖνα προσαγομένων, ἡ δ’ ἔξω πρὸς τὸν μικρὸν κανθὸν ἀπαγομένων, ἡ δ’ ἀνατεινομένων
ὡς ἐπὶ τὰς ὀφρῦς, ἡ δ’ ὡς ἐπὶ τὰ μῆλα κατασπωμένων,81 in vol. 2

3

.

797

εὔλογον ἦν καὶ τοὺς ἐξηγησομένους ‖ τῶν κινήσεων μῦς ἰσαρίθμους γενέσθαι. καὶ δὴ γεγόνασι δύο μὲν ἐκ τῶν πλαγίων, εἷς καθ’ ἑκάτερον κανθόν, ἄλλοι δὲ δύο, κάτωθεν μὲν θάτερος, ἄνωθεν δ’ ὁ λοιπός, ἀπο‐
5νευρούμενοι δὲ πάντες ἕνα κύκλον γεννῶσι τένοντος πλατέος εἰς τὴν ἶριν τελευτῶντος. ἐπεὶ δὲ καὶ περι‐ στρέφεσθαι τὸν ὀφθαλμὸν ἄμεινον ἦν, ἑτέρους ἡ φύσις ἐδημιούργησε δύο μῦς λοξοὺς τὴν θέσιν, ἕνα καθ’ ἑκάτερον τῶν βλεφάρων, ἄνωθέν τε καὶ κάτωθεν ἐπὶ
10τὸν μικρὸν κανθὸν ἐκτεινομένους· ὥστε καὶ διὰ τού‐ τους οὐχ ἥκιστα πανταχόσε τὸν ὀφθαλμὸν ἑτοίμως ἐπιστρέφομέν τε καὶ περιάγομεν. ἔστι δὲ καὶ ἄλλος τις μῦς μέγας περὶ τὴν ῥίζαν αὐτοῦ σφίγγων μὲν καὶ φρουρῶν τὴν τοῦ νεύρου τοῦ μαλακοῦ κατάφυσιν,
15ἀνατείνων δὲ καὶ κουφίζων ἄνω καί τι καὶ συνεπι‐ στρέφων τὸν ὀφθαλμόν. ἀπερρήγνυτο γὰρ ἂν ἑτοίμως τὸ μαλακὸν ἐκεῖνο νεῦρον ἐν ταῖς σφοδραῖς ἐπὶ τὴν κεφαλὴν καταπτώσεσι διασειόμενον βιαίως, εἰ μὴ παν‐ ταχόθεν ὡρμίζετο καὶ διελαμβάνετο καὶ παντοίως

3

.

798

ἐφρουρεῖτο. καὶ εἴ ‖ τινος ἐθεάσω ποτὲ προπετέστερον ὅλον τὸν ἕτερον ὀφθαλμόν, εἰ μὲν ἔτι βλέποι καὶ χωρὶς πληγῆς εἴη τὸ πάθημα γεγονός, ἐκτεταμένον ἴσθι τούτῳ τὸ μαλακὸν ἐκεῖνο νεῦρον ἐπὶ παραλύσει
5τοῦ μυὸς οὐκέτ’ ἀντέχειν οὐδὲ κρατεῖν οὐδὲ σφίγγειν αὐτὸ δυναμένου· εἰ δὲ μηκέτι βλέποι, καὶ αὐτὸ τὸ νεῦ‐ ρον ἤδη πέπονθεν. εἰ δ’ ἐπὶ πληγῇ σφοδρᾷ συμβαίη προπετῆ γενέσθαι τὸν ὀφθαλμόν, εἰ μὲν ἔτι βλέποι,
ὁ μῦς αὐτὸς μόνος, εἰ δὲ μηκέτι, καὶ τὸ νεῦρον ἀπέρ‐82 in vol. 2
10ρωγεν. εἰς οὖν ταύτην τὴν χρείαν ὁ μῦς οὗτος γεγο‐ νὼς ἐν κύκλῳ τε περιλαμβάνων ἅπασαν τὴν ῥίζαν τοῦ ὀφθαλμοῦ τισὶ μὲν τῶν ἀνατομικῶν τριπλοῦς, ἐνίοις δὲ διπλοῦς εἶναι δοκεῖ κατά τινας ἐπιβολὰς ἰνῶν καὶ διαφύσεις οὕτως αὐτὸν χωρίζουσιν. ἀλλ’
15εἴθ’ ἕνα τις αὐτὸν σύνθετον ἐκ πλειόνων εἴτε δύο λέγειν εἴτε τρεῖς ἐθέλοι, μία χρεία πάντων ἐστὶν ἡ προειρημένη. Ταῦτα μὲν δὴ τοσαῦτά τε καὶ τηλικαῦτα τῆς φύσεως ἔργα περὶ τὴν τῶν ὀφθαλμῶν κατασκευήν.

3

.

799

ὃ δὲ καὶ ‖ τούτων καὶ τῶν προειρημένων ἁπάντων οὐδὲν ἧττον ἄν τις θαυμάσειεν, ἔτ’ ἄρρητον ἀπολεί‐ πεται. κινεῖσθαι μὲν γὰρ ἐχρῆν πάντως δήπου καὶ τὰ βλέφαρα κατὰ τὴν ἡμετέραν προαίρεσιν, ἢ οὐδέν γ’
5ἂν αὐτῶν ὄφελος ἦν. ἁπάσαις δὲ ταῖς κατὰ προαίρε‐ σιν κινήσεσιν ὄργανα παρεσκεύασεν ἡ φύσις τοὺς μῦς, καὶ κινοῦσιν οὗτοι τὰ μόρια διά τινων τενόντων εἰς αὐτὰ καταφυομένων. καὶ δέδεικται πρὸς ἡμῶν ἐν τοῖς περὶ κινήσεως αὐτῶν, ὡς πάντα τὰ κινούμενα κατὰ
10προαίρεσιν μόρια δυοῖν δεῖται τοὐλάχιστον μυῶν ἀντι‐ τεταγμένων ἀλλήλοις, τοῦ μὲν ἐκτείνειν, τοῦ δὲ κάμ‐ πτειν δυναμένου· ἀμφοτέρας μὲν δὴ τὰς κινήσεις μη‐ δένα δύνασθαι μῦν ἐργάσασθαι διὰ τὸ πάντως μὲν ἐφ’ ἑαυτὸν ἕλκειν τὸ κινηθησόμενον μόριον, μίαν δ’
15εἶναι θέσιν ἑνός γε ὑπάρχοντος αὐτοῦ. ἀλλ’ εἰ ταῦθ’ οὕτως ἔχει, πῶς κινήσεται τὰ βλέφαρα; τὸ μὲν οὖν κάτω παντάπασιν ἀκίνητόν ἐστι· τὸ δ’ ἄνω φαίνεται
μὲν κινούμενον, οὐ μὴν οὔτε τοὺς κινοῦντας αὐτὸ83 in vol. 2

3

.

800

μῦς οὔτε τῆς κινήσεως τὸν τρό‖πον εὑρίσκοντες ἀναι‐ σχυντεῖν ἐτόλμησαν ἔνιοι τῶν σοφιστῶν, ὡς μηδὲ κατὰ τὴν ἡμετέραν προαίρεσιν ἔθ’ ὁμολογεῖν ὑπάρχειν αὐ‐ τῶν τὴν κίνησιν, ἀλλὰ φυσικήν, ὥσπερ τῇ τε γαστρὶ
5καὶ τοῖς ἐντέροις καὶ ταῖς ἀρτηρίαις καὶ τῇ καρδίᾳ καὶ πολλοῖς ἄλλοις ὀργάνοις ἀβούλητοί τε καὶ ἀπρο‐ αίρετοι κινήσεις εἰσίν. ἄμεινον γὰρ εἶναι νομίζουσι τὸ ψεύσασθαι τοῦ τὴν ἄγνοιαν ὁμολογῆσαι. ἀλλ’ ἐπὶ μέν τινων κἂν λάθοι τις τοὺς πολλοὺς τῶν ἀνθρώπων
10ψευδόμενος· εἰ δ’ ἥλιον ὑπὲρ γῆς ὁρώντων ἁπάντων μήτε φῶς εἶναι λέγοι μήθ’ ὅλως ἡμέραν, μαίνεσθαι δόξει. τί δ’, εἴ τις λέγοι βαδίζοντας ἡμᾶς μὴ κατὰ προαίρεσιν τὰ σκέλη μεταφέρειν, ἀλλ’ ἀβουλήτως τε καὶ φυσικῶς; ἐμοὶ μὲν καὶ οὗτος οὐδὲν ἧττον τοῦ
15προτέρου μαίνεσθαι δόξει. ὅπου γὰρ ἔνεστι καὶ θᾶτ‐ τον αὐτὰ κινῆσαι καὶ βραδύτερον καὶ πυκνότερον καὶ ἀραιότερον ἢ καὶ παντάπασιν ἀποπαῦσαί τε καὶ αὖθις ἐπεγεῖραι πρὸς τὴν κίνησιν, πῶς οὐκ ἄν τις ἠλίθιος εἴη φάσκων ἀπροαίρετόν τε καὶ φυσικὴν εἶναι τὴν

3

.

801

ἐνέργειαν; ‖ εἰ μὲν οὖν ἀδύνατόν ἐστιν ἡμῖν μύσασι τοὺς ὀφθαλμούς, εἰς ὅσον ἂν ἐθέλωμεν, οὕτως ἔχειν καὶ αὖθις ἀνοῖξαι προελομένοις ὡσαύτως τε καὶ αὖθις ἑξῆς μῦσαι καὶ ταῦτ’ ἐν μέρει ποιεῖν ἑκάτερον, εἰς
5ὅσον ἂν βουληθῶμεν, οὐκ ἔστιν ἡ τῶν βλεφάρων κίνη‐ σις ἡμέτερον ἔργον· εἰ δὲ ταῦτα δρᾶν, ὡς ἂν ἐθέλω‐ μέν τε καὶ εἰς ὅσον ἐθέλωμεν, ἀκωλύτως δυνάμεθα,
μόνον εἰ κατὰ φύσιν ἔχοι τὰ βλέφαρα, δῆλον, ὡς κατὰ προαίρεσιν ἡμετέραν καὶ ἡ τῶν ἄνω βλεφάρων γίγνε‐84 in vol. 2
10ται κίνησις. καὶ γὰρ ἂν καὶ μάτην ἡμῖν ἐδέδοτο πρὸς τῆς φύσεως, εἴ τινος ἐπιφερομένου κατὰ τῶν ὀφθαλ‐ μῶν ἔξωθεν, ὃ πλήττειν τε καὶ βλάπτειν αὐτοὺς ἔμελλε, βουληθέντες μῦσαι μὴ δυνηθείημεν. ἀλλ’ οὐδὲν θαυ‐ μαστὸν τοιαῦτα λέγειν τοὺς σοφιστάς, οἷς οὐκ ἀλη‐
15θείας φροντίς, ἀλλὰ δόξης μόνης. ἔνδειξιν γοῦν οὐ σμικρὰν ἔχει τοῦτ’ αὐτῶν τὸ ἀναισχύντημα τῶν τῆς φύσεως τεχνημάτων. ὅπου γὰρ ὁρωμένης ἐναργῶς τῆς τῶν ἄνω βλεφάρων κινήσεως οὔτε τὸν τρόπον αὐτῆς ἔχομεν εἰπεῖν οὔτε τοὺς μῦς ἐξευρεῖν, δι’ ὧν γίγνεται,
20τί ποτ’, εἰ διεπλάττομεν αὐτοὶ τὰ ζῷα, καθάπερ ὁ ἐν

3

.

802

τῷ ‖ μύθῳ Προμηθεύς, ἐπράξαμεν ἄν; ἢ πρόδηλον τοῦτό γε, ὡς ἀκίνητον ἡμῖν παντάπασιν ἀπολέλειπτ’ ἂν οἶμαι τὸ ἄνω βλέφαρον. ἀλλ’ ἴσως ἐροῦσιν, ὡς ἀπὸ τῆς ὀφρύος ἐκφύσαντες μῦς ἐνέφυσαν μὲν ἂν ἅπαντι
5τῷ ταρσῷ τοῦ βλεφάρου. ἀλλ’ οὕτω γε, ὦ σοφώτατοι, ἐξετρέπετο ἂν καὶ ἐξεστρέφετο καὶ πρὸς τὴν ὀφρὺν ἀνεκάμπτετο σύμπαν τὸ βλέφαρον. ἀλλὰ καὶ τοῦτο συγχωρείσθω καὶ καλῶς ἀνοιγνύσθω, πῶς κλεισθήσεται, λεγόντων ἑξῆς. οὔτε γὰρ ἀπὸ τοῦ κάτω βλεφάρου μῦν
10ἕτερον ἀποφύσαντες ἐμφύειν τῷ ταρσῷ δυνήσονται, λῆρος γὰρ τοῦτό γε μακρός, οὔτ’ ἐκ τῶν ἔνδον μερῶν ὑποφύειν αὐτὸν τῷ ἄνω βλεφάρῳ. πρῶτον μὲν γὰρ οὐδὲ μύειν οὕτω γε, ἀλλ’ ἐντρέπεσθαι καὶ διπλοῦσθαι καὶ ὑποπτύσσεσθαι συμβήσεται τῷ βλεφάρῳ τεινομένῳ
15πρὸς τοῦ τοιούτου μυός· ἔπειτα δὲ καὶ αὐτὸς ὁ μῦς ἀτοπωτάτην θέσιν ἕξει θλιβόμενός τε καὶ θλίβων ὅλον τὸν ὀφθαλμὸν καὶ στενοχωρούμενος καὶ κινεῖσθαι κω‐ λυόμενος. ἄξιον οὖν οἶμαι κἀνταῦθα θαυμάσαι τῶν85 in vol. 2

3

.

803

σοφιστῶν, εἰ μήτ’ ἐξευρεῖν μηδέπω ‖ μηδ’ ἐξηγήσασθαι δυνάμενοι τὰ τῆς φύσεως ἔτι καταγιγνώσκουσιν ἀτεχ‐ νίαν αὐτῆς. ἦν γὰρ οἶμαι δίκαιον, ὡς οὐκ ἦν ἄμεινον γενέσθαι βλέφαρα τοῖς ὀφθαλμοῖς, ἀποδεικνύειν αὐ‐
5τούς, ἢ ὡς γενέσθαι μέν, ἀλλ’ ἀκίνητα, ἢ ὡς κινού‐ μενα μέν, ἀλλὰ μὴ κατὰ προαίρεσιν, ἢ κατὰ προαίρε‐ σιν μέν, ἀλλ’ ὡδί πως ταχθέντων τῶν μυῶν. οἱ δέ γε σοφίας μὲν εἰς τοσοῦτον ἥκουσιν, ὥστε κινουμένων ἐναργῶς τῶν βλεφάρων οὔθ’ ὅπως τοῦτο γίγνεται συν‐
10ιᾶσιν οὔτ’ ἄλλην τινὰ κίνησιν ἐξευρίσκουσιν, ἀπο‐ νοίας δ’ εἰς τοσοῦτον, ὥστε τὸν διαπλάσαντα καὶ συν‐ θέντα τοσαῦτά τε καὶ τοιαῦτα μόρια μηδέπω τεχνίτην ὁμολογεῖν. εἶτ’ εἰ μὲν οἰκίας καὶ θύρας ἢ σκίμποδος ἤ τινος ἄλλου τοιούτου κατασκευῆς ζήτησις ἦν τοῖς
15δημιουργοῖς, ὅπως ἂν κάλλιστα παρασκευασθείη πρὸς τὴν χρείαν, ἧς ἕνεκα γίγνεται, κἄπειτα τοῖς μὲν ἄλλοις ἄπορον ἦν, εἷς δ’ ἐξ αὐτῶν ηὐπόρησεν, ἐθαυμάζετ’ ἂν δικαίως καὶ τεχνίτης γε καὶ σοφὸς ἐνομίζετο· τὰ δὲ

3

.

804

τῆς φύσεως ἔργα μὴ ὅτι προμηθεῖσθαι δυνατοὶ ‖ τυγχά‐ νοντες, ἀλλὰ μηδὲ γεγονότα θεασάμενοι γνωρίζειν οὐκ ἄρα θαυμασόμεθα μειζόνως τῶν ἀνθρωπείων δημιουρ‐ γημάτων; τούτους μὲν οὖν ἤδη καταλίπωμεν, ἐπισκε‐
5ψώμεθα δ’ αὐτοί, τί ποτ’ ἐστὶ τοῦτο τὸ θαυμαστὸν περὶ τὴν τῶν ἄνω βλεφάρων κίνησιν, ὅσα τοῖς πρὸ ἡμῶν ἀρίστοις ἐπινενόηται πρότερον διελθόντες. εἴρη‐ ται μὲν ἤδη που καὶ διὰ τῶν ἔμπροσθεν, ὡς ὑπὸ τῷ δέρματι τῷ καλύπτοντι τὸ βλέφαρον ὑμένες εἰσὶ λεπτοί.86 in vol. 2
10ἄρξομαι δὲ καὶ νῦν ἐντεῦθεν τοῦ λόγου. οἱ γὰρ δὴ ὑμένες οὗτοι σκέπουσι μὲν καὶ αὐτοὺς τοὺς κινοῦντας τὸ βλέφαρον μῦς μικροὺς παντελῶς ὑπάρχοντας, συν‐ επεκτείνονται δ’ αὐτῶν καὶ ταῖς ἀπονευρώσεσι 〈ταῖσ〉 εἰς τὸν ταρσὸν καταφυομέναις. ὅτι δὲ χονδρώδης ἐστὶν
15ὁ ταρσός, οἷον δεσμός τις ἐπιβεβλημένος τῷ γεννῶντι τὸ βλέφαρον ὑμενώδει σώματι, πρόσθεν εἴρηται. ἀλλ’ ὅτι γε δέχεται τὰς τῶν σμικρῶν μυῶν ἐκείνων ἀπο‐ βλαστήσεις πλατυνθείσας τε καὶ λεπτυνθείσας, ἀκριβῶς οὐδέπω κατ’ ἐκεῖνον εἴρηται τὸν λόγον. νῦν οὖν αὐτό

3

.

805

τε τοῦτο γίγνωσκε, καὶ ὡς ὁ μὲν ‖ ἕτερος τῶν μυῶν κατὰ τὸν μέγαν κανθὸν πρὸς τῇ ῥινὶ τεταγμένος πλά‐ γιος εἰς τὸ ταύτῃ μέρος ἥμισυ καθήκει τοῦ ταρσοῦ, ὁ δ’ ἕτερος λοξὸς μὲν καὶ αὐτός, ἀλλὰ καὶ τῷ μικρῷ
5κανθῷ παρατεινόμενος, εἰς τὸ λοιπὸν τοῦ ταρσοῦ μέρος ἥμισυ τὸ καθ’ ἑαυτὸν ἐμβάλλει. καὶ τοίνυν ὅταν μὲν ὁ πρότερος εἰρημένος ἐνεργῇ, καθέλκει τὸ συνεχὲς αὑ‐ τῷ μέρος τοῦ βλεφάρου τὸ πρὸς τῇ ῥινί· ὅταν δ’ ὁ ἕτερος, τὸ λοιπὸν ἀνέλκει. τεταγμένης γὰρ δὴ τοῦ μὲν
10προτέρου τῆς κορυφῆς κατὰ τὸν μέγαν κανθόν, τοῦ
δευτέρου δὲ κατὰ τὴν ὀφρύν, καὶ τῆς τάσεως ἅπασι τοῖς μυσὶν ἐπὶ τὴν ἰδίαν ἀρχὴν γιγνομένης ἀναγκαῖον ἤδη τῷ μὲν ἑτέρῳ μέρει τοῦ βλεφάρου τῷ πρὸς τῇ ῥινὶ τὴν κίνησιν κάτω γίγνεσθαι, θατέρῳ δὲ τῷ κατὰ87 in vol. 2
15τὸν μικρὸν κανθὸν ἄνω. εἰ μὲν οὖν ἑκάτεροι κατὰ τὸν αὐτὸν τείνοιεν χρόνον ὁμοῦ τὸ βλέφαρον, ἄνω μὲν αὐτοῦ τὸ κατὰ τὸν μικρὸν ἀνασπασθήσεται καν‐ θόν, κάτω δ’ ἑλχθήσεται τὸ κατὰ τὸν μέγαν, ὥστε μηδὲν μᾶλλον ἀνεῷχθαι τὸν ὀφθαλμὸν ἢ κεκλεῖσθαι.

3

.

806

καὶ τοῦτ’ ἔστι τὸ πρὸς Ἱπποκράτους καμπύλον ‖ ὀνο‐ μαζόμενον βλέφαρον, ὃ δὴ καὶ κακοῦ μεγάλου σημεῖον ἐν τοῖς νοσήμασι τίθεται καί που τὴν διαστροφὴν αὐτοῦ ταύτην ἴλλωσιν ὀνομάζει. καὶ γίγνεται δηλονότι
5τὸ πάθημα τῶν μυῶν ἑκατέρου σπωμένου τε καὶ πρὸς ἑαυτὸν ἕλκοντος τὸ συνεχὲς μέρος τοῦ ταρσοῦ. εἰ δ’ ὁ μὲν ἕτερος ἐνεργεῖ μῦς ἐφ’ ἑαυτὸν ἕλκων τὸ βλέ‐ φαρον, ὁ δ’ ἕτερος ἡσυχάζει τελέως, ἀνοίγνυσθαι τη‐ νικαῦτα καὶ κλείεσθαι συμβαίνει τῷ παντὶ βλεφάρῳ·
10συνεφέλκεται γὰρ ἀεὶ θάτερον μέρος τοῦ ταρσοῦ τὸ κινούμενον ἅμ’ ἑαυτῷ καὶ τὸ λοιπόν. αἰτία δ’ ἡ σκλη‐ ρότης αὐτοῦ, καὶ εἴπερ ἦν ὑμενῶδες ἢ σαρκῶδες ἢ ὁπωσοῦν ἄλλως μαλακόν, οὐκ ἂν εἵπετο τῷ κινουμένῳ μέρει θάτερον. ἀλλὰ γὰρ αὐτὸ τοῦθ’ ἡ φύσις προο‐
15ρωμένη, σκληρὸν καὶ χονδρώδη τὸν ταρσὸν τῷ βλεφάρῳ προσθεῖσα, καθῆψεν εἰς αὐτὸν ἀμφοτέρων τῶν μυῶν τὰς τελευτάς. ὥσπερ οὖν, εἰ ῥάβδον καμπύλην καθ’
ὁποτερονοῦν τῶν μερῶν λαβὼν ἕλκοις, ἕπεται πᾶσα, τὸν αὐτὸν τρόπον καὶ ὁ ταρσὸς ὅλος ἕπεται τῶν τει‐88 in vol. 2
20νόντων μυῶν ἑκατέρῳ. καὶ ἥδε τρίτη τε καὶ μεγίστη

3

.

807

χρεία τῆς τοῦ ταρσοῦ ‖ γενέσεώς ἐστι, ἣν ὀλίγον ἔμ‐ προσθεν ἐρεῖν ἀνεβαλόμεθα. τὰ μὲν δὴ κατὰ τὸ ἄνω βλέφαρον ὧδ’ ἔχει. Διὰ τί δ’ οὐ καὶ τῷ κάτω βλεφάρῳ μέτ‐
5εστι κινήσεως ἕνεκά γε τῆς αὐτῆς χρείας γεγονότι καὶ χώραν τοῖς μυσὶν οὐδὲν ἧττον ἐπιτήδειον ἔχοντι; δόξειε γὰρ ἂν ἄδικος ἐνταῦθ’ ὑπάρχειν ἡ φύσις, εἰ, παρὸν [ἐν] ἑκατέρῳ τῶν βλεφάρων ἥμισυ νεῖμαι τῆς ὅλης κινήσεως, ἡ δὲ θατέρῳ πᾶσαν αὐτὴν ἐχαρίσατο,
10καὶ μὴ ὅτι ταύτῃ μόνον ἄδικος, ἀλλὰ καὶ μικρότερον ἐργασαμένη πολλῷ τὸ κάτωθεν ἀδικεῖν ἂν οὐχ ἧττον καὶ κατὰ τοῦτο δόξειε· χρῆναι γὰρ δὴ καθάπερ καὶ τοῖς ὠσὶ καὶ τοῖς χείλεσι καὶ τοῖς τῶν ῥινῶν πτερυ‐ γίοις, οὕτω δὴ καὶ τοῖς βλεφάροις· καὶ μεγέθους καὶ
15κινήσεως ἴσον ἀμφοῖν μετεῖναι. ἀλλ’ ἡ θέσις αἰτία τῆς διαφορᾶς. εἰ γὰρ δὴ μακρότερον ἐγένετο τὸ κάτω βλέφαρον ἢ νῦν ἐστιν, οὐκ ἂν ὁμοίως ἦν εὐσταθές, ἀλλ’ εἰς ἑαυτὸ καταρρέον ἐρρυτιδοῦτό τ’ ἂν καὶ χαλα‐ ρὸν ἐγίγνετο καὶ ἀφειστήκει τοῦ ὀφθαλμοῦ, καί, τὸ
20τούτων ἔτι μεῖζον, ἠθροίζετ’ ἂν ἐν αὐτῷ δυσεκκρίτως

3

.

808

καὶ λήμη καὶ δάκρυον καὶ πᾶν εἴ τι ‖ τοιοῦτον. ὅθεν ἄμεινον ἦν αὐτῷ μικρῷ γενέσθαι· τοιοῦτον γὰρ ἀπο‐ τελεσθὲν ἀεί τε περὶ τὸν ὀφθαλμὸν ἔσφιγκται προστε‐
τυπωμένον αὐτῷ καὶ περικείμενον ἀκριβῶς καὶ ῥᾳδίως89 in vol. 2
5ἐκθλίβει πάντα τὰ περιττώματα. τοιούτῳ δ’ αὖ γενο‐ μένῳ τῷ κάτω βλεφάρῳ πρόδηλον ὡς οὐδὲν ἔτι κινή‐ σεως ἔδει. τὴν μὲν δὴ περὶ τὰ βλέφαρα τέχνην τῆς φύσεως ἐξευρηκέναι τε καὶ καλῶς ἐξηγήσασθαι δοκοῦ‐ σιν οἱ ἄριστοι τῶν ἀνατομικῶν, ὡς εἴρηται νῦν. ἐγὼ
10δ’ ἐπειθόμην ἂν αὐτοῖς ἤδη τὸ σύμπαν, εἰ τὸν παρὰ τῷ μεγάλῳ κανθῷ μῦν ἐμαυτὸν ἔπειθον ἀκριβῶς ἑωρα‐ κέναι. νυνὶ δ’ οὔτε γὰρ ἐκεῖνον ἤδη πω σαφῶς εἶδον ἔν τε ταῖς τῶν αἰγιλώπων χειρουργίαις οὐ μόνον ἐκ‐ κόπτεται πολλάκις, ἀλλὰ καὶ καίεται σύμπαν ἐκεῖνο τὸ
15χωρίον, ὡς ἐνίοτε λεπίδας τῶν ὑποκειμένων ὀστῶν ἀφίστασθαι, μηδὲν εἰς τὴν κίνησιν ἐμποδιζομένου τοῦ βλεφάρου· διὰ τοῦτό μοι δοκῶ προσδεῖσθαι σκέψεως. εἰ δ’ ἐμαυτὸν πείσαιμί ποτε καλῶς ἐξευρηκέναι τὸ σύμ‐ παν, ἐν τῷ περὶ τῶν ἀπόρων κινήσεων, ὅπερ ἔγνωκα

3

.

809

γράψαι, δηλώσω καὶ περὶ τοῦδε. ‖ νυνὶ δ’ ἀρκεῖ μοι τοῦτ’ εἰπεῖν μόνον, ὡς εἰς τοσοῦτον ἥκει σοφίας ἡ τέχνη τῆς φύσεως, ὡς μήπω πᾶσαν αὐτὴν εὑρῆσθαι τοσούτῳ χρόνῳ ζητουμένην ὑπὸ τηλικούτων ἀνδρῶν.
5 Ἑξῆς δ’ ἂν εἴη τὰ περὶ τοὺς κανθοὺς ζητητέον. εἰ μὲν γὰρ χρήσιμόν ἐστι τὸ ἐπικείμενον τῷ μεγάλῳ σαρκῶδες σῶμα, βλάπτειν ἂν δόξειε τὸν μικρὸν ἡ φύσις ἀποστερήσασα χρηστοῦ σκεπάσματος· εἰ δ’ ἄχρηστον, ἀδικεῖ πάλιν αὖ τὸν μέγαν ἐκ περιτ‐
10τοῦ βαρύνουσα. τί δὴ οὖν ἐστι τοῦτο; καὶ πῶς οὐ‐
δέτερον ἀδικεῖ; σκέπασμα τῆς πρὸς τὰς ῥῖνας συντρή‐ σεως ἐπέθηκεν ἡ φύσις κατὰ τὸν μέγαν κανθὸν τὸ σαρκῶδες σῶμα. χρεία δ’ ἦν ἐκείνου τοῦ τρήματος τῷ ζῴῳ διττή, μία μέν, ἣν ἔμπροσθεν εἴπομεν, ἡνίκα90 in vol. 2
15περὶ τῶν ἀπ’ ἐγκεφάλου νεύρων ὁ λόγος ἦν, ἑτέρα δ’ αὖ ἡ νῦν ἐν καιρῷ ῥηθησομένη. συρρεῖ διὰ τῶν τρη‐ μάτων τούτων εἰς τὰς ῥῖνας ἅπαντα τῶν ὀφθαλμῶν τὰ περιττώματα, καὶ τὰ φάρμακά γε τὰ ὀφθαλμικὰ

3

.

810

πολλοὶ πολ‖λάκις οὐ μετὰ πολὺ τῆς ὑπαλείψεως οἱ μὲν ἔπτυσαν, οἱ δ’ ἀπεμύξαντο. κατὰ τοῦτο γὰρ ὁ ἀπὸ τοῦ κανθοῦ πόρος εἰς τὴν ῥῖνα διατέτρηται, καθ’ ὃ καὶ ἡ ῥὶς αὐτὴ πρὸς τὸ στόμα. τοῖς μὲν οὖν ἀπο‐
5μυξαμένοις διὰ τῆς ῥινὸς ἐκπίπτει τὸ συρρέον, τοῖς δ’ ἀναχρεμψαμένοις διὰ τοῦ στόματος. ἵνα δὴ μὴ διὰ τῶν κανθῶν ἐκρέοι τὸ περίττωμα καὶ διὰ παντὸς δα‐ κρύοιμεν, ἐπέφυ τοῖς εἰρημένοις πόροις ταυτὶ τὰ σαρ‐ κώδη σώματα ἀποτρέψοντα μὲν τῆς διὰ τῶν κανθῶν
10κενώσεως τὸ τῶν ὀφθαλμῶν περίττωμα, προτρέψοντα δ’ ἐπὶ τοὺς οἰκείους πόρους. ἀπόδειξις δὲ τοῦ λεγο‐ μένου μεγίστη τὰ πολλάκις γιγνόμενα σφάλματα πρὸς τῶν ὀφθαλμικοὺς ἑαυτοὺς ὀνομαζόντων ἰατρῶν. οἱ μὲν γάρ τινες αὐτῶν τά τε καλούμενα πτερύγια καὶ
15τὰ μεγάλα τραχώματα καὶ τὰς συκώσεις καὶ τοὺς τύ‐ λους τῶν βλεφάρων ἐκτήκοντες φαρμάκοις δριμέσιν ἔλαθον ἑαυτοὺς συνεκτήξαντες καὶ τοῦτο τὸ κατὰ τὸν μέγαν κανθὸν νευρῶδες σαρκίον· οἱ δέ τινες ἐν ταῖς

3

.

811

τῶν ἐγκανθίδων χειρουργίαις ἀποτέμνοντες ‖ αὐτοῦ πλέον ἢ προσῆκεν ἐκρεῖν ἐπέτρεψαν ταύτῃ τοῖς πε‐
ριττώμασι. καὶ καλοῦσι μὲν τὸ πάθημα ῥοιάδα· τὴν ἀτοπίαν δ’ αὐτοῦ τί ἂν ἐμὲ δέοι λέγειν; ἀλλὰ ταῦτα91 in vol. 2
5μὲν ἱκανῶς τῇ φύσει προνενόηται καὶ πρὸς τούτοις ἔτι τὰ κατ’ αὐτὰ τὰ βλέφαρα λεπτὰ πάνυ τρήματα μικρὸν ἐξωτέρω τοῦ μεγάλου κανθοῦ. περαίνοντα γὰρ ἄχρι τῆς ῥινὸς ὑγρότητα λεπτὴν ἐν μέρει δίδωσί τε καὶ λαμβάνει. χρεία δ’ ἐστὶν οὐ σμικρὰ τοῦ δοῦναι
10μέν, ὅτε περιττεύει, λαβεῖν δ’, ἡνίκ’ ἐνδεῖ πρὸς τὸ διασῴζεσθαι τὴν κατὰ φύσιν αὐτῶν συμμετρίαν εἰς τὸ τῶν κινήσεων εὔδρομον. ἡ μέν γε ξηρότης ἡ ὑπερ‐ βάλλουσα διὰ σκληρότητα δυσκαμπῆ τε καὶ δυσκίνητα πέφυκεν ἀποτελεῖν αὐτά, τὸ δὲ τῆς ὑγρότητος πλῆθος
15ἀστήρικτα καὶ μαλακά· μόνη δ’ ἡ μέση κατάστασις ἀρίστη πρὸς ἁπάσας ἐστὶ τὰς κατὰ φύσιν ἐνεργείας. εἰς δὲ τὴν εὐκολίαν τῶν κινήσεων καὶ δύο ἀδένες ἐγένοντο καθ’ ἑκάτερον ὀφθαλμόν, ὁ μὲν ἐκ τῶν κάτω μερῶν, ὁ δ’ ἐκ τῶν ἄνω, πόροις αἰσθητοῖς εἰς αὐτοὺς

3

.

812

ἐκχέοντες ὑγρόν, οἷόνπερ εἰς τὸ στόμα τὸ ‖ σίαλον ἐξοχετεύουσιν οἱ παρὰ τῇ ῥίζῃ τῆς γλώττης ἀδένες. ὅτι δ’ οὐδὲ τὴν περικειμένην τοῖς ὀφθαλμοῖς πιμελὴν ἄλλου τινὸς ἕνεκεν ἡ φύσις παρεσκεύασε, καὶ ἡ σκλη‐
5ρότης αὐτῆς δηλοῖ· δύστηκτος γὰρ ἐκ τῆσδε γενομένη διὰ παντὸς αὐτοὺς τέγγει, ὅτι δὴ λιπαρά. Σχεδὸν ἅπανθ’ ἡμῖν εἴρηται τὰ κατὰ τοὺς ὀφθαλμοὺς πλὴν ἑνός, ὃ προὐθέμην μὲν παρα‐ λιπεῖν, ὅπως μὴ δυσχεραίνοιτο τοῖς πολλοῖς ἥ τ’ ἀσά‐
10φεια τῶν λόγων καὶ τὸ μῆκος τῆς πραγματείας. ἐπεὶ γὰρ ἐχρῆν ἅψασθαι κατ’ αὐτὸ θεωρίας γραμμικῆς, ἧς οὐ μόνον ἀμαθεῖς εἰσιν οἱ πολλοὶ τῶν πεπαιδεῦσθαι προσποιουμένων, ἀλλὰ καὶ τοὺς ἐπισταμένους ἐκτρέ‐ πονταί τε καὶ δυσχεραίνουσι, διὰ τοῦτ’ ἄμεινον ἔδοξεν92 in vol. 2
15εἶναί μοι παντάπασιν αὐτὸ παραλιπεῖν. ἐνύπνιον δέ τι μεταξὺ μεμψάμενον, ὡς εἰς μὲν τὸ θειότατον ὄργα‐ νον ἀδικοῖμι, περὶ δὲ τὸν δημιουργὸν ἀσεβοῖμι παρα‐

3

.

813

λιπὼν ἀνεξήγητον ἔργον μέγα τῆς εἰς τὰ ‖ ζῷα προ‐ νοίας αὐτοῦ, προὔτρεψεν ἀναλαβόντα με τὸ παραλε‐ λειμμένον ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσθεῖναι. τῶν γὰρ ἐπὶ τοὺς ὀφθαλμοὺς ἀπ’ ἐγκεφάλου κατιόντων
5νεύρων τῶν αἰσθητικῶν, ἃ δὴ καὶ πόρους ὠνόμαζεν Ἡρόφιλος, ὅτι μόνοις αὐτοῖς αἰσθηταὶ καὶ σαφεῖς εἰσιν αἱ τοῦ πνεύματος ὁδοί, ὥσπερ αὐτὸ τοῦτο [τὸ] παρά‐ δοξόν τε καὶ ὑπὲρ τὰ λοιπὰ τῶν νεύρων ἐστίν, οὕτω καὶ τὸ φύεσθαι μὲν ἐκ διαφερόντων τόπων, προϊόντα
10δ’ ἀλλήλοις ἑνοῦσθαι κἄπειτα πάλιν ἀποχωρεῖν τε καὶ διασχίζεσθαι. τίνος οὖν ἕνεκεν οὔτ’ ἐκ ταὐτοῦ τόπου τὴν ἀρχὴν αὐτῶν ἡ φύσις ἐποιήσατο τῆς ἄνωθεν ἐκ‐ φύσεως οὔτ’, ἐπειδὴ τὸ μὲν ἐκ τῶν δεξιῶν ἀπέφυσε, τὸ δ’ ἐκ τῶν ἀριστερῶν, εὐθὺ τῶν κατὰ τοὺς ὀφθαλ‐
15μοὺς χωρῶν προήγαγεν, ἀλλ’ ἔσω πρότερον ἐπικάμ‐ ψασα καὶ συνάψασα καὶ τοὺς πόρους αὐτῶν ἑνώσασα, μετὰ ταῦτα πάλιν ἑκάτερον ἐπὶ τὸν κατ’ εὐθὺ τῆς ἄνωθεν ἐκφύσεως ὀφθαλμὸν προήγαγεν; οὐ γὰρ δὴ ἐνήλλαξέ γε αὐτά, τὸ μὲν ἐκ τῶν δεξιῶν ἐπὶ τὸν ἀρι‐

3

.

814

στερὸν ὀφθαλμὸν ἀγα‖γοῦσα, τὸ δ’ ἐκ τῶν ἀριστερῶν
ἐπὶ τὸν δεξιόν, ἀλλ’ ἔστι μὲν ὁμοιότατον τῷ Χ γράμ‐ ματι τῶν νεύρων τούτων τὸ σχῆμα. καί τις οὐκ ἀκρι‐ βῶς ἀνατεμὼν ἐπαλλάττεσθαι δόξειεν ἂν ἴσως αὐτὰ93 in vol. 2
5καὶ ὑπερβαίνειν ἄλληλα. τὸ δ’ οὐχ οὕτως ἔχει· συν‐ τυχόντα γὰρ ἀλλήλοις ἐντὸς τοῦ κρανίου καὶ τοὺς πόρους ἑνώσαντα παραχρῆμα πάλιν ἀποχωρίζεται δη‐ λοῦντα σαφῶς, ὅτι μηδενὸς ἑτέρου χάριν ἀλλ’ ἢ τοῦ συνάψαι τοὺς πόρους ἐπλησίασεν. εἰς ὅ τι δὲ χρηστὸν
10τοῦτ’ ἔστι καὶ ὅσην παρέχει τοῖς τῆς ὄψεως ὀργάνοις τὴν χρείαν, ἐπειδή γέ τις ἐκέλευσε δαιμόνων, ἐκείνῳ πειθόμενος ἐρῶ παρακαλέσας πρότερον τῶν ὁμιλούν‐ των τοῖσδε τοῖς γράμμασιν ὅσοι νομίμως παιδευθέντες ἔν τε τοῖς ἄλλοις μαθήμασι καὶ γεωμετρίᾳ γιγνώ‐
15σκουσι, τί ποτ’ ἐστὶ κύκλος καὶ κῶνος καὶ ἄξων καὶ τῶν ἄλλων ἕκαστον τῶν ὁμοίων, ἀναμεῖναι βραχὺ καὶ συγχωρῆσαι διὰ τοὺς ἀγνοοῦντας πολλῷ πλείους ὄντας ἐξηγήσασθαι τὰ σημαινόμενα πρὸς τῶν ὀνομάτων, εἰς ὅσον οἷόν τ’ ἐστὶ διὰ βραχυτάτων. οὐδὲ γὰρ οὐδ’

3

.

815

αὐτοῖς ἐκείνοις ἄχρηστος ὁ λόγος ἔσται παν‖τάπασιν, ἀλλ’ εἰ προσέχοιεν αὐτῷ τὸν νοῦν, ὅπως χρὴ σαφῶς ἰδιώτας διδάσκειν τὰ τοιαῦτα, μαθήσονται, εὐθὺς δ’ ἔγνωκα καὶ τοὺς ὀπτικοὺς λόγους αὐτοῖς συνάπτειν
5ἕνεκα τοῦ θᾶττον περανθῆναι τὸ προκείμενον. ἔστω δή τις κύκλος ὁρώμενος ὑπὸ θατέρου τῶν ὀφθαλμῶν ἔτι θατέρου συγκεκλειμένου—κύκλον δὲ δηλονότι καλῶ τὸ ἐκ μέσου πάντη ἴσον—ἀπὸ δὲ τῆς μέσης
ταύτης στιγμῆς τῆς κατὰ τὸν κύκλον, ἣ δὴ καὶ κέν‐94 in vol. 2
10τρον αὐτοῦ καλεῖται, μέχρι τῆς ὁρώσης αὐτὴν κόρης ὁδὸς εὐθεῖά σοι νοείσθω μηδαμόσε παρεγκλίνουσα μηδ’ ἐκτρεπομένη τῆς κατ’ εὐθὺ τάσεως, ἀλλ’ ὥσπερ εἰ καὶ τρίχα λεπτὴν ἢ ἀράχνην ἀκριβῶς διατεταμένην ἀπὸ τῆς κόρης ἐπὶ τὸ κέντρον τοῦ κύκλου νοήσαις,
15οὕτω καὶ τὴν εὐθεῖαν γραμμὴν ἐκείνην. ἐπινόει δή μοι πάλιν ἀπὸ τῆς κόρης ἐπὶ τὴν περιορίζουσαν τὸν κύκλον γραμμήν, ἣν δὴ καὶ περιφέρειαν αὐτοῦ καλοῦ‐ σιν, ἄλλας εὐθείας γραμμὰς παμπόλλας ὥσπερ ἀράχνας τινὰς λεπτὰς ἐφεξῆς ἀλλήλων ἐκτεταμένας, καὶ τὸ μὲν
20ὑπὸ τῶν εὐθειῶν τούτων ἁπασῶν καὶ τοῦ κύκλου

3

.

816

περιοριζόμενον ‖ σχῆμα κῶνον ὀνόμαζε, κορυφὴν δ’ αὐτοῦ νόει τὴν κόρην καὶ βάσιν τὸν κύκλον. τὴν δ’ ἀπὸ τῆς κόρης ἐπὶ τὸ κέντρον τοῦ κύκλου τεταμένην εὐθεῖαν ἁπασῶν τε τῶν ἄλλων εὐθειῶν καὶ παντὸς
5τοῦ κώνου μέσην ὑπάρχουσαν ἄξονα κάλει. ἐπεὶ δὲ κυρτόν τι καὶ κοῖλον ἔδαφος ὀνομάζεις τε καὶ νοεῖς, πάντως δήπου νοεῖς καὶ τὸ μέσον ἀμφοῖν τὸ λεῖον, ᾧ μηδὲν μήτε κυρτότητος ὑπάρχει μηδαμόθι μήτε κοιλό‐ τητος. ἐπίπεδον δή μοι καλεῖν ἐπιφάνειαν τὸ ἄνω
10πέρας τοῦ τοιούτου χωρίου. μετὰ δὲ δὴ ταῦτα τόδε μοι νόει, τὸ κατὰ τὸν ἄξονα τοῦ κώνου τὸν ἀπὸ τῆς κόρης ἐπὶ τὸ κέντρον τοῦ κύκλου διὰ τοῦ ἀέρος τετα‐
μένον αἰωρεῖσθαί τινα κέγχρον ἤ τι τοιοῦτον ἕτερον μικρόν. ἐπισκοτήσει δὴ τῷ κέντρῳ τοῦ κύκλου καὶ95 in vol. 2
15κωλύσει τὴν κόρην ὁρᾶν αὐτό, καὶ εἴπερ ἤδη καὶ τοῦτο νενόηκας, ἑξῆς ἄν σοι ῥᾷστον εἴη συνιέναι πᾶν ὁτιοῦν σῶμα τεθὲν ἐν τῷ μεταξὺ τοῦ τ’ ἐκτὸς ὁρωμένου καὶ τῆς ὁρώσης ὄψεως ἐπισκοτήσειν τε καὶ κωλύσειν ἔτι

3

.

817

βλέπεσθαι τὸ προτεταγμένον, ‖ ἀρθέντος δ’ αὐτοῦ τε‐ λέως ἢ καὶ παραχθέντος εἰς τὰ πλάγια πάλιν ὁρᾶσθαι συμβαίνειν αὐτό. καὶ εἴπερ καὶ τοῦτ’ ἤδη νενόηκας, ὥρα σοι συλλογίζεσθαι τὸ δεῖν ἀνεπισκότητον εἶναι
5τὸ μέλλον ὀφθήσεσθαι μηδενὸς ἐν τῷ μεταξὺ τεταγ‐ μένου κατὰ τὴν ἀπὸ τῆς ὄψεως ἐπ’ αὐτὸ τεταμένην εὐθεῖαν. εἰ δὲ καὶ τοῦτ’ ἤδη νενόηκας, οὐκ ἄν σοι δόξειαν ἀλόγως οἱ ἀπὸ τῶν μαθημάτων ἀποφήνασθαι κατ’ εὐθείας γραμμὰς ὁρᾶσθαι τὰ ὁρώμενα. κάλει δή
10μοι τὰς εὐθείας ταύτας ὄψεις καὶ τὰς λεπτὰς ἀράχνας ἐκείνας, τὰς ἀπὸ τῆς κόρης ἐπὶ τὴν περιφέρειαν τοῦ κύκλου τεταμένας, μηκέτ’ ἀράχνας, ἀλλ’ ὄψεις, καὶ τὴν περιφέρειαν τοῦ κύκλου δι’ ἐκείνων τῶν ὄψεων ὁρᾶ‐ σθαι λέγε, καὶ τὸ κέντρον αὐτοῦ δι’ ἑτέρας ὄψεως
15κατὰ τὸν ἄξονα τοῦ κώνου τεταμένης, καὶ τὸ σύμπαν ἐπίπεδον τοῦ κύκλου διὰ παμπόλλων τινῶν ὄψεων ἐπ’ αὐτὸ καθηκουσῶν. ὅσαι δ’ ἂν τούτων τῶν ὄψεων ἴσον τε τοῦ ἄξονος ἀπέχωσι καὶ καθ’ ἓν ὁτιοῦν ἐπίπεδον

3

.

818

ὦσιν, ὁμοταγεῖς ὀνόμαζε. εἶδες 〈δ’〉 ‖ οἶμαί ποτε καὶ
δι’ ὀπῆς στενῆς ἀκτῖνας ἡλίου διεκπιπτούσας τε καὶ πρόσω φερομένας οὐδαμόθι κλωμένας οὐδὲ καμπτομέ‐ νας, ἀλλ’ ἀκριβῶς εὐθεῖάν τε καὶ ἀκλινῆ βαδιζούσας96 in vol. 2
5ὁδόν. τοιαύτην μοι νόει καὶ τὴν τῶν ὄψεων ὁδὸν ὑπάρχειν. ἐπὶ τούτοις δ’ ἤδη σαφῶς γιγνωσκομένοις, εἴ γε γιγνώσκεις αὐτά, εἰ δὲ μή, ἀλλ’ αὖθίς γε καὶ αὖθις ἐπαναλαμβάνων, ἐπειδὰν ἀκριβῶς ἐκμάθῃς, ἐπὶ τὰ μετὰ ταῦτα γεγραμμένα παραγενόμενος ἓν μὲν καὶ
10πρῶτον τόδε μοι προσμανθάνειν, ὡς ἕκαστον τῶν ὁρω‐ μένων οὐ μόνον οὐδὲ ψιλόν, ἀλλὰ πάντως τι παρα‐ φαίνεται τῶν ὄψεων τῶν περιλαμβανουσῶν αὐτὸ προσ‐ πιπτουσῶν ἐνίοτε μέν τινι τῶν ἐπέκεινα τοῦ βλεπο‐ μένου σώματος, ἐνίοτε δὲ τῶν ἐπὶ τάδε· δεύτερον δ’,
15ὡς τὸ μὲν ὑπὸ τοῦ δεξιοῦ μόνου βλεπόμενον ὀφθαλ‐ μοῦ τὸ μὲν ἐγγυτέρω μᾶλλόν πως ἐν τοῖς ἀριστεροῖς μέρεσι κεῖσθαι φαντάζεται, τὸ δὲ πορρωτέρω μᾶλλόν

3

.

819

πως ἐν τοῖς δεξιοῖς, τὸ δ’ ὑπὸ τοῦ ἀρι‖στεροῦ μόνου βλεπόμενον ἐν μὲν τοῖς δεξιοῖς τὸ πλησιαίτερον μᾶλ‐ λον, ἐν δὲ τοῖς ἀριστεροῖς τὸ πορρωτέρω, τὸ δ’ ὑπ’ ἀμφοῖν ἐν τῷ μεταξύ. καὶ τρίτον ἐπὶ τούτοις μαθεῖν,
5ὅτι παραθλιφθείσης καὶ παραχθείσης ἤτοι γ’ ἄνω τῆς κόρης ἢ κάτω θατέρου τῶν ὀφθαλμῶν διπλᾶ φαίνεται
τὰ τέως ἁπλᾶ φαινόμενα. ταῦτα δ’ αὖ πάλιν αὐτὰ γιγνώσκοντες οἱ ἀπὸ τῶν μαθημάτων ἕνεκα τῶν πολλῶν συγχωρησάτωσάν μοι διελθεῖν ὑπὲρ ἑκάστου βραχέα. ‖97 in vol. 2

3

.

820

[Omitted graphic marker]καὶ πρῶτόν γε περὶ τοῦ πρώτου λέγωμεν, ὡς παρ’ ἕτερον ὁρᾶται πάντα. νοείσθω γὰρ κόρη μὲν ἡ πρὸς τὸ α. τὸ δ’ ὁρώμενον μέγε‐
5θος ἔστω βγ, καὶ προσπιπτέτωσαν ὄψεις ἀπὸ τῆς α κόρης πρὸς ἑκά‐ τερα τῶν βγ. κείσθω δ’ ἐπέκεινα τοῦ βγ μέγεθος τὸ δε, καὶ προσ‐ εκβεβλήσθωσαν αἱ αβ, αγ ὄψεις,
10καὶ προσπιπτέτωσαν τῷ δε κατὰ τὸ ζη. δῆλον οὖν, ὡς τὸ βγ μέγε‐ θος ὁραθήσεται κατὰ τὸ ζη. καὶ διὰ τοῦτ’ ἀποκρυφθήσεται μέν, ὡς μηδ’ ὅλως ὁρᾶσθαι, τὸ ζη. τὰ δ’ ἑκατέρωθεν αὐτοῦ μεγέ‐

3

.

821

θη, τό τε δζ ‖ καὶ τὸ ηε, παρὰ τὸ βγ φανεῖται βλεπό‐ μενα, καὶ μέντοι καὶ αὐτὸ τὸ βγ καθ’ ἕτερον τρόπον ἐροῦμεν βλέπεσθαι παρ’ ἐκείνων ἑκάτερον. ὁ μὲν δὴ περὶ τοῦ πρώτου τῶν προτεθέντων λόγος τοιοῦτος. ὁ δὲ περὶ
5τοῦ δευτέρου τοῦ μὴ κατὰ τὸν αὐτὸν τόπον μήτε τῷ ἑτέρῳ τῶν ὀφθαλμῶν πρὸς τὸν ἕτερον μήτ’ ἀμφοῖν ἅμα πρὸς
τὸν ἕτερον βλέπεσθαι τὸ βλεπόμενον, ἀλλ’ ἐν ἄλλῳ μὲν ὑπὸ τοῦ δεξιοῦ, ἐν ἄλλῳ δ’ ὑπὸ τοῦ ἀριστεροῦ, ἐν ἄλλῳ δ’ ὑπ’ ἀμφοῖν, ὃ μέλλω νῦν ἐρεῖν ἐστιν. ἔστω γὰρ98 in vol. 2
10ἡ μὲν δεξιὰ κόρη πρὸς τὸ α, ἡ δ’[Omitted graphic marker]

3

.

822

ἀριστερὰ ‖ πρὸς τὸ β. τὸ δ’ ὁρώ‐ μενον μέγεθος ἔστω τὸ γδ, καὶ προσπιπτέτωσαν ὄψεις ἀφ’ ἑκατέ‐ ρας τῶν κορῶν πρὸς τὰ γδ καὶ
5προσπεσοῦσαι προσεκβεβλήσθωσαν. ὁραθήσεται δὴ τὸ γδ μέγεθος ὑπὸ μὲν τῆς δεξιᾶς κόρης κατ’ εὐθὺ τοῦ εζ μεγέθους, ὑπὸ δὲ τῆς ἀρι‐ στερᾶς κατ’ εὐθὺ τοῦ ηθ, ὑπὸ δ’
10ἀμφοτέρων ὁμοῦ κατ’ εὐθὺ τοῦ ηε. ὥστ’ οὔθ’ ἡ ἑτέρα τῇ ἑτέρᾳ οὔθ’ ἅμα ἀμφότεραι τῇ ἑτέρᾳ κατὰ τὸν αὐτὸν ὄψονται τόπον τὸ ὁρώμενον. εἰ δέ τις οὐχ ἕπεται ταῖς διὰ τῶν γραμμῶν ἀποδείξεσιν, ἐναργῶς ἂν
15πεισθείη διὰ τῆς ἑαυτοῦ πείρας βασανίσας τὸν λόγον. στὰς γὰρ παρά τινα κίονα κἄπειτα τῶν ὀφθαλμῶν ἑκάτερον μύων ἐν μέρει τινὰ μὲν τῶν ὑπὸ τοῦ δεξιοῦ βλεπομένων ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ κίονος οὐκ ὄψεται θατέρῳ, τινὰ δὲ τῶν ὑπὸ τοῦ ἀριστεροῦ κατὰ
20θάτερα μέρη τοῦ κίονος τὰ ἀριστερὰ πάλιν οὐκ ὄψε‐ ται τῷ δεξιῷ· ἀμφοτέρους δ’ ἀνοίξας ὁμοῦ τοὺς ὀφθαλ‐ μοὺς ἀμφότερα θεάσεται. πλέονα γὰρ ἀποκρύπτεται

3

.

823

μέρη τῷ ἑτέρῳ τῶν ὀφθαλ‖μῶν ὁρώντων ἡμῶν ἤπερ ἀμφοτέροις ἅμα. κατ’ εὐθὺ δ’ ἐκείνων κεῖσθαι φαν‐
τάζεται πᾶν τὸ βλεπόμενον, ὧν ἀποκρύπτει παντάπασιν, ὡς τά γε παραφαινόμενα πάντα τὰ μὲν ἐν τοῖς δεξιοῖς99 in vol. 2
5αὐτοῦ μέρεσι, τὰ δ’ ἐν τοῖς ἀριστεροῖς τετάχθαι δοκεῖ. μόνα τοίνυν τὰ μὴ βλεπόμενα κατ’ εὐθὺ τοῦ βλεπο‐ μένου κείσεται. ἀλλ’ ἦν ἕτερα μὲν ὁρατὰ τῷ δεξιῷ τῶν ὀφθαλμῶν, ἕτερα δὲ τῷ ἀριστερῷ. ὥστε καὶ ἡ θέσις τοῦ βλεπομένου μεγέθους ἴδιος ἑκατέρῳ τῶν
10ὀφθαλμῶν φαντασθήσεται. κοινῇ δ’ [ἐν] ἀμφοτέροις, ὅσα μηδέτερος ἑώρα, παντάπασιν ἀόρατα γίγνεται, καὶ διὰ τοῦτ’ ἐλάττοσιν ἐπισκοτήσει τὸ πρὸς ἀμφοτέ‐ ρων ὁμοῦ τῶν ὀφθαλμῶν ὁρώμενον, ἢ εἰ κατὰ μόνας ὁποτεροσοῦν ἦν αὐτῶν ὁ θεώμενος. ἀλλ’ εἰ καὶ ἀπο‐
15στὰς τοῦ κίονος ἐπὶ πλέον ἑκάτερον τῶν ὀφθαλμῶν ἀνοιγνύναι τε καὶ μύειν ἐν μέρει βουληθείης ἀποβλέ‐ πων εἰς τὸν κίονα, δόξει σοι μεταπηδᾶν ἀθρόως, εἰ μὲν τὸν δεξιὸν μύοις, ἐπὶ τὰ κατ’ ἐκεῖνον, εἰ δὲ τὸν ἀριστερόν, ἐπὶ θάτερα μέρη. καὶ μέν γε καὶ ἀνοι‐
20γνύντι τὸν μὲν δεξιὸν ἐπὶ τὰ ἀριστερὰ μέρη μεταπη‐

3

.

824

δᾶν ὁ κίων ‖ δόξει, τὸν δ’ ἀριστερὸν ἐπὶ τὰ δεξιά. τῷ μὲν γὰρ δεξιῷ τῶν ὀφθαλμῶν μᾶλλον ἐν τοῖς ἀρι‐ στεροῖς μέρεσιν ὁ κίων κείμενος φαίνεται, τῷ δ’ ἀρι‐ στερῷ μᾶλλον ἐν τοῖς δεξιοῖς· ἀμφοτέροις δ’ ἅμα
5θεωμένοις τὴν μέσην χώραν ἐπέχειν δοκεῖ τῆς ἑκατέρῳ κατὰ μόνας φανταζομένης. ἀλλ’ εἰ καὶ τῶν ἀστέρων τινὰ κατὰ τὸν αὐτὸν τρόπον ὁρᾶν βουληθείης ἢ καὶ τὴν σελήνην, καὶ μάλισθ’ ὅταν ᾖ πλήρης τε καὶ ἴση πανταχόθεν, ἀθρόως σοι δόξει μεταπηδᾶν εἰς μὲν τὰ
10δεξιὰ μέρη τὸν ἀριστερὸν μὲν ὀφθαλμὸν ἀνοιγνύντι, κλείοντι δὲ τὸν δεξιόν, εἰς δὲ τὰ ἀριστερὰ τοὔμπαλιν δρῶντι. ταῦτ’ οὖν ὅτι μὲν φαίνεται, παντὶ τῷ πεπει‐ ραμένῳ δῆλον, τίνα δ’ ἔχει τὴν αἰτίαν τε καὶ τὴν ἀνάγκην τῆς γενέσεως, ὀλίγον ἔμπροσθεν ἐδείκνυτο100 in vol. 2
15διὰ τῶν γραμμῶν. καὶ γὰρ οὖν καὶ ὅτι διαστρέψαντι τὸν ἕτερον ὀφθαλμόν, εἰ μὲν εἰς τὰ κάτω κατασπα‐ σθῆναι συμβαίη τὴν κόρην, ταπεινότερον ἐκείνῳ φαί‐ νεται τὸ βλεπόμενον, εἰ δ’ ἀνασπασθῆναι, τοὐναντίον, ἔξεστί σοι τῇ πείρᾳ βασανίζειν. ἥτις δὲ καὶ ἡ τούτων
20αἰτία, χωρὶς τῶν προειρημένων λόγων οὐκ ἔνεστι μα‐ ‖

3

.

825

θεῖν. εἰ μὴ γὰρ ἐν ἑνὶ καθεστηκότες εἶεν ἐπιπέδῳ τῶν ὀπτικῶν κώνων οἱ ἄξονες, ἀνάγκη πᾶσα θατέρῳ μὲν τῶν ὀφθαλμῶν ὑψηλότερον, θατέρῳ δὲ ταπεινότε‐ ρον ὁρᾶσθαι τὸ βλεπόμενον. οὗ γὰρ ἂν ὁ ἄξων ὑψη‐
5λότερος ᾖ τοῦ κώνου, τούτου καὶ αὐτὸς ὅλος ὁ κῶνος ὑψηλότερός ἐστιν. ἀλλ’ ὁ μὲν ἐκ ταπεινοτέρου τοῖς ὁρωμένοις προσβάλλων κῶνος ἁπάσας ἔχει ταπεινοτέρας τὰς ὁμοταγεῖς ὄψεις, ὁ δ’ ἐξ ὑψηλοτέρου τοὐναντίον. ἐπεὶ δὲ τὸ μὲν ὑπὸ τῶν ὑψηλοτέρων ὁρώμενον ὄψεων
10ὑψηλότερον εἶναι φαντάζεται, τὸ δ’ ὑπὸ τῶν ταπεινο‐ τέρων ταπεινότερον, εἰκότως ὑψηλότερον μὲν τῷ ὑψη‐ λοτέρῳ, ταπεινότερον δὲ τῷ ταπεινοτέρῳ κώνῳ φανεῖται τὸ βλεπόμενον. ἐναργὲς δὲ τεκμήριον τοῦ λεγομένου λάβοις ἄν, εἰ τὸ παρατεθλιμμένου θατέρου τῶν ὀφθαλ‐
15μῶν διπλοῦν ψευδῶς φαινόμενον ἐπιμύσας θατέρῳ
θεάσασθαι βούλοιο. μία μὲν γὰρ τελέως ἀποτελεῖται φαντασία τῆς τοῦ βλεπομένου θέσεως, ἣν εἶχεν ὁ κε‐ κλεισμένος νῦν ὀφθαλμός, ὅτ’ ἀνέῳκτο· ἡ λοιπὴ δ’101 in vol. 2

3

.

826

ἀμετάπτωτος μένει τὴν ἐξ ἀρχῆς ‖ φυλάττουσα χώραν. καίτοι, ὁπότε κατὰ φύσιν ἐχόντων ἀμφοτέρων ἑωρᾶτο τὸ προκείμενον, ἐπὶ τῇ θατέρου μύσει μετέπιπτεν εὐ‐ θέως ἡ φαντασία τῆς θέσεως αὐτοῦ καὶ μεταπηδᾶν
5ἐδόκει τὸ βλεπόμενον, καὶ αὖθίς γε πάλιν ἀνοιγνύν‐ των τὸν ἕτερον αὖθις μεθίστατο καὶ οὐδέποτ’ ἔμενεν ἐν ταὐτῷ κλειόντων τε καὶ ἀνοιγνύντων ὁποτερονοῦν. ἐπὶ δὲ τῶν διὰ τὴν παράθλιψιν ὑψηλοτέραν ἢ ταπει‐ νοτέραν ποιησάντων τὴν κόρην ἡ μὲν ἑτέρα φαντασία
10τῆς θέσεως ἀπόλλυται τελέως, ἡ λοιπὴ δ’ ἀμετάπτωτος μένει κλεισάντων τὸν ἕτερον τῶν ὀφθαλμῶν. διὰ τοῦτο δὲ καὶ οὐ πᾶσα διαστροφὴ τῆς κόρης διττὸν ποιεῖ φαντάζεσθαι τὸ βλεπόμενον, ἀλλ’ ἥτις ἂν αὐτὴν ὑψηλοτέραν ἢ ταπεινοτέραν ἐργάζηται τοῦ κατὰ φύσιν.
15αἱ δὲ πρὸς τὸν μέγαν κανθὸν ἢ πρὸς τὸν μικρὸν παραγωγαὶ μᾶλλον μὲν ἀριστερὸν ἢ δεξιὸν ἀποφαί‐ νουσι τὸ βλεπόμενον, οὐ μὴν διττόν γ’ ἐργάζονται· μένουσι γὰρ ἐφ’ ἑνὸς ἐπιπέδου τῶν κώνων οἱ ἄξονες. καὶ ὅσοι γε διεστράφησαν τοὺς ὀφθαλμοὺς ἢ ὕστερον ‖

3

.

827

ἢ εὐθέως κατ’ ἀρχὰς ἐν τῇ κυήσει, μηδετέρας μὲν κόρης ὑψηλοτέρας γενομένης, ἀλλὰ τῷ προσαχθῆναι τῇ ῥινὶ τὸν ἕτερον ὀφθαλμὸν ἢ ἀπαχθῆναι βλαβέντες, οὐδὲν ἐν τῇ τῶν ὁρωμένων διαγνώσει πλημμελοῦσιν.
5οἷς δ’ ἐπὶ τὸ ταπεινότερον ἢ ὑψηλότερον μετήχθη,
πάνδεινα πάσχουσιν ἐκστρεφόμενοί τε καὶ καθιστάντες εἰς ἴσον αὐτάς, ἵν’ ἀκριβῶς θεάσωνται. τὸ μὲν οὖν ἕκαστον ὁρᾶσθαι κατὰ τὴν ἑαυτοῦ χώραν ἐκ τοῦ τὴν ἁφὴν ὑπὸ τῆς ὄψεως ποδηγουμένην μὴ σφάλλεσθαι102 in vol. 2
10μηδ’ ἀφαμαρτάνειν αὐτῶν ἐναργῶς ἀποδείκνυται. τά τε γὰρ ἄλλα καὶ διὰ τῶν βελονῶν τῶν λεπτοτάτων διαιροῦσι ῥάμματα ῥᾳδίως οἱ θατέρῳ τῶν ὀφθαλμῶν πεπηρωμένοι οἵ τε ἀμφοτέροις ἅμα βλέποντες, μὴ ἂν τούτου δυναμένου γενέσθαι ποτὲ χωρὶς τῆς ἀκριβοῦς
15τῶν ὁρωμένων διαγνώσεως. ἐπεὶ δ’, ὡς ἐρρέθη, πᾶν τὸ βλεπόμενον παρ’ ἕτερόν τι βλέπεται, κατὰ λόγον ἤδη τοῖς πέριξ ἑαυτοῦ παραβαλλόμενον ποτὲ μὲν δεξιὸν αὐτό, ποτὲ δ’ ἀριστερόν, ποτὲ δὲ καὶ κατ’ εὐθὺ κεῖ‐

3

.

828

σθαι φαντάζεται, καὶ οὕτως οὐ διαφέρονται ‖ πρὸς ἀλλήλους οἱ λόγοι. μυρία δὲ καὶ ἄλλα τεκμήρια τῶν ὀπτικῶν ὑποθέσεών ἐστιν, ἃ νῦν οὐκ ἐγχωρεῖ λέγειν· οὐδὲ γὰρ οὐδὲ ταῦθ’ ἑκόντες ἐγράψαμεν, ἀλλά τινος,
5ὡς ἔφην, κελεύσαντος δαίμονος. εἰ δὲ τοῦ μέτρου τῶν λόγων τοῦ πρέποντος τῇ παρούσῃ πραγματείᾳ κρατοῦμεν, αὐτὸς ἂν ἐκεῖνος εἰδείη. Ἡμεῖς δ’ οὖν ἐπιθῶμεν ἤδη τῷ λόγῳ κεφαλὴν ἀναμνήσαντες, ὡς ἀναγκαῖόν ἐστι τοὺς ἄξονας
10τῶν ὀπτικῶν κώνων ἐν ἑνὶ καὶ ταὐτῷ τὴν θέσιν ἴσχειν ἐπιπέδῳ πρὸς τὸ μὴ διπλοῦν φαίνεσθαι τὸ ἕν. οἱ δὲ
δὴ ἄξονες ἡμῖν οὗτοι τὴν ἀρχὴν ἔχουσι τοὺς ἐξ ἐγκε‐ φάλου πόρους. ἐχρῆν οὖν ἔτι κυουμένου τε καὶ δια‐ πλαττομένου τοῦ ζῴου κατὰ μιᾶς ἐπιπέδου τινὸς ἐπι‐103 in vol. 2
15φανείας αὐτοὺς τετάχθαι. τί δή ποτ’ οὖν ἔμελλεν ἔσεσθαι τοῦτο τὸ ἀκλινὲς ἐπίπεδον, ἐφ’ οὗ τοὺς πό‐ ρους ἡ φύσις ἐν τῷ διαπλάττειν τὰ ζῷα κατέθετ’ ἄν; ἆρ’ ὑμήν τις σκληρὸς ἢ χιτὼν ἢ χόνδρος ἢ ὀστοῦν; οὐ γὰρ δὴ μαλακὸν ὄργανον καὶ εἶκον τοῖς ψαύουσιν
20〈ἂν〉 ἀκλινὲς ἐφυλάχθη. καὶ ποῦ ποτ’ ἄρα κατέθετ’ ἂν

3

.

829

αὐτό, ‖ καὶ πῶς ὑπέτεινεν ἀσφαλῶς τε ἅμα καὶ ἀθλί‐ πτως ἀμφοτέροις τοῖς πόροις; ὅτι γὰρ οὐ ῥᾴδια ταῦτα κατ’ ἐκεῖνο γενέσθαι τὸ χωρίον, ὅσοι ταῖς ἀνατομαῖς ὡμιλήκασιν, ἴσασι σαφῶς. καὶ οὐ τοῦτό φημι νῦν,
5ὡς οὐκ ἂν ἐξεῦρέ τινα μηχανὴν ἡ φύσις τῆς τε γενέ‐ σεως αὐτοῦ καὶ τῆς θέσεως, ὡς μήτε βλάπτειν τι τῶν παρακειμένων μήτε βλάπτεσθαι, εἴπερ ὅλως ἀναγκαῖον ἦν αὐτὸ δημιουργῆσαι, καὶ μὴ δι’ ἑτέρου ῥᾴστου τε καὶ προχείρου τὴν ἐν ἑνὶ τῶν δύο πόρων ἐπιπέδῳ
10θέσιν ἐκπορίσασθαι δυνατὸν ἦν. τί οὖν τοῦτ’ ἔστι τὸ ῥᾷστόν τε καὶ πρόχειρον, ὅπερ ἐξ ἀρχῆς λέγειν προὔκειτο; τὸ συμβάλλειν ἀλλήλοις τοὺς πόρους. δύο γὰρ εὐθεῖαι γραμμαὶ συντυγχάνουσαι κατά τινα κοι‐ νὴν στιγμὴν οἷον κορυφὴν αὐτῶν ἐν ἑνὶ πάντως εἰσὶν
15ἐπιπέδῳ, κἂν εἰ τύχοιεν ἐντεῦθεν εἰς ἄπειρόν τι μῆκος ἐφ’ ἑκάτερα τὰ μέρη προσεκβαλλόμεναι. καὶ αἱ ταύ‐ τας δὲ τὰς δύο εὐθείας τὰς ἐκβαλλομένας ἐφ’ ὁσο‐ νοῦν ἐπιζευγνύουσαι καθ’ ὁντινοῦν τόπον εὐθεῖαι

3

.

830

ταὐτὸν ἐπίπεδον ἴσχουσι ταῖς δύο τῷ καὶ πᾶν ‖ τρί‐
γωνον ἐν ἑνὶ πάντως ὑπάρχειν ἐπιπέδῳ. εἰ δέ τις οὐ συνίησι τῶν λεγομένων, δῆλος μέν ἐστι μηδὲ τὰ στοι‐ χεῖα τῆς γεωμετρίας εἰδώς. ἐμοὶ δ’ ἂν εἴη μακρόν,104 in vol. 2
5εἰ καὶ τὰς τῶν τοιούτων ἀποδείξεις γράφοιμι· καὶ γὰρ οὐδὲ συνήσουσιν αὐτῶν, εἰ μὴ πολλὰ προμεμαθηκότες εἶεν. Εὐκλείδης γοῦν ἐν τῷ ἑνδεκάτῳ τῶν Στοιχείων ἀπέ‐ δειξεν αὐτὸ τοῦτο τὸ νῦν λεγόμενον, καὶ ἔστι δεύτε‐ ρον ἐν ἐκείνῳ τῷ βιβλίῳ θεώρημα, καὶ ἡ πρότασις
10αὐτοῦ τόνδε τὸν τρόπον ἔχει· Ἐὰν δύο εὐθεῖαι τέμνω‐ σιν ἀλλήλας, ἐν ἑνί εἰσιν ἐπιπέδῳ, καὶ πᾶν τρίγωνον ἐν ἑνί ἐστιν ἐπιπέδῳ. τὴν μὲν οὖν ἀπόδειξιν παρ’ Εὐκλείδου μανθάνειν· μαθὼν δ’ αὖθις ἐπανήκειν ὡς ἡμᾶς, καί σοι δείξομεν ἐπὶ τοῦ ζῴου τὰς δύο ταύτας
15εὐθείας τοὺς ἐξ ἐγκεφάλου πόρους. ὧν ἑκάτερος εἰς τὸν καθ’ ἑαυτὸν ὀφθαλμὸν αὖθις, ὡς εἴρηται πρό‐ σθεν, ἀμφιβλήστρου δίκην ἑλίττεται κυκλοτερῶς ἄχρι τοῦ κρυσταλλοειδοῦς ὑγροῦ περιλαμβάνων ἔνδοθεν αὑτοῦ τὸ ὑαλοειδές, ὡς ἐπὶ μιᾶς εὐθείας εἶναι τὴν

3

.

831

κόρην καὶ τὴν ῥίζαν ὅλην τοῦ ‖ ὀφθαλμοῦ, καθ’ ἣν τὸ νεῦρον ἄρχεται λύεσθαι. καὶ τρίτον ἐπὶ τοῖσδε τὴν ἐν τοῖς πρόσω μέρεσι τοῦ ἐγκεφάλου συμβολὴν τῶν ὀπτικῶν νεύρων, ἀφ’ ἧς ἀρξάμενα προέρχεσθαι
5δι’ ἑνὸς ἐπιπέδου τούς θ’ ὅλους ὀφθαλμοὺς ἐγέννησεν ἐν δικαίᾳ θέσει καὶ τῶν ἐν αὐτοῖς κορῶν οὐδετέραν ὑψηλοτέραν ἀπέφηνε. διὰ ταῦτα μὲν δὴ βέλτιον ἦν ἐξ ἀρχῆς μιᾶς ὁρμᾶσθαι τὰ τὴν ὀπτικὴν αἴσθησιν τοῖς ὀφθαλμοῖς παρέξοντα νεῦρα.
10 Διὰ τί δ’ οὐκ εὐθέως ἄνωθεν ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου μίαν αὐτοῖς ἀμφοτέροις ἀρχὴν ἡ φύσις ἐποίησεν, ἀλλὰ τὸ μὲν ἐκ τῶν δεξιῶν ἀποφύσασα με‐ ρῶν αὐτοῦ, τὸ δ’ ἐκ τῶν ἀριστερῶν οὕτως ἀλλήλοις συνήγαγέ τε καὶ συνέφυσε κατὰ τὴν μέσην χώραν,105 in vol. 2
15ἐφεξῆς ἂν εἴη ῥητέον. οὐκ ἦν ἐκ τούτου τοῦ χωρίου δυνατὸν ἔκφυσιν γενέσθαι μὴ ὅτι τηλικούτων νεύρων, ἡλίκον ἑκάτερον τούτων ἐστίν, ἀλλὰ μηδὲ πολλῷ μι‐ κροτέρων. ἡ γάρ τοι πύελος, ἣν ὁ πρόσθεν ἐξηγήσατο λόγος, ἡ τὸν ἐκκαθαίροντα τὸν ἐγκέφαλον ἐν ἑαυτῇ

3

.

832

περιέχουσα πόρον, ἐν τούτῳ τέτακται, καὶ ‖ ἦν ἀδύνα‐ τον ἑτέρωθι κάλλιον αὐτὴν μετατεθῆναι, μέλλουσάν γε τὸ περίττωμα πᾶν εἰς ὑπερῴαν ἐξερεύγεσθαι. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ τοὺς ἐπὶ τὴν ῥῖνα καθήκον‐
5τας ἐξ ἐγκεφάλου πόρους οὔτ’ ἐν ἄλλῳ χωρίῳ τετά‐ χθαι δυνατὸν ἦν οὔτ’ ἐξ ἄλλων μερῶν ἐγκεφάλου τὴν πρώτην ἔκφυσιν ἔχειν. ἐν γὰρ τῷ μέσῳ τοῦ προσ‐ ώπου κειμένης τῆς ῥινὸς ἐχρῆν δήπου καὶ τοὺς εἰς αὐτὴν ἰόντας πόρους τὸ μέσον τῆς προσθίας ἐγκεφά‐
10λου χώρας κατειληφέναι. εἰ τοίνυν ἑτέρωθι μὲν οὐκ ἦν ἄμεινον οὔτε τούτους τάττειν οὔτε τὴν πύελον, ἐν ᾧ δ’ ὑπάρχουσι νῦν ὄντων αὐτῶν οὐχ οἷόν τ’ ἦν ἐκ τῆς μέσης χώρας ἐκφῦναι τὰ νεῦρα, δῆλον ἤδη τό γε λοιπόν, ὡς ἑκατέρωθεν μὲν ἀποφῦναι βέλτιον ἦν,
15προελθόντα δ’ ὀλίγον ἐς ταὐτὸν ἀλλήλοις ἀφικέσθαι. θαυμασιώτερον δέ τι μαθήσῃ περὶ τὴν ἔκφυσιν αὐτῶν
ἕτερον ἔργον τῆς φύσεως, ὃ κάλλιον ἔδοξέ μοι διελ‐ θεῖν ἐν τῇ τῶν νεύρων ἀνατομῇ κατὰ τὸν ἑκκαιδέκατον λόγον. ἐμοὶ μὲν δὴ πεπλήρωται τὸ τοῦ δαίμονος πρόσ‐106 in vol. 2
20ταγμα, καὶ 〈οἶμαι〉 μὴ μάτην, ἀλλά τινι γενέσθαι τὸν

3

.

833

λόγον χρήσιμον ἀποθεμένων ἤδη ποτὲ ‖ τῶν ἀνθρώπων τὴν κατέχουσαν αὐτοὺς περὶ τὰ κάλλιστα ῥᾳθυμίαν. εἴη δ’ ἂν ἴσως οὐδὲν χεῖρον οὐδὲ τὰ πρὸς τῶν πρεσβυτέ‐ ρων εἰρημένα περὶ τῆς τῶν νεύρων ἑνώσεως εἰπεῖν.
5οἱ μὲν γὰρ ὑπὲρ τοῦ μηδὲν πάσχειν αὐτὰ κατ’ εὐθὺ τεταγμένα τὴν εἴσω πρότερον ἐπιστροφήν, εἶτ’ αὖθις ἔξω γεγονέναι φασίν· οἱ δ’ ὑπὲρ τοῦ κοινωνεῖν ἀλλή‐ λοις τῶν παθημάτων καὶ μερίζεσθαι τὸ θατέρου κακὸν εἰς ἀμφότερα· τινὲς δ’, ὅτι πρὸς μίαν ἀρχὴν ἀνῆφθαι
10χρὴ πασῶν τῶν αἰσθήσεων τὰς ἀρχάς. ἀλλ’ οὗτοί γε εἰ μὲν τὴν ὄψιν εἰς μίαν ἀρχὴν ἀνῆφθαι δεῖν ἔφασκον μόνον ἀποδείξαντες τῆς βλάβης τὸ μέγεθος, εἰ μὴ τοῦτ’ ἐγεγόνει, δῆλον, ὡς αὐτοί τ’ ἂν ἔλεγον οὕτω τὸ ἀληθὲς ὅ τε προειρημένος λόγος οὐκ ἂν ἦν ἡμέτε‐
15ρον εὕρημα. νυνὶ δ’, ἐπειδὴ τὸ πρῶτον αἰσθητικὸν τὸ πάσας ἐκδεχόμενον τὰς αἰσθήσεις ἓν εἶναί φασι χρῆναι καλῶς τοῦτο λέγοντες, ἔπειτα διὰ τοῦτο συν‐ ελθεῖν ἀλλήλοις τὰ μαλακὰ ταυτὶ νεῦρα νομίζουσιν, ἐν τούτῳ δὴ καὶ πάνυ μέγα σφάλλονται. τὸ γάρ τοι ‖

3

.

834

πάσας τὰς αἰσθήσεις ἐκδεχόμενον ὁ ἐγκέφαλός ἐστιν, ἢ οὔτε τὰ τῶν ὤτων τε καὶ τῆς γλώττης νεῦρα καὶ προσέτι τῶν ἄλλων ἁπάντων τοῦ ζῴου μορίων εἰς
μίαν ἀρχὴν ἀνῆχθαι δόξει. κατὰ ταὐτὰ δὲ καὶ τὸ107 in vol. 2
5νομίζειν ὑπὲρ τοῦ μερίζεσθαι τὰ παθήματα συνελθεῖν ἀλλήλοις τὰ νεῦρα παρὰ τὴν τῆς φύσεως εἴρηται πρό‐ νοιαν αὐτὸ τοὐναντίον ἐπιτεχνωμένης αὐτῆς, ὡς ἤδη φθάνομεν ἐπὶ πολλῶν ἐνδειξάμενοι. βέλτιον γάρ, εἰ οἷόν τε, μηδὲν ἕτερον ἑτέρῳ συμπονεῖν. εἰ δέ τῳ
10δόξειε καὶ οὗτος ὁ λόγος ἐπιεικὴς εἶναι, χρῆσθαι καὶ τούτῳ πάρεστιν, ὥσπερ γε καὶ τῷ φάσκοντι διαρρα‐ γῆναι ῥᾳδίως ἂν τὰ νεῦρα κατ’ εὐθὺ τεταγμένα. ἐμοὶ μὴν οὐδὲ τοῦτ’ ἀρέσκει. τὰ μὲν γὰρ εἰς τὴν γαστέρα καθήκοντα νεῦρα πρὸς τοῦ βάρους αὐτῆς κατασπώμενα
15πολλάκις ἐρρήγνυτ’ ἂν ὄντως, εἰ μὴ περὶ τὸν στό‐ μαχον εἱλίττετο πρότερον. οἱ δ’ ἐπὶ τοὺς ὀφθαλμοὺς ἥκοντες πόροι τοιοῦτον οὐδὲν ἤμελλον πείσεσθαι μήτε βάρους τηλικούτου ποτὲ προσγιγνομένου τοῖς ὀφθαλ‐ μοῖς οἵου καὶ τῇ γαστρὶ πόματός τε καὶ σιτίου πιμ‐

3

.

835

πλαμένῃ μήτε πλανώδη τὴν θέσιν ἔχουσι ‖ μήτε πόρρω τῆς ἀρχῆς ἀφεστηκόσιν. εἰ δέ τι καὶ τούτων ἦν, ἀλλ’ οἵ γε μύες οἱ περιέχοντες τὰ νεῦρα καὶ πρὸ αὐτῶν ἡ τῆς παχείας μήνιγγος ἀπόφυσις οὐδὲ ἐφ’ ἑνὸς ἄλλου
5νεύρου τοσοῦτον ἔχουσα πάχος ἢ σκληρότητα φρουρεῖν ἦν ἱκανά. πρὶν μὲν γὰρ διεκπεσεῖν ἔξω τοῦ κρανίου, οὐδ’ ἂν ἔπαθέ τι τὰ νεῦρα, καθάπερ οὐδ’ αὐτὸς ὁ ἐγκέφαλος, καίτοι διὰ παντὸς σειόμενος, οὐδ’ αἱ μέχρι τῶν ῥινῶν ἀποφύσεις ἱκανῶς λεπταὶ καὶ μαλακαὶ καὶ
10προμήκεις ὑπάρχουσαι. χρῆσθαι δ’ οὖν, ὡς ἔφην,
ἔξεστι τῷ βουλομένῳ καὶ τούτοις τοῖς λόγοις. ἐγὼ μέντοι διὰ τὸ μὴ πάνυ τι θαρρεῖν αὐτοῖς πεπεῖσθαί τε μηδὲν εἰκῇ τὴν φύσιν ἐργάζεσθαι μέχρι πλείστου ζητήσας τὴν αἰτίαν τῆς τοιαύτης τῶν νεύρων θέσεως108 in vol. 2
15ἐξευρηκέναι νομίζω, καὶ μᾶλλον ὁπότε τινὶ τῶν θεῶν ἔδοξεν εἶναι γραφῆς ἄξια. πρὸ τοῦ δ’ ἐκεῖνον κελεῦ‐ σαι—χρὴ τἀληθῆ λέγειν ἐπομοσάμενον αὐτοὺς τοὺς θεούς—οὔτε τοῦτον ἔμελλον ἐρεῖν τὸν λόγον, ὅπως μὴ μισηθείην τοῖς πολλοῖς, οἳ θᾶττον ἂν ὁτιοῦν πα‐

3

.

836

θεῖν μᾶλλον ‖ ἢ γεωμετρίας ἅψασθαι προέλοιντο, καὶ τῶν τριῶν τῶν εἰρημένων διεγνώκειν μνημονεύσας ἐπαινέσαι μὲν ὡς πιθανώτατον ἐξ αὐτῶν τὸν ὑπὲρ τοῦ μὴ διαρραγῆναι λοξοὺς γενέσθαι τοὺς πόρους
5ἀποφηνάμενον, αὐτὸς δ’ ὡς ἀληθῆ προσθεῖναι τόδε, τὸ ἀπ’ ἐγκεφάλου παραγιγνόμενον εἰς ἑκάτερον τῶν ὀφθαλμῶν πνεῦμα βέλτιον ἦν, εἴ ποθ’ ἕτερος αὐτῶν ἢ μύσειεν ἢ πηρωθείη τελέως, ὅλον εἰς τὸν ὑπόλοιπον ἰέναι. διπλασιαζομένης γὰρ οὕτω τῆς ὀπτικῆς αὐτοῦ
10δυνάμεως ἄμεινον ἔμελλεν ὄψεσθαι. καὶ μέν γε καὶ φαίνεται τοῦτο γιγνόμενον ἐναργῶς. εἰ γὰρ ἐθελήσαις τι μεταξὺ τῶν ὀφθαλμῶν ἐπὶ τῆς ῥινὸς ἐκτεῖναι κατὰ μῆκος, ἤτοι σανίδιον ἢ αὐτὴν τὴν χεῖρα τὴν σὴν ἢ ὁτιοῦν ἄλλο τὸ δυνάμενον ὑπ’ ἀμφοτέρων ὁρᾶσθαι
15κωλῦσαι τῶν ὀφθαλμῶν ἕκαστον τῶν ἐκτὸς προκειμέ‐ νων, ἀμυδρῶς ἑκατέρῳ θεάσῃ· μύσαντος μέντοι θατέ‐ ρου πολὺ σαφέστερον, ὡς ἂν τῆς εἰς ἀμφοτέρους τέως
μεριζομένης δυνάμεως εἰς τὸν ἕτερον νῦν ἰούσης. ἐγὼ μὲν δὴ ταύτην ἔμελλον ἐρεῖν μόνην τὴν χρείαν τοῦ109 in vol. 2
20ζευχθῆναι τοὺς πόρους οὖσαν μὲν ἀληθῆ καὶ αὐτήν. ‖

3

.

837

ἀλλ’ ὥσπερ ἐπὶ μυρίων ἤδη δέδεικται τὰ μὲν κατὰ τὸν πρῶτον λόγον ἡ φύσις ποιοῦσα, τὰ δ’ ἐκ περιου‐ σίας, οὕτω κἀνταῦθα πρώτη μὲν καὶ ἀναγκαιοτάτη χρεία τὸ μὴ θεάσασθαι διττὸν ἕκαστον τῶν ἐκτός, ἡ
5δὲ νῦν εἰρημένη δευτέρα. θεὸς δέ τις, ὡς ἔφην, ἐκέ‐ λευσε καὶ τὴν πρώτην γραφῆναι. καὶ τό γ’ ἀσαφὲς αὐτῆς οἶδεν ἐκεῖνος αὐτὸς ὡς ἐξιστάμην· οἶδε δὲ καὶ ὡς οὐδ’ ἐνταῦθα μόνον, ἀλλὰ καὶ πολλαχόθι τῶνδε τῶν ὑπομνημάτων ἑκὼν εἶναι παρέλιπον ἀποδείξεις
10τινὰς δεομένας ἢ ἀστρονομίας ἢ γεωμετρίας ἢ μουσικῆς ἤ τινος ἄλλης θεωρίας λογικῆς, ὅπως μὴ μισηθείη τελέως ὑπὸ τῶν ἰατρῶν τὰ βιβλία. καὶ γὰρ δὴ καὶ παρ’ ὅλον ἐμαυτοῦ τὸν βίον ἐπειράθην μυριάκις μοι τοῦδε συμβάντος· οἱ τέως ἡδέως ἐντυγχάνοντές μοι
15διά τι τῶν ἐπὶ τοῖς ἀρρώστοις ἔργων, ἐν οἷς ἐδόκουν αὐτοῖς ἱκανῶς γεγυμνάσθαι, γνόντες ἂν ὕστερον, ὅτι κἀν τοῖς μαθήμασι γεγύμνασμαι, περιίσταντό τε τὰ πολλὰ καὶ οὐ πάνυ τι χαίροντες ἔτι συνεγίγνοντο. διὰ τοῦτ’ οὖν ἀεὶ φυλαξάμενος ἅπτεσθαι τῶν τοιού‐

3

.

838

των λόγων ‖ ἐνταυθοῖ μόνον, ὡς ἔφην, ἀφοσιούμενος τῷ τοῦ δαίμονος προστάγματι γραμμικοῖς ἐχρησάμην θεωρήμασιν. Ἴσως ἂν οὖν τις ὑπολαβὼν ἐρωτήσειε,
5καὶ πῶς, εἴπερ ἑκὼν παρέλιπον πολλά, πλήρης οὗτος ὁ λόγος ἐστίν, ὡς μηδενὸς μορίου παραλελεῖφθαι χρείαν, ἀλλ’ ἔστιν ὧν οὐδὲ μίαν μόνην, ἀλλὰ καὶ πλείους εἰρῆσθαι· πρὸς ὃν ἡ ἀπόκρισις ταχεῖά τε ἅμα κἀξ αὐτῶν ὧν ἐκεῖνος προὔβαλεν ἔχουσα τὴν πίστιν.110 in vol. 2
10ἐπειδὴ γὰρ οὕτως ἐστὶν ὁ δημιουργὸς ἡμῶν σοφός, ὡς μὴ μίαν ἕκαστον τῶν ὑπ’ αὐτοῦ γεγονότων ἔχειν τὴν χρείαν, ἀλλὰ καὶ δύο καὶ τρεῖς καὶ πλείους πολ‐ λάκις, ἐν τούτῳ ῥᾷστον ἤδη τῶν ἀσαφεστέρων τοῖς πολλοῖς παραλιπεῖν ἐνίας. ἐπεί τοι καὶ περὶ τοῦ κρυ‐
15σταλλοειδοῦς ὑγροῦ κατὰ τὸν ἔμπροσθεν λόγον ἔγραψά τινα χρείαν τοῦ σχήματος, ἀλλὰ κἀκεῖ τὴν πρώτην τε καὶ κυριωτάτην παρέλιπον, ὅτι γραμμῶν ἐδεῖτο πρὸς τὴν ἀπόδειξιν. καὶ τοίνυν καὶ λεγέσθω νῦν. ἐπειδὴ γὰρ ἅπαξ ἠναγκάσθην εἰπεῖν τι περὶ τῶν ὀπτικῶν
20ἀρχῶν, οὐκ ἂν ἀσαφὴς ὁ λόγος ἔτι γίγνοιτο τοιόσδε

3

.

839

τις ὑπάρχων. ἐπειδὴ τὰ μὲν ὁρώμενα ‖ κατ’ εὐθείας ὁρᾶται γραμμάς, πρόκειται δὲ τοῦ κρυσταλλοειδοῦς ὑγροῦ τὸ κατὰ τὸν ῥαγοειδῆ τρῆμα, δι’ οὗ κοινωνή‐ σειν ἔμελλε τοῖς αἰσθητοῖς, εὔδηλον ἤδη τῷ γε μεμνη‐
5μένῳ τῶν προειρημένων, ὡς τὸ μὲν ἀκριβῶς σφαιροειδὲς ἐλάττοσιν ἑαυτοῦ μέρεσι, τὸ δὲ πλατὺ πλέοσι κοινωνήσει τοῖς αἰσθητοῖς. εἰ δ’ οὐδέπω συνιεῖς, ἀλλ’ ἐγὼ καὶ τοῦτο διὰ γραμμῶν ἐξηγήσομαι. ἔστω δὴ τῆς μὲν κό‐ ρης ἀκριβῶς ὑπαρχούσης κύκλου διάμετρος ἡ αβ, τοῦ
10δὲ κρυσταλλοειδοῦς ὑγροῦ διάμετρος μὲν ἡ γδ, τὸ δὲ πρὸς τὴν κόρην ἐστραμμένον αὐτοῦ μέρος ἔστω τὸ
γεζδ, καὶ ἤχθωσαν ἀπὸ τῆς κόρης ἐφαπτόμεναι τοῦ [Omitted graphic marker]κρυσταλλοειδοῦς ὑγροῦ αἱ βε, αζ. δῆλον οὖν, ὡς τὸ εζ μέρος αὐτοῦ111 in vol. 2
15κοινωνήσει τοῖς αἰσθητοῖς, τὰ δ’

3

.

840

ἐφ’ ἑκάτερα τὰ γε, δζ ‖ οὐδὲ καθ’ ἓν αὑτῶν μέρος εἰς κοινωνίαν οὐ‐ δενὶ τῶν ὁρατῶν ἀφίξεται. εἰ δέ γ’ ἧττον ἦν κυρτόν, τὸ πλέον ἂν
5αὐτοῦ μέρος ἐκοινώνησε διὰ τὸ καὶ τὰς ἐφαπτομένας εὐθείας ἧττον μὲν τῶν ἱκανῶς κυρτῶν, πλέον δὲ περιλαμβάνειν μέρος τῶν πεπλα‐ τυσμένων. ὑποκείσθω γὰρ δὴ τοῦ
10κρυσταλλοειδοῦς πλατυτέρου γεγε‐ νημένου τὸ πρὸς τὴν κόρην ἐστραμμένον μέρος τὸ [Omitted graphic marker]γδηθ, καὶ ἤχθωσαν πάλιν ἀπὸ τῶν τῆς κόρης περάτων ἐφαπτόμε‐ ναι αἱ βη, αθ. τὸ ἄρα ηθ μέρος
15αὐτοῦ τὸ ὁμιλοῦν ἔσται τοῖς αἰ‐ σθητοῖς ὀλίγου παντελῶς ἐφ’ ἑκά‐ τερα τῶν ἐφαπτομένων ἀποτεμνο‐ μένου μέρους, ὃ τοῦ κοινωνεῖν ἐστέρηται. εἰ μὲν γὰρ ἐπίπεδον
20ἀκριβῶς ἦν, ὅλον ἂν οὕτως ἐκοι‐ νώνει. νυνὶ δ’ ἐπειδὴ δέδεικται ‖

3

.

841

δεῖν αὐτὸ περιφερὲς ὑπάρχειν, ἵν’ ᾖ δυσπαθές, εἴη ἂν καὶ τοῦτο θαυ‐
μαστὸν ἔργον τῆς φύσεως, ἅμα μὲν περιφερές, ἅμα δὲ πλείστοις ἑαυτοῦ μέρεσι δυνάμενον112 in vol. 2
5αὐτὸ κοινωνεῖν τοῖς αἰσθητοῖς ἀπεργασαμένης. ὧδε μὲν ἔχει καὶ τὰ κατὰ τοὺς ὀφθαλμούς. περὶ δὲ τῶν ἄλλων τῶν καθ’ ὅλον τὸ πρόσωπον μορίων ἐφεξῆς δίειμι.
8

3

.

842

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΕΝΔΕΚΑΤΟΝ.
1 Ὅσον οὖν ἔθ’ ὑπόλοιπόν ἐστιν ἁπάσης τῆς κεφαλῆς ἐξηγήσεως δεόμενον, ἐν τῷδε λελέξεται. λείπεται δ’, ὡς ἔοικεν, ὅλον μὲν ὀλίγου δεῖν τὸ πρόσ‐ ωπον, ἔνια δὲ καὶ τῶν ὑπερκειμένων, ὥσπερ οἵ τε
5κροταφῖται καλούμενοι μύες ἥ τε τῶν ὤτων ἔκφυσις ἡ ἔξωθεν ἐπικειμένη. περὶ μὲν γὰρ αὐτῆς τῆς ἔνδον βάσεως αὐτῶν, ἵνα πρῶτον ἡ τῆς φωνῆς αἴσθησις γίγνεται, πρότερον εἴρηται, καὶ μέν γε καὶ περὶ τῶν

3

.

843

κροταφιτῶν μυῶν τό γε τοσοῦτον, ‖ ὡς εἷς ἑκατέρωθεν εἴς τινα κορώνην προμήκη τῆς κάτω γένυος ἐμφύοιτο, καὶ ὡς ἀρχὰς νεύρων πλείονας ἑκάτερος αὐτῶν ἔχοι διὰ τὸ τῆς χρείας ἀναγκαῖον, ἵν’, εἰ καί ποτε πάθοι
5μία τις ἐξ αὐτῶν ἢ δύο, διὰ γοῦν τῆς λοιπῆς ἡ κίνη‐ σις ἐκπορίζοιτο τῇ κάτω γένυϊ. Διὰ τί δὲ κατέκρυψεν ὅλους τούτους ὀλί‐ γου δεῖν τοὺς μῦς ἡ φύσις ἐν τοῖς τῆς κεφαλῆς ὀστοῖς,
ἐγγλύψασα μὲν εἰς ἱκανὸν βάθος οἷς ἐπιβεβήκασιν,113 in vol. 2
10ὑψώσασα δ’ ἕκαστον ἄχρι πλείστου τῶν περικειμένων, καίτοι τούς γ’ ἄλλους ἁπλῶς ἐπιτιθεῖσα τοῖς ὀστοῖς ὥσπερ τι πιλητὸν σκέπασμα, νῦν ἂν εἴη λέγειν καιρός· ὡσαύτως δὲ καὶ διὰ τί τῶν μὲν ἄλλων σχεδὸν ἁπάν‐ των μυῶν τοὺς ὄγκους ἀνάλογον τοῖς τῶν ζῴων μεγέ‐
15θεσιν ἐδημιούργησε, τῶν δὲ κροταφιτῶν μυῶν μόνων οὐκέτι· πάμπολυ γὰρ ὑπὲρ τὴν ἀναλογίαν τοῦ παντὸς σώματος εἰς μέγεθός τε καὶ μικρότητα παραλλάττουσιν ἐν τοῖς τῶν ζῴων γένεσιν. αὐτίκα γοῦν ἀνθρώποις

3

.

844

μὲν σμικρότατοί εἰσι καὶ ἥκιστα ‖ νευρώδεις, μέγιστοι δὲ καὶ νευρωδέστατοι λέουσί τε καὶ λύκοις καὶ κυσὶ καὶ ἁπλῶς ἅπασιν εἰπεῖν τοῖς καρχαρόδουσιν ὀνομα‐ ζομένοις. τῶν δ’ ἄλλων ζῴων ὑσὶ μὲν καὶ ὄνοις
5μέγιστοι μέν, οὐ μὴν νευρώδεις γ’ ὁμοίως· ἐφεξῆς δὲ βουσίν, εἶθ’ ἵπποις. ἀρρώστους δὲ καὶ μικροὺς ἔχου‐ σιν ὡσαύτως ἀνθρώπῳ πίθηκοι καὶ λύγκες καὶ κῆβοι τούτων δ’ ἑξῆς αἶγες καὶ οἶες καὶ ἔλαφοι. καὶ τῶν πιθήκων δ’ αὐτῶν οἱ μάλιστ’ ἀνθρώπῳ προσφερεῖς
10ὁμοιοτάτους ἔχουσι τοὺς κροταφίτας μῦς. ὅσοι δ’ ἀπο‐ κεχωρήκασιν ἐπὶ τὴν τῶν κυνοκεφάλων ἰδέαν, ῥωμα‐ λεώτεροί τε καὶ μείζους εἰσὶ τούτοις, ὥσπερ γε καὶ αὐτῷ τῷ κυνοκεφάλῳ· μεταξὺ γάρ τοι τὴν φύσιν οὗ‐ τός ἐστι πιθήκου καὶ κυνός. ὥστε καὶ ὁ κροταφίτης
15αὐτῷ τοσούτῳ ῥωμαλεώτερός ἐστι καὶ μείζων ἢ κατὰ τοὺς πιθήκους, ὅσῳ μικρότερός τε καὶ ἀρρωστότερος ἢ κατὰ τοὺς κύνας. ἔστι δ’ ὁμοιότατος ἀνθρώπῳ πίθη‐
κος, ὃς ἂν στρογγύλον τε μάλιστ’ ἔχῃ τὸ πρόσωπον καὶ τοὺς κυνόδοντας μικροὺς καὶ τὸ στέρνον πλατὺ114 in vol. 2
20καὶ τὰς κλεῖς μακροτέρας καὶ ἥκιστα δασὺς ᾖ καὶ

3

.

845

ὀρθὸς ἱστῆται καλῶς, ‖ ὡς καὶ βαδίζειν ἀμέμπτως καὶ θεῖν ὠκέως δύνασθαι. τούτῳ τοιγαροῦν τῷ πιθήκῳ καθάπερ ἀνθρώπῳ βραχύ τι τοῦ τετριχωμένου τῆς κεφαλῆς ὁ κροταφίτης ἐπιλαμβάνει, τὸ δ’ ἄλλο καθά‐
5περ τοῖς κυνοκεφάλοις ἐπὶ πλεῖστον ἀνατείνεται τῆς κεφαλῆς. ὑπερβαίνει δὲ τὰ ὦτα πρὸς τοὐπίσω καθ’ ὅλης ἐκτεταμένος αὐτῆς ἐπὶ πάντων τῶν καρχαροδόν‐ των. τούτοις μὲν οὖν οὐ μέγιστος μόνον ὡς πρὸς τὴν τοῦ σώματος ἀναλογίαν ἀλλὰ καὶ ῥωμαλεώτερος
10ὑπάρχει· τοῖς δ’ ὄνοις καὶ τοῖς βουσὶ καὶ τοῖς ὑσὶ καὶ ἁπλῶς εἰπεῖν οἷς ἡ γένυς μεγάλη μέγιστος μόνον ἐστὶν ὁ κροταφίτης μῦς ἀνάλογον τῷ μεγέθει τῆς γέ‐ νυος, οὐ μὴν ῥωμαλέος γε καθάπερ τοῖς ἀλκίμοις. ἕνεκα γὰρ τοῖν δυοῖν τούτοιν ἡ φύσις ἐργάζεται τοὺς
15κροταφίτας μῦς μεγάλους, ἐνεργείας ἰσχυρᾶς τῆς κατὰ τὸ δάκνειν καὶ μεγέθους τῆς κάτω γένυος. ἐκείνης γὰρ ἕνεκα γεγονότες εἰκότως αὐτῆς τῇ τ’ ἐνεργείᾳ καὶ τῇ κατασκευῇ συμβάλλονται. ἐπεὶ τοίνυν τοῖς καρχα‐ ρόδουσιν ἡ ῥώμη διὰ τοῦ δάκνειν ἐστί, μέγιστός τε

3

.

846

ἅμα καὶ ῥωμαλεώ‖τατος ὁ μῦς αὐτοῖς ἐγένετο, μέγι‐ στος δὲ μόνον, οὐ μὴν οὔτε νευρώδης οὔτε σύντονος οὔτε σφοδρὸς ταῖς ἐνεργείαις ἐπί τε τῶν ὄνων ἐστὶ καὶ βοῶν καὶ συῶν ὅσα τ’ ἄλλα ζῷα μεγάλην μὲν
5ἔχει τὴν κάτω γένυν, οὐ μὴν ἐν τῷ δάκνειν γ’ αὐτοῖς ἡ ἀλκή· βέλτιον γὰρ ἦν δήπου μεγάλην γένυν ὑπὸ μεγάλου κινεῖσθαι μυός. ἀνθρώπῳ δ’, ὡς ἂν τὴν γέ‐ νυν ἔχοντι μικρὰν ὀδόντας τε πρὸς μόνην τὴν ἐδωδὴν ἐπιτηδείους, ὁ κροταφίτης μῦς εἰκότως μικρὸς ἐγένετο.115 in vol. 2
10οὐδὲν γὰρ ἔδει μεγέθους περιττοῦ τῷ μήτε γένυν ὀχήσοντι μεγάλην μήτ’ ἐνέργειαν σφοδρὰν ἐνεργήσοντι, καθάπερ οἱ λέοντές τε καὶ οἱ κύνες ἐνεργοῦσιν. οὐ γὰρ ἐκ τοῦ δάκνειν ἄνθρωπος ἄλκιμος οὐδὲ ταύτῃ κρατεῖ τῶν ἄλλων ζῴων, ἀλλ’, ὡς καὶ κατ’ ἀρχὰς
15ἐδείχθη, λόγῳ καὶ χερσί. ᾗ καὶ θαυμάσαι τῆς φύσεως ἄν τις τὴν τέχνην, ὥσπερ ὁ Ἱπποκράτης θαυμάζων ἀεὶ δικαίαν ὠνόμαζεν, οὐ τὸ κατὰ τὴν πρόχειρον φαν‐

3

.

847

τασίαν, ἀλλὰ τὸ κατὰ δύναμίν τε καὶ ‖ χρείαν ἴσον αἱρουμένην, ὅπερ οἶμαι θείας ἔργον δικαιοσύνης ἐξευ‐ ρίσκειν ἃ δεῖ καὶ νέμειν ἑκάστῳ τὸ κατὰ τὴν ἀξίαν καὶ μήτε περιττὸν μήτ’ ἐλλιπὲς ἐργάζεσθαί τι τοῦ
5προσήκοντος. ἦν δ’ ἂν οἶμαι περιττὸν μέν, εἰ μέγας ὁ κροταφίτης ἐγένετο μῦς, μικρὰν δ’ ἔμελλε κινήσειν γένυν· ἐλλιπὲς δ’, εἰ μὴ μέγας, ἔνθα μεγάλην κινεῖ. καὶ μὴν οὔτε μικροτέραν ἀνθρώπου γένυν ἄλλο τι ζῷον οὔτ’ ὄνων οὔθ’ ἵππων ἔχει τι μείζω. δεόντως
10οὖν καὶ οἱ κινήσοντες αὐτὴν μύες ἀνθρώποις μὲν ἐλάχιστοι, μέγιστοι δ’ ἐκείνοις ἐγένοντο. διὰ τί δ’ ὅλως μεγίστη μὲν ἡ κάτω γένυς ὑσὶ καὶ ὄνοις καὶ βουσὶ καὶ ἵπποις, ἐλαχίστη δ’ ἀνθρώποις καὶ πιθήκοις καὶ κήβοις καὶ λυγξίν, ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἡ τῶν
15ἄλλων ζῴων ἐγένετο, πρόσθεν εἴρηται δεικνύντων ἡμῶν, ὡς, ὅσοις μὲν αὐτῶν ἤτοι χεῖρές εἰσιν, ὥσπερ τοῖς ἀνθρώποις, ἢ οἷον χεῖρες, ὥσπερ τοῖς πιθήκοις, ταῦτ’ οὐδὲν δεῖται κύπτοντα λαμβάνειν τῷ στόματι τὴν τροφήν· ὅσοις δ’ οὐκ εἰσίν, ὥσπερ τοῖς ἵπποις,116 in vol. 2

3

.

848

ὅτι ταῦτα καὶ τράχηλον ‖ μείζω καὶ δι’ αὐτὸ τοῦτο καὶ γένυν ἔχει μακροτέραν· καὶ τῶν ὀρνίθων τοὺς μακροσκελεῖς διὰ τοῦτο καὶ τράχηλον μακρὸν καὶ ῥάμ‐ φος πρόμηκες φῦσαι μέλλοντάς γε τούτοις τοῖς μορίοις
5ἀντὶ χειρῶν εἰς εὐπορίαν χρήσασθαι τροφῆς. ἀλλ’ ἐπεὶ κατὰ βραχὺ τῶν ἄκρων ἡ φύσις ἀποχωρεῖν εἴωθεν ἐν τοῖς τῶν ζῴων γένεσιν, ὡς καὶ τοῦθ’ ὑπ’ Ἀριστο‐ τέλους ὀρθῶς ἐπιδέδεικται, διὰ τοῦτο πρῶτοι μὲν οἱ πίθηκοι μετ’ ἀνθρώπους ἐπιμηκεστέραν ἔχουσι τὴν
10γένυν· ἐδείχθησαν γὰρ οὗτοι πολλάκις ἤδη καὶ πρό‐ σθεν ἀνθρώπου γελοῖον εἶναι μίμημα· δεύτερα δὲ καὶ τρίτα καὶ τὰ ἄλλα ἐφεξῆς ἅπαντα κατὰ τὴν οἰκείαν τάξιν, ὥστ’ εὐλόγως, ὅσα μεταξὺ τῶν τε χεῖρας ἐχόν‐ των ἐστὶ καὶ τῶν τελέως οὐκ ἐχόντων, ὥσπερ τὰ καρ‐
15χαρόδοντα καὶ σχιζόποδα καλούμενα, ταῦτα καὶ τοῖς μήκεσι τῶν κατὰ τὸν αὐχένα καὶ τὰς γένυας ὀργάνων ἐν τῷ μεταξὺ τῶν ἄκρων ἐστί· χρῆται γάρ πως τοῖς ποσὶν ἐσθίοντα παραπλησίως χερσί. διὰ ταῦτα μὲν δὴ μικρότατον ἄνθρωπος ἁπάντων ζῴων ἔχει τὸν κρο‐

3

.

849

ταφίτην μῦν, ‖ ὅτι καὶ τὴν γένυν, ἣν οὗτος κινεῖ, μικροτάτην τε ἅμα καὶ ταῖς ἐνεργείαις ἀσθενῆ. Διὰ τί δὲ μόνος ὁ μῦς οὗτος ἐν τοῖς ὀστοῖς τῆς κεφαλῆς κατακέκρυπται, τῶν μὲν ὑποδεξα‐
5μένων αὐτόν, τῶν δ’ ἐν κύκλῳ περιλαμβανόντων, ὡς βραχὺ μέρος ὑπερκύπτειν αὐτοῦ κατὰ τὸ τοῦ μετώπου πέρας; ἢ οὐχ οὗτος μόνος, ἀλλὰ καὶ οἱ τῶν ὀφθαλ‐ μῶν, καὶ ἡ χρεία κοινή; μάλιστα γὰρ οὗτοι πάντων μυῶν, ἐπειδὰν πάθωσι, σπασμοὺς καὶ πυρετοὺς καὶ117 in vol. 2
10κάρους καὶ παραφροσύνας ἐπιφέρουσιν. ἵν’ οὖν ἥκι‐ στα πάσχωσιν ὑπὸ τῶν ἔξωθεν προσπιπτόντων αὐτοῖς, ὅσα θλᾶν καὶ τέμνειν πέφυκεν, ἕρκος ἑκατέροις ἡ φύσις ἐν κύκλῳ περιέβαλε τὴν τῶν ὀστῶν σκληρότητα. διὰ τί δὲ μάλιστα βλάπτουσι παθόντες; ὅτι τῆς ἀρχῆς
15τῶν νεύρων ἐγγυτάτω πεφύκασι, καὶ μόνον αὐτοὺς ἓν ὀστοῦν διείργει τὸ μὴ οὐκ αὐτοῦ ψαύειν τοῦ ἐγκε‐ φάλου. τοῖς δὲ δὴ κροταφίταις μυσὶ καὶ διὰ τὸ μέ‐ γεθος μειζόνως ἢ τοῖς τῶν ὀφθαλμῶν ὑπάρχει βλάπτειν τὸν ἐγκέφαλον, ἀλλὰ καὶ διότι μία μὲν ἀρχὴ νεύρων

3

.

850

εἰς τοὺς τῶν ὀφθαλμῶν μῦς, πλείους ‖ δ’ εἰς τοὺς κροταφίτας ἐμβάλλουσιν. εἴπερ οὖν, ὡς Ἱπποκράτης ἔλεγε, τά τε ἐγγὺς καὶ τὰ κοινὰ καὶ πρῶτα μάλιστα κακοῦται, οὔτε δ’ ἐγγυτέρω τῶν κροταφιτῶν μυῶν
5οὔτε διὰ πλειόνων νεύρων ἐγκεφάλῳ μᾶλλον κεκοινώ‐ νηκεν ἕτερος μῦς, εὔλογον ἐπαΐειν τῶν κατ’ αὐτοὺς παθημάτων ὅτι τάχιστα τὴν ἀρχήν. διὰ τοῦτ’ οὖν ὁ Ἱπποκράτης μὲν ὀρθῶς ἔλεγεν, ὡς πληγαὶ καίριοι καὶ καροῦσαι αἱ κροταφίτιδες γίγνονται. καὶ πρὸ Ἱππο‐
10κράτους δ’ ἡ φύσις ἐγίγνωσκεν, ὡς μέγιστόν τι κακὸν ἐργάσεται τὸ ζῷον ἀμελήσασα τῆς ἀσφαλείας τῶν κρο‐
ταφιτῶν μυῶν. ὀχυρὸν οὖν ἐδημιούργησε τὸ χωρίον, ὡς οἷόν τ’ ἦν μάλιστα, κοίλην μὲν πρῶτον ὑποδοχὴν αὐτοῖς οἷον ἄντρον τι κατασκευασαμένη, τῶν δ’ ὀστῶν118 in vol. 2
15τῶν παρακειμένων τὰς ἔσωθεν ἐπιφανείας σιμὰς οἷον θαλάμας τινὰς ἐργασαμένη, τοῖς δ’ ἄνω πέρασιν αὐ‐ τῶν ἄμβωνας ἐπιθεῖσα πρὸς τοὺς μῦς ἀπεστραμμένους, ἵν’ ἐκ πάντων ὡς οἷόν τε μάλιστα φρουροῖντο, καὶ βραχύ τι παντάπασιν αὐτῶν ὑπὲρ 〈τὸν〉 τῶν ὀστῶν

3

.

851

ἀνέχοι περίβολον. εἴασε δ’ ‖ οὐδὲ τοῦτο τελέως ἀσκέ‐ παστον, ἀλλ’ ἔκ τε τῶν ὑπερκειμένων ὀστῶν τῆς κεφαλῆς κἀκ τῶν ἐπὶ πέρασι τῆς ὀφρύος ἀπόφυσιν ἑκατέρωθεν ὀστοῦ προμήκους, κυρτοῦ μὲν ἔξωθεν,
5κοίλου δ’ εἰς τὸν μῦν περιβέβληκεν ἐργασαμένη. καὶ τὸ μὲν ἐκ τῶν ἄνω μερῶν ὡς ἐπὶ τὴν ὀφρὺν καταγα‐ γοῦσα, τὸ δ’ ἐκ τῶν κάτωθεν εἰς ὕψος ἱκανὸν ἀνατεί‐ νασα κἄπειτ’ ἀλλήλοις κατὰ τὸ μέσον αὐτὰ συνάψασα ψαλίδα τινὰ ταύτην ὀστεΐνην ἑκατέρου τῶν μυῶν
10προὐτάξατο, πρώτην ἐκείνων αὐτὴν τρωθησομένην τε καὶ θλασθησομένην καὶ παντοίως πονήσουσαν, εἴ τι τῶν ἔξωθεν ἐμπίπτοι τοῖς μυσὶ βίαιον ἢ σκληρόν. οὐ γὰρ οὖν οὐδὲ τὸ τυχὸν ὀστοῦν ἐστι τουτὶ τὸ ζύγωμα, καλεῖται γὰρ οὕτως ὑπὸ τῶν ἀνατομικῶν, ἀλλ’ ἀμύε‐
15λόν τε καὶ πυκνὸν καὶ σκληρὸν ὥσπερ λίθος, ἀπαθὲς ὡς οἷόν τε μάλιστα πρόβλημα προτάξαι τῶν μυῶν τούτων ἐπιτεχνησαμένης τῆς φύσεως. Αὕτη μὲν ἡ τῆς κατασκευῆς ἀσφάλεια τοῖς κροταφίταις μυσί. τελευτῶν δ’ ἑκάτερος εἰς ἕνα

3

.

852

τένοντα ‖ μέγαν ἐμφύεται τῇ κορώνῃ τῆς κάτω γένυος, ἀνασπῶν αὐτήν, εἰ ταθείη, κἀν τούτῳ κλείεται τοῦ ζῴου τὸ στόμα. χρὴ τοίνυν εἶναί τινας αὐτῷ τοὺς διοίγοντας μῦς, ἀντισπῶντας ἐπὶ τἀναντία, καὶ τού‐119 in vol. 2
5τους ἐν τοῖς κάτω τετάχθαι τῆς γένυος, εἴ γε δὴ δέ‐ δεικται καλῶς ἡμῖν ἕκαστος τῶν μυῶν ἐφ’ ἑαυτὸν ἕλκειν τὸ μόριον, εἰς ὃ καταφύεται. τίνες οὖν οὗτοι καὶ πόσοι καὶ πόθεν ἐκφυόμενοι καὶ τίς αὐτοῖς ἀρχὴ τῆς κινήσεως; οἱ μὲν μύες αὐτοὶ δύο τὸν ἀριθμόν
10εἰσιν, ὅσοιπερ καὶ οἱ κροταφῖται, ἑκάτερος ἑκατέρῳ κατὰ θάτερον μέρος τῆς κάτω γένυος ἀντιτεταγμένοι, τὴν δ’ ἀρχὴν τῆς γενέσεως ἔχουσιν ἐκ τῶν ὀπισθίων μερῶν τῆς κεφαλῆς, ἵναπερ αἱ στυλοειδεῖς ἐκφύσεις. οὕτω γὰρ ἔθος ὀνομάζειν τοῖς ἀνατομικοῖς τὰ κατὰ
15ταῦτα τὰ μέρη λεπτὰ τῶν ὀστῶν τῆς κεφαλῆς ἀποβλα‐ στήματα· σοὶ δ’ ἔξεστιν, εἰ βούλοιο, καλεῖν αὐτὰ γρα‐ φιοειδῆ τε καὶ βελονοειδῆ. καταφύονται δὲ τῇ κάτω γένυϊ μετὰ τὴν καμπὴν εὐθὺς ἄχρι τοῦ κατὰ τὸν ἀν‐

3

.

853

θερεῶνα χωρίου παραφυόμενος εἷς ‖ ἑκατέρωθεν ἐκ τῶν ἔνδον μερῶν. οὗτοι μὲν οὖν, εἰ ταθεῖεν, ἀνοι‐ γνύουσι τὸ στόμα, καθάπερ οἱ κροταφῖται κλείουσιν. ἄλλοι δέ τινες εἰς τὰς ἐν ταῖς μασήσεσι περιφορὰς
5τῆς γένυος ὑπὸ τῆς φύσεως ἐγένοντο δύο μύες οἱ καὶ τῶν γνάθων τὸ σαρκῶδες ἐργαζόμενοι. τούτους τινὲς οὐχ ἕνα μῦν ἑκάτερον, ἀλλὰ τρεῖς εἶναι νομί‐ ζουσιν, ὅτι τρεῖς αὐτῶν οἷον ἀρχαί τινές εἰσιν ἀπο‐ νευρώσεις ἢ τένοντες ἢ καταφύσεις εἰς τὰς γένυας.
10ὀνομάζουσι γὰρ οἱ μὲν οὕτως, οἱ δ’ ἐκείνως, ἑρμη‐
νεῦσαι μὲν σαφῶς ἕκαστος ὀριγνώμενοι τὴν ἰδέαν τῶν μυῶν ἀνόμοιον οὖσαν τοῖς ἄλλοις ἅπασιν, ὑποψίαν δ’ ἄν τινι παρέξοντες, ὡς διαφέροιντο περὶ αὐτῶν, εἰ ὁ μὲν ἀρχὰς λέγει τρεῖς ἑκατέρῳ τῶν μυῶν ὑπάρχειν, ὁ120 in vol. 2
15δὲ τελευτὰς ἢ κεφαλὰς ἢ ἀπονευρώσεις ἢ τένοντας ἢ καταφύσεις. ἔστι δ’ οὐκ ἐν τῷ πράγματι μάχη κατά γε τοῦτο τοῖς ἀνατομικοῖς ἀνδράσιν, ἀλλ’ ἐν τῷ τρόπῳ τῆς διδασκαλίας. τρίγωνος μὲν γάρ πώς ἐστιν ἑκάτε‐ ρος τῶν μυῶν οἷον κορυφήν τινα τοῦ τριγώνου πρὸς

3

.

854

τῷ καλουμένῳ ‖ μήλῳ κεκτημένος. ἐνταῦθα δὲ μία μὲν ὡς ἐπὶ τὸ τοῦ ζυγώματος πέρας ἀποτείνεται πλευρὰ τοῦ τριγώνου, μία δ’ ὡς ἐπὶ τὴν κάτω γένυν. ἡ λοιπὴ δὲ καὶ τρίτη καθάπερ τις βάσις ἀμφοτέρας ἐπιζευ‐
5γνύουσα τὰς εἰρημένας πλευρὰς ὅλοις τοῖς πρώτοις μέρεσι τῆς κάτω γένυος ἐπιτέταται κατὰ τὸ μῆκος αὐ‐ τῆς. ἔστι μὲν οὖν νευρωδέστατος ἑαυτοῦ κατὰ τὸν ὑπὸ τῷ μήλῳ τόπον ὁ μῦς οὗτος, ἔνθα τὴν οἷον κο‐ ρυφὴν ἔχει. κινεῖται δὲ καὶ περιφέρει τὴν γένυν ἄλ‐
10λοτ’ ἄλλαις τῶν ἰνῶν τε καὶ καταφύσεων ἐνεργῶν, εὐμηχάνως καὶ τοῦτο τῆς φύσεως ἐργασαμένης, ἵν’ ἀλλήλας διαδεχομένων τῶν κινήσεων ἡ ἐν ταῖς μασή‐ σεσιν ἐνέργεια πολυειδὴς γίγνοιτο. δεόντως οὖν ὀνο‐ μάζουσι τοὺς μῦς τούτους μασητῆρας, εἰ καὶ ὅτι
15μάλιστα ταύτης καὶ τοῖς κροταφίταις μέτεστι τῆς προσ‐ ηγορίας. ἐκεῖνοι μὲν γὰρ ἓν μόνον τοῦτ’ ἔργον ἐν
ταῖς μασήσεσι παρέχονται, σφοδρῶς ἀλλήλοις συμβάλ‐ λειν τοὺς ὀδόντας, ᾧ συνέπεται θραύειν, εἴ τι μεταξὺ παρακέοιτο· τὸ δ’ ὥσπερ ὑπὸ μυλῶν τῶν γομφίων121 in vol. 2
20λειοῦσθαι τὴν τροφὴν τῶν μασητήρων ἔργον μυῶν. ‖

3

.

855

οὗτοι δ’ αὐτοὶ καὶ μεταβάλλουσι τὰ σιτία καὶ τὰ τῶν ὀδόντων ἀποπίπτοντα πάλιν αὐτοῖς ἐπιβάλλουσι τει‐ νόμενοί τε καὶ προσστελλόμενοι τῶν κροταφιτῶν μυῶν μηδὲν εἰς τοῦτ’ ἔτι συμβαλλομένων. ἀλλ’ ἡ γλῶττα
5μὲν οὐ σμικρὰ διαπράττεται περὶ τὴν ἐνέργειαν ταύ‐ την οἷα χεὶρ ἀεὶ μεταβάλλουσα καὶ στρέφουσα τὴν ἐν τῷ στόματι τροφὴν ὑπὲρ τοῦ πᾶν ὁμοίως αὐτῆς καταθραύεσθαι μέρος· ἔξωθεν δ’ εἷς ἑκατέρωθεν ὁ μασητὴρ οὗτος μῦς οἷον ἑτέρα τις χεὶρ ἐπίκουρος τῇ
10γλώττῃ παρεσκεύασται. μεγίστην δ’ εἰς τοῦτο βοή‐ θειαν αὐτῇ παρέχει τὰ κάτω πέρατα τῶν γνάθων τὰ δερματώδη τὰ πρὸς τοῖς χείλεσιν, εἰς ἃ καθήκουσιν οἱ λεπτοὶ καὶ πλατεῖς μύες, εἷς καθ’ ἑκάτερον μέρος ἅπαντι τῷ τραχήλῳ περιβεβλημένοι. κινοῦνται γὰρ
15ὑπὸ τούτων αἱ γνάθοι μετὰ τῶν χειλῶν, εἰ καὶ παν‐ τάπασιν ἀκίνητος ἡ γένυς εἴη, καί πως ἅπαντες οἱ μύες οἱ κινοῦντες αὐτὴν ἴδιον ἕκαστός τι καὶ οἷον οὐκ ἄλλος μῦς ἐπεκτήσατο. περὶ μέν γε τῶν μασητή‐ ρων πέπαυμαι λέγων.

3

.

856

Οἱ δὲ κροταφῖται καὶ οἱ ἀντιτεταγμένοι κάτωθεν αὐτοῖς οἱ διοίγοντες τὸ στόμα τρόπον ἕτερον αὖ καὶ οἵδε τοῖς ἄλλοις ἅπασιν ἀνόμοιοι μυσίν. ἐκ
μέν γε τῶν κροταφιτῶν μέσων ὁ τένων ἐκπέφυκεν, ὃν122 in vol. 2
5εἰς τὴν ἀνατεινομένην ἄνω τῆς κάτω γένυος ἐλέγομεν ἐμβάλλειν κορώνην· οὐ γὰρ ἂν εὕροις οὐδὲ καθ’ ἕνα μῦν ἕτερον ἔκφυσιν τοιαύτην τένοντος. ἑκάτερος δὲ τῶν ἀντιτεταγμένων αὐτοῖς ὄπισθεν τῆς κεφαλῆς ἐκ‐ φυόμενος, ἡνίκ’ ἂν ἐπὶ τὰ καλούμενα παρίσθμια καὶ
10τὴν καμπὴν ἀφίκηται τῆς κάτω γένυος, οὐκέτι μῦς ἐστιν, ἀλλ’ ἀκριβὴς γίγνεται τένων γυμνὸς ἁπάσης οὐσίας σαρκοειδοῦς. τοῦτο μὲν οὖν καὶ ἄλλοις ὑπάρ‐ χει μυσίν, εἰς τένοντα τελευτᾶν· ὃ δ’ ἐστὶν ἴδιον ἐξαίρετον ἑκατέρῳ τούτων, ὅτι μὴ καθ’ ἕνα τῶν ἄλλων
15μυῶν ἐστι, καὶ δὴ φράσω. τῶν τενόντων ἑκάτερος τούτων ὀλίγον προελθὼν οὐκέτι τένων ἐστίν, ἀλλ’ αὖθις μῦς γίγνεται τῇ κάτω γένυϊ καταφυόμενος, ὡς ἔμπροσθεν εἴρηται. δῆλον οὖν, ὡς τὰ μὲν σαρκώδη τούτων τῶν μυῶν ἐν ἀρχῇ τε καὶ πέρασι, τὰ νευρώδη

3

.

857

δ’ ἐν τοῖς μέσοις ἐστίν, οὐδὲ ‖ καθ’ ἕνα τῶν ἄλλων ὑπάρχον μυῶν, ὥσπερ οὐδ’ ἐκ τῶν μέσων ἐκφύεσθαι τῶν κροταφιτῶν τὸν τένοντα. τίς οὖν καὶ ἡ τούτων αἰτία; μάτην μὲν γὰρ οὐδὲν ὑπὸ τῆς φύσεως γίγνεται.
5τὰ μὲν ἀναμνησθῆναί σε χρὴ τῶν ἔμπροσθεν εἰρημέ‐ νων, τὰ δὲ νῦν ἐπιμαθεῖν· ἀναμνησθῆναι μέν, ὅσα καθόλου περὶ μυῶν εἴρηται, δι’ ἃς αἰτίας οἱ μὲν εἰς τένοντας τελευτῶσιν, οἱ δ’ οὔ· προσμαθεῖν δὲ νῦν, ὅσα χρὴ περὶ τούτων ἀκοῦσαι. διότι μὲν οὖν ἐχρῆν
10εἰς ἕνα τένοντα μέγαν ἑκάτερον τῶν κροταφιτῶν τε‐ λευτήσαντα δι’ ἐκείνου συμφῦναι τῇ κορώνῃ τῆς γένυος,
λεπτῇ μὲν καὶ σκληρᾷ τὴν φύσιν ὑπαρχούσῃ, προμήκει δὲ καὶ εἰς ὕψος ἀνατεταμένῃ, ῥᾷστον ἐξευρεῖν σοι καὶ χωρὶς ἡμῶν, εἰ μὴ παντάπασιν ἀργῶς ὑπήκουσας ἐκεί‐123 in vol. 2
15νων τῶν λόγων. ὑπομνήσω δ’ ὅμως κἀγὼ διὰ βρα‐ χέων, ὡς, εἴπερ μὴ διὰ τενόντων οὕτω μεγάλων ἡ γένυς ἀνετείνετο, πρῶτον μὲν ἂν ἀπέρρηκτο μυριάκις ἤδη βάρος τηλικοῦτον ἀσθενῶν ἐξημμένον σωμάτων· ‖

3

.

858

ἔπειτα δ’ οὐδ’ ἂν ἐκινεῖτο ῥᾳδίως· οὐδὲ γὰρ οὐδ’ ἀνασπᾶν αὐτὴν οὔτε μικρότερος ἄλλος τένων οὔτ’ οὐσία σαρκοειδὴς ἠδύνατο. διὰ τίνα δ’ αἰτίαν ἐκ μέσων τῶν μυῶν οὗτος ὁ τένων ἐκφύεται, καὶ δὴ
5φράσω μικρόν τι πάλιν ἀναμνήσας σε κἀνταῦθα τὸ κατὰ τὴν ἀρχὴν ἤδη μοι τοῦδε τοῦ λόγου προαποδε‐ δειγμένον. οὗ τὸ κεφάλαιον ἦν, ἀσφαλείας δεομένους πολλῆς τοὺς κροταφίτας μῦς ἐστεφανῶσθαι πανταχόθεν ὀστοῖς, ὡς βραχὺ μόνον ὑπερκύπτειν αὐτῶν τῆς κοι‐
10λότητος. εἰ γὰρ δὴ τούτου μνημονεύοις, εἰδείης δὲ καὶ τὰ μόρια τῆς κεφαλῆς, ἤδη σοι πάρεστι συλλογίζε‐ σθαι, διότι, μακροὺς κατὰ τὸ μῆκος αὐτῆς εὐθὺ τῶν κορωνῶν φερομένους εἴπερ ἐπέθηκε τοὺς μῦς τούτους ἡ φύσις, οὐκ ἂν οὐδεμίαν αὐτοῖς ἐπιτεχνήσασθαι σκέ‐
15πην ἐξεῦρε πρὸς τῷ κἀκεῖ μὲν ὄγκον ἐξαίσιον ποιεῖν, κενὰ δὲ καὶ προσεσταλμένα τελέως ἀπολείπειν χωρία, ἐν οἷς νῦν εἰσιν. οὐ γὰρ δὴ ἄλλο γέ τι μόριον ἐν‐
ταυθοῖ τάττειν εἶχεν εὐκαιρότατον, οὔτ’ οὖν ὀφθαλ‐124 in vol. 2

3

.

859

μοὺς οὔτε ῥῖνας οὔτε ὦτα· ‖ προείρηται γὰρ ἡ τῆς τούτων θέσεως αἰτία. ποῖον δ’ ἂν ζύγωμα προὔταξεν αὐτῶν, οἷον νῦν ἐστιν, εἰ κατὰ τὸ μῆκος ἐξέτεινε τῆς κεφαλῆς, ἢ τίνας ὀφρῦς ὀστῶν ἐπανέστησεν, οὐκ ἔστιν
5εἰπεῖν. εἰ τοίνυν ἡ μὲν κατὰ τὸ μῆκος αὐτῶν θέσις αὐτούς τε προπετεῖς ἐποίει καὶ ἀφρουρήτους τοὺς μῦς ἐξοχάς τε καὶ κοιλότητας ἀδίκους ὅλης τῆς κεφαλῆς, ἡ δ’ ἐν τῷ νῦν χωρίῳ θέσις αὐτοῖς τ’ ἀσφάλειαν ἐπορίζετο τοῖς μυσὶν ἰσότητά τε [καὶ] τῆς ὅλης ἀπειρ‐
10γάζετο κεφαλῆς, οὐκ ἦν εὐκαιρότερον ἑτέρωθι τάττειν αὐτούς. ἀλλ’ εἰ τοῦτο, δῆλον, ὡς τὸ μέσον αὐτῶν ἐγίγνετο κατ’ εὐθὺ τῆς δεομένης κινήσεως κορώνης, ὥστ’ ἐντεῦθεν ἀναγκαῖον ἦν ἐκφῦναι τὸν τένοντα. τὰ δὲ κατὰ τοὺς ἀντιτεταγμένους αὐτοῖς τοὺς ἐν τῷ
15μέσῳ σφῶν αὐτῶν ἔχοντας τὸν τένοντα πολὺ πλέονα τὴν τέχνην ἐνδείκνυται. καὶ μάλιστα χρὴ τούτοις προσέχειν τὸν νοῦν, ἔνθα παράδοξόν τι καὶ οὐ πάνυ σύνηθες οὐδὲ τοῖς ὁμογενέσιν ὡσαύτως ἔχον ὁρᾶται μόριον. ἤτοι γὰρ ἐπελάθετο τῆς ἀναλογίας ἐπὶ τού‐

3

.

860

των ἡ φύσις ἢ ‖ πάνυ τι σοφὸν εὑρίσκουσα τὴν ἐξάλ‐ λαξιν ἐποιήσατο τῆς πρὸς τἄλλα κοινότητος. ἐγὼ μὲν δή μοι δοκῶ παρ’ ὅλον ἤδη δεδεῖχθαι τὸν λόγον, ὡς οὐδαμόθι μάτην ἀναχωρεῖ πολὺ τῆς ἀναλογίας, ἀλλ’
5ἤτοι διά τινα ἐξαίρετον χρείαν ἰδιώτερον ἀπεργάζεται τῶν ἄλλων τὸ μόριον ἢ διὰ μεγάλην ἀνάγκην ἀποστε‐
ρουμένη τῆς πρώτης τε καὶ κυριωτάτης αὐτοῦ κατα‐ σκευῆς ἐφ’ ἑτέραν παραγίγνεται δευτέραν, καθάπερ ἀμέλει κἀπὶ τούτων ἐποίησε τῶν μυῶν. ἡ μὲν γὰρ125 in vol. 2
10ἴδιος αὐτῶν χώρα τῆς ἐκφύσεως οὐκ ὄπισθεν ἦν, ὅθεν ἐκπεφύκασι νῦν, ἀλλὰ τοῦ τραχήλου τὰ πρόσω· κατ’ εὐθὺ γὰρ ἂν οὕτω μάλιστα τῆς ἰδίας ἀρχῆς ἑκάτερος ἐπεσπάσατο κάτω τὴν γένυν. ἀλλ’ εἴπερ ἐτάχθησαν ἐνταῦθα, τῶν κατὰ τὸν τράχηλον δηλονότι σφονδύλων
15ἐκφυόμενοι στενοχωρίαν οὐ σμικρὰν αὐτοί τ’ ἂν ἔσχον πρῶτοι μάλιστα τοῖς τ’ ἄλλοις ἅπασι μορίοις παρέσχον, ὅσα ταύτῃ τέτακται. σχεδὸν γὰρ οὐδαμόθι τοῦ σώμα‐ τος ἑτέρωθι κατὰ σμικρὸν οὕτω χωρίον ἔστιν ἰδεῖν τοσοῦτον ὀργάνων ἀριθμόν, καὶ οὐδὲ μεταθεῖναι μέν
20τι κάλλιον ἦν αὐτῶν, οὔτ’ οὖν τὸν στόμαχον οὔτε

3

.

861

τὴν ‖ τραχεῖαν ἀρτηρίαν οὔτε τὸν λάρυγγα, πολὺ δ’ ἔτι μᾶλλον οὐδὲ τοὺς περικειμένους αὐτοῖς μῦς οὐδὲ τὰς φλέβας οὐδὲ τὰς ἀρτηρίας οὐδὲ τοὺς ἀδένας οὐδὲ τὰ νεῦρα. τὰ μὲν γὰρ ἐκ τῶν κάτωθεν ἄνω, τὰ δ’
5ἄνωθεν ἐχρῆν φέρεσθαι κάτω, ἢ μήτ’ ἀρτηριῶν μήτε φλεβῶν μετεῖναι τῇ κεφαλῇ μήτε νεύρων ἢ μυῶν τοῖς κάτω. δῆλον δ’, ὡς καὶ τὰ σιτία καὶ τὸ πόμα καὶ τὸ πνεῦμα ταύτην ἐχρῆν ἰέναι τὴν ὁδόν, ἀνιέναι δ’ αὖ πάλιν ἐκφύσησίν τε καὶ φωνὴν [εἰς πολλὰ τῶν ζῴων
10χρηστῶς]. ἀλλὰ καὶ τὸ σχίζεσθαι κατὰ τοῦτο καὶ δια‐ νέμεσθαι τὰς ἀρτηρίας καὶ τὰς φλέβας εἴς τε τὰς γένυας ἑκατέρας καὶ τὴν γλῶτταν καὶ τὸ στόμα καὶ τῆς κεφαλῆς τά τ’ ὀπίσω καὶ πρόσω καὶ τὰ περὶ τὸν
τράχηλον ὅλον ἅμα τῷ κατ’ αὐτὸν νωτιαίῳ παντὶ126 in vol. 2
15δήπου δῆλον, ὡς ἀναγκαῖον ἦν. ἀναγκαῖον δ’ οὐδὲν ἧττον τῶν εἰρημένων καὶ τὸ τοὺς ἀδένας ἐγκεῖσθαι ταῖς σχίσεσι τῶν ἀγγείων, ὅπως μή τι πάσχοιεν ἀστή‐ ρικτοι. καὶ μέν γε καὶ ἄλλους τινὰς ἀδένας αὐτόθι, περὶ ὧν ἔμπροσθεν εἶπον, αὐτῆς τῆς τραχείας ἀρτη‐

3

.

862

ρίας ἕνεκεν ἡ φύσις ἐδημιουργήσατο. ‖ τοσοῦτον οὖν ὀργάνων πλῆθος οὐδαμόσε μετατεθῆναι δυναμένων ἄνευ μεγίστης τοῦ ζῴου βλάβης ἔφθανεν ἅπαν τὸ τῇδε κατειληφέναι χωρίον, ὥστ’ εὐλόγως οἱ τὴν κάτω
5γένυν ἀνοιγνύντες μύες οὐ τῶν κατὰ τὸν τράχηλον ὀστῶν ἐξέφυσαν, ἀλλ’ ὅθενπερ εἴρηται, καὶ καθ’ ὃ μάλιστα μεστὸν ἦν ὀργάνων πολλῶν τὸ χωρίον, ἐν τοῖς κατὰ τὰ παρίσθμια μέρεσιν εἴς τινα γυμνὸν σαρκῶν ἑκάτερος αὐτῶν ἐλεπτύνθη τένοντα. παχύτεροι μὲν γὰρ
10ὄντες οὐκ 〈ἂν〉 εἶχον δίοδον ὑπὸ στενοχωρίας· ἰσχνό‐ τεροι δ’ ἤπερ νῦν εἰσι γενόμενοι μύες ἱκανῶς ἂν ὑπῆρχον ἀσθενεῖς. ὥστ’, ἐπειδὴ καὶ δυσπαθεῖς ἐχρῆν αὐτοὺς γενέσθαι καὶ στενούς, εὐλόγως ἡ φύσις ἀπεί‐ ληφε μὲν ἅπασαν αὐτῶν κατὰ τοῦτο τὴν σάρκα, μό‐
15νους δὲ καὶ ψιλοὺς προαγαγοῦσα τοὺς τένοντας, ὁπότε πρῶτον ἔξω τῆς στενοχωρίας κατέστησε, τηνικαῦτ’ ἤδη κατὰ βραχὺ περιτρέφουσα τὴν σάρκα μῦς αὖθις αὐ‐ τοὺς ἀπειργάσατο. τρία μὲν δὴ ταῦτα γένη μυῶν εἰς τὴν τοῦ στόματος κίνησιν ἡ φύσις ἐδημιουργήσατο,

3

.

