TLG 0033 004 :: PINDARUS :: Isthmia

PINDARUS Lyr.
(Boeotus: 6–5 B.C.)

Vitae: Cf. VITAE PINDARI ET VARIA DE PINDARO (4170)
Scholia: Cf. SCHOLIA IN PINDARUM (5034)

Isthmia

Source: Maehler, H. (post B. Snell) (ed.), Pindari carmina cum fragmentis, pt. 1, 5th edn. Leipzig: Teubner, 1971: 163–181, 183–184, 186–190.

Citation: Ode — (line)

I
.

1

Αʹ Μᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα, πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον θήσομαι. μή μοι κραναὰ νεμεσάσαι Δᾶλος, ἐν ᾇ κέχυμαι.
5τί φίλτερον κεδˈνῶν τοκέων ἀγαθοῖς; εἶξον, ͜ὦ Ἀ͜πολλωνιάς· ἀμφοτερᾶν
6 τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος, καὶ τὸν ἀκερσεκόμαν Φοῖβον χορεύων ἐν Κέῳ̆ ἀμφιρύτᾳ σὺν ποντίοις ἀνδράσιν, καὶ τὰν ἁλιερκέα Ἰσθμοῦ
10δειράδ’· ἐπεὶ στεφάνους
ἓξ ὤπασεν Κάδˈμου στρατῷ ἐξ ἀέθλων, καλλίνικον πατˈρίδι κῦδος. ἐν ᾇ163
12 καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν παῖδα, θˈρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες. ἀλλ’ ἐγὼ Ἡροδότῳ τεύ‐
14χων τὸ μὲν ἅρματι τεθˈρίππῳ γέρας,
15ἁνία τ’ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντ’ ἐθέλω ἢ Καστορείῳ̆ ἢ Ἰολάοι’ ἐναρμόξαι νιν ὕμνῳ. κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ
17Θήβαις ἐτέκˈνωθεν κράτιστοι·
Βʹ ἔν τ’ ἀέθλοισι θίγον πλείστων ἀγώνων, καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον
20καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ, γευόμενοι στεφάνων νικαφόρων· λάμπει δὲ σαφὴς ἀρετά ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν
23 τ’ ἀσπιδοδούποισιν ὁπˈλίταις δρόμοις, οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς
25καὶ λιθίνοις ὁπότ’ ἐν δίσκοις ἵεν. οὐ γὰρ ἦν πεντ͜αέ͜θλιον, ἀλλ’ ἐφ’ ἑκάστῳ ἔργματι κεῖτο τέλος. τῶν ἀθˈρόοις ἀνδησάμενοι θαμάκις ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρ‐
29κας ἔφανεν καὶ παρ’ Εὐρώτᾳ πέλας,
30Ἰφικˈλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει, Τυνδαρίδας δ’ ἐν Ἀχαιοῖς
31 ὑψίπεδον Θεράπνας οἰκ͜έω͜ν ἕδος. χαίρετ’. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳ Ὀγχηστίαισίν τ’ ἀϊόνεσσιν περιστέλλων ἀοιδάν γαρύσομαι τοῦδ’ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακˈλέα τὰν
34Ἀσωποδώρου πατˈρὸς αἶσαν164
35Γʹ Ἐρχομενοῖό τε πατˈρῴαν ἄρουραν, ἅ νιν ἐρειδόμενον ναυαγίαις ἐξ ἀμετˈρήτας ἁλὸς ἐν κρυοέσσᾳ δέξατο συντυχίᾳ· νῦν δ’ αὖτις ἀρχαίας ἐπέβασε Πότμος
40συγγενὴς εὐαμερίας. ὁ πονή‐
40 σαις δὲ νόῳ καὶ προμάθειαν φέρει· εἰ δ’ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν, ἀμφότερον δαπάναις τε καὶ πόνοις, χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον μὴ φθονεραῖσι φέρειν
45γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰ‐
46 πόντ’ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν. μισθὸς γὰρ ἄλλοις ἄλλος ἐπ’ ἔργμασιν ἀνθρώποις
47 γλυκύς, μηλοβότᾳ τ’ ἀρότᾳ τ’ ὀρ‐
48 νιχολόχῳ τε καὶ ὃν πόντος τράφει. γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται·
I
.

