TLG 0035 003 :: MOSCHUS :: Epitaphius Bionis [Sp.]

MOSCHUS Bucol.
(Syracusanus: 2 B.C.)

Epitaphius Bionis [Sp.]

Source: Gow, A.S.F. (ed.), Bucolici Graeci. Oxford: Clarendon Press, 1952 (repr. 1969): 140–145.

Citation: (Line)

t[ΜΟΣΧΟΥ] ΕΠΙΤΑΦΙΟΣ ΒΙΩΝΟΣ
1 Αἴλινά μοι στοναχεῖτε νάπαι καὶ Δώριον ὕδωρ, καὶ ποταμοὶ κλαίοιτε τὸν ἱμερόεντα Βίωνα. νῦν φυτά μοι μύρεσθε καὶ ἄλσεα νῦν γοάοισθε, ἄνθεα νῦν στυγνοῖσιν ἀποπνείοιτε κορύμβοις·
5νῦν ῥόδα φοινίσσεσθε τὰ πένθιμα, νῦν ἀνεμῶναι, νῦν ὑάκινθε λάλει τὰ σὰ γράμματα καὶ πλέον αἰαῖ λάμβανε τοῖς πετάλοισι· καλὸς τέθνακε μελικτάς. ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι. ἀδόνες αἱ πυκινοῖσιν ὀδυρόμεναι ποτὶ φύλλοις
10νάμασι τοῖς Σικελοῖς ἀγγείλατε τᾶς Ἀρεθοίσας ὅττι Βίων τέθνακεν ὁ βουκόλος, ὅττι σὺν αὐτῷ καὶ τὸ μέλος τέθνακε καὶ ὤλετο Δωρὶς ἀοιδά. ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι. Στρυμόνιοι μύρεσθε παρ’ ὕδασιν αἴλινα κύκνοι,
15καὶ γοεροῖς στομάτεσσι μελίσδετε πένθιμον ᾠδάν †οἵαν ὑμετέροις ποτὶ χείλεσι γῆρυς ἄειδεν.† εἴπατε δ’ αὖ κούραις Οἰαγρίσιν, εἴπατε πάσαις Βιστονίαις Νύμφαισιν, ‘ἀπώλετο Δώριος Ὀρφεύσ‘.
ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι.140
20κεῖνος ὁ ταῖς ἀγέλαισιν ἐράσμιος οὐκέτι μέλπει, οὐκέτ’ ἐρημαίαισιν ὑπὸ δρυσὶν ἥμενος ᾄδει, ἀλλὰ παρὰ Πλουτῆι μέλος Ληθαῖον ἀείδει. ὤρεα δ’ ἐστὶν ἄφωνα, καὶ αἱ βόες αἱ ποτὶ ταύροις πλαζόμεναι γοάοντι καὶ οὐκ ἐθέλοντι νέμεσθαι.
25 ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι. σεῖο, Βίων, ἔκλαυσε ταχὺν μόρον αὐτὸς Ἀπόλλων, καὶ Σάτυροι μύροντο μελάγχλαινοί τε Πρίηποι· καὶ Πᾶνες στοναχεῦντο τὸ σὸν μέλος, αἵ τε καθ’ ὕλαν Κρανίδες ὠδύραντο, καὶ ὕδατα δάκρυα γέντο·
30Ἀχὼ δ’ ἐν πέτραισιν ὀδύρεται ὅττι σιωπῇ κοὐκέτι μιμεῖται τὰ σὰ χείλεα, σῷ δ’ ἐπ’ ὀλέθρῳ δένδρεα καρπὸν ἔριψε τὰ δ’ ἄνθεα πάντ’ ἐμαράνθη· μάλων οὐκ ἔρρευσε καλὸν γλάγος, οὐ μέλι σίμβλων, κάτθανε δ’ ἐν κηρῷ λυπεύμενον, οὐκέτι γὰρ δεῖ
35τῶ μέλιτος τῶ σῶ τεθνακότος αὐτὸ τρυγᾶσθαι. ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι. οὐ τόσον εἰναλίαισι παρ’ ᾀόσι μύρατο Σειρήν, οὐδὲ τόσον ποκ’ ἄεισεν ἐνὶ σκοπέλοισιν Ἀηδών, οὐδὲ τόσον θρήνησεν ἀν’ ὤρεα μακρὰ Χελιδών,
40Ἀλκυόνος δ’ οὐ τόσσον ἐπ’ ἄλγεσιν ἴαχε Κῆυξ,
42οὐδὲ τόσον γλαυκοῖς ἐνὶ κύμασι Κηρύλος ᾆδεν,
41οὐ τόσον ἀῴοισιν ἐν ἄγκεσι παῖδα τὸν Ἀοῦς
43ἱπτάμενος περὶ σᾶμα κινύρατο Μέμνονος ὄρνις, ὅσσον ἀποφθιμένοιο κατωδύραντο Βίωνος—
45 ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι— ἀδονίδες πᾶσαί τε χελιδόνες, ἅς ποκ’ ἔτερπεν, ἃς λαλέειν ἐδίδασκε· καθεζόμεναι δ’ ἐπὶ πρέμνοις ἀντίον ἀλλάλαισιν ἐκώκυον, αἳ δ’ ὑπεφώνευν· ‘ὄρνιθες λυπεῖσθ’ αἱ πενθάδες; ἀλλὰ καὶ ἄμμεσ‘.141

