TLG 0033 003 :: PINDARUS :: Nemea

PINDARUS Lyr.
(Boeotus: 6–5 B.C.)

Vitae: Cf. VITAE PINDARI ET VARIA DE PINDARO (4170)
Scholia: Cf. SCHOLIA IN PINDARUM (5034)

Nemea

Source: Maehler, H. (post B. Snell) (ed.), Pindari carmina cum fragmentis, pt. 1, 5th edn. Leipzig: Teubner, 1971: 122–139, 141–143, 145–162.

Citation: Ode — (line)

N
.

1

Αʹ Ἄμπνευμα σεμνὸν Ἀλφεοῦ, κλεινᾶν Συρακοσσᾶν θάλος Ὀρτυγία, δέμνιον Ἀρτέμιδος, Δάλου κασιγˈνήτα, σέθεν ἁδυεπής
5ὕμνος ὁρμᾶται θέμεν αἶνον ἀελλοπόδων
6 μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν· ἅρμα δ’ ὀτˈρύνει Χρομίου Νεμέα
7 τ’ ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος. ἀρχαὶ δὲ βέβˈληνται θεῶν κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς.
10ἔστι δ’ ἐν εὐτυχίᾳ
πανδοξίας ἄκˈρον· μεγάλων δ’ ἀέθλων Μοῖσα μεμνᾶσθαι φιλεῖ. σπεῖρέ νυν ἀγˈλαΐαν122
13 τινὰ νάσῳ, τὰν Ὀλύμπου δεσπότας Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευ‐
14σέν τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονός
15Σικελίαν πίειραν ὀρθώ‐
15 σειν κορυφαῖς πολίων ἀφˈνεαῖς· ὤπασε δὲ Κˈρονίων πολέμου
16 μναστῆρά οἱ χαλκεντέος λαὸν ἵππαιχμον, θαμὰ δὴ καὶ Ὀλυμ‐
17 πιάδων φύλλοις ἐλαιᾶν χρυσέοις μιχθέντα. πολλῶν ἐπέβαν
18καιρὸν οὐ ψεύδει βαλών·
Βʹ ἔσταν δ’ ἐπ’ αὐλείαις θύραις
20ἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος, ἔνθα μοι ἁρμόδιον δεῖπνον κεκόσμηται, θαμὰ δ’ ἀλλοδαπῶν οὐκ ἀπείρατοι δόμοι ἐντί· λέλογχε δὲ μεμ‐
24φομένοις ἐσλοὺς ὕδωρ καπˈνῷ φέρειν
25ἀντίον. τέχˈναι δ’ ἑτέρων ἕτεραι·
25 χρὴ δ’ ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ. πράσσει γὰρ ἔργῳ μὲν σθένος, βουλαῖσι δὲ φˈρήν, ἐσσόμενον προϊδεῖν συγγενὲς οἷς ἕπεται. Ἁγησιδάμου παῖ, σέο δ’ ἀμφὶ τρόπῳ
30τῶν τε καὶ τῶν χρήσιες. οὐκ ἔραμαι πολὺν ἐν
31 μεγάρῳ πλοῦτον κατακˈρύψαις ἔχειν, ἀλλ’ ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦ‐
32 σαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντ’ ἐλπίδες πολυπόνων ἀνδρῶν. ἐγὼ δ’ Ἡ‐
33 ρακˈλέος ἀντέχομαι προφˈρόνως ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις,123
34ἀρχαῖον ὀτˈρύνων λόγον,
35ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐ‐
35 τίκα θαητὰν ἐς αἴγλαν παῖς Διός ὠδῖνα φεύγων διδύμῳ
36σὺν κασιγˈνήτῳ μόλεν,
Γʹ ὡς {τ’} οὐ λαθὼν χρυσόθˈρονον Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα· ἀλλὰ θεῶν βασιλ͜έα͜
40σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ. τοὶ μὲν οἰχθεισᾶν πυλᾶν ἐς θαλάμου μυχὸν εὐ‐
42 ρὺν ἔβαν, τέκˈνοισιν ὠκείας γνάθους ἀμφελίξασθαι μεμαῶτες· ὁ δ’ ὀρ‐
43 θὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πˈρῶτον μάχας, δισσαῖσι δοιοὺς αὐχένων
45μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας. ἀγχομένοις δὲ χρόνος ψυχὰς ἀπέπˈνευσεν μελέων ἀφάτων. ἐκ δ’ ἄρ’ ἄτˈλατον δέος πλᾶξε γυναῖκας, ὅσαι
49τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει·
N
.

