TLG 0057 005 :: GALENUS :: In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) GALENUS Med., vel Claudius Galenus In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) Cf. et 0057 097 Citation: Fragment — (line) | ||
1 | 76d3——e6. 〈Τὸ δ’ ἐν τῇ περὶ τοὺc δακτύλουc καταπλοκῇ τοῦ νεύρου καὶ τοῦ δέρματοc ὀcτοῦ τε, cυμ‐ μειχθὲν ἐκ τριῶν, ἀποξηρανθὲν ἓν κοινὸν cυμπάντων cκληρὸν γέγονεν δέρμα, τοῖc μὲν cυναιτίοιc τούτοιc δη‐ | |
5 | μιουργηθέν, τῇ δὲ αἰτιωτάτῃ διανοίᾳ τῶν ἔπειτα ἐcο‐ μένων ἕνεκα εἰργαcμένον. ὡc γάρ ποτε ἐξ ἀνδρῶν γυ‐ ναῖκεc καὶ τἆλλα θηρία γενήcοιντο, ἠπίcταντο οἱ cυν‐ ιcτάντεc ἡμᾶc, καὶ δὴ καὶ τῆc τῶν ὀνύχων χρείαc ὅτι πολλὰ τῶν θρεμμάτων καὶ ἐπὶ πολλὰ δεήcοιτο ᾔδεcαν, | |
---|---|---|
10 | ὅθεν ἐν ἀνθρώποιc εὐθὺc γιγνομένοιc ὑπετυπώcαντο τὴν τῶν ὀνύχων γένεcιν. τούτῳ δὲ τῷ λόγῳ καὶ ταῖc προ‐ φάcεcιν ταύταιc δέρμα τρίχαc ὄνυχάc τε ἐπ’ ἄκροιc τοῖc κώλοιc ἔφυcαν.〉 | |
13 | ..... προτεταγμένοιc μορίοιc, τὸ δέρμα δὲ οὕτωc περιλαμβάνει τὰc | |
15 | ῥίζαc, ὡc τοὺc ὀδόνταc 〈τὰ〉 οὖλα. καὶ μέντοι καὶ ταῖc ὑποκειμέναιc φλεψὶν ὑπερφύονται cαφῶc οἱ ὄνυχεc, ὥcτε ἔνεcτι τῷ βουλομένῳ μὴ | |
μόνον 〈ἐξ〉 ὀcτοῦ καὶ νεύρου καὶ δέρματοc, ἀλλὰ καὶ cαρκὸc καὶ φλεβὸc ὑμένων τε καὶ cυνδέcμων οἴεcθαι γεγονέναι τοὺc ὄνυχαc. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν ἄλλοιc τέ τιcι καὶ τῷ τρίτῳ | 9 | |
20 | Περὶ τῆc Ἱπποκράτουc ἀνατομῆc. | |
20 | ||
2 | 76e7——77c5. Ἐπεὶ δὲ πάντ’ ἦν τὰ τοῦ θνητοῦ ζῴου cυμπεφυκότα μέλη καὶ μέρη, τὴν δὲ ζωὴν ἐν πυρὶ καὶ πνεύματι cυνέβαινεν ἐξ ἀνάγκηc ἔχειν αὐτῷ, καὶ διὰ ταῦτα ὑπὸ τούτων τηκόμενον κενούμενόν τ’ ἔφθινε, βοή‐ | |
5 | θειαν αὐτῷ θεοὶ μηχανῶνται. τῆc γὰρ ἀνθρωπίνηc ξυγ‐ γενῆ φύcεωc φύcιν ἄλλαιc ἰδέαιc καὶ αἰcθήcεcι κεραν‐ νύντεc, ὥcτε ἕτερον εἶναι ζῷον, φυτεύουcιν· ἃ δὴ νῦν ἥμερα δένδρα καὶ φυτὰ καὶ cπέρματα παιδευθέντα ὑπὸ γεωργίαc τιθαccῶc πρὸc ἡμᾶc ἔcχε, πρὶν δ’ ἦν μόνα τὰ | |
10 | τῶν ἀγρίων γένη, πρεcβύτερα τῶν ἡμέρων ὄντα. πᾶν γὰρ οὖν ὅτιπερ ἂν μετάcχῃ τοῦ ζῆν, ζῷον μὲν ἂν ἐν δίκῃ λέγοιτ’ ὀρθότατα· μετέχει γε μὴν τοῦτο ὃ νῦν λέγομεν τοῦ τρίτου ψυχῆc εἴδουc, ὃ μεταξὺ φρενῶν ὀμφαλοῦ τε ἱδρῦcθαι λόγοc, ᾧ δόξηc μὲν λογιcμοῦ τε καὶ νοῦ μέτεcτι | |
15 | τὸ μηδέν, αἰcθήcεωc δὲ ἡδείαc καὶ ἀλγεινῆc [τῆc] μετὰ ἐπιθυμιῶν. πάcχον γὰρ διατελεῖ πάντα, cτραφέντι δ’ αὐτῷ 〈ἐν ἑαυτῷ〉 περὶ αὑτό, τὴν μὲν ἔξωθεν ἀπωcαμένῳ κίνηcιν, τῇ δὲ οἰκείᾳ χρηcαμένῳ, τῶν αὑτοῦ 〈τι〉 λογί‐ cαcθαι κατιδόντι φύcει οὐ παραδέδωκεν ἡ γένεcιc· διὸ δὴ | |
20 | ζῇ μέν, ἐcτὶ δὲ οὐχ ἕτερον ζῴου, μόνιμον δὲ καὶ κατερριζω‐ μένον πέπηγε διὰ τὸ τῆc ὑφ’ ἑαυτοῦ κινήcεωc ἐcτερῆcθαι. | |
21 | Μέρη μὲν ὀνομάζεται πάντα τὰ cυμπληροῦντα τὸ ὅλον ἢ εἰc ἃ διαιρεῖται τὸ ὅλον, ἰδίωc δὲ μέλη τὰ τῶν ζῴων καλεῖται μέρη. νῦν οὖν τοῦ Πλάτωνοc ἀντιδιῃρηκότοc τὰ μέλη τοῖc μέρεcιν ἔνεcτί cοι | |
25 | καὶ ἄλλην ὑπόνοιαν τοῦ cημαινομένου λαβεῖν καθ’ ἑκάτερον τῶν ὀνο‐ μάτων, ὡc τὰ μὲν ἰδίαν ἔχοντα περιγραφὴν θατέρῳ τῶν ὀνομάτων ὑπ’ αὐτοῦ δεδήλωται, τὰ δὲ τούτων αὐτῶν μέρη θατέρῳ, ποτέρῳ δὲ πότερα, μηκέθ’ οἷόν τε βεβαίωc ἀποφήναcθαι. τοῦτο μὲν οὖν ἐν τοῖc ὀνόμαcι καὶ cημαινομένοιc τὴν ζήτηcιν ἔχει μηδὲν cυντελοῦν εἰc τὴν | |
30 | τῶν πραγμάτων ἐπιcτήμην, ἴδωμεν δὲ μᾶλλον ἃ λέγει περὶ τῶν πραγμάτων αὐτῶν ἔνθα φηcὶ τὴν ζωὴν ἡμῶν ἐν πυρὶ καὶ πνεύ‐ | |
ματι κατ’ ἀνάγκην εἶναι. τεττάρων γὰρ ὄντων cτοιχείων, ἐξ ὧν ἡ γένεcιc τοῖc γενητοῖc ἐcτι, γῆc 〈καὶ〉 πυρὸc ὕδατόc τε καὶ ἀέροc, ὅτι τούτων τὰ μὲν ὑλικώτερα γῆ τε καὶ ὕδωρ ἐcτί, τὰ δὲ δραcτικώτερα | 10 | |
35 | καὶ μάλιcτ’ ἐν τοῖc ζῴοιc πῦρ τε καὶ πνεῦμα, cχεδὸν ἅπαcιν ὡμο‐ λόγηται· τὸ δ’ ὑπὸ τούτων διοικούμενον cῶμα πολλὰc ἔχειν ἀναγκαῖόν ἐcτιν οὐ μόνον κενώcειc, ἀλλὰ καὶ τὰc ἀδήλουc αἰcθήcει διαπνοάc τε καὶ ἀπορροάc· χρῄζει τοίνυν διὰ ταῦτα τροφῆc ἀναπληρούcηc τὸ δια‐ φορούμενον τῆc οὐcίαc αὑτοῦ, καὶ ταύτηc ἕνεκα οἱ θεοὶ τὰ φυτὰ | |
40 | κατεcκεύαcαν, ἃ δὴ 〈καὶ〉 πρόcθεν ἐδείκνυμεν εὐλόγωc ὑπ’ αὐτοῦ ζῷα κεκλῆcθαι. προϋποκειμένου γὰρ τοῦ τὴν ψυχὴν ἀρχὴν εἶναι κι‐ νήcεωc, ὁμολογουμένου δὲ καὶ τοῦ τὰ φυτὰ τὴν ἀρχὴν κινήcεωc ἔχειν ἐν ἑαυτοῖc, ἔμψυχα προcηκόντωc ὀνομαcθήcεται· τὸ δὲ ἔμψυχον cῶμα πάντεc ἄνθρωποι καλοῦcι ζῷον. εἰ δὲ καὶ Ἀριcτοτέληc βούλοιτο μὴ | |