1

(50)

ὃς δ’ ἀμφ’ ἀέθˈλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβˈρόν, εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολια‐
51τᾶν καὶ ξένων γλώσσας ἄωτον.
Δʹ ἄμμι δ’ ἔοικε Κρόνου σεισίχθον’ υἱόν γείτον’ ἀμειβομένοις εὐεργέταν ἁρμάτων ἱπποδˈρόμιον κελαδῆσαι,
55καὶ σέθεν, Ἀμφιτρύων, παῖδας προσειπεῖν τὸν Μινύα τε μυχόν καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευ‐
57σῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις·
Πρωτεσίλα, τὸ τεὸν δ’ ἀνδρῶν Ἀχαιῶν ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.165
60πάντα δ’ ἐξειπεῖν, ὅς’ ἀγώνιος Ἑρμᾶς Ἡροδότῳ ἔπορεν ἵπποις, ἀφαιρεῖται βραχὺ μέτˈρον ἔχων ὕμνος. ἦ μὰν πολλάκι καὶ τὸ σεσω‐
63 παμένον εὐθυμίαν μείζω φέρει. εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντ’ ἀγˈλααῖς
65Πιερίδων, ἔτι καὶ Πυ‐
65 θῶθεν Ὀλυμπιάδων τ’ ἐξαιρέτοις Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις Θήβαισι τεύχοντ’. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον, ἄλλοισι δ’ ἐμπίπτων γελᾷ, ψυχὰν Ἀΐδᾳ τελέων
68οὐ φράζεται δόξας ἄνευθεν.166
I
.

2

Αʹ Οἱ μὲν πάλαι, ὦ Θρασύβουλε,
1 φῶτες, οἳ χρυσαμπύκων ἐς δίφρον Μοισᾶν ἔβαι‐
2 νον κλυτᾷ φόρμιγγι συναντόμενοι, ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους, ὅστις ἐὼν καλὸς εἶχεν Ἀφˈροδίτας
5εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν. ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής
6 πω τότ’ ἦν οὐδ’ ἐργάτις· οὐδ’ ἐπέρναντο γˈλυκεῖ‐
7 αι μελιφθόγγου ποτὶ Τερψιχόρας ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί. νῦν δ’ ἐφίητι 〈τὸ〉 τὠργείου φυλάξαι
10ῥῆμ’ ἀλαθείας 〈⏑–〉 ἄγχιστα βαῖνον, ‘χρήματα χρήματ’ ἀνήρ‘167
11 ὃς φᾶ κτεάνων θ’ ἅμα λειφθεὶς καὶ φίλων. ἐσσὶ γὰρ ὦν σοφός· οὐκ ἄγˈνωτ’ ἀείδω Ἰσθμίαν ἵπποισι νίκαν, τὰν Ξενοκˈράτει Ποσειδάων ὀπάσαις,
15Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ πέμπεν ἀναδεῖσθαι σελίνων,
Βʹ εὐάρματον ἄνδρα γεραίρων,
17 Ἀκˈραγαντίνων φάος. ἐν Κρίσᾳ δ’ εὐρυσθενὴς
18 εἶδ’ Ἀπόλλων νιν πόρε τ’ ἀγˈλαΐαν καὶ τόθι κˈλειναῖς 〈τ’〉 Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρώς
20ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη ῥυσίδιφˈρον χεῖρα πλαξίπποιο φωτός, τὰν Νικόμαχος κατὰ καιρὸν
22 νεῖμ’ ἁπάσαις ἁνίαις· ὅν τε καὶ κάρυκες ὡ‐
23 ρᾶν ἀνέγˈνον, σπονδοφόροι Κρονίδα Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον·
25ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ χρυσέας ἐν γούνασιν πίτˈνοντα Νίκας γαῖαν ἀνὰ σφετέραν,
27 τὰν δὴ καλέοισιν Ὀλυμπίου Διός ἄλσος· ἵν’ ἀθανάτοις Αἰνησιδάμου παῖδες ἐν τιμαῖς ἔμιχθεν.
30καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων, ὦ Θρασύβουλ’, ἐρατῶν, οὔτε μελικόμπων ἀοιδᾶν.
Γʹ οὐ γὰρ πάγος οὐδὲ προσάντης
33 ἁ κέλευθος γίνεται, εἴ τις εὐδόξων ἐς ἀν‐168
34δρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων.
35μακˈρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθ’, ὅσον ὀργάν Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν, ἱπποτˈροφίας τε νομίζων
38 ἐν Πανελλάνων νόμῳ· καὶ θεῶν δαῖτας προσέ‐
39πτυκτο πάσας· οὐδέ ποτε ξενίαν
40οὖρος ἐμπνεύσαις ὑπέστειλ’ ἱστίον ἀμφὶ τράπεζαν· ἀλλ’ ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις, ἐν δὲ χειμῶνι πˈλέων Νείλου πρὸς ἀκτάν. μή νυν, ὅτι φθονεραὶ
43 θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες, μήτ’ ἀρετάν ποτε σιγάτω πατρῴαν,
45μηδὲ τούσδ’ ὕμνους· ἐπεί τοι οὐκ ἐλινύσοντας αὐτοὺς ἐργασάμαν. ταῦτα, Νικάσιππ’, ἀπόνειμον, ὅταν
ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς.169
I
.

