TLG 0048 001 :: PHILIPPUS II Rex Macedonum :: Epistulae PHILIPPUS II Rex Macedonum 〈Epist.〉, Rex Macedonum Epistulae Citation: Epistle — section — (line) | ||
1.1 | Βασιλεὺς Μακεδόνων Φίλιππος Ἀθηναίων τῇ βου‐ λῇ καὶ τῷ δήμῳ χαίρειν. Ἴστε ἡμᾶς παρεληλυθότας εἴσω Πυλῶν καὶ τὰ κατὰ τὴν Φωκίδα ὑφ’ ἑαυτοὺς πεποιημέ‐ νους, καὶ ὅσα μὲν ἑκουσίως προσετίθετο τῶν πολισμά‐ | |
5 | των, φρουρὰς εἰσαγηοχότας εἰς αὐτά, τὰ δὲ μὴ ὑπα‐ κούοντα κατὰ κράτος λαβόντες καὶ ἐξανδραποδισάμε‐ νοι κατεσκάψαμεν. ἀκούων δὲ καὶ ὑμᾶς παρασκευάζε‐ σθαι βοηθεῖν αὐτοῖς γέγραφα ὑμῖν, ἵνα μὴ πλεῖον ἐνο‐ χλῆσθε περὶ τούτων· τοῖς μὲν γὰρ ὅλοις οὐδὲ μέτριόν | |
---|---|---|
10 | μοι δοκεῖτε ποιεῖν τὴν εἰρήνην συνθέμενοι καὶ ὁμοίως ἀντιπαρεξάγοντες, καὶ ταῦτα οὐδὲ συμπεριειλημμέ‐ νων τῶν Φωκέων ἐν ταῖς κοιναῖς ἡμῶν συνθήκαις. ὥστε ἐὰν μὴ ἐμμένητε τοῖς ὡμολογημένοις, οὐδὲν προτερήσετε ἔξω τοῦ ἐφθακέναι ἀδικοῦντες. | |
2.1 | Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαί‐ ρειν. Ἐπειδὴ πολλάκις μου πρέσβεις ἀποστείλαντος, ἵν’ ἐμμείνωμεν τοῖς ὅρκοις καὶ ταῖς ὁμολογίαις, οὐδε‐ μίαν ἐποιεῖσθε ἐπιστροφήν, ᾤμην δεῖν πέμψαι πρὸς | |
5 | ὑμᾶς ὑπὲρ ὧν ἀδικεῖσθαι νομίζω. μὴ θαυμάσητε δὲ τὸ μῆκος τῆς ἐπιστολῆς· πολλῶν γὰρ ὑπαρχόντων ἐγ‐ κλημάτων ἀναγκαῖόν ἐστιν ὑπὲρ ἁπάντων δηλῶσαι καθαρῶς. | |
2.2 | πρῶτον μὲν γὰρ Νικίου τοῦ κήρυκος ἁρπασθέντος ἐκ τῆς χώρας τῆς ἐμῆς οὐ τοῖς παρανο‐ μοῦσιν ἐπετιμήσατε, ἀλλὰ τὸν ἀδικούμενον εἵρξατε δέκα μῆνας· ἃς δ’ ἔφερε παρ’ ἡμῶν ἐπιστολάς, ἀνέ‐ | |
5 | γνωτε ἐπὶ τοῦ βήματος. ἔπειτα Θασίων ὑποδεχομέ‐ νων τὰς Βυζαντίων τριήρεις καὶ τῶν λῃστῶν τοὺς βουλομένους οὐδὲν ἐφροντίζετε, τῶν συνθηκῶν διαρ‐ ρήδην λεγουσῶν, πολεμίους εἶναι τοὺς ταῦτα ποιοῦν‐ τας. | |
2.3 | ἔτι τοίνυν περὶ τοὺς αὐτοὺς χρόνους Διο‐ πείθης ἐμβαλὼν εἰς τὴν χώραν Κρωβύλην μὲν καὶ τὴν Τιρίστασιν ἐξηνδραποδίσατο, τὴν δὲ προσεχῆ Θρᾴκην ἐπόρθησε, τέλος δὲ εἰς τοῦτο ἦλθε παρανομίας, ὥστε | |
5 | Ἀμφίλοχον ὑπὲρ τῶν αἰχμαλώτων ἐλθόντα πρεσβευ‐ τὴν συλλαβὼν καὶ τὰς ἐσχάτας ἀνάγκας ἐπιθεὶς ἀπε‐ λύτρωσε ταλάντων ἐννέα· καὶ ταῦτα τῷ δήμῳ εὐδο‐ κοῦντα ἐποίησεν. | |
