TLG 0034 001 :: LYCURGUS :: Oratio in Leocratem

LYCURGUS Orat.
(Atheniensis: 4 B.C.)

Oratio in Leocratem

Source: Conomis, N.C. (post C. Scheibe & F. Blass) (ed.), Lycurgi oratio in Leocratem. Leipzig: Teubner, 1970: 33–90.

Citation: Section — (line)

Leoc
.

t

ΚΑΤΑ ΛΕΩΚΡΑΤΟΥΣ ΥΠΟΘΕΣΙΣ
Leoc
.

1

Δικαίαν ὦ Ἀθηναῖοι καὶ εὐσεβῆ καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ τῶν θεῶν τὴν ἀρχὴν τῆς κατηγορίας Λεωκράτους τοῦ κρινομένου ποιήσομαι. εὔχομαι γὰρ τῇ Ἀθηνᾷ καὶ τοῖς ἄλλοις θεοῖς καὶ τοῖς ἥρωσι τοῖς κατὰ τὴν πόλιν καὶ τὴν
5χώραν ἱδρυμένοις, εἰ μὲν εἰσήγγελκα Λεωκράτη δικαίως καὶ κρίνω {τὸν} προδόντ’ αὐτῶν καὶ τοὺς νεὼς καὶ τὰ ἕδη καὶ τὰ τεμένη καὶ τὰς ἐν τοῖς νόμοις τιμὰς καὶ θυσίας
Leoc
.

2

τὰς ὑπὸ τῶν ὑμετέρων προγόνων παραδεδομένας, ἐμὲ μὲν ἄξιον ἐν τῇ τήμερον ἡμέρᾳ τῶν Λεωκράτους ἀδικημά‐
των κατήγορον ποιῆσαι, ὃ καὶ τῷ δήμῳ καὶ τῇ πόλει συμ‐ φέρει, ὑμᾶς δ’ ὡς ὑπὲρ πατέρων καὶ παίδων καὶ γυναικῶν33
5καὶ πατρίδος καὶ ἱερῶν βουλευομένους, καὶ ἔχοντας ὑπὸ τῇ ψήφῳ τὸν προδότην ἁπάντων τούτων, ἀπαραιτήτους δικαστὰς καὶ νῦν καὶ εἰς τὸν λοιπὸν χρόνον γενέσθαι τοῖς τὰ τοιαῦτα καὶ τηλικαῦτα παρανομοῦσιν· εἰ δὲ μήτε {τὸν} προδόντα τὴν πατρίδα, μήτε {τὸν} ἐγκαταλιπόντα τὴν
10πόλιν καὶ τὰ ἱερὰ εἰς τουτονὶ τὸν ἀγῶνα καθίστημι, σω‐ θῆναι αὐτὸν ἐκ τοῦ κινδύνου καὶ ὑπὸ τῶν θεῶν καὶ ὑφ’ ὑμῶν τῶν δικαστῶν.
Leoc
.

3

Ἐβουλόμην δ’ ἂν ὦ ἄνδρες, ὥσπερ ὠφέλιμόν ἐστι τῇ πόλει εἶναι τοὺς κρίνοντας ἐνταῦθα τοὺς παρανομοῦν‐ τας, οὕτω καὶ φιλάνθρωπον αὐτὸ παρὰ τοῖς πολλοῖς ὑπει‐ λῆφθαι· νῦν δὲ περιέστηκεν εἰς τοῦτο, ὥστε τὸν ἰδίᾳ κιν‐
5δυνεύοντα καὶ ὑπὲρ τῶν κοινῶν ἀπεχθανόμενον οὐ φιλό‐ πολιν, ἀλλὰ φιλοπράγμονα δοκεῖν εἶναι, οὐ δικαίως οὐδὲ συμφερόντως τῇ πόλει. τρία γάρ ἐστι τὰ μέγιστα, ἃ δια‐ φυλάττει καὶ διασῴζει τὴν δημοκρατίαν καὶ τὴν τῆς πόλεως
Leoc
.

4

εὐδαιμονίαν, πρῶτον μὲν ἡ τῶν νόμων τάξις, δεύτερον δ’ ἡ τῶν δικαστῶν ψῆφος, τρίτον δ’ ἡ τούτοις τἀδικήματα παραδιδοῦσα κρίσις. ὁ μὲν γὰρ νόμος πέφυκε προλέγειν ἃ μὴ δεῖ πράττειν, ὁ δὲ κατήγορος μηνύειν τοὺς ἐνόχους
5τοῖς ἐκ τῶν νόμων ἐπιτιμίοις καθεστῶτας, ὁ δὲ δικαστὴς κολάζειν τοὺς ὑπ’ ἀμφοτέρων τούτων ἀποδειχθέντας αὐ‐ τῷ, ὥστ’ οὔθ’ ὁ νόμος οὔθ’ ἡ τῶν δικαστῶν ψῆφος ἄνευ
Leoc
.

5

τοῦ παραδώσοντος αὐτοῖς τοὺς ἀδικοῦντας ἰσχύει. ἐγὼ δ’ ὦ Ἀθηναῖοι, εἰδὼς Λεωκράτην φυγόντα μὲν τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους, ἐγκαταλιπόντα δὲ τοὺς αὑτοῦ
πολίτας, προδεδωκότα δὲ πᾶσαν τὴν ὑμετέραν δύναμιν,34
5ἅπασι δὲ τοῖς γεγραμμένοις ἔνοχον ὄντα, ταύτην τὴν εἰσαγ‐ γελίαν ἐποιησάμην, οὔτε δι’ ἔχθραν οὐδεμίαν, οὔτε διὰ φιλονικίαν οὐδ’ ἡντινοῦν τοῦτον τὸν ἀγῶνα προελόμενος, ἀλλ’ αἰσχρὸν εἶναι νομίσας τοῦτον περιορᾶν εἰς τὴν ἀγο‐ ρὰν ἐμβάλλοντα καὶ τῶν κοινῶν ἱερῶν μετέχοντα, τῆς
Leoc
.

6

τε πατρίδος ὄνειδος καὶ πάντων ὑμῶν γεγενημένον. πολί‐ του γάρ ἐστι δικαίου, μὴ διὰ τὰς ἰδίας ἔχθρας εἰς τὰς κοινὰς κρίσεις καθιστάναι τοὺς τὴν πόλιν μηδὲν ἀδικοῦν‐ τας, ἀλλὰ τοὺς εἰς τὴν πατρίδα τι παρανομοῦντας ἰδίους
5ἐχθροὺς εἶναι νομίζειν, καὶ τὰ κοινὰ τῶν ἀδικημάτων κοι‐ νὰς καὶ τὰς προφάσεις ἔχειν τῆς πρὸς αὐτοὺς διαφορᾶς.
Leoc
.

7

Ἅπαντας μὲν οὖν χρὴ νομίζειν μεγάλους εἶναι τοὺς δημοσίους ἀγῶνας, μάλιστα δὲ τοῦτον ὑπὲρ οὗ νῦν μέλλετε τὴν ψῆφον φέρειν. ὅταν μὲν γὰρ τὰς τῶν παρανόμων γρα‐ φὰς δικάζητε, τοῦτο μόνον ἐπανορθοῦτε καὶ ταύτην τὴν
5πρᾶξιν κωλύετε, καθ’ ὅσον ἂν τὸ ψήφισμα μέλλῃ βλάπτειν τὴν πόλιν· ὁ δὲ νῦν ἐνεστηκὼς ἀγὼν οὐ μικρόν τι μέρος συνέχει τῶν τῆς πόλεως οὐδ’ ἐπ’ ὀλίγον χρόνον, ἀλλ’ ὑπὲρ ὅλης τῆς πατρίδος καὶ κατὰ παντὸς τοῦ αἰῶνος ἀείμνηστον
Leoc
.

8

καταλείψει τοῖς ἐπιγιγνομένοις τὴν κρίσιν. οὕτω γάρ ἐστι δεινὸν τὸ γεγενημένον ἀδίκημα καὶ τηλικοῦτον ἔχει τὸ μέγεθος, ὥστε μηδὲ κατηγορίαν {μήτε τιμωρίαν} ἐνδέ‐ χεσθαι εὑρεῖν ἀξίαν, μηδ’ ἐν τοῖς νόμοις ὡρίσθαι τιμωρίαν
5{ἀξίαν} τῶν ἁμαρτημάτων. τί γὰρ χρὴ παθεῖν τὸν ἐκλιπόντα μὲν τὴν πατρίδα, μὴ βοηθήσαντα δὲ τοῖς πατρῴοις ἱεροῖς, ἐγκαταλιπόντα δὲ τὰς τῶν προγόνων θήκας, ἅπασαν δὲ τὴν χώραν ὑποχείριον τοῖς πολεμίοις παραδόντα; τὸ μὲν γὰρ μέγιστον καὶ ἔσχατον τῶν τιμημάτων, θάνατος, ἀναγ‐
10καῖον μὲν ἐκ τῶν νόμων ἐπιτίμιον, ἔλαττον δὲ τῶν Λεωκρά‐35
Leoc
.

9

τους ἀδικημάτων καθέστηκε. παρεῖσθαι δὲ τὴν ὑπὲρ τῶν τοιούτων τιμωρίαν συμβέβηκεν ὦ ἄνδρες, οὐ διὰ ῥᾳθυ‐ μίαν τῶν τότε νομοθετούντων, ἀλλὰ διὰ τὸ μὴ ἐν τοῖς πρότερον χρόνοις γεγενῆσθαι τοιοῦτον μηδέν, μηδ’ ἐν τοῖς
5μέλλουσιν ἐπίδοξον εἶναι γενήσεσθαι. διὸ καὶ μάλιστ’ ὦ ἄνδρες ὑμᾶς δεῖ γενέσθαι μὴ μόνον τοῦ νῦν ἀδικήματος δικαστάς, ἀλλὰ καὶ νομοθέτας. ὅσα μὲν γὰρ τῶν ἀδικημά‐ των νόμος τις διώρικε, ῥᾴδιον τούτῳ κανόνι χρωμένους κολάζειν τοὺς παρανομοῦντας· ὅσα δὲ μὴ σφόδρα περι‐
10είληφεν ἑνὶ ὀνόματι προσαγορεύσας, μείζω δὲ τούτων τις ἠδίκηκεν, ἅπασι δ’ ὁμοίως ἔνοχός ἐστιν, ἀναγκαῖον τὴν ὑμετέραν κρίσιν καταλείπεσθαι παράδειγμα τοῖς ἐπι‐
Leoc
.

10

γιγνομένοις. εὖ δ’ ἴστε ὦ ἄνδρες, ὅτι οὐ μόνον τοῦτον νῦν κολάσετε κατεψηφισμένοι, ἀλλὰ καὶ τοὺς νεωτέρους ἅπαν‐ τας ἐπ’ ἀρετὴν προτρέψετε. δύο γάρ ἐστι τὰ παιδεύοντα τοὺς νέους, ἥ τε τῶν ἀδικούντων τιμωρία, καὶ ἡ τοῖς ἀν‐
5δράσι τοῖς ἀγαθοῖς διδομένη δωρεά· πρὸς ἑκάτερον δὲ τού‐ των ἀποβλέποντες, τὴν μὲν διὰ τὸν φόβον φεύγουσι, τῆς δὲ διὰ τὴν δόξαν ἐπιθυμοῦσι. διὸ δεῖ ὦ ἄνδρες προσέχειν τούτῳ τῷ ἀγῶνι, καὶ μηδὲν περὶ πλείονος ποιήσασθαι τοῦ δικαίου.
Leoc
.

11

Ποιήσομαι δὲ κἀγὼ τὴν κατηγορίαν δικαίαν, οὔτε ψευδόμενος οὐδέν, οὔτ’ ἔξω τοῦ πράγματος λέγων. οἱ μὲν γὰρ πλεῖστοι τῶν εἰς ὑμᾶς εἰσιόντων πάντων ἀτο‐ πώτατον ποιοῦσιν· ἢ γὰρ συμβουλεύουσιν ἐνταῦθα περὶ
5τῶν κοινῶν πραγμάτων, ἢ κατηγοροῦσι καὶ διαβάλλουσι πάντα μᾶλλον ἢ περὶ οὗ μέλλετε τὴν ψῆφον φέρειν. ἔστι δ’ οὐδέτερον τούτων χαλεπόν, οὔθ’ ὑπὲρ ὧν μὴ βουλεύε‐ σθε γνώμην ἀποφήνασθαι, οὔθ’ ὑπὲρ ὧν μηδεὶς ἀπολογή‐36
Leoc
.

12

σεται κατηγορίαν εὑρεῖν. ἀλλ’ οὐ δίκαιον ὑμᾶς μὲν ἀξιοῦν δικαίαν τὴν ψῆφον φέρειν, αὐτοὺς δὲ μὴ δικαίαν τὴν κατηγο‐ ρίαν ποιεῖσθαι. τούτων δ’ αἴτιοι ὑμεῖς ἐστε ὦ ἄνδρες· τὴν γὰρ ἐξουσίαν ταύτην δεδώκατε τοῖς ἐνθάδ’ εἰσιοῦσι, καὶ
5ταῦτα κάλλιστον ἔχοντες τῶν Ἑλλήνων παράδειγμα τὸ ἐν Ἀρείῳ πάγῳ συνέδριον, ὃ τοσοῦτον διαφέρει τῶν ἄλλων δικαστηρίων, ὥστε καὶ παρ’ αὐτοῖς ὁμολογεῖσθαι τοῖς
Leoc
.

13

ἁλισκομένοις δικαίαν ποιεῖσθαι τὴν κρίσιν. πρὸς ὃ δεῖ καὶ ὑμᾶς ἀποβλέποντας μὴ ἐπιτρέπειν τοῖς ἔξω τοῦ πράγμα‐ τος λέγουσιν· οὕτω γὰρ ἔσται τοῖς τε κρινομένοις ἄνευ διαβολῆς ὁ ἀγών, καὶ τοῖς διώκουσιν ἥκιστα συκοφαντεῖν,
5καὶ ὑμῖν εὐορκοτάτην 〈τὴν〉 ψῆφον ἐνεγκεῖν. ἀδύνατον γάρ ἐστιν † ἄνευ τοῦ λόγου, μὴ δικαίως δεδιδαγμένους δικαίαν θέσθαι τὴν ψῆφον.
Leoc
.

14

Δεῖ δ’ ὦ ἄνδρες μηδὲ ταῦτα λαθεῖν ὑμᾶς, ὅτι οὐχ ὅμοιός ἐστιν ὁ ἀγὼν περὶ τούτου καὶ τῶν ἄλλων ἰδιωτῶν. περὶ μὲν γὰρ ἀγνῶτος ἀνθρώπου τοῖς Ἕλλησιν ἐν ὑμῖν αὐτοῖς ἐδοκεῖτ’ ἂν ἢ καλῶς ἢ καὶ φαύλως ἐψηφίσθαι· περὶ δὲ
5τούτου ὅ τι ἂν βουλεύσησθε, παρὰ πᾶσιν τοῖς Ἕλλησιν ἔσται λόγος, οἳ ἴσασιν τὰ τῶν προγόνων τῶν ὑμετέρων ἔργα ἐναντιώτατα τοῖς τούτῳ διαπεπραγμένοις ὄντα. ἐπι‐ φανὴς {τε} γάρ ἐστιν διὰ τὸν ἔκπλουν τὸν εἰς Ῥόδον καὶ
τὴν ἀπαγγελίαν ἣν ἐποιήσατο καθ’ ὑμῶν πρός τε τὴν πόλιν37
10τὴν τῶν Ῥοδίων καὶ τῶν ἐμπόρων τοῖς ἐπιδημοῦσιν
Leoc
.

15

ἐκεῖ, οἳ πᾶσαν τὴν οἰκουμένην περιπλέοντες δι’ ἐργασίαν ἀπήγγελλον ἅμα περὶ τῆς πόλεως ἃ Λεωκράτους ἠκη‐ κόεσαν. ὥστε περὶ πολλοῦ ποιητέον ἐστὶν ὀρθῶς βουλεύσα‐ σθαι περὶ αὐτοῦ. εὖ γὰρ ἴστε ὦ Ἀθηναῖοι, ὅτι ᾧ πλεῖστον
5διαφέρετε τῶν ἄλλων ἀνθρώπων, τῷ πρός τε τοὺς θεοὺς εὐσεβῶς καὶ πρὸς τοὺς γονέας ὁσίως καὶ πρὸς τὴν πατρίδα φιλοτίμως ἔχειν, τούτου πλεῖστον ἀμελεῖν δόξαιτ’ ἂν εἰ τὴν παρ’ ὑμῶν οὗτος διαφύγοι τιμωρίαν.
Leoc
.

16

Δέομαι δ’ ὑμῶν ὦ Ἀθηναῖοι, ἀκοῦσαί μου τῆς κατ‐ ηγορίας διὰ τέλους, καὶ μὴ ἄχθεσθαι, ἐὰν ἄρξωμαι ἀπὸ τῶν τῇ πόλει τότε συμβάντων, ἀλλὰ τοῖς αἰτίοις ὀργίζε‐ σθαι, {καὶ} δι’ οὓς ἀναγκάζομαι νῦν μεμνῆσθαι περὶ αὐτῶν.
5Γεγενημένης γὰρ τῆς ἐν Χαιρωνείᾳ μάχης, καὶ συνδρα‐ μόντων ἁπάντων ὑμῶν εἰς τὴν ἐκκλησίαν, ἐψηφίσατο ὁ δῆμος, παῖδας μὲν καὶ γυναῖκας ἐκ τῶν ἀγρῶν εἰς τὰ τείχη κατακομίζειν, τοὺς δὲ στρατηγοὺς τάττειν εἰς τὰς φυλακὰς τῶν Ἀθηναίων καὶ τῶν ἄλλων τῶν οἰκούντων
Leoc
.

17

Ἀθήνησι, καθ’ ὅ τι ἂν αὐτοῖς δοκῇ. Λεωκράτης δὲ τού‐ των οὐδενὸς φροντίσας, συσκευασάμενος ἃ εἶχε χρήματα μετὰ τῶν οἰκετῶν ἐπὶ τὸν λέμβον κατεκόμισε, τῆς νεὼς ἤδη περὶ τὴν Ἀκτὴν ἐξορμούσης, καὶ περὶ δείλην ὀψίαν
5αὐτὸς μετὰ τῆς ἑταίρας Εἰρηνίδος κατὰ μέσην τὴν Ἀκτὴν διὰ τῆς πυλίδος ἐξελθὼν πρὸς τὴν ναῦν προσέπλευσε καὶ ᾤχετο φεύγων, οὔτε τοὺς λιμένας τῆς πόλεως ἐλεῶν, ἐξ
ὧν ἀνήγετο, οὔτε τὰ τείχη τῆς πατρίδος αἰσχυνόμενος, ὧν τὴν φυλακὴν ἔρημον τὸ καθ’ αὑτὸν μέρος κατέλιπεν,38
10οὔτε τὴν ἀκρόπολιν καὶ τὸ ἱερὸν τοῦ Διὸς τοῦ Σωτῆρος καὶ τῆς Ἀθηνᾶς τῆς Σωτείρας ἀφορῶν καὶ προδιδοὺς ἐφοβήθη, οὓς αὐτίκα σώσοντας ἑαυτὸν ἐκ τῶν κινδύνων ἐπικαλέσε‐
Leoc
.

18

ται. καταχθεὶς δὲ καὶ ἀφικόμενος εἰς Ῥόδον, ὥσπερ τῇ πατρίδι μεγάλας εὐτυχίας εὐαγγελιζόμενος, ἀπήγγειλεν ὡς τὸ μὲν ἄστυ τῆς πόλεως ἑαλωκὸς καταλίποι, τὸν δὲ Πειραιέα πολιορκούμενον, αὐτὸς δὲ μόλις διασωθεὶς ἥκοι·
5καὶ οὐκ ᾐσχύνθη τὴν τῆς πατρίδος ἀτυχίαν αὑτοῦ σωτη‐ ρίαν προσαγορεύσας. οὕτω δὲ σφόδρα ταῦτ’ ἐπίστευσαν οἱ Ῥόδιοι, ὥστε τριήρεις πληρώσαντες τὰ πλοῖα κατῆγον, καὶ τῶν ἐμπόρων καὶ τῶν ναυκλήρων οἱ παρεσκευασμένοι δεῦρο πλεῖν αὐτοῦ τὸν σῖτον ἐξείλοντο καὶ τἆλλα χρήματα
Leoc
.

19

διὰ τοῦτον. καὶ ὅτι ταῦτ’ ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας ἁπάντων, πρῶτον μὲν τὰς τῶν γειτόνων καὶ τῶν ἐν τῷ τόπῳ τούτῳ κατοικούντων, οἳ τοῦτον ἴσασιν ἐν τῷ πολέμῳ φυγόντα καὶ ἐκπλεύσαντα Ἀθήνηθεν, ἔπειτα
5τῶν παραγενομένων, ὅτ’ εἰς Ῥόδον Λεωκράτης ταῦτ’ ἀπήγγελλε, μετὰ δὲ ταῦτα τὴν Φυρκίνου μαρτυρίαν, ὃν καὶ ὑμῶν 〈ἴσασιν〉 οἱ πολλοὶ κατηγοροῦντα ἐν τῷ δήμῳ τούτου, ὡς καὶ μεγάλα βεβλαφὼς εἴη τὴν πεντηκοστήν,
μετέχων αὐτῆς.39
Leoc
.