3/4

Αʹ Εἴ τις ἀνδρῶν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθˈλοις ἢ σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον, ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι. Ζεῦ, μεγάλαι δ’ ἀρεταὶ θνατοῖς ἕπονται
5ἐκ σέθεν· ζώει δὲ μάσσων
5 ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φˈρένεσσιν οὐχ ὁμῶς πάντα χˈρόνον θάλλων ὁμιλεῖ. εὐκλέων δ’ ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν, χρὴ δὲ κωμάζοντ’ ἀγαναῖς χαρίτεσσιν βαστάσαι. ἔστι δὲ καὶ διδύμων ͜ἀέ͜θλων Μελίσσῳ
10μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν ἦτορ, ἐν βάσσαισιν Ἰσθμοῦ
11δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος
ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν ἱπποδˈρομίᾳ κρατέων· ἀνδρῶν δ’ ἀρετάν σύμφυτον οὐ κατελέγχει.170
15ἴστε μὰν Κλεωνύμου δόξαν παλαιὰν ἅρμασιν· καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι
17bπλούτου διέστειχον τετρ͜αο͜ριᾶν πόνοις.
18αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ’ ἄλλοτ’ ἐξ
18bἄλλαξεν. ἄτˈρωτοί γε μὰν παῖδες θεῶν.
19Βʹ Ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος,
20ὦ Μέλισς’, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις, ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν· αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεί σὺν θεῷ θνατὸν διέρχον‐
23 ται βιότου τέλος. ἄλλοτε δ’ ἀλλοῖος οὖρος πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.
25τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται πρόξενοί τ’ ἀμφικτιόνων κελαδεννᾶς τ’ ὀρφανοί ὕβˈριος· ὅσσα δ’ ἐπ’ ἀνθρώπους ἄηται μαρτύρια φθιμένων ζωῶν τε φωτῶν ἀπˈλέτου δόξας, ἐπέψαυ‐
29σαν κατὰ πὰν τέλος· ἀνορέαις δ’ ἐσχάταισιν
30οἴκοθεν στάλαισιν ἅπτονθ’ Ἡρακλείαις· καὶ μηκέτι μακˈροτέραν σπεύδειν ἀρετάν· ἱπποτρόφοι τ’ ἐγένοντο, χαλκέῳ τ’ Ἄρει ἅδον. ἀλλ’ ἁμέρᾳ γὰρ ἐν μιᾷ
35τραχεῖα νιφὰς πολέμοιο τεσσάρων
35bἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν·
36νῦν δ’ αὖ μετὰ χειμέριον ποικίλα μηνῶν ζόφον171
36bχθὼν ὥτε φοινικ͜έοι͜σιν ἄνθησεν ῥόδοις
37Γʹ δαιμόνων βουλαῖς. ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκ͜έω͜ν καὶ γέφυραν ποντιάδα πˈρὸ Κορίνθου τειχέων, τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον
40ἐκ λεχέων ἀνάγει φάμαν παλαιάν εὐκλέων ἔργων· ἐν ὕπˈνῳ
41 γὰρ πέσεν· ἀλλ’ ἀνεγειρομένα χρῶτα λάμπει, ͜Ἀο͜σφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις· ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν ἔν τ’ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν
45τοιάδε τῶν τότ’ ἐόντων φύλλ’ ἀοιδᾶν. οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον καμπύλον δίφˈρον, Πανελλά‐
47 νεσσι δ’ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων. τῶν ἀπειράτων γὰρ ἄγˈνωτοι σιωπαί. ἔστιν δ’ ἀφάνεια τύχας καὶ μαρναμένων,
I
.

3/4

(50)