863

τῶν μὲν ‖ ἀνοιγνύντων αὐτό, τῶν δὲ κλειόντων, τῶν δὲ πολυειδῶς περιφερόντων, οὔτ’ ἐν ταῖς θέσεσιν οὔτ’ ἐν ταῖς ἰδέαις οὔτ’ ἐν ταῖς ἐπικαίροις καταφύσεσιν οὐδὲν παριδοῦσα. φαίνεται γὰρ ἕκαστος αὐτῶν εἰς127 in vol. 2
5τοῦτο μάλιστα τὸ μέρος ἐμβάλλων τῆς γένυος, ἵν’ ἐστὶν εὐληπτοτάτη τε ἅμα καὶ πρὸς τὴν κίνησιν, ἧς ὁ μῦς ἕνεκα γέγονεν, ἐπιτηδειοτάτη. Τὴν δ’ ἐν τοῖς μεγέθεσιν αὐτῶν διαφο‐ ρὰν καὶ τὴν ἀρχὴν τῶν κινούντων νεύρων εἰ βούλοιο
10σκοπεῖσθαι, θαυμαστὴν κἀνταῦθα τὴν δικαιοσύνην εὑρήσεις τῆς φύσεως, εἴ γε δὴ τοὺς μὲν οἷον ἐξημ‐ μένην τε καὶ κρεμαμένην ἐξ αὑτῶν ὅλην τὴν κάτω γένυν ἀνέχοντάς τε καὶ βαστάζοντας εὔλογόν ἐστι τῇ τάξει μεγίστους γενέσθαι, τοὺς δ’ ἀντιτεταγμένους
15αὐτοῖς κάτωθεν ἐπ’ ἐκεῖνα κινοῦντας, ἐφ’ ἃ καὶ φύσει ῥέπει πᾶν βάρος, ἐλάττους πολλῷ, μέσους δ’ εἶναι τὸ μέγεθος ἀμφοῖν τοὺς λοιπούς, ὡς καὶ τῇ θέσει μέσοι τυγχάνουσιν ὄντες. ἄλλοι δὲ δύο μύες ἐκ τῶν ἔνδο‐ θεν μερῶν τῆς κάτω γένυος, ἵν’ ἐστὶν αὐτὴ κοιλοτάτη,
20τὴν θέσιν ἔχοντες, ἀνατεινόμενοι πρὸς τὸ κατὰ τὴν ‖

3

.

864

κεφαλὴν ὀστοῦν, ἐπίκουροι τοῖς κροταφίταις ἐδόθησαν ἀνασπᾶν καὶ αὐτοὶ δυνάμενοι τὴν γένυν. ᾧ γὰρ λόγῳ πλέονες ἀρχαὶ τῶν κινούντων αὐτοὺς νεύρων ἐγέ‐ νοντο, τούτῳ τῷ λόγῳ καὶ ἡ παρὰ τῶν ἔνδοθεν ἐπι‐
5κουρία μυῶν. Ἡ δὲ τῶν νεύρων ἀρχὴ πᾶσι τοῖς κατὰ τὸ πρόσωπον μυσὶν ἡ τρίτη συζυγία τῶν ἐξ ἐγκεφάλου
νεύρων ἐστὶ καὶ μέν γε καὶ τοῖς ἄλλοις σχεδὸν ἅπασι τοῖς κατ’ αὐτὸ μορίοις. ἐπί τε γὰρ τοὺς κροταφίτας128 in vol. 2
10καὶ τοὺς μασητῆρας μῦς καὶ τούτους δὴ τοὺς ἔνδον ἐν αὐτῷ τῷ στόματι καὶ τοὺς ὀδόντας ἅπαντας ἐπί τε τὰ χείλη καὶ τὴν ῥῖνα καὶ σύμπαν τὸ περὶ τῷ προσ‐ ώπῳ δέρμα τὰ προειρημένα νεῦρα νενέμηται διατιτρα‐ μένων αὐτοῖς τῶν ὀστῶν καὶ χώραν παρεχόντων, ὅπῃ‐
15περ ἂν ὁρμήσῃ φέρεσθαι τῶν ἀποβλαστημάτων ἕκαστον. φέρεται δ’ ἐπὶ τὸ δεόμενον ἀεὶ μόριον ἢ αἰσθήσεως ἢ κινήσεως, ὡς μήτ’ ἐνδεῖν μήτε περιττεύειν μηδενὶ μέρει νεύρου μοῖραν, ἀλλ’ ἴσον ἀεὶ τῷ τ’ ὄγκῳ καὶ τῇ χρείᾳ τοῦ μέρους ἀκριβῶς ὑπάρχειν. ἐχρῆν δ’

3

.

865

οἶμαι σκληρὸν οὕτως ὀστοῦν, ‖ εἴπερ μὴ κατὰ τέχνην ἅπαντα τὰ τοιαῦτα ἐγεγόνει, μάλιστα μὲν μηδὲ δια‐ τρηθῆναι τὴν ἀρχὴν ὀπαῖς πολλαῖς καὶ πυκναῖς, εἰ δέ περ καὶ διετέτρητο, κατὰ δή τινα τύχην εὑρίσκεσθαι
5τετρημένον οὐδενὸς ὀργάνου διεξιόντος αὐτό. καὶ μέν γε καὶ τῶν μορίων τῶν τ’ ἔνδον κατὰ στόμα καὶ τῶν ἐκτὸς κατὰ πρόσωπον εἰς τινὰ μὲν ἐχρῆν μηδ’ ὅλως ἔρχεσθαι νεῦρα, τισὶ δ’ οὐχ ἕν, ἀλλὰ πλείω διανέμε‐ σθαι. ταυτὶ μὲν γὰρ τύχης ἔργα· τὸ δὲ καὶ πᾶσιν
10ἐπιπέμπεσθαι καὶ τηλικοῦτον ἕκαστον εἶναι τὸ μέγε‐ θος, ἡλίκου δεῖται τὸ μόριον, ἐγὼ μὲν οὐκ οἶδα, εἰ σωφρονούντων ἐστὶν ἀνθρώπων εἰς τύχην δημιουργὸν ἀναφέρειν, ἢ τί ἂν ἔτι τὸ κατὰ πρόνοιαν εἴη καὶ τέ‐
χνην; πάντως γὰρ ἐναντίον τῷ κατὰ τύχην. ὥστε129 in vol. 2
15πρῶτον μὲν ἢ ἔνδοθεν ἐχρῆν διὰ τοῦ στόματος ἢ ἔξωθεν τῶν ὀστῶν τοῦ προσώπου φέρεσθαι τῶν νεύ‐ ρων ἕκαστον, ἵνα δηλαδὴ τὰ μὲν ὑπὸ τῶν σκληρῶν σιτίων, τὰ δ’ ὑπὸ τῶν ἔξωθεν ἐμπιπτόντων ἀδικοῖτο.

3

.

866

δεύτερον δὲ τὰς ῥίζας τῶν ὀδόντων ‖ τὰς μὲν ἴσχειν νεῦρα, τὰς δὲ μή, καὶ τὰς μὲν τῶν γομφίων, ὅτι με‐ γάλοι, σμικρά, τὰς δὲ τῶν ἄλλων ὀδόντων, ὅτι σμικροί, μεγάλα· γενέσθαι δὲ δή τι καὶ τῶν μασητήρων μυῶν
5μέρος ἄμοιρον νεύρου· τί γὰρ ἀναγκαῖον ἁπάσας αὐ‐ τῶν κινεῖσθαι τὰς ἶνας; καὶ τοῦ δέρματος τὸ μέν τι ἴσχειν ἐμφύσεις νεύρων, τὸ δὲ μή· καὶ γὰρ καὶ τοῦτ’ οὐκ ἦν ἀναγκαῖον ὅλον αἰσθητικὸν ἀπεργασθῆναι. ταῦτα καὶ τὰ τοιαῦτα δηλονότι τέχνης ἔργα καὶ σοφίας
10ἐροῦμεν, εἴπερ γε τύχης ἐστὶ τὰ ἐναντία. καὶ τὸ τῆς παροιμίας ἂν ἤδη γίγνοιτο, τὸ ἄνω ποταμῶν, εἰ τὰ μὲν ἄκοσμα καὶ ἄλογα καὶ ἄδικα τέχνης ἔργα, τὰ δ’ ἐναντία τύχης εἶναι νομιοῦμεν. ἐμοὶ μὲν οὐδὲν οὐδὲ τῶν ὀνομάτων φροντίς, ἀλλ’, εἰ βούλει, τύχην ὀνομά‐
15ζειν τὸ διαπλάττον οὕτω δικαίως ἅπαντα τοῦ ζῴου τὰ μόρια, τοῦτ’ αὐτὸ μόνον αἰσθανόμενός τε καὶ συγχω‐ ρῶν, ὅτι [δικαίως] ἐμπίπλασαι τῆς ἐν τοῖς ὀνόμασι καινοτομίας· ἔξεστί σοι καὶ τὸν ἥλιον ὑπὲρ γῆς ὁρῶντι ‖

3

.

867

τὴν τοιαύτην κατάστασιν ὀνομάζειν νύκτα καὶ αὐτόν γε τὸν ἥλιον μὴ φῶς, ἀλλ’, εἰ βούλει, σκότος. εἴη σοι μηδέποτε παύσασθαι τῆς τοιαύτης σοφίας, ὥσπερ γε μηδ’ ἡμῖν τῆς ἡμετέρας ἀμαθίας, ἵν’, ὅταν εὑρί‐
5σκωμεν ἅπαντα δικαίως ἔχοντα τῆς οἰκείας κατασκευῆς
τὰ μόρια, τέχνην αὐτῶν ἀποφήνωμεν, οὐ τύχην αἰτίαν. ὦ πρὸς τῶν θεῶν, ἐλεῆσαι γὰρ αὐτῶν ἔστι τὴν μανίαν, διὰ τί τοῖς μὲν κατὰ τὸ πρόσωπον μορίοις ἅπασιν ἀπὸ τῶν ὑπερκειμένων νεύρων ἀποβλαστήματα διατι‐130 in vol. 2
10τραμένων ἐμφύεται τῶν ὀστῶν, τοῖς δ’ ἀνοιγνῦσι τὸ στόμα τούτων τῶν νεύρων οὐδὲν ἀποπλανηθὲν ἐνέφυ, καίτοι πλησίον κειμένοις; ἀλλ’ οὐδ’ εἰς τοὺς κροτα‐ φίτας ἐκ τούτων ἀνῆλθεν, ὥσπερ οὐδ’ ἐξ ἐκείνων εἰς τούτους τοὺς μῦς κατῆλθε. διὰ τί δ’ ὅλως ἐσχίσθη
15τὸ δέρμα πρὸς τὴν τοῦ στόματος γένεσιν; ἤδη γάρ μοι κἀπὶ τοῦτο μεταβῆναι καιρός· πῶς οὐ κατὰ τὸν νῶτον ἢ τὴν κεφαλὴν ἢ ἄλλο τι μέρος τοῦ σώματος εὑρίσκεται διεσχισμένον; τύχης γὰρ ταῦτ’ ἔργα. πῶς

3

.

868

δ’, εἴπερ ἢ τὸ θερμὸν μὴ στεγό‖μενον ἢ τὸ πνεῦμα —τοιαῦτα γὰρ ληροῦσιν—ἀνέρρηξε τὸ δέρμα τοῦ στόματος, οὐ καὶ κατὰ τὴν κορυφὴν τοῦτ’ ἔδρασεν οὐδ’ ἐνταῦθα διέρρηξεν οὐδ’ ἀνέπνευσε ταύτῃ, καίτοι
5καὶ θερμῷ καὶ πνεύματι πρὸς τὸ μετέωρον ἡ φορά; πῶς δ’, εἴπερ ἄτομοί τινες ἀποπαλλόμεναί τε καὶ περιπλεκόμεναι τὰ σώμαθ’ ἡμῶν ἐδημιούργησαν, οὐ καὶ τὴν κεφαλὴν ἀνέρρηξαν μᾶλλον ἢ ἄλλο τι τοῦ σώματος, ὡς ἐνταυθοῖ γενέσθαι τὸ στόμα; πῶς δ’, εἰ
10καὶ κατὰ τύχην ἀνερράγη, τοὺς ὀδόντας εὐθὺς ἐν αὑτῷ καὶ τὴν γλῶτταν ἔσχεν; ἢ πῶς οἱ πόροι τῆς ῥινὸς εἰς ταὐτὸ συνετρήθησαν ἢ οἱ κατὰ τὴν ὑπερῴαν οἱ καθαίροντες τὸν ἐγκέφαλον; μὴ γὰρ ἀναγκαῖόν ἐστιν ἐν τοῖς ἀναρρηγνυμένοις τοῦ σώματος μέρεσιν
15ὀδόντας ὑποφύεσθαι. καὶ γὰρ τὰ κατὰ τὴν ἕδραν τε καὶ τὰ αἰδοῖα καὶ μάλιστα τῶν γυναικῶν οὐδὲν ἧττον ἔσχισται, ἀλλ’ οὐδεὶς ἐν αὐτοῖς ὀδούς ἐστιν οὐδ’ ὀστοῦν ὅλως οὐδὲ σμικρὸν ὑποκείμενον. Βούλει καὶ ταῦτ’ εὐτυχῶς ταῖς ἀτόμοις131 in vol. 2
20συμβῆναι; διὰ τί δύο καὶ τριάκοντα τοὺς πάντας ὀδόν‐

3

.

869

τας ἔχομεν ‖ ἐφ’ ἑνὸς στοίχου καθ’ ἑκατέραν τὴν γένυν ἑκκαίδεκα τεταγμένους, ἔμπροσθεν μὲν τοὺς τομεῖς ὀνομαζομένους, ὀξεῖς καὶ πλατεῖς, οἵους ἐνδα‐ κόντας ἀποτέμνειν, ἑξῆς δὲ τοὺς κυνόδοντας, πλατεῖς
5μὲν τὴν κάτω βάσιν, ὀξεῖς δὲ τὸ ἄνω πέρας, οἵους, εἰ μὴ τέμνοιτό τι πρὸς ἐκείνων διὰ σκληρότητα, τοῦτ’ αὐτοὺς θλᾶν δύνασθαι, καὶ τούτων ἑξῆς τοὺς γομ‐ φίους, οὓς δὴ καὶ μύλας ὀνομάζουσι, τραχεῖς καὶ πλα‐ τεῖς καὶ σκληροὺς καὶ μεγάλους, οἵους τὰ τμηθέντα
10πρὸς τῶν τομέων ἢ θλασθέντα πρὸς τῶν κυνοδόντων αὐτοὺς λειοῦν ἀκριβῶς. ὧν εἴπερ ἓν ὑπαλλάξαις ὁτι‐ οῦν τῷ λόγῳ, τὴν χρείαν εὐθὺς ὄψει διεφθαρμένην. οὔτε γὰρ ἀκριβῶς λεῖοι γενηθέντες ἐπιτήδειοι πρὸς τὸ σφέτερον ἔργον ὑπῆρχον ἄν· ὑπὸ γὰρ τῶν ἀνωμάλων
15τε καὶ τραχέων ἄμεινον λειοῦται πάντα· δι’ αὐτό γέ τοι τοῦτο καὶ τὰς μύλας, ἐφ’ ὧν ἀλοῦσι τὸν σῖτον, ὅταν μὲν τῷ χρόνῳ κατατριβῶσι καὶ λεῖαι γενηθῶσιν, αὖθις ἐπικόπτουσι καὶ τραχύνουσιν· οὔτ’, εἰ τραχεῖς

3

.

870

μὲν ἦσαν, μὴ σκληροὶ δέ, τὶ πλέον ἂν ἦν ‖ αὐτῶν φθανόντων κατατρίβεσθαι πρότερον ἢ λειοῦν τὰ σιτία. καὶ μὴν εἰ τραχεῖς καὶ σκληροὶ γενόμενοι μὴ πλατεῖς
ἦσαν, οὐδ’ ἂν οὕτως ἦν τι πλέον, εἴ γε δεῖ τὰ λει‐132 in vol. 2
5ωθησόμενα κατὰ πλατείας ἐστηρίχθαι βάσεως· ἐπὶ γοῦν τῶν τομέων τε καὶ κυνοδόντων οὐδὲν οἷόν τε λειοῦ‐ σθαι διὰ στενότητα. τί δ’, εἰ ταῦτα μὲν πάντ’ εἶχον, μικροὶ δ’ ἦσαν, ἆρ’ οὐκ ἂν τούτῳ μόνῳ καὶ τῶν ἄλ‐ λων ἡ χρεία συνδιεφθείρετο παμπόλλου χρόνου δεο‐
10μένων ἡμῶν εἰς τὴν λείωσιν τῶν σιτίων; οὕτω δὲ καὶ περὶ τῶν τομέων καὶ τῶν μετ’ αὐτοὺς τῶν ὀξέων [ἐπὶ οὖν] τῷ λόγῳ διαφθειρομένην εὑρήσεις τὴν χρείαν ἑνὸς οὑτινοσοῦν τῶν ὑπαρχόντων αὐτοῖς ὑπαλλαγέντος. ἀλλ’ ἔστω καὶ ταῦτα σύμπαντα σοφῶς οὕτω κατά τινα
15τύχην ἀγαθὴν γεγονέναι· τὴν θέσιν μόνην ὑπαλλάξας αὐτῶν θέασαι τὸ γιγνόμενον. ἐπινόησον γάρ μοι τοὺς μὲν γομφίους ἔξωθεν, ἔνδοθεν δὲ τοὺς τομέας τε καὶ τοὺς ὀξεῖς κεῖσθαι καὶ σκέψαι, τίς μὲν ἂν ἔτι χρεία τούτων ἦν τῶν ὀδόντων, τίς δ’ ἂν τῶν πλατέων; ἆρ’

3

.

871

οὐ ‖ συνεχεῖτο πάντα τἄλλα, καίτοι κάλλιστα ταῖς προ‐ μηθεστάταις ἀτόμοις προνενοημένα, περὶ τὴν διάταξιν αὐτῶν σφαλείσαις μόνην; ἀλλ’ εἰ μὲν χορόν τις ἔστη‐ σεν ἐν κόσμῳ δυοῖν καὶ τριάκοντα χορευτῶν, ἐπῃνεῖτ’
5ἂν ὡς τεχνικός· ἐπεὶ δ’ ὀδόντων χορὸν οὕτω καλῶς διεκόσμησεν ἡ φύσις, οὐκ ἄρα καὶ ταύτην ἐπαινεσό‐ μεθα; εἰ βούλει, καὶ τοῦτο τῇ τύχῃ τῶν ἀτόμων ἀνα‐ φέρωμεν, ὡς μὴ μόνον τοὺς μὲν ὀξεῖς τῶν ὀδόντων, τοὺς δ’ ἀμβλεῖς ἐργάσασθαι, καὶ τοὺς μὲν λείους, τοὺς
10δὲ τραχεῖς, καὶ τοὺς μὲν μικρούς, τοὺς δὲ μεγάλους, ἀλλὰ καὶ τὰ τῆς θέσεως αὐτῶν οὕτως εὐτυχῶς ἄνευ
τέχνης ὑπολαμβάνωμεν γεγονέναι. συγχωρείσθω καὶ τοῦτο. τί καὶ περὶ τῶν ῥιζῶν ἐροῦμεν, ὅτι τοῖς μὲν μικροῖς μία, δύο δὲ τοῖς μείζοσι καὶ τρεῖς καὶ τέτ‐133 in vol. 2
15ταρες τοῖς μεγίστοις εἰσί; πάλιν γὰρ ἐνταῦθα θαυ‐ μαστῶς ἔκ τινος τύχης ἔργον τεχνικὸν ἡ τῶν ἀτόμων διεπράξατο σύνοδος, ὥσπερ εἰ καὶ δικαιότατός τις αὐ‐ ταῖς ἐπεστάτει δημιουργός. τὸ δὲ καὶ τῶν μυλῶν τὰς

3

.

872

μέσας μὲν μεγίστας ‖ γενέσθαι, τὰς δ’ ἑκατέρωθεν αὐτῶν ἐλάττους πῶς οὐ καὶ τοῦτο θαυμαστὸν τῶν ἀτόμων; οὐ γὰρ ἐχρῆν οἶμαι τὴν ἔνδον τοῦ στόματος εὐρυχωρίαν, στενοτέραν οὖσαν, ὥσπερ οὖν καὶ τὴν
5πρόσω, τοῖς μέσοις τοῖς κατὰ τὰς γνάθους πλατυτά‐ τοις οὖσιν ὁμοίως μεγάλους ἔχειν τοὺς ὀδόντας. ἄδι‐ κον γὰρ ἦν καὶ τοῦτο, τοῖς μὲν στενοῖς τοῦ στόματος μέρεσι μεγάλους ἐνθεῖναι τοὺς ὀδόντας, τοῖς δ’ εὐρέσι μικρούς, ἀλλὰ καὶ πλατυτέρας εἶναι δεομένης κατὰ
10τὴν ῥίζαν τῆς γλώττης, ὡς καὶ τοῦτο δή μοι δέδεικται, μεγάλους ἐνταῦθα παρακεῖσθαι τοὺς ὀδόντας οὐκ ἦν ἄμεινον. ἀλλὰ καὶ τὸ τῶν ὀστῶν τῆς γένυος ἑκατέρας ἀποφύσεις ποιήσασθαι λεπτάς, ἃς ὀνομάζουσι φατνία διὰ τὴν πρὸς τὰς φάτνας ταύτας ἐμφέρειαν, αἷς χρῆ‐
15ται τὰ βοσκήματα, πῶς οὐ θαυμαστῆς τύχης καὶ αὐτό; καθ’ ἕκαστον γὰρ τῶν ὀδόντων αὗται περιπεφύκασι καὶ σφίγγουσι καὶ κατέχουσιν ἀκριβῶς αὐτούς, ὡς μὴ διασείεσθαι ῥᾳδίως. τὸ δὲ καὶ ταῖς ῥίζαις αὐτῶν ἐπιτηδείους χώρας ἐργάσασθαι, μεγάλας μὲν ταῖς

3

.

873

μεγάλαις, ‖ μικρὰς δὲ ταῖς μικραῖς, ἐμοὶ μὲν καὶ τοῦτο
θαυμαστῆς τινος ἔργον φαίνεται δικαιοσύνης. οὐδεὶς γοῦν ἄνθρωπος τεχνίτης οὔτε τῶν τὰ ξύλα πρὸς ἄλ‐ ληλα γόμφοις συναρμοττόντων οὔτε τῶν λίθους ἐργα‐134 in vol. 2
5ζομένων οὕτως ἀκριβῶς ἴσας ἐποιήσατο ταῖς ἐξοχαῖς τῶν γεγομφωμένων τὰς ὑποδεχομένας κοιλότητας, ὡς ταῖς ῥίζαις τῶν ὀδόντων ἡ εὐτυχεστάτη τῶν ἀτόμων κίνησις παρεσκεύασεν. ᾔδει γὰρ οἶμαι, καίτοι νοῦν οὐκ ἔχουσα, τὰς μὲν εὐρυτέρας κοιλότητας χαλαρὰν ἀπο‐
10δείξειν τῶν ὀστῶν τὴν ἁρμονίαν, τὰς δὲ στενοτέρας οὐκ ἐάσειν ἄχρι πέρατος ἐξικέσθαι τὰς ῥίζας τῶν ὀδόντων. ἀλλὰ καὶ τὸ δῆσαι συνδέσμοις ἰσχυροῖς αὐτοὺς πρὸς τὰ φατνία καὶ μάλιστα κατὰ τὰς ῥίζας, ἵναπερ καὶ τὰ νεῦρα καταφύεται, πῶς οὐ καὶ τοῦτ’
15ἄν τις θαυμάσειε; καὶ πολὺ μᾶλλον εἰ τύχης ἐστίν, ἀλλὰ μὴ τέχνης ἔργον. ὃ δὲ δὴ πάντων μάλιστ’ ἄν τις θαυμάσειε καὶ συγχωρήσας ἅπασαν ταῖς τ’ Ἐπι‐ κουρείοις ἀτόμοις καὶ τοῖς Ἀσκληπιαδείοις ὄγκοις τὴν ἔμπροσθεν εἰρημένην εὐτυχίαν τοῦτ’ οὐκ ἂν ἔτι συγ‐
20χωρήσειεν, ἀλλ’ ἀπιστήσειέ τε καί τινος ἐπιστάτου

3

.

874

δικαίου ‖ μᾶλλον ἢ κινήσεως εὐτυχοῦς ἔργον εἶναι φήσειεν, ἡ τῶν ὀδόντων ἰσότης ἐστίν. τὸ γὰρ ἴσους ἀκριβῶς γενέσθαι τοὺς κάτω τοῖς ἄνω, καίτοι γ’ οὐχ οὕτως ὑπαρχουσῶν τῶν γενύων ἑκατέρων, ἄκρας ἐστὶ
5δικαιοσύνης ἐπίδειγμα. τὸ δὲ καὶ τοὺς δεξιοὺς τοῖς ἀριστεροῖς ἴσους, τὸ δὲ καὶ τὰ φατνία τοῖς φατνίοις, τὸ δὲ καὶ τὰς ῥίζας ταῖς ῥίζαις καὶ τὰ νεῦρα τοῖς
νεύροις καὶ τοὺς συνδέσμους τοῖς συνδέσμοις καὶ τὰς ἀρτηρίας ταῖς ἀρτηρίαις καὶ τὰς φλέβας ταῖς φλεψὶν135 in vol. 2
10ἴσας ἀποτελεσθῆναι, πῶς ἂν ἔτι πεισθείην ἔγωγε τύχης, οὐ τέχνης ἔργον εἶναι; τὸ δὲ καὶ τὸ πλῆθος ἴσον ἑκατέρων ἔκ τε τῶν δεξιῶν εἶναι καὶ τῶν ἀριστερῶν ἑκατέρας τῆς γένυος, ἆρ’ οὐ καὶ αὐτὸ δικαιοσύνης τινὸς ἐπίδειγμα; δεδόσθω δ’ ὅμως καὶ ταῦτα ταῖς
15εὐτυχεστάταις ἀτόμοις, ἃς ἀλόγως μὲν ἐκεῖνοι κινεῖ‐ σθαί φασι, κινδυνεύουσι δὲ μᾶλλον Ἐπικούρου τε καὶ Ἀσκληπιάδου λελογισμένως πάντα διαπράττεσθαι. τά τε γὰρ ἄλλα καὶ τοῦτ’ αὐτῶν θαυμαστόν, μὴ μόνον ἐν ἀνθρώποις, ἀλλὰ καὶ τοῖς ἄλλοις ζῴοις ἔσωθεν μὲν

3

.

875

τοὺς γομφίους, ἔξωθεν δὲ ‖ ποιῆσαι τοὺς τομέας. ἐν ἑνὶ μὲν γὰρ γένει ζῴων ἐνδεχόμενον ἦν αὐτὰς εὐτυχῶς κινηθῆναι, τὸ δ’ ἐν ἅπασιν ὁμοίως ἤδη τοῦτο φρο‐ νίμως τε καὶ λελογισμένως ἐστί. τὸ δὲ καὶ τοῖς ἀλκί‐
5μοις ζῴοις πολλοὺς παρασκευάσαι τοὺς ὀξεῖς τε ἅμα καὶ ἰσχυροὺς ὀδόντας, ἐγὼ μὲν οὐδὲ τοῦτ’ ἔχω συμ‐ βαλεῖν, ὅπως ἐστὶν ἀλόγου κινήσεως ἔργον. εἰ γοῦν εἶδές ποτε προβάτου καὶ λέοντος ὀδόντας, ἔγνως ἂν οἶμαι τὴν ἀνομοιότητα. τὸ δὲ καὶ ταῖς μὲν αἰξὶν
10ὁμοίους τοῖς προβάτοις, ταῖς δὲ παρδάλεσι καὶ τοῖς κυσὶ κατὰ τοὺς τῶν λεόντων γενέσθαι, πῶς οὐ θαῦμα; τὸ δὲ καὶ τοὺς ὄνυχας αὐτοῖς ὁμοίους εἶναι, τοῖς μὲν ἀλκίμοις ὀξεῖς καὶ ἰσχυρούς, ὥσπερ ξίφη τινὰ σύμ‐ φυτα, μηδενὶ δὲ τῶν δειλῶν τοιούτους γενέσθαι, μεῖ‐
15ζον ἔτι θαῦμα. τὰ μὲν γὰρ παρακείμενα καὶ γειτνιῶντα
μόρια δικαίως διαπλάσαι τῇ θαυμαστῇ τῶν ἀτόμων εὐτυχίᾳ τάχ’ ἄν τις ἀναθείη· τὸ δὲ μηδενὶ γενέσθαι ζῴῳ ῥωμαλέους μὲν ὄνυχας, ὀδόντας δ’ ἀσθενεῖς ἀκρι‐ βῶς ἐστι μεμνημένου δημιουργοῦ τῆς χρείας ἑκάστου136 in vol. 2

3

.

876

τῶν ‖ μορίων. τὸ δὲ τοῖς μὲν εἰς δακτύλους ἐσχισμένα τὰ κῶλα κεκτημένοις ζῴοις βραχυτέρους ἐργάσασθαι τοὺς τραχήλους, ὅτι προσφέρεσθαί πως δι’ αὐτῶν δύναται τὴν τροφὴν τῷ στόματι, τοῖς δ’ ὁπλὰς ἢ χη‐
5λὰς ἔχουσι μακροτέρους, ἵν’ ἐπικύπτοντα νέμοιτο, πῶς οὐ καὶ αὐτὸ μεμνημένου τινός ἐστι δημιουργοῦ τῆς χρείας τῶν μορίων; τὸ δὲ τὰς μὲν γεράνους καὶ τοὺς πελαργούς, ἐπειδὴ τὰ κῶλα μακρότερα, [καὶ] διὰ τοῦτο καὶ ῥάμφος μέγα καὶ τράχηλον ἔχειν μακρότερον, ἰχθὺν
10δὲ μηδ’ ὅλως ἔχειν τράχηλον, ὅτι μηδὲ κῶλα, πῶς οὐ θαῦμα; τί γὰρ δὴ καὶ ἔδει τοῖς ἰχθύσι ποδῶν καὶ τραχήλου μήτε βαδίζειν δεομένοις μήτε φωνεῖν; τὸ δὲ τοσούτου τοῦ γένους ἰχθύων ὄντος μηδὲ καθ’ ἓν αὐ‐ τῶν ἐπιλαθομένας τὰς ἀτόμους ἐργάσασθαί τινι πόδας
15ἢ τράχηλον ἀκριβοῦς μνήμης ἔργον. ἐπὶ μὲν γὰρ ἀν‐ θρώπου μόνου ἢ ἑνός τινος γένους ζῴων ἡ τῶν ἀτό‐ μων εὐτυχὴς κίνησις ἴσως ἂν πιστευθείη, τὸ δ’ ἐν ἅπασιν ὁμοίως εὐτυχεῖν αὐτὰς ἄπιστον, εἰ μὴ καὶ νοῦν ἔχοιεν.

3

.

877

Ἀλλὰ περὶ μὲν τῶν ἄλλων ζῴων εἴη 〈ἄν〉 ποτε καὶ αὖθις ἡμῖν διελθεῖν. ὁ δ’ ἄνθρωπος—ἐπὶ
τοῦτον γὰρ ἰέναι χρὴ πάλιν—ἕνα καθ’ ἑκάτερον μέρος ἔφυσε κυνόδοντα, καίτοι τῶν λεόντων καὶ λύκων137 in vol. 2
5καὶ κυνῶν πολλοὺς ἑκατέρωθεν ἐχόντων. ἀλλὰ γὰρ κἀνταῦθα πάλιν ἠπίστατο σαφῶς ἡ φύσις ἥμερον καὶ πολιτικὸν ζῷον διαπλάττουσα τὴν ἀλκὴν οὐκ ἐκ τῆς τοῦ σώματος ῥώμης, ἀλλ’ ἐκ τῆς σοφίας ἕξον. ὅσον δ’ οὖν ἀναγκαῖον ἦν εἰς τὸ θλάσαι τι τῶν σκληροτέ‐
10ρων αὐτάρκως, αὐτὸ τοῦτο παρὰ τοῖν δυοῖν ἔμελλε γενήσεσθαι, ὥστ’ εὐλόγως διπλασίους τὸν ἀριθμὸν ἐποίησε τοὺς τομέας, ὅτι καὶ ἡ χρεία πλείων αὐτῶν, καὶ τούτων ἔτι πλείους τοὺς γομφίους, ὅτι πλείστη τούτων. οὐχ ὥρισται δ’ ὁ ἀριθμὸς τῶν τοιούτων
15ὀδόντων, ἀλλὰ τοῖς μὲν ἐπιμηκεστέρας ἔχουσι τὰς γέ‐ νυας ἑκατέρωθεν πέντε γεγόνασι, τοῖς δὲ μικροτέρας τέτταρες, τοῖς πλείστοις μὴν πέντε, καὶ οὐδεπώποτε τέτταρες μὲν ἐκ τῶν ἀριστερῶν, πέντε δ’ ἐκ τῶν δεξιῶν, ἢ ἔμπαλιν ἐκ μὲν τῶν ἀριστερῶν πέντε, τέτταρες δ’

3

.

878

ἐκ τῶν δεξιῶν, ἢ κάτωθεν ‖ μὲν τέτταρες, ἄνωθεν δὲ πέντε· καίτοι γ’ ἐχρῆν, κἂν ἅπαξ ποτέ, τὰς ἀτόμους ἐπιλαθέσθαι τῆς κατὰ τὸν ἀριθμὸν ἰσότητος. ἀλλ’ ἐγώ, καίτοι μυρία χαρισάμενος αὐταῖς, ἀλλὰ τὰ τῆς
5μνήμης ἔργα πῶς ἂν δυναίμην χαρίζεσθαι; φρένας γὰρ αὐταῖς καὶ νοῦν οὐδ’ οἱ πατέρες αὐτῶν τολμῶσι χαρίζεσθαι. πῶς δ’ ἂν ἐν τοιούτῳ πράγματι μνήμη τις ἰσότητος ἢ ἀναλογίας ἐγγίγνοιτο; πῶς δ’ ἂν ἄνθρωπος μὲν μικρὸν εἶχε τὸ στόμα, λέοντες δὲ καὶ λύκοι καὶ
10πάνθ’ ἁπλῶς τὰ καρχαρόδοντα προσαγορευόμενα μέχρι πλείστου διεσχισμένον, εἰ μὴ κἀνταῦθα τῆς χρείας τῶν μορίων ὁ δημιουργὸς ἡμῶν ἐμέμνητο; κατὰ γὰρ τοὺς ὄνυχάς τε καὶ τῶν ὀδόντων τὴν ῥώμην εὔλογον ἦν εἶναι καὶ τὸ τοῦ στόματος μέγεθος. τί γὰρ ὄφελος138 in vol. 2
15ἐκείνων σὺν μικρῷ στόματι; τί δ’ ἀνθρώπῳ πλέον, εἰ πολλοὺς μὲν ἔσχε τοὺς γομφίους, ἀνερρωγὸς δ’ ἄχρι πλείστου τὸ στόμα; τὰ γὰρ περὶ τῶν μασητήρων μυῶν οὐ πρὸ πολλοῦ λελεγμένα διδάσκειν ἱκανά, πηλίκον

3

.

879

εἰς ἀκρίβειαν λειώσεως τὸ πρὸς τῇ τοῦ ‖ στόματος σχίσει μέρος αὐτῶν συντελεῖ. τοῦτ’ οὖν εἰ μὲν ἐπὶ πλέον ἀνέρρηκτο τοῖς ἀνθρώποις, ὥσπερ καὶ τοῖς λύ‐ κοις, οὔτ’ ἂν ἐλείουν ἀκριβῶς τὰ σιτία πλέον τ’ ἂν
5οὐδὲν ἦν αὐτοῖς εἰς ἀλκὴν ἐκ τοῦ μεγέθους, οὐκ ἔχουσί γε τοὺς ὀξεῖς ὀδόντας πολλούς· εἰ δ’ αὖ πάλιν ἐκεί‐ νοις τοῖς ζῴοις εἰς ὀλίγον συνῆκτο, καθάπερ καὶ τοῖς ἀνθρώποις, ἀπώλετ’ ἂν αὐτοῖς ἡ τῶν ὀξέων ἐνέργεια. καθόλου τοίνυν ἐπὶ πάντων τῶν ζῴων ἐξετάζων εὑρή‐
10σεις, οἷς μὲν ἐν τῷ δάκνειν ἡ ἀλκή, τούτοις καὶ τὸ στόμα μέγιστον καὶ μεστὸν τῶν τοιούτων ὀδόντων· οἷς δ’ ἐν τῷ μασᾶσθαι τὰ σιτία καὶ ἀκριβῶς λειοῦν ἡ χρεία τῶν ὀδόντων, εἰς ὀλίγον μὲν αὐτοῖς συνῆκται τὸ στόμα, πολλοὺς δ’ ἐντὸς αὑτοῦ γομφίους ἔχει καὶ
15τοὺς ὀξεῖς ἢ οὐδ’ ὅλως ἢ καθ’ ἑκάτερον μέρος τῆς γένυος ἕνα. ὃν δὲ τρόπον ἀνάλογον ἀλλήλοις κατε‐ σκεύασται ταῦτα τὰ μόρια, τὸν αὐτὸν ἀκριβῶς καὶ οἱ ὄνυχες· ἐπὶ μὲν τῶν ἡμέρων ἢ δειλῶν ζῴων πλατεῖς
καὶ μαλακοὶ καὶ ἀμβλεῖς, ἐπὶ δὲ τῶν ἀγρίων ἢ ἀλκί‐139 in vol. 2

3

.

880

μων ὀξεῖς καὶ ‖ μεγάλοι καὶ ἰσχυροὶ καὶ περιφερεῖς. ἔδει γὰρ καὶ τοῦτ’ οἶμαι μὴ παροφθῆναι ταῖς ἀτόμοις, ἀλλὰ καὶ τέμνειν καὶ κατέχειν ἐπιτηδείους ἀπεργάσα‐ σθαι τοῖς ἀλκίμοις ζῴοις τοὺς ὄνυχας.
5 Καὶ μὲν δὴ καὶ ὁ τῆς γλώττης ὄγκος ἀκρι‐ βῶς ἁρμόττων τῷ στόματι· πάντη μὲν γὰρ ἐξικνεῖται ῥᾳδίως, ὅπερ, ἐλάττων εἴπερ ἦν, οὐκ ἂν ἔσχεν, οὐδα‐ μοῦ δ’ ὑπὸ στενοχωρίας ἐμποδίζεται, ῥᾷστα καὶ τοῦτ’ οἶμαι παθοῦσα μεγέθους ἀμετρίᾳ. τὸ δ’ εἰς πᾶν μέρος
10αὐτὴν ἑτοίμως κινεῖσθαι, πῶς οὐ θαυμαστόν; τὸ δὲ καὶ κατὰ τὴν τοῦ ζῴου προαίρεσιν, οὐκ ἀβουλήτως, ὥσπερ αἱ ἀρτηρίαι, πῶς οὐ καὶ τοῦτο θαυμαστόν; εἰ γὰρ μὴ κατὰ τὴν ἡμετέραν ὁρμὴν αἱ κινήσεις αὐτῆς ἐγίγνοντο, πῶς μὲν ἂν ἡμέτερον ἦν ἔργον τὸ μασᾶ‐
15σθαι; πῶς δ’ ἂν τὸ καταπίνειν ἢ τὸ διαλέγεσθαι; τὸ δ’, ἐπειδὴ κατὰ τὴν ὁρμὴν τοῦ ζῴου ταύτας ἄμεινον γίγνεσθαι, διὰ τοῦτ’ αὐτὴν ὑπὸ μυῶν κινεῖσθαι, πῶς οὐ καὶ αὐτὸ δικαίως ἂν ἐπαινοῖτο; τὸ δ’, ἐπειδὴ ‖

3

.

881

πρός τε τὸν οὐρανίσκον ἐχρῆν αὐτὴν ἀναφέρεσθαι καὶ κάτω καταφέρεσθαι καὶ εἰς τὰ πλάγια περιάγεσθαι, διὰ τοῦτο πολλοὺς ἔχειν μῦς, ἄλλον ἄλλην κίνησιν ἐκπορίζοντα, πῶς οὐ θαυμαστόν; εἰ γὰρ δὴ διφυής
5ἐστιν, ὥσπερ καὶ τἄλλα σύμπαντα τῶν αἰσθήσεων ὄρ‐ γανα—λέλεκται γὰρ ἤδη περὶ τούτων—δεόντως ἐξ ἑκατέρου μέρους αὐτῆς ἴσοι τὸν ἀριθμὸν καὶ τὸ μέγεθός εἰσιν. οὕτω γὰρ καὶ δύο ἀρτηρίας εἶχεν εἰς
αὐτὴν ἐμφυομένας ἑκατέρωθεν μίαν καὶ δύο ὡσαύτως140 in vol. 2
10φλέβας καὶ διττὰ ζεύγη νεύρων, ἕτερον μὲν μαλακῶν, ἕτερον δὲ σκληρῶν, τὸ μὲν εἰς τὸν ἐκτὸς αὐτῆς χιτῶνα διανεμόμενον, τὸ δ’ εἰς τοὺς μῦς διασπειρόμενον, ὅτι τῷ μὲν αἰσθάνεσθαι τῶν χυμῶν ἐχρῆν αὐτήν, τῷ δὲ κινεῖσθαι κατὰ προαίρεσιν, ὥς που καὶ πρόσθεν ἡμῖν
15εἴρηται τὰς ἐξ ἐγκεφάλου τῶν νεύρων ἀποφύσεις ἐξη‐ γουμένοις. τισὶ μέν γε τῶν ζῴων, ὥσπερ καὶ τοῖς ὄφεσιν, ἔσχισται καὶ ἡ γλῶττα. τοῖς δ’ ἀνθρώποις— οὐ γὰρ ἦν ἄμεινον οὔτ’ εἰς τὴν ἐδωδὴν οὔτ’ εἰς τὴν

3

.

882

διάλεκτον ἐσχισμένην εἶναι τὴν γλῶτταν—‖ εὐλόγως ἡνώθη τε καὶ συνῆλθεν εἰς ταὐτὸν αὐτῆς τὰ μόρια. σαφῶς μήν ἐστι καὶ τούτοις διπλῆ μήτ’ ἐκ τῶν δεξιῶν εἰς ἀριστερὰ διερχομένου τινὸς ἢ μυὸς ἢ φλεβὸς ἢ
5ἀρτηρίας ἢ νεύρου μήτ’ ἐκ τῶν ἀριστερῶν εἰς τὰ δεξιά. τὸ δ’ ἰσχυρὰν μὲν αὐτὴν καὶ μεγάλην γενέσθαι κατὰ τὴν βάσιν ἕδρας ἕνεκα, λεπτὴν δὲ κατὰ τὸ πέρας, ὅπως κινοῖτο ταχέως, ἐμοὶ μὲν καὶ ταῦτα προνοίας οὐ τῆς τυχούσης εἶναι φαίνεται. τὸ δ’, ἐπειδὴ τῶν μυῶν
10τοὺς μὲν ὡς ἐπὶ τὸν οὐρανίσκον ἀναφέρειν αὐτὴν ἐχρῆν, τοὺς δὲ κάτω καταφέρειν, τοὺς δ’ εἰς τὰ πλά‐ για περιάγειν, διὰ τοῦτο τοὺς μὲν ἐκ τῶν ἄνω μερῶν, τοὺς δ’ ἐκ τῶν κάτω, τοὺς δ’ ἐκ τῶν πλαγίων εἰς αὐτὴν καταφῦναι, πῶς οὐ καὶ αὐτὸ θαυμαστῆς προμη‐
15θείας ἔργον; ἐδείχθη γὰρ ἐν τοῖς Περὶ μυῶν κινή‐ σεως ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἀναφέρειν τὸ μόριον. ὥστ’ ἔμελλον ἐξ ἀνάγκης οἱ μὲν ἄνωθεν ἐμφυόμενοι
μύες ἄνω κινήσειν αὐτήν, οἱ δὲ κάτωθεν ἀρχόμενοι κάτω καὶ οὗτοι, κατὰ ταὐτὰ δὲ καὶ οἱ πλάγιοι τὰς141 in vol. 2

3

.

883

ἐφ’ ἑκάτερα ‖ κινήσεις ἐργάσεσθαι. ἀλλ’ ἐπεὶ καὶ κατα‐ ξηραινομένη δυσκίνητος γίγνεται, δηλοῦται δὲ τοῦτ’ ἐπὶ τῶν ὑπερδιψησάντων καὶ τῶν ἐν καυσώδεσι πυρε‐ τοῖς ἅπασαν ἐκφρυγομένων τοῦ στόματος τὴν ἰκμάδα,
5καὶ τούτου θαυμαστῶς ἡ φύσις προὐνοήσατο πρὸς τὸ μὴ ῥᾳδίως αὐτὴν ἁλίσκεσθαι τοιούτῳ παθήματι. λέ‐ λεκται μὲν οὖν καὶ πρόσθεν ἐπὶ τοῦ λάρυγγος, ὡς διὰ ταύτην αὐτῶν τὴν χρείαν τοὺς τοῖς σπόγγοις ἐοικότας ἀδένας ἑκατέρωθεν ἕνα παρέθηκεν. καὶ κατὰ
10τὴν γλῶτταν δ’ ἐστὶ ταὐτὸ τοῦτο, καὶ ἀπ’ αὐτῶν γε πόροι διὰ τῶν ἐν τοῖς πλαγίοις καὶ κάτω μέρεσιν αὐ‐ τῆς ἐξερεύγονται φλεγματῶδες ὑγρὸν ἐπιτέγγοντες τήν τε γλῶτταν αὐτὴν καὶ τὰ κάτω καὶ τὰ πλάγια καὶ τὰ κύκλῳ πάντα τοῦ στόματος. τὰ μὲν γὰρ ἄνω τοὺς ἐξ
15ἐγκεφάλου καθήκοντας εἶχε πόρους, ὑπὲρ ὧν ἔμπρο‐ σθεν εἶπον. ὥστε πληρέστατα καὶ τελεώτατα τῇ φύσει παρεσκεύασται τὰ κατὰ τὴν γλῶτταν σύμπαντα. τά τε γὰρ ἄλλα καὶ ὁ κάτωθεν αὐτῆς δεσμὸς οὐ σμικρὰν

3

.

884

ἐνδείκνυται τὴν πρόνοιαν. ἑκάστου ‖ γὰρ τῶν μυῶν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἀνασπᾶσθαι φύσιν ἔχοντος ἀναγ‐ καῖον ἦν δήπου τὴν γλῶτταν ὑπὸ μυῶν ἑλκομένην τῶν ἐμφυομένων αὐτῇ κατὰ τὴν ῥίζαν εἰς ἑαυτήν τε
5συνάγεσθαι καὶ οἷον σφαιροῦσθαι πρὸς αὐτῶν τεινο‐ μένην, ὥστ’ οὐκ ἂν ὁμοίως ἐξικνεῖτο πρός τε τοὺς
ἔμπροσθεν ὀδόντας καὶ τὰ χείλη πρὸς τῷ μηδ’ ἕδραν ἔχειν ἀσφαλῆ πανταχόθεν ἀπολελυμένη. εἰς ταῦτ’ οὖν ἅπαντα θαυμαστῶς τηλικοῦτον ἡ φύσις παρεσκεύασε142 in vol. 2
10τὸν δεσμόν, ἡλίκος μάλιστα ἐπιτήδειος ἔμελλεν ἔσεσθαι. οὐ γὰρ δὴ ἁπλῶς γ’ οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ μετὰ θαυ‐ μαστῆς τινος ἐγένετο συμμετρίας. εἴτε γὰρ ἐπὶ πλέον ἐξικνεῖτο τῆς γλώττης εἴτ’ ἐσωτέρω τοῦ δέοντος ἐπαύ‐ σατο, χείρων μὲν ἂν οὕτω γε καὶ περὶ τὴν τῆς φωνῆς
15ἐγίγνετο διάρθρωσιν, οὐδὲν ἧττον δ’ ἂν καὶ εἰς τὴν ἐν τῷ μασᾶσθαι κίνησιν ἐνεποδίζετο. συμφέρει γὰρ εἰς ἄμφω ταῦτα, τήν τε βάσιν αὐτῆς ἑδραίαν εἶναι καὶ τὸ πέρας εὐκόλως ἐξικνεῖσθαι πάντη. καὶ μὴν εἰ μὲν ἐπ’ ὀλίγον ὁ δεσμὸς οὗτος προὔβαινεν, ἧττον μὲν

3

.

885

ἂν ἢ εἰ ‖ μηδ’ ὅλως ἐγεγόνει, παραπλήσια δ’ ἂν ὅμως ἐλυμαίνετο τῇ γλώττῃ· μέχρι πλείστου δ’ ἐξικνούμενος οὐκ ἂν οὔτε πρὸς τὸν οὐρανίσκον οὔτε πρὸς τοὺς ἄνωθεν ὀδόντας οὔτε πρὸς ἄλλα πολλὰ μόρια τοῦ στό‐
5ματος ἐπέτρεπεν ἐκτείνεσθαι. οὕτως οὖν ἀκριβής ἐστιν ἡ συμμετρία τῆς δέσεως, ὡς, εἴτε προσθείης εἴτε ἀφέ‐ λοις βραχύ, βλάπτεσθαι τοῦ παντὸς ὀργάνου τὴν ἐνέρ‐ γειαν. ᾗ καὶ μάλιστα θαυμάζειν ἐστὶ τὴν φύσιν, εἰ ἐν τοῖς οὕτω παρὰ μικρὸν ἀεὶ μὲν κατορθοῖ, σπάνιον
10δὲ τὸ σφάλμα. καίτοι γ’ ὅσον ἐπί τε τοῖς σπείρουσιν ἡμᾶς καὶ ταῖς κυούσαις οὐ τὸ σφάλμα σπάνιον ἐχρῆν, ἀλλὰ τὸ κατόρθωμα γίγνεσθαι. μεθύοντες γὰρ μεθυ‐
ούσαις συνέρχονται καὶ οὐδ’ ὅπου γῆς εἰσιν εἰδότες ὑπὸ πλησμονῆς [ἑτέραις] οὕτω διακείμενοι· ὥστε ἡ143 in vol. 2
15μὲν ἀρχὴ τῆς σπορᾶς εὐθὺς οὕτω πλημμελής. τὰ δὲ μετὰ ταῦτα τῆς κυούσης ἁμαρτήματα περί τε τὰς τῶν συμμέτρων γυμνασίων ῥᾳθυμίας καὶ σιτίων πλησμονὰς καὶ θυμοὺς καὶ μέθας καὶ λουτρὰ καὶ ἀφροδισίων ἀκαίρων χρήσεις [ἃς] οὐδ’ εἰπεῖν δυνατόν. ἀλλ’ ὅμως

3

.

886

γέ τοι πρὸς τοσαύτας ὕβρεις ἡ ‖ φύσις ἀντέχει καὶ κατορθοῖ τὰ πολλά. καὶ μὴν οὔτε πυροὺς οὔτε κρι‐ θὰς οὔτ’ ἀμπέλους οὔτ’ ἐλαίας οὕτω φυτεύουσί τε καὶ σπείρουσιν οἱ γεωργοί, ἀλλὰ πρῶτον μέν, ὅπως
5εὖ ἐχούσῃ τῇ γῇ πιστεύσωσι τὰ σπέρματα, πολλὴν πρόνοιαν πεποίηνται· μετὰ ταῦτα δ’, ὅπως μήθ’ ὑπὸ περιττῆς ὑγρότητος κατακλυζόμενα σαπείη μήτ’ αὐχμοῖς αὐανθείη μήτ’ ἀποσβεσθείη διὰ κρύος, οὐ παρέργως πεφροντίκασιν. ἄνθρωπον δ’ οὐδεὶς οὕτως ἐπιμελῶς
10οὔτ’ ἔσπειρεν οὔτ’ ἀνεθρέψατο κυούμενον, ἀλλ’, ὥσπερ τἄλλα πάντα κατὰ τὸν βίον ὀλιγωροῦσιν ἑαυτῶν ἅπαν‐ τες, οἱ μὲν ἀπλήστοις καὶ λαιμάργοις ἡδοναῖς νενικη‐ μένοι, τινὲς δὲ χρήμασιν ἢ δυνάμεσιν ἢ ἀρχαῖς σχολά‐ ζοντες τὰ πάντα, κατὰ τὸν αὐτὸν τρόπον καὶ αὐτῆς
15τῆς πρώτης γενέσεως ἠμελήκασιν. ἀλλ’ ἐκείνους μὲν ἤδη καταλίπωμεν, ἐπὶ δὲ τὰ συνεχῆ μεταβῶμεν. Ὅσα μὲν οὖν ἡ φύσις ἐμηχανήσατο περί τε τὴν ἐπιγλωττίδα καὶ τὸν λάρυγγα καὶ ὅλως τὸ κατα‐

3

.

887

πίνειν ‖ τε καὶ φωνεῖν, ἔμπροσθεν εἴρηται πάντα. καὶ εἴ τις ἀναμνησθείη κἀκείνων, θαυμάσειν αὐτὸν οἶμαι
τὴν ὁμολογίαν τῆς χρείας τῶν μορίων καὶ πεισθήσε‐ σθαι σαφῶς, ὅτι μὴ θερμασία τις ἢ πνεῦμα κινούμε‐144 in vol. 2
5νον, ὡς ἔτυχεν, ἀνέρρηξε τὸ στόμα· πάντως γὰρ ἄν που καὶ ἓν ὁτιοῦν τῶν ἔνδον αὐτοῦ μορίων ἢ ἐλλι‐ πῶς ἔχον ἢ περιττῶς ἢ ὅλως ἀργὸν χρείας εὑρέθη, τὸ δ’ ἅπαντα πρός τε τὴν ἐδωδὴν καὶ τὴν κατάποσιν καὶ τὴν φωνὴν καὶ τὴν ἀναπνοὴν εὑρίσκεσθαι παρε‐
10σκευασμένα καὶ μηδὲν ἀργὸν ἢ ἐλλιπὲς ἢ βέλτιον ἑτέ‐ ρως ἔχειν δυνάμενον ἱκανὸν οἶμαι γνώρισμα τοῦ τεχνι‐ κῶς αὐτό τε τὸ στόμα καὶ τὰ κατ’ αὐτὸ πάντα κατε‐ σκευάσθαι. καὶ γὰρ οὖν καὶ περὶ τοῦ πάντα ὑπα‐ λείφοντος αὐτὰ χιτῶνος εἴρηται πρόσθεν, ὡς τῶν ἀπ’
15ἐγκεφάλου νεύρων τῶν μαλακῶν οὐ σμικρὰν δέχεται μοῖραν, ἵν’ οἶμαι καὶ αὐτὸς αἰσθητικὸς ᾖ χυμῶν, ὥσπερ καὶ ἡ γλῶττα, καὶ ὡς συμμέτρως ἔχει μαλακότητός τε καὶ σκληρότητος ὑπὲρ τοῦ μήτ’ ἀναίσθητος ἢ δυσαί‐ σθητος γενέσθαι ξηρανθεὶς καὶ σκληρυνθεὶς ἐπὶ πλέον,

3

.

888

ὥσπερ τὰ ὀστᾶ, ‖ μήθ’ ἑτοίμως πάσχειν τιτρωσκόμε‐ νος ἢ θλώμενος ὑπὸ τῶν ὀξυτέρων τε καὶ σκληροτέρων βρωμάτων. εἴρηται δὲ καὶ περὶ τοῦ γαργαρεῶνος ἐν μὲν τοῖς Περὶ φωνῆς, ὡς εἰς μέγεθος καὶ κάλλος
5αὐτῇ συντελεῖ καθ’ ἑκάτερον λόγον, ὡς περισχίζοιτο τούτῳ πρότερον ὁ εἰσιὼν ἀὴρ καὶ θραύοιτο τῆς τε ῥύμης αὐτοῦ τὸ σφοδρὸν καὶ διὰ τοῦτο καὶ τῆς ψύξεως, καὶ ὡς ἔνιοι τῶν ἐκτμηθέντων αὐτὸν ἄχρι βάσεως οὐ μόνον εἰς τὴν φωνὴν ἐβλάβησαν ἐπιδήλως,
10ἀλλὰ καὶ ψυχροτέρας τῆς εἰσπνοῆς αἰσθάνονται, καὶ μέντοι καὶ ὡς ψυχθέντες τὰ κατὰ τὸν πνεύμονα καὶ τὸν θώρακα πολλοὶ τῶν τοιούτων ἀπώλοντο, καὶ ὡς οὐ χρὴ προπετῶς ἀποτέμνειν αὐτὸν οὐδ’ ὡς ἔτυχεν, ἀλλ’ ἀπολείπειν τι τῆς βάσεως αὐτοῦ μέρος. ὥστ’145 in vol. 2
15οὐδὲ περὶ τούτων ἔτι χρὴ λέγειν ἐπὶ πλέον, ἀλλ’ ἀρ‐ κεῖ κἀνταῦθα μόνον εἰρῆσθαι τῶν λόγων τὰ κεφάλαια. γέγραπται δὲ καὶ περὶ τῶν κατὰ τὴν ῥῖνα τρημάτων ἐν τοῖς ἔμπροσθεν, ὅπως μὲν θαυμαστῶς αὐτὰ διαδέ‐ χεται τὸ προτεταγμένον ὀστοῦν τῶν κοιλιῶν τοῦ
20ἐγκεφάλου τὸ τῷ σπόγγῳ παραπλήσιον, ἡ δ’ εἰς τὸ

3

.

889

στόμα ‖ σύντρησις αὐτῶν ἡ κατὰ τὴν ὑπερῴαν ὅπως ἐγένετο χάριν τοῦ μὴ κατ’ εὐθὺ τῆς τραχείας ἀρτηρίας εἶναι τὴν ἀρχὴν τῆς εἰσπνοῆς, ἀλλὰ καὶ καμπήν τινα καὶ οἷον ἕλικα γίγνεσθαι πρότερον εἰς αὐτὴν ἰόντος
5τοῦ πνεύματος. ἐκ τούτου γὰρ οἶμαι διττὸν ἀγαθὸν ἔμελλεν ἔσεσθαι, τό τε μὴ ψυχθῆναί ποτε τὰ περὶ τὸν πνεύμονα ψυχροῦ πολλάκις ἱκανῶς γιγνομένου τοῦ περιέχοντος ἡμᾶς ἀέρος καὶ τὸ τοὺς ἀναμεμιγμέ‐ νους ὄγκους αὐτῷ πλειστάκις ἢ κόνεως ἢ τέφρας ἤ
10τινος ἑτέρου τοιούτου μὴ παραγίγνεσθαι μέχρι τῆς ἀρτηρίας. ἐν ταύτῃ γὰρ τῇ καμπῇ τὸ μὲν πνεῦμα δύναται πρόσω φέρεσθαι, τὰ τοιαῦτα δ’ ἴσχεται φθά‐ νοντα προσπίπτειν τοῖς περὶ τὰς καμπὰς σώμασιν ὑγροῖς καὶ μαλακοῖς ὑπάρχουσι καί τι καὶ γλίσχρον
15ἔχουσι καὶ διὰ ταῦτα πάντα κατέχειν δυναμένοις τὰ προσπίπτοντα. εἰ δὲ δὴ καὶ παρέλθοι τι μέχρι τοῦ
στόματος, ἐνταῦθα σχισθήσεται κατά τε τὴν ὑπερῴαν καὶ τὸν κίονα· καλεῖται γὰρ οὖν καὶ οὕτως ὁ γαργα‐ ρεών. ἀπόδειξις δὲ μεγίστη τό γε γιγνόμενον ὁσημέ‐146 in vol. 2
20ραι τοῖς τε διαπαλαίουσιν ἐν κόνει πολλῇ καὶ τοῖς

3

.

890

ὁδὸν τοιαύτην ‖ διεξερχομένοις· ἀπομύττονται γὰρ ὀλί‐ γον ὕστερον οὗτοι καὶ ἀποπτύουσιν ἀναχρεμπτόμενοι τὴν κόνιν. ἀλλ’ εἴπερ μὴ πρότερον μὲν ὡς ἐπὶ τὴν κεφαλὴν εὐθεῖς οἱ κατὰ τὰς ῥῖνας ἀνεφέροντο πόροι,
5μετὰ ταῦτα δ’ ἀπεστρέφοντο λοξοὶ πρὸς τὴν ὑπερῴαν ἐκδεχόμενόν τ’ αὐτοὺς ἐνταῦθα ἐκέκτηντο τὸν γαργα‐ ρεῶνα, δῆλον, ὡς οὐδὲν ἂν ἐκώλυεν εἰς τὴν ἀρτηρίαν ἐμπίπτειν ἅπανθ’ ὅσα τοιαῦτα. καὶ γὰρ οὖν καὶ γί‐ γνεται τοῦθ’ οὕτως, εἴ τις ἀναπνεύσειε διὰ τοῦ στό‐
10ματος. ἐγὼ γοῦν οἶδα καὶ ἀθλητὰς πολλοὺς κατ’ αὐτὸ δὴ μάλιστα τοῦτο νικηθέντας καὶ πνιγῆναι κιν‐ δυνεύσαντας, ὅτι διὰ τοῦ στόματος εἰσέπνευσαν τὴν κόνιν. ἧκον δὲ δήπουθεν εἰς τοῦτο μεγάλης ἀθρόως εἰσπνοῆς δεηθέντες. κατὰ τοῦτον γοῦν μόνον τὸν
15καιρὸν εἰσπνεῖ διὰ τοῦ στόματος τὰ ζῷα τά γε κατὰ φύσιν ἔχοντα. φλεγμονῆς γὰρ ἢ σκίρρου γενηθέντος ἤ τινος ἄλλης διαθέσεως ἀποφραττούσης τοὺς πόρους τῆς ῥινὸς ἀναγκάζονται μὲν καὶ τότε διὰ τοῦ στόματος εἰσπνεῖν, ἀλλ’ ὅτι μὴ κατὰ φύσιν ἔχουσιν οἱ πόροι
20τῆς ῥινός, ὑγιαινόντων δ’ αὐτῶν ἀκριβῶς οὐδὲν δεῖ

3

.

891

τοῦ στό‖ματος, εἰ μὴ κατεπείγοιτό τις ἄσθματι πολλῷ καὶ σφοδρῷ. κἀν τῷδε δῆλον, ὅπερ ἤδη καὶ πρόσθεν εἴρηται, τὸ τὴν μὲν ῥῖνα τῶν ἀναπνευστικῶν ὀργάνων εἶναι τὸ πρῶτον τῇ τάξει, τὸ στόμα δὲ μηδενὸς μὲν
5παθήματος τὸ ζῷον βιαζομένου μηδ’ ὅλως ἀναπνευστι‐ κὸν ὑπάρχειν, ἐν δὲ τοῖς νῦν δὴ λελεγμένοις καιροῖς ἐπικουρεῖν τι καὶ αὐτὸ τῷ ζῴῳ πρὸς τὴν ἀναπνοήν. δῆλον δὲ καί, ὡς ὁ κίων οὐ σμικρὰ συντελεῖ πρὸς τὸ μήτε κόνιν ἐμπίπτειν τῷ λάρυγγι μήτ’ ἄλλην τινὰ οὐσίαν147 in vol. 2
10τοιαύτην. καί σοι καὶ ἥδε τρίτη χρεία τοῦ μορίου τοῦδε πρὸς ταῖς δύο ταῖς ἔμπροσθεν εἰρημέναις γι‐ γνωσκέσθω. τῶν μὲν δὴ κατὰ τὸ στόμα δῆλον ἤδη γέγονεν ὡς οὔτε μάταιον οὔτ’ ἐλλιπὲς οὐδέν ἐστι μό‐ ριον, ἀλλὰ καὶ τοῖς ὄγκοις τοῦ σώματος ἅπαντα καὶ
15ταῖς συστάσεσι καὶ ταῖς διαπλάσεσι καὶ ταῖς θέσεσιν ἄριστα παρεσκεύασται. καὶ γὰρ εἴ τι τούτων οὐκ ἐξηγησάμεθα, σαφὲς ἐκ τῶν εἰρημένων ἐστίν. ἀρκεῖ γοῦν ἐφ’ ἑνὸς ἢ δυοῖν ὑπομνῆσαι μορίων ἑκάστου τῶν ὑπαρχόντων αὐτοῖς τὴν χρείαν, ὥσπερ ἐπὶ τῆς

3

.

892

γλώττης ἐποιήσαμεν. ἃ γὰρ ἐπ’ ἐκείνης εἴρηται ‖ τὴν συμμετρίαν τοῦ μεγέθους ἡμῶν ἐπαινούντων, ἔχοις ἂν ἐπισκοπούμενος εὑρίσκειν ἐφ’ ἁπάντων ὁμοίως. οὐδὲν γοῦν αὐτῶν οὔθ’ οὕτω σμικρόν, ὡς ἐνδεῶς ὑπηρετεῖν,
5οὔτ’ εἰς τοσοῦτον ἐκπεπτωκὸς μεγέθους, ὡς ἤτοι θλί‐ βειν τι τῶν ἄλλων ἢ αὐτὸ πρὸς ἐκείνων στενοχωρεῖ‐ σθαι. ἀλλὰ τὰ μὲν ἐκ τῆς ῥινὸς τρήματα πρὸς τὴν εἰσπνοὴν ἱκανά· τὸ δὲ τοῦ κίονος μέγεθος εἰς τὰς τρεῖς χρείας αὐταρκέστατον· ἡ δ’ ἐπιγλωττὶς τηλικαύτη καὶ
10τοιαύτη τὸν ὄγκον τοῦ σώματος, ἡλίκον τὸ κλεισθη‐ σόμενον μόριον. οὕτω δὲ καὶ ὁ τοῦ λάρυγγος καὶ ὁ
τοῦ στομάχου πόρος, ὁ μὲν ἀναπνοαῖς καὶ φωναῖς, ὁ δὲ ταῖς τῶν σιτίων διόδοις αὐταρκέστατον ἔχουσι μέγε‐ θος. ὡς δ’ αὔτως καὶ τῶν ὀδόντων ἕκαστος καὶ τἄλλα148 in vol. 2
15σύμπαντα θαυμαστήν τιν’ ἀναλογίαν τε καὶ συμμετρίαν ἔχει πρὸς ἄλληλα φανερῶς ἐνδεικνύμενα τὸ κατ’ ἀρχὰς τοῦ λόγου παντὸς εἰρημένον, ὡς εἰς ἑνὸς ἔργου τέλος ἀποβλέπων ὁ δημιουργὸς ἡμῶν ἅπαντα ταῦτα κατε‐ σκεύασεν.

3

.

893

Ἠρξάμην μὲν οὖν ἀπὸ τῶν κροταφιτῶν μυῶν, ὡς ἐφεξῆς ἐρῶν τι περί τε μετώπου καὶ ὤτων, ἐπειδὴ ταῦθ’ ὑπελείπετο τῶν κατὰ τὴν κεφαλὴν ἔτι μορίων. ὁ δὲ λόγος ὑπὸ τῆς τῶν πραγμάτων ἀκολου‐
5θίας ἀγόμενος ἑξῆς μὲν τοῖς κροταφίταις τῶν ἄλλων τῆς κάτω γένυος ἐμνημόνευσε μυῶν, ἔπειτα δὲ καὶ περὶ τοῦ στόματος καὶ τῶν κατ’ αὐτὸ διῆλθε μερῶν. ἐπάνεισιν οὖν αὖθις ἐπὶ τὰ λείποντα περὶ μὲν τῶν ὤτων τε καὶ τῶν τῆς ῥινὸς πτερυγίων—οὕτω δ’
10αὐτῆς ὀνομάζεται τὰ κάτω πέρατα τὰ κινούμενα— κοινὴν ποιούμενος τὴν διδασκαλίαν, συνάπτων δ’ αὐτῇ τὴν ἰδίαν ἑκάστου τῶν οὔπω λελεγμένων. ὅτι μὲν οὖν ὅσα προπετῆ καὶ γυμνὰ μόρια καὶ τοῖς ἔξωθεν ἐμπίπτουσιν ἐκκείμενα τοιαύτης οὐσίας ἔχρῃζεν, οἵας
15μήτε θλᾶσθαι μήτε θραύεσθαι ῥᾳδίως, εἴρηται μὲν ἤδη καὶ πρόσθεν, ἥκει δὲ δὴ νῦν καιρὸς τῷ λόγῳ· ἐπὶ γὰρ τῇ κοινῇ χρείᾳ τῶν μορίων ἀναγκαῖον οἶμαι καὶ τὸν λόγον γίγνεσθαι κοινόν. ὁρᾶται δὴ τὰ ὦτα
ῥᾳδίως τ’ ἐπιπτυσσόμενα καὶ μηδὲν ἐν τούτῳ πάσχοντα·149 in vol. 2

3

.

894

καί που καὶ πῖλόν τις καὶ κράνος τῇ ‖ κεφαλῇ περι‐ θέμενος οὐδὲν ἐκ τοῦ θλιβῆναι τὰ ὦτα βεβλαμμένος φαίνεται. μαλακὰ γὰρ ὑπάρχοντα μετρίως καὶ διὰ τοῦτο ῥᾳδίως εἴκοντα τοῖς ἐμπίπτουσιν ἐκλύει τὴν
5βίαν αὐτῶν. εἰ δέ γ’ ἤτοι σκληρὰ τελέως ἦν ὁμοίως τοῖς ὀστοῖς ἢ μαλακὰ παραπλησίως ταῖς σαρξί, δυοῖν θάτερον ἂν ἤτοι γ’ ἀπεθραύετ’ αὐτῶν τι ῥᾳδίως ἢ ὅλα συνεθλᾶτο. διὰ τοῦτο μὲν δὴ χονδρώδη γέγονε. διὰ τί δ’ ὅλως ἐκκείμενα, τοῦτ’ ἤδη λέξω. σκέπην ἡ
10φύσις ἅπασι τοῖς τῶν αἰσθήσεων ὀργάνοις ἐπιτεχνᾶται, τοῖς μὲν ὑπὲρ τοῦ μηδὲν βλάπτεσθαι πλησιάζοντα τὸν ἐγκέφαλον, τοῖς δὲ καὶ τῆς οἰκείας ἀσφαλείας ἕνεκα. τοιοῦτον ἐδείκνυτο τοῦ τῆς ὀσφρήσεως ὀργάνου τὸ προβεβλημένον ὀστοῦν τὸ προσαγορευόμενον ἠθμοειδές·
15ἀλλὰ καὶ ἡ ῥὶς ὅλη τοιοῦτον πρόβλημα. κατὰ δέ γε τοὺς ὀφθαλμοὺς ἐδείκνυμεν, ὡς τὰ βλέφαρα καὶ ἡ ῥὶς καὶ τὸ μῆλον ὀνομαζόμενον αἵ τ’ ὀφρύες αὐτοῦ τε τοῦ περικειμένου δέρματος ἡ κίνησις ὑπὲρ τοῦ σκέπειν αὐτοὺς ἐγένετο. περὶ δὲ τῆς γλώττης οὐδὲν οἶμαι

3

.

895

δεῖν ‖ λόγου καθάπερ ἐν σπηλαίῳ τινὶ κατακλειομένης τῷ στόματι. λοιπὸν οὖν ἐστι τὸ τῆς ἀκοῆς αἰσθητικὸν ὄργανον, ἐν ᾧ καὶ αὐτῷ πρώτην μὲν τὴν κατὰ τὸ λιθοειδὲς ὀστοῦν ἕλικα τοῦ πόρου κατεσκευάσατο πρὸς
5τὸ μηδὲν τῶν ἔξωθεν προσπιπτόντων λυμαίνεσθαι. καί σοι καὶ περὶ ταύτης ἱκανῶς ὁ πρόσθεν ἐξηγήσατο
λόγος. δεύτερον δέ, καθάπερ τῶν ὀφθαλμῶν τὰς τρί‐ χας τῶν ὀφρύων ὑπερέθηκεν ἐκδεχομένας προτέρας, εἴ τι 〈ἐκ〉 τῆς κεφαλῆς εἰς αὐτοὺς καταρρέοι, κατὰ150 in vol. 2
10τὸν αὐτὸν τρόπον ἐβουλήθη τι καὶ τῶν ὤτων προ‐ θεῖναι. ἀλλὰ τοῖς μὲν ὀφθαλμοῖς ἐφ’ ὑψηλοῦ δεομέ‐ νοις κεῖσθαι, δέδεικται γὰρ καὶ τοῦτο, μέγα τὸ πρό‐ βλημα ποιεῖν εἰς τοσοῦτον, ὡς ἐπισκοτεῖν αὐτοῖς, οὐκ ἦν ἄμεινον· ἐπὶ δέ γε τῆς ἀκοῆς αὐτὸ τοὐναντίον οὐ
15μόνον 〈οὐκ〉 ἀποκωλύσειν ἔμελλε τὰ προτεταγμένα τὴν τῆς φωνῆς ἔμπτωσιν, ἀλλὰ καὶ προσεπηχήσειν τι. μέ‐ γιστον δὲ τοῦ λόγου μαρτύριον Ἀρριανὸς οὗτος ὁ Ῥωμαίων ὕπατος, ἐπειδὴ ἐβέβλαπτο τὴν αἴσθησιν ταύ‐ την, παρατείνων τοῖς ὠσὶν ἐξόπισθεν εἰς τὰ πρόσω
20νενευκυίας κοίλας τὰς χεῖρας ὑπὲρ τοῦ ῥᾷον ἀκούειν. ‖

3

.

896

οὕτω δὲ καὶ Ἀριστοτέλης ἔλεγεν ἵππους καὶ ὄνους καὶ κύνας ὅσα τ’ ἄλλα ζῷα μεγάλα κέκτηται τὰ ὦτα περιά‐ γειν αὐτὰ καὶ στρέφειν ἀεὶ πρός τε τοὺς ψόφους καὶ τὰς φωνὰς ὑπὸ τῆς φύσεως δεδιδαγμένα τὴν χρείαν
5τῶν μορίων. ἀλλ’ ἀνθρώποις γε τὸ μὲν τηλικοῦτον μέγεθος δύσχρηστον ἐν τῷ σκέπειν τὴν κεφαλὴν ἢ πίλοις ἢ κράνεσιν ἤ τισιν ἑτέροις τοιούτοις, ἅπερ οὐκ ὀλιγάκις ἔμελλον ποιήσειν, ὅπου γε καὶ τοῖς πολεμι‐ κοῖς ἵπποις, καίτοι γε πολὺ τῶν ὄνων μικρότερα ἔχουσι
10τὰ ὦτα, δύσχρηστον τὸ μέγεθος, ἡνίκα που σκέπεσθαι δέοι τὴν κεφαλήν, εἰς τοσοῦτον δ’ ἀνατετάσθαι καὶ προὔχειν αὐτὰ τῶν πόρων, εἰς ὅσον νῦν ἀνατέταται,
βέλτιον. οὕτω γὰρ ἅμα μὲν ἐπηχεῖ καὶ σκέπει τὸν πόρον, ἅμα δ’ οὐδὲν ἐμποδίζει τοῖς ὅλης τῆς κεφαλῆς151 in vol. 2
15ἐπιβλήμασιν. εὐλόγως οὖν ἢ οὐδ’ ὅλως κινεῖται τοῖς ἀνθρώποις ἢ βραχεῖάν τινα καὶ ἀμυδρὰν ἔχει τὴν κίνησιν. ἅτε γὰρ ὄντα σμικρὰ βραχὺ παντελῶς ἢ ὅλως οὐδὲν ἔμελλεν ὠφελήσειν ἡμᾶς ἐπιστρεφόμενα. τὸ δ’

3

.

897

ἔξωθεν μὲν αὐτὰ ‖ κυρτά, κοῖλα δ’ ἔνδοθεν ὑπάρχειν ἕνεκα τοῦ μήτ’ ἐμπίπτειν τι τῷ πόρῳ μήτ’ αὐτὰ πά‐ σχειν ἑτοίμως ἐγένετο· πολλάκις γὰρ ἤδη λέλεκται πάντων δυσπαθέστατον εἶναι τὸ περιφερές. ἀλλὰ καὶ
5πολυέλικτον ἑκάτερον αὐτῶν ἐγένετο τῆς αὐτῆς χρείας ἕνεκα· μᾶλλον γὰρ οὕτως ἐπιπτύσσεσθαι δύναται καὶ διπλοῦσθαι καθ’ αὑτὸ ἢ εἰ ἁπλοῦν τε καὶ ὁμοειδὲς ὅλον ἑκάτερον ὑπῆρχεν. Ὅπως δὲ καὶ τοῦ κάλλους αὐτῶν προὐ‐
10νοήσατο—καὶ γὰρ καὶ τοῦτ’ ἐκ περιουσίας ἐργάζεσθαι πέφυκεν—οὐδὲν ἀδιάξεστον οὐδ’ ἀργὸν ἀπολιποῦσα μόριον οὐδ’ ἄρρυθμον, ἔνεστί σοι σκοπεῖν. ὥσπερ γὰρ οἱ ἀγαθοὶ δημιουργοὶ πάρεργόν τι τῆς ἑαυτῶν τέχνης ἐπίδειγμα κατά τε τῶν [ἐπι]κλείθρων ποιοῦν‐
15ται καὶ τῶν ἀσπίδων καὶ πολλάκις ἐν ταῖς λαβαῖς τῶν ξιφῶν ἔν τε φιάλαις ἐνίοτε κόσμον τινὰ καὶ ἄγαλμα τῷ δημιουργήματι τῆς χρείας ἐπέκεινα κιττούς τινας ἢ ἀμπέλων ἕλικας ἤ τινα κυπάριττον ἤ τι τοιοῦτον

3

.

898

ἕτερον ἐκτυποῦντες, οὕτω καὶ ἡ ‖ φύσις ἐκ περιουσίας
ἅπαντα τὰ μέλη καὶ μάλιστ’ ἀνθρώπων ἐκόσμησε. φαίνεται δὲ πολλαχόθι μὲν ἐναργὴς ὁ κόσμος, ἔστιν ὅτε δὲ καὶ κατακρύπτεται τῆς χρείας τῇ λαμπρότητι.152 in vol. 2
5ἐπὶ μὲν οὖν τῶν ὤτων ἐναργῶς φαίνεται, καθάπερ οἶμαι κἀπὶ τοῦ κατ’ ἄκρον τὸ αἰδοῖον δέρματος, ὃ πόσθην ὀνομάζουσιν, οὕτω δὲ κἀπὶ τῶν κατὰ τὰς πυγὰς σαρκῶν. ἐναργῶς γὰρ γνωρίσεις κἀνταῦθα τὴν τοῦ μέρους ἀσχημοσύνην, εἰ γυμνωθείη, πίθηκον θεα‐
10σάμενος. ἐν ὀφθαλμῷ δέ, καίτοι πολὺ καλλίονι μορίῳ τούτων ἁπάντων ὄντι, καταφρονεῖται τὸ κάλλος, ὅτι μεγάλως ἡ χρεία θαυμάζεται. καταφρονεῖται δὲ καὶ ῥινὸς καὶ χειλῶν καὶ ἄλλων μορίων, ὅτι τὸ πρὸς τὴν χρείαν κάλλος ὑπερέχει πολὺ τῆς πρὸς τὴν ὄψιν ἡδο‐
15νῆς. εἰ δ’ ἀποτμηθείη τι βραχὺ τοῦ χείλους ἢ τῶν τῆς ῥινὸς πτερυγίων, εἰς ὅσον αἴσχους αὐτοῖς ἥκει τὸ πρόσωπον ἅπαν, οὐδ’ εἰπεῖν ῥᾴδιον. ἀλλὰ ταῦτα μέν, ὡς ἔφην, ἅπαντα τῆς φύσεως οὐ κατὰ τὸν πρῶτον λόγον, ἀλλ’ οἷον πάρεργά τε καὶ παίγνια γέγονεν· ὧν
20δ’ ἔχεται μάλιστα καὶ πρὸς ἃ διὰ παντὸς ἀποβλέπει, ‖

3

.

899

τά τε τῶν ἐνεργειῶν ἐστι καὶ τὰ τῶν χρειῶν. εἴρηται γὰρ ἔμπροσθεν, ὅπῃ διήνεγκεν ἐνέργεια χρείας, καὶ ὡς τῇ μὲν κατασκευῇ καὶ γενέσει τῇ κατὰ τὸ μόριον ἡ ἐνέργεια προτέρα, τῷ δ’ ἀξιώματι προτέρα μὲν ἡ
5χρεία, δευτέρα δ’ ἡ ἐνέργεια. δέδεικται δὲ καί, ὅτι τὸ ἀληθινὸν κάλλος εἰς τὸ τῆς χρείας ἀναφέρεται κατόρθωμα, καὶ ὡς ὁ πρῶτος σκοπὸς ἁπάντων τῶν μορίων τῆς κατασκευῆς ἡ χρεία.
Τὸ δ’ ἐξ ἐπιμέτρου ποτὲ καὶ τῆς εὐ‐153 in vol. 2
10μορφίας στοχάζεσθαι τὴν φύσιν, ἀναγκαῖον ὑπάρχον καὶ αὐτὸ δὴ γιγνώσκεσθαι τοῖς περὶ φύσιν ἔχουσιν, οὐδαμοῦ διὰ τῶν ἔμπροσθεν λόγων εἰρηκὼς νῦν ᾠήθην μοι μάλιστα προσήκειν εἰπεῖν. καὶ γὰρ οὖν καὶ αἱ κατὰ τὰ γένεια τρίχες οὐ μόνον σκέπουσι τὰς γένυας,
15ἀλλὰ καὶ πρὸς κόσμον συντελοῦσι. σεμνότερον γὰρ τὸ ἄρρεν φαίνεται καὶ μάλιστα ἐν τῷ προϊέναι κατὰ τὴν ἡλικίαν, εἰ πανταχόθεν αὐτῷ καλῶς αὗται περι‐ κέοιντο. καὶ διὰ τοῦτο τά τε μῆλα καλούμενα καὶ τὴν ῥῖνα ψιλὰ καὶ γυμνὰ τριχῶν ἡ φύσις ἀπέλιπεν. ἄγριον

3

.

900

γὰρ ἂν οὕτως ‖ ἐγένετο καὶ θηριῶδες ὅλον τὸ πρόσω‐ πον, οὐδαμῶς οἰκεῖον ἡμέρῳ καὶ πολιτικῷ ζῴῳ. ἀλλ’ εἴς γε τὴν σκέπην τῷ μὲν μήλῳ τὸ πάχος αὐτὸ τῶν ὀστῶν ἐπικουρεῖ, τῇ ῥινὶ δὲ τὸ τῆς ἐκπνοῆς θερμόν,
5ὥστ’ οὐδὲ ταῦτα τελέως γυμνά. καὶ μέν γε καὶ τῶν ὀφθαλμῶν ἔνεστιν ἅψασθαί σοι καὶ μάλιστ’ ἐν κρύει· τότε γὰρ ἂν ἐναργέστατα γνοίης, ὅπως εἰσὶ θερμοί. οὔκουν οὐδ’ αὐτοὶ γυμνοὶ τελέως οὐδ’ ἄφρακτοι πρὸς τὸ κρύος οἰκεῖον ἔχοντες ἀλέξημα τὸ ἔμφυτον θερμὸν
10οὐδὲν τῶν ἔξωθεν σκεπασμάτων δεόμενον. ἀλλὰ μὴν καὶ γυναικὶ τὸ ἄλλο σῶμα μαλακὸν ἐχούσῃ καὶ παι‐ δικὸν ἀεὶ καὶ γυμνὸν τριχῶν οὐκ ἔμελλεν οὐδ’ ἡ τοῦ προσώπου ψιλότης ἄκοσμος ἔσεσθαι καὶ ἄλλως οὐδ’ ἔχει τοῦτο τὸ ζῷον οὕτω σεμνὸν ἦθος ὥσπερ τὸ ἄρρεν,
15ὥστ’ οὐδ’ εἴδους αὐτῷ σεμνοῦ δεῖ. δέδεικται γὰρ ἤδη
πολλάκις, εἰ μὴ ἄρα καὶ διὰ παντὸς τοῦ λόγου, τοῖς τῆς ψυχῆς ἤθεσιν οἰκεῖον ἡ φύσις ἀπεργαζομένη τὸ τοῦ σώματος εἶδος. ἀλλ’ οὐδὲ σκέπης μέντοι τινὸς ἐδεῖτο περιττῆς τὸ θῆλυ γένος ἀλεξητηρίου πρὸς κρύος154 in vol. 2

3

.

901

οἰκουροῦν τὰ πολλά, ‖ κεφαλῆς μέντοι κομώσης ἐδεῖτο καὶ σκέπης ἕνεκα καὶ κόσμου, καὶ τοῦτ’ αὐταῖς ἤδη κοινὸν πρὸς τοὺς ἄνδρας. ἀλλὰ μὴν καὶ δι’ ἄλλην τινὰ χρείαν ἀναγκαίαν αἵ τε τῶν γενείων εἰσὶ τρίχες ἡμῖν αἵ τε
5τῆς κεφαλῆς. ἐπειδὴ γὰρ ἡ ἐκ τῶν χυμῶν ἀναθυμίασις ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται, μάλιστα τοῖς παχυτέροις αὐτῆς περιττώμασιν εἰς τροφὴν τῶν τριχῶν ἡ φύσις καταχρῆται. ἐπεὶ δ’ ἀνδράσιν, εἰς ὅσον θερμότεροι γυναικῶν, εἰς τοσοῦτον καὶ ταυτὶ τὰ περιττώματα
10πλείω, διττὴν καὶ τούτοις κένωσιν ἐξεῦρεν ἡ φύσις, τήν τ’ ἐκ τῶν τῆς κεφαλῆς τριχῶν καὶ τὴν ἐκ τῶν κατὰ τὰ γένεια. περὶ τούτων μὲν οὖν ἱκανὰ καὶ τὰ τοσαῦτα. διὰ τί δὲ καὶ τὸ μέτωπον οὐκ ἔχει τρίχας ὥσπερ καὶ ἡ ἄλλη κεφαλή, καὶ διὰ τί κατὰ προαίρεσιν
15τοῦ ζῴου μόνον τοὐνταῦθα κινεῖται δέρμα, λέγειν ἂν ἑπόμενον εἴη. σκέπεται μὲν δήπου καὶ τοῦθ’ ὑπὸ τῶν τριχῶν τῆς κεφαλῆς, εἰς ὅσον βουλόμεθα, ὥστε ταύτῃ γ’ οὐδὲν ἔδει τριχῶν οἰκείων αὐτῷ· συνεχῶς δ’ ἂν οἶμαι κουρᾶς ἐδεόμεθα καὶ τούτου φύσαντος τρίχας,

3

.

902

ὡς ἂν ἐπικειμένου τοῖς ὀφθαλμοῖς. ‖ ἀποδέδεικται δ’ ἐν ἄλλοις τέ τισι κἀν τοῖς τῆς τροφῆς ὀργάνοις ἱκανὴν ἡ φύσις ἔχουσα πρόνοιαν τοῦ μὴ πολλὰ πραγματεύε‐ σθαι τὸν ἄνθρωπον περὶ τὸ σῶμα μηδὲ ταῖς ἀναγκαίαις
5ὑπηρεσίαις αὐτοῦ δουλεύειν ἀεί. σοφῷ γὰρ οἶμαι ζῴῳ
καὶ πολιτικῷ σώματος ἐπιμελεῖσθαι τὰ μέτρια προσῆκεν, οὐχ ὥσπερ νῦν οἱ πολλοὶ φίλου μέν τινος δεομένου συμπρᾶξαί οἱ, φάντες ἀσχολίαν εἶναι σφίσιν, ἀποδι‐ δράσκουσιν, ὑποχωρήσαντες δὲ πιττοῦνταί τε καὶ155 in vol. 2
10κομμοῦνται καὶ κατατρίβουσι τὸν βίον ὅλον εἰς οὐκ ἀναγκαίαν τοῦ σώματος ὑπηρεσίαν, οὐδ’ εἰ τὴν ἀρχὴν ἔχουσι κρεῖττόν τι τοῦ σώματος ἐπιστάμενοι. τούτους μὲν οὖν ἐλεεῖσθαι προσήκει, φιλοσοφεῖν δ’ ἡμᾶς τὰ προκείμενα καὶ δεικνύειν, ὅτι μὴ μόνον ἄμοιρον τρι‐
15χῶν εὐλόγως ἐγένετο τὸ περὶ τῷ μετώπῳ δέρμα διὰ τοὺς ὀφθαλμούς, ἀλλὰ καὶ καθ’ ὁρμὴν κινούμενον αὐτῶν τούτων ἕνεκα. διοίγεσθαι γὰρ ἐπὶ πλεῖστον ἐχρῆν αὐτοὺς ἐν τῷ πολλὰ τῶν ἔξω καθ’ ἕνα καιρὸν ἐγχειρεῖν ὁρᾶν αὖθίς τε συνάγεσθαι καὶ σφίγγεσθαι

3

.

903

μύοντας ὑπὸ πάντων ‖ ἀκριβῶς τῶν περικειμένων, ὅταν ἐπιφερόμενόν τι κατ’ αὐτῶν δείσαντες τύχωμεν. εἰς οὖν ἀμφοτέρας τὰς χρείας ἅπαν τὸ δέρμα τὸ περι‐ κείμενον αὐτοῖς, τό τ’ ἄνω τὸ κατὰ τὸ μέτωπον, ὡσαύ‐
5τως δὲ καὶ τὸ κάτω τὸ κατὰ τὰ μῆλα, κινούμενον ἑκου‐ σίως ἡ φύσις ἐποίησεν, ἵν’ ἐναλλὰξ ἐκτεινόμενόν τε καὶ αὖθις εἰς ἑαυτὸ διπλούμενον ἀνοιγνύναι τε καὶ κλείειν ἱκανὸν ᾖ τοὺς ὀφθαλμούς. ἀλλ’ οὐδὲ τῶν ἐπὶ ταῖς ὀφρύσι τριχῶν ἠμέλησεν οὐδ’ αὐτῶν, ἀλλὰ μόνας δὴ
10ταύτας τε καὶ τὰς ἐπὶ τοῖς βλεφάροις ἴσον ἀεὶ διαφυ‐ λαττούσας τὸ μέγεθος ἀπειργάσατο, καίτοι τάς γε τῆς
κεφαλῆς καὶ τῶν γενείων ἐπὶ πλεῖστον αὐξανομένας ἐποίησεν. ἐπ’ ἐκείνων μὲν γὰρ ἅμα τε τὸ τῆς χρείας διττὸν ἦν, τὸ μὲν εἰς σκέπην τῶν μορίων διαφέρον,156 in vol. 2
15τὸ δ’ εἰς δαπάνην παχυτέρων περιττωμάτων, ἅμα τε τὸ τῆς ἑτέρας χρείας πολυειδὲς ἱκανῶς ὑπῆρχεν, οὐχ ὁμοίως σκέπης οὔτε κατὰ τὰς ἡλικίας ἡμῶν δεομένων οὔτε κατὰ τὰς ὥρας τοῦ ἔτους ἢ τὰς χώρας ἢ τὰς τοῦ σώματος διαθέσεις. οὐ γὰρ ὡσαύτως ἀνδρὶ καὶ παιδὶ

3

.

904

καὶ γέροντι καὶ γυναικὶ προσήκει κομᾶν οὐδὲ θέ‖ρους καὶ χειμῶνος οὐδ’ ἐν θερμῷ χωρίῳ καὶ ψυχρῷ κα‐ θάπερ οὐδ’ ὀφθαλμιάσαντι καὶ κεφαλὴν ἀλγήσαντι καὶ ἀκριβῶς ὑγιαίνοντι. πρὸς οὖν τῶν καιρῶν τὴν ἑτε‐
5ρότητα βέλτιον ἦν ἡμᾶς ἁρμοττομένους ἄλλοτ’ ἄλλο ποιεῖσθαι τῶν τριχῶν τὸ μέγεθος. ἐπὶ δέ γε τῶν κατὰ τοὺς ὀφθαλμοὺς καὶ τὰς ὀφρῦς, εἴτε προσθείης εἴτ’ ἀφέλοις τι, διαφθερεῖς τὴν χρείαν. αἱ μὲν γὰρ ἕνεκα τοῦ μηδὲν ἐμπίπτειν τῶν μικρῶν σωμάτων ἀνεῳ‐
10γόσι τοῖς ἀφθαλμοῖς οἷον χάραξ τις αὐτῶν προβέ‐ βληνται, τὰς δ’ ἀποστέγειν ἐχρῆν οἷον τεῖχός τι καὶ πρώτας ἐκδέχεσθαι πάντα τὰ ἐκ τῆς κεφαλῆς καταρ‐ ρέοντα. εἰ τοίνυν σμικροτέρας αὐτὰς ἢ ἀραιοτέρας ἐργάσαιο τοῦ προσήκοντος, εἰς τοσοῦτον καὶ τὴν χρείαν
15διαφθερεῖς· αἱ μὲν γὰρ ἐμπίπτειν εἰς αὐτούς, αἱ δ’ εἰσρεῖν ἐπιτρέψουσιν, ἃ πρότερον ἀπεῖργον. εἰ δ’ αὖ μείζους ἢ πυκνοτέρας, οὐ χάραξ οὐδὲ τεῖχος ἔτι σοι τῶν ὀφθαλμῶν, ἀλλ’ εἱρκτῇ τινι παραπλήσιον ἔσται
στέγασμα, κατακρύπτουσαί τε καὶ σκοτίζουσαι τὰς κό‐157 in vol. 2
20ρας ἥκιστα πάντων ὀργάνων ἐπισκοτεῖσθαι δεομένας.

3

.

905

ἆρ’ οὖν προσέταξε ταύταις μόναις ‖ ταῖς θριξὶν ὁ δη‐ μιουργὸς ἡμῶν ἴσον ἀεὶ φυλάττειν τὸ μέγεθος, αἱ δ’ ἤτοι δεδοικυῖαι τὴν ἐπίταξιν τοῦ δεσπότου ἢ αἰδού‐ μεναι τὸν προστάξαντα θεὸν ἢ αὐταὶ πεπεισμέναι βέλ‐
5τιον εἶναι δρᾶν τοῦτο διαφυλάττουσιν, ὡς ἐκελεύσθη‐ σαν; ἢ Μωσῆς μὲν οὕτως ἐφυσιολόγει, καὶ βέλτιον οὕτως ἢ ὡς Ἐπίκουρος; ἄριστον μέντοι μηδετέρως, ἀλλὰ τὴν ἐκ τοῦ δημιουργοῦ φυλάττοντας ἀρχὴν γενέ‐ σεως ἐν ἅπασι τοῖς γεννητοῖς ὁμοίως Μωσεῖ τὴν ἐκ
10τῆς ὕλης αὐτῇ προστιθέναι. διὰ τοῦτο μὲν γὰρ ἴσον ἀεὶ φυλάττειν αὐτὰς δεομένας τὸ μέγεθος ὁ δημιουρ‐ γὸς ἡμῶν ἀπειργάσατο, διότι τοῦτ’ ἦν τὸ βέλτιον· ἐπεὶ δ’ ἔγνω τοιαύτας δεῖν ἐργάζεσθαι, διὰ τοῦτο ταῖς μὲν οἷον χόνδρον τιν’ ὑπέτεινε σκληρὸν σῶμα,
15ταῖς δὲ σκληρὸν δέρμα συμφυὲς τῷ χόνδρῳ διὰ τῶν ὀφρύων. οὐ γὰρ δὴ τὸ βουληθῆναι τοιαύτας γενέσθαι μόνον ἦν αὔταρκες· οὐδὲ γάρ, εἰ τὴν πέτραν ἐξαίφνης ἐθελήσειεν ἄνθρωπον ποιῆσαι, δυνατὸν αὐτῷ. καὶ τοῦτ’ ἔστι, καθ’ ὃ τῆς Μωσοῦ δόξης ἥ θ’ ἡμετέρα

3

.

906

καὶ ἡ Πλάτωνος καὶ ἡ τῶν ‖ ἄλλων τῶν παρ’ Ἕλλησιν ὀρθῶς μεταχειρισαμένων τοὺς περὶ φύσεως λόγους δια‐ φέρει. τῷ μὲν γὰρ ἀρκεῖ τὸ βουληθῆναι τὸν θεὸν κοσμῆσαι τὴν ὕλην, ἡ δ’ εὐθὺς κεκόσμηται· πάντα γὰρ
5εἶναι νομίζει τῷ θεῷ δυνατά, κἂν εἰ τὴν τέφραν ἵππον
ἢ βοῦν ἐθέλοι ποιεῖν. ἡμεῖς δ’ οὐχ οὕτω γιγνώσκομεν, ἀλλ’ εἶναι γάρ τινα λέγομεν ἀδύνατα φύσει καὶ τού‐ τοις μηδ’ ἐπιχειρεῖν ὅλως τὸν θεόν, ἀλλ’ ἐκ τῶν δυ‐ νατῶν γενέσθαι τὸ βέλτιστον αἱρεῖσθαι. καὶ τοίνυν158 in vol. 2
10καὶ τρίχας ἐπὶ τοῖς βλεφάροις ἐπειδὴ βέλτιον ἦν ἴσας ἀεὶ καὶ μέγεθος εἶναι καὶ ἀριθμόν, οὐ τὸν μὲν βου‐ ληθῆναι λέγομεν, τὰς δ’ εὐθὺς γεγονέναι· μὴ γὰρ ἄν, μηδ’ εἰ μυριάκις βουληθείη, γενέσθαι ποτ’ ἂν τοιαύτας αὐτὰς ἐκ δέρματος μαλακοῦ πεφυκυίας· τά τε γὰρ
15ἄλλα καὶ ὀρθὰς ἀνεστηκέναι παντάπασιν ἀδύνατον ἦν μὴ κατὰ σκληροῦ πεπηγυίας. ἀμφοτέρων οὖν τὸν θεὸν αἴτιον εἶναί φαμεν, τῆς τε τοῦ βελτίονος ἐν αὐτοῖς τοῖς δημιουργουμένοις αἱρέσεως καὶ τῆς περὶ τὴν ὕλην

3

.

907

ἐκλέξεως. ἐπεὶ γὰρ ἅμα ‖ μὲν ὀρθὰς ἀνεστηκέναι τὰς ἐπὶ τῶν βλεφάρων τρίχας ἐχρῆν, ἅμα δ’ ἴσας ἀεὶ φυλάττεσθαι μέγεθός τε καὶ ἀριθμόν, εἰς χονδρῶδες αὐτὰς κατέπηξε σῶμα. εἰ δ’ εἰς μαλακὴν οὐσίαν καὶ
5σαρκοειδῆ κατεπήξατο, φαυλότερος ἂν ἦν οὐ Μωσοῦ μόνον, ἀλλὰ καὶ στρατηγοῦ μοχθηροῦ κατὰ τέλματος τεῖχος ἢ χάρακα πηγνυμένου. τὸ δὲ καὶ τὰς τῶν ὀφρύων ὁμοίως ἐχούσας ἀεὶ διαφυλάττεσθαι τῆς αὐτῆς ἔχεται περὶ τὴν ὕλην ἐκλέξεως. ὡς γὰρ καὶ πόαι καὶ
10φυτὰ τὰ μὲν ἐξ ὑγρᾶς καὶ λιπαρᾶς γῆς ἀνίσχοντα μέχρι μηκίστου τὴν αὔξησιν ἴσχει, τὰ δ’ ἐκ πετρώδους καὶ ξηρᾶς σμικρὰ καὶ σκληρὰ καὶ ἀναυξῆ διαμένει, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ αἱ τρίχες αἱ μὲν ἐξ
ὑγρῶν καὶ μαλακῶν ἀνίσχουσαι μορίων εὐαυξέσταται159 in vol. 2
15γίγνονται, καθάπερ αἵ τ’ ἐν τῇ κεφαλῇ καὶ ταῖς μα‐ σχάλαις καὶ τοῖς αἰδοίοις, ὅσαι δ’ ἐκ σκληρῶν καὶ ξηρῶν, ἀναυξεῖς καὶ σμικραί. διὰ τοῦτο καὶ ἡ γένεσις αὐταῖς διττὴ καθάπερ ταῖς τε βοτάναις καὶ τοῖς φυ‐ τοῖς, ἡ μὲν ἐκ τῆς τοῦ δημιουργοῦ προνοίας, ἡ δ’ ἐκ
20τῆς τοῦ χωρίου φύσεως. ἄρουράν τε γὰρ ἔστι θεάσα‐

3

.

908

σθαι ‖ πολλάκις ἢ πυρῶν ἢ κριθῶν ἀνισχόντων ἔτι καθάπερ τινὸς ἁπαλῆς τε καὶ μικρᾶς πόας καί τι χωρίον ἕτερον ὁμοίως αὐτῇ δασὺ τῆς ὄντως πόας μεστόν· ἀλλὰ τοῦτο μὲν ἡ σύντροφος ἰκμὰς ἐδάσυνε, τὴν δ’
5ἄρουραν ἡ τοῦ γεωργοῦ πρόνοια. καὶ τοῖς γε μὴ δυναμένοις διακρῖναι τὴν ἰδέαν ἀπὸ τῆς ἄλλης πόας τῶν ἄρτι τῆς γῆς ἀνισχόντων σπερμάτων ἡ τάξις αὐτὴ μόνη τῆς ἐκφύσεως ἱκανὴ γνωρίσαι· τό τε γὰρ ὁμαλὲς αὐτῶν τῆς γενέσεως καὶ τὸ τῆς ἔξωθεν περιγραφῆς
10κατὰ γραμμὰς τεταγμένας γιγνόμενον ἱκανὸν ἐνδείξα‐ σθαι τὸ κατὰ τέχνην τινὰ καὶ πρόνοιαν τοῦ γεωργοῦ δεδασύνθαι τὸ χωρίον. ἐν γὰρ δὴ τοῖς αὐτομάτως δασέσιν ἅπαν τοὐναντίον οὔθ’ ὁμαλὴς ἡ γένεσις οὔθ’ ὅροις τισὶ τεταγμένοις ἀφωρισμένη. τοιαῦται μὲν οὖν
15αἱ κατὰ τὰς μασχάλας εἰσὶ τρίχες αἵ τ’ ἐν τοῖς ἄλλοις μέλεσιν, οὐ γραμμαῖς ἀκριβέσιν ἀφοριζόμεναι, καθάπερ αἵ τε κατὰ τὰς ὀφρῦς καὶ τὰ βλέφαρα καὶ τὴν κεφα‐ λήν, ἀλλ’ ἀνωμάλους μὲν ἔχουσαι τοὺς ὅρους, ἀτάκτως

3

.

909

δὲ καὶ αὐταὶ διερριμμέναι. ‖ τῆς γὰρ τῶν χωρίων ἰκμάδος ἔκγονοι καὶ οὐ τῆς τοῦ δημιουργοῦ προνοίας
εἰσὶν ἔργα, καὶ διὰ τοῦτο θερμαῖς μὲν φύσεσι πάμ‐ πολλαι, ψυχραῖς δ’ ἢ οὐδ’ ὅλως ἢ ἐλάχισται γίγνονται.160 in vol. 2
5ὧν δ’ ὁ δημιουργὸς αὐτὸς προνοεῖται, καθάπερ ἀρού‐ ρας γεωργός, ἐν ἁπάσαις φύσεσιν ὑπάρχουσιν αὗται καὶ θερμαῖς καὶ ψυχραῖς καὶ ξηραῖς καὶ ὑγραῖς, εἰ μὴ παντάπασί ποτ’ εἰς ἀμετρίαν τινὰ δυσκρασίας ἥκοιεν, ὥσπερ ἡ πετρώδης τε καὶ ψαμμώδης γῆ. καθάπερ οὖν
10γεωργοῦ τέχνην ἅπασα δέχεται γῆ πλὴν τῆς οὕτω μοχθηρᾶς, οὕτω καὶ τὴν τοῦ δημιουργοῦ τῶν ζῴων ἅπασα κρᾶσις σώματος ὑγιεινὴ προσίεται, καὶ πάθος ἤδη τοῦ μέρους οὐ σμικρὸν τὸ ῥυῆναι τῶν βλεφάρων ἢ τῶν ὀφρύων τὰς τρίχας, ὥσπερ οἶμαι καὶ τὰς τῆς
15κεφαλῆς πάθος μέν, ἀλλ’ οὐχ οὕτω μέγα. τὰ γὰρ ἐν σκληρᾷ καὶ ξηρᾷ γῇ φυτά, καθάπερ τὴν γένεσιν ἔχει δύσκολόν τε καὶ πολλῆς προνοίας δεομένην, οὕτω καὶ τὴν ἀπώλειαν οὐ ῥᾳδίαν· ἰσχυρῶς γὰρ ἐνερρίζωται καὶ κρατεῖται καὶ σφίγγεται πανταχόθεν. οὕτω τοι καὶ

3

.

910

τῶν Αἰθιόπων αἱ ‖ κεφαλαὶ σμικρὰς μὲν καὶ ἀναυξεῖς ἔχουσι τὰς τρίχας ὑπὸ ξηρότητος τοῦ δέρματος, ἀλλ’ οὐ φαλακροῦνται ῥᾳδίως. ἅπαντ’ οὖν ταῦτα προγιγνώ‐ σκων ὁ δημιουργὸς ἐπὶ μὲν τοῖς βλεφάροις καὶ ταῖς
5ὀφρύσιν ἄμεινον εἶναι γνοὺς μικρὰς μὲν καὶ ἀναυξεῖς, ἀλλὰ μονίμους ἐργάσασθαι τὰς τρίχας, εἰς σκληρὰ καὶ χονδρώδη δέρματα τὰς ῥίζας αὐτῶν ἐνεπήξατο καθά‐ περ εἰς ἀργιλλώδη τινὰ καὶ πετρώδη γῆν. εἰς μὲν γὰρ αὐτὴν τὴν πέτραν ἐνθεῖναι τὴν ἀρχὴν τοῦ φυτοῦ παν‐
10τάπασιν ἀδύνατον, ὥσπερ οὖν καὶ εἰς ὀστοῦν ῥίζαν
τριχός, ἐπὶ δὲ τῆς κεφαλῆς—εὔκρατον γὰρ ἤδη τὸ χωρίον τοῦτ’ ἦν—οἷον ἄρουραν αὐτῶν ἐποιήσατο, τὸ μέν τι τῆς ἐπιρρεούσης ἰκμάδος ἐκπίνουσαν, ὡς μὴ λυμαίνοιτο τοῖς ὑποκειμένοις, τὸ δέ τι καὶ σκέπουσαν161 in vol. 2
15αὐτὴν τὴν κεφαλήν. ἤδη δὲ καὶ περὶ τὴν τῶν αἰδοίων φύσιν αἱ τρίχες ἅμα μὲν ἐξ ἀνάγκης ἐγένοντο—θερμὰ γὰρ καὶ ὑγρὰ τὰ χωρία—καὶ σκέπην δὲ καὶ κόσμον παρέχουσι τοῖς ταύτῃ μορίοις, ὥσπερ αἱ πυγαὶ μὲν τοῖς κατὰ τὴν ἕδραν, ἡ πόσθη δὲ τῷ αἰδοίῳ. καὶ γὰρ
20καὶ τοῖς ἀναγκαίαν ἔχουσι τὴν γένεσιν εἰς δέον ὁ δη‐

3

.

911

μιουργὸς ἡμῶν κατα‖χρῆται πολλαχόθι περιττὸς ὢν ἐν ἅπασι καὶ δεινῶς εὐμήχανος εἰς τὴν τοῦ βελτίονος αἵρεσίν τε ἅμα καὶ δημιουργίαν. Οὕτως οὖν ἅπαντα τὰ μόρια κοσμῶν
5οὔτε τῶν κατὰ τὰς ὀφρῦς ἠμέλησεν οὔτ’ ἄλλου τινός, ἀλλ’ ὥσπερ εἴρηται νῦν ἤδη, τὴν ἐπιτήδειον ἑκάστῳ τῶν ἐσομένων ὕλην ὑποβάλλεται πρότερον, ἔπειτ’ ἐξ αὐτῆς τὸ δέον ἐργάζεται. καὶ γὰρ οὖν καὶ τὸ κατὰ τὸ μέτωπον δέρμα διότι μὲν κινεῖσθαι βέλτιον ἦν,
10εἴρηται· διότι δ’ ἀμήχανόν ἐστιν ἄνευ μυὸς ὑπάρξαι τινὶ μορίῳ τὴν καθ’ ὁρμὴν κίνησιν ἐπιστάμενος ὑπέ‐ τεινεν αὐτῷ μυώδη τιν’ οὐσίαν λεπτήν. ἀνάλογον γὰρ ἀεὶ τοῖς μεγέθεσι τῶν κινηθησομένων μορίων τοὺς ὄγκους τῶν μυῶν ἀπεργάζεται. καὶ μόνον ἐνταῦθ’
15ἥνωται τὸ δέρμα τῇ μυώδει φύσει, καθάπερ τό τ’ ἔνδον τῶν χειρῶν καὶ κάτω τῶν ποδῶν συμπέφυκε τένοντι.
ὅτι δ’ οὐ σμικρολογούμενος ὑπὲρ τῶν ὀνομάτων, ἀλλ’ ἐνδείξασθαι βουλόμενος αὐτῶν τὴν διαφορὰν ἡνῶσθαι μὲν τὸ κατὰ τὸ μέτωπον ὠνόμασα, συμφυὲς δὲ τὸ κατὰ162 in vol. 2

3

.

912

τὰς χεῖράς τε καὶ τοὺς πόδας ‖ ὑπάρχον, εἴσῃ σαφῶς, εἰ βουληθείης ἐπιμελῶς ἀνατέμνειν τὰ μόρια. τένοντες μὲν γάρ, ὡς ἐν τοῖς περὶ αὐτῶν ἐλέγετο λόγοις, ἀπὸ τῶν ὑπερκειμένων μυῶν εἴς τε τὸ τῆς χειρὸς δέρμα τοὐντὸς
5καὶ τὸ τοῦ ποδὸς τὸ κάτω καθήκοντες αἰσθητικώτερά τε ἅμα καὶ τριχῶν ψιλὰ καὶ δυσπεριτρεπτότερα τῶν ἄλλων ἐργάζονται δερμάτων αὐτά. κατὰ δὲ τὸ μέτω‐ πον ἡ ἐπιπολῆς μοῖρα τῆς ὑποκειμένης οὐσίας τῆς μυώδους αὐτὴ γίγνεται δέρμα. τρίτη δ’ ἄλλη διαφορὰ
10δέρματος ἡ καθ’ ὅλον ἐστὶ τὸ ζῷον προσαρτωμένου τοῖς ὑποκειμένοις, οὐ συμφυομένου. καὶ τετάρτη τῶν κατὰ τὰ χείλη μυῶν συμφθαρέντων, ὡς ἂν εἴποι τις, καὶ δι’ ὅλου κραθέντων τῷ δέρματι. καὶ τούτων οὐ‐ δὲν ἀργῶς οὐδὲ μάτην ἐγένετο. τὰ μὲν γὰρ ἐξηγησά‐
15μεθα διὰ τῶν ἔμπροσθεν, ὡς βέλτιον οὐχ οἷόν τ’ ἦν αὐτοῖς ἑτέρως ἔχειν· ὑπὲρ δὲ τοῦ περὶ τοῖς ὀφθαλ‐ μοῖς δέρματος ἅπαντος ὁ ἐνεστηκὼς ἐπεραίνετο λόγος ἐπιδεικνύντων ἡμῶν, ὅτι τε τῆς ὑποκειμένης σαρκὸς οὐκ ἀποδέρεται, καὶ ὅτι ταὐτὸν μὲν τοῦθ’ ὑπάρχει ‖

3

.

913

καὶ τοῖς ἔνδον τῶν χειρῶν καὶ τοῖς κάτω τῶν ποδῶν. ἀλλ’ οὐ χαλαρὸν ἐκείνων οὐδέτερον, ὥσπερ τὸ κατὰ τὸ μέτωπον, οὐδ’ αἰσθητὴν κίνησιν ἔχον, ὡς ἂν μηδὲ τῆς αὐτῆς ἕνεκα χρείας ἀπεργασθὲν τοιοῦτον. ἐνταυ‐
5θοῖ δ’ εἰ μὴ χαλαρὸν ἦν, οὐκ ἂν οἷόν τ’ ἦν κινεῖ‐
σθαι κατὰ προαίρεσιν. ὅπως οὖν αὐτῷ τοῦθ’ ὑπάρχει, καὶ δὴ φράσω. τῇ μὲν ὑποκειμένῃ φύσει τῇ μυώδει κατὰ πᾶν ἥνωται καὶ μέρος αὐτῆς ἐστι τὸ ἐπιπολῆς, ἀπολέ‐ λυται μέντοι τῶν ὑποκειμένων ὀστῶν ὑπὸ τοῦ περιο‐163 in vol. 2
10στίου διαφραττόμενον ὑμένος, ὃς καὶ αὐτὸς ὅλος χαλα‐ ρὸς ἐπιβέβληται τοῖς ὀστοῖς οὔθ’ ἑνούμενος οὔτε συμφυόμενος αὐτοῖς, ἀλλὰ διὰ λεπτῶν τινων ἰνῶν προσαρτώμενος. οὔκουν ἀλλαχόθι τοιαύτη φύσις ἐγέ‐ νετο δέρματος, ὅτι μηδὲ χρεία. κατὰ δέ γε τῶν μήλων
15τὰ πρὸς τοῖς ὀφθαλμοῖς μέρη μυῶν μὲν οὐκ ἂν εὕροις ὑποβεβλημένην οὐσίαν, ἀλλ’ ὁμοίως τῷ παντὶ δέρματι χαλαρὸν ἔτι τὸν περιόστιον ὑποτεταμένον ἔχονθ’ ὑμένα. τῷ δὲ τό τε κάτωθεν αὐτοῦ μέρος ταῖς γνάθοις εἶναι συμφυὲς τό τε ἄνωθεν ἡνῶσθαι τῇ κατὰ τὸ μέτωπον

3

.

914

ὑπο‖βεβλημένῃ μυώδει φύσει συγκινεῖσθαι τούτοις ἠδυνήθη. καίτοι καὶ τοῦτ’, εἰ βούλει, πέμπτον εἶδος ἀριθμείσθω δέρματος ἐπὶ τοῖς προειρημένοις τέτταρσιν, ἀλλά γε κατὰ τὴν ἰδίαν ἰδέαν οὐδὲν διαφέρει τοῦ
5καθ’ ὅλον τὸ ζῷον. ἐπεὶ δὲ μόνον ὑπὸ δυοῖν δερμά‐ των περιέχεται κινουμένων ἡνωμένον τε καὶ συμφυὲς ὑπάρχον αὐτοῖς, τῆς κατὰ προαίρεσιν ἐν τούτῳ μετέσχε κινήσεως καὶ ταύτῃ διήνεγκε καὶ αὐτὸ τοῦ καθ’ ὅλον τὸ ζῷον δέρματος. διὰ δὲ τὴν αὐτὴν σοφίαν τοῦ δη‐
10μιουργοῦ καὶ ἡ τῶν χειλῶν οὐσία μόνη τοιαύτη γέγο‐ νεν, ὡς ἤτοι μῦν ἄν τινα δερματώδη καλεῖν αὐτὴν
ἐνδίκως ἢ μυῶδες δέρμα. καὶ γὰρ καὶ κινεῖσθαι κατὰ προαίρεσιν ἐδεῖτο καὶ πολὺ τῶν ἄλλων μυῶν γενέσθαι σκληροτέραν, ὅθεν ἐκ δέρματός τε καὶ μυὸς αὐτὴν164 in vol. 2
15συνεκεράσατο. Τέτταρες δ’ εἰσὶν ἀρχαὶ τῶν εἰς τὰ χείλη καθηκόντων μυῶν, ἐναργεῖς μὲν καὶ σαφεῖς πρὶν ἀναμίγνυσθαι τῷ δέρματι, συγκεραννύμεναι δ’ αὐτῷ παντελῶς ἀσαφεῖς εἰσι καὶ ἀχώριστοι τῆς ἐκείνων
20φύσεως. ὅλῃ γάρ, ὡς εἴρηται, τῇ μυώδει φύσει κρα‐

3

.

915

θείσης τῆς δερματώδους ὅλης ‖ τὰ χείλη τοῖς ζῴοις ἐγένετο. διὰ τί δὲ τέτταρες οἱ ἐμβάλλοντες εἰς αὐτὰ μύες εἰσὶ καὶ διὰ τί δύο μὲν ἀπὸ τοῦ κάτω πέρατος ἀρχόμενοι τῆς κάτω γένυος, ἕτεροι δὲ δύο μικρὸν ὑπο‐
5κάτω τῶν μήλων, καὶ ὡς οὔτε πλείους ἐχρῆν αὐτοὺς οὔτ’ ἐλάττους οὔτε μείζους οὔτε μείους οὔθ’ ἑτέρωθεν ἀρχομένους γενέσθαι, ταῦτ’ ἤδη δίειμι. τέτταρες μέν εἰσι, διότι καὶ τέτταρας ἐχρῆν ἀρχὰς εἶναι κινήσεων τοῖς χείλεσιν, ἑκατέρῳ δύο, τὴν μὲν εἰς ἀριστερά, τὴν
10δ’ εἰς δεξιὰ περιάγουσαν. ἀνάλογον δ’ αὐτοῖς τὰ μεγέθη τῶν κινηθησομένων ὀργάνων. αἱ κεφαλαὶ δ’ ἀνήρτηνται τῶν μὲν ἄνωθεν ὡς ἐπὶ τὰ μῆλα· λοξῶν γὰρ ἔμελλον ἐξηγήσεσθαι κινήσεων ἑκατέρῳ τοῦ χεί‐ λους τῷ μέρει· τῶν δ’ αὖ κάτω, λοξὴ μὲν καὶ τούτων
15ἡ σύμπασα θέσις, λοξαὶ δ’ αἱ κινήσεις. ἡ δ’ αὐτὴ σοφία κἀνταῦθα τοῦ δημιουργοῦ τῇ μυριάκις ἤδη δε‐ δειγμένῃ. διὰ γὰρ τῶν τεττάρων μυῶν ὀκτὼ κινήσεις εἰργάσατο, τέτταρας μὲν τὰς λοξάς, ἐφ’ ἑκατέρου χεί‐
λους δύο, πρὸς αὐταῖς δ’ ἑτέρας εὐθείας τέτταρας,165 in vol. 2

3

.

916

δύο μὲν τὰς ἀκριβῶς εὐθείας, ὅταν ‖ ἤτοι πλεῖστον ἀπ’ ἀλλήλων διιστῆται τὰ χείλη, τὸ μὲν ἀνατεινόμενον ὡς ἐπὶ τὴν ῥῖνα, τὸ δὲ κατασπώμενον ὡς ἐπὶ τὸ γέ‐ νειον, ἢ συνάγηται πρὸς ἄλληλα, τὸ μὲν ἄνωθεν κάτω,
5τὸ δ’ αὖ κάτωθεν ἄνω φερόμενον· ὡς γὰρ ἐπί τε καρποῦ καὶ βραχίονος ἐδείκνυμεν ἐκ τῶν λοξῶν κινή‐ σεων τὰς εὐθείας γεννωμένας, οὕτως ἔχει κἀπὶ τῶν χειλῶν. ἑνὸς μὲν γὰρ ἐνεργοῦντος μυὸς καθ’ ὁποτε‐ ρονοῦν αὐτῶν ἐπὶ τὸ πλάγιον ἡ κίνησις· εἰ δ’ ἄμφω
10ταθεῖεν, οὕτως ἤδη σύμπαν τὸ χεῖλος ἀνασπᾶται μὲν ὑπὸ τῶν ἄνωθεν μυῶν, κατασπᾶται δ’ ὑπὸ τῶν κάτω‐ θεν. ἀλλὰ καὶ τῶν μὲν ἔξωθεν ἰνῶν ἐκτεινομένων ἐκτρέπεσθαι συμβαίνει τοῖς χείλεσιν, ἐντρέπεσθαι δὲ καὶ ὑποπτύσσεσθαι διὰ τῶν ἐντός, ὥστε καὶ τούτων
15τῶν δύο συναριθμουμένων ταῖς ἀκριβῶς εὐθείαις τέτ‐ ταρας μὲν τὰς ἐξ ἐπιμέτρου προϊούσας, ὀκτὼ δὲ τὰς πάσας αὐτῶν γίγνεσθαι κινήσεις. αἱ μὲν γὰρ λοξαὶ τέτταρες τυγχάνουσι· τῶν δ’ ἔξωθεν αὐταῖς προσερ‐ χομένων τῶν δὴ νῦν λελεγμένων μία μὲν ἐν τῷ διί‐
20στασθαι τὰ χείλη γίγνεται, δευτέρα δ’ ἐν τῷ συνάγε‐

3

.

917

σθαι, ‖ τρίτη δ’ ἐκτρεπομένων, τετάρτη δ’ ὑποπτυσσο‐ μένων. ὅπως δ’ ἐπὶ πλεῖστον οὐχ αὗται μόνον, ἀλλὰ καὶ σὺν αὐταῖς αἱ κατὰ τὰς γνάθους ἐπιτελοῖντο, μῦν πλατὺν καὶ λεπτὸν ἡ φύσις ἔξωθεν ἀπέτεινεν, ἕνα
5καθ’ ἑκάτερον μέρος, ἄχρι τῆς κατὰ τὸν τράχηλον
ἀκάνθης ἐκτεταμένον. ἀναφέρονται δ’ αὐτῶν αἱ ἶνες, αἱ μὲν ἀπὸ στέρνου τε καὶ τῶν κλειδῶν ἑκατέρας, ὅσον τῷ στέρνῳ συνεχές, ὄρθιαι πρὸς τὸ κάτω χεῖλος, αἱ δ’ ἀπὸ τοῦ λοιποῦ τῶν κλειδῶν ἤδη λοξαὶ πρὸς166 in vol. 2
10τὰ πλάγια τῶν χειλῶν. λοξότεραι δ’ ἔτι μᾶλλον τού‐ των αἱ ἀπὸ τῶν ὠμοπλατῶν ἀνερχόμεναι πρός τε τὰ πλάγια τῶν χειλῶν καὶ ὅσον τούτοις συνεχές ἐστι τῶν γνάθων. ὡς τό γε ὑπόλοιπον [ἁπάντων] τῶν γνάθων ὀπίσω πᾶν ὡς ἐπ’ ὦτα τείνουσιν ἕτεραί τινες
15ἶνες. ἠγνόηται δ’ ὁ μῦς οὗτος τοῖς ἀνατομικοῖς ἀν‐ δράσι, καίτοι πάμπολύ τι νεύρων πλῆθος ἐξ ἁπάντων σχεδόν τι τοῦ τραχήλου τῶν σφονδύλων δεχόμενος. ἀλλ’ ἡ κίνησις αὐτοῦ φανεῖταί σοι σαφῶς, εἰ κλείσας τὴν γένυν ἀκριβῶς ἐπὶ πλεῖστον ἀπάγειν ἐθέλοις ἐφ’

3

.

918

ἕκαστον ὧν εἶπον ‖ μερῶν τὰ χείλη τε καὶ τὰς γνάθους. εὑρημένης δὲ τῆς ἐνεργείας τούτου τοῦ μυὸς εὐθὺς καὶ ἡ χρεία πρόδηλος, ὡς εἴς τε τὰς διαλέκτους καὶ τὰς μασήσεις ἱκανῶς συντελεῖ. ὅτι δὲ καὶ τὰ νεῦρα
5βέλτιον ἦν εἰς μὲν τὸ κάτω χεῖλος ἀπὸ τῶν διὰ τῆς κάτω γένυος ἰόντων ἀγαγεῖν, εἰς δὲ θάτερον ἀπὸ τῶν διὰ τῆς ἄνω, καὶ τοῦτ’ οἶμαι πρόδηλον. οὕτω δὲ καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας ἀπὸ τῶν πλησίον κειμέ‐ νων εἰς ἑκάτερον αὐτῶν ἀποφῦσαι μακρῷ βέλτιον ἦν
10ἢ πόρρωθέν ποθεν ἐπάγεσθαι ζητεῖν. ἀλλὰ περὶ μὲν τῆς τῶν ἀρτηριῶν καὶ φλεβῶν καὶ νεύρων εἰς ἅπαντα τὰ μέλη δικαίας διανομῆς ἐπὶ προήκοντι τῷ λόγῳ
γεγράψεται. Τὰ δὲ τῆς ῥινὸς πτερύγια διότι μὲν167 in vol. 2
15ἐχρῆν εἶναι χονδρώδη τε ἅμα καὶ κατὰ προαίρεσιν τοῦ ζῴου κινούμενα, τὸ μέν πού τι καὶ πρόσθεν εἴρηται, τὸ δέ τι καὶ νῦν ὑπομνήσομεν. ἐπί τε γὰρ ταῖς ἀθροω‐ τέραις εἰσπνοαῖς, ὡς δ’ αὔτως καὶ ταῖς ἐκφυσήσεσιν ἡ κίνησις αὐτῶν οὐ σμικρὰ συντελεῖ. διὰ τοῦτο μὲν

3

.

919

οὖν ἐγένετο κινού‖μενα, χονδρώδη δέ, διότι δύσθλα‐ στός τε ἅμα καὶ δύσθραυστος ἥδε ἡ οὐσία. κατὰ δὲ τὴν τοῦ ζῴου βούλησιν ἡ κίνησις αὐτῶν ὅτι καλῶς γίγνεται μᾶλλον ἢ εἰ χωρὶς ὁρμῆς ἐκινεῖτο ταῖς ἀρτη‐
5ρίαις ὁμοίως, εἰ μή τις ἤδη καὶ καθ’ ἑαυτὸν λογίζε‐ σθαι δύναται, ῥᾳθύμως ὡμίλησε τοῖς ἔμπροσθεν ἅπασι λόγοις. καὶ μέν γε καὶ ὡς ἀναγκαῖον αὐτοῖς ἐμφύεσθαι μῦς, εἰ μέλλοιεν οὕτω κινηθήσεσθαι, καὶ τοῦτ’ ἤδη χρή τινα συνιέναι μυριάκις ἀκηκοότα περὶ κινήσεώς
10τε καὶ φύσεως μυῶν. ἀλλ’ ἴσως, τίνες οἱ μύες οὗτοι καὶ πηλίκοι καὶ πῶς κείμενοι καὶ πόθεν ὁρμώμενοι καθήκουσιν εἰς τὰ τῆς ῥινὸς πτερύγια, παρ’ ἡμῶν ἀξιοῦσι μαθεῖν· οὐ γὰρ ἔτι λόγου ταῦτά γε, ἀλλὰ τῆς ἀνατομῆς ὑπάρχειν εὑρήματα. διδάσκωμεν οὖν ἤδη
15πρῶτον μὲν αὐτῶν τὴν ἔκφυσιν ὑποκάτω τῶν μήλων γιγνομένην ἐγγὺς ταῖς ἀρχαῖς τῶν ἐπὶ τὰ χείλη καθη‐ κόντων μυῶν, ἐφεξῆς δὲ τὴν θέσιν, ὅτι τούτοις ἄχρι τινὸς ὁμιλοῦντες ἀεὶ καὶ μᾶλλον ἀποχωροῦσιν ἐπὶ τὴν ῥῖνα λοξοί. μικροὶ δὲ δήπουθέν εἰσιν ἀνάλογον τοῖς

3

.

920

κινουμένοις ὑπ’ αὐτῶν μορίοις. ‖ ἢ τοῦτο μὲν οὐκ ἐχρῆν ἔτι με λέγειν, ὡς ἤδη πεπεισμένοις τοῖς ἀνα‐
γιγνώσκουσι ταυτὶ τὰ γράμματα περὶ τῆς προνοίας τοῦ δημιουργοῦ. καὶ γὰρ ὅτι παρὰ τῶν διὰ τῆς ἄνω168 in vol. 2
5γένυος ἰόντων νεύρων ἐπ’ αὐτοὺς ἀποβλαστήματα φέρεται σμικρά, περιττὸν μὲν ἦν ἔτι λέγειν, ὅμως δ’ ἕνεκα τοῦ μηδὲν λείπειν τῷ λόγῳ λελέχθω καὶ τοῦτο. κατὰ ταὐτὰ δὲ καὶ περὶ τοῦ τοὺς πόρους τῆς ῥινὸς ὑπαλείφοντος χιτῶνος ἴσως μὲν οὐδὲν ἐχρῆν ἔτι λέγειν
10ἀκροατῇ μνήμονι· λεγέσθω δ’ οὖν καὶ οὗτος ἕνεκα διττῆς χρείας τοῖς ζῴοις γεγονέναι, προτέρας μέν, ὥσπερ ὁ τὸν λάρυγγά τε καὶ τὴν τραχεῖαν ἀρτηρίαν ὅλην ὑπεζωκὼς ἔνδοδεν, ἑτέρας δ’, ἵν’ αἰσθήσεως μεταλάβῃ τὸ πᾶν ὄργανον· οὐ γὰρ δὴ τό γ’ ὀστοῦν
15τῆς ῥινὸς ἢ ὁ χόνδρος οἷά τ’ ἦν αἰσθάνεσθαι. περὶ δὲ τῶν εἰς τὸν χιτῶνα τόνδε καταφυομένων νεύρων οὐδὲν ἔτι δέομαι λέγειν· εἴρηται γὰρ ὑπὲρ αὐτῶν ἔμπροσθεν αὐτάρκως, ἡνίκα τὰς κατὰ συζυγίαν ἐκφύ‐ σεις ἐξ ἐγκεφάλου διῄειν τῷ λόγῳ. καὶ μέν γε καὶ

3

.

921

περὶ τῶν τρημάτων τῆς ῥινός, ‖ ἃ κοινὰ πρὸς τοὺς ὀφθαλμούς ἐστιν αὐτῇ, διήκοντα καθ’ ἑκάτερον μέρος ἄχρι τοῦ μεγάλου κανθοῦ, σὺν τῇ τῶν ἄλλων τῶν κατ’ ὀφθαλμοὺς ἐξηγήσει μορίων ἔμπροσθεν εἴρηται.
5καὶ χρὴ μήτε τῶν ἤδη προειρημένων αὖθις ἐθέλειν ἀκούειν ὅσα τε παραλέλειπται σμικρὰ ῥᾳδίως νοεῖσθαι δυνάμενα τοῖς ἐπιμελῶς ἀνεγνωκόσι τὰ γεγραμμένα, ταῦθ’ ἑκόντας ἡμᾶς ἡγεῖσθαι παραλελοιπέναι. τῶν γὰρ ἀνάλογον αὐτοῖς ἐχόντων μυριάκις ἤδη τὴν ἐξή‐
10γησιν πεποιημένοι ῥᾴστην ἡγούμεθ’ εἶναι καὶ τὴν τῶν
παραλελειμμένων εὕρεσιν. Ὅσον οὖν ἔθ’ ὑπόλοιπόν ἐστι τῶν κατὰ τὴν κεφαλὴν ἐξηγήσεως δεόμενον, αὖθις ἐπάνιμεν ὡς οἷόν τε διὰ βραχυτάτων ἀρξάμενοι πάλιν ἀπὸ τοῦ169 in vol. 2
15πλήθους τε καὶ τῆς θέσεως τῶν ὀστῶν. διὰ τί γὰρ ἑπτὰ μὲν αὐτῆς τῆς κεφαλῆς ἐστιν, ἐννέα δὲ τῆς ἄνω γένυος, δύο δὲ τῆς κάτω, δίκαιον ἐπίστασθαι τόν γε μηδὲν τῶν ἔργων τῆς φύσεως ἄγνωστον ἐθέλοντα

3

.

922

καταλείπειν, ὅσπερ δὴ καὶ μόνος ‖ ἐστὶν ὁ δικαίως φυ‐ σικὸς ὀνομασθησόμενος. ἀναμνησθῆναι δὲ χρὴ πάλιν κἀνταῦθα τῶν πρόσθεν εἰρημένων ὑπὲρ ἁπάσης ὀστῶν συνθέσεως. ἤτοι γὰρ ἕνεκα κινήσεως ἢ διαπνοῆς ἢ
5διόδου τινὸς ἢ τῆς τῶν μερῶν ἑτερότητος ἢ ἀσφαλείας τε καὶ δυσπαθείας ἡ σύνταξις αὐτῶν ἐγένετο, κινήσεως μὲν ἕνεκεν ἐν δακτύλοις καὶ καρποῖς καὶ ἀγκῶσι καὶ ὤμοις καὶ ἰσχίοις καὶ γόνασι καὶ ἀστραγάλοις καὶ πλευραῖς καὶ σφονδύλοις καὶ ἁπάσαις ἁπλῶς ταῖς διαρ‐
10θρώσεσι, διαπνοῆς δέ, καθάπερ ἐπὶ τῶν ῥαφῶν ἐλέ‐ γετο, τῆς τε τοῦ περικρανίου γενέσεώς τε ἅμα καὶ διόδου καί τινων ἀγγείων τῶν μὲν ἔσωθεν ἔξω, τῶν δ’ ἔξωθεν ἔσω διηκόντων ἕνεκεν αἱ ῥαφαὶ τῆς κεφα‐ λῆς ἐδείκνυντο γεγονέναι. καὶ μέν γε καὶ δυσπάθειάν
15τέ τινα καὶ ἀσφάλειαν ὑπάρχειν ἅπασι τοῖς ἐκ πολλῶν συγκειμένοις ἐν αὐτοῖς τε τοῖς περὶ τῶν ῥαφῶν τῆς κεφαλῆς λόγοις ἐπεδείξαμεν ἐπί τε τῶν χειρῶν οὐχ ἥκιστα. τῆς δὲ τῶν ἐν τοῖς ὀστοῖς μερῶν διαφορᾶς

3

.

923

ἕνεκα καὶ τὰς ἐν τοῖς λεπιδοειδέσιν ἐλέγο‖μεν γεγο‐ νέναι συνθέσεις. ἀλλὰ καὶ τῶν κώλων αἱ κεφαλαί,
ἅσπερ δὴ καὶ ἐπιφύσεις ὀνομάζουσι καὶ κονδύλους, διὰ τὴν αὐτὴν αἰτίαν γεγόνασιν. ἔνθα γὰρ ἂν ὀστοῦν170 in vol. 2
5μυελὸν ἔχῃ, τούτῳ καθάπερ ἐπίθημα τοῖς πέρασιν ἑκατέρωθεν ὡς τὰ πολλὰ κεφαλὴν ἰδεῖν ἔστιν ἐπιφυο‐ μένην. καί μοι δοκεῖ τοῦτον αὐτὸν ἤδη τὸν λόγον ἀρχὴν ποιήσασθαι τοῖς προκειμένοις καὶ δεῖξαι πρῶ‐ τον μέν, διὰ τί τῆς κάτω γένυος ἐχούσης μυελὸν ἄμοι‐
10ρός ἐστι τελέως οὐσίας τοιαύτης ἡ ἄνω· δεύτερον δὲ διὰ τί, καίτοι μυελὸν ἐχούσης τῆς κάτω, κατ’ οὐδέτερον αὐτῆς τῶν περάτων ἐπίφυσίς ἐστιν, οἷον βραχίονι καὶ πήχει καὶ κερκίδι καὶ μηρῷ καὶ κνήμῃ καὶ περόνῃ καὶ ὅλως τοῖς μυελὸν ἔχουσιν. εὐθὺς δὲ τούτοις συν‐
15αποδειχθήσεται καὶ διὰ τί τὸ τῆς ἄνω γένυος ὀστοῦν οὐκ ἔχει μυελόν, ὥσπερ τὸ τῆς κάτω, κατά τινα γένη ζῴων. ἢν δὲ δὴ ταῦτα δείξωμεν, οὕτως ἤδη καὶ τὸν περὶ τοῦ πλήθους τε καὶ τῆς θέσεως αὐτῶν ἐπάνιμεν λόγον. ἀρκτέον οὖν ἀπὸ τοῦ σαφέστατα φαινομένου
20κατὰ πάντα τὰ ζῷα, τοῦ μηδὲν τῶν μικρῶν ὀστῶν

3

.

924

μυελὸν ἔχειν, ‖ ὅτι μηδὲ κοιλίαν ἀξιόλογόν τινα καὶ μεγάλην μίαν, ἀλλὰ τὰς σήραγγας μόνον καὶ ταύτας ὀλίγας τέ τινας καὶ στενάς. εἰ γὰρ δὴ πρὸς τῷ μικρὸν εἶναι καὶ κοῖλον ἐγεγένητο, παντάπασιν ἂν ἦν ἀσθε‐
5νές, ὥσπερ εἰ καὶ τῶν μεγάλων τι πλῆρες ἦν καὶ πυκνόν, ἐσχάτως ἂν ἦν βαρύ τε καὶ δύσφορον. ὅπου γὰρ καὶ νῦν μεγίστων τῶν κινησόντων ἐδεήθη μυῶν κνήμη καὶ μηρὸς καὶ βραχίων καὶ πάνθ’ ὅσα ἄλλα
τοιαῦτα, τί χρὴ νομίζειν, εἰ μήτε κοιλίας εἶχεν οὕτω171 in vol. 2
10μεγάλας μήτ’ ἀραιότερα ταῖς συστάσεσιν ἐγεγόνει; καὶ τούτου μέγιστον τεκμήριον τὸ τοῖς μὲν ἀσθενέσιν ἅπασι ζῴοις χαυνότερά τε καὶ κοιλότερα, τοῖς δ’ ἰσχυ‐ ροτέροις πυκνότερά τε καὶ πληρέστερα τὰ ὀστᾶ γεγο‐ νέναι, φυλαττομένης οἶμαι τῆς φύσεως ἀσθενεστέρων
15ὀργάνων ἐξάπτειν βάρη μεγάλα. οὕτω τοι καὶ κύων καὶ λύκος καὶ πάρδαλις καὶ πάνθ’ ὅσα μυσὶ καὶ νεύ‐ ροις σύντονα συῶν καὶ οἰῶν καὶ αἰγῶν πυκνοτέραν τε πολὺ καὶ σκληροτέραν ἐκτήσατο τὴν τῶν ὀστῶν

3

.

925

οὐσίαν, καὶ τό γε πάντων σφο‖δρότατόν τε καὶ συν‐ τονώτατον ζῷον, ὁ λέων, ἀμύελα πάντ’ ἔχειν πεπίστευ‐ ται. τῷ γὰρ ὄντι τὰ μὲν ἄλλα σύμπαντ’ αὐτοῦ μέλη τοιαύτην ἔχει σαφέστατα τῶν ὀστῶν τὴν οὐσίαν· κατὰ
5δὲ τοὺς μηροὺς καὶ εἰ δή τι τοιοῦτον ἕτερον κῶλον, ἀμυδρὰ καὶ λεπτὴ διατετάσθαι σοι δόξει κατὰ τὸ μέ‐ σον αὐτῶν κοιλότης, ὥστε τοῦτο μέν, εἴπερ τι καὶ ἄλλο, τῶν ἐναργεστάτων ἐστίν, εἰς τὴν τῶν μυῶν ἀσθένειάν τε καὶ ῥώμην ἀποβλέπουσαν τὴν φύσιν ἀνά‐
10λογον αὐταῖς ἐργάζεσθαι τὰ βάρη τῶν ὀστῶν. ἐπεὶ γὰρ διττὸς ἦν αὐτῇ τῆς ὅλης κατασκευῆς αὐτῶν ὁ σκοπός, ὡς μὲν πρὸς τὴν ἰδίαν ἀσφάλειαν ἡ σκληρό‐ της, ὡς δὲ πρὸς τὴν τοῦ ζῴου κίνησιν ἡ κουφότης, καὶ ἦν ἐς ταὐτὸν συνελθεῖν ἄμφω ταῦτα οὐκ εὐπετές
15—ἡ μὲν γὰρ ἐκ πυκνότητος καὶ σκληρότητος, ἡ δ’ ἐκ τῶν ἐναντίων ἐγεννᾶτο—δῆλον, ὡς τὸ χρηστότερον αὐτῶν ἑλέσθαι βέλτιον ἦν. χρηστότερον δ’ ἐστὶ τοῖς
ζῴοις ἡ κίνησις, ὡς ἂν καὶ κατὰ τὴν οὐσίαν αὐτῶν ὑπάρχουσα. οὐ γὰρ ᾗ ζῷον, πάντως δυσπαθές, ἀλλ’172 in vol. 2
20ἐξ ἑαυτοῦ κινούμενον. ἐφ’ ὧν μέντοι διά τε τὸ σύν‐

3

.