2.4 | καίτοι τὸ παρανομεῖν εἰς κήρυκας καὶ πρέσβεις τοῖς ἄλλοις τε πᾶσιν ἀσεβὲς εἶναι δοκεῖ, καὶ μάλιστα ὑμῖν. Μεγαρέων γοῦν Ἀνθεμόκριτον ἀνε‐ | |
λόντων εἰς τοῦτο ἐλήλυθεν ὁ δῆμος, ὥστε μυστηρίων | 461 | |
5 | μὲν εἶργον αὐτούς, ὑπόμνημα δὲ τῆς ἀδικίας ἔστησαν ἀνδριάντα πρὸ τῶν πυλῶν. καίτοι πῶς οὐ δεινόν, ἐφ’ οἷς παθόντες οὕτως ἐμισήσατε τοὺς δράσαντας, νῦν αὐτοὺς φαίνεσθαι ποιοῦντας; | |
2.5 | Καλλίας τοίνυν ὁ παρ’ ὑμῶν στρατηγὸς τὰς μὲν πόλεις τὰς ἐν τῷ Παγασίτῃ κόλπῳ κατοικουμένας ἔλαβεν ἁπάσας, ὑμῖν μὲν ἐνόρ‐ κους ἐμοὶ δὲ συμμαχίδας οὔσας, τοὺς δ’ εἰς Μακεδο‐ | |
5 | νίαν πλέοντας ἐπώλει πάντας πολεμίους κρίνων· καὶ διὰ ταῦθ’ ὑμεῖς ἐπῃνεῖτ’ αὐτὸν ἐν τοῖς ψηφίσμασιν. ὥστε ἔγωγε ἀπορῶ τί ποτ’ ἔσται καινότερον, ἐὰν ὁμολογήσητέ μοι πολεμεῖν· καὶ γὰρ ὅτε φανερῶς διε‐ φερόμεθα, λῃστὰς ἐξεπέμπετε, καὶ τοὺς πλέοντας ὡς | |
10 | ἡμᾶς ἐπωλεῖτε, τοῖς ἐναντίοις ἐβοηθεῖτε, τὴν χώραν μου κακῶς ἐποιεῖτε. | |
2.6 | χωρὶς τοίνυν εἰς τοῦτο πα‐ ρανομίας ἀφῖχθε καὶ δυσμενείας, ὥστε καὶ πρὸς τὸν Πέρσην πρέσβεις ἀπεστάλκατε πείσοντας αὐτὸν ἐμοὶ πολεμεῖν· ὃ μάλιστα ἄν τις θαυμάσειεν. πρὸ μὲν γὰρ | |
5 | τοῦ λαβεῖν αὐτὸν Αἴγυπτον καὶ Φοινίκην ἐψηφίσασθε, ἂν ἐκεῖνός τι νεωτερίζῃ, παρακαλεῖν ὁμοίως ἐμὲ καὶ τοὺς ἄλλους Ἕλληνας ἅπαντας ἐπ’ αὐτόν· | |
2.7 | νῦν δὲ τοσοῦτον ὑμῖν περίεστι τοῦ πρὸς ἐμὲ μίσους, ὥστε πρὸς ἐκεῖνον διαλέγεσθαι περὶ τῆς ἐπισυμμαχίας. καίτοι τὸ παλαιὸν οἱ πατέρες ὑμῶν, ὡς ἐγὼ πυνθά‐ | |
5 | νομαι, τοῖς Πεισιστρατίδαις ἐπετίμων ὡς ἐπάγουσι τὸν Πέρσην ἐπὶ τοὺς Ἕλληνας· ὑμεῖς δ’ οὐκ αἰσχύ‐ νεσθε ταῦτα ποιοῦντες, ἃ διετελεῖτε τοῖς τυράννοις ἐγκαλοῦντες, | |
2.8 | ἀλλὰ πρὸς τοῖς ἄλλοις καὶ γράφετε ἐν τοῖς ψηφίσμασιν ἐμοὶ προστάττοντες Τήρην καὶ Κερσοβλέπτην ἐᾶν Θρᾴκης ἄρχειν ὡς ὄντας Ἀθη‐ ναίους. ἐγὼ δὲ τούτους οὔτε τῶν περὶ τῆς εἰρήνης | |
5 | συνθηκῶν οἶδα μετασχόντας ὑμῖν οὔτ’ ἐν ταῖς στή‐ λαις ἀναγεγραμμένους οὔτ’ Ἀθηναίους ὄντας, ἀλλὰ Τήρην μὲν μετ’ ἐμοῦ στρατευόμενον ἐφ’ ὑμᾶς, Κερσο‐ βλέπτην δὲ τοῖς παρ’ ἐμοῦ πρεσβευταῖς ἰδίᾳ μὲν τοὺς ὅρκους ὀμόσαι προθυμούμενον, κωλυθέντα δ’ ὑπὸ τῶν | |
10 | ὑμετέρων στρατηγῶν, ἀποφαινόντων αὐτὸν Ἀθηναίων ἐχθρόν. | |
