TLG 0057 006 :: GALENUS :: De constitutione artis medicae ad Patrophilum

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De constitutione artis medicae ad Patrophilum

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 1. Leipzig: Knobloch, 1821 (repr. Hildesheim: Olms, 1964): 224–304.

Citation: Volume — page — (line)

1

.

224

(t1)

ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΠΑΤΡΟΦΙΛΟΝ
t2ΠΕΡΙ ΣΥΣΤΑΣΕΩΣ ΙΑΤΡΙΚΗΣ.
1Ἐπεί μοι δοκεῖς, ὦ Πατρόφιλε, θεῖόν τι πεπονθέναι πάθος, ὀρεγόμενος ἅπαντα σὺν ἀποδείξει τε καὶ μεθόδῳ μανθάνειν, ὑπηρετῆσαί σου διέγνωκα τῇ προθυμίᾳ, καὶ γράψαι τῶν λόγων ὧν ἤκουσας, ἢ περὶ ὧν ἠπόρεις, ὑπο‐
5μνήματά σοι. πῶς δ’ οὐκ ἂν ὑπέστην τὸν ἆθλον τοῦτον, ὁρῶν σε καθευρηκότα μὲν ἀρχήν τινα τῆς ἐπ’ ἀλήθειαν ἀγούσης ὁδοῦ, μόνον δ’ οὐ δυνάμενον αὐτῆς ἐφικέσθαι
δι’ ὕψος τε καὶ μῆκος καὶ τραχυτῆτα. τοὺς μὲν γὰρ224

1

.

225

πολλοὺς ὁρῶ, μηδὲ μετὰ παρακλήσεως ἐπ’ αὐτὴν ἰόντας, ἀλλ’ ὀκνοῦντάς τε, καὶ ἀποτρεπομένους, σὲ δ’ ἐκείνων ἔμ‐ παλιν ἔχοντα· ἀποτρεπομένων γὰρ ἁπάντων, ἄχρι γε τοῦ δεῦρο, καὶ πρὸς ἄλλας ὁδοὺς ἐκτρεπόντων, αὐτήν γε κατι‐
5δόντα τὴν ἀλήθειαν, ὡς ἐφ’ ὑψηλοῦ τινος ᾤκισται, καὶ τοῦ κάλλους αὐτῆς ἐραστὴν δριμύτατον γενόμενον, οὔτ’ ὀκνεῖν τὴν ὁδὸν, οὔτ’ ἐπιτρέπειν ἑαυτῷ μόνῳ τὴν πορείαν. ἐν μὲν δὴ τῷ παρόντι, σύστασιν ἰατρικῆς τέχνης ἐπιθυμῶν ἐξευρεῖν ἀληθῆ, μεστὸς ὠδίνων ἦσθα τὴν ψυχήν. ὡς δ’
10ἐγὼ ὑποτοπάζω, μικρὸν ὕστερον ἐμπλησθήσῃ μείζονος ὀρέ‐ ξεως, εἰ θεάσαιο τὸ τῆς ἀληθείας φῶς καταλαμπόμενον, ἑτέραν οὐχ εὑρὼν ὁδὸν καλλίονα τῆς νῦν σοι ζητουμένης. ὁρῶ γάρ σε περὶ τὴν τἀληθοῦς εὕρεσιν ἐνθέως διακείμενον, ἐφ’ ἧς ἂν ὕλης φαντάζοιο. λέγοντος οὖν σου, μυρίοις μὲν
15ὑποβεβληκέναι τὰ ὦτα μαθήσεως ἕνεκα τέχνης ἰατρικῆς, οὔτε δ’, ὅθεν ἄρχεσθαι χρὴ, σὺν ἀποδείξει τε καὶ μεθόδῳ
παρ’ οὐδενὸς ἀκηκοέναι, καὶ πολὺ δὴ μᾶλλον οὐδὲ225

1

.

226

τὴν ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος ὁδὸν οὐδενὶ ἐπιδεικνύντι σοι συγγεγονέναι, δείξειν ὑπεσχόμην ὃ ποθεῖς, εἰ πρότερον ὑπομείναις καὶ ἐπ’ ἄλλων γυμνάσασθαι τεχνῶν τὸν λόγον. σοῦ δὲ, οὐχ ὅπως ἀποστάντος, οὐδ’ ὀκνήσαντος τὴν πρόσ‐
5κλησιν, ἀλλ’ ἥδιον ἂν οὕτω φάντος ἢ ἐκείνως ἐπὶ τὸ προ‐ κείμενον ἐλθεῖν, εἰ μόνον ἐπαγγείλαιμί σοι τὴν αὐτὴν μέ‐ θοδον ἐν ἁπάσαις ἐπιδείξειν ταῖς τέχναις· εἶτ’ ἐμοῦ καὶ τοῦτ’ ἐπαγγειλαμένου, καὶ δεικνύντος ἐπὶ τῆς πρώτης προ‐ βληθείσης θεωρίας, ἑώρων σε γανύμενον ἐπὶ τῇ τῆς θεω‐
10ρίας ἀληθείᾳ. καὶ τοίνυν ἐφεξῆς πολλὰς ὁμοίως διασκεψά‐ μενος, καὶ μάλιστα αὐτῶν τὰς ποιητικὰς, ἐπειδὴ τοῦ γέ‐ νους ἐστὶ τούτου καὶ ἡ περὶ τὴν ὑγίειαν ἔχουσα, τηνικαῦτα μετέβης ἐπ’ αὐτὴν, ἣν ἐξ ἀρχῆς ὥρμησο, καὶ θεασάμενος, ὡς ἐστὶ κᾀνταῦθα μία τε καὶ ἡ αὐτὴ μέθοδος, ἠξίωσας,
15ὑπὲρ τοῦ μηδέποτ’ ἐκρυῆναι τῆς μνήμης τὰ λεχθέντα,
γραφῆναί τινα αὐτῶν ὑπομνήματα. κᾀγὼ χαίρων σου τῇ226

1

.

227

περὶ τὴν ἀλήθειαν σπουδῇ, δύο ταῦτα ξυνέθηκα γράμματα· τὸ μὲν ἕτερον, ἐν ᾧ χρὴ πρότερον γυμνάσασθαι τὸν τεχνω‐ θῆναι βουλόμενον, ἐπιδεικνύον, ὅπερ οἱ παλαιοὶ φιλόσοφοι λέγουσι, τὸ πάσῃ τέχνῃ τὴν σύστασιν ἀπὸ τῆς κατὰ τὸ
5τέλος ἐννοίας γίγνεσθαι· διῃρέθη δὲ διὰ τὸ μέγεθος εἰς δύο βιβλία· τὸ δ’ ἕτερον καὶ δεύτερον, οὗ νῦν ἀρχόμεθα, δεικνύον, ὅπως ἡ αὐτὴ καὶ μία μέθοδος, ὥσπερ τὰς ἄλλας ἁπάσας τέχνας, οὕτω καὶ τὴν ἰατρικὴν συνεστήσατο. καὶ δὴ ἀρκτέον ἤδη μοι τοῦ λόγου.
10 Ἐπειδὴ τῶν τεχνῶν ἔνιαι μὲν ἐν μόνῳ τῷ θεω‐ ρῆσαι τὴν φύσιν, ὧν ἐπισκοποῦνται πραγμάτων, ἔχουσι τὸ τέλος, ὡς ἀριθμητικὴ, καὶ ἀστρονομία, καὶ φυσιολογία· τινὲς δὲ πράττουσι μέν τινας πράξεις, ὡς ὀρχηστική τε καὶ κηρυκτι‐ κὴ, δεῖξαι δ’ οὐδὲν ἔργον ἑαυτῶν ἔχουσι τοῦ πράττειν
15παυσάμεναι· τινὲς δ’ ἔμπαλιν τούτων ἐπιδείκνυνται δημι‐ ουργήματα, καθάπερ οἰκοδομική τε καὶ τεκτονική· τινὲς
δ’ οὐδὲν αὗται δημιουργοῦσι, ἔργον δ’ αὐταῖς ἐστι καὶ σπού‐227

1

.

228

δασμα, θηράσαι τε καὶ κτήσασθαι τῶν ὄντων τι, καθάπερ ἥ τε ἁλιευτικὴ καὶ κυνηγετικὴ, καὶ συλλήβδην εἰπεῖν, ἡ θη‐ ρευτικὴ πᾶσα· πρόκειται δέ σοι συστήσασθαι μεθόδῳ τέ‐ χνην ἰατρικὴν, ἐπίσκεψαι πρῶτον, ἐκ ποίου γένους ἐστὶ τῶν
5τεχνῶν· ἆρά γε τῶν θεωρητικῶν ἐστι μία τις, ἢ τῶν πρακτι‐ κῶν, ἢ ποιητική τις, ἢ κτητική. τοῦτο δὲ οὐ χαλεπὴν οὔτε τὴν ζήτησιν οὔτε τὴν εὕρεσιν ἔχει. διὸ γὰρ ὅλως ἐπεθύμησας κτήσασθαι τέχνην τοιαύτην, ἀναμνησθῆναί σε χρή. πρῶτον οὖν σε πάντων αὐτὸ τοῦτο ἠρόμην, ἡνίκα ἡμῖν ἡ ἀρχὴ τοῦ
10τοιούτου ἐγίγνετο γυμνάσματος, ἀπεκρίνω δέ μοι, βούλεσθαι τοὺς παρὰ φύσιν ἔχοντας ἀνθρώπους τὸ σῶμα, μάλιστα μὲν, εἰ οἷόν τε, πάνυ εἰς τὴν φύσιν ἐπαναγαγεῖν, εἰ δ’ ἄρα τοῦτ’ ἀδύνατον, ἀλλὰ τοῦ γε διαγινώσκειν ἑκάτε‐ ρον, ὅσοι τε ἰάσιμοι, καὶ ὅσοι μὴ, κτήσασθαί τινα γνῶσιν.
15ἐπεὶ δὲ ταύτην ἀρχὴν ἔδωκας τῷ λόγῳ, τῶν ποιητικῶν
ἔφην σε τεχνῶν ἀποφαίνειν, ἣν συστήσασθαι ποθεῖς, εἴ γε228

1

.

229

δὴ δεικνύειν ἔχεις τῆς τέχνης τοὖργον, ἤδη τοῦ πράττειν πεπαυμένος. εἰσὶ δὲ δήπου καὶ ἄλλαι πολλαὶ τέχναι ποιη‐ τικαὶ, χαλκευτικὴ, σκυτοτομικὴ, ναυπηγικὴ, τεκτο‐ νικὴ, πλαστικὴ, γραφικὴ, καὶ σχεδὸν ὅσος οὐκ ἄλλος
5ἀριθμὸς ἑτέρου γένους, αἱ ποιητικαὶ τέχναι παρὰ τοῖς ἀν‐ θρώποις εἰσίν. ἣν οὖν ἐπὶ τῶν τοιούτων τεχνῶν ἔμαθες ἐν τῷ πρὸ τούτου γράμματι, ταύτην ἤδη σοι μεταφέρειν και‐ ρὸς, ἐφ’ ἣν συστήσασθαι σπεύδεις, ἀρχὴν κᾀνταῦθα τῷ λόγῳ τὴν αὐτὴν τιθέμενος, ἣν ἐπ’ ἐκείνων ἁπασῶν ἐτίθεσο,
10τὴν ἔννοιαν τοῦ τέλους, ἣν ὁπόθεν ἐκτησάμεθα, λέγειν ἤδη καιρός. πρώτη μὲν ἡμῖν ἐγένετο γνῶσις ἡμῶν τε αὐτῶν ὑγιαινόντων, καὶ τῶν ἄλλων ἀνθρώπων. δευτέρα δ’ ἐπὶ ταύτῃ νοσησάντων, ὅθεν περ καὶ ἡ ἐπιθυμία τοῦ θ’ ὑγι‐ αίνειν εἰσῆλθεν ἡμῖν, καὶ τοῦ συστήσασθαί τινα τέχνην
15ὑγιαστικήν. ἀλλ’ ἐπεί περ ὑγείαν ἐργάζεσθαι βουλό‐ μεθα τοῦ γένους, ἄν τις εἴη μία τῶν ποιητικῶν τε‐ χνῶν, ἣν συστήσασθαι ποθοῦμεν. οὐσῶν δὲ διφυῶν, ὡς
ἐδείχθη, τῶν ποιητικῶν, ἐκ τῶν ἐπανορθουμένων ἂν εἴη τὸ229

1

.

230

ἤδη γεγονὸς, ἣν ζητοῦμεν, οὐκ ἐκ τῶν δημιουργουσῶν ὃ μήπω πρόσθεν ἦν. ἔνιαι μὲν γὰρ τῶν τεχνῶν αὐτὰ τὰ πράγματα δημιουργοῦσιν, ὥσπερ αἱ κατὰ τὴν ὑφαντικὴν καὶ σκυτοτομίαν· ἔνιαι δὲ ἐπανορθοῦνται τὰ πονήσαντα, καθά‐
5περ αἵ τε τὰ διεῤῥωγότα τῶν ἱματίων, καὶ τὰ διεσπασμένα τῶν ὑποδημάτων συῤῥάπτουσαι. Ἐδείχθη δὲ κᾀπὶ τῆς οἰκοδομικῆς οὕτως ἔχειν. ἔστι γὰρ οὖν δὴ καὶ ταύτῃ ἔργα διττὰ, γένεσίς τε τῆς οὐκ οὔσης οἰκίας, ἐπανόρθωσίς τε τῆς πεπονθυίας. ἐδείχθη
10μὲν γὰρ πρὸς ἀμφοτέρας τὰς ἐνεργείας ἀναγκαῖον ὂν τῷ δημιουργικῷ γιγνώσκειν ἅπαντα τῆς οἰκίας τὰ μόρια, τίνα τε κατὰ τὴν οὐσίαν ἐστὶ, καὶ ὁποῖα κατὰ τὴν διά‐ πλασιν, καὶ πηλίκα τε κατὰ τὸ μέγεθος, ὁπόσα τε τὸν ἀριθμὸν, καὶ ὅπως ἀλλήλοις συγκείμενα. καὶ τοίνυν τῷ
15συνισταμένῳ τὴν περὶ τὸ σῶμα τέχνην, ἣν ἐν τῷ παρόντι συγχωρείτωσαν ἡμῖν οἱ περὶ ὀνόματα ἐρίζοντες ὀνομάζειν ἰατρικὴν, ἀναγκαῖον ἔσται γιγνώσκειν ἕκαστον τῶν ἁπλῶν
μορίων, ὁποῖόν τι κατὰ τὴν οὐσίαν ἐστὶ καὶ τὴν διά‐230

1

.

231

πλασιν, πηλίκον τε τὸ μέγεθος, ἔτι τε τὸν ἀριθμὸν αὐτῶν ἅπαντα, καὶ τὴν πρὸς ἄλληλα σύνθεσιν. ὥσπερ οὖν ὁ τὴν ἤδη γεγενημένην οἰκίαν, ὁποία τίς ἐστιν, ἀκριβῶς γνῶναι βουλόμενος ἐξ ἀναλύσεως καὶ διαλύσεως ἐπὶ τὴν διάγνωσιν
5αὐτῆς ἐπεγένετο, κατὰ τὸν αὐτὸν τρόπον ἡμεῖς ἐξ ἀνατομῆς ἀνθρώπου σῶμα γνωσόμεθα. θεὸς μὲν γὰρ καὶ φύσις, ὡς ὁ πρῶτον οἰκίαν ἐργασάμενος, οὕτω προγιγνώσκουσι τὰ μέρη, τῆς χρείας αὐτοῖς τὸ παράδειγμα γεννώσης· ἡμεῖς δὲ, ὡς ὁ τὴν ἤδη γεγενημένην οἰκίαν ἱστορῶν. καίτοι καὶ ἡμεῖς εἰ μὴ,
10καθὼς οἷόν τε, παραπλησίαν θεῷ ποιησαίμεθα τὴν γνῶσιν, ἀδύνατον ἡμῖν ἔσται διαγνῶναι, πότερον ἅπαντα διὰ χρείαν τινὰ γέγονεν, ἢ μάτην ἔνια. καὶ γὰρ ταῦτα ἄμφω δυνατόν ἐστιν ἐπινοεῖν, καὶ πρὸς τούτοις ἔτι πρὸς κακοῦ τινα γεγονέναι. καὶ μέντοι καὶ ἡ γνῶσις ἡ τῶν ἄριστα
15κατεσκευασμένων σωμάτων ἐντεῦθεν παραγίνεται. ἀλλὰ περὶ μὲν τούτων αὖθις. ἐξ ἀνατομῆς δὲ τὰ ὁμοιομερῆ προσαγο‐ ρευόμενα σώματα μαθόντες, ὁποῖόν τε τὴν διάπλασιν ἕκα‐
στον αὐτῶν ἐστιν, πηλίκον τε τὸ μέγεθος, ὅσα τε τὰ σύμ‐231

1

.

232

παντα, καὶ ὅπως συγκείμενα, τῶν συνθέτων μορίων ἐπιστή‐ μην ἔχομεν, ἃ δὴ καὶ προσαγορεύομεν ὀργανικά· τοιοῦτό ἐστι σκέλος, τοιοῦτον χεὶρ, τοιοῦτον δάκτυλος, ὀφθαλμὸς, γλῶττα, πνεύμων, ἧπαρ, ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ τοίνυν
5καὶ τὰς ἐνεργείας διττὰς εὑρεῖν ἐστὶ τῶν μορίων, ἑτέρας μὲν τῶν ἁπλῶν τε καὶ ὁμοιομερῶν, ἑτέρας δὲ τῶν συνθέ‐ των τε καὶ ὀργανικῶν. ἔνεστι γοῦν καὶ τὸ σκέλος ὅλον ἰδεῖν κινούμενον· ἔνεστι δὲ καὶ τῶν ἐν αὐτῷ μυῶν ἕκαστον. καὶ καθ’ ἕκαστόν τε τῶν μυῶν ἐγκάρσιον ὅλως διακοπέντος, κί‐
10νησίν τινα διαφθειρομένην τοῦ σκέλους. ἔνεστι δ’ ἱστο‐ ροῦντα τὰ κατὰ τὸ σῶμα, καὶ ὅτι τὸ καθῆκον εἰς τὸν μῦν νεῦρον ἐπειδὰν τρωθῇ, πρῶτος μὲν αὐτὸς ὁ μῦς ἀναίσθη‐ τός τε καὶ ἀκίνητος γίνεται, σὺν αὐτῷ δὲ καὶ τὸ κινούμε‐ νον ἄρθρον. ὅθεν, οἶμαι, καὶ ἀναγκαῖόν ἐστι συνισταμένοις
15ἡμῖν τὴν τέχνην, οὐ μόνον γνῶναι τὰ μόρια καὶ τὴν σύν‐ θεσιν, ἀλλὰ καὶ τὰς ἐνεργείας αὐτῶν, καὶ ταύτῃ διοίσομεν
οἰκοδομησάντων. ἐκεῖνοι μὲν γὰρ τὰ μόρια μόνα καὶ τὴν232

1

.

233

σύνθεσιν ἴσασιν, οὐδὲν γὰρ αὐτῶν ἐνεργεῖ, διότι μηδὲ ζῶόν ἐστιν ἡ οἰκία· ἡμῖν δὲ καὶ τὰς ἐνεργείας ζητητέον ἐστί. ἀρχὴ δὲ κᾀνταῦθα διττὴ ζητήσεως, ἤτοι τῆς ἐνεργείας γνῶ‐ σις, καὶ τοῦ μορίου. τῆς ἐνεργείας μὲν, οἷον τοῦ λογίζεσθαι
5τοῦ μεμνῆσθαι, τοῦ προαιρεῖσθαι. τοῦ μορίου δὲ, οἷον ἐγκεφάλου, καὶ νωτιαίου, καὶ καρδίας. πασῶν οὖν ὧν ἴσμεν ἐνεργειῶν ζητήσωμεν τὰ μόρια, τῶν τε μορίων ἁπάντων τὰς ἐνεργείας. ἡ ζήτησις δὲ πάντως ἡμῖν κᾀνταῦθα διά τινος ἔσται μεθόδου, περὶ ἧς αὖθις σκεψόμεθα.
10 Νυνὶ δ’, ὅτι διττὴ μὲν ἡ τῶν μορίων ἐστὶ φύσις, διττὴ δὲ καὶ ἡ τῶν ἐνεργειῶν, ἤδη λέλεκται, καὶ αὖθις ἀκρι‐ βέστερον λεγέσθω. τοῦ σύμπαντος σκέλους ἐνέργεια βάδισίς ἐστι. γίνεται δὲ, τῶν ἐν αὐτῇ διαρθρώσεων ἐναλλὰξ ἀλλήλων ἐκτεινομένων τε καὶ συγκαμπτομένων, οἷον αὐτίκα κατὰ γόνυ
15τῶν μὲν ἔμπροσθεν μυῶν ὑπερβαινόντων τὴν ἐπιγονατίδα, καὶ διὰ τενόντων εἰς τὸ τῆς κνήμης ὀστοῦν ἐμφυομένων,
ἐπειδὰν ἐκεῖ ἐπισπάσωνται τὴν κνήμην, ἡ ἔκτασις γίνεται233

1

.