20

Πρὸ δὲ τοῦ ἀναβαίνειν τοὺς μάρτυρας βραχέα βούλομαι διαλεχθῆναι ὑμῖν. οὐ γὰρ ἀγνοεῖτε ὦ ἄνδρες οὔτε τὰς παρασκευὰς τῶν κρινομένων οὔτε τὰς δεήσεις τῶν ἐξαι‐ τουμένων, ἀλλ’ ἀκριβῶς ἐπίστασθε, ὅτι χρημάτων ἕνεκα
5καὶ χάριτος πολλοὶ ἐπείσθησαν τῶν μαρτύρων ἢ ἀμνημο‐ νεῖν ἢ μὴ ἐλθεῖν ἢ ἑτέραν πρόφασιν εὑρεῖν. ἀξιοῦτε οὖν τοὺς μάρτυρας ἀναβαίνειν καὶ μὴ ὀκνεῖν, μηδὲ περὶ πλείο‐ νος ποιεῖσθαι τὰς χάριτας ὑμῶν καὶ τῆς πόλεως, ἀλλ’ ἀποδιδόναι τῇ πατρίδι τἀληθῆ καὶ τὰ δίκαια, καὶ μὴ
10λείπειν τὴν τάξιν ταύτην, μηδὲ μιμεῖσθαι Λεωκράτην, ἢ λαβόντας τὰ ἱερὰ κατὰ τὸν νόμον ἐξομόσασθαι. ἐὰν δὲ μη‐ δέτερον τούτων ποιῶσιν, ὑπὲρ ὑμῶν καὶ τῶν νόμων καὶ τῆς δημοκρατίας κλητεύσομεν αὐτούς. λέγε τὰς μαρτυρίας.
13ΜΑΡΤΥΡΙΑΙ
Leoc
.

21

Μετὰ ταῦτα τοίνυν ὦ ἄνδρες, ἐπειδὴ χρόνος ἐγένετο, καὶ ἀφικνεῖτο Ἀθήνηθεν πλοῖα εἰς τὴν Ῥόδον, καὶ φανε‐ ρὸν ἦν ὅτι οὐδὲν δεινὸν ἐγεγόνει περὶ τὴν πόλιν, φοβηθεὶς ἐκπλεῖ πάλιν ἐκ τῆς Ῥόδου καὶ ἀφικνεῖται εἰς Μέγαρα·
5καὶ ᾤκει ἐν Μεγάροις πλείω ἢ πέντε ἔτη προστάτην ἔχων Μεγαρέα, οὐδὲ τὰ ὅρια τῆς χώρας αἰσχυνόμενος, ἀλλ’ ἐν
Leoc
.

22

γειτόνων τῆς ἐκθρεψάσης αὐτὸν πατρίδος μετοικῶν. καὶ οὕτως αὑτοῦ κατεγνώκει ἀίδιον φυγήν, ὥστε μεταπεμψά‐
μενος ἐντεῦθεν Ἀμύνταν τὸν τὴν ἀδελφὴν ἔχοντα αὐτοῦ τὴν πρεσβυτέραν καὶ τῶν φίλων Ἀντιγένην Ξυπεταιόνα,40
5καὶ δεηθεὶς τοῦ κηδεστοῦ πρίασθαι παρ’ αὑτοῦ τἀνδρά‐ ποδα καὶ τὴν οἰκίαν, ἀποδόσθαι ταλάντου, κἀπὸ τούτου προσέταξε τοῖς τε χρήσταις ἀποδοῦναι τὰ ὀφειλόμενα καὶ τοὺς ἐράνους διενεγκεῖν, τὸ δὲ λοιπὸν αὑτῷ ἀποδοῦναι.
Leoc
.

23

διοικήσας δὲ ταῦτα πάντα ὁ Ἀμύντας, αὐτὸς πάλιν ἀπο‐ δίδοται τἀνδράποδα πέντε καὶ τριάκοντα μνῶν Τιμοχάρει Ἀχαρνεῖ τῷ τὴν νεωτέραν ἔχοντι τούτου ἀδελφήν· ἀργύ‐ ριον δὲ οὐκ ἔχων δοῦναι ὁ Τιμοχάρης, συνθήκας ποιησά‐
5μενος καὶ θέμενος παρὰ Λυσικλεῖ, μίαν μνᾶν τόκον ἔφερεν τῷ Ἀμύντᾳ. ἵνα δὲ μὴ λόγον οἴησθε εἶναι, ἀλλ’ εἰδῆτε τὴν ἀλήθειαν, ἀναγνώσεται καὶ τούτων ὑμῖν τὰς μαρτυ‐ ρίας. εἰ μὲν οὖν ζῶν ἐτύγχανεν ὁ Ἀμύντας, ἐκεῖνον 〈ἂν〉 αὐτὸν παρειχόμην· νυνὶ δ’ ὑμῖν καλῶ τοὺς συνειδότας.
10καί μοι λέγε ταύτην τὴν μαρτυρίαν, ὡς ἐπρίατο παρὰ Λεωκράτους ἐν Μεγάροις τὰ ἀνδράποδα Ἀμύντας καὶ τὴν οἰκίαν.
12ΜΑΡΤΥΡΙΑ
Leoc
.

24

Ἀκούσατε δὲ καὶ ὡς ἀπέλαβε τετταράκοντα μνᾶς παρ’ Ἀμύντου Φιλόμηλος Χολαργεὺς καὶ Μενέλαος ὁ πρεσβεύ‐ σας ὡς βασιλέα.
3ΜΑΡΤΥΡΙΑ Λαβὲ δέ μοι καὶ τὴν Τιμοχάρους τοῦ πριαμένου τἀνδρά‐
5ποδα παρ’ Ἀμύντου πέντε καὶ τριάκοντα μνῶν, καὶ τὰς
συνθήκας.41
6ΜΑΡΤΥΡΙΑ. ΣΥΝΘΗΚΑΙ
Leoc
.

25

Τῶν μὲν μαρτύρων ἀκηκόατε ὦ ἄνδρες· ἄξιον δ’ ἐστὶν ἐφ’ οἷς μέλλω λέγειν ἀγανακτῆσαι καὶ μισῆσαι τουτονὶ Λεωκράτην. οὐ γὰρ ἐξήρκεσε τὸ σῶμα τὸ ἑαυτοῦ καὶ τὰ χρήματα μόνον ὑπεκθέσθαι, ἀλλὰ καὶ τὰ ἱερὰ τὰ πατρῷα,
5ἃ τοῖς ὑμετέροις νομίμοις καὶ πατρίοις ἔθεσιν οἱ πρόγονοι παρέδοσαν αὐτῷ ἱδρυσάμενοι, ταῦτα μετεπέμψατο εἰς Μέγαρα καὶ ἐξήγαγεν ἐκ τῆς χώρας, οὐδὲ τὴν ἐπωνυμίαν τῶν πατρῴων ἱερῶν φοβηθείς, ὅτι ἐκ τῆς πατρίδος αὐτὰ κινήσας συμφεύγειν αὑτῷ, ἐκλιπόντα τοὺς νεὼς καὶ τὴν
10χώραν ἣν κατεῖχεν, ἠξίωσε, καὶ ἱδρῦσθαι ἐπὶ ξένης καὶ ἀλλοτρίας, καὶ εἶναι ὀθνεῖα τῇ χώρᾳ καὶ τοῖς νομίμοις τοῖς
Leoc
.

26

κατὰ τὴν Μεγαρέων πόλιν εἰθισμένοις. καὶ οἱ μὲν πατέρες ὑμῶν τῇ Ἀθηνᾷ ὡς τὴν χώραν εἰληχυίᾳ {ὁμώνυμον αὐτῇ} τὴν πατρίδα προσηγόρευον Ἀθήνας, ἵν’ οἱ τιμῶντες τὴν θεὸν τὴν ὁμώνυμον αὐτῇ πόλιν μὴ ἐγκαταλίπωσι·
5Λεωκράτης δ’ οὔτε νομίμων οὔτε πατρίδος οὔθ’ ἱερῶν φροντίσας τὸ καθ’ ἑαυτὸν ἐξαγώγιμον ὑμῖν καὶ τὴν παρὰ τῶν θεῶν βοήθειαν ἐποίησε. καὶ οὐκ ἐξήρκεσεν αὐτῷ τοσαῦτα καὶ τηλικαῦτα τὴν πόλιν ἀδικῆσαι, ἀλλ’ οἰκῶν ἐν Μεγάροις, οἷς παρ’ ὑμῶν ἐξεκομίσατο χρήμασιν ἀφορμῇ
10χρώμενος, ἐκ τῆς Ἠπείρου παρὰ Κλεοπάτρας εἰς Λευκάδα42
Leoc
.

27

ἐσιτήγει καὶ ἐκεῖθεν εἰς Κόρινθον. καίτοι ὦ ἄνδρες καὶ περὶ τούτων οἱ ὑμέτεροι νόμοι τὰς ἐσχάτας τιμωρίας ὁρίζουσιν, ἐάν τις Ἀθηναίων ἄλλοσέ ποι σιτηγήσῃ ἢ ὡς ὑμᾶς. ἔπειτα τὸν προδόντα μὲν ἐν τῷ πολέμῳ, σιτηγή‐
5σαντα δὲ παρὰ τοὺς νόμους, μὴ φροντίσαντα δὲ μήτε ἱερῶν μήτε πατρίδος μήτε νόμων, τοῦτον ἔχοντες ὑπὸ τῇ ὑμετέρᾳ ψήφῳ, οὐκ ἀποκτενεῖτε καὶ παράδειγμα τοῖς ἄλ‐ λοις ποιήσετε; πάντων ἄρ’ ἀνθρώπων ῥᾳθυμότατοι ἔσεσθε, καὶ ἥκιστα ἐπὶ τοῖς δεινοῖς ὀργιζόμενοι.
Leoc
.

28

Καὶ ταῦτα δ’ ὦ ἄνδρες ἐμοῦ θεωρήσατε, ὡς δικαίαν τὴν ἐξέτασιν ποιουμένου περὶ τούτων. οὐ γὰρ οἶμαι δεῖν ὑμᾶς ὑπὲρ τηλικούτων ἀδικημάτων εἰκάζοντας, ἀλλὰ τὴν ἀλήθειαν εἰδότας ψηφίζεσθαι, καὶ τοὺς μάρτυρας μὴ δώ‐
5σοντας ἔλεγχον μαρτυρεῖν, ἀλλὰ δεδωκότας. προὐκαλε‐ σάμην γὰρ αὐτοὺς πρόκλησιν ὑπὲρ τούτων ἁπάντων γρά‐ ψας καὶ ἀξιῶν βασανίζειν τοὺς τούτου οἰκέτας, ἧς {προσ‐ κλήσεως} 〈ἀκοῦσαι〉 ἄξιόν ἐστιν. καί μοι λέγε ταύτην.
8ΠΡΟΚΛΗΣΙΣ
Leoc
.

29

Ἀκούετε ὦ ἄνδρες τῆς προκλήσεως. ἅμα τοίνυν ταύτην Λεωκράτης οὐκ ἐδέχετο, καὶ κατεμαρτύρει αὑτοῦ, ὅτι προ‐ δότης τῆς πατρίδος ἐστίν· ὁ γὰρ τὸν παρὰ τῶν συνειδότων
ἔλεγχον φυγὼν ὡμολόγηκεν ἀληθῆ εἶναι τὰ εἰσηγγελμένα.43
5τίς γὰρ ὑμῶν οὐκ οἶδεν, ὅτι περὶ τῶν ἀμφισβητουμένων πολὺ δοκεῖ δικαιότατον καὶ δημοτικώτατον εἶναι, ὅταν οἰκέται ἢ θεράπαιναι συνειδῶσιν ἃ δεῖ, τούτους ἐλέγχειν καὶ βασανίζειν, καὶ τοῖς ἔργοις μᾶλλον ἢ τοῖς λόγοις πισ‐ τεύειν, ἄλλως τε καὶ περὶ πραγμάτων κοινῶν καὶ μεγάλων
Leoc
.

30

καὶ συμφερόντων τῇ πόλει; ἐγὼ τοίνυν τοσοῦτον ἀφέστη‐ κα τοῦ ἀδίκως τὴν εἰσαγγελίαν κατὰ Λεωκράτους ποιή‐ σασθαι, ὅσον ἐγὼ μὲν ἐβουλόμην τοῖς ἰδίοις κινδύνοις ἐν τοῖς Λεωκράτους οἰκέταις καὶ θεραπαίναις βασανισθεῖσι
5τὸν ἔλεγχον γενέσθαι, οὑτοσὶ δὲ διὰ τὸ συνειδέναι ἑαυτῷ οὐχ ὑπέμεινεν ἀλλ’ ἔφυγε. καίτοι ὦ ἄνδρες πολὺ θᾶττον οἱ Λεωκράτους οἰκέται καὶ θεράπαιναι τῶν γενομένων ἄν τι ἠρνήθησαν, ἢ τὰ μὴ ὄντα τοῦ αὑτῶν δεσπότου κατ‐
Leoc
.

31

εψεύσαντο. χωρὶς τοίνυν τούτων Λεωκράτης ἀναβοήσε‐ ται αὐτίκα ὡς ἰδιώτης ὤν, καὶ ὑπὸ τῆς τοῦ ῥήτορος καὶ συκοφάντου δεινότητος ἀναρπαζόμενος· ἐγὼ δ’ ἡγοῦμαι πάντας ὑμᾶς εἰδέναι, ὅτι τῶν μὲν δεινῶν καὶ συκοφαντεῖν
5ἐπιχειρούντων ἔργον ἐστὶν ἅμα τοῦτο προαιρεῖσθαι καὶ ζητεῖν τὰ χωρία ταῦτα, ἐν οἷς τοὺς παραλογισμοὺς κατὰ τῶν ἀγωνιζομένων ποιήσονται, τῶν δὲ δικαίως τὰς κρίσεις ἐνισταμένων καὶ τοὺς ἐνόχους ταῖς ἀραῖς ἀκριβῶς ἀποδει‐ κνύντων τἀναντία φαίνεσθαι τούτοις ποιοῦντας, ὥσπερ
Leoc
.

32

ἡμεῖς. οὑτωσὶ δὲ διαλογίζεσθε περὶ τούτων παρ’ ὑμῖν αὐτοῖς. τίνας ἀδύνατον ἦν τῇ δεινότητι καὶ ταῖς παρασκευ‐ αῖς ταῖς τοῦ λόγου παραγαγεῖν; κατὰ φύσιν τοίνυν βασανι‐
ζόμενοι πᾶσαν τὴν ἀλήθειαν περὶ πάντων τῶν ἀδικημάτων44
5ἔμελλον φράσειν οἱ οἰκέται καὶ αἱ θεράπαιναι. ἀλλὰ τού‐ τους {ὁ} Λεωκράτης παραδοῦναι ἔφυγε, καὶ ταῦτα οὐκ
Leoc
.

33

ἀλλοτρίους, ἀλλ’ αὑτοῦ ὄντας. τίνας δὲ δυνατὸν εἶναι δοκεῖ τοῖς λόγοις ψυχαγωγῆσαι, καὶ τὴν ὑγρότητα αὐτῶν τοῦ ἤθους τοῖς δακρύοις εἰς ἔλεον προαγαγέσθαι; τοὺς δικα‐ στάς. ἐνταῦθα Λεωκράτης ὁ προδότης τῆς πατρίδος ἐλήλυ‐
5θεν, οὐδὲν ἕτερον ἢ φοβούμενος, μὴ ἐκ τῆς αὐτῆς οἰκίας οἵ τ’ ἐξελέγχοντες τῷ ἔργῳ καὶ ὁ ἐξελεγχόμενος γένηται. τί γὰρ ἔδει προφάσεων ἢ λόγων ἢ σκήψεως; ἁπλοῦν τὸ
Leoc
.

34

δίκαιον, ῥᾴδιον τὸ ἀληθές, βραχὺς ὁ ἔλεγχος. εἰ μὲν ὁμο‐ λογεῖ τὰ ἐν τῇ εἰσαγγελίᾳ ἀληθῆ καὶ ὅσια εἶναι, τί οὐ τῆς ἐκ τῶν νόμων τιμωρίας τυγχάνει; εἰ δὲ μή φησι ταῦτα ἀληθῆ εἶναι, τί οὐ παραδέδωκε τοὺς οἰκέτας καὶ τὰς θερα‐
5παίνας; προσήκει γὰρ τὸν ὑπὲρ προδοσίας κινδυνεύοντα καὶ παραδιδόναι {καὶ} βασανίζειν καὶ μηδένα τῶν ἀκρι‐
Leoc
.

35

βεστάτων ἐλέγχων φεύγειν. ἀλλ’ οὐδὲν τούτων ἔπραξεν. ἀλλὰ καταμεμαρτυρηκὼς ἑαυτοῦ, ὅτι προδότης ἐστὶν τῆς πατρίδος καὶ τῶν ἱερῶν καὶ τῶν νόμων, ἀξιώσει ὑμᾶς ἐναντία ταῖς αὑτοῦ ὁμολογίαις καὶ μαρτυρίαις ψηφίσα‐
5σθαι; καὶ πῶς δίκαιόν ἐστι τὸν τὴν ἐξουσίαν τῆς ἀπολογίας αὑτοῦ ἐξ ἄλλων τε πολλῶν καὶ ἐκ τοῦ μὴ δέξασθαι τὰ δίκαια περιῃρημένον, τοῦτον ἐᾶσαι ὑμᾶς αὐτοὺς ὑπὲρ τῶν ὁμολογουμένων ἀδικημάτων ἐξαπατῆσαι;
Leoc
.

36

Περὶ μὲν οὖν τῆς προκλήσεως καὶ τοῦ ἀδικήματος, ὅτι ὁμολογούμενόν ἐστιν, ἱκανῶς ὑμᾶς ἡγοῦμαι ὦ ἄν‐ δρες μεμαθηκέναι· ἐν οἷς δὲ καιροῖς καὶ ἡλίκοις κινδύνοις τὴν πόλιν οὖσαν Λεωκράτης προδέδωκεν, ἀναμνῆσαι ὑμᾶς
5βούλομαι. καί μοι λαβὲ τὸ ψήφισμα γραμματεῦ τὸ Ὑπερεί‐
δου, καὶ ἀναγίγνωσκε.45
6ΨΗΦΙΣΜΑ
Leoc
.

37

Ἀκούετε τοῦ ψηφίσματος ὦ ἄνδρες, ὅτι τὴν βουλὴν τοὺς πεντακοσίους καταβαίνειν εἰς Πειραιᾶ χρηματιοῦσαν περὶ φυλακῆς τοῦ Πειραιέως ἐν τοῖς ὅπλοις ἔδοξε, καὶ πράττειν διεσκευασμένην ὅ τι ἂν δοκῇ τῷ δήμῳ συμφέρον εἶναι.
5καίτοι ὦ ἄνδρες εἰ οἱ ἀφειμένοι τοῦ στρατεύεσθαι ἕνεκα τοῦ βουλεύεσθαι ὑπὲρ τῆς πόλεως ἐν τῇ τῶν στρατιωτῶν τάξει διέτριβον, ἆρ’ ὑμῖν δοκοῦσι μικροὶ καὶ οἱ τυχόντες
Leoc
.

38

φόβοι τότε τὴν πόλιν κατασχεῖν; ἐν οἷς Λεωκράτης οὑτοσὶ καὶ αὐτὸς ἐκ τῆς πόλεως ἀποδρὰς ᾤχετο, καὶ τὰ χρή‐ ματα τὰ ὑπάρχοντα ἐξεκόμισε, καὶ 〈τὰ〉 ἱερὰ τὰ πατρῷα μετεπέμψατο, καὶ εἰς τοσοῦτον προδοσίας ἦλθεν, ὥστε
5κατὰ τὴν τούτου προαίρεσιν ἔρημοι μὲν 〈ἂν〉 ἦσαν οἱ νεῴ {τῶν ἱερέων}, ἔρημοι δ’ αἱ φυλακαὶ τῶν τειχῶν, ἐξελέλει‐
Leoc
.

