TLG 0050 001 :: PTOLEMAEI II PHILADELPHI ET ELEAZARI EPISTULAE :: Epistulae

PTOLEMAEI II PHILADELPHI ET ELEAZARI EPISTULAE Epist.
(Incertum)

Epistulae

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 599–600.

Citation: Epistle — (line)

1

Βασιλεὺς Πτολεμαῖος Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ χαίρειν. Πολλῶν ἐν τῇ ἐμῇ βασιλείᾳ κατῳκισμένων Ἰουδαίων, οὓς αἰχμαλωτισθέντας ὑπὸ Περσῶν, ὅτ’ ἐκράτουν, ὁ ἐμὸς πατὴρ ἐτίμησε, καὶ τοὺς μὲν εἰς τὰ
5στρατιωτικὰ κατέταξεν ἐπὶ μείζοσι μισθοφορίαις, τισὶ δὲ γενομένοις ἐν Αἰγύπτῳ σὺν αὐτῷ τὰ φρούρια καὶ τὴν τούτων φυλακὴν παρέθετο, ἵνα τοῖς Αἰγυπτίοις ὦσι φοβεροί, τὴν ἀρχὴν ἐγὼ παραλαβὼν πᾶσι μὲν φιλανθρώπως ἐχρησάμην, μάλιστα δὲ τοῖς σοῖς πολί‐
10ταις, ὧν ὑπὲρ δέκα μὲν μυριάδας αἰχμαλώτων δου‐ λευόντων ἀπέλυσα, τοῖς δεσπόταις αὐτῶν ἐκ τῶν ἐμῶν λύτρα καταβαλών, τοὺς δὲ ἀκμάζοντας ταῖς ἡλικίαις εἰς τὸν στρατιωτικὸν κατάλογον κατέταξα, τινὰς δὲ τῶν περὶ ἡμᾶς εἶναι δυναμένων καὶ ἐπὶ τὴν τῆς αὐλῆς
15πίστιν ἱκανῶν ταύτης ἠξίωκα, νομίζων ἡδὺ τῷ θεῷ τῆς ὑπὲρ ἐμοῦ προνοίας ἀνάθημα τοῦτο καὶ μέ‐ γιστον ἀναθήσειν. βουλόμενος δὲ καὶ τούτοις χαρίζε‐ σθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ἰουδαίοις, τὸν νόμον ὑμῶν ἔγνων μεθερμηνεῦσαι καὶ γράμμασιν
20Ἑλληνικοῖς ἐκ τῶν Ἑβραϊκῶν μεταγραφέντα κεῖσθαι ἐν τῇ ἐμῇ βιβλιοθήκῃ. καλῶς οὖν ποιήσεις ἐπιλεξά‐ μενος ἄνδρας ἀγαθοὺς ἓξ ἀφ’ ἑκάστης φυλῆς, ἤδη πρεσβυτέρους, οἳ καὶ διὰ τὸν χρόνον ἐμπείρως ἔχουσι τῶν νόμων καὶ δυνήσονται τὴν ἑρμηνείαν αὐτῶν
25ἀκριβῆ ποιήσασθαι· νομίζω γὰρ τούτων ἐπιτελεσθέντων μεγίστην δόξαν ἡμῖν περιγενήσεσθαι. ἀπέσταλκα δέ σοι περὶ τούτων διαλεξομένους Ἀνδρέαν τὸν ἀρχισω‐ ματοφύλακα καὶ Ἀρισταῖον, ἐμοὶ τιμιωτάτους· δι’ ὧν καὶ ἀπαρχὰς ἀναθημάτων εἰς τὸ ἱερὸν καὶ θυσιῶν καὶ
30τῶν ἄλλων ἀπέσταλκα, τάλαντα ἀργυρίου ἑκατόν. καὶ σὺ δ’ ἡμῖν ἐπιστέλλων περὶ ὧν ἂν ἐθέλῃς ποιή‐ σεις κεχαρισμένα.

2

Ἀρχιερεὺς Ἐλεάζαρος βασιλεῖ Πτολεμαίῳ χαί‐ ρειν. Ἐρρωμένων σοῦ τε καὶ τῆς βασιλίσσης Ἀρσι‐ νόης καὶ τῶν τέκνων καλῶς ἡμῖν ἔχει πάντα. τὴν δ’
ἐπιστολὴν λαβόντες μεγάλως ἥσθημεν ἐπὶ τῇ προαι‐599
5ρέσει σου, καὶ συναθροίσαντες τὸ πλῆθος ἀνέγνωμεν αὐτήν, ἐμφανίζοντες αὐτῷ ἣν ἔχεις πρὸς τὸν θεὸν εὐ‐ σέβειαν. ἐπεδείξαμεν δ’ αὐτῷ καὶ τὰς φιάλας ἃς ἔπεμψας χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα καὶ κρατῆρας πέντε καὶ τράπεζαν εἰς ἀνάθεσιν, ἅ τε εἰς
10θυσίαν καὶ εἰς ἐπισκευὴν ὧν ἂν δέηται τὸ ἱερόν, τά‐ λαντα ἑκατόν, ἅπερ ἐκόμισαν Ἀνδρέας καὶ Ἀρισταῖος οἱ τιμιώτατοί σου τῶν φίλων, ἄνδρες ἀγαθοὶ καὶ παι‐ δείᾳ διαφέροντες καὶ τῆς σῆς ἀρετῆς ἄξιοι. ἴσθι δ’ ἡμᾶς τό σοι συμφέρον, κἂν ᾖ τι παρὰ φύσιν, ὑπομε‐
15νοῦντας· ἀμείβεσθαι γὰρ ἡμᾶς δεῖ τὰς σὰς εὐεργεσίας, πολυμερῶς εἰς τοὺς ἡμετέρους πολίτας κατατεθείσας. εὐθὺς οὖν ὑπὲρ σοῦ καὶ τῆς ἀδελφῆς σου καὶ τῶν τέκνων καὶ φίλων προσηγάγομεν θυσίας, καὶ τὸ πλῆθος εὐχὰς ἐποιήσατο γενέσθαι σοι τὰ κατὰ νοῦν καὶ φυλαχθῆναί
20σου τὴν βασιλείαν ἐν εἰρήνῃ, τήν τε τοῦ νόμου μετα‐ γραφὴν ἐπὶ συμφέροντι τῷ σῷ λαβεῖν ὃ προαιρῇ τέλος. ἐπελεξάμην δὲ καὶ πρεσβυτέρους ἄνδρας ἓξ ἀπὸ φυλῆς ἑκάστης, οὓς πεπόμφαμεν ἔχοντας τὸν νόμον. ἔσται δὲ τῆς σῆς εὐσεβείας καὶ δικαιοσύνης τὸ μεταγραφέντα
25τὸν νόμον εἰς ἡμᾶς ἀποπέμψαι μετὰ ἀσφαλείας τῶν
κομιζόντων. ἔρρωσο.600