234

τοῦ σκέλους· τῶν δ’ ἐντὸς ὁμοίως ἐνεργησάντων ἡ κάμψις. οὕτω καὶ κατ’ ἰσχίον καὶ πόδα καμπτομένης ἢ ἐκτει‐ νομένης τῆς διαρθρώσεως, αἱ κινήσεις γίνονται. φαίνε‐ ται μὲν οὖν ὁ μῦς ἐναργῶς, ὅταν τοῦ περικειμένου δέρμα‐
5τος γυμνωθῇ, συναγόμενός τε καὶ ἀνασπώμενος, ὡς ἐπὶ τὴν ἑαυτοῦ κεφαλήν. οὐ μὴν τὸ καθῆκον εἰς αὐτὸν νεῦρον αἰσθητήν τινα κίνησιν κινούμενον φαίνεται, ἀλλ’ ἔοικεν ὁδὸς εἶναι τοῦτο τῆς ἐξ ἐγκεφάλου κατιούσης δυνάμεως. αὐτὸς δ’ ὁ ἐγκέφαλος ὅτι μὲν ἀρχὴ τοῖς νεύροις ἅπασι τῆς τοιαύ‐
10της δυνάμεώς ἐστιν, ἐναργῶς ἐμάθομεν ἐκ τοῦ διαιρεθέντος ὁτουοῦν νεύρου, ἐν μὲν τοῖς ἄνω μέρεσιν, ὃ συνεχές ἐστιν ἐγκεφάλῳ, διασώζειν τὰς ἐνεργείας, ἀπολλύναι δ’ ἐν τοῖς κάτω. πότερον δ’, ὥσπερ αὐτὸς τοῖς νεύροις, οὕτω ἐκείνῳ πάλιν ἕτερόν τι μόριον ἐπιπέμπει τὰς δυνάμεις, ἢ
15πηγή τις αὐτῶν ἐστιν, ἔτ’ ἄδηλον· ἡ γὰρ τοιαύτη σκέψις ὑπὲρ ἡγεμονικῆς ψυχῆς ἐστιν. ἀλλ’ ἐπανίωμεν, ὅθεν ὁ λόγος ἀπετράπετο. βάδισις μὲν ἡ ἐνέργεια τοῦ σκέλους παντός.
ἐξηγεῖται δ’ αὐτῆς τῶν ἐν τοῖς σκέλεσι μορίων τὸ μυῶδες234

1

.

235

γένος. ὀστᾶ δὲ, καὶ χόνδροι, καὶ πιμελὴ, καὶ ἀδὴν, καὶ ἀρτηρία, καὶ δέρμα, καὶ φλέβες, ὑμένες τε καὶ σύνδεσμοι, τὴν ἀρχὴν τῆς κινήσεως ἔχουσιν ἐκ τῶν μυῶν. πρῶτα μὲν γὰρ ὑπ’ αὐτῶν κινεῖται τὰ ὀστᾶ, τὰ δ’ ἄλλα πάντα τῷ
5παρακεῖσθαι τοῖς ὀστοῖς ἐν κύκλῳ, σὺν ἐκείνοις κινεῖται. ἡ μὲν οὖν τοῦ ποδὸς κίνησις ἐνέργεια τοῦ μυὸς ἐστίν· ἡ δὲ ὅλου τοῦ σκέλους οὐκ ἔστιν ἁπάντων ἐνέργεια τῶν μορίων αὐτοῦ. καὶ διὰ τοῦτο διττὸν ἔφαμεν εἶναι τῶν ἐνεργειῶν τὸ γένος· ἓν μὲν τὸ πρῶτον καὶ κυριώτατον, ἑκάστου τῶν
10ἁπλῶν μορίων ἐνεργοῦντος, ἕτερον δὲ κατὰ συμβεβηκὸς, ἢ δευτέρως, ἢ οὐ πρώτως, ἢ ὅπως ἄν τις τῶν ὅλων ὀργάνων ὀνομάζειν ἐθέλῃ. Ἐπεὶ δὲ τοῦτο ἡμῖν διώρισται, μετὰ τοῦτο ζητητέον ἐστὶν, ἐκ τίνων μὲν ἡ τῶν ὀργανικῶν μορίων, ἐκ τίνων
15δὲ ἡ τῶν ἁπλῶν ἐνέργεια συμπληροῦται. καὶ πρῶτόν γε ἀπὸ τῶν ὀργανικῶν ἀρκτέον, ἐπειδὴ σκέλους ἐμνημονεύσαμεν. εἰ μὴ τοίνυν ᾖ τὰ ὀστᾶ τηλικαῦτά τε καὶ τοσαῦτα, καὶ ὡδί πως
διαπεπλασμένα, καὶ ὡδί πως συνταττόμενα, τῶν μυῶν ἡ κί‐235

1

.

236

νησις οὐδὲν ἀνύσει. χρὴ γὰρ ἐν ταῖς διαρθρώσεσι τὸ μὲν ὑποδέχεσθαι τῶν ὀστῶν, τὸ δὲ ἐμβαίνειν, τοὺς συνδέ‐ σμους δ’ ἔξωθεν ἐν κύκλῳ περιβεβλῆσθαι, σφίγγοντας αὐ‐ τῶν τὴν σύνταξιν, ὅπως μὴ παραλλάττῃ· οὐ μὴν οὕτως
5συντόνους τε καὶ σκληροὺς, ὡς ἀντιπράττειν ταῖς κινήσεσι, οὐ μὴν οὐδ’ οὕτω χαλαροὺς, ὡς παραλλάττειν ἐπιτρέπειν τὰ διαρθρούμενα. φαίνονται τοίνυν καὶ οἱ σύνδεσμοι δεόμενοι μεγέθους τέ τινος, καὶ διαπλάσεως, καὶ ἀριθμοῦ, καὶ συν‐ θέσεως. ἐάν τε γὰρ ἐλάττους ἢ μείζους γίνωνται, ἐάν τε
10πλείους ἢ ὀλιγώτεροι τοῦ δέοντος, ἄν τ’ ἐν ἑτέρῳ σχήματι, καὶ καθ’ ἕτερον ἐμφυόμενοι χωρίον, οὐκ ἔτ’ ἄμεμπτος ἡ τῆς διαρθρώσεως γίνεται κίνησις. ὥσπερ οὖν ἐπὶ συνδέσμων τε καὶ ὀστῶν καὶ μυῶν εἴρηται νῦν, οὕτως ἐπὶ πάντων προσήκει διασκέψασθαι, τῆς ἐνεργείας τε πέρι καὶ τῆς
15χρείας. εἰ μὲν γὰρ εὑρίσκοντο μόριον μηδὲν ἀργὸν ἐνεργείας ἢ χρείας, ἀλλὰ κατὰ τὴν οὐσίαν τὴν ἑαυτοῦ καὶ τὸ μέγε‐
θος, ἔτι τε τὴν διάπλασίν τε καὶ τὴν σύνταξιν ἄριστα κα‐236

1

.

237

τεσκευασμένον, οἷόν περ ἐστὶ, φυλακτέον αὐτό· διημαρτη‐ μένον δὲ κατά τι, πρὸς τὸ βέλτιον ἀκτέον. ὅπερ οὐχ οἷόν τε ποιῆσαι, πρὶν τὴν ἐνέργειαν καὶ τὴν χρείαν καὶ τὴν κατασκευὴν ἑκάστου γνῶναι τῶν μορίων. ζητητέον οὖν αὐτὰ,
5καὶ οὐκ ἀποκνητέον, εἰ μέλλοιμεν ἕξειν ἐπιστήμην ὑγιεινοῦ καὶ νοσεροῦ σώματος. Ἐπειδὴ δὲ κατὰ τοῦτο γέγονεν ὁ λόγος, ἀναμνησθῆναι χρὴ τῆς μεθόδου τὴν δύναμιν. οὔτε γὰρ οἰκίας, οὔτε νεὼς, οὔτε σκίμποδος, οὔτε ἄλλου τῶν ἁπάντων οὐδε‐
10νὸς, ἑτέρως ἄν τις ἐξετάσειε τὴν κατασκευὴν, εἴτ’ ἄμεμπτός ἐστιν, εἴτε μεμπτὴ, χωρὶς τοῦ τὰ συνθετικὰ διασκέψασθαι μόρια, πόσα τε τὸν ἀριθμόν ἐστι, καὶ πηλίκον ἕκαστον, ὅπως τε διαπέπλεκται, καὶ ὅπως κεῖται· ἀλλ’ ἐν τούτοις ἐστιν ἥ τ’ ἀρετὴ καὶ ἡ κακία τῶν συνθέτων ἁπάντων σω‐
15μάτων. ἐν αὐτοῖς δὲ τούτοις ἐδείκνυτο καὶ τὰ πάθη τῆς οἰκίας εἶναι, καὶ τῆς νεὼς, ἤτοι μεγέθει, καὶ διαπλάσει, καὶ ἀριθμῷ, καὶ θέσει τῶν μορίων, εἴπερ γε καὶ ἡ ἀρετὴ
καὶ ἡ κακία. σκίμποδος δὲ οὐκ ἐν τούτοις· ἱματίων δὲ ἄρα237

1

.

238

ἐν ἄλλοις τισίν· ὑποδήματος δὲ οὐκ ἐν τοῖς αὐτοῖς. ἐν ἅπασιν οὖν τοῖς ὀργανικοῖς σώμασιν, οἷς οὐσία κατὰ σύν‐ θεσιν, ἐν τέτταρσι γένεσι ἡ ἀρετὴ, καὶ ἡ κακία, καὶ τὸ πάθος ἐστίν. εἰ δὲ καὶ κατὰ φύσιν ἕνωσιν λαμβάνοι τὰ
5μόρια, πέμπτον τι γένος τοῦθ’ ὑπάρξει τοῖς τοιούτοις σώ‐ μασιν, ὥστε τὸν μὲν ἄριστον ἀρίστας ἔχειν τὰς ἐνεργείας, τὸν δὲ μοχθηρότατον χειρίστας. εἰ δὲ καὶ λυθείη τις σύμ‐ φυσις, οὐ μεμπτὴ μόνον ἡ τοιαύτη διάθεσις, ἀλλ’ ἤδη καὶ νόσημά ἐστι. καλείσθω δ’ ἕνεκα σαφοῦς διδασκαλίας τὸ
10τοιοῦτον γένος ἑνώσεως λύσις, οὐδὲν διαφέρον, εἰ καὶ συνε‐ χείας τις εἴποι λύσιν. ἀλλ’ ὅτι γε καὶ τοῖς ὁμοιομερέσιν ἐγγίγνεται τὸ πάθος τοῦτο, γιγνώσκεσθαι χρή. καὶ γὰρ ὀστοῦ, καὶ νεύρου, καὶ φλεβὸς, καὶ ἀρτηρίας, καὶ σαρκὸς ἐν τῷ νύττεσθαί τε καὶ διαβιβρώσκεσθαι, καὶ τέμνεσθαι,
15καὶ διασπᾶσθαι, καὶ ῥήγνυσθαι, διαφθείρεται τὸ συνεχές. ἀλλ’ ἐν μὲν ὀστῷ κάταγμα καλεῖται τὸ πάθος· ῥῆγμα δὲ
ἐν τοῖς σαρκώδεσι μορίοις τῶν μυῶν ἐκ διατάσεως γιγνόμενον.238

1

.

239

αἱ δ’ ἶνες ὅταν ὁμοίως ταθεῖσαι ῥαγῶσι, σπάσμα καλεῖται τὸ πάθος. ὡσαύτως δὲ τῷ ῥήγματι τὸ τραῦμα συνεχείας ἐστὶν ἐν σαρκὶ λύσις, οὐκ ἐκ διατάσεως, ἀλλ’ ἐντομῆς. εἰ δ’ ὀξὺ καὶ λεπτὸν εἴη τὸ τιτρῶσκον, ὀνομάζεται νύγμα καὶ νύξις· εἰ δὲ
5βαρὺ, θλάσμα καὶ θλάσις. τῶν δ’ ἐξ ἀναβρώσεως, ὅσα μὲν ἐν ὀστῷ γίγνεται, τερηδών· ὅσα δὲ ἐν τοῖς ἄλλοις, ἕλκος. ἀλλ’ ὀνομάζειν μὲν ἐξέστω καὶ ἄλλως. αἱ διαφοραὶ δὲ αἱ σύμπα‐ σαι τοιαῦταί εἰσι καὶ τοσαῦται τοῦ πέμπτου γένους τῶν νοσημάτων, ὅταν ἐν τοῖς πρώτοις συνίστηται μέρεσιν. ἐν
10ὀργανικοῖς δὲ, ὡς εἴρηται, κατὰ τὰς τῶν ἑτερογενῶν γίγνε‐ ται συμφύσεις, καὶ καλεῖται πάντα ἀποσπάσματα. διαιρε‐ θέντος μέντοι τινὸς ὅλου τῶν ὁμοιομερῶν, εἴη μὲν ἂν καὶ αὐτοῦ τοῦ διηρημένου τὸ πάθος, εἴη δ’ ἂν καὶ τοῦ σύμ‐ παντος ὀργάνου, ποτὲ μὲν κατὰ συμβεβηκὸς, ὡς ἐπειδὰν
15ἤτοι μῦς, ἤ τι τοιοῦτον ἕτερον πάθῃ, ποτὲ δὲ καὶ πρῶ‐ τον, ἐπειδὰν σύνδεσμος. ὥσπερ οὖν ἐφ’ ἑνὸς γένους νοσή‐
ματος, ἐν ᾧ τὸ συνεχὲς τῶν μορίων βλάπτεται, τὰς διαφο‐239

1

.

240

ρὰς ἐγὼ νῦν ἐπῆλθον, οὕτω καὶ σὺ πειράθητι τῶν ἄλλων τεττάρων γενῶν, ὡσαύτως διελθεῖν. ἀναμιμνήσκειν γὰρ αὐ‐ τῶν ἐν τῷδε τῷ λόγῳ περιττὸν ἐδόκει μοι, γεγραμμένων γε ἁπάντων ἀκριβῶς ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς.
5 Πάλιν οὖν ἀναμνήσομαι ἡμᾶς αὐτοὺς, ὡς κᾀν τοῖς ἄλλοις ἅπασιν, ὧν ἐν συνθέσει τὸ τῆς οὐσίας εἶδός ἐστιν, ἐδείχθη τὰ σύμπαντα γένη τέτταρα, τῆς ὅλης οὐσίας αὐτῶν αἴτια, καὶ προσέτι τοῦ κατωρθωμένου τε καὶ διη‐ μαρτημένου σχήματος ἐν αὐτοῖς· ἔπειτα δ’, ὅτι καὶ αὐτῶν
10τῶν ἁπλῶν ἑκάστου μορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι τὴν φύσιν, εἰ καὶ τὴν τούτων τις ἀρετήν τε καὶ κακίαν ἱκανός ἐστι γνωρίζειν, ἐπανορθοῦσθαί τε τὰ παθήματα. πεπονθυίας γοῦν ἐν οἰκίᾳ κεραμίδος ἢ πλίνθου τινὸς, ὠμῆς ἢ ὀπτῆς, ἐπί‐ στασθαι χρὴ τὸν τεχνίτην, ὅπως τε δημιουργήσει τοιαύτην ἑτέ‐
15ραν, ὅπως τε τὴν μὲν πεπονθυῖαν ἐξαιρήσῃ, καταθήσεται δ’ εἰς τὸν ἐκείνης τόπον ἑτέραν ἀπαθῆ. τῷ μέντοι γε τὴν περὶ
τὸ σῶμα τἀνθρώπου τέχνην συνισταμένῳ πρὸς τοῖς ἄλλοις240

1

.

241

καὶ ἀναγκαῖον τοῦτο ἔσται, γιγνώσκειν, εἴτε δυνατόν ἐστιν ἀντιτιθέναι τι μόριον, εἴτε ἀδύνατον ἀντ’ ἄλλου τίθεσθαι. σάρκα μὲν ἐκκόψας πεπονθυῖαν, ἑτέραν ἐργάσασθαι δύ‐ νασαι. νεῦρον δὲ ἢ σύνδεσμον κόψας, ἕτερον ἀποτελέσαι
5τοιοῦτο οὐ δυνήσῃ. τῇ μὲν γὰρ ἐξ αἵματος ἡ γένεσις, τοῖς δὲ ἐκ σπέρματος. ἔστι δὲ καὶ ὀστοῦν ἕν τι τῶν ἐν τῇ πρώτῃ διαπλάσει συνισταμένων, ἀλλ’ εἰς τὴν χώραν αὐτοῦ καταθεῖναί τι δυνάμεθα παραπλήσιον ὀστῷ. καὶ ταῦτα ἐγὼ μὲν νῦν ἀπεφηνάμην ἐκ προχείρου λαβὼν ἕνεκα παραδείγμα‐
10τος. ὁ δὲ λόγος αὐτόν γε κελεύει ζητῆσαι τὸν συνιστάμε‐ νον τὴν τέχνην, καὶ ἤδη γε τὰς ἀρχὰς τῆς εὑρέσεως ὑπε‐ γραψάμην, ἐπὶ τὴν πρώτην τοῦ ζώου γένεσιν ἀναπέμψας, καὶ συμβουλεύσας ζητῆσαι, τίνα μὲν ἐκ σπέρματος ἐγένετο, τίνα δ’ ἐκ τροφῆς ἀεὶ γίγνεται. ἔτι δὲ δὴ μᾶλλον ἡ μέθο‐
15δος ἀναγκάζει τε καὶ κελεύει ζητεῖν ἡμᾶς. εἴθ’ ἕν ἐστιν ἕκαστον τῶν ὁμοιομερῶν τε καὶ ἁπλῶν φαινομένων μορίων,
εἴτ’ ἐκ πλειόνων σύγκειται, καὶ τίς ὁ τρόπος αὐτοῖς ἐστι241

1

.

242

τῇ συνθέσει. εὔδηλον γὰρ, ὡς καὶ ταῦτα τοῖς ὀργανικοῖς ὀνομαζομένοις ἀνάλογα, ἔν τε τῇ ποσότητι καὶ διαπλάσει καὶ μεγέθει καὶ θέσει τῶν συνιστάντων αὐτὰ, τήν τ’ ἀρετὴν ἕξει καὶ τὴν κακίαν, εἴπερ ἀνάλογος ὁ τρόπος αὐτῶν ἐστι τῆς
5γενέσεως. εἰ δ’ οὐχ οὕτως, ἀλλ’, ὡς ἡ τετραφάρμακος ὀνομα‐ ζομένη, δι’ ὅλων κερασθέντων ἁπάντων ἐγένετο, καθ’ ἕτε‐ ρον τρόπον ἐξευρήσεις αὐτῶν τὴν ἀρετήν τε καὶ κακίαν, καὶ τὴν νόσον. ὥσπερ, οἶμαι, εἰ μὴ κερασθέντων, ἀλλ’ ἐκ παραθέσεως ἀκριβοῦς ἡ ἕνωσις αὐτῶν ἐστιν, ὁμοίως τῷ κε‐
10φαλικῷ τῷ καλουμένῳ φαρμάκῳ ξηρῷ, καὶ οὕτως ἐξεύροις τὴν ἀρετήν τε καὶ κακίαν, καὶ νόσους οἰκείας τῇ γενέσει τοῦ πράγματος. εἰ δὲ μήτε ἐκ πολλῶν διαφερόντων κατ’ εἶδος, ἀλλ’ ὁμοειδῶν ἁπάντων σύγκειται, καθάπερ εἰ οὕτως ἔτυχεν οἰκία τις ἐξ ὀπτῆς πλίνθου μόνης, ἢ λίθων, ἐν τῇ
15συνθέσει μόνῃ δηλονότι ἐξευρήσεις τῶν ὁμοιομερῶν τὴν ἀρε‐ τήν τε καὶ κακίαν, καὶ νόσους οἰκείας τῇ γενέσει τοῦ
πράγματος. ὅτι μὲν δὴ τῶν εἰρημένων ἕν τι τοῖς ὁμοιομε‐242

1

.

243

ρέσιν ὑπάρχει σώμασιν, ὁ λόγος ἡμῖν ὑφηγεῖται. τί δ’ ἐξ αὐτῶν ἐστιν ἀληθὲς, ἀκριβοῦς δεῖται σκέψεως. ὁρῶμέν γέ τοι καὶ τοὺς φιλοσόφους, ἐπὶ τὴν τοιαύτην μὲν ἀφικο‐ μένους ζήτησιν, ὥσπερ καὶ τῶν ἰατρῶν ἐνίους, ἐπι‐
5πλέον ἀλλήλων διενεχθέντας. διό μοι καὶ δοκοῦσιν οἱ πλεῖ‐ στοι τῶν ἰατρῶν ἀποστῆναι τῆς τοιαύτης ζητήσεως, ἀπο‐ γνόντες εὑρήσειν τὸ ζητούμενον. ἔνιοι δ’ οὐ μόνον ὡς ἀδυνάτου τῆς εὑρέσεως ἀπέστησαν, ἀλλὰ καὶ ὡς ἀχρήστου. ὅτι μὲν οὐκ ἄχρηστος, εἰ μέλλοι τις οὐ διὰ πείρας τινος,
10ἀλλὰ μεθόδῳ συστήσασθαι τὴν τέχνην, ἤδη μοι δοκεῖ πρό‐ δηλον ὑπάρχειν· ὅτι δὲ οὐδ’ ἀδύνατος, ἐφεξῆς σκοπῶμεν, ὀλίγον τι πρότερον ἡμῖν διαλεχθέντες. εἰ γάρ τί μοι πι‐ στεύεις, ὥσπερ οὖν πιστεύεις, ὁρῶν με οὐδὲν πρὸς δόξαν ἀνθρώπων, ἀλλὰ καὶ πρὸς ἀλήθειαν ἅπαντα πράττοντα,
15μὴ καταπληττέτω σε τὸ πλῆθος τῶν διαφωνησάντων ἰατρῶν τε καὶ φιλοσόφων. εἰ μὲν γὰρ ἐξ ὧν χρὴ γνῶναι τἀλη‐
θὲς, ἅπασιν ὑπῆρξεν, εἶτ’ οὐχ εὗρον, εὔλογον ἦν ἀπογνῶναι243

1

.

