TLG 0045 001 :: ARTAXERXIS EPISTULAE :: Epistulae

ARTAXERXIS EPISTULAE Epist.
(Incertum)

Epistulae

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 175–176.

Citation: Epistle — (line)

1

Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑπτὰ καὶ εἴκοσι καὶ ἑκατὸν σατραπειῶν ἄρχουσι τάδε γράφει. Πολλῶν ἐθνῶν ἄρξας, καὶ πά‐ σης ἧς ἐβουλήθην κρατήσας οἰκουμένης, καὶ μηδὲν
5ὑπὸ τῆς ἐξουσίας ὑπερήφανον μηδὲ σκαιὸν εἰς τοὺς ἀρ‐ χομένους ἀναγκασθεὶς ἁμαρτεῖν, ἀλλ’ ἐπιεικῆ καὶ πρᾶον ἐμαυτὸν παρασχών, καὶ προνοησάμενος εἰρήνης καὶ εὐνομίας αὐτοῖς, ἐζήτουν πῶς εἰς ἅπαντα τούτων ἀπολαύειν αὐτοῖς γένοιτο, τοῦ δὲ διὰ σωφροσύ‐
10νην καὶ δικαιοσύνην παρ’ ἐμοὶ τὴν πρώτην μοῖραν δόξης καὶ τιμῆς ἔχοντος, καὶ μετ’ ἐμὲ δευτέρου διὰ πίστιν καὶ βεβαίαν εὔνοιαν, Ἀμάνου, κηδεμονικῶς ὑποδείξαντός μοι παντάπασιν ἀνθρώποις ἀναμεμῖχθαι δυσμενὲς ἔθνος καὶ τοῖς νόμοις ἀλλόκοτον καὶ τοῖς βα‐
15σιλεῦσιν ἀνυπότακτον καὶ παρηλλαγμένον τοῖς ἔθεσι καὶ τὴν μοναρχίαν μισοῦν καὶ δύσνουν τοῖς ἡμετέροις πράγμασι, κελεύω τοὺς δηλουμένους ὑπὸ τοῦ δευτέρου μου πατρὸς Ἀμάνου πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι, μηδεμίαν φειδῶ ποιησαμένους, μηδ’ ἐλέῳ
20πλέον ἢ τοῖς ἐπεσταλμένοις πεισθέντας παρακοῦσαι τῶν γραμμάτων. καὶ τοῦτο γενέσθαι βούλομαι τῇ τε‐ τάρτῃ καὶ δεκάτῃ τοῦ δωδεκάτου μηνὸς τοῦ ἐνεστῶτος ἔτους, ὅπως οἱ πανταχόθεν ἡμῖν πολέμιοι μιᾷ ἡμέρᾳ διαφθαρέντες τοῦ λοιποῦ μετ’ εἰρήνης ἡμῖν τὸν βίον
25διάγειν παρέχωσιν.