39

πτο δ’ ἡ πόλις καὶ ἡ χώρα. καίτοι κατ’ ἐκείνους τοὺς χρό‐ νους ὦ ἄνδρες τίς οὐκ ἂν τὴν πόλιν ἠλέησεν, οὐ μόνον πολίτης, ἀλλὰ καὶ ξένος ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐπιδε‐ δημηκώς; τίς δ’ ἦν οὕτως ἢ μισόδημος τότ’ ἢ μισαθήναιος,
5ὅστις ἐδυνήθη ἂν ἄτακτον {τὸν} αὑτὸν ὑπομεῖναι ἰδεῖν; ἡνίκα ἡ μὲν ἧττα καὶ τὸ γεγονὸς πάθος τῷ 〈δήμῳ〉 προσ‐ ηγγέλλετο, ὀρθὴ δ’ ἦν ἡ πόλις ἐπὶ τοῖς συμβεβηκόσιν, αἱ δ’ ἐλπίδες τῆς σωτηρίας τῷ δήμῳ ἐν τοῖς ὑπὲρ πεντή‐
Leoc
.

40

κοντ’ ἔτη γεγονόσι καθειστήκεσαν, ὁρᾶν δ’ ἦν ἐπὶ μὲν τῶν θυρῶν γυναῖκας ἐλευθέρας, περιφόβους κατεπτηχυίας καὶ πυνθανομένας, εἰ ζῶσιν, τὰς μὲν ὑπὲρ ἀνδρός, τὰς δ’ ὑπὲρ πατρός, τὰς δ’ ὑπὲρ ἀδελφῶν, ἀναξίως αὑτῶν καὶ46
5τῆς πόλεως ὁρωμένας, τῶν δ’ ἀνδρῶν τοὺς τοῖς σώμασιν ἀπειρηκότας καὶ ταῖς ἡλικίαις πρεσβυτέρους καὶ ὑπὸ τῶν νόμων τοῦ στρατεύεσθαι ἀφειμένους ἰδεῖν ἦν καθ’ ὅλην τὴν πόλιν τότ’ ἐπὶ γήρως ὀδῷ περιφθειρομένους, διπλᾶ τὰ
Leoc
.

41

ἱμάτια ἐμπεπορπημένους. πολλῶν δὲ καὶ δεινῶν κατὰ τὴν πόλιν γιγνομένων, καὶ πάντων τῶν πολιτῶν τὰ μέγιστα ἠτυ‐ χηκότων, μάλιστ’ ἄν τις ἤλγησεν καὶ ἐδάκρυσεν ἐπὶ ταῖς τῆς πόλεως συμφοραῖς, ἡνίχ’ ὁρᾶν ἦν τὸν δῆμον ψηφισά‐
5μενον τοὺς μὲν δούλους ἐλευθέρους, τοὺς δὲ ξένους Ἀθηναί‐ ους, τοὺς δ’ ἀτίμους ἐπιτίμους· ὃς πρότερον ἐπὶ τῷ αὐτόχθων
Leoc
.

42

εἶναι καὶ ἐλεύθερος ἐσεμνύνετο. τοσαύτῃ δ’ ἡ πόλις ἐκέ‐ χρητο μεταβολῇ, ὥστε πρότερον μὲν ὑπὲρ τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας ἀγωνίζεσθαι, ἐν δὲ τοῖς τότε χρόνοις ἀγαπᾶν, ἐὰν ὑπὲρ τῆς αὑτῶν σωτηρίας ἀσφαλῶς δύνηται
5διακινδυνεῦσαι, καὶ πρότερον μὲν πολλῆς χώρας τῶν βαρβάρων ἐπάρχειν, τότε δὲ πρὸς Μακεδόνας ὑπὲρ τῆς ἰδίας κινδυνεύειν· καὶ τὸν δῆμον ὃν πρότερον Λακεδαι‐ μόνιοι καὶ Πελοποννήσιοι καὶ οἱ τὴν Ἀσίαν κατοικοῦντες Ἕλληνες βοηθὸν ἐπεκαλοῦντο, τοῦτον ἔδει τότ’ ἐξ Ἄνδρου
10καὶ Κέω καὶ Τροιζῆνος καὶ Ἐπιδαύρου ἐπικουρίαν αὑτῷ47
Leoc
.

43

μεταπέμψασθαι. ὥστε ὦ ἄνδρες τὸν ἐν τοῖς τοιούτοις φό‐ βοις καὶ τηλικούτοις κινδύνοις καὶ τοσαύτῃ αἰσχύνῃ ἐγ‐ καταλιπόντα τὴν πόλιν, καὶ μήτε 〈τὰ〉 ὅπλα θέμενον ὑπὲρ τῆς πατρίδος, μήτε τὸ σῶμα παρασχόντα τάξαι τοῖς στρα‐
5τηγοῖς, ἀλλὰ φυγόντα καὶ προδόντα τὴν τοῦ δήμου σωτη‐ ρίαν, τίς ἂν ἢ δικαστὴς φιλόπολις καὶ εὐσεβεῖν βουλόμενος ψήφῳ ἀπολύσειεν, ἢ ῥήτωρ κληθεὶς τῷ προδότῃ τῆς πό‐ λεως βοηθήσειε; τὸν οὐδὲ συμπενθῆσαι τὰς τῆς πατρίδος συμφορὰς τολμήσαντα, οὐδὲ συμβεβλημένον οὐδὲν εἰς τὴν
10τῆς πόλεως καὶ τοῦ δήμου σωτηρίαν, ὅθ’ ἡ μὲν χώρα τὰ δένδρα συνεβάλλετο, οἱ δὲ τετελευτηκότες τὰς θήκας, οἱ
Leoc
.

44

δὲ νεῲ τὰ ὅπλα. καίτοι κατ’ ἐκείνους τοὺς χρόνους οὐκ ἔστιν ἥτις ἡλικία οὐ παρέσχεν ἑαυτὴν εἰς τὴν τῆς πόλεως σωτηρίαν· ἐπεμελοῦντο γὰρ οἱ μὲν τῆς τῶν τειχῶν κατα‐ σκευῆς, οἱ δὲ τῆς τῶν τάφρων, οἱ δὲ τῆς χαρακώσεως·
5οὐδεὶς δ’ ἦν ἀργὸς τῶν ἐν τῇ πόλει. ἐφ’ ὧν οὐδενὸς τὸ
Leoc
.

45

σῶμα τὸ ἑαυτοῦ παρέσχε τάξαι Λεωκράτης. ὧν εἰκὸς ὑμᾶς ἀναμνησθέντας τὸν μηδὲ συνεξενεγκεῖν μηδ’ ἐπ’ ἐκ‐ φορὰν ἐλθεῖν ἀξιώσαντα τῶν ὑπὲρ τῆς ἐλευθερίας καὶ τοῦ δήμου σωτηρίας ἐν Χαιρωνείᾳ τελευτησάντων θανάτῳ
5ζημιῶσαι, ὡς τὸ ἐπὶ τούτῳ μέρος ἀτάφων ἐκείνων τῶν ἀνδρῶν γεγενημένων· ὧν οὗτος οὐδὲ τὰς θήκας παριὼν ᾐσχύνθη, ὀγδόῳ ἔτει τὴν πατρίδα αὐτῶν προσαγορεύων.
Leoc
.

46

Περὶ ὧν 〈ὦ〉 ἄνδρες μικρῷ πλείω βούλομαι διελθεῖν, καὶ
ὑμῶν ἀκοῦσαι δέομαι καὶ μὴ νομίζειν ἀλλοτρίους εἶναι τοὺς τοιούτους 〈λόγουσ〉 τῶν δημοσίων ἀγώνων· αἱ γὰρ τῶν ἀγαθῶν ἀνδρῶν εὐλογίαι τὸν ἔλεγχον σαφῆ κατὰ48
5τῶν τἀναντία ἐπιτηδευόντων ποιοῦσιν. ἔτι δὲ καὶ δίκαιον τὸν ἔπαινον, ὃς μόνος ἆθλον τῶν κινδύνων τοῖς ἀγαθοῖς ἀνδράσιν ἐστί, τοῦτον, ἐπειδὴ καὶ ἐκεῖνοι εἰς τὴν κοινὴν σωτηρίαν τῆς πόλεως τὰς ψυχὰς αὑτῶν ἀνήλωσαν, ἐν τοῖς δημοσίοις καὶ κοινοῖς ἀγῶσι τῆς πόλεως μὴ παραλείπειν.
Leoc
.

47

ἐκεῖνοι γὰρ τοῖς πολεμίοις ἀπήντησαν ἐπὶ τοῖς ὁρίοις τῆς Βοιωτίας ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας μαχούμενοι, οὐκ ἐν τοῖς τείχεσι τὰς ἐλπίδας τῆς σωτηρίας ἔχοντες, οὐδὲ τὴν χώραν κακῶς ποιεῖν προέμενοι τοῖς ἐχθροῖς,
5ἀλλὰ τὴν μὲν αὑτῶν ἀνδρείαν ἀσφαλεστέραν φυλακὴν εἶναι νομίζοντες τῶν λιθίνων περιβόλων, τὴν δὲ θρέψασαν αὑτοὺς αἰσχυνόμενοι περιορᾶν πορθουμένην, εἰκότως·
Leoc
.

48

ὥσπερ γὰρ πρὸς τοὺς φύσει γεννήσαντας καὶ τοὺς ποιητοὺς τῶν πατέρων οὐχ ὁμοίως ἔχουσιν ἅπαντες ταῖς εὐνοίαις, οὕτω καὶ πρὸς τὰς χώρας τὰς μὴ φύσει προσηκούσας, ἀλλ’ ὕστερον ἐπικτήτους γενομένας καταδεέστερον διά‐
5κεινται. τοιαύταις δὲ γνώμαις χρησάμενοι, καὶ τοῖς ἀρί‐ στοις ἀνδράσιν ἐξ ἴσου τῶν κινδύνων μετασχόντες, οὐχ ὁμοίως τῆς τύχης ἐκοινώνησαν· τῆς γὰρ ἀρετῆς οὐ ζῶντες ἀπολαύουσιν, ἀλλὰ τελευτήσαντες τὴν δόξαν καταλελοί‐ πασιν, οὐχ ἡττηθέντες, ἀλλ’ ἀποθανόντες ἔνθαπερ ἐτάχθη‐
Leoc
.

49

σαν ὑπὲρ τῆς ἐλευθερίας ἀμύνοντες. εἰ δὲ δεῖ καὶ παρα‐ δοξότατον μὲν εἰπεῖν, ἀληθὲς δέ, ἐκεῖνοι νικῶντες ἀπέθα‐ νον. ἃ γὰρ ἆθλα τοῦ πολέμου τοῖς ἀγαθοῖς ἀνδράσιν ἐστίν, ἐλευθερία καὶ ἀρετή, ταῦτ’ {γὰρ} ἀμφότερα τοῖς τελευτή‐49
5σασιν ὑπάρχει. ἔπειτα δ’ οὐδ’ οἷόν τ’ ἐστὶν εἰπεῖν ἡττῆ‐ σθαι τοὺς ταῖς διανοίαις μὴ πτήξαντας τὸν τῶν ἐπιόντων φόβον. μόνους γὰρ τοὺς ἐν τοῖς πολέμοις καλῶς ἀποθνῄ‐ σκοντας οὐδ’ ἂν εἷς ἡττῆσθαι δικαίως φήσειε· τὴν γὰρ δου‐
Leoc
.

50

λείαν φεύγοντες εὐκλεᾶ θάνατον αἱροῦνται. ἐδήλωσε δ’ ἡ τούτων τῶν ἀνδρῶν ἀρετή· μόνοι γὰρ τῶν ἁπάντων τὴν τῆς Ἑλλάδος ἐλευθερίαν ἐν τοῖς ἑαυτῶν σώμασιν εἶχον. ἅμα γὰρ οὗτοί τε τὸν βίον μετήλλαξαν, καὶ τὰ τῆς Ἑλλά‐
5δος εἰς δουλείαν μετέπεσεν· συνετάφη γὰρ τοῖς τούτων σώμασιν ἡ τῶν ἄλλων Ἑλλήνων ἐλευθερία. ὅθεν καὶ φανερὸν πᾶσιν ἐποίησαν οὐκ ἰδίᾳ πολεμοῦντες, ἀλλ’ ὑπὲρ 〈τῆσ〉 κοι‐ νῆς ἐλευθερίας προκινδυνεύοντες. ὥστε ὦ ἄνδρες οὐκ 〈ἂν〉 αἰσχυνθείην εἰπὼν στέφανον τῆς πατρίδος εἶναι τὰς ἐκεί‐
Leoc
.

51

νων ψυχάς. καὶ δι’ ἃ οὐκ ἀλόγως 〈ἀνδρείαν〉 ἐπετήδευον, ἐπίστασθε ὦ Ἀθηναῖοι μόνοι τῶν Ἑλλήνων τοὺς ἀγαθοὺς ἄνδρας τιμᾶν· εὑρήσετε δὲ παρὰ μὲν τοῖς ἄλλοις ἐν ταῖς ἀγοραῖς ἀθλητὰς ἀνακειμένους, παρ’ ὑμῖν δὲ στρατηγοὺς
5ἀγαθοὺς καὶ τοὺς τὸν τύραννον ἀποκτείναντας. καὶ τοιού‐ τους μὲν ἄνδρας οὐδ’ ἐξ ἁπάσης τῆς Ἑλλάδος ὀλίγους εὑρεῖν
ῥᾴδιον, τοὺς δὲ τοὺς στεφανίτας ἀγῶνας νενικηκότας εὐ‐ πετῶς πολλαχόθεν ἔστι γεγονότας ἰδεῖν. ὥσπερ τοίνυν τοῖς εὐεργέταις μεγίστας τιμὰς ἀπονέμετε, οὕτω δίκαιον καὶ50
10τοὺς τὴν πατρίδα καταισχύνοντας καὶ προδιδόντας ταῖς ἐσχάταις τιμωρίαις κολάζειν.
Leoc
.

52

Σκέψασθε δ’ ὦ ἄνδρες, ὅτι οὐδ’ ἐν ὑμῖν ἐστιν ἀποψηφί‐ σασθαι Λεωκράτους τουτουί, τὰ δίκαια ποιοῦσι. τὸ γὰρ ἀδίκημα τοῦτο κεκριμένον ἐστὶ καὶ κατεγνωσμένον. ἡ μὲν γὰρ ἐν Ἀρείῳ πάγῳ βουλή (καὶ μηδείς μοι θορυβήσῃ· ταύ‐
5την γὰρ ὑπολαμβάνω μεγίστην τότε γενέσθαι τῇ πόλει σωτηρίαν) τοὺς φυγόντας τὴν πατρίδα καὶ ἐγκαταλιπόντας τότε τοῖς πολεμίοις 〈συλ〉λαβοῦσα ἀπέκτεινε. καίτοι ὦ ἄνδρες μὴ νομίζετε τοὺς τὰ τῶν ἄλλων φονικὰ ἀδικήματα ὁσιώτατα δικάζοντας αὐτοὺς ἂν εἴς τινα τῶν πολιτῶν
Leoc
.

53

τοιοῦτόν τι παρανομῆσαι. ἀλλὰ μὴν Αὐτολύκου γε ὑμεῖς κατεψηφίσασθε, μείναντος μὲν αὐτοῦ ἐν τοῖς κινδύνοις, ἔχοντος δ’ αἰτίαν τοὺς υἱεῖς καὶ τὴν γυναῖκα ὑπεκθέσθαι, καὶ ἐτιμωρήσασθε. καίτοι εἰ τὸν τοὺς ἀχρήστους εἰς τὸν
5πόλεμον ὑπεκθέσθαι αἰτίαν ἔχοντα ἐτιμωρήσασθε, τί δεῖ πάσχειν ὅστις ἀνὴρ ὢν οὐκ ἀπέδωκε τὰ τροφεῖα τῇ πα‐ τρίδι; ἔτι δὲ ὁ δῆμος, δεινὸν ἡγησάμενος εἶναι τὸ γιγνόμε‐ νον, ἐψηφίσατο ἐνόχους εἶναι τῇ προδοσίᾳ τοὺς φεύγοντας τὸν ὑπὲρ τῆς πατρίδος κίνδυνον, ἀξίους εἶναι νομίζων τῆς
Leoc
.

54

ἐσχάτης τιμωρίας. ἃ δὴ κατέγνωσται μὲν παρὰ τῷ δικαιο‐ τάτῳ συνεδρίῳ, κατεψήφισται δ’ ὑφ’ ὑμῶν τῶν δικάζειν
λαχόντων, ὁμολογεῖται δὲ παρὰ τῷ δήμῳ τῆς μεγίστης ἄξια εἶναι τιμωρίας, τούτοις ὑμεῖς ἐναντία ψηφιεῖσθε; πάν‐51
5των ἄρ’ ἀνθρώπων ἔσεσθε ἀγνωμονέστατοι, καὶ ἐλαχί‐ στους ἕξετε τοὺς ὑπὲρ ὑμῶν αὐτῶν κινδυνεύοντας.
Leoc
.

55

Ὡς μὲν οὖν ἔνοχός ἐστι τοῖς εἰσηγγελμένοις ἅπασιν ὦ ἄνδρες Λεωκράτης φανερόν ἐστι· πυνθάνομαι δ’ αὐτὸν ἐπιχειρήσειν ὑμᾶς ἐξαπατᾶν λέγοντα, ὡς ἔμπορος ἐξέπλευ‐ σε καὶ κατὰ ταύτην τὴν ἐργασίαν ἀπεδήμησεν εἰς Ῥόδον.
5ἐὰν οὖν ταῦτα λέγῃ, ἐνθυμεῖσθ’ ᾧ ῥᾳδίως λήψεσθ’ αὐτὸν ψευδόμενον. πρῶτον μὲν γὰρ οὐκ ἐκ τῆς Ἀκτῆς κατὰ τὴν πυλίδα ἐμβαίνουσιν οἱ κατ’ ἐμπορίαν πλέοντες, ἀλλ’ εἴσω τοῦ λιμένος, ὑπὸ πάντων τῶν φίλων ὁρώμενοι καὶ ἀπο‐ στελλόμενοι· ἔπειτα οὐ μετὰ τῆς ἑταίρας καὶ τῶν θεραπαι‐
Leoc
.

56

νῶν, ἀλλὰ μόνοι μετὰ παιδὸς τοῦ διακονοῦντος. πρὸς δὲ τούτοις τί προσῆκεν ἐν Μεγάροις τὸν Ἀθηναῖον {ὡς} ἔμπο‐ ρον πέντε ἔτη κατοικεῖν, καὶ τὰ ἱερὰ τὰ πατρῷα μετακομί‐ ζεσθαι, καὶ τὴν οἰκίαν τὴν ἐνθάδε πωλεῖν, εἰ μὴ κατεγνώκει
5τε αὑτοῦ προδεδωκέναι τὴν πατρίδα καὶ μεγάλα πάν‐ τας ἠδικηκέναι; ὃ καὶ πάντων γένοιτ’ ἂν ἀτοπώτατον, εἰ περὶ ὧν αὐτὸς προσεδόκα τεύξεσθαι τιμωρίας, ταῦθ’ ὑμεῖς ἀπολύσαιτε κύριοι γενόμενοι τῆς ψήφου. χωρὶς δὲ τούτων οὐχ ἡγοῦμαι δεῖν ἀποδέχεσθαι ταύτην τὴν
Leoc
.

57

ἀπολογίαν. πῶς γὰρ οὐ δεινὸν τοὺς μὲν κατ’ ἐμπο‐ ρίαν ἀποδημοῦντας σπεύδειν ἐπὶ τὴν τῆς πόλεως βοή‐ θειαν, τοῦτον δὲ μόνον ἐν τοῖς τότε καιροῖς καὶ κατ’ ἐργασίαν ἐκπλεῖν, ἡνίκα οὐδ’ ἂν εἷς προσκτήσασθαι
5οὐδὲν ἂν ἐζήτησεν, ἀλλὰ τὰ ὑπάρχοντα μόνον διαφυ‐ λάξαι; ἡδέως δ’ ἂν αὐτοῦ πυθοίμην, τίν’ ἐμπορίαν εἰσάγων χρησιμώτερος ἐγένετο ἂν τῇ πόλει τοῦ παρα‐ σχεῖν τὸ σῶμα τάξαι τοῖς στρατηγοῖς καὶ τοὺς ἐπιόν‐ τας ἀμύνασθαι μεθ’ ὑμῶν μαχόμενος. ἐγὼ μὲν οὐδε‐52
Leoc
.

58

μίαν ὁρῶ τηλικαύτην οὖσαν βοήθειαν. ἄξιον δ’ ἐστὶν οὐ μόνον αὐτῷ διὰ τὴν πρᾶξιν ὀργίζεσθαι ταύτην, ἀλλὰ καὶ διὰ τὸν λόγον τοῦτον· φανερῶς γὰρ ψεύδε‐ σθαι τετόλμηκεν. οὔτε γὰρ πρότερον οὐδὲ πώποτε
5ἐγένετο ἐπὶ ταύτης τῆς ἐργασίας, ἀλλ’ ἐκέκτητο χαλκο‐ τύπους, οὔτε τότ’ ἐκπλεύσας οὐδὲν εἰσήγαγεν ἐκ Με‐ γάρων, ἓξ ἔτη συνεχῶς ἀποδημήσας. ἔτι δὲ καὶ 〈τῆσ〉 πεντηκοστῆς μετέχων ἐτύγχανεν, ἣν οὐκ ἂν καταλιπὼν κατ’ ἐμπορίαν ἀπεδήμει. ὥστ’ ἂν μέν τι περὶ τούτων
10λέγῃ, οὐδ’ ὑμᾶς ἐπιτρέψειν αὐτῷ νομίζω.
Leoc
.