2.9 | καίτοι πῶς ἐστὶ τοῦτ’ ἴσον ἢ δίκαιον, ὅταν μὲν ὑμῖν συμφέρῃ, πολέμιον εἶναι φάσκειν αὐτὸν τῆς πόλεως, ὅταν δ’ ἐμὲ συκοφαντεῖν βούλησθε, πο‐ λίτην ἀποδείκνυσθαι τὸν αὐτὸν ὑφ’ ὑμῶν, καὶ Σιτάλ‐ | |
5 | κου μὲν ἀποθανόντος, ᾧ μετέδοτε τῆς πολιτείας, εὐ‐ θὺς ποιήσασθαι πρὸς τὸν ἀποκτείναντα φιλίαν, ὑπὲρ δὲ Κερσοβλέπτου πόλεμον αἴρεσθαι πρὸς ἡμᾶς, καὶ ταῦτα σαφῶς εἰδότας, ὅτι τῶν λαμβανόντων τὰς δωρεὰς τὰς τοιαύτας οὐδεὶς οὔτε τῶν νόμων οὔτε τῶν ψηφισμάτων | |
10 | οὐδὲν φροντίζει τῶν ὑμετέρων; | |
2.10 | οὐ μὴν ἀλλ’ εἰ δεῖ πάντα τἄλλα παραλιπόντα συντόμως εἰπεῖν, ὑμεῖς ἔδοτε πολιτείαν Εὐαγόρᾳ τῷ Κυπρίῳ καὶ Διονυσίῳ τῷ Συρακοσίῳ καὶ τοῖς ἐκγόνοις τοῖς ἐκείνων. ἐὰν οὖν | |
5 | πείσητε τοὺς ἐκβαλόντας ἑκατέρους αὐτῶν ἀποδοῦναι πάλιν τὰς ἀρχὰς τοῖς ἐκπεσοῦσι, κομίζεσθε καὶ παρ’ ἐμοῦ τὴν Θρᾴκην, ὅσης Τήρης καὶ Κερσοβλέπτης ἦρ‐ χον. εἰ δὲ τοῖς μὲν ἐκείνων κρατήσασι μηδ’ ἐγκαλεῖν | |
ἀξιοῦτε μηδέν, ἐμὲ δ’ ἐνοχλεῖτε, πῶς οὐ δικαίως | 462 | |
10 | ὑμᾶς ἀμυνοίμην ἄν; | |
2.11 | περὶ μὲν οὖν τούτων πολλὰ λέγειν ἔχων ἔτι δίκαια παραλιπεῖν προαιροῦμαι· Καρ‐ διανοῖς δέ φημι βοηθεῖν γεγονὼς αὐτοῖς πρὸ τῆς εἰρή‐ νης σύμμαχος, οὐκ ἐθελόντων δ’ ὑμῶν ἐλθεῖν εἰς κρί‐ | |
5 | σιν, πολλάκις μὲν ἐμοῦ δεηθέντος, οὐκ ὀλιγάκις δ’ ἐκείνων· ὥστε πῶς οὐκ ἂν εἴην πάντων φαυλότατος, εἰ καταλιπὼν τοὺς συμμάχους μᾶλλον ὑμῶν φροντί‐ ζοιμι τῶν πάντα μοι τρόπον ἐνοχλούντων ἢ τῶν βε‐ βαίως μοι φίλων ἀεὶ μενόντων; | |
2.12 | εἰ τοίνυν δεῖ μηδὲ τοῦτο παραλιπεῖν, εἰς τοσοῦτο ἐληλύθατε πλεονεξίας, ὥστε πρότερον μὲν ἐνεκαλεῖτέ μοι τὰ προειρημένα μόνον, τὰ δ’ ὑπογυιότατα Πεπαρηθίων φασκόντων | |
5 | δεινὰ πεπονθέναι προσετάξατε τῷ στρατηγῷ δίκην παρ’ ἐμοῦ λαβεῖν ὑπὲρ ἐκείνων, οὓς ἐγὼ μὲν ἐτιμω‐ ρησάμην ἐνδεεστέρως ἢ προσῆκεν, ἐκεῖνοι δὲ εἰρήνης οὔσης καταλαβόντες Ἁλόννησον οὔτε τὸ χωρίον οὔτε τοὺς φρουροὺς ἀπεδίδοσαν πέμψαντος ὑπὲρ αὐτῶν ἐμοῦ | |
10 | πολλάκις. | |
2.13 | ὑμεῖς δ’, ὧν μὲν ἠδίκησαν ἐμὲ Πε‐ παρήθιοι, τούτων μὲν οὐδὲν ἐπεσκέψασθε, τὴν δὲ τι‐ μωρίαν, ἀκριβῶς εἰδότες ὅτι τὴν νῆσον οὔτ’ ἐκείνους οὔτε ὑμᾶς ἀφειλόμην, ἀλλὰ τὸν λῃστὴν Σώστρατον. | |
