TLG 0035 005 :: MOSCHUS :: Fragmenta MOSCHUS Bucol. Fragmenta Source: Gow, A.S.F. (ed.), Bucolici Graeci. Oxford: Clarendon Press, 1952 (repr. 1969): 151–152. Citation: Fragment — (line) | ||
t | ΜΟΣΧΟΥ ΑΠΟΣΠΑΣΜΑΤΑ | |
1 | Τὰν ἅλα τὰν γλαυκὰν ὅταν ὥνεμος ἀτρέμα βάλλῃ, τὰν φρένα τὰν δειλὰν ἐρεθίζομαι, οὐδ’ ἔτι μοι γᾶ ἐντὶ φίλα, ποθίει δὲ πολὺ πλέον ἁ μεγάλα μ’ ἅλς. ἀλλ’ ὅταν ἀχήσῃ πολιὸς βυθὸς ἁ δὲ θάλασσα | |
5 | κυρτὸν ἐπαφρίζῃ τὰ δὲ κύματα μακρὰ μεμήνῃ, ἐς χθόνα παπταίνω καὶ δένδρεα τὰν δ’ ἅλα φεύγω, γᾶ δέ μοι ἀσπαστά, χἀ δάσκιος εὔαδεν ὕλα ἔνθα καὶ ἢν πνεύσῃ πολὺς ὥνεμος ἁ πίτυς ᾄδει. ἦ κακὸν ὁ γριπεὺς ζώει βίον, ᾧ δόμος ἁ ναῦς, | |
---|---|---|
10 | καὶ πόνος ἐντὶ θάλασσα, καὶ ἰχθύες ἁ πλάνος ἄγρα. αὐτὰρ ἐμοὶ γλυκὺς ὕπνος ὑπὸ πλατάνῳ βαθυφύλλῳ, καὶ παγᾶς φιλέοιμι τὸν ἐγγύθεν ἆχον ἀκούειν ἃ τέρπει ψοφέοισα τὸν ἄγρυπνον, οὐχὶ ταράσσει. | |
2 | Ἤρατο Πὰν Ἀχῶς τᾶς γείτονος, ἤρατο δ’ Ἀχώ σκιρτατᾶ Σατύρω, Σάτυρος δ’ ἐπεμήνατο Λύδᾳ. ὡς Ἀχὼ τὸν Πᾶνα, τόσον Σάτυρος φλέγεν Ἀχώ καὶ Λύδα Σατυρίσκον· Ἔρως δ’ ἐσμύχετ’ ἀμοιβά. | |
5 | ὅσσον γὰρ τήνων τις ἐμίσεε τὸν φιλέοντα, τόσσον ὁμῶς φιλέων ἠχθαίρετο, πάσχε δ’ ἃ ποίει. ταῦτα λέγω πᾶσιν τὰ διδάγματα τοῖς ἀνεράστοις· στέργετε τὼς φιλέοντας ἵν’ ἢν φιλέητε φιλῆσθε. | 151 |
3 | Ἀλφειὸς μετὰ Πῖσαν ἐπὴν κατὰ πόντον ὁδεύῃ, ἔρχεται εἰς Ἀρέθοισαν ἄγων κοτινηφόρον ὕδωρ, ἕδνα φέρων καλὰ φύλλα καὶ ἄνθεα καὶ κόνιν ἱράν, καὶ βαθὺς ἐμβαίνει τοῖς κύμασι τὰν δὲ θάλασσαν | |
5 | νέρθεν ὑποτροχάει, κοὐ μίγνυται ὕδασιν ὕδωρ, ἁ δ’ οὐκ οἶδε θάλασσα διερχομένω ποταμοῖο. κῶρος δεινοθέτας κακομάχανος αἰνὰ διδάσκων καὶ ποταμὸν διὰ φίλτρον Ἔρως ἐδίδαξε κολυμβῆν. | |
4(t) | ΕΙΣ ΕΡΩΤΑ ΑΡΟΤΡΙΩΝΤΑ | |
1 | Λαμπάδα θεὶς καὶ τόξα βοηλάτιν εἵλετο ῥάβδον οὖλος Ἔρως, πήρην δ’ εἶχε κατωμαδίην, καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον· | |
5 | εἶπε δ’ ἄνω βλέψας αὐτῷ Διί, ‘πλῆσον ἀρούρας | |
μή σε τὸν Εὐρώπης βοῦν ὑπ’ ἄροτρα βάλω‘. | 152 |