πρὶν τέλος ἄκˈρον ἱκέσθαι· τῶν τε γὰρ καὶ τῶν διδοῖ {τέλος}· καὶ κρέσσον’ ἀνδρῶν χειρόνων ἔσφαλε τέχνα καταμάρψαις’· ἴστε μάν
53bΑἴαντος ἀλκάν, φοίνιον τὰν ὀψίᾳ
54ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ μομφὰν ἔχει
54bπαίδεσσιν Ἑλλάνων ὅσοι Τροίανδ’ ἔβαν.
55Δʹ ἀλλ’ Ὅμηρός τοι τετίμακεν δι’ ἀνθρώπων, ὃς αὐτοῦ πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφˈρασεν θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν. τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴπῃ τι· καὶ πάγ‐
59καρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν
60ἐργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί. προφˈρόνων Μοισᾶν τύχοιμεν,
61 κεῖνον ἅψαι πυρσὸν ὕμνων καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμ’ ἐπάξιον, ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκώς θυμὸν ἐριβˈρεμετᾶν θηρῶν λεόντων172
65ἐν πόνῳ, μῆτιν δ’ ἀλώπηξ,
65 αἰετοῦ ἅ τ’ ἀναπιτˈναμένα ῥόμβον ἴσχει· χρὴ δὲ πᾶν ἔρδοντ’ ἀμαυρῶσαι τὸν ἐχθρόν. οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν· ἀλλ’ ὀνοτὸς μὲν ἰδέσθαι, συμπεσεῖν δ’ ἀκμᾷ βαρύς.
70καί τοί ποτ’ Ἀνταίου δόμους Θηβᾶν ἄπο Καδˈμεϊᾶν μορφὰν βραχύς,
71bψυχὰν δ’ ἄκαμπτος, προσπαλαίσων ἦλθ’ ἀνήρ
72τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφˈρα ξένων
72bναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι,
73Εʹ υἱὸς Ἀλκμήνας· ὃς Οὔλυμπόνδ’ ἔβα, γαίας τε πάσας καὶ βαθύκˈρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ,
75ναυτιλίαισί τε πορθμὸν ἡμερώσαις. νῦν δὲ παρ’ Αἰγιόχῳ {Διῒ} κάλλιστον ὄλβον ἀμφέπων ναίει, τετίμα‐
77 ταί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τ’ ὀπυίει, χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας. τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοί
80καὶ νεόδˈματα στεφανώματα βωμῶν αὔξομεν ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων, τοὺς Μεγάρα τέκε οἱ Κρεοντὶς υἱούς· τοῖσιν ἐν δυθˈμαῖσιν αὐγᾶν
83 φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει, αἰθέρα κˈνις͜άε͜ντι λακτίζοισα καπˈνῷ,
85καὶ δεύτερον ἆμαρ ἐτείων τέρμ’ ἀέθλων γίνεται, ἰσχύος ἔργον. ἔνθα λευκωθεὶς κάρα μύρτοις ὅδ’ ἀνὴρ διπˈλόαν νίκαν ἀνεφάνατο παίδων 〈τε〉 τˈρίταν173
89bπρόσθεν, κυβερνατῆρος οἰακοστρόφου
90γνώμᾳ πεπιθὼν πολυβούλῳ· σὺν Ὀρσέᾳ δέ νιν
90bκωμάξομαι τερπνὰν ἐπιστάζων χάριν.174
I
.

5

Αʹ Μᾶτερ ͜Ἀε͜λίου πολυώνυμε Θεία, σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων· καὶ γὰρ ἐριζόμεναι
5νᾶες ἐν πόντῳ καὶ 〈ὑφ’〉 ἅρμασιν ἵπποι διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινά‐
6 τοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται, ἔν τ’ ἀγωνίοις ἀέθλοισι ποθεινόν κλέος ἔπραξεν, ὅντιν’ ἀθˈρόοι στέφανοι χερσὶ νικάσαντ’ ἀνέδησαν ἔθειραν
10ἢ ταχυτᾶτι ποδῶν. κρίνεται δ’ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν. δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαί‐
12 νοντι τὸν ἄλπνιστον, εὐανθεῖ σὺν ὄλβῳ εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ. μὴ μάτευε Ζεὺς γενέσθαι· πάντ’ ἔχεις,
15εἴ σε τούτων μοῖρ’ ἐφίκοιτο καλῶν. θνατὰ θνατοῖσι πρέπει. τὶν δ’ ἐν Ἰσθμῷ διπˈλόα θάλλοις’ ἀρετά, Φυλακίδ’, ἄγκειται, Νεμέᾳ δὲ καὶ ἀμφοῖν Πυθέᾳ τε, παγκρατίου. τὸ δ’ ἐμόν,175
20οὐκ ἄτερ Αἰακιδᾶν, κέαρ ὕμνων γεύεται· σὺν Χάρισιν δ’ ἔμολον Λάμπωνος υἱοῖς
Βʹ τάνδ’ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται θεοδότων ἔργων κέλευθον ἂν καθαράν, μὴ φθόνει κόμπον τὸν ἐοικότ’ ἀοιδᾷ
25κιρνάμεν ἀντὶ πόνων. καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταί λόγον ἐκέρδαναν· κλέονται δ’ ἔν τε φορμίγ‐
27 γεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκˈλαῖς μυρίον χρόνον· μελέταν δὲ σοφισταῖς Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι·
30ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς Οἰνεΐδαι κρατεροί, ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος γέρας ἔχει, Περσεὺς δ’ ἐν Ἄργει, Κάστορος δ’ αἰχ‐
33 μὰ Πολυδεύκ͜εό͜ς τ’ ἐπ’ Εὐρώτα ῥεέθˈροις. ἀλλ’ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαί
35Αἰακοῦ παίδων τε· τοὶ καὶ σὺν μάχαις δὶς πόλιν Τρώων πράθον, ἑσπόμενοι Ἡρακλῆϊ πˈρότερον, καὶ σὺν Ἀτˈρείδαις. ἔλα νῦν μοι πεδόθεν· λέγε, τίνες Κύκˈνον, τίνες Ἕκτορα πέφˈνον,
40καὶ στράταρχον Αἰθιόπων ἄφοβον Μέμνονα χαλκοάραν· τίς ἄρ’ ἐσλὸν Τήλεφον
τρῶσεν ἑῷ δροὶ Καΐκου παρ’ ὄχθαις; τοῖσιν Αἴγιναν προφέρει στόμα πάτˈραν, διαπρεπ͜έα͜ νᾶσον· τετείχισται δὲ πάλαι176
45πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν. πολλὰ μὲν ἀρτιεπής γλῶσσά μοι τοξεύματ’ ἔχει περὶ κείνων κελαδέσαι· καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι
48 κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ
I
.