1

(50)

καὶ γὰρ αὐτὰ ποσσὶν ἄπεπˈλος ὀρού‐
N
.

1

(50)

σαις’ ἀπὸ στρωμνᾶς ὅμως ἄμυνεν ὕβˈριν κνωδάλων. ταχὺ δὲ Καδˈμείων ἀγοὶ χαλ‐
51 κ͜έοι͜ς σὺν ὅπλοις ἔδραμον̄ ἀθˈρόοι, ἐν χερὶ δ’ Ἀμφιτρύων κολεοῦ
52 γυμνὸν τινάσσων 〈φάσγανον〉 ἵκετ’, ὀξείαις ἀνίαισι τυπείς.
53 τὸ γὰρ οἰκεῖον πιέζει πάνθ’ ὁμῶς· εὐθὺς δ’ ἀπήμων κραδία124
54κᾶδος ἀμφ’ ἀλλότˈριον.
55Δʹ ἔστα δὲ θάμβει δυσφόρῳ τερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκˈνόμιον λῆμά τε καὶ δύναμιν υἱοῦ· παλίγγλωσσον δέ οἱ ἀθάνατοι ἀγγέλων ῥῆσιν θέσαν.
60γείτονα δ’ ἐκκάλεσεν
60 Διὸς ὑψίστου προφάταν ἔξοχον, ὀρθόμαντιν Τειρεσίαν· ὁ δέ οἱ
61 φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις, ὅσσους μὲν ἐν χέρσῳ κτανών, ὅσσους δὲ πόντῳ θῆρας ἀϊδˈροδίκας· καί τινα σὺν πλαγίῳ
65ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον φᾶ ἑ δᾳώσειν μόρον. καὶ γὰρ ὅταν θεοὶ ἐν
67 πεδίῳ Φλέγˈρας Γιγάντεσσιν μάχαν ἀντιάζωσιν, βελέων ὑπὸ ῥι‐
68 παῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν ἔνεπεν· αὐτὸν μὰν ἐν εἰρή‐
69νᾳ τὸν ἅπαντα χρόνον̄ 〈ἐν〉 σχερῷ
70ἡσυχίαν καμάτων μεγάλων
70 ποινὰν λαχόντ’ ἐξαίρετον ὀλβίοις ἐν δώμασι, δεξάμενον
71 θαλερὰν Ἥβαν ἄκοιτιν καὶ γάμον δαίσαντα πὰρ Δὶ Κρονίδᾳ,
72σεμνὸν αἰνήσειν νόμον.125
N
.

2

Αʹ Ὅθεν περ καὶ Ὁμηρίδαι ῥαπτῶν ἐπέων τὰ πόλλ’ ἀοιδοί ἄρχονται, Διὸς ἐκ προοιμίου, καὶ ὅδ’ ἀνήρ καταβολὰν ἱερῶν ἀγώ‐
4νων νικαφορίας δέδεκται πρῶτον, Νεμεαίου
5ἐν πολυϋμνήτῳ Διὸς ἄλσει.
Βʹ ὀφείλει δ’ ἔτι, πατˈρίαν εἴπερ καθ’ ὁδόν νιν εὐθυπομπός αἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις, θαμὰ μὲν Ἰσθμιάδων δρέπε‐
9σθαι κάλλιστον ἄωτον ἐν Πυθίοισί τε νικᾶν
10Τιμονόου παῖδ’· ἔστι δ’ ἐοικός
Γʹ ὀρειᾶν γε Πελειάδων μὴ τηλόθεν ͜Ὠα͜ρίωνα νεῖσθαι. καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατάν δυνατός. ἐν Τροΐᾳ μὲν Ἕ‐126
14κτωρ Αἴαντος ἄκουσεν. ὦ Τιμόδημε, σὲ δ’ ἀλκά
15παγκρατίου τλάθυμος ἀέξει.
Δʹ Ἀχάρναι δὲ παλαίφατον εὐάνορες· ὅσσα δ’ ἀμφ’ ἀέθˈλοις, Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται. παρὰ μὲν ὑψιμέδοντι Παρ‐
19νασσῷ τέσσαρας ἐξ ἀέθˈλων νίκας ἐκόμιξαν·
20ἀλλὰ Κορινθίων ὑπὸ φωτῶν
Εʹ ἐν ἐσλοῦ Πέλοπος πτυχαῖς ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη· ἑπτὰ δ’ ἐν Νεμέᾳ, τὰ δ’ οἴκοι μάσσον’ ἀριθˈμοῦ, Διὸς ἀγῶνι. τόν, ὦ πολῖ‐
24ται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ·
25ἁδυμελεῖ δ’ ἐξάρχετε φωνᾷ.127
N
.