59

Ἥξει δ’ ἴσως ἐπ’ ἐκεῖνον τὸν λόγον φερόμενος, ὃν αὐτῷ συμβεβουλεύκασί τινες τῶν συνηγόρων, ὡς οὐκ ἔνοχός ἐστι τῇ προδοσίᾳ· οὔτε γὰρ νεωρίων κύριος οὔτε πυλῶν οὔτε στρατοπέδων οὔθ’ ὅλως τῶν τῆς πόλεως
5οὐδενός. ἐγὼ δ’ ἡγοῦμαι τοὺς μὲν τούτων κυρίους μέρος ἄν τι προδοῦναι τῆς ὑμετέρας δυνάμεως, τουτονὶ δ’ ὅλην ἔκδοτον ποιῆσαι τὴν πόλιν. ἔτι δ’ οἱ μὲν τοὺς ζῶντας μόνον ἀδικοῦσι προδιδόντες, οὗτος δὲ καὶ τοὺς τετελευτηκότας {καὶ τὰ ἐν τῇ χώρᾳ ἱερά}, τῶν πατρίων νομίμων ἀποστε‐
Leoc
.

60

ρῶν· καὶ ὑπὸ μὲν ἐκείνων προδοθεῖσαν οἰκεῖσθαι ἂν συν‐ έβαινε δούλην οὖσαν τὴν πόλιν, ὃν δὲ τρόπον οὗτος ἐξέλιπεν, ἀοίκητον ἂν γενέσθαι. ἔτι δ’ ἐκ μὲν τοῦ κακῶς πράττειν
τὰς πόλεις μεταβολῆς τυχεῖν ἐπὶ τὸ βέλτιον εἰκός ἐστιν,53
5ἐκ δὲ τοῦ παντάπασι γενέσθαι ἀναστάτους καὶ τῶν κοινῶν ἐλπίδων στερηθῆναι. ὥσπερ γὰρ ἀνθρώπῳ ζῶντι μὲν ἐλπὶς ἐκ τοῦ κακῶς πρᾶξαι μεταπεσεῖν, τε‐ λευτήσαντι δὲ συνανῄρηται πάντα δι’ ὧν ἄν τις εὐδαι‐ μονήσειεν, οὕτω καὶ περὶ τὰς πόλεις συμβαίνει πέρας
Leoc
.

61

ἔχειν τὴν ἀτυχίαν, ὅταν ἀνάστατοι γένωνται. εἰ γὰρ δεῖ τὴν ἀλήθειαν εἰπεῖν, πόλεώς ἐστι θάνατος ἀνάστα‐ τον γενέσθαι. τεκμήριον δὲ μέγιστον· ἡμῶν γὰρ ἡ πόλις τὸ μὲν παλαιὸν ὑπὸ τῶν τυράννων κατεδουλώθη, τὸ δ’
5ὕστερον ὑπὸ τῶν τριάκοντα, 〈ὅτε〉 καὶ ὑπὸ Λακεδαιμονίων τὰ τείχη καθῃρέθη· καὶ ἐκ τούτων ὅμως ἀμφοτέρων ἠλευ‐ θερώθημεν, καὶ τῆς τῶν Ἑλλήνων εὐδαιμονίας ἠξιώθημεν
Leoc
.

62

προστάται γενέσθαι. ἀλλ’ οὐχ ὅσαι πώποτ’ ἀνάστατοι γεγόνασι. τοῦτο μὲν γάρ, εἰ καὶ παλαιότερον εἰπεῖν ἐστι, τὴν Τροίαν τίς οὐκ ἀκήκοεν, ὅτι μεγίστη γεγενημένη τῶν τότε πόλεων καὶ πάσης ἐπάρξασα τῆς Ἀσίας, ὡς
5ἅπαξ ὑπὸ τῶν Ἑλλήνων κατεσκάφη, τὸν αἰῶνα ἀοίκητός ἐστι; τοῦτο δὲ Μεσσήνην πεντακοσίοις ἔτεσιν ὕστερον ἐκ τῶν τυχόντων ἀνθρώπων συνοικισθεῖσαν;
Leoc
.

63

Ἴσως οὖν τῶν συνηγόρων αὐτῷ τολμήσει τις εἰ‐
πεῖν, μικρὸν τὸ πρᾶγμα ποιῶν, ὡς οὐδὲν ἂν παρ’ ἕνα ἄνθρωπον ἐγένετο τούτων· καὶ οὐκ αἰσχύνονται τοιαύ‐ την ἀπολογίαν ποιούμενοι πρὸς ὑμᾶς, ἐφ’ ᾗ δικαίως54
5ἂν ἀποθάνοιεν. εἰ μὲν γὰρ ὁμολογοῦσι τὴν πατρίδα αὐτὸν ἐκλιπεῖν, τοῦτο συγχωρήσαντες ὑμᾶς ἐώντων διαγνῶναι περὶ τοῦ μεγέθους· εἰ δ’ ὅλως μηδὲν τού‐ των πεποίηκεν, οὐ μανία δή που τοῦτο λέγειν, ὡς οὐδὲν
Leoc
.

64

ἂν ἐγένετο παρὰ τοῦτον; ἡγοῦμαι δ’ ἔγωγε ὦ ἄνδρες τοὐ‐ ναντίον τούτοις, παρὰ τοῦτον εἶναι τῇ πόλει τὴν σωτηρίαν. ἡ γὰρ πόλις οἰκεῖται κατὰ τὴν ἰδίαν ἑκάστου μοῖραν φυλατ‐ τομένη· ὅταν οὖν ταύτην ἐφ’ ἑνός τις παρίδῃ, λέληθεν
5ἑαυτὸν ἐφ’ ἁπάντων τοῦτο πεποιηκώς. καίτοι ῥᾴδιόν ἐστιν ὦ ἄνδρες, πρὸς τὰς τῶν ἀρχαίων νομο‐
Leoc
.

65

θετῶν διανοίας ἀποβλέψαντας τὴν ἀλήθειαν εὑρεῖν. ἐκεῖ‐ νοι γὰρ οὐ τῷ μὲν ἑκατὸν τάλαντα κλέψαντι θάνατον ἔταξαν, τῷ δὲ δέκα δραχμὰς ἔλαττον ἐπιτίμιον· οὐδὲ τὸν μὲν μεγάλα ἱεροσυλήσαντα ἀπέκτεινον, τὸν δὲ μικρὰ
5ἐλάττονι τιμωρίᾳ ἐκόλαζον· οὐδὲ τὸν μὲν οἰκέτην ἀπο‐ κτείναντα ἀργυρίῳ ἐζημίουν, τὸν δὲ ἐλεύθερον εἶργον τῶν νομίμων· ἀλλ’ ὁμοίως ἐπὶ πᾶσι καὶ τοῖς ἐλαχίστοις παρα‐
Leoc
.

66

νομήμασι θάνατον ὥρισαν εἶναι τὴν ζημίαν. οὐ γὰρ πρὸς τὸ ἴδιον ἕκαστος αὐτῶν ἀπέβλεπε τοῦ γεγενημένου πράγμα‐ τος, οὐδ’ ἐντεῦθεν τὸ μέγεθος τῶν ἁμαρτημάτων ἐλάμ‐ βανον, ἀλλ’ αὐτὸ ἐσκόπουν τοῦτο, εἰ πέφυκε τὸ ἀδί‐
5κημα τοῦτο ἐπὶ πλέον ἐλθὸν μέγα βλάπτειν τοὺς ἀνθρώ‐ πους. καὶ γὰρ ἄτοπον ἄλλως πως περὶ τούτου ἐξετάζειν.
φέρε γὰρ ὦ ἄνδρες, εἴ τις ἕνα νόμον εἰς τὸ Μητρῷον ἐλθὼν ἐξαλείψειεν, εἶτ’ ἀπολογοῖτο ὡς οὐδὲν παρὰ τοῦτον τῇ πόλει ἐστίν, ἆρ’ οὐκ ἂν ἀπεκτείνατ’ αὐτόν; ἐγὼ μὲν οἶμαι55
Leoc
.

67

δικαίως, εἴπερ ἐμέλλετε καὶ τοὺς ἄλλους σῴζειν. τὸν αὐτὸν τοίνυν τρόπον κολαστέον ἐστὶν τοῦτον, εἰ μέλλετε τοὺς ἄλλους πολίτας βελτίους ποιήσειν· καὶ οὐ τοῦτο λογιεῖσθε, εἰ εἷς ἐστι μόνος ὁ ἄνθρωπος, ἀλλ’ εἰς τὸ πρᾶγμα 〈***
5ἐγὼ μὲν γὰρ ἡγοῦμαι τὸ 〈μὲν〉 μὴ πολλοὺς τοιούτους γενέ‐ σθαι ἡμέτερον εὐτύχημα εἶναι, τοῦτον μέντοι διὰ τοῦτο μεί‐ ζονος τιμωρίας ἄξιον εἶναι τυχεῖν, ὅτι μόνος τῶν ἄλλων πολιτῶν οὐ κοινήν, ἀλλ’ ἰδίαν τὴν σωτηρίαν ἐζήτησεν.
Leoc
.

68

Ἀγανακτῶ δὲ μάλιστα ὦ ἄνδρες, ἐπειδὰν ἀκούσω τῶν μετὰ τούτου τινὸς λέγοντος, ὡς οὐκ ἔστι τοῦτο προ‐ διδόναι, εἴ τις ᾤχετο ἐκ τῆς πόλεως· καὶ γὰρ οἱ πρόγονοί ποθ’ ὑμῶν τὴν πόλιν καταλιπόντες, ὅτε πρὸς Ξέρξην ἐπο‐
5λέμουν, εἰς Σαλαμῖνα διέβησαν. καὶ οὕτως ἐστὶν ἀνόητος καὶ παντάπασιν ὑμῶν καταπεφρονηκώς, ὥστε τὸ κάλλι‐
Leoc
.

69

στον τῶν ἔργων πρὸς τὸ αἴσχιστον συμβαλεῖν ἠξίωσε. ποῦ γὰρ οὐ περιβόητος ἐκείνων τῶν ἀνδρῶν ἡ ἀρετὴ γέγονε; τίς δ’ οὕτως ἢ φθονερός ἐστιν ἢ παντάπασιν ἀφιλότιμος, ὃς οὐκ ἂν εὔξαιτο τῶν ἐκείνοις πεπραγμένων μετασχεῖν;
5οὐ γὰρ τὴν πόλιν ἐξέλιπον, ἀλλὰ τὸν τόπον μετήλλαξαν,
Leoc
.

70

πρὸς τὸν ἐπιόντα κίνδυνον καλῶς βουλευσάμενοι. Ἐτεό‐ νικος μὲν γὰρ ὁ Λακεδαιμόνιος καὶ Ἀδείμαντος ὁ Κορίν‐ θιος καὶ τὸ Αἰγινητῶν ναυτικὸν ὑπὸ νύκτα τὴν σωτηρίαν αὑτοῖς ἔμελλον πορίζεσθαι· ἐγκαταλειπόμενοι δ’ οἱ πρό‐
5γονοι ὑπὸ πάντων τῶν Ἑλλήνων, βίᾳ καὶ τοὺς ἄλλους ἠλευ‐
θέρωσαν, ἀναγκάσαντες ἐν Σαλαμῖνι μεθ’ αὑτῶν πρὸς τοὺς βαρβάρους ναυμαχεῖν. μόνοι δ’ ἀμφοτέρων περι‐ γεγόνασι, καὶ τῶν πολεμίων καὶ τῶν συμμάχων, ὡς ἑκατέρων προσῆκε, τοὺς μὲν εὐεργετοῦντες, τοὺς δὲ56
10μαχόμενοι νικῶντες. ἆρά γ’ ὅμοιοι τῷ φεύγοντι τὴν
Leoc
.

71

πατρίδα τεττάρων ἡμερῶν πλοῦν εἰς Ῥόδον; ἦ που τα‐ χέως ἂν ἠνέσχετό τις ἐκείνων τῶν ἀνδρῶν τοιοῦτον ἔργον, ἀλλ’ οὐκ ἂν κατέλευσαν τὸν καταισχύνοντα τὴν αὑτῶν ἀριστείαν. οὕτω γοῦν ἐφίλουν τὴν πατρίδα πάντες,
5ὥστε τὸν παρὰ Ξέρξου πρεσβευτὴν Ἀλέξανδρον, φίλον ὄντα αὐτοῖς πρότερον, ὅτι γῆν καὶ ὕδωρ ᾔτησε, μικροῦ δεῖν κατέλευσαν. ὅπου δὲ καὶ τοῦ λόγου τιμωρίαν ἠξίουν λαμβάνειν, ἦ που τὸν ἔργῳ παραδόντα τὴν πόλιν ὑποχείριον τοῖς πολεμίοις οὐ μεγάλαις ἂν ζημίαις ἐκό‐
Leoc
.

72

λασαν; τοιγαροῦν τοιαύταις χρώμενοι γνώμαις, ἑβδομή‐ κοντα μὲν ἔτη τῶν Ἑλλήνων ἡγεμόνες κατέστησαν, Φοινίκην δὲ καὶ Κιλικίαν ἐπόρθησαν, ἐπ’ Εὐρυμέδοντι δὲ καὶ πεζομαχοῦντες καὶ ναυμαχοῦντες ἐνίκησαν, ἑκατὸν
5δὲ τριήρεις τῶν βαρβάρων αἰχμαλώτους ἔλαβον, ἅπασαν
Leoc
.

73

δὲ τὴν Ἀσίαν κακῶς ποιοῦντες περιέπλευσαν. καὶ τὸ κεφάλαιον τῆς νίκης, οὐ τὸ ἐν Σαλαμῖνι τρόπαιον ἀγαπή‐ σαντες ἔστησαν, ἀλλ’ ὅρους τοῖς βαρβάροις πήξαντες
τοὺς εἰς τὴν ἐλευθερίαν τῆς Ἑλλάδος, καὶ τούτους κωλύ‐57
5σαντες ὑπερβαίνειν, συνθήκας ἐποιήσαντο, μακρῷ μὲν πλοίῳ μὴ πλεῖν ἐντὸς Κυανέων καὶ Φασήλιδος, τοὺς δ’ Ἕλληνας αὐτονόμους εἶναι, μὴ μόνον τοὺς τὴν Εὐρώπην,
Leoc
.

74

ἀλλὰ καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας. καίτοι οἴεσθ’ ἄν, εἰ τῇ Λεωκράτους διανοίᾳ χρησάμενοι πάντες ἔφυγον, τούτων ἄν τι γενέσθαι τῶν καλῶν ἔργων, ἢ ταύτην ἂν ἔτι τὴν χώραν κατοικεῖν ὑμᾶς; χρὴ τοίνυν ὦ ἄνδρες, ὥσπερ
5τοὺς ἀγαθοὺς ἐπαινεῖτε καὶ τιμᾶτε, οὕτω καὶ τοὺς κακοὺς μισεῖν τε καὶ κολάζειν, ἄλλως τε καὶ Λεωκράτην, ὃς οὔτε ἔδεισεν οὔτε ᾐσχύνθη ὑμᾶς.
Leoc
.

75

Καίτοι ὑμεῖς τίνα τρόπον νενομίκατε περὶ τούτων, καὶ πῶς ἔχετε ταῖς διανοίαις, θεωρήσατε. ἄξιον γὰρ ὅμως καίπερ πρὸς εἰδότας διελθεῖν· ἐγκώμιον γὰρ νὴ τὴν Ἀθηνᾶν εἰσι τῆς πόλεως οἱ παλαιοὶ νόμοι καὶ τὰ
5ἔθη τῶν ἐξ ἀρχῆς ταῦτα κατασκευασάντων. οἷς ἂν προσ‐ έχητε, τὰ δίκαια ποιήσετε, καὶ πᾶσιν ἀνθρώποις σεμνοὶ
Leoc
.

76

καὶ ἄξιοι τῆς πόλεως δόξετ’ εἶναι. ὑμῖν γὰρ ἔστιν ὅρκος, ὃν ὀμνύουσι πάντες οἱ πολῖται, ἐπειδὰν εἰς τὸ ληξιαρχι‐ κὸν γραμματεῖον ἐγγραφῶσιν καὶ ἔφηβοι γένωνται, μήτε τὰ ἱερὰ ὅπλα καταισχυνεῖν μήτε τὴν τάξιν λείψειν, ἀμυνεῖν
5δὲ τῇ πατρίδι καὶ ἀμείνω παραδώσειν. ὃν εἰ μὲν ὀμώμοκε Λεωκράτης, φανερῶς ἐπιώρκηκεν, καὶ οὐ μόνον ὑμᾶς ἠδίκηκεν, ἀλλὰ καὶ εἰς τὸ θεῖον ἠσέβηκεν· εἰ δὲ μὴ ὀμώμο‐ κεν, εὐθὺς δῆλός ἐστι παρασκευασάμενος 〈ὡσ〉 οὐδὲν ποιήσων τῶν δεόντων, ἀνθ’ ὧν δικαίως ἂν αὐτὸν καὶ
10ὑπὲρ ὑμῶν καὶ ὑπὲρ τῶν θεῶν τιμωρήσαισθε. βούλομαι
Leoc
.

77

δ’ ὑμᾶς ἀκοῦσαι τοῦ ὅρκου. λέγε γραμματεῦ.58
1ΟΡΚΟΣ Οὐκ αἰσχυνῶ τὰ ἱερὰ ὅπλα οὐδὲ λείψω τὸν παραστάτην ὅπου ἂν στ〈ο〉ιχήσω· ἀμυνῶ δὲ καὶ ὑπὲρ ἱερῶν καὶ ὁσίων καὶ ο〈ὐ〉κ ἐλάττω παραδώσω τὴν πατρίδα, πλείω
5δὲ καὶ ἀρείω κατά τε ἐμαυτὸν καὶ μετὰ ἁπάντων· καὶ εὐηκοήσω τῶν ἀεὶ κραινόντων ἐμφρόνως καὶ τῶν θεσμῶν τῶν ἱδρυμένων καὶ οὓς ἂν τὸ λοιπὸν ἱδρύσωνται ἐμφρό‐ νως· ἐὰν δέ τις ἀναιρεῖ, οὐκ ἐπιτρέψω κατά τε ἐμαυτὸν καὶ μετὰ πάντων, καὶ τιμήσω ἱερὰ τὰ πάτρια. ἵστορεςο
10θεοὶ Ἄγλαυρος, Ἑστία, Ἐνυώ, Ἐνυάλιος Ἄρης καὶ Ἀθηνᾶ Ἀρεία, Ζεύς, Θαλλώ, Αὐξώ, Ἡγεμόνη, Ἡρακλῆς, ὅροι
τῆς πατρίδος πυροί, κριθαί, ἄμπελοι, ἐλάαι, συκαῖ.〉 Καλός γ’ ὦ ἄνδρες καὶ ὅσιος ὁ ὅρκος. παρὰ τοῦτον τοίνυν ἅπαντα πεποίηκε Λεωκράτης. καίτοι πῶς ἂν ἄνθρωπος59
15γένοιτο ἀνοσιώτερος ἢ μᾶλλον προδότης τῆς πατρίδος; τίνα δ’ ἂν τρόπον ὅπλα καταισχύνειέ τις μᾶλλον, ἢ εἰ λαβεῖν μὴ θέλοι καὶ τοὺς πολεμίους ἀμύνασθαι; πῶς δ’ οὐ καὶ τὸν παραστάτην καὶ τὴν τάξιν λέλοιπεν ὁ μηδὲ τάξαι τὸ
Leoc
.

78

σῶμα παρασχών; ποῦ δ’ ὑπὲρ ὁσίων καὶ ἱερῶν ἤμυνεν ἂν ὁ μηδένα κίνδυνον ὑπομείνας; τίνι δ’ ἂν τὴν πατρίδα παρ‐ έδωκε μείζονα προδοσίᾳ; τὸ γὰρ τούτου μέρος ἐκλελειμ‐ μένη τοῖς πολεμίοις ὑποχείριός ἐστιν. εἶτα τοῦτον οὐκ
5ἀποκτενεῖτε τὸν ἁπάσαις ταῖς ἀδικίαις ἔνοχον ὄντα; τίνας οὖν τιμωρήσεσθε; τοὺς ἕν τι τούτων ἡμαρτηκό‐ τας; ῥᾴδιον ἔσται παρ’ ὑμῖν ἄρα μεγάλα ἀδικεῖν, εἰ φανεῖσθε ἐπὶ τοῖς μικροῖς μᾶλλον ὀργιζόμενοι.
Leoc
.