926

τονον τῶν ‖ μυῶν καὶ ὅλου τοῦ ζῴου τὴν ῥώμην οἷόν τ’ ἦν ἄμφω παρεσκευάσθαι, τούτοις ἅπασι πυκνὰ καὶ σκληρὰ καθάπερ τινὰς λίθους ἀπειργάσατο τὰ ὀστᾶ καὶ τοῦθ’ οὕτως ἐπὶ πάντων φυλάττει τῶν ζῴων,
5ὥστ’ οὐ μόνον πεζὸν οὐδέν, ἀλλ’ οὐδὲ πτηνὸν οὐδ’ ἔνυδρον ἄλλως ἔχει. καὶ γὰρ οὖν καὶ τοῖς ἀετοῖς πυκνοτάτη τέ ἐστι καὶ σκληροτάτη τῶν ὀστῶν ἡ σύγ‐ κρισις· ἑξῆς δ’ αὐτῶν τοῖς ἀλκίμοις ἱέραξιν ὥσπερ κίρκῳ καὶ φασσοφόνῳ καὶ τοῖς ὁμοίοις· ἔπειτ’ ἤδη
10καὶ τοῖς ἄλλοις, ἀλέκτορσί τε καὶ νήτταις καὶ χησὶ χαύνη τε ἅμα καὶ κοίλη καὶ κούφη τῶν ὀστῶν ἡ σύ‐ στασις. εἴπερ οὖν ἄνθρωπος οὐ κατὰ λέοντ’ ἐστὶ τὴν ῥώμην οὔτ’ οὖν τῶν μυῶν οὔθ’ ὅλου τοῦ σώμα‐ τος, εὐλόγως αὐτῷ τὰ μέγιστα τῶν ὀστῶν οὐ κοῖλα
15μόνον, ἀλλὰ καὶ χαῦνα γέγονε. καὶ μὴν εἴπερ εὐλό‐ γως ἐστὶ κοῖλα, καὶ δέδεικται μυριάκις ἤδη κατὰ τὸν ἔμπροσθεν λόγον ἅπασι τοῖς ἕνεκά του γεγονόσι πρὸς ἄλλο τι συγχρωμένη καλῶς ἡ φύσις, οὐκ ἔμελλεν αὐτὰ περιόψεσθαι κενά, δυναμένη γε δή τινα παρα‐

3

.

927

σκευὴν τροφῆς οἰκείας αὐτοῖς ἐναποθέσθαι. ‖ δέδεικται δ’ ἐν Τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ὅτι τε μυελός ἐστιν ἡ οἰκεία τροφὴ τῶν ὀστῶν ὅτι τε τοῖς οὐκ ἔχουσι κοιλίας ὀστοῖς ἐν ταῖς σήραγξι τοιοῦτόν
5τι περιέχεται, καὶ μέν γε καὶ ὡς οὐ χρὴ θαυμάζειν,
εἰ παχύτερος ὁ μυελός ἐστι τοῦ κατὰ τὰς σήραγγας χυμοῦ, καίτοι τῆς αὐτῆς χρείας ἕνεκεν ἐκείνῳ γεγονώς. διὰ ταῦτα μὲν δὴ μυελὸν ἔσχεν ὅσα κοῖλα τῶν ὀστῶν. ἐπιφύσεις δὲ τῶν κεφαλῶν οὐκ εὐθὺς ὅσα μυελὸν ἔχει173 in vol. 2
10σύμπαντα κέκτηται. καὶ γὰρ καὶ ἡ κάτω γένυς ἔχει μέν τινα μυελὸν ἐντὸς ἑαυτῆς, ἐπίφυσιν δ’ οὐκ ἔχει· πυκνοτέρα γάρ ἐστιν ἢ ὡς ἐπιφύσεως δεῖσθαι. συν‐ ελθόντων οὖν ἐς ταὐτὸν ὀστοῦν ἀμφοῖν ἅμα, χαυνό‐ τητός τε καὶ κοιλότητος, εὐθέως αὐτῷ κεφαλήν τινα
15κατὰ πέρας ἐπιφυομένην ἰδεῖν ἔστιν, ὅτι τε δεῖταί τινος ἐπιθήματος ὅτι τε τοῦτο πυκνὸν εἶναι χρὴ καὶ στερρόν, καὶ μάλισθ’ ὅταν εἰς διάρθρωσιν περαίνῃ· σκληρῶν γὰρ δεῖται τῶν διαρθρουμένων ὀστῶν, ὡς ἂν συνεχῶς μελλόντων κινεῖσθαί τε καὶ περὶ ἄλληλα

3

.

928

τρίβεσθαι. πάλιν ‖ οὖν ἀναμνησθῆναι χρὴ μιᾶς τῶν εἰρημένων ὁποία τίς ἐστιν ὀλίγον ἔμπροσθεν χρειῶν κατὰ τὰς συνθέσεις τῶν ὀστῶν. οὐ γὰρ οἷόν τε καθ’ ἓν αὐτῶν ἐναντία ταῖς φύσεσιν ἑνοῦσθαι καλῶς μόρια.
5πῶς γὰρ ἂν ἀραιῷ τὸ πυκνὸν ἢ σκληρῷ τὸ χαῦνον εἰς ἕνωσιν ἀφίκοιτο φίλιόν τε καὶ δύσλυτον; οὕτως οὖν ἐλέγετο καὶ τὰ λεπιδοειδῆ κατὰ τὴν κεφαλὴν ὀστᾶ πανσόφως ἐξευρῆσθαι τῇ φύσει, συνάπτοντα τοῖς τῶν κροτάφων ὀστοῖς πυκνοῖς καὶ σκληροῖς οὖσι χαῦνα
10καὶ σηραγγώδη τὰ τοῦ βρέγματος. ὁμοίας δὴ χρείας ἕνεκα καὶ αἱ κεφαλαὶ τῶν κώλων ἅπασι γεγόνασι πυκναὶ καὶ σκληραὶ χαύνοις καὶ ἀραιοῖς ἐπιφυόμεναι. πῶς οὖν ἡ φύσις κἀνταῦθα; τοῦ μὲν ἑνοῦν ἀλλήλοις
τὰ ἐναντία κατέγνω, φιλίαν δ’ αὐτοῖς τινα καὶ ἄλυπον174 in vol. 2
15ὁμιλίαν ἐκ τοῦ τρόπου τῆς συμφύσεως ἐμηχανήσατο χόνδρον ἑκατέροις ἐπαλείψασα καθάπερ τινὰ κόλλαν, ὃς τοῦ μὲν χαύνου τῶν ὀστῶν ἀναπληρώσας τε τὰς ἐν τοῖς πέρασι σήραγγας ἐκλεάνας τε τὰς τραχύτητας,

3

.

929

τῷ δὲ σκληρῷ περιχυθεὶς ἔξωθεν ‖ ἔδησεν αὐτὰ πρὸς ἄλληλα καὶ συνέφυσε δι’ ἑαυτοῦ μέσου καλῶς οὕτως, ὥστε, εἰ μή τις ἢ καθεψήσειεν ἢ ξηράνειεν αὐτά, λαν‐ θάνειν τὴν σύνθεσιν. ἔνθα δ’ ἂν μὴ πολὺ τὸ διαλ‐
5λάττον ᾖ τῶν ὀστῶν, ἀλλὰ βραχεῖ τινι τοῦ περιέχοντος τὴν κοιλότητα τὸ κατακλεῖον αὐτὴν πέρας ὑπάρχῃ πυκνότερον, ἐνταῦθ’ ἡ φύσις οὐδὲν δεῖται φιλοτεχνεῖν ἐπίφυσιν, ὥσπερ οὐδ’ ἐπὶ 〈τοῦ〉 τῆς κάτω γένυος. οὐ γὰρ δὴ μικρῷ τινι τοῦτο βραχίονός τε καὶ μηροῦ καὶ τῶν
10ἄλλων τῶν τοιούτων ὀστῶν ὑπάρχον πυκνότερον, ἀλλ’ ὅλῳ καὶ παντὶ διαφέρον ἱκανὸν ἑαυτῷ γίγνεται κατα‐ κλείειν τὸν μυελὸν ἄνευ τινὸς ἔξωθεν ἐπιφύσεως. ἡ δ’ αἰτία τοῦ μὲν πολὺ σκληρότερον ἐκείνων γενέσθαι καὶ διὰ τοῦτο κοιλότητα σμικρὰν ἔχειν ἡ γυμνότης
15ἐστίν. εἰ μὴ γὰρ κἂν ἐκ τῆς ἰδίας οὐσίας τὴν δυσπά‐ θειαν ἐκτήσατο, ῥᾳδίως ἂν ἐθλᾶτό τε καὶ συνετρίβετο προπετὲς οὕτω καὶ ψιλὸν ἐκκείμενον. τοῦ δ’ ὅλως ἔχειν κοιλότητα, καίτοι δεόμενον εἶναι σκληρόν, οἱ κροταφῖται μύες ἔχουσι τὴν αἰτίαν οὐκ ὄντες ἡμῖν

3

.

930

οὕτως ἰσχυροὶ ‖ καθάπερ ἐπὶ λεόντων, ὡς πυκνὸν καὶ
σκληρὸν καὶ πλῆρες ὀχεῖν ἀλύπως ὀστοῦν. καὶ μὲν δὴ καὶ ἐδεῖτό γε πάντως ἐν τῷ δάκνειν ἔχων τὴν τῆς ῥώμης ἐνέργειαν ὁ λέων ἰσχυρᾶς γένυος. οὐδὲ γὰρ175 in vol. 2
5ὀδόντας ἰσχυροὺς ἐν αὐτῇ κατέπηξεν ἂν ἡ φύσις, εἰ μὴ καὶ αὐτὴν πρότερον ἀπειργάσατο τοιαύτην. οὕτω δὲ καὶ τὸν αὐχένα σύμπαντα κρατερὸν ἐδημιούργησεν αὐτῷ συμφύσασα πρὸς ἀλλήλους διὰ συνδέσμων ἰσχυ‐ ρῶν τοὺς ταύτῃ σφονδύλους. ἀλλ’ ἄνθρωπός γε, πολι‐
10τικόν τε καὶ ἥμερον ὑπάρχων ζῷον, εὐρώστου μὲν οὕτω γένυος οὐκ ἐδεῖτο, δυσπαθεστέρας μέντοι χρῄζων αὐ‐ τῆς ἢ κατὰ βραχίονα καὶ μηρόν, ἀλλὰ καὶ κούφης ἅμα διὰ τοὺς κροταφίτας μῦς ἀκριβῶς ἁρμόττουσαν ἑκατέρᾳ τῇ χρείᾳ κέκτηται. διὰ τὴν αὐτὴν οὖν πρό‐
15νοιαν οὐδ’ ὅλως ἔχει μυελὸν ἡ ἄνω γένυς, ὅτι μηδὲ κινεῖται τὴν ἀρχήν. ἀφαιρεθείσης γὰρ τῆς ἑτέρας χρείας εἰς δυσπάθειαν μόνην παρεσκευάσθη, τοῦτο δ’ ἐκ τοῦ πλήθους τῶν ὀστῶν ἐδείχθη γιγνόμενον. Ἀλλὰ καὶ τὸ τὰς ἀνομοιότητας αὐτῶν ‖

3

.

931

γραμμαῖς ἀπ’ ἀλλήλων ὁρίζεσθαι, μὴ δυναμένας ἑνω‐ θῆναι καλῶς, ἄμεινον ὑπάρχειν ἐδείκνυμεν. ἔστι δ’ οὐχ ἥκιστα καὶ τοῦτο τῇ ἄνω γένυϊ. σύγκειται γὰρ ἐξ ἀνομοίων ὀστῶν ταῖς οὐσίαις, ὅτι καὶ ταῖς χρείαις·
5τὰ μὲν γὰρ τῶν μήλων παχύτατα, τὰ δὲ τῆς ῥινὸς λεπτότατα, τὰ δ’ ἄλλα σκληρότατα. τὴν γὰρ δυσπά‐ θειαν τοῖς μὲν μήλοις ἡ παχύτης, ἐκείνοις δ’ ἡ σκλη‐ ρότης ἐργάζεται. λοιπὴ δ’ ἡ ῥὶς ἀσθενεστέρα γέγονε, διότι μηδὲν ἔμελλε μέγα βεβλάψεσθαι τὸ ζῷον, οἷον
10εἰ καὶ τῶν ἄλλων τι μερῶν ἔπαθε τῆς ἄνω γένυος.
ἤτοι γὰρ εἰς τὰ δι’ αὐτῆς φερόμενα νεῦρα τὴν βλά‐ βην ἢ εἰς τοὺς μῦς τοὺς μασητῆρας ἀναγκαῖόν ἐστι τελευτᾶν ἐν τοῖς ἄλλοις παθοῦσι μέρεσιν, ἐνίοτε δὲ καὶ αὐτῶν ἅπτεσθαι τῶν κατὰ τὴν κεφαλήν, εἰ τὰ176 in vol. 2
15πλησίον ἐκείνων πάθοι. ἥκιστ’ οὖν ἐστι βλαβερὰ τῷ ζῴῳ τὰ κατὰ τὴν ῥῖνα πάσχοντα, καὶ διὰ τοῦτο ἀπο‐ λείπεται σκληρότητί τε καὶ παχύτητι τῶν κυριωτέρων.

3

.

932

δι’ οὖν ταύτην αὐτῶν τὴν ἀνομοιότητα κατὰ ‖ λόγον ἰδίαν μὲν ἔχει περιγραφὴν τὰ τῶν μήλων ὀστᾶ, τὰ δ’ αὖ τῆς ῥινὸς ἰδίαν ἄλλην, οὕτω δὲ καὶ τὰ λοιπά, τά θ’ ὑπεράνω τῶν μήλων καὶ τὸ κατ’ ἄκραν τὴν γένυν
5καὶ τὰ κατὰ τὴν εἰς τὸ στόμα τῆς ῥινὸς σύντρησιν. ἡ δὲ κατὰ τὸ μῆκος ἐν ἑκατέρᾳ τῇ γένυϊ ῥαφὴ γέγο‐ νεν, ὅτι δίδυμόν ἐστι τὸ σῶμα δεξιοῖς τε καὶ ἀριστε‐ ροῖς. ἐρρήθη γὰρ οὖν πολλάκις ὑπὲρ τῆς τοῦδε χρείας, οὐ φαίνεται δ’ αὕτη κατὰ τὰ πυκνότατα τῶν
10ὀστῶν, οἷον τό τε κατ’ ἰνίον καὶ μέτωπον καὶ ὑπε‐ ρῴαν καὶ ἄκραν τὴν γένυν. ὅθεν οἶμαι καὶ ζήτησις ὑπὲρ αὐτῶν ἐγένετο τοῖς ἀνατομικοῖς, τοῖς μὲν ἄρραφα τελέως ἀποφηναμένοις αὐτά, τοῖς δὲ δι’ ἀκρίβειάν τε καὶ πυκνότητα συνθέσεως οὐ φαίνεσθαι τὰς ῥαφάς, ἑψη‐
15θέντων μέντοι καὶ καταξηρανθέντων ἐν χρόνῳ πλείονι σαφεῖς γίγνεσθαι. περὶ μὲν οὖν τῶν οὕτω διαφωνου‐ μένων ἐν ἑτέροις ἐπὶ πλέον εἴρηται· τὸ δ’ ὁμολογού‐ μενον αὔταρκες ὑπ’ ἀμφοῖν εἰς τὸν παρόντα λόγον, ὡς ἔστιν ἱκανῶς ἕκαστον τῶν εἰρημένων ὀστῶν σκληρόν.

3

.

933

εἴπερ οὖν ‖ τούτου τὴν χρείαν εὕροιμεν, οὐδὲν ἔτι χαλεπὸν οὐδὲ περὶ τοῦ πλήθους τῶν ὀστῶν εὑρεῖν τὴν αἰτίαν. ἔστι δὴ ταῦτα σκληρότατα, διότι τε πρὸς δυσπάθειαν παρεσκεύασται πρὸ πάντων ἐκκείμενα καὶ177 in vol. 2
5ὅτι τῆς αἰτίας ἀπήλλακται, δι’ ἣν ἀραιὰ καὶ σηραγ‐ γώδη γέγονε τὰ κατὰ τὸ ὑψηλὸν τῆς κεφαλῆς ὀστᾶ. πλεῖστον μὲν γὰρ ἐπ’ ἐκεῖνα τῶν ἐξ ὅλου τοῦ σώματος ἀτμῶν ἀναθεῖ μετεωρότατα κείμενα, καὶ διὰ τοῦτο, καθότι καὶ πρόσθεν ἐδείκνυτο, πολυειδῆ παρεσκεύασεν
10αὐτοῖς ἡ φύσις τὴν κένωσιν. ὅσα δ’ ἐκ πλαγίων τέ‐ τακται, πρὸς τῷ τῆς τοιαύτης ἀπολελύσθαι προφάσεως ἔτι καὶ καταπιπτόντων καὶ πληττομένων ἢ ὁπωσοῦν ἄλλως ἔμελλεν ὀχλήσεσθαι πολλάκις. οὔτε γὰρ κατα‐ πίπτει τις ἐπὶ τὴν κορυφὴν ῥᾳδίως οὔθ’ ἑτοίμως
15πλήττεται κατὰ τοῦτο. τὰ δ’ ἄλλα πάντα τά τε κατ’ ἰνίον καὶ μέτωπον καὶ ὦτα καὶ τὰς πληγὰς ἐκδέχεται συνεχῶς καὶ πτώμασιν ἁλίσκεται πολλάκις. ὁπότ’ οὖν ἐκεῖνα μὲν οὔθ’ ὁμοίως ἔμελλε πλήττεσθαι καὶ κενώ‐

3

.

934

σεως ‖ ἐδεῖτο, ταῦτα δὲ καὶ πλήττεσθαι συνεχῶς καὶ μὴ δεῖσθαι κενώσεως, εὐλόγως [ἄρα] ἀραιὰ μὲν ἐκεῖνα καὶ σηραγγώδη, πυκνὰ δὲ καὶ σκληρὰ ταῦτα γέγονε. τὸ δ’ αὖ κατὰ τὴν ὑπερῴαν ὀστοῦν οἷον σφήν τις ἔγκει‐
5ται μεταξὺ τῆς τε κεφαλῆς καὶ τῆς ἄνω γένυος ἔχον ἤδη καὶ τὰ τῶν καθαιρόντων τὸν ἐγκέφαλον πόρων τρή‐ ματα· πρὸς δὲ καὶ κατὰ τὴν βάσιν ὑπόκειται τῆς ὅλης κεφαλῆς, ὥσπερ καὶ τοῦ κατ’ ἰνίον ὀστοῦ τὸ συνεχὲς
αὐτῷ μέρος. διὰ ταῦτ’ οὖν ἅπαντα πυκνὸν καὶ σκλη‐178 in vol. 2
10ρὸν ἐγένετο, τάχ’ ἂν εὐλόγως καὶ δι’ ἑαυτὸ τοι‐ οῦτον ἀπεργασθέν. ὅτι τε γὰρ τῶν ἐκ τῆς βάσεώς ἐστι τῆς κεφαλῆς σκληρῶν εἶναι δεομένων καὶ ὅτι διαρρεόντων αὐτὸ τῶν ἄνωθεν περιττωμάτων ἐσφακέ‐ λισεν ἄν ποθ’ ἑτοίμως καὶ διεσάπη, χαῦνον εἴπερ
15ἐγένετο, διὰ τοῦτο σκληρὸν καὶ πυκνὸν ἀπείργασται πρὸς τῷ καὶ μέσον ἐγκεῖσθαι τῆς ἄνω γένυος καὶ τῆς κεφαλῆς καὶ διὰ τοῦτο ἰσχυρὸν εἶναι δεόμενον.

3

.

935

ἡ δὲ τῶν πτερυγίοις ὁμοίων ὀστῶν ἔκφυσις ἐξ ‖ αὐτοῦ γέγονεν ἕδραν τε ἅμα καὶ σκέπην τοῖς ἐν τῷ στόματι παρέξουσα μυσὶν ἐκ τῶν πλαγίων μερῶν. εἰς γὰρ τὰς ὁριζομένας ὑπ’ αὐτῶν κοιλότητας ἀνήρτηνται τῶνδε
5τῶν μυῶν αἱ κεφαλαί. οὕτω δὴ τούτων ἐχόντων, εἴτ’ ὄντως ἐστὶν ἄρραφα τὰ προειρημένα μόρια τῶν ὀστῶν εἴτε δι’ ἀκρίβειαν συνθέσεως οὐχ ὁρᾶται, τό γε δεῖν αὐτὰ σκληρά τ’ εἶναι καὶ πυκνὰ δέδεικται σαφῶς. οὔκουν ἔμελλεν ἑνώσεσθαι καλῶς τοῖς παρακειμένοις
10ἀραιοῖς οὖσι καὶ διὰ τοῦτο σαφὴς αὐτῶν ἡ σύνθεσις ἐγένετο πρὸς τῷ καὶ πολλαχῇ τὰς ἄλλας χρείας ἐκτε‐ λεῖν, ὅσας ἔμπροσθεν εἴπομεν, ἢ διερχομένων τινῶν ὀργάνων δι’ αὐτῶν ἢ συνδουμένων ἢ διαπνεόντων τῶν περιττωμάτων ἢ δυσπαθείας ἕνεκα.
15 Τὰ μὲν οὖν τοῦ βρέγματος ὀνομαζόμενα δύο ὄντα καὶ χαῦνα καὶ κατὰ τῆς κεφαλῆς ἄνωθεν ἐπικείμενα καὶ περιεχόμενα πανταχόθεν ὑπὸ σκληρῶν ὀστῶν καὶ πυκνῶν, ὄπισθεν μὲν τοῦ κατ’ ἰνίον, ἔμ‐

3

.

936

προσθεν δὲ ‖ τοῦ κατὰ μέτωπον, ἑκατέρωθεν δὲ τῶν
κατὰ τοὺς κροτάφους, εὐλογώτατα διωρίσθη γραμμαῖς. ἕβδομον δ’ ἐπὶ τούτοις ἐστὶ τὸ κατὰ τὴν ὑπερῴαν, ὅ τινες μὲν τῆς ἄνω γένυος, ἔνιοι δὲ τῆς κεφαλῆς εἶναι179 in vol. 2
5νομίζουσιν, ἐγκείμενον ἀμφοτέροις δίκην σφηνός. τὰ δ’ ἄλλα πάντα τὰ τῆς ἄνω γένυος ἐννέα τὸν ἀριθμόν ἐστι, δύο μὲν τὰ τῆς ῥινός, ἔμπροσθεν δ’ αὐτῶν τρί‐ τον, ἐν ᾧ περιέχεσθαι τοὺς τομέας ἐλέγομεν, ἑκατέρω‐ θεν δὲ δύο τὰ τῶν μήλων, ἐν οἷς καὶ οἱ λοιποὶ πάντες
10ὀδόντες ἔγκεινται, καὶ τούτων ἄνωθεν μὲν δύο τὰ κατὰ τὴν ἔμπροσθεν ἔκφυσιν τοῦ ζυγώματος καὶ τῆς χώρας τῶν ὀφθαλμῶν τὰ κάτω, δύο δὲ τὰ λοιπὰ τὰ κατὰ τοὺς εἰς τὸ στόμα πόρους τῆς ῥινός. τὰς δὲ περιοριζούσας γραμμὰς ἕκαστον τῶν εἰρημένων ὀστῶν
15ἐν τοῖς ἀνατομικοῖς ὑπομνήμασι προειρηκότες οὐδὲν ἔτι δεόμεθα λέγειν· ὡς γὰρ πρὸς εἰδότας ἤδη τὰ κατὰ τὰς ἀνατομὰς φαινόμενα ταύτην τοῦ λόγου τὴν διέξο‐ δον ἅπασαν ἐποιησάμεθα. τὸ δὲ τῆς κάτω γένυος ‖

3

.

937

ὀστοῦν μίαν ἔχει μόνην ἐν ἑαυτῷ διαίρεσιν, οὐκέτι πάντως σαφῆ κατ’ ἄκρον τὸ γένειον, ἥν, ὅτι δίδυμόν ἐστι τὸ σῶμα, διὰ τοῦτ’ ἐλέγομεν αὐτῇ γεγονέναι. τὸ δ’ ἄλλο πᾶν ἑκατέρωθεν αὐτῆς μέρος οὐδεμίαν ἔχει
5διάφυσιν, εὐλαβουμένης οἶμαι τῆς φύσεως εἰς πολλὰ καταθραύειν ὀστᾶ τὴν κάτω γένυν ἕνεκα τοῦ μὴ ῥᾳ‐ δίως κατὰ τὰς σφοδροτέρας κινήσεις διαλύεσθαί τε καὶ συντρίβεσθαι. μεγάλαι δὲ δήπουθεν ἔμελλον ἔσε‐ σθαι καὶ ἰσχυραὶ ταύτης τῆς γένυος αἱ κινήσεις ἐν τῷ
10δάκνειν τε καὶ καταθραύειν τὰ σκληρά. διὰ τοῦτο καὶ τῶν ἄρθρων αὐτῆς ἱκανῶς προὐνοήσατο, τῷ μὲν ἑτέρῳ, τῇ κορώνῃ καλουμένῃ, τό τε ζύγωμα περιθεῖσα καὶ μέγιστον ἐμφύσασα τοῦ κροταφίτου μυὸς τὸν τέ‐ νοντα, τῷ δ’ ἑτέρῳ τὰς μαστοειδεῖς ὀνομαζομένας180 in vol. 2
15ἀποφύσεις τῆς κεφαλῆς ἀσφαλῆ περιθεῖσα φρουράν, ὅπως μήποτ’ ἐν ταῖς βιαίοις κινήσεσιν ἀπὸ τῆς ὑπο‐ κειμένης ὀλισθάνοι κοιλότητος. εὐλόγως δὲ τουτὶ μὲν ἐκ τῶν ὄπισθεν μερῶν ἐκτήσατο τὸ ἄρθρον, ἡ κορώνη δ’ ὄρθιος ἀνατέταται. τοῦ μὲν γὰρ κλείεσθαι τὸ

3

.

938

στόμα ‖ τὴν αἰτίαν αὐτή τε καὶ ὁ κροταφίτης μῦς ἔχει ἀνατείνων ἅπασαν τὴν γένυν, τοῦ δὲ διοίγεσθαι τό τ’ ὄπισθεν ἄρθρον τὸ κατὰ τὰς μαστοειδεῖς ἀποφύσεις καὶ οἱ κινοῦντες αὐτὸ μύες, οὓς ἀντιτετάχθαι τοῖς
5κροταφίταις ἐλέγομεν. ἔχει δὲ δήπου καὶ συνδέσμους τινὰς ἰσχυροὺς ἀμφ’ αὑτὴν ἔτι τε χόνδρον πολὺν ἐν κύκλῳ περικεχυμένον ἡ διάρθρωσις αὕτη. καὶ χρὴ τῶν κοινῇ πᾶσιν ἄρθροις ὑπαρχόντων ἅπαξ ἀκούσαν‐ τας ἀναμιμνήσκειν αὑτοὺς ἐφ’ ἑκάστου τῶν κατὰ μέρος.
10ἡμᾶς μὲν γὰρ οἶμαι φυλάττεσθαι χρὴ λέγειν ὑπὲρ τῶν ὁμοίων πολλάκις, οὐ μὴν τούς γ’ ἀναγιγνώσκοντας ὀκνεῖν ἐννοεῖν, ὥσπερ οὐδ’ ἡ φύσις ποιεῖ. ἐν μὲν γὰρ τοῖς ἔργοις καὶ ταῖς ἐννοίαις αὐτῶν οὐδὲν προσήκει παραλιπεῖν, ἐν δὲ ταῖς ἐξηγήσεσιν ἅπαξ εἰπεῖν ἀρκεῖ
15τὸ κοινόν. εἰρηκὼς οὖν ἤδη, πόσα περὶ τὰς διαρθρώ‐
σεις ἁπάσας ἡ φύσις φιλοτεχνεῖ, τὰ δέ που καὶ μέλλων ἐρεῖν ἐν τῷ μετὰ ταῦτα λόγῳ δίκαιον εἶναι νομίζω ‖181 in vol. 2

3

.

939

τό γε νῦν εἶναι παραλιπεῖν. σοὶ δ’ ἂν εἴη προσῆκον ἑκάστην αὐτῶν ἐπ’ αὐτῆς ἐξετάζειν τῆς ἀνατομῆς, εἰ πάνθ’ ὅσαπερ ἔχειν εἴρηται χρῆναι, φαίνεται κεκτη‐ μένη. μάλιστα γὰρ οὕτω θαυμάσεις τὴν φύσιν, εἰ
5μηδὲν τῶν ἔργων αὐτῆς ἄσκεπτον παραλίποις.
5

4

.

1

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΔΩΔΕΚΑΤΟΝ.
1 Ἐπεὶ δὲ περὶ τῶν ἰδίων μορίων τῆς κε‐ φαλῆς ἁπάντων εἴρηται, δέον ἂν εἴη καὶ περὶ τῶν κοινῶν αὐτῇ πρὸς τὸν τράχηλον ἐφεξῆς εἰπεῖν. ἔστι δὲ κοινὰ μόρια τραχήλου καὶ κεφαλῆς, δι’ ὧν ἐπινεύο‐
5μέν τε καὶ ἀνανεύομεν καὶ περιάγομεν αὐτὴν εἰς τὰ πλάγια. τῶν γὰρ τοιούτων οὐδὲν οὔτε διαρθρώσεως οἷόν τε γενέσθαι χωρὶς οὔτε συνδέσμων οὔτε μυῶν. ἀλλ’ ἥ γε διάρθρωσις ὀστῶν ἐστι σύνθεσις ἕνεκα τῆς

4

.

2

καθ’ ὁρμὴν κινήσεως γεγενημένη, ‖ καὶ δῆλον, ὡς πάν‐ τως οὐκ ἐλάττω χρὴ δυοῖν εἶναι τὰ συνταττόμενα τῶν τε συνδέσμων ἕκαστος, ὡσαύτως δὲ καὶ τῶν μυῶν ἐκ θατέρου τῶν ὀστῶν ἐκφυόμενος εἰς θάτερον καταφύε‐
5ται. κἀν τῷδε δῆλον, ὡς καὶ διάρθρωσις ἅπασα καὶ σύνδεσμος καὶ μῦς ἐν τῇ πρὸς ἄλληλα τῶν ἄρθρων τέτακται συνθέσει καὶ προσηκόντως ἐλέχθη τῶν κοι‐
νῶν εἶναι μορίων. Ὅτι μὲν οὖν οὐχ οἷόν τε κίνησιν οὐδε‐182 in vol. 2
10μίαν ὀστῶν γενέσθαι χωρὶς τοῦ διηρθρῶσθαί τε ἅμα καὶ διὰ μυῶν συνάπτεσθαι, δέδεικται πολλάκις, εἴ γε χρὴ πάντως εἶναι μέν τι τὸ κινοῦν, εἶναι δὲ καὶ τὸ κινούμενον, καὶ τούτων τὸ μὲν ὁ μῦς ἐστι, τὸ δ’ ἡ τῶν ὀστῶν σύνθεσις. ὅτι δ’ οὐδ’ ὁ σύνδεσμος ἄχρη‐
15στος, ἀλλ’, εἰ καὶ μὴ πρὸς τὴν γένεσιν αὐτὴν τῆς κινήσεως ἀναγκαῖος, εἰς γοῦν τὸ καλῶς κινεῖσθαι χρήσιμος, εἴρηται μὲν ἤδη καὶ περὶ τοῦδε διὰ τῶν ἔμπροσθεν, ἀναμνήσομεν δὲ καὶ νῦν αὐτὸ τοῦ λόγου τὸ κεφάλαιον, ὡς, εἰ μὴ διὰ τῶν συνδέσμων ἐκρατεῖτο

4

.

3

τὰ διαρθρούμενα τῶν ὀστῶν, οὐδὲν ἂν ἐκώλυεν ‖ αὐτὰ καθ’ ἑκάστην κίνησιν ἐξίστασθαι τῆς σφετέρας ἕδρας ἄλλοτ’ ἄλλῃ παραλλάττοντα. τοῦ δὴ μηδὲν τοιοῦτόν τι γίγνεσθαι χάριν ἡ φύσις ἅπασαν ὀστῶν διάρθρωσιν
5ἐν κύκλῳ περιλαμβάνει δεσμοῖς ἰσχυροῖς μέν, ἐπίδοσιν δ’ οὐ σμικρὰν ἐγχωροῦσιν. ᾗ καὶ θαυμάσαι μάλιστ’ ἄν τις αὐτὸ δὴ τοῦτο πρῶτον αὐτῆς τοὖργον, ὡς ἐξευ‐ ρούσης οὐσίαν σωμάτων εἰς πολὺ διαφερούσας ἐπιτή‐ δειον χρείας. ἵνα μὲν γὰρ ἀκριβῶς τε ἅμα δεσμοῖτο
10καὶ συνέχοιτο καὶ μὴ ῥᾳδίως ἀπορρηγνύοιτο κατὰ τὰς βιαίους κινήσεις ἀλλήλων τὰ διαρθρούμενα, σκληρὸν ὡς ἔνι μάλιστα καὶ δυσπαθέστατον ἐχρῆν γενέσθαι τὸν σύνδεσμον· ἵνα δ’ ὑπὸ τῶν μυῶν ἑλκομένοις τοῖς ὀστοῖς ἑτοίμως ἕποιτο, μαλακὸν αὖ πάλιν ἐχρῆν εἶναι
15καὶ κατὰ τοῦτ’ ἀσθενῆ. καὶ μὴν ἐναντίον γ’ ἐστὶν ἰσχυρὸν ἀσθενεῖ καὶ σκληρὸν μαλακῷ. τίς οὖν καὶ ἡ περὶ ταῦτα τέχνη τῆς φύσεως ἐξευρούσης σῶμα καὶ τὴν ὠφέλειαν ἑκατέραν ἱκανῶς κεκτημένον καὶ πεφευ‐ γὸς τὴν βλάβην, ἐξ αὐτῆς τῆς ἀνατομῆς ἔνεστί σοι183 in vol. 2

4

.

4

μαθεῖν. ὄψει γὰρ ἅπαντα σύνδεσμον σκληρὸν ‖ μὲν εἰς τοσοῦτον, ὡς ἀσφαλῶς τε ἅμα συνδεῖν καὶ μὴ κω‐ λύειν κινεῖσθαι, μαλακὸν δ’ εἰς τοσοῦτον, ὡς μήτε θλᾶσθαι μήτ’ ἀπορρήγνυσθαι ῥᾳδίως. καὶ μὴν καὶ
5τοῦτ’ ἀκούεις ὑφ’ Ἱπποκράτους λεγόμενον· ὅσοις ἂν ὑγρότης ὑποτραφεῖσα πλείων διαβρέξῃ τὰ περὶ τοῖς ἄρθροις σώματα, ῥᾳδίως τούτοις ἐξίστανται τῶν κώλων αἱ κεφαλαί. τοὺς δ’ ὑπὸ σκληρότητος αὐτῶν ἀγκυλω‐ θέντας οὐκ οἶμαί σε λανθάνειν ὁσημέραι θεώμενον,
10εἰς ὅσον ἐμποδίζονται τὴν κίνησιν. ἀλλ’ ἔν γε τῷ κατὰ φύσιν ἔχειν ἀκριβῶς σύμμετρα τἄλλα τὰ περὶ τοῖς ἄρθροις ἐστὶ σώματα καὶ μάλισθ’ οἱ τένοντες καὶ σύνδεσμοι πρός τε τὴν εὐκολίαν τῆς κινήσεως καὶ πρὸς τὸ μηδὲν πάσχειν αὐτούς. ὅτι δ’ ἐν τούτοις χρὴ
15θαυμάζειν ἅπασαν τέχνην, ἐν οἷς οὕτως ἀκριβές ἐστι τὸ σύμμετρον, ὡς, εἴτε προσθείης ἐλάχιστον εἴτ’ ἀφέ‐ λοις, ἀνατρέπεσθαι τὸ πᾶν ἔργον, οὐδεὶς ἀγνοεῖ. τὰ γοῦν ἱκανὸν ἔχοντα πλάτος ἐν τῇ δημιουργίᾳ καὶ τοῖς ἰδιώταις ἐπιτολμᾶται· στενὸν δ’ εἴ τι παντελῶς ἐστι

4

.

5

καὶ ‖ ἀπλατές, οὔτε σοφίας τῆς τυχούσης οὔτ’ ἐμπειρίας
δεῖται βραχείας. ταῦτ’ ἄρα καὶ αὐτὴν τὴν ἰατρικὴν τέχνην μακρὰν εἰπὼν Ἱπποκράτης ἐπήνεγκεν „ὁ δὲ και‐ ρὸς ὀξύσ“ ὡς, εἴπερ μὴ ὀξὺς ἦν, ἀλλ’ ἱκανὸν ἐκέκτητο184 in vol. 2
5πλάτος, οὐκ ἂν οὖσαν μακράν. οὕτως οὖν καὶ ἐπὶ δημιουργικῆς τέχνης ἁπάσης ἀκρίβειαν ἡ τῆς συμμε‐ τρίας στενότης ἐνδείκνυται. καὶ ταύτην ἔστιν ἐν τοῖς τῶν ζῴων θεάσασθαι σώμασιν οὐ κατὰ τοὺς συνδέ‐ σμους μόνον, ἀλλὰ καὶ κατὰ τἄλλα σύμπαντα μόρια.
10τριῶν δὴ τούτων ὑπαρχόντων ἁπλῶν σωμάτων, ὧν εἰς τὸν παρόντα λόγον δεόμεθα, χόνδρου καὶ συν‐ δέσμου καὶ νεύρου, καὶ τοῦ μὲν χόνδρου σκληροτέρου, τοῦ δὲ νεύρου μαλακωτέρου, μέσου δ’ ἀμφοῖν ὄντος τοῦ συνδέσμου, θαυμαστῶς ἡ φύσις ἑκάστῳ χρῆται
15κατὰ πάντα τοῦ ζῴου τὰ μόρια μήτ’ εἰς χόνδρου χώ‐ ραν ἢ νεῦρον ἢ σύνδεσμόν ποτε μεταθεῖσα μήτ’ εἰς συνδέσμου χόνδρον ἢ νεῦρον, ἀλλὰ μηδ’ εἰς νεύρου σύνδεσμον ἢ χόνδρον. ἐδείχθη γὰρ ἐν τοῖς ἔμπρο‐

4

.

6

σθεν, ὡς ‖ οὔτε τὸ σκληρὸν εἰς αἴσθησιν οὔτε τὸ μα‐ λακὸν εἰς κίνησιν ἐπιτήδειον. Οὔκουν οὔτε διὰ νεύρων μόνων κινεῖταί τι μόριον οὔτε διὰ χόνδρων ἢ συνδέσμων. ὁ μὲν γὰρ
5χόνδρος ἀλοιφῆς μέν τινος χρείαν τοῖς ἄρθροις παρέ‐ χεται, συναφθεὶς δ’ ὀργάνοις κινητικοῖς βάρος αὐτοῖς περιττὸν ἂν ἦν ὥσπερ τις λίθος ἐκκρεμάμενος. τὸ δὲ νεῦρον αἰσθητικὸν μέν, εἰς ὅσον καὶ μαλακόν, ἀρρω‐ στότερον δ’ ἢ ὥστε κινεῖν καὶ μεταφέρειν ὅλον κῶλον.
10ὁ δὲ δὴ σύνδεσμος ἐν τῷ μεταξὺ τούτων ὑπάρχων
ἀσφαλῶς μὲν συνδεῖν καὶ μὴ κωλύειν κινεῖσθαι τὰ μέλη δυνατός, οὐ μὴν αὐτός γε κινητικὸν ὄργανον οἷός τ’ ἦν γενέσθαι τὴν γένεσιν οὐκ ἐκ τῆς κινούσης ἀρχῆς τὸ ζῷον ὁμοίως τοῖς νεύροις, ἀλλ’ ἐξ ὀστοῦ185 in vol. 2
15λαμβάνων. ἐδείχθη γάρ, ὡς μαλακὸν ἐχρῆν εἶναι τὸν τῆς τοιαύτης ἀρχῆς ὄγκον· οὐδὲν δ’ οὔτ’ ἐκ μαλακοῦ τελέως σκληρὸν οὔτ’ ἐκ σκληροῦ μαλακὸν οἷόν τε φύεσθαι. διὰ ταύτας οὖν τὰς ἀνάγκας ἡ φύσις οὔτε

4

.

7

τοῖς συνδέσμοις ‖ μόνοις ἠδυνήθη χρήσασθαι πρὸς τὰς καθ’ ὁρμὴν κινήσεις, ὅτι μήτ’ αἰσθήσεως αὐτοῖς μήτε κινήσεως μετῆν, ὡς ἂν μηδὲ συνημμένοις τῷ τὸ τῆς ψυχῆς ἡγεμονοῦν περιέχοντι τόπῳ, νεύροις τ’ οὐκ ἦν
5οἷόν τε χρῆσθαι μόνοις ἀδυνάτοις οὖσι διὰ μαλακό‐ τητα μεταφέρειν βάρη τηλικαῦτα. δεόντως οὖν, ἔνθα μὲν δέσεως χρῄζει μόνης τὸ μέλος, ἐνταῦθα σύνδεσμός ἐστι μόνος, ἔνθα δ’ αἰσθήσεως μόνης, νεῦρον, ἐν οἷς δ’ ἂν ᾖ χρεία κινήσεως τῆς κατὰ προαίρεσιν, ἐν τού‐
10τοις ἀμφότερα, τοῦ μὲν νεύρου τό τε παρὰ τοῦ λο‐ γισμοῦ πρόσταγμα διακομίζοντος καὶ τὴν τῆς κινήσεως ἀρχὴν ἐνδιδόντος, τοῦ δὲ συνδέσμου τὴν εἰς τὸ βαστά‐ ζειν τὰ κινούμενα ῥώμην τῷ νεύρῳ παρέχοντος. μικτὸν οὖν ἐξ ἀμφοῖν ἐχρῆν τι δημιουργηθῆναι κινήσεως ὄρ‐
15γανον, ὃ πάντως ἔμελλε νεύρου μὲν σκληρότερον, συν‐ δέσμου δ’ ἔσεσθαι μαλακώτερον, ἀτὰρ οὖν καὶ μεθέ‐ ξειν αἰσθήσεως ἧττον μὲν ἢ νεῦρον, μᾶλλον δ’ ἢ σύνδεσμος, καὶ ῥώμης δὴ καὶ ἀρρωστίας καὶ τῶν ἄλλων

4

.

8

τῶν ἐναντίων, ἃ καὶ συνδέσμοις ‖ ὑπάρχει καὶ νεύροις, ἐν τῷ μέσῳ τετάξεσθαι διὰ τὸ μετέχειν μὲν ἑκατέρων
τῶν γεννησαμένων αὐτὸ τῆς οὐσίας, οὐ μὴν ἀκριβῶς οὐδετέραν οὐδὲ μόνην οὐδ’ ἀνεπίμικτον ἔχειν, ἀλλ’186 in vol. 2
5ἐξ ἀμφοῖν κεκρᾶσθαι. καὶ μὴν οὐδὲν οὐδενὶ δι’ ὅλου κεράννυσθαι δύναται μὴ καταθραυσθὲν πρότερον εἰς μικρὰ μόρια. κατατέμνειν οὖν ἑκάτερον εἰς λεπτὰς ἶνας ἀναγκαῖον ἦν κἄπειτ’ ἀλλήλαις ἐκείνας συνάπτειν εἰς γένεσιν τοῦ μέσου τὴν οὐσίαν αὐτῶν ὀργάνου τοῦ
10κινητικοῦ. ἀλλ’ εἴπερ τοῦτ’ ἐποίησε μόνον ἄνευ τοῦ πληρῶσαι τὰς μεταξὺ χώρας οὐσίας μαλακῆς, οἷον στοιβῆς τέ τινος ἐσομένης αὐτοῖς καὶ ἕδρας ἀσφαλοῦς, οὐδ’ ἂν ἐπ’ ὀλίγον ἀθλάστους τε καὶ ἀρρήκτους τὰς ἶνας ἐκείνας φυλάττεσθαι δυνατὸν ἦν. τὴν οὖν στοι‐
15βὴν ταύτην οὐδ’ αὐτὴν ἄχρηστον ἡ πάντα σοφὴ φύσις, ἀλλὰ καὶ κρύους καὶ θάλπους ἀλέξημα καὶ τοῖς πιλη‐ τοῖς κτήμασιν ὁμοιότατον σκέπασμα κατά τε τῶν ἰνῶν αὐτῶν ἐν κύκλῳ περιεβάλετο καὶ προσέτι ταῖς ἀρτη‐ ρίαις καὶ ταῖς φλεψὶν ὑποστόρεσμά τι καὶ ἀμφίεσμα

4

.

9

θαυμαστὸν ‖ ἐξεπορίσατο. καί σοι περὶ μὲν ταύτης ἐν τῷ πρώτῳ πάντων εἴρηται λόγῳ, διότι τε σὰρξ ὀνομά‐ ζεται τὸ τὰς χρείας ταύτας τοῖς ζῴοις παρέχον, ὅπως τε καὶ κρύους καὶ θάλπους ἐστὶν ἴαμα, καίτοι γ’ ἐν‐
5αντίων ἀλλήλοις ὑπαρχόντων. ἐν δ’ αὖ τοῖς Περὶ μυῶν κινήσεως προείρηται, πῶς μὲν εἰς ἶνας τὰ νεῦρα καὶ οἱ σύνδεσμοι λύονται, πῶς δ’ αὐταῖς ἡ ἁπλῆ σὰρξ ἀναμίγνυται, πῶς δ’ αὖθις ἀλλήλαις συνιουσῶν τε καὶ κεραννυμένων τῶν ἰνῶν τὸ μὲν ἐκ τούτων συγκείμενον
10ὁ τένων γίγνεται, τὸ δ’ ἐξ ἁπάντων ὁ μῦς. νυνὶ δ’ ἡ χρεία καὶ τένοντος γενέσεως εἴρηται καὶ μυός. ὁ μὲν γὰρ τένων τὸ πρῶτόν ἐστιν αὐτὸ τῆς κινήσεως ὄργανον· ὁ δ’ αὖ μῦς τῆς γενέσεως αὐτοῦ χάριν ἐγέ‐ νετο καὶ τὰς τῆς συνθέτου σαρκὸς τῷ ζῴῳ χρείας187 in vol. 2
15παρέχεται, πίπτοντος μὲν ἢ ἄλλως κατακλινομένου μαλ‐ θακὸν ὑποστόρεσμα γιγνόμενος, πληττομένου δὲ σκέ‐ πασμα τοῖς πιλητοῖς ὁμοιότατον κτήμασιν, ἀλλὰ καὶ τιτρωσκομένου πρόβλημα, καὶ θάλπων μὲν ἐν κρύει,

4

.

10

σκιάζων δ’ ἐν θάλπει. καὶ τί γὰρ ‖ ἄλλ’ ἢ πρὸ πάν‐ των τῶν κυρίων μερῶν εἰς ἅπασαν ἔκκειται βλάβην τὸ σαρκῶδες γένος; οὕτως ἐξ ἁπάντων ἡ φύσις ὠφε‐ λεῖ τε ἅμα καὶ κοσμεῖ καὶ φρουρεῖ τὸ ζῷον. οὗτοι
5μὲν οἱ κοινοὶ λόγοι περὶ χρείας συνδέσμων καὶ τενόν‐ των καὶ μυῶν, ἐν τῷδε μάλιστα τῆς ὅλης διεξόδου γεγράφθαι φθάνοντες, ἡνίκα περὶ νεύρων φύσεώς τε ἅμα καὶ χρείας καὶ ἀρχῆς ἐν τοῖς πρόσθεν αὐτάρκως ἐξηγησάμεθα· καὶ μέν γε καὶ περὶ τοῦ κυριωτάτου τῶν
10ἄρθρων ἁπάντων ὁ λόγος ἐστὶν ἡμῖν ὁ νῦν περαινό‐ μενος. οὔκουν οὐδὲ κατὰ τοῦτ’ ἄν τις ἐγκαλέσαι τὸν κοινὸν λόγον ἐπὶ τούτου διελθοῦσιν. εἴρηται δ’ ἤδη πολλάκις, ὡς ἕκαστον τῶν κοινῶν ἅπαξ μέν που τελέως διέξιμεν, ὑπομιμνήσκομεν δ’ ἐν τοῖς κατὰ μέρος, ὡς
15ἂν μάλιστα διὰ βραχυτάτων ἡμῖν τὸ πᾶν περαίνοιτο. καὶ γὰρ οὖν καὶ ὅτι τῶν μυῶν τινες μὲν εἰς ἕνα μέ‐ γαν τελευτῶσι τένοντα, τινὲς δὲ διὰ τῶν σαρκωδῶν
μορίων καθήκουσιν εἰς τὰ κῶλα πολλοῖς δηλονότι καὶ σμικροῖς τένουσι κινοῦντες αὐτά, διὰ τῶν ἔμπροσθεν188 in vol. 2

4

.

11

αὐτάρ‖κως ἐξηγησάμεθα τό τε κοινὸν καὶ καθόλου διδάσκοντες, ἀλλὰ καὶ τῶν κατὰ μέρος ἔνια παρατι‐ θέμενοι. Πάλιν οὖν ἐπὶ τὸ τῆς κεφαλῆς ἄρθρον,
5ὅπερ ἐξ ἀρχῆς προὔκειτο, τὸν λόγον ἐπαναγαγόντες ἐπισκεψώμεθα τὴν κατ’ αὐτὸ τέχνην τῆς φύσεως. πρέπει γὰρ οἶμαι καὶ τούτῳ κατὰ τὴν ἀξίαν κεκοσμῆ‐ σθαι, καθάπερ καὶ τοῖς ἄλλοις σύμπασιν. ἐπίκαιρον μὲν δὴ τοῦτο τὸ ἄρθρον οὕτως ἐστὶ τοῖς ζῴοις, ὥστε
10μόνον ἁπάντων οὐδὲ τὸν ἀκαρῆ χρόνον ἀνέχεται μὴ ὅτι μεγάλης ἐξαρθρήσεως, ἀλλ’ οὐδὲ τῆς τυχούσης ἐγκλίσεως. εὐθέως γὰρ ἄπνουν καὶ ἄφωνον ἀκίνητόν τε καὶ ἀναίσθητον ἅπαν γίγνεται τὸ ζῷον, οἷα τῆς ῥίζης αὐτῆς πεπονθυίας τῶν νεύρων. ἀρχὴ μὲν γὰρ
15αὐτῶν ὁ ἐγκέφαλός ἐστι κατασπαρείσης εἰς αὐτὸν οἷον εἰς ἄρουράν τινα τῆς λογιστικῆς ψυχῆς· ἔκφυσις δ’ ἐντεῦθεν, οἷον πρέμνου τινὸς εἰς δένδρον ἀνήκοντος μέγα, τοῦ νωτιαίου μυελοῦ καὶ τούτου τοῦ πρέμνου δι’ ὅλης τῆς ῥάχεως ἐκτεταμένου πάμπολλα μὲν ἀπο‐

4

.

12

σχίζεται νεῦρα, ‖ καθάπερ κλάδοι τινὲς εἰς ἀποβλαστή‐ ματα μεριζόμενοι μυρία, σύμπαν δ’ οὕτω τὸ σῶμα μεταλαμβάνει δι’ αὐτῶν πρώτως μὲν καὶ μάλιστα κινή‐
σεως, ἐπὶ ταύτῃ δ’ αἰσθήσεως. ἥτις μὲν οὖν αὐτῶν189 in vol. 2
5ἐστιν ἡ διανομή, προϊὼν ὁ λόγος ἐξηγήσεται. τὸ δὲ τῆς κεφαλῆς ἄρθρον, ὡς ἂν τὴν ῥίζαν ἁπάντων τῶν κινούντων τὰ κάτω τοῦ ζῴου μόρια νεύρων ἐν ἑαυτῷ περιέχον, ἀσφαλεστάτην ἁπάντων ἄρθρων εὐλόγως ἔχει τὴν κατασκευήν. ἡ δ’ ἀσφάλεια διά τε τοῦ πάχους
10τῶν συνδέσμων καὶ τοῦ πλήθους τῶν μυῶν καὶ αὐτῆς τῆς κατὰ τὴν σύνθεσιν τῶν ὀστῶν ἀκριβείας ἐγένετο. σύνδεσμοι μὲν γὰρ τρεῖς ἰσχυρότατοι συνάπτουσιν αὐτά, κατὰ κύκλον μὲν εἷς μέγιστος πλατὺς ὅλην περι‐ λαμβάνων τὴν διάρθρωσιν, ἄλλοι δὲ δύο μετρίως
15στρογγύλοι, καθάπερ νεῦρα, συνάπτων ὁ μὲν τὸ πέρας τῆς προμήκους ἀποφύσεως τοῦ δευτέρου σφονδύλου τῷ τῆς κεφαλῆς ὀστῷ, τοῦτον δ’ ἕτερος ἐγκάρσιος ὡς πρὸς ὀρθὴν γωνίαν τέμνων, ἐκ τῶν δεξιῶν μερῶν τοῦ πρώτου σφονδύλου διήκων ἐπὶ θάτερα. ὀκτὼ δὲ μύες

4

.

13

ἐξ αὐτῶν μόνον τῶν ὄπισθεν μερῶν ἐπιβέ‖βληνται τῇ διαρθρώσει σκέποντές τε ἅμα καὶ κινοῦντες αὐτήν. ἡ δὲ τῶν ὀστῶν αὐτῶν ἰδέα τε καὶ τῆς συνθέσεως ἀκρίβεια θαυμαστὴ μὲν καὶ ἰδόντι μόνον· εἰ δὲ πρὸς
5τῷ θεάσασθαι λογίζοιο τὴν ἑκάστου τῶν κατ’ αὐτὰ μορίων χρείαν, οὐ τὴν τέχνην μόνον θαυμάσεις, ἀλλὰ καὶ τὴν πρόνοιαν τοῦ δημιουργήσαντος ἡμᾶς ὑμνήσεις. ἐπειδὴ γὰρ ἐχρῆν δύο γενέσθαι κατὰ γένος τῆς ὅλης κεφαλῆς τὰς κινήσεις, ἑτέραν μὲν ἐπινευόντων τε καὶ
10ἀνανευόντων, ἑτέραν δ’ εἰς τὰ πλάγια περιφερόντων αὐτήν, ἀναγκαῖον ἦν ἤτοι διπλῆν ποιήσασθαι τὴν
διάρθρωσιν ἢ λοξαῖς κινήσεσιν ἁπλαῖς δύο σύνθετον ἀπεργάσασθαι μίαν εὐθεῖαν, ὡς ἐπί τε τῶν χειρῶν ἐδείκνυτο καὶ τῶν καρπῶν καὶ ἄλλων πολλῶν μορίων.190 in vol. 2
15ἐπ’ ἐκείνων μὲν ὅτι βέλτιον οὕτως ἦν, ἀποδέδεικται πρόσθεν· ἐπὶ δέ γε τῆς κεφαλῆς ὅτι μὴ βέλτιον, ἐν τῷδε τῷ λόγῳ ῥηθήσεται, πάλιν αὖ κἀνταῦθ’ ἀναμνη‐ σάντων ἡμῶν κινήσεις τινῶν μορίων, ἐφ’ ὧν οὐκ ἦν ἄμεινον ἐκ τῶν λοξῶν τὴν εὐθεῖαν ἐργάσασθαι. μά‐

4

.

14

λιστα γὰρ ‖ δὴ ταῦτα τῶν ἔργων τῆς φύσεως ἐξηγεῖ‐ σθαι προσῆκεν, ἐν οἷς φαίνεται μεμνημένη τῶν χρειῶν τῆς ὁμοιότητος. ὅταν γὰρ μηδαμόθι τὰ τῆς ὁμοίας δεόμενα κινήσεως ἑτέρως φαίνηται κατασκευάζειν, ἀλλ’
5ὡσαύτως ἀεί, δῆλον, ὡς ἀναλογίας τε καὶ δικαιοσύνης ἀκριβῶς προνενόηται. πότ’ οὖν ἐστιν ἄμεινον ἐκ λο‐ ξῶν κινήσεων δυοῖν εὐθεῖαν μίαν ἐργάσασθαι σύνθε‐ τον; ὅταν αἱ λοξαὶ βραχὺ τῆς εὐθείας παραλλάττωσι. πότ’ οὖν οὐκ ἄμεινον; ὅταν ἐπὶ πλέον ἀπάγεσθαι δέῃ
10τὸ μόριον ἐφ’ ἑκάτερα· τηνικαῦτα γὰρ ἄμεινον ἰσχυ‐ ρὰν γενέσθαι τὴν εὐθεῖαν. ὡς, εἴ γε δυνατὸν ἦν τοῦτο, διὰ παντὸς ἂν ἡ φύσις ἐκ τῶν λοξῶν τὰς εὐ‐ θείας ἀπειργάζετο, βουλομένη γε δὴ δι’ ἐλαχίστων ὀργάνων πλείστας ἐνεργείας τῷ ζῴῳ παρασκευάζειν.
15ἀλλ’ οὐκ ἐνδέχεται δύο λοξὰς ἀπὸ τῆς εὐθείας ἐγκε‐ κλιμένας ἰσχυρὰν ἐκείνην ἐργάσασθαι. διὰ ταῦτ’ οὖν οὐδ’ ἐπὶ τῆς κεφαλῆς ἄμεινον ἦν ἐκ τῶν λοξῶν κινή‐ σεων τὰς εὐθείας παρασκευάζειν, ἀλλ’ ἑκατέραις ἰδίᾳ καὶ μῦς καὶ διαρθρώσεις ἀπεργάζεσθαι βέλτιον ἦν.

4

.

15

καὶ τοίνυν ‖ καὶ γεγόνασιν αἵ τε διαρθρώσεις αὗται διτταὶ καὶ τῶν κινούντων αὐτὰς μυῶν γένη διττὰ καὶ τῶν γενῶν ἑκατέρου διαφοραὶ δύο. λέγω δὲ γένη μὲν διττὰ κινήσεως τῶν εὐθειῶν τε καὶ τῶν λοξῶν, δια‐191 in vol. 2
5φορὰς δ’ [ἐξ] ἑκατέρου τοῦ γένους, ἔκτασιν μὲν καὶ κάμψιν τῶν εὐθειῶν, εἰς ἀριστερὰ δὲ καὶ δεξιὰ περι‐ αγωγὴν τῶν λοξῶν. ὥστε καὶ μυῶν ἐχρῆν γενέσθαι τῶν κινησόντων τὴν κεφαλὴν τέτταρας διαφοράς, ἵν’ οἱ μὲν ἀνανεύωσιν αὐτήν, οἱ δ’ ἐπινεύωσιν, οἱ δ’ ἐπὶ
10τὰ δεξιὰ περιάγωσιν, οἱ δ’ ἐπὶ θάτερα. Πῶς οὖν ἅπαντα ταῦτα θαυμαστῶς ἡ φύσις κατεσκεύασεν, ἤδη λέγωμεν ἀπὸ τῶν διαρθρώ‐ σεων ἀρξάμενοι. τῷ μὲν πρώτῳ σφονδύλῳ διττὰς ἐπέθηκε κοιλότητας ἀκριβῶς ἴσας ταῖς κατὰ ταῦτα
15κυρτότησι τῆς κεφαλῆς. κεῖται δ’ αὐτῶν ἡ μὲν ἐκ τῶν δεξιῶν μερῶν, ἡ δ’ ἐκ τῶν ἀριστερῶν, ὥσπερ καὶ τῆς κεφαλῆς αὐτῆς αἱ ἀποφύσεις. ὥσθ’, ὅτι μὲν ταύ‐ τας τε τὰς κοιλότητας καὶ τὰς ἐξοχὰς εἰς τὰς ἐφ’ ἑκά‐

4

.

16

τερα κινήσεις παρεσκεύακεν ἡ φύσις, ‖ ἄντικρυς δῆλον. εἴπερ γὰρ τῶν εὐθειῶν ἕνεκεν ἡ φύσις αὐτὰς ἐδη‐ μιούργει, πάντως ἄν που τὴν μὲν ἐκ τῶν πρόσω μερῶν ἔθηκε, τὴν δ’ ἐκ τῶν ὀπίσω. λειπομένου δ’ ἑνὸς ἔτι
5γένους διαρθρώσεως καὶ κινήσεως πρὸς μὲν τὸν αὐτὸν σφόνδυλον οὐχ οἷόν τ’ ἦν καὶ τοῦτο ποιῆσαι, φθά‐ νοντά γε δὴ τὰς εἰς τὰ πλάγια πεπιστεῦσθαι κινήσεις. ὥσπερ γὰρ ἐπὶ τοῦ πήχεως καὶ τῆς κερκίδος ἐδείκνυτο
διττὴ κατ’ ἀγκῶνα διάρθρωσις ἕνεκα διττοῦ γένους192 in vol. 2
10κινήσεως γεγονέναι, διότι κἀκεῖ βέλτιον ἦν ἐπὶ πλεῖ‐ στον ἀφεστάναι τῆς εὐθείας τὴν λοξήν, οὕτως ἔχει κἀνταῦθα. προσσχὼν δ’ ἂν ἐπιμελέστερον τῷ λόγῳ τὸν νοῦν τὸ πᾶν ἐκμάθοις. ὅταν ἄμεινον ᾖ τὰς λοξὰς κινήσεις τῶν εὐθειῶν ἐπὶ πλεῖστον ἀφίστασθαι, δυοῖν
15θάτερον ἀναγκαῖόν ἐστιν, ἢ διττὰς γίγνεσθαι τὰς διαρ‐ θρώσεις ἢ μίαν ἱκανῶς χαλαρὰν ἐκ παντὸς μέρους περιφερῆ. πρὸς γὰρ τὸ ῥᾳδίως ἁπανταχόσε περιφέρε‐ σθαι τὸ ἄρθρον ὁμοίαν εἶναι χρὴ κατὰ πᾶν μέρος αὐτοῦ τὴν ἰδέαν, ὡς, εἴ γε πλεονεκτήσειέ τι μόριον
20ἐξοχαῖς ἢ κοιλότησιν ἀδίκοις, ἐφέξει ποτὲ καὶ παρα‐

4

.

17

πολεῖ τῶν ‖ ἐκ θατέρου γένους τινὰ κινήσεων. οὕτω τὸ κατ’ ὦμόν τε καὶ τὸ κατ’ ἰσχίον ἄρθρον ἅμα μὲν περιφερὲς ἀκριβῶς, ἅμα δὲ καὶ χαλαρὸν ἐγένετο, καὶ διὰ τοῦτο πάντη περιάγεσθαι δύναται βραχίων καὶ
5μηρὸς ὑπὸ τῶν περιλαμβανόντων τὰς διαρθρώσεις μυῶν καὶ μᾶλλόν γε βραχίων μηροῦ. χεὶρ μὲν γὰρ ἐπὶ τούτῳ τῷ κώλῳ κατὰ πέρας, ἐπ’ ἐκείνῳ δὲ ποὺς ἐπιπέφυκε, τὸ μὲν ἀντιλήψεως ὄργανον, τὸ δὲ βαδί‐ σεως, ὥστε τῷ μὲν ἡ ποικιλία τῆς κινήσεως οἰκειοτέρα,
10τῷ δ’ ἡ τῆς βαδίσεως ἀσφάλεια. διὰ τοῦτ’ οὖν οὐ μόνον χαλαρώτερον ἐγένετο τὸ κατ’ ὦμον ἄρθρον τοῦ κατ’ ἰσχίον ἀσθενεστέροις τε μυσὶ καὶ λεπτοτέροις συνδέσμοις περιληφθέν, ἀλλὰ καὶ κοιλότητα τουτὶ μὲν ἐπιπολῆς, ἐκεῖνο δὲ βαθεῖαν ἐκτήσατο. καὶ σύνδεσμον
15δὲ στρογγύλον ἰσχυρότατον ἐκ τῆς κεφαλῆς τοῦ μηροῦ
μέσῃ τῇ κοτύλῃ συναπτόμενον ἐν μὲν τῷ κατ’ ἰσχίον ἄρθρῳ διὰ τὴν αὐτὴν αἰτίαν ἐποίησεν ἡ φύσις, οὐ μὴν ἔν γε τῷ κατ’ ὦμον, εἰς ἑτοιμότητα κινήσεως193 in vol. 2

4

.

18

πολυειδοῦς παντοίως αὐτὸ παρασκευά‖ζουσα. καὶ διὰ τοῦτο μάλιστα πάντων ἄρθρων ἐκπτώσεσι συνεχῶς ἁλίσκεται τὸ κατ’ ὦμον, οὐκ ἀγνοούσης τοῦτο τῆς φύσεως, ἀλλ’, ὡς εἴρηται μυριάκις ἤδη καὶ πρόσθεν,
5ἐπειδὴ μάχεται τὸ τῆς κατασκευῆς ἀσφαλὲς τῷ τῆς κινήσεως πολυειδεῖ, τὸ χρηστότερον ἐφ’ ἑκάστου τῶν ἄρθρων αἱρουμένης. ἐπὶ μὲν οὖν χειρὸς ἡ πρὸς τὴν ἑτοιμότητα τῆς κινήσεως κατασκευὴ χρηστοτέρα· τὸ δὲ τῆς κεφαλῆς ἄρθρον ἐκπτώσεως οὐκ ἀνέχεται, διότι
10κύριον ἱκανῶς ἐστι καὶ παραχρῆμα διαφθείρει τὸ ζῷον, ἢ οὐκ ἂν οὐδὲ τούτῳ ποικίλης κινήσεως ἐφθόνησεν. οὐδὲ γὰρ ἦν δήπου χεῖρον εἰς τοσοῦτον ἑκατέρωσε τὴν κεφαλὴν περιφέρειν, ὡς μὴ μόνα τὰ πλάγια δύνα‐ σθαι βλέπειν, ἀλλὰ καὶ τὰ κατόπιν. ἀλλὰ γὰρ οὐκ
15ἐνεδέχετο χωρὶς χαλαρᾶς διαρθρώσεως οὕτως εὔκολον ἐργάσασθαι κίνησιν. εἵλετο γοῦν ἡ φύσις ὀλίγης τῇ κεφαλῇ κινήσεως ἀσφαλοῦς μεταδοῦναι μᾶλλον ἢ σφα‐ λερᾶς ποικίλης· ὅθεν οὔθ’ ἁπλοῦν οὔτε χαλαρὸν αὐτῆς ἐδημιούργησε τὸ ἄρθρον, ἀλλὰ διττόν τε ἅμα καὶ σύν‐
20τονον.

4

.

19

Ὥρα δή σοι σκοπεῖν, ἐπειδὴ ταῦθ’ οὕτως ἔχει καὶ δέδεικται διττὸν χρῆναι γενέσθαι τὸ τῆς κεφα‐ λῆς ἄρθρον, εἰ βέλτιον ἦν αὐτῇ πρὸς μὲν τὸν πρῶ‐ τον σφόνδυλον τὰς εἰς τὰ πλάγια κινήσεις ἴσχειν,
5ὥσπερ νῦν ἔχει, πρὸς δὲ τὸν δεύτερον τὰς εὐθείας, ἢ κάλλιον ἦν ἔμπαλιν αὐτὰ κατεσκευάσθαι, καὶ τὸ μὲν πρὸς τὸν πρῶτον σφόνδυλον ἄρθρον ἐκτείνειν τε καὶ κάμπτειν αὐτήν, τὸ δὲ πρὸς τὸν δεύτερον εἰς τὰ πλά‐ για περιάγειν. ἐνταῦθ’ οὖν ἐβουλόμην ἄν τινα δια‐194 in vol. 2
10λέγεσθαί μοι τῶν δεινῶν κατηγόρων τῆς φύσεως, ἵν’, ὡς πολλάκις ἐρωτώμενοι καθ’ ἕκαστον μόριον, εἴ τινα βελτίονα κατασκευὴν ἐπινοῆσαι δύνανται, τὰ πολλὰ μὲν οὐδ’ ἄχρι τοῦ σμικρόν τι πιθανὸν ἐξευρεῖν εὐποροῦ‐ σιν, ἐνίοτε δ’ ἐπιχειρήσαντες λέγειν ἐσχάτως γίγνονται
15καταγέλαστοι, κατὰ τὸν αὐτὸν καὶ νῦν ἐρωτώμενοι τρόπον ἀποκρίνωνταί τι περὶ τῆς προβεβλημένης αἱρέ‐ σεως. ἡμεῖς μὲν γὰρ ἴσως δόξαιμεν ἂν ἑτέραν ἀμεί‐ νονα κατασκευὴν παραλιπεῖν, ὡς ἂν οἶμαι φιλίαν ἐσπεισμένοι πρὸς τὴν φύσιν, χρῆναι δ’ οὐχ ἡμῶν εἰς ‖

4

.

20

ἔλεγχον, ἀλλὰ τῶν τὸν ἄσπονδον αὐτῇ πολεμούντων πόλεμον. ἐπεὶ δ’ οὐκ ἔστιν αὐτοὺς ἀποκρινομένους ποιῆσαι κατὰ τὸ γράμμα, τῶν γοῦν ἀναγιγνωσκόντων ἑκάστῳ δυνατὸν ἀποστάντι τοῦ βιβλίου πυθέσθαι τε
5παρ’ αὐτῶν, ἃ λέγουσι, καὶ γνῶναι, ποτέρῳ τῶν σφον‐ δύλων ἦν ἄμεινον ἐπιτρέψαι τὴν εἰς τὰ πλάγια τῆς κεφαλῆς διάρθρωσίν τε καὶ κίνησιν. ἐγὼ μὲν γὰρ ἐπιδείξω, διότι τῷ πρώτῳ, καὶ λόγοις οὐ πιθανοῖς, οἵοισπερ οὗτοι χρῶνται κατατρέχοντες τῆς φύσεως,
10ἀλλ’ ἐπιστημονικοῖς καὶ μόνον οὐ γραμμικοῖς ἀναγ‐ κάσω καὶ τοὺς μὴ βουλομένους ἐπαινεῖν αὐτὴν ἤδη
ποτὲ μεταστῆναι πρὸς τὰ βελτίω, εἰ μὴ μόνον πρόσω‐ πον ἀνθρώπινον ἀλλὰ ψυχὴν ἔχοιεν καὶ ἐνείη τις αὐτοῖς νοῦς κἂν σμικρός. οὐδεὶς γὰρ οὕτως ἀκροατὴς195 in vol. 2
15ἐμοὶ βαρύς, ὡς ὁ μὴ παρακολουθῶν τοῖς λεγομένοις, ἐπεὶ τῶν γε συνιέντων οὐκ οἶδ’ εἴ τις ἀπηλλάγη πόθ’ ἡμῶν εἴς τι κατεγνωκὼς ἀτεχνίαν τῆς φύσεως. ὥσπερ οὖν τοῖς ὠσὶν ἐπιθέσθαι θύρας τοὺς βεβήλους κελεύ‐

4

.

21

ουσιν ἐν τοῖς μυστικοῖς λόγοις, οὕτω ‖ κἀγὼ νῦν οὐκ ἀνθρωπίνοις νομοθετήμασιν, ἀλλ’ αὐτοῖς τοῖς ἀληθε‐ στάτοις τελῶν μυστηρίοις ἐπιθέσθαι θύρας κελεύω τοῖς ὠσὶ τοὺς ἀποδεικτικῆς μεθόδου βεβήλους. ὄνοι
5γὰρ ἂν θᾶττον λύρας ἢ ἐκεῖνοι τῆς ἀληθείας τῶν ἐνταυθοῖ λεγομένων αἴσθοιντο. καὶ μέντοι καὶ γιγνώ‐ σκων ὀλίγους παντάπασιν ἔσεσθαι τοὺς ἀκολουθήσον‐ τας τοῖς λεγομένοις ὅμως οὐκ ὤκνησα δι’ ἐκείνους ἐκφέρειν καὶ τοῖς ἀμυήτοις λόγους μυστικούς. οὐ γὰρ
10δὴ κρινεῖ γε τὸ βιβλίον οὐδὲ διαγνώσεται τὸν ἀνα‐ γνωσόμενον οὐδὲ τὸν μὲν σκαιὸν διαδράσεται, ταῖς χερσὶ δ’ ἑαυτὸ φέρον ἐνθήσει τῶν πεπαιδευμένων. καὶ μέντοι καὶ ὁ δημιουργὸς ἡμῶν εἰδὼς ἀκριβῶς τῶν τοιούτων ἀνδρῶν τὴν ἀχαριστίαν ὅμως δημιουργεῖ.
15καὶ τὰς ὥρας τοῦ ἔτους ὁ ἥλιος ἀπεργάζεται καὶ τοὺς καρποὺς τελεοῖ μηδὲν φροντίζων οἶμαι μήτε Διαγόρου μήτ’ Ἀναξαγόρου μήτ’ Ἐπικούρου μήτε τῶν ἄλλων τῶν εἰς αὐτὸν βλασφημησάντων. ἀγαθῷ γὰρ οὐδενὶ περὶ οὐδενὸς ἐγγίγνεται φθόνος, ἀλλ’ ὠφελεῖν πάντα
20καὶ κοσμεῖν πέφυκεν. οὕτως οὖν καὶ ἡμεῖς οὐκ ἀγνο‐196 in vol. 2

4

.

22

οῦντες, ὡς ἐπηρεασθήσεται καὶ προπη‖λακισθήσεται μυριάκις ὅδε ὁ λόγος, οἷα παῖς ὀρφανὸς ἐμπεσὼν χερσὶ μεθυόντων, ὑπ’ ἀφροσύνης τε καὶ ἀπαιδευσίας ἀνθρώ‐ πων, ὅμως ἐπιχειροῦμεν γράφειν τῶν ὀλίγων ἐκείνων
5ἕνεκα τῶν ἀκούειν ὀρθῶς καὶ κρίνειν δυναμένων τὰ λεγόμενα. Καὶ δὴ καὶ διαλεγόμεθα ἤδη τούτοις ἀναλαβόντες αὖθις τὸν λόγον, ὡς, ἐπειδὴ τῶν σφον‐ δύλων ἕκαστος ἐν κύκλῳ περιβέβληται τῷ νωτιαίῳ
10μυελῷ τοιαύτην τε καὶ τηλικαύτην ἔχοντι δύναμιν, οἵαν καὶ ὅσην πολλάκις εἰρήκαμεν, οὐκ ἐνεδέχετο χα‐ λαρὰν ἐργάσασθαι τὴν διάρθρωσιν οὔτε τῆς κεφαλῆς πρὸς τοὺς πρώτους σφονδύλους οὔτε τῶν ἄλλων πρὸς ἀλλήλους. οὔκουν οὔτε κοιλότητας ἐχρῆν ζητεῖν αὐ‐
15τόθι μεγάλας τε καὶ ἀκριβῶς περιφερεῖς οὔτε κεφαλὰς σφαιροειδεῖς οὔτε συνδέσμους λεπτοὺς οὔτε μῦς ἀσθε‐ νεῖς οὔθ’ ἁπλῆν διάρθρωσιν. ἀλλ’ εἴπερ διπλῆν εἶναι χρὴ τὴν διάρθρωσιν—ἐντεῦθεν γὰρ ὁ λόγος ἐξετρά‐ πετο—καλῶς ἔφαμεν ἀπειργάσθαι τῇ φύσει τοῦ μὲν

4

.

23

πρώτου διττὴν κοιλότητα τὰς κυρ‖τότητας τῆς κεφαλῆς περιλαμβάνουσαν, ἑκατέρωθεν μίαν, ἀπόφυσιν δ’ ἀνάν‐ τη τε καὶ προμήκη τοῦ δευτέρου διὰ ῥωμαλεωτάτου συνδέσμου συναπτομένην τῇ κεφαλῇ. διὰ ταύτης μὲν
5γὰρ ἔμελλεν ἐπινεύσειν τε καὶ ἀνανεύσειν, ἐπὶ δέ γε τὰ πλάγια κινήσεσθαι διὰ τῶν πρὸς τὸν πρῶτον ἄρ‐ θρων. ἐνταῦθ’ οὖν χρὴ φυσικὸν γενέσθαι σε καὶ
ἀνατομικὸν ἅμα καὶ θεασάμενον ἃς εἴρηκα διαρθρώσεις ἐπισκέψασθαι κατὰ σεαυτόν, εἰ δυνατὸν ἦν ἄνευ τοῦ197 in vol. 2
10ψαύειν ἀλλήλων τάς τε τῆς κεφαλῆς ἐξοχὰς καὶ τὰς ὑποκειμένας αὐταῖς κοιλότητας εἰς τὰ πλάγια περι‐ φέρεσθαι τὴν ὅλην κεφαλήν. εἰ γὰρ ἀδύνατον τοῦτο καὶ πάντως ἐχρῆν ἐν ταῖς τοιαύταις διαρθρώσεσιν ὁμιλῆσαι τὸ τῆς κεφαλῆς ὀστοῦν τοῖς ὑποκειμένοις, ἐξ
15ἀνάγκης ἕπεται τὸ πρὸς τὸν πρῶτον σφόνδυλον δεῖν αὐτὰ γενέσθαι. πῶς οὖν ἡ δευτέρα διάρθρωσις, ἡ τῶν εὐθειῶν ἐξηγουμένη κινήσεων, οὐδὲν ἧττον ταύ‐ της ἀσφαλὴς κατασκευασθήσεται; πῶς δ’ ἄλλως ἢ ὡς νῦν ἔχει, προμήκη τε καὶ ἰσχυρὰν ἀπόφυσιν τοῦ δευ‐
20τέρου σφονδύλου σχόντος, ἀνατεινομένην μὲν ἐπὶ τὴν

4

.

24

κεφαλήν, συνδέσμῳ δ’ ἰσχυρῷ ‖ στρογγύλῳ συναπτο‐ μένην πρὶν ψαύειν αὐτῆς; ὀνομάζεται μὲν οὖν ἡ ἀπό‐ φυσις αὕτη πυρηνοειδὴς ὑπὸ τῶν νεωτέρων ἰατρῶν, ἐπεὶ πρός γε τῶν παλαιοτέρων ὀδοὺς ἐκαλεῖτο καὶ
5Ἱπποκράτης οὕτως ὠνόμασεν. ἐπιβαίνει δ’ αὐτῆς τὸ ἄνω πέρας τοῖς ἔνδον τῶν προσθίων μερῶν τοῦ πρώ‐ του σφονδύλου. ὥστ’, ἐπειδὴ ψαύσειν ἔμελλε κατὰ τοῦτο τοῦ νωτιαίου καὶ θλίψειν τε καὶ θλάσειν αὐτὸν μάλιστα ἐν ταῖς κινήσεσι, διττήν, ὡς μηδὲν πάσχειν
10μηδ’ ἐκεῖνον, ἡ φύσις ἐτεχνήσατο βοήθειαν, ἐγγλύψασα μὲν τοῦ πρώτου σφονδύλου τὸ ταύτῃ μέρος, ἐπιθεῖσα δὲ κατ’ αὐτοῦ τὸν ὀδόντα καὶ σύνδεσμον ἰσχυρὸν ἐγκάρσιον ἔξωθεν αὐτῷ περιθεῖσα διείργοντά τε ἅμα
τοῦ νωτιαίου καὶ κατέχοντα πρὸς τῇ τοῦ πρώτου198 in vol. 2
15σφονδύλου κοιλότητι. καὶ εἴπερ ἀπολωλότα τοῦτον ἐπινοήσαις, οὐδεμίαν ἐξευρήσεις ἑτέραν ἀμείνονα φυ‐ λακὴν τῷ νωτιαίῳ· οὔτε γὰρ ἡ κοιλότης ἡ τοῦ πρώ‐ του σφονδύλου μόνη κατέχειν ἐφ’ ἑαυτῆς ἐν ἁπάσαις ταῖς κινήσεσιν ἱκανὴ τὸν ὀδόντα χωρὶς τοῦ περικει‐
20μένου συνδέσμου, καὶ εἰ τοῦτο καθ’ ὑπόθεσιν συγ‐

4

.

25

χωρηθείη, τό γε θλίβεσθαί τε καὶ ‖ θλᾶσθαι τὸν νωτιαῖον οὐκ ἀνῄρηται. νυνὶ μὲν γὰρ ἐν τῷ μεταξὺ κείμενος ὁ σύνδεσμος ἐκλύει τε τὴν βίαν τῆς πυρη‐ νοειδοῦς ἀποφύσεως καὶ πρόβλημα γίγνεται τῷ νωτιαίῳ·
5τότε δ’ ἂν οὐδὲν ἐκώλυε θλασθῆναι τελέως αὐτὸν ἀσκεπάστῳ καὶ πλανώδει περιπίπτοντα διὰ παντὸς ὀστῷ. τὸ δὲ κἀκ τῶν πρόσω μερῶν ἀποφῦναι τὸν ὀδόντα τοῦ δευτέρου σφονδύλου καὶ τῶν πρόσω μερῶν τοῖς ἔνδον ἐπιβῆναι τοῦ πρώτου, πῶς οὐ καὶ αὐτὸ
10δίκαιον ἐπαινεῖν; ἀσφαλεστέρα γὰρ ἥδε ἡ χώρα τῆς ὄπισθεν ὅ τε νωτιαῖος ἧττον οὕτως ἔμελλεν ὀχλήσε‐ σθαι. δῆλον οὖν ἐκ τούτων, ὡς οὐ μόνον τὸν πρῶ‐ τον σφόνδυλον ἐχρῆν διηρθρῶσθαι πρὸς τὸ τῆς κεφα‐ λῆς ὀστοῦν, ἀλλὰ καὶ τὸν δεύτερον πρὸς αὐτόν. εἰ
15γὰρ δὴ συνεπεφύκεσαν, ἐνεπόδιζον ἂν δήπου ταῖς ἀλλήλων κινήσεσιν, ἀντισπῶν ἀεὶ καὶ κατέχων ὁ ἡσυ‐ χάζων τὸν ἐνεργοῦντα. νυνὶ δ’ ἑκάτερος ἐν μέρει τὴν ἑαυτοῦ κίνησιν οἷός τ’ ἐστὶ κινεῖσθαι μόνος θα‐ τέρου κατὰ χώραν μένοντος. εἴπερ οὖν ἄμεινον ἦν
20διηρθρῶσθαι τοὺς πρώτους σφονδύλους ἀπ’ ἀλλήλων,

4

.

26

πάντως δήπου καὶ τὸ μάλιστα ‖ πρέπον εἶδος αὐτοῖς
τῆς διαρθρώσεως ἡ φύσις ἔδωκε. τί δὴ τὸ μάλιστα πρέπον ἐστίν; ἐμοὶ μὲν οὐδὲ μαινόμενος ἄν τις ἕτερον ἐρεῖν τοῦ νῦν ὄντος δοκεῖ. ταῖς γὰρ ἐπικειμέναις199 in vol. 2
5ἄνω τοῦ πρώτου σφονδύλου κοιλότησιν, αἷς ὑποδέχε‐ ται τὰς ἐξοχὰς τῆς κεφαλῆς, ἕτεραί τινες ἐκ τῶν κάτω μερῶν ὑπόκεινται παραπλήσιαι τὰς κυρτότητας περι‐ βεβηκυῖαι τοῦ δευτέρου σφονδύλου. καὶ διὰ ταύτας οὔθ’ ἡ τοῦ δευτέρου σύμφυσις πρὸς τὴν κεφαλήν, ἧς
10ἔργον ἦν ἀνανεύειν τε καὶ ἐπινεύειν, ἐνοχλεῖταί τι πρὸς τοῦ πρώτου, καίτοι μεταξὺ τεταγμένη, οὔθ’ ἡ λοιπὴ τῶν κινήσεων, ἡ ἐπὶ τὰ πλάγια, διὰ τῆς πρὸς τὸν πρῶτον γιγνομένη διαρθρώσεως ἐμποδίζεταί τι πρὸς τοῦ δευτέρου. τὸ μὲν δὴ γενέσθαι τέτταρας τῷ
15πρώτῳ σφονδύλῳ κοιλότητας ἴσως οὐ θαυμαστόν, οὐδὲ τὸ δύο μὲν ἐν τοῖς ἄνω τεθῆναι μέρεσιν αὐτοῦ, δύο δ’ ἐν τοῖς κάτω. τάχα δ’ ἄν τις οὐδὲ τὸ καθ’ ἑκάτερον αὐτὰς εἶναι μέρος, τὰς μὲν ἐκ τῶν δεξιῶν, τὰς δ’ ἐκ τῶν ἀριστερῶν, θαυμάσειε, καίτοι ταῦτα πάντα χρη‐
20στῶς ἐγένετο. τάχα δ’ ἂν οὐδ’ ὅτι τὸ μέγεθος ἀκρι‐

4

.

27

βῶς ‖ ἴσαι καὶ ταῖς ἐξοχαῖς εἰσιν αἱ κοιλότητες, οὐδὲ τοῦτό φησι τεχνικῶς ἔχειν· αὐτομάτως γὰρ αὐτὸ καὶ οὐ κατὰ πρόνοιάν τινα τοῦ δημιουργοῦ γεγονέναι. καί‐ τοι μείζους μὲν εἴπερ ἦσαν, χαλαρὸν ἂν ἤδη που καὶ
5πλανῶδες ἀπέδειξαν τὸ ἄρθρον, ἐλάττους δ’ εἴπερ ἐγέ‐ νοντο, δυσκίνητον ὑπὸ στενοχωρίας. ἀλλὰ καὶ τὸ διε‐
στάναι μὲν ἀπ’ ἀλλήλων πλέον τὰς ἄνω κοιλότητας, ἔλαττον δὲ τὰς κάτω, καὶ τοσοῦτον ἀκριβῶς εἶναι τὸ διάστημα καθ’ ἑκατέρας ὅσον καὶ ταῖς κυρτότησιν, ἃς200 in vol. 2
10ὑποδέχονται, καὶ τοῦτ’, εἰ βούλει, τύχης ἔργον ἔστω· τὸ μέντοι τὰς μὲν ἔξωθεν ὀφρῦς τῶν κοιλοτήτων ὑψη‐ λοτέρας θ’ ἅμα καὶ πρὸς τὴν ἔσω χώραν ἐπεστραμμέ‐ νας γενέσθαι, τὰς δ’ ἔσωθεν ταπεινὰς καὶ οἷον ἔκρουν τινὰ πρὸς τὴν ἐκτὸς ἐχούσας εὐρυχωρίαν ἐγὼ μὲν
15οὐκέτ’ ἂν τοῦτο συγχωρήσαιμι θαυμαστῶς οὕτως κατά τινα τύχην ἀπειργάσθαι. δῆλον γάρ ἐστιν, ὡς ἡ προ‐ νοουμένη τῆς διαπλάσεως τῶν μορίων φύσις ὑπὲρ τοῦ τὰς ἐμβαινούσας αὐταῖς κυρτότητας ἐν ταῖς σφοδροτέ‐ ραις κινήσεσιν, εἰ καὶ παραλλάττοιέν ποτε βραχύ τι,

4

.

28

μὴ πρὸς τοὐκτὸς ὑποχωρεῖν, ‖ ἀλλ’ ἵναπερ ἀσφαλέστα‐ τόν ἐστι τῇ συμπάσῃ διαρθρώσει, διὰ τοῦτ’ ἐπετεχνή‐ σατο τὴν τοιαύτην ἰδέαν ταῖς κοιλότησιν. ἀλλὰ καὶ τὰ περὶ τὴν ἀπόφυσιν τὴν κατὰ τὸν ὀδόντα καὶ τὴν
5ὑποδεχομένην αὐτὸν χώραν τοῦ πρώτου σφονδύλου πῶς ἄν τις ὑπονοήσειεν αὐτομάτως γεγονέναι; εἰ δ’ ἄρα καὶ ταῦτα, τό γε τῶν συνδέσμων, τοῦ τε τὸ πέρας τῆς ἀνάντους ἀποφύσεως συνάπτοντος τῇ κεφαλῇ καὶ τοῦ σφίγγοντός τε ἅμα τὸν ὀδόντα καὶ σκέποντος τὸν
10νωτιαῖον, ἡγοῦμαι μηδένα σωφρονοῦντα τύχης ἔργον, οὐ τέχνης εἶναι νομίζειν. τὸ γὰρ δὴ τεττάρων καὶ εἴκοσιν ὄντων σφονδύλων τῆς ὅλης ῥάχεως μήτ’ ἐν ἄλλῳ τινὶ τοιούτους γενέσθαι συνδέσμους, ἀλλὰ μηδ’ ἐν τούτῳ καθ’ ἕτερόν τι χωρίον ἢ τὸ χρῇζον μόριον
15οὐκ ἂν οἶμαί τινα τολμήσειν ἐρεῖν αὐτομάτως γεγο‐
νέναι. τί δὲ τὰ τῶν ἀποφύσεών τε τῶν κατὰ τοὺς σφονδύλους ἅπαντας καὶ τὰ τῶν τρημάτων; ἐμοὶ μὲν γὰρ μὴ ὅτι καὶ ταῦτα τέχνης μόνον, ἀλλὰ καὶ θαυμα‐ στῆς τινος ἔχεσθαι δοκεῖ προνοίας. οὐ μὴν ἤδη γέ πω201 in vol. 2
20περὶ αὐτῶν ἐξηγεῖσθαι καιρός· οὐ γὰρ ἁπλῶς περὶ

4

.

29

ῥάχεως καὶ ‖ σφονδύλων ἐνεχείρησα λέγειν, ἀλλὰ τῆς κεφαλῆς τὰς κινήσεις διδάσκειν. ηὑρέθησαν δ’ αὗται διὰ τῶν πρὸς τὸν πρῶτον καὶ δεύτερον διαρθρώσεων γιγνόμεναι. ταύτας οὖν χρὴ μόνας ἐξηγεῖσθαι νυνί,
5εἰ δέ τι σοφίας ἐστὶ μείζονος ἐπίδειγμα περὶ τὴν ὅλην κατασκευὴν ἢ τούτων τῶν σφονδύλων ἢ καὶ ξυμπάσης τῆς ῥάχεως, εἰς τὸν ἑξῆς λόγον ἀναβάλλεσθαι. Πάλιν οὖν ἐπὶ τὸ προκείμενον ἴωμεν ἀναμνήσαντές τε πρῶτον, ὡς τὰς κινήσεις τῆς κεφαλῆς
10διά τε τῶν συνδέσμων τὴν ἀρετὴν καὶ τῶν ἄρθρων τὴν ἀκρίβειαν καὶ τῶν μυῶν τῶν κινούντων αὐτὰ τήν τε ῥώμην καὶ τὸ πλῆθος οὕτω θαυμαστῶς ἔχειν ἐλέ‐ γομεν, ὡς οὔτε βέλτιον οὔτ’ ἀσφαλέστερον ἐπινοῆσαι δυνατόν, καὶ τοῦτ’ ἔτι προσαναμνήσαντες, ὡς τὰ δύο
15τῶν προτεθέντων ἀποδέδεικται. περί τε γὰρ τῶν συν‐ δέσμων καὶ τῶν ἄρθρων τῆς κεφαλῆς εἰρηκότες ἐπὶ τὸ λοιπὸν ἔτι καὶ τρίτον ἤδη μεταβησόμεθα καὶ δείξο‐ μεν, ἥτις ἐστὶ καὶ ἡ περὶ τοὺς κινοῦντας αὐτὴν μῦς

4

.

30

τέχνη τῆς φύσεως. ἔστω δὲ μηδ’ ἐνταῦθα παρα‖λει‐ πόμενον αὐτῶν τῆς κατασκευῆς μηδέν, ἀλλὰ καὶ θέσεως ἕκαστος ὅπως ἔχει καὶ μεγέθους καὶ ῥώμης ὅ τε σύμ‐ πας ἀριθμὸς αὐτῶν ὁπόσος ἐστίν, ὁ λόγος ἐξηγείσθω
5καὶ δεικνύτω μηδ’ ἐνταῦθα μήτ’ ἀργὸν μήτ’ ἐλλιπὲς μήθ’ ὅλως ἑτέρως ἔχειν τι βέλτιον ἢ ὡς νῦν ἔχει δυ‐ νάμενον. κάλλιστον μὲν οὖν αὐτῶν ἦν τῶν φαινομέ‐ νων παρόντων γίγνεσθαι τήν τε δεῖξιν αὐτῶν καὶ τοὺς λόγους· οὐδὲ γὰρ ἱκανὸς ἐκτυπῶσαι λόγος οὐδεὶς202 in vol. 2
10οὕτως ἀκριβῶς οὐδὲν τῶν φαινομένων ὡς ἁφὴ καὶ ὄψις. ἀλλ’ ἐπεὶ τὰ τῆς δείξεως ἄπεστι, μεῖζον μὲν ἐν τούτῳ τὸ ἀγώνισμα τῷ λόγῳ, πειρατέον μὴν εἰς ὅσον οἷόν τε σαφηνείας ἀπολιπεῖν μηδὲν ἀρξαμένους ἐνθένδε ποθέν. οἱ κινοῦντες τὴν κεφαλὴν μύες τὸν
15ἀριθμὸν ὄντες εἴκοσι πλείους, οἷον χορός τις ἐν κύκλῳ περιεστῶτες αὐτήν, ἄλλος ἄλλην ἐνέργειαν πεπίστευται. εἰσὶ δ’ αὐτῶν ὀκτὼ μὲν ἐκ τῶν ἔμπροσθεν μερῶν, τεσσαρεσκαίδεκα δὲ τῶν ὄπισθεν ἀντιτεταγμένοι κατὰ διάμετρον ἀλλήλοις· ἄλλοι δὲ δύο καθ’ ἑκάτερον μέρος,

4

.

31

οἱ μὲν ἐκ τῶν δεξιῶν, οἱ δ’ ἐκ τῶν ‖ ἀριστερῶν, ἀν‐ τιτεταγμένοι δὲ καὶ οἵδε πρὸς ἀλλήλους, πρῶτον μὲν καὶ μάλιστα τὸν τράχηλον ἐφ’ ἑαυτοὺς ἕλκουσι, σὺν ἐκείνῳ δὲ καὶ ὅλην τὴν κεφαλήν. ἐδείχθη γὰρ οὖν
5ἤδη μυριάκις τά τ’ ἄλλα δικαίως ἡ φύσις διαπλάτ‐ τουσα καὶ παντὶ τῷ κίνησίν τινα δημιουργοῦντι μυῒ τὸν τὴν ἐναντίαν ἐκείνης ἐργασόμενον ἀντιτάττουσα· χωλὴν γὰρ ἄν, εἰ μὴ τοῦτ’ ἔπραξε, γενέσθαι τὴν κίνη‐ σιν ἢ καὶ τελέως ἀπολέσθαι διὰ τὸ μίαν ἑκάστου μυὸς
10ἐνέργειαν εἶναι, τὴν εἰς αὑτὸν σύνοδον. αὐτίκα γέ τοι τῶν ἐπινευόντων τε καὶ ἀνανευόντων τὴν κεφαλὴν μυῶν ὀκτὼ μὲν ὄπισθεν ἀμφὶ τὸ ἄρθρον αὐτὸ τετά‐ χαται σμικροί, μείζους δ’ αὐτῶν ἄλλοι κατὰ παντὸς ἐκτείνονται τοῦ τραχήλου, διὰ μὲν τῶν πρώτων ἰνῶν203 in vol. 2
15ταῖς τῆς κεφαλῆς μόνης ὑπηρετοῦντες κινήσεσιν, ἃς πρὸς τὸν πρῶτόν τε καὶ δεύτερον σφόνδυλον ποιεῖται, διὰ δὲ τῶν ἑξῆς τοὺς ὑπολοίπους πέντε τοῦ τραχήλου κινοῦντες σφονδύλους. ἀλλὰ τῶν μὲν ὀκτὼ τῶν μι‐ κρῶν οἱ τέτταρες εὐθείας ἐξηγοῦνται κινήσεως, ἐκφυό‐
20μενοι μὲν ἐκ τοῦ κατ’ ἰνίον ὀστοῦ μικρὸν ὑπεράνω

4

.

32

τῆς διαρθρώσεως, ‖ ἐμφυόμενοι δ’ εἴς τε τὴν ὀπίσθιον ἀπόφυσιν τοῦ δευτέρου σφονδύλου καὶ τοῦ πρώτου τὸ ταύτῃ μέρος. τῶν δ’ ὑπολοίπων τεττάρων οἱ δύο μὲν ὁμοίως τοῖς προειρημένοις ἐκφυόμενοι τοῦ κατ’
5ἰνίον ὀστοῦ λοξοί τε πρὸς τοὐκτὸς ἀποχωροῦντες ἐμ‐ φύονται ταῖς πλαγίαις ἀποφύσεσι τοῦ πρώτου σφον‐ δύλου λοξὴν ὅλῃ τῇ κεφαλῇ δημιουργοῦντες κίνησιν. οἱ λοιποὶ δὲ δύο τὸν πρῶτον τῷ δευτέρῳ συνάπτοντες λοξοὶ τήν τε θέσιν ἐναντίαν ἔχουσι τοῖς προειρημένοις
10δύο μυσὶ καὶ τὴν κίνησιν ἀντιτεταγμένην. ἐκεῖνοι μὲν γὰρ τὴν κεφαλὴν ἔχοντες λοξὴν ἐπὶ τὸν πρῶτον σφόν‐ δυλον ἅμ’ αὐτῇ συνεπάγονται καὶ τὸν δεύτερον, οὗτοι δ’ εἰς τὸ κατὰ φύσιν, ὅπερ ἦν, εὐθὺς τὴν γιγνομένην αὐτοῦ παρέγκλισιν ἐπανάγουσι. καὶ γὰρ ἡ θέσις αὐ‐
15τῶν ἐστιν, ὡς τρίγωνον ἑκατέρωθεν ἐργάζεσθαι τὰς προειρημένας δύο τῶν μυῶν συζυγίας ἐπιζευγνύντας. αἱ δὲ τῶν μεγάλων μυῶν τρεῖς συζυγίαι, δυνάμεναι
δὲ καὶ τέτταρες λέγεσθαι καὶ δύο διὰ τὴν ἐπιπλοκὴν τῶν μυῶν, ἣν ἐν ταῖς Ἀνατομικαῖς ἐγχειρήσεσιν ἐδή‐204 in vol. 2
20λωσα, τὴν αὐτὴν μὲν ἔχουσι τοῖς ῥαχίταις ὀνομαζομέ‐

4

.

33

νοις κίνησιν, ‖ ἣν ὀλίγον ὕστερον ἐξηγήσομαι, κινοῦσι δὲ διὰ μὲν τῶν πρώτων ἰνῶν, αἳ εἰς τὸν πρῶτόν τε καὶ δεύτερον σφόνδυλον ἐμφύονται, μόνην τὴν κεφα‐ λήν, διὰ δὲ τῶν ὑπολοίπων πρώτους μὲν τοὺς ἄλλους
5πέντε τοῦ τραχήλου σφονδύλους, ἅμα δ’ αὐτοῖς συγ‐ κινοῦσι τὴν κεφαλήν. οὗτοι μὲν οὖν οἱ μύες ἅπαντες ἀνανεύουσί τε τὴν κεφαλὴν ὀπίσω καὶ λοξὰς ἀτρέμα ποιοῦνται κινήσεις οἱ λοξοί. τῶν δ’ ἔμπροσθεν οἱ μὲν ὑποκείμενοι τῷ στομάχῳ κατὰ μὲν τὰς πρώτας
10ἶνας, αἳ εἰς τὸν πρῶτόν τε καὶ δεύτερον σφόνδυλον ἐμπεφύκασιν, αὐτὴν μόνην ἐπινεύουσι τὴν κεφαλὴν μετὰ τοῦ καὶ παρεγκλίνειν εἰς τὰ πλάγια ταῖς λοξαῖς ἰσί, καθ’ ἃς καὶ μυῶν μικρῶν ἴσχουσιν ἰδίαν περι‐ γραφήν· κατὰ δὲ τὰς ὑπολοίπους κάμπτοντες τὸν
15τράχηλον ἅμ’ ἐκείνῳ συνεπινεύειν ἀναγκάζουσιν ὅλην τὴν κεφαλήν. οἱ λοιποὶ δ’ ἓξ οὐκ εὐθεῖαν, ὡς οὗτοι, τὴν ἐπίνευσιν, ἀλλὰ λοξὴν ἀτρέμας ἀπεργάζον‐ ται μετὰ τοῦ καὶ συνεπιστρέφειν εἰς τὰ πρόσω τὴν κεφαλήν. ἐκπεφυκότες γὰρ ὄπισθέν τε τῶν ὤτων
20καὶ ὑπ’ αὐτὰ καθήκουσιν εἴς τε τὸ στέρνον καὶ τὴν

4

.

34

κλεῖν ἀλλήλοις ‖ συνεχεῖς, ὥστ’, εἰ καί τις ἑτέρως αὐ‐ τὸν ἕνα φαίη τριπλοῦν εἶναι, μὴ σφαλῆναι. λέλεκται δ’ ὑπὲρ ἁπάντων τῶν μυῶν οὐ μόνον ἐν ταῖς Ἀνατο‐
μικαῖς ἐγχειρήσεσιν, ἀλλὰ καὶ καθ’ ἕτερον ἓν βιβλίον,205 in vol. 2
5ἐν οἷς πρώτοις, ὡς καὶ κατ’ ἀρχὰς εἴρηταί μοι, προ‐ γεγυμνάσθαι προσήκει τὸν ἀκριβῶς ἕπεσθαι τοῖς ἐν‐ θάδε λεγομένοις ἐσπουδακότα. τέτταρες δ’ ἄλλοι μύες, εὔρωστοί τε καὶ μεγάλοι, δύο καθ’ ἑκάτερον μέρος ἐκ δεξιῶν τε καὶ ἀριστερῶν τεταγμένοι, κινοῦσι τὸν τρά‐
10χηλον εἰς τὰ πλάγια μέρη μετὰ βραχείας ἐγκλίσεως, εἰς μὲν τὸ πρόσθεν ἡ πρόσθιος αὐτῶν συζυγία βραχὺ παρεγκλίνουσα, εἰς τοὔπισθεν δ’ ἡ λοιπή· τὴν δ’ ἔκ‐ φυσιν ἐκ μὲν τῆς διατετρημένης ἀποφύσεως τοῦ δευ‐ τέρου σφονδύλου τὸ πρόσθιον ζεῦγος, ἐκ δὲ τῆς πλα‐
15γίας ἐξοχῆς τοῦ πρώτου θάτερον ἔχει. καί σοι σαφῶς ἤδη τό τε πλῆθος ἐφάνη τῶν μυῶν καὶ τὸ μέγεθος καὶ ἡ θέσις καὶ ὁ τῆς κινήσεως τρόπος. ὅτι τε γὰρ εἴκοσι πλείους εἰσίν, οὐδεὶς οὕτως ἀμαθὴς λογισμῶν, ὥστ’ ἀγνοεῖν, ὅτι τέ τινες μὲν αὐτῶν μείζους, τινὲς

4

.

35

δ’ ἐλάττους, τὸ μέν πού τι καὶ λέλεκται σαφῶς, ‖ τὸ δὲ καὶ τοῖς εἰρημένοις ἐξ ἀνάγκης ἑπόμενον ἐπινοεῖν ἱκανός, ὅτῳ συνέσεως μέτεστι. τὸν γὰρ εἰς τὴν κλεῖν καταφυόμενον ἢ εἰς τὸ στέρνον οὐκ ἐνδέχεται μικρὸν
5εἶναι, καθάπερ οὐδὲ τοὺς ἐπικειμένους ὄπισθεν αὐτῇ τῇ διαρθρώσει μεγάλους. οὕτω δὲ καὶ ἡ πᾶσα θέσις αὐτῶν πρόδηλος ἐπὶ ταῖς ἀρχαῖς τε καὶ τελευταῖς ἐγνωσμένη, ὡσαύτως δὲ καὶ ἡ ἐνέργεια. κατὰ γὰρ τὸν τῆς θέσεως τῶν ἰνῶν γίγνεται τρόπον, ὡς ἤδη μυριά‐
10κις εἴρηται. τὰς ἶνας δ’ ὅτι πάντες οἱ μύες ἔχουσι τοὐπίπαν ἐπὶ τὸ μῆκος ἑαυτῶν ἐκτεταμένας, εἴρηται
καὶ τοῦτο, καὶ ὡς σπάνιόν ἐστιν ἢ ἐγκαρσίας ἢ λοξὰς εὑρεῖν ἶνας ὡς πρὸς τὸ μῆκος ὅλου τοῦ μυός, ὥστ’, εἰ μηδὲν ἐπὶ τῇ ῥηθείσῃ θέσει τοῦ μυὸς ὑπὲρ τῶν206 in vol. 2
15ἰνῶν διοριζόμεθα, νοεῖν χρὴ κατὰ τὸ σύνηθες αὐτὰς διακεῖσθαι ταῖς ἄλλαις ἁπάσαις. οὔκουν ἔτι λείπει τῆς κατασκευῆς τῶν περὶ τὴν κεφαλὴν μυῶν οὐδέν, ἀλλ’ ἱκανῶς λέλεκται πάντα, καὶ πλῆθος καὶ θέσις καὶ μέγεθος καὶ κίνησις.

4

.

36

Ἑξῆς οὖν δεικνύσθω πάλιν, οὗπερ ἕνεκα πάντ’ εἴρηται ταῦτα, τὸ μηδ’ ἐπινοεῖσθαι δύνασθαι κατασκευὴν ἑτέραν ἀμείνω τῶν κινησόντων τὴν κεφα‐ λὴν μυῶν. ἐπειδὴ γὰρ ἅμα μὲν ἀσφαλεστάτην ἐχρῆν
5εἶναι τὴν διάρθρωσιν, ἅμα δ’ ἐπὶ πλεῖστόν τε καὶ πάντη κινεῖσθαι βέλτιον ἦν, ἐδείχθη δ’ ἀλλήλοις ταῦτα μαχόμενα, καὶ τὸ μὲν ἀσφαλὲς τῆς κατασκευῆς ὀλίγας τε καὶ σμικρὰς ἐργαζόμενον τὰς κινήσεις, ἡ δ’ ἐν ταύ‐ ταις ἑτοιμότης τε καὶ ποικιλία χαλαρᾶς διαρθρώσεως
10δεομένη, πρῶτον μὲν ἐπαινεῖν χρὴ τὴν φύσιν ἑλομέ‐ νην τὸ ἀναγκαιότερον, ἔπειτα δ’ ὅτι μηδὲ θατέρου τελέως ἠμέλησεν, ἀλλὰ πολλαῖς ἐπιτεχνήσεσιν ἐπηνωρ‐ θώσατο, θαυμάζειν ἤδη κατὰ τόδε τὸ ἔργον αὐτήν, οὐ μόνον ἁπλῶς ἐπαινεῖν. ἡ μὲν οὖν ἀσφάλεια τοῖς ἄρ‐
15θροις τῆς κεφαλῆς ἐξ ὧν εἰρήκαμεν ἐγένετο, τὴν δ’ ἐξ ἀνάγκης ἑπομένην αὐτῇ βλάβην τῶν κινήσεων ἐπην‐ ωρθώσατο τῷ τε πλήθει καὶ τῷ μεγέθει καὶ τῷ πο‐ λυειδεῖ τῆς θέσεως τῶν μυῶν. ὅτι μὲν οὖν πολλοί

4

.

37

τ’ εἰσὶ καὶ μεγάλοι, πρόδηλον ‖ παντὶ καὶ μέν γε καὶ ὅτι πολυειδὴς αὐτῶν ἡ θέσις, ἐκ τοῦ πανταχόθεν
ἐστεφανωκέναι τὴν κεφαλὴν ἐναργῶς ἐπιδείκνυται. διὰ τοῦτ’ οὖν οὐδὲ κινήσεως οὐδεμιᾶς ἀπορεῖ· πρὸς207 in vol. 2
5ὅ τι γὰρ ἂν ἐθέλῃς αὐτὴν ἀποκλίνειν, ἑτοίμως δυνήσῃ τοῦ κατ’ ἐκεῖνα τὰ μέρη μυὸς ἐνεργήσαντος. ὅτι δὲ καὶ τὰ μεγέθη πάμπολυ διαφέροντα κατὰ λόγον ἐκτή‐ σατο, τοῦτ’ ἤδη δίειμι. μικρότατοι μέν εἰσιν ἁπάν‐ των οἱ ὄπισθεν οἱ ἀνανεύοντες αὐτήν, ὡς ἂν μόνοι
10κατειληφότες ἀκριβῶς τὴν διάρθρωσιν. ὃ γὰρ τοῖς ἄλλοις τοῖς πέριξ ἐκ τοῦ μεγέθους, τοῦτ’ ἐκείνοις ἐκ τῆς ἐπικαίρου θέσεως ἐπιγίγνεται. μόνη δ’ ἄλλη μία συζυγία μυῶν ἐπίκαιρον ὁμοίως ἔχει τὴν θέσιν, ὥσπερ γε καὶ τὴν κίνησιν ἀντιτεταγμένην, ἡ πρώτη μοῖρα
15τῶν ὑποβεβλημένων τῷ στομάχῳ μυῶν. καθάπερ γὰρ οἱ ὄπισθεν οἱ τὴν διάρθρωσιν κατειληφότες ἀνανεύ‐ ουσι μόνην τὴν κεφαλήν, οὕτως ἡ πρώτη μοῖρα τῶν μυῶν τούτων ἐπινεύειν αὐτὴν πέφυκεν· ὅσον δ’ ὑπό‐ λοιπον αὐτῶν ἄχρι τοῦ πέμπτου τῶν κατὰ τὸν θώρακα

4

.

38

σφονδύλων προέρ‖χεται, καμπὴν εὐθεῖαν ἐργάζεται σύμπασί τε τοῖς σφονδύλοις, οἷς ἐπιτέταται, καὶ σὺν αὐτοῖς ὅλῃ τῇ κεφαλῇ. ἐπεὶ δὲ καὶ τῶν ὀκτὼ μυῶν τῶν μικρῶν τῶν ὄπισθεν ὅσοι πρὸς τὸ πλάγιον ἐγκλί‐
5νουσιν, εὐθεῖαν μὲν ἀνάνευσιν ἐργάζονται κατὰ συζυ‐ γίαν ἐνεργοῦντες, λοξὴν δ’, ὅταν ὁ ἕτερος ἐξ αὐτῶν μόνος, ὡσαύτως δὲ καὶ οἱ κατ’ αὐτῶν ἐπικείμενοι μεί‐ ζονες οἱ μέχρι τοῦ τραχήλου παντὸς ἐκτεταμένοι, καὶ διὰ τοῦτ’ ἀναγκαῖον ἦν ἀντιτάξαι τινὰς αὐτοῖς ἔμπρο‐
10σθεν μῦς λοξὴν καμπὴν ἐργαζομένους, οἱ καθήκοντες εἰς τὴν κλεῖν καὶ τὸ στέρνον ἐδημιουργήθησαν ἓξ μύες, ἅμα μὲν ἐπινεύειν τὴν κεφαλήν, ἅμα δ’ εἰς τὸ πρόσω περιάγειν ἱκανοί. οὕτω δὲ καὶ τῶν τεττάρων μυῶν τῶν εἰς τὰ πλάγια καμπτόντων τὸν τράχηλον εἰ μὲν208 in vol. 2
15εἷς μόνος ἐνεργήσειεν, ἐπ’ ἐκεῖνον κλίνεται σύμπας, εἰ δ’ ἡ πρόσθιος συζυγία, βραχύ τι νεύει πρόσω μηδαμόσε παρεγκλίνων εἰς τὸ πλάγιον, ὥσπερ γε καὶ τῆς ὄπισθεν ἐνεργούσης ἀνανεύει μὲν ὀλίγον, οὐκ ἐγκλίνεται δ’ οὐδετέρωσε, πάντων δ’ ἐνεργησάντων

4

.

39

ἅμα τῶν ‖ τεττάρων ἀρρεπὴς ἀκριβῶς διαμένει. καὶ φαίνεται κἀνταῦθ’ ἡ φύσις οὐκ ἐπιλελησμένη τοῦ μυ‐ ριάκις ἤδη δεδειγμένου, τοῦ πολλὰ κατασκευάζειν ὄρ‐ γανα μιᾶς ἐνεργείας ἕνεκεν ἢ διὰ σφοδρότητα τῆς
5κινήσεως ἢ διότι μεγάλην τῷ ζῴῳ τὴν χρείαν παρέχει. καὶ γὰρ οὖν καὶ ἡ τῆς κεφαλῆς κίνησις ὅτι τε χρη‐ σιμωτάτη τοῖς ζῴοις ἐστὶν ἐν τοῖς μάλιστα, τί ἂν ἐγὼ δεοίμην λέγειν; ὅτι τε διὰ τὸ τοῦ μέρους μέγεθος εὐρώστων δεῖται τῶν ἐνεργούντων μυῶν, οὐδὲ τοῦτ’
10ἄδηλον ὑπάρχει. καὶ γὰρ δὴ καὶ τοῦτ’ αὐτῇ σχεδὸν ἐξαίρετόν τε καὶ οἷον οὐδὲ καθ’ ἕν ἐστιν ἄλλο τῶν διαρθρουμένων ὀστῶν· οὐδαμόθι γὰρ ἄλλοθι τοσαύτην ὑπεροχὴν ἔστι θεάσασθαι θατέρου παρὰ θάτερον, ὅσην ἐπὶ κεφαλῆς καὶ τῶν πρώτων σφονδύλων. οὐ γὰρ δὴ
15διπλάσιόν γ’ ἢ τριπλάσιον αὐτῆς ἐρεῖς τὸ μέγεθος, ἀλλ’ οὐδὲ τετραπλάσιον ἢ πενταπλάσιον· καίτοι κἂν
εἰ τοῦτ’ ἦν, ὑπερεῖχεν ἂν οἶμαι πολλῷ. νυνὶ δ’ οὐχ οὕτως ἔχει τἀληθές, ἀλλ’ ἕκαστον τῶν κατ’ αὐτὴν ὀστῶν ἑκατέρου τῶν σφονδύλων πολλαπλάσιόν ἐστι,209 in vol. 2

4

.

40

καίτοι χωρὶς τῆς κάτω γένυος ἑκκαί‖δεκα τὰ πάντ’ ἐστίν, ἐκείνης δὲ προστιθεμένης, ὥσπερ οὖν καὶ δί‐ καιον προστίθεσθαι τῆς ὅλης κεφαλῆς ὑπάρχουσαν αὐτὴν μόριον, οὐδὲ λογίσασθαι δυνατόν, ὁσάκις ἑκά‐
5τερον τῶν πρώτων σφονδύλων ἀναμετρεῖ τὸ σύμπαν τῆς κεφαλῆς ὀστοῦν. οὔκουν οἷόν τ’ ἦν μέγιστον ὀστοῦν ἐλαχίστοις ὀστοῖς διαρθρούμενον ἅπαντας ἔχειν τοὺς μῦς εἰς ἑκάτερον ἐκείνων ἐμφυομένους, ἀλλ’ ἀνάγκη πᾶσα τῆς μὲν κεφαλῆς αὐτοὺς ἐξῆφθαι πάν‐
10τας, ἐμφύεσθαι δ’ οὐ πάντας εἰς τοὺς πρώτους σφον‐ δύλους, ἀλλ’ ἐκείνους μόνους, ὅσοις ἦν δυνατόν. ἦν δ’ οἶμαι δυνατὸν ἢ τοῖς τὰς εὐθείας ἀκριβῶς ἐκπορί‐ ζουσι τῇ κεφαλῇ κινήσεις ἤ τινα τῶν ἐπ’ ὀλίγον λοξῶν. εὐλόγως οὖν οὐδὲ σύμπαντες οἱ μύες οἱ κινοῦντες
15αὐτὴν εἰς τοὺς πρώτους σφονδύλους ἐμπεφύκασιν, ἀλλ’ ὄπισθεν μὲν οἱ μικροὶ μόνοι, ἔμπροσθεν δ’ ἡ πρώτη μοῖρα τῶν ὑποβεβλημένων τῷ στομάχῳ μυῶν, ἐκ δὲ τῶν πλαγίων οἱ τὸν πρῶτον σφόνδυλον τῇ κε‐ φαλῇ συνάπτοντες μύες μικροί.
20 Ὅθεν οὐδ’ ἀξιώσειν οἶμαί τινα τῶν μεμνη‐ μένων, ὅσα κατὰ τὸν τράχηλον ἦν ἀναγκαῖα τεθῆναι ‖

4

.

41

μόρια, μείζους χρῆναι γεγονέναι τοὺς πρώτους σφον‐ δύλους ἢ νῦν εἰσιν. αὐτοὶ γὰρ ἂν μόνοι κατειλήφε‐ σαν ἅπαν τὸ ταύτῃ χωρίον, ὥστ’ οὔτε τῷ στομάχῳ
τινὰ θέσιν οὔτε τοῖς κατὰ τὸν λάρυγγα καὶ τὴν τρα‐210 in vol. 2
5χεῖαν ἀρτηρίαν ἀπολείπεσθαι. καίτοι πάμπολλά γ’ ἐστί, καὶ πρόσθεν αὐτὰ σύμπαντα κατέλεξα, θέσιν ἕκαστον ἀναγκαιοτάτην ἔχον ὑπαλλαχθῆναι μὴ δυνα‐ μένην. οὐ μόνον δὲ διὰ τοῦτ’ ἀδύνατον ἦν μείζους ἐργάσασθαι τοὺς πρώτους σφονδύλους, ἀλλὰ καὶ δι’
10ἄλλα μεγάλα καὶ πολλά. καί σοι καθ’ ἕκαστον αὐτῶν ἤδη δίειμι. δειχθέντων γὰρ ἐκείνων ἁπάντων καὶ ὅλης τῆς κατὰ τὴν ῥάχιν ἐπιγνωσθείσης φύσεώς τε καὶ χρείας, ὃ μόνον ἔθ’ ὑπόλοιπόν ἐστιν ἐξηγήσεως δεόμενον, ἐναργέστατα φανεῖται καὶ αὐτὸ θαυμαστῶς
15ὑπὸ τῆς φύσεως κατεσκευασμένον. ἔστι δὲ τοῦτο, τὸ τοὺς ῥαχίτας μῦς λοξὰς ἔχειν τὰς ἶνας, καίτοι γ’ εὐ‐ θεῖς κατὰ τὸ μῆκος ἐκτεταμένους τῆς ῥάχεως, ὀλιγάκις τὸ τοιοῦτον τῆς φύσεως ἐργαζομένης ἕνεκά τινος ἐξαι‐ ρέτου χρείας. ὡς τὸ πολὺ γὰρ ἑκάστῳ τῶν μυῶν ἶνές

4

.

42

εἰσι μήκισται, καὶ ἡ τῶν ἰνῶν ‖ ἐκτέταται θέσις. ἀρκτέον οὖν πάλιν ἐντεῦθεν τοῦ λόγου. τὴν ῥάχιν ἡ φύσις τοῖς ζῴοις οἷον τρόπιν τινὰ τοῦ πρὸς τὴν ζωὴν ἀν‐ αγκαίου σώματος ἐργασαμένη—διὰ ταύτην γὰρ ἡμεῖς
5μὲν ὀρθοὶ βαδίζειν δυνάμεθα, τῶν δ’ ἄλλων ζῴων ἕκαστον, ἐν ᾧπερ ἦν αὐτοῖς ἄμεινον σχήματι, καθάπερ καὶ διὰ τοῦ τρίτου δέδεικται γράμματος—οὐκ εἰς τοῦτο μόνον ἐβουλήθη χρήσιμον ἔχειν, ἀλλ’ ὥσπερ
ἔθος αὐτῇ φιλοτεχνεῖν ἀεὶ καὶ συγχρῆσθαι κατασκευῇ211 in vol. 2
10μιᾷ μορίου πρὸς πολλὰς ἅμα χρείας, οὕτω κἀνταῦθα πρῶτον μὲν ἐξέγλυψεν ἔσωθεν ἅπαντας τοὺς σφονδύ‐ λους ἐπιτήδειόν τινα ταύτην ὁδὸν τῇ μελλούσῃ κατέρ‐ χεσθαι δι’ αὐτῆς ἐγκεφάλου μοίρᾳ παρασκευάζουσα, δεύτερον δ’ οὐχ ἓν ἅπασαν ἁπλοῦν ὀστοῦν ἀσύνθετον
15εἰργάσατο. καίτοι γ’ εἰς ἕδραν ἀσφαλῆ τοῦτ’ ἦν ἄμει‐ νον οὔτ’ ἐξαρθρῆσαί ποτ’ ἢ παραρθρῆσαι δυνησομένης αὐτῆς οὔτ’ ἄλλο τι τοιοῦτον ὑπομεῖναι πάθημα χωρὶς τοῦ ποικίλως οὕτω διηρθρῶσθαι. καὶ εἴ γε πρὸς δυσ‐ πάθειαν μόνην ἀπέβλεπε, καὶ μὴ πρότερός τις ἦν αὐτῇ

4

.

43

τιμιώτερος ἕτερος σκο‖πὸς ἐφ’ ἑκάστου τῶν κατασκευα‐ ζομένων ὀργάνων, οὐκ ἂν ἄλλως ἢ ἁπλῆν αὐτὴν ἐδη‐ μιουργήσατο ἢ παντάπασιν ἀσύνθετον. οὐδὲ γάρ, εἰ λίθινόν τις ἢ ξύλινον ἐργάσοιτο ζῷον, ἄλλως ἂν
5[οὕτω] δημιουργήσειεν· ἄμεινον γὰρ ἓν εἶναι δι’ ὅλης τῆς ῥάχεως διατεταμένον στήριγμα τοῦ πάμπολλα σμι‐ κρὰ καὶ κατ’ ἄρθρα διῃρημένα. καὶ γὰρ οὖν καὶ τὰ κῶλα πολὺ βέλτιον οἶμαι τοιαῦτ’ εἶναι τοῖς ἐκ λίθου τινὸς ἢ ξύλου κατεσκευασμένοις ζῴοις. καὶ ὅλον γε τὸ
10σῶμα τῶν τοιούτων ἀγαλμάτων ἐξ ἑνὸς ὑπάρχον λίθου πολὺ δυσπαθέστερόν ἐστιν ἢ εἰ ἐκ πολλῶν συγκέοιτο. τῷ μέντοι χρήσεσθαι μέλλοντι ζῴῳ τοῖς ἑαυτοῦ μέλεσι καὶ βαδιεῖσθαι μὲν τοῖς ποσίν, ἀντιλήψεσθαι δὲ ταῖς χερσίν, ἐπινεύσειν δὲ καὶ ἀνανεύσειν κατὰ τὸν νῶτον,
15οὐκ ἦν ἄμεινον οὔτ’ ἐν ποσὶν οὔτ’ ἐν χερσὶν ἓν
ἔχειν ὀστοῦν οὔτε καθ’ ὅλην τὴν ῥάχιν, ἀλλ’ ἐν τούτῳ δὴ τὸ πολλὰς καὶ ποικίλας κινήσεις κινούμενον ζῷον ἄμεινον κατεσκεύασται τοῦ δυσκινητοτέρου. καθ’ ὅ τι γὰρ ἂν αὐτοῦ μόριον ἡ κίνησις ἀπολείπῃ, κατὰ212 in vol. 2

4

.

44

τοῦτο πάντως οὐδὲν ‖ ἀποδεῖν δόξει λιθίνου καὶ οὕτως οὐδὲ [τὸ] ζῷον ἔθ’ ὑπάρχει. ὥστ’, ἐπειδὴ κατὰ μὲν τὴν οὐσίαν τοῦ ζῴου τὸ κινεῖσθαι μάλιστ’ ἐστί, τοῦτο δ’ οὐχ οἷόν τε χωρὶς ἄρθρων γενέσθαι, διὰ τοῦτ’
5ἄμεινον ἦν ἐκ πολλῶν αὐτὸ συντεθῆναι μορίων. ἀλλ’ ἐνταῦθ’ ἤδη σκόπει τοῦ πλήθους τὸν ὅρον. οὐ γάρ, εἰ πολλῶν δεῖται τὸ σκέλος μορίων, εὐθὺς ἤδη καὶ χιλίων. ἀλλ’ ἔστι γάρ τις δεύτερος τῇ φύσει σκοπὸς ἐφ’ ἑκάστου μορίου τὸν οἰκεῖον ἀριθμὸν ἐνδεικνύμενος.
10ἔστι δ’ οὗτος ἡ δυσπάθεια τοῦ σύμπαντος ὀργάνου. σὺ μὲν οὖν ἴσως ἑκάτερον τῶν σκοπῶν ἐν μέρει θεω‐ ρῶν, ὅταν μὲν ἐπὶ τὸ χρῆναι πάντα τοῦ ζῴου κινεῖ‐ σθαι τὰ μόρια πολυειδῶς ἀποβλέψῃς τῷ λογισμῷ, μέμψῃ τῇ φύσει τηλικοῦτον μὲν ὀστοῦν τοῦ μηροῦ ποιησα‐
15μένῃ, τηλικοῦτον δὲ τοῦ βραχίονος· ὅταν δ’ αὖ πάλιν ἐπὶ τὴν ἀσφάλειαν μόνην ἀπίδῃς, ἓν εἶναι χρῆναι νο‐ μίζεις ὀστοῦν τῆς ῥάχεως, οὐχ, ὡς νῦν ἐστι, πλεῖον εἴκοσιν. ἡ φύσις δ’ οὐ κατὰ μέρος, ἀλλὰ διὰ παντὸς ἄμφω σκοπεῖ, προτέραν μὲν ἀξιώματι τὴν ἐνέργειαν,
20δευτέραν δ’ ἐπ’ αὐτῇ τὴν ἀσφάλειαν, εἰς δὲ τὸ τῆς

4

.

45

ὑγιείας ‖ διαρκὲς ἡγουμένην μὲν τὴν ἀσφάλειαν, ἑπο‐ μένην δὲ τὴν ἐνέργειαν. εἰ δὴ καὶ σὺ βουληθείης
οὕτω σκοπεῖσθαι, δοκῶ μοι δείξειν καὶ νῦν ἐπὶ τῶν τῆς ῥάχεως σφονδύλων, ὡς ἐπί τε χειρῶν ἔδειξα πρό‐213 in vol. 2
5τερον καὶ σκελῶν, ἀκριβεστέραν καὶ δικαιοτέραν μῖξιν ἐνεργείας τε ἅμα καὶ δυσπαθείας μηδ’ ἐπινοηθῆναι δυναμένην. Ὅτι μὲν οὖν, ἓν ὀστοῦν εἴπερ ἐγένετο τὸ τῆς ὅλης ῥάχεως, ἀκίνητον ἂν ἦν κατὰ ταῦτα τὰ
10μέρη τὸ ζῷον, ὥσπερ ὀβελίσκῳ τινὶ διαπεπαρμένον ἢ σταυρῷ προσηλωμένον, οὐδὲν δεῖ μακροτέρου λόγου. τοῦτο γὰρ οὐδ’ 〈ἂν〉 ἡμᾶς οἶμαι καταστάντας ἐν τῇ χώρᾳ τοῦ Προμηθέως ἔλαθεν. ἀλλ’ ὃ μήτ’ ἂν ἐγὼ μήτε σὺ μήτ’ ἄλλος τις ἄνθρωπος ἔτι συνεῖδεν, οὐ
15μὴν αὐτόν γε τὸν Προμηθέα παρῆλθε, τοῦτ’ ἤδη σοι φράσω, τὸ μὴ δύο τινὰς ἢ τρεῖς ἢ τέτταρας ἢ ὅλως ὀλίγους ἐργάσασθαι τῆς ῥάχεως τοὺς σφονδύλους, ἀλλ’ οὕτω πολλούς τε ἅμα καὶ πολυειδῶς ἀλλήλοις ὁμιλοῦν‐ τας, ὡς ἔχει νῦν. ἐγὼ γὰρ ἐπιδείξω τὸν ἀριθμὸν

4

.

46

αὐτῶν ἅπαντα τὸ ἄριστον ἔχοντα μέτρον ἁπάσας ‖ τε τὰς ἀποφύσεις καὶ τὰς συνθέσεις τῶν ἄρθρων καὶ τὰς συμφύσεις καὶ τοὺς συνδέσμους καὶ τὰ τρήματα θαυμαστῶς ἅπαντα πρός τε τὴν ἐνέργειαν ἅμα καὶ
5τὴν δυσπάθειαν παρεσκευασμένα, καὶ εἴπερ τι μετα‐ θείης αὐτῶν κἂν σμικρὸν ἢ ὅλως ἀπολωλὸς ἐπινοήσαις ἢ προσκείμενον ἔξωθεν, ἤτοι πηρουμένην τινὰ τῶν ἐνεργειῶν εὐθέως ἢ ἀσθενὲς ἀποδεικνύμενον τὸ μό‐ ριον. ἀρκτέον δή μοι τῆς ἐξηγήσεως ἀπὸ τοῦ κυριω‐
10τάτου τῶν κατὰ τὴν ῥάχιν ἁπάντων μορίων, ὅπερ ὀνομάζουσι νωτιαῖον μυελόν. οὔτε γάρ, ὡς οὐκ ἐχρῆν
γενέσθαι τοῦτον, ἔχοι τις ἂν εἰπεῖν, οὔθ’ ὡς ἑτέραν θέσιν ἦν ἄμεινον αὐτὸν ἔχειν τῆς κατὰ ῥάχιν, οὔθ’ ὡς ταύτην μέν, ἀλλὰ τῆς νῦν οὔσης ἀσφαλεστέραν.214 in vol. 2
15εἰ μὲν γὰρ μηδ’ ὅλως ἐγένετο, δυοῖν θάτερον, ἢ ἀκίνητα τὰ κάτω τῆς κεφαλῆς ἅπαντα μόρια τοῦ ζῴου τελέως ὑπῆρχεν, ἢ ἐξ ἐγκεφάλου πάντως ἐχρῆν εἰς ἕκαστον αὐτῶν ἰδίᾳ κατάγεσθαι νεῦρον. ἀλλ’ εἰ ἀκίνητά γε τελέως ἐγένετο, τοῦτ’ ἂν ἐκεῖνο τὸ μικρῷ

4

.

47

πρόσθεν ‖ εἰρημένον, οὐ ζῷον ἔτι τὸ ζῷον, ἀλλ’ οἷον λίθινον ἢ πήλινον ἦν τὸ δημιούργημα· τὸ δ’ ἐξ ἐγκεφάλου κατάγειν εἰς ἕκαστον τῶν μορίων νεῦρον σμικρὸν ἐσχάτως ἦν ἀμελοῦντος δημιουργοῦ τῆς ἀσφα‐
5λείας αὐτῶν. μὴ γὰρ ὅτι νεῦρον λεπτὸν ἀπορραγῆναί τε καὶ θλασθῆναι δυνάμενον ἐκ πολλοῦ κατάγειν οὐκ ἦν ἀσφαλές, ἀλλ’ οὐδ’ ἄλλο τι τῶν ἰσχυρῶν ὀργάνων οὐδέν, οὔτ’ οὖν σύνδεσμον οὔτ’ ἀρτηρίαν οὔτε φλέβα. καὶ γὰρ οὖν καὶ ταῦτα τὸν αὐτὸν τρόπον τῷ νωτιαίῳ
10τῆς ἰδίας ἀρχῆς ἕκαστον ἐκφυόμενον, μέγα καθάπερ τι πρέμνον ἐκ γῆς, ἐν τῷ προϊέναι καὶ πλησίον ἑκά‐ στου γίγνεσθαι τῶν μελῶν ἀποβλαστήματα ποιεῖται χορηγοῦντα τοῖς μορίοις ἅπασιν, ὃ παρὰ τῆς ἀρχῆς ἐπιφέρεται. ὥστ’ ἄμεινον ἦν καὶ τὸν νωτιαῖον, οἷον
15ποταμόν τινα ἐκ πηγῆς ἐκρέοντα τοῦ ἐγκεφάλου, καθ’ ἕκαστον τῶν χωρίων, ἃ παρερχόμενος ἀεὶ τυγχάνει, νεῦρον ἐπιπέμπειν οἷον ὀχετὸν αἰσθήσεώς τε ἅμα καὶ
κινήσεως· ὅπερ οὖν καὶ φαίνεται γιγνόμενον. ἀεὶ γὰρ215 in vol. 2

4

.

48

ἑκάστῳ τῶν πλησιαζόντων μορίων ἐκ ‖ τοῦ παρακειμέ‐ νου μέρους τοῦ νωτιαίου τὸ νεῦρον ἀποφυόμενον ἐμ‐ βάλλει. περὶ μὲν οὖν τούτου καὶ πρόσθεν εἴρηται, καὶ οὐκ οἶδ’, εἴ τις οὕτως ἀναίσθητός ἐστιν, ὃς οὐκ
5ἀσφαλέστερον ἡγεῖται μακρῷ διὰ τοῦ νωτιαίου μέσου τοῖς κάτω πᾶσιν ἐπιπέμπεσθαι τὴν ἐκ τῆς λογιστικῆς ἀρχῆς κίνησιν, οὐκ ἄντικρυς εἰς ἕκαστον ἐξ ἐγκεφάλου διά τινος νεύρου λεπτοῦ. τὸ δ’ ἑξῆς αὐτῷ σκοπεῖσθαι καιρός. ἐπειδὴ γὰρ οἷον δεύτερός τις ἐγκέφαλος ἅπασι
10τοῖς κάτω τῆς κεφαλῆς ὁ νωτιαῖος ἐγεγόνει μυελός, καὶ τοῦτον ἐχρῆν ὁμοίως ἐγκεφάλῳ σκληρῷ καὶ δυσπα‐ θεῖ φρουρεῖσθαι περιβόλῳ καί τινα τοῦτον γενέσθαι τὸν περίβολον καί που κείμενον, ἆρ’ οὐκ ἄμεινον ἦν τὴν οἷον τρόπιν ὑποβεβλημένην τοῦ ζῴου τῷ σώματι
15πάντως δήπουθεν ὀστεΐνην ὑπάρχουσαν ἐγγλύψαι τε καὶ κοίλην ἐργάσασθαι τἀντός, ὥσθ’ ὁδὸν ἅμα καὶ φρουρὰν ἀσφαλῆ γενέσθαι τῷ νωτιαίῳ; καί σοι τέτ‐ ταρες ἤδη χρεῖαι τῆς ῥάχεως αἵδε· πρώτη μὲν οἷον ἕδρας τινὸς καὶ θεμελίου τῶν ἀναγκαίων εἰς τὴν ζωὴν

4

.

49

ὀργάνων, δευτέρα ‖ δ’ οἷον ὁδοῦ τινος τῷ νωτιαίῳ, καὶ τρίτη φρουρᾶς ἀσφαλοῦς, καὶ τετάρτη κινήσεως ὀργάνου τῆς κατὰ τὰ νῶτα τοῖς ζῴοις γιγνομένης, πέμπτη δ’ ἐξ ἐπιμέτρου τούτοις προσέρχεται καὶ ἡ
5τῶν ἔμπροσθεν ἐπικειμένων αὐτῇ σπλάγχνων φυλακή. ἀλλὰ τοῦτο μὲν ἐξ ἀνάγκης ἀκολουθήσειν ἔμελλεν· οἱ
σκοποὶ δέ, πρὸς οὓς ἀποβλέπουσα τὴν κατασκευὴν αὐτῆς ὅλην ἡ φύσις ἐποιήσατο, τέτταρες ὑπάρχουσιν οἱ προειρημένοι, καὶ δὴ καὶ καθ’ ἕκαστον ἴδιον αὐτῇ216 in vol. 2
10τι δέδοται. διότι μὲν γὰρ οἷον τρόπις ἐστὶ καὶ ἕδρα τοῦ παντὸς ζῴου, διὰ τοῦτ’ ἐξ ὀστῶν ἐγένετο καὶ τούτων σκληρῶν· διότι δ’ ὁδὸς τοῦ νωτιαίου, διὰ τοῦτ’ ἔνδοθεν κοίλη· διότι δὲ καὶ οἷον τεῖχος αὐτῷ, διὰ τοῦτ’ ὠχύρωται προβλήμασιν ἐν κύκλῳ πολλοῖς, ἃ
15μικρὸν ὕστερον ἐρῶ· διότι δὲ κινήσεως ὄργανον— ἐπὶ τοῦτο γὰρ ἐπείγομαι πρότερον ἀφικέσθαι τῷ λόγῳ —διὰ τοῦτ’ ἐκ πλειόνων ὀστῶν κατ’ ἄρθρα συμβαλ‐ λόντων ἐγένετο. Διὰ τί δ’ οὐκ ἐκ δυοῖν ἢ τριῶν οὕτω
20μακρῶν, ὡς ἐν χειρὶ μὲν ὁ βραχίων καὶ ὁ πῆχυς, ἐν

4

.

50

σκέ‖λεσι δ’ ἡ κνήμη καὶ ὁ μηρός, ἀλλ’ ἐκ τεττάρων μὲν καὶ εἴκοσιν ἐν ἀνθρώποις χωρὶς τοῦ κατὰ τὸ πέ‐ ρας ὑποκειμένου πλατέος ὀστοῦ, κατὰ δὲ τὰ λοιπὰ ζῷα πλειόνων, ἐγὼ καὶ τοῦτο διδάξω καὶ δείξω κἀνταῦθα
5τὴν τέχνην τῆς φύσεως εἰς τρία κεφάλαια τὸν σύμ‐ παντα λόγον ἀναγαγών· ἓν μέν, οὗ δὴ καὶ μάλιστα δοκῶ μοι δεῖσθαι πρὸς τὰ παρόντα, τὸ χρῆναι πάντως πολλοὺς καὶ μικροὺς γενέσθαι τῆς ῥάχεως τοὺς σφον‐ δύλους· δεύτερον δέ, τὸ τέτταρα τὰ μέγιστ’ αὐτῆς
10ἀπεργασθῆναι μόρια, τράχηλον καὶ μετάφρενον καὶ ὀσφὺν καὶ τὸ καλούμενον ὑπ’ ἐνίων ἱερὸν ὀστοῦν, ὑπ’ ἐνίων δὲ πλατύ· καὶ τρίτον, ὅτι κατὰ μὲν τὸν τράχη‐
λον ἑπτὰ σφονδύλους ἐχρῆν εἶναι, κατὰ δὲ τὸ μετά‐ φρενον δώδεκα, κατὰ δὲ τὴν ὀσφὺν πέντε, τὸ δ’ ἱερὸν217 in vol. 2
15ὀστοῦν, ὅτι καὶ τοῦτ’ ἐκ τεττάρων συντεθῆναι βέλ‐ τιον ἦν. τὸ μὲν δὴ πρῶτον κεφάλαιον, οὗ χρῄζω μάλιστα πρὸς τὰ παρόντα, τὸ δεῖν ἐκ πολλῶν πάνυ σμικρῶν ὀστῶν συντεθῆναι τὴν ῥάχιν, ἐναργῶς ἀπο‐

4

.