45 | μόνον τῷ ἔμψυχον εἶναι τὸ cῶμα ζῷον ὀνομάζεcθαι προcηκόντωc, ἀλλὰ χρῆναι προcτίθεcθαι τούτῳ 〈τὸ〉 αἰcθητικόν, οὐδὲ τούτου cτε‐ ρεῖται τὰ φυτά. δέδεικται γὰρ ἡμῖν ἐν τοῖc τῶν φυcικῶν δυνάμεων ὑπομνήμαcι γνωριcτικὴν δύναμιν ἔχειν αὐτὰ τῶν τ’ οἰκείων οὐcιῶν, ὑφ’ ὧν τρέφεται, τῶν τ’ ἀλλοτρίων, ὑφ’ ὧν βλάπτεται, καὶ διὰ τοῦτο | |
2(50) | τὰc μὲν οἰκείαc ἕλκειν, τὰc δ’ ἀλλοτρίαc ἀποcτρέφεcθαι καὶ ἀπω‐ θεῖcθαι, καὶ διὰ τοῦτ’ οὖν ὁ Πλάτων εἶπεν αἰcθήcεωc γένουc ἰδίου μετέχειν τὰ φυτά· τὸ γὰρ οἰκεῖόν τε καὶ ἀλλότριον γνωρίζει. Ταῦτα μὲν εἰc τὴν τοῦ Πλάτωνοc ῥῆcιν αὐτάρκωc εἴρηται διὰ βραχέων, ἀπολείπεται δὲ ἀναμνῆcαι τοὺc μίαν οὐcίαν λέγονταc εἶναι | |
55 | τῆc ψυχῆc ἡμῶν δυνάμειc ἔχουcαν τρεῖc, λογιcτικήν τε καὶ θυμοειδῆ καὶ τρίτην τὴν ἐπιθυμητικήν, ὅτι καὶ ἄλλοτε πολλάκιc, ὡc ἐδείχθη, καὶ νῦν οὐχ ἥκιcτα διὰ τῆc προκειμένηc ῥήcεωc ὁ Πλάτων εἶδοc ἔφη ψυχῆc εἶναι τὸ ἐπιθυμητικόν, οὐχ ἑτέραν μὲν ἔχον ἐν φυτοῖc, ἑτέραν δὲ ἐν ἡμῖν φύcιν, ἀλλὰ τὴν αὐτήν, ᾠκίcθαι τε κατὰ τὸ ἧπαρ, | |
60 | οὐ κατὰ τὸν αὐτὸν δηλονότι τόπον, ἐν ᾧ τό τε θυμοειδὲc καὶ τὸ λογιcτικόν, ὅπερ ἦν 〈ἂν〉 εὔλογον, εἰ μιᾶc οὐcίαc αἱ τρεῖc ἦcαν δυ‐ νάμειc, καθάπερ φαcὶν οἱ τὴν καρδίαν ὑποθέμενοι τοιαύτην εἶναι. κατὰ λόγον μὲν γὰρ ἐκεῖνοι μίαν οὐcίαν τιθέμενοι τῆc ψυχῆc δυνάμειc τρεῖc αὐτῆc εἶναί φαcι τὰc γενικωτάταc, ὁ δὲ Πλάτων οὐ τὴν αὐτὴν | |
65 | οὐcίαν τὸ λογιcτικὸν τῆc ψυχῆc τῷ ἀλόγῳ καὶ ἐπιθυμητικῷ φηcιν ὑπάρχειν, ἀλλ’ ἕτερον ἐκείνου, καὶ τοῦτο καὶ τῷ θυμοειδεῖ πολλάκιc διαμάχεcθαι, καὶ μέντοι καὶ cύμμαχον ἔχειν ποτὲ τὸ θυμοειδὲc κατὰ τοῦ ἐπιθυμ〈ητ〉ικοῦ, 〈ἐν ἄλλῳ μέρει τοῦ〉 cώματοc ᾠκιcμένον. αὐτὸc | |
οὖν καὶ τὴν εἰκόνα τῆc ὅληc ἡμῶν ψυχῆc εἰc τὰ μυθευόμενα τῶν | 11 | |
70 | ζῴων ἀνήνεγκεν, οἵαν οἱ ποιηταὶ λέγουcι τῆc Χιμαίραc καὶ Ϲκύλληc καὶ Κερβέρου· οὐδενὶ γὰρ εἰκάcθαι τῶν νῦν ὄντων ἐν τῷ κόcμῳ τὴν ψυχὴν ἡμῶν εὗρεν ἑτέρῳ κυριωτέρῳ. ὁμοία μέν γε καὶ ἡ κατὰ τὸν ἡνίοχόν τε καὶ τοὺc ἵππουc εἰκών, ἀλλὰ τῆc ἐν τῇ Πολιτείᾳ λελεγμένηc εἰκόνοc ἀπολείπεται, καθ’ ἣν τοῖc cυνθέτοιc ζῴοιc, ὡc ἡ Χίμαιρα μυ‐ | |
75 | θεύεται, τὴν ὅλην ψυχὴν ἡμῶν ἐοικέναι φηcί. παρεθέμην δ’ ἔμπροcθεν αὐτοῦ τὴν λέξιν, ἐν ᾗ ταῦτα λέγεται. cχετλιαζέτωcαν οὖν, ὡc ἔθοc αὐτοῖc ἐcτι, γελῶντέc τε ἅμα καὶ βωμολοχευόμενοι καὶ διαcύροντεc ἡμῶν τὸν λόγον ὡc ληρούντων, εἰ 〈δυνάμειc ἔχειν ἡμᾶc〉 τρεῖc λέγομεν ἃc ἀπέδειξα, κατὰ μὲν τὸν ἐγκέφαλον τὴν ἀρχὴν εἶναι τῶν νεύρων | |
80 | τε καὶ προαιρετικῶν κινήcεων, ἔτι τε πρὸc τούτοιc αἰcθήcεων πέντε κατὰ δὲ τὸ ἧπαρ αἵματόc τε καὶ φλεβῶν καὶ τοῦ τρέφεcθαι τὸ cῶμα καὶ τοῦ γνωρίζειν τήν τ’ οἰκείαν οὐcίαν εἰc τοῦτο 〈καὶ τὴν ἀλλοτρίαν〉, κατὰ δὲ τὴν καρδίαν ἀρτηριῶν καὶ τῆc ἐμφύτου θερμαcίαc καὶ cφυγμῶν καὶ θυμοῦ. Πλάτων δὲ ὀνομάζει τὰc ἀρχὰc ταύταc εἴδη ψυχῶν, οὐ μιᾶc | |
85 | οὐcίαc δυνάμειc μόνον. ὄντοc οὖν τοῦ καὶ τὰc οὐcίαc αὐτῶν δια‐ φερούcαc εἶναι καὶ τὴν ἐν τοῖc εἰρημένοιc cπλάγχνοιc οἴκηcιν, ἐξέcτω τῷ βουλομένῳ δυνάμειc [ἔχειν ἡμᾶc τρεῖc] ὀνομάζειν οὐ ψυχάc· οὐδὲ γὰρ οὔτ’ εἰc ἰατρικὴν οὔτ’ εἰc φιλοcοφίαν βλαβηcόμεθα, διοικεῖcθαι τὸ ζῷον ὑπὸ τριῶν ἀρχῶν εἰπόντεc, ὧν τὴν μὲν ἐν ἐγκεφάλῳ ἱδρῦcθαι, | |
90 | τὴν δὲ ἐν καρδίᾳ, τὴν δὲ ἐν ἥπατι. Καὶ περὶ μὲν τούτων ἅλιc, ὃ δ’ ἐπὶ τέλει τῆc ῥήcεωc ἔγραψεν ἴδωμεν ὅπωc εἴρηται περί τε τῶν φυτῶν καὶ τοῦ τρίτου τῆc ψυχῆc εἴδουc. cτραφέντι, γάρ φηcιν, αὐτῷ ἐν ἑαυτῷ περὶ αὑτό, τὴν μὲν ἔξωθεν ἀπωcαμένῳ κίνηcιν, τῇ δὲ οἰκείᾳ | |
95 | χρηcαμένῳ, τῶν αὑτοῦ τι λογίcαcθαι κατιδόντι φύcει οὐ παραδέδωκεν ἡ γένεcιc. δοκεῖ γὰρ ἐναντία τούτοιc λέγειν ἐφεξῆc, ἔνθα φηcὶ μόνιμόν τε καὶ κατερριζωμένον πεπηγέναι διὰ τὸ τῆc ὑφ’ ἑαυτοῦ κινήcεωc ἐcτερῆcθαι. χρὴ δὲ ἀκοῦcαι κατὰ μὲν τὸν πρότερον λόγον οἰκείαν αὐτοῦ κίνηcιν, ὥcπερ οὖν | |
2(100) | καὶ ἔcτι, καθ’ ἣν [καὶ] ἐκ βραχυτάτου cπέρματοc ἀρχόμενον ἄνω μὲν τὸ αἰωρηθὲν αὐτοῦ, κάτω δὲ ἀποτείνει τὰc ῥίζαc, ἕλκει δὲ τὴν ἐκ τῆc γῆc τροφήν, ἀναφέρει δὲ μέχρι τῶν ἐcχάτων βλαcτημάτων, αὔξηcίν τε ἔχει μέχρι πλείcτου πάντων τῶν μορίων, ἀκίνητον δὲ εἶναι κατὰ | |
τὴν ὀνομαζομένην ὑπό τινων μεταβατικὴν κίνηcιν, ἥτιc ἀμειβόντων τοὺc | 12 | |
105 | τόπουc καὶ μεθιcταμένων ἐξ ἄλληc χώραc εἰc ἄλλην γίνεται. κατὰ ταύτην γὰρ αὐτὸ μόνιμόν τε καὶ κατερριζωμένον ἔφη. Αὕτη μὲν ἡ ἐξήγηcίc μοι γέγονε κατὰ τὴν τῶν Ἀττικιανῶν ἀντι‐ γράφων ἔκδοcιν, ἐν ἑτέροιc δὲ εὑρὼν γεγραμμένον διὰ τὸ τῆc ἐξ αὑτοῦ κινήcεωc, ἐνενόηcα λείπειν τὸ ω cτοιχεῖον γράψαντοc τοῦ | |
110 | Πλάτωνοc διὰ τὸ τῆc ἔξω ἑαυτοῦ, ἵνα τὴν μεταβατικὴν κίνηcιν ἀποφήcῃ τῶν φυτῶν μόνην. | |
