TLG 0035 006 :: MOSCHUS :: Epigrammata

MOSCHUS Bucol.
(Syracusanus: 2 B.C.)

Epigrammata

Dup. 0035 001 (pp. 132–133) et 0035 005 (p. 152, fr. 4)

Citation: Book — epigram — (line)

9

.

440

(p1)

ΜΟΣΧΟΥ ΣΥΡΑΚΟΥΣΙΟΥ
1Ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει· „Εἴ τις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα, δραπετίδας ἐμός ἐστιν· ὁ μανυτὰς γέρας ἑξεῖ, μισθόν τοι τὸ φίλαμα τὸ Κύπριδος· ἢν δ’ ἀγάγῃς νιν,
5οὐ γυμνὸν τὸ φίλαμα, τὺ δ’, ὦ ξένε, καὶ πλέον ἑξεῖς. ἔστι δ’ ὁ παῖς περίσαμος, ἐν εἴκοσι πᾶσι μάθοις νιν. χρῶτα μὲν οὐ λευκός, πυρὶ δ’ εἴκελος· ὄμματα δ’ αὐτοῦ δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα· οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά·
10ἢν δὲ χολᾷ, νόος ἐστὶν ἀνάμερος· ἠπεροπευτάς, οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδει.
εὐπλόκαμον τὸ κάρανον, ἔχει δ’ ἰταμὸν τὸ πρόσωπον. μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει· βάλλει δ’ εἰς Ἀχέροντα καὶ Ἀίδεω βασιλῆα.
15γυμνὸς μὲν τό γε σῶμα, νόος δέ οἱ ἐμπεπύκασται· καὶ πτερόεις ὅσον ὄρνις ἐφίπταται ἄλλον ἐπ’ ἄλλῳ, ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται· τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον· τυτθὸν ἑοῖ τὸ βέλεμνον, ἐς αἰθέρα δ’ ἄχρι φορεῖται·
20καὶ χρύσεον περὶ νῶτα φαρέτριον· ἔνδοθι δ’ ἐντὶ τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει. πάντα μὲν ἄγρια, πάντα· πολὺ πλέον ἁ δαῒς αὐτῷ βαιὰ λαμπὰς ἐοῖσα, τὸν ἅλιον αὐτὸν ἀναίθει. ἢν τύ γ’ ἕλῃς τῆνον, δήσας ἄγε μηδ’ ἐλεήσῃς·
25κἢν ποτίδῃς κλαίοντα, φυλάσσεο, μή σε πλανήσῃ· κἢν γελάῃ, τύ νιν ἕλκε· καὶ ἢν ἐθέλῃ σε φιλᾶσαι, φεῦγε· κακὸν τὸ φίλαμα, τὰ χείλεα φάρμακον ἐντί. ἢν δὲ λέγῃ ‚Λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα,‛ μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γὰρ πυρὶ πάντα βέβαπται.“

16

.

200

(p1)

ΜΟΣΧΟΥ
1Λαμπάδα θεὶς καὶ τόξα βοηλάτιν εἵλετο ῥάβδον οὖλος Ἔρως, πήρην δ’ εἶχε κατωμαδίην· καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον.
5εἶπε δ’ ἄνω βλέψας αὐτῷ Διί· „Πλῆσον ἀρούρας,
μή σε, τὸν Εὐρώπης βοῦν, ὑπ’ ἄροτρα βάλω.“