79

Καὶ μὴν ὦ ἄνδρες καὶ τοῦθ’ ὑμᾶς δεῖ μαθεῖν, ὅτι τὸ συνέχον τὴν δημοκρατίαν ὅρκος ἐστί. τρία γάρ ἐστιν ἐξ ὧν ἡ πολιτεία συνέστηκεν, ὁ ἄρχων, ὁ δικαστής, ὁ ἰδιώτης. τούτων τοίνυν ἕκαστος ταύτην πίστιν δίδωσιν,
5εἰκότως· τοὺς μὲν γὰρ ἀνθρώπους πολλοὶ ἤδη ἐξαπατή‐ σαντες καὶ διαλαθόντες οὐ μόνον τῶν παρόντων κινδύνων ἀπελύθησαν, ἀλλὰ καὶ τὸν ἄλλον χρόνον ἀθῷοι τῶν ἀδι‐ κημάτων τούτων εἰσί· τοὺς δὲ θεοὺς οὔτ’ ἂν ἐπιορκήσας τις λάθοι, οὔτ’ ἂν ἐκφύγοι τὴν ἀπ’ αὐτῶν τιμωρίαν, ἀλλ’
10εἰ μὴ αὐτός, οἱ παῖδές γε καὶ τὸ γένος ἅπαν τὸ τοῦ ἐπι‐
Leoc
.

80

ορκήσαντος μεγάλοις ἀτυχήμασι περιπίπτει. διόπερ ὦ ἄνδρες δικασταὶ ταύτην πίστιν ἔδοσαν αὑτοῖς ἐν Πλαταιαῖς πάντες οἱ Ἕλληνες, ὅτ’ ἔμελλον παραταξάμενοι μάχεσθαι
πρὸς τὴν Ξέρξου δύναμιν, οὐ παρ’ αὑτῶν εὑρόντες, ἀλλὰ60
5μιμησάμενοι τὸν παρ’ ὑμῖν εἰθισμένον ὅρκον. ὃν ἄξιόν ἐστιν ἀκοῦσαι· καὶ γὰρ παλαιῶν ὄντων τῶν τότε πεπραγ‐ μένων ὅμως ἴχνος ἔστιν ἐν τοῖς γεγραμμένοις ἰδεῖν τῆς ἐκείνων ἀρετῆς. καί μοι ἀναγίγνωσκε αὐτόν.
Leoc
.

81

〈ΟΡΚΟΣ.〉 Οὐ ποιήσομαι περὶ πλείονος τὸ ζῆν τῆς ἐλευθερίας, οὐδ’ ἐγκαταλείψω τοὺς ἡγεμόνας οὔτε ζῶντας οὔτε ἀποθανόντας, ἀλλὰ τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας τῶν συμμάχων ἅπαντας θάψω. καὶ κρατήσας τῷ πολέμῳ τοὺς βαρβάρους, τῶν μὲν μαχε‐
5σαμένων ὑπὲρ τῆς Ἑλλάδος πόλεων οὐδεμίαν ἀνάστατον ποιήσω, τὰς δὲ τὰ τοῦ βαρβάρου προελομένας ἁπάσας δεκατεύσω. καὶ τῶν ἱερῶν τῶν ἐμπρησθέντων καὶ καταβληθέντων ὑπὸ τῶν βαρβάρων οὐδὲν ἀνοικοδομήσω παντάπασιν, ἀλλ’ ὑπόμνημα τοῖς ἐπιγιγνο‐ μένοις ἐάσω καταλείπεσθαι τῆς τῶν βαρβάρων ἀσεβείας.
Leoc
.

82

Οὕτω τοίνυν ὦ ἄνδρες σφόδρα ἐνέμειναν ἐν τούτῳ πάν‐ τες, ὥστε καὶ τὴν παρὰ τῶν θεῶν εὔνοιαν μεθ’ ἑαυτῶν ἔσχον βοηθόν, καὶ πάντων 〈τῶν〉 Ἑλλήνων ἀνδρῶν ἀγα‐ θῶν γενομένων πρὸς τὸν κίνδυνον, μάλιστα ἡ πόλις ὑμῶν
5εὐδοκίμησεν. ὃ καὶ πάντων ἂν εἴη δεινότατον, τοὺς μὲν προ‐ γόνους ὑμῶν ἀποθνῄσκειν τολμᾶν ὥστε μὴ τὴν πόλιν ἀδο‐ ξεῖν, ὑμᾶς δὲ μὴ κολάζειν τοὺς καταισχύναντας αὐτήν, ἀλλὰ περιορᾶν τὴν κοινὴν καὶ μετὰ πολλῶν πόνων συνει‐ λεγμένην εὔκλειαν ταύτην διὰ τὴν τῶν τοιούτων ἀνδρῶν61
10πονηρίαν καταλυομένην.
Leoc
.

83

Καίτοι ὦ ἄνδρες μόνοις ὑμῖν τῶν Ἑλλήνων οὐκ ἔστιν οὐδὲν τούτων περιιδεῖν. βούλομαι δὲ μικρὰ τῶν παλαιῶν ὑμῖν διελθεῖν, οἷς παραδείγμασι χρώμενοι καὶ περὶ τούτων καὶ περὶ τῶν ἄλλων βέλτιον βουλεύσεσθε. τοῦτο γὰρ
5ἔχει μέγιστον ἡ πόλις ὑμῶν ἀγαθόν, ὅτι τῶν καλῶν ἔργων παράδειγμα τοῖς Ἕλλησι γέγονεν· ὅσον γὰρ τῷ χρόνῳ πασῶν ἐστιν ἀρχαιοτάτη, τοσοῦτον οἱ πρόγονοι ἡμῶν τῶν
Leoc
.

84

ἄλλων ἀνθρώπων ἀρετῇ διενηνόχασιν. ἐπὶ Κόδρου γὰρ βασιλεύοντος Πελοποννησίοις γενομένης ἀφορίας κατὰ τὴν χώραν αὐτῶν ἔδοξε στρατεύειν ἐπὶ τὴν πόλιν ἡμῶν, καὶ ἡμῶν τοὺς προγόνους ἐξαναστήσαντας κατανείμα‐
5σθαι τὴν χώραν. καὶ πρῶτον μὲν εἰς Δελφοὺς ἀποστείλαντες τὸν θεὸν ἐπηρώτων, εἰ λήψονται τὰς Ἀθήνας· ἀνελόντος δ’ αὐτοῖς τοῦ θεοῦ, ὅτι τὴν πόλιν αἱρήσουσιν ἐὰν μὴ τὸν βασιλέα τὸν Ἀθηναίων {Κόδρον} ἀποκτείνωσιν, ἐστρά‐
Leoc
.

85

τευον ἐπὶ τὰς Ἀθήνας. Κλεόμαντις δὲ τῶν Δελφῶν τις, πυθόμενος τὸ χρηστήριον, δι’ ἀπορρήτων ἐξήγγειλε τοῖς
Ἀθηναίοις. οὕτως οἱ πρόγονοι ἡμῶν ὡς ἔοικε καὶ τοὺς ἔξωθεν ἀνθρώπους εὔνους ἔχοντες διετέλουν. ἐμβαλόντων62
5δὲ τῶν Πελοποννησίων εἰς τὴν Ἀττικήν, τί ποιοῦσιν οἱ πρόγονοι ὑμῶν, ἄνδρες δικασταί; οὐ καταλιπόντες τὴν χώραν ὥσπερ Λεωκράτης ᾤχοντο, οὐδ’ ἔκδοτον τὴν θρε‐ ψαμένην καὶ τὰ ἱερὰ τοῖς πολεμίοις παρέδοσαν, ἀλλ’ ὀλί‐ γοι ὄντες κατακλεισθέντες ἐπολιορκοῦντο καὶ διεκαρτέ‐
Leoc
.

86

ρουν εἰς τὴν πατρίδα. καὶ οὕτως ἦσαν {ὦ} ἄνδρες γενναῖοι οἱ τότε βασιλεύοντες, ὥστε προῃροῦντο ἀποθνῄσκειν ὑπὲρ τῆς τῶν ἀρχομένων σωτηρίας μᾶλλον ἢ ζῶντες ἑτέραν μεταλλάξαι τινὰ χώραν. φασὶν γοῦν τὸν Κόδρον παραγ‐
5γείλαντα τοῖς Ἀθηναίοις προσέχειν ὅταν τελευτήσῃ τὸν βίον, λαβόντα πτωχικὴν στολὴν ὅπως ἂν ἀπατήσῃ τοὺς πολεμίους, κατὰ τὰς πύλας ὑπεκδύντα φρύγανα συλλέγειν πρὸ τῆς πόλεως, προσελθόντων δ’ αὐτῷ δυοῖν ἀνδρῶν ἐκ τοῦ στρατοπέδου καὶ τὰ κατὰ τὴν
10πόλιν πυνθανομένων, τὸν ἕτερον αὐτῶν ἀποκτεῖναι τῷ
Leoc
.

87

δρεπάνῳ παίσαντα· τὸν δὲ περιλελειμμένον, παροξυνθέντα {τῷ Κόδρῳ} καὶ νομίσαντα πτωχὸν εἶναι, σπασάμενον τὸ ξίφος ἀποκτεῖναι τὸν Κόδρον. τούτων δὲ γενομένων οἱ μὲν Ἀθηναῖοι κήρυκα πέμψαντες ἠξίουν δοῦναι τὸν63
5βασιλέα θάψαι, λέγοντες αὐτοῖς ἅπασαν τὴν ἀλήθειαν· οἱ δὲ Πελοποννήσιοι τοῦτον μὲν ἀπέδοσαν, γνόντες δ’ ὡς οὐκέτι δυνατὸν αὐτοῖς τὴν χώραν κατασχεῖν ἀπεχώ‐ ρησαν. τῷ δὲ Κλεομάντει τῷ Δελφῷ ἡ πόλις αὐτῷ τε καὶ
Leoc
.

88

ἐκγόνοις ἐν πρυτανείῳ ἀίδιον σίτησιν ἔδοσαν. ἆρά γ’ ὁμοίως ἐφίλουν τὴν πατρίδα Λεωκράτει οἱ τότε βασιλεύοντες, οἵ γε προῃροῦντο τοὺς πολεμίους ἐξαπατῶντες ἀποθνῄ‐ σκειν ὑπὲρ αὐτῆς καὶ τὴν ἰδίαν ψυχὴν ἀντὶ τῆς κοινῆς
5σωτηρίας ἀντικαταλλάττεσθαι; τοιγαροῦν μονώτατοι ἐπ‐ ώνυμοι τῆς χώρας εἰσίν, ἰσοθέων τιμῶν τετυχηκότες, εἰκότως· ὑπὲρ ἧς γὰρ οὕτω σφόδρα ἐσπούδαζον, δι‐
Leoc
.

89

καίως ταύτης καὶ τεθνεῶτες ἐκληρονόμουν. ἀλλὰ Λεω‐ κράτης οὔτε ζῶν οὔτε τεθνεὼς δικαίως ἂν αὐτῆς μετά‐ σχοι, μονώτατος 〈δ’〉 ἂν προσηκόντως ἐξορισθείη τῆς χώρας, ἣν ἐγκαταλιπὼν τοῖς πολεμίοις ᾤχετο· οὐδὲ γὰρ
5καλὸν τὴν αὐτὴν καλύπτειν τοὺς τῇ ἀρετῇ διαφέροντας καὶ τὸν κάκιστον πάντων ἀνθρώπων.
Leoc
.

90

Καίτοι γ’ ἐπεχείρησεν εἰπεῖν, ὃ καὶ νῦν ἴσως ἐρεῖ πρὸς ὑμᾶς, ὡς οὐκ ἄν ποτε ὑπέμεινε τὸν ἀγῶνα τοῦτον συνειδὼς ἑαυτῷ τοιοῦτόν τι διαπεπραγμένῳ· ὥσπερ οὐ πάντας καὶ τοὺς κλέπτοντας καὶ ἱεροσυλοῦντας τούτῳ τῷ τεκμηρίῳ
5χρωμένους. οὐ γὰρ τοῦ πράγματός ἐστι σημεῖον, ὡς οὐ πεποιήκασιν, ἀλλὰ τῆς ἀναιδείας ἣν ἔχουσιν. οὐ γὰρ τοῦτο δεῖ λέγειν, ἀλλ’ ὡς οὐκ ἐξέπλευσεν, οὐδὲ τὴν πόλιν ἐγκατ‐
Leoc
.

91

έλιπεν, οὐδ’ ἐν Μεγάροις κατῴκησε· ταῦτά ἐστι τεκμή‐ ρια τοῦ πράγματος, ἐπεὶ τό γ’ ἐλθεῖν τοῦτον, οἶμαι θεῶν τινα αὐτὸν ἐπ’ αὐτὴν ἀγαγεῖν τὴν τιμωρίαν, ἵν’ ἐπειδὴ τὸν εὐκλεᾶ κίνδυνον ἔφυγε, τοῦ ἀκλεοῦς καὶ ἀδόξου θανάτου64
5τύχοι, καὶ οὓς προὔδωκε, τούτοις ὑποχείριον αὑτὸν κατα‐ στήσειεν. ἑτέρωθι μὲν γὰρ ἀτυχῶν οὔπω δῆλος, εἰ διὰ ταῦ‐ τα δίκην δίδωσιν· ἐνταῦθα δὲ παρ’ οἷς προὔδωκεν φανερός ἐστιν, ὅτι τῶν αὑτοῦ παρανομημάτων ὑπέχει ταύτην τὴν
Leoc
.

92

τιμωρίαν. οἱ γὰρ θεοὶ οὐδὲν πρότερον ποιοῦσιν, ἢ τῶν πονη‐ ρῶν ἀνθρώπων τὴν διάνοιαν παράγουσι· καί μοι δοκοῦσιν τῶν ἀρχαίων τινὲς ποιητῶν ὥσπερ χρησμοὺς γράψαντες τοῖς ἐπιγιγνομένοις τάδε τὰ ἰαμβεῖα καταλιπεῖν·
5ὅταν γὰρ ὀργὴ δαιμόνων βλάπτῃ τινά, τοῦτ’ αὐτὸ πρῶτον, ἐξαφαιρεῖται φρενῶν τὸν νοῦν τὸν ἐσθλόν, εἰς δὲ τὴν χείρω τρέπει γνώμην, ἵν’ εἰδῇ μηδὲν ὧν ἁμαρτάνει.
Leoc
.

93

τίς γὰρ οὐ μέμνηται τῶν πρεσβυτέρων ἢ τῶν νεωτέρων οὐκ ἀκήκοε Καλλίστρατον, οὗ θάνατον ἡ πόλις κατέγνω, τοῦτον φυγόντα, καὶ τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς ἀκούσαντα, ὅτι ἂν ἔλθῃ Ἀθήναζε τεύξεται τῶν νόμων, ἀφικόμενον καὶ
5ἐπὶ τὸν βωμὸν τῶν δώδεκα θεῶν καταφυγόντα, καὶ οὐδὲν
ἧττον ὑπὸ τῆς πόλεως ἀποθανόντα; δικαίως· τὸ γὰρ τῶν νόμων τοῖς ἠδικηκόσι τυχεῖν τιμωρίας ἐστίν. ὁ δέ γε θεὸς ὀρθῶς ἀπέδωκε τοῖς ἠδικημένοις κολάσαι τὸν αἴτιον· δει‐ νὸν γὰρ ἂν εἴη, εἰ ταὐτὰ σημεῖα τοῖς εὐσεβέσι καὶ τοῖς65
10κακούργοις φαίνοιτο.
Leoc
.

94

Ἡγοῦμαι δ’ ἔγωγ’ ὦ ἄνδρες τὴν τῶν θεῶν ἐπιμέλειαν πάσας μὲν τὰς ἀνθρωπίνας πράξεις ἐπισκοπεῖν, μάλιστα δὲ τὴν περὶ τοὺς γονέας καὶ τοὺς τετελευτηκότας καὶ τὴν πρὸς αὑτοὺς εὐσέβειαν, εἰκότως· παρ’ ὧν γὰρ τὴν ἀρ‐
5χὴν τοῦ ζῆν εἰλήφαμεν καὶ πλεῖστα ἀγαθὰ πεπόνθαμεν, εἰς τούτους μὴ ὅτι ἁμαρτεῖν, ἀλλὰ {ὅτι} μὴ εὐεργετοῦντας τὸν αὑτῶν βίον καταναλῶσαι μέγιστον ἀσέβημά ἐστι.
Leoc
.

95

λέγεται γοῦν ἐν Σικελίᾳ (εἰ γὰρ καὶ μυθωδέστερόν ἐστιν, ἀλλ’ ἁρμόσει καὶ νῦν ἅπασι τοῖς νεωτέροις ἀκοῦσαι) ἐκ τῆς Αἴτνης ῥύακα πυρὸς γενέσθαι· τοῦτον δὲ ῥεῖν φασιν ἐπί 〈τε〉 τὴν ἄλλην χώραν, καὶ δὴ καὶ πρὸς πόλιν τινὰ τῶν
5ἐκεῖ κατοικουμένων. τοὺς μὲν οὖν ἄλλους ὁρμῆσαι πρὸς φυγήν, τὴν αὑτῶν σωτηρίαν ζητοῦντας, ἕνα δέ τινα τῶν νεωτέρων, ὁρῶντα τὸν πατέρα πρεσβύτερον ὄντα καὶ οὐχὶ δυνάμενον ἀποχωρεῖν, ἀλλὰ ἐγκαταλαμβανόμενον, ἀρά‐
Leoc
.

96

μενον φέρειν. φορτίου δ’ οἶμαι προσγενομένου καὶ αὐτὸς ἐγκατελήφθη. ὅθεν δὴ καὶ ἄξιον θεωρῆσαι τὸ θεῖον, ὅτι τοῖς ἀνδράσιν τοῖς ἀγαθοῖς εὐμενῶς ἔχει. λέγεται γὰρ
κύκλῳ τὸν τόπον ἐκεῖνον περιρρυῆναι τὸ πῦρ καὶ σωθῆ‐66
5ναι τούτους μόνους, ἀφ’ ὧν καὶ τὸ χωρίον ἔτι καὶ νῦν προσαγορεύεσθαι τῶν εὐσεβῶν χῶρον· τοὺς δὲ ταχεῖαν τὴν ἀποχώρησιν ποιησαμένους καὶ τοὺς ἑαυτῶν γονέας ἐγ‐
Leoc
.

97

καταλιπόντας ἅπαντας ἀπολέσθαι. ὥστε καὶ ὑμᾶς δεῖν τὴν παρὰ 〈τῶν〉 θεῶν ἔχοντας μαρτυρίαν ὁμογνωμόνως τοῦτον κολάζειν, τὸν ἅπασι τοῖς μεγίστοις ἀδικήμασιν ἔνοχον ὄντα κατὰ τὸ ἑαυτοῦ μέρος. τοὺς μὲν γὰρ θεοὺς τὰς πα‐
5τρίους τιμὰς ἀπεστέρησε, τοὺς δὲ γονέας τοῖς πολεμίοις ἐγκατέλιπε, τοὺς δὲ τετελευτηκότας τῶν νομίμων οὐκ εἴασε τυχεῖν.
Leoc
.

98

Καίτοι σκέψασθε ὦ ἄνδρες· οὐ γὰρ ἀποστήσομαι τῶν παλαιῶν· ἐφ’ οἷς γὰρ ἐκεῖνοι ποιοῦντες ἐφιλοτιμοῦντο, ταῦτα δικαίως ἂν ὑμεῖς ἀκούσαντες ἀποδέχοισθε. φασὶ γὰρ Εὔμολπον τὸν Ποσειδῶνος καὶ Χιόνης μετὰ Θρᾳκῶν
5ἐλθεῖν τῆς χώρας ταύτης ἀμφισβητοῦντα, τυχεῖν δὲ κατ’ ἐκείνους τοὺς χρόνους βασιλεύοντα Ἐρεχθέα, γυναῖκα ἔχον‐
Leoc
.

99

τα Πραξιθέαν τὴν Κηφισοῦ θυγατέρα. μεγάλου δὲ στρατο‐ πέδου μέλλοντος αὐτοῖς εἰσβάλλειν εἰς τὴν χώραν, εἰς Δελφοὺς ἰὼν ἠρώτα τὸν θεόν, τί ποιῶν ἂν νίκην λάβοι παρὰ τῶν πολεμίων. χρήσαντος δ’ αὐτῷ τοῦ θεοῦ, τὴν
5θυγατέρα εἰ θύσειε πρὸ τοῦ συμβαλεῖν τὼ στρατοπέδω, κρατήσειν τῶν πολεμίων, ὁ δὲ τῷ θεῷ πιθόμενος τοῦτ’ ἔπραξε, καὶ τοὺς ἐπιστρατευομένους ἐκ τῆς χώρας ἐξέβαλε.
Leoc
.

