TLG 0034 002 :: LYCURGUS :: Fragmenta LYCURGUS Orat. Fragmenta
Citation: Oration — fragment — (line) | ||
Ἀπολογισμὸς ὧν πεπολίτευται (fr. 1): pp. 91–92 | ||
Frag.1t | ΑΠΟΛΟΓΙΣΜΟΣ ΩΝ ΠΕΠΟΛΙΤΕΥΤΑΙ | |
Frag.1.1 | Harpocr. s. v. δερματικόν· Λ. ἐν τῷ ἐπιγραφομένῳ Ἀπολογισμὸς ὧν πεπολίτευται. δερματικὸν ἂν εἴη λέγων ὁ ῥήτωρ τὸ ἐκ τῶν δερματίων τῶν πιπρασκομένων περι‐ γιγνόμενον ἀργύριον. | |
Frag.1.2 | Harpocr. s. v. ἑδωλιάσαι· Λ. ἐν τῷ ἐπιγραφομένῳ Ἀπολογισμὸς ὧν πεπολίτευται ἐπὶ τοῦ συγκαθίσαι. καὶ | |
ἑδώλια αἱ ἐν ταῖς ναυσὶ καθέδραι. Ἡρόδοτος αʹ (1, 24). | 91 | |
Frag.1.3 | Harpocr. s. v. Ἑκατόμπεδον· Λ. ἐν τῷ ἐπιγραφο‐ μένῳ Ἀπολογισμὸς ὧν πεπολίτευται. ὁ Παρθενὼν ὑπό τινων Ἑκατόμπεδος ἐκαλεῖτο διὰ κάλλος καὶ εὐρυθμίαν, οὐ διὰ μέγεθος, ὡς Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ Περὶ | |
5 | Ἀθηνῶν (FGrHist 370 F 3). | |
---|---|---|
Frag.1.4 | Harpocr. s. v. νεώρια καὶ νεώσοικοι· μήποτε νεώρια λέγεται ὁ τόπος ἅπας εἰς ὃν ἀνέλκονται αἱ τριήρεις καὶ πάλιν ἐξ αὐτοῦ καθέλκονται, ὡς ὑποσημαίνουσι Λυκοῦρ‐ γός τε ἐν Ἀπολογισμῷ ὧν πεπολίτευται καὶ Ἀνδοκίδης | |
5 | ἐν τῷ Περὶ τῆς εἰρήνης (3, 7), εἰ γνήσιος ὁ λόγος. | |
Frag.2t | ΚΑΤ’ ΑΡΙΣΤΟΓΕΙΤΟΝΟΣ | 92 |
Frag.2.1 | Harpocr. s. v. Μητρῷον· Λυκοῦργος ἐν τῷ Κατ’ Ἀριστογείτονος. τοὺς νόμους ἔθεντο ἀναγράψαν‐ τες ἐν τῷ Μητρῴῳ. δηλοῖ Δείναρχος ἐν τῷ Κατὰ Πυθέου (2VI, 10). | |
Frag.2.2 | Harpocr. s. v. ἀγραφίου· εἶδός τι δίκης οὕτω κα‐ λουμένης κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, εἶτα πρὶν ἐκτεῖσαι ἐξαλειφθέντων. δι‐ δάσκουσι δὲ τοῦθ’ οὕτως ἔχειν Δημοσθένης τε (58, 51) ἢ | |
5 | Δείναρχος ἐν τῷ Κατὰ Θεοκρίνου (1XVIa) καὶ Λυκοῦργος ἐν τῷ Κατ’ Ἀριστογείτονος, ἔτι τε Πυθέας ἐν τῇ Πρὸς τὴν ἔνδειξιν ἀπολογίᾳ (fr. 2). | |
Frag.2.3 | Harpocr. s. v. ἡλικία τῆς πόλεως· ἀντὶ τοῦ οἱ ἐν ἡλικίᾳ, οἱ νέοι· Λυκοῦργος Κατ’ Ἀριστογείτονος καὶ Δημοσθένης Φιλιππικοῖς (4, 7). | |
Frag.2.4 | Harpocr. s. v. ὄρυγμα· ἰδίως οὕτως ἐκαλεῖτο ἐφ’ οὗ οἱ κακοῦργοι ἐκολάζοντο Ἀθήνησι· Λυκοῦργος Κατ’ Ἀριστογείτονος. | |
Frag.2.5 | Harpocr. s. v. τρίγωνον δικαστήριον· Λυκοῦρ‐ γος Κατ’ Ἀριστογείτονος. ὄνομά ἐστι δικαστηρίου, ἴσως | |
καὶ τῷ σχήματι τριγώνου ὄντος ... | 95 | |
Frag.2.6 | Harpocr. s. v. χιλιωθέντα· Λυκοῦργος ἐν τῷ Κατ’ Ἀριστογείτονος, ἀντὶ τοῦ χιλίας ὀφλόντα ... cf. fr. IX. 4. | |
Frag.2.7 | Harpocr. s. v. ψευδεγγραφή· ὄνομα δίκης ἐστίν, ἣν εἰσίασιν οἱ γεγραμμένοι ὀφείλειν τῷ δημοσίῳ ὡς κατα‐ ψευσαμένου αὐτῶν τοῦ ἐγγράψαντος ἐν τῇ σανίδι τῇ παρὰ τῇ θεῷ κειμένῃ {ὡς ἀδίκως ἐγγραφέντες ὀφείλειν τῷ δημο‐ | |
5 | σίῳ}. Λυκοῦργος ἐν τῷ Κατ’ Ἀριστογείτονος καὶ Ἰσαῖος ἐν τῷ Πρὸς Μέδοντα (XXIX Thalh.) μνημονεύουσι τοῦ ὀνόματος. | |
Frag.3t | ΚΑΤ’ ΑΥΤΟΛΥΚΟΥ | 96 |
Frag.3.1 | Schol. Demosth. 54, 1 (=[Cornuti] τέχνη ῥητ. §7, p. 353, 24 Hammer) ἀπὸ τοῦ πράγματος (λαμβάνεται προ‐ οίμιον) ὡς Λυκοῦργος ἐν τῷ Κατὰ Αὐτολύκου· πολλῶν καὶ μεγάλων ἀγώνων εἰσεληλυθότων οὐδέ‐ | |
5 | ποτε περὶ τηλικούτου δικάσοντες ἥκετε. | |
Frag.3.2 | Suda s. v. μηλόβοτος χώρα· ὑπὸ πολεμίων ἐξ‐ ερημωθεῖσα, ἣν κατανέμεται τὰ τετράποδα. κεῖται δὲ τοὔνομα καὶ παρὰ {τῷ} Λυκούργῳ ἐν τῷ Κατ’ Αὐτολύκου. ἀλλὰ καὶ μηλόβοτον τὴν Ἀττικὴν ἀνῆκε ... | |
Frag.3.3 | Harpocr. s. v. ἠρία· Λυκοῦργος ἐν τῷ Κατ’ Αὐτο‐ λύκου. ἠρία εἰσὶν οἱ τάφοι, ὡς καὶ αὐτὸς ὁ ῥήτωρ δῆλον | |