3

Αʹ Ὦ πότˈνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι, τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γάρ μένοντ’ ἐπ’ Ἀσωπίῳ μελιγαρύων τέκτονες
5κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι. διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου, ͜ἀε͜θλονικία δὲ μάλιστ’ ἀοιδὰν φιλεῖ, στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν·
τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἁμᾶς ἄπο·128
10ἄρχε δ’ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ, δόκιμον ὕμνον· ἐγὼ δὲ κείνων τέ νιν ὀάροις λύρᾳ τε κοινάσομαι. χαρίεντα δ’ ἕξει πόνον χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πˈρότεροι ᾤκησαν, ὧν παλαίφατον ἀγοράν
15οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεάν ἐμίανε κατ’ αἶσαν ἐν περισθενεῖ μαλαχθείς παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.
20εἰ δ’ ἐὼν καλὸς ἔρδων τ’ ἐοικότα μορφᾷ
20ἀνορέαις ὑπερτάταις ἐπέβα
20 παῖς Ἀριστοφάν͜εο͜ς, οὐκέτι πˈρόσω ἀβάταν ἅλα κιόνων ὕπερ Ἡρακλέος περᾶν εὐμαρές,
Βʹ ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεϊ ὑπερόχους, ἰδίᾳ τ’ ἐρεύνασε τεναγέων
25ῥοάς, ὁπᾷ πόμπιμον κατέβαινε νόστου τέλος, καὶ γᾶν φράδασε. θυμέ, τίνα πρὸς ἀλλοδαπάν ἄκˈραν ἐμὸν πλόον παραμείβ͜εαι͜; Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν. ἕπεται δὲ λόγῳ δίκας ἄωτος, ‘ἐσλὸν αἰνεῖν‘,
30οὐδ’ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες· οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαχες γλυκύ τι γαρυέμεν. παλαιαῖσι δ’ ἐν ἀρεταῖς γέγαθε Πηλεὺς ἄναξ, ὑπέραλλον αἰχμὰν ταμών· ὃς καὶ Ἰ͜αο͜λκὸν εἷλε μόνος ἄνευ στρατιᾶς,
35καὶ ποντίαν Θέτιν κατέμαρψεν ἐγκονητί. Λαομέδοντα δ’ εὐρυσθενής Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν καί ποτε χαλκότοξον Ἀμαζόνων μετ’ ἀλκάν ἕπετό οἱ̆, οὐδέ νίν ποτε φόβος ἀνδροδάμας129
39ἔπαυσεν ἀκˈμὰν φρενῶν.
40συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει. ὃς δὲ διδάκτ’ ἔχει, ψεφεννὸς ἀνὴρ
41 ἄλλοτ’ ἄλλα πνέων οὔ ποτ’ ἀτˈρεκεῖ κατέβα ποδί, μυριᾶν δ’ ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται.
Ξʹ ξανθὸς δ’ Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις, παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα· χερσὶ θαμινά
45βραχυσίδαρον ἄκοντα πάλλων ἴσα τ’ ἀνέμοις, {ἐν} μάχᾳ λεόντεσσιν ἀγˈροτέροις ἔπρασσεν φόνον, κάπˈρους τ’ ἔναιρε· σώματα δὲ παρὰ Κˈρονίδαν Κένταυρον ἀσθμαίνοντα κόμιζεν, ἑξέτης τὸ πρῶτον, ὅλον δ’ ἔπειτ’ ἂν χρόνον·
N
.