244

τῆς εὑρέσεως. εἰ δὲ τινὰ μὲν οὐδ’ ὅλως ἔσχον, ὥσπερ οὖν ὁμολογοῦσι καὶ αὐτοὶ, τινὰ δ’ ἄδηλον εἰ ἔσχον, ἡμεῖς δὲ σύνισμεν αὑτοῖς ἔχουσιν ἅπαντα, θαῤῥούντως χρὴ προσιέναι τῇ ζητήσει. τίνα τοίνυν ἐστὶν, ἃ χρὴ συνελθεῖν, ἵνα ζητῶν
5ὁτιοῦν τις ἤτοι γνῷ τἀληθὲς, ἢ μὴ γνοὺς οὐκ ἀπογνῷ τῆς εὑρέσεως; ἑπτὰ δηλονότι. πρῶτον μὲν ὀξεῖα φύσις, ὥστε ὅπερ ἂν ἐκδιδάσκηται μάθημα λογικὸν ἑτοίμως ἕπεσθαι. δεύτερον δὲ ἡ ἐκ τῆς παιδικῆς ἡλικίας ἀγωγή τε καὶ ἄσκη‐ σις, ὡς ἐν τοῖς πρώτοις γενέσθαι μαθήμασι. μάλιστα δ’
10αὐτὸν ἐν ἀριθμητικῇ τε καὶ γεωμετρίᾳ γυμνάσασθαι δεῖ, καθάπερ καὶ Πλάτων συμβουλεύει. τρίτον ἐπὶ τούτοις ἅπασιν ὑποσχεῖν τὰ ὦτα τοῖς κατὰ τὸν ἑαυτοῦ χρόνον ἀρί‐ στοις εἶναι δοκοῦσιν. εἶτα τέταρτον αὐτὸν εἶναι φιλοπονώ‐ τατον, ὡς μηδὲν μήθ’ ἡμέρας, μήτε νυκτὸς ἐκμελετᾷν
15ἄλλο πλὴν τῶν μαθημάτων. εἶτα πέμπτον, ὅπερ ὀλιγίστοις ὑπῆρξεν, ἀληθείας ὀρεχθῆναι, καὶ τοῦτο σπουδάσαι μόνον ἐν
ἅπαντι τῷ βίῳ, καταφρονήσαντα τῶν ἄλλων ἁπάντων, ἃ τοῖς244

1

.

245

πολλοῖς διεσπούδασται. πρὸς τούτοις ἕκτον, ἐκμαθεῖν τινα μέθοδον, ᾗ διακρίνεται τὸ ἀληθές τε καὶ τὸ ψεῦδος. οὐ γὰρ δὴ ἀποχρήσει γε μόνον εἰς τὴν εὕρεσιν ὧν ζητοῦμεν ἐπιθυμῆσαι τῆς ἀληθείας, ἀλλὰ χρὴ καὶ δύναμίν τινα τῆς
5εὑρέσεως πορίσασθαι. ἕβδομον ἐπὶ τούτοις ἅπασιν, ἀσκῆσαι τὴν μέθοδον, ὡς μὴ γιγνώσκειν μόνον, ἀλλὰ κεχρῆσθαι δύ‐ νασθαι. εἰ γὰρ δὴ τοῖς μὲν ῥήτορσιν ἐλάττονα τέχνην με‐ τερχομένοις οὐχ ἱκανὸν εἶναι δοκεῖ τὸ γνῶναι τὴν μέθοδον, ἀλλ’ ἐν ἅπαντι τῷ βίῳ τὴν ἄσκησιν αὐτῆς μεταχειρίζονται,
10πολὺ μᾶλλον τοῖς οὕτω μεγάλα ζητοῦσιν οὐκ ἀποχρήσει μόνως ἐκμαθεῖν τὴν μέθοδον. εἰ μὲν οὖν ἕν τι τῶν εἰρη‐ μένων ἐνδέοι τῷ καθηγουμένῳ τῆς ἐπὶ τὴν ἀλήθειαν ὁδοῦ, δίκαιόν ἐστι μὴ πάνυ τι τυχεῖν ἐλπίζειν, ὧν ἐφίεται. εἰ δὲ ἅπαντα ὑπάρχει, τί κωλύει ζητεῖν τὸ ἀληθὲς ἐπ’ ἐλπίσιν
15ἀγαθαῖς; Ἐστὶ μὲν δὴ τὸ προκείμενον, ὥσπερ τοῦ σύμπαν‐
τος σώματος ἐξ ἀνατομῆς ἐμάθομεν ἅπαντα τὰ μόρια μέχρι τῶν245

1

.

246

ἁπλουστάτων, ὡς πρὸς τὴν αἴσθησιν, οὕτω καὶ αὐτὸ τοῦτο ἐξευρεῖν, ὁποῖα τὰ πρὸς τὴν φύσιν ἐστὶ τὰ πρῶτά τε καὶ ἁπλούστατα μόρια. μὴ τοίνυν ἐπὶ πάντων, ἀλλ’ ἐφ’ ἑνὸς, ὡς ἐπὶ παραδείγματος, ὁ λόγος ἡμῖν γιγνέσθω. τῆς σαρκὸς
5ἐπισκεπτομένης, πρῶτον μὲν, εἰ ἕν τι τὴν ἰδέαν ἐστὶ τὸ γεννῆσαν αὐτὴν στοιχεῖον. οὐδὲν γὰρ χεῖρον οὕτως ὀνομάσαι τὸ πρῶτόν τε καὶ ἁπλούστατον ἐν αὐτῇ μόριον. εἶθ’ ἑξῆς, εἴπερ μὴ φαίνοιτο τοιοῦτον, εἰ πολλά. κᾄπειτα, πόσα γε, καὶ τίνα, καὶ ὅστις ὁ τρόπος αὐτοῖς ἐστι τῆς συν‐
10θέσεως. ἐπεὶ τοίνυν ἡ σὰρξ ὀδυνᾶται τεμνομένη τε καὶ θερ‐ μαινομένη σφοδρῶς, ἀδύνατον ἓν εἶναι τῷ εἴδει τὸ στοιχεῖον, οἷον Ἐπίκουρος ὑπέθετο τὴν ἄτομον. ὅτι γὰρ οὐχ ἓν τῷ εἴδει τὸ στοιχεῖόν ἐστι τοιοῦτον, ἐνθένδε δῆλον. οὐδεμία τῶν ἀτόμων αὐτὴ καθ’ ἑαυτὴν οὔτε θερμὴ τὴν φύσιν ἐστὶν, οὔτε ψυχρὰ,
15οὐ μὴν οὐδὲ λευκή τίς ἐστιν ἐξ αὐτῶν ἢ μέλαινα. καὶ τί δια‐ τρίβω, καὶ καταμηκύνω κατακερματίζων τὸν λόγον; ὅλως γὰρ οὐδεμία ποιότης ἐστὶν αὐτῇ τῇ ἀτόμῳ, ὡς οἱ πατέρες αὐτῶν
βούλονται. τῶν γὰρ δὴ τοιούτων ποιοτήτων πᾶσαι δι’ ὅλων246

1

.

247

φαίνονται διεληλυθέναι τῶν σωμάτων· ὡς ἥ γε κατὰ τὸ σχῆμα ποιότης ὑπάρχει πάσαις αὐταῖς, ὑπάρχει δὲ καὶ ἀν‐ τιτυπία, καὶ βάρος. ἀλλ’ εἴτε ποιότητα χρὴ καλεῖν, εἴτε ἄλλο τι τὰ τοιαῦτα, πρός γε τὸ προκείμενον οὐδὲν δια‐
5φέρει. πάσαις γὰρ αὐταῖς ὑπάρχει τὰ εἰρημένα, καὶ οὐ διαφέρουσιν ἀλλήλων εἴδει, καθάπερ αἱ ὁμοιομέρειαι τοῖς ἐκείνας ὑποτιθεμένοις, ἢ τὰ τέτταρα στοιχεῖα τοῖς τιθεμέ‐ νοις ταῦτα. φησὶν οὖν ὁ Ἱπποκράτης, ἐγὼ δέ φημι, εἰ ἓν ἦν ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν, ὀρθότατα λέγων. τὸ
10γὰρ ἓν ἀμετάβλητον εἰς ἕτερον, οὐκ ἔχον γε εἰς ὃ μεταβάλοι. τὸ δὲ ἀμετάβλητον ἀναλλοίωτον καὶ ἀπαθὲς, τὸ δὲ ἀπαθὲς ἀνώδυνον. γίγνεται τοίνυν ἐκ τῶν εἰρημένων προτάσεων συμπέρασμα, τὸ ἓν ἀπαθὲς ὑπάρχειν· ἐφ’ ᾧ πάλιν ἕτερος ἐρωτηθήσεται λόγος τοιόσδε. εἰ ἓν ἦν τῷ εἴδει τὸ στοιχεῖον,
15οὐδὲν ἐν τοῖς πᾶσιν οὐδέποτε ὀδυνήσεται· ἀλλὰ μὴν ὀδυ‐ νᾶται· οὐκ ἄρα ἕν ἐστι τὸ στοιχεῖον. ἐπεὶ δ’ ὑπέκειτο περὶ σαρκὸς ποιεῖσθαι τὸν λόγον, ἐπ’ ἐκείνης ἐξεταζέσθω. εἰ
ἓν ἦν τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον, οὐδέποτε ἡ σὰρξ247

1

.

248

ὀδυνήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα ἕν ἐστι τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον. ὁ δ’ αὐτὸς λόγος καὶ καθ’ ἕτε‐ ρον ἐρωτηθήσεται τρόπον. εἰ ἀπαθές ἐστι τὸ τῆς σαρκὸς στοιχεῖον, οὐκ ὀδυνηθήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα
5ἐστὶν ἀπαθές. εἰ δὲ καὶ πλείω λέγοι τις εἶναι τὰ στοιχεῖα, μὴ μέντοι γε ἀλλοιούμενα, καὶ ἐπ’ ἐκείνων ὁ αὐτὸς λόγος ἐρωτηθήσεται κατὰ τὸν αὐτὸν τρόπον. εἰ ἀπαθῆ τῆς σαρκός ἐστι τὰ στοιχεῖα, οὐκ ἀλγήσει· ἀλλὰ μὴν ἀλγεῖ· οὐκ ἄρα ἐστὶν ἀπαθῆ τὰ τῆς σαρκὸς στοιχεῖα. ὁ μὲν οὖν πρότερος
10λόγος ἀνατρέπει τήν τε τῶν ἀτόμων, καὶ τὴν τῶν ἀνόρμων, καὶ τὴν τῶν ἐλαχίστων ὑπόθεσιν. κατὰ δὲ τὸν δεύτερον ἥ τε τῶν ὁμοιομερειῶν ἀναιρεῖται δόξα, καὶ ἡ Ἐμπεδοκλέους. καὶ γὰρ οὗτος ἐκ τῶν τεσσάρων στοιχείων βούλεται συνίστασθαι τὰ σώματα, μὴ μεταβαλλόντων εἰς
15ἄλληλα. πρόσεχε νοῦν ἤδη τῷ λόγῳ, ὡς θᾶττον ἐλπίδος ἐξεῦρε τὸ μέγιστον μέρος ὧν ἐζήτεις. οὐκ ἀπαθῆ γὰρ ἀπέ‐
δειξεν εἶναι δεῖν τὰ στοιχεῖα τῆς σαρκός. οὔκουν ἔτι κα‐248

1

.

249

θέξουσι τὸ προκείμενον κατὰ τὸν λόγον ἐν τῇ συνθέσει τῶν ἀπαθῶν ἐκείνων σωμάτων, ἃ δὴ στοιχεῖα τῆς τῶν ὄν‐ των ἁπάντων φύσεως ὑποτίθενται, τὰς ὀδύνας γεννᾶσθαι φάσκοντες. ἀπαθὲς γὰρ ὀδυνώμενον οὔθ’ ἡ διάνοια πα‐
5ραδέχεται, καὶ πολὺ δὴ μᾶλλον οὐδὲν τῶν αἰσθητῶν μαρ‐ τυρεῖ. τοὺς γοῦν δακτύλους εἰ συμπλέξῃς ἀλλήλοις, εἶτ’ αὖθις ἀποχωρίζοις, οὔθ’ ἡ σύνοδος, οὔθ’ ὁ διαχωρισμὸς ὀδύνην ἐργάσεται. τὸ μὲν γὰρ ὀδυνᾶσθαι σὺν τῷ πάσχειν ἐστίν. πάσχει δὲ οὐδὲν τὸ ψαῦον, ἐπειδήπερ ἐν δυοῖν τού‐
10τοιν ἐστὶ τὸ πάσχειν, ἀλλοιώσει τε τῇ δι’ ὅλων καὶ λύσει τῆς συνεχείας. ὁπότ’ οὖν οὐδ’ ἐν τοῖς παθητικοῖς ἐναργῶς σώμασιν οὔθ’ ἡ σύνοδος, οὔθ’ ἡ ἄφοδος ὀδύνην ἐρ‐ γάζεται, σχολῇ γε ἂν ἐν τοῖς ἀπαθέσιν ἐργάσαιτο. οὐ μὴν οὐδὲ τὸ ἄναρμον τὸ Ἀσκληπιάδου θραυστὸν ὂν ὀδυνήσεται
15θραυόμενον, ἀναίσθητον γάρ ἐστιν. ὥστε οὐδὲ τούτῳ πλέον ὀδύνης ἔσται ἐξ ὧν πάσχει, τῆς αἰσθήσεως ἀπούσης,
ὥσπερ ὀστῷ καὶ χόνδρῳ, καὶ πιμελῇ, καὶ συνδέσμῳ, καὶ249

1

.

250

θριξί. καὶ γὰρ ταῦτα πάντα πάσχει μὲν, οὐκ ὀδυνᾶται δὲ, διότι μηδὲ αἰσθάνεται. χρὴ τοίνυν τὸ μέλλον ὀδυνήσεσθαι παθητὸν εἶναι καὶ αἰσθητόν. οὐ μὴν ἐξ αἰσθητικῶν γε τῶν πρώτων ἀναγκαῖον εἶναι τὸ αἰσθητικὸν, ἀλλ’ ἀρκεῖ τὸ
5παθητικὸν μόνον. αἰσθητικὸν γὰρ δύναται γενέσθαι ποτὲ, μεταβάλλον τε καὶ ἀλλοιούμενον. ἐπεὶ δ’ ἀπείρους ἐγχωρεῖ τὸ πλῆθος γενέσθαι τὰς ἐκ τῶν στοιχείων ἀλλοιώσεις τε καὶ κράσεις, ἄπειροι τῶν κατὰ μέρος σωμάτων αἱ ἰδιότητες συστήσονται, καθ’ ἃς οὐδὲν ἄτοπον ἀναίσθητα γενέσθαι
10πολλὰ, καὶ τῶν αἰσθανομένων τὸ μὲν μᾶλλον αἰσθάνεσθαι, τὸ δ’ ἧττον. ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστι καὶ πλείω τοῦ ἑνὸς εἶναι τὰ στοιχεῖα, καὶ ἀλλοιοῦσθαι φύσιν ἔχοντα, δε‐ δήλωται σαφῶς, τοῖς γε, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, τὴν παρασκευὴν ἔχουσιν ἅπασαν, ἐξ ὧν ἄν τις ἐπιστημονικὸς γέ‐
15νοιτο. τοὺς δ’ εἰς τοσοῦτον ἥκοντας ἀναισθησίας, ὡς μηδ’, εἴ τίς ἐστιν ἀποδεικτικὴ μέθοδος, ζητῆσαι πρότερον ἐθέλειν,
ἢ παρ’ ἄλλου μαθεῖν, ἢ ἀσκηθῆναι, τούτους οὐδὲ κοινω‐250

1

.

251

νοὺς τοῦ λόγου ποιητέον. οὐ γὰρ ἐρίζοντες ἄλλοις, ἢ νικᾷν ἐθέλοντες, ἀλλὰ τὴν ἀλήθειαν αὐτὴν εὑρεῖν σπουδάζοντες, ἐπὶ τόνδε τὸν λόγον ἀφικόμεθα. τῷ γὰρ βουλομένῳ καὶ τὰς ἀπαιδεύτους ὑπολήψεις αὐτῶν ἐξελέγχειν ἴδιον γέγρα‐
5πται βιβλίον, ἐν ᾧ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐπισκεπτόμεθα. Πάλιν οὖν ἐπανελθόντες ἐπὶ τὸ προκείμενον, ἐπιθῶμεν αὐτῷ τέλος. ἐπειδὴ τὸ στοιχεῖον ἀλλοιωτόν ἐστι δι’ ὅλου, πόσα τὰ πάντ’ ἐστὶ στοιχεῖα, διέλθωμεν ἑξῆς, ἀρχὴν
10κᾀνταῦθα τῶν λόγων τῶν ἐναργῶς τι φαινομένων ποιησά‐ μενοι. τοῖς ἀλλοιοῦσιν ὁτιοῦν ἀναγκαῖον καὶ ἁψαμένοις ὧν πρῶτον ἀλλοιῶσι, ποιήσασθαι τὴν μεταβολὴν, ὥσπερ ἡ αἴσθησις διδάσκει, καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἐν‐ δείκνυται. παρὰ γὰρ τὴν ἔννοιάν ἐστιν ὑπὸ τῆς ἐνταῦθα
15φλογὸς ἀλλοιοῦσθαί τι τῶν ἐν Αἰγύπτῳ. καὶ μὴν εἰ ἁψά‐ μενον ἀλλοιοῖ τὸ μεταβάλλον, ἀναγκαῖον αὐτῷ κατά τινας τῶν ἁπτῶν ποιότητας ἐνεργῆσαι. τί οὖν τὸ κωλῦον ἐστὶν
ἐπισκέψασθαι πάσας αὐτάς; ὀξὺ μὲν οὖν τέμνει τὸ πλη‐251

1

.

252

σιάζον, ἀλλ’ οὐκ ἀλλοιοῖ τὴν οὐσίαν αὐτοῦ, καθάπερ οὐδὲ τὸ βάρος, ἀλλὰ θλᾷ μὲν καὶ τοῦτο, δι’ ὅλου δ’ οὐκ ἐργά‐ ζεται τῆς πασχούσης οὐσίας τὴν μεταβολήν. οὐ μὴν οὐδὲ σκληρότης οὕτω ἀλλοιῶσαι δύναται τὸ πλησιάζον, ὡς εἰς
5ἕτερον εἶδος μεταστῆσαι. θερμότης μέντοι καὶ ψυχρότης ὅλην ἀλλοιῶσαι δύναται τὴν πλησιάζουσαν οὐσίαν. ὡσαύ‐ τως δὲ ὑγρότης καὶ ξηρότης, εἰ καὶ μὴ διὰ τάχους ὁμοίως ταῖς εἰρημέναις, ἀλλ’ ἐν χρόνῳ γε καὶ αὗται μεταλλάττουσι τὰ ὑποκείμενα. ἆρ’ οὖν καὶ ἑτέραν τινὰ ἔχομεν ἀλλοιοῦν
10δυναμένην; ἢ τὸ σύμπαν πλῆθος ἐν ταύταις ἐστί; καὶ μό‐ νας ὀνομάζεσθαί τε καὶ νομίζεσθαι προσήκει τὰς εἰρημένας ποιότητας δραστικὰς, καὶ μάλιστ’ ἐν αὐταῖς τὴν πρώτην ἀν‐ τίθεσιν, καὶ κατ’ αὐτὴν μᾶλλον τὴν θερμότητα, δραστικω‐ τάτη γὰρ αὕτη τῶν ποιοτήτων ἐστίν. ἑξῆς δ’ αὐ‐
15τῆς ψυχρότης, εἶθ’ ὑγρότης, καὶ ξηρότης. ἄλλη δὲ οὐδὲ μία ποιότης ἀλλοιοῖ τὰ πλησιάζοντα δι’ ὅλων αὐτῶν. εἰ γάρ τι διασπᾷ, καὶ θλᾷ, καὶ τέμνει, καὶ νύττει, δρᾷ
μέντοι καὶ τοῦτο, δι’ ὅλου δὲ οὐκ ἐκτείνει τοῦ πάσχοντος252

1

.

253

τὴν ἀλλοίωσιν, ὅθεν οὐδ’ εἰς ἕτερον εἶδος οὐσίας αὐτὸ με‐ θίστησιν, ἀλλ’ εἰς πλείστας διαιρεῖ. τὴν γοῦν χιόνα διαι‐ ρῶν μὲν εἰς ἐλάχιστα μόρια, φυλάξεις χιόνα, θερμῄνας δὲ παύσεις τοῦ εἶναι χιόνα. καὶ γὰρ καὶ ἡ γένεσις ἐξ ὕδατος
5αὐτοῦ ψυχθέντος, οὐκ εἰς ἓν ἀθροισθέντος. αὔξησις μὲν γὰρ οὐσίας τοῦτο, γένεσις δὲ ἐκεῖνο. καὶ δὴ καὶ τῶν ἐναν‐ τίων, ἡ μὲν εἰς σμικρὰ διαίρεσις, μείωσις τῆς οὐσίας ἐστὶν, ἡ δὲ θέρμανσις, ἑτέρας οὐσίας ἐστὶ γένεσις, ὅταν ἀλλοιώσῃ τὸ προϋπάρχον εἶδος. ὅσα τοίνυν σώματα πρῶτον τὰς τοι‐
10αύτας ἔχει ποιότητας, ἐκεῖνα στοιχεῖα τῶν ἄλλων ἁπάντων ἐστὶ, καὶ τῆς σαρκός. ἔστι δὲ ταῦτα γῆ, καὶ ὕδωρ, καὶ ἀὴρ, καὶ πῦρ, ἅπερ ἅπαντες οἱ μὴ φεύγοντες ἀπόδειξιν φιλόσοφοι στοιχεῖα τῶν γεννωμένων τε καὶ φθειρομένων ἔφασαν εἶναι. καὶ μεταβάλλειν εἰς ἄλληλά φασιν αὐτὰ, καὶ
15εἶναί τι κοινὸν ἅπασιν ὑποκείμενον. ἀλλ’ οὐ περὶ τούτων ὁ λόγος· ὅτι δὲ οὐ χρὴ δυσωπεῖσθαι τὸ πλῆθος τῶν ἁμαρ‐
τανόντων τῆς ἀληθείας, ἀλλ’ εἰ μὲν ἔχει τις ἀπόδειξιν,253

1

.