5 | εἰ μὲν οὖν αὐτοί φατε παραδοῦναι Σωστράτῳ, λῃστὰς ὁμολογεῖτε καταπέμπειν· εἰ δὲ ἀκόντων ὑμῶν ἐκεῖνος κατεκράτει, τί δεινὸν πεπόνθατε λαβόντος ἐμοῦ καὶ τὸν τόπον τοῖς πλέουσιν ἀσφαλῆ παρέχοντος; | |
2.14 | το‐ σαύτην δέ μου ποιουμένου πρόνοιαν τῆς ὑμετέρας πόλεως, καὶ διδόντος αὐτῇ τὴν νῆσον, οἱ ῥήτορες λαμβάνειν μὲν οὐκ εἴων, ἀπολαβεῖν δὲ συνεβούλευον, | |
5 | ὅπως ὑπομείνας μὲν τὸ προστασσόμενον τὴν ἀλλοτρίαν ἔχειν ὁμολογῶ, μὴ προέμενος δὲ τὸ χωρίον ὕποπτος γένωμαι τῷ πλήθει. γνοὺς ἐγὼ ταῦτα προυκαλούμην κριθῆναι περὶ τούτων πρὸς ὑμᾶς, ἵν’ εἰ μὲν ἐμὴ γνω‐ σθῇ, παρ’ ἐμοῦ δοθῇ τὸ χωρίον ὑμῖν, ἐὰν δὲ ὑμετέρα | |
10 | κριθῇ, τότε ἀποδῶ τῷ δήμῳ. | |
2.15 | ταῦτα δέ μου πολ‐ λάκις ἀξιοῦντος ὑμεῖς μὲν οὐ προσείχετε, Πεπαρήθιοι δὲ τὴν νῆσον κατέλαβον. τί οὖν ἐχρῆν με ποιεῖν; οὐ δίκην λαβεῖν παρὰ τῶν ὑπερβεβηκότων τοὺς ὅρκους; | |
5 | οὐ τιμωρήσασθαι τοὺς οὕτως ὑπερηφάνως ἀσελγαίνον‐ τας; καὶ γὰρ εἰ Πεπαρηθίων ἦν ἡ νῆσος, τί προσ‐ ῆκεν ἀπαιτεῖν Ἀθηναίους; εἰ δὲ ὑμετέρα, πῶς οὐκ ἐκείνοις ὀργίζεσθε καταλαβοῦσι τὴν ἀλλοτρίαν; | |
2.16 | εἰς τοῦτο δὲ προβεβήκαμεν ἔχθρας, ὥστε βουλόμενος ταῖς ναυσὶν εἰς τὸν Ἑλλήσποντον παραβαλεῖν ἠναγ‐ κάσθην αὐτὰς παραπέμψαι διὰ Χερρονήσου τῇ στρα‐ τιᾷ, τῶν μὲν κληρούχων κατὰ τὸ Πολυκράτους δόγμα | |
5 | πολεμούντων ἡμῖν, ὑμῶν δὲ τοιαῦτα ψηφιζομένων, τοῦ δὲ στρατηγοῦ Βυζαντίους τε παρακαλοῦντος καὶ διαγγέλλοντος πρὸς ἅπαντας, ὅτι πολεμεῖν αὐτῷ προστάττετε, ἂν καιρὸν λάβῃ. τοιαῦτα δὲ πάσχων ὅμως τῆς πόλεως καὶ τῶν τριήρων καὶ τῆς χώρας | |
10 | ἀπεσχόμην, ἱκανὸς ὢν τὰ πλεῖστα λαβεῖν ἢ πάντα, καὶ διατετέλεκα προκαλούμενος ὑμᾶς εἰς κρίσιν ἐλθεῖν ὑπὲρ ὧν αἰτιώμεθα ἀλλήλους. | |
2.17 | καίτοι σκοπεῖσθε, | |
πότερον κάλλιόν ἐστιν ὅπλοις ἢ λόγοις διακρίνεσθαι, καὶ πότερον αὐτοὺς εἶναι βραβευτὰς ἢ πεῖσαί τινας ἑτέ‐ ρους· καὶ λογίζεσθ’ ὡς ἄλογόν ἐστιν Ἀθηναίους Θασίους | 463 | |
5 | μὲν καὶ Μαρωνείτας ἀναγκάσαι περὶ Στρύμης δια‐ κριθῆναι λόγοις, αὐτοὺς δὲ πρὸς ἐμὲ μὴ διαλύσασθαι περὶ ὧν ἀμφισβητοῦμεν τὸν τρόπον τοῦτον, ἄλλως τε καὶ γιγνώσκοντας ὅτι νικηθέντες μὲν οὐδὲν ἀποβα‐ λεῖτε, κρατήσαντες δὲ λήψεσθε τὰ νῦν ὑφ’ ἡμῖν ὄντα. | |