5

(50)

ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ. ἀλλ’ ὅμως καύχαμα κατάβˈρεχε σιγᾷ· Ζεὺς τά τε καὶ τὰ νέμει, Ζεὺς ὁ πάντων κύριος. ἐν δ’ ἐρατεινῷ μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον
54χάρμ’ ἀγαπάζοντι. μαρνάσθω {δέ} τις ἔρδων
55ἀμφ’ ἀέθˈλοισιν γενεὰν Κλεονίκου ἐκμαθών· οὔτοι τετύφˈλωται μακρός μόχθος ἀνδρῶν οὐδ’ ὁπόσαι δαπάναι ἐλπίδ’ ἔκˈνιξαν ὄπιν. αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις
60Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι, χερσὶ δεξιόν, νόῳ ἀντίπαλον. λάμβανέ οἱ στέφανον, φέρε δ’ εὔμαλλον μίτραν,
καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.177
I
.

6

Αʹ Θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου δεύτερον κρατῆρα Μοισαίων μελέων κίρναμεν Λάμπωνος εὐ͜αέ͜θλου γενεᾶς ὕπερ, ἐν
3 Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ, τὶν̄ ἄωτον δεξάμενοι στεφάνων,
5νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ Νηρεΐδεσσί τε πεντήκοντα παίδων ὁπˈλοτάτου Φυλακίδα νικῶντος. εἴη δὲ τˈρίτον σωτῆρι πορσαίνοντας Ὀ‐
8 λυμπίῳ̆ Αἴγιναν κάτα σπένδειν μελιφθόγγοις ἀοιδαῖς.
10εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρείς καὶ πόνῳ πράσσει θεοδˈμάτους ἀρετάς σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐ‐
12 σχατιαῖς ἤδη πρὸς ὄλβου βάλλετ’ ἄγκυραν θεότιμος ἐών. τοίαισιν ὀργαῖς εὔχεται178
15ἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιόν ὁ Κλεονίκου παῖς· ἐγὼ δ’ ὑψίθˈρονον Κλωθὼ κασιγˈνήτας τε προσ‐
17 εννέπω̆ ἑσπέσθαι κλυταῖς ἀνδρὸς φίλου Μοίρας ἐφετˈμαῖς. ὔμμε τ’, ὦ χρυσάρματοι Αἰακίδαι,
20τέθˈμιόν μοι φαμὶ σαφέστατον ἔμμεν τάνδ’ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις. μυρίαι δ’ ἔργων καλῶν τέ‐
22 τˈμανθ’ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι καὶ πέραν Νείλοιο παγᾶν καὶ δι’ Ὑπερβορέους· οὐδ’ ἔστιν οὕτω βάρβαρος
24οὔτε παλίγγλωσσος πόλις,
25ἅτις οὐ Πηλ͜έο͜ς ἀΐει κλέος ἥ‐
25ρωος, εὐδαίμονος γαμβροῦ θεῶν,
Βʹ οὐδ’ ἅτις Αἴαντος Τελαμωνιάδα καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον ἆγε σὺν Τιρυνθίοισιν πρόφˈρονα σύμμαχον ἐς
28 Τροΐαν, ἥρωσι μόχθον, Λ͜αο͜μεδοντιᾶν ὑπὲρ ἀμπλακιᾶν
30ἐν ναυσὶν Ἀλκμήνας τέκος. εἷλε δὲ Περγαμίαν, πέφˈνεν δὲ σὺν κείνῳ Μερόπων ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον Φλέγˈραισιν εὑρὼν Ἀλκυο‐
33 νῆ, σφετέρας δ’ οὐ φείσατο χερσὶν βαρυφθόγγοιο νευρᾶς
35Ἡρακˈλέης. ἀλλ’ Αἰακίδαν καλέων ἐς πλόον 〈––〉 κύρησεν δαινυμένων. τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νε‐
37 κταρέαις σπονδαῖσιν ἄρξαι καρτεραίχμαν Ἀμφιτρυωνιάδαν, ἄνδωκε δ’ αὐτῷ φέρτατος179
40οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών, ὁ δ’ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους αὔδασε τοιοῦτον̄ ἔπος·
42 ‘Εἴ ποτ’ ἐμᾶν, ὦ Ζεῦ πάτερ, θυμῷ θέλων ἀρᾶν ἄκουσας, νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις
45λίσσομαι παῖδα θˈρασὺν ἐξ Ἐριβοίας ἀνδρὶ τῷδε ξεῖνον ἁμὸν μοιρίδιον τελέσαι· τὸν μὲν ἄρρηκτον φυάν, ὥσ‐
47 περ τόδε δέρμα με νῦν περιπˈλανᾶται θηρός, ὃν πάμπρωτον ͜ἀέ͜θλων κτεῖνά ποτ’ ἐν Νεμέᾳ θυμὸς δ’ ἑπέσθω.‘ ταῦτ’ ἄρα
49οἱ φαμένῳ πέμψεν θεός
I
.