254

ἐκείνῃ πιστεύειν. εἰ δὲ οὐκ οἶδεν ὅλως οὐσίαν ἀποδείξεως, ὥσπερ ἔνιοι τῶν φιλοσοφεῖν φασκόντων ὁμολογοῦσι, μὴ τολ‐ μᾶν ἀποφαίνεσθαι πάντως. παραπλήσιον γὰρ τοῦτό γε τῷ βούλεσθαι μαθεῖν, ὅπως χρὴ προγιγνώσκειν ἔκλειψιν
5ἡλίου, πρὶν ἐπ’ ἀριθμῶν καὶ γραμμῶν γυμνάσασθαι. φευ‐ κτέον οὖν σοι τοιούτους ἀνθρώπους, ὥσπερ τὰ βάραθρα· συγκατασπῶσι γὰρ αὑτοῖς ἐνίοτε τοὺς πλησιάζοντας, ἢ πάν‐ τως γε ῥυπαίνουσι, εἰ μή τις ἱκανῶς εἴη γεγυμνασμένος ἐν θεωρίᾳ λογικῇ. ταύτῃ τοι καὶ ἀσκητέον ἡμῖν οὕτως, ὡς
10οὐδὲν ἕτερον, ἐκείνην τὴν θεωρίαν. ἀλλὰ τοῦτο μὲν οἶδ’ ὅτι πάρεργον. Ἐπὶ δὲ τὸ προκείμενον ἐπανίωμεν. ἐκ τῶν τεσσάρων στοιχείων ἀλλήλοις κεραννυμένων ἓν ὁμοιομερὲς γί‐ γνεται σῶμα, κατὰ τὸ τῆς κράσεως ποιὸν, ἤτοι γε αἰσθη‐
15τικὸν, ἢ ἀναίσθητον. ὡσαύτως δὲ καὶ κατὰ μέρος ἐν ἑκατέρῳ τῷ γένει διαφοραὶ πᾶσαι τῇ τῆς κράσεως ἕπον‐
ται διαφορᾷ. κατὰ γοῦν τὴν ταύτης ἰδιότητα τὸ μὲν γίγνε‐254

1

.

255

ται ὀστοῦν, τὸ δὲ σὰρξ, τὸ δὲ ἀρτηρία, τὸ δὲ νεῦρον. ἀλλὰ καὶ ἡ καθέκαστον αὐτῶν ἰδιότης ἐν τῇ τῆς κράσεώς ἐστιν ἰδιότητι. ξηροτέρα μὲν γὰρ καὶ θερμοτέρα σὰρξ ἡ τοῦ λέοντος· ὑγροτέρα δὲ καὶ ψυχροτέρα τοῦ προβάτου·
5μέση δ’ ἀμφοῖν ἡ τοῦ ἀνθρώπου. καὶ αὐτῶν δὲ τῶν ἀνθρώπων ἡ μὲν τοῦ Δίωνος, εἰ οὕτως ἔτυχε, θερμοτέρα, ψυχροτέρα δ’ ἡ τοῦ Φίλωνος. ὥστε γίγνεσθαι τὰς διαφο‐ ρὰς τῶν ὁμοιομερῶν σωμάτων ἁπλᾶς μὲν, ὅσα πέρ ἐστι τὰ στοιχεῖα, θερμοτέρας, καὶ ψυχροτέρας, καὶ ὑγροτέρας, καὶ
10ξηροτέρας· συνθέτους δ’ ἄλλας τέτταρας, ὑγροτέρας τε ἅμα καὶ ψυχροτέρας, θερμοτέρας τε καὶ ὑγροτέρας· ἄλλην τέ τινα τρίτην ξηροτέραν τε ἅμα καὶ θερμοτέραν· ἐφ’ ᾗ τετάρτην ψυχροτέραν τε ἅμα καὶ ξηροτέραν· ἐφ’ αἷς πρώ‐ την ἁπασῶν εἶναι τὴν εὐκρατοτάτην. ἀλλὰ περὶ μὲν τού‐
15των ὁ λόγος ἱκανὸς ἐξείργασται σύμπας ἐν τοῖς περὶ κράσεων. ὁ δὲ νῦν ἐνεστὼς, ἐπειδὴ τῶν ὁμοιομερῶν τὴν ἀρετήν τε καὶ τὴν κακίαν ἐξεῦρεν ἐν τῇ συμμετρίᾳ τε καὶ ἀμετρίᾳ τῶν στοιχείων, ἑξῆς ζητήσει διορίσαι τῆς κακίας
αὐτῶν τὴν νόσον. ὁ διορισμὸς δὲ ἀπὸ τῆς ἐννοίας ἑκατέρων255

1

.

256

τῶν πραγμάτων, ὡς ἐν τῷ περὶ ἀποδείξεως ἐδείκνυτο, τὴν πρώτην ἀρχὴν ἕξει. τίς οὖν ὑγιαινούσης κατασκευῆς τοῦ σώματος ἔννοια, καὶ τίς ἤδη νοσούσης; ἡ μὲν οὖν ὑγιαί‐ νουσα κατασκευὴ τοῦ σώματος ἀβλαβεῖς ἔχει τὰς κατὰ
5φύσιν ἐνεργείας· ἡ δὲ νοσοῦσα βεβλαμμένας. ὥστ’, ἐπει‐ δάν τις ὑγιαίνων ἀσθενεστέρας μὲν ὑγιαίνοντος ἑτέρου τὰς ἐνεργείας ἔχῃ, μηδέπω δ’ ἤδη βεβλαμμένας, δυσκρατότερος μέν ἐστι, νοσεῖ δ’ οὐδέπω. μία μὲν οὖν ἡ εὐκρατοτάτη τῶν ἕξεών ἐστι τῶν ὑγιεινῶν, ὀκτὼ δὲ δύσκρατοι. νόσος δὲ
10εὔκρατος μὲν οὐδεμία, δύσκρατοι δὲ σύμπασαι, τοσαῦται τὸν ἀριθμὸν, ὅσαι περ αἱ ὑγιειναὶ δυσκρασίαι. εἰ δ’ οὐκ ἀρέσκει τινὶ τῶν ὑγιαινόντων τοὺς μὲν εὐκράτους τίθεσθαι, τοὺς δὲ δυσκράτους, οὗτος ἀναγκασθήσεται δυοῖν δογμά‐ των ἑλέσθαι θάτερον, ἢ διαπαντὸς ἅπαντας νοσεῖν, ἢ μίαν
15ἁπάντων εἶναι κρᾶσιν ἀνδρῶν καὶ γυναικῶν, ἀκμαζόντων, γερόντων, παίδων, ἀθλητῶν, ἰδιωτῶν, ἐργατῶν, ἀργῶν,
ἰσχυρῶν, ἀσθενῶν, ἀλλ’ ἑκάτερον ἄτοπον. ἀναγκαῖον οὖν256

1

.

257

τρίτον εἶναί τι πλάτος ὑγείας, ὡς παμπόλλας ἐν αὐτῷ πε‐ ριέχεσθαι διαφορὰς τῶν ὑγιαινόντων σωμάτων, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. οὕτω δὲ κᾀν τοῖς ἄλλοις ἅπασιν ἔχει. καὶ γὰρ οἰκία, καὶ ναῦς, καὶ σκίμπους, καὶ κιβωτὸς, ἱμάτιόν τε, καὶ
5ὑπόδημα, καὶ δίφρος, ἤτοι βέλτιόν ἐστιν, ἢ χεῖρον τῇ κατα‐ σκευῇ, πρὶν νοσεῖν. καὶ τρεῖς ταύτας ὑποθετέον ἡμῖν ἐστι κατασκευὰς σώματος ἅπασι τοῖς οὖσι, τὴν ἀρίστην, τὴν φαύλην, τὴν νοσοῦσαν. ἀλλ’ ἡ μὲν ἀρίστη μία, τὸ χεῖρον γὰρ οὐκ ἐγγίγνεται τῷ τελεωτάτῳ· τῶν δὲ ἄλλων ἀμφοῖν
10οὐκ εὐαρίθμητον μὲν τὸ πλῆθος, αἱ διαφοραὶ δ’ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. Ὁπότ’ οὖν ἐν τῷδε τῷ λόγῳ γεγόναμεν, ἐπιστήσαντες αὐτὸν ἀναλάβωμεν ἐν κεφαλαίοις τὰ εἰρημένα. γνωσόμεθα γὰρ οὕτως, ὁπόσον τε τοῦ ζητουμένου τὸ εὑρη‐
15μένον ἤδη, καὶ ὁπόσον ἔτι τὸ ὑπολειπόμενόν ἐστι. προὔ‐ κειτο μὲν ἡμῖν συστήσασθαι τέχνην ὑγείας ποιητικὴν, ἀλλ’ οὐχ οὕτως, ὡς ἡ οἰκοδομικὴ τῆς οἰκίας δημιουργική ἐστιν,
ἀλλ’ ὡς τοῦ διαφθειρομένου μέρους αὐτῆς ἐπανορθωτική.257

1

.

258

καὶ οὐδ’ ἐνταῦθα πάντη τὸν αὐτὸν τρόπον, ἀλλ’ αὐτὸ δὴ τοῦτο τὸ ζητούμενον ἦν ἐξευρεῖν, ἄχρι πόσου παραπλησίως οἰκοδόμῳ τὰ σφάλματα τοῦ σώματος ἐπανορθοῦσθαι δυνα‐ τός ἐστιν ὁ τὴν ὑγιαστικὴν τέχνην μεταχειριζόμενος. ἐπεὶ
5δ’ ἀναγκαῖον εἰς ἅπαντα τὰ τοιαῦτα προεγνῶσθαι τὴν φύ‐ σιν τοῦ σώματος, οὗ τὰ σφάλματα μέλλει θεραπεύειν ἡ τέχνη, διὰ τοῦτ’ αὐτὸ ἐζητήσαμεν. εὑρόντες δ’, ὡς ἐνέρ‐ γειαί τε καὶ κατασκευαὶ μορίων εἰσὶ κατὰ φύσιν, ὧν ἀντι‐ ποιεῖσθαι χρὴ παντὶ τρόπῳ τῆς φυλακῆς τε καὶ τῆς ἐπα‐
10νορθώσεως, ἐπειδὰν πάσχοιεν, ἐκ πόσων συμπληροῦται τὸ κατὰ φύσιν, ἐζητήσαμεν. εὑρόντες δ’, ὡς τοῖς ὀργανικοῖς μο‐ ρίοις ἐκ συνθέσεώς ἐστι τῶν ἐν αὐτοῖς ἁπλῶν ἡ οὐσία, τοῖς δ’ ἁπλοῖς ἐκ τῶν τεσσάρων στοιχείων, ἐφεξῆς καὶ περὶ τῶν καθ’ ἑκάτερα νοσημάτων σκεψόμεθα. καὶ σχεδὸν ἡμῖν
15ὁ λόγος ἤδη τὴν γνῶσιν τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σω‐ μάτων ἐξεύρηκεν, οὐδὲ ταύτην ἅπασαν, ἀλλ’ εἶδός
τι μόνον αὐτῆς, καὶ οἷον παράδειγμα. τὴν δὲ σύμπασαν258

1

.

259

οὐσίαν τῆς τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωμάτων ἐπιστή‐ μης ἕξομεν, ἐπειδὰν ταῖς ὕλαις ἐμβιβάσωμεν τὰ εἴδη. χρὴ γὰρ οὐ μόνον, ὅτι θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ κερασθέντων ἕκαστόν τι γίγνεται μόριον, ἐγνωκέναι
5τὸν ἰατρὸν, ἀλλὰ καὶ κατ’ εἶδος ἐπελθόντα, τίς μὲν ἡ τῶν ὀστῶν ἐστι κρᾶσις, ὁποία δ’ ἡ τῶν σαρκῶν τε, καὶ νεύρων, καὶ φλεβῶν, ἑκάστου τε τῶν ἄλλων τῶν ἁπλῶν. ὡσαύτως δὲ καὶ τῶν ὀργανικῶν, ἥτις ἑκάστου μορίου σύνθεσις, οἷον χειρὸς, σκέλους, ἥπατος, θώρακος, πνεύμονος, καρδίας,
10ἐγκεφάλου. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐχ ἁπλῶς τὰ γένη τε καὶ τὰς διαφορὰς τῶν νοσημάτων αὔταρκές ἐστι γιγνώ‐ σκειν, ἀλλὰ καὶ καθ’ ἕκαστον μόριον, ὅπως γίγνεται ταῦτα. τοῦτο γὰρ ποιήσαντες ἐπιστήμην ἂν ἔχοιμεν ὑγιεινοῦ τε καὶ νοσεροῦ σώματος, οὐ κατὰ τὸ εἶδος μόνον, ἀλλὰ καὶ καθ’
15ὅλην τὴν οὐσίαν, ἥτις ἐκ συναμφοτέρων ἐδείχθη συνίστα‐ σθαι, τοῦ τε εἴδους καὶ τῆς ὑποδεχομένης ὕλης αὐτό. κατάλοιπον δ’ ἐστὶ διελθεῖν, ὅπως ἄν τις ἐξιάσαιτο τά τε
νοσήματα καὶ φυλάττοιτο τὴν ὑγείαν, ἅπερ ἐπιπλεῖστον259

1

.

260

μὲν ἐν δύο πραγματείαις διερχόμεθα, τῇ τε τῆς θεραπευτι‐ κῆς μεθόδου, καὶ τῇ τῶν ὑγιεινῶν. ἐνταῦθα δ’, ὅσον ὑπο‐ δεῖξαι τὴν μέθοδον, αὐτῶν ἀρκεῖ μνημονεῦσαι. Ἡ μὲν οὖν θεραπευτικὴ μέθοδος ἐκ τῆς
5τῶν ὑγιαινόντων τε καὶ νοσούντων σωμάτων ἄρχεται διαθέ‐ σεως. ἐπειδὴ γὰρ τὸ μὲν ὑγιαῖνον καθ’ ὑπερβολὴν, ἄν θ’ ὁμοιομερὲς, ἄν τ’ ὀργανικὸν ᾖ, σύμμετρον πάντα ἐστὶν, ἄμετρον δὲ τὸ νοσοῦν, ἐπισκεπτέον αὐτοῦ τὴν ἀμετρίαν, ἥτις ποτ’ ἐστίν. ἀνάγκη γὰρ εἶναι τὴν ἑτέραν ἐναντίαν
10αὐτῇ ἀμετρίαν. κατὰ μὲν τὰς τῶν ὁμοιομερῶν καὶ ἁπλῶν σωμάτων διαθέσεις ποιότητα, κατὰ δὲ τὰς τῶν ὀργανικῶν, εἰ μὲν εἴη κατὰ μέγεθος ἡ ἀμετρία τοῦ νοσήματος, ἕτερον ἐναντίον μέγεθος· εἰ δὲ κατὰ διάπλασιν, ἑτέραν ἐναντίαν διάπλασιν· οὕτω καὶ εἰ κατὰ θέσιν ἢ ἀριθμόν. ἐπὶ πάν‐
15των οὖν ἡ εἰς τὸ σύμμετρον ἐπάνοδος ἐκ τῆς ἀμετρίας ὑπὸ τῆς ἐναντίας ἀμετρίας ἔσται. χρὴ γὰρ οἷον ὁδόν τινα βα‐
δίσαι τὸ παρὰ φύσιν ἔχον ἐν τῷ πρὸς τὴν φύσιν ἐπανέρ‐260

1

.

261

χεσθαι, τὴν αὐτὴν μὲν, ἀλλ’ ἔμπαλιν ὁδοιπορῆσαν. εἰ δ’ ἔμπαλιν ἔρχεσθαι μέλλοι, διὰ τῶν ἐναντίων ἀφίξεται τῇ παρούσῃ διαθέσει. καὶ οὗτος ἂν εἴη κοινότατός τε καὶ γε‐ νικώτατος σκοπὸς ἁπάσης τῆς ἰάσεως τῶν νοσημάτων, τὸ
5ἐναντίον, ὥς που καὶ πρὸς Ἱπποκράτους εἴρηται, τὰ ἐναν‐ τία τῶν ἐναντίων ἰάματα. κατὰ μέρος δὲ τὰ κατὰ μέρος ἐναντία, τῷ μὲν θερμῷ νοσήματι τὸ ψυχρὸν, τῷ δὲ ψυ‐ χρῷ τὸ θερμόν. ὡσαύτως δὲ καὶ τῷ μὲν ξηρῷ τὸ ὑγραῖ‐ νον, τῷ δὲ ὑγρῷ τὸ ξηραῖνον. οὕτω μὲν ἐπὶ τῶν ὁμοιο‐
10μερῶν. ἐπὶ δὲ τῶν ὀργανικῶν, καθ’ ἕκαστον τῶν εἰρημένων αὐτοῖς γενῶν τεττάρων, τῆς νοσώδους ἀμετρίας τὴν ἐναντίαν χρὴ ἀντεισάγειν, ἄχρις ἂν ἐπὶ τὸ σύμμετρον καὶ κατὰ φύ‐ σιν ἔλθωμεν. οἷον εἰ ἐπετράφη τινὶ ἕλκει σὰρξ πλείων τοῦ κατὰ φύσιν, οὐ τὸ σαρκοῦν, οὐδὲ τὸ ἀνατρέφον, ἀλλὰ
15τὸ καθαιροῦν τε, καὶ ἀφαιροῦν, καὶ διαβιβρῶσκον, καὶ διαφθεῖρον ἁρμόττει προσφέρειν· ὥσπερ, εἰ καὶ κοῖλον
ἕλκος ἔν τινι γένοιτο μέρει, σαρκωτικὸν προσφέρειν ἐκείνῳ.261

1

.

262

ἑκατέρου δ’ εἰς τοσοῦτον ἡ χρῆσις, ὡς παύσασθαι τό τε πρῶτον, ὅταν εἰς τὸ σύμμετρον ἀφίκηται, πρὶν ὑπερβῆναι πρὸς τὸ ἐναντίον. καὶ γὰρ τὸ ὑπερσαρκοῦν καθαι‐ ρῶν, εἰ μὴ σταίης ἐν τῷ συμμέτρῳ, κοῖλον ἀποδείξεις τὸ
5μέρος· ἀνατρέφων τε τὸ κοῖλον εἰ μὴ σταίης, κᾀνταῦθα παύσαιο κατὰ τὸ σύμμετρον, ὑπερσαρκοῦν ἐργάσῃ. κατὰ μὲν δὴ τὸ γένος τοῦτο τῶν νοσημάτων, ἐν ᾧ τὰ μόρια πρὸς τὸ μεῖζόν τε καὶ τοὔλαττον ἐκτρέπεται, τὴν ἐπανόρθωσιν, ὡς εἴρηται, διὰ τῶν ἐναντίων ἐστὶ ποιητέον. καθ’ ἕτερον
10δὲ γένος, ἐν ᾧ τῆς διαπλάσεως ἐξίσταται τῆς κατὰ φύσιν, ἐπειδὴ πλείους εἰσὶν αἱ κατὰ μέρος διαφοραὶ, καθ’ ἑκάστην αὐτῶν ἐξευρίσκειν τὸ ἐναντίον. οἷον εἴ τι μόριον ἑαυτοῦ κυρ‐ τότερον ἐγένετο, πρὸς τοὐναντίον ἀπάγειν αὐτὸ θλίβοντα καὶ ὠθοῦντα. τὰ δ’ εἴσω θλιβέντα καὶ οἱονεὶ σιμωθέντα πρὸς
15τὸ ἐκτὸς ἐπανάγειν, ὥσπερ τὴν ῥῖνα. τὰ δ’ ἀντὶ τραχέων λεῖα γενόμενα τραχύνειν, ὥσπερ γε καὶ ὅσα τραχέα λειαίνειν. οὕτω
δὲ καὶ ὅσα τὰς κοιλότητας, ἢ τοὺς πόρους, ἢ ὅλως τὰς διατρή‐262

1

.

263

σεις ἤτοι μείζους, ἢ ἐλάττους ἔσχεν, ἢ κενωτέρας τοῦ δέοντος, ἢ μεστοτέρας, ἢ συμπεφραγμένας ὑπὸ παχέων τε καὶ γλίσχρων ὑγρῶν, καὶ ταῦτα πρὸς τοὐναντίον ἀπάγειν, μέχρις ἂν ἐπὶ τὸ σύμμετρον ἀφίκηται. καὶ μὲν δὴ καὶ ὅσα κατὰ τὴν θέσιν
5ἐξέστη τοῦ κατὰ φύσιν, ἐπανάγειν αὐτὰ πρὸς τὴν ἐξ ἀρχῆς φύσιν, ἔμπαλιν ἀπάγοντα· τὸ μὲν εἰς τὸ πρόσω χωρῆσαν ὀπίσω, τὸ δ’ εἰς τὴν ὀπίσω χώραν μεταστὰν ἀνθέλκοντα πρόσω. καὶ κατὰ τὰς ἄλλας ἀντιθέσεις δύο, τήν τε ἄνω καὶ τὴν κάτω, καὶ τὴν ἔνθα καὶ ἔνθα, κατὰ τὸν αὐτὸν
10τρόπον. εἰ δὲ, τοῦ κατὰ φύσιν ἀριθμοῦ τῶν μορίων δια‐ φθαρέντος, εἰς νόσον ἐμπίπτει τὸ σύμπαν ὄργανον, εἰδέ‐ ναι μὲν δήπου κᾀνταῦθα χρὴ, τὸ μὲν ὑπερβολὴν εἶναι τοῦ ποσοῦ, τὸ δὲ ἔλλειψιν, ὡς κᾀν τῇ κατὰ μέγεθος ἐξαλλαγῇ πρόσθεν εἴρηται, τὴν δ’ ἴασιν, ὥσπερ ἐπ’ ἐκεί‐
15νης, ἐν ἀφαιρέσει τε καὶ προσθέσει γίνεσθαι. διαφέρει δὲ τοσοῦτον, ὅτι μόρια μὲν ὁλόκληρα κατὰ τοῦτο τὸ γένος, ἐν ἐκείνῳ δὲ μέρη μορίων ἀφαιρεῖν τε καὶ προστιθέναι
προσήκει.263

1

.