2.18 | πάντων δέ μοι δοκεῖ παραλογώτατον εἶναι, διότι πέμψαντος ἐμοῦ πρέσβεις ἀπὸ τῆς συμμαχίας πάσης, ἵν’ ὦσι μάρτυρες, καὶ βουλομένου ποιήσασθαι πρὸς ὑμᾶς δικαίας ὁμολογίας ὑπὲρ τῶν Ἑλλήνων, οὐδὲ | |
5 | τοὺς περὶ τούτων λόγους ἐδέξασθε παρὰ τῶν πρε‐ σβευόντων, ἐξὸν ὑμῖν ἢ τῶν κινδύνων ἀπαλλάξαι τοὺς δυσχερὲς ὑποπτεύοντάς τι καθ’ ἡμῶν, ἢ φανερῶς ἐξε‐ λέγξαι με φαυλότατον ὄντα τῶν ἁπάντων. | |
2.19 | τῷ μὲν οὖν δήμῳ ταῦτα συνέφερε, τοῖς δὲ λέγουσιν οὐκ ἐλυσιτέλει. φασὶ γὰρ οἱ τῆς πολιτείας τῆς παρ’ ὑμῖν ἔμπειροι τὴν μὲν εἰρήνην πόλεμον αὐτοῖς εἶναι, τὸν δὲ | |
5 | πόλεμον εἰρήνην· ἢ γὰρ συναγωνιζομένους τοῖς στρα‐ τηγοῖς ἢ συκοφαντοῦντας ἀεί τι λαμβάνειν παρ’ αὐ‐ τῶν, ἔτι δὲ τῶν πολιτῶν τοῖς γνωριμωτάτοις καὶ τῶν ἔξωθεν τοῖς ἐνδοξοτάτοις λοιδορουμένους ἐπὶ τοῦ βή‐ ματος περιποιεῖσθαι παρὰ τοῦ πλήθους δόξαν ὡς εἰσὶ | |
10 | δημοτικοί. | |
2.20 | ῥᾴδιον μὲν οὖν ἐστί μοι παῦσαι τῆς βλασφημίας αὐτοὺς μικρὰ πάνυ προεμένῳ, καὶ ποιῆσαι λέγειν ἐπαίνους ὑπὲρ ἡμῶν. ἀλλ’ αἰσχυ‐ νοίμην ἄν, εἰ τὴν πρὸς ἡμᾶς εὔνοιαν παρὰ τούτων | |
5 | φαινοίμην ὠνούμενος, οἳ πρὸς τοῖς ἄλλοις εἰς τοῦτο τόλμης ἥκουσιν, ὥστε καὶ περὶ Ἀμφιπόλεως πρὸς ἡμᾶς ἀμφισβητεῖν ἐπιχειροῦσιν, ὑπὲρ ἧς τῶν ἀντι‐ ποιουμένων αὐτῆς οἶμαι πολὺ δικαιότερα λέγειν αὐ‐ τός. | |
2.21 | εἴτε γὰρ τῶν ἐξ ἀρχῆς κρατησάντων γίγνε‐ ται, πῶς οὐ δικαίως ἡμεῖς αὐτὴν ἔχομεν, Ἀλεξάνδρου τοῦ προγόνου πρώτου κατασχόντος τὸν τόπον, ὅθεν καὶ τῶν αἰχμαλώτων Μήδων ἀπαρχὴν ἀνδριάντα | |
5 | χρυσοῦν ἀνέστησεν εἰς Δελφούς; εἴτε τούτων μὲν ἀμ‐ φισβητήσειέ τις, ἀξιοῖ δὲ γίγνεσθαι τῶν ὕστερον γενο‐ μένων κυρίων, ὑπάρχει μοι καὶ τοῦτο τὸ δίκαιον· ἐκπολιορκήσας γὰρ τοὺς ὑμᾶς μὲν ἐκβαλόντας ὑπὸ Λακεδαιμονίων δὲ κατοικισθέντας ἔλαβον τὸ χωρίον. | |
2.22 | καίτοι πάντες οἰκοῦμεν τὰς πόλεις ἢ τῶν προγό‐ νων παραδόντων ἢ κατὰ πόλεμον κύριοι καταστάντες. ὑμεῖς δὲ οὔτε πρῶτοι λαβόντες οὔτε νῦν ἔχοντες, ἐλά‐ χιστον δὲ χρόνον ἐν τοῖς τόποις ἐμμείναντες, ἀντιποι‐ | |
5 | εῖσθε τῆς πόλεως, καὶ ταῦτα πίστιν ὑπὲρ ἡμῶν αὐ‐ τοὶ βεβαιοτάτην ἐπιθέντες· πολλάκις γὰρ ἐμοῦ γρά‐ φοντος ἐν ταῖς ἐπιστολαῖς ὑπὲρ αὐτῆς ἐγνώκατε δι‐ καίως ἔχειν ἡμᾶς, τότε μὲν ποιησάμενοι τὴν εἰρήνην ἔχοντος ἐμοῦ τὴν πόλιν, κᾆτα συμμαχίαν ἐπὶ ταῖς | |