3

(50)

τὸν ἐθάμβεον Ἄρτεμίς τε καὶ θρασεῖ’ Ἀθάνα, κτείνοντ’ ἐλάφους ἄνευ κυνῶν δολίων θ’ ἑρκέων· ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ τοῦτο προτέρων ἔπος ἔχω· βαθυμῆτα Χίρων τράφε λιθίνῳ Ἰάσον’ ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλαπιόν,
55τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον· νύμφευσε δ’ αὖτις ἀγˈλαόκολπον Νηρέος θύγατˈρα, γόνον τέ οἱ φέρτατον ἀτίταλλεν 〈ἐν〉 ἀρμένοισι πᾶσι θυμὸν αὔξων, ὄφˈρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθείς
60ὑπὸ Τροΐαν δορίκτυπον ἀλαλὰν Λυκίων
60 τε προσμένοι καὶ Φρυγῶν Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμείξαις Αἰθιόπεσσι χεῖρας ἐν φρασὶ πά‐130
62 ξαιθ’, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω πάλιν οἴκαδ’ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι.
Δʹ τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν·
65Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δ’ ἀγών, τὸν ὕμνος ἔβαλεν ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων. βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει, ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ καὶ σεμνὸν ἀγˈλααῖσι μερίμναις
70Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος διαφαίνεται ὧν τις ἐξοχώτερος γένηται, ἐν παισὶ νέοισι παῖς, ἐν {δ’} ἀνδράσιν ἀνήρ, τρίτον ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν βρότεον ἔθˈνος· ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετάς
75〈ὁ〉 θνατὸς αἰών, φρονεῖν δ’ ἐνέπει τὸ παρκείμενον. τῶν οὐκ ἄπεσσι· χαῖρε, φίλος· ἐγὼ τόδε τοι πέμπω μεμιγμένον μέλι λευκῷ σὺν γάλακτι, κιρναμένα δ’ ἔερς’ ἀμφέπει, πόμ’ ἀοίδιμον Αἰολίσσιν ἐν πνοαῖσιν αὐλῶν,
80ὀψέ περ. ἔστι δ’ αἰετὸς ὠκὺς ἐν ποτανοῖς, ὃς ἔλαβεν αἶψα, τηλόθε μεταμαιόμενος,
81 δαφοινὸν ἄγˈραν ποσίν· κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται. τίν γε μέν, εὐθρόνου Κλεοῦς ἐθελοί‐
83 σας, ἀεθˈλοφόρου λήματος ἕνεκεν Νεμέας Ἐπιδαυρόθεν τ’ ἄπο καὶ Μεγάρων δέδορκεν
84φάος.131
N
.