264

Σκεπτέον δ’ οὐκ ἐπὶ τούτου τοῦ γένους μό‐ νον, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπάντων ὧν δύναμις ἡμῖν ἐστιν ἐξεργάσασθαι τὴν ἔνδειξιν. ἡ γὰρ τοῦ νοσήματος ἰδέα τὸν τρόπον ἐνδείκνυται μόνον τῆς ἐπανορθώσεως, εἰ δὲ ἀδύνα‐
5τός ἐστιν ἢ δυνατὸς, οὐκ ἔτι συνενδείκνυται. λαμβάνεται γὰρ ἐν ἁπάσαις ταῖς ποιητικαῖς τέχναις τὸ τοιοῦτον, οὐκ ἐκ τῆς ἐννοίας τῶν γενησομένων πραγμάτων, ἀλλ’ ἐκ τῆς δυ‐ νάμεώς τε καὶ ἀδυναμίας τοῦ δημιουργοῦντος αἰτίου, καὶ προσέτι τῆς κατὰ τὴν ὕλην εὐπορίας τε καὶ ἀπορίας. τὰ
10γοῦν αὐτὰ πράγματα τοῖς μὲν ἀδύνατα, τοῖς δὲ δυνατὰ καθίσταται, καὶ καθ’ ἕτερον μὲν καιρὸν ἀδύνατα, καθ’ ἕτερον δὲ δυνατά. αἴτιον γοῦν ἐστι τῶν περὶ τὸ σῶμα γι‐ νομένων ἐπ’ ἀγαθῷ φύσις τε καὶ ἰατρός. ἀλλὰ τινὰ μὲν τῇ φύσει, τινὰ δὲ τοῖς ἰατροῖς ἐστιν ἀδύνατα. τῇ φύσει
15μὲν ὀστοῦν κατεαγὸς, ὡς παραλλάττειν αὐτοῦ τὰ μόρια καὶ διεστρέφθαι τὸ κῶλον, ἀδύνατον ὀρθῶσαι καὶ διαπλάσαι, τῷ δὲ ἰατρῷ δυνατόν. οὕτω δὲ καὶ τὸ παραρθρῆσαν ἰατρῷ
μὲν ἐμβαλεῖν δυνατὸν, ἀδύνατον δὲ τῇ φύσει. τὸ κοῖλον264

1

.

265

δ’ ἕλκος σαρκῶσαι, τῇ φύσει μέν ἐστι δυνατὸν, ἀδύνατον δ’ ἰατρῷ, καθάπερ γε καὶ τὸ πέψαι τι τῶν ἡμιπέπτων τε καὶ ἀπέπτων. ἀλλὰ καὶ εἰς ταῦθ’ ὑπηρετεῖ τε καὶ συμ‐ πράττει τῇ φύσει ὁ ἰατρὸς, καθαρὸν μὲν ἐργαζόμε‐
5νος τὸ ἕλκος ἐπιθέσει φαρμάκου καθαίροντος, ἐπιφέρων δὲ τὰ συμμέτρως θάλποντα τοῖς πεφθῆναι δεομένοις. πολλὰ δὲ καὶ αὐτῇ τῇ φύσει τῶν ἔμπροσθεν ὑπ’ αὐτῆς ἀπεργασθέν‐ των ἀδύνατον αὖθις ποιῆσαι, καθάπερ φλέβα, καὶ ἀρτηρίαν, καὶ σύνδεσμον, καὶ νεῦρον, ὅσα τ’ ἄλλα τοιαῦτα. τῆς οὖν θε‐
10ραπευτικῆς μεθόδου πρῶτον μὲν ἐξευρεῖν, ὥσπερ εἴρηται, τὸν κοινὸν ἁπάντων σκοπὸν, ὅτι τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα· δεύτερον δὲ, καθ’ ἕκαστον γένος ὑποτάξαι τἀναντία· τρίτον ἐπὶ τούτοις, σκέψασθαι, πότε μέν ἐστι δυνατὸν ἡμῖν ἢ τῇ φύσει τῷ κατὰ τὴν ἔνδειξιν ὑπηρετῆσαι σκοπῷ, πότε δὲ
15ἤτοι παντάπασιν ἀδύνατον, ἢ κατὰ χρόνον ἀδύνατον, ἢ ἐκ μέρους ἀδύνατον. καὶ εἴη ἂν οὐκ ἐλαχίστη μοῖρα τῆς φυ‐
σικῆς θεωρίας, ἐν ᾗ γε χρὴ γεγυμνάσθαι τὸν ἐξευρήσοντα265

1

.

266

τὸ δυνατόν τε καὶ ἀδύνατον ἐν ἑκάστῳ τῶν ἐσομένων. αἱ πραγματεῖαι δέ εἰσιν αἱ τοῦτο διδάσκουσαι δύο, ἥ τε περὶ ζωογονίας ὀνομαζομένη, καθ’ ἣν, ὅπως ἐκ σπέρματός τε καὶ καταμηνίου τὴν γένεσιν ἔχει τὸ κυούμενον, ἐπισκεπτό‐
5μεθα, καὶ ἡ λοιπὴ περὶ τῶν φυσικῶν δυνάμεων. ἐν μὲν γὰρ τῷ περὶ τῆς φύσεως τοῦ σπέρματος ἐπισκέψαι φανεῖταί σοι πάντως, ὑποβαλόντι τὴν σκέψιν ἀποδεικτικῇ μεθόδῳ, ταῦθ’, ἅπερ ἡμῖν ἀπεδείχθη, τὸ γεννᾶσθαι τὰ πλεῖστα τῶν ἐν τῷ κυουμένῳ μόρια, τῆς διαπλαττούσης αὐτὰ δυνάμεως
10ὕλῃ χρωμένης αὐτῇ τῇ τοῦ σπέρματος οὐσίᾳ. καὶ εἴπερ τοῦτ’ ἐξεύροις, οὐκ ἂν ἔτι θαυμάσαις, εἰ μηδὲν τῶν τοιού‐ των ἡ φύσις ὕστερόν ποτε δύναται δημιουργεῖν. ἐν δὲ τῷ περὶ φυσικῶν δυνάμεων ἐπισκοπεῖσθαι τὴν περὶ τῶν γεγε‐ νημένων διοίκησιν, ὡς κᾀντεῦθεν εὐπορῆσαί σε τῆς εὑρέ‐
15σεως, ὧν δυνατόν ἐστι τῇ φύσει ποιεῖν, αὐτῇ τε κατὰ μό‐ νας, ὑπηρετουμένῃ τε πρὸς τῶν ἰατρῶν, ὧν τ’ ἀδύνατον. ἐν ἐκείνῳ τῷ τόπῳ, καθ’ ὃν ἐπισκεπτόμεθα περὶ τῆς τῶν
δημιουργικῶν αἰτιῶν δυνάμεως καὶ τῆς τῶν ἀποτελουμένων266

1

.

267

οὐσίας, ἐξευρήσεις ἅπαντα τὰ δυνατὰ καὶ ἀδύνατα. οἷον εἰ δυνατὸν, ἀπολλυμένου χόνδρου, γεννᾶσθαι πάλιν ἕτερον χόν‐ δρον, ἢ ἀντ’ αὐτοῦ τι παραπλήσιον. οὕτω δὲ καὶ ὀστοῦν εἰ δυνατὸν ἕτερον ποιῆσαι τοῦ μετὰ τὴν ἀποκύησιν ἀπολ‐
5λυμένου, ἤ τι παραπλήσιον αὐτῷ· καὶ εἰ συμφῦναι τὸ νευ‐ ρῶδες τοῦ διαφράγματος, ἢ τὴν καρδίαν, ἢ τὸ ἧπαρ, ἢ ὅλως ὁτιοῦν τῶν ἄλλων μορίων. ἐμοὶ δὲ οὐ καιρὸς ἐνταῦθα διέρχεσθαι πάντα. οὐ γὰρ εἰς ἓν τοῦτο τὸ βιβλίον ἐγχωρεῖ τὴν ὅλην ἰατρικὴν καταθέσθαι, οὐδὲ τοῦτ’ ἐξ ἀρχῆς ὁ λό‐
10γος ἔσπευδεν, ἀλλὰ τὰς μεθόδους εἰπεῖν, ἐνδείξασθαί τε περὶ τῆς συστάσεως τῆς τέχνης, ἐκ τίνων τε καὶ πόσων ἀρ‐ χῶν, καὶ κατὰ τίνας ὁδοὺς γίγνεται. καταπαύσας οὖν ἐν‐ ταῦθα τὸν ἐνεστῶτα λόγον, εἰς ἕν τε κεφάλαιον ἀναβα‐ λὼν, προσθήσω τῷ πρόσθεν ἤδη συνεστῶτι μέρει τῆς τέ‐
15χνης. ὡς γὰρ ἐν ἐκείνῳ τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωμάτων εἶδος ἐξευρόντες ἠξιοῦμεν ἐν ταῖς κατὰ μέρος ὕλαις αὐτὸ θεάσασθαι πάσαις, οὕτω καὶ νῦν, ὑπὸ τῆς
θεραπευτικῆς μεθόδου τῶν σκοπῶν εὑρημένων, εἰς τὰς267

1

.

268

κατὰ μέρος ὕλας ἐμβιβάζειν αὐτοὺς ἀξιώσομεν, ἵνα γνῶσιν, ὅσα τε δυνατὸν γίγνεσθαι κατ’ αὐτήν εἰσιν, ἢ ἐκ μέρους, ἢ κατά τινα χρόνον, ὅσα τ’ ἀδύνατον παντάπασιν· ἐπισκο‐ πεῖσθαι δὲ κᾀνταῦθα τὴν πρὸς τὰς ἄλλας τέχνας ἀναλο‐
5γίαν. ὡς γὰρ εἴ τις, ἐξ ὀπτῶν πλίνθων γεγενημέ‐ νης οἰκίας, εἶτα πεπονθυίας κατά τι μέρος, ἐπανορ‐ θοῦσθαι τοῦτο κελεύσειεν, ἐξαιροῦντας μὲν, ὅσαι πεπόνθασι τῶν πλίνθων, εἰς δὲ τὸν ἐκείνων τόπον ἐντιθέντας ἑτέρας ἀπαθεῖς, ἀναγκαῖον ἔσται τῷ δημιουργῷ κατασκευάζειν
10πρότερον ἑτέρας ὁμοίας ταῖς πεπονθυίαις, ἔτι τε πρὸς τούτῳ τὴν ἐπιτηδείαν ὕλην οὐκ ἔχοντος παρασχεῖν τοῦ δε‐ σπότου τῆς οἰκίας, ἀδύνατον εἶναι λέγειν τὴν ἐπα‐ νόρθωσιν· οὕτως ἔχει κἀπὶ τοῦ νῦν προκειμένου σκέμμα‐ τος. ἀπορίᾳ γὰρ τῆς ὕλης οὐδὲν ἐξ ὑστέρου ποιεῖν ἡ φύ‐
15σις οἵα τ’ ἐστὶν, ὧν ἐκ σπέρματος ἐν τῷ διαπλάττειν τὸ ζῶον ἐποίησεν. Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, προσθῶμεν τῷ λόγῳ τὸ λεῖπον, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν
εἴπομεν, ἐξευρίσκοντες τὰ βοηθήματα. τὰς μὲν γὰρ οἷον268

1

.

269

γενικὰς αὐτῶν ἰδέας διήλθομεν, ὡς χρὴ τὰ μὲν ψύχειν, τὰ δὲ θερμαίνειν, τὰ δὲ ὑγραίνειν, τὰ δὲ ξηραίνειν. οὗτοι γὰρ ἐν τοῖς ὁμοιομερέσιν οἱ σκοποὶ, καθάπερ ἐν τοῖς κατὰ τὸ πηλίκον, ἤτοι καθαίρειν ἢ ἀνατρέφειν, οὕτω δὲ κᾀν τοῖς
5κατ’ ἀριθμὸν, ἢ ἐξαιρεῖν ὅλον, ἢ γεννᾷν. ἐν δὲ τοῖς κατὰ διάπλασιν εἰς τὰ κατὰ φύσιν ἐπαναγαγεῖν σχήματα, καὶ κενοῦν τὰ πεπληρωμένα, καὶ πληροῦν τὰ κεκενωμένα, καὶ τὰς ἐμφράξεις ἐκφράττειν, καὶ τὰς ἀναστομώσεις συνάγειν, καὶ τὰ μεμυκότα, καὶ πεπυκνωμένα πρὸς τοὐναντίον ἐπι‐
10στρέφειν, τὰ μὲν ἀναστομοῦντα, τὰ δὲ ἀραιοῦντα. οὕτω δὲ κᾀν τῷ κατὰ τὴν σύνθεσιν νοσήματι πρὸς τὸ κατὰ φύσιν ἐπανάγειν ὁ σκοπὸς, κᾀν τῷ τὴν ἕνωσιν λελύσθαι κόλλησιν ἐργάζεσθαι τῶν κεχωρισμένων. ἀλλ’ ἐν ἅπασι τούτοις ἐξευρίσκειν ὕλας βοηθημάτων οὐ μικρόν ἐστι μόριον
15τῆς τέχνης. οἷον εὐθέως ἐπὶ τῶν παραλλαττόντων ἄρθρων, ἐπειδὴ συμβαίνει μὴ μόνον ὀπίσω καὶ πρόσω, καὶ ἔνθα καὶ ἔνθα μεταχωρεῖν τὸ ἐξιστάμενον, ἀλλὰ καὶ πρὸς τὸν ἄνω
τόπον ὑπὸ τῆς τῶν μυῶν συντονίας ἀνέλκεσθαι, διττῆς269

1

.

270

κινήσεώς ἐστι τοῖς ἐμβάλλουσιν ἡ χρεία, πρώτης μὲν τῆς κάτω, δευτέρας δὲ τῆς εἰς τὴν οἰκείαν χώραν ἀποθέσεως. καὶ διὰ τοῦτο χωρὶς ἀντιτάσεως ἀδύνατον γενέσθαι τὴν ἐμβολήν. εἰς δὲ τὴν ἀντίτασιν ὅτι μὲν ἰσχυροτέρων ἀντι‐
5λήψεών τε καὶ τάσεών ἐστι χρεία, πρόδηλον ἅπαντι. ποιεῖν δ’ αὐτὰ ἐνίοτε διὰ τῶν ἡμετέρων χειρῶν ἀδυνατοῦντες, ὄρ‐ γανα πρὸς τοῦτ’ ἐξευρήκαμεν ἐπιτήδεια. τὰ πολλὰ δ’ αὐ‐ τῶν καὶ εἰς αὐτὴν τὴν ἀπόθεσιν τῶν ἐξηρθρηκότων συμ‐ πράττει. καὶ ταῦτα πάντα τὰ ὄργανα τῶν βοηθημάτων
10ὕλαι τινές εἰσιν, ὥσπερ καὶ τὰ ἁρμοζόμενα πάντα, καὶ τὰ φάρμακα, καὶ τὰ ἐδέσματα, καὶ τὰ πόματα, καὶ ἁπλῶς ὅσα προσαγόμενα τῷ σώματι τὰς εἰρημένας διαθέσεις εἰς τὸ κατὰ φύσιν ἐπανάγει. χρὴ τοίνυν πεπραγματεῦσθαι καὶ περὶ τῆς τούτων ὕλης τὸν ἰατρὸν, συμβιβάζοντα τοὺς εἰρη‐
15μένους ἔμπροσθεν σκοποὺς τῇ χρήσει τῶν ὑλῶν, ἵνα μή ποτε πλανηθῇ ὅμοιόν τι πάθος τοῖς οἰομένοις, ὅσα μὲν δεῖται ψύχεσθαι, πᾶσιν αὐτοῖς ἁρμόττειν ὕδωρ ψυχρὸν, ὅσα
δὲ θερμαίνεσθαι, θερμὸν, οὐκ εἰδόσιν, ὅτι κατὰ συμβεβηκὸς270

1

.

271

ἐνίοτε καὶ τὸ ψυχρὸν θερμαίνει, καὶ τὸ θερμὸν ψύχει. πλεῖστα δὲ περὶ τῆς ἐν τούτοις ἅπασι μεθόδου κατὰ τὴν περὶ φαρμάκων πραγματείαν λέγονται. ἐν δὲ τῷ παρόντι λόγῳ τοῦτο προσθῶμεν, ὡς ἅπαν τὸ τοιοῦτον γένος τῆς
5ὕλης τῶν βοηθημάτων ἐν προσφερομένοις, καὶ ποιου‐ μένοις, καὶ κενουμένοις, καὶ τοῖς ἔξωθεν προσπίπτουσι κεῖται, δι’ ὧν ἁπάντων ὁ συνιστάμενος τὴν τέχνην διεξελθὼν καὶ τῆς κατὰ μέρος ὕλης ἁπάσης ἐπιστήμην ἔχων οὐ μόνον τῆς δυνάμεως, ἀλλὰ καὶ τῆς χρήσεως οὕτως ἂν
10εἴη συμπεπληρωκὼς ἅπαντα τὰ ὑγιεινὰ τῶν αἰτίων, ὡς μηδὲν λείπειν αὐτῷ πρὸς τὴν τῆς θεραπευτικῆς τέχνης σύστασιν, εἰς δύο κεφάλαια τούτων ἁπάντων ἀναγομένων, εἴς τε τὴν γνῶσιν τῶν σωμάτων, οἷς προσάγεται τὰ βοηθή‐ ματα, καὶ αὐτὴν τὴν τῶν βοηθημάτων φύσιν.
15 Ὑπόλοιπον δ’ ἂν εἴη πράττειν αὐτῷ μέλλοντι τὰ κατὰ τὴν τέχνην, ἐξευρῆσθαί τινα διαγνωστικὴν θεωρίαν ἁπασῶν τῶν διαθέσεων, καὶ μάλισθ’ ὅσαι περὶ τὰ κατὰ βάθος μόρια συνίστανται. οὐδὲ γὰρ ἐνταῦθα τοῦ
τυχόντος ἐστὶν ἐξευρεῖν ἑκάστου τῶν μορίων, ἢ τῶν ἁπλῶν,271

1

.

272

ἢ τῶν ὀργανικῶν, τὴν νοσώδη διάθεσιν, ὅταν ἐν τῷ βάθει τύχῃ κείμενον. ἀλλὰ κᾀνταῦθα μεθόδῳ τινὶ χρὴ πειρᾶσθαι τὸ πεπονθὸς ἐξευρίσκειν ἅμα τῇ περὶ αὐτὸ διαθέσει, περὶ ἧς εἴρηται καὶ ἡμῖν ἑτέρωθι διὰ πλειόνων. ἀλλ’ ὥσπερ
5τῶν ἄλλων ἁπασῶν μεθόδων ἐνταῦθα τὰ κεφάλαια διήλ‐ θομεν, οὕτω καὶ περὶ τούτων εἰπεῖν ἀναγκαῖόν ἐστι, καὶ πρῶτόν γε, διὰ τίνος γένους τῶν παρὰ φύσιν ἐλπίζειν χρὴ τὴν διάγνωσιν αὐτῶν ποιήσασθαι. τρία γάρ ἐστι τὰ σύμ‐ παντα γένη τῶν παρὰ φύσιν, ἓν μὲν, αἱ διαθέσεις αἱ
10βλάπτουσαι τὴν ἐνέργειαν· ἕτερον δὲ, τὰ τούτων αἴτια· καὶ τρίτον, τὰ συμπτώματα. τὰ μὲν οὖν αἴτια κυριώτατα μὲν, ὅταν ἐνεργῶσι, ταύτης τῆς προσηγορίας ἀξιοῦται. λέγεται μέντοι γε πολλάκις, εἰ καὶ μηδέπω μηδὲν ἐνεργεῖ, κατ’ αὐτὸ τὸ δύνασθαι μόνον, οἷον καὶ ἡ ἀπεψία νόσων αἰτία
15λέγεται, κᾂν μηδέπω νοσάζῃ. καλῶ δὲ ἀπεψίαν οὐ μόνον τῆς ἐν γαστρὶ πέψεως τὴν ἀποτυχίαν, ἀλλὰ καὶ ἐν τοῖς
ἀγγείοις τε καὶ ἥπατι, καὶ κατὰ τὸν ὄγκον σύμπαντα.272

1

.

273

τῶν δὲ συμπτωμάτων τὸ γένος εἰς τρεῖς τέμνεται διαφορὰς, τὴν βλάβην τῶν ἐνεργειῶν, τὰ συμβεβηκότα τοῖς σώμασι, τὰς τῶν ἐκκρινομένων ἀμετρίας. ἁπάντων δὲ τούτων αἰτία τοῦ σώματός ἐστιν ἡ διάθεσις, ἣν εἴτε νόσον, εἴτε πάθος
5ὀνομάζοι τις, οὐ διοίσει. γνωρίζεται δ’ εἰκότως ὑπὸ τῶν συμπτωμάτων, αἰτίας γε λόγον ἔχουσα πρὸς αὐτά. ἔνια μὲν οὖν αὐτῶν ἐξ ἀνάγκης ἕπεται ταῖς διαθέσεσιν, ἔνια δ’ οὐκ ἐξ ἀνάγκης, ἀλλ’ ἤτοι πλειστάκις, ἢ σπανιάκις, ἢ ἀμφιδόξως. ὥσπερ αὖ πάλιν ἕτερα συμπτώματα, τὰ μὲν
10ἐξ ἀνάγκης ἕπεται τῇ διαφορᾷ τῆς διαθέσεως, τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ, τὰ δ’ ἀμφιδόξως, τὰ δὲ σπανίως. ὅσα μὲν οὖν ἐξ ἀνάγκης ἕπεται τῷ νοσήματι συμπτώματα, παθογνω‐ μονικὰ προσαγορεύεται, καὶ ταῦθ’ ἡγεῖσθαι χρὴ γνωρίσματα βέβαια τῶν νοσημάτων ὑπάρχειν. ὅσα δ’ οὐκ ἐξ ἀνάγκης,
15ἤτοι τῆς διαφορᾶς ἐστι τοῦ νοσήματος, ἢ τοῦ ἤθους, ἢ τοῦ μεγέθους ἐνδεικτικά. δείξω δ’ ἐπὶ παραδείγματος ἑνὸς ἑκάστου τῶν εἰρημένων τὴν δύναμιν, ἵν’ ἐντεῦθεν ὁρμώμε‐
νος ἔχῃς γυμνάζειν σεαυτὸν ὁμοίως ἐν ἅπασι κατὰ τὴν273

1

.