ποιεῖ ... | 97 | |
Frag.4t | ΠΡΟΣ ΔΗΜΑΔΗΝ ΑΠΟΛΟΓΙΑ ΥΠΕΡ ΤΩΝ ΕΥΘΥΝΩΝ | |
Frag.4.1 | Harpocr. s. v. ἀποβάτης καὶ ἀποβαίνειν καὶ ἀποβατικοὶ τρόχοι· Δείναρχος Κατὰ Φορμισίου (2X, 1) καὶ ἐν τῇ Πρὸς Ἀντιφάνην ἀπολογίᾳ (2LXIV, 1), Λυκοῦργός τε ἐν τῇ Πρὸς Δημάδην ἀπολογίᾳ. ὁ ἀποβά‐ | |
5 | της ἱππικόν τι ἀγώνισμα, καὶ ἀποβῆναι τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην, καὶ ἀποβατικοὶ τρόχοι οἱ ἀπὸ τούτου τοῦ ἀγωνίσματος. τὰ δ’ ἐν αὐτῷ γινόμενα δηλοῖ Θεόφραστος ἐν τῷ κʹ τῶν Νόμων (fr. ined.). χρῶνται δέ, φησί, τού‐ τῳ μόνοι τῶν Ἑλλήνων Ἀθηναῖοι καὶ Βοιωτοί. | |
Frag.4.2 | Harpocr. s. v. τοὺς ἑτέρους τραγῳδοὺς ἀγω‐ νιεῖται. Λυκοῦργος ἐν τῷ Πρὸς Δημάδην. Δίδυμός φησιν ὅτι παροιμία ἐστὶν ἐπὶ τῶν ἁρμοζομένων καὶ σεμνοποιούν‐ των ἑαυτοὺς πρὸς τὰ ἐναντία. | |
Frag.5t | ΠΕΡΙ ΤΗΣ ΔΙΟΙΚΗΣΕΩΣ | |
Frag.51a | Harpocr. s. v. δοκιμασθεὶς ... ἐλέγετο δὲ καὶ ἐπὶ τῶν πολιτευομένων, εἰ καὶ μηδ’ ἡντιναοῦν ἦρχον ἀρχήν· ἐξητάζετο γὰρ αὐτῶν ὁ βίος ἐνίοτε, ὡς Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου (1, 195) φησίν. Λυκοῦργος δ’ ἐν τῷ Περὶ τῆς | |
5 | διοικήσεως τρεῖς δοκιμασίαι κατὰ τὸν νόμον, | |
φησί, γίγνονται· μία μὲν ἣν οἱ ἐννέα ἄρχον‐ τες δοκιμάζονται, ἑτέρα δὲ ἣν οἱ ῥήτορες, τρίτη δὲ ἣν οἱ στρατηγοί. λέγει μέντοι ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμασίαν. | 98 | |
Frag.51b* | schol. Aeschin. 1, 195 ὁ νόμος: ... φησὶ γὰρ καὶ Λυκοῦργος δοκιμάζεσθαι δεῖν οὐ πάντας ἐπὶ τῷ ἑταιρῆσαι, ἀλλὰ τοὺς πολιτευομένους ῥήτορας καὶ τὰ ψηφίσματα γράφοντας. | |
Frag.5.2 | Harpocr. s. v. στεφανῶν τοὺς νενικηκότας· Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου (19, 193) ἀντὶ τοῦ τιμῶν. καὶ Λυκοῦργος ἐν τῷ Περὶ τῆς διοικήσεώς φησιν· ἀλλὰ μὴν καὶ Καλλισθένην ἑκατὸν μναῖς ἐστεφανώ‐ | |
5 | σατε. καὶ παρ’ ἄλλοις ἐπὶ ταύτης τῆς ἐννοίας τὸ στε‐ φανοῦν, ὡς ... | |
Frag.5.3 | Harpocr. s. v. Ἐπικράτης ... ἕτερος δ’ ἐστὶν Ἐπι‐ κράτης οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ Περὶ 〈τῆσ〉 διοι‐ κήσεως, λέγων ὡς χαλκοῦς ἐστάθη διὰ τὸν νόμον τὸν περὶ τῶν ἐφήβων, ὅν φασι κεκτῆσθαι ταλάντων ἑξακο‐ | |
5 | σίων οὐσίαν. | |
Frag.5.4 | Bk. Synt. 145, 30 ἐπιτροπεύω· ... τέτριπται δὲ καὶ μετὰ γενικῆς, ὡς παρὰ Λυκούργῳ ἐν τῷ Περὶ 〈τῆσ〉 διοικήσεως· ἐκ τῶν ἱερῶν, ὧν ἡμεῖς ἐπετρο‐ πεύσαμεν. | |
Frag.5.5 | Lex. Rhet. Reitz. (Ind. lect. Rostoch. 1892/3) p. 4,22 ἐξοδιασμός· Λυκοῦργος ἐν τῷ Περὶ 〈τῆσ〉 διοικήσεως· πολλῶν δὲ χρημάτων ἐξοδιασμὸν εἰληφότων. | |
Frag.5.6 | Harpocr. s. v. Ἀγαθῆς τύχης νεώς· τούτου | |
μνημονεύει Λυκοῦργος ἐν τῷ Περὶ 〈τῆσ〉 διοικήσεως. | 99 | |
Frag.5.7 | Harpocr. s. v. αἰγίδας ἐκάλουν τὰ ἐκ τῶν στεμμά‐ των δίκτυα· Λυκοῦργος ἐν τῷ Περὶ τῆς διοικήσεως καὶ Νυμφόδωρος (FGrHist 572 F 15). Ἡρόδοτος δ’ ἐν δʹ (4, 189, 2) ταύτας φησὶν ὑπὸ Λιβύων αἰγέας καλεῖσθαι. | |
Frag.5.8 | Harpocr. s. v. Λυσίμαχος· ... ἕτερος δ’ ἐστὶ Λυσί‐ μαχος οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ Περὶ τῆς διοική‐ σεως ὡς εὐτελοῦς μελοποιοῦ. | |
Frag.5.9 | Harpocr. s. v. ὀχεῖον· ...Λυκοῦργος δ’ ἐν τῷ Περὶ τῆς διοικήσεως γείτονας τοῦ ὀχείου φησί· μήποτε δὲ ἐπὶ τόπου τινός, ἐν ᾧ ὀχεῖαι γίνονται κτηνῶν ἢ ὀχήματα μισθοῦται. | |