10 | αὐταῖς ὁμολογίαις. | |
2.23 | καίτοι πῶς ἂν ἑτέρα γένοιτο βεβαιοτέρα ταύτης κτῆσις, τῆς τὸ μὲν ἐξ ἀρχῆς κα‐ ταλειφθείσης ἡμῖν ὑπὸ τῶν προγόνων, πάλιν δὲ κατὰ πόλεμον ἐμῆς γεγενημένης, τρίτον δὲ συγχωρηθείσης | |
5 | ὑφ’ ὑμῶν τῶν εἰθισμένων ἀμφισβητεῖν καὶ τῶν οὐδὲν ὑμῖν προσηκόντων; | 464 |
2.24 | ἃ μὲν οὖν ἐγκαλῶ, ταῦτ’ ἐ‐ στίν· ὡς δὲ προϋπαρχόντων καὶ διὰ τὴν ἐμὴν εὐλάβειαν μᾶλλον ἤδη τοῖς πράγμασιν ἐπιτιθεμένων καὶ καθ’ ὅσον ἂν δύνησθε κακοποιούντων, ὑμᾶς ἀμυνοῦμαι | |
5 | μετὰ τοῦ δικαίου, καὶ μάρτυρας τοὺς θεοὺς ποιησάμε‐ νος διαλήψομαι περὶ τῶν καθ’ ὑμᾶς. | |
3.1 | Βασιλεὺς Μακεδόνων Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. Παραγενόμενοι πρὸς ἐμὲ οἱ παρ’ ὑμῶν πρεσβευταί, Κηφισοφῶν καὶ Δη‐ μόκριτος καὶ Πολύκριτος, διελέγοντο περὶ τῆς τῶν | |
5 | πλοίων ἀφέσεως, ὧν ἐναυάρχει Λαομέδων. καθ’ ὅλου μὲν οὖν ἔμοιγε φαίνεσθε ἐν μεγάλῃ εὐηθείᾳ ἔσεσθαι, εἴ γ’ οἴεσθ’ ἐμὲ λανθάνειν ὅτι ἐξαπεστάλη ταῦτα τὰ πλοῖα πρόφασιν μὲν ὡς τὸν σῖτον παραπέμψοντα ἐκ τοῦ Ἑλλησπόντου εἰς Λῆμνον, βοηθήσοντα δὲ Ση‐ | |
10 | λυμβριανοῖς τοῖς ὑπ’ ἐμοῦ μὲν πολιορκουμένοις, οὐ συμπεριειλημμένοις δὲ ἐν ταῖς τῆς φιλίας κοινῇ κειμέ‐ ναις ἡμῖν συνθήκαις. καὶ ταῦτα συνετάχθη τῷ ναυάρχῳ ἄνευ μὲν τοῦ δήμου τοῦ Ἀθηναίων, ὑπὸ δέ τινων ἀρ‐ χόντων καὶ ἑτέρων ἰδιωτῶν μὲν νῦν ὄντων, ἐκ παντὸς | |
15 | δὲ τρόπου βουλομένων τὸν δῆμον ἀντὶ τῆς νῦν ὑπαρ‐ χούσης πρὸς ἐμὲ φιλίας τὸν πόλεμον ἀναλαβεῖν, καὶ πολλῷ μᾶλλον φιλοτιμουμένων τοῦτο συντετελέσθαι ἢ τοῖς Σηλυμβριανοῖς βοηθῆσαι. καὶ ὑπολαμβάνουσιν αὑ‐ τοῖς τὸ τοιοῦτο πρόσοδον ἔσεσθαι· οὐ μέντοι μοι δοκεῖ | |
20 | τοῦτο χρήσιμον ὑπάρχειν οὔθ’ ὑμῖν οὔτ’ ἐμοί. διόπερ τά τε νῦν καταχθέντα πλοῖα πρὸς ἡμᾶς ἀφίημι ὑμῖν, καὶ τοῦ λοιποῦ, ἐὰν βούλησθε μὴ ἐπιτρέπειν τοῖς προεστηκόσιν ὑμῶν κακοήθως πολιτεύεσθαι, ἀλλ’ ἐπι‐ τιμᾶτε, πειράσομαι κἀγὼ διαφυλάττειν τὴν εἰρήνην. | |
25 | εὐτυχεῖτε. | |
4.1 | Βασιλεὺς Μακεδόνων Φίλιππος Ἀθηναίων τῇ βου‐ λῇ καὶ τῷ δήμῳ χαίρειν. Ἣν μὲν ἀπ’ ἀρχῆς εἴχετε πρὸς ἡμᾶς αἵρεσιν, οὐκ ἀγνοῶ, καὶ τίνα σπουδὴν ποιεῖσθε προσκαλέσασθαι βουλόμενοι Θετταλοὺς καὶ | |