274

αὐτὴν μέθοδον. ὑποκείσθω φλεγμαίνειν ὁ τὰς πλευρὰς ὑπεζωκὼς ὑμήν. ἐστὶ δὲ δήπου τοῦτο τὸ πάθος ἡ φλεγμονὴ, συμπτώματα μὲν ἐξ ἀνάγκης ἔχουσα τὸν παρὰ φύσιν ὄγκον, ἔρευθος, ὀδύνην, ὧν οὐχ ὑποπίπτει νῦν τὰ δύο, λείπεται
5δὲ τὸ ἄλγημα μόνον, ὃ κατὰ τὰς πλευρὰς ἐρείδει νυγμα‐ τῶδες γιγνόμενον. ἀλγεῖ μὲν οὖν ὁ ἄνθρωπος, ὅτι φλεγ‐ μονὴ τὸ πάθος. ἡ δὲ ἰδέα τῆς ὀδύνης νυγματώδης, ὅτι καὶ ἡ οὐσία τοῦ πεπονθότος ἐστὶν ὑμενώδης. κατὰ δὲ τὴν πλευρὰν ἐρείδει, διότι ἐν ταύτῃ κεῖται τὸ πεπονθός. καὶ
10μὲν δὴ καὶ μέχρι πλείστου διήκει, διότι καὶ αὐτὸς ὁ ὑπε‐ ζωκὼς ἐπὶ πλεῖστον ἐκτέταται. πυρετὸς δ’ ἐξ ἀνάγκης ἕπε‐ ται διὰ τό τε πάθος καὶ τὴν θέσιν τοῦ πεπονθότος· ὧν ἐὰν ἀπῇ θάτερον, οὐκ ἐξ ἀνάγκης ἀκολουθήσει πυρετός. οὐδὲ γὰρ ἐὰν ὁ δάκτυλος φλεγμαίνῃ, πάντως πυρέτ‐
15τουσιν, ὅτι πόῤῥω τῆς καρδίας. οὐδ’ ὅταν οὖν ὁ ὑπεζω‐ κὼς μὲν πάθῃ, τὸ πάθος δ’ ἤτοι σκίῤῥος, ἢ οἴδημα τύχῃ.
καὶ μὴν καὶ ἡ δύσπνοια τῶν ἐξ ἀνάγκης ἀκολουθησάντων274

1

.

275

ἔσται τῷ πεπονθότι τόπῳ, διότι μέρος ἐστὶν ἀναπνευστικοῦ τινος ὀργάνου. τὸ μέντοι τῆς δυσπνοίας εἶδος οὐ διὰ τὸ μέρος, ἀλλὰ διὰ τὸ πάθος ἔσται. κωλύει γὰρ ἡ ὀδύνη διεστάλθαι μέχρι πλείστου τὰ τῆς ἀναπνοῆς ὄργανα. προ‐
5καταλύει τοιγαροῦν τῆς ἀναπνοῆς τὴν ἐνέργειαν, οὐδέπω τῆς χρείας πεπληρωμένης, ὅθεν ἀναγκάζεται διὰ τάχους ἐπὶ τὴν δευτέραν ἐνέργειαν ἰέναι, μηκέτ’ ἠρεμοῦντα τοσοῦτον, ὅσον ὅτ’ ἐν τῷ κατὰ φύσιν ἦν, καὶ οὕτω γίγνεται τὸ πνεῦμα μικρὸν καὶ πυκνόν. ἀλλὰ καὶ ἡ τῶν σφυγμῶν
10ἀλλοίωσις ἐξ ἀνάγκης ἀκολουθεῖ τῇ φλεγμονῇ τοῦ ὑπεζω‐ κότος, ἥ τ’ ἀχώριστος τῶν πυρετῶν, καὶ ἡ κατὰ τὴν τοῦ πεπονθότος ἰδέαν. σφύζουσι γὰρ αὐτοῖς αἱ ἀρτη‐ ρίαι, διότι μὲν πυρέττουσι μεῖζον, καὶ θᾶττον, καὶ πυκνότερον, ὅτι δὲ νευρῶδες τὸ φλεγμαῖνον, ἅμα τάσει τε
15καὶ σκληρότητι. ταῦτα μὲν οὖν ἐξ ἀνάγκης ἀκολουθεῖ τὰ συμπτώματα τῇ φλεγμονῇ τοῦ ὑπεζωκότος. ἐξ ἀνάγκης δὲ
κἀκ τῶν ἑπομένων ἕν τι, ἤτοι γε ἐπὶ τὴν πεπονθυῖαν275

1

.

276

πλευρὰν ἡ κατάκλισις ἧττον ἐπώδυνός ἐστιν, ἢ ἐπὶ τὴν ἀντικειμένην, ἢ ἐπ’ ἀμφοτέρας παραπλησίως. διπλοῦ γὰρ ὄντος τοῦ ὑπεζωκότος, εἰ μὲν οὖν τὸ περὶ τοῖς ὀστοῖς ἔξω‐ θεν αὐτοῦ μέρος ἰσχυρότερον φλεγμαίνοι, ῥᾷον ἐπὶ τὸ ἀντι‐
5κείμενον κατακλίνονται, θλίβονται γὰρ ἐπὶ τοῦ πεπονθότος· εἰ δὲ τὸ ἕτερον τὸ ἔνδον, ὅπερ ὡς τὰ πολλὰ συμβαίνειν εἴωθεν, ἐπὶ τὸ ἀντικείμενον ὀδυνῶνται μᾶλλον κλινόμενοι· κρέμαται γὰρ αὐτοῖς τὸ φλεγμαῖνον· εἰ δ’ ἐπὶ τὸ πεπον‐ θὸς, ἧττον, οὔτε γὰρ θλίβεται πρὸς τοῖς ὀστοῖς, οὔτε κρέ‐
10μαται, ἀλλ’ ἀμφοῖν γε τούτοις ἠλευθέρωται, καὶ κατὰ θατέρου τοῦ ἀπαθοῦς ἐστήρικται. παθόντων δὲ ἀμφοτέρων τῶν μερῶν τοῦ ὑπεζωκότος, ὁμοίως ἐπ’ ἀμφοτέραις ταῖς πλευραῖς κλίνονται. καὶ μὲν δὴ καὶ τῷ διήκειν τὸ ἄλγημα τοῖς μὲν εἰς ὑποχόνδριον, ἐνίοις δ’ εἰς κλεῖν, διά τε τὴν
15φύσιν τοῦ πεπονθότος γίνεται μορίου, καὶ τὸ τῆς φλεγμο‐ νῆς σύμπτωμα τὸ ἐκτείνεσθαι τὴν ὀδύνην. ἐπεὶ γὰρ ἄχρι
τε τῶν κλειδῶν ὁ ὑπεζωκὼς ἀνήκει, καὶ κατὰ τοῦ διαφρά‐276

1

.

277

γματος ἅπαντος, τῶν μὲν ἄνω μερῶν αὐτοῦ φλεγμαινόντων, ἡ κλεὶς κατασπᾶσθαι δοκεῖ, τῶν κάτω δ’, εἰς ὑποχόνδριον ἐξήκει τὸ ἄλγημα. μικρὰν οὖν χρὴ πάνυ κατὰ τὰ μέσα τῶν πλευρῶν γενέσθαι τὴν φλεγμονὴν, ἵν’ εἰς μηδέτερον
5ἐξίκηται, ὡς ἥ γε μεγάλη πρὸς ἄμφω διϊκνεῖται. καὶ μὴν καὶ τὸ διϊδροῦσθαί τινα καὶ ἀποχεῖσθαι τοῦ φλεγμαίνοντος μορίου λεπτὸν ἰχῶρα διά τε τὸ νόσημα γενήσεται καὶ τὸ μόριον, ὥσπερ καὶ τοῖς ἐν τῷ στόματι φλεγμαίνουσιν ἅπασι συμπίπτει καὶ τοῖς ὀφθαλμοῖς. ἐξ ἐπιῤῥοῆς τε γὰρ τῶν
10ὑγρῶν ἡ φλεγμονὴ, καὶ τὸ μέρος ἀραιὸν, οὐχ ὥσπερ τὸ δέρμα πεπιλημένον τε καὶ πυκνόν. ὅταν μὲν οὖν πολλή τε ἅμα καὶ λεπτὴ κατὰ τὸ φλεγμαῖνον ἡ ὑγρότης ὑπάρχῃ, καὶ τὸ μόριον ἀραιὸν, πλεῖστον ἀποχεῖται πρὸς τὸ ἐκτός· ὅταν δ’ ἔμπαλιν ὀλίγον τε ᾖ καὶ παχὺ τὸ ῥεῦμα, καὶ τὸ σῶμα πυ‐
15κνὸν ἐλάχιστον. τουτὶ δ’ ἐλάχιστον ἐρεθίζει μὲν εἰς βῆχα, πτύουσι δὲ οὐδέν· ὥσπερ γε κᾀπειδὰν πλεῖστον γίνηται, βήχουσί τε πλεῖστα καὶ ἀναπτύουσιν οὐκ ὀλίγα. καὶ εἴη ἂν
τὸ μὲν βήττειν ἀχώριστον τοῦ πάθους, τὸ δὲ πτύειν ἐπὶ277

1

.

278

τῷ βήττειν οὐκ ἀχώριστον μὲν, ὡς ἐπὶ τὸ πολὺ δὲ γιγνό‐ μενον. εἰ μέντοι γε ἀναπτύοιεν, ἐξ ἀνάγκης μὲν χρωσθήσε‐ ται τὸ σίελον, οὐ μὴν ἀεί γε ταὐτῷ χρώματι, διότι μηδ’ ἐν τῷ φλεγμαίνοντι μέρει τῆς αὐτῆς ἀεὶ φύσεώς ἐστι τὸ περιττόν.
5ὅταν μὲν οὖν αἱματῶδες ἢ χολῶδες ὑπάρχῃ, τοι‐ οῦτον δ’ ἐν πλευρίτισι τοὐπίπαν ἐστὶ τὸ τὴν φλεγμονὴν ἐρ‐ γαζόμενον ῥεῦμα, κέχρωσται τὸ σίελον αὐτοῦ ὀῤῥῷ ὑπὸ τοῦ περιεχομένου χυμοῦ κατὰ τὸ φλεγμαῖνον· ἐρυθρὸν μὲν, ὅταν αἱματικὸν ὑπάρχῃ τὸ ῥυὲν εἰς τὸν ὑπεζωκότα· ξανθὸν δ’,
10ὅτε πικρόχολόν ἐστιν. εἰ μέντοι φλεγματώδης χυμὸς πρῶτον σφηνωθείς τε καὶ διασαπεὶς αἴτιος καθίσταται τοῦ τὴν φλεγμονὴν ἐργασαμένου ῥεύματος, τηνικαῦτα ἀποπτύουσιν ἀφρώδη. πτύουσι δὲ καὶ μέλανά ποτε, κατοπτηθέντος τοῦ ῥεύματος, ἄν θ’ αἱματικὸν, ἄν τε πικρόχολον ᾖ. συνεν‐
15δείξεται οὖν τὰ τοιαῦτα πάντα τῇ τε τοῦ πεπονθότος μο‐ ρίου διαγνώσει καὶ τῇ τοῦ πάθους τὴν διαφορὰν τοῦ ῥεύ‐
ματος. ὥστ’ ἐκ τῶν εἰρημένων εὔδηλον, ὡς καὶ τὴν οὐσίαν278

1

.

279

ἑκάστου τῶν πεπονθότων μορίων ἀναγκαῖόν ἐστιν ἐπίστα‐ σθαι καὶ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν εἰς τὴν τῶν νοσημάτων τε καὶ νοσούντων τόπων εὕρεσιν. ὅτι δ’ οὐδὲν διαφέρει λέγειν, ἢ θέσιν, ἢ σύνθεσιν, ἢ πρὸς τὰ παρακεί‐
5μενα κοινωνίαν, εὔδηλον εἶναι νομίζω, κᾂν ἐγὼ μὴ λέγω. Εὔδηλον δ’ ἐκ τῶν εἰρημένων ἐστὶν, ὡς καὶ τὴν ἐνέργειάν τε καὶ τὴν χρείαν ἑκάστου τῶν μορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι· καὶ πρὸς τούτοις ἔτι τὰς τῶν νοσημάτων τε καὶ συμπτωμάτων γενέσεις· εἰς δὲ τοῦτο
10καὶ τὰς ποιούσας αἰτίας τὰ νοσήματα. πρός τε γὰρ τὴν διάγνωσιν ἑκάστου τῶν πεπονθότων μορίων ἅμα ταῖς δια‐ θέσεσι καὶ πρὸς τὰς τοῦ νοσήματος αὐτοῦ διαφορὰς ἀναγκαῖα φαίνεται ταῦτα. καὶ τὸ μέγεθος δὲ καὶ τὸ ἦθος ἑκάστου τῶν νοσημάτων ἐκ τῶν αὐτῶν τούτων λαμβάνεται.
15τὸ μέγεθος μὲν, ἔκ τε τοῦ κατὰ τὴν διάθεσιν αὐτῶν μεγέ‐ θους καὶ τῶν ἑπομένων αὐτῇ συμπτωμάτων. τὸ δὲ ἦθος, ἔκ τε τῆς διαφορᾶς τοῦ νοσήματος καὶ τῶν ἑπομένων αὐτῇ
συμπτωμάτων. εὐθέως γοῦν ἐπὶ τοῦ προκειμένου παραδεί‐279

1

.

280

γματος ὀλεθριώτατος μέν ἐστιν ὁ μελαγχολικὸς ἐπικρατῶν χυμὸς, ὅτι τε κακοηθέστατος αὐτός ἐστι, καὶ διαβρωτικώτα‐ τος καὶ δύσπεπτος καὶ δυσεκκάθαρτος, ὅτι τε πλείστης ἐστὶ θερμασίας ἐνδεικτικὸς, ὑφ’ ἧς κατοπτηθεὶς ἐγένετο.
5πάντων δ’ ἐπιεικέστατος ὁ αἱματικὸς, ὡς ἂν γλυκύτατός τε καὶ εὐπεπτότατος ὤν. οἱ δ’ ἄλλοι δύο χυμοὶ μεταξὺ τῶν εἰρημένων εἰσὶν, ἁπλότητός τε καὶ κακοηθείας. τῶν συμ‐ πτωμάτων δὲ, τὸ μὲν μηδὲν ἀναπτύειν ὀλέθριον, ὅτι τε δεδέσθαι δηλοῦν πρὸς τῆς φλεγμονῆς τὸ ῥεῦμα, καὶ ὅτι διὰ
10τὸ μένειν ἔνδον ὅλον διαφθαρήσεται. τὸ δ’ ἀναπτύειν ἀπό‐ νως τε καὶ ῥαδίως ἐπιεικέστατον. εἰ δὲ δὴ καὶ τὸ πτυόμε‐ νον εἴη πεπεμμένον, ἔτι καὶ μᾶλλον ἐπιεικέστατον. ἀλλὰ καὶ τὰ κατὰ τοὺς σφυγμοὺς συμπτώματα τὸ ἦθος δηλοῖ τοῦ νοσήματος. ἤδη δὲ καὶ τἄλλα, ὅσα κατὰ συμπάθειαν
15ἐπιγίνεται, παραφροσύναι τε, καὶ κώματα, καὶ ἀνορεξίαι, καὶ οὖρα, καὶ διαχωρήματα τοῖα καὶ τοῖα γιγνόμενα γυ‐ μναστέον οὖν ἡμῖν ἐστιν ἐν ἅπασι τοῖς εἰρημένοις, εἰ δια‐
γνωστικοὶ βουλόμεθα γενέσθαι νοσήματός τε καὶ μορίου280

1

.

281

πεπονθότος, ἤθους τε καὶ μεγέθους, καὶ διαφορᾶς τῆς κατ’ αὐτά. ἐκ τῶν αὐτῶν δὲ τούτων ἡμῖν ὑπάρξει καὶ τὸ προ‐ γιγνώσκειν, εἰς ὅ τι τελευτήσει τὸ νόσημα καὶ ἡ τῶν βοη‐ θημάτων ἐπιδέξιος χρῆσις. ἡ μὲν γὰρ πρόγνωσις ἀναίτιόν
5τε τὸν ἰατρὸν ἀποφαίνει τῶν θανάτων, εὐπειθεῖς τε παρέχει τοὺς κάμνοντας, ἐκ πολλῶν τε προδιδάσκει τὸν καιρὸν τῶν βοηθημάτων. ἡ δὲ τῶν βοηθημάτων χρῆσις ἐπιδέξιος ὅτι μὲν αὐτὸ τὸ κυριώτατόν ἐστι τῆς τέχνης, ἐφ’ ᾧ σύμπας ὁ λόγος ὥρμηται, πρόδηλον παντί. πῶς δὲ ἐκ
10τῶν προειρημένων περιγίγνεται, μετ’ ὀλίγον εἰρήσεται. νυνὶ μὲν γὰρ ἐπιθεῖναι βούλομαι πρότερον οἷς διεξῄειν τὸ τέ‐ λος. ἡ γὰρ τῶν νοσημάτων ἅμα τοῖς δεδεγμένοις αὐτὰ μο‐ ρίοις διάγνωσις ἐφ’ ἑνὸς μὲν ἤδη μοι παραδείγματος εἴρη‐ ται· προσθεῖναι δὲ ἕτερόν τι παραπλήσιον οὐδὲν χεῖρον.
15ἡ γάρ τοι τῶν ἐκκρινομένων ἰδέα διδάσκει πολλὰ, συνῆπται δ’ αὐτῇ τὸ σῶμα, ἐξ οὗ τὴν ἔκκρισιν ὁρῶμεν γιγνομένην, ὡς ἐξ ἀμφοῖν συνιόντων ἔνδειξιν μίαν γίγνεσθαι βεβαίαν.
ὑμενώδους γὰρ, εἰ οὕτως ἔτυχεν, ἐκκριθέντος σώματος, ἡ μὲν281

1

.

282

ἐξ αὐτοῦ τοῦ φανέντος ἔνδειξις ἡλκῶσθαί τι τοιοῦτον ἐνδείκνυ‐ ται μέρος, ὡς ἐπιπολῆς ὑμενώδη φύσιν ἔχειν, ἀφωρισμένον δὲ αὐτὸ δηλοῦν ἀδυνατεῖ. τὸ μέντοι τῆς ἐκκρίσεως χωρίον ἐπ’ αὐτὸ τὸ πεπονθὸς ποδηγεῖ. κάτω μὲν γὰρ διαχωρῆσαν
5ἐντέρου δηλοῖ τὴν ἕλκωσιν, ἄνω δὲ ἐμεθὲν γαστρὸς, ἀνα‐ βηχθὲν δὲ τῶν ὑπαλειφόντων τὰς τραχείας ἀρτηρίας ὑμέ‐ νων, οὐρηθὲν δὲ ἤτοι κύστεως, ἢ τοῦ κατὰ τὸ αἰδοῖον πόρον. αὐτά τε οὖν ταῦτα καὶ πρὸς τούτοις ἔτι τὰ κατὰ συμπάθειάν τε καὶ πρωτοπάθειαν κάμνοντα σώματα δια‐
10κρίνειν ἀλλήλων προσήκει τῇ τε ἡγεμονίᾳ καὶ ἀκολουθίᾳ, καὶ τῷ μεγέθει τε καὶ τῇ σμικρότητι καὶ προσέτι τῇ τῶν κα‐ κούντων ἑκάτερον αἰτίων προσόδῳ. πολλοὶ γοῦν ἐπὶ στομαχι‐ καῖς διαθέσεσιν ἤτοι τοῦ ἐγκεφάλου εἰς συμπάθειαν ἀχθέντος ἐν μελαγχολικοῖς ἐγένοντο συμπτώμασιν, ἢ τῶν ὀφθαλμῶν
15ἐν τοῖς τῶν ὑποχεομένων. ἀλλ’ ἐπὶ τῶν τοιούτων ἐάν τις ἀκριβῶς προσέχῃ τὸν νοῦν, εὑρήσει ταῖς ἀπεψίαις τε καὶ ταῖς τῶν περιττωμάτων ἀθροίσεσιν ἐν στόματι κοιλίας ἑπό‐
μενα τὰ εἰρημένα παθήματα, καὶ συμπαροξυνόμενά τε τοῖς282

1

.

283

βλάπτουσι τὸ τῆς γαστρὸς στόμα, καὶ συγκαθιστάμενα τοῖς ὠφελοῦσι. ἀλλ’ οὐ πρόκειταί μοι τὰ νῦν ἅπαντα τὸν ὑπὲρ τῶν πεπονθότων μερῶν λόγον διέρχεσθαι, ὥσπερ οὐδ’ ἄλλο τι τῶν κατὰ τὴν τέχνην ὁλόκληρον, ἀλλ’ ἐνδείξασθαι
5μόνον τὴν μέθοδον αὐτῆς τῆς εὑρέσεως, καὶ ὅπως τῷ τέλει τῆς τέχνης συνῆπται. καὶ ἀναγκαῖόν ἐστιν αὐτὸν καθ’ ἕκα‐ στον γυμνάσασθαι πολυειδῶς ἐν ἁπάσαις, τὰς ὑπὲρ αὐτῶν γεγραμμένας ἡμῖν ἐννοίας ταῖς πραγματείαις ἀναλεγόμενον. ὅπερ οὖν ἀναγκαῖόν ἐστιν εἰς τὰ παρόντα προσθέντες, ἀπαλ‐
10λάξομεν ἐπὶ τὰς εἰρημένας μεθόδους· κᾀνταῦθα τὸ εἶδος νόμιζε τοῦ πράγματος ὑπάρχειν· ἐπειδὰν δὲ ταῖς ὕλαις ἐμ‐ βιβασθῇ, ὅλην τὴν οὐσίαν, ὅταν ἅπαντα διέλθω τὰ κατὰ μέρος, ὥσπερ νῦν ἐπὶ παραδειγμάτων ὀλίγων ἐποίησα, καὶ τοῦτ’ ἄν σοι τὸ μέρος εἴη τῆς τέχνης ὁλοκλήρως
15συνεστηκός. Ὑπόλοιπον δ’ ἐστὶν ὑποδεικνύειν, ὡς καὶ εἰς τὴν ἐπιδέξιον χρῆσιν τῶν βοηθημάτων ἀναγκαῖον ἐπί‐ στασθαι τὴν οὐσίαν ἀκριβῶς τοῦ θεραπευομένου μορίου,
καὶ τὴν διάπλασιν, καὶ τὴν θέσιν. ἡ μὲν οὖν οὐσία διδάσκει283

1

.