Frag.5.10 | Harpocr. s. v. σείρινα· Λυκοῦργος Περὶ τῆς δι‐ οικήσεως. σείριον ἐκάλουν λεπτὸν ἱμάτιον ἀσπάθητον, οἷον θέριστρον, καθά φασιν οἱ γλωσσογράφοι. καὶ σειρὴν δὲ ὁ λεπτὸς καὶ διαφανὴς χιτών, εὔθετος τότε ὅτε ἐστὶν ὁ | |
5 | Σείριος. ἔστι δὲ καὶ Σεῖρις πόλις Ἰταλική, καὶ τάχα τὰ ἔνθεν ὑφάσματα ἤ τινα ἄλλα σείρινα εἶπεν ὁ ῥήτωρ. ἐν ἐνίοις μέντοι χωρὶς τοῦ ε γράφεται σίρινα. | |
Frag.6t | ΠΕΡΙ ΤΗΣ ΙΕΡΕΙΑΣ | |
Frag.6.1 | Harpocr. s. v. παράκλησις· ἀντὶ τοῦ προτροπή· | |
...τίθεται μέντοι σπανίως καὶ ἀντὶ τῆς δεήσεως· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας προειπὼν εἰ μὲν ὑπὲρ ἰδίου τινὸς ἦν ὁ ἀγών, ἐδεόμην ἂν ὑμῶν μετ’ εὐ‐ | 100 | |
5 | νοίας ἀκοῦσαί μου· μετ’ ὀλίγον φησίν· νυνὶ δὲ αὐτοὺς ὑμᾶς οἶμαι τοῦτο ποιήσειν καὶ χωρὶς τῆς ἐμῆς παρακλήσεως. | |
Frag.6.2 | Harpocr. s. v. ἐπιτελεοῦν καὶ ἐπιτελέωμα· ἀμ‐ φότερα πολλάκις ἐστὶ τὰ ὀνόματα ἐν τῷ Περὶ τῆς ἱερείας Λυκούργου· ἔοικε δὲ ἐπιτελέωμα λέγεσθαι τὸ ἐπὶ πᾶσι θυόμενον ὑπὲρ τοῦ ἐπιτελεῖς γενέσθαι τὰς πρότερον θυ‐ | |
5 | σίας. αὐτὸς γοῦν ὁ ῥήτωρ ἐν τῷ λόγῳ φησίν· ἔτι τοί‐ νυν ἔφη πάντων ὕστατα ταῦτα θύεσθαι καὶ ἐπιτελεώματα εἶναι τῶν ἄλλων θυμάτων. | |
Frag.6.3 | Harpocr. s. v. Μίκων· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. καὶ Μίκωνα τὸν γράψαντα † ἕως τοὺς λʹ μῆνας ἐζημίωσαν. | |
Frag.6.4 | Suda s. v. συσσημαίνεσθαι· ὃ καλοῦσι κατα‐ σφραγίζεσθαι, τοῦτο οἱ ῥήτορες συσσημαίνεσθαι λέγουσι. Λυκοῦργος ἐν τῷ Περὶ 〈τῆσ〉 ἱερείας· ὥστε προσ‐ τεταγμένον ὑπὸ ψηφίσματος καὶ τὴν ἱέρειαν | |
5 | συσσημαίνεσθαι τὰ γραμματεῖα ... | |
Frag.6.5 | Priscian. 18, 267 (p. 346, 3 Hertz)Attici ‘περὶ τόσουσ‘ καὶ ‘περὶ τόσοισ‘. ——Lycurgus ἐν τῷ Περὶ τῆς ἱερείας· | |
ὡς περ〈ὶ〉 εἴκοσιν ἀνθρώποις ... | 101 | |
Frag.6.6 | Harpocr. s. v. Ἀλόπη· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας· Κερκύονος θυγάτηρ, ἐξ ἧς καὶ Ποσειδῶνος Ἱππο‐ θῶν ὁ τῆς Ἱπποθωντίδος φυλῆς ἐπώνυμος, ὡς ... | |
Frag.6.7 | Harpocr. s. v. διήλλαξεν· ἀντὶ τοῦ μετήλλαξεν, ἐτελεύτησεν. Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. | |
Frag.6.8 | Harpocr. s. v. ἐπίβοιον· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. Φιλόχορος δ’ ἐν βʹ (FGrHist 328 F 10) φησὶν οὕτως· ‘ἐὰν δέ τις τῇ Ἀθηνᾷ θύῃ βοῦν, ἀναγκαῖόν ἐστι καὶ τῇ Πανδρόσῳ θύειν οἶν, καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον‘ ... | |
Frag.6.9 | Harpocr. s. v. ἐπιμήνια· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ἔοικεν εἶναι ἐπιμήνια ἤτοι τὰ καθ’ ἕκαστον μῆνα θυόμενα ὑπὲρ τῆς πόλεως, ἢ τὰ ὑπὲρ ὅλου τοῦ μηνὸς ἅπαξ ποτὲ γιγνόμενα θύματα. | |
Frag.6.10 | Harpocr. s. v. ἐσχάρα· Λυκοῦργος ἐν τῷ Περὶ 〈τῆσ〉 ἱερείας. Ἀμμώνιος ἐν τοῖς Περὶ βωμῶν (FGrHist 361 F 1) ἐσχάραν φησὶ καλεῖσθαι τὴν μὴ ἔχουσαν ὕψος {ὡς} ἑστίαν, ἀλλ’ ἐπὶ γῆς ἱδρυμένην κοίλην, παρ’ ὃ καὶ | |
5 | τοὺς ἰατροὺς τὰ ἐν τοῖς σώμασι κοῖλα ἕλκη ἐσχάρας καλεῖν. | |
Frag.6.11 | Harpocr. s. v. Ἐτεοβουτάδαι· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. γένος 〈παρ’〉 Ἀθηναίοις, οἷον οἱ ἀληθῶς ἀπὸ Βούτου· ἐτεὸν γὰρ τὸ ἀληθές. ἐκ δὲ τούτων καθίστατο ἡ ἱέρεια τῆς Πολιάδος Ἀθηνᾶς, καθά φησι Δράκων Περὶ | 102 |
5 | γενῶν (FGrHist 344 F 1). | |
Frag.6.12 | Harpocr. s. v. κύρβεις· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. κύρβεις φησὶν Ἀπολλόδωρος ἐν τοῖς Περὶ θεῶν (FGrHist 244 F 107a) ἔχειν ἐγγεγραμμένους τοὺς νόμους κτἑ. | |