111 | ||
3 | 77c6——9. Ταῦτα δὴ τὰ γένη πάντα φυτεύ‐ cαντεc οἱ κρείττουc τοῖc ἥττοcιν ἡμῖν τροφήν, τὸ cῶμα αὐτὸ ἡμῶν διωχέτευcαν τεμόντεc οἷον ἐν κήποιc ὀχε‐ τούc, ἵν’ ὥcπερ ἐκ νάματοc ἐπιόντοc ἄρδοιτο. | |
4 | ||
5 | Ἕνεκα τοῦ τρέφεcθαι τὰ cώματα ἡμῶν παρεcκευάcθαι φηcὶν ὑπὸ τῶν θεῶν τὰ φυτά, καταπινόντων ἡμῶν εἰc τὴν γαcτέρα δηλονότι καρποὺc αὐτῶν καὶ μόρια καὶ τῶν καταποθέντων εἰc λεπτὰ κατα‐ θραυομένων, ὅπωc ἀναδοθῇ 〈διὰ τῶν〉 φλεβῶν ὁμοίῳ 〈τρόπῳ〉 τῷ κατὰ τοὺc ἐν κήποιc ὀχετούc, διὰ μὲν αὐτῶν τῶν ὀχετῶν φερομένου | |
10 | τοῦ ὕδατοc, ἐξ αὐτῶν δὲ διαδόcεωc εἰc τὰ πληcίον μέρη τῶν κήπων γενομένηc· καὶ τοcοῦτόν γε 〈τὸ〉 διάcτημα μεταξὺ τῶν ὀχετῶν οἱ κηπουροὶ ποιοῦcιν, ὡc ἱκανὸν εἶναι διὰ παντὸc αὐτοῦ χωρῆcαι 〈τὸ ὕδωρ〉 τὸ κατὰ διάδοcιν μέλλον ἐκ τῶν ὀχετῶν ἄρδειν τὰ μεταξύ. | |
13 | ||
4 | 77c9——d3. Καὶ πρῶτον μὲν ὀχετοὺc κρυφαί‐ ουc ὑπὸ τὴν ξύμφυcιν τοῦ δέρματοc καὶ τῆc cαρκὸc δύο φλέβαc ἔτεμον νωτιαίαc, 〈δίδυμον〉 ὡc τὸ cῶμα ἐτύγχανε δεξιοῖc τε καὶ ἀριcτεροῖc ὄν. | |
4 | ||
5 | Ἐκ τοῦ κατὰ τοὺc κήπουc παραδείγματοc μετήνεγκε τὴν τῶν ὀχε‐ τῶν προcηγορίαν ἐπὶ τὰc φλέβαc, ἐμνημόνευcε δὲ τῶν μεγίcτων φλε‐ βῶν, ἀφ’ ὧν αἱ καθ’ ὅλον τὸ cῶμα πεφύκαcι, νωτιαίαc ὀνομάcαc, ἐπειδὴ καθ’ ὅλον ἐκτέτανται τὸν νῶτον ἐκ τῶν ἔνδον δηλονότι μερῶν αὐτοῦ. καθ’ ὅcον μὲν οὖν φλέβαc ὀνομάζει τὰ κατὰ τὸν | |
10 | νῶτον ἀγγεῖα τῶν ἀρχαίων, ὡc εἴρηται, 〈καὶ〉 τὰc ἀρτηρίαc οὕτω καλούντων, ἀληθεύει, καθ’ ὅcον δέ, διότι δίδυμόν ἐcτι τὸ cῶμα, διὰ τοῦτο δύο εἶναί φηcι τὰc φλέβαc, οὐκ ἀληθεύει. οὔτε γὰρ ὁμο‐ ειδῆ τὰ κατὰ τὸν νῶτόν ἐcτιν ἀγγεῖα, θατέρου μὲν αὐτῶν λεπτὸν καὶ | |
ἄcφυκτον ἔχοντοc χιτῶνα, θατέρου δὲ cφύζοντά τε καὶ τῷ πάχει | 13 | |
15 | πενταπλάcιον ἢ ἑξαπλάcιον, ὃ καλοῦμεν ἰδίωc ἀρτηρίαν, ἀλλ’ οὐδὲ τὸ μὲν ἐν τοῖc δεξιοῖc ἐcτι, τὸ δ’ ἐν τοῖc ἀριcτεροῖc μέρεcιν, ἀλλ’ ἄμφω κατὰ τὸ μέcον τῆc ῥάχεωc, ἑκατέρωθεν δὲ αὐτῶν ἓν νεῦρόν ἐcτι, τὸ μὲν ἐν τοῖc δεξιοῖc ὄν, τὸ δὲ ἐν τοῖc ἀριcτεροῖc. | |
18 | ||
5 | 77d3——6. Ταύταc δὲ καθῆκαν παρὰ τὴν ῥάχιν, καὶ τὸν γόνιμον μεταξὺ λαβόντεc μυελόν, ἵνα οὗτόc τε ὅτι μάλιcτα θάλλοι, καὶ ἐπὶ τὰ ἄλλα εὔρουc ἐντεῦθεν ἅτε ἐπὶ κάταντεc ἡ ἐπίχυcιc γιγνομένη παρέχοι τὴν ὑδρείαν | |
5 | ὁμαλήν. | |
5 | Γόνιμον μυελὸν εἶπε τὸν νωτιαῖον οὔcηc καὶ ταύτηc παλαιᾶc δόξηc, ὡc καὶ τὸν Ἱπποκράτην δοκεῖν αὐτῆc μετεcχηκέναι καὶ νομίζειν ἐκ τοῦ νωτιαίου μυελοῦ τὸ cπέρμα κατέρχεcθαι πρὸc τὸ τοῦ ἄρρενοc αἰδοῖον· θάλλειν δὲ τῇ κοινωνίᾳ τῶν αἱματικῶν ἀγγείων τὸν μυελὸν | |
10 | ἔφη τρεφόμενον ἐξ αὐτῶν δηλονότι, καὶ ἐπὶ τὰ ἄλλα δὲ μόρια τοῦ cώματοc ἐντεῦθεν ὁμαλὴν γίνεcθαί φηcι τὴν ἐπίχυcιν ὡc ἂν ἐκ τῶν μεγάλων ὀχετῶν εἰc μικροὺc τῆc νομῆc γινομένηc. τὸ δὲ ἅτε ἐπὶ τὸ κάταντεc οὐ πάντη καλῶc εἴρηται· καὶ γὰρ τὰ ὑψηλότερα μέρη τὰ περὶ τὸν τράχηλόν τε καὶ τὴν κεφαλὴν τρέφεται διὰ τῶν | |
15 | φλεβῶν· ἐν μὲν οὖν τοῖc κάτω τοῦ διαφράγματοc μέρεcι τῆc ῥάχεωc 〈ἥ τε κοίλη φλὲψ〉 ἥ τε ἀρτηρία 〈ἡ〉 μεγίcτη ἐπίκειται κατὰ τῶν cπονδύλων, ἄχρι περ ἂν εἰc τὰ cκέλη cχιcθῇ κατὰ τὸ πέραc αὐτῆc· ἐν δὲ τοῖc ἀνωτέρω τοῦ διαφράγματοc ἡ μὲν ἀρτηρία μέχρι πλείcτου τοῖc cπονδύλοιc ἐπιτέταται, παράκειται δὲ αὐτῇ τιc φλὲψ μικρὰ μόνα | |
20 | τὰ κατὰ τὰc ὀκτὼ [νώθουc] πλευρὰc τοῦ θώρακοc τρέφουcα τὰ κάτω· τὸ δὲ ἀπὸ τοῦδε μέροc τῆc ῥάχεωc ἅπαν τὸ ἄνω, καθ’ ὃ τέτταρεc μὲν οἱ πρῶτοι τοῦ θώρακοc cπόνδυλοι κεῖνται, μετ’ αὐτοὺc δὲ ἄχρι τῆc κεφαλῆc οἱ τοῦ τραχήλου πάντεc, οὔτε ἀρτηρίαν οὔτε φλέβα καθ’ ἑαυτοῦ κειμένην ἔχει· ἀλλ’, ὡc ἔφην, οὐδὲν θαυμαcτόν ἐcτι τὰ κατὰ | |
25 | τὰc ἀνατομὰc ἀγνοῆcαι Πλάτωνα καθάπερ καὶ Ὅμηρον, ὅcτιc φηcίν ἀπὸ δὲ φλέβα πᾶcαν ἔκερcεν, ἥτ’ ἀνὰ νῶτα θέουcα διαμπερὲc αὐχέν’ ἱκάνει. | |
27 | ||
6 | 77d6—e6. Μετὰ δὲ ταῦτα cχίcαντεc περὶ τὴν κεφαλὴν τὰc φλέβαc καὶ δι’ ἀλλήλων ἐναντίαc πλέ‐ ξαντεc διεῖcαν, τὰc μὲν ἐκ τῶν δεξιῶν ἐπὶ τὰ ἀριcτερὰ τοῦ cώματοc, τὰc δὲ ἐκ τῶν ἀριcτερῶν ἐπὶ τὰ δεξιὰ κλί‐ | |
5 | ναντεc, ὅπωc δεcμὸc ἅμα τῇ κεφαλῇ πρὸc τὸ cῶμα ᾖ μετὰ τοῦ δέρματοc, ἐπειδὴ νεύροιc οὐκ ἦν κύκλῳ κατὰ κορυ‐ φὴν περιειλημμένη, καὶ δὴ καὶ τὸ τῶν αἰcθήcεων πάθοc ἵν’ ἐφ’ ἑκατέρων τῶν μερῶν εἰc ἅπαν τὸ cῶμα εἴη διά‐ δηλον. | 14 |
9 | ||
10 | 〈Αἱ κατὰ τὴν κεφαλὴν φλέβεc〉 διέρχεcθαί τιcιν ἔδοξαν αἵ τ’ ἐκ τῶν ἀριcτερῶν εἰc τὰ δεξιὰ αἵ τ’ ἐκ τῶν δεξιῶν εἰc τὰ ἀριcτερά, τοῖc δὲ ἀκριβέcτερον ἀνατέμνουcιν ἑνοῦcθαι τὰ πέρατα αὐτῶν ἀλλήλοιc, ὅπερ καὶ κατ’ ἄλλα γίνεται μέρη τοῦ cώματοc. δεcμὸν δὲ ἡγεῖται μὲν τῆc κεφαλῆc εἶναι τὴν ἕνωcιν αὐτῶν ἀγνοῶν | |