284

τὰ πρῶτα νοσήματα τὰ κατὰ δυσκρασίαν, εἰς ὅσον ἐξέστηκε τοῦ κατὰ φύσιν, ἄχρι πόσου τε θερμαντέον ἐστὶν ἕκαστον αὐτῶν, καὶ ψυκτέον, καὶ ξηραντέον, καὶ ὑγραντέον. ἡ δὲ διάπλασις αὐτά τε τὰ καθ’ ἑαυτὴν διδάσκει νοσήματα,
5περὶ ὧν ἔμπροσθεν εἴρηται, καὶ συνενδείκνυται τὸ μέ‐ γεθος αὐτῶν. εἰς ὅσον γὰρ ἕκαστον ἐξέστηκε τοῦ κατὰ φύ‐ σιν, εἰς τοσοῦτον ἥκει μέγεθος. ἅμα δὲ τῷ μεγέθει καὶ τὸ μέχρι πόσου, διὰ τῶν ἐναντίων ἐπανάγειν αὐτὸ χρὴ πρὸς τὸ κατὰ φύσιν. ἐξ αὐτοῦ λαμβάνεται. ταῦτα μὲν οὖν ἀνάλογον
10τοῖς κατὰ δυσκρασίαν. αἱ δὲ ἐμφράξεις τε καὶ σφηνώσεις τού‐ του εἰσὶ γένους, ἴδιον δὲ ἐξαίρετον ἐνδείκνυται, τὸν τρόπον τῆς κενώσεως ἐκ τῶν στομάτων, καὶ διὰ τῶν σχημάτων, ἃ κέκτηται τὸ θεραπευόμενον ὄργανον. ἐπικοινωνεῖ δὲ τοῦτο τοῖς ὑπὸ τῆς θέσεως ἐνδεικνυμένοις, ὑπὲρ ὧν ἤδη λέγωμεν.
15ὅσα μὲν οὖν ἐν αὐτοῖς ἀνάλογόν ἐστιν εἴς τε τὴν τοῦ μεγέ‐ θους διάγνωσιν εἴς τε τὸ ποσὸν τῆς τῶν βοηθημάτων χρήσεως, οὐδὲν ἔτι δέομαι λέγειν. ὅσα δ’ ἐξαίρετα, λε‐
κτέον ἐφεξῆς, ἐπειδὴ καὶ ἡ χρεία μεγίστη πρὸς τὰς θερα‐284

1

.

285

πείας αὐτῶν ἐστι μιγνυμένων ταῖς ἀπὸ τῆς διαπλάσεως ἐν‐ δείξεσιν. ἔσται δὲ κᾀνταῦθα ὁ λόγος ἐπὶ παραδειγμάτων ὀλίγων ὑπὲρ τοῦ γνῶναι τὴν μέθοδον. ἔμφραξίς ἐστι μὲν ἕν τι τῶν ὀργανικῶν παθῶν· ἐγγίγνεται δὲ ἐν ἥπατι μά‐
5λιστα διὰ τὴν κατασκευὴν αὐτοῦ καὶ τὴν ἐνέργειαν. αἱ γὰρ ἀπὸ τῶν πυλῶν φλέβες εἰς ἅπαντα τοῦ σπλάγχνου τὰ σιμὰ κατασχιζόμεναι συνάπτουσι τοῖς ἐν τοῖς κυρτοῖς ἀδή‐ λοις αἰσθήσει στόμασι. ἀναφέρεται δ’ ἐκ τῆς κοιλίας τροφὴ πᾶσα πρὸς ἕνα τόπον τοῦ ἥπατος, ὃν ἀπ’ αὐτοῦ τοῦδε
10τοῦ νῦν εἰρημένου πύλας ὀνομάζουσιν. οὔτε γὰρ εἰς τὰς πόλεις εἰσελθεῖν τις δύναται, πρὶν διελθεῖν τὰς πύλας, οὔτ’ εἰς ἧπαρ ἀφικέσθαι, πρὶν ἐν τούτῳ γενέσθαι τῷ χωρίῳ. διανέμεται δ’ ἐντεῦθεν εἰς τὰ σιμὰ τοῦ ἥπατος ἅπαντα, κᾄπειτα δι’ ὧν εἰρήκαμεν περάτων εἰς τὸ κυρτὸν
15μεταλαμβάνεται. οὐδὲν οὖν θαυμαστόν ἐστι, διά τε τὴν τῶν ὁδῶν στενότητα καὶ τὸ πλῆθος τῆς διερχομένης οὐσίας
ἐμφράξεσι συνεχέσιν ἁλίσκεσθαι τὸ σπλάγχνον. ἴασις οὖν285

1

.

286

αὐτῶν ἔσται, πρὶν μὲν πολλὰς γενέσθαι καὶ πυρέττειν τὸν ἄνθρωπον, ἡ τῶν λεπτυνόντων ἐδεσμάτων τε καὶ φαρ‐ μάκων προσφορά. πολλῶν δὲ γενομένων, οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ ἡ κένωσίς ἐστιν, ἥντινα δι’ ὧν χρὴ ποιεῖσθαι
5χωρίων, ἥ τε διάπλασις ἐνδείξεται τοῦ σπλάγχνου καὶ ἡ θέσις. ἐκ τούτων γοῦν ὁρμώμενοι, τὰ μὲν ἐν τοῖς σιμοῖς τοῦ ἥπατος ἐπ’ ἔντερον προτρέψομεν, ὅσα δ’ ἐν τοῖς κυρ‐ τοῖς ἐστι, δι’ οὔρων ἐκκενώσομεν. οὕτω δὲ καὶ ὅσα κατὰ τὸν θώρακα καὶ τὸν πνεύμονα περιέχεται, κενοῦσθαι δεό‐
10μενα, παρά τε τῆς διαπλάσεως αὐτῆς καὶ τῆς θέσεως ἐδι‐ δάχθημεν ἐκκαθαίρειν διὰ βηχῶν. ὡσαύτως δὲ καὶ ὅσα κατὰ τὸν ἐγκέφαλον, ἐπὶ τὰς ῥῖνας ἕλκειν. οὐχ ἥκιστα δὲ καὶ ἡ τῶν φλεγμαινόντων μορίων ἴασις ἐκ θέσεώς τε καὶ διαπλάσεως λαμβάνεται. ἔστι μὲν γὰρ καὶ τούτων ὁ πρῶ‐
15τος σκοπὸς ἡ κένωσις τοῦ χυμοῦ τοῦ κατασκήψαντος εἰς τὸ φλεγμαῖνον. ὅπως δ’ ἐκκενοῦν αὐτὸν χρὴ, τῶν κατεχόντων ὀργανικῶν μορίων ἡ φύσις ἐνδείκνυται. παρ’ αὐτῶν γοῦν
διδασκόμενοι, τὰ μὲν εἰς ἰσχίον κατασκήψαντα ῥεύματα διὰ286

1

.

287

τῶν κατ’ ἰγνύα τε καὶ σφυρὰ φλεβῶν ἐκκενώσομεν, ὥσπερ γε καὶ ὅσα κατὰ τὰς μήτρας ἴσχεται. τὰ δὲ κατὰ θώρακα καὶ πνεύμονα διὰ τῆς ἔνδον κατ’ ἀγκῶνα φλεβός. τὰ δὲ κατὰ κεφαλήν τε καὶ τράχηλον ἐκ τῆς ὠμιαίας. ἡ γὰρ τῶν ἐγ‐
5γυτάτων τε καὶ κοινῶν τῷ πεπονθότι μορίῳ φλεβῶν κέ‐ νωσις ἀρίστη τε καὶ ῥᾴστη. καὶ τὸ διαφορεῖν δὲ τὸ φλεγ‐ μαῖνόν ἐστι μὲν δήπου καὶ αὐτὸ τὴν ἐκ τοῦ νοσήματος ἔνδειξιν ἔχον. ὑπαλλάττεται δ’ ἐν τῇ κατὰ μέρος τῶν βοηθημάτων χρήσει τὴν παρὰ τῆς θέσεως τοῦ πεπονθότος
10μορίου προσλαμβάνον ἔνδειξιν. ὅσα μὲν γὰρ ἐπιπολῆς κεῖται, τοιοῦτον ἐπ’ αὐτῶν εἶναι προσήκει τὸ διαφορῆσον φάρμακον, οἷόνπερ ἐνδείκνυται τὸ τῆς φλεγμονῆς εἶδος. ὅσα δ’ ἐν βάθει, τοσοῦτον δριμυτέρων δεῖται φαρμάκων, ὅσῳ τῶν ἐκτὸς ἀποκεχώρηκεν, ὥστε καὶ σικύας ἐπ’ αὐτῶν
15ἐνίοτε χρῄζομεν, εἰ κατὰ συχνοῦ κέοιτο βάθους, ὅπερ ἐναν‐ τιώτατόν ἐστι τοῖς ἐπιπολῆς φλεγμαίνουσιν. οὕτω δὲ καὶ εἴ που στύφοντος εἴη φαρμάκου χρεία, σκοπεῖσθαι τοῦ δεο‐
μένου χωρίου τὴν θέσιν. εἰ μὲν γὰρ ἱκανόν ἐστιν ἐξικέσθαι287

1

.

288

πρὸς αὐτὸ τὸ στύφον, οὐδὲν κωλύει παραλαμβάνειν. εἰ δ’ οὐχ ἱκανὸν, ἐπισκοπεῖσθαι, μή ποτε ἄρα τὴν ἐκ τῶν προκειμένων ὑγρότητα συνελάσωμεν εἰς τὸ πεπονθὸς, ὥστε ἤτοι τὴν ποδηγοῦσαν τῷ στύφοντι φαρμάκῳ μικτέον ἐστὶ
5δύναμιν, ἢ οὐ χρηστέον αὐτῷ. μέγιστον οὖν οἶδα βλάπτον‐ τας, ὅσοι τοῖς ἐκ πνεύμονος ἀναβήττουσιν αἷμα περιτι‐ θέασιν ἐκ κύκλῳ καθ’ ὅλον τὸν θώρακα φάρμακα στύ‐ φοντα. πρὸς γὰρ τῷ μὴ διϊκνεῖσθαι τὴν δύναμιν αὐτῶν εἰς τὸν πνεύμονα συνελαύνουσι καὶ τὸ κατὰ τὸν θώρακα
10αἷμα πρὸς τὸ σπλάγχνον. ἀρκεῖν ἡγοῦμαι καὶ περὶ τού‐ των εἴς γε τὴν ἐνεστῶσαν, πραγματείαν τὰ εἰρημένα. τοσοῦτον οὖν εἰπὼν ἔτι περὶ αὐτῶν ἀπαλλάξομαι, ὡς ἡ μὲν μέθοδος αὕτη τὸ εἶδος μόνον ἐστὶ τῆς πραγμα‐ τείας· ἡ δὲ καθ’ ἕκαστον μέρος τοῦ σώματος ἐπιστήμη
15τε καὶ διέξοδος, ἡ οἷον οὐσία σύμπασα, ἣν ἐν ταῖς ἄλλαις
πραγματείαις διεξήλθομεν.288

1

.

289

Περὶ προγνώσεως τοίνυν ἐφεξῆς λέξομεν, ἐπειδὴ χρήσιμος ἡμῖν εἰς ἄλλα τέ τινα, καὶ οὐχ ἥκιστα πρὸς τὴν θεραπείαν ἐφάνη. τῷ μὲν οὖν πρῶτον βουλο‐ μένῳ συστήσασθαι τέχνην προγνωστικὴν ἀναγκαῖόν ἐστι
5προεπισκέψασθαι, πότερον, ὥσπερ ἑκάστου ζώου φύσις ἴδιον ἔχει χρόνον ζωῆς, οὕτω καὶ τῶν νοσημάτων ἕκαστον, ὡς ἀδύνατον εἶναι τέσσαρσιν ἡμέραις λυθῆναι νόσον, ἧς ἡ φυσικὴ προθεσμία δυοῖν ἐστι μηνῶν, ἢ πᾶν νόσημα καὶ χρονίσαι δυνατόν ἐστι, καὶ λυθῆναι τάχιστα. νυνὶ μέντοι
10διὰ τὸ πολλοὺς ἤδη γεγονέναι προγνωστικοὺς τῶν ἐσομένων ἰατροὺς, οὐκέτ’ οὐδὲ τοῖς ἰδιώταις ζητεῖται, πότερον ἐγχω‐ ρεῖ γενέσθαι τινὰ τοῦ μέλλοντος ἀποβήσεσθαι προγνωστι‐ κὸν, ἢ ἀδύνατόν ἐστι, ἀλλ’ ἑξῆς ἅπαντες ὥσπερ δυνατοῦ τε τοῦ πράγματος ἔχουσι, πυνθάνονταί τε τὸν ἰατρὸν, ἐν
15ᾗτινι προθεσμίᾳ λυθήσεται τὸ νόσημα. πρὸς μέντοι τὴν ἐνεστῶσαν πραγματείαν οὐδὲν ἂν εἴη χεῖρον ὑποθέσθαι νῦν πρῶτον ἡμᾶς συνίστασθαι τέχνην προγνωστικὴν, καὶ γὰρ
τἄλλα πάντα κατὰ τὸν λόγον οὕτω διήλθομεν. ἓν μὲν289

1

.

290

δὴ καὶ πρῶτον ἀναγκαῖον, εἴπερ εἴη τις πρόγνωσις, εἶναί τινα βεβαίως ἐσόμενα κατὰ τὸν μέλλοντα χρόνον. ἑξῆς δὲ σκεπτέον, ὅπως ἄν τις εὕροι, τίνα τε καὶ πόσα τὰ τοιαῦτά ἐστιν. οὐ γὰρ πάντα γε τὰ γενησόμενα περὶ τὸν κάμνον‐
5τα τὴν γένεσιν ἀναγκαίαν ἔχει. θόρυβος οὖν ἐκ γειτόνων διὰ νυκτὸς, καὶ κύνες ὑλακτοῦντες, ἢ ἀγγελίαι τινὲς ἀηδεῖς ἀγρύπνους ἐργάζονται τοὺς νοσοῦντας, ὧν οὐδὲν οὔτ’ ἀναγ‐ καίαν ἔχει τὴν γένεσιν, οὔτε βεβαίαν τὴν πρόγνωσιν. ἆρ’ οὖν ὅσα κατὰ τὸν τοῦ νοσήματος ἀποτελεῖται λόγον, ὡρισμέ‐
10νην τε τὴν γένεσιν ἔχει καὶ βεβαίαν τὴν πρόγνωσιν, ἢ οὐδὲ ταῦτα σύμπαντα; δύναται γὰρ ἐξαίφνης ἐπιῤῥυῆναί τι πε‐ ριττὸν ὑγρὸν ἔνδον τοῦ σώματος, ἁλλόμενον ἐπί τι μόριον ἀναγκαῖον εἰς τὴν ζωὴν, ὥσπερ αὖ πάλιν ἕτερον ἐκ μέρους κυρίου μεταστῆναι εἰς ἄκυρον. ἀκολουθήσει δ’ ἐξ ἀνάγκης
15τῷ μὲν εἰς τὸ κύριον ἐνεχθέντι μέρος ἔσχατος κίνδυνος, τῷ μεταστάντι δ’ ἐξαιφνίδιός τε καὶ ἀπροσδόκητος ἡ τοῦ κάμνον‐
τος σωτηρία. τῶν μὲν δὴ τοιούτων καταστάσεων290

1

.

291

αὐτὸ τοῦτο μόνον ἐστὶ προγνῶναι τὸ βέβαιόν τε καὶ σφα‐ λερόν· οὐ μὴν ἐς ὅ, τι τελευτήσει, δυνατὸν ἀκριβῶς ἐξευ‐ ρεῖν. ἐφ’ ὧν δὲ οὐκ ἔτι διαῤῥεῖ τὰ περιττώματα, κατα‐ σκήψαντα δὲ εἴς τινα τόπον, ἐκεῖνον κατείληφεν, ἐπὶ τού‐
5των ἐγχωρεῖ προγνῶναι τὸ μέλλον εἰδόσιν ἡμῖν, ὅτι τε δυνάμεις εἰσὶ τῆς φύσεως οὐκ ὀλίγαι, καθ’ ἃς διοικεῖται τὸ ζῶον, ὁποία τέ τις αὐτῶν ἡ διαφορά. καὶ μέν γε καὶ ὅσα καθ’ ὅλον τὸ ζῶον ἐμφέρεται τῷ αἵματι περιττὰ, χωρὶς πλήθους ἀμέτρου, καὶ ταῦτα προθεσμίαν ἕξει πέψεως ἰδίαν
10ἕκαστα, ἐὰν μόνον ἑκάστου περιττώματος εὕρωμεν τὴν φύ‐ σιν. οὕτω γὰρ ἐγχωρήσει τι καὶ περὶ τῆς πέψεως αὐτοῦ στοχάσασθαι τεχνικῶς, ἁπάντων γε δηλονότι τῶν περὶ τὸν κάμνοντα πραττομένων ὀρθῶς. ὅσα γὰρ ἁμαρτάνεται πρός τινος, ἢ τοῦ βραδύναι τὴν λύσιν τοῦ νοσήματος, ἢ τοῦ
15φθάσαι τὸν θάνατον αἴτια καθίσταται, καὶ χρὴ μεμνῆσθαι τοῦδε παρ’ ὅλον τὸν λόγον, εἴπερ τινὸς ἄλλου. μόναι γὰρ
αἱ προγνώσεις ἀποβήσονται τοῦ ἀρίστου ἰατροῦ, θεραπεύοντος291

1

.

292

μὲν αὐτοῦ ὀρθῶς, τοῦ κάμνοντος δὲ μηδὲν ἁμαρτάνοντος. τὸ δ’ οἴεσθαι τοιαύτην εἶναι τοῖς ἰατροῖς τὴν πρόγνωσιν, οἵαν οἱ μάντεις ἐπαγγέλλονται, γελοῖον. ἐκεῖνοι μὲν γάρ φασιν ἐνναταῖον, εἰ οὕτως ἔτυχε, σωθήσεσθαι τὸν ἄνθρω‐
5πον, οὐκ ἔτι προστιθέντες, ἁπάντων ὀρθῶς γιγνομένων. οἱ μὲν γὰρ ἅπαντα τὰ τοῖς κάμνουσιν αἰσίως τε καὶ ἀπαισίως ἐπιγενησόμενα προμαντεύονται. ὁ δὲ ἰατρὸς οὐχ οὕτως προερεῖ τὸ μέλλον, ἀλλ’ οἶδεν, εἰ πάντα γίγνοιτο δεόντως, ἑβδομαῖον, εἰ οὕτως ἔτυχε, λυθήσεσθαι τὸ νόσημα· προσ‐
10γενομένου δέ τινος ἁμαρτήματος, εἰ μὲν μικρὸν εἴη τοῦτο, δύνασθαι μεταπεσεῖν τὴν λύσιν ἐκ τῆς ἑβδόμης εἰς τὴν ἐν‐ νάτην· εἰ δὲ μεῖζον, εἰς τὴν ἑνδεκάτην· εἰ δὲ πολὺ μεῖ‐ ζον, εἰς τὴν τεσσαρεσκαιδεκάτην· εἰ δὲ πάνυ σφόδρα μέγα, κίνδυνον ἀκολουθήσειν ἀντὶ σωτηρίας ἀσφαλοῦς.
15προσέχει γὰρ ὁ ἰατρὸς ἀεὶ τοῖς δυσὶ τούτοις ὥσπερ ἀντιπά‐ λοις, τῷ τε νοσήματι καὶ τῇ φύσει. καὶ πρῶτον μὲν τοῦ σωθήσεσθαι τὸν ἄνθρωπον ἢ ἀπολεῖσθαι τὴν πρόγνωσιν
ἐκ τοῦ διαγνῶναι τὸ ἰσχυρότερον· ἔπειτα δὲ καὶ τῆς προ‐292

1

.

293

θεσμίας ἐκ τοῦ πόσῳ θάτερον ἰσχυρότερόν ἐστι, ποιεῖται. καὶ οὐ χρὴ θαυμάζειν, εἰ κατασκεψάμενος ἑκατέρου τὴν ῥώ‐ μην, ἐξευρήσει τὸ νικῆσον. ὁρῶμεν γὰρ οὐκ ὀλίγους τῶν γυμναστικῶν ἐκ τῶν πρώτων κινήσεων, ἃς κινοῦνται πρὸς
5ἀλλήλους οἱ παλαισταὶ, προλέγοντας τὸν νικήσοντα πολ‐ λάκις γε καὶ πρὸ τῆς νίκης, καὶ ὅτι ταχέως ὑποχείριον ἕξει τὸν ἀνταγωνιστήν. πράττουσι δὲ τοῦτο, ὅταν ὁρῶσιν ἀξιολόγῳ τινὶ τὸν ἕτερον ἰσχυρότερον ὄντα θατέρου. προ‐ γνώσεται μὲν οὖν ὁ ἰατρὸς ὑγείαν τε καὶ θάνατον οὐκ ἐξ
10ἄλλων ἀσκημάτων, ἢ τοῦ γνωρίζειν ἀκριβῶς τὴν ἰσχὺν τοῦ νοσήματος καὶ τῆς φύσεως. ἐκ δὲ τῶν αὐτῶν καὶ τὴν ἑκατέ‐ ρου προθεσμίαν εὑρήσει. ταχεῖα γὰρ ἔσται ἡ λύσις τοῦ νοσή‐ ματος, ὅταν ἡ δύναμις εὐρωστῇ, θάνατος δὲ διαταχέων, ἢν αὐτὴ μὲν ἀσθενὴς ᾖ, ἰσχυρότερον δὲ τὸ νόσημα. τὸ
15δὲ τῆς ὑπεροχῆς μέγεθος ἐνδείκνυται τῆς προθεσμίας τὸν χρόνον. ἀπὸ τούτων μὲν τῶν σκοπῶν ὁ ἰατρός ἐστι προ‐ γνωστικός. ἐξ οἵων δὲ διασκεμμάτων αὐτῷ περίεστι διαγι‐
νώσκειν τοὺς σκοποὺς, εἴρηται μὲν ἐν τοῖς περὶ κρίσεων ἐπὶ293

1

.