Frag.6.13 | Harpocr. s. v. Νίκη Ἀθηνᾶ· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον, ἔχον ἐν μὲν τῇ δεξιᾷ ῥόαν, ἐν δὲ τῇ εὐωνύμῳ κράνος, ἐτιμᾶτο παρ’ Ἀθηναίοις, δεδήλωκεν Ἡλιόδωρος ὁ περι‐ | |
5 | ηγητὴς ἐν αʹ Περὶ ἀκροπόλεως (FGrHist 373 F 2). | |
Frag.6.14 | Harpocr. s. v. πάρεδρος· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. πολύ ἐστι τοὔνομα παρά τε τοῖς ῥήτορσι καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ. Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθηναίων Πολιτείᾳ (56, 1) φησὶ κτἑ. | |
Frag.6.15 | Harpocr. s. v. πέλανος· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας ... Ἀπολλώνιος δ’ ὁ Ἀχαρνεὺς ἐν τῷ Περὶ τῶν 〈Ἀθήνησιν〉 ἑορτῶν (FGrHist 365 F 1) οὕτω γράφει· ‘ὁμοίως δὲ καὶ ὁ προσαγορευόμενος πέλανος· λέγεται δὲ | |
5 | πέμματά τινα τοῖς θεοῖς γινόμενα ἐκ τοῦ ἀφαιρεθέντος σίτου ἐκ τῆς ἅλω‘, κτἑ. | |
Frag.6.16 | Harpocr. s. v. Πλυντήρια· Λυκοῦργος ἐν τῷ Περὶ | |
τῆς ἱερείας. ἑορτὴ παρ’ Ἀθηναίοις. | 103 | |
Frag.6.17 | Harpocr. s. v. Πολύγνωτος· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. Περὶ Πολυγνώτου τοῦ ζωγράφου, Θασίου μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μαθητοῦ Ἀγλαοφῶντος, τυχόν‐ τος δὲ τῆς Ἀθηναίων πολιτείας ἤτοι ἐπεὶ τὴν Ποικίλην | |
5 | στοὰν {ἀν}ἔγραψε προῖκα, ἢ ὡς ἕτεροι, τὰς ἐν τῷ † θησαυ‐ ρῷ καὶ τῷ Ἀνακείῳ γραφάς, ἱστορήκασιν ἄλλοι τε καὶ Ἀρτέμων ἐν τῷ Περὶ ζωγράφων καὶ Ἰόβας ἐν τοῖς Περὶ γραφικῆς. | |
Frag.6.18 | Harpocr. s. v. προτέλεια· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. τὰ πρὸ τοῦ τελεσθῆναί τι τῶν εἰς τὸ θεῖον ἀναφερομένων γινόμενα ἢ διδόμενα καλεῖται προτέλεια. | |
Frag.6.19 | Harpocr. s. v. σκίρον· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ——φασὶ δὲ οἱ γράψαντες περί τε ἑορτῶν καὶ μη‐ νῶν Ἀθήνησιν, ὧν ἐστι καὶ Λυσιμαχίδης (FGrHist 366 F 3), ὡς τὸ σκίρον σκιάδειόν ἐστι μέγα, ὑφ’ ᾧ φερομένῳ ἐξ | |
5 | ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκίρον πορεύον‐ ται ἥ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεοβουτάδαι, κτἑ. | |
Frag.6.20 | Harpocr. s. v. τραπεζοφόρος· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ὅτι ἱερωσύνης ὄνομά ἐστιν ἡ τραπεζο‐ φόρος, 〈καὶ〉 ὅτι αὕτη τε καὶ ἡ κοσμὼ συνδιέπουσι πάντα | |
τῇ τῆς Ἀθηνᾶς ἱερείᾳ, αὐτός τε ὁ ῥήτωρ ἐν τῷ αὐτῷ λόγῳ | 104 | |
5 | δεδήλωκε καὶ Ἴστρος ἐν ιγʹ τῶν Ἀττικῶν Συναγωγῶν (FGrHist 334 F 9). | |
Frag.6.21 | Harpocr. s. v. τριτομηνίς· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. τὴν τρίτην τοῦ μηνὸς τριτομηνίδα ἐκάλουν, δοκεῖ δὲ γεγενῆσθαι τότε ἡ Ἀθηνᾶ. Ἴστρος δὲ (FGHist 334 F 2) καὶ Τριτογένειαν αὐτήν φησι διὰ τοῦτο | |
5 | λέγεσθαι, τὴν αὐτὴν Σελήνην νομιζομένην. | |
Frag.6.22 | Harpocr. s. v. Ὑγίεια Ἀθηνᾶ· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ἔστι δὲ ἐπώνυμον τῆς Ἀθηνᾶς· καὶ γὰρ Ὑγίεια καλεῖται καὶ Νίκη καὶ Ἱππία καὶ Ἐργάνη. | |
Frag.7t | ΠΕΡΙ ΤΗΣ ΙΕΡΩΣΥΝΗΣ sive ΚΡΟΚΩΝΙΔΩΝ ΔΙΑΔΙΚΑΣΙΑ ΠΡΟΣ ΚΟΙΡΩΝΙΔΑΣ (ΛΥΚΟΥΡΓΟΥ Η ΦΙΛΙΝΟΥ) | |
Frag.71a | Suda s. v. Προχαριστήρια· ἡμέρα ἐν ᾗ οἱ ἐν τῇ ἀρχῇ πάντες ἀρχομένων 〈τῶν〉 καρπῶν φύεσθαι, λήγοντος ἤδη τοῦ χειμῶνος, ἔθυον τῇ Ἀθηνᾷ· τῇ δὲ θυσίᾳ ὄνομα Προχαριστήρια. Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερωσύνης· | |