51

δέδεικται τήν τε φύσιν ἀναμνησθεῖσιν ‖ ἡμῖν τοῦ νω‐ τιαίου καὶ τὰ συμπίπτοντα περὶ τὸ ζῷον παθήματα μεθισταμένων τῆς σφετέρας ἕδρας τῶν σφονδύλων. ἥ τε γὰρ φύσις αὐτοῦ παραπλήσιος ἐγκεφάλῳ καὶ τὰ
5συμπτώματα τὰ καταλαμβάνοντα τὸ ζῷον ὅμοια τοῖς ἐπ’ ἐγκεφάλῳ πεπονθότι γιγνομένοις· κίνησίς τε γὰρ καὶ αἴσθησις ἁπάντων βλάπτεται τῶν κάτω τοῦ πεπον‐ θότος σφονδύλου μορίων. ἀλλὰ ταῦτα μὲν οὐδεὶς ἀγνοεῖ. τὸ δ’ ὑφ’ Ἱπποκράτους λεγόμενον, ὡς, εἰ μὲν
10πολλοὶ σφόνδυλοι διακινηθεῖεν ἑξῆς ἀλλήλων, ἧττον ὑπάρχει δεινόν, εἰ δέ τις εἷς ἐκπηδήσειε τῆς τῶν ἄλλων ἁρμονίας, ὀλέθριον, οὔτε γιγνώσκεται πᾶσιν ὁμοίως αὐτό τε τοῦτ’ ἔστιν, οὗ μάλιστα δεόμεθα πρὸς τὰ παρόντα. γράφει γὰρ οὖν αὐτὸς ὁ Ἱπποκράτης τὴν
15αἰτίαν ἐκδιδάσκων ἡμᾶς τοῦ συμπτώματος, ὡς, εἰ μὲν ἅμα πολλοὶ διακινηθεῖεν, ἕκαστος σμικρὸν παραλλάξας, τηνικαῦτα μὲν κυκλώδης, ἀλλ’ οὐ γωνιώδης ἡ δια‐ στροφὴ γίγνεται τῷ νωτιαίῳ. εἰ δέ γ’ εἷς τις, φησίν, ἐξέλθοι τῶν σφονδύλων, „ὅ τε νωτιαῖος ἂν ἐξ ὀλίγου
20χωρίου τὴν περικαμπὴν ἔχων πονοίη, ὅ τ’ ἐκπηδήσας

4

.

52

πιέζοι ἂν αὐτόν, εἰ μὴ καὶ ἀπορρήξειεν.“ ‖ εἴπερ οὖν [καὶ] ταῦθ’ οὕτως ἔχει καὶ ὁ νωτιαῖος οὐ δύναται μεγάλην καὶ ἀθρόαν κάμπτεσθαι καμπήν, οὐκ ἐνδέχε‐ ται δὲ διὰ μεγάλων τε ἅμα καὶ χαλαρῶν ἄρθρων218 in vol. 2
5ἱκανὴν τὴν μετάστασιν ἐχόντων ἀλύπως κινεῖσθαι τὴν ῥάχιν, ἄμεινον ἦν ἐκ πολλῶν σμικρῶν ἑκάστου βραχὺ συντελοῦντος ἀθροίζεσθαι τὸ πᾶν. οὕτω γὰρ ἂν οὐ κατὰ γωνίαν ἡ κάμψις, ἀλλὰ κατὰ κύκλου περι‐ φέρειαν ἀποτελουμένη τὴν ἐκ τοῦ θλίβεσθαι καὶ θλᾶ‐
10σθαι καὶ ἀπορρήγνυσθαι τὸν νωτιαῖον ἐκφεύγοι βλά‐ βην. ὅτι μὲν οὖν ἐκ πολλῶν ὀστῶν σμικρὰς κινήσεις ἐχόντων ἄμεινον ἦν γεγονέναι τὴν ῥάχιν, ἐναργῶς ἀποδέδεικται, καὶ τούτου μάλιστα χρῄζειν ἐλέγομεν εἰς τὰ προκείμενα. καί μοι τὰ λοιπὰ δύο κεφάλαια
15κατά γε τὸ παρὸν ἀναβεβλήσθω. σπεύδω γὰρ ἐπὶ τὴν ἐξήγησιν ἤδη τῶν ῥαχιτῶν μυῶν, ἧς ἕνεκεν ἐδεήθην πάντων τούτων τῶν λόγων, ὄντων μὲν καθ’ ἑαυτοὺς χρησίμων, ἀλλὰ κἀκείνοις τοῖς μυσὶ τὴν ἐξήγησιν τῆς κατασκευῆς παρεχομένων. εἰ γὰρ ἀποδέδεικται πολλοὺς
20χρῆναι γενέσθαι τῆς ῥάχεως τοὺς σφονδύλους, εὔλογον

4

.

53

δήπουθέν ἐστι καθ’ ἕκαστον ‖ αὐτῶν ἰδίαν εἶναι τὴν κίνησιν. ἀλλ’ εἰ δύο μύες ἀπὸ τῆς κεφαλῆς ἄχρι τοῦ πλατέος ὀστοῦ παρατεταμένοι μακρὰς εἶχον κατὰ τὸ μῆκος ἐκτεταμένας τὰς ἶνας, οὐκ ἂν οἷόν τ’ ἦν ἕκα‐
5στον τῶν σφονδύλων ἰδίᾳ κινηθῆναι· πάντας γὰρ ἂν αὐτοὺς ὁμοίως ἐπεσπῶντο. νυνὶ δ’ ἐκ τοῦ λοξὰς γε‐
νέσθαι καθ’ ἕκαστον τῶν σφονδύλων τὰς ἶνας ἅμα μὲν εἰς τὰ πλάγια περιάγεσθαι δυνατόν ἐστιν, ἅμα δ’ ἐπινεύειν τε καὶ ἀνανεύειν ἄλλοτ’ ἄλλῳ μέρει τῆς219 in vol. 2
10ῥάχεως. ἐν μὲν οὖν τῷ κατὰ μέρος αὐτὴν δύνασθαι κινεῖν ἔνεστί γε καὶ σύμπασαν, εἰ πάσας ἅμα κατα‐ στήσαιμεν ἐνεργούσας τὰς ἶνας, οὐ μὴν ἐκείνῃ γε τῇ κατασκευῇ τῇ κινούσῃ τὴν ῥάχιν ὅλην ἅμα τὸ κατὰ μέρος ἕπεται. ἐν γὰρ τῷ κατὰ τὸ μῆκος αὐτῆς ἐκτα‐
15θῆναι τὰς ἶνας τῶν μυῶν ἅμα μὲν ἂν ὅλην ἐκινοῦμεν ἑτοίμως, ἰδίᾳ δ’ ἕκαστον τῶν σφονδύλων οὐκέτ’ ἐδυ‐ νάμεθα. βελτίων δ’ ἡ ἀμφότερα δυναμένη καλῶς ἐρ‐ γάσασθαι κατασκευὴ τῆς τὸ ἕτερον μόνον. εἰ δὲ δὴ καὶ δύο ἄλλαι κινήσεις ἐξ ἐπιμέτρου προσέρχοιντο τῇ
20τοιαύτῃ κατασκευῇ, πῶς οὐχὶ πολλαπλασίῳ τινὶ κρείτ‐

4

.

54

των ἂν εἴη τῆς ἑτέρας; ‖ ἀλλὰ μὴν προσέρχονται. τὰς γὰρ εἰς τὸ πλάγιον ἐπιστροφὰς τῶν σφονδύλων ἑκα‐ τέρωσε νυνὶ μὲν ἐκ τοῦ κατὰ μέρος ἐνεργεῖν ἑκάστην τῶν ἰνῶν ἐκτησάμεθα, τότε δ’ ἂν ἐπινεύειν τε καὶ
5ἀνανεύειν ὑπῆρχεν ἡμῖν μόνον. ὀρθῶς οὖν ἐλέγετο πρόσθεν ἁπάσης τῆς ῥάχεως κοινοὺς ὑπάρχοντας τούσδε τοὺς μῦς τοῖς ἄνω μέρεσι σφῶν αὐτῶν, ὅσα συνῆπται τῇ κεφαλῇ, τὰ πρὸς τοὺς πρώτους αὐτῆς σφονδύλους ἄρθρα κινεῖν. οὐ γὰρ οἷόν τ’ ἦν ἀθρόως αὐτῶν τὰς
10ἶνας ἐν τοῖς πρώτοις σφονδύλοις μόνοις εὐθείας ἀπερ‐ γάσασθαι, φυλάττειν γε δὴ δεομένας τὸν αὐτὸν στοῖ‐ χον τῆς θέσεως ἄχρι παντός. ἀλλὰ μὲν δὴ καὶ χεῖρον
οὐδὲν ἐκ τῆς τοιαύτης θέσεως ἔμελλε γενήσεσθαι, τήν τ’ εὐθεῖαν ἐξ αὐτῶν κίνησιν ἴσχειν μελλούσης τῆς220 in vol. 2
15κεφαλῆς καὶ σὺν αὐτῇ δύο ἄλλας πλαγίας. αὕτη μὲν καὶ ἡ τῆς τῶν ἰνῶν θέσεως αἰτία κατά γε τοὺς ῥα‐ χίτας μῦς. Ἐπὶ δὲ τὰ λοιπὰ τῶν κατὰ τοὺς σφον‐ δύλους ἰτέον ἕκαστον τῶν ἔμπροσθεν ἀναβληθέντων
20ἐξηγησομένους κατὰ τὴν προσήκουσαν τάξιν. ἦν δ’

4

.

55

ἐξ αὐτῶν, ‖ ὡς οἶμαι, πρῶτον ὑπὲρ τῆς σμικρότητος εἰπεῖν τῶν διαρθρουμένων τῇ κεφαλῇ σφονδύλων. ὅτι μὲν οὖν παμπόλλων ὀργάνων ἐξ ἀνάγκης ἐνταυθοῖ τετάχθαι δεομένων οὐκ ἦν οἷόν τε μεγάλους ἐργάσα‐
5σθαι τοὺς πρώτους σφονδύλους, οὐ πρὸ πολλοῦ λέλε‐ κται. διότι δὲ καὶ πρὸς τὴν τῶν ἄλλων ἁπάντων ὑποκειμένων σύνταξιν ἄμεινον ἦν ἐλάττους ἀεὶ γίγνε‐ σθαι τοὺς ἀνωτέρω, καὶ τοῦτ’ οἶμαι δῆλον, εἴ γε δὴ τὸ βασταζόμενον ὑπό του σμικρότερον εἶναι χρὴ τοῦ βα‐
10στάζοντος. διὰ τοῦτο μέγιστον μὲν ἁπάντων ἡ φύσις ἐποίησε τῶν κατὰ ῥάχιν ὀστῶν τὸ κατωτάτω καθάπερ τινὰ κρηπῖδα πᾶσι τοῖς σφονδύλοις ὑποβαλλομένην. δεύτερος δὲ τὸ μέγεθός ἐστιν ὁ συνταττόμενος αὐτῷ σφόνδυλος, εἰκοστὸς μὲν καὶ τέταρτος ἀπὸ τοῦ πρώ‐
15του κείμενος, αὐτῶν δὲ τῶν κατὰ τὴν ὀσφὺν τῇ τάξει πέμπτος. οὗτοι δ’ αὐτοὶ πάλιν ὑποβεβλημένοι τοῖς ἄλλοις εἰκότως εἰσὶ μέγιστοι, καὶ τούτων αὐτῶν ὁ πέμπτος μέγιστος, ὡς νῦν δὴ λέλεκται. τῶν δ’ ἄλλων
ἕκαστος ὅσον ἀποχωρεῖ τοῦδε τῇ θέσει, τοσοῦτον καὶ221 in vol. 2

4

.

56

τῇ σμικρότητι, καὶ ‖ πάντων αὖ τῶν πέντε μικρότατος ὁ πρῶτος κατ’ ὀσφύν, καὶ τούτου πάλιν ὁ ὕστατος τῶν κατὰ τὸ μετάφρενον, ὁ συνταττόμενος αὐτῷ, κἀ‐ κείνου πάλιν ὁ πρὸ αὐτοῦ, καὶ τοῦτ’ ἀεὶ μέχρι τῆς
5κεφαλῆς οὕτω γίγνεται, πλὴν εἴ πού τις παρεμπίπτοι βραχεῖ μείζων τῶν παρακειμένων οὐδ’ αὐτὸς ἄνευ χρείας μεγάλης, ὡς καὶ τοῦτ’ ἐπὶ προήκοντι τῷ λόγῳ δεδείξεται. τοῦ μὲν δὴ μικροὺς γενέσθαι τοὺς πρώ‐ τους σφονδύλους οὗτος ὁ λόγος.
10 Τοῦ δὲ μήτε τὰς ἄλλας ἀποφύσεις ἔχειν, ἅσπερ οἱ λοιποὶ κέκτηνται, καὶ λεπτοτάτους μὲν αὐ‐ τοὺς τὸ σῶμα τῶν ἄλλων ἁπάντων, εὐρυτάτους δὲ τὴν ἐντὸς γενέσθαι κοιλότητα λεκτέον ἂν ἐφεξῆς εἴη τὴν χρείαν. ὅτι μὲν γὰρ οὐδὲν ἡ φύσις ἐργάζεται μάτην,
15εἰ μή τις ἤδη πέπεισται, μάτην ἐμοὶ γέγραπται τὰ πρόσθεν. ἀλλὰ γὰρ οὐκ οἶμαί τινα περί γε τῆς φύσεως ἔτ’ ἀπορεῖν, οὐ μὴν ἤδη γε τελέως εἶναι φυσικόν, ἀλλ’ ἔτ’ ἀγνοεῖν ἔνια τῶν ἔργων αὐτῆς. ἴτω δὴ συντείνας ἑαυτὸν ὁ τοιοῦτος ἐπὶ τὰ λείποντα. καὶ πρῶτον μὲν

4

.

57

μαθέτω περὶ ‖ πάσης τῆς κατὰ πάντας τοὺς σφονδύ‐ λους κοιλότητος τὸν κοινὸν τῆς κατασκευῆς σκοπόν· ἑξῆς δὲ περὶ τῶν κατὰ τὸν τράχηλον ἐκ τοῦ κοινοῦ τὸ ἴδιον ἐννοησάτω καὶ χωρὶς ἡμῶν. οὐ γὰρ ἔτ’ ἀδύ‐
5νατον ἀκούσαντα, ὡς τῷ τοῦ νωτιαίου πάχει σκοπῷ χρῆται τῆς ἐν τῇ ῥάχει κοιλότητος ἡ φύσις, αὐτὸν
ἐξευρεῖν ὑπὲρ τῆς καθ’ ἕκαστον τῶν σφονδύλων δια‐ φορᾶς. ἐπειδὴ γὰρ οὐκ ἄλλου τινὸς ἕνεκεν, ὡς ὀλίγον ἔμπροσθεν ἐλέγετο, τοὺς σφονδύλους οὕτως ἐξέγλυψεν222 in vol. 2
10ἡ φύσις ἀλλ’ ἢ τῷ νωτιαίῳ τινὰ ταύτην ὁδὸν ἀσφαλῆ παρασκευάζουσα, χρὴ δήπουθεν ἴσην εἶναι τὸ μέγεθος τὴν ἐντὸς αὐτῶν εὐρύτητα τῷ πάχει τοῦ νωτιαίου. τούτου δ’ αὐτοῦ καθ’ ἕκαστον τῶν σφονδύλων ὄντος ἀνίσου καὶ μεγίστου κατὰ τοὺς πρώτους εὐλόγως ἡ
15τούτων εὐρύτης μεγίστη τῶν ἄλλων ἐγένετο. καὶ μὴν εἴπερ εὐρεῖς μὲν αὐτοὺς διὰ τὸ πάχος τὸ ταύτῃ τοῦ νωτιαίου, κούφους δέ, διότι πάντων ὑπέρκεινται, δί‐ καιον ἦν ἀποτελεσθῆναι, δῆλον, ὡς εὐθέως καὶ λεπτοὺς ἀναγκαῖον ἦν γεγονέναι. πῶς γὰρ ἂν ἔτι κοῦφοι τυγ‐

4

.

58

χάνοιεν ὄντες, εἰ ‖ εὐρεῖς ἅμα καὶ παχεῖς ἐδημιουργή‐ θησαν; οἱ μὲν δὴ πρῶτοι σφόνδυλοι διὰ τήνδε τὴν χρείαν εὐρεῖς μὲν ταῖς ἐντὸς αὑτῶν κοιλότησι, λεπτοὶ δὲ τοῖς ὄγκοις τοῦ σώματος ἐγένοντο.
5 Τὸ δὲ πάχος αὐτὸ τοῦ νωτιαίου τίνος ἕνεκεν ἄνισον ἡ φύσις ἀπειργάσατο, καὶ τί δήποτε λεπτότερον ἀεὶ καὶ μᾶλλον ἐν τοῖς κάτω μέρεσι— πάντως γάρ που κἀνταῦθα πρός τι μέτρον ἀποβλέ‐ πουσα δίκαιον, ἡλίκον ἐχρῆν αὐτὸν εἶναι, τηλικοῦτον
10ἐν ἑκάστῳ τῶν σφονδύλων ἐδημιουργήσατο—, τάχα μὲν ἤδη τινὰ καὶ χωρὶς ἡμῶν ἐχρῆν ἐξευρίσκειν τὰ τοιαῦτα. προσερχέσθω δ’ οὖν καὶ τὸ ἡμέτερον ἀνα‐ μιμνησκόντων τοῦ νωτιαίου τὴν χρείαν. οὗ γὰρ ἕνεκεν ὅλως ἐγένετο, δι’ ἐκεῖνο καὶ τηλικοῦτον ἀποτελεσθῆ‐
15ναι βέλτιον ἦν αὐτὸν ἐν ἑκάστῳ τῶν σφονδύλων, ἡλί‐
κος νῦν ἐστιν. ἐλέχθη δὴ γεγονέναι τῆς τῶν νεύρων ἕνεκα νομῆς τῶν μελλόντων κινήσειν ἅπαντα τὰ κάτω τῆς κεφαλῆς τοῦ ζῴου μόρια. ὥστε καὶ κατὰ τοῦτο χρὴ θαυμάζειν τὴν φύσιν τηλικοῦτον ἐξ ἐγκεφάλου223 in vol. 2

4

.

59

γεννήσασαν μυελόν, ἡλίκος μάλιστα ‖ ἀρκέσειν ἔμελλεν ἅπασι τοῖς κάτω. φαίνεται γοῦν ὅλος εἰς τὰ τῶν νεύρων ἀποβλαστήματα καταναλισκόμενος ὥς τι δέν‐ δρου πρέμνον εἰς κλάδους παμπόλλους. ἐχρῆν δ’ οἶμαι
5μὴ κατὰ τέχνην τοῦ ζῴου διαπεπλασμένου μηδ’ ὃν εἰρήκαμεν σκοπὸν τῷ πάχει τοῦ νωτιαίου τῆς φύσεως τεθειμένης εὑρεθῆναί ποτ’ αὐτὸν ἤτοι μὴ συμπαρεκ‐ τεινόμενον ὅλῳ τῷ μήκει τῆς ῥάχεως ἢ καί τι περιτ‐ τὸν ἴσχοντα μετὰ τὴν εἰς ἅπαντα τὰ μόρια νομήν. εἰ
10μὲν γὰρ ἐλάττονα τῆς χρείας αὐτῶν ἐποιήσατο τὴν ἄνωθεν ἐξ ἐγκεφάλου γένεσιν, εὐθὺς μὲν ἂν δήπου τὸ πέρας τῆς ῥάχεως εὑρίσκετο τοῦ νωτιαίου κενόν, εὐθὺς δὲ καὶ τὰ κάτω τελέως ἀκίνητά τε καὶ ἀναί‐ σθητα μείζονος δ’ αὖ γενομένου περιττὸν ἂν ἦν τι
15μέρος αὐτοῦ κατὰ τὸ πέρας τῆς ῥάχεως, οἷον ὀχετός τις λιμνάζων ἀργὸς καὶ μάταιος. εἰ τοίνυν τούτων μὲν οὐδέτερον οὐδὲ καθ’ ἓν ὁρᾶται γένος ζῴων, ἀεὶ δὲ συμπαυόμενος ὁ μυελὸς τῇ ῥάχει, καθάπερ καὶ συνήρξατο, πῶς οὐκ ἄν τις ἅμα μὲν πεισθείη περὶ

4

.

60

τῶν εἰρημένων, ἅμα δὲ θαυμάζοι τὴν ‖ φύσιν; εἰς γοῦν ὀκτὼ καὶ πεντήκοντα νεῦρα τὸν ἐν ἀνθρώπῳ νωτιαῖον σχισθήσεσθαι μέλλοντα τηλικοῦτον ἐξ ἐγκεφάλου βλα‐ στάνειν, ὡς ἀκριβῶς ἴσον εἶναι τῇ διανομῇ, καὶ μήτ’
5ἐλλείπειν αὐτοῦ τι μήτε περιττεύειν ἐγὼ μὲν οὐδὲ κατ’ ἀξίαν ἔχω θαυμάζειν. εἰ δὲ δὴ καὶ τὴν χώραν εἰδείης ἑκάστου τῶν νεύρων, ἵνα πρῶτον ἀφορμᾶται τοῦ νωτιαίου, καὶ τὸ μέγεθος ἡλίκον ἐστὶν ἐς ὅ τί τε φέρεται μόριον, οὐ μόνον τὴν τέχνην, ἀλλὰ καὶ τὴν224 in vol. 2
10δικαιοσύνην ἐπαινέσεις τῆς φύσεως. ἀσφαλεῖς μὲν γὰρ αἱ χῶραι τῶν ἐκφύσεων εἰς τοσοῦτόν εἰσιν, ὡς μηδαμοῦ θλίβεσθαι μηδὲ θλᾶσθαι μηδ’ ἀπορρήγνυσθαι μηδὲ πονεῖν ὅλως νεῦρον μηδ’ ἐν τοσαύταις τε καὶ τοιαύταις κινήσεσι τῆς ῥάχεως, ὄγκος δ’ ἑκάστου τηλι‐
15κοῦτος, ἡλίκου δεῖται τὸ ὑποδεχόμενον αὐτὸ μόριον. ἡ δὲ μεταξὺ τῆς τε πρώτης ἐκφύσεως καὶ τῆς ἐσχάτης τελευτῆς ὁδὸς ἅπασα θαυμαστῶς εἰς ἀσφάλειαν ἑκάστῳ παρεσκεύασται. ταυτὶ μὲν οὖν ἐπὶ προήκοντι τῷ λόγῳ πάντα γεγράψεται. τῆς δὲ ῥάχεως μόνης—ὑπὲρ αὐτῆς

4

.

61

γὰρ ἐν τῷδε τῷ ‖ γράμματι λέγειν προὐθέμην—ἐξη‐ γήσομαι τὸ λεῖπον τῆς κατασκευῆς ἀρξάμενος αὖθις ὅθεν λέγων ἀπέλιπον. ἐπειδὴ γὰρ ὅ τε νωτιαῖος οἷον δεύτερός τις ἐγκέφαλος ἔμελλεν ἔσεσθαι τοῖς κάτω τῆς
5κεφαλῆς ἅπασι μορίοις ἥ τε ῥάχις ἅμα μὲν εὐτρεπὴς ὁδός, ἅμα δ’ ἀσφαλὴς αὐτῷ φρουρὰ παρεσκεύαστο, διὰ τοῦθ’ ἡ φύσις ἄλλα τε πολλὰ καὶ θαυμαστὰ περὶ τοὺς σφονδύλους ἐτεχνήσατο καὶ δὴ καὶ τὴν ὀνομαζομένην ἄκανθαν ἀπέφυσεν ἐκ μέσων τῶν ὄπισθεν μερῶν, οἷον
10χάρακά τινα τοῦτον ἁπάσης τῆς ῥάχεως προβαλλομένη, πρῶτον αὐτὸν θλασθησόμενον καὶ συντριβησόμενον καὶ παντοίως πονήσοντα πρὶν ἐπί τινα τῶν σφονδύ‐
λων ἐξικέσθαι τὴν βλάβην. ἄχρι μὲν δὴ τῶν ὀπίσω περάτων ὀστοῦν ἐστιν ἡ ἄκανθα, κατὰ ταῦτα δ’ αὐτῇ225 in vol. 2
15χόνδρος περίκειται πάμπολυς. ἀποδέδεικται γὰρ οὖν καὶ τοῦτ’ ἔμπροσθεν, ὡς εἰς σκεπάσματα καὶ προβλή‐ ματα τῶν ὑποκειμένων ὀργάνων ἡ τοῦ χόνδρου φύσις ἐστὶν ἐπιτηδειοτάτη, μήτ’ ἀποθραύεσθαι μήτε κατά‐ γνυσθαι τοῖς σκληροῖς καὶ κραύροις ὁμοίως, ἀλλὰ μηδὲ

4

.

62

τέμνεσθαι μηδὲ θλᾶσθαι ‖ τοῖς μαλακοῖς καὶ σαρκώδε‐ σιν ὡσαύτως δυναμένη. τούτῳ δ’ αὖ πάλιν τῷ χόν‐ δρῳ συνδέσμους νευρώδεις, πλατεῖς, ἰσχυροὺς καὶ πα‐ χεῖς ἐπέφυσε φυλάξοντάς τε καὶ συνδήσοντας ὅλην τὴν
5ἄκανθαν, ὥσθ’ οἷον ἕν τι σῶμα γεγονέναι τὸ ἐξ ἁπα‐ σῶν τῶν ἀποφύσεων συνιστάμενον, καίτοι διεστήκασί γ’ ἀπ’ ἀλλήλων οὐκ ὀλίγον. ἀλλ’ ὁ δεσμὸς ὁ νευρώ‐ δης αἴτιος, δι’ ὃν ἅμα μὲν οἷον ἕν τι γεγόνασιν αἱ ἀποφύσεις ἅπασαι τῶν σφονδύλων, ἅμα δ’ εἰς πολλὰ
10κινοῦνται. σκληρὸς μὲν γὰρ εἰς τοσοῦτόν ἐστιν ὁ δεσμός, ὡς ἐπεκτείνεσθαι ῥᾳδίως καμπτομένῃ τῇ ῥάχει, μαλακὸς δ’ εἰς τοσοῦτον, ὡς μήτ’ ἀπορρήγνυσθαι μήθ’ ὅλως τι πάσχειν ἐκτεινόμενος. καίτοι γ’, εἰ μὲν βραχεῖ σκληρότερον ἐπινοήσαις αὐτὸν γεγενημένον, ἀντιπράξει
15τε ταῖς κινήσεσι καὶ καθέξει τοὺς σφονδύλους ἐπὶ τῆς ἀρχαίας ἕδρας ἀδυνατῶν αὐτοῖς ἕπεσθαι διισταμένοις· μαλακὸς δ’ εἴπερ ἐπὶ πλέον ἦν, εἰ καὶ μὴ τὴν κίνησιν ἔβλαψεν, ἀλλὰ τήν γ’ ἀσφάλειαν αὐτῶν τῆς συνθέσεως οὐκ ἂν ἐφύλαξε. νῦν δὲ τὸ μέτρον αὐτοῦ τῆς σκλη‐
20ρότητος εἰς ἀμφοτέρας τὰς χρείας ἱκανῶς ἁρμόττει.226 in vol. 2

4

.

63

οὕτω δὲ καὶ ὁ ‖ τὰ πρόσω τῶν σφονδύλων συνάπτων δεσμὸς ἀκριβῆ συμμετρίαν ἐκτήσατο τῆς ἐκείνοις τοῖς μέρεσι πρεπούσης σκληρότητος. ἀλλὰ περὶ μὲν τού‐ των ὀλίγον ὕστερον. ἡ δ’ ἄκανθα σὺν οἷς εἶπον εἰς
5ἀσφάλειαν αὐτῇ δεδόσθαι προσέτι καὶ τὸ σχῆμα τῶν ἀποφύσεων ἑκάστης ἱκανῶς ὁμολογοῦν ἐκτήσατο, κάτω μὲν τῶν ἄνωθεν, ἄνω δὲ τῶν κάτωθεν ῥεπουσῶν, ὥσθ’ ὁμοιοτάτην αὐτῆς γίγνεσθαι τὴν ἰδέαν τοῖς οἰ‐ κοδομήμασι τούτοις, ἃς ψαλίδας ὀνομάζουσι· λέλεκται
10γὰρ οὖν πολλάκις ἤδη πάντων σχημάτων τοῦτ’ εἶναι τὸ δυσπαθέστατον. οὔκουν ἔτι θαυμαστόν, εἰ μόνῳ σφονδύλῳ τῷ κατὰ μέσον τῆς ῥάχεως ἡ ὄπισθεν ἀπό‐ φυσις ἡ τὴν ἄκανθαν ἐργαζομένη πρὸς οὐδέτερον ἐπι‐ νεύει μέρος, οὔτ’ οὖν τὸ κατὰ τὸν τράχηλον οὔτε τὸ
15κατὰ τὴν ὀσφύν, ἀλλ’ ἀκριβῶς ἀκλινής ἐστιν εἰς τοὐ‐ πίσω τεταμένη. καὶ γὰρ καὶ τοῦτο τῆς αὐτῆς ἔχεται προμηθείας. ἢ πῶς ἂν ἐοικυῖαν αὐτὴν ὅλην ἀπειργά‐ σατο ψαλίδι, μὴ πρῶτον μὲν τὰς ἐκ τῶν κάτω μερῶν

4

.

64

ἀποφύσεις ἁπάσας ἄνω προσαγαγοῦσα, καθάπερ ‖ οἶμαι καὶ τὰς ἐκ τῶν ἄνωθεν κάτω, δεύτερον δὲ συνάψασα πρός τινα κοινὸν ὅρον ἀρρεπῆ τε καὶ ὀρθόν, ὃς οἷον κορυφή τις ἔμελλεν ἔσεσθαι τῆς ψαλίδος; ἀλλὰ καὶ τὸ
5μέγεθος ἑκάστης τῶν ἀποφύσεων, ἃς ἐλέγομεν ἐργά‐ ζεσθαι τὴν ἄκανθαν, ἄνισον ἐν ἅπασι τοῖς σφονδύλοις ἐστὶ θαυμαστῶς καὶ τούτου προνοησαμένης τῆς φύ‐ σεως. οὔτε γὰρ ἐν οἷς χωρίοις εἰς τὴν αὐτὴν θέσιν
ἀφίκετο τῷ μυελῷ κύριον ἕτερον μόριον, ἐν τούτοις227 in vol. 2
10εὔλογον ἦν ἀμελῆσαι τοῦ μεγέθους αὐτῶν, οὔτ’ ἐν οἷς ὁ μυελὸς ἦν μόνος, ἐν τούτοις ἐργάσασθαι προ‐ μήκεις ἦν δίκαιον, ἀλλ’ οὐδὲ τῶν σμικρῶν σφονδύλων μακρὰν ἀποφῦσαι τὴν ἄκανθαν οὐδὲ τῶν μεγάλων βραχεῖαν. εὐλόγως οὖν ἐν μὲν τοῖς κατὰ τὸν θώρακα
15μέρεσι τῆς τε καρδίας προτεταγμένης καὶ τῆς μεγάλης ἀρτηρίας ἐπικειμένης τῇ ῥάχει μακροτάτας ἡ φύσις ἐποίησε τὰς τὴν ἄκανθαν ἐργαζομένας ἀποφύσεις, ἐν δὲ τοῖς ἄλλοις ἅπασι μέρεσι βραχυτέρας· τὰ δ’ ἄλλα μέρη τῆς ῥάχεως ὀσφύς ἐστι καὶ ἱερὸν ὀστοῦν καὶ

4

.

65

τράχηλος, ὀσφὺς μὲν ‖ καὶ τράχηλος ἑκατέρωθεν τῶν τοῦ θώρακος σφονδύλων, ἱερὸν δ’ ὀστοῦν μέγιστόν τε καὶ κάτωθεν, ὃ δὴ οἷον κρηπῖδά τινα τῇ συμπήξει τῶν σφονδύλων ὑποθεῖναι τὴν φύσιν ἐλέγομεν. ἐν
5μὲν δὴ τοῖς κατὰ τὴν ὀσφὺν μέρεσιν ὅ τ’ ὄγκος τῶν σφονδύλων ἀξιόλογος ἥ τε κοίλη φλὲψ ἔνδοθεν ἐπί‐ κειται καὶ ἡ μεγάλη ἀρτηρία· κατὰ δὲ τὸ ἱερὸν ὀστοῦν ὁ μὲν ὄγκος τοῦ σώματος ἀξιολογώτερος, οὐδὲν δ’ ὑπόκειται κύριον ὄργανον. εὐλόγως οὖν μετὰ τοὺς
10κατὰ τὸν θώρακα σφονδύλους αἱ ὄπισθεν ἀποφύσεις μέγισται τοῖς κατὰ τὴν ὀσφὺν ἐδημιουργήθησαν. οἱ δ’ ἐν τῷ τραχήλῳ σφόνδυλοι λεπτότατοι πάντων ὑπάρ‐ χοντες οὐχ οἷοί τ’ ἦσαν σχεῖν ἐκφύσεις μακράς τε ἅμα καὶ ἀσφαλεῖς· αὗται γὰρ ἂν ἐκείνοις ῥᾳδίως ἀπεθραύ‐
15οντο διὰ λεπτότητα. καλῶς οὖν ὀλίγον ἔμπροσθεν
ἐλέγομεν εἴς τε τοὺς ὄγκους τῶν σφονδύλων ἀποβλέ‐ πουσαν τὴν φύσιν καὶ τὴν τῶν ἐπικειμένων κατὰ τῆς ῥάχεως ὀργάνων διαφορὰν ἀνίσους ἀπεργάσασθαι τὰς κατὰ τὴν ἄκανθαν αὐτῶν ἀποφύσεις.228 in vol. 2

4

.

66

Οὔκουν ἔτ’ ἀπορήσομέν πως οὐδὲ διὰ τί τοῖς δώδεκα τοῖς κατὰ τὸ μετάφρενον σφονδύλοις οὐκ ἴσαι πᾶσαι πᾶσιν αἱ ἀποφύσεις. εἰ γὰρ καὶ ὅτι μάλιστα τοῦ θώρακός εἰσι πάντες, ἀλλ’ οὐκ ἐγγύς γε
5τῆς καρδίας οἱ κάτωθεν οἱ πλησίον τοῦ διαφράγματος, ἀλλ’ ἤδη πλέον ἀφεστήκασιν, ὥσπερ καὶ οἱ κατ’ ὀσφύν. οὐ μὴν οὐδὲ διὰ τί τέτταρα τὰ μέγιστα μέρη τῆς ῥά‐ χεως ὅλης ὑπάρχειν ἐλέγομεν, ἄδηλον ἔτι. μέσου μὲν γὰρ τοῦ θώρακος κειμένου, περιεχόντων δ’ αὐτὸν
10ἑκατέρωθεν, ἄνωθεν μὲν τοῦ τραχήλου, κάτωθεν δὲ τῆς ὀσφύος, κοινῇ δ’ ἅπασι τοῖς εἰρημένοις ὑπερηρει‐ σμένου τοῦ πλατέος ὀστοῦ, τέτταρα τὰ μέγιστα μέρη τῆς ὅλης ῥάχεως ἐξ ἀνάγκης ἀποτελεῖται. διὰ τί δὲ τὸ μὲν ἐξ ἑπτὰ σφονδύλων, τὸ δ’ ἐκ δώδεκα, τὸ δ’
15ἐκ πέντε, τὸ δ’ ἐκ τεττάρων μερῶν—ἐπηγγειλάμην μὲν οὖν καὶ τούτων τὴν χρείαν ἐρεῖν—ἑξῆς ἀκούσῃ περανθέντος ἅπαντος πρότερον τοῦ παρόντος λόγου. διὰ τί γὰρ ἐννέα μὲν αἱ πᾶσαι κατὰ τοὺς τῆς ὀσφύος

4

.

67

σφονδύλους ἀποφύσεις εἰσίν, ἕνδεκα ‖ δὲ κατὰ τοὺς τοῦ τραχήλου τοὺς γοῦν πέντε, κατὰ γὰρ τοὺς δύο τοὺς πρώτους ἑπτά, καθάπερ οὖν καὶ κατὰ τοὺς τοῦ θώρα‐ κος ἅπαντας, ἑξῆς τοῖς εἰρημένοις ἐχόμενον ἂν εἴη
5διελθεῖν. ὥσπερ οὖν ἡ ὄπισθεν ἀπόφυσις ἑκάστου τῶν σφονδύλων ἡ τὴν ἄκανθαν ἐργαζομένη προβλή‐ ματος ἐδείκνυτο παρέχεσθαι χρείαν, οὕτω καὶ ἄλλαι δύο ἀποφύσεις ἐγκάρσιαι τοῖς σφονδύλοις εἰσίν, ἅμα μὲν τὴν ὁμοίαν φυλακὴν ἐκπορίζουσαι τοῖς πλαγίοις229 in vol. 2
10αὐτῶν μέρεσιν, ἅμα δ’ οἷον ἕδρα τις τοῖς τ’ ἔσωθεν τῆς ῥάχεως μυσὶ καὶ τοῖς ἔξωθεν ὑποβεβλημέναι· κατὰ τούτων γὰρ ἁπάντων ἐπίκεινται σὺν ἀρτηρίαις τε καὶ νεύροις καὶ φλεψὶν εἰς αὐτούς τε καὶ δι’ αὐτῶν φε‐ ρομέναις. ἔστι δὲ καὶ τρίτη τις αὐτῶν ἑτέρα χρεία
15τοῖς τοῦ θώρακος σφονδύλοις εἰς τὴν τῶν πλευρῶν διάρθρωσιν ἀναγκαιοτάτη πρὸς τὴν τῆς ἀναπνοῆς ἐνέρ‐ γειαν. ἀλλὰ περὶ μὲν ταύτης ἐπὶ πλέον ἰδίᾳ λέλεκται. τῶν δ’ εἰρημένων ἀποφύσεων ἀπέστραπται τὰ πέρατα καθάπερ καὶ τῆς ἀκάνθης ὅλης ἐπὶ τὰ μέσα τῆς ῥά‐
20χεως, ὡς ἂν οἶμαι πρὸς τοῦτο τὸ χωρίον ἁπάντων τῶν

4

.

68

σφονδύλων ‖ ἐχόντων τὴν ῥοπήν, δι’ ἣν ἔμπροσθεν ἐλέγομεν αἰτίαν. διὰ τί δὲ παχεῖαι μὲν τοῖς κατὰ τὸν θώρακα σφονδύλοις αἱ ἀποφύσεις αἱ πλάγιαι, λεπταὶ δὲ τοῖς κατὰ τὴν ὀσφύν τε καὶ τὸ ἱερὸν ὀστοῦν, τοῖς
5δ’ ἐν τραχήλῳ παχεῖαί τε καὶ δίκροι; ἢ ὅτι κατὰ μὲν τὸν θώρακα τῶν πλευρῶν οὐ μόνον διαρθρουμένων αὐταῖς, ἀλλὰ καὶ καθ’ ὅλων ἐπικειμένων εὔλογον ἦν ἑδραίας τε καὶ ἰσχυρὰς ἀπεργασθῆναι, ταῖς δὲ κατὰ τὴν ὀσφύν τε καὶ τὸ ἱερὸν ὀστοῦν ἀγγείων καὶ μυῶν
10ἐπιβαινόντων μόνον οὐδὲν ἔδει περιττῆς ἰσχύος; αἱ
δ’ ἐν τραχήλῳ δίκροι τε ἅμα καὶ παχεῖαι γεγόνασιν εὐλογώτατα, καὶ τῶν περάτων ἐπέστραπται τὸ μὲν ἕτερον τὸ μεῖζον κάτω τοῖς ἄλλοις ἀνάλογον, τὸ δ’ ἕτερον τὸ μεῖον ἄνω. τὸ δὲ καὶ μόνοις αὐτοῖς ἐκ230 in vol. 2
15περιττοῦ προσκείμενον, ὅτι τὴν ὄπισθεν ἀπόφυσιν ἁπασῶν μικροτάτην ἔσχον, ὡς ὀλίγον ἔμπροσθεν εἴρη‐ ται, καίτοι τοῦ γε κατ’ αὐτοὺς νωτιαίου μεγίστην ἔχοντος δύναμιν. ἀπεδείχθη γὰρ αὐτοῦ τὰ πρῶτα μόρια τῶν ἄλλων εἶναι κυριώτερα. δι’ οὖν τοῦτο
20παχείας τε ἅμα τὰς ἐγκαρσίας αὐτοῖς ἀποφύσεις ἐποιή‐

4

.

69

σατο ‖ καὶ δίκρους, ἵν’, ὅσον διὰ τὴν τῆς ἀκάνθης βραχύτητα τοῖς ταύτῃ σφονδύλοις εἰς ἀσφάλειαν ἐνέ‐ δει, τοῦτ’ ἐκ τῶν ἐγκαρσίων ἀναπληρῶται. μέχρι μὲν τοῦδε δικαίως ἅπαντα φαίνεται τὰ κατὰ τὴν ῥάχιν
5ἔχοντα. τὸ δ’ ἀπὸ τούτου σκεπτέον ἂν εἴη προσέχοντί σοι τὸν νοῦν τοῖς λεγομένοις ἀκριβέστερον ὑπὲρ τῶν ἄλλων ἀποφύσεων ἁπασῶν καὶ δὴ καὶ προσέτι τῶν κατ’ αὐτὰς διαρθρώσεων. ἐπεὶ γὰρ ἔδει τοὺς σφον‐ δύλους ἅμα μὲν οἷον ἕν τι σῶμα τὴν ῥάχιν ἀποτελεῖν
10ἑδραῖόν τε καὶ ἰσχυρόν, ἅμα δὲ καὶ κινούμενον εὐθέ‐ τως, τοῦτ’ αὐτὸ πρῶτον ἄξιον θαυμάσαι τῆς φύσεως εὐμηχανώτατα πρὸς ἑκατέρας τὰς χρείας, καίτοι γ’ ἐναντίας ὑπαρχούσας, ἐπιτήδειον ἐργασαμένης τὴν ῥά‐ χιν. ἅπαντες γὰρ οἱ σφόνδυλοι πλὴν τῶν πρώτων
15δυοῖν ἐκ μὲν τῶν πρόσω μερῶν ἀσφαλῶς ἀλλήλοις συνδεδεμένοι, διηρθρωμένοι δ’ ὀπίσω, τὸ μὲν ἑδραῖον
ἐν τοῖς ὀπίσω σχήμασι διὰ τὴν ἔμπροσθεν ἁρμονίαν ἐκτήσαντο, κινεῖσθαι δ’ οὐκ ἐκωλύθησαν, ὅτι μήτε συμπεφύκασι κἀκ τῶν ὄπισθεν οὐ σμικροῖς ἄρθροις231 in vol. 2

4

.

70

διῄρηνται. ταῦτ’ ἄρα πρόσω μὲν κάμπτεσθαι ‖ δυνατὸν ἡμῖν ἐπὶ πλεῖστον, ὀπίσω δ’ οὐκέτι. διαρρήξεις γάρ, εἰ βιάζοιο, τὸν πρόσθιον δεσμὸν οὕτω μὲν ἀκριβῶς αὐτοὺς συνάγοντα πρὸς ἀλλήλους, ὡς μηδὲν ἀποδεῖν
5συμφύσεως, ἐπίδοσιν δὲ βραχεῖαν ἐγχωροῦντα κατὰ τὰς εἰς τοὐπίσω τῆς ῥάχεως ἀνακλάσεις. οὐ γὰρ οἷόν τ’ ἦν ἅμα μὲν ἰσχυρὸν ὑπάρχειν αὐτόν, ἅμα δ’ ἐπὶ πλεῖστον ἐκτείνεσθαι, καίτοι καὶ τοῦτο, εἰς ὅσον οἷόν τε, θαυμαστῶς παρεσκεύασται τῇ φύσει μυξώδη τὸν
10σύνδεσμον τοῦτον, ὡς Ἱπποκράτης ὠνόμασεν, ἐργασα‐ μένῃ. ἀλλὰ περὶ μὲν ὅλης τῆς κατ’ ἐκεῖνον οὐσίας ἐν τοῖς ἑξῆς λόγοις εἰρήσεται. τῇ ῥάχει δ’ ἐπεὶ μήθ’ ὁμοίως κατ’ ἄμφω τὰ μέρη κάμπτεσθαι βέλτιον ἦν— ἀστήρικτος γὰρ ἂν οὕτω γε καὶ χαλαρὰ τελέως ὑπῆρ‐
15χεν—ἑλέσθαι τε τὴν φύσιν ἔδει τὸ χρηστότερον, ἔνεστιν ἐπισκοπεῖσθαί σοι κἀνταῦθα τὴν χρῆσιν, ὡς πρός τε τὰς κατὰ τὸν βίον ἐνεργείας ἁπάσας ἄμεινον ἦν αὐτὴν εἰς τὰ πρόσω κάμπτεσθαι, καὶ τοῖς ἐπικει‐ μένοις ἔμπροσθεν ἀγγείοις, τῇ ἀρτηρίᾳ τῇ μεγάλῃ καὶ
20τῇ κοίλῃ φλεβί, μακρῷ τοῦτ’ ἦν ἀλυπότερον· ἀπερρά‐

4

.

71

γησαν γὰρ ἂν ἐπὶ πλεῖστον ἐκτεινόμε‖ναί τε καὶ κλώ‐ μεναι περὶ τὴν εἰς τοὐπίσω τῆς ῥάχεως ὅλης καμπήν. εὐλόγως οὖν, ἐπειδὴ κατὰ τοῦτ’ ἐχρῆν ἀκριβῶς αὐτὴν ἐσφίγχθαι τοῖς σφονδύλοις ἅπασιν, αἱ διαρθρώσεις
5ὄπισθεν ἐγένοντο. καταπαύσω δὴ καὶ τοῦτον ἤδη τὸν λόγον ἐνταῦθα. παμπόλλων γὰρ ἔτι λειπομένων εἰς τὴν ἐξήγησιν ὅλης τῆς ῥάχεως καὶ μήτε πάντων ἐν τῷδε τῷ γράμματι λεχθῆναι δυναμένων—εἰς ἄμετρον γὰρ ἂν οὕτως ἐκπέσοι μῆκος—ἀλλὰ μηδὲ τομὴν ἐπι‐232 in vol. 2
10τήδειον ἐγχωρούντων, ὡς τὰ μὲν αὐτῶν ἐν τῷδε δικαίως ἀναγεγράφθαι, τὰ δ’ εἰς τὸν ἑξῆς λόγον ἀναβληθῆναι, κάλλιον ἔδοξέ μοι πάντα τὰ λείποντα τῷ μετ’ αὐτὸ φυλάξαι βιβλίῳ.
13

4

.

72

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΤΡΙΣΚΑΙΔΕΚΑΤΟΝ.
1 Διαιρουμένης δὲ τῆς ὄπισθεν χώρας τῶν σφονδύλων εἰς τρεῖς μοίρας, τήν τ’ ἀκριβῶς ὄπισθεν, ἵναπέρ ἐστιν ἡ ἄκανθα, καὶ δύο τὰς ἐφ’ ἑκάτερα ταύ‐ της, ἃς ὁρίζουσιν αἱ ῥίζαι τῶν ἐγκαρσίων ἐκφύσεων,
5ὅτι μὲν ἐπὶ τῆς ἀκριβῶς μέσης οὐ μόνον οὐκ ἦν ἄμει‐ νον, ἀλλ’ οὐδὲ δυνατὸν ἔτι τὰς διαρθρώσεις αὐτῶν ἐργάσασθαι, φθανούσης γε δὴ τῆς ἀκάνθης αὐτὴν κατειληφέναι, πρόδηλον παντί. λοιπῶν δ’ οὐσῶν δυοῖν

4

.

73

χωρῶν, εἰ κατὰ μὲν τὴν ἑτέραν αὐτῶν ‖ οἱ σφόνδυλοι πρὸς ἀλλήλους διηρθροῦντο, κατὰ δὲ τὴν ἑτέραν ἀσφα‐ λῶς ξυνεδοῦντο, πρῶτον μὲν ἂν ἐπελέληστο τῆς δι‐ καιοσύνης ἡ φύσις ὁμοίαις χώραις ἄνισα νείμασα, δεύ‐
5τερον δ’ ἂν καὶ τὴν ῥάχιν αὐτὴν ὅλην ἑτερόρροπον
ἀπειργάσατο καὶ τρίτον ἐπὶ τοῖσδε τῶν ὑπαρχουσῶν αὐτῇ κινήσεων ἐκώλυσεν ἂν ἐξ ἀνάγκης καὶ διέφθειρε τὸ ἥμισυ μέρος. οὐδὲ γὰρ ἑκατέρωσε περιάγειν αὐτὴν ὁμοίως ἂν ἠδυνάμεθα χωλὴν κατὰ θάτερα γεγενημένην·233 in vol. 2
10ἐπικυπτόντων δὲ τὸ ἀδιάρθρωτον αὐτῆς μέρος ἀδυνα‐ τοῦν ἕπεσθαι τῷ διηρθρωμένῳ καὶ τὴν ἐκείνου κίνησιν ἔβλαπτεν ἄν, ὥστε ταύτῃ γε οὐ τὸ ἥμισυ μόνον, ἀλλ’ ὀλίγου δεῖν ἅπασαν ἀπόλλυσθαι τὴν ἐνέργειαν. αὗται μὲν αἱ χρεῖαι τοῦ καθ’ ἑκατέραν τὴν ὄπισθεν χώραν
15διαρθρωθῆναι πρὸς ἀλλήλους ἅπαντας τοὺς σφονδύλους. Τοῦ δὲ τοῖς μὲν προμήκεις γενέσθαι τὰς ἀποφύσεις καὶ διττάς, τοῖς δ’ ἁπλᾶς τε καὶ βραχείας ἡ κατὰ τὸ μέγεθος αὐτῶν ἀνισότης αἰτία. βέλτιον μὲν γὰρ τὸ διττὸν καὶ πρόμηκες εἰς ἀσφάλειάν τε ‖

4

.

74

ἅμα καὶ κινήσεως ὁμοιότητα· τὸ δ’ ἁπλοῦν ἄρθρον καὶ βραχὺ πρὸς τῷ ῥᾳδίως ὀλισθάνειν ἐλλιπῆ καὶ τὴν κίνησιν ἔχει. καὶ εἴπερ οἷόν τ’ ἦν ἅπαντας τοὺς σφονδύλους ἀσφαλῶς συνταχθῆναι διπλαῖς τε ἅμα καὶ
5προμήκεσιν ἀποφύσεσιν, οὐκ ἂν ἡμῖν ἡ φύσις οὐδὲ τοῦτ’ ἐφθόνησεν. ἀλλὰ γὰρ οὐκ ἐνεδέχετο τῶν λεπτῶν τε ἅμα καὶ σμικρῶν σφονδύλων ἅμα μὲν διττὰς καὶ προμήκεις, ἅμα δὲ δυσπαθεῖς ἐργάσασθαι τὰς ἀποφύ‐ σεις. ἰσχναὶ γὰρ ἐξ ἀνάγκης οὕτω γε καὶ στεναὶ πα‐
10ραπλησίως αὐτοῖς τοῖς σφονδύλοις γενόμεναι συνετρί‐ βοντό τ’ ἂν ἑτοίμως καὶ κατεθραύοντο. ἐπεὶ τοίνυν ἕκαστος αὐτῶν ἄνωθέν τε καὶ κάτωθεν ὁμιλεῖ τοῖς
ἑκατέρωθεν, εὐλόγως ἀνάντεις μὲν ἀποφύσεις δύο, κατάντεις δ’ ἕτεραι δύο γεγόνασιν. ἀλλ’ αὗται μὲν234 in vol. 2
15ἁπάντων σφονδύλων κοιναί· ἐξ ἐπιμέτρου δ’, ὡς εἴρη‐ ται, τοῖς μεγάλοις ἕτεραι δύο κατάντεις εἰσίν. ἐπειδὴ γὰρ ἐπιβαινουσῶν τῶν κατάντων ἀποφύσεων ταῖς ἀνάν‐ τεσιν αἱ διαρθρώσεις ἐγίγνοντο τοῖς σφονδύλοις, ἀσφα‐

4

.

75

λείας ἕνεκα τὴν ἑτέραν τῶν κατάντων ὑπέθηκεν ‖ ἡ φύσις ὅλῃ τῇ διαρθρώσει καὶ σύνδεσμόν γε κατὰ τὸ πέρας αὐτῆς ἰσχυρὸν ἐκφύσασα παρέτεινε καὶ τοῦτον ὑπὸ πᾶσαν τὴν ἀνάντη πρὸς τὸ μηδέποτε βιαίας κινή‐
5σεως καταλαβούσης τὸ ζῷον ἐξίστασθαι τῆς οἰκείας ἕδρας τὸ ἄρθρον. ἀλλ’ εἰ πρὸς ταῖς ἔμπροσθεν εἰρη‐ μέναις ἐκφύσεσι ταῖς τρισί, τῇ τε μεγίστῃ πασῶν, ἣ τὴν ἄκανθαν εἰργάσατο, καὶ ταῖς ἐγκαρσίαις δύο, προσ‐ θείης ἀνάντεις μὲν δύο, κατάντεις δὲ τέτταρας, ἐννέα
10δηλονότι γίγνονται σύμπασαι. καὶ δὴ καὶ φαίνονται τοσαῦταί τε καὶ τοιαῦται τοῖς κατ’ ὀσφὺν ὑπάρχουσαι σφονδύλοις, ὥσπερ αὖ τοῖς κατὰ τράχηλον ἕνδεκα χωρὶς τῆς μέσης τῆς πρόσω τῆς μεγάλης τῆς κατάν‐ τους· αὕτη γὰρ αὐτὸ τὸ σῶμα τῶν σφονδύλων ἐστίν.
15ἀλλ’ αἵ γε σαφεῖς ἐκφύσεις αὐτῶν ἥ τε τὴν ἄκανθάν ἐστιν ἐργαζομένη καὶ τῶν ἐγκαρσίων ἑκατέρα δίκρους γιγνομένη, καθάπερ εἴρηται, καὶ αἱ τοῖς ἄρθροις ἀνα‐ κείμεναι τέτταρες. ἐξ ἐπιμέτρου δ’ ἕτεραι δύο προσ‐ έρχονται τοῖς ἄνω πέρασιν αὐτῶν ἑκατέρωθεν ὑπο‐
20κείμεναι, τὴν ὑποδεχομένην τὸ κάταντες ἑκάστου τῶν

4

.

76

σφονδύλων σῶμα συνεπαύξουσαι κοιλό‖τητα. καὶ χρὴ
μόνον θεάσασθαι καὶ ταύτας, ὡς ἥ γε χρεία πρόδηλος ἅμα τῇ θέᾳ. διὰ τί δὲ προμήκεις εἰς τὸ κάτω μέρος οἱ κατὰ τὸν τράχηλον ἐγένοντο σφόνδυλοι, μικρὸν235 in vol. 2
5ὕστερον ἐροῦμεν ἐπὶ τελευτηθέντι τῷ νῦν ἐνεστηκότι λόγῳ. τοῖς γὰρ δὴ κατὰ τὸ μετάφρενον σφονδύλοις ἀποφύσεις ἑπτὰ γεγόνασιν ἑκάστῳ, καίτοι γ’ οὐχ ὁμοίαν ἔχουσιν ἅπασι τὴν ἰδέαν. οἱ μὲν γὰρ ἄνωθεν οἱ ἐννέα μεγίστην τὴν ὀπίσθιον ἐκτήσαντο, καθότι
10προείρηται, καὶ τὰς ἐγκαρσίας παχυτάτας καὶ τὰς ἀνάν‐ τεις τε καὶ κατάντεις ὁμοίως ταῖς ἐν τραχήλῳ βραχείας τε ἅμα καὶ πλατείας. ὁ δ’ ἐφεξῆς αὐτῶν ὁ δέκατος τὰ μὲν ἄλλα παραπλήσιος, οὐ μὴν οὔτε τὴν ὄπισθεν ἀπόφυσιν ὁμοίως τοῖς ἄλλοις ἔχει προμήκη τε καὶ κα‐
15τάντη καὶ λεπτὴν οὔτε τὰς τέτταρας, αἷς διαρθροῦται ταῖς ἑκατέρωθεν, ἀλλ’ αἱ μὲν ἄνωθεν δύο ταῖς τῶν προτεταγμένων ἐννέα σφονδύλων ἐοίκασιν ἀνάντεσιν, αἱ κατάντεις δὲ λοιπαὶ δύο ταῖς τῶν ὑποτεταγμένων κατάντεσιν ἐοίκασι. μόνῳ γὰρ δὴ τούτῳ τῶν σφονδύ‐

4

.

77

λων ἁπάντων ‖ ἐξαίρετον ὑπάρχει τὸ κατ’ ἀμφοτέρας τὰς διαρθρώσεις ἐπιβαίνειν ἑκατέρῳ τῶν ὁμιλούντων σφονδύλων, ὡς τοῖς γε λοιποῖς ἅπασιν, ὅσοι μὲν ἐν τοῖς κάτω μέρεσι τοῦδε τετάχαται, κοίλας μὲν τὰς
5ἀνάντεις ἀποφύσεις, κυρτὰς δ’ ἔχειν τὰς κατάντεις ὑπάρχει. καὶ διὰ τοῦτο ταῖς μὲν κυρταῖς ἐπιβαίνουσι τοῖς ὑποτεταγμένοις σφονδύλοις, ταῖς δ’ ἀνάντεσιν
ὑποδέχονται τοὺς ὑπερκειμένους. ὅσοι δ’ ἐν τοῖς ἄνω μέρεσι τοῦδε κατὰ τὸ μετάφρενόν τ’ εἰσὶ καὶ τὸν τρά‐236 in vol. 2
10χηλον, οὗτοι πάντες ὑποδέχονταί τε ἅμα καὶ περιβαί‐ νουσι ταῖς κατάντεσιν ἀποφύσεσι τὰς ἀνάντεις ἀτρέμα κυρτὰς γενομένας. ἀλλ’ ὅ γε δέκατος ὁ κατὰ τὸ μετά‐ φρενον, ὡς εἴρηται, μόνος ἁπάντων σφονδύλων ἑκατέ‐ ρων τῶν ἀποφύσεων τὰ πέρατα κυρτὰ μετρίως κτησά‐
15μενος ἐπιβαίνει τοῖς παρακειμένοις εἴς τινας ὀφρυώδεις κοιλότητας τελευτῶσιν. οἱ δ’ ἐφεξῆς αὐτοῦ δύο τάς τε τὴν ἄκανθαν ἐργαζομένας ἀποφύσεις, ὡσαύτως δὲ καὶ τὰς ἀνάντεις καὶ κατάντεις, αἷς πρὸς ἀλλήλους διαρθροῦνται, τοῖς κατὰ τὴν ὀσφὺν σφονδύλοις ὁμοίας
20ἔχουσιν, ἀλλὰ καὶ τὰς λοιπὰς δύο τὰς κατάντεις ἐκ

4

.

78

τῶν κάτω μερῶν ἕνεκα φρουρᾶς τῶν ἄρθρων ‖ ὑποβε‐ βλημένας, ἀφ’ ὧν συνδέσμους τινὰς ἰσχυροὺς ἔφην ἐκφύεσθαι, καὶ ταύτας ἔχουσιν οἱ τοῦ μεταφρένου τελευταῖοι δύο σφόνδυλοι. τὰς μέντοι λοξὰς τὰς ἑκα‐
5τέρωθεν, ἃς ἐγκαρσίας ἔμπροσθεν ὠνομάσαμεν, οὗτοι μόνοι τῶν πάντων σφονδύλων οὐκ ἔχουσι. τίς οὖν καὶ ἡ τῆς τούτων ἀνομοιότητος αἰτία, λέγειν ἂν ἑπό‐ μενον εἴη· μάτην μὲν γὰρ οὐδὲν ἡ φύσις ἐργάζεται. τὸν μέσον τῆς ῥάχεως ὅλης σφόνδυλον εἰς περιφερῆ
10τελευτώσης ἄκανθαν οἷον ψαλίδα μόνον εὐλόγως ἐδεί‐ κνυμεν ὀρθὴν καὶ ἀρρεπῆ τὴν ὄπισθεν ἔχειν ἀπόφυσιν. ἀλλ’ οὗτός γε ὁ μέσος οὐκ ἄλλος τίς ἐστιν ἢ ὁ δέκα‐ τος τοῦ μεταφρένου. διεῖλε γὰρ δὴ κἀνταῦθα τὴν ὅλην ῥάχιν ἡ φύσις ἀκριβῶς ἰσομερῆ τοὺς ὄγκους τῶν
15σφονδύλων, οὐ τὸν ἀριθμὸν ἐκλογισαμένη. πολλῷ μὲν γὰρ πλείους οἱ ἄνωθεν, ἀλλὰ τοσούτῳ μείζους αὐτῶν οἱ κάτωθεν ὑπάρχουσι κατὰ τὸν ὄγκον τοῦ σώματος, ὅσῳ τὸ πλῆθος ἀπολείπονται. ᾗ καὶ θαυμά‐ ζειν αὐτὴν ἄξιον ὡς ἀκριβῶς δικαίαν, οὐ τὸ κατὰ τὴν237 in vol. 2
20πρόχειρον φαντασίαν ἴσον, ἀλλὰ τὸ κατ’ ἀλήθειαν

4

.

79

ἑλομένην. εἰκότως οὖν οὗτος ὁ σφόνδυλος, ‖ ὡς τὴν θέσιν ἐξαίρετον ὑπὲρ τοὺς ἄλλους ἔσχε καὶ σὺν αὐτῇ τὴν ὄπισθεν ἀπόφυσιν, οὕτω καὶ τὰς διαρθρώσεις. ἵνα γὰρ ἡ ῥάχις ὁμοίως ἅπασα κάμπτοιτο, μένειν μὲν
5ἐχρῆν δήπου κατὰ χώραν τὸν μέσον, ἀφίστασθαι δ’ ἀπ’ ἀλλήλων τε καὶ τούτου τοὺς ἄλλους ἅπαντας ἀπο‐ χωροῦντας ἀτρέμα, τοὺς μὲν ὑπερκειμένους ἄνω, τοὺς δ’ ὑποτεταγμένους κάτω. καὶ πρὸς ταύτην ἄρα τὴν κίνησιν εὐθὺς ἐξ ἀρχῆς ἡ φύσις ἐπιτηδείους ἐργαζο‐
10μένη τὰς διαρθρώσεις τῶν μὲν ὑπερκειμένων τοῦ μέσου τὰς μὲν ἀνάντεις ἀποφύσεις κυρτάς, κοίλας δ’ ἠρέμα τὰς κατάντεις ἐδημιούργησεν, ἔμπαλιν δὲ τῶν ὑποτε‐ ταγμένων κοίλας μὲν τὰς ἀνάντεις, κατάντεις δὲ τὰς κυρτάς. ἐπειδὴ γάρ, ὡς ἐδείκνυτο πρόσθεν, ἐκ τῶν
15ἐπὶ βραχὺ λοξῶν κινήσεων ἡ ῥάχις ἐκτήσατο τὰς εὐ‐ θείας, αἱ δ’ οὕτως ἀτρέμα λοξαὶ φύσιν εἶχον ἀμφὶ ταῖς κυρτότησι μενούσαις ἑδραίαις τῶν κοιλοτήτων ἑκατέρωσε περιφερομένων ἀποτελεῖσθαι, κατὰ λόγον ἀκίνητον μὲν ἐν ἑκατέραις ταῖς διαρθρώσεσι τὸν μέσον
20ἐδημιούργησε σφόνδυλον, τῶν δ’ ἄλλων ἁπάντων τοὺς
μὲν ὑποτεταγμένους ταῖς κάτω, τοὺς δ’ ὑπερκειμένους238 in vol. 2

4

.

80

ταῖς ἄνω. ‖ ἐχρῆν γὰρ δήπου τοὺς μὲν ὑποκειμένους εἰς τὰ κάτω μέρη μεθίστασθαι κυρτουμένης τῆς ῥά‐ χεως, ἄνω δ’ ἰέναι τοὺς ὑπερκειμένους. καὶ μέν γε καὶ ἀνακυπτόντων τε καὶ ὀρθουμένων ἔμπαλιν ἐχρῆν
5κινεῖσθαι τοὺς σφονδύλους κάτω μὲν ἰόντας τοὺς ὑπερ‐ κειμένους, ἄνω δὲ τοὺς ὑποτεταγμένους. ὅρος γὰρ ἑκατέρου τοῦ σχήματος ἐπικαμπτόντων μὲν ἀποχωρεῖν ἀλλήλων τοὺς σφονδύλους ὡς οἷόν τε πλεῖστον, ὡς ἂν καὶ μείζονος δεομένης τηνικαῦτα γίγνεσθαι τῆς
10ῥάχεως, ἀνακυπτόντων δ’ ἔμπαλιν συνιέναι πάντας εἰς ταὐτὸν ἀλλήλοις τῷ μέσῳ σφονδύλῳ προσχωροῦντας, ὡς ἂν καὶ νῦν βραχείας ἀναγκαζομένης γίγνεσθαι τῆς ὅλης ῥάχεως. ὅτι δ’ ἐπιτηδειόταται ταῖς λοξαῖς κινή‐ σεσιν αἱ τῶν διαρθρουμένων ἀλλήλαις ὀστῶν κοιλό‐
15τητες ἀμφὶ ταῖς κυρτότησιν ἐπιστρεφόμεναι πρὸς ἑκά‐ τερα, τήν τε τῆς κερκίδος ἀναμνησθέντι σοι κίνησίν τε ἅμα καὶ διάρθρωσιν, ἣν πρὸς τὸν βραχίονα ποιεῖται, καὶ τὴν τοῦ καρποῦ πρὸς τὴν λεπτὴν τοῦ πήχεως ἀπό‐ φυσιν, ἣν ὀνομάζουσιν ἔνιοι στυλοειδῆ, τρίτου παρα‐

4

.

81

δείγματος εἰς ἐνάργειαν νοήσεως οὐκέτ’ ‖ οἶμαι δεήσειν. εἰ δ’ ἄρα καὶ δέοι, τήν τε τοῦ σκαφοειδοῦς αὖθις ἀναμιμνήσκου πρὸς ἀστράγαλον καὶ ἀστραγάλου πρὸς ταρσόν, ὡς ἐν ἁπάσαις ταύταις περὶ τὰς κυρτότητας
5ἑδραίας μενούσας τῶν κοιλοτήτων ἑκατέρωσε περιφερο‐ μένων αἱ λοξαὶ κινήσεις ἀποτελοῦνται. μία μὲν οὖν κοιλότης περὶ μίαν ἐξοχὴν στρεφομένη τῶν εἰς τὰ πλάγια κινήσεων τῶν λοξῶν μόνων δημιουργὸς γίγνε‐
ται. δύο δ’ εἰ συντεθεῖεν λοξαί, βραχὺ τῆς μέσης239 in vol. 2
10ἐφ’ ἑκάτερα περιάγουσαι τὸ μόριον, ὅτι σύνθετον ἐξ αὐτῶν ἀνάγκη γενέσθαι μίαν εὐθεῖαν, ἐπειδὰν ἐνερ‐ γῶσιν ἀμφότεραι, δέδεικται καὶ τοῦτ’ ἤδη πολλάκις. ἀλλὰ καὶ ὡς ἐπὶ τῆς ῥάχεως ἄμεινον ἦν ἐκ τῶν λοξῶν τὰς εὐθείας γεννᾶσθαι, καὶ τοῦτ’ ἔμπροσθεν δέδεικται.
15καὶ εἰ πάντων ἅμα μνημονεύοις, οἶμαί σε μεγάλως ἤδη τεθαυμακέναι τῆς φύσεως τὴν τέχνην καὶ σύνθε‐ σιν ἀρίστην ἐξευρούσης τοῖς σφονδύλοις καὶ κίνησιν ἐπιτηδειοτάτην καὶ πλῆθος ἀποφύσεων καὶ μέγεθος καὶ συλλήβδην φάναι πάντ’ ἀλλήλοις τε καὶ ταῖς χρείαις
20ἁπάσαις τῆς ῥάχεως ὁμολογοῦντα. καὶ γὰρ οὖν καὶ

4

.

82

οἱ λοιποὶ δύο τῶν κατὰ ‖ τὸ μετάφρενον σφονδύλων οἱ κάτωθεν ἁπάντων οὐκ ἀλόγως ἀντὶ τῶν ἐγκαρσίων ἀποφύσεων τὰς ὑποκειμένας τοῖς ἄρθροις τὰς κατάν‐ τεις ἐκτήσαντο, τοῦ μὲν ἑτέρου τὴν ὑστάτην τῶν νό‐
5θων πλευρῶν ἔχοντος ἐπιβεβηκυῖαν, αὐτήν τε βραχεῖαν πάνυ καὶ λεπτὴν ὑπάρχουσαν ἀμυδρῶς τε καὶ σμικρὰ κινουμένην, θατέρου δὲ τὴν ἐπίφυσιν τῶν φρενῶν. οὔκουν ἐδέησεν αὐτοῖς ὁμοίως τοῖς ἄλλοις τοῦ θώρα‐ κος σφονδύλοις ἐγκαρσίων ἀποφύσεων ἰσχυρῶν, ὑπε‐
10ρηρεισμένων τε ἅμα καὶ διηρθρωμένων ἀσφαλῶς τοῖς ταύτῃ μέρεσι τῶν κατὰ τὰς πλευρὰς ὀστῶν, ἀλλ’ ἀντὶ τούτων τὰς κατάντεις ἔσχον τοῖς γειτνιῶσι τῆς ὀσφύος σφονδύλοις ὁμοιωθέντες. Ἆρ’ οὖν ἐν τούτοις μὲν ἅπασιν ἡ φύσις
15ἀκριβῶς δικαία, μόνῳ δὲ τῷ πρώτῳ κατὰ τὸν τράχη‐ λον σφονδύλῳ τῆς ὄπισθεν ἀποφύσεως ἐφθόνησεν ἀδίκως; ἢ καὶ τοῦτο βέλτιον ἦν οὕτω κατεσκευάσθαι; νομίζω σε τῶν ἐν τῷ πρὸ τούτου λόγῳ γεγραμμένων ἀναμνησθέντα μηκέτ’ ἀποδείξεως δεήσεσθαι μακροτέ‐240 in vol. 2
20ρας. ὅτι γὰρ οἱ ἀνανεύοντες· ὅλην τὴν κεφαλὴν μύες

4

.

83

οἱ εὐθεῖς καὶ βραχεῖς ἅπασαν αὐτῆς κα‖τειλήφασι τὴν διάρθρωσιν, ἐν ἐκείνῳ λέλεκται. δεόντως οὖν καὶ ἡ κατὰ τοῦτο τὸ μέρος ἀπόφυσις οὐκ ἐγένετο τῷ πρώτῳ σφονδύλῳ φθανόντων αὐτὴν καταλαβεῖν τῶν μυῶν.
5οὔτε γὰρ ἀφελέσθαι τὰ ζῷα τὴν τοιαύτην κίνησιν εὔ‐ λογον ἦν, οὔτε φυλαττομένης αὐτῆς οἷόν τε προϋποτι‐ θέναι τοῖς μυσὶν ὀξεῖαν ὀστῶν ἀπόφυσιν. οὐ μόνον γὰρ ἂν ἀπεστέρησεν αὐτοὺς τῆς ἕδρας, ἀλλὰ καὶ κι‐ νουμένοις ἐμποδὼν ἐγίγνετο θλῶσα καὶ κεντοῦσα καὶ
10τιτρώσκουσα καὶ παντοίως ἀδικοῦσα. διὰ ταῦτα μὲν δὴ τῷ πρώτῳ σφονδύλῳ τὴν ὄπισθεν ἀπόφυσιν οὐκ ἐποίησε. καὶ μάλιστά σε τοῖς τοιούτοις ἔργοις τῆς φύσεως προσέχειν ἀξιῶ τὸν νοῦν, ἐν οἷς ἀποχωροῦσα τῆς ὁμοίας κατασκευῆς τῶν ὁμοίων ὀργάνων οὐχ ὡς
15ἔτυχεν ἐκτρέπεται τῆς ὁμοιότητος οὐδ’ ἀντ’ αὐτῆς αἱ‐ ρεῖται τὸ τυχόν, ἀλλ’ ἃ τοῖς δημιουργουμένοις ἔχειν προσήκει μόνοις. οὔτε γὰρ ὁ δέκατος τοῦ μεταφρένου σφόνδυλος εἰκῇ καὶ ὡς ἔτυχε μόνος ἐξ ἁπάντων σφον‐ δύλων ὀρθήν τε τὴν ὄπισθεν ἀπόφυσιν ἔχει καὶ τῶν
20ἄλλων ἕκαστος κυρτήν, οὔθ’ οἱ μετ’ αὐτὸν δύο μάτην

4

.

84

ἀπολωλέκασι ‖ τὰς ἐγκαρσίας, ὥσπερ οὐδ’ ὁ κατὰ τὸν τράχηλον ὁ πρῶτος τὴν ὄπισθεν. ἀλλ’ ἕκαστον τού‐ των ἡ φύσις φαίνεται, διότι βέλτιον ἦν οὕτω κατε‐ σκευάσθαι, διὰ τοῦθ’ ἑλομένη, ὥσπερ γε καὶ τὸ μόνῳ241 in vol. 2
5τῷ πρώτῳ σφονδύλῳ τὰ τρήματα, δι’ ὧν ἐκπίπτει τὰ παρὰ τοῦ νωτιαίου νεῦρα, μὴ κατὰ τὸν αὐτὸν ἅπασι τοῖς ἄλλοις τοῦ τραχήλου σφονδύλοις ἐγγεγλύφθαι τρόπον. τοῖς μὲν γὰρ ἄλλοις ἅπασι, καθ’ ἃ συνάπτου‐ σιν ἀλλήλοις, ἐκ τῶν πλαγίων μερῶν ἡμικυκλίῳ παρα‐
10πλήσιον ὑπάρχει τὸ τρῆμα πρόμηκες εἴσω μέχρι τοῦ νωτιαίου διῆκον, ὡς ἐξ ἀμφοῖν μίαν χώραν γεννᾶσθαι τηλικαύτην εὖρος, ἡλίκον μάλιστα τῷ πάχει τὸ δι’ αὐτῆς ὁδοιποροῦν ἐστι νεῦρον. ὁ δὲ πρῶτος σφόνδυλος οὔτ’ ἐν τοῖς πρὸς τὸν δεύτερον αὑτοῦ διηρθρωμένοις μέρε‐
15σιν οὔτε πολὺ μᾶλλον ἐν τοῖς ἄνω τοῖς πρὸς τὴν κεφαλὴν οὐδὲν ἔσχε τρῆμα τοιοῦτον προμηθῶς κἀν‐ ταῦθα τῆς διαπλαττούσης τέχνης τὰ ζῷα προϊδομένης τε ἅμα καὶ φυλαξαμένης ἐν ἅπασι τοῖς ἀπὸ τοῦ νω‐ τιαίου νεύροις τὴν ἀκολουθοῦσαν αὐτοῖς τε τοῖς νεύ‐
20ροις καὶ προσέτι τοῖς σφονδύλοις, εἰ κατ’ ἄλλο τι

4

.

85

χωρίον ἐκφύοιτο, βλάβην. ‖ ἔνεστι γοῦν κἀνταῦθα θεα‐ σαμένῳ σοι τὰ τρήματα λογίσασθαι, πῶς ἅμα τε τοῖς σφονδύλοις ἄμεινον ἦν ἐνταυθοῖ διατίτρασθαι μόνον ἅμα τε τοῖς νεύροις ἀσφαλέστατον. ὑπὸ γὰρ δὴ ταῖς
5ῥίζαις κείμενα τῶν ἀνάντων τε καὶ κατάντων ἀποφύ‐ σεων αὐτά τε τὰ τρήματα καὶ τὰ δι’ αὐτῶν ἐκφυόμενα
νεῦρα φρουρεῖται πανταχόθεν ἄμεινον ἑτέρωθι ταχθῆ‐ ναι μὴ δυνάμενα. τὸ μὲν γὰρ ὀπίσω τῶν ἀποφύσεων ἀπαχθῆναι τοῖς νεύροις αὐτοῖς οὐκ ἦν ἀσφαλές, ὡς ἂν242 in vol. 2
10διὰ μακροῦ τε μέλλουσιν ὁδοιπορήσειν εἰς τὰ πρόσω τοῦ ζῴου καὶ πάσης φυλακῆς ἀφρουρήτοις ἔσεσθαι· τὸ δὲ μᾶλλον ἔμπροσθεν ἢ νῦν ἐστι μετατεθῆναι καὶ τοὺς σφονδύλους ἂν ἔβλαψε βαθείαις ὀπαῖς ἐκγλυφθέν‐ τας καὶ τὸν σύνδεσμον δ’ αὐτῶν ἀσθενέστερον ἀπειρ‐
15γάσατο καὶ τοῖς ἐπικειμένοις ὀργάνοις κατὰ ταῦτα τὰ μέρη τῆς ῥάχεως ἐλυμήνατο. καίτοι τούτων οὐδὲν εὐκαταφρόνητόν ἐστιν οὐδ’ ἄξιον ἀμεληθῆναι σοφῷ δημιουργῷ. τὸ μὲν γὰρ τῶν νεύρων τι παραβλάπτεσθαι τῷ σφαλερῷ τῆς ὁδοῦ τοῖς πρόσω μέρεσι τοῦ ζῴου

4

.

86

διέφερεν ἄν, ἅπερ αὐτῶν ἔμελλεν αἰσθή‖σεώς τε καὶ κινήσεως ἅμα μεταλήψεσθαι. τὸ δὲ τοὺς σφονδύλους, ἵν’ εἰσὶν αὐτοὶ σφῶν αὐτῶν παχύτατοι καὶ κατ’ ἀλλή‐ λων ἐπιβεβήκασι, κατὰ τοῦτο διατίτρασθαι τὴν ἀσφά‐
5λειαν αὐτῶν τῆς συνθέσεως ἐξ ἀνάγκης ἄν τι παρέ‐ βλαψεν, ὥσπερ εἰ καὶ τοῖχον ὀπαῖς εὐρείαις τε καὶ πολλαῖς διατρήσειας. ὁ δὲ συνάπτων αὐτοὺς σύνδε‐ σμος ἰσχυρότερος εἶναι δεόμενος, ὡς ἔν τε τοῖς ἔμπρο‐ σθεν εἴρηται κἀν τοῖς μετὰ ταῦτα λεχθήσεται, πάντως
10ἄν που καὶ αὐτὸς ἀσθενέστερος ἐγένετο μηκέτι συνε‐ χὴς ὅλος ἑαυτῷ φυλαττόμενος, ἀλλ’ οἷον διασπώμενός τε καὶ διαβιβρωσκόμενος πολλαχόθι πολλάκις, καθάπερ εἰ καὶ νῦν αὐτῷ τι τοιοῦτον συμβαίη. τὰ δ’ ἔμπρο‐
σθεν ἐπικείμενα τοῖς σφονδύλοις ἐν μὲν τῷ μεταφρένῳ243 in vol. 2
15φλέβες τέ τινές εἰσιν αἱ τὸν θώρακα τρέφουσαι καὶ ἡ μεγίστη πασῶν ἀρτηρία καὶ ὁ στόμαχος, ἐν δὲ τοῖς κατὰ τὴν ὀσφὺν αὐτῆς τε τῆς εἰρημένης ἀρτηρίας τὸ κάτω καὶ τῆς κοίλης φλεβὸς ἡ ταύτῃ μοῖρα καὶ μέγι‐ στοι μύες, οὓς ψόας ὀνομάζουσιν, ἐν δὲ τοῖς κατὰ τὸν
20τράχηλον οἵ τ’ ἐπινεύοντές εἰσι μύες τὴν κεφαλὴν ἥ

4

.

87

τε ἄνω ‖ μοῖρα τοῦ στομάχου. πάντα ταῦτα τὰ προ‐ ειρημένα μόρια τὴν πρόσω χώραν ἐπέχοντα τῆς ῥάχεως οὐδαμόσε μετατεθῆναι βέλτιον ἠδύνατο. καλῶς οὖν ἡ φύσις προνοουμένη, ἵνα πρῶτον αὐτῶν παύεται τὰ
5πλάγια, κατὰ ταῦτα τὴν ἔκφυσιν ἐποιήσατο τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων, ὡς ἂν μήτ’ ἐνοχλοῖτό τι μήτε τὴν σύνθεσιν ἀσθενεστέραν ἐργάζοιτο τῆς ῥάχεως ἢ τῶν συνδέσμων διακόπτοιτο τὸ συνεχὲς ἢ διὰ μακροῦ τε ἅμα καὶ ἀσφαλεστέρου χωρίου φερόμενα κινδυνεύοι
10τι πάσχειν. ἡ γὰρ δὴ νῦν αὐτοῖς δεδομένη χώρα παν‐ τοίως ἀσφαλής ἐστι καὶ τὰς ἀνάντεις τε καὶ κατάντεις ἀποφύσεις οἷον χάρακά τινα προβεβλημένη. κατὰ μέν γε τὴν ὀσφὺν—ἀπὸ ταύτης γὰρ ἀρκτέον τοῦ λόγου, διότι μεγίστους ἔχουσα τοὺς σφονδύλους ἀξιολόγους
15ἐκτήσατο καὶ τὰς ἀποφύσεις—εἰ κατασκέπτοιο σαφῶς τὴν ἑτέραν τῶν κατάντων, ἣν ἔμπροσθεν ἔλεγον εἰς ἰσχυρὸν σύνδεσμον τελευτῶσαν ὄφελος οὐ σμικρὸν
εἶναι ταῖς τὰς διαρθρώσεις ἐργαζομέναις ἀποφύσεσι ταῖς ἀνάντεσιν, οὐκ εἰς τοῦτο μόνον εὑρήσεις χρη‐244 in vol. 2

4

.

88

στήν, ‖ ἀλλὰ πολὺ δὴ μᾶλλον εἰς τὴν πρώτην ἔκφυσιν τοῦ νεύρου παρεσκευασμένην. ἐξόπισθεν γὰρ αὐτοῦ παρατεταμένη τεῖχος ὄντως ἐστὶ καὶ πρόβλημα τῶν ὁπωσοῦν προσπιπτόντων αὐτῷ πρώτη πάντων ἐκδε‐
5χομένη καὶ ἀποστέγουσα, κἂν εἰ τρωθῆναί τε καὶ συν‐ τριβῆναι δέοι καὶ ὁπωσοῦν ἄλλως πονῆσαι, πρὶν τὸ νεῦρον παθεῖν αὐτὴ πάνθ’ ὑπομένουσα. ταύτην οὖν τὴν ἀπόφυσιν ἔν τε τοῖς τῆς ὀσφύος σφονδύλοις ἰδεῖν ἔστιν ἔτι μεγάλην, ὡς ἂν καὶ αὐτοῖς οὖσι μεγίστοις,
10καὶ τοῖς ἐσχάτοις δύο τοῦ θώρακος ὁμοίως ἔχουσαν. ἐν δὲ τοῖς λοιποῖς τοῖς δέκα τὴν ταύτης χρείαν τοῖς νεύροις παρέχουσιν αἱ πλάγιαι τῶν ἀποφύσεων, αἷς ἐπιβέβηκέ τε καὶ διήρθρωται τὰ τῶν πλευρῶν ὀστᾶ. ἅτε γὰρ ἤδη μικρότεροι τῶν κάτω γεγενημένοι καὶ
15δεόμενοι τὴν ἀπόφυσιν ταύτην ἀξιόλογον κεκτῆσθαι χώραν ἑτέραν οὐκέτ’ εἶχον ἐκφύσεως κατάντους, ἀλλ’ ἀναγκαῖον ἐγένετο τῇ φύσει συγχρήσασθαι τῷ δι’ ἕτερόν τι κατεσκευασμένῳ καὶ πρὸς ἄλλο. καὶ γὰρ δὴ καὶ μεγάλη τε ἦν καὶ ἰσχυρὰ καὶ θέσεως ἐπικαιροτάτης

4

.

89

ὡς πρὸς τὴν τοῦ νεύρου φυλακὴν τετευχυῖα. ‖ λοιποὶ δ’ οἱ κατὰ τὸν τράχηλον σφόνδυλοι τὰς τῶν νεύρων ἐκφύσεις ὑπὸ τῶν ἐγκαρσίων ἀποφύσεων, ἃς δίκρους ἔφαμεν εἶναι, σκεπομένας τε καὶ φρουρουμένας ἀσφα‐
5λῶς ἐκτήσαντο. πᾶσι μὲν δὴ τούτοις πλὴν τοῦ πρώ‐ του σφονδύλου καθ’ ἑκάτερον τῶν πλαγίων ἐν αὐτοῖς
περάτων αἱ τῶν νεύρων ἐκφύσεις ἐγένοντο, κατὰ μὲν τὸν τράχηλον ἑκατέρου τῶν ὁμιλούντων ἀλλήλοις σφον‐ δύλων, ὡς εἴρηται πρόσθεν, ἴσον ὡς ἔνι μάλιστα συν‐245 in vol. 2
10τελοῦντος εἰς τὴν τοῦ παραπέμποντος τὸ νεῦρον τρή‐ ματος γένεσιν· ἐν δὲ τοῖς κατὰ τὴν ὀσφὺν ὅλην ἐπι‐ βαίνει σχεδόν τι τῷ πέρατι τοῦ προτεταγμένου σφον‐ δύλου τὸ νεῦρον, ὡς ἂν ἐντεῦθεν μὲν ἐκφυομένης τῆς φρουρούσης ἀποφύσεως αὐτό, μεγάλων δὲ καὶ αὐτῶν
15τῶν σφονδύλων ὑπαρχόντων καὶ διὰ τοῦτο χώραν ἱκανὴν καὶ θατέρου μόνου τῷ νεύρῳ παρασχεῖν δυνα‐ μένου. κατὰ δὲ τὸν τράχηλον ἡ μικρότης τῶν σφον‐ δύλων οὐκ ἦν ἱκανὴ μόνη τὴν ὁδὸν παρασχεῖν τῷ νεύρῳ. δι’ αὐτὸ γάρ τοι τοῦτο καὶ κατὰ τὸ πέρας
20ἑκάστου παρέγλυψεν ἡ φύσις οἷον ἡμικύκλιόν τι φυ‐ λαξαμένη διατιτράναι τοὺς σφονδύλους αὐτούς, ὡς ἄν,

4

.

90

εἰ τοῦτ’ ἔπραξεν, ἐξελέγχουσά τε τὴν ‖ λεπτότητα αὐ‐ τῶν καὶ ἀσθενεῖς ἐσχάτως ἀποφαίνουσα. ταῦτά τοι καὶ τὰ σώματα αὐτῶν αὐτὰ κατ’ ἀλλήλων ἐπιβαίνοντα προμήκη μὲν κάτω, κοῖλα δ’ ἐκ τῶν ἄνωθεν ἐποιήσατο
5μερῶν, ἵν’ αἱ τῶν ὑποτεταγμένων ἀνάντεις ἀποφύσεις, αἱ τήν τε κοιλότητ’ αὐτῶν γεννῶσαι καὶ περιλαμβά‐ νουσαι τὸ πρόμηκες πέρας τοῦ προτεταγμένου, συντε‐ λῶσί τι καὶ αὐταὶ πρὸς τὴν τοῦ κοινοῦ τρήματος γένεσιν. ἔξωθεν γὰρ τούτων τὸ οἷον ἡμικύκλιόν ἐστι
10καὶ μετ’ αὐτὸ τὰ τῶν σφονδύλων ἄρθρα, μέσον δ’ ἀμφοῖν ἀνίσχει τὸ νεῦρον, ἅμα μὲν ὑπὸ πασῶν τῶν
περικειμένων ἐξοχῶν σκεπόμενον, ἅμα δ’ ἑκατέρου τῶν σφονδύλων ὀλίγον τι παραγλύψαν, ὃ διαστήσας σὺ καὶ χωρίσας ἀπ’ ἀλλήλων τελέως τοὺς σφονδύλους οὐκ ἂν246 in vol. 2
15οὐδὲ παραγεγλύφθαι δόξαις, ἀλλ’ ἐξ ἀνάγκης ἠκολου‐ θηκέναι ταῖς ἑκατέρων ἀποφύσεσιν. οὕτως ἡ φύσις ἱκανῶς προὐνοήσατο τῆς δυσπαθείας καὶ τῶν ἄλλων μὲν ἁπάντων σφονδύλων, μάλιστα δὲ τῶν κατὰ τὸν τράχηλον, ὡς ἂν μικροτάτων ὑπαρχόντων, καὶ πάντ’
20ἐπετεχνήσατο πρὸς τὸ μὴ διατρῆσαι τὰ σώματ’ αὐτῶν

4

.

91

αὐτὰ μηδ’ ἀσθενεῖς ἀπεργά‖σασθαι μήτ’ αὐτοὺς μήθ’ ὅλης τῆς ῥάχεως τὴν σύνθεσιν, ὡς ἂν τρόπιν τέ τινα καὶ θεμέλιον ὑπάρχουσαν ἅπαντος τοῦ ζῴου τῆς συμ‐ πήξεως. ἐν μὲν δὴ τοῖς κατὰ τὴν ὀσφύν, ὡς εἴρηται,
5τοῖς πλαγίοις τῶν κάτω μερῶν ἑκάστου σφονδύλου σαφῶς ἔστιν ἰδεῖν ἐπιβεβηκὸς τὸ νεῦρον. ἐν δὲ τοῖς κατὰ τὸ μετάφρενον ἐπιβαίνει μὲν κἀνταῦθα τῷ πέρατι τοῦ προτεταγμένου σφονδύλου, σαφῶς μὴν οὐκέθ’ ὁμοίως, ἀλλ’ ὥστε καὶ τοῦ κάτωθεν ἐφάπτεσθαι δοκεῖν.
10ἐπὶ δὲ τῶν κατὰ τὸν τράχηλον, ὅτι σμικρότατοι πάν‐ των ἦσαν, ἑκάτερος τῶν σφονδύλων ἴσον εἰς τὴν ὁδὸν τοῦ νεύρου συνετέλεσεν ἐν τῷ μεταξὺ τῶν ἀποφύσεων ἑκατέρας κοιλότητά τινα τῆς φύσεως ἐργασαμένης οὕ‐ τως ἀσαφῶς, ὡς μηδὲ παραγεγλύφθαι τι δοκεῖν αὐτῶν,
15ἀλλ’ ἐξ ἀνάγκης ἠκολουθηκέναι. πότερον οὖν εἰς μόνας τῶν εἰρημένων τρημάτων τὰς γενέσεις ἡ φύσις ἀπο‐
βλέπουσα προμήκη μὲν κάτω, κοῖλα δ’ ἐκ τῶν ἄνω μερῶν ἀπειργάσατο τὰ σώματα μόνων τῶν κατὰ τὸν τράχηλον σφονδύλων, ἢ καί τι χρηστότερον ἄλλο προ‐247 in vol. 2
20ορωμένη; καὶ τί δή ποτε τοὺς ἄλλους ἅπαντας σφον‐

4

.

92

δύλους εἰς ὁμαλές τε ‖ καὶ λεῖον ἴσον τε πανταχόθεν καὶ ἀκριβῶς ἐπίπεδον κύκλῳ περατοῦσα καὶ κατὰ τοῦτο πρὸς ἀλλήλους συνάπτουσα μόνων τῶν κατὰ τὸν τρά‐ χηλον οὐ τὴν αὐτὴν ἐποιήσατο σύνταξιν; ἢ ὅτι διττὸν
5ἑκάστου τῶν σφονδύλων ἔχοντος τὸν πρῶτον σκοπὸν τῆς κατασκευῆς ἕδραν μὲν ἀσφαλῆ τῆς ὅλης ῥάχεως, ὡς ἂν τρόπεώς τέ τινος οὔσης καὶ οἷον θεμελίου, κίνησιν δέ, ὡς ἂν ζῴου μορίου, τοῖς μὲν ἄλλοις ἅπασι σφονδύλοις τοῖς κάτω τοῦ τραχήλου μείζων τῆς ἀσφα‐
10λείας ἐστὶ χρεία, τοῖς δ’ ἄνω τῆς κινήσεως. ἐννοήσας γάρ, ὡς εἰς πλείους ἐνεργείας δεόμεθα πολυειδῶς τε ἅμα καὶ ταχέως καὶ μέχρι πλείονος ἐπινεύειν τε καὶ ἀνανεύειν καὶ περιφέρειν εἰς τὰ πλάγια τὸν τράχηλον ἤπερ ὅλην κινεῖν τὴν ῥάχιν, ἐπαινέσεις οἶμαι τὴν
15φύσιν ἑλομένην ἑκατέρῳ τῷ μέρει τῆς ῥάχεως τὸ πρόσ‐ φορον, τῷ μὲν τραχήλῳ τὴν κίνησιν, τῷ δ’ ἄλλῳ παντὶ τὴν ἕδραν. ἀλλ’ οὔτ’ ἀσφαλῶς ἐπ’ ἀλλήλων βεβηκέναι τοῖς κάτω σφονδύλοις οἷόν τ’ ἦν ἄνευ πλα‐ τείας τε βάσεως καὶ δεσμοῦ συντόνου οὔτε κινεῖσθαι
20τοῖς ἄνω ῥᾳδίως ἄνευ προμήκους ἀποφύσεως ἢ συν‐

4

.

93

δέσμου χαλαροῦ. ‖ πάντα γοῦν, ὡς ἐδείχθη, τὰ πολυει‐ δῶς κινούμενα τῶν ἄρθρων εἰς σφαιροειδεῖς τελευτᾷ κεφαλάς. καὶ εἴ γε μηδὲν ὅλως ἐφρόντισε τῆς ἀσφα‐
λοῦς ἕδρας ἡ φύσις ἐν τοῖς κατὰ τὸν τράχηλον σφον‐248 in vol. 2
5δύλοις, ἀλλ’ εἰς ἑτοιμότητα κινήσεως μόνον αὐτοὺς παρεσκεύασεν ὥσπερ βραχίονα καὶ μηρόν, εἰς σφαιρο‐ ειδεῖς ἂν ὥσπερ κἀκεῖνα τὰ κῶλα κεφαλὰς αὐτοὺς ἐπεράτωσεν. ἀλλὰ γὰρ οὐκ ἐπελέληστο καὶ τῆς ἑτέρας χρείας αὐτῶν καὶ διὰ τοῦτ’ εἰς τοσοῦτον προμήκεις
10ἐποίησεν, εἰς ὅσον ἔπρεπεν αὐτοῖς οὐ ῥᾳδίως μόνον, ἀλλὰ καὶ ἀσφαλῶς κινεῖσθαι. συλλαμβάνει δ’ εἰς τὴν ἀσφάλειαν οὐ σμικρὰ καὶ τἄλλα, τὰ μὲν κοινὰ τῶν σφονδύλων ἁπάντων, τὰ δ’ ἐξαίρετα καὶ μόνων τῶν κατὰ τὸν τράχηλον ἴδια.
15 Οἱ μὲν δὴ σύνδεσμοι πάντες οἱ περικεί‐ μενοι πανταχόθεν αὐτοῖς, οἵ τ’ ἐν ταῖς πλαγίαις ἀπο‐ φύσεσι καὶ πολὺ δὴ μᾶλλον ἐν ταῖς ὀπίσω, κοινοὶ πάντων εἰσὶ τῶν σφονδύλων· ἡ δὲ τῶν μυῶν ἰσχὺς τῶν τῇδε καὶ τὸ μέγεθος καὶ τὸ πλῆθος ἴδιον ἐξαίρε‐

4

.

94

τον ὑπάρχει τοῖς ἐν ‖ τραχήλῳ σφονδύλοις. μικροῖς γὰρ οὖσιν αὐτοῖς πολλοὶ καὶ μεγάλοι καὶ ἰσχυροὶ περί‐ κεινται μύες. καὶ μὲν δὴ καὶ τὰ πέρατα αὐτῶν τὰ πλάγια τὰ γεννῶντα τὴν ἄνωθεν ἅπασαν κοιλότητα
5σφίγγει δήπου καὶ αὐτὰ τὰς ἐμβαινούσας αὐταῖς τῶν ὑπερκειμένων σφονδύλων ἐξοχάς. ἐξ ὧν ἁπάντων εἰς ἀσφάλειαν οὐδὲν ἧττον παρεσκευάσθησαν τῶν ἄλλων σφονδύλων, εἰ καὶ ὅτι μάλιστα πολὺ χαλαρωτέραν αὐτῶν ἐκτήσαντο τὴν σύνθεσιν. οὕτω μὲν δὴ τά τ’
10ἄλλα τοὺς σφονδύλους τῆς ῥάχεως ὅλης ἡ φύσις ἀσφα‐
λῶς ἐκόσμησε καὶ τῶν νεύρων τὰς ἐκφύσεις ἐποιήσατο καθ’ ὃν ἐχρῆν μάλιστα τρόπον. ἐπὶ δέ γε τοῦ πρώτου σφονδύλου πολὺ τῶν ἄλλων διαλλάττοντος, εἴ τι με‐ μνήμεθα τῶν διαρθρώσεων αὐτοῦ κατὰ τὸν ἔμπροσθεν249 in vol. 2
15λόγον εἰρημένων, οὔτ’ ἐκ τῶν ἄνω μερῶν, οἷς διήρ‐ θρωται πρὸς τὴν κεφαλήν, οὔτ’ ἐκ τῶν κάτω, καθ’ ἃ τὸν δεύτερον περιβέβηκεν, ἀλλ’ οὐδ’ ἐκ τῶν πλαγίων ὥσπερ τοῖς ἄλλοις ἀσφαλὲς ἦν ἐκφύεσθαι νεῦρον. ἰσχυρὰ γὰρ ἡ κίνησίς ἐστιν αὐτοῦ καὶ πολὺ παραλ‐
20λάττουσαν ἐργαζομένη τὴν θέσιν, ἐνίοτε μὲν ἀκριβῶς

4

.

95

περιβαίνοντος ἢ ταῖς ‖ τῆς κεφαλῆς ἐξοχαῖς ἢ ταῖς τοῦ δευτέρου κυρτότησιν, ἐνίοτε δ’ ἀποχωροῦντος ἐπὶ πλεῖ‐ στον. ἐκινδύνευσεν ἂν οὖν, εἰ κατὰ τὰς διαρθρώσεις αὐτὰς τὸ νεῦρον ἐτέτακτο, θλᾶσθαι μέν, ὁπότ’ ἀκρι‐
5βῶς συνήρχετο, διασπᾶσθαι δ’, ὁπότ’ ἐπὶ πλεῖστον ἀφίστατο, πρὸς τῷ μηδὲ τὸν σφόνδυλον αὐτὸν ἐκγλυ‐ φῆναι δύνασθαι ταύτῃ λεπτὸν ὑπάρχοντα. διὰ τοῦτ’ οὖν, ἐπεὶ μήτ’ ἐκ τῶν πλαγίων μερῶν ὥσπερ τοῖς ἄλλοις μήτε καθ’ ἃ περιβαίνει τὸν δεύτερον σφόνδυ‐
10λον ἡ τῆς κεφαλῆς κορώνη, δυνατὸν ἦν ἀσφαλῶς ἐκ‐ φῦναι τοῖς νεύροις, ἔνθα παχύτατός ἐστιν ὁ πρῶτος σφόνδυλος, ἐνταῦθα διέτρησεν ἡ φύσις αὐτὸν ἐγγὺς τῶν ἄνω διαρθρώσεων ὀπαῖς λεπτοτάταις ἐκ πάντων, ὡς οἷόν τε, τὴν δυσπάθειαν αὐτῷ τε τῷ σφονδύλῳ
15καὶ τῷ νεύρῳ παρασκευάζουσα. τὸ μὲν δὴ νεῦρον ὅτι τῶν ἄρθρων ἀπαχθὲν ἀσφαλέστερον ἔμελλε τετάξεσθαι,
παντὶ δῆλον. ὁ δὲ σφόνδυλος, ἵν’ ἐστὶ παχύτατος ἑαυτοῦ, διατρηθεὶς ὀπαῖς ἐσχάτως λεπταῖς εὔδηλον ὡς250 in vol. 2

4

.

96

οὐδ’ αὐτὸς ἄν τι δεινὸν πάθοι. ‖ ὅθεν οὐδ’ εἰ πάντα τις τἄλλα τοῖς σφονδύλοις ἅπασιν, ὅσα καθ’ ὅλον εἴρηται τὸν λόγον ὑπάρχειν ἀγαθά, μὴ κατὰ πρόνοιάν τινα καὶ τέχνην, ἀλλ’ ὑπὸ τύχης φαίη γεγονέναι, προσ‐
5θεῖναι τοῖς ἄλλοις οὐκ ἂν οἶμαι τολμήσαι τοῦτο, ὡς καὶ τὰ τοῦ πρώτου σφονδύλου τρήματα κατὰ τύχην ἐγένετο. φαίνεται γὰρ ἐναργῶς, ὅτι τε καθ’ ἑκάτερον αὐτοῦ τῶν περάτων οὐκ ἦν ἄμεινον ἐκφῦναι τινὰ νεῦρα, διὰ τοῦτο τρηθεὶς αὐτός, ὅτι τε κίνδυνος ἦν
10τρηθῆναι λεπτῷ σφονδύλῳ, διὰ τοῦτο καὶ στενότατα σχὼν αὐτὰ καὶ κατ’ ἐκεῖνα τὰ μέρη, καθ’ ἃ μάλιστα παχύτατος ἦν ἑαυτοῦ. καὶ γάρ τοι καὶ αὐτὸ τοῦτο, παχύτατον ἑαυτοῦ κατ’ ἐκεῖνα γενέσθαι τὸν πρῶτον σφόνδυλον, ἡ φύσις προπαρεσκεύασεν οὐκ ἀργῶς οὐδ’
15ὡς ἔτυχεν, ἀλλὰ πρῶτον μέν, ἵνα τρηθείη κατὰ τοῦτ’ ἀσφαλῶς, ἔπειτα δ’ ὑπὲρ τοῦ κάτωθεν μὲν τὰς τοῦ δευτέρου σφονδύλου κυρτότητας, ἄνωθεν δὲ τὰς ἐξοχὰς τῆς κεφαλῆς ὑποδέξασθαι. καθ’ ἃ γὰρ ἔμελλε μάλιστα πονήσειν, κατὰ ταῦτα καὶ διαφερόντως αὐτὸν ἰσχυρὸν
20ἀποτελεσθῆναι βέλτιον ἦν.

4

.

97

Ἆρ’ οὖν ἅπαντα μὲν ταῦτα καλῶς ἡ φύσις ἐδημιούργησεν, ἑκάτερον δὲ τῶν ἐκπιπτόντων νεύρων εἰς ἃ μὴ χρὴ μόρια διέσπειρεν, ἢ κἀν τούτῳ θαυμά‐ ζειν αὐτὴν προσῆκεν εἰς τοὺς ἐπικειμένους τε καὶ
5παρακειμένους τῷ πρώτῳ σφονδύλῳ μῦς διανείμασαν
ἀμφότερα; κινεῖσθαι γὰρ αὐτοὺς δεομένους εὔλογον ἦν ἐκ τῶν πλησιαζόντων μερῶν τοῦ νωτιαίου δέχεσθαι νεῦρα. τί δὲ τοὺς ἄλλους ἅπαντας μῦς τοὺς περικει‐ μένους τῷ τραχήλῳ τοὺς κινοῦντας τὴν κεφαλὴν οὐχὶ251 in vol. 2
10καὶ αὐτοὺς [μέντοι] βέλτιον ἦν αὐτόθεν ποθὲν ἐκ τοῦ κατὰ τὸν τράχηλον νωτιαίου τὰς ἀρχὰς τῶν νεύρων λαμβάνειν; καὶ τοίνυν ἐπειδὴ τῆς πρώτης συζυγίας λεπτῆς ὑπαρχούσης ἀδύνατον ἦν ἀπονεῖμαί τινα τῇ κεφαλῇ μοῖραν, ἐκ τῆς δευτέρας ἐργάζεται τοῦτο καὶ
15διεκπίπτει γε τῶν ἐπικειμένων μυῶν ἑκάτερον τῶν νεύρων, λοξὸν μὲν πρῶτον εἰς τοὐπίσω τε ἅμα καὶ ἄνω, λοξὸν δ’ αὖθις ἐκ τῶνδε πρός τε τὸ πρόσω καὶ ἄνω προερχόμενον εἰς ἅπανθ’ οὕτω διασπείρεται τῆς κεφαλῆς τά τε περὶ τὰ ὦτα μόρια καὶ τὰ ὄπισθεν

4

.

98

ἄχρι τῆς κορυφῆς τε καὶ τῆς ‖ ἀρχῆς τοῦ βρέγματος· καὶ λεχθήσεταί γε περὶ αὐτῶν αὖθις ἐν τῇ τῶν νεύ‐ ρων ἐξηγήσει κατὰ τὸν ἑκκαιδέκατον λόγον. ὅσον δ’ ὑπόλοιπον ἔμεινε κάτω τῆς δευτέρας συζυγίας τῶν
5νεύρων, εἰς τοὺς πλησίον ἅπαντας ἐνεμήθη μῦς, ἀφ’ ὧν αἱ τῶν πρώτων σφονδύλων πρὸς ἀλλήλους τε καὶ τὴν κεφαλὴν γίγνονται κινήσεις. ἔστι δ’ ἡ τῶν νεύ‐ ρων τούτων ἔκφυσις οὔτ’ ἐκ τῶν πλαγίων τρημάτων, ὥσπερ ἐπί τε τῆς τρίτης συζυγίας καὶ τῶν μετ’ αὐτήν,
10οὔτ’ αὐτοῦ διατιτραμένου τοῦ δευτέρου σφονδύλου, καθάπερ ὁ πρῶτος. ἐκ μὲν γὰρ τῶν πλαγίων ἀδύνα‐ τον ἦν διὰ τὴν ἐπὶ τοῦ πρώτου λελεγμένην αἰτίαν·
ἐπ’ ἄλλου δ’ οὐκέτ’ οὐδενὸς αὐτοῦ μέρους ἐνεχώρει γενέσθαι περιβεβηκότος αὐτὸν τοῦ πρώτου σφονδύ‐252 in vol. 2
15λου. καθ’ ὃ τοίνυν μόνον ἦν δυνατὸν ἑκατέρωθεν τῆς ἀκάνθης ἐγένετο χώραν τινὰ τῆς φύσεως ἐργασαμένης ἐνταῦθα μεταξὺ τοῦ πρώτου καὶ δευτέρου σφονδύλου, δι’ ἧς ἡ δευτέρα συζυγία τῶν νεύρων ἐξέρχεται μηδὲν ἐκ τῆς κινήσεως αὐτῶν βλαπτομένη. ἡ δὲ δὴ τρίτη
20συζυγία τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων ἐκ τοῦ κοινοῦ

4

.

99

τρήματος ἀνίσχει 〈τοῦ〉 ‖ δευτέρου καὶ τρίτου σφον‐ δύλου διανεμομένη τοῖς τε τὰς γνάθους κινοῦσι μυσὶ καὶ τοῖς ἀνανεύουσιν ὅλον τὸν τράχηλον ὀπίσω μετὰ τῆς συμπάσης κεφαλῆς. ἐπιμίγνυται δ’ αὐτῆς τὸ
5πρόσω φερόμενον ἀμφοτέραις ταῖς συζυγίαις, τῇ τε πρόσθεν εἰρημένῃ τῇ δευτέρᾳ καὶ τῇ μελλούσῃ λεχθή‐ σεσθαι τῇ τετάρτῃ. καὶ τήν γ’ ἀκριβῆ νομήν, ἣν ἐν τοῖς πρόσω τοῦ τραχήλου μέρεσιν ἡ σύζευξις αὐτῶν ἴσχει, κατὰ τὸν ἑκκαιδέκατον ἐξηγήσομαι λόγον. ἐν
10δὲ τῷ παρόντι χρὴ γιγνώσκειν τοσοῦτον, ὡς ἡ τρίτη καὶ τετάρτη συζυγία τοῖς τε κοινοῖς τοῦ τραχήλου καὶ κεφαλῆς μυσὶν αὐτὴ χορηγεῖ τὰ νεῦρα καὶ τοῖς τὰς γνάθους κινοῦσιν, ὥσπερ γε καὶ τοῖς ὀπίσω τῶν ὤτων ἅπασι μέρεσιν. ἡ δ’ ἐφεξῆς τῶν εἰρημένων τεττάρων
15συζυγιῶν ἡ πέμπτη τὴν μὲν ἔκφυσιν ἔχει, καθ’ ὃ συμβάλλει ὁ τέταρτος σφόνδυλος τῷ πέμπτῳ, διανέμε‐ ται δ’ εὐθὺς ἀνίσχουσα ταῖς προειρημέναις ὁμοίως. τὸ μὲν γάρ τι μέρος αὐτῆς ὀπίσω φέρεται διὰ βάθους
εἰς τοὺς κοινοὺς τραχήλου τε καὶ κεφαλῆς μῦς, ἕτε‐253 in vol. 2
20ρον δὲ πρόσω πρός τε τοὺς τὰς γνάθους κινοῦντας ‖

4

.

100

ἀναφέρεται καὶ τοὺς τὴν κεφαλὴν ἐπινεύοντας· ἄλλο δὲ τρίτον ἐν μέσῳ τῶν εἰρημένων ἐστὶ μορίων αὐτῆς ἐπὶ τὸ τῆς ὠμοπλάτης ὑψηλὸν ἀνατεινόμενον. ἀλλὰ τοῦτο μὲν τοῖς ταύτῃ μυσὶν ἅμα τῷ περικειμένῳ δια‐
5νέμεται δέρματι, καθάπερ γε καὶ τῶν προειρημένων ἕκαστον ἀποφύει τι καὶ πρὸς τὸ δέρμα. κατὰ δὲ τὴν ῥίζαν τῶν νεύρων ἐπιμίγνυταί τι μέρος αὐτῆς ἑκατέρᾳ τῶν πλησίον συζυγιῶν ἕκτῃ καὶ τετάρτῃ καὶ τό γε καταβαῖνον ἀπὸ τῆς τετάρτης ὡς αὐτήν, ἰσχνὸν ὄν,
10ἐκείνῳ μάλιστα φαίνεται μιγνύμενον αὐτῆς τῷ μέρει, καθ’ ὃ τὴν μεγίστην μοῖραν ἐκ τῶν ταύτῃ σφονδύλων ἀθροιζομένην ἴσχει τὸ τοῦ διαφράγματος νεῦρον, ἓν ἑκατέρωθεν καὶ τοῦτο τῶν διαφραττόντων ὑμένων τὸν θώρακα φερόμενον κάτω. τῆς δ’ ἕκτης συζυγίας ἐφεξῆς
15τῇδε μετὰ τὸν πέμπτον σφόνδυλον ἐκπιπτούσης ἐπι‐ μιξία μεγάλη γίγνεται πρὸς τὰς περιεχούσας ἀμφοτέ‐ ρας, ἀλλὰ τό γε πλεῖστον μέρος αὐτῆς ἀποτείνεται πρὸς τὰ σιμὰ τῶν ὠμοπλατῶν. αὔξει δέ πως ἐκ τῶν πρόσω μερῶν καὶ τὸ τοῦ διαφράγματος νεῦρον, ὥσπερ
20καὶ τοῖς ἄλλοις ἅπασι τοῖς τῇδε σφονδύλοις ἀποφύσεις

4

.

101

τινὰς πέμπει σμικρὰς ‖ ὁμοίως ταῖς ἄλλαις συζυγίαις τῶν νεύρων τῶν κατὰ τὸν τράχηλον, ὧν τὴν κατὰ μέρος ἅπασαν νομὴν ἀκριβέστερον ἐν τῷ τῶν νεύρων
ἰδίῳ λόγῳ δηλώσω. κατὰ δὲ τὸν ἐνεστῶτα τόνδε τὸ254 in vol. 2
5κεφάλαιον αὐτὸ μόνον ἑκάστης τῶν συζυγιῶν ἐξηγή‐ σασθαι προὐθέμην, οἷον καὶ ὅτι τῆς ἑβδόμης ἀνισχού‐ σης ἡ μετὰ τὸν ἕκτον σφόνδυλον ἐκ τοῦ κοινοῦ τρή‐ ματος αὐτῷ πρὸς τὸν ἕβδομον ἐπιμιξία μεγάλη γίγνεται πρὸς ἀμφοτέρας τὰς περιεχούσας συζυγίας, ἀποτείνεται
10δὲ τὸ πλεῖστον αὐτῆς ἐπὶ τὸν βραχίονα, καθάπερ γε καὶ τῆς ὀγδόης συζυγίας ἐκφυομένης τοῦ νωτιαίου μετὰ τὸν ἕβδομον σφόνδυλον εἰς τὸν πῆχυν ἥκει τὸ πλεῖστον ἀναμιγνυμένης καὶ τῆσδε καὶ διαπλεκομένης ταῖς περιεχούσαις. οὕτω δὲ καὶ τῆς μετὰ τὸν ὄγδοον
15ἀναμιγνυμένης τῇ πρὸ αὐτῆς μέρος οὐκ ὀλίγον κατ’ ἄκρας ἔρχεται τὰς χεῖρας. ἔστι δ’ ἤδη ταῦτα τὰ νεῦρα κατὰ τὸ πρῶτον μεσοπλεύριον ἐλαχίστην ἔχοντα χώραν, ὡς ἂν καὶ τῶν πλευρῶν τῶν πρώτων σμικροτάτων οὐσῶν. καὶ διὰ τοῦτό γε μετὰ τὸν ἕβδομον σφόνδυλον

4

.

102

ἡ φύσις ὑπήρξατο διαπλάττειν τὸν θώρακα, ‖ καίτοι μηδέπω τῶν χειρῶν ἐχουσῶν τὸ σύμπαν, ὅτι τῇ μετὰ τὸν ὄγδοον συζυγίᾳ δυνατὸν ἦν αὐτῇ πρὸς ἄμφω χρήσα‐ σθαι, τό τε πρῶτον μεσοπλεύριον καὶ τὴν χεῖρα. καὶ
5μὲν δὴ καὶ τῷ διαφράγματι τὰ νεῦρα θαυμαστῶς πάνυ κατήγαγεν ἐκ τοῦ κατὰ τὸν τράχηλον νωτιαίου καὶ τοῖς γε μεσοπλευρίοις μυσὶν ἐκ τῶν ψαυόντων ἑκάστου σφονδύλων ἄγουσα. διαφερόντως γὰρ ἔχει ταῖς φρεσὶ πρὸς τοὺς ἄλλους ἅπαντας μῦς οὐ κατὰ τὸ σχῆμα
10μόνον, ἀλλὰ καὶ τὴν θέσιν καὶ τὴν ἐνέργειαν· κυκλο‐
τερὲς μὲν γὰρ αὐτῶν τὸ σχῆμα, λοξὴ δ’ ἡ θέσις, ἐν μὲν τοῖς πρόσω καὶ ἄνω μέρεσι πρὸς τὸ στέρνον ἀνή‐ κουσα, τοὐντεῦθεν δ’ ἀεὶ πρός τε τοὐπίσω καὶ κάτω φερομένη μέχρι τοῦ ψαῦσαι τῆς ῥάχεως, ᾗ καὶ συμ‐255 in vol. 2
15φύεται τὸ διάφραγμα κατ’ ὀσφύν. ἡ κεφαλὴ δέ, ἐφ’ ἣν ἀναρτῶνται τοῖς μυσὶν ἅπασιν αἱ ἶνες, οὐχ, ὡς ἂν οἰηθείη τις, ἐν τοῖς κατὰ τὸ στέρνον ὑπάρχει χωρίοις, ὥσπερ οὐδ’ ἐν τοῖς κατ’ ὀσφύν, ἀλλ’ ἐν τῷ μέσῳ παντὸς τοῦ διαφράγματος τῷ νευρώδει. καὶ τοίνυν
20εἰς τοῦτο καθήκειν τὰ νεῦρα τὰ κινοῦντα αὐτὰς ἐξ

4

.

103

ὑψηλοῦ τινος ἀναγκαῖον ἦν, ‖ ἵν’ εἰς ἅπαν μέρος ἰσόρ‐ ροπον ἐκτείνῃ τὴν ἐνέργειαν. οὕτω γὰρ ἔχοντος τοῦ διαφράγματος, ὡς ἔχει νῦν, ἀναγκαῖον ἦν ἤτοι τὸ μέσον αὐτοῦ τὴν κεφαλὴν ἔχειν τοῦ μυὸς ἢ τὰ ἀντι‐
5κείμενα τῷδε τὸν περιγράφοντα κύκλον ὅλον αὐτοῦ, καθ’ ὃ συμφύεται τοῖς πέριξ. ἀλλ’ εἴπερ ἕνεκα τοῦ κινῆσαι τὸν θώρακα γέγονεν, ἀναγκαῖον ἦν ἔσχατα μὲν αὐτοῦ, καθ’ ἃ συμφύεται πρὸς αὐτόν, γενέσθαι, τὴν κεφαλὴν δ’ ἀντιτετάχθαι πᾶσιν οὐκέτ’ οὐδ’ ἄλλην
10οὐδεμίαν ἔχουσαν ἐπιτηδειοτέραν χώραν τοῦ μέσου τῶν φρενῶν, εἰς ὃ φαίνεται τὸ ζεῦγος τῶν νεύρων καθῆκον. εἰ δέ γ’ ἐξ ἐκείνων τῶν μερῶν ἐνεφύετο τῷ διαφράγματι τὰ νεῦρα, καθ’ ἃ συμφύεται τῷ θώ‐ ρακι, τὴν τελευτὴν ἂν ἔσχε περὶ τὸ νευρωδέστατόν τε
15καὶ μέσον αὐτοῦ. οὐ μὴν εἴς γε τὴν τελευτὴν τῶν μυῶν, ἀλλ’ εἰς τὰ πρῶτ’ αὐτῶν καταφύεσθαι χρὴ τὰ κινήσοντα νεῦρα. κατὰ τοῦτο μὲν δὴ τὸ διάφραγμα
μόνον τῶν μετὰ τὰς κλεῖς μορίων ἐκ τοῦ κατὰ τὸν τράχηλον νωτιαίου λαμβάνει νεῦρα, τῶν δ’ ἄλλων256 in vol. 2

4

.

104

οὐδὲν ἔτι τῶν κάτω· διὰ μακροῦ ‖ γὰρ ἄγειν αὐτὰ παρὸν ἐκ τῶν πλησίον ἐπιπέμπειν μορίων ἀγνοοῦντος ἦν τὸ βέλτιον δημιουργοῦ. διὰ ταύτην μὲν δὴ τὴν χρείαν εἰς τὸ διάφραγμα καθήκει νεῦρα μετέωρα διερ‐
5χόμενα τὸν θώρακα σύμπαντα. καὶ μέντοι, διότι μετέωρα πάντως ἐχρῆν αὐτὰ φέρεσθαι τῷ μετεώρῳ τοῦ διαφράγματος ἐμφύεσθαι μέλλοντα, διὰ τοῦθ’ ἡ φύσις ἐχρήσατο τοῖς διαφράττουσιν ὑμέσι τὸν θώρακα πρὸς τὴν ἀσφάλειαν αὐτῶν τῆς φορᾶς· τούτοις γὰρ παρα‐
10τεταμένα καὶ τούτοις παραφυόμενα κρατεῖταί τε καὶ στηρίζεται πρὸς αὐτῶν. Καὶ μὲν δὴ καὶ ὁ θώραξ αὐτὸς ἤρξατο συμπήγνυσθαι μετὰ τὸν ἕβδομον σφόνδυλον, ἡνίκ’ οὐκέτ’ εἰς οὐδὲν οὔτε τῶν κατωτέρω μορίων οὔτε τῶν
15κατὰ τὸν τράχηλον ἢ τὰς χεῖρας ἐχρῆν ἐπιπεμφθῆναι νεῦρα. ἄμεινον γὰρ ἦν τὸν κατ’ αὐτὸν νωτιαῖον τὰς ἀποφύσεις ἐγγύθεν χορηγεῖν ἅπασι τοῖς τῇδε μορίοις, καὶ διὰ τοῦτο τῶν καθ’ ἕκαστον μεσοπλεύριον νεύρων ἐκπίπτει διὰ τῶν μυῶν εἰς τὰ ἐκτὸς οὐ σμικρὰ μοῖρα
20παρὰ μὲν τὰς ῥίζας τῶν πλευρῶν εἰς τὰ κατὰ ῥάχιν

4

.

105

ὄργανα διασπειρομένη, ‖ μετὰ δὲ ταῦτα παρὰ τὰ κυρτὰ μάλιστα καθ’ ἑκάστην πλευρὰν εἰς τὰ περικείμενα τῷ θώρακι σώματα, καθάπερ γε καὶ πλησίον τοῦ στέρνου
τοῖς ταύτῃ μέρεσι διασπειρομένη. κατὰ λόγον οὖν,257 in vol. 2
5ἐπειδὴ τὰ μὲν ἄνω πάντα τοῦ θώρακος ἐχρῆν ἐκ τοῦ κατὰ τὸν τράχηλον νωτιαίου πλησίον ὄντος ἴσχειν τὰ νεῦρα, τὰ δὲ περὶ τῷ θώρακι πάντα καὶ ταῦτ’ ἐκ τοῦ πλησίον νωτιαίου τοῦ κατὰ τὸ μετάφρενον, ἑνὶ δὲ μόνῳ τῶν κάτω μορίων τῷ διαφράγματι παρὰ τοῦ
10κατὰ τὸν τράχηλον ἐπιπέμπεσθαι τὰ νεῦρα, καὶ πάντ’ εἰλήφει τὰς ἀποφύσεις ἐκ τῶν εἰρημένων σφονδύλων, ἐπαύσατο μὲν ὁ τράχηλος ἐνταῦθα, μετ’ αὐτὸν δ’ ὑπήρξατο τῆς τοῦ θώρακος δημιουργίας ἡ φύσις. ὥστ’ εἰκότως ἀνθρώπῳ καὶ πιθήκῳ καὶ τοῖς ἄλλοις ζῴοις,
15ὅσα μὴ πόρρω τὴν φύσιν τούτων ἐστίν, ἐξ ἑπτὰ σφον‐ δύλων ὁ τράχηλος ἐγένετο. δύο γὰρ ἐδείχθησαν αὐτοῦ χρεῖαι, πρώτη μὲν ἐφ’ ἡμῶν ἕνεκα τῆς τοῦ λάρυγγος δημιουργίας, ἑτέρα δ’ ἐπὶ τῶν μακροσκελῶν, οἷς ἐκ τῆς γῆς ποριζομένοις τὴν τροφὴν ἀντὶ χειρῶν αὐτοῦ

4

.

106

τὸ μῆκος ὑπάρχει. περὶ μὲν οὖν ‖ ἐκείνων οὐ πρό‐ κειται νῦν. ἀνθρώπῳ δὲ καὶ τοῖς ὁμοίοις εἰκότως ἐξ ἑπτὰ σφονδύλων ὁ τράχηλος συμπέπηγε, τοῦ τε λά‐ ρυγγος ἐπὶ τῷ τηλικούτῳ μεγέθει συμμέτρως ἔχοντος
5ἁπάντων τε τῶν μορίων, οἷς βέλτιον ἦν ἐκ τοῦ κατὰ τὸν τράχηλον νωτιαίου τὰ νεῦρα λαμβάνειν, αὐτάρκως εἰληφότων. ὁ γάρ τοι λάρυγξ [ἐδείχθη μὲν ἐν τοῖς Περὶ φωνῆς ὑπομνήμασι τὸ πρῶτον αὐτῆς ὄργανον],
ἀναγκαίαν ἔχων τὴν θέσιν ἐν τῷ τραχήλῳ, παρ’258 in vol. 2
10ὃν μὲν χρόνον ἐκτέταται, μακρότερος αὑτοῦ φαίνεται, καμφθέντος δ’ εἰς τοὔσχατον, ἴσος οὕτως ἀκριβῶς, ὡς μηδ’ ἀπολείπειν τινὰ χώραν κενὴν μήτε προσκρούειν τοῖς ἑκατέρωθεν ὀστοῖς, ἄνωθεν μὲν τῇ γένυϊ, κάτω‐ θεν δὲ τῇ κλειδί. πάντων οὖν τῶν μορίων τοῦ σώ‐
15ματος ἀνάλογον ἐχόντων ἀλλήλοις τὰ μεγέθη χρὴ δήπου καὶ τὸν θώρακα μέγεθος ἴσχειν οὐχ ἑαυτῷ μόνῳ προσῆκον, ἀλλὰ καὶ τοῖς ἄλλοις. εἴπερ οὖν ὀρθῶς ἐδείχθη μήτ’ ἀναπνοὴ μήτε φωνὴ χωρὶς ἐκείνου γενέ‐ σθαι δυναμένη καὶ μέντοι καὶ φρουρᾶς τῆς ἐξ αὐτοῦ

4

.

107

πρώτη μὲν ἡ καρδία, σὺν αὐτῇ δὲ καὶ ὁ ‖ πλεύμων δεόμενος, εἰς τέτταρας τούτους σκοποὺς ἀποβλέπειν ἀναγκαῖον ἦν τῇ φύσει δημιουργούσῃ τὸν θώρακα, φωνήν, ἀναπνοήν, μέγεθος καρδίας, μέγεθος πλεύμο‐
5νος. ἔξεστι δέ σοι πρῶτον μὲν ἐπισκέψασθαι τὸ τοῦ πλεύμονος μέγεθος, ὃν οὔτε μείζω δυνατὸν ἦν οὔτ’ ἐλάττω γενέσθαι τῆς κατὰ τὴν τραχεῖαν ἀρτηρίαν σχίσεως· ἄχρι γὰρ ἂν αὕτη σχιζομένη μηδέπω τελευτὴν ἔχῃ, περιφύεσθαι χρὴ τὴν τοῦ πλεύμονος αὐτῇ σάρκα.
10καὶ τοίνυν ἐκείνη μὲν ἔσχεν εὐρύτητα καὶ μῆκος εἰς ἀναπνοὴν καὶ φωνὴν ἱκανόν, καθάπερ αὐτὸ δείκνυσι τοὖργον· εἵπετο δ’ αὐτῇ τοῦ πλεύμονος ἡ γένεσις καὶ τῷ τούτου μεγέθει τὸ τοῦ θώρακος, εἴ γε πᾶσαν αὐ‐ τοῦ τὴν εὐρυχωρίαν ἐκπληροῦσθαι βέλτιον ἦν ὑπὸ τοῦ
15πλεύμονος, ὡς ἐν τοῖς περὶ τῆς ἀναπνοῆς ἐδείχθη λόγοις. ἀλλὰ μὴν καὶ ἡ καρδία τήν τε θέσιν ἑαυτῇ πρέπουσαν ἔσχεν ἐν τῷ θώρακι καὶ τὸ μέγεθος, εἴ τι
μέμνησαι τῶν ὑπὲρ αὐτῆς εἰρημένων ἔμπροσθεν λόγων.259 in vol. 2

4

.

108

Ὅτι μὲν οὖν ὁ θώραξ τὸ προσῆκον ἔσχε μέγεθος, ἐκ τῶν εἰρημένων δῆλον· ὅτι δὲ καὶ τῶν σφονδύλων τὰ μεγέθη κατὰ βραχὺ χρὴ προσαύξεσθαι, καὶ τοῦτ’ ἔμπροσθεν δέδεικται. καὶ μέντοι καὶ φαί‐
5νεται τοῦτο θαυμαστῶς τῇ φύσει πεφυλαγμένον· ἀεὶ γὰρ τῶν σφονδύλων οἱ κατωτέρω μείζους εἰσὶ τῶν ἐπικειμένων εἰς τοσοῦτον, ὡς ἀλύπως τε βαστάζειν ἐκείνους αὐτοί τ’ ἀνενοχλήτως ὀχεῖσθαι κατὰ τῶν ὑποτεταγμένων. ἀλλὰ τηλικούτων αὐτῶν γενομένων
10ὁ θώραξ ὅλος ἐδεήθη δυοῖν καὶ δέκα. συνέβη γὰρ εἰς τοσοῦτον ὁμολογῆσαι τὸν ἀριθμὸν τήν τε τῶν σφον‐ δύλων κατὰ βραχὺ προσαύξησιν καὶ τὴν ὅλου τοῦ θώρακος γένεσιν. οἱ δ’ ἐφεξῆς τῶνδε τῆς ῥάχεως σφόνδυλοι πέντε κατὰ τὸν αὐτὸν λόγον ἐγένοντο τοῖς
15ἐν τραχήλῳ. μεριζομένων γὰρ τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων εἴς τε τοὺς ῥαχίτας μῦς καὶ τοὺς καθ’ ὑπο‐ γάστριον ὅσοι τ’ ἄλλοι ταύτῃ τετάχαται, πρώτας μὲν ἐχρῆν ἐκφύσεις ἐπὶ ταυτὶ γενέσθαι, μετὰ δὲ ταύτας ἤδη τοῖς σκέλεσιν ἐπιπεμφθῆναι νεῦρα καὶ τότ’ ἄρξα‐

4

.

109

σθαι γενέσθαι τὸ ἱερὸν ὀστοῦν, ‖ ἅμα μὲν ὥσπερ τινὰ κρηπῖδα τῇ ῥάχει γενησόμενον, ἅμα δ’ ἕνεκα τοῦ δέ‐ ξασθαι τὴν ἐπίβασιν τῶν κατ’ ἰσχία καὶ λαγόνας ὀστῶν. ὧν χωρὶς οὔτε τὰ τῆς ἥβης ὀστᾶ δυνατὸν ἦν
5δημιουργηθῆναι χρείας ἀναγκαίας τῷ ζώῳ παρέξοντα τῶν τε σκελῶν ἡ διάρθρωσις ἡ πρὸς ἰσχίον οὐκ ἂν
ὅλως ἐγένετο. τούτων μὲν γὰρ πρώτων ἕνεκεν, ἤδη δὲ καὶ τῶν κατὰ κύστιν καὶ μήτραν καὶ ἀπευθυσμένον ἡ φύσις ἐδημιούργησε τὸ πλατὺ καλούμενον ὀστοῦν,260 in vol. 2
10ὅπερ ἱερὸν ἔνιοι προσαγορεύουσι. καὶ τοίνυν ὥσπερ ἐκ τοῦ πρώτου μεσοπλευρίου τὸ φυόμενον νεῦρον ὀλίγου δεῖν ὅλον ἐπὶ τὴν χεῖρα παραγίγνεται, τὸν αὐτὸν τρόπον ἐνταῦθα τὸ διὰ τοῦ πρώτου τρήματος ἐκ τοῦ πλατέος ὀστοῦ νεῦρον ἐκπῖπτον ἀναμίγνυται
15τοῖς ἐπὶ τὸ σκέλος φερομένοις, ὥστε τὰς μετὰ τὸ διά‐ φραγμα συζυγίας τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων εἴς τε τοὺς εἰρημένους μῦς καὶ τὰ σκέλη φερομένας πέντε μὲν δεηθῆναι σφονδύλων, ἕκτην δ’ ἐπ’ αὐτοῖς συζυ‐ γίαν τῶν πρώτων καθ’ ἱερὸν ὀστοῦν τρημάτων. εἰσὶ

4

.

110

δὲ καὶ ἄλλαι τρεῖς συζυγίαι κατ’ αὐτὸ ‖ τοῖς ἐπικει‐ μένοις διασπειρόμεναι μορίοις. εὔλογον γὰρ ἦν κἀκεί‐ νοις ἐκ τῶν πλησίον μερῶν δοθῆναι νεῦρα. ῥηθή‐ σεται δ’ ἡ νομὴ πᾶσα τῶν νεύρων ἰδίᾳ καθ’ ἑαυτήν·
5οὐ γὰρ τοῦτο πρόκειται νῦν, ἀλλὰ τῶν σφονδύλων ἐξηγήσασθαι τὸν ἀριθμὸν ἅπαντα σὺν τῷ καθ’ ἱερὸν ὀστοῦν μεγέθει. καὶ δὴ καὶ πέφηνεν ἤδη δεόντως μὲν ὁ τράχηλος ἐξ ἑπτὰ σφονδύλων γεγονώς, ἀκολού‐ θως δ’ ὁ θώραξ ἐκ δυοῖν καὶ δέκα, καὶ μετὰ τοῦτον
10ἡ μὲν ὀσφὺς ἐκ πέντε, τὸ δ’ ἱερὸν ὀστοῦν τηλικοῦτον, ἡλίκον νῦν ἐστι, τὰ δ’ ἄλλα τὰ κατὰ ῥάχιν. αὐτὸ μέντοι τὸ ἱερὸν ὀστοῦν ἐπίφυσιν ἔχει κατὰ τὸ πέρας χόνδρου τῆς αὐτῆς ἕνεκα χρείας, ἧς τό τε στέρνον ἔσχε καὶ ὅλης τῆς ῥάχεως ἡ ἄκανθα καὶ τῶν νόθων
15πλευρῶν αἱ κεφαλαὶ καὶ πάνθ’, ὅσα προπετῆ τ’ ἐστὶ
καὶ γυμνὰ μόρια τοῦ σώματος· εἴρηται γὰρ ὑπὲρ αὐ‐ τῶν ἤδη πολλάκις. διήρθρωται δὲ τῷ τελευταίῳ τῆς ὀσφύος σφονδύλῳ τὸν αὐτὸν τρόπον, ὅνπερ κἀκεῖνος τοῖς ἄλλοις.261 in vol. 2

4

.

111

Δεσμὸς δ’ ἰσχυρὸς οὕτως ἀκριβῶς ἁπάντων αὐτῶν τὰ πρόσω μέρη συνδεῖ, ὥστε πολλοῖς τῶν ἰατρῶν οὐδὲ συνδεῖσθαι κατὰ ταῦτα δοκοῦσιν, ἀλλὰ συμφύεσθαι πρὸς ἀλλήλους οἱ σφόνδυλοι. τε‐
5λευτᾷ δ’ ὁ σύνδεσμος οὗτος ὀπίσω μὲν εἰς τὸν περι‐ έχοντα χιτῶνα τὰς τοῦ νωτιαίου μήνιγγας· ἔμπροσθεν δὲ βραχὺ προελθὼν ἐφ’ ἑκάτερα καταφύεται εἰς τὸν ἐπαλείφοντα τοὺς σφονδύλους χόνδρον. ἐκ δὲ τῆς κατὰ τὸ πρόσω συμφύσεως ἀποχωροῦντες ἅπαντες οἱ
10σφόνδυλοι πρὸς τοὐπίσω κατὰ βραχὺ διίστανται πλήρη τὴν μεταξὺ χώραν ἅπασαν ἴσχοντες ὑγρότητος λευκῆς καὶ γλίσχρου παραπλησίας τῇ κἀν τοῖς ἄλλοις ἄρθροις σχεδὸν ἅπασι παρεσπαρμένῃ. διὸ καὶ ἡ χρεία κοινὴ τοῦ τοιούτου χυμοῦ τοῖς μέλλουσιν ἑτοίμως κινήσε‐
15σθαι μορίοις ἐστὶ σύμπασιν, ὡς καὶ πρόσθεν ἐδείκνυτο. ταῦτά τε οὖν ἅπαντα θαυμαστὰ θεάματα τῶν τῆς φύ‐ σεως ἔργων ἐστί, καὶ τῶν ἀμφὶ τὸν νωτιαῖον μηνίγγων ἑκατέρας ἡ μὲν ἰδέα σύμπασα τῇ τῶν ὅλον τὸν ἐγκέ‐ φαλον ἐν κύκλῳ περιλαμβανουσῶν ἀκριβῶς ἐοικυῖα,

4

.

112

διάστημα δ’ οὐδὲν ἔχουσα μεταξύ, ‖ καθάπερ ἐπὶ τῆς κεφαλῆς, ἀλλὰ κατά γε τοῦτο διαλλάττουσα, καθ’ ὅσον ἅπτεται καὶ περιλαμβάνει πᾶσαν ἐν κύκλῳ τὴν λεπτὴν
ἡ παχεῖα, καὶ καθότι τρίτος ἔξωθεν αὐτῆς ἐπιβέβληταί262 in vol. 2
5τις ἱκανῶς ἰσχυρὸς καὶ νευρώδης χιτών. τίς οὖν καὶ ἡ τούτων αἰτία; μάτην μὲν γὰρ ἡ φύσις οὐδὲν ἐργά‐ ζεται. τοῦ νωτιαίου μυελοῦ τὰ μὲν ἔχοντος κοινὰ πρὸς τὸν ἐγκέφαλον, τὰ δ’ ἴδια, τοῖς μὲν κοινοῖς κοινὴ ἡ κατασκευή, τοῖς δ’ ἰδίοις ἰδία τε καὶ διαφέρουσα.
10ἔστι δὲ τὰ μὲν κοινά, τήν τε τοῦ σώματος οὐσίαν ὁμοίαν ἔχειν καὶ νεύρων ἀρχὰς ὑπάρχειν· τὰ δ’ ἴδια, κινεῖσθαι μὲν σφύζοντα τὸν ἐγκέφαλον ἀκινήτῳ περι‐ λαμβανόμενον ὀστῷ, μὴ κινεῖσθαι δὲ τὸν νωτιαῖον ὑπὸ κινουμένων τῶν σφονδύλων περιεχόμενον. εὐλό‐
15γως οὖν αὐτοῖς ὁμοίως μὲν αἵ τε δύο μήνιγγες ἐδό‐ θησαν, ἡ μὲν ὑπὲρ τοῦ συνδεῖν τε ἅμα τὰ κατ’ αὐτοὺς ἀγγεῖα καὶ σφίγγειν ὅλην αὐτῶν τὴν οὐσίαν ἱκανῶς μαλακὴν ὑπάρχουσαν, ἡ δ’ ὑπὲρ τοῦ σκέπειν τε καὶ φρουρεῖν ἀπὸ τῶν περικειμένων ὀστῶν, αὐτά τε ταῦτα

4

.

113

τὰ ‖ ἔξωθεν ὀστᾶ, καθάπερ πρόβλημά τι καὶ τεῖχος ἱκανὸν ἀλύπως ἐκδέχεσθαι τὰς τῶν τέμνειν τε καὶ θλᾶν καὶ ὁπωσοῦν ἄλλως ἀδικεῖν δυναμένων ἐμβολάς. ἰδίᾳ δ’ ἑκατέρῳ, διότι μὲν ἔσφυζεν ὁ ἐγκέφαλος, ἡ
5παχεῖα μῆνιγξ ἀφέστηκε τοσοῦτον, ὅσον ἱκανὸν ἦν ὑποδέχεσθαι διαστελλόμενον αὐτόν, ὅτι δ’ οὐκ ἔσφυζεν ὁ νωτιαῖος, ἐς ταὐτὸν ἀφίκετο τῇ λεπτῇ μηδ’ ἐπὶ βραχὺ διαστᾶσα. διότι δ’ αὖ πάλιν οὐδεμία μὲν ἐπι‐ φανὴς ὑπάρχει κίνησις ἐν τοῖς κατὰ τὴν κεφαλὴν
10ὀστοῖς, ἰσχυρὰ δ’ ἐν τοῖς κατὰ τὴν ῥάχιν, τῷ ἐγκε‐
φάλῳ μὲν οὐδὲν ἔξωθεν τῆς παχείας μήνιγγος ἄλλο περιβέβληται σκέπασμα, τῷ νωτιαίῳ δ’ ὁ τρίτος ἐκεῖνος χιτὼν ὁ νευρώδης τε καὶ [παχὺς καὶ] ἰσχυρός, οὗ μικρῷ πρόσθεν ἐμνημόνευον. ἐν γὰρ τῷ ποτὲ μὲν κάμπτε‐263 in vol. 2
15σθαι καὶ κυρτοῦσθαι, ποτὲ δ’ ἐκτείνεσθαι τὴν ῥάχιν ὁμοίως αὐτῇ καμπτόμενός τε καὶ τεινόμενος ὁ νωτιαῖος ἑτοίμως ἂν ἐθλᾶτο μὴ περιτεθέντος αὐτῷ τοιούτου σκεπάσματος. ἀλλὰ καὶ γλίσχρον ὑγρὸν τούτῳ τῷ χιτῶνι περικέχυται, καθάπερ τῷ τε συνδοῦντι τοὺς

4

.