(50)

ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι. τίς ποτὶ σᾷ σύριγγι μελίξεται, ὦ τριπόθητε; τίς δ’ ἐπὶ σοῖς καλάμοις θήσει στόμα; τίς θρασὺς οὕτως; εἰσέτι γὰρ πνείει τὰ σὰ χείλεα καὶ τὸ σὸν ἄσθμα, ἀχὼ δ’ ἐν δονάκεσσι τεᾶς ἔτι βόσκετ’ ἀοιδᾶς.
55Πανὶ φέρω τὸ μέλισμα; τάχ’ ἂν καὶ κεῖνος ἐρεῖσαι τὸ στόμα δειμαίνοι μὴ δεύτερα σεῖο φέρηται. ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι. κλαίει καὶ Γαλάτεια τὸ σὸν μέλος, ἅν ποκ’ ἔτερπες ἑζομέναν μετὰ σεῖο παρ’ ἀιόνεσσι θαλάσσας·
60οὐ γὰρ ἴσον Κύκλωπι μελίσδεο. τὸν μὲν ἔφευγεν ἁ καλὰ Γαλάτεια, σὲ δ’ ἅδιον ἔβλεπεν ἅλμας, καὶ νῦν λασαμένα τῶ κύματος ἐν ψαμάθοισιν ἕζετ’ ἐρημαίαισι, βόας δ’ ἔτι σεῖο νομεύει. ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι.
65πάντα τοι, ὦ βούτα, συγκάτθανε δῶρα τὰ Μοισᾶν, παρθενικᾶν ἐρόεντα φιλήματα, χείλεα παίδων,
καὶ στυγνοὶ περὶ σῶμα τεὸν κλαίουσιν Ἔρωτες, χἀ Κύπρις φιλέει σε πολὺ πλέον ἢ τὸ φίλημα τὸ πρώαν τὸν Ἄδωνιν ἀποθνᾴσκοντα φίλησεν.142
69aἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι.
70τοῦτό τοι, ὦ ποταμῶν λιγυρώτατε, δεύτερον ἄλγος, τοῦτο, Μέλη, νέον ἄλγος. ἀπώλετο πρᾶν τοι Ὅμηρος, τῆνο τὸ Καλλιόπας γλυκερὸν στόμα, καί σε λέγοντι μύρασθαι καλὸν υἷα πολυκλαύτοισι ῥεέθροις, πᾶσαν δ’ ἔπλησας φωνᾶς ἅλα· νῦν πάλιν ἄλλον
75υἱέα δακρύεις καινῷ δ’ ἐπὶ πένθεϊ τάκῃ. ἀμφότεροι παγαῖς πεφιλημένοι· ὃς μὲν ἔπινε Παγασίδος κράνας, ὃ δ’ ἔχεν πόμα τᾶς Ἀρεθοίσας. χὢ μὲν Τυνδαρέοιο καλὰν ἄεισε θύγατρα καὶ Θέτιδος μέγαν υἷα καὶ Ἀτρεΐδαν Μενέλαον,
80κεῖνος δ’ οὐ πολέμους, οὐ δάκρυα, Πᾶνα δ’ ἔμελπε καὶ βούτας ἐλίγαινε καὶ ἀείδων ἐνόμευε καὶ σύριγγας ἔτευχε καὶ ἁδέα πόρτιν ἄμελγε καὶ παίδων ἐδίδασκε φιλήματα καὶ τὸν Ἔρωτα ἔτρεφεν ἐν κόλποισι καὶ ἤρεθε τὰν Ἀφροδίταν.
85 ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι. πᾶσα, Βίων, θρηνεῖ σε κλυτὰ πόλις, ἄστεα πάντα. Ἄσκρα μὲν γοάει σε πολὺ πλέον Ἡσιόδοιο· Πίνδαρον οὐ ποθέοντι τόσον Βοιωτίδες ὗλαι·
οὐ τόσον Ἀλκαίω περιμύρατο Λέσβος ἐραννά,143
90οὐδὲ τόσον τὸν ἀοιδὸν ὀδύρατο Τήιον ἄστυ· σὲ πλέον Ἀρχιλόχοιο ποθεῖ Πάρος, ἀντὶ δὲ Σαπφοῦς εἰσέτι σεῦ τὸ μέλισμα κινύρεται ἁ Μιτυλήνα. . . . . . . . . .
93ἐν δὲ Συρακοσίοισι Θεόκριτος· αὐτὰρ ἐγώ τοι Αὐσονικᾶς ὀδύνας μέλπω μέλος, οὐ ξένος ᾠδᾶς
95βουκολικᾶς, ἀλλ’ ἅντε διδάξαο σεῖο μαθητάς κλαρονόμος μοίσας τᾶς Δωρίδος, ᾇ με γεραίρων ἄλλοις μὲν τεὸν ὄλβον ἐμοὶ δ’ ἀπέλειπες ἀοιδάν. ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι. αἰαῖ ταὶ μαλάχαι μέν, ἐπὰν κατὰ κᾶπον ὄλωνται,