6

(50)

ἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁ‐
I
.

6

(50)

δεῖα δ’ ἔνδον νιν ἔκˈνιξεν χάρις,
Γʹ εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ ‘Ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών· καί νιν ὄρνιχος φανέντος κέκˈλευ ἐπώνυμον εὐ‐
53 ρυβίαν Αἴαντα, λαῶν ἐν πόνοις ἔκπαγˈλον Ἐνυαλίου.‘
55ὣς ἦρα εἰπὼν αὐτίκα ἕζετ’. ἐμοὶ δὲ μακρὸν πάσας 〈ἀν〉αγήσασθ’ ἀρετάς· Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίας Πυθ͜έᾳ͜ τε κώμων Εὐθυμέ‐
58 νει τε· τὸν Ἀργείων τρόπον εἰρήσεταί που κἀν βραχίστοις.
60ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου
τρεῖς ἀπ’ Ἰσθμοῦ, τὰς δ’ ἀπ’ εὐφύλλου Νεμέας, ἀγˈλαοὶ παῖδές τε καὶ μάτρως. ἀνὰ δ’ ἄγαγον ἐς180
62 φάος οἵαν μοῖραν ὕμνων τὰν Ψαλυχιαδᾶν δὲ πάτραν Χαρίτων ἄρδοντι καλλίστᾳ δρόσῳ,
65τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν θεοφιλῆ ναίοισι· Λάμπων δὲ μελέταν ἔργοις ὀπάζων Ἡσιό‐
67 δου μάλα τιμᾷ τοῦτ’ ἔπος, υἱοῖσί τε φˈράζων παραινεῖ, ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων·
70καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται, μέτˈρα μὲν γνώμᾳ διώκων, μέτˈρα δὲ καὶ κατέχων γλῶσσα δ’ οὐκ ἔξω φρενῶν φαί‐
72 ης κέ νιν ἄνδρ’ ἐν ἀεθˈληταῖσιν ἔμμεν Ναξίαν πέτˈραις ἐν ἄλλαις χαλκοδάμαντ’ ἀκόναν. πίσω σφε Δίρκας ἁγˈνὸν ὕ‐
74δωρ, τὸ βαθύζωνοι κόραι
75χρυσοπέπˈλου Μναμοσύνας ἀνέτει‐
75λαν παρ’ εὐτειχέσιν Κάδˈμου πύλαις.181
I
.

7

Αʹ Τίνι τῶν πάρος, ὦ μάκαιρα Θήβα, καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεόν εὔφρανας; ἦρα χαλκοκρότου πάρεδˈρον Δαμάτερος ἁνίκ’ εὐρυχαίταν
5ἄντειλας Διόνυσον, ἢ χρυσῷ μεσονύκτιον
5 νείφοντα δεξαμένα τὸν φέρτατον θεῶν, ὁπότ’ Ἀμφιτρύωνος ἐν θυρέτˈροις σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς; ἢ {ὅτ’} ἀμφὶ πυκˈναῖς Τειρεσίαο βουλαῖς; ἢ {ὅτ’} ἀμφ’ Ἰόλαον ἱππόμητιν;
10ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς
10 Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανόν μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον; ἢ Δωρίδ’ ἀποικίαν οὕνεκεν ὀρθῷ ἔστασας ἐπὶ σφυρῷ Λακεδαιμονίων, ἕλον δ’ Ἀμύκˈλας
15Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις; ἀλλὰ παλαιὰ γάρ εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,
Βʹ ὅ τι μὴ σοφίας ἄωτον ἄκˈρον κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν·
20κώμαζ’ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ καὶ Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ νίκαν παγκρατίου, σθένει τ’ ἔκπαγˈλος ἰδεῖν τε μορ‐
22 φάεις, ἄγει τ’ ἀρετὰν οὐκ αἴσχιον φυᾶς. φλέγεται δὲ ἰοπˈλόκοισι Μοίσαις, μάτρωΐ θ’ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,
25χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμειξεν,
τιμὰ δ’ ἀγαθοῖσιν ἀντίκειται. ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλα‐183
27 ζαν αἵματος πρὸ φίλας πάτˈρας ἀμύνεται, †λοιγὸν ἀμύνων† ἐναντίῳ στρατῷ, ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων
30ζώων τ’ ἀπὸ καὶ θανών. τὺ δέ, Διοδότοιο παῖ, μαχατάν αἰνέων Μελέαγˈρον, αἰνέων δὲ καὶ Ἕκτορα Ἀμφιάραόν τε, εὐανθέ’ ἀπέπˈνευσας ἁλικίαν
35Γʹ προμάχων ἀν’ ὅμιλον, ἔνθ’ ἄριστοι ἔσχον πολέμοιο νεῖκος ἐσχάταις {ἐπ’} ἐλπίσιν. ἔτˈλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι Γαιάοχος εὐδίαν ὄπασσεν ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρ‐
39μόζων. ὁ δ’ ἀθανάτων μὴ θρασσέτω φθόνος,
40ὅτι τερπνὸν ἐφάμερον διώκων ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες· δαίμων δ’ ἄϊσος· τὰ μακˈρὰ δ’ εἴ τις παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν
44ἕδραν· ὅ τοι πτερόεις ἔρριψε Πάγασος
45δεσπόταν ἐθέλοντ’ ἐς οὐρανοῦ σταθμούς ἐλθεῖν μεθ’ ὁμάγυριν Βελλεροφόνταν Ζηνός. τὸ δὲ πὰρ δίκαν γλυκὺ πικˈροτάτα μένει τελευτά. ἄμμι δ’, ὦ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία,
I
.