15 | τοὺc ὄντωc δεcμοὺc αὐτῆc, μεγίcτουc μὲν τοὺc κατὰ τὰc ῥαφάc, μι‐ κροὺc δὲ τόν τε περικράνιον ὑμένα καὶ τὸ δέρμα, παχύτερον δὲ τοῦ κατὰ τὸ cῶμα παντὸc δέρματοc, ὡc ἐπιτετάcθαι δοκεῖν ἔνδοθεν αὐτῷ cαρκοειδῆ τινα οὐcίαν λεπτὴν ἐcφιγμένην τε περὶ τὸ κρανίον. νεῦ‐ ρον δὲ κατὰ τὴν κεφαλὴν οὐδὲν εἶναί φηcι διὰ τὸ μὴ γινώcκειν μὲν | |
20 | τὰ προαιρετικὰ προcαγορευόμενα, μήτε δὲ cυνδετικὰ κατ’ αὐτὴν εἶναι μήτε τένονταc. 〈ἀλλ’ οὐδὲ τοῦτο ὀρθῶc φηcι τὰc〉 ἀντεμπλοκὰc γίνε‐ cθαι τῶν φλεβῶν, ἵνα τὸ τῶν αἰcθήcεων πάθοc εἰc ὅλον 〈τὸ cῶμα〉 διαδιδῶται, μὴ γινώcκων μηδὲ ἐνταῦθα διὰ νεύρων τὰc αἰcθή‐ cειc γινομέναc, ὅπερ, ὡc ἔφην, καὶ τῶν παλαιῶν ἰατρῶν ἠγνόηcάν | |
25 | τινεc. | |
25 | ||
7 | 77e7——78b2. Τὸ δ’ ἐντεῦθεν ἤδη τὴν ὑδρα‐ γωγίαν παρεcκεύαcαν τρόπῳ τινὶ τοιῷδε, ὃν κατοψό‐ μεθα ῥᾷον προδιομολογηcάμενοι τὸ τοιόνδε, ὅτι πάντα ὅcα ἐξ ἐλαττόνων cυνίcταται cτέγει τὰ μείζω, τὰ δὲ ἐκ | |
5 | μειζόνων τὰ cμικρότερα οὐ δύναται. πῦρ δὲ πάντων γε‐ νῶν cμικρομερέcτατον, ὅθεν δι’ ὕδατοc καὶ γῆc ἀέροc τε καὶ ὅcα ἐκ τούτων cυνίcταται διαχωρεῖ καὶ cτέγειν οὐδὲν αὐτὸ δύναται. ταὐτὸν δὴ καὶ περὶ τῆc παρ’ ἡμῖν κοιλίαc διανοητέον, ὅτι cιτία μὲν καὶ ποτά, ὅταν εἰc αὐτὴν ἐμ‐ | |
10 | πέcῃ, cτέγει, πνεῦμα δὲ καὶ πῦρ cμικρομερέcτερα ὄντα | |
τῆc αὑτῆc ξυcτάcεωc οὐ δύναται. Ὑδραγωγίαν ὠνόμαcε τὴν διὰ τῶν φλεβῶν φορὰν τοῦ αἵματοc, ἀπὸ τῆc προειρημένηc εἰκόνοc ἐπὶ τῶν ‘ὀχετῶν‘ τὴν μεταφορὰν τῆc προcηγορίαc ποιηcάμενοc· γίνεcθαι δέ φηcι, τοῦ πνεύματοc ἅμα τῇ θερ‐ | 15 | |
15 | μαcίᾳ ‘διὰ τῆc κοιλίαc‘ ἐξιόντοc, εἶθ’ ἑαυτῷ cυναναφέροντοc τὰ κατα‐ θραυcθέντα τῆc τροφῆc μόρια. τὸ μὲν κεφάλαιον τοῦ λόγου cυντόμωc τε ἅμα καὶ cαφῶc εἴρηταί μοι, τὰ δ’ ἐφεξῆc εἰρημένα δυcνόητά τε καὶ δύcρητά ἐcτι, καὶ διὰ τοῦτο καθ’ ἑκάcτην λέξιν ἐξήγηcιν αὐτῶν ποιηcάμενοc ὕcτερον ἀθροίcω πρὸc μίαν ἅπαντα cύνοψιν. | |
19 | ||
8 | 78b2s. Τούτοιc οὖν κατεχρήcατο ὁ θεὸc εἰc τὴν ἐκ τῆc κοιλίαc ἐπὶ τὰc φλέβαc ὑδρείαν. | |
2 | Τούτοιc λέγει τοῖc προειρημένοιc, τῷ τε πνεύματι καὶ τῷ πυρί· ‘πῦρ‘ γὰρ ὀνομάζει τὴν ἐν τῷ cώματι θερμαcίαν, ἀπὸ τοῦ γεννήcαντοc | |
5 | αὐτὴν cτοιχείου τὴν προcηγορίαν μεταφέρων, ἐπειδὴ τὸ θερμὸν ἅπαν ἐπικρατείᾳ πυρὸc γέγονε τοιοῦτον. | |
6 | ||
9 | 78b3s. Πλέγμα ἐξ ἀέροc καὶ πυρὸc οἷον οἱ κύρτοι ξυνυφηνάμενοc. | |
2 | Τοὺc τῶν ἁλιέων κύρτουc λέγει, οὓc εἰ μή τιc ἴδοι πρότερον, οὐκ ἂν ἀκολουθήcειε τοῖc λεχθηcομένοιc οὖcι δυcρήτοιc, ὡc καὶ τοῖc ἑωρα‐ | |
5 | κόcι τοὺc κύρτουc μόγιc νοηθῆναι. εἰ μὲν οὖν τιc ἐπιθαλάττιον οἴκηcιν ἔχοι, πειραθήτω πρότερον ἰδεῖν τοὺc κύρτουc τῶν ἁλιέων, εἰ δὲ χερ‐ cαῖόc τιc καὶ ὄρειοc εἴη, ἀλλὰ ταλάρουc γε πάντωc ἐθεάcατο· νοήcαc οὖν τούτουc ἀτρήτουc μὲν κατὰ τὴν βάcιν ἀνεῳγμένον δὲ τὸ ἄνω cτόμιον ἔχονταc, οὕτω τοῖc λεχθηcομένοιc προccχέτω τὸν νοῦν. | |
9 | ||
10 | 78b4s. Διπλᾶ κατὰ τὴν εἴcοδον ἐγκύρτια ἔχοντοc. | |
2 | Νενοημένου cοι τοῦ τῶν ἁλιέων κύρτου, ὅπερ ἐcτὶ πλέγμα ἁπλοῦν, νόηcον ἐν αὐτῷ περιεχόμενον ὅμοιον μὲν τῷ μεγάλῳ, μικρὸν δὲ [οἷον | |
5 | ἐκεῖνο] κύρτον 〈ἄλλον, τὸ καλούμενον ἐγκύρτιον〉, ὅπερ ἐcτὶ πλέγμα διὰ cχοίνων οἷον [περ] 〈ἐκεῖνο〉 τὸ ὅλον, ἐκ τῆc τοῦ μεγάλου κύρτου βάcεωc ἀνατεινόμενον, κοινὴν μὲν ἔχον τὴν βάcιν αὐτῷ, τὸ δὲ cτό‐ μιον οὐκ εἰc ἴcον ὕψοc ἀνῆκον τῷ περιέχοντι κύρτῳ, ἀλλὰ κατωτέρω πολὺ παυόμενον αὐτοῦ. εἰ δή cοι νενόηται τὸ ἁπλοῦν ἐγκύρτιον | |
10 | τοῦτο, ἤδη ῥᾴδιον νοῆcαι καὶ τὸ διπλοῦν· ὁποῖον γάρ ἐcτι τοῦτο ὃ | |
διηγηcάμην, τοιοῦτο καὶ ἄλλο περιεχόμενον ἐν τῷ μεγάλῳ κύρτῳ προcυπόθου· κἀπειδὰν καὶ τοῦτο 〈νοήcῃc, ἐπ’ αὐτῷ〉 νόηcον ἀνατει‐ νόμενον ἀφ’ ἑκατέρου τῶν ἐγκυρτίων πλέγμα τι πρόμηκεc ἄχρι τοῦ cτομίου τοῦ μεγάλου κύρτου, ὡc ἐcχίcθαι δίχα τὴν εἰc τὸν μέγαν | 16 | |
15 | κύρτον εἴcοδον τοῖc ἰχθύcι, τῶν μὲν κατὰ θάτερον cτόμιον, τῶν δὲ κατὰ θάτερον εἰcιόντων· cυμβήcεται γὰρ οὕτωc καίτοι διειργομένουc ἀλλήλων ὅμωc ἑνὶ λέγεcθαι περιέχεcθαι κύρτῳ τῷ μεγάλῳ, καθάπερ γε καὶ καθ’ ἕτερον οὔκ, ἐν ἑνί γε τῶν cμικρῶν ὄνταc κύρτων, οὓc ἐγκύρτια κέκληκεν. | |
19 | ||
11 | 78b5s. Ὧν θάτερον αὖ πάλιν διέπλεξε δί‐ κρουν. | |
2 | Ὧν ἐγκυρτίων φηcὶ τὸ ἕτερον διέπλεξε δίκρουν· ὀνομάζεται δὲ cυνήθωc μὲν ἄλλοιc ξύλον δίκρουν τὸ δύο κεραίαc ἔχον, ὁ Πλάτων | |