5 | τὴν τοίνυν ἀρχαιοτάτην θυσίαν διὰ τὴν ἄν‐ οδον τῆς θεοῦ, ὀνομασθεῖσαν δὲ Προχαριστή‐ ρια, διὰ τὴν βλάστησιν τῶν καρπῶν τῶν φυο‐ μένων. | 105 |
Frag.71b | Harpocr. s. v. Προσχαιρητήρια· Λυκοῦρ‐ γος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ. ἑορτὴ παρ’ Ἀθη‐ ναίοις ἀγομένη ὅτε δοκεῖ ἀνιέναι ἡ κόρη. | |
Frag.7.2 | Harpocr. s. v. Κοιρωνίδαι· ἔστι Λυκούργῳ λόγος οὕτως ἐπιγραφόμενος· Κροκωνιδῶν διαδικασία πρὸς Κοιρωνίδας, ὃν ἔνιοι Φιλίνου νομίζουσιν. ἔστι δὲ γένος οἱ Κοιρωνίδαι, περὶ ὧν Ἴστρος ἐν τῇ Συναγωγῇ τῆς Ἀτθίδος | |
5 | (FGrHist 334 F 15) φησίν. ‘ὠνομασμένοι δ’ ἂν εἶεν ἀπὸ Κοίρωνος, ὃν νόθον ἀδελφὸν εἶναί φασι τοῦ Κρόκωνος, παρ’ ὃ καὶ ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας 〈τῶν Κοι‐ ρωνιδῶν‘〉. ὁ δὲ τὸν λόγον γεγραφώς, ὅστις ποτ’ ἐστίν, τρισὶν ὀνόμασί φησιν αὐτοὺς προσηγορεῦσθαι· καὶ γὰρ | |
10 | Κοιρωνίδας καὶ Φιλιεῖς καὶ Περιθοίδας. | |
Frag.7.3 | Harpocr. s. v. Θεοίνια· Λυκοῦργος ἐν τῇ διαδι‐ κασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγετο, ἐν οἷς οἱ γεννῆται ἐπέθυον· τὸν γὰρ Διόνυσον Θέοινον ἔλεγον, ὡς δηλοῖ Αἰσχύλος (fr. 382 | |
5 | N.2) καὶ Ἴστρος ἐν αʹ Συναγωγῶν (FGrHist 334 F 3). | |
Frag.7.4 | Harpocr. s. v. Κυννίδαι· Λυκοῦργος ἐν τῇ διαδι‐ κασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. γένος ἐστι παρ’ | |
Ἀθηναίοις οἱ Κυννίδαι. | 106 | |
Frag.7.5 | Athen. 10, 425b οἱ δὲ οἰνόπται οὗτοι ἐφεώρων τὰ ἐν τοῖς δείπνοις, εἰ κατ’ ἴσον πίνουσιν οἱ συνόντες, καὶ ἦν ἡ ἀρχὴ εὐτελής, ὡς ὁ ῥήτωρ φησὶ Φιλῖνος ἐν τῇ Κροκωνι‐ δῶν διαδικασίᾳ· καὶ ὅτι τρεῖς ἦσαν οἱ οἰνόπται, οἵτινες καὶ | |
5 | παρεῖχον τοῖς δειπνοῦσι λύχνους καὶ θρυαλλίδας. | |
Frag.7.6 | Harpocr. s. v. Σκαμβωνίδαι· Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν. ἔστι δὲ δῆμος τῆς Λεοντίδος. | |
Frag.8t | ΚΑΤΑ ΙΣΧΥΡΙΟΥ (ΠΡΟΣ ΙΣΧΥΡΙΑΝ) | |
Frag.8.1 | Harpocr. s. v. στρωτήρ· Λυκοῦργος Κατὰ Ἰσχυ‐ ρίου. τὰ μικρὰ δοκίδια τὰ ἐπάνω τῶν δουροδόκων τιθέ‐ μενα στρωτῆρας ἔλεγον, ὥς φησι Δίδυμος ... | |
Frag.9t | ΚΑΤΑ ΚΗΦΙΣΟΔΟΤΟΥ ΥΠΕΡ ΤΩΝ ΔΗΜΑΔΟΥ ΤΙΜΩΝ (ΚΑΤΑ ΔΗΜΑΔΟΥ) | |
Frag.91* | [Cornuti] τέχνη ῥητ. §167 (p. 381 Hammer) λαμ‐ βάνεται δὲ ἡ πρόθεσις καὶ ἐν ἀρχῇ, ὡς ὁ Λυκοῦργος· καὶ παράνομον τὸ ψήφισμα ἐπιδείξω καὶ ἀν‐ | |
άξιον τὸν ἄνδρα δωρεᾶς. | 107 | |
Frag.9.2 | Lex. Patmense (Sakkelion BCH 1, 1877, 150=Lex gr. min., edd. K. Latte—H. Erbse, Hildesheim 1965, 160) Λυκοῦργος ἐν τῷ Κατὰ Κηφισοδότου ὑπὲρ τῶν Δημάδου τιμῶν· Περικλῆς δὲ ὁ Σάμον καὶ Εὔβοιαν καὶ | |
5 | Αἴγιναν ἑλών, καὶ τὰ Προπύλαια καὶ τὸ Ὠιδεῖον καὶ τὸ Ἑκατόμπεδον οἰκοδομήσας, καὶ μύρια τάλαντα ἀργυρίου εἰς τὴν ἀκρόπολιν ἀνενεγκών, θαλλοῦ στεφάνῳ ἐστεφανώθη. | |
Frag.9.3 | Athen. 11, 476d Λυκοῦργος δ’ ὁ ῥήτωρ ἐν τῷ Κατὰ Δημάδου Φίλιππόν φησι τὸν βασιλέα προπίνειν κέ‐ ρατι τούτοις οἷς ἐφιλοφρονεῖτο. | |
Frag.9.4 | Harpocr. s. v. χιλιωθέντα· ——ὁ δ’ αὐτὸς ῥήτωρ (sc. Lyc.) καὶ ἐν τῷ κατὰ Κηφισοδότου φησὶ κεχι‐ λιῶσθαι, cf. fr. II. 6. | |
Frag.10-11t | ΚΑΤΑ ΛΥΚΟΦΡΟΝΟΣ ΕΙΣΑΓΓΕΛΙΑ Αʹ Βʹ | 108 |
Frag.10-111 | Harpocr. s. v. ἀνδραποδιστής· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος· Θαυμάζω δ’ ἔγω 〈γε〉, εἰ τοὺς ἀνδραποδιστάς, τῶν οἰκετῶν ἡμᾶς ἀποστε‐ ροῦντας μόνον, θανάτῳ ζημιοῦμεν. | |
