TLG 0039 001 :: MITHRIDATIS EPISTULA :: Epistula MITHRIDATIS EPISTULA Epist., vel Mithridatis epistularum Bruti collectio Epistula Citation: Section — (line) | ||
t | ΜΙΘΡΙΔΑΤΗΣ ΒΑΣΙΛΕΥΣ ΜΙΘΡΙΔΑΤῌ Τῼ ΑΝΕΨΙῼ ΧΑΙΡΕΙΝ. | |
1 | Τὰς Βρούτου ἐθαύμασα πολλάκις ἐπιστολάς, οὐ μό‐ νον δεινότητος καὶ συντομίας χάριν, ἀλλὰ καὶ ὡς ἡγε‐ μονικοῦ φρονήματος ἐχούσας χαρακτῆρα· ἐοίκασι γὰρ οὐδὲν νομίζειν καλόν, εἰ μὴ καὶ μεγαλοψυχίας ἔχοιτο. | |
5 | ἐγὼ δ’ ἃ μὲν περὶ τῶν τοιούτων φρονῶ λόγων οὐδ’ ἐν τῷδε ἀξιῶ διαμφισβητεῖν· ἀποφαίνοντος δὲ σοῦ δυσα‐ ποκρίτως αὐτὰς ἔχειν, ᾠήθην δεῖν πεῖραν ποιήσασθαι τῆς ἀντιγραφῆς καὶ πορίσασθαι λόγους, οἵους εἰκὸς ἦν ἕκαστον ἀποκρίνασθαι τῶν ἐπεσταλκότων. ἦν δὲ | |
---|---|---|
10 | δυσεύρετος ἡ ἐπιβολὴ κατ’ ἄγνοιαν τῆς τότε περὶ τὰς πόλεις τύχης τε καὶ γνώμης· οὐ μὴν ταύτῃ γε ἀνῆκα τὴν ὁρμήν, ἀλλὰ τὰ μὲν ἐξ ἱστοριῶν ἐπιλεξάμενος, τὰ δὲ ταῖς δευτέραις καὶ τρίταις ἐπιστολαῖς ὑποση‐ μαίνεσθαι περὶ τῶν προτέρων συνεὶς οὐχ ἥκιστα πα‐ | |
15 | ρέζευξα καὶ τὸν ἐξ ἐπινοίας κατάλογον. | |
2 | φύσει δέ πως δυσχερὲς ἀποβαίνει τὸ εἰς ἀλλοτρίαν συνδραμεῖν εὐστοχίαν, ὁπότε καὶ ἰδίαν χαλεπὸν ἀναλογῆσαι. ὁ γοῦν Βροῦτος μυρίας ὡς εἰκὸς ἄνδρα πολλοῖς ἔθνεσι | |
5 | πολεμοῦντα διαπρεσβευσάμενος ἐπιστολάς, εἴτε ἰδίας εἴτε τινὸς τῶν εἰς ταῦτα μισθοῦ δοκίμων, μόνας ἐξέδωκε τὰς εὐφόρως γραφείσας διὰ τὸ ἀρκέσαι ταῖς ὀλίγαις μό‐ λις τὴν διόρθωσιν. ὁπότε οὖν ἐκεῖνος ἠσθένησεν ἑαυ‐ τὸν ἐν πᾶσι μιμήσασθαι, πῶς οἷόν τε ἡμᾶς ἑτέρῳ ἐξο‐ | |
10 | μοιωθῆναι καὶ τῇ κατὰ σφᾶς ὁμοτονῆσαι προθέσει; | |
3 | ἀλλά πως γλυκὺ πάθος ἐλπίς, οὐ τῇ ἐπιτυχίᾳ δε‐ λεάζουσα μόνον, κολακεύουσα δὲ καὶ τὸ ἀπότευγμα, δι’ ἣν οὐδενὸς ἄλλου λείπεσθαι δικαιῶ μάλιστά σοι χα‐ ριεῖσθαι. ἐπεὶ κἀκεῖνό με οὐ λέληθεν, ὅτι ὃ μὲν πολ‐ | |
5 | λοῖς ἀνδράσι καὶ δήμοις γράφων εἰκότως ἑνὸς ἐξείχετο χαρακτῆρος, ὃ δὲ ὑπὲρ πολλῶν διαλεγόμενος, ἐὰν μὲν ἀλλάσσῃ τὸν τύπον, ἀποπεπλανῆσθαι δόξει τοῦ σκο‐ ποῦ, τῇ δὲ αὐτῇ προσέχων ἰδέᾳ καὶ ἀπίθανος φανήσε‐ ται καὶ ἕωλος. | |
4 | ἔτι πρὸς τούτοις ἐνθυμητέον, ὡς ἡγεμόνος μὲν ἴδιον οἴονταί τινες τὰ γέμοντα ὑπερο‐ ψίας ἐπιστέλλειν τοῖς ὑπηκόοις, ἡμῖν δ’ ἡ αὐθάδης ἀντιγραφὴ κατάγνωσιν ὡς ἠλιθίοις φέρει, τὸ δὲ τα‐ | 177 |
5 | πεινὸν οὐκέτ’ ἀναλογεῖ πρὸς τὴν ὁμοίαν ἀπόκρισιν. ὅμως δ’ οὖν τὰ δυσχερῆ καίπερ τοσαῦτα ὄντα προεκ‐ λογισάμενος οὐδὲν ἧττον ὑπέστην τὸ ἔργον, βραχὺ μὲν ἐμαυτῷ γύμνασμα συντάξας, σοὶ δὲ οὐ μέγα κτῆμα, ἀλλὰ τοῖς πολλοῖς τάχα καὶ εὐκαταφρόνητον· φιλεῖ | |
10 | γὰρ τὰ πρὸ τῆς πείρας θαυμαστὰ μετὰ τὴν ἐκ τοῦ | |
συντελέσματος γνῶσιν ῥᾴδια εἶναι παραθεωρεῖσθαι. | 178 |