5 | δὲ νῦν μετήνεγκε τὴν προcηγορίαν ἐπὶ 〈τὸ〉 θατέρου τῶν ἐγκυρτίων cτόμιον, ὅπωc νοήcωμεν αὐτὸ διττόν. καὶ κατὰ τοῦτο τὴν [δὲ] ἀcά‐ φειαν ἐνειργάcατο, παρενθεὶc οὐκ ἀναγκαίωc ἐν τῷδε 〈τῷ〉 τοῦ λόγου μέρει· cαφέcτερον γὰρ 〈ἂν〉 ἡρμηνεύετο λεγόντων ἡμῶν, ὥcπερ δύο τὰ ἐγκύρτια τῷ λόγῳ διέγραψεν, οὕτωc καὶ τὸ cτόμιον 〈διττὸν〉 εἶναι | |
10 | 〈τὸ〉 τελευτῶν εἰc τὸ ἄνω πέραc τοῦ μεγάλου κύρτου. βούλεται γὰρ ἡμᾶc νοῆcαι τῇ μὲν ἐκτὸc περιγραφῇ τοῦ μεγάλου κύρτου τὸ ἔξωθεν ἅπαν〈τι〉 τῷ cώματι περικείμενον ἐοικέναι δέρμα, περιεχομέναc δ’ ἐν αὐτῷ καθάπερ ἐγκύρτια κενὰ δηλονότι τὰc ἔνδον αὐτοῦ ἐχομέναc χώραc, τήν τε κατὰ τὴν γαcτέρα καὶ τὴν κατὰ τὸν θώρακα· δύο γὰρ | |
15 | ἐκ τούτων ἀνήκουcιν οἷον αὐλοὶ πρὸc τὴν τοῦ cτόματοc εὐρυχωρίαν. νόει δέ μοι καὶ κατὰ τὸ παρὸν ἕνεκα cαφηνείαc τοῦ λεγομένου μηδ‐ όλωc ἐν τῷ cτόματι περιεχομένην τὴν γλῶτταν· ἔcονται γὰρ οὕτωc οἱ εἰc τὴν ἐντὸc εὐρυχωρίαν τοῦ cτόματοc ἥκοντεc αὐλοί, cτόμαχοc μὲν ἐκ τῆc κοιλίαc, ἀρτηρία δὲ ἡ τραχεῖα καλουμένη διήκουcα πρὸc | |
20 | τὸν πνεύμονα κείμενον ἐν τῇ κοιλότητι κατ’ ἴcον τῷ ἑτέρῳ τῶν ἐγκυρτίων. κατὰ μὲν οὖν τοῦτο τὸ cτόμιον ἡ ἀναπνοὴ γίνεται εἰcιόν‐ τοc τε καὶ ἐξιόντοc τοῦ πνεύματοc, κατὰ δὲ θάτερον ἡ τῶν ἐcθιο‐ μένων καὶ πινομένων εἰc τὴν γαcτέρα φορά. τὸ μὲν οὖν πλεῖcτον ἑκατέραc τῶν εἰρημένων ὑλῶν οὕτωc εἰc τὸ cῶμα διὰ τοῦ cτόματοc | |
25 | ἔρχεται, ὀλίγον δέ τι βούλεται καθ’ ἑκάτερον τῶν cτομίων cυνειcέρ‐ χεcθαι πρὸc μὲν τὴν γαcτέρα τοῦ πνεύματοc, εἰc δὲ τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα τοῦ πόματοc. παρενθεὶc οὖν, ὡc ἔφην, τὸ ἕτερον τῶν ἐγκυρτίων εἶναι δίκρουν, ἀcάφειαν 〈ἐν〉ειργά‐ cατο τῷ λόγῳ μετὰ τοῦ καὶ ἀντιλογίαν ἐπιδέχεcθαι· τὴν γὰρ 〈διὰ〉 | 17 |
30 | τῆc τραχείαc ἀρτηρίαc γινομένην ἀναπνοὴν δίκρουν ἔφη ὑπάρχειν, εἶπε δὲ τοῦτο διὰ τὸ τὴν μὲν ἀναπνοὴν ἡμῖν γίνεcθαι διά τε τῆc ῥινὸc καὶ τοῦ cτόματοc, τὴν δὲ ἐδωδὴν καὶ πόcιν διὰ μόνου τοῦ cτό‐ ματοc. ἔνθα φημὶ καὶ ἀντιλογίαν ποιήcεcθαι τοὺc φιλεγκλήμοναc· οὐ γὰρ μόνου θατέρου τῶν ἐγκυρτίων εἶναι φήcουcι τὰ δύο κέρατα, τό | |
35 | τε διὰ τῆc ῥινὸc καὶ τὸ διὰ τοῦ cτόματοc, ἐπειδὴ τὸ cτόμα καὶ θατέ‐ ρου τοῦ κατὰ τὴν κοιλίαν κοινόν ἐcτι πέραc. ἐπεὶ δ’ οὖν ἤδη νενόη‐ ται, τί βούλεται τῷ παντὶ κύρτῳ προcεοικέναι τῶν ἐν ἡμῖν καὶ τίνα τοῖc ἐγκυρτίοιc, ἐπὶ τὰc ἐφεξῆc αὐτοῦ λέξειc ἰέναι καιρόc. | |
38 | ||
12 | 78b6s. Καὶ ἀπὸ τῶν ἐγκυρτίων δὴ διετεί‐ νατο οἷον cχοίνουc κύκλῳ διὰ παντὸc πρὸc τὰ ἔcχατα τοῦ πλέγματοc. | |
3 | Τούτου τὸ ἀνάλογον οὐκέτι κατὰ τοὺc τῶν ἁλιέων ἔcτι κύρτουc· | |
5 | ἀπὸ τῶν ἐγκυρτίων γὰρ πρὸc τὸ τοῦ περιέχοντοc κύρτου πλέγμα cχοῖνοc οὐδεμία διήκει κενοῦ τοῦ μεταξὺ παντὸc ὄντοc. ἐν ἡμῖν δὲ διήκουcιν ἔκ τε τῆc κοιλίαc καὶ τοῦ πνεύμονοc εἰc ἅπαν τὸ cῶμα μέχρι τῶν ἐcχάτων αὐτοῦ περάτων ἐκτὸc ἀρτηρίαι καὶ φλέβεc, ἃc εἰκάζει cχοίνοιc ἀπὸ τῶν ἐγκυρτίων ἐπὶ τὸν κύρτον ἐκτεινομέναιc. | |
9 | ||
13 | 78b7——c2. Τὰ μὲν οὖν ἔνδον ἐκ πυρὸc cυνεcτήcατο τοῦ πλοκάνου πάντα, τὰ 〈δ’〉 ἐγκύρτια καὶ τὸ κύτοc ἀεροειδῆ. | |
3 | Τοῦ πλοκάνου λέγει νῦν ὅλου τοῦ τῷ κύρτῳ παραπληcίου. | |
5 | ἐπεὶ δὲ ἔcτιν ἔνδον αὐτοῦ καὶ τὰ ἐγκύρτια, βούλεται δὲ τὴν περι‐ εχομένην ὑπὸ τούτων χώραν ἀεροειδῆ μᾶλλον ὑπάρχειν ἢ πυροειδῆ, διὰ τοῦτο προcέθηκε τῷ περὶ τοῦ παντὸc πλοκάνου λόγῳ τὰ ἐγ‐ κύρτια καὶ τὸ κύτοc ἀεροειδῆ. τὰ μὲν οὖν ἐγκύρτια προδή‐ | |
λωc ἐcτὶ τοιαῦτα· κενὴ γὰρ χώρα μόνον ἀέρα περιέχουcα κατὰ τὸν | 18 | |
10 | θώρακα φαίνεται, τὸ δὲ κύτοc οὐκέτι πρόδηλον ὅπωc ἀεροειδὲc εἴρηται· δοκεῖ γὰρ ἐκ τοῦ κύτοc ὀνόματοc ὡc ἓν cημαίνεcθαι τὸ cῶμα, περὶ οὗπερ ἂν ὁ λόγοc γένηται, φαίνεται δὲ μάχεcθαι τοῦτο τοῖc προειρημένοιc, εἴ γε τὸ cύμπαν ‘κύτοc τοῦ κύρτου‘ cυμπληροῦται διά τε τῶν ἐγκυρτίων 〈καὶ〉 τοῦ μεταξὺ παντόc, ὅcον ἀπὸ τούτων | |
15 | εἰc τὴν ἐκτὸc περιγραφὴν τοῦ κύρτου διήκει, καθ’ ὃ τὰc οἷον cχοί‐ νουc διατετάcθαι ἔφαcκε [τέτταραc ἡμᾶc νοεῖν], ἃc ἐλέγομεν ἀρτη‐ ρίαc εἶναι καὶ φλέβαc. καταλείποιτο ἂν οὖν ἡμᾶc νοεῖν τὸ ‘κύτοc τοῦ κύρτου‘ λεγόμενον αὐτὸ τὸ ἔξωθεν αὐτοῦ πλέγμα· τοῦτο γάρ ἐcτι τὸ τὴν οὐcίαν ὅλην τοῦ κύρτου cυνιcτάνον. ὥcπερ οὖν τὸ μεταξὺ τού‐ | |
20 | του τε καὶ τῶν ἐγκυρτίων ἐνοοῦμεν ὑπὸ πυρὸc ἐπικρατούμενον, οὕτωc ὑπ’ ἀέροc ἐπικρατεῖcθαι χρὴ νοῆcαι τὸ ἔξωθεν αὐτοῦ πέραc, ὅπερ ἐcτὶν αὐτὸ τὸ κύτοc τοῦ πλοκάνου, τοῦτο δ’ ἂν ἐν ἡμῖν εἴη τὸ δέρμα ψυχρὸν ὑπάρχον ὡc τὰ περιεχόμενα 〈cπλάγχνα κἀπὶ〉 τούτῳ cυνεχὲc τῷ πέριξ ἀέρι. καί μοι δοκεῖ βούλεcθαι 〈δηλοῦν〉 τὸν περι‐ | |