100

διὸ καὶ δικαίως ἄν τις Εὐριπίδην ἐπαινέσειεν, ὅτι τά τ’ ἄλλ’ ἦν ἀγαθὸς ποιητής, καὶ τοῦτον τὸν μῦθον προείλετο
ποιῆσαι, ἡγούμενος κάλλιστον ἂν γενέσθαι τοῖς πολίταις παράδειγμα τὰς ἐκείνων πράξεις, πρὸς ἃς ἀποβλέποντας67
5καὶ θεωροῦντας συνεθίζεσθαι ταῖς ψυχαῖς τὸ τὴν πατρίδα φιλεῖν. ἄξιον δ’ ὦ ἄνδρες δικασταὶ καὶ τῶν ἰαμβείων ἀκοῦ‐ σαι, ἃ πεποίηκεν λέγουσαν τὴν μητέρα τῆς παιδός. ὄψεσθε γὰρ ἐν αὐτοῖς μεγαλοψυχίαν καὶ γενναιότητα ἀξίαν καὶ τῆς πόλεως καὶ τοῦ γενέσθαι Κηφισοῦ θυγατέρα.
10ῬΗΣΙΣ ΕΥΡΙΠΙΔΟΥ
τὰς χάριτας ὅστις εὐγενῶς χαρίζεται,
ἥδιον ἐν βροτοῖσιν· οἳ δὲ δρῶσι μέν,
χρόνῳ δὲ δρῶσι, δυσγενέστερον 〈...〉
ἐγὼ δὲ δώσω παῖδα τὴν ἐμὴν κτανεῖν.
15λογίζομαι δὲ πολλά· πρῶτα μὲν πόλιν οὐκ ἄν τιν’ ἄλλην τῆσδε βελτίω λαβεῖν· ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν, αὐτόχθονες δ’ ἔφυμεν· αἱ δ’ ἄλλαι πόλεις πεσσῶν ὁμοίως διαφοραῖς ἐκτισμέναι
20ἄλλαι παρ’ ἄλλων εἰσὶν εἰσαγώγιμοι. ὅστις δ’ ἀπ’ ἄλλης πόλεος οἰκήσῃ πόλιν, ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς, λόγῳ πολίτης ἐστί, τοῖς δ’ ἔργοισιν οὔ. ἔπειτα τέκνα τοῦδ’ ἕκατι τίκτομεν,
25ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα.
πόλεως δ’ ἁπάσης τοὔνομ’ ἕν, πολλοὶ δέ νιν ναίουσι· τούτους πῶς διαφθεῖραί με χρή, ἐξὸν πρὸ πάντων μίαν ὑπερδοῦναι θανεῖν; εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος68
30τὸ μεῖζον, οὑνὸς οἶκος οὐ πλεῖον σθένει πταίσας ἁπάσης πόλεος, οὐδ’ ἴσον φέρει. εἰ δ’ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν στάχυς ἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ, οὐκ ἄν νιν ἐξέπεμπον εἰς μάχην δορός,
35θάνατον προταρβοῦς’. ἀλλ’ ἔμοιγ’ ἔστω τέκνα, 〈ἃ〉 καὶ μάχοιτο καὶ μετ’ ἀνδράσιν πρέποι, μὴ σχήματ’ ἄλλως ἐν πόλει πεφυκότα. τὰ μητέρων δὲ δάκρυ’ ὅταν πέμπῃ τέκνα, πολλοὺς ἐθήλυν’ εἰς μάχην ὁρμωμένους.
40μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ ζῆν παῖδας † εἵλοντο καὶ † παρῄνεσαν κακά. καὶ μὴν θανόντες γ’ ἐν μάχῃ πολλῶν μέτα τύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τ’ ἴσην· τῇ ’μῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ
45πόλεως θανούσῃ τῆσδ’ ὕπερ δοθήσεται. καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θ’ ὁμοσπόρω σώσει· τί τούτων οὐχὶ δέξασθαι καλόν;
τὴν οὐκ ἐμὴν πλὴν 〈ἢ〉 φύσει δώσω κόρην θῦσαι πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεται69
Leoc
.

100

(50)

πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι; οὐκοῦν ἅπαντα τοὔν γ’ ἐμοὶ σωθήσεται, ἄρξουσιν ἄλλοι, τήνδ’ ἐγὼ σώσω πόλιν. ἐκεῖνο δ’ οὗ 〈τὸ〉 πλεῖστον ἐν κοινῷ μέρος οὐκ ἔσθ’ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ,
55προγόνων παλαιὰ θέσμι’ 〈ὅσ〉τις ἐκβαλεῖ· οὐδ’ ἀντ’ ἐλάας χρυσέας τε Γοργόνος τρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις Εὔμολπος οὐδὲ Θρῇξ ἀναστέψει λεὼς στεφάνοισι, Παλλὰς δ’ οὐδαμοῦ τιμήσεται.
60χρῆσθ’, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν, σῴζεσθε, {καὶ} νικᾶτ’· ἀντὶ γὰρ ψυχῆς μιᾶς οὐκ ἔσθ’ ὅπως ὑμῖν {τήνδ’} ἐγὼ οὐ σώσω πόλιν. ὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σε οὕτω φιλοῖεν ὡς ἐγώ· καὶ ῥᾳδίως
65οἰκοῖμεν ἄν σε, κοὐδὲν ἂν πάσχοις κακόν.
Leoc
.

101

Ταῦτα ὦ ἄνδρες τοὺς πατέρας ὑμῶν ἐπαίδευε. φύσει γὰρ οὐσῶν φιλοτέκνων πασῶν τῶν γυναικῶν, ταύτην ἐποίησε τὴν πατρίδα μᾶλλον τῶν παίδων φιλοῦσαν, ἐνδει‐ κνύμενος ὅτι εἴπερ αἱ γυναῖκες τοῦτο τολμήσουσι ποιεῖν,
5τούς γ’ ἄνδρας ἀνυπέρβλητόν τινα δεῖ τὴν εὔνοιαν ὑπὲρ τῆς πατρίδος ἔχειν, καὶ μὴ φεύγειν αὐτὴν ἐγκαταλιπόντας, μηδὲ καταισχύνειν πρὸς ἅπαντας τοὺς Ἕλληνας, ὥσπερ Λεωκράτης.70
Leoc
.

102

Βούλομαι δ’ ὑμῖν καὶ τῶν Ὁμήρου παρασχέσθαι ἐπῶν. οὕτω γὰρ ὑπέλαβον ὑμῶν οἱ πατέρες σπουδαῖον εἶναι ποιη‐ τήν, ὥστε νόμον ἔθεντο καθ’ ἑκάστην πεντετηρίδα τῶν Παναθηναίων μόνου τῶν ἄλλων ποιητῶν ῥαψῳδεῖσθαι τὰ
5ἔπη, ἐπίδειξιν ποιούμενοι πρὸς τοὺς Ἕλληνας, ὅτι τὰ κάλ‐ λιστα τῶν ἔργων προῃροῦντο. εἰκότως· οἱ μὲν γὰρ νόμοι διὰ τὴν συντομίαν οὐ διδάσκουσιν, ἀλλ’ ἐπιτάττουσιν ἃ δεῖ ποιεῖν, οἱ δὲ ποιηταὶ μιμούμενοι τὸν ἀνθρώπινον βίον, τὰ κάλλιστα τῶν ἔργων ἐκλεξάμενοι, μετὰ λόγου καὶ
Leoc
.

103

ἀποδείξεως τοὺς ἀνθρώπους συμπείθουσιν. Ἕκτωρ γὰρ τοῖς Τρωσὶ παρακελευόμενος ὑπὲρ τῆς πατρίδος τάδ’ εἴρηκεν·
ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσὶ διαμπερές. ὃς δέ κεν ὕμεων
5βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ, τεθνάτω. οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης τεθνάμεν· ἀλλ’ ἄλοχός τε σόη καὶ νήπια τέκνα, καὶ κλῆρος καὶ οἶκος ἀκήρατος, εἴ κεν Ἀχαιοί οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
Leoc
.

104

Τούτων τῶν ἐπῶν ἀκούοντες ὦ ἄνδρες οἱ πρόγονοι ὑμῶν, καὶ τὰ τοιαῦτα τῶν ἔργων ζηλοῦντες, οὕτως ἔσχον πρὸς ἀρετήν, ὥστ’ οὐ μόνον ὑπὲρ τῆς αὑτῶν πατρίδος, ἀλλὰ
καὶ πάσης 〈τῆσ〉 Ἑλλάδος ὡς κοινῆς 〈πατρίδοσ〉 ἤθελον71
5ἀποθνῄσκειν. οἱ γοῦν ἐν Μαραθῶνι παραταξάμενοι τοῖς βαρβάροις τὸν ἐξ ἁπάσης τῆς Ἀσίας στόλον ἐκράτησαν, τοῖς ἰδίοις κινδύνοις κοινὴν ἄδειαν ἅπασι τοῖς Ἕλλησι κτώ‐ μενοι, οὐκ ἐπὶ τῇ δόξῃ μέγα φρονοῦντες, ἀλλ’ ἐπὶ τῷ ταύ‐ της ἄξια πράττειν, τῶν μὲν Ἑλλήνων προστάτας, τῶν δὲ
10βαρβάρων δεσπότας ἑαυτοὺς καθιστάντες· οὐ γὰρ λόγῳ τὴν ἀρετὴν ἐπετήδευον, ἀλλ’ ἔργῳ πᾶσιν ἐνεδείκνυντο.
Leoc
.

105

τοιγαροῦν οὕτως ἦσαν ἄνδρες σπουδαῖοι καὶ κοινῇ καὶ ἰδίᾳ οἱ τότε τὴν πόλιν οἰκοῦντες, ὥστε τοῖς ἀνδρειοτάτοις Λακεδαιμονίοις ἐν τοῖς ἔμπροσθεν χρόνοις πολεμοῦσι πρὸς Μεσσηνίους ἀνεῖλεν ὁ θεός, παρ’ ἡμῶν ἡγεμόνα
5λαβεῖν καὶ νικήσειν τοὺς ἐναντίους. καίτοι εἰ τοῖν ἀφ’ Ἡρακλέους γεγενημένοιν, οἳ ἀεὶ βασιλεύουσιν ἐν Σπάρτῃ, τοὺς παρ’ ἡμῶν ἡγεμόνας ἀμείνους ὁ θεὸς ἔκρινε, πῶς
Leoc
.

106

οὐκ ἀνυπέρβλητον χρὴ τὴν ἐκείνων ἀρετὴν νομίζειν; τίς γὰρ οὐκ οἶδε τῶν Ἑλλήνων, ὅτι Τυρταῖον στρατηγὸν ἔλα‐ βον παρὰ τῆς πόλεως, μεθ’ οὗ καὶ τῶν πολεμίων ἐκράτη‐ σαν, καὶ τὴν περὶ τοὺς νέους ἐπιμέλειαν συνετάξαντο οὐ
5μόνον εἰς τὸν παρόντα κίνδυνον, ἀλλ’ εἰς ἅπαντα τὸν αἰῶνα βουλευσάμενοι καλῶς. κατέλιπεν γὰρ αὐτοῖς ἐλεγεῖα
Leoc
.

107

ποιήσας, ὧν ἀκούοντες παιδεύονται πρὸς ἀνδρείαν· καὶ περὶ τοὺς ἄλλους ποιητὰς οὐδένα λόγον ἔχοντες, περὶ τού‐ του οὕτω σφόδρα ἐσπουδάκασιν, ὥστε νόμον ἔθεντο, ὅταν
ἐν τοῖς ὅπλοις ἐξεστρατευμένοι ὦσι, καλεῖν ἐπὶ τὴν τοῦ72
5βασιλέως σκηνὴν ἀκουσομένους τῶν Τυρταίου ποιημά‐ των ἅπαντας, νομίζοντες οὕτως ἂν αὐτοὺς μάλιστα πρὸ τῆς πατρίδος ἐθέλειν ἀποθνῄσκειν. χρήσιμον δ’ ἐστὶ καὶ τούτων ἀκοῦσαι τῶν ἐλεγείων, ἵν’ ἐπίστησθε οἷα ποιοῦν‐ τες εὐδοκίμουν παρ’ ἐκείνοις.
10τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα ἄνδρ’ ἀγαθόν, περὶ ᾗ πατρίδι μαρνάμενον. ἣν δ’ αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγρούς πτωχεύειν πάντων ἔστ’ ἀνιηρότατον, πλαζόμενον σὺν μητρὶ φίλῃ καὶ πατρὶ γέροντι
15 παισί τε σὺν μικροῖς κουριδίῃ τ’ ἀλόχῳ. ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται, οὕς κεν ἵκηται χρημοσύνῃ τ’ εἴκων καὶ στυγερῇ πενίῃ, αἰσχύνει δὲ γένος, κατὰ δ’ ἀγλαὸν εἶδος ἐλέγχει, πᾶσα δ’ ἀτιμίη καὶ κακότης ἕπεται.
20εἰ δ’ οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμί’ ὤρη
γίγνεται οὐδ’ αἰδὼς οὔτ’ ὀπίσω γένεος, θυμῷ γῆς περὶ τῆσδε μαχώμεθα, καὶ περὶ παίδων θνῄσκωμεν ψυχέων μηκέτι φειδόμενοι. ὦ νέοι, ἀλλὰ μάχεσθε παρ’ ἀλλήλοισι μένοντες,73
25 μηδὲ φυγῆς αἰσχρῆς ἄρχετε μηδὲ φόβου, ἀλλὰ μέγαν ποιεῖσθε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν, μηδὲ φιλοψυχεῖτ’ ἀνδράσι μαρνάμενοι· τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατ’ ἐλαφρά, μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς.
30αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον, ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον, θυμὸν ἀποπνείοντ’ ἄλκιμον ἐν κονίῃ, αἱματόεντ’ αἰδοῖα φίλῃς’ ἐν χερσὶν ἔχοντα
35 (αἰσχρὰ τά γ’ ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν) καὶ χρόα γυμνωθέντα. νέοισι δὲ πάντ’ ἐπέοικεν, ὄφρ’ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχῃ· ἀνδράσι μὲν θηητὸς ἰδεῖν, ἐρατὸς δὲ γυναιξὶν ζωὸς ἐών, καλὸς δ’ ἐν προμάχοισι πεσών.
40ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισιν στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών.
Leoc
.

108

Καλά γ’ ὦ ἄνδρες καὶ χρήσιμα τοῖς βουλομένοις προσ‐ έχειν. οὕτω τοίνυν εἶχον πρὸς ἀνδρείαν οἱ τούτων ἀκούον‐ τες, ὥστε πρὸς τὴν πόλιν ἡμῶν περὶ τῆς ἡγεμονίας ἀμφι‐
σβητεῖν, εἰκότως· τὰ γὰρ κάλλιστα τῶν ἔργων ἀμφοτέροις74
5ἦν κατειργασμένα. οἱ μὲν γὰρ πρόγονοι τοὺς βαρβάρους ἐνίκησαν, οἳ πρῶτοι τῆς Ἀττικῆς ἐπέβησαν, καὶ καταφανῆ ἐποίησαν τὴν ἀνδρείαν τοῦ πλούτου καὶ τὴν ἀρετὴν τοῦ πλήθους περιγιγνομένην· Λακεδαιμόνιοι δ’ ἐν Θερμοπύ‐ λαις παραταξάμενοι, ταῖς μὲν τύχαις οὐχ ὁμοίαις ἐχρή‐
Leoc
.

109

σαντο, τῇ δ’ ἀνδρείᾳ πολὺ πάντων διήνεγκαν. τοιγαροῦν ἐπὶ τοῖς ἠρίοις {τοῦ βίου} μαρτύρια ἔστιν ἰδεῖν τῆς ἀρετῆς αὐτῶν ἀναγεγραμμένα ἀληθῆ πρὸς ἅπαντας τοὺς Ἕλλη‐ νας, ἐκείνοις μέν·
5
ὦ ξεῖν’, ἄγγειλον Λακεδαιμονίοις, ὅτι τῇδε
κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις, τοῖς δ’ ὑμετέροις προγόνοις·
Ἑλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι
χρυσοφόρων Μήδων ἐστόρεσαν δύναμιν.
Leoc
.

110

Ταῦτα ὦ 〈ἄνδρεσ〉 Ἀθηναῖοι καὶ μνημονεύεσθαι καλά, καὶ τοῖς πράξασιν ἔπαινος, καὶ τῇ πόλει δόξα ἀείμνηστος. ἀλλ’ οὐχ ὃ Λεωκράτης πεποίηκεν, ἀλλ’ ἑκὼν τὴν ἐξ ἅπαν‐ τος τοῦ αἰῶνος συνηθροισμένην τῇ πόλει δόξαν κατ‐
5ῄσχυνεν. ἐὰν μὲν οὖν αὐτὸν ἀποκτείνητε, δόξετε πᾶσιν τοῖς Ἕλλησι καὶ ὑμεῖς τὰ τοιαῦτα τῶν ἔργων μισεῖν· εἰ δὲ
μή, καὶ τοὺς προγόνους τῆς παλαιᾶς δόξης ἀποστερήσετε, καὶ τοὺς ἄλλους πολίτας μεγάλα βλάψετε. οἱ γὰρ ἐκείνους μὴ θαυμάζοντες τοῦτον πειράσονται μιμεῖσθαι, νομίζον‐75
10τες ἐκεῖνα μὲν παρὰ τοῖς παλαιοῖς εὐδοκιμεῖν, παρ’ ὑμῖν δ’ ἀναίδειαν καὶ προδοσίαν καὶ δειλίαν κεκρίσθαι κάλλι‐ στον.
Leoc
.

111

Εἰ 〈δὲ〉 μὴ δύνασθε ὑπ’ ἐμοῦ διδαχθῆναι, ὃν τρόπον δεῖ πρὸς τοὺς τοιούτους ἔχειν, σκέψασθε ἐκείνους τίνα τρό‐ πον ἐλάμβανον παρ’ αὐτῶν τὴν τιμωρίαν· ὥσπερ γὰρ τὰ καλὰ τῶν ἔργων ἠπίσταντο ἐπιτηδεύειν, οὕτω καὶ τὰ
5πονηρὰ προῃροῦντο κολάζειν. ἐκεῖνοι γὰρ ὦ ἄνδρες θεω‐ ρήσατε ὡς ὠργίζοντο τοῖς προδόταις καὶ κοινοὺς ἐχθροὺς
Leoc
.

112

ἐνόμιζον εἶναι τῆς πόλεως. Φρυνίχου γὰρ ἀποσφαγέντος νύκτωρ παρὰ τὴν κρήνην τὴν ἐν τοῖς οἰσύοις ὑπὸ Ἀπολλο‐ δώρου καὶ Θρασυβούλου, καὶ τούτων ληφθέντων καὶ εἰς τὸ δεσμωτήριον ἀποτεθέντων ὑπὸ τῶν τοῦ Φρυνίχου
5φίλων, αἰσθόμενος ὁ δῆμος τὸ γεγονὸς τούς τε εἱρχθέντας ἐξήγαγε, καὶ βασάνων γενομένων τὸ πρᾶγμα ἀνέκρινε, καὶ ζητῶν εὗρε τὸν μὲν Φρύνιχον προδιδόντα τὴν πόλιν, τοὺς
Leoc
.

113

δ’ ἀποκτείναντας αὐτὸν ἀδίκως εἱρχθέντας· καὶ ψηφίζεται ὁ δῆμος Κριτίου εἰπόντος, τὸν μὲν νεκρὸν κρίνειν προδο‐ σίας, κἂν δόξῃ προδότης ὢν ἐν τῇ χώρᾳ τεθάφθαι, τά γε ὀστᾶ αὐτοῦ ἀνορύξαι καὶ ἐξορίσαι ἔξω τῆς Ἀττικῆς, ὅπως
5ἂν μὴ κέηται ἐν τῇ χώρᾳ μηδὲ τὰ ὀστᾶ τοῦ τὴν χώραν καὶ
Leoc
.

114

τὴν πόλιν προδιδόντος. ἐψηφίσαντο δὲ {τινὲς} καὶ ἐὰν ἀπο‐ λογῶνταί τινες ὑπὲρ τοῦ τετελευτηκότος, ἐὰν ἁλῷ ὁ τε‐ θνηκώς, ἐνόχους εἶναι καὶ τούτους τοῖς αὐτοῖς ἐπιτιμίοις· οὕτως οὐδὲ βοηθεῖν τοῖς τοὺς ἄλλους ἐγκαταλείπουσιν76
5ἡγοῦντο δίκαιον εἶναι, ἀλλ’ ὁμοίως ἂν προδοῦναι τὴν πόλιν καὶ τὸν διασῴζοντα τὸν προδότην. τοιγαροῦν οὕτω μισοῦν‐ τες τοὺς ἀδικοῦντας, καὶ τὰ τοιαῦτα κατ’ αὐτῶν ψηφιζό‐ μενοι, ἀσφαλῶς ἐκ τῶν κινδύνων ἀπηλλάττοντο. λαβὲ δ’ αὐτοῖς τὸ ψήφισμα γραμματεῦ, καὶ ἀνάγνωθι.
9ΨΗΦΙΣΜΑ
Leoc
.