7

(50)

τ͜εα͜ῖσιν ἁμίλλαισιν
εὐανθέα καὶ Πυθόϊ στέφανον.184
I
.

8

Αʹ Κλεάνδρῳ τις ἁλικίᾳ
1 τε λύτˈρον εὔδοξον, ὦ νέοι, καμάτων πατˈρὸς ἀγˈλαὸν Τελεσάρχου παρὰ πˈρόθυρον ἰὼν ἀνεγειρέτω κῶμον, Ἰσθμιάδος τε νί‐
4κας ἄποινα, καὶ Νεμέᾳ
5ἀέθˈλων ὅτι κˈράτος ἐξ‐
5εῦρε· τῶ καὶ ἐγώ, καίπερ ἀχˈνύμενος
5aθυμόν, αἰτέομαι χρυσέαν καλέσαι
6Μοῖσαν. ἐκ μεγάλων δὲ πενθ͜έω͜ν λυθέντες
6aμήτ’ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων,
7μήτε κάδεα θερά‐
7 πευε· παυσάμενοι δ’ ἀπράκτων κακῶν γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον· ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς
10γε† Ταντάλου λίθον παρά
10τις ἔτˈρεψεν ἄμμι θεός,
Βʹ ἀτόλματον Ἑλλάδι μό‐
11 χθον. ἀλλ’ ἐμοὶ δεῖμα μὲν παροιχομένων καρτερὰν ἔπαυσε μέριμναν· τὸ δὲ πˈρὸ ποδὸς ἄρειον ἀεὶ βλέπειν χρῆμα πάν· δόλιος γὰρ αἰ‐
14ὼν ἐπ’ ἀνδράσι κˈρέμαται,
15ἑλίσσων βίου πόρον· ἰ‐
15ατὰ δ’ ἐστὶ βροτοῖς σύν γ’ ἐλευθερίᾳ
15aκαὶ τά. χρὴ δ’ ἀγαθὰν ἐλπίδ’ ἀνδρὶ μέλειν.
16χρὴ δ’ ἐν ἑπταπύλοισι Θήβαις τραφέντα
16aΑἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,
17πατˈρὸς οὕνεκα δίδυ‐
17μαι γένοντο θύγατˈρες Ἀσωπίδων {θ’}
ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ. ὃ τὰν μὲν παρὰ καλλιρόῳ186
20Δίρκᾳ φιλαρμάτου πόλι‐
20ος ᾤκισσεν ἁγεμόνα·
Γʹ σὲ δ’ ἐς νᾶσον Οἰνοπίαν
21 ἐνεγκὼν κοιμᾶτο, δῖον ἔνθα τέκες Αἰακὸν βαρυσφαράγῳ πατˈρὶ κεδˈνότατον ἐπιχθονίων· ὃ καί δαιμόνεσσι δίκας ἐπεί‐
24ραινε· τοῦ μὲν ἀντίθεοι
25ἀρίστευον υἱέες υἱ‐
25͜έω͜ν τ’ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ
25aχάλκεον στονόεντ’ ἀμφέπειν ὅμαδον,
26σώφρονές τ’ ἐγένοντο πινυτοί τε θυμόν.
26aταῦτα καὶ μακάρων ἐμέμναντ’ ἀγοραί,
27Ζεὺς ὅτ’ ἀμφὶ Θέτιος
27 ἀγˈλαός τ’ ἔρισαν Ποσειδὰν γάμῳ, ἄλοχον εὐειδέα θέλων ἑκάτερος ἑὰν ἔμμεν· ἔρως γὰρ ἔχεν.
30ἀλλ’ οὔ σφιν ἄμβροτοι τέλε‐
30σαν εὐνὰν θεῶν πραπίδες,
Δʹ ἐπεὶ θεσφάτων 〈ἐπ〉άκου‐
31 σαν· εἶπε δ’ εὔβουλος ἐν μέσοισι Θέμις, εἵνεκεν πεπρωμένον ἦν, φέρτερον πατέρος ἄνακτα γόνον τεκεῖν ποντίαν θεόν, ὃς κεραυ‐
34νοῦ τε κρέσσον ἄλλο βέλος
35διώξει χερὶ τˈριόδον‐
35τός τ’ ἀμαιμακέτου, Ζηνὶ μισγομέναν
35aἢ Διὸς παρ’ ἀδελφ͜εο͜ῖσιν. ‘ἀλλὰ τὰ μέν
36παύσατε· βˈροτέων δὲ λεχέων τυχοῖσα187
36aυἱὸν εἰσιδέτω θανόντ’ ἐν πολέμῳ,
37χεῖρας Ἄρεΐ 〈τ’〉 ἐν‐
37 αλίγκιον στεροπαῖσί τ’ ἀκˈμὰν ποδῶν. τὸ μὲν ἐμόν, Πηλέϊ γέρας θεόμορον ὀπάσσαι γάμου Αἰακίδᾳ,
40ὅν τ’ εὐσεβέστατον φάτις
40Ἰ͜αο͜λκοῦ τράφειν πεδίον·
Εʹ ἰόντων δ’ ἐς ἄφθιτον ἄν‐
41 τρον εὐθὺς Χίρωνος αὐτίκ’ ἀγγελίαι μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω ἄμμιν· ἐν διχομηνίδεσ‐
44σιν δὲ ἑσπέραις ἐρατόν
45λύοι κεν χαλινὸν ὑφ’ ἥ‐
45ρωϊ παρθενίας.‘ ὣς φάτο Κˈρονίδαις
45aἐννέποισα θεά· τοὶ δ’ ἐπὶ γˈλεφάροις
46νεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπός
46aοὐ κατέφθινε. φαντὶ γὰρ ξύν’ ἀλέγειν
47καὶ γάμον Θέτιος ἄ‐
47 νακτα, καὶ νεαρὰν ἔδειξαν σοφῶν στόματ’ ἀπείροισιν ἀρετὰν Ἀχιλέος· ὃ καὶ Μύσιον ἀμπελόεν
I
.