4

Αʹ Ἄριστος εὐφροσύνα πόνων κεκˈριμένων ἰατρός· αἱ δὲ σοφαί Μοισᾶν θύγατˈρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι. οὐδὲ θερμὸν ὕδωρ τόσον γε μαλθακὰ τεύχει
5γυῖα, τόσσον εὐλογία φόρμιγγι συνάορος. ῥῆμα δ’ ἐργμάτων χρονιώτερον βιοτεύει, ὅ τι κε σὺν Χαρίτων τύχᾳ γλῶσσα φˈρενὸς ἐξέλοι βαθείας.
Βʹ τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ
10Τιμασάρχου τε πάλᾳ ὕμνου προκώμιον εἴη· δέξαιτο δ’ Αἰακιδᾶν ἠύπυργον ἕδος, δίκᾳ ξεναρκέϊ κοινόν
φέγγος. εἰ δ’ ἔτι ζαμενεῖ Τιμόκˈριτος ἁλίῳ σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων132
15θαμά κε, τῷδε μέλει κλιθείς, ὕμνον κελάδησε καλλίνικον
Γʹ Κλεωναίου τ’ ἀπ’ ἀγῶνος ὅρμον στεφάνων πέμψαντα καὶ λιπαρᾶν εὐωνύμων ἀπ’ Ἀθανᾶν, Θήβαις τ’ ἐν ἑπταπύλοις
20οὕνεκ’ Ἀμφιτρύωνος ἀγˈλαὸν παρὰ τύμβον Καδˈμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μείγνυον, Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθών ξένιον ἄστυ κατέδˈρακεν Ἡρακˈλέος ὀλβίαν πρὸς αὐλάν.
25Δʹ σὺν ᾧ ποτε Τˈροΐαν κραταιὸς Τελαμών πόρθησε καὶ Μέροπας καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγˈλον Ἀλκυονῆ, οὐ τετραορίας γε πρὶν δυώδεκα πέτˈρῳ ἥροάς τ’ ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν
30δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείη λόγον ὁ μὴ συνιείς· ἐπεί ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.
Εʹ τὰ μακˈρὰ δ’ ἐξενέπειν ἐρύκει με τεθμός ὧραί τ’ ἐπειγόμεναι·
35ἴϋγγι δ’ ἕλκομαι ἦτορ ν͜εο͜μηνίᾳ θιγέμεν. ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα μέσσον, ἀντίτειν’ ἐπιβουλίαις· σφόδρα δόξομεν δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν· φθονερὰ δ’ ἆλλος ἀνὴρ βλέπων
40γνώμαν κενεὰν σκότῳ κυλίνδει133
ϝʹ χαμαὶ πετοῖσαν. ἐμοὶ δ’ ὁποίαν ἀρετάν ἔδωκε Πότˈμος ἄναξ, εὖ οἶδ’ ὅτι χˈρόνος ἕρπων πεπρωμέναν τελέσει. ἐξύφαινε, γλυκεῖα, καὶ τόδ’ αὐτίκα, φόρμιγξ,
45Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον Οἰνώνᾳ τε καὶ Κύπρῳ̆, ἔνθα Τεῦκρος ἀπάρχει ὁ Τελαμωνιάδας· ἀτάρ Αἴας Σαλαμῖν’ ἔχει πατρῴαν·
Ζʹ ἐν δ’ Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεύς
N
.

4

(50)

νᾶσον· Θέτις δὲ κρατεῖ Φθίᾳ· Νεοπτόλεμος δ’ ἀπείρῳ διαπˈρυσίᾳ, βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον. Παλίου δὲ πὰρ ποδὶ λατˈρίαν Ἰαολκόν
55πολεμίᾳ χερὶ προστραπών Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν
Ηʹ δάμαρτος Ἱππολύτας Ἀκάστου δολίαις τέχναισι χρησάμενος· τᾷ Δαιδάλου δὲ μαχαίρᾳ φύτευέ οἱ θάνατον
60ἐκ λόχου Πελίαο παῖς· ἄλαλκε δὲ Χίρων, καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν· πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντων ὄνυχας ὀξυτάτους ἀκμάν καὶ δεινοτάτων σχάσαις ὀδόντων
65Θʹ ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων. εἶδεν δ’ εὔκυκˈλον ἕδραν, τὰν οὐρανοῦ βασιλῆες πόντου τ’ ἐφεζόμενοι δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ.
Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν· ἀπότˈρεπε134
70αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός· ἄπορα γὰρ λόγον Αἰακοῦ παίδων τὸν ἅπαντά μοι διελθεῖν.
Ιʹ Θεανδρίδαισι δ’ ἀεξιγυίων ἀέθλων κάρυξ ἑτοῖμος ἔβαν
75Οὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμ͜έᾳ͜ τε συνθέμενος, ἔνθα πεῖραν ἔχοντες οἴκαδε κˈλυτοκάρπων οὐ νέοντ’ ἄνευ στεφάνων, πάτραν ἵν’ ἀκούομεν, Τιμάσαρχε, τ͜εὰ͜ν ἐπινικίοισιν ἀοιδαῖς πρόπολον ἔμμεναι. εἰ δέ τοι
80μάτρῳ μ’ ἔτι Καλλικλεῖ κελεύεις
ΙΑʹ στάλαν θέμεν Παρίου λίθου λευκοτέραν· ὁ χρυσὸς ἑψόμενος αὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τῶν ἀγαθῶν ἐργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει
85φῶτα· κεῖνος ἀμφ’ Ἀχέροντι ναιετάων ἐμάν γλῶσσαν εὑρέτω κελαδῆτιν, Ὀρσοτριαίνα ἵν’ ἐν ἀγῶνι βαρυκτύπου θάλησε Κορινθίοις σελίνοις·
ΙΒʹ τὸν Εὐφάνης ἐθέλων γεραιὸς προπάτωρ
90σὸς ἄεισέν ποτε, παῖ. ἄλλοισι δ’ ἅλικες ἄλλοι· τὰ δ’ αὐτὸς ἀντιτύχῃ, ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι. οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι, ῥήματα πˈλέκων, ἀπάλαιστος ἐν λόγῳ ἕλκειν,
95μαλακὰ μὲν φρονέων ἐ͡σλ͡οῖς,
τραχὺς δὲ παλιγκότοις ἔφεδˈρος.135
N
.