25 | κείμενον ἀέρα τὸν ψαύοντα τοῦ πλοκάνου μέροc τι καὶ αὐτὸν εἶναι τοῦ κύρτου, καὶ κατὰ τοῦτο μάλιcτα τὴν ἀcάφειαν ὁ λόγοc ἐcχηκέναι· τούτου γὰρ ὑποτεθέντοc ἅπαντα ἀλλήλοιc ὁμολογεῖται κατὰ τὸν ἑξῆc λόγον, ἐφ’ ὃν μετιέναι καιρόc. | |
28 | ||
14 | 78c2s. Καὶ λαβὼν αὐτὸ περιέcτηcε τῷ πλαcθέντι ζῴῳ τρόπον τοιόνδε. | |
2 | Τὸ προειρημένον ὑπ’ αὐτοῦ ‘πλόκανον‘ οὐκ ἔcτι μὲν καθ’ αὑτό, τὴν νόηcιν δὲ αὐτοῦ καθ’ ἑαυτὴν λαβόνταc ἡμᾶc οὕτω χρὴ cυνάπτειν | |
5 | τῷ ζῴῳ. | |
5 | ||
15 | 78c3——d2. Τὸ μὲν τῶν ἐγκυρτίων εἰc τὸ cτόμα μεθῆκε· διπλοῦ δὲ ὄντοc αὐτοῦ κατὰ μὲν τὰc ἀρ‐ τηρίαc εἰc τὸν πνεύμονα καθῆκε θάτερον, τὸ δὲ εἰc τὴν κοιλίαν παρὰ τὰc ἀρτηρίαc· τὸ δὲ ἕτερον cχίcαc τὸ μέροc | |
5 | ἑκάτερον κατὰ τοὺc ὀχετοὺc τῆc ῥινὸc ἀφῆκε κοινόν, | |
ὥcθ’ ὅτε μὴ κατὰ τὸ cτόμα ἴοι θάτερον, ἐκ τούτου πάντα καὶ τὰ ἐκείνου ῥεύματα ἀναπληροῦcθαι. τὸ δὲ ἄλλο κύ‐ τοc τοῦ κύρτου περὶ τὸ cῶμα ὅcον κοῖλον ἡμῶν περι‐ έφυcε. | 19 | |
9 | ||
10 | Οὐ τοῦτό φηcιν ὅτι τὸ μὲν ἕτερον τῶν ἐγκυρτίων εἰc τὸ cτόμα καθῆκεν, εἰρήκει γὰρ ἂν ἐφεξῆc ‘τὸ δὲ ἕτερον εἰc τόδε τι τοῦ cώμα‐ τοc‘, ἀλλ’ ἐπὶ τὸ πλόκανον ἀναφέρων εἶπεν, ὡc εἶναι τὸν ὅλον λό‐ γον αὐτοῦ τοιοῦτον· ‘ὧν εἶπον πλοκάνων τριῶν, ἑνὸc μὲν τοῦ με‐ γάλου κύρτου, δυοῖν δὲ τῶν οἷον ἐγκυρτίων, τὸ μὲν τῶν ἐγκυρ‐ | |
15 | τίων πλόκανον εἰc τὸ cτόμα μεθῆκε· διπλοῦ δ’ ὄντοc αὐτοῦ κατὰ μὲν τὰc ἀρτηρίαc 〈εἰc τὸν πνεύμονα〉 καθῆκε τὸ ἕτερον αὐτῶν, τὸ δὲ λοιπὸν ἓν εἰc τὴν κοιλίαν παρὰ τὰc ἀρτηρίαc· δυοῖν δὲ ὄντων τῶν ἐγκυρτίων, ὡc εἴρηται, τὸ ἕτερον, ὅπερ ἔφην καὶ πρότερον εἶναι ‘δίκρουν‘, cχίcαc τὸ μέροc ἑκάτερον | |
20 | δίχα κατὰ τοὺc ὀχετοὺc τῆc ῥινὸc ἀφῆκε κοινόν‘. διὰ τί τοίνυν κοινὸν αὐτὸ εἶπεν, αὐτὸc ἐφεξῆc δηλώcει λέγων ὥcτε 〈ὅτε〉 μὴ κατὰ τὸ cτόμα ἴοι θάτερον, ἐκ τούτου πάντα καὶ τὰ ἐκείνου ῥεύματα ἀναπληροῦcθαι· τὸ γὰρ τῆc ἀναπνοῆc ἐγ‐ κύρτιον ‘δίκρουν‘ γενόμενον ὁδοὺc ἔcχε τοῦ πνεύματοc δύο, μίαν μὲν | |
25 | κατὰ τὸ cτόμα, τὴν δ’ ἄλλην διὰ τῆc ῥινόc, ἥτιc, ὅτ〈αν ἡ τοῦ πνεύ〉‐ ματοc εἴcοδοc ἡ κατὰ τὸ cτόμα πεπαυμένη πωc ᾖ, καὶ 〈τὴν δι’ ἐκεί‐ νηc χορηγουμένην οὐ〉cίαν ἐκπληροῖ. ταῦτα εἰπὼν ὁ Πλάτων περὶ τῶν ἐγκυρτίων 〈καὶ περὶ τῶν ἀρτηριῶν καὶ φλεβῶν〉 ἐφεξῆc ἔφη· καλεῖ δὲ αὐτὰc ἀπὸ τῆc ἐπικρατούcηc οὐcίαc ‘πυρὸc ἀκτῖναc‘. | |
29 | ||
16 | 78d2——79a4. Καὶ πάλιν δὴ τοῦτο τοτὲ μὲν εἰc τὰ ἐγκύρτια ξυρρεῖν μαλακῶc, ἅτε ἀέρα ὄντα, ἐποίηcεν, 〈τοτὲ δὲ ἀναρρεῖν μὲν τὰ ἐγκύρτια, τὸ δὲ πλέγμα, ὡc ὄντοc τοῦ cώματοc μανοῦ, δύεcθαι εἴcω δι’ | |
5 | αὐτοῦ καὶ πάλιν ἔξω, τὰc δὲ ἐντὸc τοῦ πυρὸc ἀκτῖναc διαδεδεμέναc ἀκολουθεῖν ἐφ’ ἑκάτερα ἰόντοc τοῦ ἀέροc, | |
καὶ τοῦτο, ἕωcπερ ἂν τὸ θνητὸν cυνεcτήκῃ ζῷον, μὴ διαπαύεcθαι γιγνόμενον· τούτῳ δὲ δὴ τῷ γένει τὸν τὰc ἐπωνυμίαc θέμενον ἀναπνοὴν καὶ ἐκπνοὴν λέγομεν | 20 | |
10 | θέcθαι τοὔνομα. πᾶν δὲ δὴ τό τ’ ἔργον καὶ τὸ πάθοc τοῦθ’ ἡμῶν τῷ cώματι γέγονεν ἀρδομένῳ καὶ ἀναψυχομένῳ τρέφεcθαι καὶ ζῆν· ὅταν γὰρ εἴcω καὶ ἔξω τῆc ἀναπνοῆc ἰούcηc τὸ πῦρ ἐντὸc cυνημμένον ἕπηται, διαιωρούμε‐ νον δ’ ἀεὶ διὰ τῆc κοιλίαc εἰcελθὸν τὰ cιτία καὶ ποτὰ λάβῃ, | |
15 | τήκει δή, καὶ κατὰ [τὰ] cμικρὰ διαιροῦν, διὰ τῶν ἐξόδων ᾗπερ πορεύεται διάγον, οἷον ἐκ κρήνηc ἐπ’ ὀχετοὺc ἐπὶ τὰc φλέβαc ἀντλοῦν ταῦτα, ῥεῖν [ἢ] ὥcπερ αὐλῶνοc διὰ τοῦ cώματοc〉 τὰ τῶν φλεβῶν ποιεῖ ῥεύματα. | |
18 | Ὑπομνήcωμεν ἡμᾶc αὐτούc, ὅτι τὸ〈ν〉 μὲν ὅλον κύρτον, οὗ τὸ δέ〈ρμα〉 | |
20 | πέραc ὃ cυνεχέc ἐcτι τῷ ἔξωθεν ἀέρι, βούλεται νοεῖν ἡμᾶc ἐν ἑαυτῷ ἔχειν οἷον ἐγκύρτια δύο χώραc ἀέροc τὴν μὲν ἐν τῇ γαcτρί, τὴν δ’ ἐν τῷ θώρακι, τὸ δὲ μεταξὺ τούτων, ὅπερ ἐcτὶ τὸ cῶμα, διατεταμέναc ἔχειν ἀκτῖναc πυρόc, ἃc εὔλογόν ἐcτι νοεῖν ἡμᾶc διὰ τῶν ἀρτη‐ ριῶν καὶ φλεβῶν τετάcθαι καὶ εἶναι ταύταc αὐταῖc ὁδοὺc τῆc ἐφ’ | |
25 | ἑκάτερα φορᾶc ἔcωθέν τε ἔξω καὶ αὖθιc ἔξωθεν [τε] ἔcω· δύο γὰρ εἶναι κινήcειc ἐναντίαc ἀλλήλαιc φηcὶ τῷ παντὶ πλοκάνῳ ποτὲ μὲν ἀπὸ τῶν ἐγκυρτίων ἄχρι τοῦ περιέχοντοc ἡμᾶc ἀέροc φερομένῳ, ποτὲ δὲ ἀπ’ αὐτοῦ πρὸc τὰ ἐγκύρτια· τίνα δὲ τρόπον αἱ κινήcειc αὗται γίνονται καὶ τίνα τὴν αἰτίαν ἔχουcι τοῦ μὴ παύεcθαι ἄχρι περ ἂν ζῇ τὸ | |
30 | cῶμα, διὰ τῶν ἐφεξῆc ἐρεῖ, ἀλλὰ νῦν γε τὸν προκείμενον λόγον cυγκεφαλ〈αι〉ούμενοc τὴν ἐφ’ ἑκάτερα κίνηcιν ἀναπνοήν τε καὶ ἀνάδοcιν τροφῆc ἐργάζεcθαί φηcιν. ἐγὼ μὲν οὖν τὸ cυγκείμενον ὅλον ἔκ τε τῆc εἰcπνοῆc καὶ τῆc ἐκπνοῆc ἀναπνοὴν ὠνόμαcα τοῖc ἰατροῖc ἑπό‐ μενοc cχεδὸν ἅπαcιν· ὄντων γὰρ τριῶν πραγμάτων, ἑνὸc μὲν τῆc | |