8

(50)

αἵμαξε Τηλέφου μέλα‐
I
.

8

(50)

νι ῥαίνων φόνῳ πεδίον
ϝʹ γεφύρωσέ τ’ Ἀτˈρεΐδαι‐
51 σι νόστον, Ἑλέναν τ’ ἐλύσατο, Τˈροΐας ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε
μάχας ἐναριμβρότου ἔργον ἐν πεδίῳ κορύσ‐188
54σοντα, Μέμνονός τε βίαν
55ὑπέρθυμον Ἕκτορά τ’ ἄλ‐
55λους τ’ ἀριστέας· οἷς δῶμα Φερσεφόνας
55aμανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν,
56Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.
56aτὸν μὲν οὐδὲ θανόντ’ ἀοιδαὶ 〈ἐπ〉έλιπον,
57ἀλλά οἱ παρά τε πυ‐
57 ρὰν τάφον θ’ Ἑλικώνιαι παρθένοι στάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν. ἔδοξ’ ἦρα καὶ ἀθανάτοις,
60ἐσλόν γε φῶτα καὶ φθίμε‐
60νον ὕμνοις θεᾶν διδόμεν.
Ζʹ τὸ καὶ νῦν φέρει λόγον, ἔσ‐
61 συταί τε Μοισαῖον ἅρμα Νικοκλέος μνᾶμα πυγˈμάχου κελαδῆσαι. γεραίρετέ νιν, ὃς Ἴσθμιον ἂν νάπος Δωρίων ἔλαχεν σελί‐
64νων· ἐπεὶ περικτίονας
65ἐνίκασε δή ποτε καὶ
65κεῖνος ἄνδρας ἀφύκτᾳ χερὶ κˈλονέων.
65aτὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεά
66πατˈραδελφεοῦ· ἁλίκων τῶ τις ἁβˈρόν
66aἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω
67μυρσίνας στέφανον, ἐ‐
67 πεί νιν Ἀλκαθόου τ’ ἀγὼν σὺν τύχᾳ ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν· τὸν αἰνεῖν ἀγαθῷ παρέχει·
70ἥβαν γὰρ οὐκ ἄπειρον ὑ‐
70πὸ χειᾷ {πω} καλῶν δάμασεν.189
I
.

9

Κλεινὸς Αἰακοῦ λόγος, κλεινὰ δὲ καὶ ναυ‐
1 σικˈλυτὸς Αἴγινα· σὺν θ͜εῶ͜ν δέ νιν αἴσᾳ Ὕλλου τε καὶ Αἰγιμιοῦ Δωριεὺς ἐλθὼν στρατός ἐκτίσσατο· τῶν μὲν ὑπὸ στάθˈμᾳ νέμονται
5οὐ θέμιν οὐδὲ δίκαν ξείνων ὑπερβαίνοντες· οἷοι δ’ ἀρετάν δελφῖνες ἐν πόντῳ, ταμίαι τε σοφοί
Μοισᾶν ἀγωνίων τ’ ἀέθˈλων.190