Frag.10-112 | Suda s. v. μοχθηρία· ἡ κακία, ὡς Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος· οὐ γὰρ ὅσιον 〈τὸν〉 τοὺς γεγραμμένους νόμους, δι’ ὧν ἡ δημοκρατία | |
σῴζεται, παραβαίνοντα, ἑτέρων δὲ μοχθη‐ | 109 | |
5 | ρῶν εἰσηγητὴν ἐθῶν καὶ νομοθέτην γενόμε‐ νον ἀτιμώρητον ἀφεῖναι. | |
Frag.10-113* | Stob. Anthol. 4, 22, 63 Hense Λυκούργου· ὅταν γυνὴ ὁμονοίας τῆς πρὸς ἄνδρα στερηθῇ, ἀβίωτος ὁ καταλειπόμενος γίγνεται βίος. | |
Frag.10-114 | Harpocr. s. v. ἄνοικος· ἀντὶ τοῦ ἀοίκητος. Λυκοῦρ‐ γος Κατὰ Λυκόφρονος. | |
Frag.10-115 | Bachm. anecd. 218, 10 s. v. ἐμποδών· Θουκυδίδης ηʹ (non exstat), ἀντὶ τοῦ προχείρους ... Λυκοῦργος δὲ ἐν τῷ Κατὰ Λυκόφρονος, ἀντὶ τοῦ φανερόν ... | |
Frag.10-116 | Harpocr. s. v. Ἵππαρχος · ... ἕτερος δ’ ἐστὶν Ἵππαρχος περὶ οὗ Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονός φησιν, Ἵππαρχος ὁ Πεισιστράτου ... | |
Frag.10-117 | Harpocr. s. v. κανηφόροι· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος. περὶ τῶν κανηφόρων Φιλόχορος ἐν βʹ Ἀτθί‐ δος (FGrHist 328 F 8) φησὶν ὡς Ἐριχθονίου βασιλεύοντος πρῶτον κατέστησαν αἱ ἐν ἀξιώματι παρθένοι φέρειν τὰ | |
5 | κανᾶ τῇ θεῷ, ἐφ’ οἷς ἐπέκειτο τὰ πρὸς τὴν θυσίαν, τοῖς | |
τε Παναθηναίοις καὶ ταῖς ἄλλαις πομπαῖς. | 110 | |
Frag.10-118 | Harpocr. s. v. Μελανίππειον· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος. Μελανίππου τοῦ Θησέως ἡρῷόν ἐστιν, ὥς φησιν Ἀσκληπιάδης Τραγῳδουμένοις (FGrHist 12 F 8). Κλείδημος δ’ ἐν αʹ Ἀτθίδος (FGrHist 323 F 2) | |
5 | ἐν Μελίτῃ αὐτὸ εἶναι λέγει. | |
Frag.10-119 | Harpocr. s. v. πεφασμένης· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος ἀντὶ τοῦ γεγενημένης ... | |
Frag.10-1110 | Harpocr. s. v. Ὑακινθίδες· Λυκοῦργος ἐν τῇ Κατὰ Λυκόφρονος εἰσαγγελίᾳ. εἰσὶ δὲ θυγατέρες Ὑακίνθου τοῦ Λακεδαιμονίου. | |
Frag.10-1111* | Stob. Anthol. 3,2,30 Hense Λυκούργου· ὅσοι τοῖς ἀπὸ τῆς φύσεως ἀγαθοῖς ἐπὶ τὰ χείρω χρῶν‐ ται, τούτοις πολέμια τὰ εὐτυχήματά ἐστιν· ὡς εἴ τις ἀνδρεῖος ὢν λῄζεσθαι μᾶλλον ἢ στρα‐ | |
5 | τεύεσθαι προῄρηται, ἢ ἰσχυρὸς ὢν λωποδυ‐ τεῖν μᾶλλον ἢ 〈...〉 συμβουλεύειν, ἢ καλὸς ὢν μοιχεύειν μᾶλλον ἢ γαμεῖν, οὗτος τῶν ἀπὸ τῆς φύσεως ἀγαθῶν ὑπαρξάντων προδότης ἐστίν. | |
Frag.10-1112-13t | Κατὰ Λυκόφρονος αʹ | |
Frag.10-1112 | Athen. 6, 266f—267a Ἀθηναῖοι δὲ καὶ τῆς τῶν δού‐ | |
λων προνοοῦντες τύχης ἐνομοθέτησαν καὶ ὑπὲρ δούλων γραφὰς ὕβρεως εἶναι. Ὑπερείδης γοῦν ὁ ῥήτωρ ἐν τῷ Κατὰ Μαντιθέου αἰκίας φησίν (fr. 120 J.)· ἔθεσαν οὐ μόνον | 111 | |
5 | ὑπὲρ τῶν ἐλευθέρων, ἀλλὰ καὶ ἐάν τις εἰς δούλου σῶμα ὑβρίσῃ γραφὰς εἶναι κατὰ τοῦ ὑβρίσαντος. τὰ ὅμοια εἴρη‐ κε καὶ Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος πρώτῳ καὶ Δημοσθένης ἐν τῷ Κατὰ Μειδίου (§46). | |
Frag.10-1113 | Harpocr. s. v. ἱπνός· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος αʹ. μέρος τι τῆς οἰκίας οὕτω καλεῖται, τὸ λεγόμενον παρ’ ἡμῖν μαγειρεῖον. | |
Frag.10-1114t | Κατὰ Λυκόφρονος βʹ | |
Frag.10-1114 | Harpocr. s. v. ὁρκάνη· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος βʹ. μήποτε ὁ φραγμός, τουτέστι τὸ περί‐ φραγμα καὶ ἡ αἱμασιά, οὕτω καλεῖται, παρὰ τὸ ἐρύκειν ἢ παρὰ τὸ ἕρκος εἶναι ... | |
Frag.12t | ΚΑΤΑ ΛΥΣΙΚΛΕΟΥΣ | 112 |