5 | Θηβαίους, ἔτι δὲ καὶ Βοιωτούς· βέλτιον δ’ αὐτῶν φρονούντων καὶ μὴ βουλομένων ἐφ’ ὑμῖν ποιήσασθαι τὴν ἑαυτῶν αἵρεσιν, ἀλλὰ κατὰ τὸ συμφέρον ἱστα‐ μένων, νῦν ἐξ ὑποστροφῆς ἀποστείλαντες ὑμεῖς πρός με πρέσβεις καὶ κήρυκα συνθηκῶν μνημονεύετε καὶ | |
10 | τὰς ἀνοχὰς αἰτεῖσθε, κατ’ οὐδὲν ὑφ’ ἡμῶν πεπλημμε‐ λημένοι. ἐγὼ μέντοι ἀκούσας τῶν πρεσβευτῶν συγ‐ κατατίθεμαι τοῖς παρακαλουμένοις καὶ ἕτοιμός εἰμι ποιεῖσθαι τὰς ἀνοχάς, ἄν περ τοὺς οὐκ ὀρθῶς συμβου‐ λεύοντας ὑμῖν παραπέμψαντες τῆς προσηκούσης ἀτι‐ | |
15 | μίας ἀξιώσητε. ἔρρωσθε. | |
5.1 | Βασιλεὺς Μακεδόνων Φίλιππος Θηβαίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. Ἐκομισάμην τὴν παρ’ ὑμῶν ἐπιστολήν, δι’ ἧς μοι τὴν ὁμόνοιαν καὶ τὴν εἰρήνην ἀνανεοῦσθε. πυνθάνομαι μέντοι διότι πᾶσαν ὑμῖν | 465 |
5 | Ἀθηναῖοι προσφέρονται φιλοτιμίαν, βουλόμενοι ὑμᾶς συγκαταίνους γενέσθαι τοῖς ὑπ’ αὐτῶν παρακαλουμέ‐ νοις. πρότερον μὲν οὖν ὑμῶν κατεγίγνωσκον ἐπὶ τῷ μέλλειν πείθεσθαι ταῖς ἐκείνων ἐλπίσι καὶ ἐπακολου‐ θεῖν αὐτῶν τῇ προαιρέσει, νῦν δ’ ἐπιγνοὺς ὑμᾶς τὰ | |
10 | πρὸς ἡμᾶς ἐζητηκότας ἔχειν εἰρήνην μᾶλλον ἢ ταῖς ἑτέρων ἐπακολουθεῖν γνώμαις, ἥσθην καὶ μᾶλλον ὑμᾶς ἐπαινῶ κατὰ πολλά, μάλιστα δ’ ἐπὶ τῷ βουλεύσασθαι περὶ τούτων ἀσφαλέστερον καὶ τὰ πρὸς ἡμᾶς ἔχειν ἐν εὐνοίᾳ· ὅπερ οὐ μικρὰν ὑμῖν οἴσειν ἐλπίζω ῥοπήν, ἐάν | |
15 | περ ἐπὶ ταύτης μένητε τῆς προθέσεως. ἔρρωσθε. | |
6.1 | Βασιλεὺς Μακεδόνων Φίλιππος Πελοποννησίων τῶν ἐν τῇ συμμαχίᾳ τοῖς δημιουργοῖς καὶ τοῖς συνέδροις καὶ τοῖς ἄλλοις συμμάχοις πᾶσι χαίρειν. Ἐπειδὴ Λοκροὶ οἱ καλούμενοι Ὀζόλαι, κατοικοῦντες ἐν | |
5 | Ἀμφίσσῃ, πλημμελοῦσιν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλ‐ λωνος τοῦ ἐν Δελφοῖς καὶ τὴν ἱερὰν χώραν ἐρχόμενοι μεθ’ ὅπλων λεηλατοῦσι, βούλομαι τῷ θεῷ μεθ’ ὑμῶν βοηθεῖν καὶ ἀμύνασθαι τοὺς παραβαίνοντάς τι τῶν ἐν ἀνθρώποις εὐσεβῶν. ὥστε συναντᾶτε μετὰ τῶν ὅπλων | |
10 | εἰς τὴν Φωκίδα, ἔχοντες ἐπισιτισμὸν ἡμερῶν τεσσα‐ ράκοντα, τοῦ ἐνεστῶτος μηνὸς λῴου, ὡς ἡμεῖς ἄγο‐ μεν, ὡς δὲ Ἀθηναῖοι, βοηδρομιῶνος, ὡς δὲ Κορίνθιοι, πανέμου. πρὸς δὲ τοὺς μὴ συναντήσαντας πανδημεὶ χρησόμεθα τοῖς διὰ συμβόλων ἡμῖν κειμένοις ἐπιζη‐ | |