114

σφονδύλους καὶ τοῖς ἄρθροις ἅπασι ‖ καὶ γλώττῃ καὶ λάρυγγι καὶ οὐρητικῷ πόρῳ καὶ τοῖς ὀφθαλμοῖς ἡ πιμελὴ καὶ ξυλλήβδην φάναι πᾶσιν, ὅσα κινεῖσθαι συνεχῶς δεόμενα φόβος ἦν καταξηρανθέντα πονῆσαι
5μὲν αὐτά, διαφθεῖραι δὲ καὶ τὰς ἐνεργείας. οὕτω τοι καὶ τοὺς ἄξονας τῶν θ’ ἁμαξῶν καὶ τῶν ἁρμάτων ὑπαλείφουσι πρότερον ὑγρῷ τινι καὶ γλίσχρῳ χυμῷ τοῦ μήτ’ αὐτούς τι παθεῖν ἕνεκα καὶ τῆς εἰς τὴν κίνησιν ἑτοιμότητος.
10 Ἆρ’ οὖν ταῦτα μὲν οὕτως ἐπιμελῶς ἡ φύσις ἅπαντα περί τε τῷ νωτιαίῳ μυελῷ καὶ πάσῃ κατεσκευάσατο τῇ ῥάχει, φλέβας δὲ καὶ ἀρτηρίας αὐ‐ τοῖς ἢ οὐκ ἐπήγαγεν ἢ οὐχ ὅθεν ἐχρῆν ἢ οὐχ ὁπόσας ἦν ἄμεινον ἢ μείζους ἢ ἐλάττους ὧν προσῆκεν; ἢ κἀν‐
15ταῦθα δίκαιον αὐτὴν θαυμάζειν ἑκάστῳ μέρει τῆς ῥάχεως ἀπὸ τῶν ἐπικειμένων ἀγγείων ἀποβλαστήματα παρασχοῦσαν ἓν καθ’ ἕκαστον σφόνδυλον ζεῦγος εἰς
τοσοῦτον ἧκον μεγέθους, ὥστ’ εἰς ἅπαντα τὰ περὶ αὐτὸν σώματα κατασχιζόμενον ἀκριβῶς ἀρκεῖν; ἀλλ’264 in vol. 2

4

.

115

ἐπεὶ καὶ νεύρων ζεῦγος ἓν καθ’ ἕκαστον σφόν‖δυλον ἐξεφύετο, δῆλον, ὡς ἴσος ὁ ἀριθμὸς αὐτῶν ἐξ ἀνάγκης ἔμελλεν ἔσεσθαι τῷ τῶν ἀρτηριῶν τε καὶ τῶν φλεβῶν. ἅπερ οὖν ἐπὶ τῶν νεύρων εἴρηται τὴν χώραν τῆς ἐκ‐
5φύσεως αὐτῶν ἐξηγουμένοις ἡμῖν, ταῦτα κἀπὶ τῶν ἀρτηριῶν τε καὶ φλεβῶν ἡγεῖσθαι χρὴ λελέχθαι καὶ θαυμάζειν αὐτὴν πάλιν κἀνταῦθα τὴν ἀσφαλεστάτην χώραν τῆς ἐκφύσεως αὐτοῖς τε τοῖς ἀγγείοις καὶ προσ‐ έτι τοῖς σφονδύλοις ἑλομένην. ἑνὶ γάρ τοι τρήματι
10τῶν πρόσθεν εἰρημένων κατὰ τὴν τῶν νεύρων διήγησιν εἰς τὴν τῶν τριῶν ὀργάνων ἐχρήσατο δίοδον ἔσωθεν μὲν ἔξω τὸ νεῦρον, ἔξωθεν δ’ ἔσω τήν τ’ ἀρτηρίαν καὶ τὴν φλέβα παραγαγοῦσα. πάλιν οὖν ἀναμνησθεὶς κἀνταῦθα τῶν ἐν ἑτέροις ἀποδεδειγμένων, ὡς ἕκαστον
15τῶν τοῦ ζῴου μορίων ἕλκει τὴν τροφὴν ἐκ τῶν πλη‐ σίον ἀγγείων εἰς ἑαυτό, καὶ ὡς οὐχ οἷόν τε διὰ μα‐ κροτέρου τὴν ὁλκὴν αὐτῷ ποιεῖσθαι, καὶ ὡς διὰ τοῦτο συνεχὴς ἡ σχίσις γίγνεται τῶν ἀγγείων, ἐπίσκεψαι τὰ καθ’ ἕκαστον τῶν μεγάλων σφονδύλων λεπτὰ τρήματα
20〈τὰ〉 πρόσω, δι’ ὧν ἐμφύεται εἰς αὐτοὺς ἀγγεῖα τὰ

4

.

116

τρέφοντα. τοῖς γὰρ σμικροῖς οὐδὲν τούτων ‖ εὑρήσεις ὑπάρχον ἐπισταμένης τῆς φύσεως, ὡς ἡ τῆς ὁλκῆς δύναμις ἐκ τῶν παρακειμένων ἀγγείων τοῖς ὀστοῖς ἐπὶ μὲν τῶν μικροτέρων σφονδύλων ἀκραιφνὴς ἔτι
5δύναται διαμένειν, ἐπὶ δὲ τῶν μεγάλων τῷ μήκει τοῦ
διαστήματος ἐκλύεται. ταῦτ’ ἄρα τοῖς μὲν μικροῖς σφονδύλοις ἱκανὰ τὰ προειρημένα δύο τρήματα, δι’ ὧν ἔσω μὲν ἀρτηρίαι καὶ φλέβες, τὰ νεῦρα δ’ εἰς τοὐκτὸς ἐφέρετο· τοῖς μεγάλοις δ’ οὐ ταῦτα μόνον,265 in vol. 2
10ἀλλὰ καὶ τὰ τοῖς θρέψουσιν ἀγγείοις ὑπηρετήσοντα δεόντως ἡ φύσις ἐτεχνήσατο. κατὰ δὲ τὸν αὐτὸν οἶμαι λόγον εἰς ἅπαντα μὲν τὰ μεγάλα τῶν ὀστῶν, οἷον βραχίονα καὶ μηρὸν καὶ πῆχυν καὶ κνήμην, ἀγγεῖα ἄττα καταφύεται λεπτά, τῶν μικρῶν δ’ οὐδενὶ τούτων
15ἐδέησεν. ὥσπερ οὖν ἀπὸ τῶν παρακειμένων ἀρτηριῶν καὶ φλεβῶν οὐ πόρρωθεν οὐδὲ διὰ μακροῦ τοῖς τ’ ἄλλοις ἅπασι τοῦ ζῴου μέλεσι καὶ τοῖς κατὰ ῥάχιν οὐχ ἥκιστα τῶν λεπτῶν ἀγγείων ἀποβλαστήματα παρά‐ γεται, κατὰ τὸν αὐτὸν λόγον καὶ τὰ νεῦρα τοῖς ἐπι‐
20κειμένοις ἑκάστῳ σφονδύλῳ μορίοις ἐκ τοῦ κατ’ ἐκεῖνον

4

.

117

τὸν σφόνδυλον νωτιαίου διανέμεται ‖ πανταχοῦ τὸ διὰ μακροῦ παράγειν ἀγγεῖα λεπτὰ φυλαττομένης τῆς φύ‐ σεως, ἔνθα μηδὲν ἄλλο μεῖζόν ἐστι τὸ ἀναγκάζον. ἀλλὰ περὶ μὲν τούτων ἐπὶ πλέον ἐν τῷ περὶ τῶν ἀγ‐
5γείων ἁπάντων κοινῷ λόγῳ λελέξεται. πολλάκις γὰρ οὖν οἶδα καὶ πρόσθεν ἀναβαλόμενος αὐτόν, ἐν ἐκείνῳ δέ μοι τῷ λόγῳ καὶ περὶ τῶν ἐν τῷ τραχήλῳ σφονδύλων εἰρήσεται, διὰ τὸ μόνοις αὐτοῖς ὑπάρχειν τρήματα κατὰ τὰς ἐγκαρσίας ἀποφύσεις. ὅτι μὲν γὰρ ἀγγεῖά τινα
10δι’ αὐτῶν διέρχεται, κἂν εἰ μὴ γιγνώσκουσιν οἱ πολλοὶ τῶν ἀνατομικῶν, οὐ χαλεπὸν ἐξευρεῖν ἑκάστῳ βουλη‐
θέντι, μάλιστ’ εἰ καὶ ταῖς Ἀνατομικαῖς ἐγχειρήσεσιν ἐντύχοι. τίς δ’ ἡ χρεία τῆς τοιαύτης ὁδοῦ, κατὰ τὸ περὶ τῶν ἀγγείων εἰρήσεται γράμμα τὸ ἑκκαιδέκατον.266 in vol. 2
15νυνὶ δ’ ἓν μόνον ἔτι προσθεὶς ἐπὶ τὸν περὶ τῶν ὠμοπλατῶν μεταβήσομαι λόγον. ἔστι δὲ τὸ ἓν τοῦτο, τὴν χρείαν εἰπεῖν, δι’ ἣν ἐκ τῶν προειρημένων χωρίων ἐγέννησεν ἡ φύσις τὰ τοῦ διαφράγματος νεῦρα. ὅτι μὲν γὰρ εἰς τὸ μέσον αὐτὰ τῶν φρενῶν ἐμφύεσθαι
20βέλτιόν ἐστι καὶ ὅτι διὰ τοῦτο κατάντη φέρεται, δέ‐

4

.

118

δεικται πρόσθεν. διὰ τί δὲ ‖ πρῶτον μὲν οὐκ ἐξ αὐ‐ τοῦ τοῦ ἐγκεφάλου τὴν ἔκφυσιν αὐτῶν ἐποιήσατο μετεώρων τε καὶ οὕτω φέρεσθαι δυναμένων; εἴπερ 〈δ’〉 ἐκ τοῦ τραχήλου βέλτιον ἦν, διὰ τί τὰς πρώτας
5ἐάσασα τρεῖς συζυγίας ἐκ μὲν τῆς τετάρτης ἀραχνοειδῆ τινα μοῖραν αὐτοῖς ἔνειμεν, ἐκ δὲ τῆς πέμπτης ἀξιό‐ λογον, εἶτ’ ἐκ τῆς ἕκτης ἑτέραν ἐλάττω μὲν ταύτης, μείζω δὲ τῆς πρώτης; ἐνῆν γὰρ δήπου κἀκ τῶν τριῶν τῶν πρώτων αὐτὰ γεννῆσαι κἀκ τῶν τριῶν αὖθις τῶν
10ὑστέρων τῶν κατὰ τὸν τράχηλον, εἴπερ ὅλως ἐκ πολλῶν ἀρχῶν ἀθροίζειν αὐτὰ βέλτιον ἐνόμιζεν, ἵν’, εἰ καί ποτε μία τις ἢ δύο πάθοιεν, τὴν γοῦν λοιπὴν ὑπηρε‐ τοῦσαν ἔχοι τὸ διάφραγμα. ὅτι μὲν οὖν ἐκ τοῦ κατὰ τὸν τράχηλον νωτιαίου φυόμενα ῥωμαλεώτερά τε γίγνε‐
15ται καὶ διὰ τοῦτο πρὸς τὰς πρακτικὰς ἐνεργείας ἐπι‐ τηδειότερα, πρόδηλον δήπου. πλησίον δὲ τοῦ θώρακος ἐφυλάξατο ποιήσασθαι τὴν ἀρχὴν αὐτῶν, ὅπως μὴ
καμπῆς τινος δεηθείη γωνιοειδοῦς ἐπὶ τοὺς διαφράτ‐ τοντας ὑμένας τὸν θώρακα φερόμενα, καθ’ ὧν ἐχρῆν267 in vol. 2
20αὐτὰ στηριζόμενα κατέρχεσθαι. μεμαθήκαμεν γάρ, ὡς

4

.

119

οὐκ ἐκ τῶν πρόσω μερῶν τῆς ‖ ῥάχεως, ἀλλ’ ἐκ τῶν πλαγίων ἡ ἔκφυσις αὐτῶν γίγνεται. πρὸς οὖν τὴν μέσην χώραν—ἐν ταύτῃ γὰρ οἱ διαφράττοντες αὐτὴν ὑμένες—ἰόντα κατὰ βραχὺ μὲν ἐγκεκλιμένην ἔχει τὴν
5φορὰν ἐξ ὧν εἴρηται μερῶν τοῦ νωτιαίου γενόμενα, μετὰ καμπῆς δ’ ἂν ἐποιήσατ’ αὐτὴν ἐκ τῶν κατωτέρω χωρίων φύντα. διὰ τοῦτ’ οὖν αὐτὸ τοῖς μακροτραχη‐ λοτέροις ζῴοις ἢ κατὰ πίθηκον οὐδὲν ὅλως ἐκ τῆς τετάρτης συζυγίας τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων ἐπὶ
10τὸ διάφραγμα φέρεται καὶ τῶν γε σφόδρα μακρὸν ἐχόντων τὸν τράχηλον οὐδ’ ἐκ τῆς πέμπτης. ἀεὶ γὰρ ἡ φύσις φαίνεται φυλαττομένη τὰς διὰ μακροῦ φορὰς οὐκ ἐν νεύροις μόνον, ἀλλὰ καὶ ἀρτηρίαις καὶ φλεψὶ καὶ συνδέσμοις. ὅπερ οὖν ἐν πιθήκοις ὕψος ἡ τετάρτη
15συζυγία τῶν ἐκ τραχήλου νεύρων ἔχει, τοῦθ’ ἡ ἕκτη μὲν ἐπὶ τῶν ἱκανῶς μακρὸν ἐχόντων τὸν τράχηλον, ἡ πέμπτη δ’ ἐπὶ τῶν μετρίως. Καιρὸς οὖν ἤδη τὰ κατὰ τὰς ὠμοπλάτας προχειρίζεσθαι μόρια καὶ δεικνύναι καὶ τὴν ἐν τούτοις
20τέχνην τῆς φύσεως. εἰ δὴ νοήσαις ἐξῃρημένας αὐτὰς

4

.

120

τοῦ ζῴου ‖ καὶ μηκέτ’ οὔσας, οὐχ ἕξεις ὅπως γεννήσεις τῷ λόγῳ τὸ κατ’ ὦμον ἄρθρον. ἡ γὰρ τοῦ βραχίονος κεφαλὴ δεῖται πάντως ἐπιβαίνειν κοιλότητι πρὸς τὴν γένεσιν αὐτοῦ, καὶ ταύτης ἕνεκα τῆς κοιλότητος ὅ τ’
5αὐχὴν τῆς ὠμοπλάτης ἀποπέφυκε καί τις ἐπ’ αὐτῷ κατὰ τὸ πέρας ἐγγέγλυπται κοιλία τηλικαύτη τὸ μέγε‐ θος, ἡλίκη μάλιστ’ ἐπιτήδειός ἐστι διαρθρωθῆναι τῇ κεφαλῇ τοῦ βραχίονος. αὕτη μὲν ἡ χρεία πρώτη τ’ ἐστὶ καὶ μεγίστη, δι’ ἣν ὠμοπλάτας ἡ φύσις ἐποίησεν.268 in vol. 2
10ἐξ ἐπιμέτρου δ’ ἄλλη προσέρχεταί τις οὐδ’ αὐτὴ σμι‐ κρά, τῶν ταύτῃ τοῦ θώρακος μερῶν ἡ φρουρά. τὰ μὲν γὰρ ἔμπροσθεν αὐτοῦ φυλάττομεν ἐκ πολλοῦ προ‐ ορώμενοι τὰ λυπήσοντα καὶ φθάνοντες ἢ μεταπηδᾶν, ὡς ἐκκλῖναι τελέως τὸ ἐπιφερόμενον, ἢ προβαλέσθαι
15τι τῶν στέρνων ἀλεξητήριον ἢ ἐπὶ ταῖς χερσὶν ἀμυν‐ τήριον ἀνελέσθαι. πολλάκις δὲ καὶ μόναις αὐταῖς καὶ γυμναῖς προκινδυνεύομεν ἄμεινον εἶναι καὶ τρωθῆναί τι τῶν κατὰ ταύτας καὶ θλασθῆναι καὶ συντριβῆναι καὶ ἀποκοπῆναι νομίζοντες ἢ συγχωρῆσαι προσπεσεῖν

4

.

121

τοῖς στέρνοις τὸ λυπῆσον. αὐτὸς μὲν γὰρ ὁ ‖ θώραξ ἀναπνοῆς ἐστιν ὄργανον, ὥσπερ οὖν καὶ ὁ περιεχόμε‐ νος ὑπ’ αὐτοῦ πλεύμων, ἡ καρδία δ’ ἀρχὴ τῆς συμ‐ πάσης ζωῆς. οὔκουν ἀκίνδυνος οὐδενὸς τῶν τοιούτων
5ἡ βλάβη. ἐκ δὲ τῶν ὀπίσω μερῶν ὁ μὲν κίνδυνος ἴσος, ἡ δὲ πρόγνωσις τῶν ἀδικησόντων οὐκ ἴση μὴ παρόντων ὀφθαλμῶν. ἐχρῆν γοῦν τι κἀνταῦθα τῇ δικαίᾳ φύσει σοφὸν ἐξευρῆσθαι μηχάνημα καὶ μὴ παν‐ τάπασιν ἠμελῆσθαι τὰ χωρία. διὸ πρῶτον μὲν οἷον
10χάρακά τινα πολυειδῆ τοῖς κατὰ ῥάχιν σφονδύλοις ἐνεπήξατο τὰς πολλὰς ἐκείνας ἀποφύσεις, ἃς ἔμπροσθεν εἶπον, ἀνάντεις καὶ κατάντεις ἐργασαμένη καὶ λοξὰς
εἰς τὰ πλάγια παραγαγοῦσα καὶ κατὰ τὸ μῆκος ἅπαν ὀρθίας ἀνατείνασα, τὰ δὲ τῆς ῥάχεως ἐφ’ ἑκάτερα τὰ269 in vol. 2
15μέχρι τῶν πλευρῶν αὐταῖς μὲν πρῶτον καὶ μάλιστα ταῖς ὠμοπλάταις, ἤδη δὲ καὶ πλήθει σαρκῶν δαψιλεῖ σκεπάσασα. δι’ αὐτὸ γάρ τοι τοῦτο καὶ ῥάχιν ἰδίαν ἑκατέρας τῶν ὠμοπλατῶν ἀπέφυσεν ἕτερον τοῦτον χάρακα τῶν τῇδε τοῦ θώρακος μερῶν προβαλλομένη.

4

.

122

ταύτῃ ‖ δ’ αὐτῇ πάλιν τῇ ῥάχει συγχρῆται καλῶς καὶ πρὸς ἕτερον. βραχὺ γὰρ ἐπαυξήσασα τὸ ἄνω πέρας αὐτῆς καὶ ἐπὶ τὸ ὄρθιον ἀνατείνασα κἀνταῦθα τῇ κλειδὶ συνάψασα τὸ καλούμενον ἀκρώμιον ἐγέννησεν,
5ἅμα μὲν σκέπην τε καὶ φρουρὰν ἐσόμενον τῆς κατ’ ὦμον ἐναρθρώσεως, ἅμα δὲ καὶ κωλῦσον ἐκπίπτειν ἄνω τὴν κεφαλὴν τοῦ βραχίονος, εὐθὺς δὲ καὶ τὴν ὠμοπλάτην αὐτὴν ἀφεστηκυῖαν τοῦ θώρακος φυλάξον. εἴτε γὰρ μηδὲν ἐνταῦθα προὐτέτακτο τῆς διαρθρώσεως,
10ἑτοίμως μὲν ἂν ὑπὸ παντὸς τοῦ προσπίπτοντος ἔξω‐ θεν ἐβλάπτετο, ῥᾳδίως δ’ ἂν ὑπερέβαινεν ἡ κεφαλὴ τοῦ βραχίονος ἐπὶ τὸν αὐχένα τῆς ὠμοπλάτης, ὡς ἂν μήτε κοτύλην ἐφ’ ἑαυτῷ βαθεῖαν ἔχοντα μήτ’ ἄμβωνας μεγάλους· εἴτε μὴ συνῆπτο κατὰ τοῦθ’ ἡ κλείς, οὐδὲν
15ἂν ἐκώλυεν ἀστήρικτον οὖσαν ὅλην τὴν ὠμοπλάτην ἐπιπίπτειν τε τῷ θώρακι καὶ στενοχωρεῖν ἐνταῦθα τὸ κατ’ ὦμον ἄρθρον καὶ πολλὰς τῶν τοῦ βραχίονος κι‐ νήσεων ἐμποδίζειν. ἐν γὰρ τῷ πλεῖστον ἀφεστάναι
τοῦ θώρακος τὸ πολυειδῶς αὐτῷ κινεῖσθαι μάλισθ’270 in vol. 2

4

.

123

ὑπάρχει. εἰ δέ γ’ ἔψαυεν αὐτοῦ τῶν πλευρῶν ‖ ἢ ὅλως ἐγγὺς ἐτέτακτο, καθάπερ ἐπὶ τῶν τετραπόδων ἔχει, τὰς παρὰ τὸ στέρνον τε καὶ τὸν ἀντικείμενον ὦμον ἐπωμίδα τε καὶ τράχηλον οὐκ ἂν οἷόν τ’ ἦν ἡμῖν ποι‐
5εῖσθαι περιφορὰς τῶν χειρῶν, ὥσπερ οὐδὲ νῦν, ἐπει‐ δὰν ἐξαρθρήσας ὁ βραχίων προσπέσῃ ταῖς πλευραῖς. πρὸς οὐδὲν γὰρ τῶν ἀντικειμένων μερῶν ἐν τοῖς τοι‐ ούτοις παθήμασιν ἀνατεῖναι δυνάμεθα τὰς χεῖρας, ὡς ἂν προσπιπτούσης μὲν τῷ βραχίονι τῆς τῶν πλευρῶν
10ἐν τοῖς τοιούτοις παθήμασιν κυρτότητος, ἀπωθουμένης δ’ αὐτὸν εἴς τε τἀκτὸς καὶ τὰ πλάγια. ταῦτ’ οὖν ἐγίγνετ’ ἂν ἡμῖν τὰ παθήματα κἀν τῷ κατὰ φύσιν ἔχειν, εἰ μὴ πλεῖστον μὲν ἀπήχθη τοῦ στέρνου τὸ ἀκρώ‐ μιον, ἐν δὲ τῷ μεταξὺ καθάπερ στήριγμα τὴν κλεῖν
15ἡ φύσις κατέθετο. Πάλιν οὖν μοι κἀνταῦθα σκόπει τὴν διαπλάττουσαν τὰ ζῷα τέχνην, ὡς ἔστιν ἐν ἅπασι δικαία, καίτοι γ’ ἠπειγόμην ἐπ’ ἀνθρώπου μόνου πε‐ ραίνειν τὸν λόγον. ἀλλὰ γὰρ οὐκ ἐγχωρεῖ πολλάκις,
20οὐδ’ ἂν πάνυ φυλάττηταί τις, ἀπέχεσθαι τῆς τῶν

4

.

124

ἄλλων ζῴων κατασκευῆς. ‖ οὐ γὰρ ὡς ἔτυχεν οὐδὲ μάτην ἡ φύσις οὔτ’ ἀνθρώπῳ πορρωτάτω τοῦ θώρακος ἀπήγαγε τὸ κατ’ ὦμον ἄρθρον οὔτε τοῖς τετράποσι ζῴοις ἐγγυτάτω κατέθετο, ἀλλ’ ὅτι τῷ μὲν χερσὶ μέλ‐
5λοντι χρῆσθαι πολυειδοῦς ἔδει τῆς κινήσεως καὶ διὰ
τοῦτ’ εὐρυχώρου τῆς θέσεως, ἐν ἐκείνοις δ’ οὔ· οὔτε γὰρ χεῖρές εἰσι τά τ’ ἔμπροσθεν κῶλα παραπλησίως τοῖς ὄπισθεν εἰς βάδισιν μόνην ὑπηρετεῖ· διὰ τοῦθ’ ὑπερηρεῖσθαι τῷ θώρακι βέλτιον ἦν τὰ σκέλη. ταῦτ’271 in vol. 2
10ἄρα καὶ τὰ στέρνα τοῖς μὲν πλατέα, τοῖς δ’ ὀξέα καὶ στενὰ γεγένηται. καίτοι γ’, εἴπερ ἔμπαλιν ἔχοντα κατεσκευάσθη, τοῖς μὲν ἀνθρώποις τὰς προειρημένας τῶν χειρῶν ἐνεργείας ἐνεπόδιζεν 〈ἂν〉 ἁπανταχῇ, κα‐ θάπερ εἰ καὶ νῦν ἐπιθείης μέσῳ τῷ στέρνῳ πρόμηκες
15ξύλον ἀπὸ τοῦ τραχήλου μέχρι τῶν ὑποχονδρίων διῆ‐ κον· τοῖς δ’ ἄλλοις ζῴοις, εἴπερ ἦν πλατέα, διεκώλυεν ἂν ὑπερηρεῖσθαι καλῶς τῷ θώρακι τὰ πρόσθια κῶλα. φαίνεται γοῦν κἀνταῦθα καθάπερ κἀν τοῖς ἄλλοις ἅπασιν ἀκριβῶς ἡ φύσις δικαία, τῷ μὲν δίποδι καὶ

4

.

125

ὀρθῷ ζώῳ πλατὺν μὲν τὸν ‖ θώρακα ποιήσασα, τὸ κατ’ ὦμον δ’ ἄρθρον ἐξωτάτω καταθεῖσα, τοῖς δ’ αὖ τε‐ τράποσιν ὀξὺν μὲν ἐργασαμένη τὸν θώρακα, συνάψασα δ’ αὐτῷ τὰς ὠμοπλάτας, ὑπερείσασα δὲ τὰ σκέλη. τῆς
5δ’ αὐτῆς ἔχεται προνοίας καὶ ἡ τῆς κλειδὸς γένεσις· ἐπεὶ γὰρ ἀνατρέπεσθαι πρὸς τοὐκτὸς ἔδει τὰς ὠμο‐ πλάτας, ἑκατέραν αὐτῶν ἡ φύσις ἐν τῷ μεταξὺ τοῦ τε κατὰ τὸ στέρνον ὀστοῦ καὶ τοῦ πέρατος τῆς ἐν ἐκείναις ῥάχεως κατέθετο. μακροῦ δ’ ὄντος τοῦ στέρ‐
10νου—διήκει γὰρ ἀπὸ τῶν σφαγῶν ἄχρι τῶν ὑπο‐ χονδρίων—οὐκ ἂν εὕροις ἐπιτηδειοτέραν χώραν τῆς πρὸς τὰς κλεῖς διαρθρώσεως ἑτέραν τῆς νῦν ὑπαρ‐ χούσης αὐτῷ· καὶ γὰρ πλατύτατον ἐνταῦθ’ ἐστὶ καὶ
ἰσχυρότατον καὶ οὐκέτ’ οὐδεμία τῶν πλευρῶν αὐτῷ272 in vol. 2
15διαρθροῦται. κατὰ δὲ ταὐτὰ καὶ ἡ πρὸς τὰς ὠμοπλά‐ τας αὐτῶν σύζευξις ἐν ἐπικαιροτάτῳ γεγένηται πρός τε τὸ καλῶς ἀνατρέπειν ἐκτὸς καὶ πρὸς τὸ φρουρεῖν τὸ κατ’ ὦμον ἄρθρον καὶ πρὸς τὸ κωλύειν ἐκπίπτειν ἄνω. δεόντως οὖν ἄνθρωπος οὐδ’ εἰ βουληθείη βαδί‐
20ζειν ἐπὶ τῶν τεττάρων κώλων δύναιτ’ ἂν ἀπηγμένων

4

.

126

αὐτῷ πόρρω τοῦ ‖ θώρακος τῶν κατὰ τὰς ὠμοπλάτας ἄρθρων. εὐλόγως δὲ καὶ πίθηκος, ὥσπερ τἄλλα κατὰ τὸν ἔμπροσθεν λόγον ἐδείκνυτο μίμημα γελοῖον ἀν‐ θρώπου γεγενημένος, οὕτω κἀν τοῖς κώλοις διάκειται.
5τὰ μὲν γὰρ σκέλη πόσον ἀποδεῖ τῶν ἀνθρωπείων σκε‐ λῶν, ἐν τοῖς ἰδίοις αὐτῶν ἐδείχθη λόγοις, ὥσπερ οὖν καὶ ἡ τῆς ἄκρας χειρὸς κατασκευή. τὰ δὲ κατ’ ὠμο‐ πλάτας καὶ κλεῖς ἀνθρώπῳ μάλιστα προσέοικε, καίτοι γ’ οὐ δεόμενος ἐοικέναι ταύτῃ τοῖς ἀνθρώποις εἰς
10ὠκύτητα βαδίσεως. ἐπαμφοτερίζει τοιγαροῦν ἑκατέροις τοῖς γένεσι καὶ οὔτε δίπουν ἐστὶν ἀκριβῶς οὔτε τε‐ τράπουν, ἀλλὰ καὶ ὡς δίπουν χωλόν—οὐ γὰρ ἀκρι‐ βῶς ὀρθὸν στῆναι δύναται—καὶ ὡς τετράπουν ἀνά‐ πηρόν τε ἅμα καὶ βραδὺ διὰ τὸ πλεῖστον ἀπῆχθαι
15τοῦ θώρακος αὐτῷ τὸ κατ’ ὦμον ἄρθρον, καθάπερ εἰ καὶ τῶν ἄλλων τινὸς ζῴων ἀποσπασθὲν τοῦ θώρακος ἐκτὸς ἀποχωρήσειεν. ὥσπερ δὲ πιθήκῳ, διότι γελοῖόν ἐστι τὴν ψυχὴν ζῷον, διὰ τοῦτο καὶ τὸ σῶμα πᾶν διά‐ κειται γελοίως, οὕτως ἀνθρώπῳ, διότι λογικόν τ’ ἐστὶ

4

.

127

τὴν ‖ ψυχὴν τὸ ζῷον καὶ θεῖον μόνον τῶν ἐπὶ γῆς,
διὰ τοῦτ’ ἄριστα τὸ σῶμα κατεσκεύασται πρὸς τὴν τῆς ψυχῆς δύναμιν. ὅτι μὲν γὰρ ὀρθὸν ἵσταται μόνον τοῦτο τῶν ζῴων, ἔμπροσθεν ἐδείξαμεν. ὅτι δὲ καὶ273 in vol. 2
5χερσὶ χρῆται μόνον καλῶς, δέδεικται μὲν καὶ τοῦτ’ ἔμπροσθεν· ἀλλὰ καὶ νῦν οὐδὲν ἧττον φαίνεται τό τε κατ’ ὦμον ἄρθρον ἐπιβλέψασι καὶ τὸ τοῦ σύμπαντος θώρακος σχῆμα καὶ τὴν τῆς κλειδὸς γένεσιν. ἱκανὰ μὲν οὖν καὶ ταῦτα τὴν τέχνην τῆς φύσεως ἐνδείξα‐
10σθαι, πολὺ δ’ αὐτῶν ἔτ’ ἐναργέστερον δείξει τὰ λεχθη‐ σόμενα. τί δή ποτε γὰρ οὐκ ὀρθὴν ἀπὸ τοῦ στέρνου τὴν κλεῖν ἐπὶ τὰς ὠμοπλάτας ἐξέτεινεν, ἀλλὰ πρὸς αὐτῇ μὲν τῇ σφαγῇ κυρτὴν μὲν τἀκτός, τὰ δ’ ἔνδον κοίλην, ἐφεξῆς δ’ ἔμπαλιν ἔξωθεν μὲν ἀτρέμα σιμήν,
15ἔσωθεν δὲ κυρτοτέραν; οὐδὲ γὰρ οὐδὲ τούτων οὐδὲν εἰκῇ καὶ μάτην ὑπὸ τῆς φύσεως ἐγένετο, ἀλλὰ τὰ μὲν πρὸς τῇ σφαγῇ διὰ τὴν αὐτὴν τῷ στέρνῳ χρείαν ὁμοίως ἐκείνῳ κοίλη τἀντὸς ἐγένετο χώραν ἐπιτήδειον παρέ‐ ξουσα τοῖς τ’ ἄνωθεν κάτω καὶ τοῖς κάτωθεν ἄνω διὰ ‖

4

.

128

τοῦ τραχήλου φερομένοις ὀργάνοις· ὁπότε δ’ ἀποχω‐ ρεῖν ὑπήρξατο τῆς σφαγῆς, ὑποστρέψασα κατὰ βραχὺ τοσοῦτον εἰς τὸ πρόσω μέρος ἄχρι τῆς ἀκρωμίας, ὅσον ἀπεχώρησεν ὀπίσω τὸ πέρας τοῦ κυρτωθέντος μορίου
5κατ’ αὐτήν, ὡς, εἴ γε ὀπίσω μόνον ὡδοιπόρησεν εἰς τὰ πλάγια τοῦ τραχήλου φερομένη, τὴν πρὸς τὸν θώ‐
ρακα διάστασιν ἀξιόλογον οὐκ ἂν ἔσχε. συνδεῖ δ’ αὐτὴν ἐνταῦθα τῇ ῥάχει τῆς ὠμοπλάτης μικρὸν ὀστοῦν χονδρῶδες, ὃ μηδ’ αὐτὸ ζητεῖν ἐν πιθήκοις· ὥσπερ274 in vol. 2
10γὰρ ἐν ἄλλοις τισὶν οὕτω κἀν τῷδε τῆς ἀνθρωπείας κατασκευῆς ἀπολείπονται. ἀλλ’ ἄνθρωπός γε καὶ ταῦτα πλεονεκτεῖ πρὸς ἀσφάλειαν, ὅτι μὴ διὰ συνδέσμων μόνον ὑμενωδῶν συνάπτεται τὰ δύο πέρατα τῶν ὀστῶν, ἀλλ’ ἐξ ἐπιμέτρου τρίτον ἄλλο κατ’ αὐτῶν ἐπικείμενον
15ὀστοῦν χονδρῶδες ἑτέροις τισὶ συνδέσμοις ἰσχυροῖς, ὑφ’ ὧν κατακρύπτεται, συνάπτει τοῖς ὑποκειμένοις ὀστοῖς ἑαυτό. διὰ τί δὲ χονδρῶδες ἐγένετο μέλλον ἐκκεῖσθαι καὶ πρῶτον τῶν προσπιπτόντων ἔξωθεν ἐκ‐ δέξεσθαι τὴν βίαν, ἔμπροσθεν εἴρηταί μοι κοινῇ περὶ
20πάντων τῶν τοιούτων διεξιόντι.

4

.

129

Ἀλλὰ νῦν γε καιρὸς ἐπὶ τὸ κατ’ ὦμον ἄρθρον αὐτὸ μετιέναι τῷ λόγῳ καὶ πρῶτον μὲν δει‐ κνύειν, ὡς ἡ φύσις εὐλόγως αὐτήν τε τοῦ βραχίονος τὴν κεφαλὴν ἀκριβῶς ἀπειργάσατο περιφερῆ τήν τε
5περικειμένην κοιλότητα τῷ τῆς ὠμοπλάτης αὐχένι σμι‐ κράν τε ἅμα καὶ ὑπτίαν· ἔπειτα δὲ καὶ τοὺς κινοῦντας μῦς αὐτό, τίνες τ’ εἰσὶ καὶ πόσοι καὶ πηλίκοι καὶ τίνα χρείαν ἕκαστος αὐτῶν παρέχεται, καὶ ὡς οὔτε πλείους οὔτ’ ἐλάττους τὸν ἀριθμόν, ἀλλ’ οὐδὲ μείζους ἢ μείους
10ἢ ἑτέραν τινὰ θέσιν ἔχοντας ἄμεινον ἦν αὐτοὺς γεγο‐ νέναι. τοῦ μὲν δὴ τὴν κεφαλὴν τοῦ βραχίονος γενέ‐ σθαι περιφερῆ καὶ τὴν κοιλότητα τῆς ὠμοπλάτης ἐπι‐ πολῆς τε ἅμα καὶ ὑπτίαν ἡ χρεία πρόδηλος, εἴ τις
τῶν ἐν τοῖς πρώτοις γράμμασιν εἰρημένων μνημονεύει.275 in vol. 2
15πολλαῖς τε γὰρ ἅμα καὶ ποικίλαις κινήσεσιν ἡ σύμ‐ πασα χεὶρ παρασκευαζομένη τὴν μὲν κεφαλὴν τοῦ βραχίονος ἐδεῖτο περιφερῆ κεκτῆσθαι—τούτου γὰρ οὐδὲν ἂν εὕροιμεν ἐπιτηδειότερον σχῆμα πρὸς ἑτοιμό‐ τητα κινήσεως—αὐτὴν δ’ αὖ τὴν ὑποτεταγμένην

4

.

130

αὐτῇ κοιλότητα μήτε βαθεῖαν ἱκανῶς μήτ’ εἰς ‖ ὀφρῦς μεγάλας τελευτῶσαν. εἰ γὰρ κατεκλείσθη μὲν βραχείᾳ κοιλότητι τὸ τοῦ βραχίονος ἄρθρον, ἐσφίγχθη δ’ ἐν κύκλῳ μεγάλοις ἄμβωσιν, οὐκ ἂν πάντη περιφέρε‐
5σθαι ῥᾳδίως ἠδύνατο, τούτου δ’ ἦν αὐτῷ μᾶλλον ἢ τῆς ἀσφαλείας χρεία· τούτου γὰρ ἕνεκα καὶ ἡ σύμ‐ πασα χεὶρ ἐγεγόνει. κινδυνεύει τοίνυν ὀλίγου δεῖν ἔξαρθρος ἡ κεφαλὴ τοῦ βραχίονος εἶναι διὰ παντός, ὡς ἂν ἐπὶ μικρᾶς οὕτως ὀχουμένη κοιλότητος, ὡς
10ὑπερεκπῖπτον αὐτῆς τὸ πλεῖστον μέρος ἀστήρικτον αἰωρεῖσθαι. πῶς οὖν οὐκ ἐκπίπτει διὰ παντὸς ἐπὶ ταῖς σφοδραῖς κινήσεσιν; ὅσον μὲν γὰρ ἐπὶ τῇ προει‐ ρημένῃ κατασκευῇ, τοῦτ’ ἐχρῆν αὐτῇ πάντως ἔσεσθαι. θαυμάσεις πάλιν ἐνταῦθα τῆς φύσεως τὴν τέχνην, εἰ
15τὰς τῆς ἀσφαλείας θεάσαιο μηχανάς, τρεῖς μὲν συν‐ δέσμους ἰσχυροὺς τὸ τοῦ βραχίονος ὀστοῦν τῷ τῆς ὠμοπλάτης αὐχένι ξυνάπτοντας ἐπὶ τῷ κοινῷ ξυμπάν‐ των τῶν ἄρθρων τῷ περιφερεῖ, δύο δ’ ἀποφύσεις καμπύλας τῆς ὠμοπλάτης φρουρούσας αὐτό, καὶ τού‐
20των ἑκατέρωθεν μῦς μεγίστους σφίγγοντας. ὁ μὲν δὴ276 in vol. 2

4

.

131

πλατὺς σύνδεσμος ὁ ὑμενώδης ὁ ‖ πᾶσι τοῖς ἄρθροις ὑπάρχων ἐκφύεται μὲν ἐκ τῶν χειλῶν τῆς ἐν ὠμο‐ πλάτῃ κοιλότητος, ἅπασαν δ’ ἀκριβῶς ἐν κύκλῳ περι‐ ερχόμενος τὴν διάρθρωσιν εἰς τὴν ἀρχὴν καταφύεται
5τῆς κεφαλῆς τοῦ βραχίονος. τῶν δ’ ἄλλων τῶν τριῶν οἱ δύο μὲν ἀκριβῶς εἰσι στρογγύλοι καθάπερ νεῦρα, πλατὺς δ’ ἀτρέμας ὁ τρίτος. ἐκφύεται δ’ ὁ μὲν πρῶ‐ τος ἐκ τοῦ πέρατος τῆς ἀγκυροειδοῦς ἀποφύσεως, ὁ δὲ δεύτερος ὁ τούτου μείζων ἐκ τοῦ τῆς ὠμοπλάτης
10αὐχένος κατ’ ἐκεῖνο μάλιστα τὸ μέρος, ἔνθα τῆς ἐπι‐ κειμένης αὐτῷ κοιλότητος ὀφρύς ἐστιν ὑψηλοτάτη. τούτῳ μὲν οὖν ἡ κεφαλὴ τοῦ βραχίονος ἐπίβασιν ἀσφαλῆ παρέχει, τηλικαύτην ἐν τοῖς ἄνω τε καὶ πρόσω μέρεσιν ἑαυτῆς ἔχουσαν κοιλότητα κατάντη τομῇ πλα‐
15τείᾳ παραπλησίαν, ἡλίκοσπερ καὶ αὐτὸς ὁ σύνδεσμός ἐστιν. ὁ δ’ ἕτερος ὁ πρότερος εἰρημένος ἐκ τῶν ἔνδον μερῶν τῆς κεφαλῆς τοῦ βραχίονος παρατέταται. λοιπὸς δ’ ὁ τρίτος ἐκ μὲν τῆς αὐτῆς τῷ δευτέρῳ χώρας ἐκ‐ φύεται, λοξὸς δ’ ὑποφυόμενος αὐτῷ καταφύεται καὶ
20αὐτὸς εἰς τὴν πρώτην ἀρχὴν τῆς κεφαλῆς τοῦ βραχίο‐

4

.

132

νος ‖ ὁμοίως τῷ πλατεῖ τῷ πᾶν ἐν κύκλῳ περιλαμβά‐ νοντι τὸ ἄρθρον, ἔστι γάρ πως ἐκείνου μέρος. οἱ δέ γε προειρημένοι δύο καθήκουσιν εἰς τὸν ἐπικείμενον τῷ βραχίονι μῦν, ὃν ἐν τοῖς περὶ τῆς χειρὸς λόγοις
5εἰς τὴν κεφαλὴν τῆς κερκίδος ἔλεγον ἐμφύεσθαι. καὶ γὰρ οὖν κἀνταῦθα τὸ τῆς φύσεως εὐμήχανον ἔστιν ἰδεῖν, ὅπερ ἤδη δέδεικται μυριάκις, τό, ὡς ἓν ὄργανον
ἐνίοτε τῷ τῆς θέσεως ἐπικαίρῳ πολλαῖς ἐξαρκοῦν ἀπερ‐ γάζεται χρείαις. δεομένων γὰρ ἁπάντων μυῶν, ὡς καὶ277 in vol. 2
10τοῦτ’ ἐν τοῖς ἰδίοις αὐτῶν ἀποδέδεικται λόγοις, μετ‐ έχειν τῆς τῶν συνδέσμων οὐσίας ἅμα μὲν τῷ μυῒ χρησίμους αὐτούς, ἅμα δὲ καὶ τῷ κατ’ ὦμον ἄρθρῳ κατεσκεύασε. τουτὶ μὲν γὰρ σφίγγοντές τε καὶ συν‐ έχοντες ἐκπίπτειν κωλύουσιν, εἰς δὲ τὸν μῦν διασπει‐
15ρόμενοι καὶ τούτῳ παρέχουσιν αὐτάρκη τὴν ἐξ ἑαυτῶν ὠφέλειαν. ὑπὸ μὲν τῶν συνδέσμων οὕτω φρουρεῖται τὸ κατ’ ὦμον ἄρθρον, ὑπὸ δὲ τῶν ἀποφύσεων τῆς ὠμοπλάτης, ἄνωθεν τῆς κατὰ τὸ ἀκρώμιον, ἣν ἔνιοι

4

.

133

κορακοειδῆ προσαγορεύουσιν, ἔσωθέν τε ‖ τῆς ἀγκυρο‐ ειδοῦς τε καὶ σιγμοειδοῦς ὀνομαζομένης, ἐν κύκλῳ δὲ πανταχόθεν ὑπὸ μεγίστων μυῶν καὶ τενόντων σφίγ‐ γεται τῶν κινούντων ὅλην τὴν διάρθρωσιν, ὑπὲρ ὧν
5λέγειν ἤδη καιρός. Ἐμφύονται μὲν αὐτῶν αἱ τελευταὶ τῷ τοῦ βραχίονος ὀστῷ, τινὲς μὲν ἀνατείνουσαι τὸ κῶλον, ἔνιαι δὲ κατασπῶσαι, προσάγουσαι δ’ ἄλλαι τῷ στήθει καί τινες ἀπάγουσαι πρὸς τοὐκτός, ἔνιαι δ’ ἐξ αὐτῶν
10κυκλοτερῶς περιστρέφουσαι. τῷ μὲν οὖν στήθει προσ‐ άγουσιν ὅ τ’ ἐκ τοῦ κατὰ τὸν τιτθὸν χωρίου πεφυκὼς μῦς, μέτριος τὸ μέγεθος, εὐθὺς καὶ κατασπῶν τὸν βραχίονα πρὸς τὸ κάτω μέρος ἀτρέμας, ὡς εἶναι τα‐ πεινοτέρας προσαγωγῆς αἴτιος· ἕτερος δ’ ἔμπαλιν τῷδε
15τῶν ὑψηλῶν τοῦ στέρνου μερῶν ἐκπεφυκὼς ὑψηλῆς προσαγωγῆς ἐστιν αἴτιος. ἄλλος δ’ ἐπ’ αὐτοῖς τρίτος
διφυὴς ἢ δύο συμφυεῖς—ἑκατέρως γὰρ ἔνεστιν ὑπὲρ αὐτῶν ἀληθεύειν λέγοντα—ἐκφύονται μὲν ἐξ ὅλου τοῦ κατὰ τὸ στέρνον ὀστοῦ, προσάγουσι δὲ τῷ στήθει278 in vol. 2
20τὸ τοῦ βραχίονος ὀστοῦν ὅλον ἰσόρροπον, ἐπειδὰν

4

.

134

ἀμφότεροι ‖ ταθῶσιν. εἰ δέ γ’ ὁ ἕτερος αὐτῶν ἐνερ‐ γήσειε μόνος, ὁ μὲν ἐκ τῶν κάτω μερῶν τοῦ στέρνου πεφυκὼς ταπεινὴν ἐργάζεται προσαγωγήν, ὁ δ’ ἕτερος ὑψηλοτέραν· οὔτε δ’ οὕτως ὑψηλὴν οὗτος ὡς ὁ δεύ‐
5τερος τῶν εἰρημένων, οὔτ’ εἰς τοσοῦτον ταπεινὴν ὁ ἕτερος ὡς ὁ πρῶτος. διαδέχεται δὲ τὸν μὲν ταπεινό‐ τατον τῶν εἰρημένων τεττάρων μυῶν ὁ ἀπὸ τῶν παρὰ τὸν τιτθὸν χωρίων ἀναφερόμενος μικρὸς μῦς, τὸν δ’ ὑψηλότατον ἡ ἑτέρα μοῖρα τοῦ κατὰ τὴν ἐπωμίδα
10μυὸς ἡ τῆς κλειδὸς ἐκπεφυκυῖα. δύο γὰρ ἔχει κεφαλὰς ὁ μῦς οὗτος, ἐκ μὲν τῶν ἔνδον μερῶν τῆς ἐπωμίδος αὐτὸ δὴ τοῦτο τῆς κλειδὸς ἐκπεφυκώς, ἐκ δὲ τῶν ἔξω παραπεφυκὼς τῇ ῥάχει τῆς ὠμοπλάτης ἐν τοῖς ταπει‐ νοτέροις αὐτῆς μέρεσιν. ἀλλ’ ἡ μὲν τούτου μόνου
15ταθέντος ἐνέργεια πρὸς τὴν ἐκτὸς χώραν ἀνατείνει τὸν βραχίονα βραχὺ τῆς μέσης τε καὶ ἀκριβῶς εὐθείας ἀνατάσεως ἐγκλίνουσα πρὸς τὸ πλάγιον· ἡ δὲ θατέρου τοῦ πρὸς τὴν κλεῖν ἀνήκοντος ἐπὶ τὴν ἐντὸς χώραν ὁμοίως ἐγκλίνει. ταθέντων δ’ ἀμφοτέρων ἰσοσθενῶς
20τὴν ἀκριβῶς εὐθεῖάν τε καὶ μέσην ἀνάτασιν ὁ βραχίων λαμβάνει μηδαμόσε παρεγκλίνων. καὶ μὴν καὶ ἄλλοι ‖

4

.

135

δύο μύες ἑκατέρωθεν τῆς ἐν ὠμοπλάτῃ ῥάχεως ὁμοίαν
τῷ προειρημένῳ τὴν ἐνέργειαν ἔχουσιν, εἰ μὲν ἅμα ταθεῖεν, ἐξαίροντες ὑψηλὸν ἀκριβῶς τὸν βραχίονα, κατὰ μόνας δ’ ἑκάτερος, ἅμα βραχείᾳ τινὶ πρὸς τὸ279 in vol. 2
5πλάγιον ἐγκλίσει. ὄγδοος δ’ ἄλλος ἐπὶ τοῖς εἰρημέ‐ νοις μῦς ἐκπεφυκὼς τοῦ πλείστου μέρους τῆς ταπει‐ νῆς ἐν ὠμοπλάτῃ πλευρᾶς ἐπὶ τὴν ἐκτὸς χώραν ἀπάγει τὸ κῶλον ἀντιτεταγμένος τοῖς κατὰ στῆθος, οἳ προσ‐ αγωγῆς ὑψηλῆς ἦσαν δημιουργοί. δύο δ’ ἐφεξῆς τῇδε
10μυῶν κινήσεις εἰσί, περιστρέφουσαι τὸν βραχίονα πρός τε τὴν ἐκτὸς καὶ κάτω χώραν. ἀλλ’ ἐπὶ πλέον μὲν ἀπάγει πρὸς τὴν ἐκτὸς ὁ τοῦ κάτω πέρατος ἐκπεφυκὼς τῆς ταπεινῆς ἐν ὠμοπλάτῃ πλευρᾶς· ὁ δ’ ἕτερος τὸ σιμὸν αὐτῆς ἅπαν κατειληφὼς ἧττον μὲν ἐκτός, ἐπὶ
15πλέον δὲ κάτω περιστρέφει τὸν βραχίονα. λοιπὸς δ’ ἄλλος εἷς μῦς ἐστι κατασπῶν τὸν βραχίονα μετὰ τῆς εἰς τοὐπίσω φορᾶς, ὃν ὁ προειρημένος ἐκδέχεται μῦς ὁ μικρός, ἀπαρεγκλίτους ἐργαζόμενος τὰς κάτω φορὰς τοῦ βραχίονος. ἠρκέσθη γὰρ ἡ φύσις τούτῳ καίτοι
20σμικροτάτῳ πάντων ὑπάρχοντι διὰ τὴν φυσικὴν τῆς ‖

4

.

136

χειρὸς εἰς τὰ κάτω ῥοπήν. ἰσχυρᾶς μὲν γὰρ δυνάμεώς ἐστιν ἀνατείνειν βάρος τηλικοῦτον, κάτω δὲ φέρεσθαι δύναται πᾶν σῶμα καὶ χωρὶς ψυχικῆς ἐνεργείας. ταῦτά τοι καὶ θαυμάζειν ἄξιον τὴν φύσιν ἕνεκα μὲν τῆς
5ἀνατάσεως τοῦ κώλου τόν τε τῆς ἐπωμίδος μῦν εὔρω‐ στόν τε καὶ διφυῆ κατασκευασαμένην καὶ δύο ἄλλους
ἑκατέρωθεν ἕνα τῆς ἐν ὠμοπλάτῃ ῥάχεως, ἑνὶ δὲ σμι‐ κρῷ μυῒ τὴν ἀντιτεταγμένην αὐτοῖς κίνησιν ἀναθεῖσαν. συνεπιλαμβάνουσι μὲν οὖν τι τοὐπίπαν τῷδε καὶ οἱ280 in vol. 2
10ταπεινοὶ τῶν ἀπὸ τοῦ στήθους, ὡς ἂν καὶ συμφυῆ τὴν ἀπονεύρωσιν ἔχοντες αὐτῷ, συνεπιλαμβάνει δέ ποτε καὶ ὁ ἀπὸ τῶν κάτω τοῦ μεταφρένου. ταθέντων γὰρ ἅμα τῶν τεττάρων εἴς τινας τῶν σφοδροτέρων ἐνεργειῶν ἡ χεὶρ κατασπᾶται βιαίως, ἔνθα δ’ οὐδεμιᾶς
15ἐνεργείας σφοδρᾶς ἐστι χρεία, καὶ ὁ μικρὸς μῦς ἐξαρ‐ κεῖ μόνος. ὥσπερ δ’ ἐν τούτοις τὰ μεγέθη τῶν μυῶν ἡ φύσις ἐμέτρησε δικαίως οὕτω κἀν τοῖς ἄλλοις ἅπασι. τὸν γοῦν ἀπὸ τοῦ στέρνου τὸν διφυῆ μέγιστον εἰργά‐

4

.

137

σατο καταφύεσθαι μέλλοντα τῷ ‖ τοῦ βραχίονος ὀστῷ κατὰ μῆκος ὑπὲρ τοῦ παντὶ τῷ θώρακι προσάγειν τὸ κῶλον. εἰ δ’, ὅπερ ἄμεινον, οὐχ ἕνα διφυῆ νομίζοις τὸν μῦν τοῦτον, ἀλλὰ δύο συμφυεῖς, ἔτι δὴ καὶ μᾶλ‐
5λον ἐπαινέσεις αὐτῆς τὴν δικαιοσύνην τὸν ὑψηλότερον πολὺ μείζονα τοῦ ταπεινοτέρου κατασκευασάσης, ἐπει‐ δὴ σφοδροτέραν ἐνέργειαν ἐπεπίστευτο. λέλεκται γὰρ ἤδη καὶ μικρὸν ἔμπροσθεν, ὡς οἱ μὲν ἀνατείνοντες τὰ κῶλα μύες ἰσχυροτέρας ἐνεργείας δέονται τὴν τῶν
10σωμάτων ἐπὶ τὰ κάτω ῥοπὴν ἀντιπράττουσαν ἔχοντες, οἱ κατασπῶντες δ’ οὐ μόνον 〈οὐκ〉 ἀδικούμενοί τι πρὸς αὐτῆς, ἀλλὰ καὶ βοηθούμενοι τὰ μέγιστα συμ‐ πραττούσης ἐφ’ ὃ σπεύδουσι, καὶ μετὰ βραχείας ἰσχύος ἱκανοὶ γίγνονται τὴν οἰκείαν ἐνέργειαν ἐπιτελεῖν. διὰ
15τοῦτ’ οὖν αὐτὸ καὶ οἱ περιστρέφοντες τὰ κῶλα μύες ἐν ἁπάσαις ταῖς διαρθρώσεσιν αὐτοί τ’ εἰσὶ ῥωμαλέοι καὶ τοὺς τένοντας ἔχουσι νευρωδεστάτους, ὅτι βιαιο‐ τάτη τῶν κινήσεών ἐστιν ἡ τοιαύτη πολλαπλασία κατὰ τὴν δύναμιν ὑπάρχουσα τῆς ἁπλῆς. ὡς γάρ, εἰ πολλὰς281 in vol. 2
20κινήσεις ἀλλήλας διαδεχομένας νοήσειας, ἕτοιμον ἦν

4

.

138

συλλογίσασθαι, ‖ πόσῳ πλεονεκτοῦσι τῆς μιᾶς, οὕτω μοι νόει τὴν ἑλίττουσαν τὸ κῶλον ἀνάλογον ἔχειν πολλαῖς ἐφεξῆς τεταγμέναις. ἴσως δ’ ἄν σοι δόξειε τῆς δικαιοσύνης ἡ φύσις ἐπιλελῆσθαι θεασαμένῳ τὸν
5ἀπὸ τῶν κάτω μερῶν τοῦ μεταφρένου μῦν ἀναφερό‐ μενον· οὐ γὰρ ἐχρῆν μέγαν αὐτὸν γεγονέναι κατασπᾶν μέλλοντα τὸν βραχίονα. καὶ δεόντως ἐγκαλέσεις, εἰ τοῦτο μόνον εἰργάσατο· νυνὶ δ’, ἐπειδὴ πρὸς τούτῳ διττὰς ἄλλας κινήσεις ἐκπορίζει τῷ ζῴῳ, περιστρέφων
10μὲν ὀπίσω τὸν βραχίονα, κατασπῶν δ’ ὅλην τὴν ὠμο‐ πλάτην, οὐκ ἂν ἔτι προσηκόντως ἐγκαλοίης. ἀλλὰ μεταβὰς ἤδη πρὸς τὸν περὶ τῆς ὠμοπλάτης λόγον, ἐπειδὴ κατὰ τὴν κοινωνίαν τῶν πραγμάτων ἐμνημο‐ νεύσαμεν ἑνὸς τῶν κινούντων αὐτὴν μυῶν, ἐπίσκεψαι
15περὶ ταύτης ἀρξάμενος ἀπ’ αὐτοῦ τοῦ νῦν ἡμῖν προ‐ κειμένου μυός, ὃν μόνον ἡ φύσις ἀντέταξε παμπόλλοις τοῖς ἀνατείνουσιν αὐτήν, ἐκφύσασα μὲν ἐκ τῶν κάτω τοῦ θώρακος σφονδύλων, περιφύσασα δ’ αὐτίκα τοῖς ἐνταῦθα μέρεσι τῆς ὠμοπλάτης. ἐκ ταύτης γάρ τοι
20τῆς κοινωνίας κατασπᾶν αὐτὴν πέφυκεν, ὡς τό γ’

4

.

139

ἀναφερόμενον αὐτοῦ ‖ μέρος ἐπὶ τὸν βραχίονα τὸ συν‐
εχὲς τῷδε τῆς ἐκείνου κινήσεως ἕνεκα γέγονεν, ἣν ἀρτίως ἐξηγούμενος πέπαυμαι λέγων, ἀλλὰ τό γε κάτω τῆς ὠμοπλάτης περιπεφυκὸς αὐτοῦ μέρος ἐκείνην κα‐282 in vol. 2
5τασπᾷ. βέλτιον γὰρ ἦν οὐ μόνον τὴν κατ’ ὦμον διάρ‐ θρωσιν, ἀλλὰ καὶ τὴν ὠμοπλάτην ὅλην ἐνίοτε κινεῖν ἡμᾶς οὐκ ἀνασπῶντας μόνον ἢ κατασπῶντας, ἀλλὰ καὶ πρὸς τὴν ῥάχιν ἀπάγοντας ὀπίσω καὶ πρόσω πρός τε τὸν τράχηλον ὅλον καὶ τὸ στῆθος. ἀνασπᾷ μὲν οὖν
10αὐτὴν ὁ κατὰ τῆς ῥάχεως ἐκπεφυκὼς πλατὺς καὶ μέγας μῦς εἰς τὸ κατ’ ἰνίον ὀστοῦν τῆς κεφαλῆς ἀνατετα‐ μένος, ἀνασπᾷ δὲ καὶ ὁ λεπτὸς μῦς, ὁ τῶν μὲν αὐτῶν τῆς κεφαλῆς ἐκπεφυκὼς ὀστῶν, ἐμφυόμενος δ’ αὐτῇ κατὰ τὴν βάσιν τῆς ῥάχεως, ὀπίσω δ’ ἀπάγουσιν ἐπὶ
15τὴν ὅλην τοῦ ζῴου ῥάχιν ἕτεροι δύο μύες, ἐκκλίνων μὲν εἰς ὕψος ἐπὶ τοὺς τοῦ τραχήλου σφονδύλους ὁ ὑψηλότερος αὐτῶν, ἀπάγων δ’ ὁ λοιπὸς ἐπὶ τοὺς τοῦ μεταφρένου. ταθέντων δ’ ἀμφοῖν ἅμα κατ’ εὐθὺ τῆς οἰκείας θέσεως ἡ πρὸς τὸν νῶτον αὐτῇ γίγνεται φορά.
20καὶ μὲν δὴ καὶ ὁ ἐκ τῆς πλαγίας ἀποφύσεως τοῦ πρώ‐

4

.

140

του ‖ σφονδύλου τὴν ἔκφυσιν ἔχων μῦς, ἐμφυόμενος αὐτῆς τοῖς πρὸς ἀκρωμίῳ πέρασι, μάλιστα μὲν τοῦτ’ ἐπισπᾶται, σὺν αὐτῷ δὲ καὶ ὅλην τὴν ὠμοπλάτην εἰς τὰ πλάγια τοῦ τραχήλου μέρη, καθάπερ γε καὶ πρὸς
5τὴν πρόσω χώραν ὁ ἐκ τοῦ λαβδοειδοῦς ἀρχόμενος ὁ λεπτὸς μῦς· καὶ γὰρ οὗτος ἐμφύεται τῷ τῆς ὠμοπλά‐ της ὀστῷ πλησίον τῆς ἀκρωμίας. καὶ μέν γε καὶ τῶν
ἀπὸ τοῦ στέρνου μυῶν ἐπ’ αὐτὴν ἀναφερομένων ὁ ὑψηλότερος οὐ μόνον μοι δοκεῖ τοῦ βραχίονος ἐπισπᾶ‐283 in vol. 2
10σθαι τὴν κεφαλήν, ἀλλὰ καὶ τὴν ὠμοπλάτην, ὡς ἂν ἐμφυόμενος τῷ περιέχοντι τὴν διάρθρωσιν ὅλην συν‐ δέσμῳ. συνεπισπῶνται γὰρ οἱ τοιοῦτοι τένοντες οὐκ ἐκεῖνα μόνον τῶν ὀστῶν, οἷς ἐμπεφύκασιν, ἀλλ’ ἐνίοτε καὶ τὰ κοινωνοῦντα καθ’ ὁντινοῦν τρόπον αὐτοῖς.
15φαίνεται δ’ ὁ μῦς οὗτος ἀπονευρώσει πλατείᾳ τῇ κε‐ φαλῇ τοῦ βραχίονος ἐμφυόμενος καὶ τοῦ τῆς διαρ‐ θρώσεως ὅλης συνδέσμου τῇ πρόσω χώρᾳ. τούτοις ἅπασι τοῖς μυσὶν εἷς μόνος ἀντιτέτακται κάτωθεν ὁ πρῶτος ἁπάντων εἰρημένος, ὃν ἐχρῆν δήπου δι’ αὐτό
20τε τοῦτο μὴ παντάπασιν εἶναι σμικρὸν ἔτι τε διὰ τὰς

4

.

141

ὑπο‖λοίπους δύο χρείας· καὶ γὰρ καὶ κατασπᾷ τὸν βραχίονα καὶ περιστρέφει πρὸς τοὐκτός. ὥρα δή μοι καταπαύειν ἤδη καὶ τόνδε τὸν λόγον. ἐν δὲ τῷ μετ’ αὐτὸν ἐπὶ τὰ γεννητικὰ μόρια μεταβὰς ἐξηγήσομαι καὶ
5τὴν ἐν τούτοις τέχνην τῆς φύσεως.
5

4

.

142

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑΤΟΝ.
1 Τριῶν ὄντων σκοπῶν τῇ φύσει τῶν πρώ‐ των ἐν τῇ κατασκευῇ τῶν τοῦ ζῴου μορίων—ἢ γὰρ ἕνεκα τοῦ ζῆν ἐδημιούργησεν αὐτά, καθάπερ ἐγκέφαλον καὶ καρδίαν καὶ ἧπαρ, ἢ τοῦ βέλτιον ζῆν, ὡς ὀφθαλ‐
5μοὺς καὶ ὦτα καὶ ῥῖνας, ἢ τῆς τοῦ γένους διαδοχῆς, ὡς αἰδοῖα καὶ ὄρχεις καὶ μήτρας—ὅτι μὲν οὐδὲν τῶν εἰς αὐτὸ τὸ ζῆν, ἀλλ’ οὐδὲ τῶν εἰς τὸ κάλλιον284 in vol. 2

4

.

143

ζῆν γεγονότων ‖ ἑτέρως ἠδύνατο βέλτιον ἢ ὡς νῦν ἔχει κατεσκευάσθαι, διὰ τῶν ἔμπροσθεν αὐτάρκως ἀπο‐ δέδεικται. λείποι δ’ ἂν ἔτι τὰ τῆς τοῦ γένους ἕνεκα διαδοχῆς ἡμῖν ὑπάρχοντα μόρια διελθεῖν τῷ λόγῳ.
5 Μάλιστα μὲν οὖν ἀθάνατον ἡ φύσις, εἴπερ οἷόν τ’ ἦν, ἐσπούδασε τὸ ἑαυτῆς ἀπεργάσασθαι δημιούργημα· μὴ συγχωρούσης δὲ τῆς ὕλης—ἐξ ἀρ‐ τηριῶν γὰρ καὶ φλεβῶν καὶ νεύρων καὶ ὀστῶν καὶ σαρκῶν οὐχ οἷόν τ’ ἦν τὸ συγκείμενον ἄφθαρτον γε‐
10νέσθαι—τὴν ἐνδεχομένην αὐτῷ βοήθειαν εἰς ἀθα‐ νασίαν ἐμηχανήσατο δίκην ἀγαθοῦ πόλεως οἰκιστοῦ μὴ τῆς ἐν τῷ παραχρῆμα συνοικήσεως μόνης φροντί‐ σαντος, ἀλλ’ ὅπως ἐπὶ τὸ πᾶν ἢ τὸ πλεῖστόν γε τοῦ αἰῶνος ἡ πόλις αὐτοῦ διαφυλάττοιτο προνοησαμένου.
15πόλις μὲν οὖν εὐτυχὴς εἰς τοσοῦτον, ὡς διὰ μῆκος τοῦ χρόνου μηκέτι μνημονεύεσθαι τὸν οἰκιστὴν αὐτῆς, οὐδεμία πω φαίνεται γεγενημένη. τὰ δὲ τῆς φύσεως ἔργα πολλαῖς μυριάσιν ἐτῶν ἤδη τε διήρκεσε καὶ εἰσαῦ‐

4

.

144

θις παραμενεῖ θαυμαστήν τινα ‖ τέχνην ἐξευρούσης αὐτῆς, ὡς ἀεὶ τῷ διαφθειρομένῳ ζῴῳ νέον ἕτερον ἀντικαθίσταιτο. τίς οὖν ἥδε ἡ τέχνη κατά τε ἄλλα σύμπαντα καὶ κατὰ τὸν ἄνθρωπον, ὡς μηδὲν ζῴου
5γένος ἀπόλοιτο, μένοι δ’ εἰς ἀεὶ σῶόν τε καὶ ἀθάνα‐ τον, ὁ λόγος ὅδε διδάσκειν ἐπαγγέλλεται τὴν ἀρχὴν
ἐνθένδε ποιησάμενος. ἅπασι τοῖς ζῴοις ὄργανά τε κυήσεως ἡ φύσις ἔδωκε καί τινα συνῆψεν αὐτοῖς μὲν τοῖς ὀργάνοις ἐξαίρετον δύναμιν εἰς γένεσιν ἡδονῆς,285 in vol. 2
10τῇ χρησομένῃ δ’ αὐτοῖς ψυχῇ θαυμαστήν τινα καὶ ἄρρητον ἐπιθυμίαν τῆς χρήσεως, ὑφ’ ἧς ἐπεγειρόμενα καὶ κεντριζόμενα, κἂν ἄφρονα κἂν νέα κἂν ἄλογα παντάπασιν ᾖ, προνοεῖται τῆς τοῦ γένους διαμονῆς, ὥσπερ εἰ καὶ τελέως ἦν σοφά. γιγνώσκουσα γάρ, ὡς
15οἶμαι, τὴν οὐσίαν, ἐξ ἧς ἐδημιούργησεν αὐτά, μὴ προσ‐ ιεμένην ἀκριβῆ σοφίαν, ἀντὶ ταύτης ἔδωκεν αὐτοῖς ὃ μόνον ἐδύνατο λαβεῖν δέλεαρ εἰς σωτηρίαν τε καὶ φυ‐ λακὴν τοῦ γένους, ἡδονὴν σφοδροτάτην τῇ χρήσει τῶν μορίων συνάψασα.

4

.

145

Πρῶτον μὲν δὴ τοῦτ’ αὐτῆς τὸ σόφισμα θαυμάζειν ἄξιον, ἐφεξῆς δὲ τῶν ὀργάνων τὴν κατα‐ σκευὴν κατὰ τὴν τοῦ σώματος ἰδέαν ἑκάστῳ ζῴῳ δοθεῖ‐ σαν. καί σοι περὶ μὲν τῶν ἄλλων ζῴων 〈ἂν〉 εἴη ποτὲ
5καὶ παρ’ ἡμῶν ἀκοῦσαι τὰ λείποντα τοῖς ὑπ’ Ἀριστο‐ τέλους εἰρημένοις προστιθέντων. ἀνθρώπῳ δὲ—τού‐ του γὰρ ὁ λόγος ἐξ ἀρχῆς ἐνεστήσατο τὴν κατασκευὴν ἐξηγεῖσθαι—πρώτη μὲν ἡ τῶν αἰδοίων φύσις πρό‐ δηλος καὶ πᾶσι γνώριμος εἰς ὅσον τῆς χρείας ἐστό‐
10χασται, καὶ θέσιν ἐπιτήδειον λαβοῦσα καὶ μέγεθος καὶ σχῆμα καὶ τὴν ὅλην διάπλασιν. ἑξῆς δὲ καὶ τῶν ἐν βάθει κατακεκρυμμένων ὀργάνων, ἃ διὰ τῆς ἀνατομῆς ἐφωράθη, μανθάνων ἑκάστου τὴν χρείαν οἶδ’ ὅτι θαυ‐
μάσεις τὴν δημιουργὸν αὐτῶν τέχνην. ἐν μὲν γὰρ τῷ286 in vol. 2
15θήλει γένει τὰς ὑστέρας ὑπέθηκε τῇ γαστρὶ χώραν ταύτην ἀρίστην ἐξευροῦσα πρός τε τὴν ἀφροδίσιον ὁμιλίαν καὶ πρὸς τὴν τοῦ σπέρματος ὑποδοχὴν καὶ προσέτι τήν τε τοῦ κυήματος αὔξησιν καὶ πρὸς τὴν τοῦ τελεωθέντος ἀποκύησιν. οὐδὲ γὰρ ἂν εὕροις ἐπι‐

4

.

146

τη‖δειότερον χωρίον ἐν ἅπαντι τοῦ ζῴου τῷ σώματι πρὸς οὐδὲν τῶν εἰρημένων, ἀλλ’ εἴς τε τὴν συνουσίαν ἄριστον τοῦτο πόρρω τῶν κατὰ τὸ πρόσωπον ὀργάνων ἀπῳκισμένον καὶ πρὸς τὴν τοῦ κυήματος αὔξησιν ἐγκαι‐
5ρότατον ἐπὶ πλεῖστον ἀλύπως διαστέλλεσθαι πεφυκὸς εἴς τε τοὺς τόκους χρηστότατον, ὡς ἂν εἰς τὰ κάτω τε καὶ πρὸς τὰ σκέλη τῆς ἐξόδου τῷ κυηθέντι ῥᾷον ἐσομένης. ὁ γάρ τοι τῶν ὑστερῶν αὐχήν, ὃν ὁδὸν εἴσω μὲν τοῦ σπέρματος, ἔξω δὲ τοῦ τελεωθέντος ἐμβρύου
10παρεσκεύασεν ἡ φύσις, εἰς τὸ γυναικεῖον αἰδοῖον τε‐ λευτᾷ μεμυκὼς μέν, ἐπειδὰν κύῃ τὸ ζῷον, οὕτως ἀκρι‐ βῶς, ὡς μηδὲ τοὐλάχιστον ἢ εἴσωθεν ἔξω χαλᾶν ἢ ἔξωθεν εἴσω παραδέχεσθαι, διοιγόμενος δὲ καὶ τεινό‐ μενος ἐν ταῖς συνουσίαις εἰς τοσοῦτον, ὡς δι’ εὐρείας
15ὁδοῦ φερόμενον τὸ σπέρμα ῥᾳδίως ἐφικνεῖσθαι τοῦ κύτους τῶν ὑστερῶν, ἐν δὲ δὴ τοῖς τόκοις ἐπὶ πλεῖ‐ στον διιστάμενος, ὡς ὅλον ταύτῃ διέρχεσθαι τὸ ἔμβρυον. εὐλόγως οὖν νευρώδης τε ἅμα καὶ σκληρὸς ὑπὸ τῆς φύσεως ἐγένετο, νευρώδης μέν, ἵν’ ἐπὶ πλεῖστον ἐν

4

.

147

μέρει ‖ διαστέλλοιτό τε καὶ συστέλλοιτο, σκληρὸς δ’, ὅπως μήτ’ ἐν ταῖς τοιαύταις τι πάσχοι μεταβολαῖς ἐξευθύνοιτό τε κατὰ τὴν τοῦ σπέρματος ὑποδοχήν. εἰ γὰρ δὴ διὰ μαλακότητα καταπίπτων ἐφ’ ἑαυτὸν ἕλικάς287 in vol. 2
5τινας ἐποιεῖτο καὶ καμπάς, ἐκωλύετ’ ἂν ὑπὸ τῶνδε ταχέως ἐξικνεῖσθαι πρὸς τοὺς κόλπους τῶν ὑστερῶν τὸ σπέρμα, κἀν τούτῳ διεκρίνετ’ ἂν ἀπ’ ἀλλήλων ἥ θ’ ὑγρότης καὶ τὸ πνεῦμα, καίτοι δεόμενα συνιέναι, τὸ μὲν ὡς ἀρχὴ κινητική, ἡ δ’ ὡς ἐπιτήδειος ὕλη πρὸς
10ἀγγείων γένεσιν. οὐ γὰρ δὴ τό γ’ αἷμα τὸ καταμή‐ νιον ἡ πρώτη καὶ οἰκεία πρὸς τὴν τοῦ ζῴου γένεσιν ὕλη, καθάπερ ἐπιδέδεικται δι’ ἑτέρων. ἀλλ’ ὅταν ὑπὸ τοῦ συμφύτου πνεύματος ἡ τοῦ σπέρματος ὑγρότης φερομένη τοῖς τῶν ὑστερῶν ἐμπέσῃ χιτῶσιν, ὡς ἂν
15αὐτή τε γλίσχρος ὑπάρχουσα καὶ τραχέσιν ὁμιλοῦσα σώμασι δίκην ἀλοιφῆς ἑτοίμως κολλᾶται. κἀντεῦθεν ἤδη μιᾷ ῥοπῇ καιροῦ πολλὰ γίγνεται θαυμαστὰ τῆς φύσεως ἔργα περὶ τὴν ἀρχὴν τῆς τοῦ ζῴου γενέσεως, αὐτὰς μὲν συσταλῆναι τὰς μήτρας ὅτι τάχιστα περὶ

4

.

148

τὸ σπέρμα, μῦσαι δὲ σύμπαντά τε τὸν αὐχένα ‖ καὶ μάλιστα τὸ ἔνδον στόμιον αὐτοῦ, τὴν δ’ ὑπαλείφουσαν ὑγρότητα τὰς τραχύτητας τῶν ὑστερῶν ὑπὸ τὴν ἐντὸς ἅπασαν ἐπιφάνειαν αὐτῶν ταθεῖσαν ὑμένα λεπτὸν γε‐
5νέσθαι, ἐν τούτῳ δ’ ἤδη πανταχόθεν ἀκριβῶς φρου‐ ρούμενον τὸ πνεῦμα μήτε διιπτάμενον οἴχεσθαι καὶ
τῶν κινήσεων ὑπάρξασθαι τῶν φυσικῶν, ἕλκον μὲν εἰς τὰς μήτρας διὰ τῶν καθηκουσῶν ἀρτηριῶν τε καὶ φλεβῶν ἰκμάδα λεπτήν, ἐξομοιοῦν δὲ ταύτην ταῖς288 in vol. 2
10ὑγρότησιν, αἷς ἐνδέδεται, καὶ πάχος ἤδη τι καὶ πλῆθος αὐταῖς παρασκευάζον. εἰ δέ γε μὴ διὰ ταχέων ἐνέ‐ πιπτε τοῖς κόλποις τῶν ὑστερῶν, ἀλλ’ ἐν τῷ μεταξὺ διατριβή τις ἐγίγνετο, κἂν ἔφθανεν, ἅτε μικρομερὲς ὑπάρχον καὶ κοῦφον, ἐκπίπτειν τε τῆς ὑγρότητος ἀπόλ‐
15λυσθαί τε διαπνεόμενον. ὅπως δὲ μηδέν τι τοιοῦτον γίγνοιτο, τὸν αὐχένα τῶν μητρῶν ἡ φύσις ἐδημιούρ‐ γησε μετρίως σκληρόν, ὡς ἐν τῇ τοῦ σπέρματος εἴσω φορᾷ τεινόμενόν τε ἅμα καὶ διαστελλόμενον ἐξευθύ‐ νεσθαί τε καὶ ἀνευρύνεσθαι τοσοῦτον, ὅσον ἐπιτήδειον
20ἔμελλεν ἔσεσθαι πρός τε τὴν ἀκώλυτον ὁδὸν τοῦ σπέρ‐

4

.

149

ματος καὶ τὴν ἐπὶ τῷδε σύμπτωσιν ‖ τοῦ στόματος. εἰ δέ γ’ ἀμετρότερον ἦν σκληρός, εὐθύνετο μὲν ἂν ῥᾳδίως, οὐκ ἂν δ’ εὐκόλως τε καὶ ταχέως συνέπιπτεν, ὥσπερ, εἰ καὶ μαλακώτερος ἢ νῦν ἐστιν ὑπῆρχεν, ἑτρι‐
5μότερον μὲν ἂν εἰς ἑαυτὸν ὅλος ἠδύνατο συνιζάνειν, εὐθύνεσθαι δὲ καὶ τείνεσθαι καὶ διευρύνεσθαι χαλεπὸν ἂν ἦν αὐτῷ. πρὸς οὖν ἀμφοτέρας τὰς χρείας ἐναντίας οὔσας ἐξ ἐναντίων ποιοτήτων αὐτὸν ἐκεράσατο δικαίῳ μέτρῳ, σκληρότητος μὲν νείμασα τοσοῦτον, ὅσον εὐρύ‐
10τητά τε ἅμα καὶ εὐθύτητα παρέξειν αὐτῷ σύμμετρον ἔμελλεν [ἔσεσθαι] ἐν ταῖς τοῦ σπέρματος ὑποδοχαῖς,
μαλακότητα δ’ αὐτῇ κεράσασα τοσαύτην, ὡς ἐπὶ πλεῖ‐ στον ἑτοίμως δύνασθαι διαστέλλεσθαί τε καὶ συστέλ‐ λεσθαι. μὴ τοίνυν ἔτι θαυμάζειν ἢ ἐν ταῖς τῶν ζῴων289 in vol. 2
15διαιρέσεσι θεώμενος ἢ παρ’ Ἡροφίλῳ γεγραμμένον ἢ ἄλλῳ τινὶ τῶν ἀνατομικῶν εὑρίσκων, ὡς ὁ τῶν ὑστε‐ ρῶν αὐχὴν διέστραπταί τε καὶ σκολιός ἐστι κατὰ τὸν λοιπὸν ἅπαντα χρόνον, ἐν ᾧ μήτ’ εἴσω φέρεται τὸ σπέρμα μήτ’ ἔξω τὸ ἔμβρυον· ἕπεται γὰρ τοῦτο τῇ
20προειρημένῃ κατασκευῇ συμμέτρως ἐχούσῃ μαλακότητός

4

.

150

τε καὶ σκληρότητος. ‖ εἰ μὲν γὰρ ἀμέτρως σκληρὸς ἦν ὁ τῶν μητρῶν αὐχήν, οὐκ ἂν ἐν τῷ συστέλλεσθαι διεστρέφετο· νυνὶ δ’, ἐπειδὴ βέλτιον ἦν αὐτὸν εἰς ἱκανὸν ἦχθαι μαλακότητος, ὅταν ἀφεθεὶς τῆς τάσεως
5εἰς ἑαυτὸν συνιζήσῃ, ῥυτίδας τινὰς ἐξ ἀνάγκης καὶ καμπὰς καὶ διαστροφὰς ἐπικτᾶται, καὶ τοῦτ’ εἰς τὸ μὴ καταψύχεσθαι τὰ κατὰ τὰς μήτρας μεγάλως συντελεῖ. καὶ διὰ τοῦτ’ ἔν τε ταῖς ἐφ’ ἑκάστῳ μηνὶ καθάρσεσι καὶ τοῖς τόκοις αἱ γυναῖκες μάλιστα ψύχονται· τηνι‐
10καῦτα γὰρ εὐθύς τε γίγνεται καὶ ἀναπεπταμένος ὁ στόμαχος τῶν ὑστερῶν. εἴπερ οὖν διὰ παντὸς ὁμοίως εἶχε, διὰ παντὸς ἂν ὁμοίως κατεψύχοντο. Τοῦτον μὲν οὖν ἕνα, τὸ δὲ κύτος τῶν ὑστερῶν οὐχ ἓν ἡ φύσις ἐποίησεν, ἀλλ’ ἐν μὲν ταῖς
15ὑσὶ καὶ ἄλλοις τισὶ πλείω κυΐσκεσθαι δεομένοις παμ‐ πόλλους κόλπους ἐδημιούργησεν, ἀνθρώπῳ δὲ καὶ τοῖς ὁμοίοις ὥσπερ ὅλον ἐστὶ τὸ σῶμα δίδυμον ἀριστεροῖς
τε καὶ δεξιοῖς, οὕτω καὶ ὁ τῆς ὑστέρας κόλπος, ὁ μὲν290 in vol. 2

4

.

151

ἐν τοῖς δεξιοῖς, ὁ δ’ ἕτερος ἐν ‖ τοῖς ἀριστεροῖς τέ‐ τακται. προνοουμένη γὰρ ἡ φύσις, ὅπως ἂν μὴ ζῴου τι γένος ἀφανισθείη μηδενός, ὅσα διὰ τὴν τοῦ σώμα‐ τος ἀσθένειαν ἤτοι βραχυχρόνια τελέως ἢ βορὰ τοῖς
5ἰσχυροτέροις ἔμελλε γενήσεσθαι, τούτοις ἅπασιν ἴαμα τῆς συνεχοῦς φθορᾶς ἐξεῦρε τὴν πολυγονίαν. ἔστι μὲν δὴ καὶ τοῦτο θαυμαστὸν ἔργον τῆς φύσεως, ἁπάν‐ των δ’ ἂν οἶδ’ ὅτι θαυμάτων ἐπέκεινά σοι δόξειεν ἥκειν τὸ πλῆθος τῶν κόλπων ἰσάριθμον γενόμενον
10τοῖς τιτθοῖς. οὐ γὰρ ἔτ’ ἐγχωρεῖ λέγειν ἐνταῦθα τοῖς σοφισταῖς, ὡς ἄλογος αἰτία καὶ τύχη τις ἄτεχνος ἀν‐ θρώποις μὲν δύο τῶν μητρῶν τοὺς κόλπους ἐδημιούρ‐ γησε, παμπόλλους δὲ ταῖς ὑσί· τὸ γάρ, ὅσος ἐκείνων ὁ ἀριθμός, τοσοῦτον γενέσθαι καὶ τὸν τῶν τιτθῶν
15ἀπάγει τὴν γνώμην τῆς αὐτομάτου γενέσεως. εἰ δὲ δὴ καὶ κατ’ ἄνθρωπον καὶ σῦν οὕτως εἶχε κατὰ τύχην, ἀλλὰ τό γε καὶ τοῖς ἄλλοις ἅπασι ζῴοις ἴσον ἀεὶ τὸν ἀριθμὸν τῶν κυουμένων τοῖς τιτθοῖς γίγνεσθαι, τοῦτ’ οὐκέτ’ ἂν οὐδὲ τοῖς ἀναισχυντοτάτοις ἄνευ προνοίας
20ἀποτελεῖσθαι δόξειεν, εἰ μὴ καὶ τελέως ἀναίσθητοι

4

.

152

τύχοιεν ὑπάρχοντες, εἰ μή τι τὸ τηνικαῦτα τοῖς ‖ τιτ‐ θοῖς ἐπιγίγνεσθαι τὸ γάλα, καθ’ ὃ μάλιστα τέλειον ἤδη τὸ κύημά ἐστι, καὶ δὴ καὶ τοῦτο τύχης τινὸς ἀλό‐ γου νομίζουσιν ἔργον, οὐ τέχνης θαυμαστῆς ὑπάρχειν
5ἐπίδειγμα. καὶ μήν, εἰ καὶ μηδὲν τῶν ἄλλων, ἀλλὰ τοῦτό γε μόνον ἱκανόν ἐστιν ἐπιστρέψαι τὴν διάνοιαν ὡς τεχνικῶς ἀπειργασμένον. μαλακὸν γὰρ ἔτι καὶ ἀσθενὲς ὂν ἕκαστον τῶν ἀποκυηθέντων ζῴων ἀδύνατον ἦν δήπου πέττειν ἤδη τὰ σιτία στερεά. διὰ τοῦτ’ οὖν291 in vol. 2
10ἡ φύσις ὥσπερ ἔτι κυουμένῳ τὴν ἐκ τῆς μητρὸς αὐτῷ τροφὴν παρεσκεύασεν. ὁπόσοις δὲ τῶν ζῴων ὑπὸ ξη‐ ρότητος τοῦ σώματος οὐχ οἷόν τ’ ἦν ὑγρὸν ὑποθρέψαι περίττωμα καθάπερ ἅπασι τοῖς πτηνοῖς, ἕτερον ἐν τούτοις τι τῆς ἀνατροφῆς τῶν ἐκγόνων ἐπετεχνήσατο
15σόφισμα θαυμαστὴν κηδεμονίαν εἰς αὐτὰ τῶν γεννωμέ‐ νων συνάψασα, δι’ ἣν ὑπερμαχεῖ τε ἅμα τῶν νεοττῶν ἀνθίστασθαι τολμῶντα ζῴοις ἀλκίμοις, ἃ πρότερον ὑπέφριττε, καὶ τροφὰς ἐπιτηδείους αὐτοῖς ἐκπορίζει. τὴν μὲν οὖν εἰς ἅπαντα τὰ ζῷα πρόνοιαν τῆς φύσεως
20εἴη ἄν ποτε καὶ αὖθις ἰδίᾳ καθ’ ἑαυτὴν διελθεῖν. ὁ δ’ ἄνθρωπος—ἐπὶ τοῦτον γὰρ ἐξ ἀρχῆς ὁ λόγος ‖

4

.

153

ὥρμηται—τά τ’ ἄλλα μόρια τοῦ σώματος ἅπαντα θαυμαστῶς ἐδείχθη κατεσκευασμένος, ἀτὰρ οὐδὲ τὰ περὶ τὴν γένεσιν ἀπολείπεται τῶν ἄλλων. ὥσπερ γὰρ αἱ μῆτραι δύο γεγόνασι ταῖς γυναιξὶν εἰς ἕνα περαί‐
5νουσαι τράχηλον, οὕτω καὶ τιτθοὶ δύο, τῆς καθ’ ἑαυ‐ τὸν ἑκάτερος μήτρας οἷον ὑπηρέτης τις ἀγαθός. οὕτω γοῦν καὶ Ἱπποκράτης ἔλεγε· „γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται δίδυμα ἐχούσῃ,
θάτερον ἐκτιτρώσκει, καὶ ἢν μὲν ὁ δεξιὸς ἰσχνὸς γέ‐292 in vol. 2
10νηται, τὸ ἄρσεν, ἢν δὲ ὁ ἀριστερός, τὸ θῆλυ.“ οὗτος γὰρ ὁ λόγος ἐκείνῳ συνᾴδει· „ἔμβρυα τὰ μὲν ἄρρενα ἐν τοῖσι δεξιοῖσι, τὰ δὲ θήλεα ἐν τοῖσι ἀριστεροῖσι μᾶλλον.“ οἶδα μὲν οὖν ἐφαπτόμενος οὐ σμικροῦ λόγου, γιγνώσκω δὲ καὶ ὡς οὐκ ἔστιν οἷόν τε καλῶς ἐξηγή‐
15σασθαι τῶν γεννητικῶν μορίων τὰς χρείας ἄνευ τῶν φυσικῶν ἐνεργειῶν. ἐδείχθη γάρ μοι καὶ κατ’ ἀρχὰς τοῦδε τοῦ λόγου παντός, ὡς οὐκ ἐνδέχεται τὰς χρείας ἐξευρεῖν ἑκάστου τῶν καθ’ ἕκαστον ὄργανον μορίων ἄνευ τοῦ γνῶναι τὴν ἐνέργειαν. ὥσπερ οὖν ἐν ἅπασι

4

.

154

τοῖς ἔμπροσθεν ὑποθέσεις τοῖς ἐνεστηκόσι λόγοις ‖ τὰ δι’ ἑτέρων ἀποδεδειγμένα ποιούμενοι τὰς χρείας τῶν μορίων ἐξηγησάμεθα, καὶ νῦν οὕτω δράσομεν. ὅτι μὲν γὰρ ἐν τῇ δεξιᾷ μήτρᾳ σπανίως εὑρίσκεταί ποτε θῆλυ
5περιεχόμενον ἔμβρυον, ἐν τοῖς Περὶ τῆς Ἱπποκράτους ἀνατομῆς ἐπὶ πλέον εἴρηται· φαίνεται δ’ ἐναργῶς ὁση‐ μέραι καὶ ἡ τῶν τιτθῶν πρὸς τὰς μήτρας κοινωνία κατά τε τὰς φθορὰς τῶν ἐμβρύων, ὑπὲρ ὧν Ἱπποκράτης ἡμᾶς ἐδίδασκε, καὶ πρὸ τούτων ἔτι κατὰ φύσιν ἔχον‐
10τος τοῦ ζῴου. μικροὶ μὲν γὰρ αὐξανομένων ὁμοίως ταῖς μήτραις εἰσί, τελεωθέντων δὲ καὶ τὴν τοῦ γεννᾶν ὥραν ἀπολαβόντων συνεξαίρονται ταῖς ὑστέραις ἄχρι τοῦ προσήκοντος μεγέθους, ἐν ᾧ καταστάντων ἀμφοῖν τῶν ὀργάνων ὑποδέξασθαι μὲν τὸ σπέρμα καὶ τελεῶ‐
15σαι τὸ κύημα τῶν ὑστερῶν ἔργον, ἐκθρέψαι δὲ τὸ
γεγεννημένον ἤδη τῶν τιτθῶν. εἰ γὰρ δὴ ταῖς διαι‐ ρέσεσι τῶν ζῴων προσέχοις τὸν νοῦν, ἐπὶ μὲν τῶν ἔτ’ αὐξανομένων ὄψει τὰς κύστεις πολὺ μείζους τῶν μη‐ τρῶν, ἐπὶ δὲ τῶν ἤδη τετελειωμένων τὰς μήτρας τῶν293 in vol. 2

4

.

155

κύστεων. ‖ ἡ μὲν γὰρ κύστις ἀνάλογον ἅπασι τοῖς ἄλλοις αὐξάνεται μορίοις, ὡς ἂν καὶ τὴν αὐτὴν ὑπη‐ ρεσίαν ἐν ἁπάσαις ταῖς ἡλικίαις παρεχομένη. τὸ δὲ τῶν μητρῶν ἔργον οὔτ’ αὐξανομένων ἔτι τῶν ζῴων
5οὔτ’ ἤδη γεγηρακότων ἐγχωρεῖ γίγνεσθαι καλῶς, εἴ γε δὴ τροφῆς χρηστῆς περιττευούσης χρεία τοῖς κυουμέ‐ νοις ἐστίν, ἣν ἐν μόνοις τοῖς ἀκμάζουσι ζῴοις οἷόν τε περιττεύειν. ἐν μὲν γὰρ τοῖς παρηβῶσιν ἀρρωστίᾳ τῆς δυνάμεως οὐκ ἐκπέττεται καλῶς, ὥστε ἀγαπητὸν
10αὐτοῖς, εἴ γε πρὸς τὴν ἰδίαν χρείαν αὐτάρκης παρε‐ σκεύασται· ἐν δ’ αὖ τοῖς αὐξανομένοις ἡ μὲν δύναμις ἰσχυρὰ καὶ διὰ ταύτην ἡ πεπεμμένη τε καὶ χρηστὴ τροφὴ πλείστη, δεόμενα δ’ εἰς δύο ἐνεργείας αὐτῇ καταχρῆσθαι, θρέψιν τε καὶ αὔξησιν, οὐδὲν ἀπολείπει
15περιττόν. ἐν μόνοις οὖν τοῖς ἀκμάζουσιν, ὡς ἂν καὶ τῆς αὐξήσεως ἤδη πεπαυμένης καὶ τῆς δυνάμεως ἔτι ἐρρωμένης, ἡ τῆς χρηστῆς τροφῆς περιουσία δαψιλής ἐστι, καὶ διὰ τοῦθ’ ἡ φύσις ἐν μὲν τούτοις τοῖς ζῴοις

4

.

156

μεγίστας ἀπεργάζεται τὰς ὑστέρας, ‖ ἐν δὲ τοῖς ἀτελέσι καὶ γεγηρακόσι σμικράς, ὅτι τοῖς μὲν εἰς τὰς κυήσεις ἀξιολόγου δεῖ μεγέθους, ἐν οἷς δ’ ἀργήσειν ἔμελλε, παντάπασι περιττὸν τὸ μέγεθος.
5Ἆρ’ οὖν ταῦτα πάντα περί τε τοὺς τιτ‐
θοὺς γίγνεται καὶ τὰς μήτρας αὐτῶν τῶν ὀργάνων ἃ χρὴ πράττειν εἰδότων ἐκ λογισμοῦ τινος; ἢ οὕτω μὲν οὐδ’ ὄργανα μείνειεν ἄν, ἀλλὰ λογικὰ γένοιτ’ ἂν ζῷα καιρὸν καὶ μέτρον κινήσεως ἐπιστάμενα, προστεθείσης294 in vol. 2
10δ’ ἀνάγκης τινὸς αὐτοῖς ἐν τῇ κατασκευῇ φυσικῆς εἰς τὰς εἰρημένας ἀγούσης κινήσεις αὐτὰ μὲν ὄργανά τε καὶ ζῴου μόρια φυλαχθήσεται, τέχνην δὲ θαυμαστὴν ἐνδείξεται τοῦ δημιουργοῦ; ὥσπερ γὰρ οἱ τὰς τῶν πλανωμένων ἀστέρων περιόδους μιμούμενοι διά τινων
15ὀργάνων ἀρχὴν αὐτοῖς κινήσεως ἐνδόντες αὐτοὶ μὲν ἀπαλλάττονται, τὰ δ’, ὡς εἰ καὶ παρὼν ἔτυχε καὶ διὰ παντὸς ἐπιστατῶν αὐτοῖς ὁ δημιουργός, οὕτως ἐνεργεῖ, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον ἕκαστον τῶν ἐν τῷ σώ‐ ματι μορίων ἀκολουθίᾳ τέ τινι καὶ διαδοχῇ κινήσεως

4

.

157

ἀπὸ τῆς πρώτης ἀρχῆς ἐνεργεῖ μέχρι παντὸς ‖ οὐδενὸς ἐπιστάτου δεόμενον. ἡμεῖς δ’ εἰ καὶ μὴ σαφῶς ἐξη‐ γήσασθαι πάντα δυνάμεθα τὰ τῆς φύσεως ἔργα, δύσ‐ φραστα γὰρ ἱκανῶς ἐστι, νοῆσαι γοῦν αὐτὰ πειρατέον
5ἅπαντα, καὶ πρῶτον μὲν τῆς τῶν τιτθῶν κοινωνίας πρὸς τὰς μήτρας ἐξευρεῖν τὴν αἰτίαν, ἔπειτα δέ, διὰ τί τὰ μὲν ἄρρενα κατὰ τὸ δεξιὸν αὐτῶν κύτος εὑρί‐ σκεται, τὰ δὲ θήλεα κατὰ θάτερον, ἐξηγήσασθαι, καὶ περὶ τῆς τοῦ γάλακτος γενέσεως καὶ τοῦ συναύξεσθαί
10τε καὶ συμμειοῦσθαι τὰς μήτρας τοῖς τιτθοῖς καὶ πρὸ τούτων ἁπάντων, οἷον μέν τι τὸ ἄρρεν ἐστὶ τὴν φύσιν, οἷον δὲ τὸ θῆλυ. τοῦτο γὰρ ἔμοιγε δοκεῖ τὸ σκέμμα καθάπερ τις ἀρχὴ καὶ πηγὴ γενήσεσθαι τῆς τῶν ἄλλων
εὑρέσεως. ὅτι μὲν οὖν ἀτελέστερον τὸ θῆλυ τοῦ ἄρ‐295 in vol. 2
15ρενος, ὀρθῶς ὁ Ἀριστοτέλης ἐγίγνωσκεν, οὐ μὴν ἐπὶ τὸ τέλος γ’ ἐξίκετο τοῦ λόγου παντός, ἀλλ’ αὐτὴν τὴν οἷον κεφαλήν μοι δοκεῖ παραλιπεῖν, ἣν ἐγὼ νῦν προσ‐ θεῖναι πειράσομαι τὰ μὲν ὑπ’ ἐκείνου τε καλῶς ἀπο‐ δεδειγμένα καὶ πρὸς Ἱπποκράτους ἔτι πρότερον ὑπο‐

4

.

158

θέσεις ‖ τῷ λόγῳ ποιησάμενος, ὅσον δ’ ἐνδεῖ πρὸς τὸ τέλεον, αὐτὸς τοῦτ’ ἐξεργασάμενος. Ἔστι δὴ τὸ θῆλυ τοῦ ἄρρενος ἀτελέστε‐ ρον ἑνὶ μὲν καὶ πρώτῳ λόγῳ, διότι ψυχρότερον· εἴπερ
5γὰρ ἐν τοῖς ζῴοις δραστικώτερόν ἐστι τὸ θερμόν, ἀτε‐ λέστερον ἂν εἴη τὸ ψυχρότερον τοῦ θερμοτέρου· δευτέρῳ δὲ λόγῳ τῷ διὰ τῆς ἀνατομῆς φαινομένῳ. τοῦτον καὶ μάλιστα τὸν λόγον ὀλίγον ἔμπροσθεν ᾐνιττόμην ἔσε‐ σθαί μοι δύσφραστον· ἀλλὰ γάρ, ἐπειδὴ καλεῖ καιρός,
10ἐπιτολμητέον αὐτῷ. σὺ δὲ ὁ τοῖσδε τοῖς γράμμασιν ὁμιλῶν μὴ πρότερον ἐξετάζειν ἅπασαν αὐτοῦ τὴν ἀλή‐ θειαν, εἰ μὴ τῶν λεγομένων αὐτόπτης γένοιο· προσ‐ θήσει γὰρ εὖ οἶδ’ ὅτι τὸ λεῖπον τῷ λόγῳ τῶν μορίων ἡ θέα. πάντ’ οὖν, ὅσα τοῖς ἀνδράσιν ὑπάρχει μόρια,
15ταῦτα καὶ ταῖς γυναιξὶν [ἰδεῖν ἔστιν] ἐν ἑνὶ μόνῳ τῆς διαφορᾶς οὔσης αὐτοῖς, οὗ παρὰ πάντα χρὴ μεμνῆσθαι τὸν λόγον, ὡς ἔνδον μὲν τὰ τῶν γυναικῶν ἐστι μόρια, τὰ δὲ τῶν ἀνδρῶν ἔξω ἀπὸ τοῦ κατὰ τὸν περίνεον

4

.

159

ὀνομαζόμενον χωρίου. ‖ θάτερα γὰρ αὐτῶν ὁπότερα βούλει νοήσας πρότερα, τὰ μὲν τῶν γυναικῶν ἐκτρέ‐ ψας ἐκτός, τὰ δὲ τῶν ἀνδρῶν οἷον ἐντρέψας τε καὶ ἐνδιπλώσας ἔσω πάντ’ ἀλλήλοις εὑρήσεις τὰ αὐτά.296 in vol. 2
5νόησον δέ μοι πρότερα τὰ τῶν ἀνδρῶν ἐντρεπόμενά τε ἅμα καὶ εἴσω χωροῦντα μεταξὺ τοῦ τ’ ἀπευθυσμέ‐ νου καὶ τῆς κύστεως. ἀλλ’ εἰ τοῦτο γίγνοιτο, τὴν μὲν τῶν μητρῶν χώραν ἀνάγκη καταλαβεῖν τὸν ὄσχεον, ἔξωθεν δ’ ἑκατέρωθεν αὐτῷ παρακεῖσθαι τοὺς ὄρχεις
10αὐχένα τε τοῦ γενομένου κόλπου τὸν καυλὸν τοῦ ἄρ‐ ρενος ἀπεργασθῆναι, τὸ δ’ ἐπὶ πέρατι τοῦ καυλοῦ δέρμα τὴν νῦν πόσθην ὀνομαζομένην αὐτὸ τὸ γυναι‐ κεῖον αἰδοῖον γενέσθαι. νόησον δέ μοι πάλιν ἐκτρε‐ πομένην τε ἅμα καὶ προπίπτουσαν ἔξω τὴν μήτραν.
15ἆρ’ οὐκ ἀνάγκη καὶ νῦν ἔσωθεν μὲν αὐτῆς γενέσθαι τοὺς ὄρχεις, αὐτὴν δ’ ἔξωθεν αὐτοῖς οἷον ὄσχεόν τινα περικεῖσθαι, τὸν δ’ ἐντὸς τοῦ περινέου τέως κατα‐ κεκρυμμένον αὐχένα νῦν ἐκκρεμῆ γενόμενον ἀνδρεῖον αἰδοῖον ἀποτελεσθῆναι καὶ τὸ γυναικεῖον αἰδοῖον,
20ἐπίφυσιν οὖσαν δερματώδη τοῦδε τοῦ αὐχένος, εἰς

4

.

160

τὴν ὀνομαζομένην πόσθην ‖ μεταπεσεῖν; ἀκόλουθον δὲ τούτοις δηλονότι καὶ τὰς τῶν ἀρτηριῶν καὶ φλεβῶν θέσεις καὶ προσέτι τῶν σπερματικῶν ἀγγείων συμμε‐ ταπεσεῖν. ἓν γὰρ οὐδὲν ἔστιν εὑρεῖν μόριον ἐν τοῖς
5ἀνδράσι περιττεῦον ἀλλ’ ἢ τὴν θέσιν μόνην ἐξηλλα‐ γμένην· ἃ γὰρ ἔνδον ταῖς γυναιξί, ταῦτ’ ἔξω τοῖς
ἀνδράσιν. οἷόν τι καὶ κατὰ τοὺς τῶν ἀσπαλάκων ὀφθαλμοὺς ἰδεῖν ἔστι. καὶ γὰρ ὑαλοειδὲς ὑγρὸν οὗτοί γε καὶ κρυσταλλοειδὲς ἔχουσι καὶ τοὺς ἀμφὶ τούτοις297 in vol. 2
10χιτῶνας, οὓς ἀπὸ τῶν μηνίγγων ἐλέγομεν πεφυκέναι, καὶ τούτους οὐδὲν ἧττον ἔχουσι τῶν χρωμένων ὀφθαλ‐ μοῖς ζῴων. ἀλλ’ οὐκ ἠνεῴχθησαν αὐτοῖς οὐδὲ προὔβησαν ἐκτός, ἀλλ’ ἀτελεῖς ταύτῃ κατελείφθησαν ὅμοιοι φυλα‐ χθέντες τοῖς τῶν ἄλλων ἔτι κυουμένων. ἔστι γὰρ δὴ
15τῶν ἐν τοῖς ζῴοις φύσεων, ὡς Ἀριστοτέλης ἐπὶ πλεῖ‐ στον ἐδείκνυεν, οὐ σμικρὰ διαφορά. τὰ μέν γε πρῶ‐ τον ἀποκεχώρηκε τῶν φυτῶν καὶ ἔστιν ἁπάντων ζῴων ἀτελέστατα μίαν αἴσθησιν ἔχοντα τὴν ἁφήν, οἷα δὴ τὰ πλεῖστα τῶν ὀστρέων ἐστίν, οἷς οὐ μόνον αἰσθή‐

4

.

161

σεως ‖ ὄργανον οὐδέν, ἀλλ’ οὐδὲ κῶλον ἢ σπλάγχνον ὑπάρχει τι διηρθρωμένον, ἀλλ’ ἔστιν ὀλίγου δεῖν φυτά. τούτων δ’ ἐπὶ πλέον ἀφέστηκεν, ὅσα γεύεσθαι πέφυκε, καὶ τούτων ἔτι μᾶλλον, οἷς καὶ τὸ τῶν ὀσμῶν ὄργανον
5ἐγένετο, καὶ πολὺ δὴ τούτων ἔτι μᾶλλον, οἷς καὶ τὸ τῆς ἀκοῆς. ἐγγὺς δ’ ἥκει τῶν τελέων, οἷς καὶ ταῦτα καὶ τὸ τῆς ὄψεως ὄργανον ὑπάρχει. τοιοῦτοι μὲν δὴ καὶ οἱ ἰχθύες, ἀλλ’ οὔτε πόδες εἰσὶ τούτοις γε οὔτε χεῖρες. ἀλλὰ λέοντες καὶ κύνες οὐ μόνον πόδας, ἀλλὰ
10καὶ οἷον χεῖρας ἐκτήσαντο, καὶ τούτων ἔτι μᾶλλον
ἄρκτοι τε καὶ πίθηκοι. τελέα δὲ χεὶρ ἤδη μόνοις τοῖς ἀνθρώποις ἐστίν, ὥσπερ γε καὶ ὁ χρησόμενος αὐτῇ λογισμός, οὗ θειότερον οὐδὲν ἐγγίγνεται ζῴῳ θνητῷ. καθάπερ οὖν ἄνθρωπος ἁπάντων ζῴων ἐστὶ τὸ τελεώ‐298 in vol. 2
15τατον, οὕτως ἐν αὐτῷ τούτῳ πάλιν ἀνὴρ γυναικὸς 〈τελεώτεροσ〉. ἡ δ’ αἰτία τῆς τελειότητος ἡ τῆς θερ‐ μότητος ὑπεροχή· τοῦτο γάρ ἐστι πρῶτον ὄργανον τῆς φύσεως. ἐν οἷς οὖν ἐλλιπέστερον, ἐν τούτοις ἀναγ‐ καῖον ἀτελέστερον εἶναι καὶ τὸ δημιούργημα. οὔκουν

4

.

162

θαυμαστὸν οὐδέν, εἰ τὸ θῆλυ τοῦ ἄρρενος ‖ εἰς τοσοῦ‐ τον ἀτελέστερον, εἰς ὅσον ψυχρότερον. ὥσπερ οὖν ἀτελεῖς ἔσχεν ὀφθαλμοὺς ὁ ἀσπάλαξ, οὐ μὴν οὕτω γε ἀτελεῖς, ὡς οἷς οὐδ’ ὅλως ἐστὶ ζῴοις οὐδ’ ὑπογραφή
5τις αὐτῶν, οὕτω καὶ γυνὴ τοῖς γεννητικοῖς μορίοις ἀνδρὸς ἀτελεστέρα· διεπλάσθη μὲν γὰρ ἔνδον αὐτῆς ἔτι κυουμένης τὰ μόρια, προκύψαι δὲ καὶ ἀνατεῖλαι πρὸς τοὐκτὸς ἀρρωστίᾳ θερμότητος οὐ δυνηθέντα τὸ μὲν διαπλαττόμενον αὐτὸ ζῷον ἀτελέστερον ἀπειργάσατο
10τοῦ πάντη τελέου, τῷ δ’ ὅλῳ γένει χρείαν οὐ σμικρὰν παρέσχεν, ἔδει γὰρ εἶναί τι καὶ θῆλυ. μὴ γὰρ δὴ νομίσῃς, ὡς ἑκὼν ἄν ποτε τὸ ἥμισυ μέρος ὅλου τοῦ γένους ἡμῶν ὁ δημιουργὸς ἀτελὲς ἀπειργάσατο καὶ οἷον ἀνάπηρον, εἰ μή τις καὶ τούτου τοῦ πηρώματος
15ἔμελλεν ἔσεσθαι χρεία μεγάλη. τίς οὖν ἥδε, καὶ δὴ
λέγωμεν. τὸ κυούμενον εἴς τε τὴν πρώτην σύστασιν εἴς τε τὴν ἑξῆς ἅπασαν αὔξησιν ὕλης δεῖται δαψιλοῦς. ὥστ’ ἀναγκαῖον αὐτῷ δυοῖν θάτερον ἢ ἀφαρπάζειν299 in vol. 2

4

.

163

αὐτῆς τῆς κυούσης τὴν τροφὴν ἢ ‖ περιττεύουσαν λαμβάνειν. ἀλλὰ τὸ μὲν ἀφαρπάζειν βλάπτειν ἦν τὸ γεννῶν, τὸ δὲ περιττεύουσαν λαμβάνειν ἀδύνατον, εἰ θερμὸν ἀκριβῶς ἦν τὸ θῆλυ· διεφόρησε γὰρ ἂν οὕτω
5τε καὶ ῥᾳδίως αὐτὴν ἐξίκμασε. ψυχρότερον οὖν αὐτὸ γενέσθαι βέλτιον ἦν εἰς τοσοῦτον, εἰς ὅσον, ἣν ἔπεψε καὶ κατειργάσατο τροφήν, μὴ πᾶσαν δύνασθαι διαφο‐ ρεῖν. τὸ μὲν γὰρ ἐπὶ πλέον ψυχρὸν οὐδὲ πέττειν ἱκανόν, τὸ δ’ αὖ τελέως θερμόν, ὥσπερ πέττειν, οὕτω
10καὶ διαφορεῖν ἰσχυρόν. ὅπερ ἂν οὖν ἀπολείπηται μὴ πάνυ πολλῷ τοῦ τελέως θερμοῦ, καὶ πέττειν ἱκανόν ἐστιν, ὡς ἂν μηκέτι ψυχρὸν ὄν, καὶ καταλείπειν τι περιττόν, ὡς ἂν οὔπω σφοδρῶς ὑπάρχον θερμόν. αὕτη μὲν ἡ χρεία τῆς τοῦ θήλεος ψυχρότητος. εὐθὺς δ’
15ἀκολουθήσειν ἔμελλεν αὐτῇ καὶ τὸ τῶν μορίων ἀτελὲς ἀρρωστίᾳ θερμότητος ἀδυνατησάντων ἀνακύψαι πρὸς τοὐκτός, ἕτερόν τι τοῦτο μέγιστον ἀγαθὸν εἰς τὴν τοῦ γένους διαδοχήν. ὃ γάρ, εἴπερ ἐκτὸς ἀνέσχεν, ὄσχεος
ἂν ἐγένετο, τοῦτ’ ἔνδον μεῖναν, ἡ τῶν ὑστερῶν φύσις300 in vol. 2
20ἀπετελέσθη, δέξασθαι καὶ κατασχεῖν σπέρμα καὶ θρέ‐

4

.

164

ψαι καὶ ‖ τελειῶσαι τὸ κυούμενον ἐπιτήδειον ὄργανον. εὐθὺς δὲ δήπου καὶ τοὺς ὄρχεις ἔμελλε τὸ θῆλυ μι‐ κροτέρους τε καὶ ἀτελεστέρους ἴσχειν καὶ τὸ σπέρμα τὸ κατ’ αὐτοὺς γεννηθησόμενον ἔλαττόν τε καὶ ψυχρό‐
5τερον καὶ ὑγρότερον· ἕπεται γὰρ οὖν καὶ ταῦτ’ ἐξ ἀνάγκης ἐνδείᾳ θερμότητος. οὔκουν ἱκανὸν ἔμελλεν ἔσεσθαι τὸ τοιοῦτον σπέρμα γεννᾶν ζῷον. ἀλλὰ τοῦτο μὲν ἐς ὅτι χρήσιμόν ἐστιν—οὐδὲ γὰρ οὐδ’ αὐτὸ μάτην ἐγένετο—προϊὼν ὁ λόγος ἐξηγήσεται. τὸ δ’
10ἄρρεν εἰς ὅσον ἐστὶ θερμότερον, εἰς τοσοῦτον οἱ ὄρχεις αὐτοῦ μείζους ἀπετελέσθησαν. ἡ δ’ ἐν αὐτοῖς τοῦ σπέρματος γένεσις εἰς ἄκρον ἥκουσα πέψεως ἀρχὴ δρα‐ στικὴ ζῴου γέγονεν. ἐκ μιᾶς οὖν ἀρχῆς σοφῶς ἐξευ‐ ρημένης τῷ δημιουργῷ, καθ’ ἣν ἀτελέστερον ἐγένετο
15τοῦ ἄρρενος τὸ θῆλυ, πάντ’ ἐξέβλαστε τὰ πρὸς τὴν τοῦ ζῴου γένεσιν χρηστά, τό τε μὴ δυνηθῆναι πρὸς τοὐκτὸς ἐκπεσεῖν τὰ τοῦ θήλεος μόρια τό τε περίτ‐ τωμα τροφῆς χρηστῆς ἀθροίζειν αὐτὸ καὶ σπέρμα σχεῖν ἀτελὲς καὶ κοῖλον ὄργανον εἰς ὑποδοχὴν τοῦ τελέου
20σπέρματος τό τε τοῖς ἄρρεσιν ἁπάντων ἐναντίων ‖

4

.

165

γενομένων αἰδοῖόν τε πρόμηκες ἀποτελεσθῆναι πρός τε τὴν ἀφροδίσιον ὁμιλίαν καὶ πρὸς τὴν τοῦ σπέρμα‐ τος ἔκκρισιν ἐπιτηδειότατον αὐτό τε τὸ σπέρμα παχὺ
καὶ πολὺ καὶ θερμὸν ἀπεργασθῆναι.301 in vol. 2
5 Μὴ τοίνυν νόμιζε κατ’ ἄλλους μέν τινας λόγους κινεῖσθαι τὸ σπέρμα πρὸς τὴν τῶν ἀρρένων ζῴων γένεσιν, κατ’ ἄλλους δὲ πρὸς τὴν τῶν θήλεων· οὕτω μὲν γὰρ οὐδ’ ἂν ὁμοειδοῦς τινος ἀρχὴ γίγνοιτο ζῴου τῶν λόγων ὅλως τῆς κινήσεως ὑπαλλαττομένων.
10ἀλλ’, ὡς εἴρηται νῦν, τὸ μὲν ἀτελέστερον ἐν τῇ κινή‐ σει θῆλυ, τὸ δὲ τελεώτερον ἄρρεν γίγνεται. τοῦ δ’ ἀτελέστερον ἢ τελεώτερον κινεῖσθαι τὴν κατὰ τὸ ψυ‐ χρὸν καὶ θερμὸν ἀνισότητα δεόντως ἄν τις αἰτιάσαιτο καὶ πρὸς μίαν ἀρχὴν ταύτην, εἴπερ ἀκριβῶς ἐστι φυ‐
15σικός, ἅπαντα τὰ κατὰ μέρος ἀνάγοι. πῶς οὖν αὐτὴν ταύτην ἀρχὴν οἷόν τε τοῖς κυουμένοις ἐγγίγνεσθαι; τοῖς μὲν γὰρ καὶ τὸ θῆλυ νομίζουσι γόνιμον σπερ‐ μαίνειν, ὅταν αἱ κατ’ ἐκεῖνο κινήσεις ἐγκρατέστεραι γενηθῶσι τῶν κατὰ τὸ ἄρρεν, οὐδὲν θαυμαστὸν εἶναι

4

.

166

δοκεῖ ‖ θῆλυ γενέσθαι τὸ κυούμενον. ἀλλὰ πρῶτον μὲν οὐ συνιᾶσιν οὗτοι δύο κινήσεων ἀρχὰς ποιοῦντες ἀλλήλαις μαχομένας. εἰ γὰρ καὶ ὅτι μάλιστα κινήσεως ἀρχὴν ἔχοι τὸ τοῦ θήλεος σπέρμα, πάντως δήπου τῆς
5αὐτῆς ἔχει τῷ ἄρρενι καὶ δεῖται κεράννυσθαί τε πρὸς αὐτὸ καὶ ὡς ἓν ἐνεργεῖν τοῦ λοιποῦ. ἢ εἴπερ μὴ δεῖ‐ ται, τί κωλύει τὸ θῆλυ μόνον εἰς αὑτὸ σπερμαῖνον οὕτω τελεσφορεῖν τὸ κύημα; καὶ μὴν οὐ φαίνεται τοῦτο. δῆλον οὖν, ὡς χρῄζει πάντως τοῦ ἄρρενος·
10ἀλλ’ εἰ χρῄζει, κεράννυταί τ’ ἐξ ἀνάγκης αὐτῷ καὶ μία σύμφυτος ἐξ ἀμφοῖν γίγνεται κίνησις. οὐ γὰρ ἐνδέχεται τὸ μὲν ἄλλως, τὸ δ’ ἄλλως κινούμενον εἰς ἑνὸς ζῴου γένεσιν συντελεῖν. ὅλως δὲ τὸ νομίζειν ἄλλην μέν τινα τοῦ θήλεος ὑπάρχειν σπέρματος ὁδὸν302 in vol. 2
15καὶ τάξιν κινήσεως, ἄλλην δὲ τοῦ ἄρρενος ἀγυμνάστων ἐστὶν ἀνθρώπων ἐν τοῖς περὶ φύσεως λογισμοῖς. εἴτε γὰρ αὐτὸ τὸ σπέρμα τοῦ θήλεος εἴτε καὶ τὸ κατιὸν

4

.

167

εἰς τὰς μήτρας αἷμα κινήσεως ἀρχήν τινα συν‖εισφέ‐ ροιτο, τῆς αὐτῆς δήπουθεν ἀκριβῶς, ἧσπερ καὶ τῷ τοῦ ἄρρενος σπέρματι μέτεστιν, ἐξηγήσεται κινήσεως. ἔστι δὲ δὴ τοῦτο κἀπὶ τῶν ἀλεκτορίδων εὔδηλον. κυΐσκον‐
5ται γὰρ αὗται τὰ ὑπηνέμια καλούμενα τῶν ᾠῶν ἄνευ τῆς πρὸς τοὺς ἄρρενας ὁμιλίας, οἷς ὅτι μὲν ἐνδεῖ τι πρὸς τὸ τέλεον, ἐκ τοῦ μὴ δύνασθαι ζῷον ἐξ αὐτῶν γεννηθῆναι δηλοῦται. τὴν δ’ οὖν ἰδέαν ὅτι σύμπασαν ἔχει καὶ ταῦθ’, οἵανπερ καὶ τὰ λοιπὰ τῶν ᾠῶν, ἐναρ‐
10γῶς φαίνεται· μόνη γὰρ ἡ παρὰ τοῦ ἄρσενος αὐτοῖς ἐνδεῖ θερμότης εἰς τελειότητα. ἀλλὰ τοῦτό γε τοῖς πεζοῖς ζῴοις ἀδύνατον ὑπάρξαι. πάντα γὰρ ὑγρότερα μακρῷ τῶν πτηνῶν ὄντα παντάπασιν ἀσθενὲς ἔχει τοῦ θήλεος τὸ σπέρμα καὶ ἀδύνατον εἰς τοσοῦτον προβῆναι
15κινήσεως, ὡς μορφὴν τεχνικὴν περιθεῖναι τῷ κυήματι. μόνον δ’ εἴ τι ξηρὸν τὴν κρᾶσιν ἱκανῶς ἐστι γένος ζῴου, τὸ περιττὸν τῆς ψυχρᾶς ἰκμάδος ἐν τῷ τοῦ θή‐ λεος σπέρματι δαπανῆσαι δυνάμενον ἄχρι τινός, οἷόν
τε τοῦτο χωρὶς τοῦ ἄρρενος ἐργάσασθαι κύημα τοι‐303 in vol. 2
20οῦτον, οἷον ἐν ἐκείνοις ἐστὶ τοῖς ζῴοις ᾠόν. ἀλλ’ ἔν

4

.

168

γε τοῖς πεζοῖς ζῴοις ἀνάλογον ‖ ᾠῷ τί ἂν εὕροιμεν ἄλλο γε ἢ τὴν ὀνομαζομένην ὑπὸ τῶν ἰατρῶν κύησιν μὲν μύλης, ἣ δὴ σάρξ τίς ἐστιν ἀργὸς καὶ ἀδιάπλα‐ στος; εἰ τοίνυν ἄχρι τοσούτου βούλονται προϊέναι τὸ
5τοῦ θήλεος σπέρμα, πρῶτον μέν, ὅτι βραχὺ νέμουσιν αὐτῷ τεχνικῆς ἐνεργείας, ὅπερ ἂν ἴσως ὑπάρξειε καὶ μόνῳ τῷ καταμηνίῳ, πρόδηλον παντί· δεύτερον δ’, ὅτι μηδ’ ἀληθεύουσι περὶ τὴν τῶν γιγνομένων ἱστο‐ ρίαν. οὐ γάρ, ὥσπερ αἱ ὄρνιθες ἄνευ τῶν ἀρρένων
10ᾠὰ τίκτουσιν, οὕτως ὤφθη ποτὲ γυνὴ χωρὶς ἀνδρὸς ἢ μύλην ἢ ἄλλο τι τοιοῦτον κυήσασα. βέλτιον οὖν ἀρχὴν μὲν κινητικὴν ὑποτίθεσθαι τὸ τοῦ ἄρρενος σπέρμα, συντελεῖν δ’ αὐτῷ τι πρὸς τὴν τοῦ ζῴου γέ‐ νεσιν ὑπολαμβάνειν τὸ τοῦ θήλεος. ὅσον δέ τι τοῦτ’
15ἐστίν, ὃ συντελεῖ, μικρὸν ὕστερον ἐρῶ πρότερόν γε συμπερανάμενος ἅπαντα τὸν ἐνεστηκότα λόγον. ἐκ γὰρ τῆς μιᾶς ἀρχῆς ταύτης εὐθὺς μὲν ἅμα τῷ καταβληθῆ‐ ναι τὸ σπέρμα καὶ μέχρι παμπόλλου γε χρόνου μάθοις ἂν ἐξ αὐτῶν τῶν ἀνατομῶν, ὡς οὔπω διαπέπλασται

4

.

169

τῶν αἰδοίων οὐδέτερον, οὐδ’ ἔστι δῆλον, οὔτ’ ‖ εἰ ἄρρεν ἐστὶν αὐτὸ τὸ κυούμενον οὔτ’ εἰ θῆλυ, χρόνῳ δ’ ὕστερον φωρᾶταί τε καὶ κατάδηλον γίγνεται τὴν αἰτίαν τοῦ τοιοῦτον γίγνεσθαι τὴν μὲν ἐξ αὐτοῦ τοῦ
5σπέρματος ἔχον, τὴν δ’ ἐκ τῆς μήτρας ἐπισπώμενον. ὅπως δ’ ἑκάτερον αὐτῶν τὴν μὲν ἐξ ἀρχῆς εὐθὺς ἴσχει, τὴν δ’ ὕστερον λαμβάνει, δοκῶ μοι δείξειν οὐ λόγοις πιθανοῖς, ἀλλ’ ἐναργέσιν ἀποδείξεσιν ἐκ τῶν ἀνατομῶν εὑρισκομέναις, ἐξ ὧν οἶδ’ ὅτι θαυμαστή τίς304 in vol. 2
10σοι φανεῖται τέχνη τῆς φύσεως, εἰ προσέχοις τῷ λόγῳ τὸν νοῦν. ἡ γάρ τοι κοίλη φλέψ, ἵνα πρῶτον ἐκφυο‐ μένη τοῦ ἥπατος ἔτι μετέωρος ἐπὶ τὴν ῥάχιν κατα‐ κάμπτεται, τὸν δεξιὸν ἔχει νεφρὸν ἐκ τῶν δεξιῶν ἑαυ‐ τῆς μερῶν παρακείμενον, εἶτ’ ἐφεξῆς ὑποκάτω σμικρὸν
15ἐκ τῶν ἀριστερῶν αὖ μερῶν τὸν ἀριστερόν. ἔκφυσις δ’ ἐξ αὐτῆς εἰς ἑκάτερον τῶν νεφρῶν ἐστιν ἀγγείου μεγίστου φλεβώδους· καὶ μέν γε καὶ τούτων ἑκατέρου κάτωθεν ἑτέρων ἀγγείων ὁρᾶται ζεῦγος ὁμοίως μεγά‐ λων ἐκ μὲν τῆς μεγίστης ἀρτηρίας τῆς ἐπικειμένης τῇ
20ῥάχει φερόμενον, ὁμοίως δὲ ταῖς φλεψὶν εἰς τοὺς νε‐

4

.

170

φροὺς ἐμφυόμενον. ἅτε δὲ τοῦ μὲν ‖ δεξιοῦ νεφροῦ πλησίον κειμένου τῷ ἥπατι, τοῦ δ’ ἀριστεροῦ κατω‐ τέρω μόνοις τοῖς εἰς τοὺς νεφροὺς ἐμφυομένοις ἀγγείοις ἴδιόν τι συμβέβηκεν ἐξαίρετον, οἷον οὐκ ἄλλοις τισὶν
5οὔτε τῶν ἀπὸ τῆς κοίλης φλεβὸς ὁρμωμένων οὔτε τῶν ἀπὸ τῆς μεγάλης ἀρτηρίας. ἐκεῖνα μὲν γὰρ ἅπαντα κατὰ συζυγίαν ἐκφύεται τῶν αὐτῶν τόπων ἑκατέρου τῶν ἀγγείων· αἱ δ’ εἰς τοὺς νεφροὺς ἔχουσαι φλέβες καὶ ἀρτηρίαι τὴν ἐκ τῶν μεγάλων ἀγγείων ἔκφυσιν
10οὐκ ἐκ τῶν αὐτῶν πεποίηνται τόπων, ἀλλ’ ὅσον ὁ δεξιὸς νεφρὸς ὑψηλότερός ἐστι θατέρου, τοσοῦτον καὶ ἡ τῶν εἰς αὐτὸν ἀγγείων ἔκφυσις ὑψηλοτέρα τῆς εἰς τὸν ἕτερόν ἐστιν. ἐπεὶ τοίνυν ἐφεξῆς τούτων ἐπὶ τὰ γεννητικὰ μόρια ζεῦγος ἀρτηριῶν τε καὶ φλεβῶν φέρε‐305 in vol. 2
15ται, τῶν αὐτῶν μερῶν ἀφορμᾶσθαι δεόμενον—οὐ γὰρ ἔτι τὸ μὲν αὐτῶν εἰς ὑψηλὸν ἀφικνεῖται, τὸ δ’ εἰς ταπεινὸν ὄργανον, ἀλλ’ ἥ τε ἀριστερὰ μήτρα τὴν αὐτὴν ἔχει θέσιν τῇ δεξιᾷ καὶ τῶν ὄρχεων ἑκάτερος ὡσαύτως τέτακται—διὰ τοῦτο τῶν εἰς αὐτὰ φερο‐
20μένων ἀγγείων τὰ μὲν εἰς τὴν δεξιὰν μήτραν καὶ τὸν

4

.

171

ταύτης ὄρχιν ἰόντα τῶν μεγάλων ‖ ἀγγείων αὐτῶν ἀφώρμηται τῶν ἐπὶ ῥάχιν, φλὲψ μὲν ἀπὸ τῆς κοίλης φλεβός, ἀρτηρία δ’ ἀπὸ τῆς μεγάλης ἀρτηρίας, ὅσα δ’ εἰς τὸν ἀριστερὸν ὄρχιν ἐπὶ τῶν ἀρρένων ἢ τὴν ταύτῃ
5μήτραν ἐπὶ τῶν γυναικῶν ἀφικνεῖται—δύο δ’ ἐστὶ καὶ ταῦτα, μία μὲν ἀρτηρία, μία δὲ φλέψ—οὐκέτ’ ἐξ αὐτῶν τῶν μεγάλων ἀγγείων, ἀλλ’ ἐκ τῶν ἐπὶ τοὺς νεφροὺς φερομένων ἀφώρμηται. δῆλον οὖν, ὡς ἀκά‐ θαρτον ἔτι καὶ περιττωματικὸν καὶ ὑγρὸν καὶ ὀρῶδες
10ὅ τε ἀριστερὸς ὄρχις ἐπὶ τῶν ἀρρένων ἥ τε ἀριστερὰ μήτρα ταῖς γυναιξὶ δέχονται τὸ αἷμα, κἀκ τούτου συμ‐ βαίνει καὶ αὐτοῖς τοῖς δεχομένοις ὀργάνοις οὐχ ὁμοίοις γίγνεσθαι τὴν κρᾶσιν. ὡς γὰρ τὸ καθαρὸν αἷμα θερ‐ μότερον τοῦ περιττωματικοῦ, οὕτω καὶ τὰ πρὸς αὐτοῦ
15τρεφόμενα μόρια τὰ δεξιὰ θερμότερα τῶν ἀριστερῶν
ἀποτελεῖται. καίτοι καὶ τῇ θέσει ταῦτ’ ἐξ ἀρχῆς ἐπλεονέκτει· δέδεικται γὰρ οὖν καὶ τοῦθ’ ἡμῖν πολ‐ λάκις ὑφ’ Ἱπποκράτους ὀρθῶς εἰρημένον, ὡς τὰ κατ’ εὐθὺ κείμενα μόρια πλέον ἀλλήλων ἀπολαύειν ἀνάγκη.306 in vol. 2

4

.

172

μὴ τοίνυν ἔτι θαυμάζειν, εἰ τῶν τε μητρῶν ἡ ‖ δεξιὰ καὶ τῶν ὄρχεων ὁ ταύτῃ κείμενος οὐ μόνον τῷ τρέ‐ φεσθαι διαφερόντως, ἀλλὰ καὶ τῷ κατ’ εὐθὺ τετάχθαι τοῦ ἥπατος ἱκανῶς ἐστι τῶν ἀριστερῶν θερμότερα.
5καὶ μὴν εἴπερ τοῦτ’ ἀποδέδεικται, συνεχωρεῖτο δ’ εἶναι τὸ ἄρρεν τοῦ θήλεος θερμότερον, οὐδὲν ἄλογον ἔτι τὰ μὲν δεξιὰ μόρια τῶν ἀρρένων εἶναι γεννητικά, τὰ δ’ ἀριστερὰ τῶν θήλεων. οὕτως οὖν κἀκεῖνα πρὸς Ἱπποκράτους ἐλέγετο· „τράγος, ὁκότερος ἂν φανῇ ἔξω
10ὄρχις, δεξιός, ἄρρεν, ἀριστερός, θῆλυ.“ ὁπόταν γὰρ πρῶτον ἐξαίρηται τὰ γεννητικὰ μόρια καὶ μεταβάλλῃ πως ἐπὶ τὸ τραχύτερόν τε καὶ βαρύτερον ἡ φωνή— τοῦτο γὰρ τὸ τραγᾶν ἐστι—τότε παραφυλάττειν ὁ Ἱπποκράτης κελεύει, πότερα τῶν μορίων ἐστὶν ἰσχυ‐
15ρότερα· τὰ γὰρ ἀνοιδισκόμενα πρότερα καὶ πλεονε‐ κτοῦντα κατὰ τὴν αὔξησιν ἐκεῖνα δήπουθέν ἐστι τὰ ἰσχυρότερα. διορίσασθαι δὲ χρὴ κἀνταῦθα πρὸς τὸ μηδὲν ἐν τῷ λόγῳ παρακούειν, ὡς διχῶς ἰσχυρότερόν τε καὶ ἀσθενέστερον ἕτερον ἑτέρου μόριον εἶναι λέγε‐
20ται, τὸ μὲν ἁπλῶς καὶ φύσει καθ’ ὅλον τὸ γένος, τὸ

4

.

173

δ’ ἐν τῇ τοῦδε τοῦ ζῴου τοῦ ἀτόμου συμ‖πήξει. καρ‐ δία μὲν γὰρ ἥπατος καὶ ἀρτηρίαι φλεβῶν καὶ νεῦρα σαρκῶν ἅπαντά τε τὰ δεξιὰ τῶν ἀριστερῶν ἰσχυρό‐ τερα κατὰ πάντα τῶν ζῴων ἐστὶ τὰ γένη· Δίωνι δ’,307 in vol. 2
5εἰ τύχοι, καὶ Θέωνι δυνατὸν ἤτοι τὸ δεξιὸν ἥμισυ τῆς κεφαλῆς ἢ τὸν ταύτῃ τεταγμένον ὀφθαλμὸν ἀσθε‐ νέστερον γενέσθαι θατέρου. κατὰ δὴ τὸν αὐτὸν τρό‐ πον καὶ τῶν ὄρχεων ἁπλῶς μὲν ὁ δεξιὸς ἰσχυρότερος, ἰδίως δὲ τῷδέ τινι γένοιτ’ ἂν ὁ ἀριστερός. καὶ γὰρ
10οὖν καὶ κιρσωδέστερος τοῦ δεξιοῦ τὰ πολλά, καὶ διὰ τοῦτο καὶ κεχάλασται μᾶλλον ὁ ἀμφ’ αὐτὸν ὄσχεος. ἀλλ’ εὕροις ἂν καὶ τοὐναντίον ἐν οὐκ ὀλίγοις ἀρρω‐ στήματός τινος ἐν τῇ πρώτῃ συμπήξει περὶ τὸν δεξιὸν ὄρχιν ἀπαντήσαντος. ἐν τούτοις οὖν ὁ ἀριστερὸς ἰσχυ‐
15ρότερος. ἀλλὰ κἀπειδὰν ὁ δεξιὸς νεφρὸς ἐγγὺς ᾖ τῇ θέσει θατέρῳ—γίγνεται γάρ ποτε καὶ τοῦτο σπα‐ νίως—εὑρίσκεται τηνικαῦτα τῶν εἰς αὐτὸν ἐμφυο‐ μένων ἀγγείων ἀποβλαστήματα τὰ μὲν εἰς τὸν δεξιὸν ὄρχιν ἐπὶ τῶν ἀρρένων, τὰ δ’ εἰς τὴν ταύτῃ μήτραν
20ἐπὶ τῶν θηλειῶν φερόμενα. καθ’ ὅλου τοίνυν φάναι

4

.

174

πᾶν ὁτιοῦν ἐν τῷ ζῴῳ ‖ μόριον, ἐπειδὰν ἐν τῇ πρώτῃ διαπλάσει βραχύ τι κατ’ αὐτὸ πλημμεληθῇ, νοσωδέστε‐ ρόν τε καὶ ἀσθενέστερον ἐν πάσῃ γίγνεται τῇ ζωῇ. τῆς δὲ τοιαύτης πλημμελείας ἥ τε πρώτη συνουσία
5τοῦ ἄρρενος πρὸς τὸ θῆλυ μὴ κατὰ τὸν προσήκοντα
γιγνομένη καιρὸν ἥ τε μετὰ ταῦτα τῆς κυούσης δίαιτα τὴν αἰτίαν ἔχει. ταῦτα μὲν οὖν δὴ τόπος ἕτερος λό‐ γων. ὁ δ’ ὄρχις ὁ δεξιὸς ὅταν ἀσθενέστερος ἀπερ‐ γασθῇ θατέρου, πρότερος ἐπισημαίνει κατὰ τὸν καλού‐308 in vol. 2
10μενον τράγον ὁ ἀριστερός. κἀν τῷδε τεκμαίρεσθαι τὸ ζῷον τοῦτο θηλυγόνον ὑπάρχειν, ὥσπερ, εἰ καὶ κατὰ φύσιν αὐτὸς μένοι, πρότερος δ’ ἐξαίροιτο κατὰ τὸν τράγον ὁ δεξιός, ἀρρενογόνον [τ’] ἂν ἐκεῖνο γέ‐ νοιτο τὸ ζῷον ὅσον ἐφ’ ἑαυτῷ. προϊούσης γὰρ δὴ
15τῆς ἀπὸ τοῦ θήλεος ἀρχῆς ἐνδέχεταί ποτε τὸ μὲν θηλυγόνον σπέρμα θερμανθὲν ὑπὸ τῆς δεξιᾶς μήτρας ἄρρεν ἀπεργάσασθαι τὸ κύημα, τὸ δ’ ἀρρενογόνον ὑπὸ τῆς ἀριστερᾶς ἐμψυχθὲν εἰς τοὐναντίον μεταπε‐ σεῖν. ἀτρέμα μὲν γὰρ ψυχροτέρου τοῦ σπέρματος

4

.

175

ὑπάρχοντος, ἐπὶ πλέον ‖ δὲ θερμῆς τῆς μήτρας οὐδὲν θαυμαστὸν ἐξ ἐκείνης αὐτῷ προστεθῆναι τὸ λεῖπον. εἰ δ’ ἐπὶ πλέον εἴη κατεψυγμένον, εἶτ’ εἰς παρηβῶν‐ τος ζῴου μήτραν ἐμπέσοι δεξιάν, οὐδὲν ἂν ὑπ’ αὐτῆς
5ὠφεληθείη. τῷ τοίνυν διττὴν μὲν ἀρχὴν εἶναι τῆς τῶν ἀρρένων γενέσεως, ἐν μὲν τοῖς θήλεσι τὴν δεξιὰν μήτραν, ἐν δὲ τοῖς ἄρρεσι τὸν δεξιὸν ὄρχιν, ἰσχυρο‐ τέραν δ’ ὡς τὰ πολλὰ γίγνεσθαι τὴν μήτραν ἐξομοιοῦν ἑαυτῇ τὸ κυούμενον, ὡς ἂν καὶ χρόνῳ πλέονι πλησιά‐
10ζουσαν, εὐλόγως ὡς ἐπὶ τὸ πολὺ τὰ μὲν ἄρρενα τῶν ἐμβρύων ἐν ταύτῃ, τὰ δὲ θήλεα κατὰ τὴν ἀριστερὰν
εὑρίσκεται. καὶ γὰρ οὖν καὶ ἥδε τὰ πολλὰ μὲν ἑαυτῇ συνεξομοιοῖ τὸ σπέρμα, δύναιτο δ’ ἄν ποτε καὶ νικη‐ θεῖσα τῇ ῥώμῃ τῆς ἐν ἐκείνῳ θερμότητος ἄρρεν ἀντὶ309 in vol. 2
15θήλεος ἐπιτρέψαι γενέσθαι τὸ κύημα. ταῦτα μὲν δὴ σπάνια· μεγάλης γὰρ δεῖ τῆς ὑπεροχῆς. ὡς τὰ πολλὰ δὲ τὸ μὲν ἄρρεν ἐν τῇ δεξιᾷ μήτρᾳ, τὸ δὲ θῆλυ κατὰ τὴν ἀριστερὰν εὑρίσκεται, καὶ τούτων αἰτία τῶν τρε‐ φουσῶν τὰς μήτρας φλεβῶν ἡ ἀρχή.

4

.

176

Διὰ τί δὲ συμπάσχουσιν εἰς τοσοῦτον αὐταῖς οἱ τιτθοί, τοῦτ’ ἤδη δίειμι· καὶ γὰρ οὖν καὶ αὐτὸ θαυμαστήν τινα τῆς φύσεως ἐνδείξεται τὴν τέ‐ χνην. ἐπειδὴ γὰρ εἰς ἑνὸς ὑπηρεσίαν ἔργου παρε‐
5σκεύασεν ἀμφότερα τὰ μόρια, συνῆψεν αὐτὰ διὰ τῶν ἀγγείων, ἃ ἐν τοῖς περὶ τοῦ θώρακος λόγοις ἐπὶ τοὺς τιτθοὺς ἐλέγομεν ἰέναι, φλέβας καὶ ἀρτηρίας εἰς ὑπο‐ χόνδρια καὶ τὸ σύμπαν ὑπογάστριον καταγαγοῦσα κἄ‐ πειτα συνάψασα ταῖς ἀπὸ τῶν κάτω μερῶν ἀναφερο‐
10μέναις, ἀφ’ ὧν ἐπί τε μήτραν καὶ ὄσχεον ἀφικνοῦν‐ ται φλέβες. μόνα γὰρ δὴ ταῦτ’ ἐν τοῖς ζῴοις 〈τὰ〉 ἀγγεῖα, τὰ μὲν ἐκ τῶν ὑπὲρ τὰς φρένας χωρίων ὁρμη‐ θέντα κάτω τοῦ σώματος φέρεται, τὰ δ’ ἐκ τῶν κάτω‐ θεν ἄνω. μόνα γὰρ οὖν δὴ καὶ τὰ προειρημένα μόρια
15συνῆφθαι δι’ ἀγγείων ἐχρῆν, ἵν’, ὅταν μὲν ἐν ταῖς μήτραις αὐξάνηταί τε καὶ διαπλάττηται τὸ ἔμβρυον, ἐκείνῳ μόνῳ τὴν ἐξ ἀμφοτέρων αἱ κοιναὶ φλέβες ἐπάρ‐ δωσι τροφήν, ὅταν δ’ ἀποκυηθὲν τύχῃ, τοῖς τιτθοῖς
αὖθις ἐπιρρέῃ σύμπασα. διὰ τοῦτο κατὰ τὸν αὐτὸν ‖310 in vol. 2

4

.