2

Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἄρχουσι καὶ τὰ ἡμέτερα φρονοῦσι χαίρειν. Πολλοὶ διὰ μέγεθος εὐερ‐ γεσίας καὶ τιμῆς, ἣν δι’ ὑπερβολὴν τῆς χρηστότητος τῶν παρεχόντων ἐκαρποῦντο, οὐκ εἰς τοὺς ὑποδεεστέ‐
5ρους μόνον ἐξυβρίζουσιν, ἀλλ’ οὐδ’ αὐτοὺς ἀδικεῖν ὤκνησαν τοὺς εὐεργετοῦντας, τὸ εὐχάριστον ἐξ ἀν‐ θρώπων ἀναιροῦντες, καὶ δι’ ἀπειροκαλίαν τῶν οὐκ ἐξ ὧν προσεδόκησαν ἀγαθῶν κόρον εἰς τοὺς αἰτίους ἀφέντες, λήσεσθαι τὸ θεῖον ἐπὶ τούτοις νομίζουσι καὶ
10τὴν ἐξ αὐτοῦ διαφεύξεσθαι δίκην. ἔνιοι δὲ τούτων προστασίαν πραγμάτων ἐπιτραπέντες παρὰ τῶν φίλων τοὺς κρατοῦντας ψευδέσιν αἰτίαις καὶ διαβολαῖς ἔπει‐ σαν κατὰ μηδὲν ἠδικηκότων ὀργὴν ἀναλαβεῖν, ὑφ’ ἧς
ἐκινδύνευσαν ἀπολέσθαι. τοῦτο δὲ οὐκ ἐκ τῶν ἀρ‐175
15χαιοτέρων οὐδ’ ἀκοῇ γνωρίμων ἡμῖν οὕτως ἰδεῖν ἔστιν ἔχον, ἀλλ’ ἐκ τῶν παρὰ τὰς ἡμετέρας ὄψεις τετολμη‐ μένων· ὡς διαβολαῖς μὲν καὶ κατηγορίαις μὴ προσέχειν ἔτι τοῦ λοιποῦ, μηδ’ οἷς ἕτεροι πείθειν ἐπιχειροῦσι, κρίνειν δὲ ὅσα τις αὐτὸς οἶδε πεπραγμένα, καὶ κολά‐
20ζειν μὲν ἂν ᾖ τοιαῦτα, χαρίζεσθαι δ’ ἂν ἑτέρως ἔχῃ, τοῖς ἔργοις αὐτοῖς ἀλλὰ μὴ τοῖς λέγουσι προστιθέμενον. ὡς μὲν οὖν Ἀμάνης Ἀμαδάθου μὲν παῖς, Ἀμαληκίτης δὲ τὺ γένος, ἀλλότριος ὢν τοῦ Περσῶν αἵματος ἐπι‐ ξενωθεὶς ἡμῖν ἀπέλαυσε τῆς πρὸς ἅπαντας χρηστότη‐
25τος, ἐπὶ τοσοῦτον ὡς πατέρα μου τὸ λοιπὸν προσαγο‐ ρεύεσθαι καὶ προσκυνούμενον διατελεῖν καὶ μεθ’ ἡμᾶς τὰ δεύτερα τῆς βασιλικῆς παρὰ πάντων τιμῆς ἀποφέρε‐ σθαι, τὴν εὐτυχίαν οὐκ ἤνεγκεν, οὐδὲ σώφρονι λογισμῷ τὸ μέγεθος τῶν ἀγαθῶν ἐταμίευσεν, ἀλλὰ τῆς βασι‐
30λείας ἐπεβούλευσέ με καὶ τῆς ψυχῆς, τὸν αἴτιον αὐτῷ τῆς ἐξουσίας, ἀφελέσθαι, τὸν εὐεργέτην μου καὶ σω‐ τῆρα Μαρδοχαῖον καὶ τὴν κοινωνὸν ἡμῖν καὶ τοῦ βίου καὶ τῆς ἀρχῆς Ἐσθῆρα κακούργως καὶ μετ’ ἀπάτης πρὸς ἀπώλειαν αἰτησάμενος· τούτῳ γάρ με τῷ τρόπῳ
35τῶν εὐνοούντων ἐρημώσας ἐβούλετο τὴν ἀρχὴν εἰς ἄλλους μεταβαλεῖν. ἐγὼ δὲ τοὺς ὑπὸ τοῦ ἀλιτηρίου πρὸς ἀπώλειαν ἐκδοθέντας Ἰουδαίους οὐ πονηροὺς κατανοήσας, ἀλλὰ τὸν ἄριστον πολιτευομένους τρόπον, καὶ τῷ θεῷ προσανέχοντας ὃς ἐμοί τε καὶ τοῖς προγό‐
40νοις ἡμῶν τὴν βασιλείαν διεφύλαξεν, οὐ μόνον ἀπο‐ λύω τῆς ἐκ τῶν προσαπεσταλμένων ὑπὸ Ἀμάνου γραμμάτων τιμωρίας, οἷς ποιήσετε καλῶς μὴ προσ‐ έχοντες, ἀλλὰ καὶ τιμῆς αὐτοὺς ἁπάσης τυγχάνειν βούλομαι, καὶ τὸν ταῦτα κατ’ αὐτῶν μηχανησάμενον
45πρὸ τῶν πυλῶν τῶν ἐν Σούσοις ἀνεσταύρωσα μετὰ τῆς γενεᾶς, τοῦ πάντα ἐφορῶντος θεοῦ ταύτην αὐτῷ τὴν δίκην ἐπιβαλόντος. κελεύω δὲ ὑμᾶς, τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἐκθέντας εἰς ἅπασαν τὴν βασιλείαν, τοὺς Ἰουδαίους ἀφεῖναι τοῖς ἰδίοις νόμοις χρωμένους

2

(50)

ζῆν μετ’ εἰρήνης, καὶ βοηθεῖν αὐτοῖς ὅπως τοὺς ἐν οἷς ἠτύχησαν καιροῖς ἀδικήσαντας αὐτοὺς ἀμύνωνται, τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνός, ὅς ἐστιν Ἄδαρ, τῇ αὐτῇ ἡμέρᾳ· ταύτην γὰρ αὐτοῖς ὁ θεὸς ἀντὶ ὀλε‐ θρίας σωτήριον πεποίηκεν. ἔστω δὲ ἀγαθὴ μὲν τοῖς
55εὐνοοῦσιν ἡμῖν, ὑπόμνησις δὲ τῆς τῶν ἐπιβουλευσάν‐ των κολάσεως. εἰδέναι μέντοι γε βούλομαι καὶ πό‐ λιν καὶ πᾶν ἔθνος, κἂν τῶν γεγραμμένων τινὸς παρα‐ κούσῃ, ὅτι καὶ πυρὶ καὶ σιδήρῳ δαπανηθήσεται. τὰ μέντοι γεγραμμένα προτεθήτω καθ’ ὅλης τῆς ἡμῖν
60ὑπηκόου χώρας, καὶ παρασκευαζέσθωσαν πάντως εἰς τὴν προγεγραμμένην ἡμέραν, ἵνα τοὺς ἐχθροὺς μετέλ‐
θωσιν.176