Frag.12.1 | Diod. 16, 88, 2 Ἐστρατήγεις, ὦ Λυσίκλεις, καὶ χιλίων μὲν πολιτῶν τετελευτηκότων, δισ‐ χιλίων δ’ αἰχμαλώτων γεγονότων, τροπαίου δὲ κατὰ τῆς πόλεως ἑστηκότος, τῆς δ’ Ἑλλά‐ | |
5 | δος ἁπάσης δουλευούσης, καὶ τούτων ἁπάν‐ των γεγενημένων σοῦ ἡγουμένου καὶ στρα‐ τηγοῦντος, τολμᾷς ζῆν καὶ τὸ τοῦ ἡλίου φῶς ὁρᾶν καὶ εἰς τὴν ἀγορὰν ἐμβάλλειν, ὑπόμνη‐ μα γεγονὼς αἰσχύνης καὶ ὀνείδους τῇ πατρίδι. | |
Frag.12.2 | Harpocr. s. v. Λεβάδεια· Λυκοῦργος ἐν τῷ Κατὰ Λυσικλέους. πόλις ἐστὶ τῆς Βοιωτίας. | |
Frag.12.3 | Harpocr. s. v. ἐπὶ Δηλίῳ μάχη· Λυκοῦργος ἐν τῷ Κατὰ Λυσικλέους. Δήλιον χωρίον ἐστὶ τῆς Βοιωτίας· ἐνταῦθα Ἀθηναῖοι μαχόμενοι ἐνικήθησαν ὑπὸ Βοιωτῶν, καθά φησι Θουκυδίδης ἐν δʹ (90 ss.). | |
Frag.13t | ΠΡΟΣ ΤΑΣ ΜΑΝΤΕΙΑΣ sive ΠΕΡΙ 〈ΤΩΝ〉 ΜΑΝΤΕΙΩΝ | |
Frag.131a | Suda s. v. καυχᾷ· οἱ λοιποὶ ῥήτορες ἐπὶ τῆς αὐτῆς ἐννοίας αὐχεῖν λέγουσι· Λυκοῦργος ἐν τῷ Περὶ 〈τῶν〉 | |
μαντειῶν ἐχρήσατο τῇ λέξει. δεῖ δὲ τἆλλα ἐν δημο‐ κρατίᾳ σοι εἰπεῖν· † ἑνὸς δ’ οὐκ ἔστι σοι· κα‐ | 113 | |
5 | κῶς γὰρ αὐτοῦ προέστης· ἐφ’ οἷς καυχᾷ, οἱ ἄλλοι αἰσχύνονται. | |
Frag.131b* | cf. Bk. λέξ. ῥητ. 275, 4 =EtM 494, 7 καυχᾷ· αὐχεῖν ἐπὶ χρηστοῖς πράγμασι. Λυκοῦργος δὲ ἐπὶ φαύλοις κέχρηται, οἷς τοὺς ἀκούοντας αἰσχύνεσθαι. | |
Frag.14t | ΚΑΤΑ ΜΕΝΕΣΑΙΧΜΟΥ ΕΙΣΑΓΓΕΛΙΑ sive ΔΗΛΙΑΚΟΣ | |
Frag.14.1 | Pap. Berol. 11748 (W. Crönert, NGG 1922, 45—46; cf. A. Körte, Archiv f. Papyrusf. 7, 1923, 225) ... ὦ ἄνδρες δικαστ[αί], ὅτι οὐδ’ οἷόν τέ ἐστι θῦσαι, ὡς Με‐ νέσαιχμος λέγει, εἰ δὲ μ[ή], ἀσέβημα γίγνε‐ | |
5 | τα[ι], ἀναγνώσεται ὑμῖν Θεογένους μαρτυρίαν τοῦ κηρυκεύσαντος Διοδώρῳ, ὃς οἶδεν θύσαν‐ τος ἰδιώτου [τιν]ὸς οὐ παρόντος [Διο]δώρου καὶ θέντος ... ΟΘΑΛΙ | |
Frag.142a | Lex. Patmense (Sakkelion, BCH1, 1877, 149=Lex. gr. min., 159) s. v. εἰρεσιώνη· κλάδοι ἐλαίας καὶ δάφνης πρὸ | |
τῶν οἰκιῶν τιθέμενοι, πλήρεις πολλῶν ὡραίων ἀναδεδεμέ‐ νων. τοῦτο δὲ λοιμοῦ γενομένου καὶ χρήσαντος τοῦ θεοῦ | 114 | |
5 | ἐποίουν· 〈Λυκοῦργοσ〉 ἐν τῷ Δηλιακῷ· καὶ θαλλὸν μέγαν κοσμήσαντας ἁπάντων, ὧν κατ’ ἐκεί‐ νους τοὺς καιροὺς αἱ ὧραι φέρουσιν, ἀνατι‐ θέναι τῷ Ἀπόλλωνι ἔμπροσθεν τῶν θυρῶν, εἰρεσιώνην ὀνομάσαντας, ἀπαρχὰς ποιησα‐ | |
10 | μένους τῶν γιγνομένων πάντων ἐκ τῆς γῆς, ὅτι τὴν ἀφορίαν ἡμῶν τῆς χώρας ἱκετηρία ἡ παρὰ τῷ Ἀπόλλωνι τεθεῖσα ἔπαυσεν. Cod. Darmstad. 2773 fol. 250v (W. Crönert, Centralblatt für Bibliothekswesen 14, 1897, 564)... καὶ οὕτως οἱ πρό‐ | |
15 | γονοι ἡμῶν λέγονται ἕκαστος κατὰ τὴν ἰδίαν θύραν θεῖναι τὴν ἱκετηρίαν τῷ Ἀπόλλωνι, τὴν νῦν εἰρεσιώνην. | |
Frag.142b | EtM 303, 34 εἰρεσιώνη· ... Λυκοῦργος δέ φησιν, ἀφορίας γενομένης Ἀθηναίοις, τοῦτο ἐπιτελεσθῆναι κατὰ χρησμόν, οἷον ἱκετηρίαν Ἀπόλλωνι. | |
Frag.14.3 | Harpocr. s. v. Πυανόψια· Λυκοῦργος ἐν τῷ Κατὰ Μενεσαίχμου· καὶ ἡμεῖς Πυανόψια ταύτην τὴν ἑορτὴν καλοῦμεν, οἱ δ’ ἄλλοι Ἕλληνες Παν‐ όψια, ὅτι πάντας εἶδον τοὺς καρποὺς τῇ ὄψει. | |
5 | Ἀπολλώνιος (FGrHist 365 F 2 cf. ibid. 368 F 3) καὶ σχεδὸν πάντες οἱ περὶ τῶν Ἀθήνησιν ἑορτῶν γεγραφότες Πυανε‐ ψιῶνος ἑβδόμῃ τὰ Πυανέψια Ἀπόλλωνι ἄγεσθαί φασι. δεῖν δέ φασι λέγειν Πυανέψια καὶ τὸν μῆνα Πυανεψιῶνα· | |
πύανα γὰρ ἕψουσιν ἐν αὐτοῖς καὶ ἡ εἰρεσιώνη ἄγεται. | 115 | |
Frag.14.4 | Suda s. v. Προηρόσια· αἱ πρὸ τοῦ ἀρότρου γινό‐ μεναι θυσίαι περὶ τῶν μελλόντων ἔσεσθαι καρπῶν, ὥστε τελεσφορεῖσθαι· ἐγίνετο δὲ ὑπὸ Ἀθηναίων ὑπὲρ πάντων Ἑλλήνων † εϛʹ ὀλυμπιάδι. Λυκοῦργός φησιν ἐν τῷ Κατὰ | |