177

χρόνον οὐκ ἐνδέχεται τά τε καταμήνια φέρεσθαι καλῶς καὶ θηλάζειν τὸ θῆλυ· ξηραίνεται γὰρ ἀεὶ τὸ ἕτερον μόριον ὑπὸ τῆς ἐπὶ θάτερον ῥοπῆς τοῦ αἵματος. ἐπὶ μὲν γὰρ τῷ πρὸ τῆς κυήσεως καιρῷ ταῖς ἀκμα‐
5ζούσαις τῶν γυναικῶν ὅσον ἀθροίζεται περιττόν, ἐκ‐ κρίνει τοῦθ’ ἡ φύσις ἐφ’ ἑκάστῳ μηνὶ διὰ τῶν εἰς τὰς μήτρας καθηκόντων ἀγγείων. ἐπειδὰν δὲ κύω‐ σιν, ἕλκει τὸ ἔμβρυον ἐξ αὐτῶν τὴν τροφήν. αἱ δ’ ἄρα φλέβες αἱ τῇδε τηλικαῦται τό τ’ εὖρος ὑπάρχουσι
10καὶ τὸ μῆκος, ὥστε κἀκεῖνο τρέφειν ἀφθόνως καί τι περιττὸν ἀθροίζειν ἀεί. τοῦτ’ οὖν ὅταν ἐν ἅπαντι τῷ χρόνῳ τῆς κυήσεως ἀθροιζόμενον οἷον ἐν ταμιείοις τισὶ τροφῆς τοῖς κοινοῖς τούτοις ἀγγείοις ἐξαίρῃ τε καὶ διατείνῃ τελέως αὐτὰ καὶ οἷον πλημμυρῇ, χώραν
15ἐπιζητεῖ μεταστάσεως. ἔχει δ’ οὐδεμίαν ἄλλην ἢ τοὺς τιτθούς, εἰς ἣν ἅμα μὲν αἱ φλέβες αὐτὸ διατεινόμεναι καὶ βαρυνόμεναι προπέμπουσιν, ἅμα δ’ ὁ τῆς γαστρὸς ὅλης ὄγκος, ὁ διὰ τὴν κύησιν ἐπιπίπτων τε καὶ θλί‐ βων, ὠθεῖ πρὸς τὸ εἶκον. οὕτω μὲν δὴ „τὰ γάλακτα

4

.

178

τῶν ἐπιμηνίων ἀδελφά“ φησὶν ‖ Ἱπποκράτης „τῆς μὲν ὀκταμήνου ἀπαρτιζούσης, τῆς δὲ τροφῆς ὑπερβαλλού‐ σης.“ οὕτω δὲ κἀπειδὰν ἤτοι κατὰ τὸ κυούμενον αὐτὸ γένηταί τι πάθος, ὡς μηκέθ’ ἱκανὴν ἐπισπᾶσθαι τρο‐
5φήν, ἢ καί τι περὶ τὸ σῶμα τῆς γυναικὸς ἁμάρτημα συμβῇ τοιοῦτον, ὡς μηκέθ’ ἱκανὸν αὐτῷ παρασκευάζειν τὸ αἷμα, συγχεῖται μὲν ἐν τούτῳ καὶ ταράττεται τῶν ἔργων τῆς φύσεως ἡ τάξις, ἐναντία δ’ ἀνάγκη παθή‐ ματα καταλαμβάνειν τοὺς τιτθούς, πληρουμένους μὲν311 in vol. 2
10γάλακτος πρὸ ὥρας ἐπὶ ταῖς τῶν ἐμβρύων ἀρρωστίαις, ἰσχνοὺς δ’ ἐφεξῆς ἐπὶ ταῖς τῶν ὑστερῶν ἐνδείαις γι‐ γνομένους. οὕτω τοι καὶ ὁ Ἱπποκράτης ἔλεγεν· „γυ‐ ναικὶ ἐν γαστρὶ ἐχούσῃ γάλα ἐκ τῶν μασθῶν πολὺ ῥυὲν ἀσθενὲς τὸ ἔμβρυον 〈σημαίνει〉“, ὡς ἂν εἰς
15τοὺς μασθοὺς δηλονότι τοῦ περιττοῦ παντὸς ἀνι‐ όντος, ὃ κατέλιπεν ἐν ταῖς φλεψὶ τὸ κυούμενον, ἀδυ‐ νατοῦν ὑπ’ ἀσθενείας ὅσον ἱκανὸν ἦν αὐτῷ πρὸς τὴν σύμμετρον θρέψιν ἐπισπᾶσθαι. ὅταν δ’ αὖ πάλιν εἴπῃ· „γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν οἱ μασθοὶ ἐξαίφνης
20ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει“, τὸ μὲν ἔμβρυον ἰσχυ‐

4

.

179

ρὸν εἶναι τηνικαῦτα νομίζειν χρή, τροφὴν δ’ ‖ οὐκ ἔχειν ἄφθονον, ὅθεν πρῶτον μὲν ἐκ τῶν κοινῶν πρὸς τὰς ὑστέρας φλεβῶν ἐπισπᾶσθαι τὸ αἷμα, κἀν τούτῳ τοὺς μασθοὺς ἰσχνοὺς γίγνεσθαι, μικρὸν δ’ ὕστερον
5ἐκτιτρώσκεσθαι παντάπασιν ἐπιλειπούσης αὐτῷ τῆς τροφῆς. ἀλλὰ τὰ μὲν τοιαῦτα πάντα τῶν φυσικῶν ἐστι προβλημάτων ἀκολουθίᾳ τῇ πρὸς τὰ προκείμενα νῦν εἰρημένα· τὸ δ’ ἴδιον αὐτῆς τῆς παρούσης διεξό‐
δου τὴν χρείαν εἰπεῖν ἦν τῆς τε πρὸς τοὺς τιτθοὺς312 in vol. 2
10κοινωνίας ταῖς ὑστέραις καὶ τῶν εἴς τε τὸν ἀριστερὸν ὄρχιν καὶ τὴν ἀριστερὰν μήτραν ἰόντων ἀγγείων ἀπὸ τῶν εἰς τὸν κατ’ εὐθὺ νεφρὸν ἐμπεφυκότων. ἅπαντα γὰρ ταῦθ’ ἡ φύσις ἐμηχανήσατο διττὴν ἀρχὴν γενέσεως παρασκευάζουσα τοῖς ἐμβρύοις, ὡς τὸ μὲν ἄρρεν αὐ‐
15τῶν, τὸ δὲ θῆλυ γίγνοιτο. καὶ περὶ μὲν τούτων ὧδ’ ἔχει. Διὰ τί δὲ μεγίστη μὲν ἡδονὴ τῇ χρήσει τῶν γεννητικῶν ἔζευκται μορίων, ἐπιθυμία δ’ οἰστρώ‐ δης προηγεῖται τῆς χρήσεως ἐν ἅπασι τοῖς ἀκμάζουσι
20ζῴοις, ἑξῆς ἂν εἴη λεκτέον, οὐ τὴν πρώτην ἔτι καὶ

4

.

180

κυριωτάτην αἰτίαν ‖ ἐξιχνεύουσιν—εἴρηται γὰρ ἐν τοῖς ἔμπροσθεν λόγοις, ὡς ὑπὲρ τοῦ διαμένειν ἄφθαρ‐ τον εἰς ἀεὶ τὸ γένος ἐμηχανήσατο τὰ τοιαῦτα πάνθ’ ἡ φύσις—ἀλλὰ τὴν ἀπὸ τῆς ὕλης τε καὶ τῶν ὀργά‐
5νων. οὐ γὰρ ἐκ τοῦ βουληθῆναι μόνον τοὺς διαπλάτ‐ τοντας ἡμᾶς θεοὺς ἢ σφοδρὰν ἐπιθυμίαν ἐγγίγνεσθαι τῶν ἀφροδισίων ἢ σφοδρὰν ἡδονὴν ἐζεῦχθαι τό τ’ ἐπιθυμεῖν καὶ τὸ ἥδεσθαι τοῖς ζῴοις ὑπῆρξεν, ἀλλ’ ἐκ τῆς ὕλης τε καὶ τῶν ὀργάνων ἐπιτηδείων εἰς αὐτὰ
10παρασκευασθέντων. αἱ γὰρ ἀπὸ τῶν κατὰ τοὺς νεφροὺς χωρίων ἀρτηρίαι καὶ φλέβες ἐπὶ τὰ γεννητικὰ μόρια φερόμεναι παρέρχονται μὲν τῶν ὑστερῶν τὸν πυθμένα, τοῖς πλαγίοις δ’ αὐτῶν ἐπιβαίνουσαι μέρεσι διχάζονται κἄπειτ’ ἐντεῦθεν ἡ μὲν ἑτέρα μοῖρα πρὸς τοὺς ὄρχεις
15ἀποχωρεῖ τοῦ θήλεος ἐκ τῶν πλαγίων καὶ αὐτοὺς
προσκειμένους ταῖς μήτραις, ἡ δ’ ἑτέρα πρὸς τὸν πυ‐ θμένα φερομένη πολυειδῶς εἰς αὐτὸν ἅπασα κατασχί‐ ζεται. συνάπτει δ’ ἐνταῦθα τὰ πέρατα τῶν εἰς τὸν ἀριστερὸν κόλπον τῆς μήτρας ἀγγείων νεμηθέντων τοῖς313 in vol. 2

4

.

181

πέρασι τῶν εἰς τὸν ‖ δεξιὸν αὐτῆς κόλπον κατεσχισμέ‐ νων, ὥστε καὶ τῆς ὀρώδους ὑγρότητος ἡ μετάληψις ἀμυδρὰ μέν, ἀλλ’ ὅμως γίγνεται τῇ δεξιᾷ μήτρᾳ· χρεία γὰρ ἤδη καὶ ἔτ’ ἄλλη μεγίστη παρὰ τὴν ἔμπροσθεν
5εἰρημένην ἔμελλεν ἔσεσθαι τῆσδε τῆς ὑγρότητος, ὡς ἂν δριμύ τι καὶ δάκνον ἐχούσης, οὗ μάλιστ’ εἴδους ἔδει χυμῶν, ἐπεγείρειν τε πεφυκότος εἰς τὴν τῶν μο‐ ρίων χρῆσιν ἡδονήν τε παρέχοντος ἐν ταῖς ἐνεργείαις αὐτῶν. εἰ γὰρ δὴ μικρὰ καὶ φαῦλα μεγάλων καὶ
10θαυμαστῶν ἔργων τῆς φύσεως παραδείγματα χρὴ ποιή‐ σασθαι τῷ λόγῳ σαφηνείας ἕνεκα, τοιοῦτόν τί μοι νόει γιγνόμενον ἐπὶ τοῖς ὀρώδεσι τούτοις χυμοῖς θερ‐ μαινομένοις, οἷόν τι μάλιστα συμβαίνει πολλάκις ἀθροι‐ σθείσης ὑπὸ τῷ δέρματι τοῦ ζῴου δριμύτητος χυμῶν,
15ἔπειτα γαργαλιζούσης καὶ κνῆσθαι προτρεπούσης ἡδού‐ σης τε κατὰ τὴν κνῆσιν. ὅταν οὖν μὴ μόνον ὑγρό‐ της ᾖ τοιαύτη κενοῦσθαι δεομένη καὶ διὰ τοῦτ’ ἐπε‐ γείρουσα καὶ κεντρίζουσα πρὸς τὴν ἔκκρισιν, ἀλλὰ καὶ

4

.

182

πνεῦμα πολὺ καὶ θερμὸν ἀναπνεῦσαι ποθοῦν, ‖ ἀμή‐ χανόν τινα χρὴ νομίζειν εἶναι τὴν ὑπεροχὴν τῆς ἡδο‐
νῆς. ὅταν δὲ δὴ καὶ τὰ μόρια ταῦτα πολὺ τοῦ δέρ‐ ματος αἰσθητικώτερα πρὸς τῆς φύσεως ᾖ κατεσκευα‐314 in vol. 2
5σμένα διὰ τὴν αὐτὴν χρείαν, οὐ χρὴ θαυμάζειν ἔτι τὸ σφοδρότερον οὔτε τῆς ἐγγιγνομένης αὐτοῖς ἐκεῖθεν ἡδονῆς οὔτε τῆς προηγουμένης ἐπιθυμίας. αὕτη καὶ τοῦ πολλάκις ἀπὸ τῶν εἰς τὸν δεξιὸν νεφρὸν ἐμφυο‐ μένων ἀγγείων ἀποβλαστήματά τινα φέρεσθαι πρὸς
10τὴν κατ’ εὐθὺ μήτραν ἡ αἰτία. διττῆς γὰρ μελλούσης ἔσεσθαι χρείας τῶν ὀρωδῶν τούτων περιττωμάτων, προτέρας μὲν ὑπὲρ τοῦ τὴν ἐν τοῖς ἀριστεροῖς μέρεσιν ἐπαύξεσθαι ψυχρότητα, δευτέρας δ’ ὑπὲρ τοῦ τήν τ’ ἐπιθυμίαν ἰσχυρὰν καὶ τὴν ἡδονὴν σφοδρὰν ἐγγίγνε‐
15σθαι τῇ χρήσει τῶν ὀργάνων, ἡ μὲν προτέρα διὰ παν‐ τὸς τοῖς ἀριστεροῖς, ἡ δευτέρα δ’ ἔστιν ὅτε τοῖς δεξιοῖς διὰ μακρῶν ἀγγείων ὑπάρχει. προσέρχεται δ’ εἰς τοῦτο καὶ ἄλλη τις οὐ σμικρὰ βοήθεια παρὰ τῶν ἑκατέρωθεν τοῦ τραχήλου τῆς κύστεως τεταγμένων ἀδενοειδῶν
20σωμάτων, ἐν οἷς καὶ αὐτοῖς ὅμοιον μέν τι σπέρματι,

4

.

183

λεπτότερον δ’ ἱκα‖νῶς ὑγρὸν ὁρᾶται περιεχόμενον. ἀλλὰ περὶ μὲν τούτου μετ’ ὀλίγον ἐροῦμεν. αὐτὸ δὲ τὸ σπέρμα πνεῦμά τί ἐστι καὶ οἷον ἀφρῶδες, ὡς, εἰ εἰς τἀκτὸς ἐκχυθείη ποτέ, μικρὸν ὕστερον ἔλαττόν τε
5πολλῷ φαίνεσθαι τοῦ κατ’ ἀρχὰς ἐκπεσόντος ἀποξη‐ ραίνεσθαί τε διὰ ταχέων ὑπὸ γλισχρότητος, οὐχ ὥσπερ
ἡ κόρυζα καὶ τὸ φλέγμα μέχρι πλείστου διαμένει μήτ’ ἀναξηραινόμενα καὶ τὸν ἴσον ὄγκον φυλάττοντα. λεπτὴ μὲν γὰρ καὶ ὑδατώδης καὶ ἄπεπτος ἡ τούτων ὑγρότης315 in vol. 2
10ἐστί, παχεῖα δὲ καὶ γλίσχρος καὶ μεστὴ τοῦ ζωτικοῦ πνεύματος ἡ τοῦ σπέρματος. Ὅταν μὲν οὖν εἰς οἰκεῖον ἐμπέσῃ χωρίον, ἀρχὴ γίγνεται ζῴου γενέσεως, ὅταν δ’ εἰς ἀλλότριον, ἐκπνεῖ μὲν ἐξ αὐτῆς τὸ πνεῦμα διὰ ταχέων, ὑπολείπε‐
15ται δὲ τὸ γλίσχρον ὑγρὸν εἰς ἑαυτὸ συνιζάνον. ἡ δ’ αἰτία καὶ τῆς τούτου γενέσεως ἥδε. τῶν εἰς τὰς μή‐ τρας ἰόντων ἀγγείων, ἃ πρὸς ταῖς πλευραῖς αὐτῶν ἐλέγομεν σχίζεσθαι, τὸ κάτω φερόμενον μέρος ἑλίττε‐

4

.

184

ται τρόπον ὁμοιότατον τοῖς εἰς τοὺς ‖ ὄρχεις τῶν ἀρ‐ ρένων ἀγγείοις ἰοῦσιν. ἐπίκειται μὲν γὰρ ἡ φλέψ, ὑπόκειται δ’ ἡ ἀρτηρία, καμπὰς πολλὰς ἴσας τὸ πλῆ‐ θος ἄμφω ποιούμεναι δίκην ἑλίκων τινῶν πολυειδῶς
5πλεκομένων. ἐν δὲ τῇ πλοκῇ ταύτῃ πέττεται μέχρι πλείστου τὸ φερόμενον ἐπὶ τοὺς ὄρχεις αἷμα καὶ πνεῦμα καὶ σαφῶς ἔστιν ἰδεῖν ἐν μὲν ταῖς πρώταις ἕλιξιν αἱ‐ ματῶδες ἔτι τὸ περιεχόμενον ὑγρόν, ἐν δὲ ταῖς ἑξῆς λευκότερον ἀεὶ καὶ μᾶλλον γιγνόμενον, ἔστ’ ἂν ἀκρι‐
10βῶς ἀπεργασθῇ λευκὸν ἐν ταῖς ἁπασῶν ὑστάταις, αἳ δὴ περαίνουσιν εἰς τοὺς ὄρχεις. οὗτοι δ’ αὖ διάκενοι καὶ σηραγγώδεις ὄντες ὑποδέχονταί τε τὸ προπεπεμ‐
μένον ἐν τοῖς ἀγγείοις ὑγρὸν ἐκπέττουσί τε καὶ αὐτοὶ πάλιν τέλεον μὲν εἰς τὴν τοῦ ζῴου γένεσιν οἱ τῶν316 in vol. 2
15ἀρρένων ἀπεργαζόμενοι· καὶ γὰρ καὶ μείζους εἰσὶ καὶ θερμότεροι, καὶ τὸ φερόμενον εἰς αὐτοὺς ἀκριβέστερον ἤδη κατείργασται διά τε τὸ μῆκος τοῦ διαστήματος καὶ τὴν ἰσχὺν τῶν πεττόντων ἀγγείων· ἀτελέστερον δ’ οἱ τῶν θηλειῶν, ὡς ἂν καὶ μικρότεροι καὶ ψυχρότεροι
20καὶ ἧττον ἀκριβῶς αὐτὸ κατειργασμένον ὑποδεχόμενοι. ‖

4

.

185

διὰ τί δ’ ἐγχρονίζον τοῖς ἀγγείοις τὸ αἷμα λευκὸν γίγνεται, τῶν ἐν τοῖς Περὶ τῶν φυσικῶν δυνάμεων ἀποδεδειγμένων ἀναμνησθέντα τινὰ ῥᾳδίως ἐξευρήσειν νομίζω. δέδεικται γὰρ ἐν ἐκείνοις, ὡς πᾶν μόριον
5ἑαυτῷ τὴν τροφὴν ἐξομοιοῖ. τί δὴ οὖν ἔτι θαυμαστόν, εἰ λευκοὶ τῶν ἀγγείων οἱ χιτῶνες ὑπάρχοντες εἰς τὴν ὁμοίαν ἑαυτοῖς ἰδέαν ἀλλοιοῦσι τὸ αἷμα; τάχ’ 〈ἂν〉 οὖν τις ἔροιτο, διὰ τί τῶν ἄλλων ἀγγείων οὐδὲ καθ’ ἓν ὁρᾶται τοῦτο γιγνόμενον. ᾧ πρόχειρον ἀποκρίνα‐
10σθαι, διότι μηδ’ ἐπὶ πλεῖστον οὕτως ἐν ἄλλῳ χρονίζει· μηδὲ γὰρ ὑπάρχειν ἄλλῳ τινὶ τῶν ἀγγείων μὴ ὅτι πολλὰς οὕτως ἕλικας ἐπ’ ἀλλήλαις κειμένας, ἀλλὰ μη‐ δεμίαν ἁπλῶς. εἰ δέ γ’ ἐχρόνιζε καὶ μὴ διέρρει τε καὶ ἐξεκενοῦτο διὰ ταχέων, ἦν ἄν που καὶ ἄλλοθι τοῦ
15ζῴου τοιοῦτον εὑρεῖν χυμόν, καίτοι καὶ ἡ καθ’ ἕκα‐ στον τῶν ἀγγείων ὑγρότης σύμφυτος ἡ κατ’ αὐτοὺς αὐτῶν τοὺς χιτῶνας, ἐξ ἧς τρέφεται, τοιαύτη τίς ἐστιν. ὥστ’ οὐδὲν θαυμαστόν, εἰ κατὰ τὰς προειρημένας
ἕλικας οἷον λιμνάζοντος τοῦ αἵματος ὁ σπερματικὸς317 in vol. 2

4

.

186

ἀθροίζεται χυμός. ὅταν οὖν ὑποδεξάμενοι ‖ τοῦτον οἱ ὄρχεις τελέως μὲν οἱ τῶν ἀρρένων, ἐλλιπέστερον δ’ οἱ τῶν θηλειῶν κατεργάσωνται, δῆλον, ὡς ἑτέρου τινὸς ἀγγείου δεήσει τοῦ μεταληψομένου πάλιν αὐτὸν καὶ
5παράξοντος ἐπὶ τὴν ἔκκρισιν. ἐνταῦθ’ οὖν, εἴ τις ὁμιλήσειεν ἀκριβῶς ταῖς διαιρέσεσι τῶν μορίων, ἀδύ‐ νατον αὐτῷ μὴ θαυμάσαι τὴν τέχνην τῆς φύσεως. ἐπειδὴ γὰρ ἐχρῆν ἔξω μὲν τὸ ἄρρεν, εἰς ἑαυτὸ δὲ σπερμαίνειν τὸ θῆλυ, διὰ τοῦτο καὶ τὰ μεταλαμβά‐
10νοντα παρὰ τῶν ὄρχεων ἀγγεῖα τὸ σπέρμα τὰ μὲν τῶν ἀρρένων ἐπί τε τὸ αἰδοῖον ἐξέτεινε καὶ πρὸς τὸν ἐν‐ ταῦθα πόρον ἀνεστόμωσε, δι’ οὗπερ καὶ τὸ οὖρον ἐκτὸς ἐφέρετο, τὰ δὲ τῶν θηλειῶν εἰς αὐτάς τε τὰς μήτρας κατέφυσε καὶ πρὸς τὴν ἐντὸς εὐρυχωρίαν ἐκ‐
15κρίνειν τὸ σπέρμα παρεσκεύασε. θαυμαστὰ μὲν δὴ καὶ ταῦτα, πολὺ δ’ ἔτι μείζω τὰ μέλλοντα λεχθήσεσθαι. τῆς γὰρ δὴ χρείας οὐχ ὁμοίας ὑπαρχούσης ἑκατέρῳ τῷ σπέρματι, διότι μηδὲ τοῦ πλήθους τε καὶ τῆς δυνά‐ μεως 〈ὁμοιότης ἦν〉, οὐχ ὅμοιον οὐδὲ τὸ σπερματικὸν
20ἀγγεῖον οὔτ’ εἶδος οὔτ’ εὖρος οὔτε μῆκος ἐγένετο,

4

.

187

ἀλλὰ ‖ τὸ μὲν τῶν ἀρρένων εὐρὺ καὶ μακρὸν καί τινας οἷον κόλπους ἔχον, ὅταν ἤδη πλησίον γένηται τοῦ αἰδοίου, τὸ δ’ αὖ τῶν θηλειῶν στενὸν καὶ βραχύ. τοῦτο μὲν γὰρ ἱκανὸν ἦν ὀλίγον καὶ λεπτὸν ὑποδέξα‐
5σθαί τε καὶ παραπέμψαι σπέρμα. τὸ δὲ τῶν ἀρρένων,
εἰ μὴ μακρόν τε ἅμα καὶ εὐρὺ καὶ κιρσῶδες ἐγένετο, πῶς μὲν ἂν ἐδέξατο πολὺ καὶ παχὺ σπέρμα; πῶς δ’ ἂν εὐκόλως παρέπεμψε; πῶς δ’ ἂν ἀθρόως εἰς τὰς μήτρας κατέσπειρεν; ἀλλὰ ταῦτά τε θαυμαστὰ τῆς φύ‐318 in vol. 2
10σεως ἔργα καὶ προσέτι τὸ τείνεσθαι πάντη τὰ γεννη‐ τικὰ μόρια κατὰ τὰς συνουσίας, ἵν’ ἅμα μὲν ὁ τῶν ὑστερῶν αὐχὴν εὐθύνηταί τε καὶ διοίγηται, καθότι πρόσθεν ἐλέγετο, ἅμα δ’ ἐκκρίνηται τὸ σπέρμα. πη‐ λίκην γὰρ ἔχει δύναμιν εἰς τὴν τῶν περιεχομένων
15ἔκκρισιν ὁ οἷον σπασμὸς τῶν μορίων ὁ τοῖς ἀφροδι‐ σίοις ἑπόμενος, ἔνεστί σοι μαθεῖν ἔκ τε τῶν ἐπιλημψιῶν τῶν μεγάλων κἀκ τοῦ παθήματος, ὃ δὴ καλεῖται γο‐ νόρροια. κατὰ μὲν γὰρ τὰς ἰσχυρὰς ἐπιλημψίας, ὅτι τὸ πᾶν σῶμα σπᾶται σφοδρῶς καὶ σὺν αὐτῷ τὰ γεν‐

4

.

188

νητικὰ μόρια, διὰ τοῦτ’ ἐκκρίνεται τὸ σπέρμα. ‖ κατὰ δὲ τὰς γονορροίας αὐτῶν μόνων ἐστὶ τὸ πάθημα τῶν σπερματικῶν ἀγγείων. ὁποίαν οὖν τάσιν ἐν τοῖς εἰρη‐ μένοις νοσήμασι πάσχει, τοιαύτην ἴσχοντα κἀν ταῖς
5συνουσίαις ἐκκρίνει τὸ σπέρμα. τὴν δ’ ἐπιθυμίαν τῶν ἀφροδισίων καὶ τὴν ἐν τῇ χρήσει τῶν μορίων ἡδονὴν ὅπως ἡ φύσις ἡ τοῦ σπέρματος ἀναγκάζει γίγνεσθαι, πρόσθεν εἴρηται. Καὶ τοίνυν καὶ τὸ τοῦ θήλεος σπέρμα
10πρὸς τῷ συμβάλλεσθαι τῇ τοῦ ζῴου γενέσει καὶ πρὸς ταῦτ’ ἐστὶ χρήσιμον. ἵνα γὰρ ὁρμήσῃ τε πρὸς ἀφρο‐ δίσια τὸ θῆλυ καὶ συγγιγνόμενον τῷ ἄρρενι τὸν αὐ‐
χένα τῶν μητρῶν ἀναπετάσῃ, χρείαν οὐ σμικρὰν παρέ‐ χεται τὸ σπέρμα. πόσον οὖν ἐστιν, ὃ πρὸς τὴν τοῦ319 in vol. 2
15ζῴου γένεσιν εἰσφέρεται τὸ θῆλυ, λέγειν ἂν ἑπόμενον εἴη τῶν ἐν τοῖς Περὶ σπέρματος εἰρημένων ἀναμνη‐ σθέντας. ἐδείκνυτο γὰρ ἐν αὐτοῖς, ὡς ἔνδον τε μένει κατὰ τὰς μήτρας τὸ τοῦ ἄρρενος σπέρμα, καθάπερ Ἱπποκράτης ἔλεγεν, ἐπειδὰν μέλλῃ συλλήψεσθαι τὸ
20θῆλυ, τῶν θ’ ὑμένων ἡ γένεσις, ἔτι δὲ καὶ τῶν ἀγ‐ γείων ἁπάντων ἀρχὴν ἔχει τὸ τοῦ ἄρρενος σπέρμα.

4

.

189

τοῦτ’ οὖν ἐπιπέττεταί ‖ τε καὶ τρέφεται κατ’ ἀρχὰς εὐθὺς ὑπὸ τοῦ θήλεος, ὡς ἂν ἐγγυτέρω τε τὴν φύσιν ὑπάρχοντος ἢ καθ’ αἷμα καὶ παντὸς τοῦ τρεφομένου ῥᾷον ἐκ τῶν ὁμοίων αὐξάνεσθαι δυναμένου. γενέσθαι
5δ’ ἐξ αὐτοῦ καὶ τὸν ἀλλαντοειδῆ χιτῶνα κατὰ τὰ Περὶ σπέρματος ὑπομνήματα δέδεικται. τὸ δ’ ἐν τοῖς ἀδε‐ νοειδέσιν ἐκείνοις σώμασι γεννώμενον ὑγρὸν εἰς τὸν οὐρητικὸν ἐκχεῖται πόρον ἐπὶ τῶν ἀρρένων ἅμα τῷ σπέρματι. αἱ χρεῖαι δ’ αὐτοῦ, πρός τε τὴν ἀφροδίσιον
10ἐπεγείρειν συνουσίαν ἥδειν τε καὶ κατὰ τὴν ὁμιλίαν ἐπιτέγγειν τὸν οὐρητικὸν πόρον· [ἰδία δ’ ἐξαίρετος ἐπὶ
τῶν ἀρρένων, οἵα καὶ τοῦ θήλεος σπέρματος, ὁμοιό‐ τατα γὰρ ἀλλήλοις ἐστὶ τὴν ἰδέαν τό τ’ ἐν τοῖς διδύ‐ μοις τοῦ θήλεος σπέρμα καὶ τὸ περιεχόμενον ἐπὶ τῶν320 in vol. 2
15ἀρρένων ἐπὶ τοῖς ἀδενοειδέσι σώμασι. ἡ γάρ τοι ῥώμη τε καὶ θερμότης ἡ τοῦ ἄρρενος οὕτως ἐκπέττει καὶ τὸν ἐν τούτοις τοῖς μορίοις χυμόν, ὡς μηδὲν ἀπολεί‐

4

.

190

πεσθαι θήλεων σπέρματος.] ‖ ὅθεν οἶμαι καὶ τοὺς ἐκ τούτων τῶν σωμάτων ὁρμωμένους πόρους οὐκ ὀκνοῦ‐ σιν ὀνομάζειν ἀγγεῖα σπερματικά, καὶ πρῶτός γε Ἡρό‐ φιλος ἀδενοειδεῖς παραστάτας ἐκάλεσεν, ὅτι καὶ τὰ τῶν
5ὄρχεων ἐκφυόμενα κιρσοειδεῖς ἔφθανεν ὀνομάζειν παρα‐ στάτας. [ἀλλὰ τὸ θῆλυ διότι ψυχρότερόν ἐστι τοῦ ἄρ‐ ρενος, ἄπεπτον τοῦτο καὶ λεπτὸν ἔχει ἐν τοῖς ἀδενο‐ ειδέσι παραστάταις τὸ ὑγρόν, ὡς μηδὲν εἰς τὴν τοῦ ζῴου γένεσιν ὠφελεῖν. εὐλόγως οὖν τοῦτο ἐκχεῖται
10μὲν τὰς ἑαυτοῦ χρείας πληρῶσαν· εἰς δὲ τὰς μήτρας ἕλκεται θάτερον τὸ τῶν ἀνδρῶν δηλονότι. ὅτι δ’ οὐ μόνον ἐπεγείρει πρὸς ἀφροδίσια τουτὶ τὸ ὑγρόν, ἀλλ’ ἥδειν τε ἅμα κατὰ τὴν ἔκπτωσιν ἐπιτέγγειν τε τὸν πόρον ἱκανόν ἐστιν, ἐκ τῶνδ’ ἂν μάλιστα μάθοις.
15ἐκρεῖ φανερῶς τηνικαῦτα τῶν γυναικῶν, ὅταν ἥδωνται μάλιστα κατὰ τὰς συνουσίας περιχεῖταί τε τῷ αἰδοίῳ τοῦ ἄρρενος αἰσθητῶς. ἀλλὰ καὶ τοῖς εὐνούχοις τὸ τοιοῦτον ἡδονήν γέ τινα παρέχειν φαίνεται ἐκχεόμενον. ὥστε τούτου μὲν οὐκ ἂν ἔτι ζητοίης ἐναργεστέραν

4

.

191

πίστιν.] ὅτι δ’ ἐπιτέγγει τε καὶ μαλάττει ‖ τὸν πόρον, ἦν μέν που κἀξ αὐτῆς αὐτοῦ τῆς φύσεως δῆλον· ἅτε γὰρ οἷον γλισχρότητά τινα καὶ πάχος ἔχον ἐλαίου δίκην ἐπαλείφει τὸν πόρον, ὅπως μὴ καταξηρανθεὶς321 in vol. 2
5συνιζήσειέ τε καὶ κωλύσειε φέρεσθαι ῥᾳδίως δι’ αὐτοῦ τό τ’ οὖρον καὶ τὸ σπέρμα. καὶ γὰρ οὖν καὶ ἄλλοι τινὲς ἀδένες ἐδείκνυντο τῆς αὐτῆς ἕνεκα χρείας γεγο‐ νότες, ὥσπερ καὶ ὁ κατὰ τὴν φάρυγγα καὶ τὴν γλῶτ‐ ταν ἔτι τε τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὰ ἔντερα. καὶ
10νυνὶ δέ τις ἔναγχος ἰσχνὰ καὶ ἄτροφα καὶ ῥικνὰ καὶ ξηρὰ τὰ ταύτῃ σύμπαντα ἔχων μόρια διὰ τοῦθ’ ἡμῖν ἔδοξεν οὐρεῖν ἀδυνατεῖν, εἰ μὴ πάμπολυ πρότερον ἤθροισε κατὰ τὴν κύστιν ὑγρόν, ὅτι ξηρὸς ἦν αὐτῷ καὶ συνι‐ ζηκὼς ὁ πόρος. ἐδεῖτ’ οὖν ἀθρόου τε καὶ πολλοῦ τοῦ
15ἄνωθεν ἐπιπεμπομένου σφοδρῶς οὔρου τῇ ῥύμῃ τῆς φορᾶς διοίγοντος αὐτόν, ἄλλως δ’ ἀδύνατον ἦν οὐρεῖν τῷ ἀνθρώπῳ. καὶ ἡ ἴασις δὲ τὴν δόξαν τῆς αἰτίας ἐπιστώσατο. χρίσμασί τε γὰρ ἐλαιώδεσιν ἅπαν ἐπι‐ τέγγοντες τὸ χωρίον ἀνατρέφοντές τε τὸ ὅλον σῶμα—
20καὶ γὰρ κἀκεῖνο τελέως ἰσχνὸν ἦν, ἐξαιρέτως δὲ τὰ

4

.

192

ταύτῃ μόρια—διὰ τούτων ὑγιᾶ ‖ τὸν ἄνθρωπον ἀπε‐ δείξαμεν. ἀλλ’ ἐν μὲν ταῖς συνουσίαις ἀθρόον ἐκπί‐ πτει τοῦτο μετὰ τοῦ σπέρματος, ἐν δὲ τῷ λοιπῷ χρόνῳ
παντὶ κατὰ βραχὺ καὶ διὰ τοῦτ’ ἀναίσθητον ἡμῖν322 in vol. 2
5ἐστιν. ὅθεν οὐδὲ τὸν ἐπὶ πολλοῖς ἀφροδισίοις ὑπερ‐ ξηρανθέντα τουτὶ τὸ ὑγρόν, εἶθ’ ὁμοίως τῷ προειρη‐ μένῳ μόγις οὐροῦντα κακῶς ἐδόξαμεν ἰάσασθαι κελεύ‐ σαντες ἐγκρατῶς διαιτᾶσθαι. ταῦτά τε οὖν ἅπαντα φαίνεται τῇ φύσει προμηθῶς παρεσκευασμένα καὶ πρὸς
10τούτοις ἔτι τῶν ὀνομαζομένων κεραιῶν ἡ γένεσις. εἰ γὰρ δὴ καλῶς ἐν τοῖς Περὶ τῶν φυσικῶν δυνάμεων ἀποδέδεικται λόγοις ἅπασί τε τοῖς ἄλλοις τοῦ ζῴου μορίοις καὶ ταῖς ὑστέραις οὐχ ἥκιστα δύναμις ὑπάρ‐ χειν ποιότητος οἰκείας ἑλκτική, χρὴ πάντως τινὰ καὶ
15στόμαχον 〈ὑπάρχειν〉 αὐταῖς εἰς τὴν ὁλκὴν τοῦ τοι‐ ούτου χυμοῦ παρεσκευασμένον. ἀλλ’ ἔστιν οἰκειότατος χυμὸς ταῖς ὑστέραις, οὗ καὶ τῆς ὑποδοχῆς ἕνεκα γεγό‐ νασι, τὸ σπέρμα. διττοῦ τοίνυν ὑπάρχοντος τούτου διττὸν αὐταῖς καὶ τὸ τῶν στομάχων εἶδος ἐγένετο,

4

.

193

πρὸς μὲν τὴν παρὰ τοῦ ἄρρενος ὁλκὴν ‖ ὁ καλούμενος ὑπὸ τῶν ἀνατομικῶν αὐχήν, ὃν εἰς τὸ γυναικεῖον αἰ‐ δοῖον καθήκειν ἔφην· εἰς δὲ τὸ παρὰ τῶν ἰδίων ὄρχεων αἱ κεραῖαι, καὶ διὰ τοῦθ’ ὡς πρὸς τὰς λαγόνας ἀνα‐
5νενεύκασιν ἄνω καὶ κατὰ βραχὺ γιγνόμεναι στενότεραι τελευτῶσιν εἰς ἀκριβῶς στενὰ πέρατα, συναπτομένης ἑκατέρας αὐτῶν τῷ καθ’ ἑαυτὴν διδύμῳ· καλεῖ γὰρ Ἡρόφιλος οὕτω τὸν ὄρχιν. τὸ δὲ συνάπτον ἀγγεῖον
ἀνάλογον τοῖς ἐπὶ τῶν ἀρρένων κιρσοειδέσιν ὀνομαζο‐323 in vol. 2
10μένοις παραστάταις ἐστὶ τὸ μικρῷ πρόσθεν ὀνομασθὲν ἡμῖν σπερματικόν. ἔστι δ’ αὐτῷ καὶ τὰ μυώδη σώ‐ ματα καταφερόμενα πρὸς τοὺς ὄρχεις ἐπὶ τῶν ἀρρένων ἐκ τῶν καθ’ ὑπογάστριον μυῶν. ὥστε καὶ κατὰ τοῦτο πάντ’ ἔχει τὰ μόρια τὸ θῆλυ ζῷον ὅσαπερ καὶ τὸ
15ἄρρεν. εἰ δὲ τὰ μὲν αὐτῶν ἐλάττω, τὰ δὲ μείζω, θαυμάζειν χρὴ κἀνταῦθα τὴν τέχνην τῆς φύσεως, εἰ μήτ’ ἔλαττον ἐποίησε μηδὲν τοῖς θήλεσι τῶν μειζόνων εἶναι δεομένων μήτ’ αὖ μεῖζον μηδέν, ὃ ἐχρῆν ὑπάρ‐ χειν ἔλαττον.

4

.

194

Ὅτι μὲν οὖν ὄρχεις τε καὶ πόρους σπερ‐ ματικοὺς μείζους ἄμεινον ἦν εἶναι τοῖς ἄρρεσιν, ἔμ‐ προσθεν εἴρηται. διότι δ’, ἐπειδὴ τοῦτ’ ἦν ἄμεινον, εὐλόγως ἡ φύσις ἀνατείνασα μὲν ἄνω τὰς κεραίας τῶν
5ὑστερῶν ἐγγὺς τοῖς ὄρχεσιν ἀνήγαγεν, ἵνα καὶ τὸ συνάπτον αὐτὰς ἀγγεῖον τὸ σπερματικὸν γένηται μι‐ κρόν, ἔμπαλιν δ’ ἐπὶ τῶν ἀρρένων ἐποίησεν, ἐν τῷδε τῷ λόγῳ λελέξεται. παρακειμένων γὰρ τῶν ὄρχεων ἑκατέρωθεν τῇ ῥίζῃ τοῦ καυλοῦ—καλεῖται δ’ οὕτω
10τὸ ἀνδρεῖον αἰδοῖον—εἰ μηδὲν ἐπετεχνήσατο σόφισμα περὶ τὴν τῶν σπερματικῶν ἀγγείων διάπλασιν, οὐ μόνον οὐκ ἂν αὐτὰ μείζονα τῶν ἐν τοῖς θήλεσιν ἐποίησεν, ἀλλὰ καὶ πολὺ σμικρότερα. μακρὰν οὖν τινα περίοδον ἐξεῦρεν αὐτοῖς ἀνάγουσα μὲν πρότερον ὡς
15ἐπὶ τὰς λαγόνας, αὖθις δὲ κατάγουσα διὰ τῶν ἐντὸς
ἄχρι τῆς ἐπὶ τὸ αἰδοῖον ἐκφύσεως, ἵναπερ ἔμελλον ἐξερεύγεσθαι τὸ σπέρμα. κατὰ τοῦτ’ ἤδη καὶ κιρσώ‐ δεις αὐτοὺς ἀπειργάσατο πλατύνασά τε καὶ διευρύνασα μέχρι πλείστου, πανταχόθεν, ὡς οἷόν τ’ ἦν, ὑποδοχὰς324 in vol. 2
20ἀφθόνους τῷ πλήθει τοῦ σπέρματος εὐτρεπίζουσα. ‖

4

.

195

καὶ εἴ γε μὴ ῥᾳθύμως ἐθέλεις ἀκούειν τῶν λεγομένων, ἀλλ’ ἐπὶ τὰς διαιρέσεις τῶν ζῴων ἀφικόμενος αὐτόπτης γίγνεσθαι τῶν ἔργων τῆς φύσεως, οὐ σμικρὰν ὄψει τῶν ἐν τοῖς ἄρρεσι σπερματικῶν ἀγγείων τὴν ὑπερ‐
5οχήν, ἀλλὰ καὶ τῷ μήκει καὶ τῷ πλάτει καὶ τῷ βάθει πολλαπλάσια τῶν ἐν τοῖς θήλεσιν εὑρήσεις ὑπάρχοντα. διὰ ταύτας οὖν τὰς αἰτίας οἱ μὲν τῶν γυναικῶν ὄρχεις μικροί τε πάνυ γεγόνασι καὶ ταῖς μήτραις ἑκατέρωθεν παρέφυσαν ἐν τοῖς κατὰ τὸ ἐπιγάστριον χωρίοις, οἱ
10δὲ τῶν ἀνδρῶν μεγέθει τε ἅμα πολλαπλάσιοι καὶ κάτω τῶν κατὰ τὴν γαστέρα χωρίων ἀπήχθησαν, ὡς μηδὲ ψαύειν ὅλως αὐτῶν. εἰ γὰρ δὴ καὶ τούτους ἐνταυθοῖ κατέθετο, πρὸς τῷ στενοχωρεῖσθαί τε ἅμα καὶ στενο‐ χωρεῖν τὰ ταύτῃ μόρια καὶ τὸ μῆκος ἂν ἐξ ἀνάγκης
15ἐκολόβωσε τῶν σπερματικῶν ἀγγείων. νῦν μέν γε κάτωθεν ἄνω φερόμενα καὶ πάλιν αὖθις ἄνωθεν κάτω μέγεθος ἀξιόλογον ἐπικτᾶται· τότε δ’ ἄνωθεν κάτω μόνον ἰόντα τοῦ νῦν ὄντος αὐτοῖς μήκους τὸ ἥμισυ μέρος ὅλον ἀπώλλυεν ἄν. οἱ δὲ τῶν γυναικῶν ὄρχεις,

4

.

196

ὡς ἂν αὐτοί τε ‖ μικροὶ παντάπασιν ὑπάρχοντες ἀγγεῖά τε μέλλοντες ἀποφύσειν μικρά, χώραν ἐπιτηδειοτάτην
ἔχουσι τὴν νῦν ὑπάρχουσαν αὐτοῖς, ἑκατέρωθεν μὲν τῆς ὑστέρας τεθέντες, ἀνωτέρω δὲ βραχὺ τῶν κεραιῶν325 in vol. 2
5ἀπαχθέντες. ὅτι δὲ τοῦ μεγέθους τῶν ἐν τοῖς ἄρρεσιν ἀγγείων 〈τῶν〉 σπερματικῶν οὐ σμικρὰν πρόνοιαν ἡ φύσις ἐποιήσατο, μαθεῖν ἔστιν ἐπί τε τῶν ἰχθύων οὐχ ἥκιστα καὶ τῶν ὀρνίθων. ἐπειδὴ γὰρ ἕνεκα πολυ‐ γονίας ἀθροίζειν αὐτοὺς χρὴ πάμπολυ σπέρμα καὶ διὰ
10τοῦτ’ ἐν θερμῷ χωρίῳ τετάχθαι βέλτιον ἦν, ὡς θᾶττον ἐκπέττοιέν τε καὶ κατεργάζοιντο τὸν ἐπιρρέοντα χυμὸν εἰς σπέρματος χρηστοῦ γένεσιν, οὐχ ἁπλῶς αὐτοὺς φέρουσα κατέθετο πλησίον τῶν ἐκκρινόντων πόρων τὸ σπέρμα—βραχεῖς γὰρ ἂν οὕτως ἐγεγένηντο—πορ‐
15ρωτάτω δ’ ἀπάγουσα τῷ διαφράγματι συνῆψεν. ἔστι μὲν δὴ καὶ θερμότατον ἁπάντων τουτὶ τὸ χωρίον, ὡς ἂν ὑπὸ τεττάρων σπλάγχνων σκεπόμενον, ἄνωθεν μὲν καρδίας τε καὶ πλεύμονος, κάτωθεν δ’ ἥπατός τε καὶ σπληνός. ἀλλὰ καὶ τὸ διάστημα τοὐμμέσῳ
20μέγιστον ἦν, ὃ καταλήψεσθαι πᾶν ἔμελλε τὰ τοῦ

4

.

197

σπέρματος ‖ ἀγγεῖα καὶ πάντ’ ἔοικεν ἐξευρῆσθαι τῇ φύσει θαυμαστῶς ἐν ἑκάστῳ γένει ζῴου. περὶ μὲν δὴ τῶν ἄλλων τάχ’ ἄν ποτε καὶ αὖθις εἰπεῖν ἐγγένοιτο. τῷ δ’ ἀνθρώπῳ—περὶ τούτου γὰρ ὁ λόγος ὅδε
5σπουδάζει—τό τε μῆκος τῆς ῥάχεως οὐκ ἰχθύων μόνων οὐδ’ ὀρνίθων, ἀλλὰ καὶ πάντων τῶν ζῴων
ἔχοντι βραχύτατον ὡς πρὸς τὴν τῶν ἄλλων μορίων ἀναλογίαν αὐτούς τε τοὺς ὄρχεις μεγάλους, οὐκ ἦν ἐπιτήδειος ἡ τοιαύτη θέσις. πρὸς γὰρ αὖ τοῖς ἄλλοις326 in vol. 2
10οὐδὲ πολύσπερμον εἶναι δεῖται καθάπερ ἐκεῖνα τὰ ζῷα, σύμμετρον δὲ σπέρμα καὶ χωρὶς τοῦ θερμοῖς πλησιά‐ ζειν ὀργάνοις οἱ τῶν ἀνδρῶν ὄρχεις ἱκανοὶ γεννᾶν εἰσι διά τε τὸ μέγεθος καὶ τὴν θερμότητα. περὶ μὲν δὴ τῆς θέσεως αὐτῶν ἱκανὰ καὶ ταῦτα.
15 Περὶ δὲ τοῦ μεγέθους τῶν σπερματικῶν ἀγγείων—ἐντεῦθεν γὰρ ὁ λόγος ἀπετράπετο—θαυ‐ μάζειν χρὴ τὴν φύσιν, ὅπως ἀνάγουσα πρότερον ἐκ τῶν ὄρχεων εἰς τὰς λαγόνας αὐτὰ κατήγαγεν αὖθις ἐπὶ τὸ τοῦ ἄρρενος αἰδοῖον, εἶτ’ ἐνταῦθα πρὸς τὸν ἐκ

4

.

198

τῆς κύστεως ἔχοντα πόρον ἀνεστό‖μωσε, δι’ οὗπερ καὶ τὸ οὖρον ἐκκρίνεται. μὴ γὰρ ὅτι μεγέθους ἕνεκα μόνου τὴν τοσαύτην περίοδον ἐξεῦρεν, ἀλλὰ καὶ τῆς ἀσφαλείας αὐτῶν ὅπως προὐνοήσατο, θαυμάζειν ἄξιον.
5ᾧ γὰρ ἀπὸ τοῦ περιτοναίου πόρῳ καθάπερ αὐλῷ τινι τὰ τρέφοντα τοὺς ὄρχεις ἀγγεῖα κατήγαγε, τούτῳ συνε‐ χρήσατο πρὸς τὴν ἄνοδον τοῦ σπερματικοῦ κοινὴν ἀσφάλειαν ἐξευροῦσα τοῖς τρισὶ τῶν ἀγγείων γένεσι τὸν ἕνα τοῦτον πόρον. ἐντεῦθεν δὲ πάλιν καταγα‐
10γοῦσα τοῖς μὲν τῶν ἰσχίων ὀστοῖς ἐκ πλαγίων αὐτὰ φρουρεῖ, τῷ δὲ κατὰ τὸ ἐπίσειον ἐκ τῶν πρόσω, τῷ πλατεῖ δ’ ἐκ τῶν ὄπισθεν· οἷον γὰρ δὴ καὶ τοῦτο θαῦμα περὶ τὴν τῶν εἰρημένων ὀστῶν ὑπάρχει σύν‐ θεσιν, οὐδ’ ἑρμηνευθῆναι ῥᾴδιον. ὑποβέβληται μὲν
15ἐπὶ τῷ πέρατι τῆς ῥάχεως τὸ πλατύ τε καὶ ἱερὸν ὀστοῦν ὀνομαζόμενον, ἑκατέρωθεν δ’ ἐκ τῶν πλαγίων αὐτῷ συμφύεται δύο τῷ μεγέθει τοῦδε πολλαπλάσια καὶ τῷ σχήματι πολυειδέστατα, πρὸς μὲν τὰς λαγόνας ἀνα‐ τεινόμενα τῷ μεγίστῳ μέρει σφῶν αὐτῶν, εἰς δὲ τὰ327 in vol. 2
20πλάγια καὶ τὰ κάτω βραχὺ προϊόντα, κατὰ δ’ αὖ τὰ

4

.

199

πρόσω μέρη ‖ κυκλοτερέσιν ἀποφύσεσιν ἀξιολόγοις τὸ μέγεθος ἐς ταὐτὸν ἀλλήλοις ἰόντα, καθ’ ἃ δὴ καὶ συμ‐ φύεται διὰ χόνδρου. πάντα ταῦτα τὰ εἰρημένα τὰς ἔνδον αὑτῶν ἐπιφανείας τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον,
5ἅπαντα δ’ οὖν σιμὰς καὶ κοίλας καὶ λείας κεκτημένα μεγάλην ἀπεργάζεται μίαν ὀστεΐνην ψαλίδα καλύπτου‐ σάν τε ἅμα καὶ φρουροῦσαν ἅπαντα τὰ κατειληφότα τὴν ἐντὸς αὐτῆς κοιλότητα μόρια τοῦ ζῴου τά τ’ ἄλλα καὶ τὰ τοῦ σπέρματος ἀγγεῖα. πρώτη μὲν γὰρ ἡ κύ‐
10στις ὑπόκειται τοῖς τῆς ἥβης ὀστοῖς. ἔθος δ’ οὕτω καλεῖν τοῖς ἀνατομικοῖς τὰς ὀλίγον ἔμπροσθεν εἰρη‐ μένας ἀποφύσεις τῶν ὀστῶν τὰς κυκλοτερεῖς, ἃς καὶ συμφύεσθαι πρὸς ἀλλήλας ἔλεγον. ἐφεξῆς δὲ ταύταις αἱ μῆτραι τοῖς θήλεσιν, ἐπὶ δὲ τῇ μήτρᾳ καὶ τὸ ἀπευ‐
15θυσμένον ἔντερον. ἐπὶ δ’ αὖ τῶν ἀρρένων τὰ τοῦ σπέρματος ἀγγεῖα διὰ τούτου μάλιστα κατέρχεται τοῦ χωρίου. διότι δὲ μακρά τέ ἐστι καὶ τείνεσθαι καὶ σπᾶσθαι σφοδρῶς ἀναγκάζεται κατὰ τὰς συνουσίας, εὔρωστον ἱκανῶς αὐτῶν ἡ φύσις ἀπειργάσατο τὸν χι‐
20τῶνα· καὶ διότι ταῦτ’ αὐτοῖς ἐπὶ τῶν ἀρρένων μᾶλλον328 in vol. 2

4

.

200

ἢ τῶν θηλειῶν ὑπάρχει, διὰ τοῦτο καὶ ὁ χιτὼν ‖ ἰσχυ‐ ρότερος ἐπὶ τῶν ἀρρένων τοῖς κιρσοειδέσι τούτοις πα‐ ραστάταις ἐγένετο. κατὰ δὲ τὸν αὐτὸν λόγον ἀσθε‐ νέστεροι πολὺ τούτων οἱ ἀδενώδεις ἀπετελέσθησαν, ὡς
5ἂν μικρότατοί θ’ ὑπάρχοντες καὶ λεπτὸν τῇ συστάσει περιέχοντες ὑγρόν. οὕτως ἐν ἅπασιν ἡ φύσις δικαιο‐ τάτη τά τε ἄλλα σύμπαντα καὶ ῥώμης τε καὶ ἀσθενείας καὶ πάχους καὶ λεπτότητος τὸ κατὰ τὴν ἀξίαν ἀπο‐ νέμουσα. καὶ γὰρ οὖν καὶ φλεβῶν καὶ ἀρτηριῶν καὶ
10νεύρων τῶν εἰς τὰ γεννητικὰ μόρια καθηκόντων εἰ κατασκέψαιο διὰ τῶν ἀνατομῶν ὁπόσον τι τὸ μέγεθος ἑκάστου, θαυμάσεις οἶδ’ ὅτι τὴν δικαιοσύνην τοῦ δη‐ μιουργοῦ. σύμμετρα μὲν γὰρ τὰ νεῦρα, φλέβες δὲ καὶ ἀρτηρίαι μὴ ὅτι μέγισται μόνον, ἀλλὰ καὶ διτταὶ κα‐
15θήκουσιν εἰς αὐτά, τὸ μὲν ἕτερον ζεῦγος ἐκ τῶν κατὰ τοὺς νεφροὺς χωρίων ὁρμώμενον, ὅπερ εἴς τε τοὺς ὄρχεις ἐλέγετο καὶ τῶν μητρῶν κατασχίζεσθαι τοὺς πυθμένας, ἕτερον δ’ ἐκ μὲν τῶν κατὰ τὸ ἱερὸν ὀστοῦν ἀγγείων ἀπονεμόμενον, ἐμφυόμενον δὲ τοῖς κάτω μέ‐
20ρεσιν, ἵνα πρῶτον ἐπὶ μὲν τῶν θηλειῶν ὁ τῆς ὑστέρας

4

.

201

αὐχήν, ἐπὶ δὲ ‖ τῶν ἀρρένων ὁ καυλὸς ὀνομαζόμενος ἐκφύεται. καὶ δὴ καὶ τρέφεται τά τε κάτω τῶν μη‐ τρῶν ἅπαντα καὶ ὁ στόμαχος αὐτῶν καὶ προσέτι τὰ κατὰ τὸ γυναικεῖον αἰδοῖον, ὡσαύτως δὲ καὶ τὰ περὶ
5τὸ ἀνδρεῖον ἐκ τούτων τῶν ἀγγείων. ἡ χρεία δ’ αὐ‐ τῶν ἑτέρα μὲν ὡς μεγάλων, ἑτέρα δ’ ὡς διττῶν. ὅτι μὲν γὰρ οὐχ ἑαυταῖς μόναις αἱ μῆτραι τὴν τροφήν,
ἀλλὰ καὶ τοῖς κυουμένοις παρασκευάζουσι, διὰ τοῦτο μεγάλων ἀγγείων δέονται· μεγάλων δὲ καὶ οἱ ὄρχεις,329 in vol. 2
10ὅτι μηδ’ αὐτοὺς τρέφεσθαι μόνον, ἀλλὰ καὶ σπέρμα γεννᾶν ἐχρῆν. ὅτι δὲ τὸ μὲν ἕνεκα τοῦ τρέφειν μόνον παραγιγνόμενον εἰς τὰ γεννητικὰ μόρια ζεῦγος ἀρτη‐ ριῶν τε καὶ φλεβῶν ἀκάθαρτον ἔτι καὶ περιττωματι‐ κὸν αἷμα περιέχειν οὐκ ἔδει, τὸ δὲ πρὸς τῷ τρέφειν
15καὶ ἄλλας τινὰς χρείας παρέξον, ἃς ὀλίγον ἔμπροσθεν ἐδείκνυμεν ὑπάρχειν τοῖς ἀπὸ νεφρῶν ἀγγείοις, ὀρῶ‐ δές τε καὶ δριμὺ καὶ οὐ παντάπασι χρηστὸν ἔχειν χρὴ τὸ αἷμα, πρόδηλον παντί. διὰ ταύτας οὖν τὰς αἰτίας τὰ μὲν ἀπὸ τοῦ πλατέος ὀστοῦ φερόμενα τῶν πλησίον
20ἀγγείων κειμένων τῶν μεγάλων ἀφώρμηται. καὶ οὐκ

4

.

202

ἂν ‖ εὕροις ἐγγυτέρω τι χωρίον ἕτερον, ὡς διὰ βραχυ‐ τέρου διαστήματος ἀγαγεῖν ἐπὶ τὰ γεννητικὰ μόρια φλέβας τε καὶ νεῦρα καὶ ἀρτηρίας. καὶ φυλάττει κατὰ τοῦτο τὸ χωρίον ἡ φύσις, ὅπερ ἤδη πολλάκις ἡμῖν
5προείρηται, διὰ βραχυτάτου διαστήματος ἐπάγειν τοῖς τρεφομένοις τὰ θρέψοντα. κατὰ δὲ τὴν ἑτέραν ἀρχὴν τὴν ἀπὸ τῶν νεφρῶν ἐπιλελῆσθαι δόξειεν ἂν ἑαυτῆς, εἰ μή τις εἰδείη τὰς προειρημένας χρείας τῶν ἄνωθεν καταφερομένων ἀγγείων. ἐπὶ μὲν οὖν τῶν θηλειῶν
10ἧττόν ἐστι φανερὸν τὸ μῆκος τοῦ διαστήματος, ὡς ἂν ἐντὸς κατὰ τὴν γαστέρα κειμένων τῶν ὑστερῶν· ἐπὶ δὲ τῶν ἀρρένων, ἅτε τῶν ὄρχεων ἐκκρεμῶν ὑπαρχόν‐
των, αἱ εἰς αὐτοὺς ἀπὸ τῶν νεφρῶν ἰοῦσαι φλέβες τε καὶ ἀρτηρίαι μακρότεραι φαίνονται. πάντ’ οὖν ἀλλή‐330 in vol. 2
15λοις μαρτυρεῖ τὰ καλῶς λεγόμενα πρὸς τῷ καὶ τὴν φύσιν ἐν ἅπασιν ἀποφαίνειν δικαίαν. καὶ γὰρ οὖν καὶ τὸ τῶν νεύρων ζεῦγος τοῖς μὲν ἀπὸ τῶν καθ’ ἱερὸν ὀστοῦν ὁρμωμένοις ἀγγείοις συμπαρεκτείνεταί τε καὶ συγκατασχίζεται, καθάπερ ταῖς εἰς τὰ ἄλλα μόρια

4

.

203

καθηκούσαις ἀρτηρίαις τε καὶ φλεψίν. ‖ εἴτε γὰρ ἐξ ἐλαχίστου διαστήματος εἴτε δι’ ἀσφαλῶν χωρίων ἄγε‐ σθαι χρὴ τὰ θρέψοντα, δῆλον, ὡς καὶ τοῖς νεύροις ἀμφοτέρων μετεῖναι δίκαιον, ὥστ’ ἐκ τῶν αὐτῶν ὁρ‐
5μήσονται τόπων καὶ διὰ τῆς αὐτῆς ὁδοῦ παραχθήσον‐ ται. τὰς δ’ ἄνωθεν κατιούσας ἀρτηρίας τε καὶ φλέβας ἐκ περιουσίας λαβόντων τῶν γεννητικῶν ὀργάνων εὐ‐ λόγως οὐδὲν ἐκ τοῦ κατ’ ὀσφὺν νωτιαίου νεῦρον ἐν‐ ταῦθα συγκαταφέρεται· διὰ μακροῦ γὰρ ἄγεσθαι καὶ
10τοῦτ’ οὐκ ἦν ἄμεινον. ἀλλὰ καὶ τὸ πάχος αὐτῶν ἀκριβῶς τῇ χρείᾳ μεμέτρηται. τριῶν γὰρ ὄντων σκο‐ πῶν, ὡς ἔμπροσθεν ἐδείκνυτο, τῆς τῶν νεύρων εἰς ἅπαντα τὰ μόρια νομῆς, αἰσθήσεως μὲν ἐν τοῖς αἰσθη‐ τικοῖς ὀργάνοις, κινήσεως δὲ ἐν τοῖς κινητικοῖς, τῆς
15δὲ τῶν λυπησόντων διαγνώσεως ἐν τοῖς ἄλλοις ἅπασι, ταῖς μὲν μήτραις ὅλαις καὶ τῶν ἀρρένων τοῖς κατὰ τοὺς ὄρχεις καὶ τὸν ὄσχεον σύμπασι βραχυτάτων ἔδει τῶν νεύρων, ὡς ἂν μήτ’ εἰς αἴσθησιν ἀκριβῆ μήτ’
εἰς κίνησίν τινα καθ’ ὁρμὴν ὑπηρετοῦσιν, ἀλλὰ μηδὲ331 in vol. 2

4

.

204

πόροις οὖσι περιττωμάτων ὥσπερ τοῖς ἐντέροις. ‖ ὁ δὲ καυλὸς ὁ τοῦ ἄρρενος, ὥσπερ οὖν καὶ ὁ τῶν μητρῶν στόμαχος καὶ τἄλλα δὴ τὰ περὶ τὸ αἰδοῖον αὐτό, ὡς ἂν αἰσθήσεως περιττοτέρας δεόμενα διὰ τὴν ἀφροδί‐
5σιον ὁμιλίαν, εὐλόγως πλεόνων μετέσχε τῶν νεύρων. εἴπερ οὖν ἀναμνησθείης, ὡς ἐλαχίστων μὲν ἐδείχθησαν ἧπάρ τε καὶ σπλὴν καὶ νεφροὶ δεόμενοι τῶν νεύρων, ἐλαχίστων δὲ καὶ τἄλλα τὰ γεννητικὰ μόρια πλὴν τῶν κατὰ τὸ αἰδοῖον, ἔπειτα θεάσαιο κατὰ τὰς διαιρέσεις
10τῶν ζῴων οὕτω μὲν ὀλίγων νεύρων, ὥσπερ καὶ τὰ προειρημένα σπλάγχνα, μετέχοντα τὰ γεννητικὰ μόρια, μόνα δὲ τὰ περὶ τὸ αἰδοῖον ἀξιολογωτέρων νεύρων, εὖ οἶδ’ ὅτι θαυμάσεις κἀν τούτῳ τὴν δικαιοσύνην τῆς φύσεως. διὰ τοῦτ’ οὖν οὔτε πάνυ λεπτὸν τὸ ζεῦγος
15τουτὶ τῶν νεύρων ὥσπερ τὸ καθ’ ἧπάρ τε καὶ σπλῆνα καὶ νεφρούς ἐστιν οὔθ’ οὕτως ἀξιόλογον ὡς τὸ κατὰ τὴν γαστέρα, μέσον δ’ ἀμφοῖν ὡς ἔνι μάλιστα τῷ πάχει, διότι καὶ μικτή τις ἔμελλεν ἡ παρ’ αὐτοῦ χρεία γενήσεσθαι τοῖς ὀργάνοις, ἐν μὲν τοῖς ἄλλοις μέρεσιν, ‖

4

.

205

οἵαπερ ἦν ἡ καθ’ ἧπάρ τε καὶ νεφρούς, ἐν δὲ τοῖς κατὰ τὸ αἰδοῖον, οἵαπερ ἡ κατὰ τὴν γαστέρα. Διὰ τί δὲ τὰ μὲν ἔντερα πάντα καὶ ἡ γαστὴρ ἐκ δύο χιτώνων ἐγένοντο, ταῖς μήτραις δ’ εἷς
5ἤρκεσεν, ὥσπερ οὖν καὶ ταῖς κύστεσιν ἑκατέραις, εἴρη‐ ται μὲν ἤδη τὸ κεφάλαιον ἐν τοῖς ἔμπροσθεν λόγοις, ἡνίκ’ ἐξηγούμην τῶν ὀργάνων τῆς τροφῆς τὴν κατα‐
σκευήν, ἀνάγκη δὲ καὶ νῦν, ὅσον εἰς τὴν περὶ τῶν ὑστερῶν διδασκαλίαν διαφέρει, λεχθῆναι. τὰ μὲν τῶν332 in vol. 2
10κύστεων σώματα σκληρὰ καὶ δυσπαθῆ κατεσκεύασεν ἡ φύσις, ὡς ἂν τοῦτ’ ἔργον ἕξοντα μόνον, ὑποδέξασθαι περιττώματα. τοῖς δ’ ἐντέροις καὶ τῇ γαστρὶ πέψεως μᾶλλον ὀργάνοις οὖσιν ἢ περιττωμάτων ὑποδοχαῖς τὸ σαρκῶδες τῆς οὐσίας ἦν οἰκειότερον. οὐ γὰρ ἕνεκα
15τοῦ δέξασθαι χολὴν καὶ φλέγμα καὶ τἄλλα δὴ τὰ κα‐ ταρρέοντα πολλάκις ἐξ ὅλου τοῦ σώματος ὀρώδη περιτ‐ τώματα τὴν γένεσιν αὐτῶν ἡ φύσις ἐποιήσατο, γεγο‐ νόσι δ’ ἑτέρων ἔργων ἕνεκα συνεχρήσατο καὶ ὡς πόροις

4

.

206

περιττωμά‖των. ὥστ’ εὐλόγως τὸ μὲν εἶδος αὐτοῖς τῆς τοῦ σώματος οὐσίας οἰκεῖον ταῖς σφετέραις ἐνεργείαις ἐδημιουργήθη, τὸ δὲ πλῆθος τῶν χιτώνων διὰ τὴν ἐπίκτητον χρείαν προσετέθη. κίνδυνος γὰρ ἦν, ὡς ἐν
5τοῖς ὑπὲρ αὐτῶν δέδεικται λόγοις, ἀναβρωθῆναί τε καὶ παθεῖν ἐνίοτε τὸν ἕτερον τῶν χιτώνων τὸν ἐντός. ἵν’ οὖν ἐν τούτῳ μόνῳ μένῃ τὸ κακόν, ἕτερον ἔξωθεν αὐτῷ περιέβαλεν. ἐπὶ δέ γε τῶν ὑστερῶν, ὡς ἂν αἵ‐ ματι καθαρῷ καὶ χρηστῷ τρεφομένων, εἷς αὐτάρκης
10χιτών. ἀλλ’ ἐπεὶ μὴ μόνον ἕλκειν αὐτὰς ἐχρῆν εἴσω τὸ σπέρμα κατὰ τὰς συνουσίας, ἀλλὰ καὶ κατέχειν ἐν τῷ τῆς κυήσεως χρόνῳ καὶ ἀποκρίνειν, ἐπειδὰν τελε‐ ωθῇ τὸ κύημα, διὰ τοῦτο πᾶν εἶδος ἰνῶν ἐν αὐταῖς ἡ φύσις ἐτεχνήσατο. δέδεικται γὰρ οὖν δὴ καὶ περὶ
15τοῦδε πολλάκις, ὡς ἕκαστον τῶν ὀργάνων ἕλκει μὲν
εἰς ἑαυτὸ ταῖς εὐθείαις ἰσὶν ἐνεργοῦν, ἐκκρίνει δὲ ταῖς ἐγκαρσίαις, κατέχει δὲ συμπάσαις. ὁ δ’ ἔξωθεν τού‐ των περικείμενος ὑμὴν ἀμφοτέρας τε συνάπτει τὰς μήτρας ἐς ταὐτὸ καὶ σκέπει καὶ συνδεῖ πρὸς τὰ παρα‐333 in vol. 2

4

.

207

κείμενα. καὶ μὲν δὴ καὶ ἄλλοι τινές εἰσιν ‖ αὐταῖς δεσμοὶ πρός τε τὰ κατὰ ῥάχιν σώματα καὶ τἄλλα τὰ περικείμενα, χαλαροὶ σύμπαντες ἱκανῶς, ὡς οὐδὲ καθ’ ἓν ἄλλο μόριον ἰδεῖν ἔστιν· οὐ γὰρ οὖν οὐδ’ ἄλλο τι
5διαστέλλεσθαί τε μέχρι πλείστου καὶ αὖθις εἰς ἐλάχι‐ στον συνέρχεσθαι φύσιν ἔχει. χρὴ τοίνυν καὶ τοὺς δεσμοὺς συνεπεκτείνεσθαι καὶ συνέπεσθαι παντὶ τῷ σπλάγχνῳ καὶ μήτ’ αὐτοὺς ἀπορρήγνυσθαι μήτ’ ἐκεῖνο περιορᾶν ἀλώμενον ἢ ἀλλοτρίαις ἀμέτρως ἐπεμβαῖνον
10ἕδραις. ἡ δὲ θέσις αὐτῆς, ὅτι μὲν ὁ στόμαχος αὐτῆς εἰς τὸ γυναικεῖον αἰδοῖον τελευτᾷ δεόντως ταύτῃ τε‐ ταγμένον, ἔμπροσθεν εἴρηται. καὶ εἴπερ ἐκεῖνον ἐστρά‐ φθαι χρὴ κάτω, δῆλον, ὡς τὸ λοιπὸν ἅπαν κύτος ἐν τοῖς κατὰ τὴν γαστέρα τετάχθαι χωρίοις ἀναγκαῖον
15ὑπάρχει. διὰ τί δ’ ἔμπροσθεν μὲν ἡ κύστις, ὄπισθεν δὲ τὸ ἀπευθυσμένον ἔντερον, ἐν μέσῳ δ’ ἀμφοῖν αἱ μῆτραι; ἢ ὅτι βέλτιον ἦν ἐπὶ πλεῖστον ἐν ταῖς κυήσε‐ σιν ἐκτεινομένας αὐτὰς ἐκ μὲν τῶν ὀπίσω μερῶν οἷον ὑποστόρεσμά τι κατὰ ῥάχιν ἔχειν, ἐκ δὲ τῶν ἔμπροσθεν ‖

4

.

208

οἷον πρόβλημα; λεπτόταται γὰρ ἱκανῶς γίγνονται κατὰ τὸν τῆς κυήσεως χρόνον, ὡς ἂν τοῦ βάθους εἰς τὸ μῆκος ἀναλισκομένου, καὶ διὰ τοῦτ’ ἀσθενέσταται καὶ
μὲν δὴ καὶ προχωροῦσαι διὰ τὸν ὄγκον εἰς τὰ παρα‐334 in vol. 2
5κείμενα σύμπαντα χωρία. οὔκουν ἄλυπος οὐδ’ ἀβλα‐ βὴς 〈ἂν〉 αὐταῖς ἡ τῶν περικειμένων ὀστῶν ἐγίγνετο γειτνίασις, εἰ μηδὲν ἐν τῷ μεταξὺ μόριον ἐτέτακτο. διὰ τί δ’ οὐκ εἰς αὐτοὺς τοὺς ὄρχεις ἐνέφυσε τὸ σπερματικὸν ἀγγεῖον ἡ φύσις, ἀλλὰ τὴν καλουμένην
10ἐπιδιδυμίδα μέσην ἀμφοῖν ἔταξεν; ὅτι χαύνους ἱκανῶς ὑπάρχοντας αὐτοὺς καὶ σηραγγώδεις καὶ μαλακοὺς πυκνοῖς καὶ ἰσχυροῖς καὶ σκληροῖς οὐχ οἷόν τ’ ἦν ἀσφαλῶς συμφῦναι τοῖς σπερματικοῖς ἀγγείοις. ὥστε κἀνταῦθ’, ὅπερ ἤδη δέδεικται πολλάκις, ἡ φύσις ἀπειρ‐
15γάσθαι φαίνεται, τὸ μηδὲν τῶν ἐναντίων ταῖς οὐσίαις ἐς ταὐτὸν ἀγαγεῖν, ἀλλ’ ἀεὶ ζητεῖν ἐν μέσῳ τινὰ κα‐ ταθέσθαι δεσμὸν αὐτοῖς φιλίας συναγωγόν. ὅσον γὰρ ἀποδεῖ τῶν σπερματικῶν ἀγγείων ἡ ἐπιδιδυμὶς ἰσχύϊ καὶ πυκνότητι καὶ σκληρότητι, τοσοῦτον πλεονεκτεῖ τῶν

4

.

209

ὄρχεων. ἀλλὰ καὶ τῶν μερῶν αὐτῆς τὰ μὲν ‖ τοῖς σπερματικοῖς ἐμφυόμενα σκληρότατα, τὰ δὲ τοῖς ὄρχεσι μαλακώτατα, τὰ δ’ ἐν τῷ μεταξὺ πάντα ἀλλήλων ἀνά‐ λογον ὑπερέχοντα· τὰ μὲν ἐγγυτέρω τῶν σπερματικῶν
5σκληρότατα, τὰ δ’ αὖ τῶν ὄρχεων ἐγγυτέρω μαλακώ‐ τατα διὰ τὴν αὐτὴν αἰτίαν ἐγένετο. διὰ τί τοίνυν οὐκ εἰσὶν ἐπὶ τοῖς τῶν θηλειῶν ὄρχεσιν αἰσθηταὶ καὶ σαφεῖς αἱ ἐπιδιδυμίδες, ἀλλ’ ἢ οὐδ’ ὅλως σοι δόξουσιν ὑπάρχειν ἢ σμικραὶ παντελῶς εἶναι; ἢ ὅτι πρῶτον μὲν
10καὶ ὁ δίδυμος αὐτὸς σμικρὸς ὁ τοῦ θήλεος καὶ τὸ
σπερματικὸν ὡσαύτως σμικρόν, ὥστ’ οὐδὲν θαυμαστὸν οὐδὲ τὸ συνάπτον αὐτὰ σμικρὸν ὑπάρχειν, ἔπειτα δὲ καὶ ἡ τῆς οὐσίας αὐτῶν διαφορὰ βραχεῖα καὶ οὐχ ὥσπερ ἐπὶ τῶν ἀρρένων παμπόλλη. καὶ γὰρ οἱ ὄρχεις335 in vol. 2
15οἱ τοῦ ἄρρενος ὑγρότεροί τε καὶ μαλακώτεροι τῶν τοῦ θήλεος καὶ τὰ ἀγγεῖα τὰ σπερματικὰ σκληρότερα· τὰ δ’ ἐναντία τούτων ἐπὶ τοῦ θήλεος αὐτὰ μὲν ἧττον σκληρὰ τὰ σπερματικὰ διὰ τὰς εἰρημένας αἰτίας, οἱ δ’ ὄρχεις ἧττον ἀραιοὶ καὶ χαῦνοι καὶ ὑγροί, διότι
20ψυχρότεροι τὴν οὐσίαν ὑπάρχουσιν. οὔκουν ὑπὸ τῆς

4

.

210

ἐμφύτου θερμασίας ‖ διεφυσήθησάν τε καί, ὡς ἂν εἴποι τις, ἐζυμώθησαν. εὐλόγως οὖν ἐγγὺς ἀλλήλων ἐγένοντο ταῖς οὐσίαις αὐτῶν μὲν τῶν ὄρχεων σκληροτέρων ἀπο‐ τελεσθέντων, τῶν δ’ εἰς αὐτοὺς ἐμφυομένων ἀγγείων
5τῶν σπερματικῶν μαλακωτέρων. ὥστ’ οὐκ ἐδέοντο μεγάλου τοῦ συνάψοντος, ὃ κατὰ βραχὺ τῆς θατέρου σκληρότητος ἀποχωροῦν ἐπὶ τὴν μαλακότητα θατέρου παραγένοιτο. διότι δ’ ἐκκρεμεῖς εἰσιν οἱ τοῦ ἄρρενος ὄρχεις, διὰ τοῦτο καὶ μῦς εἰς ἑκάτερον αὐτῶν εἷς ἐκ
10τῶν κατὰ τὰς λαγόνας καθήκει χωρίων, ὅπως καὶ τού‐ τοις μετείη τῆς καθ’ ὁρμὴν κινήσεως. τί δὲ τὸ παρὰ τοῦ θήλεος σπέρμα συμβάλλεται τῷ ἄρρενι καὶ τίς ἡ φύσις ἑκατέρου καὶ πάνθ’ ὅσα τοιαῦτα, διὰ τῶν Περὶ σπέρματος ὑπομνημάτων ἐδείχθη. καὶ χρὴ καὶ τοῦτον
15ἐνταυθοῖ καταπαύειν ἤδη τὸν λόγον· ἐν γὰρ τῷ μετ’ αὐτὸν ἡ περὶ τὰ κυούμενα σύμπασα τέχνη τῆς φύσεως
ἐπιδειχθήσεται.336 in vol. 2

4

.

211

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΝ.
1 Οὕτω δὲ πολλῶν καὶ θαυμαστῶν τῇ φύσει τετεχνημένων ὀργάνων εἰς τὴν τοῦ γένους διαδοχήν, ὧν ὁ πρὸ τούτου λόγος ἐξηγήσατο, δόξειεν ἂν εὖ οἶδ’ ὅτι θεασαμένῳ σοι διὰ τῶν ἀνατομῶν αἰδοίου κατα‐
5σκευὴν οὐδενὸς ἧττον ἐκείνων ἐμφαίνεσθαι θαυμαστή τις ἡ περὶ τὴν δημιουργίαν αὐτοῦ σοφία. πρῶτον γὰρ αὐτὸ δὴ τοῦτο τὸ πρόχειρόν τε καὶ πᾶσι γνώρι‐ μον, ἐπειδὴ δύο τὰ γεννήσοντα ζῷα ποιῆσαι βέλτιον

4

.

212

ἦν, ὡς ἔμπροσθεν ἐδείκνυτο, ‖ διὰ τοῦτο καὶ τὰ μόρια τῷ μὲν εἰς ὑποδοχήν, τῷ δ’ εἰς ἔκκρισιν σπέρματος ἐπιτήδεια κατεσκεύασε· δεύτερον δὲ τὸ καὶ δυνάμεις ἐνθεῖναι τὰς χρησομένας τοῖς ὀργάνοις εἰς δέον· καὶ
5τρίτον τὸ πάντ’ αὐτῶν καὶ τὰ σμικρότατα μέρη θέσιν ἀρίστην ἕκαστον ἔχειν καὶ μέγεθος καὶ πλοκὴν καὶ διάπλασιν καὶ πάνθ’ ἁπλῶς, ὅσα μυριάκις εἴρηται τοῖς σώμασιν ὑπάρχειν. ἓν γὰρ οὐδὲν ἔστιν εὑρεῖν ἐν αὐ‐ τοῖς μόριον οὐ περιττόν, οὐκ ἐνδεές, οὐ μετατεθῆναι
10δεόμενον, οὐ μεταπλασθῆναι χρῇζον, οὐ πυκνότητος ἀποροῦν, εἰ πυκνότης αὐτῷ σύμφορος, οὐ μανότητος, ὅτῳ τοῦτο χρηστόν, οὐ πόρων, οἷς ἐκκρῖναι τὸ ἔργον, οὐ κοιλιῶν, αἷς ὑποδέξασθαι, πάντα δ’ εἰς ἄκρον κε‐ κοσμημένα κατὰ τὴν ἰδίαν ἑκάστου χρείαν. οὔτε γὰρ
15ἐν ἄλλῳ τινὶ τοῦ παντὸς σώματος ἔχοις ἂν ἀμείνονι χωρίῳ τῶν αἰδοίων ἑκάτερον ἐπινοῆσαι τεταγμένον, οὔτ’ ἐνταυθοῖ μέν, ἀλλ’ ἤτοι βραχεῖ τινι τῆς νῦν χώρας ἐφ’ ἑκάτερα παρηγμένον ἢ ἐκ τῶν ἔμπροσθεν μερῶν ἢ ἐκ337 in vol. 2

4

.

213

τῶν ὄπισθεν ἢ ἐκ τῶν ἄνω μᾶλλον ‖ ἢ ἐκ τῶν κάτω. περὶ μὲν δὴ τοῦ χρῆναι τετάχθαι κατὰ τοῦτο μάλιστα τὸ χωρίον, ἵναπερ νῦν ἐστιν, ὁ πρόσθεν λόγος αὐτάρ‐ κως ἐξήγηται· περὶ δὲ τοῦ μηδὲ τὸ βραχύτατον ἐν
5αὐτῷ τούτῳ πρὸς τὸ βέλτιον ἔτι μετακοσμηθῆναι δύνα‐ σθαι τὸν νοῦν ἤδη μοι πρόσεχε. ποῦ δὴ καὶ βούλει μετατεθῆναι τὸ τοῦ ἄρρενος αἰδοῖον; —ἀπὸ τούτου γὰρ ἀρξόμεθα—πότερον ἐγγυτέρω τῆς ἕδρας ἢ νῦν ἐστιν; ἀλλὰ κατ’ αὐτῆς ἂν ἐκείνης ἐπέκειτο καὶ ἦν
10ἀποπατοῦσι δύσχρηστον, εἰ μή τί σοι τοῦτο δόξειεν ἄρα βέλτιον ὑπάρχειν, ἀεὶ πρόμηκες αὐτὸ καὶ τεταμένον ἔχειν· ἀλλ’ οὕτω γε μεταθήσεις εἰς μακρότερον χρόνον τὴν δυσχρηστίαν. ἀποπατούντων μὲν γὰρ οὐκ ἐνο‐ χλήσει, τῷ δ’ ἄλλῳ βίῳ παντὶ δύσχρηστόν τε καὶ
15ῥᾳδίως πάσχον γενήσεται, καθάπερ εἰ καὶ τὴν χεῖρά τις ἀεὶ προτεταμένην περιφέροι. τάχ’ οὖν ἀνωτέρω που τετάχθαι κατὰ τὸ ἐπίσειον ἢ τὸ ὑπογάστριον ἄμει‐ νον ἦν. προστίθει πάλιν ἐνταῦθα, πότερον ἐντεταμέ‐ νον ἢ χαλαρὸν ὑπάρχον διὰ παντὸς ἢ τούτων ἑκάτερον
20ἐν μέρει γίγνεσθαι δυνάμενον. ἀλλ’ ἐντεταμένον μὲν

4

.

214

ἀεὶ πρὸς τῷ ῥᾳδίως αὐτὸ ‖ πάσχειν ἔτι καὶ δύσχρη‐ στον ἂν ἦν ἐν ἅπαντι τῷ βίῳ καθ’ ἕνα μόνον τὸν τῆς συνουσίας καιρὸν χρήσιμον γενόμενον· κεχαλασμέ‐ νον δ’ εἴπερ ἦν διὰ παντός, ἄχρηστον ἂν οὕτω γε338 in vol. 2
5παντάπασιν ὑπῆρχεν, οὗ χάριν ἐγένετο μηδεπώποτ’ ἐργάσασθαι δυνάμενον· εἰ δ’ ἐν μέρει μὲν χαλαρόν, ἐν μέρει δ’ ἐντεταμένον, πρῶτον μὲν αὐτὸ δὴ τοῦτο θαυμάζειν ἄξιον, εἰ, οἷον ὁ λόγος ἐξεῦρεν αὐτὸ χρῆναι γεγονέναι, τοιοῦτον φαίνεται νῦν ὑπάρχον, ἑξῆς δ’
10ἐπισκέψασθαι, τίς ἂν αὐτὸ μάλιστα κατασκευὴ πρὸς τὰς οὕτως ἐναντίας καταστάσεις ἐν τάχει δύναιτο μετα‐ κοσμεῖν. ἆρ’, εἰ φλεβῶδες ἐγένετο, ῥᾳδίως μὲν ἂν ἐπληροῦτο, ῥᾳδίως δ’ ἂν ἐξεκενοῦτο καὶ τάσιν ἰσχυρὰν ἐν τῷ πληροῦσθαι προσεκτᾶτο; καὶ μὴν οὔτε καθ’
15αἵματος οὐσίαν ἦν τὸ τῆς τοσαύτης πληρώσεως ἢ κε‐ νώσεως τάχος, ἀλλ’ ἀέρος ἢ πνεύματος ἤ τινος οὕτω πορίμου χρήματος, ἔν τε τῷ πληρωθῆναι τάσιν ἰσχυ‐ ρὰν οὐκ ἂν ὑπέμεινεν ὁ χιτὼν τῆς φλεβός· ἰσχυρᾶς γὰρ καὶ νευρώδους οὐσίας εἰς τὰς τοιαύτας ἐνεργείας
20ἦν χρεία. τάχ’ οὖν ἀρτηριῶδες ἄμεινον ἦν αὐτὸ γε‐

4

.

215

γονέναι. καὶ μὴν πρὸς ‖ τοῖς εἰρημένοις ἤδη περὶ τῶν φλεβῶν ἔτι καὶ τὸ σφύζειν ὑπάρχει ταῖς ἀρτηρίαις οἰκείῳ τινὶ ῥυθμῷ, οὐδ’ ἂν δύναιο πληρωθείσαις αὐ‐ ταῖς προστάξαι μένειν ἐν τούτῳ, καθάπερ οὐδὲ συστα‐
5λείσαις μηκέτ’ αὖθις διαστέλλεσθαι. ἆρ’ οὖν νευρῶδες ἄμεινον ἦν ἐργάσασθαι τὸ αἰδοῖον; ἀλλὰ κἀνταῦθ’ ἄπορον, ἐκ ποίου νεύρου τὴν γένεσιν ἕξει. τὰ μὲν γὰρ κυρίως ὀνομαζόμενα νεῦρα, τὰ ἐξ ἐγκεφάλου τε
καὶ νωτιαίου πεφυκότα, πρὸς τῷ μηδεμίαν ἔχειν αἰ‐339 in vol. 2
10σθητὴν κοιλότητα μηδὲ διαστέλλεσθαί τε καὶ συστέλ‐ λεσθαι πεφυκέναι καὶ τὸ τῆς μαλακότητος ἀντιπρᾶττον ἔχει τῇ κατὰ τὴν ἔντασιν ἐνεργείᾳ. τὰ δ’ ὑφ’ Ἱππο‐ κράτους μὲν ὀνομαζόμενα σύνδεσμοι, παρὰ δὲ τοῖς νεωτέροις ἰατροῖς νεῦρα συνδετικὰ τῇ μὲν σκληρότητι
15πρὸς τὴν τῆς ἐντάσεως ἐνέργειαν οὐκ ἀνάρμοστα, κοι‐ λίαι δ’ οὐδὲ τούτοις εἰσί. τὰ δ’ ἐκ τῶν μυῶν ἐκφυό‐ μενα νευρώδη σώματα πρὸς Ἱπποκράτους ὀνομαζόμενα τένοντες οὐ μόνον ὅτι κοιλίας οὐκ ἔχει τοῖς προειρη‐ μένοις ὁμοίως, ἀλλὰ καὶ διότι τῶν συνδέσμων ἀπολεί‐

4

.

216

πεται σκληρότητι, παντάπασιν ἄχρη‖στα πρὸς αἰδοίου κατασκευήν. καὶ μὴν εἰ τρία μέν ἐστι τὰ πάντα γένη τῶν νευρωδῶν σωμάτων, εὕρηται δὲ τὸ μὲν ἐξ ἐγκε‐ φάλου καὶ νωτιαίου τὴν ἀρχὴν ἔχον, ὡσαύτως δὲ καὶ
5τὸ τῶν μυῶν ἐκφυόμενον ἀνάρμοστον κατ’ ἄμφω, καὶ ὡς μαλακώτερον, ἢ πρέπει αἰδοίῳ, καὶ ὡς οὐκ ἔχον κοιλότητα, τὸ δ’ ἐκ τῶν ὀστῶν βλαστάνον, ὡς μὲν σκληρόν, χρήσιμον, ὡς δ’ ἀκοίλιον, ἄχρηστον, οὐδὲν ἔτι γένος νεύρου πρὸς αἰδοίου κατασκευὴν ἀπολείπεται
10χρήσιμον. ἐδείχθη δ’, ὅτι μηδ’ ἀρτηρίαι μηδὲ φλέβες· ὅτι δ’ οὐδὲ σάρκες οὐδ’ ἀδένες οὐδ’ ὀστοῦν ἢ χόνδρος οὐδ’ ἄλλο τι τῶν τοιούτων οὐδέν, ἄντικρυς δῆλον. ἆρ’ οὖν οὐ θαυμάσαι μὲν χρὴ πρῶτον τὴν σοφίαν τε ἅμα καὶ πρόνοιαν τοῦ δημιουργοῦ; πολὺ γὰρ εὐκολώ‐
15τερον ὑπάρχον ἑκάστου τῶν γεγονότων λόγῳ τὴν γένε‐
σιν διελθεῖν ἢ ἔργῳ τὸ πρᾶγμα αὐτὸ κατασκευάσαι τοσοῦτον ὁ ἡμέτερος ἀπολείπεται λόγος τῆς τοῦ δη‐ μιουργήσαντος ἡμᾶς σοφίας, ὥστ’ οὐδ’ ἐξηγήσασθαι δυνάμεθα τὰ πρὸς ἐκείνου ῥᾳδίως γιγνόμενα. δεύτε‐340 in vol. 2

4

.

217

ρον δὲ μετὰ τὸ θαυ‖μάσαι τε καὶ ἀπορῆσαι τῷ λόγῳ, τί τὸ σόφισμά ἐστι τοῦτο τὸ περὶ τὴν τῶν αἰδοίων κατασκευήν, ἐπὶ τὴν ἀνατομὴν ἀφικέσθαι χρὴ τοῦ μο‐ ρίου καὶ θεάσασθαι, μή τινα φύσιν ἑτέραν σώματος ὁ
5δημιουργὸς ἡμῶν ἐξεῦρεν αἰδοίῳ πρέπουσαν· εἶτ’, εἰ μὲν μηδὲν εὕροιμεν, ὃ μὴ καὶ κατ’ ἄλλο τι μόριον ἰδεῖν ἔστι, θαυμάσαι, πῶς ἐκ τῶν αὐτῶν ὀργάνων οὐ τὰς αὐτὰς ἐνεργείας ἐδημιούργησεν· εἰ δ’ εὕροιμέν τινα σώματος οὐσίαν, οἵαν οὐδὲ καθ’ ἓν ἄλλο μόριον
10ἰδεῖν ἔστιν, ἐπαινέσαι μὲν πάλιν αὖ κἀνταῦθα τῆς προνοίας τὸν δημιουργόν, ἀφίστασθαι δὲ μήπω τοῦ ζητουμένου πρὶν ἐκ τῆς ἀνατομῆς ἀκριβῆ ποιήσασθαι τὴν βάσανον. εἶδες οὖν ἤδη ποτὲ δεικνύντος ἰατροῦ τινος, οἷς μέλει τὰ τῶν ἔργων τῆς φύσεως· εἰ δὲ μή,
15ἀλλὰ νῦν γε θέασαι τῶν τῆς ἥβης ὀνομαζομένων ὀστῶν ἐκφυόμενον σῶμα νευρῶδες κοῖλόν τε ἅμα καὶ κενὸν ἁπάσης ὑγρότητος. τοῦτ’ οὖν ἐστιν, ὃ τῷ λόγῳ ζη‐ τοῦντες ἀρτίως οὐχ ηὑρίσκομεν οὐδ’ ἂν ηὕρομέν ποτε μὴ πρὸς τῆς ἀνατομῆς διδαχθέντες. ὃ γὰρ οὐχ ἑωρά‐

4

.

218

κειμεν ‖ οὐδὲ καθ’ ἓν ἄλλο μέρος ὅλου τοῦ σώματος, ἐπινοεῖν οὐκ ἐτολμῶμεν. εἰ δέ γ’ ἦμεν ὄντως φυσι‐
κοί, πάντως ἂν ἐνοήσαμεν, ὡς, ἐπειδὴ σκληρόν τε ἅμα καὶ κοῖλον εἶναι χρὴ τὸ τῶν αἰδοίων ἴδιον σῶμα,341 in vol. 2
5φύεται μὲν ἐξ ὀστοῦ, καθάπερ οἱ λοιποὶ πάντες σύν‐ δεσμοι, κοῖλον δ’ ἔσται μόνον ἐξ ἁπάντων, ὡς ἡ χρεία κελεύει. ταῦτ’ οὖν ὁ δημιουργὸς μὲν ἡμῶν ἐβουλήθη γενέσθαι. ἐπεὶ δ’ ἐγένετο, μηδ’ ἐπιχειρήσῃς ἔτι μηδὲ τολμήσῃς ὅπως ἐγένετο ζητεῖν. ὅσα γὰρ οὐδ’ ὅτι γέ‐
10γονεν ἐξηύρισκες, εἰ μὴ πρὸς τῆς ἀνατομῆς ἐδιδάχθης, πῶς ἂν εὐλόγως τολμῷς ζητεῖν ὅπως ἐγένετο; ἀρκεῖ σοι τό γε τοσοῦτον ηὑρῆσθαι, διότι πᾶν μόριον, ὡς ἡ χρεία κελεύει, κατεσκεύασται, τὸ δ’, ὅπως ἐγένετο τοι‐ οῦτον, ἐὰν ἐπιχειρήσῃς ζητεῖν, ἀναίσθητος φωραθήσῃ
15καὶ τῆς σῆς ἀσθενείας καὶ τῆς τοῦ δημιουργοῦ δυνά‐ μεως. ἀλλὰ γὰρ ἐπειδὴ ταῦτ’ ἐξεύρηταί σοι τὰ τῶν αἰδοίων, εἴτε χρὴ νεῦρα καλεῖν εἴθ’ ὅ τι βούλει, πάν‐ τως μὲν ὀστῶν ἐκφύεσθαι δεόμενα διά τε τὴν ἴδιον

4

.

219

οὐσίαν, οἵα εἴρηται πρόσθεν, ὑπάρχουσαν, ‖ ὅτι τε πρὸς τὰς ἐνεργείας αὐτῶν οὕτως ἦν ἄμεινον, ἵν’ ὄρ‐ θιόν τε καὶ ἀκλινὲς φυλάττοιτο τὸ σύμπαν αἰδοῖον ἑδραίου σώματος ἐκφυόμενον, ἐπὶ τὸ προκείμενον ἐπαν‐
5έλθωμεν, ὅθεν ὁ λόγος δεῦρ’ ἐξετράπετο. Περὶ γὰρ τῆς θέσεως τῶν αἰδοίων ὑπαρ‐ ξάμενοι λέγειν ἐπεδείξαμεν, ἐξ ὀστῶν χρῆναι γεννᾶσθαι τὸν καυλὸν ὀνομαζόμενον. καὶ μήν, εἴπερ ἐξ ὀστῶν,
ἐγγυτέρω μὲν τῆς ἕδρας ἢ νῦν ἐστι, δυνατὸν μέν, ἀλλ’342 in vol. 2
10οὐκ ἄμεινον, ὡς ἔμπροσθεν ἐπεδείκνυμεν, κατὰ δὲ τὸ ἐπίσειον οὐδ’ ὅλως δυνατόν· οὐκέτι γὰρ ἐνταῦθ’ ἐστὶν ὀστοῦν οὐδέν. ὥστ’ ἔκ τε τῶν τῆς ἥβης ὀστῶν ἐκφύ‐ σεται πάντως ἔκ τε τῶν ἄνω μερῶν αὐτῶν· οὕτω γὰρ ἐπὶ πλεῖστόν τε τῆς ἕδρας ἀφεστήξεται πρός τε τὰς
15συνουσίας ἄμεινον κείσεται. ὅτι δ’ οὐκ ἐκ τῶν ἀρι‐ στερῶν [ἢ νῦν ἐστιν] οὐδ’ ἐκ τῶν δεξιῶν, 〈ἐντεῦθεν μαθήσῃ〉. εἴρηται πολλάκις ἤδη καὶ πρόσθεν, ὡς, ὅταν μὲν ἓν ᾖ τι μόριον ἀζυγὲς ἑτέρῳ, τὴν ἐν τῷ μέσῳ

4

.

220

θέσιν ἐπιζητεῖ, ζεῦγος δ’ εἰ γένοιτο, τῆς μέσης ‖ χώρας ἴσον ἑκάτερον ἀπέχειν βούλεται, καὶ ὡς, εἰ μὴ φυλάτ‐ τοιτό που τοῦτο κατὰ τὸ σπάνιον, ἐν ἐκείνῳ χρὴ ζητεῖν τῆς ἐξαλλάξεως τὴν αἰτίαν, ὡς ἐφ’ ἥπατος ἐδείκνυτο,
5φυλαττομένου δὲ καὶ τὸ μεμνῆσθαι περιττόν. ἀλλ’ ἐπειδὴ περί τε θέσεως αἰδοίου καὶ τῆς τῶν κοίλων τε καὶ σηραγγωδῶν νεύρων ἐν αὐτῷ φύσεώς τε καὶ γε‐ νέσεως αὐτάρκως εἴρηται, τὸ λεῖπον αὐτοῦ τῆς κατα‐ σκευῆς ἐξηγησώμεθα παραλιπόντες κἀνταῦθα τά θ’
10οὕτω φανερὰ πᾶσιν, ὡς εἰ καὶ δεικνύοι τις, ἓν εἶναι χρῆναι τὸ αἰδοῖον ἢ ἀρτηρίας ἔχειν ἢ φλέβας ἢ δέρμα, τά τ’ οὐκέτι τῆς περὶ χρείας μορίων ὑπάρχοντα θεω‐ ρίας, ἀλλ’ ἐκ τῶν φυσικῶν προβλημάτων· οἷον καὶ τίνος γενομένου προελομένοις ἐντείνεται τὸ αἰδοῖον
15ὅπως τ’ ἐνίοτε χωρὶς προαιρέσεως τοῦτο πάσχει. τὸ μὲν γάρ, ὅτι τοῦ κοίλου νεύρου πληρουμένου πνεύμα‐ τος, ἐκ τῆς νῦν προκειμένης ἡμῖν πραγματείας ἐστί· τὸ δ’ ὅπως, ἐκ τῆς φυσικῆς. ἐχομένους δὴ τῶν ὅρων τῶνδε τὰ λείποντα τῷ λόγῳ χρὴ προστιθέναι.343 in vol. 2

4

.

221

Λείπει δὲ πρῶτον μὲν ἐπεξελθεῖν, οὗ βραχέως ἐμνημονεύσαμεν ὀλίγον ἔμπροσθεν, τοῦ δεῖν ἀκριβῶς τείνεσθαι τὸ αἰδοῖον ἐν ταῖς συνουσίαις. οὐ γάρ, ὡς ἂν οἰηθείη τις ἴσως, ἕνεκα τῆς συνουσίας
5μόνης, ἀλλὰ καὶ τοῦ διίστασθαι καὶ ἀνευρύνεσθαι τὸν πόρον, ἵν’ ἐπὶ πλεῖστον ἐξακοντίζηται τὸ σπέρμα, χρή‐ σιμον ἀκριβῶς τετάσθαι τὸ αἰδοῖον. εἰ γὰρ μὴ κατ’ εὐθὺ φέροιτο, διὰ τοῦ σκολιουμένου κατά τι καὶ συμ‐ πίπτοντος ἐνταῦθα σχεθήσεται. τοῖς γοῦν ὑποσπα‐
10διαίοις ὀνομαζομένοις, ἐπειδὴ διὰ τὸν ἐπὶ τῷ τέλει τοῦ καυλοῦ δεσμὸν ὁ πόρος διέστραπται, γεννᾶν ἀδύνατον, οὐχ ὡς οὐκ ἔχουσι δήπου τὸ σπέρμα γόνιμον, ἀλλ’ ὡς ἰσχόμενον ἐν τῇ διαστροφῇ τοῦ καυλοῦ καὶ πρόσω φέρεσθαι μὴ δυνάμενον. ὁμολογεῖ δὲ τῷ λόγῳ καὶ ἡ
15ἴασις, εἴ γε δὴ τμηθέντος τοῦ δεσμοῦ γεννῶσι. τοῦτο τοίνυν τὸ σφάλμα διὰ παντὸς 〈ἂν〉 ἐν ἅπασι συνέ‐ πιπτε μὴ προϊδομένης τῆς φύσεως, ὅπως εὐρύς τε ἅμα καὶ ἀκριβῶς ὁ πόρος ὀρθὸς ἐν ταῖς συνουσίαις γίγνοιτο. δεύτερον δ’ ἕτερον τέχνημα τῆς φύσεως εἰς ταὐτὸν
20τοῦτο διαφέρον ἥ τε θέσις αὐτοῦ τοῦ νευρώδους τού‐

4

.

222

του σώματος ἥ τε τῶν ἑκατέρωθεν ‖ μυῶν παράθεσις. ἐν μὲν γὰρ τοῖς κάτω μέρεσι τοῦ αἰδοίου κατὰ τὸ μῆ‐ κος ἐκτεταμένος μέσος ὁ πόρος ὁ τοῦ σπέρματος τέτα‐ κται· τούτῳ δ’ ἐπίκειται τὸ κοῖλον νεῦρον, ἑκατέρωθεν344 in vol. 2
5δ’ αὐτοῦ δύο μύες, ἵν’ ὥσπερ ὑπὸ χειρῶν τινων ἀν‐ τισπώμενος ὁ πόρος ἐφ’ ἑκάτερα διευρύνηται μένοντος ἀκλινοῦς τοῦ σύμπαντος αἰδοίου. ἔμελλε δὲ δήπου καὶ ἡ εὐθύτης τοῦ πόρου διὰ τῆς τοιαύτης κατασκευῆς φυλάττεσθαι. χρήσιμον δ’ ἐστὶ κατὰ τὰς ἀποκρίσεις
10τοῦ σπέρματος εὐρύτατόν τε ἅμα καὶ εὐθύτατον ἀκρι‐ βῶς φυλάττεσθαι τὸν πόρον ὑπὲρ τοῦ συνεχὲς ὅλον ἀθρόως ὅτι τάχιστα πρὸς τοὺς κόλπους αὐτὸ τῶν μητρῶν ἐξικνεῖσθαι. ἐπεὶ δὲ καὶ ἡ κύστις ἐτέτακτο πλησίον, ἕτερον οὐκ ἦν ἄμεινον ἐκκρίσεως οὔρων ἐρ‐
15γάζεσθαι πόρον ἀλλ’ ἢ συγχρήσασθαι τῷ τοῦ σπέρ‐ ματος. εὐλόγως οὖν καὶ ὁ ταύτης αὐχὴν ἅπαν κατεί‐ ληφε τὸ τοῦ περινέου χωρίον ἀναφερόμενος ἀπὸ τῆς ἕδρας, ἐφ’ ἧς ἐξ ἀρχῆς ἔκειτο, μέχρι τῆς κατὰ τὸ αἰδοῖον ἐκφύσεως. ἐπὶ δὲ τῶν γυναικῶν, ἅτ’ οὐκ
20ὄντος αἰδοίου προμήκους, τὴν τοιαύτην ἀπόφυσιν ‖

4

.

223

ὁ τῆς κύστεως αὐχὴν οὐκ ἔσχεν· ἀλλὰ τὸ μὲν αἰδοῖον αὐτὸ τὸ γυναικεῖον ἐπίκειται κατὰ τῆς ἕδρας, ἐπὶ δὲ τὸ ἄνω πέρας αὐτοῦ τῆς κύστεως ὁ τράχηλος τελευτᾷ, κἀνταῦθα προχεῖ τὸ οὖρον, οὔθ’ ἱκανῶς καμπύλος, ὡς
5ἐπὶ τῶν ἀνδρῶν, οὔθ’ οὕτω μακρὸς γενέσθαι δεηθείς. αἱ δὲ τοῦ δέρματος ἐπιφύσεις ἐπὶ τοῖς πέρασι τῶν αἰδοίων ἑκατέρων ἐν μὲν ταῖς γυναιξὶ κόσμου τε χάριν ἐγένοντο καὶ τοῦ μὴ ψύχεσθαι τὰς ὑστέρας σκεπάσματα προβέβληνται· τοῖς δ’ ἀνδράσι πρὸς τῷ κόσμον τινὰ345 in vol. 2
10φέρειν ἔτι καὶ ἀδύνατον ἦν μηδ’ ὅλως ἔχειν αὐτάς, εἴ τι μεμνήμεθα τῶν ἔμπροσθεν λόγων, ἐν οἷς ἐδεί‐ κνυτο, πῶς ἄρρεν τε καὶ θῆλυ διαπλάττεται ζῷον. οἷον δέ τι πρόβλημα τῆς φάρυγγος ὁ γαργαρεών ἐστι, τοιοῦτον τῶν μητρῶν ἡ νύμφη προσαγορευομένη, σκέ‐
15πουσά τε ἅμα καὶ ψύχεσθαι κωλύουσα τὸ καθῆκον αὐτῶν εἰς τὸ γυναικεῖον αἰδοῖον στόμα τοῦ τραχήλου. ταυτὶ μὲν δὴ καὶ τὰ τῶν γεννητικῶν ὀργάνων ἐστὶ μόρια καὶ συνθέσεως καὶ μεγέθους καὶ διαπλάσεως ‖

4

.

224

καὶ τῶν ἄλλων ἁπάντων, ἃ καὶ χωρὶς ἐμοῦ δυνατὸν ἐξευρεῖν τινα, θαυμαστῶς ὅπως παρεσκευασμένα. Ὅσα δὲ περὶ τὸ κυούμενον ἔτι ζῷον ἡ φύσις φιλοτεχνεῖ διαπλάττουσά τε καὶ τροφὴν καὶ
5πνεῦμα παρὰ τῆς μήτρας ἐπάγουσα καὶ χώρας τοῖς περιττώμασιν εὐτρεπίζουσα, χαλεπὸν μὲν ἑρμηνεῦσαι σαφῶς, ὀφθέντα γε μὴν ἀκριβῶς διὰ τῶν ἀνατομῶν εὐθέως ἀναγκάζει θαυμάζειν τὸν θεασάμενον. ὅλῳ μὲν γὰρ αὐτῷ πανταχόθεν ὑμὴν περιβέβληται λεπτός,
10ὃν ἀμνεῖον ὀνομάζουσιν, ἐκδεχόμενος τὸν οἷον ἱδρῶτα τοῦ κυουμένου. τούτῳ δ’ ἔξωθεν ἕτερος ἐπίκειται λεπτότερος, ὃν ἀλλαντοειδῆ προσαγορεύουσιν, εἰς τὴν
κύστιν αὐτοῦ συντετρημένος, ἀθροίζων ἐν ἑαυτῷ καὶ οὗτος ἄχρι τῆς ἀποκυήσεως τὸ οἷον οὖρον τοῦ κυου‐346 in vol. 2
15μένου. τούτοις δ’ ἔξωθεν ἐν κύκλῳ περιβέβληται τὸ χορίον ἅπασαν ὑπαλεῖφον ἔνδοθεν τὴν μήτραν, ὡς μηδαμόθι ψαύειν αὐτῆς τὸ ὑποκείμενον, καὶ διὰ τού‐ του μέσου συνάπτεται τῇ μητρὶ τὸ κυούμενον. ἐφ’ ἑκάστῳ γὰρ δὴ στόματι τῶν εἰς τοὐντὸς τῆς μήτρας

4

.

225

ἐχόντων ἀγγείων, δι’ ὧνπερ καὶ τὸ ‖ καταμήνιον εἰς αὐτὴν ἐφέρετο, γεννᾶται παρὰ τὸν τοῦ κύειν καιρὸν ἕτερον ἀγγεῖον, ἀρτηρία μὲν ἐπὶ τῷ τῆς ἀρτηρίας στό‐ ματι, φλὲψ δ’ ἐπὶ τῷ τῆς φλεβός, ὥστ’ εἶναι τὸν
5ἀριθμὸν ἴσα τὰ γεννώμενα τοῖς εἴσω τῆς μήτρας πε‐ ραίνουσι στόμασι. συνδεῖ δ’ αὐτὰ πρὸς ἄλληλα λεπτὸς μέν, ἰσχυρὸς δ’ ὑμήν, ἔξωθέν τε περιφυόμενος ἅπασι τοῖς ἀγγείοις καὶ τῶν ὑστερῶν τοῖς ἐντὸς μέρεσιν ἐμ‐ φυόμενος. οὗτος ὁ ὑμὴν καὶ τοῖς μεταξὺ τῶν στομά‐
10των ἅπασι μέρεσι τῆς ὑστέρας διπλοῦς ὑποτέταται καὶ συναποφύεταί τε καὶ συμπροέρχεται τοῖς εἰρημένοις ἀγγείοις ἅπασιν, ἑκατέρῳ τῶν ἑαυτοῦ μερῶν ἀμφιεννὺς ἑκάστου τὸ ἥμισυ μέρος, ὥστε καὶ σκέπην αὐτοῖς εἶναι καὶ φρουρὰν καὶ σύνδεσμον πρὸς ἄλληλά τε καὶ τὰς
15ὑστέρας τὸν διπλοῦν τοῦτον ὑμένα. μικρὸν μὲν δὴ τῶν ἀγγείων ἕκαστόν ἐστιν, ἵνα πρῶτον ἐκφύεται τῆς μήτρας, οἷον δένδρου ῥιζῶν τὰ εἰς τὴν γῆν καθήκοντα
πέρατα· προελθόντα δ’ ὀλίγον εἰς ταὐτὸν ἀλλήλοις ἔρχεται κατὰ σύνδυο, κἄπειθ’ ἓν ἐξ ἀμφοῖν γενόμενα347 in vol. 2
20πάλιν ἐκείνων ἕκαστον ἑκατέρῳ τῶν ὁμογενῶν εἰς ταὐ‐

4

.

226

τὸν ‖ ἀφικνεῖται. καὶ τοῦτ’ οὐ παύεται γιγνόμενον, ἄχρι ἂν εἰς δύο μεγάλα συναχθῇ πάντα τὰ σμικρά, καθάπερ τινὰ πρέμνα καταφυόμενα τῷ κυουμένῳ διὰ τοῦ κατὰ τὸν ὀμφαλὸν χωρίου. τέτταρα γὰρ οὖν ἐνταῦθα τὰ
5πάντ’ ἐστὶν ἀγγεῖα, δύο μὲν ἀρτηρίαι, δύο δὲ φλέβες, οὐδενὸς τῶν ἑτερογενῶν ἀλλήλοις συνελθόντος, ἀλλ’ ἀεὶ τῶν μὲν φλεβῶν ταῖς φλεψί, τῶν δ’ ἀρτηριῶν ταῖς ἀρτηρίαις ἐς ταὐτὸν ἀφικομένων· ὥστε σοι πρῶτον τοῦτ’ ἔργον τῆς φύσεως ἤδη φαινέσθω, κἂν ἐγὼ μὴ
10λέγω. τὸ γὰρ ἐν τοσαύτῃ φορᾷ τῇ μεταξύ, παμπόλ‐ λων ἀγγείων ἀλλήλοις ἀναμιγνυμένων, μηδεπώποθ’ εὑρῆσθαι φλέβα μὲν ἀρτηρίᾳ, ἀρτηρίαν δὲ φλεβὶ ἐμ‐ φῦσαν, ἀλλ’ ἀεὶ γνωρίζειν τὸ οἰκεῖον καὶ ἑνοῦσθαι τούτῳ μόνῳ, τέχνης θαυμαστῆς, οὐ τύχης ἀλόγου τε‐
15κμήριον. τὸ δὲ δὴ καὶ τοῖς ζῴοις ἅπασι τοῖς ἅλλεσθαι μείζω πεφυκόσιν, οἷον ἐλάφοις τε καὶ αἰξί, τὴν ἔκφυσιν τῶν ἀγγείων συνάψαι ταῖς μήτραις οὐχ ὑμέσι μόνον λεπτοῖς, ἀλλὰ σὺν τούτοις γλίσχραις σαρξὶν οἷον ἀλοιφῇ

4

.

227

τινι, πῶς οὐ θαυ‖μαστῆς προνοίας ἐπίδειγμα; τὸ δὲ μηδὲ καθ’ ἕτερόν τι μέρος ἐμφύεσθαι τῷ κυουμένῳ μήτε φλέβα μήτ’ ἀρτηρίαν ἀλλ’ ἢ κατὰ μόνον τὸν
ὀμφαλόν, ὅσπερ δὴ τὴν μέσην χώραν τοῦ παντὸς ζῴου348 in vol. 2
5κατείληφεν, οὐδ’ αὐτὸ ἐπιτυχοῦσαν ἐνδείκνυται τέχνην. τὸ δὲ μήτε τὰς φλέβας εἰς ἄλλο τι καταφύεσθαι σπλάγ‐ χνον ὑπερβαινούσας τὸ ἧπαρ, μήτε τὰς ἀρτηρίας ἀλλα‐ χόσε ποι φέρεσθαι πλὴν ἐπὶ τὴν μεγάλην ἀρτηρίαν, ἥτις ἐξ αὐτῆς τῆς καρδίας ἐκφύεται, πῶς οὐ θαυμα‐
10στόν; τὸ δὲ μηδ’ ὡς ἔτυχεν εἶναι τοὐμμέσῳ διάστημα μηδ’ εἰς τοὺς τυχόντας ἐμφύεσθαι τόπους τῶν εἰρη‐ μένων ὀργάνων, ἀλλὰ τὰς μὲν φλέβας εἰς τὰ τοῦ ἥπα‐ τος σιμά, τὰς δ’ ἀρτηρίας εἰς τὴν ἐπ’ ὀσφύϊ μοῖραν τῆς μεγάλης ἀρτηρίας, οὐ φαύλης οὐδ’ αὐτὰ τέχνης
15γνωρίσματα. τὰς μὲν γὰρ φλέβας ἔστιν ἰδεῖν εὐθέως μετὰ τὸν ὀμφαλὸν ἐς ταὐτὸν ἀλλήλαις ἰούσας καὶ μίαν γιγνομένας, ἔπειθ’ ὑμέσιν ἰσχυροῖς ἀμφιεννυμένην τε ἅμα καὶ συνδουμένην τοῖς παρακειμένοις σώμασι τὴν μίαν ἐκείνην φλέβα μέχρι τῆς ἐπὶ τὸ σπλάγχνον πο‐

4

.

228

ρείας. ἐπὶ γὰρ τὴν ἐν τῷ κυουμένῳ ‖ ζῴῳ φλεβῶν ἀρχὴν αὐτὴν ἐξικνεῖσθαι πρότερον, ἔπειτ’ ἐντεῦθεν ἁπανταχόσε διανέμεσθαι, τὰς δ’ ἀρτηρίας ἐχρῆν μὲν δήπου καὶ ταύτας εἰς τὴν τῶν ἀρτηριῶν ἀρχὴν ἐμφῦ‐
5ναι, τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας, ἀλλὰ πορρω‐ τάτω τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων ἀνῳκισμένης αὐτῆς οὐκ ἦν ἀκίνδυνον οἷον κρεμαμένας ἀνάγεσθαι τοσαύτην ὁδόν. τί δὴ λοιπὸν ἦν ἄμεινον ἢ δηλονότι διὰ βραχυτάτου διαστήματος ἀγαγεῖν αὐτὰς ἐπί τινα
10τῶν ἐκ τῆς καρδίας ἐκφυομένων; ἀλλ’ ἐκφύεται μὲν ἐκ τῆς καρδίας ἡ μεγίστη τῶν ἀρτηριῶν, ἐπίκειται δὲ κατὰ μέσης τῆς ῥάχεως ὅλον αὐτῆς τὸ μῆκος κατειλη‐ φυῖα. πρὸς ταύτην οὖν ἐχρῆν συναναστομῶσαί τε καὶ συνάψαι τὰς ἐκ τῆς μήτρας ἰούσας ἐπὶ τὸ κυούμενον349 in vol. 2
15ἀρτηρίας. καὶ δὴ καὶ παραγίγνονταί τε καὶ συνάπτον‐ ται ταύτῃ, καὶ φαίνεται κἀνταῦθα μηδὲν μάτην ἡ φύσις ἐργαζομένη. τί δὴ οὖν οὐ διὰ βραχυτάτης ὁδοῦ παρ‐ ήγαγεν αὐτὰς ἐπὶ τὴν ἀρτηρίαν τὴν μεγάλην; καὶ γὰρ ἀσφαλέστερον τὸ δι’ ὀλίγου καὶ αὐτῇ τῇ φύσει συνη‐
20θέστερον, ὡς ἐν τοῖς ἔμπροσθεν ἐπιδέδεικται λόγοις.

4

.

229

ἢ κἀνταῦθα θαυμάζειν αὐτῆς ‖ χρὴ τὴν πρόνοιαν; ἔνθα μὲν γὰρ οὐδὲν ἕτερον ἐν ταῖς ὁδοῖς ἐστι πλεονέκτημα, τὴν βραχυτάτην αἱρεῖται· προσιούσης δέ τινος ἐν τῷ μήκει τῆς ὁδοιπορίας ἀσφαλείας μείζονος, ἤπερ ἐκ τῆς
5βραχύτητος ἐγίγνετο, τὴν μακροτέραν περιάγειν οὐκ ὀκνεῖ. ταῦτα δὴ φαίνεται καὶ νῦν ἑλομένη πρὸ τῆς ἐπιτόμου μὲν σφαλερᾶς δὲ τὴν μακροτέραν μὲν ὁδὸν ἀλλ’ ἀκριβῶς ἀσφαλῆ. τὸ μὲν γὰρ ἐπὶ τὴν ῥάχιν ὀρ‐ θὰς κατάγειν ἐξ ὀμφαλοῦ τὰς ἀρτηρίας, εἴτ’ οὖν δύο
10μενούσας εἴτε καὶ μίαν γιγνομένας, ἐπ’ οὐδενὸς ὀργά‐ νου κατ’ οὐδὲν μέρος τῆς ὁδοῦ δυναμένας ἀναπαύεσθαι πρὸς τῷ καὶ φθάνειν ὑπό τε τῶν ἐντέρων καὶ τῶν νεφρῶν κατειλῆφθαι τήνδε τὴν χώραν εὐλόγως ἐφυ‐ λάξατο. παρακειμένης δὲ τῆς κύστεως, καὶ μάλιστα
15ἐπὶ τῶν ἔτι κυουμένων ζῴων—συμφύεται γὰρ ἐπὶ τούτων ὁ πυθμὴν αὐτῆς τοῖς κατὰ τὸν ὀμφαλὸν χω‐
ρίοις—ἕτοιμον ἦν ἐπιβῆναί τε ταύτῃ ταῖς ἀρτηρίαις καὶ καθ’ ὅλης αὐτῆς οἷον ἐπιβάθρας τινὸς ὁδοιπορῆσαι μέχρι τῆς μεγάλης ἀρτηρίας. ἀλλ’ οὐδ’ ἐπιβεβήκασιν350 in vol. 2
20ἁπλῶς· οὐδὲ γὰρ ἂν ἔμενον ἀπλανεῖς κατὰ κυρτῆς

4

.

230

ἕδρας ‖ ὀχούμεναι μηδενὶ συναφθεῖσαι δεσμῷ. ταῦτ’ ἄρα συνέφυσεν αὐτὰς ὑμέσιν ἰσχυροῖς ἑκατέραν τῷ καθ’ ἑαυτὴν μέρει τῆς κύστεως· καὶ οὕτως ἤδη, κα‐ θάπερ τινὰ τῆς κύστεως αὐτῆς οὖσαι μόρια, μέχρι τῆς
5μεγάλης ἀρτηρίας ἀσφαλῶς παράγονται. τὰ μὲν δὴ κατὰ τὰς ἀρτηρίας εἰς τοσοῦτον ἥκει προνοίας. διὰ τί δ’ ἡ φλὲψ οὐκ εἰς τὰ κυρτὰ τοῦ ἥπατος, ἀλλ’ εἰς τὰ σιμὰ καταφύεται; διότι τὸ τῆς χολῆς ἀγγεῖον ἐν‐ ταῦθ’ ἐτέτακτο, καὶ βέλτιον ἦν καθαρθῆναι τὸ αἷμα
10πρὶν εἰς ὅλον τὸ ζῷον διανέμεσθαι. διὰ τί δ’ αὗται μὲν ἐγένοντο μία μετὰ τὸν ὀμφαλὸν εὐθύς, αἱ δ’ ἀρ‐ τηρίαι μέχρι πολλοῦ δύο μένουσιν; ἢ ὅτι ταῖς μὲν φλεψὶν ἀσφαλέστερον ἦν ἓν μεῖζον ἀγγεῖον συνελθού‐ σαις ποιῆσαι; δυσπαθέστερον γὰρ ἀεὶ τὸ μεῖζον, εἰς
15ἕν τε μέρος ἐμφῦναι τοῦ ἥπατος ἀναγκαῖον ὑπῆρχε. ταῖς δ’ ἀρτηρίαις ἐπί τε τῆς κύστεως ἀσφαλῶς ὀχεῖ‐ σθαι μελλούσαις, οὐκ εὐθύς γε πρὸς τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας ἐξικνουμέναις, οὐκ ἦν ἀναγκαῖον

4

.

231

γενέσθαι μίαν. πάντως δ’ ἄν, εἴπερ καὶ τάσδε ‖ με‐ τεώρους ἀνέφερεν ἐπὶ τὴν καρδίαν, ὥσπερ καὶ τὰς φλέβας ἐπὶ τὸ ἧπαρ, εὐθέως ἂν καὶ ταύτας μίαν ἀπειρ‐ γάσατο.
5Τέτταρα τοίνυν ἐστὶ τὰ προειρημένα κατὰ
τὸν ὀμφαλὸν ἀγγεῖα, δύο μὲν ἀρτηρίαι, δύο δὲ φλέβες, μέσον ἑαυτῶν ἔχοντα τὸν οὐραχόν· οὕτω γὰρ ὀνομά‐ ζειν ἔθος τοῖς ἀνατομικοῖς τὸν ἐκ τοῦ πυθμένος τῆς κύστεως πόρον ἐξοχετεύοντα τὸ οὖρον εἰς τὸν ὀλίγον351 in vol. 2
10ἔμπροσθεν εἰρημένον ὑμένα τὸν ἀλλαντοειδῆ· καλεῖται γὰρ οὕτως ἀπὸ τῆς πρὸς τοὺς ἀλλᾶντας ὁμοιότητος κατὰ σχῆμα. ἀλλὰ τῶν τεττάρων ἀγγείων τῶν περὶ τὸν οὐραχὸν ἐκ μὲν τῶν ἄνω μερῶν αἱ φλέβες εἰσίν· ἄνω γὰρ αὐτὰς εὐθέως ἰέναι βέλτιον ἦν ὡς ἐπὶ τὸ
15ἧπαρ· ἐκ δὲ τῶν κάτωθεν αἱ ἀρτηρίαι· καὶ γὰρ καὶ ταύτας κάτω φέρεσθαι ταῖς πλευραῖς τῆς κύστεως ἐπο‐ χουμένας ἦν ἄμεινον. εὐθὺς οὖν ἑκάτερον τὸ ζεῦγος τῶν ἀγγείων ἡ φύσις ἐν ἐπιτηδείῳ χωρίῳ κατέθετο, καὶ διὰ τούτων οἷον πρέμνων τινῶν ἐκ τῆς μήτρας
20ἕλκει τὸ ἔμβρυον αἷμα καὶ πνεῦμα. μεταξὺ δὲ πάντων τε τούτων καὶ τῶν εἰς αὐτὴν τὴν μήτραν ἐμφυομένων

4

.

232

ἀγγείων τῶν ‖ μικρῶν οἷον ῥίζωσίς τίς ἐστι τῶν πρέ‐ μνων. ὀνομάζεται δὲ χορίον ἡ ῥίζωσις αὕτη, πλῆθος ἀγγείων οὖσα μηδ’ ἀριθμηθῆναι ῥᾳδίως δυναμένων ὑμένι λεπτῷ συναπτομένων. ὅτι μὲν δὴ διπλοῦς ἐστιν
5ὁ ὑμὴν οὗτος καὶ διότι, προείρηται. διὰ μέσου γὰρ αὐτοῦ φέρεται πάντα τὰ κατὰ τὸ χορίον ἀγγεῖα συν‐ δούμενά τε ἅμα καὶ σκεπόμενα πρὸς αὐτοῦ. τῶν δ’ ἄλλων δυοῖν ὁ μὲν ἀλλαντοειδὴς ὀνομαζόμενος, ὃν εἰς τὴν κύστιν ἔφαμεν συντετρῆσθαι κατὰ τὸν οὐραχόν,
10εἰς ὑποδοχὴν οὔρου παρεσκεύασται, βέλτιον ὂν μακρῷ μὴ κατὰ τὸ αἰδοῖον οὐρεῖν τὸ κυούμενον, ἀλλ’, ὡς νῦν ἔχει, κατὰ τὸν ὀμφαλόν. ἐπειδὴ γὰρ ὅλον αὐτὸ περι‐ είληφεν ὁ ἀμνεῖος ὀνομαζόμενος ὑμήν, ἕτερον εἶδος ὑγρῶν ἐκδεχόμενος, οὐκ ἦν εὔλογον ἀναμίγνυσθαι τῷ352 in vol. 2
15τοιούτῳ τὸ οὖρον. ἐναργῶς γὰρ φαίνεται τὸ κατὰ τὸν ἀλλαντοειδῆ πρὸς τῷ λεπτότερόν τ’ εἶναι καὶ ξαν‐ θότερον τοῦ κατὰ τὸν ἀμνεῖον ἔτι καὶ δριμύτερον ὑπάρχειν, ὡς καὶ τὴν ὄσφρησιν ἀνιᾶν καὶ πλήττειν

4

.

233

ἀνατεμνόντων τὸν ὑμένα. τὸ μὲν ‖ οὖν ἐν ἱδρῶτος λόγῳ κατὰ τὸν ἀμνεῖον ἀθροιζόμενον ἐν κύκλῳ περι‐ κέχυται τῷ κυουμένῳ μηδὲν βλάπτειν αὐτοῦ τὸ δέρμα δυνάμενον. ἰδίᾳ δ’ ἀπῆκται τοῦδε καὶ ἀποκεχώρισται
5τὸ οὖρον οὔτε τοῦ δέρματος οὔτε τῶν κατὰ τὸ χορίον ἁπτόμενον φλεβῶν, ὅπως μηδὲν ὑπὸ τῆς δριμύτητος αὐτοῦ τὰ πλησιάζοντα βλάπτοιτο. χρεία δ’ οὐ σμικρὰ καὶ ἥδε τοῦ κατὰ τὸν ἀμνεῖον ὑγροῦ. κουφίζει γὰρ καὶ ἀνέχει καθάπερ ἐννῆχον ἑαυτῷ τὸ κυούμενον, ὅπως
10ἧττον εἴη βαρὺ τοῖς πρὸς τὴν μήτραν ἀρτήμασιν. ἀπὸ γοῦν τῆσδε τῆς γνώμης καὶ ὁ Ἱπποκράτης ἔλεγεν· „ὁκόσαι ἐν γαστρὶ ἔχουσαι ἐκτιτρώσκουσι δίμηνα καὶ τρίμηνα ἄτερ φανερᾶς προφάσιος, ταύτῃσιν αἱ κοτυ‐
ληδόνες μύξης μεσταί εἰσι, καὶ οὐ δύνανται κρατέειν353 in vol. 2
15ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλ’ ἀπορρήγνυνται“, κο‐ τυληδόνας μὲν ὀνομάζων τῶν εἰς τὰς μήτρας καθηκόν‐ των ἀγγείων τὰ στόματα—δέδεικται γὰρ τοῦτ’ ἐν ἑτέροις—οὐ δύνασθαι δὲ λέγων ὀχεῖν αὐτὰς καὶ βαστάζειν τὸ ἔμβρυον, ἐπειδὰν ὑπόμυξοι γενηθῶσιν,
20ἀλλ’ ἐπιτρέπειν ὑπὸ τοῦ βάρους ἀπορρήγνυσθαι. τοῦτ’

4

.

234

οὖν ἁπάσαις ἂν ἀεὶ ‖ συνέπιπτε ταῖς κυούσαις, εἰ μὴ νηχόμενον ἐν τῷ κατὰ τὸν ἀμνεῖον ὑγρῷ τὸ κύημα κουφότερον ἐγίγνετο καὶ ἧττον κατεσπᾶτο πρὸς τὴν μήτραν τῶν ἀγγείων ἡ σύμφυσις. ὅσοι δ’ αὐτῇ τῇ
5κυούσῃ κουφότερόν φασι γίγνεσθαι τὸ ἔμβρυον ἐννῆ‐ χον τῷ κατὰ τὸν ἀμνεῖον ὑγρῷ γελοῖοι παντάπασιν ὑπάρχουσιν, οὐκ ἐννοοῦντες, ὅτι καὶ αὐτὸ τὸ ὑγρὸν ὑπ’ ἐκείνης βαστάζεται. προσέρχεται δὲ καὶ ἄλλη τις χρεία τοῖς ὑγροῖς τοῖσδε κοινὴ κατὰ τὴν ἀποκύησιν
10τοῦ ζῴου γιγνομένη, 〈τὸ〉 ῥᾷον ἐκπίπτειν τοῦ τῆς μήτρας αὐχένος τὸ κυούμενον ὑγρότητι πολλῇ τεγγό‐ μενον ῥηγνυμένων ἐξ ἀνάγκης τηνικαῦτα τῶν ὑμένων. οὐ μόνον γὰρ εἰς ὄλισθον συμβάλλεται τοῖς ἐμβρύοις ἡ ὑγρότης, ἀλλὰ καὶ τὸν αὐχένα τῶν μητρῶν ἕτοιμον
15εἰς τὸ διαστέλλεσθαι μέχρι πλείστου παρασκευάζει· βρεχόμενος γὰρ ὑπὸ τῶν προειρημένων ὑγρῶν μαλα‐ κώτερός τε γίγνεται καὶ ῥᾷον διαστέλλεται. μεγίστη δ’ ἀπόδειξις τοῦ λεγομένου τὸ καὶ τὰς μαίας, ἐπειδὰν φθάσαν ἀθρόως ἐκρυῇ τὸ ὑγρόν, αὐτὰς ἀναγκάζεσθαι
20μιμουμένας τὴν φύσιν ἐγχεῖν τινας ὑγρότητας ὑπὲρ354 in vol. 2

4

.

235

τοῦ διαβρέξαι τῶν μητρῶν τὸν ‖ αὐχένα. παντοίως γὰρ δὴ τά γε τῆς φύσεως εὔπορα καὶ συγχρῆται, κα‐ θάπερ δέδεικται πολλάκις, ἐπὶ τὸ βέλτιον ἅπασι τοῖς καὶ ἄλλως ἐξ ἀνάγκης ἐσομένοις. οὕτω γοῦν καὶ τοῖς
5ὑγροῖς τούτοις τοῖς περὶ τὸ ἔμβρυον ἀναγκαίαν ἔχουσι τὴν γένεσιν εἴς τε τὴν ἄλυπον ὄχησιν ἔτι κυουμένου τοῦ ζῴου κατεχρήσατο καὶ τὴν ἐν τοῖς τόκοις ἑτοίμην ἔκπτωσιν. οὕτω δ’ εἰσὶ λεπτοὶ καὶ ἀραχνοειδεῖς οἱ ὑμένες, ὥστ’, εἰ μὴ μετρίως τις αὐτῶν ψαύοι κατὰ τὰς
10ἀνατομάς, ἀπορρήγνυσθαι ῥᾳδίως. πῶς οὖν οὐκ ἀπορ‐ ρήγνυνται καὶ θεούσης ἐνίοτε καὶ πηδώσης τῆς κυού‐ σης; ἓν καὶ τοῦτ’ ἐστὶ τῆς φύσεως μηχάνημα σοφώτα‐ τον γιγνωσκούσης, ὡς λεπτοῖς σώμασιν εἰς δυσπάθειαν ἐπικουρία μεγίστη μία πᾶσιν ἡ κατ’ ἀλλήλων ἐπιβολή.
15τὰ γοῦν ἐξ ἐρίων ἤ τινων ἄλλων τριχῶν ἢ ἰνῶν ὑφαινόμενά τε καὶ πλεκόμενα παμπόλλην ἐκ τῆς συν‐ θέσεως ἰσχὺν ἐπικτᾶται κατὰ μόνας ἑκάστου τῶν συνι‐ όντων ἀσθενεστάτου τὴν φύσιν ὑπάρχοντος. εἰ τοίνυν

4

.

236

μὴ μόνον ὁμιλήσειεν ἀλ‖λήλοις, ὥσπερ ταυτὶ τὰ ὑφαι‐ νόμενά τε καὶ πλεκόμενα πρὸς ἡμῶν, ἀλλὰ καὶ σύμ‐ φυσιν ἀκριβῆ προσκτήσαιτο, πολλαπλασιάζοιτ’ ἂν αὐτοῖς κἀκ τῆσδε τὰ τῆς ἰσχύος. οὔκουν τοῦτο θαυμαστόν,
5εἰ τέτταρες ὑμένες ἐπικείμενοι κατ’ ἀλλήλων τὴν ἰσχὺν ἐκ τῆς συνθέσεως ἐκτήσαντο, ἀλλ’ ἐκεῖνο τὸ θαυμα‐
σιώτατον, ὅτι μὴ μόνον ἐπιβέβληνται κατ’ ἀλλήλων, ἀλλὰ πολλαχόθι μὲν συμφύονται, πολλαχόθι δὲ συναρ‐ τῶνται λεπταῖς ἰνῶν διαφύσεσιν ἑνῶσαι βουληθείσης355 in vol. 2
10αὐτοὺς ὡς οἷόν τε τῆς φύσεως, ἵν’, ἧς ἕκαστος ἰσχύος ἠπόρει παρ’ ἑαυτοῦ, ταύτην ἐξ ἀλλήλων ἅπαντες κτή‐ σωνται. τί δὴ οὖν, ἴσως ὑπολήψεταί τις, οὐκ εὐθὺς ἐξ ἀρχῆς ἕκαστον αὐτῶν ἡ φύσις ἰσχυρὸν ἀπειργάσατο, προνοουμένη γε δὴ τῆς δυσπαθείας ἁπάντων; ὅτι, πα‐
15χεῖς εἴπερ αὐτοὺς ἐποίησε καὶ σκληρούς—οὐ γὰρ δὴ καὶ ἐξ ἄλλου γέ τινος τρόπου τὴν ἰσχὺν οἷόν τ’ ἦν ἐκπορίσασθαι—βάρος γ’ ἄν τι σὺν ὄγκῳ μεγίστῳ τῆς κυούσης ἐξῆψεν, οὐκ ἐκείνῃ μόνῃ λυπηρόν, ἀλλὰ καὶ

4

.

237

στενοχωρίαν οὐκ ἀναγκαίαν παρέξον τῷ ‖ κυουμένῳ· καὶ μέντοι καὶ δύσρηκτος ἂν ἕκαστος αὐτῶν ἐγένετο κατὰ τὸν τοῦ τίκτειν καιρόν. ὅπως οὖν ἥ τε τῆς μή‐ τρας εὐρυχωρία πᾶσα σχολάζοι τῷ κυουμένῳ, καὶ ἧττον
5ὑπὸ βάρους ἡ κύουσα διοχλοῖτο, καὶ ῥᾳδίως ἐν τῷ τόκῳ ῥηγνύοιντο, λεπτοὺς εὐλόγως ἡ φύσις ἐργασαμένη τοὺς ὑμένας ἅπαντας τὴν ἀσφάλειαν αὐτοῖς ἐκ τῆς πρὸς ἀλλήλους συμφύσεως ἐτεχνήσατο. τί δὴ τὸ τέχνημα τῆς φύσεώς ἐστι—τοῦτο γὰρ ὑπόλοιπον εἰπεῖν—
10ἵνα, καίτοι τὸν πόρον ἔχοντος ἤδη τοῦ τραχήλου τῆς κύστεως, ᾧ μετὰ τὴν ἀποκύησιν οὐροῦν χρῆται τὸ ζῷον, εἰς τοῦτον μὲν μηδέν, ἅπαν δ’ εἰς τὸν ὀμφαλόν τε καὶ τὸν οὐραχὸν ἐπανέρχηται τὸ οὖρον; ἐχρῆν γὰρ ἑκατέρωθεν τῆς κύστεως ἐκροὰς ἐχούσης μηδὲν μᾶλλον
15αὐτὸ κατὰ τὸν οὐραχὸν ἢ κατὰ τὸν αὐχένα κενοῦσθαι. τὰ μὲν δὴ λελεγμένα τοῖς ἰατροῖς ἱκανῶς ἐστιν ἄτοπα, καίτοι κατά γε τὴν πρόχειρον φαντασίαν ἱκανῶς ὄντα πιθανά. δύο γὰρ δὴ ταῦθ’ ὡς ὁμολογούμενα λαβόν‐ τες, τό τε καθ’ ὁρμὴν ἡμᾶς ἐκκρίνειν τὰ οὖρα καὶ τὸ356 in vol. 2
20μήπω χρῆσθαι ταῖς τοιαύταις ἐνεργείαις τὸ κυούμενον,

4

.

238

ἐξ αὐτῶν ἐπιφέρουσιν, ὡς ‖ εὐλόγως γίγνοιτο κατὰ τὸν ὀμφαλὸν ἡ ἔκκρισις. οὐ γὰρ δὴ καὶ κατ’ αὐτόν γε μῦς ἐφέστηκεν ὑπηρετῶν τῇ κατὰ προαίρεσιν ἐνερ‐ γείᾳ τοῦ ζῴου καθάπερ ὁ κατὰ τὸν τράχηλον τῆς κύ‐
5στεως. λέληθε δ’ αὐτοὺς τὰ μέγιστα, καὶ τοῦ παντὸς ἁμαρτάνουσιν οὐκ εἰδότες, οὔθ’ ὅτι τοῦ σφίγγεσθαι τὸν τράχηλον τῆς κύστεως ὁ μῦς οὗτος ἔχει τὴν ἐξου‐ σίαν, οὔθ’ ὅτι τὸ κυούμενον ἤδη χρῆται ταῖς καθ’ ὁρμὴν ἐνεργείαις, οὔθ’ ὅτι τὸ τέλειον ζῷον, ἐπειδὰν
10οὐρῆσαι προέληται, τὸν μὲν ἐφεστῶτα τοῦτον μῦν τῷ πόρῳ τῆς ἐκροῆς ἐκλύει τε καὶ χαλᾷ τῆς τάσεως, ὥσπερ γε καὶ τοὺς περὶ τὴν ἕδραν, ὅταν ἀποπατῆσαι προέλη‐ ται, περιστελλομένης δὲ φυσικῶς τῆς κύστεως τοῖς ἔνδον ἑαυτῆς ὑγροῖς ἡ ἔκκρισις γίγνεται, συνεργούν‐
15των τι καὶ τῶν κατὰ τὸ ἐπιγάστριον μυῶν, ὅταν ἀθροώτερον ἐκκρῖναι προελώμεθα. περὶ μὲν δὴ τού‐ των ἔν τε τοῖς Περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνή‐ μασι καὶ τοῖς Περὶ μυῶν κινήσεως κἀν τοῖς τῶν Ἀνα‐ τομικῶν ἐγχειρήσεων αὐτάρκως εἴρηται. περὶ δὲ τοῦ

4

.