5

Αʹ Οὐκ ἀνδριαντοποιός εἰμ’, ὥστ’ ἐλινύσοντα ἐργά‐
1 ζεσθαι ἀγάλματ’ ἐπ’ αὐτᾶς βαθˈμίδος ἑστᾰότ’· ἀλλ’ ἐπὶ πάσας
2 ὁλκάδος ἔν τ’ ἀκάτῳ, γλυκεῖ’ ἀοιδά, στεῖχ’ ἀπ’ Αἰγίνας διαγγέλλοις’, ὅτι Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενής
5νίκη Νεμείοις παγκρατίου στέφανον, οὔπω γένυσι φαίνων τερείνας
6 ματέρ’ οἰνάνθας ὀπώραν, ἐκ δὲ Κˈρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέν‐
7 τας καὶ ἀπὸ χˈρυσεᾶν Νηρηΐδων Αἰακίδας ἐγέραιρεν
8ματρόπολίν τε, φίλαν ξένων ἄρουραν·
τάν ποτ’ εὔανδρόν τε καὶ ναυσικˈλυτάν136
10θέσσαντο, πὰρ βωμὸν πατέρος Ἑλλανίου στάντες, πίτναν τ’ ἐς αἰθέρα χεῖρας ἁμᾶ Ἐνδαΐδος ἀριγˈνῶτες υἱοί
12 καὶ βία Φώκου κρέοντος, ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτ’ ἐπὶ ῥ̄ηγμῖνι πόντου. αἰδέομαι μέγα εἰπεῖν
14ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον,
15πῶς δὴ λίπον εὐκλέα νᾶσον,
15 καὶ τίς ἄνδρας ἀλκίμους δαίμων ἀπ’ Οἰνώνας ἔλασεν.
16 στάσομαι· οὔ τοι ἅπασα κερδίων φαίνοισα πρόσωπον ἀλάθει’ ἀτˈρεκές· καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώ‐
18τατον ἀνθρώπῳ νοῆσαι.
Βʹ εἰ δ’ ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆ‐
19σαι πόλεμον δεδόκηται, μακˈρά μοι
20αὐτόθεν ἅλμαθ’ ὑποσκά‐ πτοι τις· ἔχω γονάτων ὁρμὰν ἐλαφˈράν· καὶ πέραν πόντοιο πάλλοντ’ αἰετοί. πρόφˈρων δὲ καὶ κείνοις ἄειδ’ ἐν Παλίῳ Μοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαις
25φόρμιγγ’ Ἀπόλλων ἑπτάγλωσσον
24χρυσέῳ πλάκτρῳ διώκων
25ἁγεῖτο παντοίων νόμων· αἱ δὲ πρώτιστον μὲν ὕμνη‐
25 σαν Διὸς ἀρχόμεναι σεμνὰν Θέτιν Πηλέα θ’, ὥς τέ νιν ἁβˈρὰ
26 Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαι ἤθελε ξυνᾶνα Μαγˈνήτων σκοπόν πείσαις’ ἀκοίταν ποικίλοις βουλεύμασιν,
ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον,137
30ὡς ἦρα νυμφείας ἐπείρα
30 κεῖνος ἐν λέκτροις Ἀκάστου εὐνᾶς· τὸ δ’ ἐναντίον ἔσκεν· πολλὰ γάρ νιν παντὶ θυμῷ παρφαμένα λιτάνευεν.
32 τοῖο δ’ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι· εὐθὺς δ’ ἀπανάνατο νύμφαν,
33 ξεινίου πατˈρὸς χόλον δείσαις· ὁ δ’ εὖ φράσθη κατένευ‐
34σέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ
35Ζεὺς ἀθανάτων βασιλεύς, ὥστ’ ἐν τάχει ποντίαν χρυσαλακάτων τινὰ Νη‐
36ρεΐδων πράξειν ἄκοιτιν,
Γʹ γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κˈλει‐
37 τὰν θαμὰ νίσεται Ἰσθμὸν Δωρίαν· ἔνθα νιν εὔφρονες ἶλαι
38 σὺν καλάμοιο βοᾷ θεὸν δέκονται, καὶ σθένει γυίων ἐρίζοντι θˈρασεῖ.
40Πότˈμος δὲ κρίνει συγγενὴς ἔργων πέρι πάντων. τὺ δ’ Αἰγίναθε δίς, Εὐθύμενες, Νίκας ἐν ἀγκώνεσσι πίτˈνων
42 ποικίλων ἔψαυσας ὕμνων. ἤτοι μεταΐξαις σὲ καὶ νῦν τεὸς μάτρως ἀγάλλει
43 κείνου ὁμόσπορον ἔθˈνος, Πυθέα. ἁ Νεμέα μὲν ἄραρεν
44μείς τ’ ἐπιχώριος, ὃν φίλης’ Ἀπόλλων·
45ἅλικας δ’ ἐλθόντας οἴκοι τ’ ἐκˈράτει Νίσου τ’ ἐν εὐαγκεῖ λόφῳ. χαίρω δ’ ὅτι ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις. ἴσθι, γˈλυκεῖάν τοι Μενάνδρου
48σὺν τύχᾳ μόχθων ἀμοιβάν
ἐπαύρεο. χρὴ δ’ ἀπ’ Ἀθανᾶν τέκτον’ ͜ἀε͜θληταῖσιν ἔμμεν·138
N
.