115

Ἀκούετε ὦ ἄνδρες τούτου τοῦ ψηφίσματος. ἔπειτα ἐκεῖνοι μὲν τὰ τοῦ προδότου ὀστᾶ ἀνορύξαντες ἐκ τῆς Ἀττικῆς ἐξώρισαν, καὶ τοὺς ἀπολογουμένους ὑπὲρ αὐτοῦ Ἀρίσταρχον καὶ Ἀλεξικλέα ἀπέκτειναν καὶ οὐδ’ ἐν
5τῇ χώρᾳ ταφῆναι ἐπέτρεψαν· ὑμεῖς δ’ αὐτὸ τὸ σῶμα τὸ προδεδωκὸς τὴν πόλιν ζῶν καὶ ὑποχείριον ἔχοντες
Leoc
.

116

τῇ ψήφῳ ἀτιμώρητον ἐάσετε; καὶ τοσοῦτόν γ’ ἔσεσθε τῶν προγόνων χείρους, ὅσον ἐκεῖνοι μὲν τοὺς λόγῳ μό‐ νον τῷ προδότῃ βοηθήσαντας ταῖς ἐσχάταις τιμωρίαις μετῆλθον, ὑμεῖς δὲ αὐτὸν τὸν ἔργῳ καὶ οὐ λόγῳ τὸν
5δῆμον ἐγκαταλιπόντα ὡς οὐδὲν ἀδικοῦντα ἀφήσετε; μὴ δῆτα ὦ ἄνδρες δικασταί· 〈οὔτε γὰρ ἔμφυτον〉 ὑμῖν οὔτε πάτριον, ἀναξίως ὑμῶν αὐτῶν ψηφίζεσθαι. καὶ γὰρ εἰ μὲν ἕν τι τοιοῦτον γεγονὸς ἦν ψήφισμα, εἶχεν ἄν τις εἰπεῖν ὡς δι’ ὀργὴν μᾶλλον ἢ δι’ ἀλήθειαν ἐποιήσαντο· ὅταν δὲ
10παρὰ πάντων ὁμοίως εἰληφότες ὦσι τὴν αὐτὴν τιμωρίαν, πῶς οὐκ εὔδηλον ὅτι φύσει πᾶσι τοῖς τοιούτοις ἔργοις ἐπο‐77
Leoc
.

117

λέμουν; Ἵππαρχον γὰρ τὸν Χάρμου, οὐχ ὑπομείναντα τὴν περὶ τῆς προδοσίας ἐν τῷ δήμῳ κρίσιν, ἀλλ’ ἔρημον τὸν ἀγῶνα ἐάσαντα, θανάτῳ τοῦτον ζημιώσαντες, ἐπειδὴ τῆς ἀδικίας οὐκ ἔλαβον τὸ σῶμα ὅμηρον, τὴν εἰκόνα αὐτοῦ ἐξ
5ἀκροπόλεως καθελόντες καὶ συγχωνεύσαντες καὶ ποιήσαν‐ τες στήλην, ἐψηφίσαντο εἰς ταύτην ἀναγράφειν τοὺς ἀλιτη‐ ρίους καὶ τοὺς προδότας· καὶ αὐτὸς ὁ Ἵππαρχος ἐν ταύτῃ τῇ
Leoc
.

118

στήλῃ ἀναγέγραπται, καὶ οἱ ἄλλοι δὲ προδόται. καί μοι λαβὲ πρῶτον μὲν τὸ ψήφισμα, καθ’ ὃ ἡ εἰκὼν τοῦ Ἱππάρχου {τοῦ προδότου} ἐξ ἀκροπόλεως καθῃρέθη, ἔπειτα τῆς στήλης τὸ ὑπόγραμμα, καὶ τοὺς ὕστερον προσαναγραφέν‐
5τας προδότας εἰς ταύτην τὴν στήλην, καὶ ἀναγίγνωσκε γραμματεῦ.
6ΨΗΦΙΣΜΑ ΚΑΙ ΥΠΟΓΡΑΜΜΑ
6ΤΗΣ ΣΤΗΛΗΣ
Leoc
.

119

Τί δοκοῦσιν ὑμῖν ὦ ἄνδρες; ἆρά γ’ ὁμοίως ὑμῖν περὶ τῶν ἀδικούντων γιγνώσκειν, καὶ οὐκ, ἐπειδὴ καὶ τὸ σῶμα οὐκ ἐδύναντο ὑποχείριον τοῦ προδότου λαβεῖν, τὸ μνημεῖον {τοῦ προδότου} ἀνελόντες ταῖς ἐνδεχομέναις τιμωρίαις
5ἐκόλασαν; οὐχ ὅπως τὸν χαλκοῦν ἀνδριάντα συγχωνεύ‐ σειαν, ἀλλ’ ἵνα τοῖς ἐπιγιγνομένοις παράδειγμα εἰς τὸν λοιπὸν χρόνον ὡς εἶχον πρὸς τοὺς προδότας καταλίποιεν.
Leoc
.

120

Λαβὲ δ’ αὐτοῖς καὶ τὸ ἕτερον ψήφισμα 〈τὸ〉 περὶ τῶν
εἰς Δεκέλειαν μεταστάντων, ὅτε ὁ δῆμος ὑπὸ Λακεδαι‐ μονίων ἐπολιορκεῖτο, ὅπως εἰδῶσιν ὅτι περὶ τῶν προ‐ δοτῶν οἱ πρόγονοι ὁμοίας καὶ ἀκολούθους ἀλλήλαις τὰς78
5τιμωρίας ἐποιοῦντο. ἀναγίγνωσκε γραμματεῦ.
5ΨΗΦΙΣΜΑ
Leoc
.

121

Ἀκούετε ὦ ἄνδρες καὶ τούτου τοῦ ψηφίσματος, ὅτι τῶν ἐν τῷ πολέμῳ μεταστάντων εἰς Δεκέλειαν κατ‐ έγνωσαν, καὶ ἐψηφίσαντο, ἐάν τις αὐτῶν ἐπανιὼν ἁλίσκη‐ ται, ἀπαγαγεῖν Ἀθηναίων τὸν βουλόμενον πρὸς τοὺς
5θεσμοθέτας, παραλαβόντας δὲ παραδοῦναι τῷ ἐπὶ τοῦ ὀρύγματος. ἔπειτα ἐκεῖνοι μὲν τοὺς ἐν αὐτῇ τῇ χώρᾳ μετα‐ στάντας οὕτως ἐκόλαζον, ὑμεῖς δὲ τὸν ἐκ τῆς πόλεως καὶ τῆς χώρας ἐν τῷ πολέμῳ φυγόντα εἰς Ῥόδον καὶ προδόντα τὸν δῆμον οὐκ ἀποκτενεῖτε; πῶς οὖν δόξετε ἀπόγονοι εἶναι
10ἐκείνων τῶν ἀνδρῶν;
Leoc
.

122

Ἄξιον τοίνυν ἀκοῦσαι καὶ 〈τοῦ〉 περὶ τοῦ ἐν Σαλαμῖνι τελευτήσαντος γενομένου ψηφίσματος, ὃν ἡ βουλή, ὅτι λόγῳ μόνον ἐνεχείρει προδιδόναι τὴν πόλιν, περιελομένη τοὺς στεφάνους αὐτοχειρὶ ἀπέκτεινεν. γενναῖον δ’ ὦ ἄν‐
5δρες τὸ ψήφισμα καὶ ἄξιον τῶν ὑμετέρων προγόνων, δικαί‐ ως· εὐγενεῖς γὰρ οὐ μόνον τὰς ψυχάς, ἀλλὰ καὶ τὰς τῶν ἀδικούντων τιμωρίας ἐκέκτηντο.
7ΨΗΦΙΣΜΑ
Leoc
.

123

Τί οὖν ὦ ἄνδρες; ἆρά γ’ ὑμῖν δοκεῖ βουλομένοις μιμεῖ‐ σθαι τοὺς προγόνους πάτριον εἶναι Λεωκράτην μὴ οὐκ ἀπο‐ κτεῖναι; ὁπότε γὰρ ἐκεῖνοι τὸν ἀνάστατον τὴν πόλιν οὖσαν
λόγῳ μόνον προδιδόντα οὕτως ἀπέκτειναν, τί ὑμᾶς προσ‐79
5ήκει τὸν ἔργῳ καὶ οὐ λόγῳ τὴν οἰκουμένην ἐκλιπόντα ποιῆσαι; ἆρ’ οὐχ ὑπερβαλέσθαι ἐκείνους τῇ τιμωρίᾳ; καὶ ὅτ’ ἐκεῖνοι τοὺς ἐπιχειρήσαντας τῆς παρὰ τοῦ δήμου σωτη‐ ρίας 〈τὴν πόλιν〉 ἀποστερεῖν οὕτως ἐκόλασαν, τί ὑμᾶς προσ‐ ήκει τὸν αὐτοῦ τοῦ δήμου τὴν σωτηρίαν προδόντα ποιῆσαι;
10καὶ ὅτε ὑπὲρ τῆς δόξης ἐκεῖνοι τοὺς αἰτίους οὕτως ἐτιμω‐ ροῦντο, τί ὑμᾶς ὑπὲρ τῆς πατρίδος προσήκει ποιεῖν;
Leoc
.

124

Ἱκανὰ μὲν οὖν καὶ ταῦτα τὴν τῶν προγόνων γνῶναι διά‐ νοιαν, ὡς εἶχον πρὸς τοὺς παρανομοῦντας εἰς τὴν πόλιν· οὐ μὴν ἀλλ’ ἔτι βούλομαι τῆς στήλης ἀκοῦσαι ὑμᾶς τῆς ἐν τῷ βουλευτηρίῳ περὶ τῶν προδοτῶν καὶ τῶν τὸν δῆμον
5καταλυόντων· τὸ γὰρ μετὰ πολλῶν παραδειγμάτων διδά‐ σκειν ῥᾳδίαν ὑμῖν τὴν κρίσιν καθίστησι. μετὰ γὰρ τοὺς τριάκοντα οἱ πατέρες ὑμῶν, πεπονθότες ὑπὸ τῶν πολιτῶν, οἷα οὐδεὶς πώποτε τῶν Ἑλλήνων ἠξίωσε, καὶ μόλις εἰς τὴν ἑαυτῶν κατεληλυθότες, ἁπάσας τὰς ὁδοὺς τῶν ἀδικη‐
10μάτων ἐνέφραξαν, πεπειραμένοι καὶ εἰδότες τὰς ἀρχὰς καὶ
Leoc
.

125

τὰς ἐφόδους τῶν τὸν δῆμον προδιδόντων. ἐψηφίσαντο γὰρ καὶ ὤμοσαν, ἐάν τις τυραννίδι ἐπιτιθῆται ἢ τὴν πόλιν προδιδῷ ἢ τὸν δῆμον καταλύῃ, τὸν αἰσθανόμενον καθαρὸν εἶναι ἀποκτείναντα, καὶ κρεῖττον ἔδοξεν αὐτοῖς τοὺς τὴν
5αἰτίαν ἔχοντας τεθνάναι μᾶλλον ἢ πειραθέντας μετὰ ἀληθείας αὐτοὺς δουλεύειν· ἀρχὴν γὰρ οὕτως ᾤοντο δεῖν ζῆν τοὺς πολίτας, ὥστε μηδ’ εἰς ὑποψίαν ἐλθεῖν μηδένα
τούτων τῶν ἀδικημάτων. καί μοι λαβὲ τὸ ψήφισμα.80
8ΨΗΦΙΣΜΑ
Leoc
.

126

Ταῦτα ὦ ἄνδρες ἔγραψαν εἰς τὴν στήλην, καὶ ταύτην ἔστησαν εἰς τὸ βουλευτήριον, ὑπόμνημα τοῖς καθ’ ἑκά‐ στην ἡμέραν συνιοῦσι καὶ βουλευομένοις ὑπὲρ τῆς πατρί‐ δος, ὡς δεῖ πρὸς τοὺς τοιούτους ἔχειν. καὶ διὰ τοῦτο ἄν τις
5αἴσθηται μόνον μέλλοντας αὐτοὺς τούτων τι ποιεῖν, ἀπο‐ κτενεῖν συνώμοσαν, εἰκότως. τῶν μὲν γὰρ ἄλλων ἀδικημά‐ των ὑστέρας δεῖ τετάχθαι τὰς τιμωρίας, προδοσίας δὲ καὶ δήμου καταλύσεως προτέρας. εἰ γὰρ προήσεσθε τοῦτον τὸν καιρὸν, ἐν ᾧ μέλλουσιν ἐκεῖνοι κατὰ τῆς πατρίδος
10φαῦλόν τι πράττειν, οὐκ ἔστιν ὑμῖν μετὰ ταῦτα δίκην παρ’ αὐτῶν ἀδικούντων λαβεῖν· κρείττους γὰρ ἤδη γίγνονται τῆς παρὰ τῶν ἀδικουμένων τιμωρίας.
Leoc
.

127

Ἐνθυμεῖσθε τοίνυν ὦ ἄνδρες τῆς προνοίας ταύτης καὶ τῶν ἔργων ἀξίως, καὶ μὴ ἐπιλανθάνεσθε ἐν τῇ ψήφῳ, οἵων ἀνδρῶν ἔκγονοί ἐστε, ἀλλὰ παρακελεύεσθε ὑμῖν αὐτοῖς, ὅπως ὅμοια ἐκείνοις καὶ ἀκόλουθα ἐν τῇ τήμερον ἡμέρᾳ
5ἐψηφισμένοι ἐκ τοῦ δικαστηρίου ἐξίητε. ὑπομνήματα δ’ ἔχετε καὶ παραδείγματα τῆς ἐκείνων τιμωρίας τὰ ἐν τοῖς περὶ τῶν ἀδικούντων ψηφίσμασιν ὡρισμένα· διομωμό‐ κατε δ’ ἐν τῷ ψηφίσματι τῷ Δημοφάντου, κτενεῖν τὸν τὴν πατρίδα προδιδόντα καὶ λόγῳ καὶ ἔργῳ καὶ χειρὶ καὶ
10ψήφῳ. μὴ γὰρ οἴεσθε τῶν μὲν οὐσιῶν, ἃς ἂν οἱ πρόγονοι
καταλίπωσι, κληρονόμοι εἶναι, τῶν δ’ ὅρκων καὶ τῆς πίστεως, ἣν δόντες οἱ πατέρες ὑμῶν ὅμηρον τοῖς θεοῖς τῆς κοινῆς εὐδαιμονίας τῆς πόλεως μετεῖχον, ταύτης δὲ μὴ κληρονομεῖν.81
Leoc
.

128

Οὐ μόνον τοίνυν ἡ πόλις ὑμῶν οὕτως ἔσχεν πρὸς τοὺς προδιδόντας, ἀλλὰ καὶ Λακεδαιμόνιοι. καὶ μή μοι ἀχθε‐ σθῆτε ὦ ἄνδρες, εἰ πολλάκις μέμνημαι τῶν ἀνδρῶν τούτων· καλὸν γάρ ἐστιν ἐκ πόλεως εὐνομουμένης περὶ τῶν δικαίων
5παραδείγματα λαμβάνειν, 〈ἵν’〉 ἀσφαλέστερον {γὰρ} ἕκαστος ὑμῶν τὴν δικαίαν καὶ τὴν εὔορκον ψῆφον θῆται. Παυσανίαν γὰρ τὸν βασιλέα αὐτῶν προδιδόντα τῷ Πέρσῃ τὴν Ἑλλάδα λαβόντες, ἐπειδὴ ἔφθασε καταφυγὼν εἰς τὸ τῆς Χαλκιοίκου ἱερόν, τὴν θύραν ἀποικοδομήσαντες καὶ
10τὴν ὀροφὴν ἀποσκευάσαντες καὶ κύκλῳ περιστρατοπεδεύ‐
Leoc
.

129

σαντες, οὐ πρότερον ἀπῆλθον πρὶν ἢ τῷ λιμῷ ἀπέκτει‐ ναν, καὶ πᾶσιν ἐπίσημον ἐποίησαν τὴν τιμωρίαν, ὅτι οὐδ’ αἱ παρὰ τῶν θεῶν ἐπικουρίαι τοῖς προδόταις βοηθοῦσιν, εἰκότως· οὐδὲν γὰρ πρότερον ἀδικοῦσιν ἢ περὶ τοὺς θεοὺς
5ἀσεβοῦσι, τῶν πατρίων νομίμων αὐτοὺς ἀποστεροῦντες. μέγιστον δὲ τῶν ἐκεῖ γεγενημένων τεκμήριόν ἐστιν ὃ μέλλω λέγειν· νόμον γὰρ ἔθεντο περὶ ἁπάντων τῶν μὴ ’θελόντων ὑπὲρ τῆς πατρίδος κινδυνεύειν, διαρρήδην λέγοντα ἀποθνῄ‐ σκειν, εἰς αὐτὸ τοῦτο τὴν τιμωρίαν τάξαντες, εἰς ὃ μάλιστα
10φοβούμενοι τυγχάνουσι, καὶ τὴν ἐκ τοῦ πολέμου σωτηρίαν ὑπεύθυνον ἐποίησαν κινδύνῳ μετ’ αἰσχύνης. ἵνα δ’ εἰδῆτε ὅτι οὐ λόγον ἀναπόδεικτον εἴρηκα, ἀλλὰ μετ’ ἀληθείας
ὑμῖν παραδείγματα, φέρε αὐτοῖς τὸν νόμον.82
13ΝΟΜΟΣ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ
Leoc
.

130

Ἐνθυμεῖσθε δή, ὡς καλὸς ὁ νόμος, ὦ ἄνδρες, καὶ σύμ‐ φορος οὐ μόνον ἐκείνοις, ἀλλὰ καὶ τοῖς ἄλλοις ἀνθρώποις. ὁ γὰρ παρὰ τῶν πολιτῶν φόβος ἰσχυρὸς ὢν ἀναγκάσει τοὺς πρὸς τοὺς πολεμίους κινδύνους ὑπομένειν· τίς γὰρ
5ὁρῶν θανάτῳ ζημιούμενον τὸν προδότην, ἐν τοῖς κινδύνοις ἐκλείψει τὴν πατρίδα; ἢ τίς παρὰ τὸ συμφέρον τῆς πόλεως φιλοψυχήσει, εἰδὼς ὑποκειμένην αὑτῷ 〈ταύτην〉 τιμωρίαν; οὐδεμίαν γὰρ ἄλλην δεῖ ζημίαν εἶναι τῆς δειλίας ἢ θάνα‐ τον· εἰδότες γὰρ ὅτι δυοῖν κινδύνοιν ὑποκειμένοιν, ἀναγκαῖον
10ἔσται θατέρου μετασχεῖν, πολὺ μᾶλλον αἱρήσονται τὸν πρὸς τοὺς πολεμίους ἢ τὸν πρὸς τοὺς νόμους καὶ τοὺς πολίτας.
Leoc
.

131

Τοσούτῳ δ’ ἂν δικαιότερον οὗτος ἀποθάνοι τῶν ἐκ τῶν στρατοπέδων φευγόντων, ὅσον οἱ μὲν εἰς τὴν πόλιν ἥκουσιν, ὡς ὑπὲρ ταύτης μαχούμενοι ἢ κοινῇ μετὰ τῶν ἄλλων πολιτῶν συνατυχήσοντες, οὑτοσὶ δ’ ἐκ τῆς πατρίδος
5ἔφυγεν, ἰδίᾳ τὴν σωτηρίαν ποριζόμενος, οὐδ’ ὑπὲρ τῆς ἰδίας ἑστίας ἀμύνεσθαι τολμήσας, ἀλλὰ μόνος οὗτος τῶν πάν‐ των ἀνθρώπων καὶ τὰ τῆς φύσεως οἰκεῖα καὶ ἀναγκαῖα προδέδωκεν, ἃ καὶ τοῖς ἀλόγοις ζῴοις μέγιστα καὶ σπου‐
Leoc
.

132

δαιότατα διείληπται. τὰ γοῦν {ζῷα} πετεινὰ ἃ μάλιστα πέ‐ φυκε πρὸς τάχος, ἔστιν ἰδεῖν ὑπὲρ τῆς αὑτῶν νεοττιᾶς ἐθέ‐ λοντα ἀποθνῄσκειν· ὅθεν καὶ τῶν ποιητῶν τινες εἰρήκασιν·
οὐδ’ ἀγρία γὰρ ὄρνις, ἢν πλάσῃ δόμον,
5
ἄλλην νεοσσοὺς ἠξίωσεν ἐντεκεῖν. ἀλλὰ Λεωκράτης τοσοῦτον ὑπερβέβληκε δειλίᾳ, ὥστε
83
Leoc
.