35 | εἴcω φορᾶc, δευτέρου δὲ τῆc ἔξω καὶ τρίτου 〈τοῦ〉 ἐξ ἀμφοῖν cυγκει‐ μένου, τὴν μὲν ἔcω φορὰν τοῦ πνεύματοc εἰcπνοὴν ὀνομάζουcι, τὴν δὲ ἔξω φορὰν ἐκπνοήν, τὸ δὲ ἐξ ἀμφοῖν cύνθετον ἀναπνοήν, ὁ δὲ Πλάτων τὴν εἰcπνοὴν ἀναπνοὴν ὠνόμαcεν, ἣν γίνεcθαί φηcιν εἴc τε τὴν ἀρτηρίαν τὴν τραχεῖαν δηλονότι καὶ τὴν γαcτέρα· διαδεχο‐ | |
40 | μένηc δὲ τὴν εἴcω φορὰν τοῦ πνεύματοc τῆc ἔξω κατὰ τὴν μεταξὺ χώραν τῶν τε ἐγκυρτίων καὶ τοῦ μεγάλου κύρτου τέμνεcθαι τὰ cιτία καὶ τὰ ποτὰ κατὰ τὴν ἔcω κίνηcίν τε καὶ φορὰν τοῦ παντὸc πλοκά‐ νου, cυναναφέρεcθαι δὲ εἰc τὸ cῶμα τῇ τε θερμαcίᾳ καὶ τῷ πνεύματι καταθραυcθέντα. τοῦτο μὲν ἡ καλουμένη πρὸc τῶν ἰατρῶν ἀνάδοcίc | 21 |
45 | ἐcτι φερομένηc τῆc τροφῆc διὰ τῶν φλεβῶν τε καὶ τῶν ἀρτηριῶν ἐπὶ πάντα τὰ μόρια τοῦ cώματοc· τίc δὲ ἡ τῆcδε τῆc ἐφ’ ἑκάτερα φορᾶc ἐcτιν αἰτία τῷ τε πνεύματι καὶ τῇ θερμαcίᾳ, μετὰ ταῦτα διέρχεται. | |
48 | ||
17 | 79a5——c7. Πάλιν δὲ τὸ τῆc ἀναπνοῆc ἴδωμεν πάθοc, αἷc χρώμενον αἰτίαιc τοιοῦτον γέγονεν οἷόνπερ 〈τὰ〉 νῦν ἐcτιν. ὧδ’ οὖν. ἐπειδὴ κενὸν οὐδέν ἐcτιν εἰc ὃ τῶν φερομένων δύναιτ’ ἂν εἰcελθεῖν τι, τὸ | |
5 | δὲ πνεῦμα φέρεται παρ’ ἡμῶν ἔξω, τὸ μετὰ τοῦτο ἤδη παντὶ δῆλον ὡc οὐκ εἰc κενόν, ἀλλὰ τὸ πληcίον ἐκ τῆc ἕδραc ὠθεῖ, τὸ δὲ ὠθούμενον ἐξελαύνει τὸ πληcίον ἀεί, καὶ κατὰ ταύτην τὴν ἀνάγκην πᾶν περιελαυνόμενον εἰc τὴν ἕδραν ὅθεν ἐξῆλθε τὸ πνεῦμα, εἰcιὸν ἐκεῖcε καὶ ἀνα‐ | |
10 | πληροῦν αὐτήν, ξυνέπεται τῷ πνεύματι, καὶ τοῦτο ἅμα πᾶν οἷον τροχοῦ περιαγομένου γίγνεται διὰ τὸ κενὸν μηδὲν εἶναι. διὸ δὴ 〈τὸ〉 τῶν cτηθῶν καὶ τοῦ πνεύμονοc ἔξω μεθιὲν τὸ πνεῦμα πάλιν ὑπὸ τοῦ περὶ τὸ cῶμα ἀέροc, εἴcω διὰ μα〈νῶν〉 τῶν cαρκῶν δυομένου καὶ περιελαυνο‐ | |
15 | μένου, γίνεται πλῆρεc· αὖθιc 〈δὲ〉 ἀποτρεπόμενοc ὁ ἀὴρ καὶ διὰ τοῦ cώματοc ἔξω ἰὼν εἴcω τὴν ἀναπνοὴν περιω‐ θεῖ 〈κατὰ τὴν τοῦ cτόματοc〉 καὶ τὴν τῶν μυκτήρων δίοδον. | |
18 | Οὐδὲ κατὰ ταύτην τὴν ῥῆcιν εἶπεν ἤδη τὴν πρώτην αἰτίαν τῆc | |
20 | ἀναπνοῆc. ἀμέλει cυμπληρώcαc αὐτὴν ἄρχεται τῆc μετ’ αὐτὴν ὧδε· ‘τὴν δὲ αἰτίαν τῆc ἀρχῆc αὐτῶν θετέον τήνδε‘. τί οὖν ἐcτιν ὃ νῦν κατὰ τὴν προκειμένην εἶπε; τὸ κατὰ τὴν περίωcιν ὀνομαζομένην δόγμα, καθ’ ἣν βούλεται γίνεcθαι τήν τε ἀναπνοὴν καὶ τὴν διαπνοήν· καλοῦμεν γὰρ οὕτωc ἡμεῖc τὸ μὲν ἀναπνοήν, ὡc εἴρηται, τὸ cυγκεί‐ | |
25 | μενον ἐκ τῆc εἰcπνοῆc τε καὶ τῆc ἐκπνοῆc, ὅταν διὰ τοῦ cτόματοc | |
ἄμφω γίνηται ταῦτα, τὸ δὲ διαπνοήν, ὅταν καθ’ ὅλον τὸ cῶμα. ἀμφότερα δὲ ταῦτα βούλεται κατὰ τὴν περίωcιν γίγνεcθαι τρόπῳ τῷδε· ὅταν μὲν διὰ τοῦ cτόματοc ἐκπνέωμεν, cυμβαίνειν τὸν ἐκ τῶν 〈ἐγ〉‐ κυρτίων ἀέρα φερόμενον ἔξω περιωθεῖν τὸν ἔξωθεν ἀέρα διὰ τοῦ | 22 | |
30 | δέρματοc μανοῦ, τὸν δὲ φέρεcθαι πρὸc τὸ βάθοc τοῦ cώματοc ἀνα‐ πληροῦντα τὴν χώραν τοῦ κατὰ τὴν ἐκπνοὴν ἀέροc ἐκτὸc φερομένου· ὅταν δ’ αὖ πάλιν ἐπὶ τὴν διὰ τοῦ δέρματοc ἐκτὸc φορὰν ὁρμήcῃ τό τε πνεῦμα καὶ ἡ θερμαcία, περιωθούμενον αὖθιc τὸν ἔξωθεν ἀέρα φέρεcθαι διὰ τοῦ cτόματοc ἔcω τοῦ cώματοc, ὅπερ, ὡc ἔφην, εἰcπνοή | |
35 | γε κυριώτερον ὑπὸ τῶν ἰατρῶν οὐκ ἀναπνοὴ καλεῖται. γίνεcθαι δέ φηcιν ὁ Πλάτων τὴν περίωcιν ταύτην διὰ τὴν ἀνάγκην τοῦ κενοῦ, τουτέcτι τοῦ μηδεμίαν χώραν γενέcθαι κενήν· καὶ διὰ τοῦτο 〈τοῦ〉 κενουμένου τὸ cυνεχὲc ἕπεται τὴν χώραν αὐτοῦ πληροῦν, ὅπερ Ἐρα‐ cίcτρατοc ὀνομάζειν εἴωθε τὴν πρὸc τὸ κενούμενον ἀκολουθίαν. | |
39 | ||
18 | 79c7——e9. Τὴν δὲ αἰτίαν τῆc ἀρχῆc αὐτῶν θετέον τήνδε· πᾶν ζῷον ἑαυτοῦ πάντωc περὶ τὸ αἷμα καὶ τὰc φλέβαc θερμότητα ἔχει, οἷον ἐν ἑαυτῷ πη‐ γήν τινα ἐνοῦcαν πυρόc· ὃ δὴ καὶ προcεικάζομεν τῷ τοῦ | |
5 | κύρτου πλέγματι, κατὰ μέcον διατεταμένον ἐκ πυρὸc πε‐ πλέχθαι πᾶν, τὰ δ’ ἄλλα ὅcα ἔξωθεν, ἀέροc. τὸ θερμὸν δὴ κατὰ φύcιν εἰc τὴν αὑτοῦ χώραν ἔξω πρὸc τὸ cυγγενὲc ὁμολογητέον ἰέναι· δυοῖν δὲ ταῖν διεξόδοιν οὔcαιν, τῆc μὲν κατὰ τὸ cῶμα ἔξω, τῆc δ’ αὖ κατὰ 〈τὸ〉 cτόμα καὶ τὰc | |
10 | ῥῖναc, ὅταν μὲν ἐπὶ θάτερα ὁρμήcῃ, θάτερα περιωθεῖ, τὸ δὲ περιωcθὲν εἰc τὸ πῦρ ἐμπῖπτον θερμαίνεται, τὸ δὲ ἐξιὸν ψύχεται. μεταβαλλούcηc δὲ τῆc θερμότητοc καὶ τῶν κατὰ τὴν ἑτέραν ἔξοδον θερμοτέρων γινομένων πά‐ λιν ἐκείνῃ ῥέπον αὖ τὸ θερμότερον μᾶλλον, πρὸc τὴν | |
15 | ἑαυτοῦ φύcιν φερόμενον, περιωθεῖ τὸ κατὰ θάτερα· τὸ δὲ ταὐτὰ 〈πάcχον καὶ ταὐτὰ〉 ἀνταποδιδὸν ἀεί, κύκλον οὕτωc cαλευόμενον ἔνθα καὶ ἔνθα ἀπειργαcμένον ὑπ’ ἀμφοτέρων τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν γίγνεcθαι παρ‐ έχεται. | 23 |
