TLG 0056 001 :: THRASYBULI EPISTULA :: Epistula

THRASYBULI EPISTULA Epist.
(Incertum)

Epistula

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 787.

Citation: (Line)

tΠεριάνδρῳ.
1 Τῷ μὲν κήρυκί σευ οὐδὲν ὑπεκρινάμην, ἀγαγὼν δὲ αὐτὸν ἐς λήιον τοὺς ὑπερφυέας τῶν ἀσταχύων ῥάβδῳ παίων ἀπεθέριζον ὁμαρτέοντος ἐκείνου. καί σοι ἀναγ‐ γελέει εἰ ἐπέροιο ὅ τί μευ ἀκούσειεν ἢ ἴδοι. σὺ δὲ
5ποίει οὕτως, ἤν γ’ ἐθέλῃς καρτύνασθαι τὴν αἰσυμνη‐ τίην. τοὺς ἐξόχους τῶν πολιτέων ἐξαίρειν, ἤν τέ τις ἐχθρός τοι φαίνηται, ἤν τε μή· ὕποπτος γὰρ ἀνδρὶ
αἰσυμνήτῃ καὶ τῶν τις ἑτάρων.787