133

τὴν πατρίδα τοῖς πολεμίοις ἐγκατέλιπε. τοιγαροῦν οὐδε‐ μία πόλις αὐτὸν εἴασε παρ’ αὑτῇ μετοικεῖν, ἀλλὰ μᾶλλον τῶν ἀνδροφόνων ἤλαυνεν, εἰκότως· οἱ μὲν γὰρ φόνου φεύ‐ γοντες εἰς ἑτέραν πόλιν μεταστάντες οὐκ ἔχουσιν ἐχθροὺς
5τοὺς ὑποδεξαμένους, τοῦτον δὲ τίς ἂν ὑποδέξαιτο πόλις; ὃς γὰρ ὑπὲρ τῆς αὑτοῦ πατρίδος οὐκ ἐβοήθησεν, ταχύ γ’ ἂν ὑπὲρ τῆς ἀλλοτρίας κίνδυνόν τιν’ ὑπομείνειεν. κακοὶ γὰρ καὶ πολῖται καὶ ξένοι καὶ ἰδίᾳ φίλοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων εἰσίν, οἳ τῶν μὲν ἀγαθῶν τῶν τῆς πόλεως μεθ‐
Leoc
.

134

έξουσιν, ἐν δὲ ταῖς ἀτυχίαις οὐδὲ βοηθείας ἀξιώσουσι. καί‐ τοι τὸν ὑπὸ τῶν μηδὲν ἀδικουμένων μισούμενον καὶ ἐξ‐ ελαυνόμενον, τί δεῖ παθεῖν ὑφ’ ὑμῶν τῶν τὰ δεινότατα πεπονθότων; ἆρ’ οὐ τῆς ἐσχάτης τιμωρίας τυγχάνειν;
5καὶ μὴν ὦ ἄνδρες τῶν πώποτε προδοτῶν δικαιότατ’ ἂν Λεωκράτης, εἴ τις μείζων εἴη τιμωρία θανάτου, ταύτην ὑπόσχοι. οἱ μὲν γὰρ ἄλλοι προδόται, μέλλοντες ἀδικεῖν ὅταν {μὴ} ληφθῶσι, τιμωρίαν ὑπέχουσιν· οὗτος δὲ μόνος διαπεπραγμένος ὅπερ ἐπεχείρησε, τὴν πόλιν ἐγκαταλιπὼν
10κρίνεται.
Leoc
.

135

Θαυμάζω δὲ καὶ τῶν συνηγορεῖν αὐτῷ μελλόντων, διὰ τί ποτε τοῦτον ἀξιώσουσιν ἀποφυγεῖν. πότερον διὰ τὴν πρὸς αὑτοὺς φιλίαν; ἀλλ’ ἔμοιγε δοκοῦσι δικαίως οὐκ ἂν χάριτος τυχεῖν, ἀλλ’ ἀποθανεῖν, ὅτι χρῆσθαι τούτῳ τολ‐
5μῶσι. πρὶν μὲν γὰρ τοῦτο πρᾶξαι Λεωκράτην, ἄδηλον ἦν ὁποῖοί τινες ὄντες ἐτύγχανον, νῦν δὲ πᾶσιν φανερὸν ὅτι τοῖς αὐτοῖς ἤθεσι χρώμενοι τὴν πρὸς τοῦτον φιλίαν δια‐ φυλάττουσιν, ὥστε πολὺ πρότερον ὑπὲρ αὑτῶν αὐτοῖς
ἐστιν ἀπολογητέον, ἢ τοῦτον παρ’ ὑμῶν ἐξαιτητέον.84
Leoc
.

136

Ἡγοῦμαι δ’ ἔγωγε καὶ τὸν πατέρα αὐτῷ τὸν τετε‐ λευτηκότα, εἴ τις ἄρ’ ἔστιν αἴσθησις τοῖς ἐκεῖ περὶ τῶν ἐνθάδε γιγνομένων, ἁπάντων ἂν χαλεπώτατον γενέσθαι δικαστήν, οὗ τὴν χαλκῆν εἰκόνα ἔκδοτον κατέλιπε τοῖς
5πολεμίοις ἐν τῷ τοῦ Διὸς 〈τοῦ〉 Σωτῆρος ἱεροσυλῆσαι καὶ αἰκίσασθαι, καὶ ἣν ἐκεῖνος ἔστησε μνημεῖον τῆς αὑτοῦ μετριότητος, ταύτην αὐτὸς ἐπονείδιστον ἐποίησε· τοιούτου
Leoc
.

137

γὰρ υἱοῦ πατὴρ προσαγορεύεται. διὸ καὶ πολλοί μοι προσ‐ εληλύθασιν ὦ ἄνδρες ἐρωτῶντες, διὰ τί οὐκ ἐνέγραψα τοῦτο εἰς τὴν εἰσαγγελίαν, προδεδωκέναι τὴν εἰκόνα τὴν τοῦ πατρός, τὴν ἐν τῷ τοῦ Διὸς τοῦ Σωτῆρος ἀνακειμέ‐
5νην. ἐγὼ δ’ ὦ ἄνδρες οὐκ ἠγνόουν τοῦτο τἀδίκημ’ ἄξιον 〈ὂν〉 τῆς μεγίστης τιμωρίας, ἀλλ’ οὐχ ἡγούμην δεῖν περὶ προδοσίας τοῦτον κρίνων ὄνομα Διὸς Σωτῆρος ἐπιγράψαι πρὸς τὴν εἰσαγγελίαν.
Leoc
.

138

Ἐκπέπληγμαι δὲ μάλιστα ἐπὶ τοῖς μήτε γένει μήτε φιλίᾳ μηδὲν προσήκουσι, μισθοῦ δὲ συναπολογουμένοις ἀεὶ τοῖς κρινομένοις, εἰ λελήθασιν ὑμᾶς τῆς ἐσχάτης ὀργῆς δικαίως ἂν τυγχάνοντες· τὸ γὰρ ὑπὲρ τῶν ἀδικησάν‐
5των ἀπολογεῖσθαι τεκμήριόν ἐστιν ὅτι καὶ τῶν πεπραγ‐ μένων τοῖς τοιούτοις ἂν μετάσχοιεν. οὐ γὰρ δεῖ καθ’ ὑμῶν γεγενῆσθαι δεινόν, ἀλλ’ ὑπὲρ ὑμῶν καὶ τῶν νόμων καὶ τῆς δημοκρατίας.
Leoc
.

139

Καίτοι τινὲς αὐτῶν οὐκέτι τοῖς λόγοις ὑμᾶς παρα‐ κρούσασθαι ζητοῦσιν, ἀλλ’ ἤδη ταῖς αὑτῶν λῃτουργίαις ἐξαιτεῖσθαι τοὺς κρινομένους ἀξιώσουσιν· ἐφ’ οἷς ἔγωγε
καὶ μάλιστ’ ἀγανακτῶ. εἰς γὰρ τὸν ἴδιον οἶκον αὐτὰς περι‐85
5ποιησάμενοι, κοινὰς χάριτας ὑμᾶς ἀπαιτοῦσιν. οὐ γὰρ εἴ τις ἱπποτρόφηκεν ἢ κεχορήγηκε λαμπρῶς ἢ τῶν ἄλλων τῶν τοιούτων τι δεδαπάνηκεν, ἄξιός ἐστιν παρ’ ὑμῶν τοιαύτης χάριτος (ἐπὶ τούτοις γὰρ αὐτὸς μόνος στεφανοῦ‐ ται, τοὺς ἄλλους οὐδὲν ὠφελῶν), ἀλλ’ εἴ τις τετριηράρχηκε
10λαμπρῶς ἢ τείχη τῇ πατρίδι περιέβαλεν ἢ πρὸς τὴν κοι‐
Leoc
.

140

νὴν σωτηρίαν ἐκ τῶν ἰδίων συνευπόρησε· ταῦτα γάρ ἐστι κοινῶς ὑπὲρ ὑμῶν ἁπάντων, καὶ ἐν μὲν τούτοις ἔστιν ἰδεῖν τὴν ἀρετὴν τῶν ἐπιδεδωκότων, ἐν ἐκείνοις δὲ τὴν εὐπορίαν {μόνον} τῶν δεδαπανηκότων. ἡγοῦμαι δ’ ἔγωγε οὐδένα
5{ἂν} οὕτω μεγάλα τὴν πόλιν εὐεργετηκέναι, ὥστ’ ἐξαίρετον ἀξιοῦν λαμβάνειν 〈ἂν〉 χάριν τὴν κατὰ τῶν προδιδόντων τιμωρίαν, οὐδ’ οὕτως ἀνόητον ὥστε φιλοτιμεῖσθαι μὲν πρὸς τὴν πόλιν, τούτῳ δὲ βοηθεῖν ὃς αὐτοῦ πρώτου τὰς φιλοτιμίας ἠφάνισεν· εἰ μὴ νὴ Δία μὴ ταὐτὰ τῇ πατρίδι
10καὶ τούτοις ἐστὶ συμφέροντα.
Leoc
.

141

Ἐχρῆν μὲν οὖν ὦ ἄνδρες, εἰ καὶ περὶ οὐδενὸς ἄλλου νόμι‐ μόν ἐστι παῖδας καὶ γυναῖκας παρακαθισαμένους ἑαυτοῖς τοὺς δικαστὰς δικάζειν, ἀλλ’ οὖν περὶ προδοσίας γε κρί‐ νοντας οὕτως ὅσιον εἶναι τοῦτο πράττειν, ὅπως ὁπόσοι τοῦ
5κινδύνου μετεῖχον ἐν ὀφθαλμοῖς ὄντες καὶ ὁρώμενοι καὶ ἀναμιμνῄσκοντες ὅτι τοῦ κοινοῦ παρὰ πᾶσιν ἐλέου οὐκ ἠξιώθησαν, πικροτέρας τὰς γνώσεις κατὰ τοῦ ἀδικοῦντος παρεσκεύαζον. ἐπειδὴ δ’ οὐ νόμιμον οὐδ’ εἰθισμένον ἐστίν, ἀλλ’ ἀναγκαῖον ὑμᾶς ὑπὲρ ἐκείνων δικάζειν, τιμωρησάμε‐
10νοι γοῦν Λεωκράτη καὶ ἀποκτείναντες αὐτόν, ἀπαγγείλατε τοῖς ὑμετέροις αὐτῶν παισὶν καὶ γυναιξίν, ὅτι ὑποχείριον
Leoc
.

142

λαβόντες τὸν προδότην αὐτῶν ἐτιμωρήσασθε. καὶ γὰρ δει‐ νὸν καὶ σχέτλιον, ὅταν νομίζῃ δεῖν Λεωκράτης ἴσον ἔχειν ὁ φυγὼν ἐν τῇ τῶν μεινάντων πόλει, καὶ ὁ μὴ κινδυνεύσας ἐν τῇ τῶν παραταξαμένων, καὶ ὁ μὴ διαφυλάξας ἐν τῇ τῶν86
5σωσάντων, ἀλλ’ ἥκῃ ἱερῶν θυσιῶν ἀγορᾶς νόμων πολιτείας μεθέξων, ὑπὲρ ὧν τοῦ μὴ καταλυθῆναι χίλιοι τῶν ὑμετέ‐ ρων πολιτῶν ἐν Χαιρωνείᾳ ἐτελεύτησαν καὶ δημοσίᾳ αὐ‐ τοὺς ἡ πόλις ἔθαψαν· ὧν οὗτος οὐδὲ τὰ ἐλεγεῖα τὰ ἐπι‐ γεγραμμένα τοῖς μνημείοις ἐπανιὼν εἰς τὴν πόλιν ᾐδέσθη,
10ἀλλ’ οὕτως ἀναιδῶς ἐν τοῖς ὀφθαλμοῖς τῶν πενθησάντων
Leoc
.

143

τὰς ἐκείνων συμφορὰς ἡγεῖται δεῖν ἀναστρέφεσθαι. καὶ αὐτίκα μάλ’ ὑμᾶς ἀξιώσει ἀκούειν αὐτοῦ ἀπολογουμένου κατὰ τοὺς νόμους· ὑμεῖς δ’ ἐρωτᾶτε αὐτὸν ποίους; οὓς ἐγκαταλιπὼν ᾤχετο; καὶ ἐᾶσαι αὐτὸν οἰκεῖν ἐν τοῖς τείχεσι
5τῆς πατρίδος· ποίοις; ἃ μόνος τῶν πολιτῶν {οἷς} οὐ συν‐ διεφύλαξε; καὶ ἐπικαλέσεται τοὺς θεοὺς σώσοντας αὐτὸν ἐκ τῶν κινδύνων· τίνας; οὐχ ὧν τοὺς νεὼς καὶ τὰ ἕδη καὶ τὰ τεμένη προὔδωκε; καὶ δεήσεται καὶ ἱκετεύσει ἐλεῆσαι αὐτόν· τίνων; οὐχ οἷς τὸν αὐτὸν ἔρανον εἰς τὴν σωτηρίαν
10εἰσενεγκεῖν οὐκ ἐτόλμησε; Ῥοδίους ἱκετευέτω· τὴν γὰρ ἀσφάλειαν ἐν τῇ ἐκείνων πόλει μᾶλλον ἢ ἐν τῇ ἑαυτοῦ
Leoc
.

144

πατρίδι ἐνόμισεν εἶναι. ποία δ’ ἡλικία δικαίως ἂν τοῦτον ἐλεήσειε; πότερον ἡ τῶν πρεσβυτέρων; ἀλλ’ οὐδὲ γηρο‐ τροφηθῆναι, οὐδ’ ἐν ἐλευθέρῳ 〈τῷ〉 ἐδάφει τῆς πατρίδος αὐτοῖς ταφῆναι τὸ καθ’ αὑτὸν μέρος παρέδωκεν. ἀλλ’ ἡ
5τῶν νεωτέρων; καὶ τίς 〈ἂν〉 ἀναμνησθεὶς τῶν ἡλικιωτῶν τῶν ἐν Χαιρωνείᾳ ἑαυτῷ συμπαραταξαμένων καὶ τῶν κινδύνων τῶν αὐτῶν μετασχόντων, σώσειεν τὸν τὰς ἐκεί‐ νων θήκας προδεδωκότα, καὶ τῇ αὐτῇ ψήφῳ τῶν μὲν ὑπὲρ τῆς ἐλευθερίας τελευτησάντων παράνοιαν καταγνοίη, τὸν87
10δ’ ἐγκαταλιπόντα τὴν πατρίδα ὡς εὖ φρονοῦντα ἀθῷον
Leoc
.

145

ἀφείη; ἐξουσίαν ἄρα δώσετε τῷ βουλομένῳ, καὶ λόγῳ καὶ ἔργῳ τὸν δῆμον καὶ ὑμᾶς κακῶς ποιεῖν. οὐ γὰρ μόνον νῦν οἱ φεύγοντες κατέρχονται, ὅταν ὁ ἐγκαταλιπὼν τὴν πόλιν, καὶ φυγὴν αὐτὸς ἑαυτοῦ καταγνούς, καὶ οἰκήσας ἐν
5Μεγάροις ἐπὶ προστάτου πλείω πέντ’ ἢ ἓξ ἔτη, ἐν τῇ χώρᾳ καὶ ἐν τῇ πόλει ἀναστρέφηται, ἀλλὰ καὶ ὁ μηλόβοτον τὴν Ἀττικὴν 〈ἀν〉εῖναι φανερᾷ τῇ ψήφῳ καταψηφισάμενος, οὗτος ἐν ταύτῃ τῇ χώρᾳ σύνοικος ὑμῶν γεγένηται.
Leoc
.

146

Βούλομαι δ’ ἔτι βραχέα πρὸς ὑμᾶς εἰπὼν καταβῆναι, καὶ τὸ ψήφισμα τοῦ δήμου παρασχόμενος, ὃ περὶ εὐσεβείας ἐποιήσατο· χρήσιμον γὰρ ὑμῖν ἐστι τοῖς μέλλουσι τὴν ψῆ‐ φον φέρειν. καί μοι λέγε {τὸ} αὐτό.
4ΨΗΦΙΣΜΑ
5 Ἐγὼ τοίνυν {ὑμῖν} μηνύω τὸν ἀφανίζοντα ταῦτα πάντα πρὸς ὑμᾶς τοὺς κυρίους ὄντας κολάσαι, ὑμέτερον δ’ ἐστὶ καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ τῶν θεῶν τιμωρήσασθαι Λεωκράτην. τὰ γὰρ ἀδικήματα, ἕως μὲν ἂν ᾖ ἄκριτα, παρὰ τοῖς πράξα‐ σίν ἐστιν, ἐπειδὰν δὲ κρίσις γένηται, παρὰ τοῖς μὴ δικαίως
10ἐπεξελθοῦσιν. εὖ δ’ ἴστε ὦ ἄνδρες, ὅτι νῦν κρύβδην ψηφιζό‐ μενος ἕκαστος ὑμῶν φανερὰν ποιήσει τὴν αὑτοῦ διάνοιαν88
Leoc
.

147

τοῖς θεοῖς. ἡγοῦμαι δ’ ὦ ἄνδρες ὑπὲρ ἁπάντων τῶν μεγί‐ στων καὶ δεινοτάτων ἀδικημάτων μίαν ὑμᾶς ψῆφον ἐν τῇ τήμερον ἡμέρᾳ φέρειν, οἷς ἅπασιν ἔνοχον ὄντα Λεωκρά‐ την ἔστιν ἰδεῖν, προδοσίας μὲν ὅτι τὴν πόλιν ἐγκαταλι‐
5πὼν τοῖς πολεμίοις ὑποχείριον ἐποίησε, δήμου δὲ καταλύ‐ σεως ὅτι οὐχ ὑπέμεινε τὸν ὑπὲρ τῆς ἐλευθερίας κίνδυνον, ἀσεβείας δ’ ὅτι τοῦ τὰ τεμένη τέμνεσθαι καὶ τοὺς νεὼς κατασκάπτεσθαι τὸ καθ’ ἑαυτὸν γέγονεν αἴτιος, τοκέων δὲ κακώσεως {ὅτι} τὰ μνημεῖα αὐτῶν ἀφανίζων καὶ τῶν
10νομίμων ἀποστερῶν, λιποταξίου δὲ καὶ ἀστρατείας οὐ παρα‐
Leoc
.

148

σχὼν τὸ σῶμα τάξαι τοῖς στρατηγοῖς. ἔπειτα τούτου τις ἀποψηφιεῖται, καὶ συγγνώμην ἕξει τῶν κατὰ προαίρεσιν ἀδικημάτων; καὶ τίς οὕτως ἐστὶν ἀνόητος, ὥστε τοῦτον σῴζων τὴν ἑαυτοῦ σωτηρίαν προέσθαι τοῖς ἐγκαταλιπεῖν
5βουλομένοις, καὶ τοῦτον ἐλεήσας αὐτὸς ἀνηλέητος ὑπὸ τῶν πολεμίων ἀπολέσθαι προαιρήσεται, καὶ τῷ προδότῃ τῆς πατρίδος χάριν θέμενος ὑπεύθυνος εἶναι τῇ παρὰ τῶν θεῶν τιμωρίᾳ;
Leoc
.

149

Ἐγὼ μὲν οὖν καὶ τῇ πατρίδι βοηθῶν καὶ τοῖς ἱεροῖς καὶ τοῖς νόμοις, ἀποδέδωκα τὸν ἀγῶνα ὀρθῶς καὶ δικαίως, οὔτε τὸν ἄλλον τούτου βίον διαβαλών, οὔτ’ ἔξω τοῦ πράγ‐ ματος οὐδὲν κατηγορήσας· ὑμῶν δ’ ἕκαστον χρὴ νομίζειν
5τὸν Λεωκράτους ἀποψηφιζόμενον θάνατον τῆς πατρίδος καὶ ἀνδραποδισμὸν καταψηφίζεσθαι, καὶ δυοῖν καδίσκοιν κειμένοιν τὸν μὲν προδοσίας, τὸν δὲ σωτηρίας εἶναι, καὶ
τὰς ψήφους φέρεσθαι τὰς μὲν ὑπὲρ ἀναστάσεως τῆς πατρί‐ δος, τὰς δ’ ὑπὲρ ἀσφαλείας καὶ τῆς ἐν τῇ πόλει εὐδαιμονίας.89
Leoc
.

150

ἐὰν μὲν Λεωκράτην ἀπολύσητε, προδιδόναι τὴν πόλιν καὶ τὰ ἱερὰ καὶ τὰς ναῦς ψηφιεῖσθε· ἐὰν δὲ τοῦτον ἀπο‐ κτείνητε, διαφυλάττειν καὶ σῴζειν τὴν πατρίδα καὶ τὰς προσόδους καὶ τὴν εὐδαιμονίαν παρακελεύσεσθε. νομίζον‐
5τες οὖν ὦ Ἀθηναῖοι, ἱκετεύειν ὑμῶν τὴν χώραν καὶ τὰ δένδρα, δεῖσθαι τοὺς λιμένας 〈καὶ〉 τὰ νεώρια καὶ τὰ τείχη τῆς πόλεως, ἀξιοῦν δὲ καὶ τοὺς νεὼς καὶ τὰ ἱερὰ βοηθεῖν αὐτοῖς, παράδειγμα ποιήσατε Λεωκράτη, ἀναμνησθέντες τῶν κατηγορημένων, {καὶ} ὅτι οὐ πλέον ἰσχύει παρ’ ὑμῖν
10ἔλεος οὐδὲ δάκρυα τῆς ὑπὲρ τῶν νόμων καὶ τοῦ δήμου
σωτηρίας.90