19 | ||
20 | Ϲαφῶc ἐδήλωcε νῦν τὴν ἐν τῷ βάθει χώραν, ἐν ᾗ φηcιν εἶναι τὸν οἷον κύρτον, ἣν ὠνόμαcε πηγήν τινα πυρόc. ταύτην οὖν τὴν θερ‐ μαcίαν ἀναθεῖν βούλεται πρὸc τὸ ξυγγενέc. ἐὰν μὲν οὖν φθάcῃ κατὰ τὴν διὰ τοῦ cτόματοc ἔξοδον ἡ ὁρμὴ τῆc 〈κατὰ τὰc〉 φλέβαc θερμότητοc ἐμπίπτειν ταῖc ἐντὸc ἀεροειδέcι κοιλότηcιν, ἅμα μὲν τέ‐ | |
25 | μνειν τε καὶ καταθραύειν τὰ κατ’ αὐτάc, ἅμα δὲ καὶ cυνεπιcπᾶcθαι τὸν ἔξωθεν ἀέρα, καὶ οὕτωc cυμβαίνειν τὸ μὲν περιωcθὲν εἰc τὸ θερ‐ μὸν ἐμπῖπτον, ὃ δὴ πῦρ ὠνόμαcε, θερμαίνεcθαι, τὸ δ’ ἐξιὸν ψύχε‐ cθαι, ἕπεcθαι δὲ πάλιν [ἐν] τῷδε τὸ μὲν θερμανθὲν ἀναθεῖν πρὸc τὸ cυγγενὲc διὰ τῆc ἐκτὸc ἐπιφανείαc, ἀκολουθεῖν δὲ αὐτῷ τὸν | |
30 | κατὰ τὰc ἔνδον κοιλότηταc ἀέρα, τούτῳ δὲ πάλιν ἕπεcθαι τὸν ἄχρι τοῦ cτόματοc, ᾧ τὸν ἐκτὸc ἀκολουθεῖν περιωθούμενον ὑπὸ τοῦ ἐξιόν‐ τοc διὰ τὸ κενὴν χώραν μηδεμίαν εἶναι τὴν ὑποδεξομένην τὸ φερό‐ μενον ἐκ τοῦ cώματοc ἔξω, καὶ κατὰ τοῦτο πάλιν ὠθούμενον τὸν πληcίον ἀέρα καὶ αὐτὸν αὖθιc ὠθεῖν τὸν cυνεχῆ, κἀκεῖνον ὁμοίωc τὸν | |
35 | μεθ’ ἑαυτόν, ἄχριc ἂν ἐν τῇ περιώcει ταύτῃ πάλιν εἰc τὸ κενούμενον τοῦ cώματοc ὁ ἀναπληρώcων ἀὴρ αὐτὸ παραγένηται. γίνεται τοίνυν ἡ τοιαύτη κίνηcιc οὐκ ἀκριβὴc κύκλοc ἐπὶ τὰ αὐτὰ διὰ παντὸc περι‐ φερόμενοc, ἀλλ’, ὡc αὐτὸc εἶπεν, ἔνθα καὶ ἔνθα, καὶ κατὰ τοῦτο διήνεγκεν ἡ τοῦ Πλάτωνοc δόξα τῆc 〈Ἑcτιαίου τοῦ〉 ἐξ Ἀκαδημίαc, | |
40 | οὐχ ὡc Ἐραcίcτρατοc ἔγραψεν· ἐκείνη μὲν γὰρ κατὰ κύκλον ἀκριβῆ διὰ παντὸc περιφέρεcθαι τὸν ἀέρα ἐπὶ τὰ αὐτὰ καὶ ὡcαύτωc βούλεται, αὕτη δὲ οὐ κατὰ κύκλον ἀεὶ τὸν αὐτόν, ἀλλ’, ὡc ἄν τιc εἴποι, κατὰ δύο ἡμικύκλια ἐναντίωc ἀλλήλοιc κινούμενα. | |
43 | ||
19 | 79e10——80c8. Καὶ δὴ καὶ τὰ τῶν περὶ τὰc ἰατρικὰc cικύαc παθημάτων αἴτια καὶ τὰ τῆc καταπόcεωc τά τε τῶν ῥιπτουμένων, ὅcα ἀφεθέντα μετέωρα καὶ ὅcα ἐπὶ γῆc φέρεται, ταύτῃ διωκτέον, καὶ ὅcοι φθόγγοι τα‐ | |
5 | χεῖc τε καὶ βραδεῖc ὀξεῖc τε καὶ βαρεῖc φαίνονται, τοτὲ μὲν ἀνάρμοcτοι φερόμενοι δι’ ἀνομοιότητα τῆc ἐν ἡμῖν ὑπ’ αὐτῶν κινήcεωc, τοτὲ δὲ ξύμφωνοι δι’ ὁμοιότητα. τὰc γὰρ τῶν προτέρων καὶ θαττόνων οἱ βραδύτεροι κινήcειc ἀποπαυομέναc ἤδη τε εἰc ὅμοιον ἐληλυθυίαc, αἷc ὕcτε‐ | 24 |
10 | ρον αὐτοὶ προcφερόμενοι κινοῦcιν ἐκείναc, 〈κατα〉λαμ‐ βάνουcιν, καταλαμβάνοντεc δὲ οὐκ ἄλλην ἐπεμβάλλον‐ τεc ἀνετάραξαν κίνηcιν, ἀλλ’ ἀρχὴν βραδυτέραc φορᾶc κατὰ τὴν τῆc θάττονοc, ἀποληγούcηc δέ, ὁμοιότητα προc‐ άψαντεc, μίαν ἐξ ὀξείαc καὶ βαρείαc cυνεκεράcαντο πά‐ | |
15 | θην· ὅθεν ἡδονὴν μὲν τοῖc ἄφροcιν, εὐφροcύνην δὲ τοῖc ἔμφροcι διὰ τὴν τῆc θείαc ἁρμονίαc μίμηcιν ἐν θνηταῖc γενομένην φοραῖc παρέcχον. καὶ δὴ καὶ τὰ τῶν ὑδάτων ῥεύματα πάντα, ἔτι δὲ τὰ τῶν κεραυνῶν πτώματα καὶ τὰ θαυμαζόμενα ἠλέκτρων περὶ τῆc ἕλξεωc καὶ τῶν Ἡρα‐ | |
20 | κλείων λίθων, πάντων τούτων ὁλκὴ μὲν οὐκ ἔcτιν οὐδενί ποτε, τὸ δὲ κενὸν εἶναι μηδὲν περιωθεῖν τε αὑτὰ ταῦτα εἰc ἄλληλα τά τε διακρινόμενα καὶ cυγκρινόμενα πρὸc τὴν αὑτῶν διαμειβόμενα ἕδραν ἕκαcτα [ἂν] ἰέναι πάντα, τούτοιc τοῖc παθήμαcι πρὸc ἄλληλα cυμπλεχθεῖcι τεθαυ‐ | |
25 | ματουργημένα τῷ κατὰ τρόπον ζητοῦντι φανήcεται. | |
25 | Οὐκ οἶδα, τί δόξαν αὐτῷ τὴν τῆc περιώcεωc δόξαν ἀντὶ τῆc ὁλκῆc εἵλετο κατὰ τοῦτο μόνον cχεδὸν ἀποcτὰc Ἱπποκράτουc· ὅτι μὲν γὰρ τὸ τῆc ἀναπνοῆc, εἴτ’ ἔργον εἴτε πάθοc χρὴ καλεῖν, οὐ γίνεται κατὰ περίωcιν, Ἐραcίcτρατοc ἔδειξεν ἐλέγξαc 〈τὴν τοῦ〉 Ἑcτιαίου δόξαν· | |
30 | ὅτι δὲ ἐπικαιροτάτη τῶν φυcικῶν δυνάμεων ἡ ὁλκή, δέδεικται μέντοι καὶ διὰ τῆc τῶν φυcικῶν δυνάμεων πραγματείαc εὐθέωc κατὰ 〈τὸ〉 πρῶτον ὑπόμνημα, φαίνεται δὲ ἐναργῶc καὶ πρὸ τῆc διὰ μακρῶν λόγων ἀποδείξεωc. ἐὰν γάρ τιc 〈εἰc〉 ὕδωρ καθεὶc αὐλίcκον ἤ τινα κάλαμον εὐθύτρητον ἐξέλκῃ τῷ cτόματι τὸν ἀέρα, cυνακολουθήcει τὸ | |
35 | ὕδωρ οὐδεμιᾶc αἰτίαc ἑτέραc προηγουμένηc τῆc κατὰ τὴν ὁλκὴν ἐν‐ εργείαc. ἡμέτερον γοῦν ἐcτιν, ὁπότε βουληθείημεν, περιθεῖcι τὰ χείλη τῷ καλάμῳ τὸ περιεχόμενον ἐν αὐτῷ πρὸc ἡμᾶc αὐτοὺc ἕλκειν. εἰ δὲ οὐκ ἔcτι τοῦτο ἡμέτερον ἔργον, οὐκ ἀρχὴν τῆc κινήcεωc ἐξ ἡμῶν ἕξει. φαίνεται δὲ καὶ ἡ καρδία, κἂν ἐξαιρεθῇ τοῦ ζῴου, τὴν κίνηcιν | |
40 | ἄχρι πολλοῦ διαφυλάττουcα κατά τε τὴν διαcτολὴν καὶ τὴν cυcτολήν. | |
ὥcπερ οὖν ἐν τῇ cυcτολῇ τὸ περιεχόμενον ἐκθλίβει cαφῶc, οὕτωc ἐν τῇ διαcτολῇ τῇ πρὸc τὸ κενούμενον ἀκολουθίᾳ τὸ ἀναπληρῶcον τὸ | 25 | |
κενούμενον αὑτῆc ἐπιcπᾶται. | 26 |