239

ζῷον ἤδη τὸ κατὰ γαστρὸς ‖ ὑπάρχειν, ὅταν γε διαπε‐ πλασμένον ἅπασιν ᾖ τοῖς μορίοις, ἔν τε τοῖς Περὶ ἀποδείξεως ὑπομνήμασιν εἴρηται κἀν τοῖς Περὶ τῶν
Ἱπποκράτους τε καὶ Πλάτωνος δογμάτων. ἀλλὰ κἀν357 in vol. 2
5εἰ μὴ ζῷον εἴη τὸ κατὰ γαστρός, ὁμοίως ἄπορον. ὁ μὲν γὰρ τὸ στόμα τῆς κύστεως κλείων μῦς ἀργὸς ἔσται· περιστελλομένης δ’ αὐτῆς περὶ τὴν ἐνυπάρχου‐ σαν ὑγρότητα κατὰ τοὺς δύο πόρους εὔλογον ἐκκρί‐ νεσθαί τι καὶ μὴ καθ’ ἕνα μόνον τὸν ἐπὶ τὸν ὀμφαλὸν
10ἀνήκοντα. τοιαύτη μὲν ἡ κατὰ τὸν λόγον ἀπορία. τὸ δ’ ἔργον αὐτὸ δείκνυσι τὴν εἰς ἅπαν εὐμηχανίαν τῆς φύσεως, ἣν ἔστι σοι κἀν ταῖς διαιρέσεσι τῶν ἐμ‐ βρύων θεασαμένῳ πρότερον οὕτως ἐξευρεῖν τῷ λόγῳ τὴν αἰτίαν. διελὼν γὰρ τὸ προκείμενον τῆς κύστεως
15περιτόναιον ἅμα ἄμφω ποίει, τὸν μὲν ὀμφαλὸν ἀνα‐ τεῖναι, τὸ δ’ ἐν τῇ κύστει περιεχόμενον ἐκθλῖψαι, περιλαμβάνων τῇ χειρί. θεάσει δὲ τὸ οὖρον ἐκρέον εἰς τὸν ἀλλαντοειδῆ διὰ τοῦ κατὰ τὸν ὀμφαλὸν πόρου. καὶ μὲν δὴ καὶ εἰ θλίψαις πάλιν αὐτὸν τὸν ἀλλαντο‐

4

.

240

ειδῆ, πληρώσεις ‖ τὴν κύστιν, εἶτ’ αὖθις τὴν κύστιν θλίβων πληρώσεις τὸν ὑμένα, καί σε τὸ γιγνόμενον αὐτὸ διδάξει διά τε τὴν εὐθύτητα καὶ τὸ μέγεθος τοῦ κατὰ τὸν ὀμφαλὸν πόρου φθάνον ἐκρεῖν ταύτῃ τὸ
5οὖρον. ἥ τε γὰρ εὐρύτης ἡ κατὰ τὸν οὐραχὸν πολ‐ λαπλάσιός ἐστι τῆς κατὰ τὸν αὐχένα τά τε τῆς εὐθύ‐ τητος οὐδὲ παραβάλλεσθαι δίκαια. σκολιὸς μὲν γὰρ ἱκανῶς ὁ τῆς κύστεως αὐχήν, εὐθὺς δ’ ἀκριβῶς ὁ οὐραχός, ἀνατεταμένου γε δὴ τοῦ παντὸς ὀμφαλοῦ καὶ
10οἷον κρεμαμένου διὰ τῶν κατὰ τὸ χορίον ἀγγείων ἐκ
τῆς ὑστέρας, μῦς δ’ οὐδεὶς ἔξωθεν περιβέβληται τῷ οὐραχῷ φύλαξ τῆς ἀκαίρου τῶν περιττωμάτων ἐκροῆς, ὥσπερ ἐπὶ τῶν ἀποκυηθέντων ὁ περὶ τὸν τράχηλόν ἐστι τῆς κύστεως. οὐδεὶς γὰρ καιρὸς ἀνεπιτήδειος τῷ358 in vol. 2
15κυουμένῳ πρὸς τὴν τοῦ τοιούτου περιττώματος ἔκκρι‐ σιν, ὥσπερ τοῖς ἤδη τελείοις. ἐπὶ μὲν δὴ τούτων εὐλόγως ὁ μῦς ἐφέστηκε μηδὲν ἔξωθεν παριεὶς πρὶν κελεῦσαι τὸν λογισμόν, ἐπὶ δὲ τῶν ἐμβρύων περιττὸς ἂν ἦν καὶ μάταιος· οὐδὲν δ’ ἡ φύσις ἐργάζεται μάτην.

4

.

241

Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, μεταβάντες ἐπὶ τὰ κατάλοιπα τῆς ἐν τοῖς ἐμ‐ βρύοις κατασκευῆς, ᾗ διαλλάττει τῶν ἀποκυηθέντων, ἐξηγησώμεθα καὶ τὴν ἐν ἐκείνοις τέχνην. ἔσται δ’
5οὐδενὸς ἧττον ἄξιον θαύματος ἐπ’ αὐτῶν τὸ μέγεθος τοῦ ἥπατος εὐθύς γε κατ’ ἀρχάς, ἡνίκα πρῶτον ἐναρ‐ γῶς ἔστιν ἰδεῖν ἕκαστον τῶν τοῦ κυουμένου μορίων διαπεπλασμένον, ἀτὰρ οὐχ ἥκιστα καὶ μέχρι τοῦ τόκου. πλέονι μὲν οὖν μέτρῳ τῆς τῶν ἄλλων ἀναλογίας ὑπερ‐
10έχει τὸ ἧπαρ ἐν τοῖς πρώτοις χρόνοις, ὑπερέχει δ’ οὐκ ὀλίγω καὶ μέχρι τῆς ἀποκυήσεως. ἐφεξῆς δ’ ἐγκέφαλός τε καὶ καρδία πλεονεκτοῦσι τῆς τῶν ἄλλων μορίων ἀναλογίας. καὶ γίγνεται τοῦτο, διότι φλεβῶν μὲν ἀρχὴ τὸ ἧπάρ ἐστιν, ἀρτηριῶν δ’ ἡ καρδία, νεύρων δ’ ὁ
15ἐγκέφαλος. εὔλογον οὖν, ὥσπερ οἰκίας θεμέλια καὶ νεὼ κρηπῖδα καὶ πλοίου τρόπιν οἱ τούτων δημιουργοὶ πρῶτα πηξάμενοι μετὰ ταῦτ’ ἀσφαλῶς ἐπ’ αὐτοῖς ἀνι‐ στᾶσι τὰ δημιουργήματα, τὸν αὐτὸν τρόπον ἐν τοῖς

4

.

242

ζῴοις τὴν φύσιν ‖ ἀπὸ τῆς ἰδίας ἀρχῆς ἀσφαλῶς ἤδη πεπηγυίας ἕκαστον γένος τῶν ἀγγείων ἐκφύσασαν εἰς ἅπαν ἀποτείνειν τὸ σῶμα. πλέονος δ’ οὔσης τῷ κυου‐ μένῳ ζῴῳ τῆς ἐκ τῶν φλεβῶν χρείας, ὡς ἂν ἄχρι359 in vol. 2
5πλείστου διοικουμένῳ δίκην φυτοῦ, τὴν ἀρχὴν τούτων εὐθέως ἀπὸ τῆς πρώτης γενέσεως ἰσχυροτάτην εἰργά‐ σατο. τῷ μὲν γὰρ ἐγκεφάλῳ καὶ τῇ καρδίᾳ καὶ τοῖς ἀπ’ αὐτῶν ἐκπεφυκόσιν ὀργάνοις ἡ παρὰ τῶν φλεβῶν ἀναγκαία χρεία χωρὶς αἵματος μήτε γεννηθῆναι μήτ’
10αὐξηθῆναι δυναμένοις· ἥπατι δὲ καὶ φλεψὶν ἀρτηριῶν μὲν ὀλίγη χρεία, νεύρων δ’ οὐδεμία πρὶν τελεωθῆναι. διὰ τοῦτ’ οὖν ἰσχυρὸν μὲν καὶ μέγα τὸ φλεβῶδες γένος εὐθὺς ἐξ ἀρχῆς ἡ φύσις ἀπειργάσατο, τῶν δ’ ἄλλων ἑκάτερον ἐπὶ τούτοις αὖθις αὐξάνειν ἤρξατο. διὰ τί
15δὲ καὶ ὁ πλεύμων ἐπὶ τῶν ἔτι κυουμένων ἐρυθρός ἐστιν, οὐχ ὥσπερ ἐπὶ τῶν τελέων ζῴων ὑπόλευκος; ὅτι τρέφεται τηνικαῦτα, καθάπερ τἄλλα σπλάγχνα, δι’ ἀγγείων ἕνα χιτῶνα λεπτὸν ἐχόντων· εἰς ταῦτα γὰρ ἐκ τῆς κοίλης φλεβὸς ἀφικνεῖται τὸ αἷμα κατὰ τὸν
20τῆς κυήσεως καιρόν. ἀποκυηθέντων δὲ τυφλοῦται

4

.

243

μὲν ‖ ἡ τῶν ἀγγείων σύντρησις, ἐμπίπτει δ’ εἰς αὐτὰ πνεῦμα μὲν πλεῖστον, ὀλίγιστον δ’ αἷμα, καὶ τοῦτ’ ἀκριβῶς λεπτόν. ἀλλὰ καὶ κινεῖται τηνικαῦτα διηνεκῆ κίνησιν ὁ πλεύμων ἀναπνέοντος τοῦ ζῴου. κοπτόμε‐
5νον οὖν ὑπὸ τοῦ πνεύματος τὸ αἷμα κατὰ διττὴν κί‐ νησιν, ἥν τε ἐκ τῶν ἀρτηριῶν ἔχει καὶ ἣν ἐξ ὅλου τοῦ πλεύμονος ἐπικτᾶται, λεπτότερον ἔτι καὶ μαλακώ‐
τερον ἑαυτοῦ καὶ οἷον ἀφρῶδες γίγνεται. καὶ διὰ τοῦτο μεταπίπτει τῆς σαρκὸς τοῦ πλεύμονος ἡ φύσις360 in vol. 2
10ἐξ ἐρυθρᾶς καὶ βαρείας καὶ πυκνῆς εἰς λευκὴν καὶ κούφην καὶ ἀραιάν· ὅπερ ἔφην, οἶμαι, χρησιμώτατον αὐτῷ κατὰ τὰς ἀναπνευστικὰς κινήσεις ἑπομένῳ τῷ θώρακι· δυσκίνητος γὰρ ἂν ἦν ὑπὸ βάρους ὁμοίαν σάρκα τοῖς ἄλλοις σπλάγχνοις λαβών. ἄξιον οὖν ἐστι
15κἀν τῷδε θαυμάζειν τὴν φύσιν, ἡνίκα μὲν ἐχρῆν αὐ‐ ξάνεσθαι μόνον τὸ σπλάγχνον, ἀκριβὲς αἷμα χορηγοῦ‐ σαν αὐτῷ, μεταπεσόντος δ’ εἰς τὸ κινεῖσθαι κούφην τὴν σάρκα καθάπερ τι πτέρωμα ποιήσασαν, ὅπως ἑτοί‐ μως ὑπὸ τοῦ θώρακος διαστέλλοιτό τε καὶ συστέλλοιτο.

4

.

244

διὰ ταῦτα τοιγαροῦν ἐγένετο ‖ καὶ ἡ τῆς κοίλης φλεβὸς πρὸς τὴν ἀρτηρίαν τὴν φλεβώδη σύντρησις ἐπὶ τῶν ἔτι κυουμένων. ἅτε δ’ οἶμαι τοῦ ἀγγείου τούτου τὰ φλεβὸς ὑπηρετοῦντος τῷ σπλάγχνῳ, θάτερον ἀναγκαῖον
5ἦν εἰς ἀρτηρίας χρείαν μεταπεσεῖν, καὶ διὰ τοῦτο συνέτρησε καὶ τοῦθ’ ἡ φύσις εἰς τὴν μεγάλην ἀρτη‐ ρίαν. ἀλλ’ ἐνταῦθα μέν, ἐπειδὴ διάστημά τι μεταξὺ τῶν ἀγγείων ἦν, ἕτερον τρίτον μικρὸν ἀγγεῖον ἄμφω συνάπτον ἐδημιούργησεν. ἐπὶ δὲ τῶν ὑπολοίπων τῶν
10δυοῖν, ἐπειδὴ καὶ ταῦτ’ ἔψαυεν ἀλλήλων, οἷον ὀπήν τινα κοινὴν ἀμφοῖν ἐτετρήνατο καί τινα κατ’ αὐτῆς ὑμένα δίκην ἐπιθήματος ἐτεχνήσατο πρὸς τὸ τοῦ πνεύ‐ μονος ἀγγεῖον ἑτοίμως ἀνακλινόμενον, ὅπως εἴκῃ μὲν τῇ ῥύμῃ τῆς φορᾶς τοῦ αἵματος ἐκ τῆς κοίλης ἐπιρ‐
15ρέοντος, ἀποκωλύῃ δ’ αὖθις εἰς αὐτὴν ἐπανέρχεσθαι τὸ αἷμα. ταυτὶ μὲν οὖν ἅπαντα θαυμαστὰ τῆς φύσεως ἔργα, παντὸς δ’ ἐπέκεινα θαύματος ἡ μετὰ ταῦτα σύμ‐ φυσις τοῦ προειρημένου τρήματος. ἐπὶ μὲν γὰρ τῶν ἄρτι γεγενημένων ζῴων ἢ πρὸ μιᾶς ἢ δυοῖν ἡμερῶν,361 in vol. 2
20ἐπ’ ἐνίων δὲ καὶ τεττάρων καὶ πέντε καὶ πλεόνων

4

.

245

ἔστιν ὅτε ‖ συμφυόμενον ἔστιν εὑρεῖν τὸν ἐπὶ τοῦ τρή‐ ματος ὑμένα, συμπεφυκότα δ’ οὐδέπω. τελειωθέντος δὲ καὶ τὴν οἰκείαν ἀκμὴν ἀπολαβόντος τοῦ ζῴου θεα‐ σάμενος τὸ χορίον ἅπαν ἀκριβῶς στεγανὸν ἀπιστήσεις
5γεγονέναι ποτὲ χρόνον, ἡνίκα διετέτρητο, πολὺ δὲ μᾶλλον ἐπὶ τῶν ἔτι κυουμένων ἢ νεωστὶ γεγενημένων ἰδὼν τὸν ὑμένα κατὰ μόνην μὲν τὴν ῥίζαν ἐστηριγμέ‐ νον, αἰωρούμενον δ’ ἐν τῇ τῶν ἀγγείων κοιλότητι τὸ σύμπαν αὐτοῦ σῶμα νομιεῖς ἀδύνατον εἶναι σύμφυσιν
10ἀκριβῆ δέξασθαί ποτ’ αὐτόν. ὁπόσα γοῦν νευρώδη τ’ ἐστὶ καὶ λεπτά, κἂν ἐν τῷ παραχρῆμά τις ἐπιχειρήσῃ συμφύειν αὐτὰ μετὰ τὴν πρώτην διαίρεσιν, οὐ τυγχά‐ νει τοῦ σκοποῦ, μήτι γε δὴ τυλωθέντα χρόνῳ πλείονι. καὶ μὴν ὅ γ’ ὑμὴν ἐκεῖνος εἰς ἀκριβῆ σύμφυσιν ἥκει
15τοῦ χρόνου προϊόντος, οὔθ’ ὑπὸ τοῦ νευρώδης ἢ λε‐ πτὸς ὑπάρχειν οὔθ’ ὑπὸ τοῦ κινεῖσθαί τε καὶ σείεσθαι διὰ παντὸς ἐμποδιζόμενος. οὕτω δὲ καὶ τὸ συνάπτον ἀγγεῖον τὴν μεγάλην ἀρτηρίαν τῇ κατὰ τὸν πλεύμονα

4

.

246

φλεβὶ τῶν ἄλλων ἁπάντων τοῦ ζῴου μορίων ‖ αὐξα‐ νομένων οὐ μόνον ἀναυξές, ἀλλὰ καὶ λεπτότερον ἀεὶ
φαίνεται γιγνόμενον, ὡς ἐν τῷ χρόνῳ προϊόντι παν‐ τάπασιν ἀπομαραίνεσθαί τε καὶ ξηραίνεσθαι. τὸ μὲν362 in vol. 2
5οὖν τεχνικῶς ἅπαντα τὰ τοιαῦτα διαπράττεσθαι τὴν φύσιν ἡ καθ’ ἕκαστον αὐτῶν ἐνδείκνυται χρεία· τὴν δύναμιν δ’ αὐτῆς, ᾗ πράττει ταῦτ’ ἐξευρεῖν μεῖζον ἢ καθ’ ἡμᾶς, οἵ γ’ οὐδὲ τὴν ἀρχήν, ὅτι δύναταί τι, πι‐ στεύομεν, εἰ μὴ πολλάκις ἐναργῶς θεασαίμεθα. περὶ
10μὲν δὴ τούτων ἤδη παύσομαι γράφων. εἴρηται γὰρ οὐκ ὀλιγάκις κατὰ τὸν ἔμπροσθεν λόγον ὑπὲρ αὐτῶν, ἡνίκα καὶ περὶ τῶν τοῦ πνεύματος ὀργάνων ὁ λό‐ γος ἦν. Μνημονεύσω δ’ ἄλλου τινὸς ἔργου τῆς
15φύσεως, ὁμοίως μὲν θαυμαστοῦ, γιγνωσκομένου δ’ ἅπασι καὶ πρὸ τῆς ἀνατομῆς. οὐδεὶς γοῦν ἀγνοεῖ περὶ τοῦ στομίου τῶν μητρῶν, οὔθ’ ὅπως ἀκριβῶς ἔσφιγκταί τε καὶ κέκλεισται κατὰ τὸν τῆς κυήσεως χρόνον οὔθ’ ὅπως ἐπὶ πλεῖστον ἀνοίγνυται κατὰ τὴν
20τοῦ τόκου προθεσμίαν. γίγνεται δ’ ὁ τόκος οὗτος,

4

.

247

ἡνίκ’ ἂν ἤδη τὸ κυούμενον ᾖ τέλειον, ὡς διὰ ‖ στό‐ ματος δύνασθαι τρέφεσθαι. κατὰ μὲν οὖν τὸν ἄλλον ἅπαντα χρόνον οὐδὲ μήλης πυρῆνα καθεῖναι δυνατὸν εἴσω τοῦ τῶν μητρῶν αὐχένος· ἐν δὲ ταῖς ἀποκυήσεσιν
5ὅλον τὸ ζῷον ἐντεῦθεν ἐξέρχεται. ὥσπερ οὖν καὶ ὁ μικρὸν ἔμπροσθεν εἰρημένος ὑμὴν ὅτι μὲν οὖν συμ‐ φύεται τοῖς ἀγγείοις, ἐναργῶς ὁρῶμεν, ὅπως δὲ γίγνε‐ ται τοῦτο, μεῖζόν ἐστιν ἀνθρωπίνης γνώσεως, οὕτω
κἀπὶ τῶν ὑστερῶν, ὅτι μὲν οὖν ἀνοίγνυται τὸ στόμα363 in vol. 2
10τοσοῦτον, ὅσον ἱκανὸν εἶναι τοῖς ἐμβρύοις εὐπετῆ παρασχεῖν ἔξοδον, ἅπαντες ἴσασιν, ὅπως δὲ γίγνεται τοῦτο, πλέον τοῦ θαυμάζειν οὐδὲν ἴσμεν. ἀλλ’ ἡ φύσις καὶ ταῦτα καὶ τἄλλα σύμπαντα περὶ τὴν ἀποκύησιν τοῦ ζῴου μηχανᾶται περιττὰ σοφίσματα. καὶ γὰρ
15ὅπως ἐν δέοντι σχήματι τῷ τῆς μήτρας αὐχένι πελάζοι καὶ ὅπως διεξέρχοιτο χωρὶς τοῦ πληγῆναί τι μέλος ἢ παραρθρῆσαι κῶλον, οὐ σμικρὰν ἐποιήσατο πρόνοιαν τὴν κεφαλὴν τοῦ κυουμένου πρώτην ἐντιθεῖσα τῷ τῆς μήτρας αὐχένι καὶ διὰ τούτου τοῖς ἄλλοις αὐτοῦ μο‐
20ρίοις ὁδοποιοῦσα. καίτοι γ’ εἰ πλάγιον ἢ ἐγκάρσιον ἐπὶ τὴν ἔξοδον ᾔει τὸ ἔμβρυον ἢ εἰ κατὰ μῆκος μέν,

4

.

248

ἀλλ’ οὐχ ὡς νῦν, ‖ ἤτοι τὴν ἀρχὴν οὐκ ἂν ἐνήρμοττεν, ὥσπερ καὶ γίγνεταί ποτε σπανιάκις, ἢ σκέλος ἢ χεὶρ πρὸ τῆς κεφαλῆς ἐναρμοσθέντα χαλεπὴν τοῖς ἄλλοις μέλεσι τὴν ἔξοδον ἀπειργάσατο. ἀλλ’ εἰ μὲν ἤτοι τρὶς
5ἢ τετράκις ἐπιτηδείως ἐκπῖπτον ἅπαξ ἐκωλύετο, συν‐ έβαινεν ἂν οὕτω γε τετρακοσίων ἐμβρύων, εἰ τύχοι, τοῖς ἑκατὸν ἐμποδίζεσθαι· ἐπεὶ δὲ μυριάσι παμπόλ‐ λαις ἅπαξ που τοῦθ’ ὁρᾶται γιγνόμενον, ἀνάμνησις μὲν ἡμῖν ἐντεῦθεν ὧν ἀπολαύομεν ἀγαθῶν ἐκ τοῦ
10διαπλάττοντος τεχνίτου, γνῶσις δ’ ἐναργὴς οὐ τῆς σοφίας μόνον, ἀλλὰ καὶ τῆς δυνάμεως αὐτοῦ. τίς γὰρ
ἢ Φειδίας ἢ Πολύκλειτος ἀγαθὸς οὕτω δημιουργός, ὡς ἐν πολλαῖς μυριάσιν ἔργων δυσκατορθώτων ἁμαρ‐ τάνειν ἅπαξ; ἆρ’ οὖν ταῦτα μόνον ἄξιον ἐπαινεῖν τὴν364 in vol. 2
15φύσιν, ἢ τὸ πάντων θαυμάτων μέγιστον θαῦμα τοῦτ’ οὔπω λέλεκται, τὸ διδάξαι τὸ γεννώμενον ἁπάντων τῶν μορίων τὰς ἐνεργείας; οὐ γὰρ στόμα μόνον καὶ

4

.

249

στόμαχον καὶ γαστέρα τροφῆς ὄργανα παρε‖σκεύασεν, ἀλλ’ εὐθύς, ὅπως χρήσαιτο τούτοις, ἐπιστάμενον ἐγέν‐ νησε τὸ ζῷον αὐτοδίδακτόν τινα σοφίας δύναμιν ἐν‐ θεῖσα, καθ’ ἣν ἕκαστον τῶν ζῴων ἐπὶ τὴν οἰκείαν
5ἑαυτῷ τροφὴν ἀφικνεῖται. τὰ μὲν οὖν ἄλλα σύμπαντα καιρὸς ἕτερος ἐξηγήσεται. τῷ δ’ ἀνθρώπῳ τροφὴν μὲν τὸ γάλα παρεσκεύασεν, εἰς μίαν δ’ ἄμφω προθε‐ σμίαν ἤγαγεν, ἐν μὲν τοῖς τῆς κυησάσης τιτθοῖς τὴν τροφήν, ἐν δὲ τοῖς μέλλουσι τρέφεσθαι τὴν πρὸς τὸν
10τοιοῦτον χυμὸν ὁρμήν. εἰ γὰρ ἐνθείη τις τὴν θηλὴν τοῦ τιτθοῦ τῷ στόματι τοῦ βρέφους, αὐτίκα μὲν σφίγ‐ γει τοῖς χείλεσιν, αὐτίκα δὲ διαστεῖλαν τὰς γνάθους ἐπισπᾶται κἄπειτα κυρτῶσαν τὴν γλῶτταν ὠθεῖ κατὰ τῆς φάρυγγος, ὡς ἐκ πολλοῦ χρόνου μεμελετηκός. ἐν‐
15τεῦθεν δ’ ὁ στόμαχος εἰς τὴν γαστέρα παραπέμπει, καὶ οὗτος ὥσπερ δεδιδαγμένος· εἶθ’ ἡ μὲν ἀπολαύσασα τὸ περιττὸν ἀποπέμπει τοῖς ἐντέροις· τὰ δ’ ἐφεξῆς ἀλλήλοις μεταδίδωσιν ἄχρι τοῦ τελευταίου. γένεσις δ’ ὀδόντων τοὐντεῦθεν ἐκδέχεται τὸ βρέφος, ὡς ἂν

4

.

250

μὴ διὰ παντὸς ‖ ἐνοχλοίη τῇ μητρί· καὶ σὺν αὐτοῖς
ἐνέργεια μασήσεως αὐτοδίδακτός τις ὁμοίως ταῖς ἄλλαις ἐνεργείαις ἀφικνεῖται· καὶ τἄλλ’ ἐφεξῆς ἅπαντα, περὶ ὧν ἑτέρου λόγου διέρχεσθαι. νυνὶ δ’, ἐπειδή μοι365 in vol. 2
5τέλος ἔχει τὰ προτεθέντα πλὴν ὀλίγων δή τινων, ἐπ’ ἐκεῖνα μετιέναι καιρός. Ἔστι δὲ τὰ λείποντα τῇ πάσῃ πραγμα‐ τείᾳ περί τε τῶν κινούντων μυῶν τὴν κατ’ ἰσχίον διάρθρωσιν εἰπεῖν, ὑπὲρ ὧν ὅλως οὐδὲν εἶπον, ἕνα τε
10λόγον ἀναθεῖναι τοῖς κοινοῖς τοῦ σώματος ὀργάνοις, ἀρτηρίᾳ καὶ νεύρῳ καὶ φλεβί. ταυτὶ μὲν οὖν ὁ μετὰ τόδε τὸ γράμμα λόγος ἑκκαιδέκατος ἀπὸ τῆς ἀρχῆς ἐσόμενος ἐκδέξεται, περὶ δὲ τῶν κινούντων μυῶν τὸ κατ’ ἰσχίον ἄρθρον ἤδη λέγωμεν. τί τοίνυν ἐχρῆν
15τοῦτο ποικίλαις μὲν ἧττον ἢ τὸ κατ’ ὦμον, ἀσφαλεστέ‐ ραις δ’ ἐκείνου κινήσεσιν ἐπιτήδειον εἶναι, κατὰ τὸ τρισκαιδέκατον εἴρηται γράμμα. καὶ μέν γε καὶ περὶ τῶν ὀστῶν αὐτῶν, ὁποῖ’ ἄττα τὴν φύσιν ἐστί, καὶ ὡς ἄριστα κατεσκεύασται [καὶ ταῦτα] πρὸς τὴν ἐνέργειαν,
20ἧς χάριν ἐγένετο, κατὰ τὸ τρίτον εἴρηται βιβλίον· ‖

4

.

251

ἡ γὰρ τῶν πραγμάτων ὁμοιότης εἰς κοινωνίαν ἤγαγε τοὺς λόγους αὐτῶν. ὅσον οὖν ἴδιόν ἐστι τοῦ κατ’ ἰσχίον ἄρθρου μόνου μηδενὶ κοινωνοῦν ἑτέρῳ διδα‐ σκαλίας ἐν τῷδε ῥηθήσεται. τὰ σκέλη τοῖς ζῴοις ἡ
5φύσις ὄργανα βαδίσεως ἐδημιούργησεν, ἵππῳ μὲν καὶ κυνὶ καὶ ὄνῳ καὶ βοῒ καὶ τοῖς τοιούτοις ἅπασι ζῴοις τέτταρα, μόνοις δ’ ἀνθρώποις τῶν πεζῶν ζῴων δύο. πιθήκῳ δ’ οὕτως ἔχει τὰ σκέλη, ὡς ἀνθρώπῳ βρέφει
νῦν πρῶτον αὐτοῖς ἐπιχειροῦντι χρῆσθαι· καὶ γὰρ δὴ366 in vol. 2
10καὶ τοῖς τέτταρσι κώλοις ὡς τετράπουν βαδίζει καὶ τοῖς προσθίοις ὥσπερ χερσὶ χρῆται. ἀλλ’ ἄνθρωπος μὲν αὐξηθεὶς οὐκέτ’ ἐνεργεῖ τοῖς προσθίοις κώλοις ὡς ποσί, πίθηκος δ’ ἐπαμφοτερίζει διὰ παντός, ἐπειδὴ πρὸς ἄμφω παρεσκεύασται, πρός τε τὸ ταχέως ἀναρρι‐
15χᾶσθαι τοῖς ἕρπουσι ζῴοις ὁμοίως καὶ πρὸς τὸ τρέ‐ χειν σφαλερῶς οἷα παιδίον· ἀδύνατον γὰρ ἦν αὐτῷ πρὸς ἀμφότερα καλῶς παρεσκευάσθαι. καὶ διὰ τοῦτο τούς τε τῶν ποδῶν δακτύλους ἐπὶ πλεῖστον ἐσχισμέ‐

4

.

252

νους ἔσχεν ἀπ’ ἀλλή‖λων καί τινας τῶν κινούντων τὴν κατὰ τὸ γόνυ διάρθρωσιν μυῶν ἄχρι πολλοῦ τῆς κνήμης κατερχομένους. οὕτω μὲν οὖν αὐτῷ καὶ τὸ κατ’ ἰσχίον ἄρθρον ἐγγὺς μὲν ἥκει τῆς ἀνθρώπου
5φύσεως, οὐ μὴν ἀκριβῶς γ’ ἐξῄκασται, καθάπερ ἡ σύμ‐ πασα χείρ. ἀτὰρ οὖν καὶ οἱ μύες οἱ σαρκώδεις οἱ τὰς πυγὰς ἐργαζόμενοι πιθήκοις μὲν ἔχουσι γελοίως, ὥσπερ καὶ τἄλλα πάντα· μίμημα γὰρ γελοῖον ἀνθρώπου τὸ ζῷον ἐδείξαμεν ὑπάρχον· ἀνθρώπῳ δὲ κάλλιστα διά‐
10κεινται πρὸς εὐσχημοσύνην τε ἅμα τῶν ἀναγκαίων μορίων ἄθλιπτόν τε καὶ ἄλυπον ἕδραν ἐν τῷ καθέζε‐ σθαι. τούτους οὖν μόνους πίθηκος ἔχει κολοβωτέρους, τὰ δ’ ἄλλα σύμπαντα παραπλησίως ἀνθρώπῳ διάκειται. δοκίμαζε τοιγαροῦν ἐπὶ τούτου τὸν εἰρησόμενον λόγον
15ὑπὲρ τῶν κινούντων τὸ κατ’ ἰσχίον ἄρθρον μυῶν. ἐπὶ τούτου γάρ τοι καὶ οἱ πρὸ ἡμῶν ἀνατομικοὶ τὴν
διδασκαλίαν ταύτην ἐποιοῦντο τῶν μυῶν. ἀλλ’ ὅμως, ὥσπερ ἄλλα πάμπολλα καθ’ ὅλον τὸ σῶμα παρεῖδον,367 in vol. 2

4

.

253

οὕτως ἐνταῦθα μῦς ὅλους. ὑφ’ ἡμῶν δὲ ‖ καὶ καθ’ αὑτὴν μὲν ἰδίᾳ γέγραπται Μυῶν ἀνατομή· δεδήλωται δὲ καὶ διὰ τῶν Ἀνατομικῶν ἐγχειρήσεων, ὁπόσοι τε τὸ πλῆθός εἰσι καὶ ὁποῖοι τὴν ἰδέαν οἱ ταύτῃ μύες,
5εὐθὺς καὶ τὰς αἰτίας ἡμῶν διδασκόντων, δι’ ἃς ἐσφά‐ λησαν οἱ πρόσθεν ἀμφ’ αὐτούς. ἐπεὶ τοίνυν ἔδει τὸ ἄρθρον τοῦτο κάμπτεσθαι μὲν ἀναφερομένου τοῦ σκέ‐ λους, ἐκτείνεσθαι δὲ καταφερομένου, κἀν τούτοις μά‐ λιστα ἦν αὐτῷ τὸ κῦρος τῆς ἐνεργείας—ἐλάττων γὰρ
10ἡ χρεία τῆς γε εἴσω προσαγωγῆς ἐπὶ θάτερον σκέλος καὶ τῆς ἐκτὸς ἀποστάσεως ἔτι τε μᾶλλον τῆς ἐφ’ ὁπο‐ τερονοῦν περιστροφῆς—ἀποδείξαιτ’ ἄν τις εὐθέως ἐν τῇ κατὰ τὸ μέγεθός τε καὶ πλῆθος διαφορᾷ τῶν μυῶν τὴν τέχνην τῆς φύσεως, μεγίστους μὲν καὶ πλεί‐
15στους τοὺς ἐκτείνοντάς τε καὶ κάμπτοντας τὸ κῶλον ἐργασαμένης, ἐφεξῆς δ’ αὐτῶν μεγέθει τε καὶ πλήθει τοὺς ἐπὶ τὰ πλάγια κινοῦντας, εἶτα καὶ τούτων ἐλάτ‐ τους, ὅσοι περιστρέφουσι τὸ κῶλον. οὕτω μὲν οὖν εὐλόγως ἡ πρώτη διαφορὰ τῶν μυῶν τρίχα νενέμηται

4

.

254

τῇ χρείᾳ τῶν κινήσεων ‖ μετρηθεῖσα. καθ’ ἑκάστην δὲ τῶν εἰρημένων τριῶν αὖθις εἰς δύο μέρη διαιρου‐ μένων, ὁποίαν ὑπεροχὴν ἔχουσιν οἱ τοῦ χρησιμωτέρου
μορίου μύες, ἐξηγούμεθα. τῶν μὲν γὰρ ἐκτεινόντων368 in vol. 2
5ἐλάττους οἱ κάμπτοντες ἐγένοντο καὶ μεγέθει καὶ ἀριθμῷ, τῶν δ’ ἀπαγόντων ἐκτὸς οἱ εἴσω προσάγον‐ τες, οἱ δὲ περιστρέφοντες ἐν κύκλῳ τὸν μηρὸν ὁμότι‐ μοί πώς εἰσι. τὰ μὲν κεφάλαια τοῦ λόγου ταῦτα· τὰς δ’ ἀποδείξεις αὐτῶν ἐφεξῆς διέλθωμεν. ἐνέργεια σκε‐
10λῶν, ὧν χάριν ἐγένετο, βάδισίς τ’ ἐστὶ καὶ δρόμος καὶ στάσις. ἀλλ’ ἡ μὲν βάδισις καὶ ὁ δρόμος ἔμπαλιν ἀλλήλοις διατιθεμένων αὐτῶν, ἡ δὲ στάσις ὡσαύτως ἐχόντων ἐγγίγνεται. κατὰ μὲν γὰρ τὴν στάσιν ἐστήρι‐ κται κατὰ τῆς γῆς ἑκάτερον ὁμοίως τεταμένον, ἐν δὲ
15τῷ βαδίζειν ἢ θεῖν τὸ μὲν ἐστήρικται, τὸ δὲ μεταφέ‐ ρεται, καὶ μείζων γε ὁ κάματος τηνικαῦτα τῷ μένοντι. τὸ μὲν γὰρ μεταφερόμενον ἑαυτὸ μόνον κινεῖ, τὸ δ’ ἐστηριγμένον οὐχ ἑαυτὸ μόνον ἀπαρεγκλίτως ἐκτέτακεν,

4

.

255

ἀλλὰ καὶ τὸ σύμπαν ὀχεῖ σῶμα διπλοῦν ‖ βαστάζον βάρος οὗ πρότερον ἑστώτων ἐβάσταζεν. ἀλλ’ ἐν μὲν τῷ μεταφέρειν τὸ σκέλος οἱ κάμπτοντες αὐτὸ πλέον ἐνεργοῦσιν· ἑστώτων δ’ οἱ τῆς ἐκτάσεως δημιουργοὶ
5μύες ἰσχυρῶς ἐντεταμένοι διαμένουσιν, ὡς, εἴ γε καὶ σμικρὸν ὀκλάσαιεν, εἰς κίνδυνον ἀφίξεται καταπτώσεως ὅλον τοῦ ζῴου τὸ σῶμα. κάμπτεται μὲν οὖν κατὰ βουβῶνα τὸ σκέλος ἀναφερόντων ἡμῶν αὐτό, καὶ εἰ διαφυλάττειν ἐθελήσαις ἐν τῷδε τῷ σχήματι τὸ κῶλον,
10ἐντετάσθαι χρὴ τοὺς κάμπτοντας μῦς· ἐκτείνεται δὲ
καταφερόντων ἐπὶ τοὔδαφος· ἄκραν δ’ ἔκτασιν ἔχει καὶ τάσιν ἐσχάτην ἑστώτων. ὥστ’ εὐλόγως ἡ φύσις ἰσχυροῖς καὶ πολλοῖς καὶ μεγάλοις μυσὶν ἐπέτρεψε τοὖργον τοῦτο· πρῶτον μὲν τῷ σκέποντι τὸ ἄρθρον369 in vol. 2
15ὅλον ἐκ τῶν ὀπίσω μερῶν ἀνάλογον ἔχοντι τῷ κατὰ τὴν ἐπωμίδα· δεύτερον δὲ τῷ μετ’ αὐτόν, ὃς ἐκ μὲν τῶν ἔξω μερῶν ἁπάντων ἄρχεται τοῦ τῆς λαγόνος ὀστοῦ, καταφύεται δ’ εἰς τὸ τοῦ μεγάλου τροχαντῆρος ὑψηλότατον ὀλίγον καὶ τοῦ πρόσω συνεπιλαμβάνων·
20τρίτον δὲ τῷ μετὰ τοῦτον, ἐκ μὲν τῶν ἔξω τε καὶ

4

.

256

κάτω μερῶν ‖ τοῦ τῆς λαγόνος ὀστοῦ τὴν ἔκφυσιν ἔχοντι, ἐμφυομένῳ δὲ πρώτοις μὲν τοῖς ἐντὸς μέρεσι τοῦ μεγάλου τροχαντῆρος, ἐφεξῆς δὲ καὶ τοῖς πρόσω περιφυομένῳ, καὶ τέταρτον πρὸς τούτοις ἐκφυομένῳ
5μὲν τοῦ πλατέος ὀστοῦ, καταφυομένῳ δ’ ἐκ τῶν ὀπίσω μερῶν ὅλων ἄχρι τῆς κορυφῆς τῷ μεγάλῳ τροχαντῆρι. ἀλλ’ ὁ μὲν πρῶτος ἁπάντων εἰρημένος ἀπαρέγκλιτον ἔκτασιν ἰσχυρὰν ἐργάζεται διττοῖς πέρασιν ἀνασπῶν τὸν μηρόν, ὧν εἰ τὸ ἕτερον ἐντείναις μόνον, οὐκέτ’
10ἀπαρέγκλιτον, ἀλλ’ ἐγκλίνουσαν εἰς τὰ πλάγια ποιεῖται τὴν ἀνάτασιν. ὁ δὲ δεύτερος ἀνατείνει τε ἅμα καὶ πρὸς τοὐντὸς ἐπισπᾶται τοῦ μηροῦ τὴν κεφαλήν. τῶν δ’ ὑπολοίπων δυοῖν ἑκάτερος ἀνατείνει μέν τι βραχύ, περιστρέφει δ’ ὁ μὲν ἐκτός, ὁ δ’ ἔσω τὸν μηρὸν ὀλίγῳ
15τινὶ μᾶλλον ἤπερ ἀνατείνει, πολὺ δ’ ἧττον τῶν αὐτὸ δὴ τοῦτ’ ἔργον ἐχόντων μυῶν, οὓς ὑστάτους διηγήσο‐ μαι. νυνὶ γάρ, ὥσπερ ὑπηρξάμην, ἁπάντων μὲν πρώ‐ τους ἐρῶ τοὺς ἐκτείνοντας, εἶθ’ ἑξῆς τοὺς κάμπτοντας, εἶτα τοὺς εἰς τὰ πλάγια κινοῦντας. ἐπεὶ δ’ αἱ κινή‐370 in vol. 2

4

.

257

σεις ἐπίμικτοι τῶν πλείστων εἰσί, τῆς φύσεως, ‖ ὡς ἤδη πολλάκις εἴρηται, προμηθουμένης ἀεὶ δι’ ὀλίγων ὀργάνων πολλὰς τοῖς ζῴοις ἐνεργείας ἀπεργάζεσθαι, διὰ τοῦτ’ ἐν τοῖς ἐκτείνουσι τὸ σκέλος μυσὶ καὶ τῶν
5ἄλλην τινὰ πρὸς ταύτῃ κίνησιν ἐργαζομένων ἀναγκαίως μνημονεύσω. τῶν γὰρ εἰρημένων τεττάρων μυῶν ὁ μὲν ἁπάντων πρῶτος, ὃν ἀνάλογον ἔχειν ἔφην τῷ κατὰ τὴν ἐπωμίδα, διτταῖς καταφύσεσιν ἐκτείνων τὸ σκέλος εὐθεῖαν μὲν ἀκριβῶς αὐτὴν ἀμφοτέραις ἐνεργήσας
10ἀπεργάζεται, βραχύτατον δέ τι παρεγκλίνουσαν εἰς τὰ πλάγια διὰ μόνης ἑτέρας αὐτῶν. οὕτω δὲ καὶ ὁ δεύ‐ τερος εἰρημένος ἐκτείνει τε ἅμα καὶ βραχύ τι πρὸς τοὐντὸς ἐπισπᾶται τοῦ μηροῦ τὴν κεφαλήν. ὡσαύτως δὲ καὶ ὁ τρίτος καὶ ὁ τέταρτος ὀλίγιστον μέν, ὡς ἔλε‐
15γον, ἐκτείνουσι, βραχὺ δ’ αὐτοῦ τι περιστρέφουσι πλέον. ἄλλος ἐπὶ τοῖσδε πέμπτος μῦς ἐστι μέγιστος ἁπάντων τῶν ἐν τῷ σώματι μυῶν, περιπεφυκὼς ἔσω‐ θέν τε κἀκ τῶν ὀπίσω μερῶν ὅλῳ τῷ κατὰ τὸν μηρὸν ὀστῷ μέχρι γόνατος. τούτου τοῦ μυὸς αἱ ὄπισθεν
20ἶνες αἱ ἐξ ἰσχίου πεφυκυῖαι στηρίζουσιν ἑδραῖον ‖

4

.

258

τὸ σκέλος ἐκτείνουσαι τὴν διάρθρωσιν. ἐργάζονται δ’
οὐχ ἥκιστα τοῦτο καὶ αἱ διὰ τῶν κάτω μερῶν ἐκπεφυ‐ κυῖαι τοῦ τῆς ἥβης ὀστοῦ μετὰ βραχυτάτης τινὸς εἴσω ῥοπῆς. αἱ δ’ ὑψηλότεραι τούτων ἔσω προσάγουσι τὸν371 in vol. 2
5μηρόν, ὥσπερ αἱ πασῶν ὑψηλόταται προσάγουσί τε ἅμα καὶ ἀνασπῶσιν. ἀντιτεταγμένοι δὲ τοῖς εἰρημέ‐ νοις πέντε μυσὶν οἱ κάμπτοντες τὴν διάρθρωσιν ἐλάτ‐ τους τούτων εἰσὶ τόν τ’ ἀριθμὸν καὶ τὸ μέγεθος, ὅ τ’ ἄνωθεν ὄρθιος ἀπὸ διττῶν ἐκφύσεων ἑνὶ τένοντι
10καταφυόμενος εἰς τὴν κορυφὴν τοῦ μικροῦ τροχαντῆ‐ ρος, ὅ τε σὺν αὐτῷ μὲν εἰς τὸν αὐτὸν τροχαντῆρα καταφυόμενος ἐμφύσει ταπεινοτέρᾳ, τὴν δ’ ἔκφυσιν ἐκ τῶν προσθίων μερῶν τοῦ τῆς ἥβης ὀστοῦ πεποιη‐ μένος, ᾧ μῦς ἕτερος οἷον μόριόν τι τοῦ μεγίστου πα‐
15ρατέταται λοξὸς ὁμοίαν ἐνέργειαν ἔχων, καὶ τέταρτος ὁ τὴν κατὰ τὸ γόνυ διάρθρωσιν ἐκτείνων διὰ τῆς ὑπερβαινούσης τὴν μύλην ἀπονευρώσεως. ἀλλ’ οὗτος μὲν κατὰ συμβεβηκὸς κάμπτει τὸν μηρόν, οἱ δ’ ἄλλοι τρεῖς κατὰ πρώτην ἐνέργειαν, ὁ μὲν ἄνωθεν καταφε‐
20ρόμενος ἐλάχιστόν τι παρεγκλίνων ἐντός, οἱ δ’ ἀπὸ

4

.

259

τῶν ‖ προσθίων τοῦ τῆς ἥβης ὀστοῦ πολὺ μὲν ἔσωθεν παρεγκλίνοντες, ὀλίγον δ’ ἀνασπῶντες· ὁ δὲ τέταρτος, ὃν δὴ καὶ κατὰ συμβεβηκὸς ἔφην κάμπτειν τὸν μηρόν, οὐ πρώτως ἕνεκα τοῦ κατ’ ἰσχίον ἄρθρου γεγονέναι,
5πολλὴν μὲν ποιεῖται τὴν ἀνάτασίν τε καὶ κάμψιν, ὅμως δ’ ἀπολείπεται συχνῷ τοῦ πρώτου ῥηθέντος. ἐκεῖνος μὲν γὰρ ἀπό τε τῆς ψόας καὶ τῶν ἔνδον μερῶν τοῦ
τῆς λαγόνος ὀστοῦ τὴν ἀρχὴν ἔχων ἐπὶ τὸν μικρὸν ἀφικνεῖται τροχαντῆρα· ὁ δὲ τὴν κατὰ τὸ γόνυ διάρ‐372 in vol. 2
10θρωσιν ἐκτείνων, ἧσπερ ἕνεκα καὶ γέγονεν, ἐπειδὴ τὴν ἔκφυσιν ἐκ τῆς ὀρθίας ῥάχεως ἔχει τοῦ τῆς λαγόνος ὀστοῦ, διὰ τοῦτ’ ἐντεινόμενος ἐφ’ ἑαυτὸν οὐ μόνον τὴν κνήμην ἀνασπᾶν πέφυκεν, ἀλλὰ καὶ τὸν μηρὸν κάμπτειν, ὡς, εἴ γ’ ἐκ τῶν κάτω μερῶν τῆς κατὰ τὸν
15βουβῶνα διαρθρώσεως ἐξεφύετο, μόνην ἂν οὕτω γε τὴν κνήμην ἐκίνει. ἀλλὰ γὰρ αὐτὸ τοῦτο προμηθῶς ἡ φύσις ἐποίησεν, ἄνωθεν τῆς κατὰ τὸν βουβῶνα διαρ‐ θρώσεως ἐκφύσασα τὸν μῦν τοῦτον, ἵν’ ἐν παρέργῳ τινὰ καὶ ἄλλην ἐργάζηται κίνησιν ἀναγκαίαν τῷ ζῴῳ.

4

.

260

οἱ δ’ ἔσω προσάγοντες τὸν ‖ μηρὸν οἵδ’ εἰσί· δύο μὲν οἱ προειρημένοι ἐκ τῶν ἔμπροσθεν μερῶν τοῦ τῆς ἥβης ὀστοῦ τὴν ἔκφυσιν ἔχοντες, οὐκ ἔσω μόνον ἐπισπᾶσθαι τὸ κῶλον, ἀλλὰ καὶ κάμπτειν τὰ μέτρια δυνάμενοι· τρί‐
5τος δ’ ἄλλος οὐ κατὰ τούτους τὸ μῆκος, ἀλλ’ ἱκανῶς μακρός. ἐκφυόμενος γὰρ ἐκ τῶν ἔμπροσθεν μερῶν τοῦ τῆς ἥβης ὀστοῦ παντὶ παρατέταται τῷ κώλῳ μέχρι γόνατος ἐπὶ τὴν ἔνδον αὐτοῦ κεφαλὴν τελευτῶν. ἀλλὰ καὶ τοῦ μεγίστου μυὸς ἡ ἔνδον μοῖρα τὴν αὐτὴν ἐνέρ‐
10γειαν ἔχει. πρὸς τοὐκτὸς δ’ ἀπάγουσι τὸν μηρὸν ἥ θ’ ἑτέρα μοῖρα τοῦ πρώτου πάντων ῥηθέντος ὅ τ’ ἀπὸ τοῦ πλατέος ὀστοῦ πεφυκώς, ὃς καὶ περιστρέφειν αὐτὸν ἐλέχθη βραχύ τι. κατάλοιποι δ’ ἄλλοι δύο μύες εἰσὶ τῶν κινούντων τὸν μηρόν, ὁ μὲν ἐκ τῶν ἔνδον,
15ὁ δ’ ἐκ τῶν ἔξω μερῶν τοῦ τῆς ἥβης ὀστοῦ τὴν ἔκ‐ φυσιν ἔχοντες. ἑλιττόμενοι δ’ ἀμφότεροι περὶ τὸ κα‐ λούμενον ἰσχίον ἐς ταὐτὸν ἀλλήλοις ἀφικνοῦνται, καταφυόμενοι μιᾷ κοιλότητι διὰ τενόντων εὐρώστων ἐν τοῖς ὀπίσω μέρεσι τοῦ μηροῦ τεταγμένῃ κατ’ αὐ‐373 in vol. 2
20τὴν μάλιστα τὴν πρώτην ἔκφυσιν τοῦ μεγάλου τρο‐

4

.

261

χαν‖τῆρος. οὗτοι μόνοι πάντων τῶν εἰρημένων μυῶν ἑκάτερος ἐφ’ ἑαυτὸν ἕλκων ἐπιστρέφει τε καὶ περι‐ στρέφει τὸν μηρόν. ὡς γὰρ ἅμα τοῖς ἐκτείνουσι τὸ κῶλον ἐν τῷ πρώτῳ καταλόγῳ διῆλθον, ὀλίγον τι
5περιστρέφοντες ἐν παρέργῳ τοῦτο καὶ βραχέως ἐργά‐ ζονται, κατὰ πρῶτον λόγον ὑπὸ τῆς φύσεως ἐκτάσεως ἕνεκα τοῦ κατ’ ἰσχίον ἄρθρου γεγονότες. εἴρηνται μὲν πάντες οἱ κινοῦντες τὸν μηρὸν μύες ἀνάλογον τῇ χρείᾳ τῶν κινήσεων, ὧν ἡγεμονεύουσιν, ἀριθμόν τε
10καὶ μέγεθος ἔχοντες. ἐμφαίνεται δ’ εὐθὺς ἅμα τοῖς εἰρημένοις ἥ τε τῶν ἐκφύσεών τε καὶ καταφύσεων ἔτι τε τῆς ἐν τῷ μεταξὺ θέσεως ἑκάστου μυὸς χρεία. ἐπὶ γάρ τοι τὴν πρώτην ἔκφυσιν ἀνασπωμένων αὐτῶν ἀν‐ αγκαῖόν ἐστι καὶ τὸ πέρας ἑλκόμενον ἅμ’ ἑαυτῷ τὸ
15κῶλον ἐπισπᾶσθαι, ὥστ’ ἀναγκαῖον ἐκ μὲν τῶν ἄνω μερῶν καταφέρεσθαι τὸν τὸ ἄνω κῶλον ἕλκοντα, τῶν δ’ εἰς τὰ πλάγια κινούντων ἔσωθεν μὲν εἶναι τὴν ἔκ‐ φυσιν, οἷς ἔσω προσάγειν ἐστὶ τοὖργον, ἔξωθεν δ’, οἷς εἰς τοὐκτός. ἀλλ’ ἐπεὶ καὶ περιφέρεσθαι καὶ περι‐ ‖

4

.

262

στρέφεσθαι κατ’ ἐνίας τῶν κινήσεων ἔδει τὸν μηρόν, ἑλίττει κυκλοτερῶς ἡ φύσις ἤτοι γ’ ὅλα τὰ σώματα
τῶν τοιούτων μυῶν ἢ μόνους τοὺς τένοντας, ὅσοι τοῦτ’ ἐργάζεσθαι μέλλουσιν. οἱ μὲν γὰρ εὐθεῖς τῶν374 in vol. 2
5μυῶν ἁπλῆν κινοῦσι κίνησιν τὰ κῶλα πρὸς ἐκεῖνα τὰ μέρη κατ’ εὐθεῖαν γραμμὴν ἐπισπώμενοι, πρὸς ἅπερ αὐτῶν ἀνήκουσιν αἱ κεφαλαί· οἱ δ’ ἤτοι τοῖς ὅλοις ἑαυτῶν σώμασιν ἢ καὶ τοῖς τένουσιν ἑλιττόμενοι περί τι κυκλοφορητικὴν μᾶλλον, οὐκ εὐθύπορον ἐργάζονται
10τὴν κίνησιν. οὕτως οὖν ἀναγκαῖόν ἐστι καὶ τοῖς ἐσχά‐ τοις εἰρημένοις δύο μυσὶν ἐμφυομένοις τῷ μεγάλῳ τροχαντῆρι λοξήν, οὐκ εὐθεῖαν ἴσχουσι τὴν ἐπὶ τὸ κινούμενον φορὰν ὁμοίας τῇ σφετέρᾳ θέσει κινήσεως ἐξηγεῖσθαι.
14

4

.

263

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΕΚΚΑΙΔΕΚΑΤΟΝ.
1 Περὶ τῶν κοινῶν ὀργάνων ἅπαντος τοῦ σώματος, ἀρτηρίας καὶ φλεβὸς καὶ νεύρου, λέλεκται μὲν ἤδη καὶ πρόσθεν οὐκ ὀλιγάκις ἐν ταῖς τῶν μορίων ἐξηγήσεσιν. ἄμεινον δ’ ἔδοξέ μοι μὴ διεσπασμένως
5μόνον εἰρῆσθαι περὶ αὐτῶν, ἀλλ’ εἰς σύνοψίν τε μίαν ἀχθῆναι τὸ σύμπαν ὅσον τ’ ἐνδεῖ προστεθῆναι. πρό‐ δηλον δ’, ὅτι κἀνταῦθ’ ὁ λόγος ὑποθέσεις ἕξει τὰ προαποδεδειγμένα, νεύρων μὲν ἀρχὴν εἶναι τὸν ἐγκέ‐

4

.

264

φαλον, ἀρτηριῶν δὲ τὴν καρδίαν, τὸ δ’ ἧπαρ ‖ τῶν φλεβῶν. ἐπεὶ τοίνυν ἐχρῆν εἰς ὅλον τὸ σῶμα νεμη‐ θῆναι ταῦτα, πρόσεχέ μοι τὸν νοῦν ἐπιμελῶς ἐξηγου‐ μένῳ τὴν δικαιοσύνην τῆς νομῆς. ἐὰν γὰρ φαίνηται375 in vol. 2
5τοῖς μὲν μείζω, τοῖς δ’ ἐλάττω δοθῆναι ταῦτα κατὰ τὴν ἀξίαν ἑκάστου τῶν μορίων ἐν ἅπαντί τε τῷ σώματι τοῦθ’ εὑρίσκηται σῳζόμενον, ἐπαινέσομεν τὸν Ἱππο‐ κράτην δικαίαν ὀνομάζοντα τὴν φύσιν· ἐὰν δὲ καὶ σὺν ἀσφαλείᾳ πάσῃ θεωρῆται ταῦτα φερόμενα πρὸς ἕκαστον
10μόριον, οὐ μόνον δικαίαν αὐτήν, ἀλλὰ καὶ τεχνικὴν καὶ σοφὴν ἀποφανούμεθα. διαφέρει μὲν οὖν οὐδέν, εἴτ’ ἀπ’ ἐγκεφάλου τις ἄρξαιτο τῆς ἐξηγήσεως εἴτ’ ἀπὸ καρδίας εἴτ’ ἀφ’ ἥπατος. οἵ τε γὰρ κοινοὶ λο‐ γισμοὶ περὶ τῶν τριῶν ἀρχῶν ἐξ ἀνάγκης ἅμα λέγον‐
15ται, τῆς τῶν πραγμάτων φύσεως οὐδ’ εἰ βουληθείημεν ἑτέρως ἡμῖν ἐπιτρεπούσης πράττειν, οἵ τε καθ’ ἑκάστην αὐτῶν ἐπὶ τοῖς κοινοῖς προειρημένοις, ὅπως ἄν τις ἐθέλῃ, περαίνεσθαι δύνανται. τίνες οὖν οἱ κοινοὶ περὶ τῶν τριῶν ἀρχῶν λογισμοί; ἐπειδὴ πρόκειται μὲν

4

.

265

εἰς ‖ ἕκαστον μόριον ἀγαγεῖν ἀρτηρίαν καὶ φλέβα καὶ νεῦρον, ἔνια δ’ ἀφέστηκε τῶν ἀρχῶν πόρρω, πολὺ βέλ‐ τιον ἦν δήπου μήτε τοσαῦτα τὸν ἀριθμὸν ἐκφύειν, ὅσαπερ τὰ μόρια, μήθ’ ὅλως πολλά, μέγιστον δ’ ἓν
5ὄργανον ἐξ ἑκάστης ἀρχῆς ἐκφύσασαν οἷον πρέμνον ἀπ’ ἐκείνου προϊόντος εἰς τὰ πλησιάζοντα μόρια δια‐ νέμειν οἷον ὄζους τινάς. οὕτω γέ τοι καὶ τῶν ποτί‐
μων ὑδάτων τὴν ἀγωγήν τε καὶ νομὴν εἰς τὰς πόλεις οἱ περὶ ταῦτα δεινοὶ πεποίηνται μέγιστον μὲν ἕνα τῇ376 in vol. 2
10πηγῇ συνάψαντες ἀγωγόν, ἐντεῦθεν δ’ ἐνίοτε μὲν καὶ ἄλλοις τισὶ χωρίοις πρὸ τῆς πόλεως ἀπονέμοντες· εἰ δὲ μή, ἀλλ’ ἐν τῇ πόλει πᾶσιν οὕτω τοῖς μέρεσιν αὐ‐ τῆς διανέμοντες, ὡς μηδὲν ἀπορεῖν ὕδατος. ὥσπερ δ’ ἐκείνων ἀποδεχόμεθα μάλιστα τοὺς μὴ μόνον εἰς ἅπαντα
15τὰ μέρη διανείμαντας τὸ ὕδωρ, ἀλλ’ ὅσοι πρὸς τούτῳ τὴν νομὴν ἐποιήσαντο δικαιοτάτην, οὕτω καὶ τὴν φύ‐ σιν ἐπαινέσομεν, εἰ πάντη δικαίαν εὕροιμεν. εἰ δὲ καὶ διττῆς οὔσης δικαιοσύνης, ἑτέρας μὲν ἰδιώταις

4

.

266

γνωρίμης, ἑτέρας δὲ καὶ τεχνί‖ταις προσηκούσης, ἡ φύσις φαίνοιτο τὴν τεχνικωτέραν αἱρουμένη, πολὺ μᾶλλον ἐπαινέσομεν. μάθοις δ’ ἄν, εἰ βούλοιο, τὴν τοιαύτην δικαιοσύνην ὁποία τίς ἐστι τοῦ θειοτάτου
5Πλάτωνος ἀκούσας λέγοντος εἰς τὸ κατὰ τὴν ἀξίαν ἴσον ἀποβλέπειν χρῆναι τὸν ὄντως δίκαιον ἄρχοντα καὶ τεχνίτην. οὐδὲ γὰρ οὐδὲ τὸ ὕδωρ ἐν ταῖς πόλεσιν ἴσον ὄγκῳ καὶ σταθμῷ τοῖς χωρίοις ἅπασι νενέμηται· βαλανείῳ μέντοι δημοσίῳ καί τινι θεῶν ἄλσει πλείων
10ἡ μοῖρα, ταῖς δ’ ἐν ταῖς ἀμφόδοις κρήναις καὶ τοῖς τῶν ἰδιωτῶν βαλανείοις ἐλάττων. Ὥρα τοίνυν σοι σκοπεῖσθαι τὴν αὐτὴν τέχνην τῆς νομῆς ἐν τοῖς ζῴοις ὑπὸ προτέρας τῆς φύσεως εἰργασμένην. ἀρτηρία μὲν γὰρ μία μεγίστη
15τῆς καρδίας ἐκπέφυκεν οἷον πρέμνον εἰς πολλοὺς κλῶ‐ νας καὶ κλάδους ἐσχισμένον. ἑτέρα δ’ ἡ φλέψ, ἣν διὰ τὸ μέγεθος ὀνομάζουσι κοίλην, ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἄνω καὶ κάτω φερομένη διφυεῖ τινι πρέμνῳ377 in vol. 2

4

.

267

προσέοικεν, ἐπειδὴ καὶ τοῦ ‖ σώματος ἡμῶν τὸ μὲν ὑψηλότερόν ἐστι, τὸ δὲ ταπεινότερον ἥπατος. οὕτω δὲ καὶ τὴν ἐκ τῆς καρδίας ἐκφῦσαν ἀρτηρίαν εὐθὺς ὄψει δίχα σχισθεῖσαν ἀνίσοις τμήμασι, τῷ μὲν ἑτέρῳ
5τῷ μείζονι κάτω φερομένην, ἐπειδὴ καὶ τὸ σῶμα ταύτῃ μεῖζόν ἐστι, τῷ δ’ ἑτέρῳ τῷ μείονι τοῖς ὑψηλοτέροις τῆς καρδίας μέρεσι διασπειρομένην. ὅμοιον δέ τι τοῖς εἰρημένοις πρέμνον ἐξ ἐγκεφάλου πέφυκεν ὁ νωτιαῖος μυελὸς ἅπασι τοῖς κάτω τῆς κεφαλῆς ἐπιπέμπων νεῦρα.
10θαυμαστὸν μὲν δὴ καὶ τοῦτ’ ἂν ἦν, εἰ μήτε φλὲψ μήτ’ ἀρτηρία μήτε νεῦρον ἐφαίνοντο παλινδρομοῦντα πρὸς τὰς οἰκείας ἀρχάς, ἔτι δὲ θαυμαστότερον, εἰ παμπόλ‐ λων, ὡς εἴρηται, καθ’ ἕκαστον γένος ἀπὸ τῆς ἀρχῆς εἰς τὰ πρόσω κατασχιζομένων ὀλιγίστοις μὲν ἀγγείοις,
15ὀλιγίστοις δὲ νεύροις ὑπάρχει καμπὴν ποιησαμένοις οἷόνπερ δίαυλόν τινα φέρεσθαι, μὴ μάτην μηδ’ ὡς ἔτυχεν, ἀλλὰ θαυμαστῆς ἕνεκα χρείας. ὅταν γὰρ ἐν παμπόλλοις ἕν τι ἰδίας τύχῃ κατασκευῆς παρὰ τὰ ἄλλα

4

.

268

διὰ τὸ τῆς χρείας ἐξηλλαγμένον, ἐναρ‖γῶς ἐν τούτῳ
σοφή τε ἅμα καὶ μνήμων ἑκάστου τῶν κατὰ μέρος ἡ φύσις ἄκρᾳ τε δικαιοσύνῃ καὶ προνοίᾳ χρωμένη κατά‐ δηλος γίγνεται. τὸ δὲ καὶ παραβλαστήματα τῷ πρέμνῳ378 in vol. 2
5κατὰ μίαν μόνην τὴν τῶν νεύρων ἀρχὴν γεγονέναι χρείας ἕνεκεν ἀναγκαίας, ἐμοὶ μὲν δοκεῖ μέγιστον καὶ τοῦτ’ ἐπίδειγμα τῆς κατὰ τὴν φύσιν εἶναι τέχνης. οὐ σμικρὸν δ’ οὐδὲ τοῦτο, καίτοι πάντη τοῦ σώματος ἰόντων τῶν νεύρων, μήτ’ εἰς ὀστοῦν ἐμφύεσθαί τι
10μήτ’ εἰς χόνδρον μήτ’ εἰς σύνδεσμον, ἀλλὰ μηδ’ εἰς ἅπαντας τοὺς ἀδένας, ἐπειδὴ καὶ τούτων διττή τις ὑπάρχει φύσις. ἡ μὲν γὰρ τῶν ὀστῶν οὐσία πολλα‐ χόθι μὲν οἷον στήριγμα καὶ ἕδρα τοῖς ἄλλοις ὑποβέ‐ βληται, πολλαχόθι δ’ οἷον πρόβλημά τι καὶ τεῖχος·
15αὗται γὰρ δύο χρεῖαι τῶν ὀστῶν. οἱ χόνδροι δ’ ὑπα‐ λείφουσιν αὐτῶν ἔνια μέρη λειότητος ἕνεκεν ὡς ἐπὶ τῶν ἄρθρων· χρῆται δ’ αὐτοῖς ἡ φύσις ἔστιν ὅτε καὶ ὡς μετρίως εἴκουσι σώμασι. ταῦτ’ ἄρα περιττὸν ἦν ὀστοῖς καὶ χόνδροις μετεῖναί τινος αἰσθήσεως ἢ καθ’

4

.

269

ὁρμὴν κινήσεως. ἀλλ’ ‖ οὐδὲ τοῖς συνδέσμοις αὐτοῖς οὐδετέρου τούτων ἐστὶ χρεία, καθάπερ σχοινίοις συν‐ άπτουσί τινα τῶν ἄλλων μορίων τοῖς ὀστοῖς ἢ ἄλλοις ταῦτα. οὐ μὴν οὐδὲ πιμελή τι προσδεῖται νεύρων
5ἐλαίου δίκην παχέος ἐπιβεβλημένη τοῖς ὑμενώδεσι καὶ νευρώδεσι τοῦ ζῴου μορίοις. αὕτη δ’ αὐτῆς ἥ τε γέ‐ νεσίς ἐστι καὶ ἡ χρεία, γεννωμένης μὲν ἐκ τοῦ πίονος
ἐν αἵματι, παρεγχεομένης δὲ διὰ λεπτῶν φλεβῶν, ἐπι‐ βεβλημένης δὲ τοῖς ξηροῖς καὶ λεπτοῖς σώμασιν, ἵν’379 in vol. 2
10ἐπιτέγγῃ διὰ παντὸς αὐτὰ λίπει συμφύτῳ ξηραινόμενα καὶ σκληρυνόμενα διὰ ταχέων ἐν ἀσιτίαις μακραῖς καὶ πόνοις σφοδροῖς καὶ θάλπεσιν ἰσχυροῖς. ἡ δὲ τῶν ἀδένων φύσις, ἡ μὲν οἷον στήριγμα τῆς τῶν ἀγγείων ὑπάρχουσα σχίσεως, οὐδὲν δήπου δεῖται πρὸς τοῦτο
15νεύρων, ὅτι μηδ’ αἰσθήσεως ἢ κινήσεως τῆς καθ’ ὁρμήν· ἡ δ’ εἰς γένεσιν ὑγρῶν χρησίμων τῷ ζῴῳ παρ‐ εσκευασμένη καθάπερ φλέβας καὶ ἀρτηρίας αἰσθητὰς ἐνίοτε καὶ μεγάλας, οὕτω καὶ νεῦρα [ταῦτα] λαμβάνει κατὰ τὸν κοινὸν λόγον ἁπάντων τῶν τοιούτων μορίων,

4

.

270

ὧν ‖ ἤδη σοι δίειμι. πρὸς μὲν γὰρ τὴν καθ’ ὁρμὴν κίνησιν ἐν τοῖς ζῴοις ἡ φύσις ἓν γένος ὀργάνων κατε‐ σκευάσατο τοὺς ὀνομαζομένους μύας. διό, καίτοι τῶν νεύρων ἁπάντων ἑκατέρας ἐχόντων τὰς δυνάμεις, λέγω
5δ’ αἴσθησίν τε καὶ κίνησιν, οὐδὲν τῶν ἄλλων μορίων, ὅσα δέχεται νεῦρα, κινεῖται προελομένων, ἀλλ’ αἰσθά‐ νεται μόνον, οἷον τὸ δέρμα καὶ οἱ ὑμένες καὶ οἱ χιτῶ‐ νες καὶ ἡ ἀρτηρία καὶ ἡ φλὲψ ἔντερά τε καὶ μήτρα καὶ κύστις καὶ γαστὴρ καὶ τὰ σύμπαντα σπλάγχνα καὶ
10τῶν ἀδένων τὸ ἕτερον εἶδος. ὅτι δὲ καὶ τὰ τῶν αἰ‐ σθήσεων ὄργανα νεύρων εἰς τοῦτ’ ἐδεῖτο, τί δεῖ καὶ λέγειν; εἴρηται μὲν οὖν ἤδη καὶ πρόσθεν ὑπὲρ ἁπάν‐ των τούτων ἐν τοῖς ἰδίοις αὐτῶν λόγοις. ἀναμνῆσαι δὲ καὶ νῦν ἀναγκαῖον, ὡς οὔτε μάτην ἐνέφυσεν οὐδενὶ
15τῶν μορίων ἡ φύσις νεῦρον, ἀλλ’ ὅσοις αἰσθήσεως
ἔδει μόνης ἢ κινήσεως τῆς καθ’ ὁρμήν, οὔτε τούτοις ὡς ἔτυχεν, ἀλλὰ τοῖς μὲν εἰς ἀκρίβειαν αἰσθήσεως δεομένοις τὰ μαλακά, τοῖς δ’ εἰς ὁρμὴν κινήσεως τὰ σκληρὰ πάντα, τοῖς δ’ ἄμφω χρῄζουσιν ἀμφότερα,380 in vol. 2

4

.

271

προμηθουμένης οἶμαι καὶ προπαρασκευαζούσης ‖ κἀν‐ ταῦθα τῆς φύσεως εἰς μὲν τὴν αἴσθησιν τὸ παθεῖν ἑτοιμότερον, εἰς δὲ τὴν κίνησιν τὸ δρᾶσαι δυνατώτε‐ ρον. ὅσα γοῦν τῶν ὀργάνων οὐ κινεῖται μόνον ἁπλῶς
5καθ’ ὁρμήν, ἀλλὰ καὶ περιττοτέραν τὴν αἴσθησιν ἐκτήσατο τῆς κοινῆς ἁπάντων μορίων τῆς ἁπτικῆς, οἷον ὀφθαλμοὶ καὶ ὦτα καὶ γλῶττα, ταῦτα καὶ τὸ μαλακὸν ἔχει καὶ τὸ σκληρὸν γένος τῶν νεύρων· καὶ καταφύε‐ ταί γε τὸ μὲν μαλακὸν ἐν αὐτοῖς εἰς τὸ τῆς αἰσθήσεως
10ἴδιον ὄργανον, τὸ δὲ σκληρὸν εἰς τοὺς μῦς. ὑπάρχει δὲ καὶ γαστρὶ καὶ ἥπατι καὶ τοῖς ἐντέροις ἅπασι καὶ τοῖς σπλάγχνοις θάτερον γένος τῶν νεύρων τὸ μαλα‐ κόν, ὥσπερ γε καὶ τῶν ὀστῶν μόνοις τοῖς ὀδοῦσιν, ὅτι τε γυμνοὶ προβέβληνται τοῖς ὁμιλοῦσι, καὶ ὅτι
15συναισθάνεσθαι καὶ συνδιακρίνειν τῇ γλώττῃ τὰ γευ‐ στὰ τοῖς ἄλλοις ὁμοίως ἅπασι τοῖς κατὰ τὸ στόμα μορίοις ἐχρῆν αὐτούς. ἐδείχθη γὰρ ἡμῖν κἀν τοῖς πρόσθεν λόγοις αἰσθήσεως περιττοτέρας ἡ φύσις με‐ ταδιδοῦσα τοῖς μέλλουσι συνεχῶς ὁμιλήσειν ἤτοι τέ‐
20μνουσί τισιν ἢ θλῶσιν ἢ διαβιβρώσκουσιν ἢ σφοδρῶς

4

.

272

θερμαίνουσιν ‖ ἢ ψύχουσιν ἢ ὁπωσοῦν ἑτέρως ἀλλοι‐ οῦσιν, ἵν’ ὑπὸ τῆς ὀδύνης ἀναμιμνησκόμενον τὸ ζῷον ἀρήγειν ἑαυτῷ τὸ λυποῦν ἀποτρίβηται πρὶν κακωθῆναι
τὸ μόριον. οὕτως οὖν καὶ τοῖς ὀδοῦσιν ἐνέφυ νεῦρα381 in vol. 2
5μαλακά, καὶ τῷ δέρματι σύμπαντι τῶν καθ’ ἕκαστον μόριον νεύρων ἀποφυόμεναί τινες ἶνες ἐμβάλλουσιν. οὐ γὰρ δὴ ὥσπερ ἐφ’ ἕκαστον τῶν μυῶν ἀφικνεῖταί τι νεῦρον, οὕτω καὶ τοῦ δέρματος ἴδιον ἀφωρισμένον ἐστίν, ἀλλ’ ἐκ τῶν ὑποκειμένων μορίων ἶνές τινες εἰς
10αὐτὸ διήκουσιν, ἅμα μὲν σύνδεσμος τοῖς ὑποκειμένοις, ἅμα δ’ αἰσθήσεως ὄργανα γενησόμεναι. κοινοὶ μὲν δὴ λόγοι περὶ πάντων τῶν νεύρων νομῆς οἵδε. Καιρὸς δ’ ἂν εἴη καὶ περὶ τῶν κατὰ μέρος ἐπελθεῖν. αὐτίκα γέ τοι πολλῆς ὑπαρχούσης
15διαφορᾶς ἔν τε τῇ φύσει καὶ τῇ θέσει καὶ ταῖς ἐνερ‐ γείαις τῶν μορίων ἄμεινον ἦν, ὅσα μὲν αἰσθητικώτερα τῶν ἄλλων ἐχρῆν γεγονέναι, τούτοις ἐπιπεμφθῆναι νεῦρον ἐξ ἐγκεφάλου μεῖζόν τε ἅμα καὶ μαλακώτερον·

4

.

273

ὅσα δ’ εἰς πολλάς τε ἅμα ‖ καὶ σφοδρὰς κινήσεις παρ‐ εσκευάζετο, μεῖζον μὲν καὶ τούτοις νεῦρον, ἀλλὰ σκληρότερον δοθῆναι. καὶ τοίνυν φαίνεται τοῦτ’ ἀκρι‐ βῶς οὕτως ἡ φύσις φυλάττουσα διὰ πάντων τῶν μο‐
5ρίων, ὡς μηδαμόθι μήτε μικρὸν νεῦρον ἢ σκληρὸν εἰς τὸ δεόμενον αἰσθήσεως περιττοτέρας ἰέναι μήτε μέγα τοῖς οὐδὲν δεομένοις αἰσθάνεσθαι μᾶλλον ἢ κινεῖσθαι σφοδρότερον, ὥσπερ γε μηδὲ μαλακόν, οἷς ἐν τῇ ῥώμῃ τῆς κινήσεως ἡ χρεία. τηλικοῦτόν γέ τοι νεῦρον εἰς
10ἑκάτερον τῶν ὀφθαλμῶν ἐμπέφυκεν, ἡλίκον εἰς οὐδὲν
ἄλλο τῶν μεγίστων μορίων. οὐ μὴν οὐδὲ μαλακώτε‐ ρον ἀλλαχόθι νεῦρον ἰδεῖν ἔστιν, ἀλλ’ ὀφθαλμοὶ μό‐ νοι, καίτοι γε σμικρότατα ὄντες μόρια, διὰ τὸ τῆς χρείας ἀξίωμα μεγίστων τε ἅμα καὶ μαλακωτάτων ἔτυ‐382 in vol. 2
15χον τῶν νεύρων. ἀκριβεστάτη γὰρ ἁπασῶν ἐστι τῶν ἄλλων αἰσθήσεων ἥδε, τὰ μέγιστά τε καὶ πλεῖστα τῶν ὑπαρχόντων τοῖς σώμασι διαγιγνώσκουσα πόρρωθεν, χρόαν καὶ μέγεθος καὶ σχῆμα καὶ κίνησιν καὶ θέσιν καὶ τὸ πρὸς τοὺς ὁρῶντας διάστημα. εἰ γάρ μοι νοή‐
20σαις ἐπὶ τῆς γῆς ἐρριμμένους κέγχρους πολλοὺς ἤ τι

4

.

274

τούτων ‖ μικρότερον, ὧν ἀκριβῶς ἑκάστου διαγιγνώσκεις τὴν θέσιν μὲν πρῶτον, εἶτα καὶ τἄλλα τὰ προειρημένα, θαυμάσειν οἶμαί σε τήν τ’ ἀκρίβειαν αὐτῆς καὶ τὸ πλῆθος ὧν ὑπηρετεῖται τοῖς ζῴοις· χωρὶς γὰρ ταύτης
5οὐδ’ ἀριθμῆσαι τοὺς κέγχρους οἷόν τ’ ἐστί, μή τί γε διαγνῶναι τὴν χρόαν ἢ τὴν οὐσίαν αὐτῶν. αὕτη καὶ τὰ πόρρω διαγγέλλει, τὰ μέν, ὅτι κινεῖται, τὰ δ’, ὅτι μένει, τὰ δ’, ὅπως ἀλλήλοις συμπλέκεται, τὰ δ’, ὅπως ἀποχωρίζεται. ἐπεὶ τοίνυν ἡ μὲν αἴσθησις ἐν τῷ πά‐
10σχειν ἐστίν, ἡ δὲ κίνησις, ἣν κινεῖ τὰ νεῦρα τοὺς μῦς ἐν τῷ ποιεῖν, εἰκότως αὐτῷ μὲν τῷ πρώτῳ τῆς ὄψεως ὀργάνῳ κατὰ τὸν ὀφθαλμὸν ἐνέφυ τὸ μαλακὸν νεῦρον, τοῖς κινοῦσι δ’ αὐτὸν μυσὶ τὸ σκληρόν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τῇ γλώττῃ, σμικρῷ καὶ τούτῳ μορίῳ,
15τὰ δύο γένη τῶν νεύρων ἡ φύσις ἔδωκε, τὸ μὲν μα‐ λακὸν ὡς χυμῶν αἰσθησομένῳ, τὸ σκληρὸν δ’ ὡς κι‐ νεῖσθαι μέλλοντι πολλὰς καὶ ποικίλας κινήσεις. ἐφ’383 in vol. 2

4

.

275

ἑκατέραν δὲ τὴν ἀκοὴν ‖ ἓν ἤγαγε νεῦρον μαλακὸν ἕτερα τοῖς κινεῖσθαι μέλλουσιν ὠσὶν ἐπιπέμψασα σκληρά. μαλακῶν δὲ νεύρων ἡ ῥὶς μετέσχε καὶ οἱ ὀδόντες ἡ θ’ ὑπερῴα πᾶσα· καὶ γὰρ καὶ ταῦτ’ ἐδεῖτο
5περιττοτέρας αἰσθήσεως. ἀλλ’ εἰ τοῖς κατὰ τὸν ὀφθαλ‐ μὸν αὐτὰ παραβάλοις, ἱκανῶς σοι δόξει σκληρά τ’ εἶναι καὶ μικρά. πρὸς γὰρ αὖ τοῖς εἰρημένοις ἔτι καὶ πόρους αἰσθητοὺς ἔχει τὰ τῆς ὄψεως νεῦρα καὶ δι’ ἐκείνους ἐγένετο παχέα. θαυμάσαι δ’ ἀξίως οὐ δύνα‐
10σαι τὴν φύσιν ἐπὶ τῇ κατασκευῇ τῶνδε τῶν νεύρων ἀγνοῶν, ὅπως ὁρῶμεν. ὥστ’, εἰ βουληθείης ἐπὶ σχο‐ λῆς πολλῆς βασανίσαι τὰς ἀποδείξεις, ἃς εἴπομεν ἐν ἄλλοις τέ τισι καὶ τῷ τρισκαιδεκάτῳ Περὶ ἀποδείξεως ὑπὲρ τοῦ τὸ τῆς ὄψεως ὄργανον αὐγοειδὲς ἔχειν πνεῦμα
15διὰ παντὸς ἐπιρρέον ἐξ ἐγκεφάλου, θαυμάσεις τῶν ὀπτικῶν νεύρων τὴν κατασκευὴν κοίλων μὲν τἄνδον γενομένων ὑπὲρ τοῦ δέχεσθαι τὸ πνεῦμα, μέχρι δ’ αὐτῆς ἀνατεινομένων τῆς κοιλίας τοῦ ἐγκεφάλου διὰ τὴν αὐτὴν αἰτίαν. ἔνθα γὰρ ἑκατέρα τῶν προσθίων

4

.

276

κοιλιῶν τελευτᾷ πρὸς τὰ πλάγια, τῶν ‖ ὀπτικῶν νεύ‐ ρων ἐστὶν ἡ ἔκφυσις, καὶ αὕτη γε τῶν κοιλιῶν ἡ οἷον θαλάμη δι’ ἐκεῖνα τὰ νεῦρα γέγονεν. ἠγνόηται δὲ τοῖς ἀνατομικοῖς ἔργον τοῦτο θαυμαστὸν τῆς φύσεως
5οὔτ’ ἀκολουθησάντων αὐτῶν τοῖς πέρασι τῶν κοιλιῶν οὔτ’ ἐπισκεψαμένων, ὅτου χάριν οὕτω διεπλάσθησαν, οὔτε τῶν ὀπτικῶν νεύρων θεασαμένων τὰς ἄνωθεν ἐκφύσεις συνημμένας τοῖς πέρασι τῶν κοιλιῶν. διὰ ταύτας μὲν οὖν τὰς αἰτίας τοῖς ὀφθαλμοῖς τὰ νεῦρα384 in vol. 2
10κοῖλά τε ἅμα καὶ μέγιστα καὶ μαλακώτατα γέγονεν ἐχουσῶν καὶ τῶν ἄλλων αἰσθήσεων καὶ μεγάλα καὶ μαλακὰ νεῦρα. τοῖς δ’ εἰρημένοις ἅπασι μορίοις ἐναν‐ τιώτατα διάκεινται κατά τε τὴν ἐνέργειαν καὶ τὴν οὐσίαν καὶ τὴν θέσιν ἄκραι χεῖρες καὶ πόδες· αἵ τε
15γὰρ ἐνέργειαι μετὰ συντονίας καὶ σφοδρότητος αὐ‐ τοῖς εἰσιν ἥ τ’ οὐσία σκληρὰ καὶ ἡ θέσις ἀπωτάτω τῆς κεφαλῆς. διὰ τοῦτ’ οὖν οὐδὲν ἐξ ἐγκεφάλου τοῖς εἰρημένοις μορίοις ἐπιπέμπεται νεῦρον, ὥσπερ οὐδ’ ὅλοις τοῖς κώλοις, ἀλλ’ ἐκ τοῦ νωτιαίου μυελοῦ μόνου
20νεῦρα σκληρὰ καὶ χεῖρες καὶ σκέλη λαμβάνουσι. καὶ

4

.

277

τἄλλα δὲ σύμπαντα τὰ κάτω ‖ τοῦ προσώπου παρὰ τοῦ νωτιαίου χορηγεῖται νεῦρα πλὴν ἐντέρων καὶ σπλάγ‐ χνων ἔτι τε πρὸς τούτοις τῶν φωνητικῶν ὀργάνων, ὅτι καὶ τούτων ἔνια μὲν ἐγκεφάλῳ συνῆφθαι πάντως
5ἐδεῖτο, τινὰ δ’, ὅτι πλησίον αὐτοῖς ἐτέτακτο μόνης αἰσθήσεως δεόμενα, τῶν αὐτῶν νεύρων ἐκοινώνησεν. εἰς μὲν γὰρ καρδίαν καὶ ἧπαρ ἐχρῆν ἰέναι νεῦρα, διότι συνῆφθαι πάντως ἔδει τὰς ἀρχὰς τῶν διοικουσῶν τὸ ζῷον δυνάμεων, ὡς ἐν τοῖς Περὶ τῶν Ἱπποκράτους τε
10καὶ Πλάτωνος ἐπιδέδεικται δογμάτων· εἰς δὲ τὴν γα‐ στέρα καὶ μάλιστα αὐτῆς τὸ στόμα, διότι περιττοτέρας
ἐδείχθη καὶ τοῦτο δεόμενον αἰσθήσεως. ἡ φωνὴ δ’ ὅτι τὸ κυριώτατον ἁπάντων ἐστὶ τῶν ψυχικῶν ἔργων ἀγγέλλουσα τὰς τοῦ λογισμοῦ νοήσεις, ἐχρῆν δήπου385 in vol. 2
15καὶ ταύτην δημιουργεῖσθαι δι’ ὀργάνων ἐξ ἐγκεφάλου νεῦρα δεχομένων. τούτων μὲν οὖν ἕνεκα πρώτως ἐξ ἐγκεφάλου νεῦρα πόρρω τῆς ἀρχῆς ἀποτείνεται· σὺν αὐτοῖς δ’, ὡς εἴρηται, σμικραί τινες ἀποφύσεις ἐντέ‐

4

.

278

ροις καὶ νεφροῖς καὶ σπληνὶ καὶ πνεύμονι ‖ καὶ στο‐ μάχῳ διανέμονται. περὶ μὲν οὖν τούτων ὀλίγον ὕστε‐ ρον εἰρήσεται. Ὧν δ’ ἕνεκα μάλιστα μορίων κατῆλθεν
5ἐξ ἐγκεφάλου νεῦρα, ταῦτ’ ἤδη λέγωμεν ἀπὸ τῶν φω‐ νητικῶν ἀρξάμενοι. ἔσται δὲ κἀνταῦθ’ ὁ λόγος ἐπὶ τοῖς ἀποδεδειγμένοις περὶ φωνῆς. ἐξ ἀρχῆς γὰρ ἐδείχθη μηδεμίαν δύνασθαι χρείαν μορίου γνωσθῆναι πρὸ τῆς τοῦ παντὸς ἐνεργείας ὀργάνου. ἐπεὶ τοίνυν ὁ λάρυγξ
10ἐστὶ τὸ πρῶτόν τε καὶ κυριώτατον ὄργανον φωνῆς ἐκ τριῶν μὲν συγκείμενος χόνδρων, ἔχων δ’ ἐν αὑτῷ μέσῳ τὴν ἐπιγλωττίδα καὶ μῦς εἴκοσί που σχεδὸν ὑπηρετοῦντας εἰς τοῦτο, πάρεστί σοι σκοπεῖν, ὅπως αὐτοῖς ἅπασιν ἡ φύσις ἔνειμεν ἐξ ἐγκεφάλου νεῦρα.
15τῶν γάρ τοι μυῶν τούτων ἔνιοι μὲν ἐγκαρσίαν πως μᾶλλον, ἔνιοι δὲ λοξὴν ἔχουσι τὴν θέσιν, ὀρθίαν δ’ ἄλλοι, τινὲς δ’ οὐχ ὁμοίαν οὐδ’ οὗτοι τὸ πάμπαν ἀλ‐ λήλοις. τινὲς μὲν γὰρ αὐτῶν ἄνωθεν ἀρχόμενοι τοῖς κάτω πέρασι κινοῦσιν ἔνια τῶν τοῦ λάρυγγος μορίων,

4

.

279

ἕτεροι δ’ ἔμπαλιν ἄρχονται ‖ μὲν ἐκ τῶν κάτω, ταῖς δ’ ἄνω τελευταῖς ἐνεργοῦσι. δίκαιον δ’ ἦν οἶμαι τοῖς μὲν ἄνωθεν κάτω φερομένοις ἄνωθεν ἐπιπεμφθῆναι τὸ νεῦρον, ὅσοι δ’ ἐκ τῶν κάτω μερῶν ἀναφέρονται,386 in vol. 2
5καὶ τούτοις ἐντεῦθεν γενέσθαι τὴν τῶν νεύρων ἀρχήν, ὥσπερ γε καὶ τοῖς ἐγκαρσίοις ἢ λοξοῖς κατὰ τὸ τῆς θέσεως σχῆμα καὶ τούτοις τὴν πρέπουσαν ἀρχὴν δοθῆ‐ ναι τῶν νεύρων. ἄνωθεν μὲν οὖν κάτω φερομένους ἐν τοῖς Περὶ φωνῆς ἐδείξαμεν τούς τ’ ἐκ τοῦ ὑοειδοῦς
10ὀστοῦ καθήκοντας εἰς τὸν θυρεοειδῆ χόνδρον τούς τ’ ἐπὶ τὸ στέρνον ἐξ ἀμφοῖν, κάτωθεν δ’ ἄνω τοὺς κι‐ νοῦντας τὸν ἀρυταινοειδῆ χόνδρον· ὀρθίους μὲν οὖν ἀκριβῶς τέτταρας, ἐγκεκλιμένους δ’ ἐπὶ τὸ λοξὸν δύο, τοὺς δὲ τὰ κάτω πέρατα συνάπτοντας τοῦ θυρεοειδοῦς
15χόνδρου πρὸς τὸν ἀνώνυμον ἀτρέμα λοξοὺς ὑπάρχειν· ἀλλὰ καὶ τοὺς τῷ στομάχῳ συνάπτοντας τὸν μέγιστον τῶν τριῶν χόνδρων ἐγκαρσίας ἔχειν τὰς ἶνας ἐγκλι‐ νούσας ἐπὶ τὸ λοξόν, τὰς μὲν μᾶλλον, τὰς δ’ ἧττον. ἐπὶ τούτοις μὲν οὖν ἡ φύσις—οὐδὲν γὰρ χεῖρον

4

.

280

ἐντεῦθεν ἄρξασθαι—‖ παρὰ τῆς ἕκτης συζυγίας ἐπι‐ πέμπει νεῦρα κατὰ διττὰς ἀποφύσεις, τοῦ μὲν ἑτέρου κατὰ τὴν κορυφὴν τοῦ θυρεοειδοῦς εἰς αὐτὸν ἔσω τὸν λάρυγγα καθήκοντος, τοῦ δ’ ἑτέρου πρὸς τοὺς ἐγκαρ‐
5σίους μῦς ἰόντος, ἀφ’ οὗ καὶ τοῖς ἐπὶ τὸ στέρνον ἐκτεινομένοις ἐμβάλλει τὰ πέρατα. δύο μὲν αὗται συ‐ ζυγίαι νεύρων ἐγκεκλιμένων εἰς θέσιν λοξήν, τρίτη δ’ ἄλλη τῶν καθηκόντων εἰς τοὺς ἀνατείνοντας μῦς τὸν
θυρεοειδῆ χόνδρον, ἣν ἀρχῆς ὑψηλοτέρας δεομένην387 in vol. 2
10οὐχ οἷόν τ’ ἦν ἀπὸ τῆς ἕκτης συζυγίας ποιήσασθαι κατὰ τοὺς ἐπὶ γαστέρα φερομένους· ἀλλ’ ἐξεῦρεν ἡ φύσις καὶ τούτοις ἐξ ἐγκεφάλου νεῦρον ὄρθιον ἄνωθεν κάτω φερόμενον ἐμφῦσαι. καὶ καθ’ ὅλου τοῦ λάρυγ‐ γος ἐκτείνεται ταῦτα δύο ὄντα καθ’ ἑκάτερον μέρος,
15ἓν ἐξ ἀριστερῶν καὶ ἓν ἐκ δεξιῶν· καὶ μέντοι καὶ τούτων ἡ τελευτὴ τοῖς ἐπὶ τὸ στέρνον ἀπὸ τοῦ ὑοει‐ δοῦς καταφερομένοις ἐμφύεται μυσίν. ἔστιν ὅτε γε μὴν ἐπεκτείνεται τοῖς ταπεινοῖς, οὓς ἀπὸ τοῦ θυρεοει‐ δοῦς ἔφην ἄρχεσθαι, καθάπερ γε καὶ τοῖς ὑψηλοτέροις

4

.

281

ἔστιν ὅτε παρὰ ‖ τῆς ἕκτης συζυγίας ἐμφύεται νεῦρα. τὸ δ’ οὖν ἀπὸ τούτων μόνων τῶν συζυγιῶν αὐτοὺς λαμβάνειν νεῦρα κοινὸν ἐπὶ πάντων ζῴων ἐστίν, ἐπειδή γ’ ἐξ ἐγκεφάλου κατιόντων ἔδει νεύρων αὐτοῖς, ὡς ἂν
5κατάντη θέσιν ἔχουσιν ὑπηρετοῦσί τε τῇ φωνῇ. ταυτὶ μὲν οὖν τῇ φύσει δικαίως τε ἅμα καὶ τεχνικῶς δια‐ τέτακται. λοιπῶν δ’ οὐσῶν τριῶν συζυγιῶν τῶν ἐν τῷ λάρυγγι μυῶν ἀναγκαιοτάτων μέν, ὡς ἐδείξαμεν, εἰς φωνῆς γένεσιν, ὀρθίαν μέντοι τὴν θέσιν ἐχόντων,
10ὡς τὰς μὲν κεφαλὰς κάτω, τὰς τελευτὰς δ’ αὐτῶν ἐν τοῖς ἄνω μέρεσιν ὑπάρχειν, ἀναγκαῖον μὲν ἦν δήπου κάτωθεν αὐτοῖς ἐπιπέμπειν τὰ νεῦρα· κάτω δ’ οὐκ ἦν ἐγκέφαλος, ἀλλ’ ἐκ νωτιαίου μυελοῦ καὶ τούτου τῶν κάτω μερῶν ἐχρῆν ἀχθῆναι τὰ νεῦρα, κἀν τούτῳ τὴν
15δικαιοτάτην φύσιν ἄδικον εἶναι τοῖς κυριωτάτοις τῆς φωνῆς ὀργάνοις μόνοις μήτ’ ἐξ ἐγκεφάλου μήτ’ ἐκ τῶν πρώτων μερῶν τοῦ νωτιαίου παρασχοῦσαν νεῦρα. θεασώμεθ’ οὖν, ὅπως ἀμφοῖν ἄκρως προὐνοήσατο, τοῦ388 in vol. 2

4

.

282

τ’ ἀναγκαίου πρὸς τὴν ‖ ἐνέργειαν τοῦ τε μηδὲν ἀδι‐ κῆσαι τοὺς μῦς ἀτιμοτέρων αὐτοῖς μεταδοῦσα νεύρων. ἔγνω τοίνυν ἐξ ἐγκεφάλου μὲν αὐτὰ κατάγειν ὥσπερ καὶ τἄλλα τὰ προειρημένα κατὰ τὴν ἕκτην συζυγίαν,
5ἀφ’ ἧς ἐχρῆν καὶ καρδίᾳ καὶ γαστρὶ καὶ ἥπατι δοθῆ‐ ναι νεῦρα, δίαυλον δέ τινα τῆς φορᾶς ἐργάσασθαι, πρότερον μὲν εἰς τὰ κάτω τοῦ λάρυγγος ἄγουσα, τοὐν‐ τεῦθεν δ’ αὖθις ἀναφέρουσα πρὸς τοὺς κυριωτάτους ἐν αὐτῷ μῦς. ἀλλ’ οὐχ οἷόν τ’ ἦν αὐτὰ παλινδρομῆ‐
10σαι χωρὶς καμπῆς, ὥστ’ ἀναγκαῖον ἐγένετο τῇ φύσει ζητῆσαι τοῖς νεύροις οἷον νύσσαν τινά, περὶ ἣν ἐξελί‐ ξασα τῆς μὲν ἐπὶ τὰ κάτω φορᾶς αὐτὰ παύσειεν, ἀγα‐ γεῖν δ’ ἄρξαιτο πρὸς τὸν λάρυγγα ταύτην τὴν νύσσαν. ἐχρῆν δήπου στερεόν τε σῶμα εἶναι καὶ θέσιν ἐγκαρ‐
15σίαν ἢ πάντως γε πλαγίαν ἔχειν. οὐ γὰρ οἷόν τ’ ἦν ἐκ κατάντους φορᾶς παλινδρομῆσαι τοῖς νεύροις ἄνευ τοῦ περὶ τοιοῦτόν τι καμφθῆναι σῶμα. τοιοῦτον δ’ οὐδὲν ἦν καθ’ ὅλον τὸν τράχηλον, ἀλλ’ εἰς τὸν θώ‐ ρακα κατάγειν ἀναγκαῖον ἐγένετο τῇ φύσει τὸ ζεῦγος

4

.

283

τῶν νεύρων κἀκεῖ ‖ ζητῆσαι τὴν καμπήν. ἔνθα τοίνυν εὗρε πρῶτον, ἐνταῦθα κάμψασα διὰ τοῦ τραχήλου πάλιν ἐπανήγαγεν εἰς τὸν λάρυγγα τὸ ζεῦγος τῶν
νεύρων. ἀλλ’ οὐχ ὁμότιμόν γε τὴν καμπὴν αὐτοῖς389 in vol. 2
5ἐποιήσατο καὶ ταύτῃ γ’ ἂν δόξειεν ἐπιλελῆσθαι τῆς δικαιοσύνης ὁμοτίμοις νεύροις ἄνισα νέμουσα. τὸ μὲν γὰρ ἐπὶ πλεῖστον αὐτῶν διὰ τοῦ θώρακος ἤγαγε κάτω, τὸ δ’ οὐ μετὰ πολὺ πρὸς τὸν τράχηλον ἐπανήγαγε. τίς οὖν καὶ ἡ τούτων αἰτία; οὐχ ἡ τῶν νεύρων δια‐
10φορά, πάντη γὰρ ὁμότιμά ἐστιν, ἀλλ’ ἡ τῶν χωρίων ἃ διεξέρχεται κατασκευή. κατὰ μέν γε τὴν ἀριστερὰν εὐρυχωρίαν τοῦ θώρακος ἡ μεγίστη τῶν ἀρτηριῶν, ἣν οἷον πρέμνον τι τῆς καρδίας ἔλεγον ἐκφύεσθαι, πρῶ‐ τον μὲν ἀνίσχει λοξή, μετὰ ταῦτα δ’ αὐτίκα σχισθεῖσα
15τῷ μὲν ἑτέρῳ μέρει τῷ μείζονι κατὰ τῆς ῥάχεως στη‐ ρίζεται, τῷ δ’ ἑτέρῳ τῷ μείονι πρὸς τὴν κλεῖν ἀνα‐ φέρεται, κἀνταῦθα τὸ μέν τι μέρος αὐτῆς ἐπὶ τὴν ὠμοπλάτην τε καὶ τὴν χεῖρα καὶ τοῦ τραχήλου τὸ λαιὸν ὅσα τ’ ἄλλα ταύτῃ τέτακται μόρια διανέμει· τὸ
20δ’ ἕτερον ἐπὶ τὸ στέρνον ἀνατείνασα σχίζει πάλιν καὶ ‖

4

.

284

τοῦτο δίχα τμήμασιν ἀνίσοις, τὸ μὲν ἐκ τῶν ἀριστε‐ ρῶν μέρος, ὅπερ ἔλαττόν ἐστιν, ἀρτηρίαν ἐργαζομένη καρωτίδα, τὸ δ’ ἐκ τῶν δεξιῶν τὸ μεῖζον ἀνατείνουσα λοξόν, ἀφ’ οὗ βραχὺ προελθόντος ἀποφύσεις γίγνονται
5πολλαί. καὶ γὰρ ἐπὶ τὰ τοῦ θώρακος ὑψηλὰ μόρια φέρεταί τις ἀρτηρία καὶ πρὸς τὸν δεξιὸν τιτθὸν ἑτέρα διὰ τοῦ στέρνου καταφέρεται καὶ πρὸ αὐτῶν γε ἡ δε‐ ξιὰ καρωτὶς ἀνάντης ἀποφύεται κἄπειτα τὸ λοιπὸν τῆς ἀρτηρίας λοξόν, ὡς πρὸς τὴν ἔκφυσιν ἀφικόμενον τῆς
10πρώτης πλευρᾶς, εἰς ὠμοπλάτην καὶ χεῖρα καὶ τοῦ τραχήλου τὰ δεξιὰ μέρη διασπείρεται. τοιαύτης οὖν οὔσης διαφορᾶς τῷ δεξιῷ θώρακι πρὸς τὸν ἀριστερὸν ἀναμνησθῶμεν, ὅτι 〈ἅμα〉 ταῖς ἀρτηρίαις ταῖς καρωτί‐ σιν ἑκάτερον τῶν ἀπὸ τῆς ἕκτης συζυγίας νεύρων εἰς390 in vol. 2
15τὸ κάτω καταφέρεται στηριζόμενόν τε τῇ γειτνιάσει καὶ κοινοῖς σκεπάσμασι φρουρούμενον. ἔνθα τοίνυν ἡ πρώτη γένεσις ἑκατέρᾳ τῶν ἀρτηριῶν ἐστιν, ἣν ἀρ‐ τίως ἐδήλωσα, πρὸς τοῦτ’ ἀναγκαῖον ἦν τὸ χωρίον ἑκατέρῳ τῶν νεύρων ἀπενεχθῆναι κἄπειτ’ ἐντεῦθεν

4

.

285

ἀποτεῖναί τι μόριον ἑαυτοῦ ‖ πρὸς τὸν λάρυγγα κομι‐ σθησόμενον. ἀλλ’ ἐπεὶ μεταβάλλειν ἐνταῦθ’ ἀναγκαῖόν ἐστι τοῖς νεύροις ἐκ τῆς κατάντους φορᾶς ἐπὶ τὴν ἀνάντη, καμπῆς αὐτοῖς ἐξ ἀνάγκης ἐδέησε. τίς οὖν
5ἑκατέρῳ τῶν νεύρων ἀρίστη καμπή; τῷ μὲν ἀριστερῷ κατὰ τὴν πρώτην ἔκφυσιν τῆς καρωτίδος οὐχ οἷόν τε καμφθῆναι· τὸ γὰρ ἐπὶ τὸ στέρνον ἀναφερόμενον τῆς μεγάλης ἀρτηρίας, ἧς ἡ καρωτὶς ἀπέσχισται, μικροῦ δεῖν ὄρθιον ὑπάρχει βραχεῖαν ἔγκλισιν ἔχον ἐπὶ τὰ
10δεξιὰ μέρη τοῦ θώρακος ὅλου· τὸ δ’ ἕτερον τῆς ἄνω φερομένης ἀρτηρίας ἀποβλάστημα, τὸ πρὸς τὴν ἀρι‐ στερὰν ὠμοπλάτην τε καὶ χεῖρα φερόμενον, ὁμοίαν σχεδόν τι καὶ αὐτὸ τὴν θέσιν ἔχει· μικροῦ γὰρ δεῖν καὶ τοῦτ’ ὄρθιόν ἐστιν ὅλον ἐγκλινόμενον ἀτρέμα πρὸς
15τὴν εὐώνυμον χεῖρα. λοιπὴ τοίνυν αὐτῷ καταλείπεται καμπὴ τὸ στέλεχος αὐτὸ τῆς μεγίστης ἀρτηρίας οὐ
μεγέθει μόνον, ἀλλὰ καὶ ῥώμῃ καὶ θέσει θαυμαστῶς παρεσκευασμένον εἰς τὴν τοῦ νεύρου χρείαν. ταύτην οὖν αὐτὴν εἵλετο καὶ ἡ φύσις καὶ περὶ τὴν ταύτης391 in vol. 2
20βάσιν ἀποβλάστημα τῆς ἕκτης συζυγίας ἑλίξασα παλιν‐

4

.

286

δρομοῦν ἄνω κατὰ ‖ τῆς τραχείας ἀρτηρίας ἐπέθηκεν, ὥστ’ ἐπὶ ταύτης ὀχούμενον ἀσφαλῶς ἀνελθεῖν ἐπὶ τὸν λάρυγγα. ἀλλ’ ἐν τοῖς δεξιοῖς τοῦ θώρακος οὐκ ἦν οὐδεμία τοιαύτη καμπή. μὴ τοίνυν ζήτει τὴν οὐκ οὖ‐
5σαν μήτ’ ἐγκάλει τῇ φύσει καμπὰς διαφόρους ἑκατέρῳ τῶν νεύρων εὑρούσῃ, ἀλλ’ ἐκεῖνο σκόπει, τίνα βελ‐ τίονα κατὰ τὸν ἀριστερὸν θώρακα τῆς εἰρημένης καμ‐ πῆς οἷόν τ’ ἦν ἐξευρεῖν. οὐ γὰρ εὑρήσεις ἑτέραν ἀμείνονα, καθάπερ οὐδ’ ἐν τῷ δεξιῷ, τῆς εὑρημένης
10τῇ φύσει. τίς οὖν ἐστιν αὕτη; χαλεπὸν μὲν ἑρμηνεῦ‐ σαι λόγῳ τοσαύτην τέχνην· ἄπιστος γὰρ ἡ τῆς φύσεως εὐμηχανία περὶ τὴν τῆς καμπῆς εὕρεσιν, ὥστ’, εἰ μή τις θεάσαιτο, τραγῳδεῖν ἂν δόξειε μᾶλλον ἢ ἀληθεύειν τὸν ἐξηγητὴν αὐτῆς· ὅμως μήν, ἐπειδὴ καὶ τἄλλα λόγῳ
15διῆλθον, οὐδὲ τὴν τούτου διήγησιν ὀκνητέον. ἀνα‐ μνήσθητι δέ μοι τῆς ὀλίγον ἔμπροσθεν εἰρημένης ἀρ‐ τηρίας ἐν τῷ δεξιῷ θώρακι, λοξῆς μὲν τὴν θέσιν, ἀποφυούσης δὲ πρώτην μὲν ἀνάντη τὴν καρωτίδα, ἔπειτα τῷ λοιπῷ μέρει πρὸς τὴν πρώτην πλευρὰν

4

.

287

ἀφικνουμένης λοξῆς, ‖ καὶ σκέψαι, τοῦ δεξιοῦ νεύρου δι’ ὅλου τοῦ τραχήλου κατελθόντος ἐν χρῷ τῆς καρω‐ τίδος μέχρι τῆς πρώτης αὐτῆς γενέσεως, εἴ τινα βελ‐
τίονα χώραν ἔχεις εἰπεῖν ἧς ἡ φύσις ἐξεῦρεν εἰς καμ‐392 in vol. 2
5πὴν τῷ νεύρῳ. καθ’ ὃ γὰρ ἀποσχίζεται πρῶτον ἡ μετὰ τὴν καρωτίδα ἀρτηρία λοξή, κατὰ τοῦτο μόνον, εἰ καὶ σφαλερῶς, ἀλλ’ ἀναγκαῖον κάμπτειν ἦν τὸ νεῦ‐ ρον. εἰ μὲν γὰρ ἑτέρα τις ἀμείνων χώρα ταύτης ἐστίν, ἐπ’ ἐκείνην ἀφικέσθαι τῇ φύσει βέλτιον ἦν ἀποστάσῃ
10τῆσδε. νυνὶ δ’, ἐπειδήπερ ἑτέρα μέν ἐστιν οὐδεμία, μόνη δ’ ἡ νῦν εἰρημένη κατὰ τὸν δεξιὸν θώρακα καμπή, γνωρίζει μὲν αὐτῆς τὸ σφαλερὸν ἡ φύσις, κα‐ τακλεισθεῖσα δ’ εἰς ἀναγκαίαν χρῆσιν, ἐξ ὧν ἂν μά‐ λιστά τις ἀσφάλειαν ἐνδεχομένην ἐπορίσατο, ταῦτ’
15εἰργάσατο σύμπαντα. πρῶτον μὲν γὰρ ἀπὸ τοῦ μεγά‐ λου νεύρου τὸ παλινδρομῆσον ἀπέσχισεν, ἔνθα πρῶτον ἔψαυσε τῆς λοξῆς ἀρτηρίας, εἶτ’ ἐπὶ τὸν νῶτον αὐτῆς ἐπιθεῖσα, κατ’ αὐτὴν ἔκαμψε τὴν γενομένην ἐν τῇ τῆς καρωτίδος ἀποφύσει γωνίαν. ἔξωθεν μὲν γὰρ τῆς
20καρωτίδος αὐτὸ κατήγαγεν, ἑλίξασα δὲ περὶ τὴν μείζονα

4

.

288

διὰ τῆς ἐξ ‖ ἀμφοῖν γιγνομένης γωνίας ὑπανάγειν τοὐντεῦθεν ὑπήρξατο διὰ τῶν ἔνδον μερῶν τῆς καρω‐ τίδος ἐπιθεῖσα τῷ δεξιῷ μέρει τῆς τραχείας ἀρτηρίας. ἀνατεινομένῳ δ’ αὐτῷ μετὰ τὴν καμπὴν ὀρέγει τινὰ
5καθάπερ χεῖρα τὴν τῆς ἕκτης συζυγίας ἀπόφυσιν, ἥτις αὐτὸ συνδέουσα πρὸς τὸ μέγα νεῦρον ἀσφαλῆ τήν τε καμπὴν ἅμα καὶ τὴν ἐπάνοδον ἐργάζεται. τὰ δ’ ἑκα‐
τέρωθεν αὐτοῦ τῆς καμπῆς ἐξ ἀριστερῶν τε καὶ δεξιῶν μερῶν ἀποφύσεσιν ἑρματίζει τῆς ἕκτης συζυγίας αὐτῆς,393 in vol. 2
10ἣν ποιεῖται πρὸς τὰ ταύτῃ χωρία. καὶ μὲν δὴ καὶ κατ’ αὐτὸν τὸν λάρυγγα τοῖς παλινδρομοῦσι τούτοις νεύροις, ὑπὲρ ὧν ὁ σύμπας μοι λόγος οὗτος ἤνυσται, γίγνεταί τις ἐπιμιξία πρὸς τὰ προειρημένα νεῦρα κατὰ τὸν ἔμπροσθεν λόγον, ἃ τῆς ἕκτης συζυγίας ἔφην ἀπο‐
15φυόμενα πρὸς τὸ βάθος ἰέναι τοῦ λάρυγγος. εἰς ταὐ‐ τὸν γὰρ ἥκει μόρια τῶν παλινδρομούντων ἐκείνοις, ἐπὶ πάντων μὲν ὧν οἶδα ζῴων, ἐναργέστατα δὲ καὶ τοῦτ’ ἐπ’ ἄρκτων καὶ κυνῶν καὶ βοῶν ὅσα τ’ ἄλλα τοιαῦτα θεάσασθαι πάρεστιν ἰσχὺν καὶ ῥώμην ἀμφο‐

4

.

289

τέροις τοῖς νεύροις ‖ τῆς φύσεως ἐκ τῆς πρὸς ἄλληλα κοινωνίας ἐπιτεχνωμένης. εἴρηται γὰρ ἤδη μοι καὶ πρόσθεν, ὡς αἱ συμπλοκαὶ τῶν ἀσθενῶν σωμάτων ἀμφοτέροις εἰς ῥώμην συντελοῦσιν.
5 Περὶ δὲ τῶν εἰς τὰ σπλάγχνα καὶ τὰ ἔντερα ἀφικνουμένων νεύρων τὸ μέν πού τι λέλεκται πρόσθεν, ὅσον δ’ ἐλλείπει, προσθεῖναι χρή. ἀφικνεῖται μέν τις κἀνταῦθα τῶν ἐξ ἐγκεφάλου μοῖρα, σμικρὰ μὲν τοῖς ἄλλοις ἅπασιν, ἀξιόλογος δ’ εἰς τὸ τῆς κοιλίας στόμα,
10διότι τοῦτο τὸ μέρος ὀρέξεως σιτίων ὄργανον ἡ φύσις ἐποίησεν ἐπὶ τῆς πύλης, ὡς ἂν εἴποι τις, κείμενον ἁπάντων τῶν περὶ τὴν τῆς τροφῆς οἰκονομίαν αὐτῇ παρεσκευασμένων ὀργάνων. εἰλικρινὲς οὖν αὐτὸ καὶ
ἀμιγὲς ἑτέρου νεύρου σκληροῦ κατήγαγεν ἄνωθεν ἐν394 in vol. 2
15τῇ παρόδῳ δοῦσά τι μόριον ἐξ αὐτοῦ βραχὺ στομάχῳ καὶ πνεύμονι καὶ ἀρτηρίᾳ τραχείᾳ. τῆς δ’ αὐτῆς συ‐ ζυγίας εἰλικρινὲς νεῦρον ἔδωκεν ἥπατί τε καὶ καρδίᾳ διὰ τὸν ἔμπροσθεν εἰρημένον μοι λόγον. εἰς δὲ τἄλλα σύμπαντα τὰ κάτω φρενῶν ἐντὸς τοῦ περιτοναίου τῶν

4

.

290

νεύρων τούτων ‖ ἀφικνεῖται μέρος οὐκέτ’ εἰλικρινές, ἀλλὰ τοῖς ἐκ νωτιαίου μικτόν· τοῖς γὰρ εἰς τὰς ῥίζας τῶν πλευρῶν παραφερομένοις νεύροις κἀξ αὐτοῦ μέν τι τοῦ κατὰ τὸν θώρακα νωτιαίου προσέρχεται καὶ
5μετὰ τὸν θώρακα δέ τι δυοῖν ἢ τριῶν σφονδύλων. ἀναμίγνυται δὲ ταῦτα προϊόντα λειψάνοις τῶν ἐπὶ γαστέρα κατελθόντων, οἷς καὶ αὐτοῖς ἰδία τις ἐπιμιξία γίγνεται τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων. ἐκ δὲ τῆς μίξεως ἁπάντων τούτων σχεδὸν ἅπαντα νευροῦται τἄν‐
10δον τοῦ περιτοναίου, τὴν μὲν ἰσχὺν καὶ τὴν ῥώμην ἐκ τῆς ἀπὸ νωτιαίου μίξεως λαμβάνοντα, τὸ δὲ τῆς αἰσθήσεως ἀκριβὲς ὑπὲρ τὰ ἄλλα παρὰ τῶν ἀπ’ ἐγκε‐ φάλου. ἔστι δὲ δήπου καὶ ἄλλο θαυμαστὸν ἔργον τῆς φύσεως ἠγνοημένον τοῖς ἀνατομικοῖς. ἔνθα γὰρ
15ἤτοι μακρὰν ὁδὸν ἄξειν μέλλει νεῦρον μικρὸν ἢ σφο‐ δρᾷ κινήσει μυὸς ὑπηρετῆσον, ἐνταῦθα διαλαμβάνει τὴν οὐσίαν αὐτοῦ σώματι παχυτέρῳ μέν, ὁμοίῳ δὲ τὰ ἄλλα. δόξει γάρ σοι νεῦρον ἐσφαιρωμένον ὑπάρχειν, κατὰ μὲν τὴν πρώτην φαντασίαν τῆς ὄψεως ἐπιπεφυ‐

4

.

291

κός τε καὶ περιπεφυκὸς αὐτοῖς, ἀνατέμνοντι ‖ δὲ σαφῶς ὁρώμενον, ὅτι μήτ’ ἐπίφυσίς ἐστι μήτε περίφυσις, ἀλλ’ ὅμοιός τις οὐσία τῷ νεύρῳ συνεχής τε καὶ κατὰ πᾶν ἡνωμένη καὶ ὁμοία παντοίως οὖσα τῷ τ’ εἰς αὐτὴν395 in vol. 2
5ἰόντι καὶ τῷ πάλιν ἐξ αὐτῆς ἀποτεινομένῳ νεύρῳ. κατ’ αὐτὴν οὖν μόνην τὴν οὐσίαν ὁμοίαν οὖσαν τῷ κα‐ λουμένῳ γαγγλίῳ παχύνεσθαι συμβαίνει τοῖς νεύροις, ὥστ’ ἐναργῶς ὁρᾶσθαι μεῖζον τῷ κύκλῳ τὸ μετ’ αὐτὴν νεῦρον τοῦ πρὸ αὐτῆς. ὄψει δ’ αὐτὴν καὶ κατ’ ἄλλα
10μέν τινα μέρη, καὶ μέντοι κἀν τοῖσδε τοῖς νεύροις τοῖς ἐξ ἐγκεφάλου κατερχομένοις οὐχ ἅπαξ ἢ δίς, ἀλλ’ ἑξάκις ὑπάρχουσαν, πρῶτον μὲν ἐν τῷ τραχήλῳ μικρὸν ἀνωτέρω τοῦ λάρυγγος, δεύτερον δ’, ὅταν ἐμπίπτῃ τῷ θώρακι, πρὸς τὰς ῥίζας τῶν πλευρῶν φερόμενα, καὶ
15τρίτον, ὅταν πρῶτον ἐξέλθῃ τοῦ θώρακος. ἐν ἑκατέρῳ τοίνυν τῷ μέρει τοῦ ζῴου τῷ τ’ ἀριστερῷ καὶ τῷ δεξιῷ τρὶς τοιούτου σώματος ὄντος εἰκότως ἔφαμεν ἑξάκις ἐν αὐτοῖς εὑρίσκεσθαι. περὶ μὲν δὴ τῶνδε τῶν νεύρων αὐτάρκως εἴρηται.

4

.

292

Τῶν δ’ ἄλλων τῶν ἐξ ἐγκεφάλου μὲν ἐκπεφυκότων, ἐπὶ δὲ τὸν τράχηλόν τε καὶ τὰς ὠμο‐ πλάτας κατιόντων ἐφεξῆς ἂν εἴη διελθεῖν τὴν νομήν. οὐδὲ γὰρ οὐδ’ ἐπὶ τούτων ἡ φύσις, ἐνὸν αὐτῇ τῷ
5κατὰ τράχηλον νωτιαίῳ χρήσασθαι πρὸς τὴν τῶν ἐν‐ ταῦθα νεύρων ἁπάντων γένεσιν, ἐπιλαθομένη τοῦδε πόρρωθεν αὐτὰ κατάγει μάτην, ἀλλ’ εἰς ἐκείνους ἐμφύει
τῶν μυῶν, ὅσοι μετέωρόν τε ἅμα τὴν θέσιν ἔχουσιν ἀνασπῶσί τε τὴν ὠμοπλάτην ἐπὶ τὴν κεφαλήν. εἰς396 in vol. 2
10γοῦν τοὺς πρώτους αὐτῆς εἰρημένους μῦς τοὺς πλατεῖς, ὧν ἀρχὴ μὲν τὸ κατ’ ἰνίον ὀστοῦν τῆς κεφαλῆς, τε‐ λευτὴ δὲ τῆς ὠμοπλάτης ἡ ῥάχις, ἀξιόλογον ἐμφύεται νεῦρον ἐξ ἐγκεφάλου βλαστάνον ἅμα τοῖς ἄλλοις, ὅσα κατὰ τὴν ἕκτην συζυγίαν ἐκφύεσθαι λέλεκται. ἀλλ’
15ἐκεῖνα μὲν ἐς ταὐτὸ κατάντη φέρεται δι’ ἃς ὀλίγον ἔμπροσθεν εἴρηκα χρείας· ἐγκλίνει δ’ εἰς τὰ πλάγια μέρη τοῦ τραχήλου ταύτῃ μετέωρα φερόμενα μέχρι τοῦ μυός, εἰς ὃν ἐξ ἀρχῆς ὡρμήθη. μεγίστων γὰρ οἱ μύες οἵδε μετειλήφασι νεύρων, οὐ διὰ τὸ μέγεθος

4

.

293

μόνον, ἀλλὰ καὶ τὸ τῆς ἐνερ‖γείας σφοδρὸν ὅλην ἀν‐ έλκοντες ἄνω τὴν ὠμοπλάτην. ἐφεξῆς δ’ αὐτῶν ἀξιό‐ λογα νεῦρα τοῖς ἀπὸ τοῦ πρώτου μὲν ἀρχομένοις σφονδύλου, καταφυομένοις δὲ τῷ μετεώρῳ τῆς ὠμο‐
5πλάτης ὑπὸ τῆς φύσεως ἐδόθη. καὶ γὰρ καὶ τούτων τῶν μυῶν ἡ κίνησις ἰσχυρά, πολλὰς δ’ ἀρχὰς ἐσχήκασι νεύρων οἱ περιστρέφοντες τὴν κεφαλὴν μύες, ὧν εἰς τὸ στέρνον καὶ τὴν κλεῖν καθήκει τὰ πέρατα, διότι καὶ ἡ κίνησις αὐτῶν ἐστι σύνθετος ἐξ εὐθειῶν 〈ἰνῶν〉
10ἐφεξῆς ἀλλήλαις κειμένων ἐπιτελουμένη. ταῦτ’ ἄρα κατὰ μὲν τὴν πρώτην ἔκφυσιν ἀπὸ τῶν ἐπὶ τοὺς με‐ γάλους μῦς ἑκατέρας τῆς ὠμοπλάτης ἰόντων νεύρων ἀποβλάστημά τι καταφύεται τοῖς μυσίν, ἐφεξῆς δὲ τῶν ἐν τῷ τραχήλῳ σφονδύλων, ἵν’ ἑκάστη τῶν ἀρχῶν ἐφ’
15ἑαυτὴν ἕλκουσα τὸν μῦν ποικίλην τῇ διαδοχῇ τὴν κίνησιν ἐργάζηται. συμβαίνειν γὰρ οὕτως ἀνάγκη τοῖς λοξὴν μὲν ἔχουσι τὴν θέσιν, ἀρχὰς δὲ κινήσεων ἐν διαφερούσαις χώραις ἱδρυμένας. κατὰ τοῦτο μὲν δὴ τοῖς πρώτοις μέρεσι τῶνδε τῶν μυῶν ἐδόθη τι τῶν397 in vol. 2

4

.

294

ἄνωθεν ‖ νεύρων. ἀλλὰ καὶ τοῖς κατὰ τὰ παρίσθμια μυσὶ καὶ τοῖς ἐπὶ τῶν μεγαλοφώνων ζῴων ἐπὶ τοὺς κατὰ τὴν ταπεινὴν πλευρὰν τοῦ ὑοειδοῦς μυσίν, οἳ καὶ τοῖς ἄνω μέρεσι τῶν πλευρῶν τοῦ πρώτου χόνδρου
5κατ’ ἔνια τῶν ζῴων συνάπτονται, νεῦρον ἐξ ἐγκεφάλου δέδοται, διότι φωνητικά. καί τις ἄλλη νεύρων λεπτῶν συζυγία πρὸς τὴν ῥίζαν ἀφικνεῖται τῆς γλώττης, ἐν ἐκεί‐ νοις μάλιστα σαφῶς τοῖς ζῴοις, ἐν οἷς οἱ προειρημένοι μύες ἐλάχιστοι παντελῶς εἰσιν. ἐκφύεται δ’ αὕτη τῶν
10νεύρων ἡ συζυγία κατὰ τὴν ἕκτην ὀνομαζομένην ὑπὸ Μαρίνου, πᾶσι μὲν ὑπάρχουσα τοῖς ζῴοις, ὅσα παρα‐ πλήσιά πώς ἐστιν ἀνθρώπῳ, διαφέρουσα δ’, ὡς εἴρη‐ ται. τοῖς μὲν γὰρ ἤτοι μεγαλοφώνοις ἢ πρὸς τὸ δάκνειν παρεσκευασμένοις διὰ τὸ μέγεθος τῶν συνημμένων
15μυῶν τῷ ὑοειδεῖ πρὸς ἐκείνους μᾶλλον ἀναλίσκεται τὰ προειρημένα νεῦρα, τοῖς δ’ ἄλλοις ἐπί τε τὴν φάρυγγα καὶ τὴν ῥίζαν τῆς γλώττης μᾶλλον ἐξικνεῖται. νεῦρον δ’ οὐδὲν ἄλλο κατωτέρω τοῦ προσώπου κατέρχεται

4

.

295

τῶν ἐξ ἐγκεφάλου φυομέ‖νων, ἀλλ’ εἰς τοὺς περὶ τοῦτο μῦς ἅμα τοῖς αἰσθητικοῖς ὀργάνοις διανέμεται πάντα. λέλεκται δ’ ἔμπροσθεν αὐτῶν ἡ νομή· καὶ νῦν
ἀναμιμνήσκειν μὲν αὖθις αὐτῆς περιττόν, ἐπὶ δὲ τὸν398 in vol. 2
5ἐν τῷ τραχήλῳ νωτιαῖον ἰέναι βέλτιον ἐπιδεικνύντας, ὅπως κἀκ τούτου τὴν νομὴν τῶν νεύρων ἡ φύσις ἐποιήσατο δικαιοτάτην. εὐθὺς γοῦν, ὥσπερ ἐξ ἐγκε‐ φάλου πολλοῖς τῶν κάτω τοῦ προσώπου μορίοις ἔνειμέ τινα νεύρου μοῖραν οὐ μάτην οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ
10δι’ ἃς εἴρηκα χρείας, οὕτως ἐπὶ τὴν κεφαλὴν ἐκ τρα‐ χήλου τῶν ἐκ νωτιαίου νεύρων ἀνάγειν οὐκ ὀκνεῖ μεγάλα μὲν ἐπὶ τῶν ἄλλων ζῴων, οἷς ὅ τε κροταφίτης μῦς μέγιστος ἥ τε τῶν ὤτων φύσις εὐκίνητός τε καὶ πολυκίνητος καὶ μεγάλη, παντελῶς δὲ σμικρὰ τοῖς
15ζῴοις ἐκείνοις, οἷς οὐδὲν τούτων, ὥσπερ ἀνθρώπῳ καὶ πιθήκῳ. καὶ γὰρ ὁ κροταφίτης μῦς μικρὸς τούτοις καὶ ἡ τῶν ὤτων οὐσία σχεδὸν ἀκίνητος, ὅτι καὶ παν‐ τάπασιν ἐλαχίστη τισὶν αὐτῶν ἐστι. διὰ τοῦτ’ οὖν καὶ τὰ νεῦρα τούτοις τοῖς ζῴοις μικρὰ πρὸς τὴν κεφα‐

4

.

296

λὴν ἀνα‖φέρεται, δύο μὲν ἐκ τῶν ὀπίσω μερῶν, δύο δ’ ἐκ τῶν πλαγίων, εἴς τε τὸ δέρμα διανεμόμενα καὶ τῶν ὤτων ἕκαστον. ὥσπερ δ’ ὑπογραφαί τινές εἰσι μυῶν ἀμφὶ τὸ οὖς αὐτοῖς, οὕτω καὶ νεῦρα σμικρότατα
5πρὸς τοῦθ’ ἥκει τὸ χωρίον. ἐπὶ δέ γε τῶν εὐκίνητά τε καὶ μεγάλα κεκτημένων ὦτα καθάπερ ἐν κύκλῳ πολλοῖς μυσὶν ἐστεφάνωται τὸ οὖς, οὕτω καὶ νεύροις μεγάλοις εἰς αὐτοὺς διανεμομένοις. ἀποσχίζεται δὲ ταῦτα τῆς δευτέρας τῶν ἐν τραχήλῳ συζυγίας. ἐπὶ
10γάρ τοι τὰς κεφαλὰς τῶν μυῶν ἰέναι δέον ἅπασι τοῖς
νεύροις ἀναγκαῖον ἦν ἀνέρχεσθαι κάτωθεν. ἀλλὰ καὶ τῷ κροταφίτῃ μυΐ—καὶ γὰρ καὶ τούτου τὴν κεφαλὴν ἐγγὺς τῶν κατ’ ἰνίον ἡ φύσις ἔταξε χωρίων, ἐν οἷς ζῴοις ὑπάρχει μέγιστος—εὐλόγως κἀκ τραχήλου τις399 in vol. 2
15ἐμφύεται μοῖρα νεύρου διὰ τῶν κατ’ ἰνίον ἀναφερο‐ μένη μερῶν. τὴν δ’ εἰρημένην θέσιν ἡ κεφαλὴ τοῦ κροταφίτου μυὸς μάλιστα μὲν ἐπὶ τῶν καρχαροδόντων καλουμένων ἔχει, μετὰ δὲ ταῦτα κἀπὶ τῶν μεγάλην ἐχόντων τὴν γένυν. ἐπὶ τούτων γάρ τοι τῶν ζῴων

4

.

297

ὁ κροταφίτης μῦς μέ‖γας ὑπὸ τῆς φύσεως κατεσκευ‐ άσθη, τῶν μὲν εἰς τὸ δάκνειν εὐρώστως, τῶν δ’ εἰς τὸ βαστάζειν τὴν γένυν ἰσχυροῦ δεομένων μυός. ὁ δὲ δὴ πλατὺς καὶ λεπτὸς μῦς ὁ κινῶν τὴν γνάθον
5ἅμα τοῖς πλαγίοις πέρασι τοῦ στόματος, ὃν ἀποδέρον‐ τες ὁμοῦ τῷ δέρματι διέφθειρον οἱ πρὸ ἐμοῦ, θαυ‐ μαστήν τινα τέχνην ἐνδείκνυται τῆς φύσεως. ἐπειδὴ γὰρ αἱ μὲν ἀρχαὶ πολλαὶ τοῦ μυὸς τοῦδε, τελευτᾷ δ’ εἰς τὰς γνάθους καὶ τὰ χείλη διοίγων εἰς τὰ πλάγια
10τὸ στόμα, διὰ τοῦτο τάς τ’ ἶνας ἔχει πάσας ἐπὶ ταῦτα φερομένας τὰ μέρη καὶ σὺν αὐταῖς τὰ νεῦρα. ταῖς μὲν οὖν ἀπὸ τῆς ἀκάνθης τῶν ἐν τραχήλῳ σφονδύλων ἀρχομέναις ἰσὶ συμπροέρχεται νεῦρα διὰ τοῦ τραχήλου μέχρι τῶν ἔμπροσθεν ἐγκάρσια μέγιστά τε καὶ πλεῖστα,
15διότι καὶ ὁ σύνδεσμος ὁ ὑμενώδης ὁ τὰς ἶνας ἔχων ἀπὸ τῆς ἀκάνθης ἐκπέφυκεν ἥ τε κυριωτάτη τοῦ μυὸς ἀρχὴ κατ’ ἐκεῖνο τὸ χωρίον ὑπάρχει. ταῖς δ’ ἀπὸ τῆς
ὠμοπλάτης καὶ κλειδὸς ἀναφερομέναις ἰσὶν ἐλάττω καὶ τὰ νεῦρά ἐστι, κατὰ τὴν τῶν ἰνῶν φορὰν καὶ ταῦτα400 in vol. 2

4

.

298

συμπροερχόμενα. ‖ μιᾶς δ’ οὔσης ἐκφύσεως ἑκατέρωθεν ἐν ἑκάστῳ τῶν κατὰ τὸν τράχηλον σφονδύλων καὶ ταύτης ἐγκαρσίαν ἐχούσης τὴν ῥίζαν τοῦ νεύρου, θαυ‐ μαστόν, ὅπως ὅσαι μὲν ἐν τοῖς πρόσω μέρεσι τῆς
5ἐκφύσεως ὑπάρχουσι τοῦ μυὸς ἶνες, εἰς ταύτας ἐμφύε‐ ται τὰ νεῦρα πρὸς τὴν ἄνω φορὰν ἐπιστρεφόμενα κατά τινας καμπὰς εὐμηχάνως ὑπὸ τῆς φύσεως εὑρη‐ μένας, τὰς μὲν περὶ μῦς τινας ἢ ἀρτηρίας ἢ φλέβας, ἐνίας δὲ καὶ δι’ ὑμένων, οὓς αὐτὴ διατίτρησιν ὀπαῖς
10λεπταῖς ἴσαις τοῖς νεύροις· ὅσαι δ’ αὖ λοξαὶ τῶν ἰνῶν, ἑτοιμότερον ταύταις ἐμφύεται τὸ νεῦρον λοξόν. ἐπὶ δὲ τῶν ὄπισθεν ἐκ τῆς ἀκάνθης φερομένων μεῖζον τὸ θαῦμα τῶν ἔργων τῆς φύσεώς ἐστιν. ἔδει μὲν γὰρ καὶ ταύταις ἀπὸ τῆς ἀκάνθης συμπροέρχεσθαι
15νεῦρα, καθάπερ καὶ φαίνεται. θεασάμενος δ’ αὐτά τις οἰήσεται τῶν ὀστῶν αὐτῶν τῆς ἀκάνθης ἐκπεφυκέ‐ ναι· τὸ δ’ οὐχ οὕτως ἔχει. καὶ γὰρ καὶ τούτοις τοῖς νεύροις ὁ ἐν τῷ τραχήλῳ νωτιαῖος ἀρχὴ διὰ τῶν κοι‐ νῶν ἐν τοῖς σφονδύλοις τρημάτων, ἅπερ ἐν τοῖς πλα‐

4

.

299

γίοις αὐτῶν ‖ ἐστι, τὴν πρώτην ἔκφυσιν ἔχουσιν. αὕτη γάρ τοι μία καθ’ ἑκάτερον μέρος ἑκάστου σφονδύλου τοῖς ἀπὸ τοῦ νωτιαίου νεύροις ἀρχή. διανέμει δ’ αὐτὰ θαυμασίως ὅπως ἡ φύσις εὐθὺς ἀνίσχοντα παρὰ
5τὰς ἐκφύσεις τῶν σφονδύλων, ἔνια μὲν ἐγκάρσια πρὸς
τοὐπίσω καὶ πρόσω τοῦ τραχήλου προσάγουσα, τινὰ δ’ ἐγκλίνουσα περὶ δή τινας καμπὰς ὄρθιά τε καὶ κατάντη καὶ λοξά. ταύτης οὖν τῆς ποικιλίας φαινο‐ μένης κατὰ τὰς τῶν νεύρων ἐκφύσεις, ἤν γέ τις ἀκρι‐401 in vol. 2
10βῶς ἀνατέμῃ, θαυμασιώτερον ἔτι καὶ ἀπορώτερον γίγνεται τὸ περὶ τῶν ἀπὸ τῆς ἀκάνθης φερομένων νεύρων. καὶ διὰ τοῦτ’ ἀγνοεῖται καὶ τοῖς ἀνατομικω‐ τάτοις εἶναι δοκοῦσι μέγιστόν τι καὶ τοῦτο τῶν ἔργων τῆς φύσεως. ὅπου γὰρ ὅλον οὐκ ἴσασι τὸν μῦν τοῦ‐
15τον, ἦ πού γε τῶν νεύρων ἄν τι γνοῖεν τῶν κατ’ αὐτόν; ἀλλ’ ἡ φύσις ἀποβλάστημα καθ’ ἑκάστην ἔκ‐ φυσιν νεύρου πάντων τῶν ἐν τραχήλῳ μετὰ τὸν δεύ‐ τερον ἐπὶ τὴν ὀπίσω χώραν ἐγκαρσίαν ἄγουσα διὰ βάθους ἕως τῆς κατὰ τὴν ἄκανθαν ῥίζης ἐντεῦθεν

4

.

300

ἀνάγει μετὰ ‖ τῆς ἀκάνθης ἄχρι τοῦ προειρημένου συνδέσμου λεπτοῦ καὶ πλατέος ὄντος οἷόνπερ ὑμένος, εἶτ’ αὐτὸν τοῦτον τιτρᾶσα λεπτοτάταις ὀπαῖς ἴσαις τοῖς νεύροις ἐπανάγει πάλιν αὐτὰ διὰ τοῦ τραχήλου πρόσω.
5καὶ εἰ τοὺς μεταξὺ μῦς ἐξέλοις, θεάσῃ μετὰ τὴν πρώ‐ την ἔκφυσιν, ἣν ἐκ τοῦ νωτιαίου ποιεῖται τῶν νεύρων ἕκαστον, ὀπίσω μὲν πρότερον ἐγκάρσιον ἐπὶ τῶν διὰ βάθους μυῶν τοῦ τραχήλου φερόμενον, αὖθις δ’ ἐπι‐ πολῆς ὑπὸ τῷ δέρματι πρόσω παραγιγνόμενον ὁμοίως
10ἐγκάρσιον, ἐπὶ τοῦ πλατέος ὀχούμενον συνδέσμου— τούτῳ γὰρ εἰς πάντα χρῆται—παλινδρομεῖν ὑπαρ‐
ξάμενον. ἐν μὲν γὰρ ταῖς ὀπαῖς αὐτοῦ κάμπτεται· μετὰ ταῦτα δ’ ἐπιφύεται καὶ βαστάζεταί τε καὶ προσ‐ άγεται δι’ αὐτοῦ. τὰ μὲν οὖν ἄλλα πάντα τοῦ πλα‐402 in vol. 2
15τέος ἐκείνου καὶ λεπτοῦ μυὸς ἑνὸς ἑκατέρωθεν ὄντος οὕτω τοῖς νεύροις διαπέπλεκται· τὰ δ’ ἀπὸ τῆς ῥίζης τῶν ὤτων διὰ τῶν γνάθων αὐτοῦ κατὰ τοῦ μασητῆ‐ ρος ἐποχούμενα τοῖς κατὰ τὸ τυφλὸν τρῆμα διεκπί‐ πτουσι χρῆται τὴν θέσιν ὁμοίαν ἔχουσι ταῖς κατὰ

4

.

301

τοῦτο τὸ μέρος ἰσὶ καὶ τὴν ἀρχὴν ἐγγυτέρω. ‖ τὸ τοιοῦτον ἔργον τε καὶ θαῦμα τῆς φύσεως ἠγνοήθη τοῖς ἀνατομικοῖς, ὥσπερ καὶ ἄλλα πολλὰ περιττὰ μη‐ χανήματα περὶ τὴν κατασκευὴν τοῦ ζῴου. καὶ γὰρ
5καὶ ὅτι τρεῖς μὲν συζυγίαι μυῶν ἀνανεύουσιν εἰς τοὐ‐ πίσω τράχηλόν τε καὶ κεφαλήν, ἕτεραι δὲ τέτταρες περὶ τὸ τῆς κεφαλῆς ἄρθρον αὐτὸ κατὰ τὸν πρῶτόν τε καὶ δεύτερον σφόνδυλον ἄνευ τοῦ τραχήλου τὴν κεφα‐ λὴν μόνην κινοῦσιν ὀπίσω καί τινες ἄλλαι πρὸς ἑκά‐
10τερον τῶν πλαγίων μερῶν, ἠγνόηται μὲν τοῖς ἰατροῖς· ἡ φύσις δ’ οὐδὲ τούτων οὐδὲν ἀργῶς ἐποίησεν, ὡς ἔμπροσθεν ἔδειξα, καὶ τῶν κινούντων νεύρων ἅπαντας τοὺς εἰρημένους μῦς ἀρχὴν τὸν νωτιαῖον ἐδημιούργησε κατὰ τὰς κινήσεις τῶν μυῶν ἑκάστου νεύρου τὴν
15φορὰν ἐργασαμένη. τοῦτο δ’ οὐχ ἥκιστα καὶ καθ’ ὅλον ἔπραξε τὸ ζῷον. ὡς γὰρ τοῖς ἐν τραχήλῳ μυσὶν
ἡ φορὰ τῶν νεύρων ἐκ τῶν κάτω μερῶν ἄνω γίγνεται, διότι τὴν κεφαλὴν κινοῦσι πρόσω, οὕτω τοῖς ἀπάγουσι πρὸς τὸν νῶτον ὀπίσω τὴν ὠμοπλάτην δύο μυσὶν ἐπὶ403 in vol. 2
20τῶν κατὰ τὴν ἄκανθαν χωρίων ἡ τῶν νεύρων ἀρχὴ ταχθεῖσα συμπροέρχεταί τε καὶ συγκατασχίζεται μέχρι

4

.