15 | μίοις. εὐτυχεῖτε. | |
7.1 | Φίλιππος Ἀριστοτέλει χαίρειν. Ἴσθι μοι γεγο‐ νότα υἱόν. πολλὴν οὖν τοῖς θεοῖς χάριν ἔχω, οὐχ οὕτως ἐπὶ τῇ γενέσει τοῦ παιδός, ὡς ἐπὶ τῷ κατὰ τὴν σὴν ἡλικίαν αὐτὸν γεγονέναι· ἐλπίζω γὰρ αὐτὸν | |
5 | ὑπὸ σοῦ τραφέντα καὶ παιδευθέντα ἄξιον ἔσεσθαι καὶ ἡμῶν καὶ τῆς τῶν πραγμάτων διαδοχῆς. | |
8.1(t) | Ὀλυμπιάδι. | |
1 | Ἀποδέχομαι τὴν σὴν φρόνησιν καὶ πρόνοιαν τοῦ συμφέροντος, ὅτι τὸ κατὰ φύσιν συγγενὲς οὐ φύσει φι‐ λοστόργῳ ἀλλ’ ἀρετῇ κρίνασα δοκιμάζεις. οὕτω γὰρ οἶμαι καὶ ἡμᾶς ἀφροντιστοῦντας τοῦ καλοῦ καθ’ ὑπερ‐ | |
5 | βολὴν ἀναγκάσεις τὸν τῶν καλῶν ἀναλαμβάνειν ζῆλον. θησαύρισμα δ’ ἐστὶν ἀρετῆς τερπνόν τι κομιζούσης τῷ βίῳ διόλου, μὴ τῷ γένει χαρίζεσθαι τὸ φιλόστοργον, ἀλλὰ τῷ τοῦ γένους ἀξιώματι μεταδιδόναι τῆς φιλαν‐ θρωπίας ὃ μὲν γὰρ πολλάκις κατὰ φύσιν ὑπάρχων εὐ‐ | |
10 | θὺς καὶ τὴν φύσιν τῶν γεγεννηκότων οὖσαν σπουδαίαν ὑβρίζειν εἴωθεν, ὃ δὲ μηδεμιᾶς συγγενείας κοινωνή‐ | |
σας ἐνίοτε διὰ τὸν παρὰ φύσιν νόμον τὴν φύσιν ηὔξησε. μηδὲν οὖν ἀνάξιον τοῦ γένους καὶ τῆς πρὸς ἡμᾶς εὐνοίας φρόνει. ἔτι δὲ καὶ τῆς περὶ τὸν βίον | 466 | |
15 | κοσμιότητος ἀντέχου, καὶ πρᾶττε πάντα Φιλίππου μὲν ἄξια, Ὀλυμπιάδος δ’ οὐκ ἀλλότρια. ὁ γὰρ τῆς διανοίας ὄκνος πρὸς τὸ μὴ βλέπειν τι τῶν ἀναγκαίων ὄγκος μὲν κακῶν φθόνος δ’ ἀγαθῶν ὑπάρχει· ἄνευ γὰρ νοῦ καὶ συνέσεως οὔθ’ αἱ πράξεις ὄνησιν φέρουσιν, οὔθ’ αἱ δυ‐ | |
20 | νάμεις ὠφέλιμοι καθεστᾶσι. διὸ δεῖ πρότερον τὴν χρῆσιν ἢ τὴν κτῆσιν τῶν ἀγαθῶν σκοπεῖν, καὶ τότε πράττειν τοῖς μεγίστοις καὶ πλείστοις εὐκληρήμασι κεχρημέ‐ νους. τὸ γὰρ μὴ κεκτῆσθαι πλοῦτον βλάβην οὐ κο‐ μίζει τηλικαύτην, τὸ δὲ τοῖς οὖσι κακῶς κεχρῆσθαι | |
25 | ἀπόλλυσι τὸν ὄντως πᾶσι κεχορηγημένον βίον. ἔχουσα τοίνυν ταῦτα κατὰ νοῦν καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν σκόπει τὸ συμφέρον ταῖς τῆς ἡγεμονίας προσόδοις. οὕτω γὰρ ἀναγκαῖόν ἐστι τὴν ἀρχὴν πλείστην καὶ με‐ γίστην ἐπίδοσιν λήψεσθαι, ὅταν ὁ μὲν οἶκος ἀρετῆς | |
30 | οἰκεῖος ᾖ, ὁ δὲ τούτου δεσπόζων μὴ δέηται καλοκαγα‐ | |
θίας. τὰ δ’ ἄλλα προνοοῦ τοῦ συμφέροντος. | 467 |