(100)

ἠδὲ τὰ χλωρὰ σέλινα τό τ’ εὐθαλὲς οὖλον ἄνηθον ὕστερον αὖ ζώοντι καὶ εἰς ἔτος ἄλλο φύοντι· ἄμμες δ’ οἱ μεγάλοι καὶ καρτεροί, οἱ σοφοὶ ἄνδρες, ὁππότε πρᾶτα θάνωμες, ἀνάκοοι ἐν χθονὶ κοίλᾳ εὕδομες εὖ μάλα μακρὸν ἀτέρμονα νήγρετον ὕπνον.
105καὶ σὺ μὲν ὦν σιγᾷ πεπυκασμένος ἔσσεαι ἐν γᾷ, ταῖς Νύμφαισι δ’ ἔδοξεν ἀεὶ τὸν βάτραχον ᾄδειν. ταῖς δ’ ἐγὼ οὐ φθονέοιμι, τὸ γὰρ μέλος οὐ καλὸν ᾄδει. ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι. φάρμακον ἦλθε, Βίων, ποτὶ σὸν στόμα, φάρμακον ἦδες.
110τοιούτοις χείλεσσι ποτέδραμε κοὐκ ἐγλυκάνθη; τίς δὲ βροτὸς τοσσοῦτον ἀνάμερος ἢ κεράσαι τοι ἢ δοῦναι καλέοντι τὸ φάρμακον; ἦ φύγεν ᾠδάν. ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι. ἀλλὰ Δίκα κίχε πάντας· ἐγὼ δ’ ἐπὶ πένθεϊ τῷδε144
115δακρυχέων τεὸν οἶτον ὀδύρομαι. εἰ δυνάμαν δέ, ὡς Ὀρφεὺς καταβὰς ποτὶ Τάρταρον, ὥς ποκ’ Ὀδυσσεύς, ὡς πάρος Ἀλκεΐδας, κἠγὼ τάχ’ ἂν ἐς δόμον ἦλθον Πλουτέος ὥς κέ ς’ ἴδοιμι καί, εἰ Πλουτῆι μελίσδῃ, ὡς ἂν ἀκουσαίμαν τί μελίσδεαι. ἀλλ’ ἄγε Κώρᾳ
120Σικελικόν τι λίγαινε καὶ ἁδύ τι βουκολιάζευ· καὶ κείνα Σικελά, καὶ ἐν Αἰτναίαισιν ἔπαιζεν ᾀόσι, καὶ μέλος οἶδε τὸ Δώριον· οὐκ ἀγέραστος ἐσσεῖθ’ ἁ μολπά, χὠς Ὀρφέι πρόσθεν ἔδωκεν ἁδέα φορμίζοντι παλίσσυτον Εὐρυδίκειαν,
125καὶ σέ, Βίων, πέμψει τοῖς ὤρεσιν. εἰ δέ τι κἠγών
συρίσδων δυνάμαν, παρὰ Πλουτέι κ’ αὐτὸς ἄειδον.145