5

(50)

εἰ δὲ Θεμίστιον ἵκεις
N
.

5

(50)

ὥστ’ ἀείδειν, μηκέτι ῥ̄ίγει· δίδοι φωνάν, ἀνὰ δ’ ἱστία τεῖνον
51 πρὸς ζυγὸν καρχασίου, πύκταν τέ νιν καὶ παγκρατίου
52 φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπˈλόαν νικῶντ’ ἀρετάν, προθύροισιν δ’ Αἰακοῦ ἀνθέων ποι͜άε͜ντα φέρε στεφανώ‐
54ματα σὺν ξανθαῖς Χάρισσιν.139
N
.

6

Αʹ Ἓν ἀνδρῶν, ἓν θεῶν γένος· ἐκ μιᾶς δὲ πνέομεν ματρὸς ἀμφότεροι· διείργει δὲ πᾶσα κεκˈριμένα δύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ
3 χάλκεος ἀσφαλὲς αἰὲν ἕδος μένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν
5νόον ἤτοι φύσιν ἀθανάτοις, καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ μετὰ νύκτας
6bἄμμε πότˈμος
7ἅντιν’ ἔγˈραψε δραμεῖν ποτὶ στάθμαν. τεκμαίρει {δὲ} καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖν ἄγχι καρποφόροις ἀρούραισιν, αἵτ’ ἀμειβόμεναι
10τόκα μὲν ὦν βίον ἀνδράσιν ἐπ‐
10 ͜ηε͜τανὸν ἐκ πεδίων ἔδοσαν, τόκα δ’ αὖτ’ ἀναπαυσάμεναι σθένος ἔμαρψαν. ἦλθέ τοι Νεμέας ἐξ ἐρατῶν ἀέθλων παῖς ἐναγώνιος, ὃς ταύ‐
13ταν μεθέπων Διόθεν αἶσαν
13bνῦν {τε} πέφανται
14οὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας,
15ἴχˈνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων πατˈροπάτορος ὁμαιμίοις. κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν Αἰακίδαις ἔρνεα πρῶτος 〈ἔνεικεν〉 ἀπ’ Ἀλφεοῦ, καὶ πεντάκις Ἰσθμοῖ στεφανωσάμενος,
20Νεμέᾳ δὲ τρεῖς, ἔπαυσε λάθαν Σαοκˈλείδα’, ὃς ὑπέρτατος Ἁγησιμάχοι’ ὑέων γένετο.
Βʹ ἐπεί οἱ τρεῖς ἀεθˈλοφόροι πρὸς ἄκˈρον ἀρετᾶς ἦλθον, οἵ τε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳ141
25ἕτερον οὔ τινα οἶκον ἀπε‐
25 φάνατο πυγˈμαχία 〈πλεόνων〉 ταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαι μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν ὥτ’ ἀπὸ τόξου ἱείς· εὔ‐
28θυν’ ἐπὶ τοῦτον, ἄγε, Μοῖσα,
28bοὖρον ἐπέων
29εὐκλέα· παροιχομένων γὰρ ἀνέρων,
30ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ’ ἐκόμισαν· Βασσίδαισιν ἅ τ’ οὐ σπανίζει, παλαίφατος γενεά, ἴδια ναυστολέοντες ἐπι‐
32 κώμια, Πιερίδων ἀρόταις δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἐργμάτων ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ
35χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας
35bαἷμα πάτˈρας
36χρυσαλακάτου ποτὲ Καλλίας ἁδών ἔρνεσι Λατοῦς, παρὰ Κασταλίαν τε Χαρίτων ἑσπέριος ὁμάδῳ φλέγεν· πόντου τε γέφυρ’ ἀκάμαντος ἐν ἀμφικτιόνων
40ταυροφόνῳ τριετηρίδι Κρ͜εο͜ντίδαν τίμασε Ποσειδάνιον ἂν τέμενος· βοτάνα τέ νίν ποθ’ ἁ λέοντος νικάσαντ’ ἤρεφε δασκίοις Φλειοῦντος ὑπ’ ὠγυγίοις ὄρεσιν.
45Γʹ πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι νᾶσον εὐκλέα τάνδε κοσμεῖν· ἐπεί σφιν Αἰακίδαι ἔπορον ἔξοχον αἶσαν ἀρε‐
47 τὰς ἀποδεικνύμενοι μεγάλας, πέταται δ’ ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν ὄνυμ’ αὐτῶν· καὶ ἐς Αἰθίοπας142
N
.