302

τῆς ‖ ὠμοπλάτης. ἄγει μὲν γὰρ καὶ πρὸς τούτους τοὺς μῦς ἡ φύσις τὰ νεῦρα διὰ βάθους οὐκ ὀλίγου, ταῖς κεφαλαῖς δ’ αὐτῶν ἐμφύουσα τὴν αὐτὴν μὲν ὁδόν, ὑψηλοτέραν δ’ ἐπανάγει δι’ ἐγκαρσίας θέσεως.
5οὕτω δὲ καὶ κατὰ τὸν ἐφεξῆς αὐτοῖς μῦν τὸν μέγαν, ὃς καὶ τοῖς κάτω πέρασι τῆς ὠμοπλάτης ἐπιπεφυκὼς αὐτήν τε ταύτην κατασπᾷ διὰ τῶν ἐνθάδε λαβῶν καὶ μετὰ ταύτην τὸν βραχίονα διὰ τῆς μασχάλης ἀναφερό‐ μενος, εὕροις ἂν τὰ νεῦρα πάντα διακείμενα τῇ θέσει
10κατὰ τὸν αὐτὸν τρόπον ταῖς ἰσὶ καὶ μάλιστά γ’, ὅταν ἀνατείνηται παρὰ τὰς πλευρὰς ἐπὶ τὴν μασχάλην. ἐὰν δ’ ἀποδείρας ἅπαν τὸ περὶ τῷ θώρακι δέρμα σκοπεῖν ἐθελήσῃς τῶν νεύρων τὴν φοράν, οὐχ ἁπλῆν ἢ μίαν, ἀλλ’ ἱκανῶς πολυειδῆ θεάσῃ. τῷ μέν γε δέρματι καὶ
15τοῖς ὑμέσιν ἄνωθεν κάτω φερόμενα διασπείρεται νεῦρα, τοῖς δ’ ὑποτεταγμένοις αὐτοῖς μυσί, τούτῳ τε τῷ προ‐ κειμένῳ κατὰ τὸν λόγον ἐκ τῶν μεγίστων ὄντι καὶ τῷ λεπτῷ τῷ μετ’ αὐτοὺς μὴ γιγνωσκομένῳ μηδ’ αὐτῷ τοῖς ἀνατομικοῖς, οὐδὲν ἐκ τούτων τῶν νεύρων ἀπο‐

4

.

303

πλανηθὲν ἐνέφυ, ἀλλ’ ἔστι θεάσασθαι ‖ παρερχόμενα μὲν ἄλληλα τὰ νεῦρα, τοῖς δ’ οἰκείοις ἑκάτερα δια‐
σπειρόμενα μορίοις. Ὄψει δὲ καὶ ἄλλους μῦς πολλοὺς περὶ404 in vol. 2
5τὸν θώρακα καθάπερ ἐν τραχήλῳ τοὺς μὲν ἄνωθεν κάτω φερόμενα δεχομένους νεῦρα, τοὺς δ’ ἀνάπαλιν κάτωθεν ἄνω. πρὸς γὰρ τὰς τελευτὰς τῶν μυῶν, ἔνθα κινοῦσι τὰ μόρια, καὶ τὰ νεῦρα φερόμενα διασπείρεται. τὸν γοῦν ἀπὸ τῶν νόθων πλευρῶν καὶ τοῦ τιτθοῦ
10μῦν ἀναφερόμενον ἐπὶ τὴν κατ’ ὦμον διάρθρωσιν ἐγγυτάτω κείμενον ἰδεῖν ἔστι τῷ καταφερομένῳ μὲν ἐκ τοῦ τραχήλου, τὰ πρόσω δὲ τοῦ θώρακος διαστέλλοντι, καὶ τούτῳ γ’ αὐτῷ τὸν κατὰ τὰ σιμὰ τῶν ὠμοπλατῶν, ὥσπερ γε καὶ τῷ πρώτῳ λεχθέντι τοὺς ἀπὸ τοῦ στέρ‐
15νου φερομένους ἐπὶ βραχίονα. τούτοις μὲν οὖν τοῖς ἄνω φερομένοις ἔκ τε τῶν τοῦ θώρακος μεσοπλευρίων ἔξω διεκπίπτοντα νεῦρα διανέμεται καί τινα κατὰ λοξὰς καμπὰς ἐκ τῶν ὑστάτων τοῦ τραχήλου πλησίον τῶν ἀπονευρώσεων. τοῖς δ’ ἐκ τοῦ τραχήλου κατα‐
20φερομένοις εἰς τὸν θώρακα νωτιαῖος ὁ κατὰ τὸν τρά‐

4

.

304

χηλον ἐπιπέμπει ‖ νεῦρα. περὶ δὲ τῆς ἐν αὐτοῖς τοῖς μεσοπλευρίοις μυσὶ φορᾶς τῶν νεύρων ἐπὶ πλέον εἰρη‐ κὼς ἔν τε Τοῖς τῆς ἀναπνοῆς αἰτίοις καὶ ταῖς Ἀνατο‐ μικαῖς ἐγχειρήσεσιν οὐδὲν ἔτι δέομαι καὶ νῦν ἐξηγεῖσθαι
5τὴν τέχνην τῆς φύσεως, ὥσπερ γε οὐδὲ περὶ τῆς πρὸς τὸ διάφραγμα κατὰ τὸ τρισκαιδέκατον εἰρημένης γράμμα. τὸ δ’ οὔτ’ ἔμπροσθέν πω γεγραμμένον οὔθ’ οἷς ἄρτι διῆλθον ὁμοίαν ἔχον τὴν κατασκευὴν ἀναγκαῖον ἴσως
μὴ παρελθεῖν. οἱ γάρ τοι κατὰ τὴν ἐπωμίδα μύες405 in vol. 2
10ἀνατείνουσι μὲν ὅλον τὸν βραχίονα, δέονται δ’ ἰσχυ‐ ροῦ νεύρου μέγιστον μόριον εἰς ὕψος ἀναφέροντες ἔστιν ὅτε πάμπολυ, καὶ χρὴ δήπου τὸ νεῦρον ἐκεῖνο κατὰ τὴν ἄνω χώραν ἐμφύεσθαι τῷ μυΐ. πόθεν οὖν ἀνάγωμεν αὐτῷ νεῦρον οὕτως ὑψηλόν; οὔτε γὰρ ἐκ
15τοῦ περιέχοντος ἡμᾶς ἀέρος οὔτ’ ἐκ τῆς κεφαλῆς διὰ τῶν ἐπιπολῆς τοῦ τραχήλου μυῶν, σφαλερὰν ἱκανῶς ἕξον τὴν πορείαν, ἀλλ’ οὐδ’ ἐκ τοῦ τραχήλου λοξόν τε ἅμα καὶ διὰ τῶν ἐπιπολῆς χωρίων ἀνάγειν οἷόν τ’ ἐστὶν εἰς ὑψηλὸν μῦν ὑπὸ τῷ δέρματι κείμενον νεῦρον.

4

.

305

ἡμεῖς μὲν οὖν, ὡς ἐοίκαμεν, ‖ οὐδ’ ἄχρι λόγου δυνά‐ μεθα νεῦρον ἐπιτήδειον ἐξευρεῖν τῷ κατὰ τὴν ἐπωμίδα μυΐ, τῇ φύσει δ’ ἔργῳ πέπρακται ῥᾷστα καὶ τοῦτο κατὰ μὲν τὸν τέταρτον καὶ πέμπτον ἐν τῷ τραχήλῳ
5σφόνδυλον ἐκ τοῦ νωτιαίου μυελοῦ γεννησαμένῃ τὸ νεῦρον, ἀγαγούσῃ δ’ ἐπὶ τὴν ἐκτός τε ἅμα καὶ ἄνω χώραν τῆς ἐπωμίδος οὕτω βύθιον ἑκάτερον, ὡς μηδὲ φαίνεσθαι· παρὰ γὰρ τὸν τῆς ὠμοπλάτης αὐχένα καὶ τὴν κατ’ ὦμον διάρθρωσιν ἐν τῷ βαθυτάτῳ τοῦ τῇδε
10χωρίου τὴν πορείαν αὐτοῖς παρεσκεύασε, τὸ μὲν ἕτερον ἐπὶ τὴν ἄνω χώραν ἀγαγοῦσα τοῦ τῆς ὠμοπλάτης αὐ‐ χένος, τὸ δ’ ἕτερον ὑπ’ αὐτὴν διεκβαλοῦσα κἄπειτα διὰ καμπῆς ἑκάτερον εἰς τοὺς ἀνατείνοντας τὸν βρα‐ χίονα μῦς διανείμασα. κατὰ δὲ τὴν αὐτὴν πρόνοιάν
15τε καὶ τέχνην καὶ τοῖς ἄλλοις ἅπασι τοῖς κατ’ ὠμο‐
πλάτην μυσὶν ἡ φύσις ἔνειμε νεῦρα. Περὶ δὲ τῶν εἰς τὰς χεῖρας ἰόντων εἴρηται μὲν ἔμπροσθεν, ὅπως τε φύεται καὶ ὅπως ἐπι‐ πλέκεται· λέλεκται δὲ καί, ὅτι τὰς τοιαύτας μίξεις τῶν406 in vol. 2
20νεύρων ἡ φύσις ἀσφαλείας ἕνεκα δημιουργεῖ, καὶ διὰ

4

.

306

τοῦτο μάλιστ’ αὐτὰς ‖ ἐν τοῖς ἀστηρίκτοις νεύροις ἢ διὰ μακρᾶς ὁδοῦ μέλλουσι φέρεσθαι προμηθεῖται. λέ‐ λεκται δὲ καὶ ὡς ἀσφαλέστερον ἦν καὶ τοῖς νεύροις καὶ ταῖς ἀρτηρίαις καὶ ταῖς φλεψὶ ταῖς κατασχιζομέναις
5εἰς τὰ κῶλα διὰ τῆς ἔνδον ἰέναι χώρας. ὑπὲρ οὖν τῆς ἐν ὅλαις ταῖς χερσὶ φορᾶς αὐτῶν ἐπὶ βραχὺ διελ‐ θὼν ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβήσομαι. κατακέ‐ κρυπται γὰρ οὕτω σοφῶς ἕκαστον τῶν ἐπ’ ἄκραν τὴν χεῖρα φερομένων νεύρων, ὥστε μηδὲ γιγνώσκεσθαι
10τοῖς πολλοῖς τῶν ἰατρῶν αὐτά. διὰ μὲν γὰρ τῆς ἔνδον χώρας τοῦ βραχίονος ἐπὶ τὸν πῆχυν ἔρχεται βύθια, πλησίον δ’ ἀφικόμενα τῆς κατ’ ἀγκῶνα διαρθρώσεως ἀσάρκου καὶ ὀστώδους ὅλης οὔσης ἐκινδύνευσεν ἂν ἐπιπολῆς ὑπὸ τῷ δέρματι γυμνῷ σαρκῶν τοῖς ὀστοῖς
15ἐποχούμενα σφαλερωτάτῃ χρήσασθαι πορείᾳ, εἴπερ μη‐ δὲν ἡ φύσις εὗρεν εἰς ἀσφάλειαν σόφισμα τοιοῦτον, οἷον νῦν ἐστι. τὸ μὲν γὰρ ἐπὶ τοὺς μικροὺς ἀφικνού‐ μενον δακτύλους αὐξήσασα τὴν ἔνδον κεφαλὴν τοῦ βραχίονος ἐν τῇ μεταξὺ χώρᾳ ταύτης τε καὶ ἀγκῶνος
20ἔκρυψε, τὸ δ’ ἐπὶ τοὺς μεγάλους κατὰ μέσην τὴν ‖

4

.

307

διάρθρωσιν ἐν αὐτῷ τῷ βαθυτάτῳ τοῦ τῇδε χωρίου
μεταξὺ πήχεώς τε καὶ κερκίδος ἀκριβῶς διεξέβαλεν. εἶτ’ ἄμφω καλύψασα τοῖς ἔνδον τοῦ πήχεως μυσὶ με‐ γίστοις οὖσιν ἐπὶ τὸν καρπὸν διεβίβασε κἀνταῦθ’ ἤδη407 in vol. 2
5σχίζειν ὑπήρξατο ταῖς τῶν ὀστῶν ἐξοχαῖς προβλήμασι χρωμένη κατακρύπτουσά τε ἅμα καὶ περὶ τὰς βάσεις αὐτῶν ἑλίττουσα τὰ νεῦρα. τρίτον δ’ ἄλλο νεῦρον ἐπὶ τὴν ἐκτὸς χώραν τοῦ πήχεως ἤγαγε προβλήματι χρησαμένη κἀνθάδε τῷ σαρκωδεστάτῳ μυΐ. μείζω δ’
10εἰκότως ἔνειμε νεῦρα τοῖς ἔνδον τῆς χειρός, ἐπειδὴ καὶ τὰς ἐνεργείας ἁπάσας ἡ χεὶρ διὰ τούτων ποιεῖται. τὴν αὐτὴν δὲ τέχνην ἐπεδείξατο κἀν τοῖς σκέλεσιν, ἐνια‐ χοῦ μὲν ὀστῶν ἐξοχαῖς, ἐνιαχοῦ δὲ μεγάλοις μυσὶ κατακρύπτουσα τὰ νεῦρα διανέμουσά τε πλέον μὲν ἐξ
15αὐτῶν τοῖς ἤτοι μεγάλοις ἢ πρὸς ἰσχυρὰς ἐνεργείας παρεσκευασμένοις, ἔλαττον δὲ τοῖς μικροτέροις ἢ μη‐ δεμίαν ἐνέργειαν ἐπιτελοῦσι σφοδράν. οὗτοι μὲν οὖν οἱ κοινοὶ σκοποὶ τῆς κατασκευῆς τῶν μορίων οὐκ ἐν χερσὶ μόνον ἢ σκέλεσιν, ἀλλὰ καὶ καθ’ ὅλον τὸ ζῷον
20ὑπὸ τῆς φύσεως φυλαττόμενοι. διαφέρει δ’ ἐν τῷδε τὰ

4

.

308

κατὰ τὸ ‖ σκέλος τῶν κατὰ χεῖρας νεύρων φορᾶς ἕνεκα, περὶ ἧς νῦν διέρχομαι, τῷ πάντα μὲν τὰ ἐπὶ τὰς χεῖρας νεῦρα διὰ τῶν ἔνδον τοῦ βραχίονος χωρεῖν, οὐ μὴν ἐπὶ τὸ σκέλος πάντα. πλὴν γὰρ ἐλαχίστων τινῶν,
5ὑπὲρ ὧν ὀλίγον ὕστερον ἐρῶ, σύμπαντα διὰ τῶν ὀπίσω μερῶν τοῦ μηροῦ καταφέρεται, καὶ τοῦτ’ ἐξ ἀνάγκης ἠκολούθησε τῇ διαφορᾷ τοῦ κατ’ ὦμόν τε καὶ κατ’
ἰσχίον ἄρθρου. τὸ μὲν γὰρ κατ’ ὦμον ἀφέστηκε τῶν κατὰ τράχηλον σφονδύλων, ὅθεν ἡ τῶν νεύρων ἔκφυσις·408 in vol. 2
10τὸ δὲ κατ’ ἰσχίον ἔζευκται τοῖς κατ’ ὀσφύν τε ἅμα καὶ τὸ καλούμενον ἱερὸν ὀστοῦν, ἐξ ὧν ἀθροιζόμενα τὰ νεῦρα, καθ’ ὃν ἐν ταῖς Ἀνατομικαῖς ἐγχειρήσεσιν λέγεται τρόπον, ἐπὶ τὰ σκέλη καταβαίνει. μηδεμιᾶς οὖν οὔσης μεταξὺ χώρας τοιαύτης, οἵα κατὰ τὰς μα‐
15σχάλας ἐπὶ τῶν χειρῶν ἐστιν, ἀναγκαῖον ἐγένετο τῇ φύσει τῶν πλαγίων μερῶν ἑκάστου τῶν σφονδύλων ἐκφυόμενα τὰ νεῦρα διὰ τῶν ὀπίσω τοῦ μηροῦ χωρίων ἐπὶ τὰ σκέλη καταφέρειν, ἐχούσῃ γ’ ἐνταῦθα μέγιστον μῦν, ὑφ’ ᾧ κρύψειεν ἂν αὐτά. πρὶν δ’ ἐπ’ ἐκεῖνον

4

.

309

ἀγαγεῖν θαυμαστῶς ὅπως κἀνθάδε ‖ μεταξὺ τῆς τε τοῦ μηροῦ κεφαλῆς καὶ τοῦ πλατέος ὀστοῦ διακομίζει τὰ νεῦρα κατακρύψασα μὲν καὶ τούτοις τοῖς ὀστοῖς αὐτά, κατακρύψασα δὲ καὶ τῷ καλύπτοντι τὴν διάρ‐
5θρωσιν ὄπισθεν μυῒ καὶ θέσιν καὶ χρείαν ὁμοίαν ἔχοντι τῷ κατὰ τὴν ἐπωμίδα. τοὐντεῦθεν δ’ ἀσφαλῶς ἤδη διὰ τῶν βαθυτάτων τοῦ μηροῦ μέχρι τῆς ἰγνύος ἤγαγεν ἀπονέμουσα κατὰ τὴν ἀξίαν ἑκάστῳ τῶν ἐν μηρῷ μυῶν νεῦρον. ἀπὸ δὲ τῆς ἰγνύος διὰ τῆς γα‐
10στροκνημίας ὅλης σαρκώδους οὔσης τὰ μὲν εἰς τὴν ἐκτὸς χώραν τῆς κνήμης, τὰ δ’ εἰς τὴν ἐντὸς ἤγαγε, τὰ δὲ καὶ διὰ μέσης αὐτῆς κατήνεγκε τοῖς ταύτῃ δια‐ νέμουσα μυσί. τὰ μὲν οὖν ἔσω τῆς γαστροκνημίας
ἐνεχθέντα παρὰ τὸν ἀστράγαλόν τε καὶ τὴν κνήμην409 in vol. 2
15κατακρύψασα πρὸς τὸ κάτω τοῦ ποδὸς ἤγαγε· τὰ δ’ ἔξω, καὶ ταῦτα παρὰ τὸν ἀστράγαλόν τε καὶ τὴν πε‐ ρόνην ἐπὶ τὰ πρόσω τε ἅμα καὶ ἄνω τοῦ ποδός. εἰ δὲ βουληθείης ἀκριβῶς κατασκέψασθαι τὸ λεγόμενον ἐπ’ αὐτῆς τῆς ἀνατομῆς, ἡ διὰ τῆς ὄψεως θέα μᾶλλόν
20σε πείσει καὶ θαυμάζειν ἀναγκάσει τὰ τῆς φύσεως

4

.

310

ἔργα. διὰ τί γὰρ ‖ οὐδαμόθι κἂν ἅπαξ ἀποπλανηθὲν νεῦρον ἢ ταῖς τῆς κνήμης ἢ ταῖς τῆς περόνης ὀφρύσιν ἐπανῆλθεν ἢ κατὰ τῆς κυρτότητος ἀστραγάλου καὶ περόνης ἠνέχθη, ἀλλ’ ἀεὶ παρά τε τοὺς ἄμβωνας τῶν
5ὀστῶν κατακρυπτόμενα καὶ περὶ τὰς τῶν αὐχένων ἑλιτ‐ τόμενα βάσεις ἀσφαλῆ ποιεῖται τὴν πορείαν; οὐδὲν οὖν οὔτε κατ’ ἀγκῶνα διὰ τὸ γυμνὸν εἶναι σαρκῶν ἰδεῖν ἔστι νεῦρον ἐκκείμενον οὔτε κατὰ γόνυ καὶ τῆς κνήμης τὰ πρόσω, πανταχόθι δ’ ἐν βάθει μεταξὺ προ‐
10βλημάτων ὀστῶν ἢ χόνδρων ἢ συνδέσμων ἢ σαρκῶν. ἅπερ εἰ καθ’ ἕκαστον νεῦρον ἐξηγοίμην ἐπὶ τὰ κατὰ μέρος ἄγων τὸν λόγον, εἰς μῆκος ἄμετρον ἐκταθῆναι κινδυνεύσει τὸ γράμμα. διὰ κεφαλαίων οὖν ἀρκείτω τὰ λεγόμενα καὶ μάλισθ’ ὅτι κατὰ τὰς Ἀνατομικὰς
15ἐγχειρήσεις τὴν ἑκάστου τῶν εἰρημένων ἐξηγοῦμαι κατασκευήν, ἐφ’ ἃς οὐ μόνον οὐ κωλύω τὸν ἀληθείας ἐραστὴν ἰόντα καθ’ ἕκαστον μῦν καὶ νεῦρον ἐξετάζειν τὸν λόγον, ἀλλὰ καὶ παρακαλῶ· μᾶλλον γὰρ ἂν οὕτως
ὑπὸ τῶν εἰρημένων πεισθείη.410 in vol. 2

4

.

311

Νυνὶ δ’ ἐπὶ τὸ λεῖπον ἤδη τοῦ λόγου μετιέναι καιρός. ἐπειδὴ γὰρ οἱ τῶν τῆς ἥβης ὀστῶν ἐκφυόμενοι μύες ἔχρῃζον νεύρων, ἀναγκαῖον ἦν ἐνε‐ χθῆναί τινα καὶ διὰ τῶν ἔνδον μερῶν· ἅπαντα μὲν
5γὰρ ἀδύνατον, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, διά τε τὴν χώραν τῆς τῶν νεύρων ἐκφύσεως ἔξω ῥέπουσαν ἔτι τε μᾶλλον τοῦδε διὰ τὴν στενοχωρίαν. ἐν γὰρ τῷ μεταξὺ τῆς κεφαλῆς τοῦ μηροῦ καὶ τῶν τῆς ἥβης ὀστῶν τοῖς ἄνωθεν καταφερομένοις νεύροις ἀναγκαῖον
10γενέσθαι τὴν ὁδοιπορίαν. ταύτην δὲ τὴν χώραν ἕτερα μόρια κατείληφεν ἀλλαχόθι μετατεθῆναι μὴ δυνάμενα. καὶ γὰρ καὶ τὴν ἀρτηρίαν καὶ τὴν φλέβα τῶν κατ’ ὀσφὺν ἀγγείων ἀπεσχισμένας τῶν μεγάλων ἀδύνατόν ἐστιν ἑτέραν ὁδὸν ἐπὶ τὰ σκέλη τραπέσθαι, ὅτι εἰς
15τὸν μικρὸν τροχαντῆρα μῦς ἐμφυόμενος ὁ κάμπτων τὴν διάρθρωσιν, ἔτι τε πρὸς τούτοις ἐπὶ τῶν ἀρρένων ὁ καθήκων ἐκ περιτοναίου τόνος ἅμα τοῖς ἐν αὐτῷ περιεχομένοις ἀγγείοις ἀναγκαιοτάτην ἔχουσι διὰ τοῦδε τοῦ χωρίου τὴν πορείαν. ἐπεὶ τοίνυν ἀδύνατον μὲν
20ἦν ἅπαντα διὰ τῆς χώρας ταύτης ἐπὶ τὰ σκέλη κατέρ‐

4

.

312

χεσθαι τὰ νεῦρα, χρεία ‖ δ’ ἦν αὐτῶν ἀναγκαία τοῖς εἰρημένοις μυσίν, ὅσον ἐκείνοις μόνοις ἐστὶν αὔταρκες ἐπὶ τὰς κεφαλὰς αὐτῶν ἀφικνεῖται διερχόμενον τὸ μέγα τρῆμα τοῦ τῆς ἥβης ὀστοῦ· συμπαραφύεται δέ τι καὶ
5τοῖς ἀγγείοις οὐ σμικρὸν αὐτῶν τε τούτων ἕνεκα καὶ τῶν χωρίων, ἃ διεξέρχεται μέχρι γόνατος ἀφεστῶτα πολὺ τῆς τῶν ὄπισθεν νεύρων φορᾶς. ἀπὸ τούτου τοῦ νεύρου καὶ τὸ δέρμα σύμπαν τὸ τῇδε τὰς ἀποφύ‐ σεις λαμβάνει, καθάπερ γε κἀκ τῶν κατὰ τὸ πλατὺ411 in vol. 2
10καλούμενον ὀστοῦν τρημάτων οἵ τε μικροὶ μύες οἱ κατὰ τοῦτο περί τε τὴν ἕδραν καὶ τὴν κύστιν καὶ τὸ αἰδοῖον οἵ θ’ ὑμένες οἱ τῇδε καὶ κύστις καὶ μήτρα καὶ περίναιον. φιλεῖ γὰρ ἀπὸ τῶν πλησίον ἡ φύσις, ἔνθα μή τις ἑτέρα χρεία κωλύει, καὶ νεῦρα καὶ φλέβας
15καὶ ἀρτηρίας ἐπιπέμπειν τοῖς μέρεσιν· ὅπερ οὐχ ἥκιστα καὶ αὐτὸ θαυμάζειν αὐτῆς προσήκει. οὔτε γὰρ ὁπότε χρεία, πόρρωθεν ἐπάγειν ὀκνεῖ δίκην ἀργοῦ δημιουρ‐ γοῦ κἀκ τῶν ἐγγυτάτω διανέμει πᾶσιν, ὅταν ἕτερον

4

.

313

κωλύῃ μηδέν· ὁμοίως γὰρ αὐτῇ μέλει ‖ τοῦ μηδὲν μήτ’ ἐνδεῶς ἐργάζεσθαι μήτ’ ἐκ περιττοῦ. τέτταρας γὰρ ἀρτηρίας μόνας καὶ φλέβας τέτταρας ἀφ’ ἑτέρων χω‐ ρίων ἐφ’ ἑτέραν μακρὰν ὁδὸν ἤγαγεν ἀναγκαιοτάτων
5ἕνεκα χρειῶν, ἃς ἐξηγησάμην μὲν ἤδη καὶ διὰ τῶν ἔμπροσθεν ὑπομνημάτων, ἀναμνήσω δὲ καὶ νῦν ἐπ’ ἀρχὴν ἀναγαγὼν τὸν λόγον. Ἐπειδὴ γὰρ ἡ τῶν νεύρων ἐξήγησις αὐ‐ τάρκως μοι λέλεκται, μεταβαίνειν ἤδη καιρὸς ἐπὶ τὴν
10τῶν ἀγγείων νομὴν καὶ πρῶτόν γε περὶ τῶν ἀρτηριῶν λεκτέον. ἦν δή τι μέγιστον ἀγγεῖον, ὡς ἔμπροσθεν
ἔφην, ἐκπεφυκὸς τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας, οἷα στέλεχος εἰς ἅπαν τὸ σῶμα νενεμημένον. τοῦτ’ οὖν τὸ μέγιστον αὐτίκα μετὰ τὴν ἐκ τῆς καρδίας412 in vol. 2
15ἔκφυσιν εἰς δύο τέμνεται μέρη, καὶ τούτων τὸ 〈μὲν〉 ἕτερον ἐπὶ τὴν ῥάχιν κατακάμπτεται πᾶσι τοῖς κάτω μορίοις ἐπιπέμψον ἀρτηρίας, τὸ δ’ ἕτερον ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται παρέξον καὶ τοῦτο τοῖς ἄνω τῆς καρδίας ἅπασιν ἀπονεμήσεις ἀγγείων. γέγονεν
20οὖν, ὡς ἔμπροσθεν ἔλεγον, ἄνισος αὐτῶν ἡ νομὴ διὰ

4

.

314

τὸ πλείω τὰ κάτω τῆς ‖ καρδίας ὑπάρχειν τῷ ζῴῳ μόρια τῶν ἄνω. καὶ τοσούτῳ γ’ ἡ κάτω φερομένη μοῖρα τῆς ἀρτηρίας μείζων ἐστὶ τῆς ἐπὶ τὴν σφαγὴν ἀνιούσης, ὅσῳ καὶ τὸ πλῆθος τῶν κάτω μορίων ὑπερ‐
5έχει τῶν ἄνω. ταῦτά τε οὖν εὐθέως οὐ σμικρᾶς δι‐ καιοσύνης τε καὶ τέχνης ἔργα καὶ τούτων ἔτι μᾶλλον, ὅτι τε μετεώρου τῆς ἀρτηρίας ἐκφυομένης καὶ διὰ τοῦτ’ ἀστηρίκτου μελλούσης ἄνω τε καὶ κάτω δι’ ὅλου τοῦ θώρακος φέρεσθαι προὐνοήσατο τῆς ἀσφαλείας ἡ
10φύσις, αὐτὸν μὲν ὑποθεῖσα τὸν πνεύμονα καθάπερ τι στήριγμα, περιλαβοῦσα δ’ ὑμέσιν οἷον δεσμοῖς τισι τὴν συντομωτάτην ὁδὸν ἀγαγοῦσα πρὸς ὀχυρώτατά τε ἅμα καὶ ἑδραιότατα μόρια. τὸ μὲν γὰρ κάτω φερόμε‐ νον αὐτῆς μέρος ἐπὶ τὸ κατ’ ἀντικρὺ τῆς ἐκφύσεως
15ἵσταται χωρίον οὐδαμόσε παρεγκλῖνον, ἀλλὰ τὴν εὐθυ‐ τάτην τε καὶ συντομωτάτην ὁδὸν ἰὸν ἐπιβαίνει τε τῷ
πέμπτῳ τοῦ θώρακος σφονδύλῳ. θάτερον δὲ μετὰ μὲν τὴν πρώτην ἔκφυσιν εὐθὺς ἀποπέμπει τινὰ μοῖραν ἑαυτοῦ πρὸς τὴν ἀριστερὰν ὠμοπλάτην τε καὶ μασχά‐413 in vol. 2

4

.

315

λην ‖ ἀνατεινομένην, ἥτις ἐπί τε τοῦ πνεύμονος ὀχου‐ μένη καὶ δι’ ὑμένων στηριζομένη μέχρι τῆς πρώτης ἀναφέρεται πλευρᾶς ἄσχιστος· οὐ γὰρ ἀσφαλὲς ἦν σχίζειν αὐτὴν μετέωρον. ἐνταῦθ’ οὖν ἤδη πρὸς τὰ
5πρῶτα μεσοπλεύρια πέμπει τι μόριον ἑαυτοῦ εἰς ὑπο‐ χόνδριόν τε καὶ τιτθὸν ἕτερον ὑποτεταγμένον ἅπαντι τῷ στέρνῳ καὶ τρίτον ἐπὶ τὸν ἐν τραχήλῳ νωτιαῖον διεξέρχεται τὰ τῶν ἓξ σφονδύλων τρήματα μετὰ τοῦ καὶ τοῖς πλησιάζουσι κατὰ τὴν ὁδοιπορίαν μυσὶ πέμ‐
10πειν ἀποβλαστήματα. τὸ δ’ ὑπόλοιπον τῆς ἀρτηρίας ταύτης ἐπὶ τὴν ἀριστερὰν ὅλην χεῖρα καὶ τὴν ὠμο‐ πλάτην διανέμεται. τό γε μὴν ἕτερον μέρος τῆς ὅλης ἄνω φερομένης ἀρτηρίας τὸ μεῖζον, ὅθεν καὶ τοῦτ’ ἀπεβλάστανεν, ἐπὶ τὴν σφαγὴν ὄρθιον ἀναφέρεται
15συναπτόμενον ὅτι τάχιστα καὶ τοῦτο τῷ κατὰ μέσον τὸ στέρνον ὀστῷ. μὴ τοίνυν τοῦτο μόνον ἴδῃς αὐτῶν, ἀλλὰ καὶ τὸ χωρίον ἐπίσκεψαι σαφῶς, ἔνθα πρῶτον ἐπιβαίνει τοῖς ὀστοῖς ἑκάτερον τῆς ἀρτηρίας τὸ μέρος. ὄψει γὰρ οὐ πρόβλημα μόνον οὐδ’ ἕδραν ἑκατέρῳ
20παρεσκευασμένον ὀστοῦν, ἀλλ’ ἔτι πρὸς τοῖσδε τῷ ‖

4

.

316

μὲν ἑτέρῳ τῶν ἀγγείων ὑποβεβλημένον ὑμένα τε καὶ χόνδρον, ὃς ὑπαλείφει τὰ τῶν σφονδύλων ἔνδον, οἷον ὑποστόρεσμά τι μαλθακὸν αὐτῇ παρεσκευασμένον, τῷ δ’ ἑτέρῳ τῷ πρὸς τὴν σφαγὴν ἀνιόντι μέγιστόν τε
5καὶ μαλθακώτατον ἀδένα δίκην στρωμνῆς καὶ τοῦτον ὑποβεβλημένον. εἰ μὲν δὴ μηδὲν ἄλλο μήτ’ ἀγγεῖον ἐν θώρακι μήτε μόριον ἦν ἄνωθεν κάτω φερόμενον ἢ κάτωθεν ἄνω, 〈ὃ〉 τῆς αὐτῆς ἐπικουρίας ἐδεῖτο, μόνοις ἂν τοῖς μέρεσι τῆς μεγάλης ἀρτηρίας ὀπίσω414 in vol. 2
10μὲν ἡ ῥάχις, ἔμπροσθεν δὲ τὸ στέρνον ἃς εἰρήκαμεν ὑπηρεσίας τε καὶ χρείας παρεῖχε. νυνὶ δὲ κάτωθεν μὲν ἄνω τῆς κοίλης φλεβὸς ἀναφερομένης, ἄνωθεν δὲ κάτω τοῦ τε στομάχου καὶ τῆς τὸν θώρακα τρεφούσης φλεβὸς οὐκ ἦν προσῆκον οὐδὲ τῆς ἐκείνων ἀσφαλείας
15ὑπεριδεῖν, ἀλλὰ σκεπάσαι καὶ συνδῆσαι καὶ ὑποστορέσαι καὶ φρουρὰν καὶ πρόβλημα ποιήσασθαι τῶν ὀστῶν αὐτοῖς ἑκάτερον. ἀτὰρ οὖν καὶ φαίνεται ταῦθ’ οὕτως ἔχοντα καὶ μηδὲν μηδὲ τοὐλάχιστον ἐρρᾳθυμημένον

4

.

317

τῷ τῶν ζῴων δη‖μιουργῷ. πρῶτον μὲν γὰρ ἐνὸν αὐτῷ τὸν μὲν στόμαχον τῷ στέρνῳ συνάψαι, τὴν κοίλην δὲ φλέβα τῇ ῥάχει τοὐναντίον ἀπειργάσατο. τῷ μὲν γὰρ στομάχῳ πλησιαίτερον ἡ ῥάχις τοῦ στέρνου, τῇ δ’ αὖ
5κοίλῃ φλεβὶ τὸ στέρνον ἐγγυτέρω τῆς ῥάχεως, εἴ γε δι’ ὅλου μὲν ἐξ ἀρχῆς τοῦ τραχήλου τοῖς σφονδύλοις ἐπιβεβηκὼς ὁ στόμαχος ἐφέρετο, τὸ δ’ ἀπὸ τοῦ δεξιοῦ τῆς καρδίας ὠτὸς ἀναφερόμενον ἀγγεῖον, ὃ συνεχές τ’ ἐστὶ τῇ κοίλῃ, καὶ διὰ τοῦτο πολλοὶ τῶν ἰατρῶν αὐτὸ
10κοίλην φλέβα προσαγορεύουσιν, ἐγγὺς ἦν τῷ στέρνῳ. καὶ βέλτιον ἦν ἑκατέρῳ τὸ πλησίον ὀστοῦν πρόβλημα
ποιήσασθαι τοῦ πόρρωθεν καὶ πρὸς τὴν ἐναντίαν ἐπαν‐ αγαγεῖν χώραν δι’ ὅλης τοῦ θώρακος τῆς εὐρυχωρίας αἰωρούμενον ἀγγεῖον. ἔπειτα δὲ καὶ ἄλλο τι χρηστὸν415 in vol. 2
15ἐκ τῆς τοιαύτης θέσεως ἑκατέρῳ παρεσκευάζετο, τῷ μὲν στομάχῳ τὸ κατ’ εὐθὺ τῆς ὑποδεξομένης αὐτὸν ἰέναι γαστρὸς ἐπικειμένης τῇ ῥάχει καὶ τὸ μὴ διεκπί‐ πτειν ἀναγκάζεσθαι μέσου τοῦ διαφράγματος ἤδη φθά‐ νοντος ἀναγκαῖον ἔχειν τρῆμα, τὴν τῆς κοίλης φλεβὸς

4

.

318

ὁδόν, τῇ δέ γε φλεβὶ κατὰ τὴν ‖ σφαγὴν ἐπειδὰν γέ‐ νηται καὶ συντύχῃ τῇ ἀπὸ καρδίας ἀρτηρίᾳ, τὴν οἰκείαν θέσιν ὑπάρχειν ἑτοίμην. εὐθὺς δὲ τοῦτο καὶ τὴν τῆς ἀρτηρίας ἐφύλαττε θέσιν, ὥστ’ ἐπειδὰν διὰ τοῦ τρα‐
5χήλου σχισθεῖσαι φέρωνται, διὰ βάθους μὲν εἶναι τὰς ἀρτηρίας, ἐπικεῖσθαι δ’ αὐταῖς τὰς φλέβας. οὐ μόνον τοίνυν ἐκ τοῦ τῇ ῥάχει μὲν ἐπιθεῖναι τόν τε στόμαχον καὶ τὴν ἀρτηρίαν καὶ τὴν τὰ κάτω τοῦ θώρακος τρέ‐ φουσαν φλέβα, τῷ στέρνῳ δ’ ὑποτεῖναι τὴν κοίλην,
10ἀλλὰ καὶ τῷ μήτε κατ’ ἀλλήλων ἐπιθεῖναι τὸν στό‐ μαχόν τε καὶ τὴν ἀρτηρίαν καὶ τὴν φλέβα μήτε μὴν ἐν τῷ μέσῳ τάξαι τὸν στόμαχον, ἐν πλαγίοις δὲ τὴν ἀρτηρίαν, ἀλλὰ τῷ ταύτην μὲν ἐπὶ τῆς μέσης τῶν σφονδύλων ἐκτεῖναι χώρας, συμπαρατεῖναι δ’ αὐτῇ
15κατὰ τὰ πλάγια τὸν στόμαχον, ἄριστα διατέτακται τῇ φύσει. καθ’ ὅσον γάρ ἐστιν ἡ ἀρτηρία τοῦ στομάχου
πρὸς τὴν ζωὴν κυριωτέρα, κατὰ τοσοῦτον καὶ τῆς ἀσφαλεστέρας ἔτυχεν ἕδρας. ἀπόδειξις δ’ οὐ σμικρὰ τοῦ λεγομένου τὸ καὶ τοὺς τοῦ τραχήλου σφονδύλους416 in vol. 2
20ἅπαντας καὶ τῶν τοῦ θώρακος τοὺς πρώτους τέτταρας μέσους διεξέρχεσθαι τὸν στόμαχον. οὔτε γάρ, ἡνίκα

4

.

319

μόνος ἐπὶ τῶν σφονδύλων ‖ ἐφέρετο, βέλτιον ἦν αὐτῷ καταλιπόντι τὴν ἀσφαλεστέραν ὁδὸν ἑτέραν ἰέναι σφα‐ λερωτέραν, οὔθ’, ὅτ’ ἐνέτυχεν ὀργάνῳ κυριωτέρῳ, μὴ οὐ παραχωρῆσαι τούτῳ τῆς προεδρίας. ἡ δὲ τὰς κάτω
5τοῦ θώρακος ὀκτὼ πλευρὰς ἑκατέρωθεν τρέφουσα φλέψ, ὡς ἂν μικροτέρα τῆς ἀρτηρίας οὖσα, παρ’ αὐτὴν ἐκτέ‐ ταται. ἀλλὰ περὶ μὲν ταύτης ὀλίγον ὕστερον ἐν τῷ τῶν φλεβῶν εἰρήσεται λόγῳ, πρὸς δὲ τὴν ἀρτηρίαν αὖθις ἐπάνειμι. διεξερχομένη γὰρ τὰ κάτω τοῦ θώ‐
10ρακος ἡ μεγίστη τῶν ἀρτηριῶν, ὑπὲρ ἧς ἐποιούμην τὸν λόγον, ἀποφύσεις ἑκατέρωσε πέμπει κατὰ τὰς τῶν μεσοπλευρίων μυῶν χώρας. καὶ γὰρ οὖν καὶ κατασχίζεται τὸ πλεῖστον αὐτῶν εἰς τοὺς μῦς τούσδε, διεκπίπτει δ’ οὐκ ὀλίγον καὶ εἰς τοὺς ἔξω τοῦ θώρακος. οὔτε γὰρ
15ἀσφαλέστερον οὔτε συντομώτερον ἑτέρωθεν ἦν ἄγειν αὐτοῖς ἀρτηρίας, ὥσπερ οὐδὲ ταῖς φρεσίν, οὔτ’ ἀπ’ ἄλλης τινὸς οὔτ’ ἐξ ἄλλου μέρους, ἀλλ’ ἀπό τε τῆς αὐτῆς ἀρτηρίας καὶ τοῦ μέρους αὐτῆς ἐκείνου, καθ’ ὃ διεξέρχεται τὰς φρένας. οὐ μὴν οὐδὲ γαστρὶ καὶ
20σπληνὶ καὶ ἥπατι βέλτιον ἦν ἑτέρωθεν ἀρτηρίας ‖

4

.

320

λαβεῖν, ἀλλὰ παρὰ μόνης ταύτης τῆς μεγίστης, ἡνίκα πρῶτον ἐν τοῖς κάτω γίγνεται τῶν φρενῶν. ἀπὸ δὲ
τῆς αὐτῆς χώρας τῆσδε καὶ ἡ τοῖς ἐντέροις ἅπασι διανεμομένη παραγίγνεται, διότι καὶ ἡ κορυφὴ τοῦ417 in vol. 2
5μεσεντερίου πλησίον ἐτέτακτο, καὶ ἦν ἀναγκαῖον ἐν‐ τεῦθεν ἀρξαμένην οὐ τὴν ἀρτηρίαν μόνην, ἀλλὰ καὶ τὴν φλέβα καὶ τὸ νεῦρον εἰς ἁπάσας κατασχισθῆναι τῶν ἐντέρων τὰς ἕλικας. ἐφεξῆς δὲ τεταγμένων τῶν νεφρῶν εἰς τούτους αὖ μέγιστον ζεῦγος ἀρτηριῶν ἐμ‐
10βέβληκεν. ἀλλὰ περὶ μὲν τοῦ μεγέθους αὐτῶν ἐν τοῖς τῶν νεφρῶν εἴρηται λόγοις. ὅτι δ’ οὐκ ἐξ ἄλλου μέρους τῆς ἀρτηρίας ἐξέφυ, ἐν τῷδε ῥηθήσεται. φαί‐ νεται τοίνυν ἡ φύσις τοῖς μεγίστοις τῶν ἀγγείων ὁμοίως τοῖς ἀγωγοῖς τῶν ὑδάτων χρωμένη, καθ’ ἕκα‐
15στον δὲ τῶν χωρίων ὧν διεξέρχεται ταῦτα τοῖς πλη‐ σίον ἅπασιν οἷον ὀχετούς τινας ἢ σωλῆνας ἐπιπέμπουσα διαφόρους τῷ μεγέθει κατὰ τὴν ἀξίαν τε καὶ χρείαν τῶν ληψομένων, ἅπαντας δ’ οὖν ἐκ βραχυτάτου δια‐ στήματος ἐπάγουσα. κατὰ τοῦτο καὶ ἡ εἰς τὸν δεξιὸν
20ἐμβάλλουσα νεφρὸν ἀπονέμησις τῆς ἀρτηρίας ἀνωτέρω

4

.

321

τὴν ἔκφυσιν ἔχει τῆς εἰς τὸν ἀριστερὸν ἰούσης, ‖ ὅτι καὶ τῶν νεφρῶν αὐτῶν ἡ θέσις ἄνισος ἦν, ὡς ἐδείχθη πρόσθεν. οὐδὲν οὖν θαυμαστόν, εἰ τὰς μὲν εἰς τὸν θώρακα φερομένας ἀρτηρίας ἐκ ταὐτοῦ τόπου τὴν
5ἔκφυσιν ἔχειν συμβέβηκε ταῖς δεξιαῖς τὰς ἀριστεράς, ἡ δ’ εἰς τὸν δεξιὸν νεφρὸν ἀπόφυσις ὑψηλοτέρα τῆς εἰς τὸν ἀριστερὸν ἐγένετο κατὰ τὴν θέσιν ἑκατέρου
τῶν ὑποδεξομένων αὐτὰς ὀργάνων. ἀλλ’ ἐκεῖνο μᾶλλον ἐπισημαίνεσθαι προσήκει, ὡς ἐφεξῆς τῶν ἐπὶ τοὺς418 in vol. 2
10νεφροὺς αἱ εἰς τοὺς ὄρχεις εἰσίν, ἡ μὲν ἐκ τῶν ἀρι‐ στερῶν ὁρμωμένη μερῶν ἀεὶ μέν τι πάντως ἐκ τῆς ἐπὶ τοὺς νεφροὺς λαμβάνουσα, ποτὲ δὲ καὶ τούτῳ μόνῳ χρωμένη, ἡ δ’ ἐκ τῶν δεξιῶν ἀεὶ μὲν ἐξ αὐτῆς τῆς μεγάλης ἀρτηρίας ὁρμωμένη, προσλαμβάνουσα δέ
15ποτε καὶ τῆς ἐπὶ τὸν νεφρὸν ἰούσης. ὅτι μὲν δὴ μετα‐ λαμβάνειν πως ἐχρῆν αὐτὰς ἀκαθάρτου τε καὶ ὀρώδους ὕλης, ἐν τῷ τεσσαρεσκαιδεκάτῳ δέδεικται βιβλίῳ. τὸ δ’, ἐπειδὰν ἀφίκωνται πλησίον τῶν ὄρχεων, ἑλίττεσθαι πολυειδῶς, εἰρημένον ἤδη καὶ τοῦτο δι’ ἐκείνου τοῦ

4

.

322

γράμματος, οὐ χεῖρον ἀνα‖μνῆσαι καὶ νῦν, ὅπερ ἀρ‐ τίως τέ μοι λέλεκται καὶ καθόλου καὶ τῇ φύσει κατὰ πάντα τοῦ ζῴου τὰ μόρια διαφυλάττεται, δοκοῦν ποτε καὶ διαφθείρεσθαι, ἢν μὴ τῆς προσηκούσης ἐξηγήσεως
5τύχῃ. ἅπασι γάρ, ὡς εἴρηται, τοῖς μορίοις ἐκ βραχυ‐ τάτου διαστήματος ἡ φύσις ἀρτηρίας τε καὶ φλέβας ἐπάγουσα μόνοις ἐξ ἁπάντων ὄρχεσί τε καὶ τιτθοῖς οὐκ ἐκ τῶν πλησίον ἀγγείων, ἀλλὰ πόρρωθεν ἤγαγεν, οὐκ ἐπιλαθομένη μὰ Δία τοῦ πρώτου σκοποῦ, βελτίω
10δ’ ἕτερον ἑλομένη. γένεσις μὲν γὰρ ἐξ αἵματός ἐστιν ἀκριβῶς πεπεμμένου καὶ γάλακτι καὶ σπέρματι. τὴν δ’ ἀκρίβειαν τῆς πέψεως αὐτοῖς ὁ χρόνος τῆς πρὸς τὸ φέρον ἀγγεῖον ὁμιλίας προσδίδωσι. χρονίζει δ’ ἐξ
ἀνάγκης ἐν τοῖς μακροτέροις, μακρότερα δ’ ἀεὶ γίγνε‐419 in vol. 2
15ται τὰ πόρρωθεν ἥκοντα. δεόντως οὖν ὄρχεσί τε καὶ τιτθοῖς οὐκ ἐκ τῶν πλησίον ἀγγείων, ἀλλ’ ἐκ μακρο‐ τάτου διαστήματος ἡ φύσις αἷμά τε καὶ πνεῦμα παράγει. καὶ μήν, εἴπερ ἀκριβεστέρας κατεργασίας χρῄζει τὸ σπέρμα, τὸ μῆκος τοῦ διαστήματος αὐτῷ μόνον οὐκ
20ἤρκει, καθάπερ τῷ γάλακτι· ἢ οὕτως ἂν ἡ φύσις ἄδι‐

4

.

323

κος ‖ ἦν ἀνίσοις τε καὶ ἀνομοίοις πράγμασιν ἴσα τε καὶ ὅμοια πάντη νέμουσα. διὰ τοῦτ’ οὖν οὐ πόρρωθεν μόνον ἐπὶ τοὺς ὄρχεις κατήγαγε τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας ὥσπερ ἐπὶ τοὺς τιτθούς, ἀλλὰ καὶ πολυ‐
5ειδῶς ἑλίττει πρὸ τῆς ἐμφύσεως πολυχρόνιον οἶμαι κἀκ τούτου τὴν πρὸς τὸ φέρον ἀγγεῖον ὁμιλίαν ταῖς ὕλαις παρασκευάζουσα. φλέβες μὲν οὖν ἐν τῷδε τῷ χωρίῳ μόνον ἑλίττονται, ἀρτηρίαι δὲ κἀνταυθοῖ μὲν ὁμοίως ταῖς φλεψίν, ἐπὶ πλεῖστον δὲ κατὰ τὸ δικτυο‐
10ειδὲς ὀνομαζόμενον πλέγμα τῆς αὐτῆς χρείας ἕνεκα. τρέφουσι γὰρ αὗται τὸ ψυχικὸν ἐν ἐγκεφάλῳ πνεῦμα πολὺ δή τι παραλλάττον τῇ φύσει πάντων τῶν ἄλλων πνευμάτων, ὥστ’ οὐδὲν θαυμαστὸν ἐπὶ πλεῖστον προ‐ πεπεμμένης καὶ προκατειργασμένης καὶ πάντα τρόπον
15ἠλλοιωμένης χρῄζειν αὐτὸ τροφῆς. ἄλλας δ’ οὐκέτ’ ἂν εὕροις οὔτ’ ἀρτηρίας οὔτε φλέβας ἰούσας πόρρω‐ θεν εἰς οὐδὲν μόριον, ἀλλ’ ἐκ βραχυτάτου διαστήματος ἁπάσας ἀπὸ τῶν μεγάλων ἀγγείων ἀποσχιζομένας. περὶ
μὲν δὴ τῶν φλεβῶν ὀλίγον ὕστερον ἐροῦμεν. ἀπὸ δὲ420 in vol. 2

4

.

324

τῆς μεγάλης ἀρτηρίας ἐφεξῆς ταῖς ‖ εἰρημέναις εἰς τοὺς κατ’ ἐπιγάστριον μῦς ἀποφύσεις εἰσίν. οὐ γὰρ οὖν οὐδὲ τούτοις ἑτέρωθεν οἷόν τ’ ἦν ἐκ βραχυτάτου δια‐ στήματος ἄγειν ἀγγεῖα. καὶ μέν γε καὶ παρ’ ὅλην τὴν
5ὁδὸν τῆς μεγάλης ἀρτηρίας, ἣν ἀπὸ τοῦ πέμπτου σφον‐ δύλου τοῦ θώρακος ἀρξαμένη διὰ πάσης ποιεῖται τῆς ῥάχεως, ἕτεραί τινες ἀπονεμήσεις εἰσὶν ἀγγείων σμικρῶν εἰς τὸν νωτιαῖον ἐμβάλλουσαι, δισχιδεῖς τοὐπίπαν γι‐ γνόμεναι, καὶ μέρος γ’ αὐτῶν οὐ σμικρὸν ὀπίσω πέμ‐
10πουσι τοῖς ῥαχίταις μυσί. διήκουσι δ’ εἴσω τῶν ὀστῶν κατὰ τὰς συμβολὰς αὐτῶν, ἵναπερ ἔσωθεν ἔξω φέρεται τὰ νεῦρα, καὶ διττὴ καθ’ ἑκάστην συμβολήν ἐστιν ἀπόφυσις, ὅτι καὶ τρῆμα διττόν, τὸ μὲν ἐκ τῶν δεξιῶν τῆς ῥάχεως μερῶν, τὸ δ’ ἐκ τῶν ἀριστερῶν. αὗται
15πᾶσαι πάμπολλαι συζυγίαι σμικρῶν ἀρτηριῶν εἰσι καθ’ ὅλην τὴν ῥάχιν, ἰσάριθμοι τοῖς ἐκφυομένοις τοῦ νω‐ τιαίου νεύροις, καὶ διήκουσιν εἴσω μετὰ τῶν φλεβῶν εἰς τὴν περὶ τῷ νωτιαίῳ λεπτὴν μήνιγγα. καὶ δὴ καὶ καθ’ ἑκάστην ἀποβλάστησιν ἀρτηρίας ἡ οἷον στέλεχος

4

.

325

αὐτῶν, ‖ ἡ κατὰ μέσης τῆς ῥάχεως ἐκτεταμένη, μείων ἑαυτῆς γίγνεται, καθάπερ καὶ τῶν δένδρων τὰ πρέμνα μετὰ τὰς τῶν κλάδων ἐκφύσεις καὶ τῶν ποταμῶν τὰ ῥεύματα μετὰ τὰς τῶν ὀχετῶν ἐκροάς. ὥστ’, εἰ παρα‐
5βάλλοις αὐτῆς τὸ κατὰ τὸν πέμπτον τοῦ θώρακος σφόνδυλον μέγεθος τῷ κατὰ τὸν ὕστατον τοῦ νωτιαίου,
πολλῷ τινι δόξει σοι γεγονέναι μικροτέρα. καὶ μέν γε καὶ κατὰ τοῦτο τὸ χωρίον ἅπαν ἡ κοίλη φλὲψ ἡ κατὰ ῥάχιν ὑψηλοτέρα τῆς ἀρτηρίας ἄνωθεν κάτω421 in vol. 2
10φέρεται μετ’ αὐτῆς· φυλάττειν γὰρ ἑκατέραν ἦν προσ‐ ῆκον ἣν ἐξ ἀρχῆς εἶχε θέσιν, ἑτέρου γε μηδενὸς αὐ‐ τὴν ὑπαλλάττειν ἀναγκάζοντος, ὀχεῖσθαί τε κατὰ τοῦ παχυτέρου τὸ λεπτότερον ἀγγεῖον. ἀλλ’ ἡνίκα διεξελ‐ θοῦσαι τὸ περὶ τὸν νωτιαῖον ἤμελλον εἰς τὰ σκέλη
15σχισθήσεσθαι, βέλτιον 〈ὂν〉 καὶ ἐν ἐκείνοις, ὥσπερ καὶ καθ’ ὅλον τὸ ζῷον, ἐπικεῖσθαι ταῖς ἀρτηρίαις τὰς φλέβας, ὑπήλλαξε τὴν θέσιν αὐτῶν ἡ φύσις ἀσφαλείας ἕνεκα προπαρασκευάζουσα τῇ διὰ τῶν σκελῶν φορᾷ. οὐ μὴν οὐδὲ τῶν κατὰ τοῦ πλατέος ὀστοῦ κειμένων
20σωμάτων ἐπελάθετο, διένειμε δὲ καὶ τούτοις ἀρτηρίας

4

.

326

καὶ φλέβας ἀνά‖λογον τοῖς τε μεγέθεσι καὶ ταῖς χρείαις αὐτῶν. σμικρὰ μὲν γὰρ ἀγγεῖα τῇ κύστει, μεγάλα δὲ καὶ διττὰ ταῖς μήτραις ἐνέφυσεν, ὡς ἂν οὐ μόνας αὐ‐ τὰς τὰς μήτρας, ἀλλὰ καὶ τὸ κυηθησόμενον ἐν αὐταῖς
5θρέψοντα. τὰ μὲν οὖν ἀπὸ τῶν κατὰ τοὺς νεφροὺς χωρίων εἰς τοὺς ὄρχεις ἀφικνούμενα μέχρι τοῦ πυθμέ‐ νος αὐτῶν διασπείρεται, τὰ δ’ εἴς τε 〈τὰ〉 κατὰ τὸν αὐχένα μέρη καὶ τὰ μετὰ τοὺς ὄρχεις κάτω τῶν ἐπὶ τὰ σκέλη φερομένων ἀγγείων ἀποφύεται κατὰ τὸν αὐ‐
10τὸν τόπον, ὅθεν τοῖς ἄρρεσιν ἐπὶ τὸν καυλὸν ἥκει,
τουτέστιν ἐκ τῶν κατ’ ὀσφύν. ἐκ τούτων δὲ τῶν χωρίων ἀναφέρεται πάλιν ἀγγεῖα φλεβώδη τοῖς ἀπὸ τῶν τιτθῶν καταφερομένοις συνάπτοντα τοῖς ἐν τῷ τεσσαρεσκαιδεκάτῳ λόγῳ προειρημένοις ἕνεκα κοινω‐422 in vol. 2
15νίας. αὗται μὲν οὖν αἱ φλέβες διὰ βάθους ἀλλήλαις ἀπαντῶσιν, ἕτεραι δ’ ἐπιπολῆς ἔξωθεν ἤδη τῆς τελευ‐ τῆς τῶν καθ’ ὑπογάστριον μυῶν πλησίον τοῦ βουβῶ‐ νος. ἀπὸ τῶν αὐτῶν χωρίων εἰς μὲν τὰ περὶ τὸ αἰ‐ δοῖον ἡ μία συζυγία σμικρῶν ἀγγείων ἥκει, ταῖς δ’
20ἀπὸ τῶν τιτθῶν ἐπιπολῆς καταφερομέναις ἀπαντῶσιν

4

.

327

ἡ ‖ λοιπὴ συζυγία τῶν κοινῶν τιτθοῖς τε καὶ θώρακι πρὸς τὰ γεννητικὰ μόρια φλεβῶν. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν ἤδη μοι καὶ περὶ τῆς εἰς τὰ σκέλη φορᾶς τῶν ἀγγείων, ὡς διὰ τῆς ἀσφαλεστάτης ὁδοῦ γίγνεται
5τοῖς ἔνδον μέρεσιν ἐπιτεταμένων αὐτῶν. διὰ ταύτης γὰρ φερόμενα κατὰ μὲν τὰ πρόσω τε κἀκτὸς μέρη τὸ σύμπαν κῶλον ἔμελλε πρόβλημα ποιήσασθαι· κατ’ αὐ‐ τὴν δὲ τὴν ἔνδον χώραν, δι’ ἧς φέρεται, τοὺς μεγί‐ στους μῦς ἐν αὐτοῖς· ὑπὸ τούτους τε γὰρ καὶ διὰ
10τούτων διεξέρχεται· κατὰ δὲ τὸν βουβῶνα καὶ μεγάλους ἀδένας ἡ φύσις εἴς τε τὰς σχίσεις αὐτῶν ἐντίθησιν οἷον στήριγμά τι καὶ μέντοι καὶ κατ’ αὐτῶν ἔξωθεν ἐπιβάλλει σκέπης ἕνεκα. τὰ μὲν οὖν μεγάλα τῶν ἀγγείων οὐδαμόθι τῶν κώλων οὔτ’ ἐν χερσὶν οὔτ’ ἐν
15ποσὶν ἐπιπολῆς ἐστιν, ἀλλὰ διὰ βάθους, ὡς εἴρηται, κεκρυμμένα φέρεται, καὶ μᾶλλον αἱ ἀρτηρίαι τῶν φλε‐ βῶν, ὅσῳ καὶ κυριώτεραι καὶ κινδύνους μείζονας ἐξ αἱμορραγιῶν, ἢν τμηθῶσι, παρέχουσι. τῶν μικρῶν δ’423 in vol. 2

4

.

328

ἐξ ἀνάγκης ἔνια καὶ πρὸς τὸ δέρμα διεξέρ‖χεται τρο‐ φὴν τοῖς ἐνθάδε μορίοις παρέξοντα. περὶ δὲ τῆς εἰς ἕκαστον μῦν νομῆς αὐτῶν ἠβουλόμην μὲν ἂν εἰρῆσθαί τί μοι καὶ νῦν, ἀλλ’ ὁρῶ πάνυ μακρὸν ἐσόμενον τὸν
5λόγον. ἄμεινον οὖν μοι δοκεῖ τοὺς σκοποὺς τῆς κα‐ τασκευῆς εἰρηκότι τὴν κατὰ μέρος ἐξέτασιν αὐτῶν ἐπὶ τὴν τῶν ἀνατομικῶν ἐγχειρήσεων ἀναπέμψαι πραγμα‐ τείαν, ἐν ᾗ καὶ ἄλλα πολλὰ τῶν παραλελειμμένων ἐν‐ θάδε τελέως ἐξεργασθήσεται. πάλαι μὲν γὰρ ἐπεποιή‐
10κειν αὐτὰς ἐν δυσὶν ὑπομνήμασιν, ἔοικα δὲ νῦν ἑτέραν ποιήσασθαι μακροτέραν διέξοδον ἁπάντων τῶν κατὰ μέρος ἔχουσαν ἐξεργασίαν. Ἐπάνειμι τοίνυν ἤδη πρὸς τὴν ἑτέραν τῶν ἀρτηριῶν, ἣν ἀπὸ τῆς καρδίας ἐπὶ τὸν τράχηλόν
15τε καὶ τὰς ὠμοπλάτας καὶ τὰς χεῖρας καὶ τὸ πρόσωπον ἅπασάν τε τὴν κεφαλὴν ἔστιν ἰδεῖν διανεμομένην. αὕτη γὰρ ἐν μὲν τῷ διεξέρχεσθαι τὸν θώρακα παρα‐ πλησίως τῇ κάτω φερομένῃ τοῖς τε μεσοπλευρίοις μυσὶ καὶ τῷ νωτιαίῳ καὶ τοῖς ἐκτὸς τοῦ θώρακος ἀποφύσεις

4

.

329

πέμπει καὶ πρὸς ταύ‖ταις γε τὰς ἐπὶ τοὺς τιτθοὺς ἰούσας, ὑπὲρ ὧν τῆς χρείας εἴρηται πρόσθεν, ἐπί τε τὰς ὠμοπλάτας καὶ τὰς χεῖρας. ὅσον δ’ ὑπόλοιπον ἐξ
αὐτῶν ἐστιν, ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται καθ’ ἑκάτερον424 in vol. 2
5μέρος ἀρτηρία μία. τούτων μὲν οὖν τῶν ἀγγείων ἀπονεμήσεις ἅπαντα τὰ μέρη προσώπου τε καὶ τραχή‐ λου διαπλέκουσιν. ἐκ δὲ τῶν ἐπὶ τὰς ὠμοπλάτας ἀπο‐ σχιζομένων οἱ ῥαχῖται μύες ἀποφύσεις λαμβάνουσιν. ἀπὸ δὲ τῶν αὐτῶν τούτων εὐθὺς ἅμα τῷ πρῶτον
10ἀνίσχειν εἰς τὸν τράχηλον ἔξω τοῦ θώρακος ἀποβλα‐ στήματα φέρεται διὰ τῶν πλαγίων ἑκάστου τρημάτων τῶν πρώτων ἓξ σφονδύλων ἄχρι τῆς κεφαλῆς. οὐ γὰρ ἔθ’ ὁμοίως ἐπιτέταται τοῖς σφονδύλοις αὐτοῖς ἡ ἀρ‐ τηρία, καθάπερ ἐφ’ ὅλης τῆς ῥάχεως. οἱ γὰρ εἰς τὸ
15πρόσω κατασπῶντες τὴν κεφαλὴν μύες ἀναγκαιοτάτην ἐνταῦθα τὴν θέσιν εἶχον οὐδαμόσε μετατεθῆναι δυνά‐ μενοι. καὶ μὲν δὴ καὶ ὁ στόμαχος ἐπ’ αὐτοῖς ἔτι τε τούτου πρόσθεν ἡ ἀρτηρία ἡ τραχεῖα θέσιν ἀναγκαίαν εἶχεν, ὡς ἐν τοῖς ἰδίοις ὑπὲρ αὐτῶν δέδεικται λόγοις.

4

.

330

οὔκουν ὁμοίαν ποιήσασθαι τὴν εἰς τὸν νωτιαῖον ‖ ἔμ‐ φυσιν οἷόν τ’ ἦν ἐνθάδε. θαυμαστόν τι δή μοι καὶ τοῦτο δοκεῖ γεγονέναι τῇ φύσει τοὖργον, οἷόνπερ ὑπὸ τῶν δημιουργῶν γίγνεται πολλάκις ἀναγλυφόντων τε
5καὶ ἀνατιτράντων καὶ περιξεόντων εἰς κάλλος ἢ πε‐ ριττὴν ἀκρίβειαν ἃ κατασκευάζουσιν. ἐνὸν γὰρ κἀν‐ ταῦθα τῇ φύσει ταῖς πλαγίαις ἀποφύσεσι τῶν σφον‐ δύλων χρησαμένῃ προβλήματι παρὰ ταύτας ἄχρι τῆς
κεφαλῆς ἀναφέρειν τὰς εἰς τὸν νωτιαῖον ἰέναι μελλού‐425 in vol. 2
10σας ἀρτηρίας οὐκ ἔπραξεν οὕτως οὐδ’ ἠρκέσθη μόνῃ τῇ λεγομένῃ φρουρᾷ, διατρήσασα δ’ ἑκάστην ἀπόφυσιν εὐρύθμως τε ἅμα καὶ κυκλοτερῶς ὁδὸν τοῖς ἀγγείοις εἰργάσατο τὸν στοῖχον τῶν τρημάτων, ἅτε δ’ ἐφεξῆς ἀλλήλαις τεταγμένων τῶν ἀποφύσεων, οὐ μέγα τοὐν
15μέσῳ τῶν τρημάτων ἐστί, καθ’ ὃ καὶ τοῖς ἀπὸ τοῦ νωτιαίου νεύροις ἀνίσχειν ὑπάρχει. κατὰ γοῦν αὐτὸ καὶ τῆς ἀρτηρίας ἀποβλάστημά τι μικρὸν εἰς τὸν νω‐ τιαῖον ἀφικνεῖται. συνεχρήσατο γὰρ κἀνταῦθ’ ἡ φύσις τῷ τοῦ νεύρου τρήματι πρὸς τὴν τῶν ἀγγείων ἔσω
20φοράν, οὐκ ἀρτηρίαν μόνην, ἀλλὰ καὶ φλέβα σὺν αὐτῇ

4

.

331

διαβιβάζουσα. ‖ τὸ δὲ δὴ πέρας τῶν ἄχρι τῆς κεφαλῆς ἀναφερομένων ἀγγείων, ἐπειδὰν διεξέλθῃ τὸν πρῶτον σφόνδυλον, δίχα νεμηθὲν τῷ μὲν ἑτέρῳ μέρει πρὸς τὸν ὀπίσθιον ἐγκέφαλον ἔσω φέρεται, θατέρῳ δ’ εἰς
5τοὺς περικειμένους μῦς τῷ τῆς κεφαλῆς ἄρθρῳ δια‐ σπείρεται συνάπτον τοῖς πέρασι τῶν ἀγγείων, ὅσα κατὰ τὴν λεπτὴν ἐτέτακτο μήνιγγα. τοὺς δ’ ἐπιπολῆς τῶν μυῶν καὶ τὸ δέρμα τῶν κατὰ τὰς ὠμοπλάτας ἀγγείων ἀποφύσεις διαπλέκουσιν. οὐ γὰρ ἔστιν οὐδαμόθι τοῦ
10σώματος οὐδένα μῦν εὑρεῖν ἀποροῦντα φλεβὸς ἢ ἀρ‐ τηρίας, ἀλλ’ εἰς ἅπαντας αὐτοὺς ἐμβάλλουσιν ἐκ τῶν πλησίον χωρίων ἀσφαλέστατά τε καὶ διὰ βραχυτάτου φερόμεναι. καὶ γὰρ οὖν καὶ τὴν τῶν ἐπὶ τὰς χεῖρας ἰουσῶν ἀρτηριῶν συζυγίαν οὐ γυμνὴν οὐδ’ ἐπιπολῆς,
15ἀλλ’ ὡς ἔνι μάλιστα διὰ βαθυτάτου κατακρύψασα προ‐ ήγαγεν ἡ φύσις, ἐν μὲν ταῖς μασχάλαις, ἵνα σχίζονται πρῶτον εἰς τοὺς παρακειμένους μῦς, ἄνωθέν τε καὶ κάτωθεν ἀδένας ἰσχυροὺς ταῖς μὲν σχίσεσιν ἐνθεῖσα, καθάπερ τι στήριγμα, κατ’ αὐτῶν δ’ ἔξωθεν ἐπιβαλοῦσα426 in vol. 2
20τῶν ἀγγείων οἷον ἐπίβλημά τι καὶ πρόβλημα, τὸν ‖

4

.

332

αὐτὸν τρόπον τοῖς ἐν βουβῶσι προήγαγεν οὕτω διὰ τῶν ἐντὸς μερῶν τοῦ βραχίονος εἰς τοὺς μῦς διανέ‐ μουσα πάντας, ἐντεῦθέν τε πάλιν ἀσφαλῶς διά τε τῶν ἔνδον καὶ τῶν μέσων τῆς κατὰ τὸν ἀγκῶνα διαρθρώ‐
5σεως ἐπὶ τὸν πῆχυν ἀγαγοῦσα πάντη διέσπειρεν οὐδε‐ νὸς ἐπιλαθομένη μυός, ἀλλὰ κατ’ ἀξίαν ἅπασι νείμασα τὸ προσῆκον ἀγγεῖον τῷ μεγέθει· περὶ ὧν καὶ αὐτῶν, ὥσπερ καὶ περὶ τῶν ἐν τοῖς σκέλεσιν, ἐν ταῖς Ἀνατο‐ μικαῖς ἐγχειρήσεσιν ἐροῦμεν.
10 Ἐν δὲ τῷ παρόντι λόγῳ τοῦ λοιποῦ ζεύγους τῶν ἀρτηριῶν ἐπιμνησθήσομαι διὰ βραχέων, ὃ καλοῦσι μὲν ἐκ παλαιοῦ καρωτίδας, ἀναφέρεται δ’ ὄρθιον ὡς ἐπὶ τὴν κεφαλὴν ἐν τοῖς βαθυτάτοις τοῦ τραχήλου κατακεκρυμμένον. ἐν αὐτῷ δὲ τῷ παρέρχε‐
15σθαι καὶ τοῖς μυσὶ τοῖς τῇδε καὶ τοῖς ἀδέσι καὶ ταῖς φλεψὶν ἀμυδραί τινες ἀπονεμήσεις αὐτῶν ἐμφύονται, καθάπερ γε καὶ αὐτῷ τῷ νωτιαίῳ, κατασχιζομένων μὲν οὐ μόνον ἀρτηριῶν, ἀλλὰ καὶ τῶν παρακειμένων αὐ‐

4

.

333

ταῖς διὰ βάθους φλεβῶν, ἔνθα συμ‖βάλλουσιν ἀλλή‐
λοις ὁ ἕκτος τε καὶ ἕβδομος σφόνδυλος, παραφερομένης δὲ τῆς μὲν ἑτέρας μοίρας αὐτῶν ὀρθίας διὰ τῶν κατὰ τὰς πλαγίας ἀποφύσεις τρημάτων ἑκάστου τῶν πρώ‐427 in vol. 2
5των ἓξ σφονδύλων, ὡς ἐν ταῖς Ἀνατομικαῖς ἐγχειρή‐ σεσι λέλεκται, τῆς δ’ ἑτέρας λοξῆς ἐποχουμένης μόνῳ τῷ ἕκτῳ· διὸ καὶ μείζων τῶν ἄλλων σφονδύλων οὗτος ἐγένετο. τῶν δ’ οὖν καρωτίδων ἀρτηριῶν ἑκατέρα διχῇ σχίζεται καὶ τὸ μὲν ὀπίσω μᾶλλον ἔρχεται μόριον
10αὐτῆς, τὸ δὲ πρόσω· καὶ αὖθις ἑκάτερον τῶνδε δίχα σχίζεται κἄπειτα τοῦ μὲν πρόσω θάτερον μόριον εἴς τε τὴν γλῶτταν ἀφικνεῖται καὶ τοὺς τῆς κάτω γένυος ἔνδοθεν μῦς, τὸ δ’ ἕτερον ἐπιπολῆς μὲν μᾶλλον τοῦδε τεταγμένον, ὅμως δ’ οὖν καὶ αὐτὸ μεγάλοις ἀδέσιν
15ἐσκεπασμένον εἴς τε τὰ πρόσω τῶν ὤτων ἄχρι τοῦ κροταφίτου μυὸς ἀναφέρεται κἀνταῦθα κατασχίζεται κἀκ τῶν ὄπισθεν δὲ μέχρι τῆς κορυφῆς ἀνέρχεται καὶ συνάπτει γ’ ἀλλήλοις πολλαχόθι τὰ πέρατα τῶν ἐν τοῖς ἀριστεροῖς τῆς κεφαλῆς ἀγγείων πρὸς τὰ κατὰ
20θάτερον καὶ τῶν ἐντὸς πρὸς τἀκτός. ἡ δὲ λοιπὴ μοῖρα

4

.

334

τῆς καρωτίδος ἀρτηρίας, ‖ ἣν ὀπίσω μᾶλλον ἔλεγον φέρεσθαι, σχίζεται μὲν καὶ ἥδε τὰ μέγιστα μόρια διχῇ, τὸ πρῶτον ἀνίσοις μέρεσιν, ἀνέρχεται δὲ τὸ μὲν ἔλατ‐ τον ὄπισθεν μᾶλλον εἰς τὴν τῆς παρεγκεφαλίδος βάσιν
5ὑποδεχομένου μεγάλου τε καὶ προμήκους αὐτὸ τρήμα‐ τος ἐπὶ τῷ κάτω πέρατι τῆς λαβδοειδοῦς ῥαφῆς ὑπάρ‐
χοντος. θάτερον δ’ ἐκ τῶν πρόσω τοῦδε διὰ τοῦ κατὰ τὸ λιθοειδὲς ὀστοῦν τρήματος ἀναφέρεται καὶ αὐτὸ πρὸς τὸ δικτυοειδὲς πλέγμα, περὶ οὗ λέλεκταί428 in vol. 2
10μοι καὶ πρόσθεν, ὡς ὑπόκειται σχεδὸν ἁπάσῃ τῇ βάσει τοῦ ἐγκεφάλου γεννώμενον ἐκ τῶν εἰρημένων ἀρτη‐ ριῶν, χρείαν οὐ σμικρὰν παρέχον, ἀλλ’, εἴπερ τι καὶ ἄλλο μόριον, ἀξιολογωτάτην. διὰ τοῦτο καὶ πάντων ἐν ἀσφαλεστάτῳ χωρίῳ κατέθηκεν ἡ φύσις αὐτό. καὶ
15οὐδὲν δέομαι νῦν ἐπὶ πλέον ὑπὲρ αὐτοῦ διέρχεσθαι· λέλεκται γάρ μοι πρόσθεν ἐν τῇ τῶν ἐγκεφάλου μο‐ ρίων ἐξηγήσει. τοσοῦτον δ’ ἀρκεῖ μόνον προσθέντι πέρας ἐπιθεῖναι τῇ παρούσῃ διηγήσει τοῦ δικτυοειδοῦς πλέγματος. εἰς μὲν τὸν ἐγκέφαλον αὐτὸν ἀναφέρεται
20ζεῦγος οὐ σμικρὸν ἀρτηριῶν, ἐξ οὗ τό τε χοριοειδὲς ‖

4

.

335

ἐν ταῖς κοιλίαις αὐτοῦ γεννᾶται πλέγμα, ταῖς ἐνταῦθα φλεψὶν ἀναμιγνυμένων, ἥ τε λεπτὴ μῆνιγξ διαπλέκεται. ἕτεραι δ’ ὀπίσω τε καὶ πρόσω φέρονται σμικραί τινες, αἱ μὲν εἰς τὴν παρεγκεφαλίδα καὶ τὴν ἔκφυσιν τοῦ
5νωτιαίου μυελοῦ, αἱ δ’ εἰς τὰς χώρας τῶν ὀφθαλμῶν ἅμα τοῖς ἐπ’ αὐτοὺς φερομένοις νεύροις, καὶ συνάπτει γε τὰ πέρατα τῶν μὲν ὄπισθεν ἀγγείων τοῖς κατὰ τὰ τρήματα τῶν τοῦ τραχήλου σφονδύλων ἀναφερομένοις, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, τῶν δ’ εἰς τοὺς ὀφθαλ‐
10μοὺς ἰόντων πρόσω κατά τε τὸ πρόσωπον καὶ τὴν
ῥῖνα. συνελόντι γὰρ εἰπεῖν ἐν προσώπῳ τε καὶ ὅλῃ τῇ κεφαλῇ συνάπτει παμπόλλας ἡ φύσις ἀρτηρίας μὲν ἀρτηρίαις, φλέβας δὲ φλεψίν, ἐκ δεξιῶν εἰς ἀριστερὰ καὶ ἐξ ἀριστερῶν εἰς δεξιὰ καὶ πρόσθεν ὀπίσω καὶ429 in vol. 2
15αὖθις ὄπισθεν πρόσω κἀκ τῶν ἔξωθεν μερῶν εἴσω κἀκ τῶν ἔσωθεν ἔξω παράγουσα. καὶ γὰρ καὶ διὰ τῶν ὀστῶν τῆς κεφαλῆς ἔστιν ἰδεῖν παμπόλλας μικρὰς οἷον ἶνάς τινας ἀπό τε τῶν ἐκ τῆς παχείας μήνιγγος ἔξω

4

.

336

φερομένας ἀπό τε τῶν ἔξωθεν εἴσω δυομένας ‖ καὶ συναπτούσας ἀλλήλαις ἀμφοτέρας κατὰ τὰς διπλόας τῶν ὀστῶν. ἐπιμίγνυνται δὲ καὶ ἀρτηρίαι φλεψὶ καὶ φλέβες ἀρτηρίαις καὶ νεύροις ἀμφότεραι καὶ ταύταις
5τὰ νεῦρα παρ’ ὅλον τοῦ ζῴου τὸ σῶμα καὶ φαίνεται τοῦτ’ ἐναργῶς πολλαχόθι τοῖς ἀκριβῶς ἀνατέμνουσιν. ἡ γὰρ σμικρότης τῶν ἀγγείων οὐκ εὐφώρατος, εἰ μὴ πάνυ τι προσέχοις τὸν νοῦν τρίβων τ’ εἴης ἀνατομῶν. καὶ μέντοι καὶ ἡ χρεία πρόδηλος ἁπάσης τῆς τοιαύτης
10ἐπιπλοκῆς, εἴ γε καὶ τρέφεσθαι καὶ αἰσθάνεσθαι καὶ τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας φυλάττειν ἅπασι τοῖς τοῦ ζῴου μορίοις χρηστόν ἐστιν. οὕτω γοῦν καὶ αἱ καθ’ ἕκαστον μέρος ἀρτηρίαι καὶ φλέβες ἀναίσθητοι γίγνονται παντάπασιν, εἴτε καίοις εἴτε
15τέμνοις εἴτε καὶ θλᾶν ἐθέλοις αὐτὰς εἴτε βρόχοις διαλάβοις τὰ κατ’ ἐκεῖνο τὸ μόριον νεῦρα. καὶ γὰρ καὶ αὐτὸ τοῦτο χρὴ γιγνώσκειν ἁπάσαις σχεδὸν ὑπάρ‐ χον ἀρτηρίαις καὶ φλεψίν, ὡς, ἐπειδὰν ἢ εἰς μῦν ἢ εἰς σπλάγχνον ἢ εἴς τι μόριον ἕτερον ἐμφύωνται,

4

.

337

πέμπουσί τινας ἀεὶ καὶ τοῖς περικειμένοις ‖ σώμασιν ἀποβλαστήσεις λεπτάς· αἱ φλέβες μὲν καὶ πάνυ παμ‐ πόλλας ἐνίοτε τὸν ἀριθμὸν καὶ τὸν ὄγκον τοῦ σώμα‐ τος οὐκ ἀγεννεῖς, αἱ δ’ ἀρτηρίαι καὶ πλήθει μὲν ἐλάτ‐430 in vol. 2
5τους ἐκείνων ὡς τὰ πολλὰ καὶ τὸ μέγεθος ἀποδεούσας, ὅμως δ’ οὖν καὶ αὗται πέμπουσιν. αἴτιον δ’, ὅτι τροφῆς μὲν πάντα δεῖται τὰ μόρια καὶ τὰ θερμὰ καὶ τὰ ψυχρὰ καὶ τὰ σκληρὰ καὶ τὰ μαλακά, τοῦ φυλάττε‐ σθαι δ’ ἀκριβὲς τὸ μέτρον τῆς ἐμφύτου θερμασίας
10οὐκέθ’ ὁμοίως ἅπαντα. τὰ γὰρ ψυχρὰ τῇ φυσικῇ κράσει μόρια, κἂν εἰς ἔσχατον ἀφίκηταί ποτε ψύξεως, ὅμως ἀνέχεταί τε καὶ ζῇ καὶ αὖθις ἀλύπως ἀναθερ‐ μαίνεται. δέδεικται δὲ περὶ τούτων ἁπάντων ἑτέρωθί τε κἀν τοῖς Περὶ χρείας ἀναπνοῆς τε καὶ σφυγμῶν,
15καὶ οὐ χρὴ ζητεῖν, ὡς εἴρηται κατ’ ἀρχὰς εὐθύς, οὐ‐ δενὸς ἀπόδειξιν ἔργου φυσικοῦ κατὰ τὴν πραγματείαν τήνδε. προηγεῖται γὰρ ἡ γνῶσις τῶν ἐνεργειῶν τῆς τῶν χρειῶν εὑρέσεως, ὅθεν ἐπ’ ἐκείνῃ συμπληρωθείσῃ

4

.

338

ταυτὶ τὰ νῦν ἐνεστῶτα γράφεται, ‖ χρώμενα μὲν ὑπο‐ θέσεσιν ἐκείναις, μαρτυροῦντα δ’ ἐν μέρει καὶ αὐτὰ τοῖς ὀρθῶς ἀποδεδειγμένοις. Εὑρήσεις οὖν φλέβας μέν τινας ἀρτη‐
5ριῶν χωρίς, ἀρτηρίαν δ’ οὐδεμίαν ἄνευ τῆς συζύγου αὐτῇ φλεβός. ἀκούειν δὲ χρὴ νῦν σύζυγον ἀρτηρίαν οὐ τὴν ψαύουσαν ἢ δι’ ὑμένων συναπτομένην—ὑπάρ‐ χει μὲν γὰρ καὶ τοῦτο ταῖς πλείσταις—ἀλλὰ τὴν
ἕνεκα τῆς αὐτῆς χρείας γεγενημένην· εἴσῃ δὲ σαφέ‐431 in vol. 2
10στερον ὃ λέγω κατ’ αὐτὴν τοῦ λόγου τὴν διέξοδον. ὥσπερ γὰρ ἡ ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἀρτηρία φυομένη πρέμνον τι τῶν καθ’ ὅλον ἐστὶ τὸ ζῷον ἀρτηριῶν—ἅπασαι γοῦν ἀρτίως ἐδείχθησαν ἀπ’ ἐκείνης πεφυκυῖαι—τὸν αὐτὸν τρόπον ἀπὸ τῆς κοί‐
15λης φλεβὸς αἱ καθ’ ὅλον τὸ ζῷον ἀποπεφύκασι φλέβες, οἷον κλάδοι τινὲς ἀπὸ στελέχους· ταῖς δ’ οἷον ῥίζαις τῶν ἀρτηριῶν ταῖς εἰς τὸν πλεύμονα κατασχιζομέναις ἐκ τῆς καρδίας ἀνάλογον αὖ πάλιν αἱ κατὰ τὴν γα‐ στέρα τε καὶ τὸν σπλῆνα καὶ τὸ μεσεντέριον ἔχουσι

4

.

339

φλέβες, αὐταῖς ‖ δὲ ταῖς κατὰ τὴν καρδίαν αἱ κατὰ τὸ ἧπαρ. καὶ μὲν δὴ καὶ τῶν τῆς κοίλης φλεβὸς μερῶν τὸ μὲν ἐπὶ τὴν ῥάχιν καταφερόμενον ἀνάλογόν μοι νόει τῇ μείζονι μοίρᾳ τῆς μεγάλης ἀρτηρίας τῇ κάτω
5φερομένῃ, τὸ δ’ ἐπὶ τὰς σφαγὰς ἀναφερόμενον τῇ μικροτέρᾳ· τὴν δ’ ἄλλην ἅπασαν νομὴν τὴν ἀπὸ τῶνδε, τὴν μὲν ταῖς ἀρτηρίαις παραφερομένην ὁμοίας ἔχεσθαι τέχνης ἧς ἐπ’ ἐκείνων ἐξήγημαι, τὴν δὲ καὶ κατὰ μόνας ποτὲ γιγνομένην ἐν μὲν τῷ γένει τῆς τέχνης τε
10καὶ τῷ σκοπῷ περιέχεσθαι τῷ κατὰ τὰς ἀρτηρίας, ὑπαλ‐ λάττεσθαι δὲ διά τινας ἰδίας ἐξαιρέτους χρείας, ἃς ἐγὼ νῦν ἐξηγήσομαι. Διένειμε τὰς φλέβας ἡ φύσις ἑκάστῳ τῶν μορίων ἄκρᾳ δικαιοσύνῃ, τοῖς μὲν ὁμογενέσι κατὰ
15μόνην τὴν τοῦ γένους διαφοράν, τοῖς δ’ ἑτερογενέσιν
ἀνάλογον τῷ πλήθει τῆς ἀπορρεούσης αὐτῶν οὐσίας, δι’ ἥνπερ καὶ τρέφεσθαι δεῖται τὰ τῶν ζῴων σώματα. ὡς, εἴ γε μηδὲν ἀπέρρει μηδ’ ἐκενοῦτο, διὰ παντὸς δ’432 in vol. 2

4

.

340

ἔμενεν ἡ ἕξις αὐτῶν ἡ ‖ αὐτή, τίς μὲν ἂν ἦν τροφῆς χρεία, τίς δὲ γήρως ἢ θανάτου φόβος; ἐπεὶ τοίνυν τρέφεσθαι δεόμεθα, διότι κενούμεθα, τῷ πλήθει τῆς ἀπορρεούσης οὐσίας ἴσην εἶναι χρὴ τὴν τροφήν· ἀπορ‐
5ρεῖ δὲ πλεῖστον μὲν τῶν θερμῶν καὶ μαλακῶν σωμά‐ των καὶ κινουμένων συνεχῶς ἢ σφοδρῶς, ἐλάχιστον δὲ τῶν ψυχρῶν καὶ σκληρῶν καὶ μετρίαις ἐνεργείαις ὑπη‐ ρετουμένων. ἡ μὲν γὰρ ψῦξις πυκνοῖ καὶ συνάγει καὶ σφίγγει τὰ σώματα καὶ κωλύει τὰς ἀπορροίας, ἡ θερ‐
10μασία δ’ ἔμπαλιν ἀραιοῖ τε καὶ διαχεῖ λεπτύνει τε καὶ διαφορεῖ. καὶ μὲν δὴ καὶ τῆς οὐσίας αὐτῆς ἡ μὲν σκληροτέρα τε καὶ λιθώδης μόνιμός τ’ ἐστὶ καὶ δυσκέ‐ νωτος, ἡ δ’ ὑγρὰ καὶ μαλακὴ ταχὺ μὲν ὑπὸ τῆς θερ‐ μασίας εἰς ἀτμοὺς ἀναλύεται, ταχὺ δ’ ἐξαπόλλυταί τε
15καὶ διαπνεῖται. πλεύμονι μὲν οὖν ἅπανθ’ ὑπάρχει τὰ πρὸς τὴν κένωσιν ἕτοιμα· μαλακώτατός τε γάρ ἐστι καὶ θερμότατος ἐν κινήσει τε διηνεκεῖ. τοῖς δ’ ὀστοῖς ὥσπερ ἐκ διαμέτρου τἀναντία· καὶ γὰρ σκληρὰ καὶ ψυχρὰ καὶ τὸν πλείω τοῦ βίου χρόνον ἡσυχάζοντα. ‖

4

.

341

ταῦτ’ ἄρα μόνιμός τέ ἐστιν αὐτῶν καὶ δύσλυτος ἡ οὐσία. μὴ τοίνυν θαυμάζειν, εἰ τούτοις μὲν ἡ φύσις
μικρὰς ἔνειμε φλέβας, ὡς μηδὲ φαίνεσθαι σαφῶς, μηδ’ εἰ τὸ ζῷον ὑπάρχει μέγα, πλεύμονι δὲ μεγίστη φλὲψ433 in vol. 2
5ἐκ καρδίας ἐμπέφυκεν. ὥσπερ γὰρ τὰ ἄλλα δικαίως, οὕτω καὶ τοῦτ’ εἰργάσατο τοσαύτην ἑκατέροις ἐπιπέμ‐ πουσα τροφήν, ὅσης ἐτύγχανε χρῄζοντα. νυνὶ μὲν οὖν παρέβαλον ἀλλήλοις δύο μόρια, τὸ μὲν πλείστης, τὸ δ’ ἐλαχίστης τροφῆς δεόμενον. ἐν δὲ τῷ μεταξὺ τούτων
10ἐστὶ τὰ ἄλλα σύμπαντα, τὰ μὲν μᾶλλον αὐτῶν, τὰ δ’ ἧττον ἐκκενούμενά τε καὶ τρέφεσθαι δεόμενα. τινὰ μὲν γάρ, εἰ καὶ τὴν οὐσίαν ἐστὶ σκληρότερα, ὥσπερ καὶ ἡ καρδία, διὰ τὸ πλῆθος τῆς θερμασίας ἀναλίσκει πλείονα τροφήν· ἔνια δ’, εἰ καὶ μαλακώτερα καθάπερ
15ἐγκέφαλος, ἧττον διαφορεῖται διὰ τὴν τῆς θερμασίας ἔνδειαν. ἡ μὲν οὖν μεγίστη φλὲψ ἁπασῶν τῶν κατὰ τὸ ζῷον ἐκπέφυκε τοῦ ἥπατος ἐφ’ ἑκάτερα τὰ μέρη,

4

.

342

τό τε ἄνω τοῦ σώματος ἡμῶν καὶ τὸ ‖ κάτω. πλησίον δ’ αὐτοῦ φλέβες εὐρεῖαι καὶ βραχεῖαι πρὸς τοὺς νε‐ φροὺς ἀποσχίζονται οὐ μὰ Δία πολλῆς τροφῆς δεομέ‐ νους, ἀλλ’, ὡς ἐδείξαμεν, ἀνάλογόν εἰσιν αἱ φλέβες
5αἵδε στομάχοις ἑλκτικοῖς ὑπηρετούμεναι τοῖς νεφροῖς εἰς ὁλκὴν τῶν ὀρωδῶν περιττωμάτων. εἶθ’ ἡ λοιπὴ πᾶσα νομὴ κατά τε τὴν ῥάχιν ὅλην καὶ τὰ σκέλη πα‐ ραπλησίως ἔχει τῇ κατὰ τὰς ἀρτηρίας. οὐδαμόθι γὰρ ἀπολείπεται φλὲψ ἀρτηρίας, ἀλλ’ ἔνθα ἂν ἴδῃς ἀρτη‐
10ριῶδες ἀγγεῖον, ἐνταῦθ’ ἐξ ἀνάγκης ἐστὶ καὶ φλὲψ ὀλίγων ἀποσχιζομένων εἰς τὰ περὶ τὸ δέρμα σώματα
χωρὶς ἀρτηριῶν. καὶ γίγνεται τοῦτο κατὰ μὲν τὰ σκέλη καὶ τὰς χεῖρας ἔξω τε καὶ πρόσω μᾶλλον, ὅτι ταῦτα τῶν ἔνδον ἀκυροτέραν ἔχει τὴν θέσιν, ἐν ἅπασι434 in vol. 2
15δὲ τοῖς ἄλλοις μορίοις ἀνάλογον. ἀλλὰ καὶ ἡ εἰς τὰ ἔντερα νομὴ πᾶσα τῶν φλεβῶν, ἣν ἀπὸ πυλῶν ἥπατος ἴσχουσιν, ἅμα ταῖς ἀρτηρίαις ἐστί, καὶ ἡ εἰς ἐπίπλοον καὶ σπλῆνα καὶ γαστέρα μιᾶς εἰς ταῦτα πάντα κατα‐

4

.

343

σχιζομένης φλεβός, ἥτις ἀνίσχει μὲν ἐξ ‖ ἥπατος, ἀρ‐ ξαμένη δὲ κατασχίζεσθαι τῶν συγκατασχισθησομένων ἀρτηριῶν εὐπορεῖ τῆς μεγάλης ἀποπεφυκυιῶν, ἐπειδὰν πρῶτον ἔξω τοῦ διαφράγματος γένηται. ταῦτά τε οὖν
5ἅπαντα φαίνεται προνοητικῶς ἡ φύσις ἐργασαμένη καὶ τῷ θώρακι τὰς φλέβας ἀπὸ τῆς κοίλης ἄριστα διανεί‐ μασα. καθ’ ὃ μὲν γὰρ ἀναφέρεται τὸ πρῶτον ἐκ τῶν κυρτῶν τοῦ ἥπατος, εἰς τὸ διάφραγμα πέμπει μεγάλας ἀποφύσεις· ἔνθα δ’ ἤδη ψαύει τῆς καρδίας, ἐνταῦθα
10τὴν τὰς ὀκτὼ πλευρὰς ἑκατέρωθεν τρέφουσαν, ἣν εἴπερ θεάσαιο, πῶς ἐκ τῶν ὑψηλῶν οἷον κρεμαμένην διεβί‐ βασεν ἄχρι τῆς ῥάχεως ἀσφαλῶς στηρίζουσα κατὰ τῶν πλησίον σωμάτων, οἶδ’ ὅτι φανεῖταί σοι κἀν τούτῳ τέχνη τε καὶ πρόνοια τῆς φύσεως οὐ σμικρά. λέλεκται
15δ’ ἐν τοῖς ἔμπροσθεν ὑπέρ τε τῶν κατὰ τὴν καρδίαν καὶ τὸν πλεύμονα καὶ ὅσα τοιαῦτα. λέλεκται δὲ καὶ περὶ τῶν ἐπὶ τοὺς τιτθούς τε καὶ τοὺς ὄρχεις ἀγγείων ἐν τῷ κοινῷ λόγῳ περί τε τῶν ἀρτηριῶν καὶ φλεβῶν, ὅτι καὶ κοινὴν ἄμφω τὴν χρείαν εἶχον, οὕτω δὲ καὶ

4

.

344

περὶ τῶν εἰς τὰς ‖ χεῖρας ἀφικνουμένων φλεβῶν ἅμα ταῖς ἀρτηρίαις ὁ λόγος κοινός. ὥσπερ γὰρ ἐν τοῖς σκέλεσιν, οὕτω κἀνταῦθα τοῖς ἔξω τε καὶ πρόσω μέ‐ ρεσι τοῦ βραχίονος ἰδίας ἡ φύσις ἐπιπέμπει φλέβας435 in vol. 2
5ἐπιπολῆς χωρὶς ἀρτηριῶν, ὑπὲρ ὧν τῆς εἰς ἕκαστον μόριον νομῆς ἔτι τε τῆς δι’ ὅλου τοῦ κώλου φορᾶς ἐν ταῖς Ἀνατομικαῖς ἐγχειρήσεσιν ἐπηγγειλάμην ἐρεῖν. ὥσπερ δ’ ἐνταῦθα μιᾷ φλεβὶ πλεονεκτεῖ τὸ κῶλον, οὕτω καὶ κατὰ τράχηλον ἐπιπολῆς ἐστιν ἑτέρα φλὲψ
10σφαγῖτις ἀζυγής, ἀρτηρία δὲ μία καθ’ ἕτερον μέρος ἀριστερόν τε καὶ δεξιόν· διὰ βάθους δ’ ἅμα ταῖς ἀρ‐ τηρίαις ταῖς καρωτίσιν ὀνομαζομέναις αἱ ταύτῃ κείμε‐ ναι σφαγίτιδες ὁμοίαν σχίσιν σχιζόμεναι, πλὴν ὅσα πρὸς μὲν τὸ δικτυοειδὲς πλέγμα, καθάπερ ἐν τοῖς περὶ
15τούτων εἴρηται λόγοις, ἀρτηρία μεγάλη διὰ τοῦ κατὰ τὸ λιθοειδὲς ὀστοῦν ἀναφέρεται τρήματος, ἐπὶ δὲ τὸν ἐγκέφαλον, ὅσον ὑπόλοιπόν ἐστι τῶν διὰ βάθους σφα‐ γιτίδων, ἑτέρῳ τρήματι χρώμενον ὅλῳ τῷ κατὰ τὴν

4

.

345

ἕκτην συζυγίαν τῶν νεύρων. εἴρηται δὲ καὶ ‖ περὶ τῶν κατ’ αὐτὸν τὸν ἐγκέφαλον ἀγγείων, ἡνίκ’ ἐξηγού‐ μεθα τῶν ἐν αὐτῷ μορίων τὰς χρείας. καιρὸς οὖν
ἤδη καταπαῦσαι τὸν λόγον.436 in vol. 2

4

.

346

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΜΟΡΙΩΝ
t2ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ ΚΑΙ ΔΕΚΑΤΟΝ.
1 Ὕστατος οὗτός μοι λόγος ἐστὶν ὁ περὶ τῆς χρείας ἔτι τῶν ἐν ἀνθρώπου σώματι μορίων· οὐδὲ γὰρ ὑπολείπεταί τι κατ’ εἶδος ἄρρητον. ἀλλ’ ἐπειδὴ τὸ χρήσιμον οὔτ’ ἴσον ἐν ἅπασιν οὔτε ταὐτόν, ἄμεινον
5ἂν εἴη διορίσασθαί τε ταῦτα καὶ τὸ καθ’ ἕκαστον αὐ‐ τῶν ἴδιον εἰπεῖν. ἐνέργεια μὲν οὖν μορίου τῆς χρείας αὐτοῦ διαφέρει, καθότι καὶ πρόσθεν εἴρηται, τῷ τὴν

4

.

347

μὲν ἐνέργειαν κίνησιν εἶναι ‖ δραστικήν, τὴν δὲ χρείαν ταὐτὸν τῇ πρὸς τῶν πολλῶν εὐχρηστίᾳ καλουμένῃ δραστικὴν δ’ εἶπον εἶναι κίνησιν τὴν ἐνέργειαν, ἐπειδὴ πολλαὶ τῶν κινήσεων γίγνονται κατὰ πάθος,
5ἃς δὴ καὶ παθητικὰς ὀνομάζουσιν, ὅσαι κινούντων ἑτέρων ἐγγίγνονταί τισιν. οὕτω γοῦν καὶ τῶν ἐν τοῖς κώλοις ὀστῶν ἐστί τις κίνησις ὑπὸ τῶν ἐν αὐτοῖς μυῶν γιγνομένη, ποτὲ μὲν ἔξω, ποτὲ δ’ ἔσω κινούντων τὰ κατὰ τὰς διαρθρώσεις ὀστᾶ. πρὸς μὲν οὖν τὸ πρῶτον
10κινοῦν, ὅπερ ἐστὶ τὸ ἡγεμονικόν, ὀργάνου λόγον οἱ μύες ἔχουσι, πρὸς δὲ τὸ κινούμενον ὀστοῦν ὑφ’ ἑαυ‐
τῶν, καὶ τοῦτον μέν, ἀλλὰ καὶ τὸν τοῦ δημιουργοῦ. πρώτη μὲν οὖν ἡ χρεία τοῖς ζῴοις ἡ ἐκ τῶν ἐνεργειῶν ἐστι, δευτέρα δ’ ἡ ἐκ τῶν μορίων. οὐ γὰρ δι’ ἑαυτὸ437 in vol. 2
15τῶν μορίων οὐδὲν ἔχειν βουλόμεθα. περιττὸν γὰρ ἂν οὕτως ἦν ἐνεργείας ἐρημωθέν, ὡς ἀποκόπτεσθαι μᾶλ‐ λον ἢ ποθεῖσθαι. καὶ εἴπερ ἦν τι τοιοῦτον ἐν ζῴου σώματι μόριον, οὐκ ἂν ἁπάντων ἐλέγομεν εἶναί τινα χρείαν. ἐπεὶ δ’ οὔτ’ ἐν ἀνθρώπῳ τι τοιοῦτόν ἐστιν

4

.

348

οὔτ’ ‖ ἐν ἄλλῳ ζῴῳ, διὰ τοῦτο τεχνικὴν τὴν φύσιν εἶναί φαμεν. ἐγὼ γοῦν, ὅπερ ἔπαθον, ὅτε πρῶτον ἐθεασάμην ἐλέφαντα, διηγήσομαι, τοῖς μὲν ἑωρακόσι τὸ ζῷον ἑτοίμως νοηθησόμενον, ὅσοι δ’ οὐκ εἶδον, εἰ
5πρόσσχοιεν τὸν νοῦν τοῖς λεχθησομένοις, οὐ πάνυ χαλεπῶς. ὑπάρχει γὰρ τούτῳ τῷ ζῴῳ κατ’ ἐκεῖνον τὸν τόπον, ἔνθα τοῖς ἄλλοις ἡ ῥίς ἐστιν, ἀπηρτημένον τι στενὸν καὶ μακρὸν μόριον, ὡς ἐξικνεῖσθαι πρὸς τὴν γῆν. τοῦτ’ ἐμοὶ θεασαμένῳ τὸ πρῶτον ἔδοξεν εἶναι
10περιττόν τε καὶ ἄχρηστον. ἐπεὶ δ’ ἐνεργοῦν αὐτῷ τὸ ζῷον εἶδον ὥσπερ χειρί, τότ’ οὐκέτ’ ἄχρηστον ἐφάνη, συναφθείσης τῷ τῆς ἐνεργείας χρησίμῳ τῆς χρείας τοῦ μορίου· διὰ μέσου γὰρ τοῦ κατὰ τὴν ἐνέργειαν χρησί‐ μου τὸ τοῦ μορίου χρήσιμον φαίνεται. ὁ γοῦν ἐλέφας
15ἐκείνῳ τῷ μορίῳ κατὰ τὸ πέρας ἅπαντα μεταχειρίζεται
περιπτυσσομένῳ τοῖς λαμβανομένοις ἄχρι καὶ τῶν σμι‐ κροτάτων νομισμάτων, ἃ καὶ τοῖς ἐπικαθεζομένοις αὑτῷ δίδωσιν ἀνατείνων τὴν προνομαίαν ἐπ’ αὐτούς· οὕτω438 in vol. 2

4

.

349

γὰρ ὀνομάζουσι τὸ προκείμε‖νον ἐν τῷ λόγῳ μόριον. ὥσπερ οὖν, εἰ μηδὲν ἐχρῆτο τῷ μορίῳ τούτῳ τὸ ζῷον, αὐτό τ’ ἂν ἦν περιττὸν ἥ τε διαπλάσασα φύσις οὐ πάντη τεχνική, οὕτω νῦν, ἐπειδὴ χρησιμωτάτας ἐνερ‐
5γείας ἐνεργεῖ δι’ αὐτοῦ, χρήσιμον μὲν αὐτό, τεχνικὴν δ’ ἐνδείκνυται τὴν φύσιν. ὕστερον δὲ καὶ ὡς τέτρηται κατὰ τὸ πέρας ἰδών, ἐπιμαθὼν δὲ διὰ τῶν τρημάτων τούτων οἷα μυκτήρων ἀναπνεῖν τὸ ζῷον, ἔγνων δηλο‐ νότι καὶ κατὰ τοῦτο χρήσιμον ὑπάρχον τὸ μόριον.
10ἐπεὶ δὲ καὶ τεθνεῶτος ἐλέφαντος ἀνατεμὼν ἄχρι τῆς ῥίζης τοῦ μορίου τοὺς ἐκ τῶν τρημάτων ἀνατεινομέ‐ νους πόρους εὗρον αὐτῶν ὁμοίως τοῖς ἐν ἡμῖν διττὴν τελευτήν, μίαν μὲν εἰς αὐτὸν ἀνήκουσαν τὸν ἐγκέφα‐ λον, ἑτέραν δ’ εἰς τὸ στόμα συντετρημένην, ἔτι καὶ
15μᾶλλον ἐθαύμασα τῆς φύσεως τὴν τέχνην. ἐπεὶ δὲ προσεπυθόμην, ὅτι, κἀπειδὰν διὰ ποταμοῦ βαθέος ἢ λίμνης ὁδοιπορῇ τὸ ζῷον, ὡς ἤδη κατακρύπτεσθαι πᾶν αὐτοῦ τὸ σῶμα, τὴν προνομαίαν ταύτην ἀνατεῖνον εἰς

4

.

350

ὕψος ἀναπνεῖ δι’ αὐτῆς, ἔγνων οὐ ‖ μόνον τῷ κατα‐
σκευάζειν ἅπαντα καλῶς τὰ μόρια τοῦ ζῴου προνοη‐ τικὴν τὴν φύσιν, ἀλλὰ καὶ τῷ διδάσκειν αὐτὸ τὴν χρῆσιν αὐτῶν, ὅπερ ἐδείχθη μοι καὶ κατὰ τὴν ἀρχὴν439 in vol. 2
5ὅλης τῆς πραγματείας. εἰς μὲν δὴ τὸ γνῶναι τῆς φύσεως τὴν τέχνην αὔταρκές ἐστιν ἔξωθέν τε θεάσα‐ σθαι τὸ πᾶν σῶμα τοῦ ζῴου τάς τ’ ἐνεργείας ἑκάστου μορίου κατασκέψασθαι τοῖς γε δὴ δικαίως ἐπισκοπεῖ‐ σθαί τε καὶ κρίνειν αὐτὰς προῃρημένοις, οὐχ ὡς
10ἐχθροῖς τῆς φύσεως ἐπηρεάζειν. ἐπεὶ δ’ ἔφθασαν ἔνιοι στοιχεῖα τῶν σωμάτων ὑποθέσθαι τὰ τοιαῦτα ταῖς οὐσίαις, ὡς συναφθῆναι μὴ δύνασθαι τέχνῃ φύ‐ σεως, ἠναγκάσθησαν αὐτῇ πολεμεῖν. ὅτι δ’ οὐ δύναται συναφθῆναι, μαθεῖν ἔστιν ἐνθένδε. τὸ διαπλάττειν
15μέλλον ὁτιοῦν τεχνικῶς ἤτοι γ’ ἔξωθεν αὐτοῦ ψαύειν ἢ δι’ ὅλου τοῦ διαπλαττομένου διεληλυθέναι χρή. ἀλλ’ οὔτ’ ἔξωθέν τι ψαῦον τῶν ἀτόμων ἢ ἀνάρμων σωμάτων, ἅπερ ἔνιοι τίθενται στοιχεῖα, διαπλάττειν αὐτὰ πεφυκέναι φασὶν οὐδ’ αὐτοὶ οὔτε δι’ ὅλων ἐκτε‐
20τάσθαι. λείπεται οὖν, ὡς ἔτυχεν, ἀλλήλοις περιπλε‐

4

.

351

κόμενα τὴν τῶν αἰσθητῶν σωμάτων ‖ ἐργάσασθαι σύ‐ στασιν. ὡς ἔτυχε δὲ περιπλεκόμενα σπανίως μέν ποτε χρήσιμον ἐργάζεται τὸ δημιούργημα, πολλάκις δ’ ἄχρη‐ στόν τε καὶ μάταιον. αὕτη τοιγαροῦν αἰτία τοῦ μὴ
5βούλεσθαι τὴν φύσιν εἶναι τεχνικὴν ἐκείνους τοὺς
ἄνδρας, ὅσοι τὰ πρῶτα σώματα τοιαῦτ’ εἶναί φασιν, οἷάπερ οἱ τὰς ἀτόμους εἰσάγοντες λέγουσιν. ὁρωμένων γὰρ ἐναργῶς ἁπάντων τῶν ζῴων εὐθὺς ἔξωθεν οὐδὲν ἄχρηστον ἐχόντων μόριον ἐπιχειροῦσι κἂν ἑνὸς εὐπο‐440 in vol. 2
10ρῆσαί τινος εἰς ἀντιλογίαν ἤτοι γ’ εὐθὺς ἢ ἐξ ἀνατο‐ μῆς φαινομένου τοιούτου. κατὰ τοῦτο τοιγαροῦν καὶ ἡμῖν ἀναγκαίαν εἰργάσαντο τὴν ἁπάντων ἐξήγησιν, ὥστε καὶ μέχρι τῶν οὐδὲν ἐχόντων χρήσιμον εἰς θε‐ ραπείαν ἢ πρόγνωσιν ἢ διάγνωσιν παθῶν ἐκτείνεσθαι
15τὸν λόγον, ὥσπερ ὅταν ἐπισκοπώμεθα, τίνες τ’ εἰσὶ καὶ πόσοι μύες οἱ τὴν γλῶτταν κινοῦντες. ἀλλ’ ἐκεῖνό γε θαυμάσαι τῶν ἀνδρῶν ἔστιν, ὅσοι τὴν φύσιν ἄτε‐ χνον εἶναι λέγουσιν, εἰ τοὺς μὲν πλάστας ἐπαινοῦσιν,

4

.

352

ὅταν ἴσα τὰ δεξιὰ τοῖς ἀριστεροῖς ἀκριβῶς ‖ ἐργάσων‐ ται, τὴν φύσιν δ’ οὐκ ἐπαινοῦσι πρὸς τῇ τῶν μορίων ἰσότητι καὶ τὰς ἐνεργείας παρασχοῦσαν ἔτι τε πρὸς τούτῳ τὴν χρῆσιν αὐτῶν εὐθὺς ἐξ ἀρχῆς ἅμα τῷ γεν‐
5νηθῆναι διδαξαμένην τὸ ζῷον. ἢ Πολύκλειτον μέν ἐστι δίκαιον θαυμάζειν ἐπὶ τῇ τῶν μορίων ἀναλογίᾳ τοῦ καλουμένου κανόνος ἀνδριάντος, τὴν φύσιν δ’ οὐκ ἐπαίνου μόνον, ἀλλὰ καὶ τέχνης ἁπάσης ἀποστερεῖν χρή, τὴν ἀναλογίαν τῶν μορίων οὐκ ἔξωθεν ὡς οἱ
10πλάσται μόνον, ἀλλὰ καὶ διὰ βάθους ἐπιδειξαμένην; ἢ οὐ καὶ ὁ Πολύκλειτος αὐτὸς ἐκείνης ἐστὶ μιμη‐ τής, ἐν οἷς γ’ ἠδυνήθη γενέσθαι μιμητής; ἠδυνήθη
δ’ ἐν τοῖς ἔξωθεν μόνοις, ὧν ἐπέσκεπται τὴν τέχνην, ἀπ’ αὐτῶν τῶν προχειροτάτων ἀρξάμενος, οἷόνπερ καὶ441 in vol. 2
15ἡ χείρ ἐστιν, ὄργανον ἰδιώτατον ἀνθρώπου, δακτύλους μὲν ἔχον πέντε τελευτῶντας εἰς ὄνυχας πλατεῖς, ἄρθρα δὲ καθ’ ἕκαστον τρία καὶ κινήσεις, ὁπόσας τε καὶ ποίας ἐν τῷ πρώτῳ λόγῳ διῆλθον, εἰς ἄκραν ἥκοντα τέχνην ἅπαντα. καίτοι καὶ χωρὶς τούτων ἡ ἰσότης

4

.

353

αὐτὴ θαυμαστῆς ‖ τέχνης ἐστὶν ἐνδεικτική. μετὰ γοῦν ὀργάνων παμπόλλων οἱ τοὺς ἀνδριάντας ἐργαζόμενοι τὴν ἰσότητα μόγις αὐτῶν διαφυλάττουσι. καὶ οὔπω σοι λέγω τὴν ἀναλογίαν τοῦ καθ’ ἕκαστον μόριον
5μεγέθους, οἷον τῆς χειρὸς αὐτῆς, ἣν ὅτι μὲν ἀντι‐ ληπτικὸν ὄργανον ἐποίησεν ἡ φύσις, ὥσπερ τὸ σκέλος βαδιστικόν, ἐν τῷ πρώτῳ δέδεικται λόγῳ· θέασαι δ’, ὅπως ἄκρᾳ συμμετρίᾳ κέχρηται περὶ τὸ μέγεθος αὐτῆς. ἐπειδὴ γὰρ ἐξῆπται τῆς ὠμοπλάτης τὸ κῶλον τοῦτο,
10δύσφορόν τ’ ἂν ἦν δηλονότι καὶ πρὸς τὰς ἐνεργείας ἀνεπιτήδειον, εἰ μέχρι τῶν ποδῶν ἐξετέτατο, καὶ πολὺ μᾶλλον, εἰ κατὰ τῆς γῆς ἐπεσύρετο μεθιέμενον, ὥσπερ καὶ πρὸς τὸ πόρρωθέν τι λαμβάνειν εἰς τοσοῦτον ἐπι‐ τηδειότερον, εἰς ὅσον μακρότερον. ἐπεὶ τοίνυν ἡ μὲν
15σμικρὰ χεὶρ ὅσον εὐφορωτάτη, τοσοῦτον χείρων ἐστὶν εἰς τὰς τῶν πόρρωθεν ἀντιλαβάς, ἡ δ’ εἰς ταύτας χρησίμη δύσφορος ἔμελλεν ἔσεσθαι, μέχρι τοσούτου τὸ μέγεθος αὐτῆς ηὔξησεν, ὡς μηδέπω δύσφορον ὑπάρ‐ χειν. ἀνδρὶ μὲν οὖν ὡς ἀληθῶς ἐξετάζοντι τὰ τῆς
20φύσεως ἔργα καὶ χεὶρ ἀρκεῖ μόνη θεωρηθεῖσα πρὸ442 in vol. 2

4

.

354

τῆς ἀνατομῆς. ‖ ὅστις δ’, ὡς ἔφην, ἐχθρὸς τῇ φύσει, κἂν τὴν ἔνδον αὐτῆς θεάσηται τέχνην, ἣν ἐν τοῖς πρώτοις δύο γράμμασιν ἐξηγησάμην, ἀγρυπνεῖ ζητῶν, ὅπως ἐπηρεάσῃ τι τῶν ὀφθέντων. οὕτω δὲ καὶ κατὰ
5τὰ σκέλη τήν τε τοῦ μεγέθους συμμετρίαν καὶ τῶν κινήσεων ἑκάστης τὴν χρείαν ἀληθῶς ἐξετάσας τις οὐκ ἐπαινέσει μόνον, ἀλλὰ καὶ θαυμάσει τῆς φύσεως τὴν τέχνην. ἐὰν γοῦν ἐπινοήσῃς τινὸς ἀνθρώπου τῆς προσηκούσης ἀναλογίας ἡμίσεα τὰ σκέλη, συνήσεις
10οἶμαι πρῶτον μέν, ὅπως αὐτῷ δύσφορόν τ’ ἔσται καὶ βαρὺ τὸ ὑπερκείμενον σῶμα, δεύτερον δ’, ὅπως βαδί‐ ζειν ἐπιχειροῦντι σφαλερόν, καὶ τρίτον, ὅπως ἀδύνα‐ τον θεῖν. οὕτω δὲ καὶ μηροῦ πρὸς κνήμην καὶ κνήμης πρὸς πόδα τὴν ἀναλογίαν σκοπούμενος ἄκραν τινὰ
15τέχνην ἐξευρήσεις τῆς φύσεως, ὥσπερ γε καὶ τῶν κατ’ αὐτὸν πάλιν τὸν πόδα μορίων ἢ τὴν ἄκραν χεῖρα· καὶ γὰρ οὖν καὶ τὰ ταύτης μόρια θαυμαστῶς ὅπως ἀλλήλοις ὁμολογεῖ, καθάπερ γε καὶ βραχίονος πρὸς

4

.

355

πῆχυν καὶ ‖ τούτου πρὸς ἄκραν χεῖρα καὶ τῶν κατ’ ἐκείνην μορίων πρὸς ἄλληλα θαυμαστή τίς ἐστιν ἡ ἀναλογία. καὶ ταῦτα μὲν οὖν πάντα τὴν τέχνην ἐν‐ δείκνυται τοῦ δημιουργοῦ. καὶ τῶν δακτύλων δὲ μό‐
5νων ἡ ἀναλογία τῷ γε μὴ δυσμενεῖ τῇ φύσει τὴν αὐτὴν ἱκανὴ τέχνην ἐνδείξασθαι. διὰ τί γὰρ οὐδεὶς ἄνθρωπος οὐδέποτε τριπλασίους ἔσχε τὸ μέγεθος ἢ
νῦν εἰσι τοὺς δακτύλους; ἢ διὰ τί πάλιν οὐδ’ οὕτω σμικρούς, ἡλίκη καθ’ ἕκαστον αὐτῶν ἐστιν ἡ πρώτη443 in vol. 2
10φάλαγξ; ἐγὼ μὲν γάρ φημι, διότι τὴν χρείαν αὐτῶν διέφθειρε τὰ τηλικαῦτα μεγέθη. σὺ δ’, ὦ γενναιότατε κατήγορε τῶν ἔργων τῆς φύσεως, οὐδὲν μὲν τούτων βλέπεις, ὅτι δ’ ἐν μυρίοις μυριάκις ἀνθρώποις ἅπαξ πού τιν’ ἐποίησεν ἓξ δακτύλους ἔχοντα, τοῦτο μόνον
15ὁρᾷς. εἰ δὲ Πολύκλειτος ἕν τι σμικρὸν οὕτως ἥμαρτεν ἐν χιλίοις ἀνδριάσιν, οὔτ’ ἂν αὐτὸς ἐμέμψω καὶ τοὺς ἐγκαλοῦντας ἀγνώμονας ἐκάλεις. ἀντίστρεψον οὖν αὐτὸ καὶ σκέψαι, τί ποτ’ ἂν εἶπες, εἰ κατὰ μὲν τοὺς χιλίους ἥμαρτεν ἡ φύσις, ἐν ἑνὶ δὲ μόνῳ κατώρθωσεν.

4

.

356

ἆρ’ οὐκ ἂν τύχης ‖ ἔφασκες, οὐ τέχνης ἔργον εἶναι τὸ κατορθούμενον; εἰ δ’ ἐν μυρίοις, ἔτι δὴ μᾶλλον; ἀλλὰ νῦν οὐκ ἐν χιλίοις ἢ μυρίοις ἀνθρώποις, ἐν μυριάκις δὲ μυρίοις ὁρῶν ἕν τι διημαρτημένον εἰς τύχην ἀνα‐
5φέρειν τολμᾷς τὰ κατορθούμενα θαυμαστῇ τινι δικαιο‐ σύνῃ περὶ τὴν φύσιν χρώμενος. ἆρά γε, κἂν εἰ τρα‐ γῳδῶν ἢ κωμῳδῶν ἀγῶνι παρεγένου, τὸν μὲν ἐν τοῖς μυρίοις ἓν ἁμαρτόντα διέβαλες ἂν ὡς ἄτεχνον, ἐπῄνεις δ’ ὡς τεχνίτην τὸν ἓν κατορθώσαντα; λῆρος μακρὸς
10ταῦτα καὶ φανερῶς ἀνθρώπων ἔργα διασῴζειν αἰσχρῶς ἐπιχειρούντων, ἃ κακῶς ἐξ ἀρχῆς ἔθεντο στοιχεῖα. ταῦτα γὰρ ὁρῶντες ἀναιρούμενα συγχωρηθείσης εἶναι τεχνικῆς τῆς φύσεως ἀναισχυντεῖν ἀναγκάζονται. καί‐ τοι γ’, ὡς ἔφην, οὐδὲν ἔδει πάντ’ ἐπισκέπτεσθαι τὰ
15μόρια τοῦ σώματος ἀνατέμνοντα· τῶν γὰρ ἔξωθεν ὁτιοῦν ὀφθὲν ἱκανὸν ἐνδείξασθαι τὴν τέχνην τοῦ δη‐ μιουργήσαντος αὐτό. οὐκέτι δεῖ λέγειν ὀφρύων ἢ ὤτων444 in vol. 2

4

.

357

ἰσότητά τε καὶ χρείαν ἢ βλε‖φάρων ἢ βλεφαρίδων ἢ κόρης πρὸς κόρην ἤ τινος τῶν τοιούτων, ὅσα θαυμα‐ στὴν ἐνδείκνυται σοφίαν τε ἅμα καὶ δύναμιν τῆς φύ‐ σεως, ὅπου καὶ τουτὶ τὸ ἐπιτυχόν, ὃ καλοῦμεν δέρμα,
5τὴν τέχνην αὐτῆς ἱκανὸν ἐνδείξασθαι. εἰ γοῦν ἀφῃ‐ ρημένον αὐτὸ θεάσαιτό τις ἐν μὲν τοῖς πλείστοις μέρεσιν ἑαυτῷ συνεχές, ἐν ὀλίγοις δέ τισιν ἔχον τρή‐ ματα, πάντως ἐπισκέψεται, πότερον εἰκῇ τέτρηται, κατ’ ἐκεῖνα μηδενὸς μήτ’ εἰσιόντος εἰς τὸ σῶμα μήτ’ ἐξιόν‐
10τος ὠφελίμως, ἢ πάντων ἐστὶν ἀξιόλογος ἡ χρεία. τὸ μὲν γάρ τι τῶν τρημάτων ἕνεκα σιτίων τε καὶ ποτῶν ἔτι τε τοῦ πέριξ ἀέρος εἰσόδου γέγονε, τὸ δ’ ἕνεκα τῶν ὑγρῶν ἢ ξηρῶν περιττωμάτων ἐξόδου. συντέτρη‐ ται δ’ εἰς μὲν τὸ πρότερον ἡ διὰ τῶν μυκτήρων ὁδὸς
15τοῦ πνεύματος, εἰς δὲ τὸ δεύτερον ἡ τοῦ σπέρματος ἔκκρισις. ἀνήκουσι δὲ διὰ τῶν μυκτήρων καὶ πρὸς αὐτὸν ἄνω τὸν ἐγκέφαλον ἕτεροι πόροι τῆς τῶν περιτ‐ τωμάτων ἕνεκεν ἐκροῆς. ἀλλαχόθι δὲ τέτρηται τὸ σῶμα

4

.

358

χάριν τοῦ δύνασθαι τὸ ζῷον ἀκούειν δι’ αὐτῶν, ‖ ἑτέ‐ ρωθι δ’ ἔσχισται τοῦ βλέπειν ἕνεκεν. ἀλλαχόθι δ’ οὐδὲν οὐδαμόθι μάταιον τρῆμά ἐστιν, ὥσπερ οὐδὲ τρι‐ χῶν ἀναγκαία γένεσις ἢ παντελὴς ἀπώλεια, πλὴν καθ’
5ἃ μάλιστ’ ἐχρῆν, ὡς ἐδείξαμεν, ἐν κεφαλῇ μὲν ὀφρύσι
τε καὶ βλεφάροις ἡ γένεσις, ἀπώλεια δ’ ἐν τοῖς ἔνδον τῆς χειρὸς καὶ κάτω τοῦ ποδός. οὐ μὴν οὐδὲ μῦς ἐστί που συμφυὴς τῷ δέρματι μάτην, ἀλλ’ ἐν οἷς ἐστι μο‐ ρίοις, ἕνεκα χρείας ἀναγκαίας, ὡς ἐδείχθη. τίς οὖν445 in vol. 2
10οὕτως ἔμπληκτος ἄλλος γ’ ἢ ὅστις ἐχθρός ἐστι καὶ πολέμιος τοῖς ἔργοις τῆς φύσεως, ὃς οὐκ ἐκ τοῦ δέρ‐ ματος εὐθέως ἁπάντων πρώτου συνῆκε τῆς τέχνης τοῦ δημιουργοῦ; τίς δ’ οὐκ ἂν εὐθὺς ἐνθυμηθείη νοῦν τινα δύναμιν ἔχοντα θαυμαστὴν ἐπιβάντα τῆς γῆς
15ἐκτετετάσθαι κατὰ πάντα τὰ μόρια; πανταχόθι γοῦν ὁρᾶται γιγνόμενα ζῷα θαυμαστὴν ἅπαντα κατασκευὴν ἔχοντα. καίτοι τί ἂν εἴη τῶν τοῦ κόσμου μορίων ἀτι‐ μότερον τῶν περὶ τὴν γῆν; ἀλλ’ ὅμως κἀνταῦθα φαί‐ νεται νοῦς τις ἀφικνούμενος ἐκ τῶν ἄνω σωμάτων, ἃ

4

.

359

καὶ θεασαμένῳ τινὶ ‖ παραχρῆμα θαυμάζειν ἐπέρχεται τὸ κάλλος τῆς οὐσίας, ἡλίου μὲν πρῶτα καὶ μάλιστα, μετ’ αὐτὸν δὲ σελήνης, εἶτα τῶν ἀστέρων, ἐν οἷς εἰκός, ὅσῳπέρ ἐστι καὶ ἡ τοῦ σώματος οὐσία καθαρωτέρα,
5τοσούτῳ καὶ τὸν νοῦν ἐνοικεῖν πολὺ τοῦ κατὰ τὰ γήϊνα σώματα βελτίω τε καὶ ἀκριβέστερον. ὅπου γὰρ ἐν ἰλύϊ καὶ βορβόρῳ καὶ τέλμασι καὶ φυτοῖς καὶ καρ‐ ποῖς σηπομένοις ὅμως ἐγγίγνεται ζῷα θαυμαστὴν ἔχον‐ τα τὴν ἔνδειξιν τοῦ κατασκευάσαντος αὐτὰ νοῦ, τί χρὴ
10νομίζειν ἐπὶ τῶν ἄνω σωμάτων; ἰδεῖν δ’ ἔστι νοῦ φύσιν καὶ κατ’ αὐτοὺς τοὺς ἀνθρώπους ἐννοήσαντα Πλάτωνα καὶ Ἀριστοτέλη καὶ Ἵππαρχον καὶ Ἀρχιμή‐ δην καὶ πολλοὺς ἄλλους τοιούτους. ὁπότ’ οὖν ἐν βορβόρῳ τοσούτῳ—τί γὰρ ἂν ἄλλο τις εἴποι τὸ446 in vol. 2
15συγκείμενον ἐκ σαρκῶν αἵματός τε καὶ φλέγματος καὶ χολῆς ξανθῆς καὶ μελαίνης—ἐπιγίγνεται νοῦς περιτ‐ τός, πόσην τινὰ χρὴ νομίζειν αὐτοῦ τὴν ὑπεροχὴν εἶναι καθ’ ἥλιον ἢ σελήνην ἤ τινα τῶν ἀστέρων; ἐμοὶ

4

.

360

μὲν γὰρ ταῦτα ἐννοοῦντι καὶ δι’ ‖ αὐτοῦ τοῦ περι‐ έχοντος ἡμᾶς ἀέρος οὐκ ὀλίγος τις ἐκτετάσθαι δοκεῖ νοῦς. οὐ γὰρ δὴ τῆς μὲν αὐγῆς τῆς ἡλιακῆς μετα‐ λαμβάνειν πέφυκεν, οὐχὶ δὲ καὶ τῆς δυνάμεως αὐτῆς.
5οἶδ’, ὅτι καὶ σοὶ δόξει ταῦτα πάντα τὴν ἐν τοῖς ζῴοις τέχνην ἀκριβῶς τε καὶ δικαίως ἐπισκεψαμένῳ, πλὴν εἰ, καθάπερ εἶπον, ἀντέπεσέ τις δόξα περὶ τῶν στοι‐ χείων τοῦ παντός, ἣν ἔθου προπετῶς. ὡς, ὅστις γε ἐλευθέρᾳ τῇ γνώμῃ σκοπεῖται τὰ πράγματα, θεασάμε‐
10νος ἐν τοσούτῳ βορβόρῳ σαρκῶν τε καὶ χυμῶν ὅμως ἐνοικοῦντα νοῦν, ἰδὼν δὲ καὶ ζῴου κατασκευὴν ὅτου δή—πάντα γὰρ ἔνδειξιν ἔχει σοφοῦ δημιουργοῦ—, τὴν ὑπεροχὴν ἐννοήσει τοῦ κατὰ τὸν οὐρανὸν νοῦ· καὶ τὸ δοκοῦν αὐτῷ σμικρὸν εἶναι πρότερον, ἡ περὶ
15χρείας μορίων πραγματεία, θεολογίας ἀκριβοῦς ἀληθῶς ἀρχὴ καταστήσεται, πολὺ μείζονός τε καὶ πολὺ τιμιω‐
τέρου πράγματος ὅλης τῆς ἰατρικῆς. οὔκουν ἰατρῷ μόνον ἡ περὶ χρείας μορίων ἐστὶ πραγματεία χρησίμη, πολὺ δὲ447 in vol. 2

4

.

361

μᾶλλον ἰατροῦ φιλοσόφῳ τῆς ὅλης φύσεως ἐπιστή‖μην κτήσασθαι σπεύδοντι, καὶ κατ’ αὐτὴν χρὴ τελεῖσθαι τὴν τελετὴν ἅπαντας [γάρ], ὡς οἶμαι, καὶ κατ’ ἔθνος καὶ κατ’ ἀριθμὸν ἀνθρώπους, ὅσοι τιμῶσι θεούς, οὐδὲν
5ὅμοιον ἔχουσαν Ἐλευσινίοις τε καὶ Σαμοθρᾳκίοις ὀρ‐ γίοις. ἀμυδρὰ μὲν γὰρ ἐκεῖνα πρὸς ἔνδειξιν ὧν σπεύ‐ δει διδάσκειν· ἐναργῆ δὲ τὰ τῆς φύσεώς ἐστι κατὰ πάντα τὰ ζῷα. μὴ γὰρ δὴ κατ’ ἄνθρωπον ὑπολάβῃς μόνον εἶναι τοσαύτην τέχνην, ὅσην ὁ πρόσθεν ἐξηγή‐
10σατο λόγος, ἀλλ’ ὅτιπερ ἂν ἀνατεμεῖν ἐθέλῃς ἕτερον ζῷον, ἴσην ἐνδείξεταί σοι σοφίαν τε ἅμα καὶ τέχνην τοῦ δημιουργοῦ· καὶ ὅσῳ γ’ ἂν ᾖ μικρότερον, τοσούτῳ μεῖζον παρέξει τὸ θαῦμα, καθάπερ ὅσα διαγλύφουσιν ἐν μικραῖς οὐσίαις οἱ δημιουργοί. τοιοῦτοί τινές εἰσι
15καὶ νῦν, ὧν ἔναγχος εἷς τις ἐν δακτυλίῳ Φαέθοντα διέγλυψεν ἐπὶ τεττάρων ἵππων ὀχούμενον, ὧν ἑκάστου καὶ χαλινοὶ καὶ στόματα καὶ οἱ πρόσθιοι τῶν ὀδόντων ἐμοὶ μὲν οὐδ’ ἑωρῶντο τὴν ἀρχὴν ὑπὸ σμικρότητος, εἰ μὴ περιστρέψαιμι τὸ θέαμα πρὸς αὐγὴν λαμπράν·

4

.

362

οὔκουν οὐδ’ ἐνταῦθα πάντα τὰ μόρια, καθάπερ ‖ οὐδ’ ἄλλοις πολλοῖς. εἰ δέ τις ἠδυνήθη τι θεάσασθαί ποτε
σαφῶς αὐτῶν, εἰς ἄκραν εὐρυθμίαν ἥκειν ὡμολογεῖτο· καὶ γὰρ οὖν καὶ οἱ πόδες οἱ ἑκκαίδεκα τῶν τεττάρων448 in vol. 2
5ἵππων μόγις μὲν ὑφ’ ἡμῶν ἠριθμοῦντο, θαυμαστῶς δ’ ἑκάστου διηρθρωμένα τὰ μόρια τοῖς ὁρᾶν αὐτὰ δυναμένοις ἐφαίνετο. καίτοι καὶ τούτων αὐτῶν οὐδὲν ψύλλης σκέλους ἀκριβεστέραν εἶχεν ἐργασίαν, πρὸς τῷ καὶ δι’ ὅλου τοῦ σκέλους τῆς ψύλλης διήκειν τὴν
10τέχνην ζώσης τε αὐτῆς καὶ τρεφομένης καὶ αὐξανο‐ μένης. ἀλλὰ τοσαύτη τις ἔοικεν ἥ τε σοφία καὶ ἡ δύ‐ ναμις εἶναι τῆς δημιουργούσης τὴν ψύλλαν τέχνης, ὥστ’ ἀμογητὶ διαφυλάττειν τε καὶ αὐξάνειν καὶ τρέφειν αὐτήν. ὁπότ’ οὖν περὶ τὰ τυχόντα τῶν ζῴων τοσαύτη
15φαίνεται τέχνη κατὰ τὸ πάρεργον, ὡς ἂν εἰκάσαι τις, γιγνομένη τῷ δημιουργῷ, πηλίκην αὐτοῦ τήν τε σοφίαν χρὴ νομίζειν εἶναι καὶ τὴν δύναμιν ἐν τοῖς ἀξιολόγοις; Ἓν μὲν δὴ τοῦτο μέγιστον κέρδος ἐκ τῆσδε τῆς πραγματείας οὐχ ὡς ἰατροῖς ἡμῖν ἐστιν,
20ἀλλ’ ὅπερ τοῦδε βέλτιον, ὡς δεομένοις ἐπίστασθαί τι

4

.

363

περὶ χρείας ‖ δυνάμεως, ἣν ἔνιοι τῶν φιλοσόφων οὐδ’ εἶναί φασιν ὅλως, μήτι γε δὴ προνοεῖσθαι τῶν ζῴων. ἕτερον δὲ δεύτερον εἰς διάγνωσιν τῶν πεπονθότων μορίων ἐν τῷ βάθει τοῦ σώματος, εἰς ὅπερ καὶ ἡ τῆς
5ἐνεργείας γνῶσίς ἐστιν ὠφέλιμος. ὡς γὰρ ὁ γιγνώ‐ σκων, ὅτι τὸ μὲν βαδίζειν σκελῶν ἐστιν ἔργον, ἡ δὲ τῶν σιτίων πέψις γαστρός, ἐπὶ μὲν τοῦ μὴ δυναμένου
βαδίζειν εὐθὺς οἶδεν, ὅτι τῶν σκελῶν μόριόν τι πέ‐ πονθεν, ἐπὶ δὲ τοῦ μὴ πέττοντος ἢ κακῶς πέττοντος,449 in vol. 2
10ὅτι γαστήρ, οὕτως ὁ γιγνώσκων, ὅτι τὸ λογιζόμενόν ἐστιν ἐν ἐγκεφάλῳ, παραφροσύνας καὶ φρενίτιδας καὶ ληθάργους καὶ μανίας καὶ μελαγχολίας ἐγκεφάλου πάσχοντος ἤτοι κατὰ πρῶτον λόγον ἢ κατὰ συμπά‐ θειαν εἴσεται γίγνεσθαι. καθάπερ οὖν ἐπὶ τῶν ἐνερ‐
15γειῶν, οὕτω κἀπὶ τῶν χρειῶν ἔχει. τὸ γάρ τοι βαδί‐ ζειν ὥσπερ διὰ τὰ νεῦρα καὶ μῦς ἀπόλλυται τοὺς κατὰ τὰ σκέλη πάσχοντας, οὕτω καὶ διά τι τῶν ὀστῶν κατα‐ γνύμενον ἢ τῆς οἰκείας διαρθρώσεως ἐξιστάμενον. εἰ δ’ ὅτι τὸ στηρίζεσθαι τοῖς σκέλεσι γίγνεται δι’ ‖

4

.

364

ὀστῶν, ἠγνοοῦμεν, οὐδ’ ἂν ὅτι πασχόντων αὐτῶν βλά‐ πτεται τὸ ζῷον, ἔγνωμεν. οὕτω μὲν εἰς τὸ διαγνῶναι μόριον πεπονθὸς ἡ τῶν χρειῶν γνῶσις ὑπάρχει χρή‐ σιμος οὐδὲν ἧττον τῆς τῶν ἐνεργειῶν. ὡσαύτως δ’ ἔχει
5καὶ περὶ τῆς εἰς τὸ μέλλον προγνώσεως. ὥσπερ γὰρ εἰς τὸ βαδίζειν ἡ τῶν ἐν τοῖς σκέλεσιν ὀστῶν οὐσία χρήσιμός ἐστιν, οὕτως ὅσα πάθη κατ’ αὐτὰ γίγνεται τῶν ἀνιάτων, ὥσπερ ἐπὶ τῶν μεθ’ ἕλκους ἐξαρθρησάν‐ των, ἐνδείξεται τὴν εἰς τὸν μέλλοντα χρόνον ἀνίατον
10βλάβην τοῦ γε βαδίζειν· ἀλλὰ κἂν χωρὶς ἕλκους ἀνία‐ τον ἐξάρθρημα μείνῃ, καθάπερ ἐπὶ τῶν κατ’ ἰσχίον γίγνεται, πρὸς τῷ χωλείαν τοῦ σκέλους προδηλῶσαι γενησομένην ἐξ ἀνάγκης ἔτι καὶ τὸν τρόπον αὐτῆς ἐνδείξεται τοιοῦτον ἐσόμενον, οἷον Ἱπποκράτης ἔγραψεν
15ἐν τῷ περὶ ἄρθρων βιβλίῳ. τρίτη πρὸς τοῖς εἰρημέ‐ νοις χρεία τῆς πραγματείας ταύτης ἐστὶ πρὸς τοὺς σοφιστάς, ὅσοι τάς τε κρίσεις ἡμῖν οὐ συγχωροῦσιν ὑπὸ τῆς φύσεως γίγνεσθαι τήν τ’ εἰς τὰ ζῷα πρό‐ νοιαν αὐτῆς ἀφαιροῦνται. προβάλλοντες γὰρ οὗτοι450 in vol. 2

4

.

365

πολλάκις ὧν ἀγνοοῦσιν αὐτοὶ μορίων ‖ τὰς χρείας ὥσπερ οὐκ οὔσας, ἀναιρεῖν ἐν τῷδε δοκοῦσιν τὴν τέχνην τῆς φύσεως· ἔπειτα καταγελῶσιν Ἱπποκράτους, ὅσα κριτικῶς ἡ φύσις εἴωθεν ἐργάζεσθαι, ταῦτ’ ἀξι‐
5οῦντος μιμεῖσθαι. διὰ τοῦτ’ οὖν ἀναγκαζόμεθα καὶ ἡμεῖς ἁπάντων ἐπισκοπεῖσθαι τὰς χρείας τῶν μορίων, εἰ καὶ μηδὲν εἰς διάγνωσιν πάθους ἢ πρόγνωσιν τῶν ἐσομένων συντελεῖ. μέγιστα δ’ ἰατρὸς ἐκ τῆς πραγμα‐ τείας τῆσδε καὶ πρὸς τὰς ἰάσεις ὀνήσεται, καθάπερ γε
10κἀκ τῆς περὶ τῶν ἐνεργειῶν. ἐν γὰρ τῷ τέμνειν τέ τινα μόρια καὶ περιτέμνειν ἢ ἐκκόπτειν ἤτοι διεφθαρ‐ μένα πως ἢ διὰ βελῶν ἢ διὰ σκολόπων ἐξαίρεσιν ἐπι‐ στάμενος τῶν μορίων τὴν χρείαν εἴσεται, τίνα μὲν ἀφειδῶς τέμνειν χρή, τίνων δὲ φείδεσθαι.
15 Ταῦτα τοσαῦτα καὶ τηλικαῦτα χρηστὰ τῆς διηνυσμένης ἡμῖν πραγματείας ὁ λόγος οὗτος ὥσπερ ἀγαθός τις ἐπῳδὸς ἐξηγεῖται. λέγω δ’ ἐπῳδὸν οὐ τὸν ἐπῳδαῖς χρώμενον· ἀλλ’ ἴσμεν γάρ, ὡς [ὁ] παρὰ τοῖς

4

.

366

μελικοῖς ‖ ποιηταῖς, οὓς ἔνιοι λυρικοὺς ὀνομάζουσιν, ὥσπερ στροφή τίς ἐστι καὶ ἀντίστροφος, οὕτω καὶ τρίτος ἐπῳδός, ὃν ἱστάμενοι πρὸ τῶν βωμῶν ᾖδον, ὥς φασιν, ὑμνοῦντες τοὺς θεούς. ἐκείνῳ τοίνυν εἰκάσας
5τὸν λόγον τόνδε τὴν προσηγορίαν αὐτοῦ μετήνεγκα.451 in vol. 2