5 | Μενεσαίχμου· καὶ γὰρ νῦν πολλὰς καὶ μεγάλας ὑμῖν τιμὰς ὀφείλω καὶ ζηλῶ παρὰ πᾶσιν Ἕλλησι μαντευομένοις τὸν Δία προηροσίαν ποιήσασθαι. | |
Frag.145a | Schol. Gregor. Naz. in Catal. s. Notitia Mss qui a Cel. E. D. Clarke comparati in bibl. Bodl. adservuntur (Pars prior, Oxon. 1812) p.51 ... Ἄβαρις ἔνθους γενόμενος κύκλῳ περιῄει μετὰ βέλους τὴν Ἑλλάδα καὶ χρησμούς | |
5 | τινας ἔλεγε καὶ μαντείας. ὁ δὲ ῥήτωρ Λυκοῦργος ἐν τῷ Κατὰ Μενεσαίχμου φησίν, ὅτι λοιμοῦ γενομένου ἐν τοῖς Ὑπερβορέοις ἐλθὼν ὁ Ἄβαρις ἐμισθώτευσε τῷ Ἀπόλ‐ | |
λωνι, καὶ μαθὼν χρησμοὺς παρ’ αὐτοῦ, σύμβολον ἔχων τὸ βέλος τοῦ Ἀπόλλωνος περιῄει ἐν τῇ Ἑλλάδι μαντευό‐ | 116 | |
10 | μενος. | |
Frag.145b | Harpocr. s. v. Ἄβαρις· ὄνομα κύριον· 〈Λυ‐ κοῦργος ἐν τῷ Κατὰ Μενεσαίχμου.〉 λοιμοῦ δέ φασι κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος ἀνεῖλεν ὁ Ἀπόλλων μαν‐ τευομένοις Ἕλλησί τε καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον | |
5 | ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι. πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσ‐ βευτὴν ἀφικέσθαι λέγουσιν ... | |
Frag.14.6 | Harpocr. s. v. ἁρκυωρός· Λυκοῦργος ἐν τῇ Κατὰ Μενεσαίχμου εἰσαγγελίᾳ. ὁ τὰς ἅρκυς, τουτέστι τὰ λίνα, φυλάττων ... | |
Frag.14.7 | Harpocr. s. v. Δηλιασταί· οἱ εἰς Δῆλον ἐξελθόν‐ τες θεωροί· Λυκοῦργος Κατὰ Μενεσαίχμου. | |
Frag.14.8 | Harpocr. s. v. Ἑκάτης νῆσος· Λυκοῦργος Κατὰ Μενεσαίχμου. πρὸ τῆς Δήλου κεῖταί τι νησύδριον, ὅπερ ὑπ’ ἐνίων καλεῖται Ψαμμητίχη, ὡς Φανόδημος (FGrHist 325 F 1) ἐν 〈τῇ〉 αʹ. Ψαμμητίχην δὲ κεκλῆσθαί φησιν ὁ | |
5 | Σῆμος (FGrHist 396 F 2) ἐν {τῇ} αʹ Δηλιακῶν διὰ τὸ τοῖς ψαμμήτοις τιμᾶσθαι τὴν θεόν· ψάμμητα δ’ ἐστὶ ψαιστῶν τις ἰδέα. | |
Frag.14.9 | Harpocr. s. v. Κηφισόδωρος· Λυκοῦργος ἐν τῷ Κατὰ Μενεσαίχμου. κεκωμῴδηται δὲ οὗτος ὡς νωθὴς κτἑ. | |
Frag.14.10 | Harpocr. s. v. προκώνια· Λυκοῦργος Κατὰ Μενε‐ | |
σαίχμου. Δίδυμος (p. 40, 19 Schmidt)· προκώνια, φησίν, ἐστὶ πυροὶ μέλιτι κεχρισμένοι. Ἀριστοφάνης δ’ ὁ γραμ‐ ματικὸς (p. 223 Nauck) καὶ Κράτης (FGrHist 362 | 117 | |
5 | F 2) τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτω φασὶν ὀνομάζεσθαι κτἑ. | |
Frag.14.11 | Poll. 7, 137 σπογγοθῆραι· καὶ σπογγοκολυμ‐ βηταὶ δὲ Λυκοῦργος εἴρηκεν ἐν τῷ Κατὰ Μενεσαίχμου. | |
Frag.15t | ΑΠΑΡΑΣΗΜΑ | |
Frag.15.1 | Stob. Anthol. 3, 9, 47 Hense Λυκούργου· ζηλωτὸν ἴσως ὁ πλοῦτος· τίμιον μέντοι καὶ θαυμαστὸν ἡ δικαιοσύνη. | |
Frag.15.2 | Stob. Anthol. 3, 27, 10 Hense Λυκούργου· δεῖ 〈τοῖσ〉 φίλοις καὶ τοῖς οἰκείοις βοηθεῖν ἄχρι τοῦ μὴ ἐπιορκεῖν. | |
Frag.15.3 | Stob. Anthol. 4, 31, 113 Hense Λυκούργου· οὐ τὸ | |
πλουτεῖν καλόν, ἀλλὰ τὸ ἐκ καλῶν πλουτεῖν. | 118 | |
Frag.15.9 | Poll. 3, 34 Λυκοῦργος δὲ καὶ διεγγυᾶν τὸ ἐγγυᾶν εἶπεν. | |
Frag.15.10 | Poll. 6, 74 εἴρηται δὲ καὶ σεμίδαλις παρά τε Λυκούργῳ τῷ ῥήτορι καὶ πολλοῖς τῶν κωμῳδοδιδασκάλων (Aristoph. fr. 412 K., Menand. fr. 518, 8). | |
Frag.15.11 | Schol. Plat. Reip. 421 a νευρορράφοι· νευρορρά‐ φους εἶπε Λυκοῦργος τοὺς τὰ νεῦρα ῥάπτοντας ταῖς λύραις. | |
Frag.15.12 | Phot., Suda s. v. κτηματίτην· τὸν κτήματα πολλὰ ἔχοντα· οὕτως Λυκοῦργος. | |
Frag.15.13 | Phot. s. v. παράκλητος· ὡς ἡμεῖς εἴρηκεν Λυ‐ | |
κοῦργος. | 120 |