294

πλέον, ἐρήσεται δὲ καὶ νῦν ἡ καθόλου μέθοδος, ὥσπερ τῶν ἄλλων ἁπάντων, οὕτω καὶ τοῦδε. ἰσχὺν μὲν τῆς φύσεως ἐκ τῶν οἰκείων ἐνεργειῶν γνωρίσεις, καὶ μάλιστα τῶν κατὰ τοὺς σφυγμοὺς, ἐπειδὴ τῆς ζωτικῆς οὗτοι δυνάμεως ἔργον
5εἰσί· τὸ δὲ μέγεθος τοῦ νοσήματος ἐκ τῶν οἰκείων συμ‐ πτωμάτων· τὸ δ’, ὅσῳ θάτερον ὑπερέχει θατέρου, ταῖς ἀπεψίαις καὶ πέψεσιν, αὐτὰς δὲ ταύτας ἐκ τῶν ἰδίων περιττωμάτων· τὰς μὲν ἐν τῇ γαστρὶ διὰ τῶν ὑπιόντων κάτω, τὰς δ’ ἐν τοῖς ἀγγείοις διὰ τῶν οὔρων, τὰς δ’ ἐν
10ὅλῳ τῷ σώματι διὰ τῶν ἱδρώτων. οὕτω δὲ καὶ τὰς ἄλλας ἁπάσας, ὅσαι κατά τι μέρος ἓν ἢ πλείω συνίστανται. τὰς μὲν κατὰ θώρακα καὶ πνεύμονα διὰ τῶν ἀναβηττο‐ μένων. ὅσαι δὲ κατὰ κύστιν ἢ νεφροὺς, διὰ τῶν τοῖς οὔροις ἐμφερομένων. ἥπατος δὲ σιμὰ καὶ μεσεντέριον ὅπως ἔχει
15δυνάμεως, ἐκ τῶν ὑπιόντων κάτω, καὶ τῶν ἐμουμένων τὰ κατὰ τὴν ἄνω γαστέρα καὶ τὸν στόμαχον. ὅσα δὲ δι’
ὑπερώας ἐκκρίνεται, ἢ διὰ ῥινῶν καὶ δι’ ὤτων, ἐγκέφαλον,294

1

.

295

ὅπως ἔχει ῥώμης, δηλώσει. κοινὸν δ’ ἐπὶ πάντων, ὡς οὐχ οἷόν τε διαλυθῆναι τὸ νόσημα, πρὶν ἐν τοῖς ἀπιοῦσι πε‐ ριττώμασιν ὀφθῆναι πέψεως γνωρίσματα. οὕτω κᾂν ὦτα κακῶς ἔχῃ, κᾂν ὀφθαλμοὶ, κᾂν φάρυγξ, κᾂν μόριόν τι ἑλ‐
5κωθὲν ᾖ, ἢ συλλήβδην εἰπεῖν ἅπαντες πεπασμοὶ ταχυτῆτα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὠμὰ δὲ καὶ ἄπεπτα, καὶ εἰς κακὰς ἀποστασίας ἐκτρεπόμενα, ἀκρισίας, ἢ πόνους, ἢ χρόνους, ἢ θανάτους, ἢ τῶν αὐτῶν ὑποστρο‐ φάς. ταῦτα περὶ προγνώσεως ἀρκεῖ πρὸς τὸ παρόν. ὁ γάρ
10τοι πᾶς ὑπὲρ αὐτῶν λόγος ἐν ταῖς οἰκείαις πραγματείαις γε‐ γένηται κατὰ μέρος μεγίσταις οὔσαις, καὶ σχεδὸν ἅπαντα τὰ θεωρήματα περιειληφυίαις, τά τε περὶ τῶν σφυγμῶν καὶ κρίσεων καὶ κρισίμων ἡμερῶν. ἐξ ὧν γάρ τις προγινώσκει μάλιστα, διὰ τῶν τριῶν τούτων δεδήλωται. δοκῶ τέλος
15ἔχειν τὴν θεραπευτικὴν ἅπασαν μέθοδον. Ἐπειδὴ καὶ τοὺς ἀπαλλαγέντας νοσημάτων
εἰς εὐρωστίαν ὑγιεινὴν ἄγεσθαι προσήκει, καὶ τοὺς ὑποσυ‐295

1

.

296

ρομένους εἰς τὰ νοσήματα προφυλάττεσθαι τὰς νόσους, ἔτι τε τοὺς ἀμέμπτως ὑγιαίνοντας ἐν τούτῳ φυλάττεσθαι, καὶ τρία ταῦτα ὑπόλοιπα μέρη τῆς τέχνης ἐστὶ, διὰ βραχυτάτων εἰπεῖν τι καὶ περὶ τῆς τούτων συστάσεως. ἐπεὶ τοίνυν
5εἴρηται καὶ πρόσθεν, ὡς ἔστι τρία τὰ σύμπαντα γένη τῶν παρὰ φύσιν, αἰτίαι τε, καὶ διαθέσεις, καὶ συμπτώ‐ ματα, τὸ προφυλακτικὸν κᾂν εἴη μέρος τῆς τέχνης, ὃ δὴ καὶ καλοῦσιν ἰδίως προφυλακτικὸν ἐν τῷ πρώτῳ γένει συνιστάμενον. ὅταν γὰρ ἤτοι πλῆθός τι χυμῶν, ἢ φαυλό‐
10της, ἢ ἔμφραξις, ἢ φθαρτικὴ δύναμις ἐγγίνηται τῷ σώματι, κίνδυνός ἐστιν ὅσον οὔπω νοσῆσαι τὸν ἄνθρωπον, ποτὲ δὲ καὶ ἐσχάτως κινδυνεῦσαι. δυσδιάγνωστοι δὲ τοιαῦται αἰτίαι ἅτε οὐ λυποῦσαι τὸν ἄνθρωπον. ὥσπερ γε ἀμέλει καὶ ὁ τοῦ λυττῶντος κυνὸς ἰὸς, οὗ σημεῖον ἴδιον οὐδέν ἐστιν ἐν
15τῷ σώματι περιεχόμενον, πρὶν ἐγγὺς ἥκειν λύττης τὸν δηχθέντα. καὶ δὴ καὶ πυνθάνεσθαι τῶν τοιούτων αἰτιῶν
ἀναγκαῖόν ἐστιν τὸν ἰατρὸν αὐτῶν τῶν πασχόντων ὑπὲρ τῶν296

1

.

297

συμπεσόντων αὐτοῖς ἑκάστου. ὅταν μέντοι πλῆθος ἢ κα‐ κοχυμία ὑποτρέφηται, ἢ τὸν ὄγκον τοῦ σώματος, ἢ ἐμφράτ‐ τηταί τι σπλάγχνον, ἔνεστι γνωρίζειν αὐτὰ διά τινων συμ‐ πτωμάτων, ἃ μέσα πώς ἐστι τῶν τε τοῖς ὑγιαίνουσι ὑπαρ‐
5χόντων καὶ τῶν τοῖς νοσοῦσι συμβαινόντων. τὰ μὲν γὰρ τοῖς ὑγιαίνουσιν ὑπάρχοντα κατὰ φύσιν ἅπαντά ἐστι καὶ ἄμεμπτα· τὰ δὲ τοῖς νοσοῦσι συμβαίνοντα παρὰ φύσιν τε καὶ μεμπτά· τὰ δὲ μεταξὺ τούτων ἐκ μὲν τοῦ γένους ἐστὶ τῶν ταῖς νόσοις συμβαινόντων, οὕτω δὲ σμικρὰ τοῖς μεγέ‐
10θεσι καὶ ἀσθενῆ ταῖς δυνάμεσι, ὡς μηδέπω κωλύεσθαι πρὸς αὐτῶν τὰς συνήθεις ἑκάστῳ πράξεις. εἴτε γὰρ ὀδύνη κεφαλῆς ἢ ἄλλου τινὸς εἴη μέρους οὕτω σμικρά τις, ὡς μήπω τὸν ἄνθρωπον ἀναγκάζεσθαι κλινήρη γε‐ νέσθαι, ἀλλὰ καὶ εἴτε βάρος, ἤτοι καθ’ ὑποχόνδριον, ἢ
15κεφαλὴν, ἢ ἄλλο τι μέρος, ἢ σπλάγχνον, οὐδὲ τοῦθ’ ἱκα‐ νὸν ἀποστῆσαι τῶν συνήθων. ἔτι δὲ δὴ μᾶλλον ὄγκος τοῦ σώματος, ἢ ἰσχνότης, ἢ ἄχροια, καὶ ὁ πρὸς τὰς κινήσεις
ὄκνος, ἢ ὑπνώδης διάθεσις, ἢ ἀγρυπνία τῶν κατὰ τὰς τοῦ297

1

.

298

βίου πράξεις ἐνεργειῶν ἀπάγειν οὐχ ἱκανὰ, καὶ πολὺ δὴ μᾶλλον ἀνορεξία τις, ἢ ὄρεξις ἐπιτεταμένη σιτίων· ἄμφω γὰρ γίγνεται τοῦ σώματος οὐκ ἀκριβῶς ὑγιαίνοντος, ὥσπερ γε καὶ ἀδίψους παρὰ λόγον, ἢ διψώδεις, ἢ δακνομένους τὸν
5στόμαχον, ἢ τὴν κοιλίαν, ἢ κοπώδεις ἑαυτοὺς αἰσθάνεσθαι. τοιοῦτος γάρ τις ὁ τύπος ἐστὶ τῶν συμβαινόντων τοῖς ὑπο‐ φερομένοις εἰς νόσον. ἡ δ’ ἐπανόρθωσις τῶν ἐργαζομένων αὐτὰ διαθέσεων, συνελόντι μὲν εἰπεῖν, διὰ τῶν ἐναν‐ τίων, ὡς ἔμπροσθεν δέδεικται. κατὰ μέρος δ’ ἐπιόντι, τὸ
10μὲν περιττὸν ἅπαν ἐκκενοῦν προσήκει, διορισάμενον ὅπως ἐστὶ περιττὸν, εἴτε ὡς ποσὸν, εἴτε ὡς ποιὸν, εἴτε ὡς ἄμφω. τὸ δ’ ἐπανελθεῖν δυνάμενον εἰς τὸ κατὰ φύσιν, ἀλλοιοῦν διὰ τῶν ἐναντίων, τὸ μὲν παχὺ καὶ γλίσχρον λεπτύ‐ νοντα, τὸ δὲ λεπτὸν παχύνοντα, κοινῇ δ’ ἄμφω πέτ‐
15τοντα, τὰς δ’ ἐμφράξεις διαῤῥίπτοντα, τὰ δ’ ὅλῳ τῷ γένει παρὰ φύσιν, οἷά τε τὰ δηλητήρια καὶ οἱ ἰοὶ τῶν
ἰοβόλων ζώων, ἀλλοιοῦντα καὶ κενοῦντα, τὰς μὲν ἀλλοιώ‐298

1

.

299

σεις διὰ τῶν ἐναντίων, ἤτοι καθ’ ὅλην τὴν οὐσίαν, ἢ κατὰ ποιότητα μίαν, ἢ δύο ποιούμενον, ἐκκενοῦντα δὲ διὰ τῶν ἑλκτικῶν δυνάμεων. δι’ ὧν δ’ ἄν τις ταῦτα ποιήσειε βοηθημάτων, ἐξ αὐτῶν τῶν διαθέσεων ληπτέον. εἰ μὲν
5γὰρ πάντες ὁμοίως αὐξηθεῖεν χυμοὶ, διὰ φλεβοτομίας μὲν ἡ κυριωτάτη καὶ μεγίστη κένωσις, ἑξῆς δὲ διὰ τρίψεων καὶ γυμνασίων, καὶ λουτρῶν, καὶ ἀσιτίας. οὕτω δὲ χρὴ κενοῦν, καὶ εἰ τὸ αἷμα πλεονάσει μόνον. εἰ δ’ ὁ τῆς ξαν‐ θῆς ἢ μελαίνης χολῆς χυμὸς, ἤ τις ὑδατώδης ὀῤῥὸς χυμοῦ,
10διὰ κενώσεως μὲν, ἀλλ’ οὐχ ὁμοίως. τὰ μὲν γὰρ ἐν ταῖς πρώταις φλεψὶ περιττώματα τοῖς ὑπηλάταις ἐκκαθαίρειν· τὰ δ’ ἐν ταῖς ἄλλαις, δι’ οὔρων μὲν τὰ ὑδατώδη καὶ λεπτὰ, διὰ καθάρσεως δὲ τὰ χολώδη. ἐγχωρεῖ δὲ καὶ τὰ λεπτὰ τοῖς ὑπηλάταις ἐκκενοῦν. τὰ δὲ καθ’ ὅλην τὴν ἕξιν, ὅσα
15μὲν λεπτὰ, δι’ ἱδρώτων τε καὶ φαρμάκων, ὁπόσα τῷ δέρματι
προσφερόμενα ξηραίνειν πέφυκε. ὅσα δὲ χολώδη, καθάρσει299

1

.

300

μὲν πρῶτον, ἑξῆς δὲ τῇ διὰ τοῦ δέρματος κενώσει. εἰ δ’ ὁ τοῦ φλέγματος πλεονάζοι χυμὸς, εἰ μὲν ἁλμυρὸν εἴη, κα‐ θαίρειν, ὀξὺ δὲ γενόμενον ἀλλοιοῦν πειρᾶσθαι συντε‐ λοῦντα τῇ φύσει πρὸς τὴν πέψιν αὐτοῦ. πολὺ δὲ δὴ μᾶλ‐
5λον ἔτι τὸ γλυκὺ πέττεται ῥᾳδίως. ἄγει δ’ εἰς πέψιν ἡσυχία τε καὶ θάλψις μετρία, καὶ σιτίων εὐχύμων ὀλί‐ γων ἐδωδὴ, καὶ οἴνου πόσις θερμαίνοντος ὀλίγον. τὴν δὲ θάλψιν μετρίαν ποιεῖ ἡ εὔκρατος τρίψις, καὶ αἱ τῶν θερ‐ μῶν ὑδάτων σύμμετροι χρήσεις, ἐδέσματά τε καὶ φάρμακα
10τὰ μετρίως θερμαίνοντα. διαῤῥίπτει δὲ τὰς ἐμφράξεις, ὅσα λεπτύνειν πέφυκεν ἐδέσματά τε καὶ πόματα καὶ φάρμακα. τὰς δ’ ὕλας τούτων ὅπως εὑρίσκειν τε καὶ κρίνειν προσή‐ κει, διὰ μιᾶς ἐξηγησάμεθα πραγματείας, ἣν περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐπιγράφομεν. εἴρηται δὲ κᾀν
15τῷ περὶ τῆς λεπτυνούσης διαίτης γράμματι.
Καιρὸς οὖν ἤδη μετιέναι τῷ λόγῳ πρὸς300

1

.

301

τοὺς ἐκ τῶν νοσημάτων ἀναλαμβάνοντας, ἐφ’ ὧν οὔτ’ αἴτιον οὐδέν ἐστι παρὰ φύσιν, οὔτε διάθεσις ἰσχνότης δὲ μόνη μετὰ δυνάμεως ἀσθενοῦς. διὰ ταῦτά τοι καὶ ἡ εἰς τὴν κατὰ φύσιν ἀγωγὴ τῶν οὕτω διακειμένων ἀνά‐
5θρεψίς τε καὶ ῥῶσίς ἐστιν ἐκ κινήσεών τε καὶ τροφῶν συμμέτρων γιγνομένη. τὰς δ’ ὕλας κᾀνταῦθα, δι’ ὧν αἱ κινήσεις τε καὶ θρέψεις ἔσονται, διὰ τῆς ὑγιεινῆς ἐδήλωσα πραγματείας. ἀλλ’ ὑπὲρ τοῦ μηδὲν λείπειν τῷ παρόντι λόγῳ, λεχθήσεται καὶ νῦν ἡ μέθοδος ἁπάσης τῆς ὑγιει‐
10νῆς πραγματείας, οὐ μόνον τῆς ἀναληπτικῆς λεγομένης. καὶ πρῶτόν γε, ὁποῖον τὸ γένος αὐτῶν ἐστι, ἆρά γε τῶν παρόντων φυλακτικὸν, ἢ τούτῳ μόνῳ διαφέρει τοῦ θερα‐ πευτικοῦ, τῷ κατὰ μικρὰ ποιεῖσθαι τὴν ἐπανόρθωσιν; οὐ γὰρ δὴ διαφυλάττοντί γε τῷ σώματι τὴν ἔμπροσθεν ἕξιν
15ἐπιστατούσης ἐδέησε τέχνης. ἀλλ’ αὐτὸ τοῦτ’ ἔστι αἰτία
τοῦ δεῖσθαι τῆς προνοησομένης ἐπιστήμης, ὅτι δια‐301

1

.

302

φθείρεταί τε καὶ οὐ διαμένει τοιοῦτον, οἷον ἔμπροσθεν ἦν. εἰ μὲν δὴ τοῦτο μόνον αὐτῷ τὸ κενοῦσθαί τε καὶ δια‐ φορεῖσθαι συμπίπτοι, τροφὴ καὶ ποτὸν ἀναπληρώσουσι τὸ λεῖπον. εἰ δ’ ἤτοι ὑποθρέψειε πλῆθος χυμῶν, ἢ περιτ‐
5τώματα μοχθηρὰ, γυμνασίων αὐτῷ δεήσει σκοπὸν ἐχόντων καὶ ἐκκενοῦν μὲν, καὶ καθαίρειν τὸν χυμὸν, καὶ πέπτειν τὰ περιττώματα, πρὸς τῷ καὶ διαφυλάττεσθαι τὰς αἰτίας ἁπάσας, ὅσαι τὴν ὑγείαν αὐτὴν διαφθεῖραι δυνήσονται, ψύξιν, ἔγκαυσιν, κόπον, ἀπεψίαν, μέθην, ἀγρυπνίαν,
10λύπας, ὀργὰς, θυμὸν, ὅσα τ’ ἄλλα τοιαῦτα, οὐ γὰρ ἔτι δεῖ καθ’ ἕκαστον ὑπεξιέναι τῷ λόγῳ, τῆς ὑποθέσεως, ἣν ὑπεθέμεθα, πεπληρωμένης ἤδη. πρόκειται γὰρ οὐ κατὰ διέξοδον ὑπὲρ ἁπάντων τῶν μερῶν τῆς ἰατρικῆς διελθεῖν, ἀλλὰ δεῖξαι, πῶς ἀπὸ τῆς κατὰ τὸ τέλος ἐννοίας, ὥσπερ
15τῶν ἄλλων τεχνῶν, οὕτω καὶ ταύτης ἡ σύστασις γίγνεται. καὶ τοίνυν ἐπειδὴ γέγονεν ἤδη τοῦτο, διὰ κεφαλαίων ἀνα‐
λάβωμεν ἅπαντα τῆς ἰατρικῆς τὸν λόγον, εὐθὺς καὶ τὴν302

1

.

303

ἀναλογίαν ἐπιδεικνύντες, ἣν ἔχει πρὸς τὰς ἄλλας τέχνας, ὅσαι ποιητικαί. Ἔστιν οὖν ἡ ἰατρικὴ μία τῶν ποιητικῶν, οὐ μὴν ἁπλῶς οὕτως, ὡς ἡ οἰκοδομική τε καὶ τεκτονικὴ,
5καὶ ὑφαντικὴ, ἀλλ’ ὡς ἥ τε τῆς πεπονθυίας οἰκίας ἐπανορ‐ θωτικὴ καὶ τῶν ῥαγέντων ἱματίων ἀκεστική. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἡ σύστασις ἐδείχθη διττὴ, ποτὲ μὲν ἑαυτοῦ γεννῶντος τοῦ τεχνίτου τὸ παράδειγμα, ποτὲ δ’ ἐκτὸς ὑπάρχοντος θεωρουμένου, τὴν ἰατρικὴν τέχνην ἐκ τοῦ δευ‐
10τέρου γένους ἐπεδείξαμεν. οὐ γὰρ ἑαυτῆς διαπλάττει τὸ παράδειγμα· θεασαμένη δὲ δι’ ἀνατομῆς ὅλον ἀκριβῶς, αὐτὸ πειρᾶται τὸ διαφθειρόμενον ἐπανορθοῦν. διήνεγκε δ’ ἐν τούτῳ τῶν προειρημένων τεχνῶν, ὅτι τὰ πλεῖστα τῆς φύσεως ἐργαζομένης ὑπηρετεῖ. τὴν θεωρίαν μέντοι
15πᾶσαν, ἐξ ἧς ὁρμώμενος ὁ ἰατρὸς ἐπανορθωτικός τε καὶ ὑπηρετικός ἐστιν, ἀνάλογον ἐκτήσατο ταῖς ἄλλαις τέχναις
ταῖς ποιητικαῖς. καὶ γὰρ τῶν ὁμοιομερῶν ἔγνωκε τὴν303

1

.

304

οὐσίαν, καὶ τῶν ὀργανικῶν τὸν τρόπον τῆς γενέσεως, ἔτι τε τῶν παθῶν τὴν εὕρεσιν ὁμοίως ἐποιήσατο, καὶ τοὺς
καθ’ ἕκαστον αὐτῶν σκοποὺς τῆς ἰάσεως.304