6

(50)

Μέμνονος οὐκ {ἂν} ἀπονοστή‐
N
.

6

(50)

σαντος ἔπαλτο· βαρὺ δέ σφιν
50bνεῖκος Ἀχιλεύς
51ἔμπεσε χαμαὶ καταβαὶς ἀφ’ ἁρμάτων, φαεννᾶς υἱὸν εὖτ’ ἐνάριξεν Ἀόος ἀκμᾷ ἔγχεος ζακότοιο. καὶ ταῦτα μὲν παλαιότεροι ὁδὸν ἀμαξιτὸν εὗρον· ἕπο‐
54μαι δὲ καὶ αὐτὸς ἔχων μελέταν·
55τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτων λέγεται παντὶ μάλιστα δονεῖν θυμόν. ἑκόντι δ’ ἐγὼ νώ‐
57τῳ μεθέπων δίδυμον ἄχθος
57bἄγγελος ἔβαν,
58πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς,
60Ἀλκίμιδα, σέ γ’ ἐπαρκέσαι κλειτᾷ γενεᾷ—δύο μὲν Κρονίου πὰρ τεμένει, παῖ, σέ τ’ ἐνόσφισε καὶ Πολυτιμίδαν κλᾶρος προπετὴς ἄνθε’ Ὀλυμπιάδος—, δελφῖνι καὶ τάχος δι’ ἅλμας
65ἶσον 〈κ’〉 εἴποιμι Μελησίαν
χειρῶν τε καὶ ἰσχύος ἁνίοχον.143
N
.

7

Αʹ Ἐλείθυια, πάρεδˈρε Μοιρᾶν βαθυφˈρόνων, παῖ μεγαλοσθενέος, ἄκου‐
2 σον, Ἥρας, γενέτειρα τέκˈνων· ἄνευ σέθεν οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν τεὰν ἀδελφ͜εὰ͜ν ἐλάχομεν ἀγˈλαόγυιον Ἥβαν.
5ἀναπˈνέομεν δ’ οὐχ ἅπαντες ἐπὶ ἴσα· εἴργει δὲ πότμῳ ζυγένθ’ ἕτερον ἕτερα. σὺν δὲ τίν καὶ παῖς ὁ Θεαρίωνος ἀρετᾷ κριθείς εὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθˈλοις. πόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπων
10Αἰακιδᾶν· μάλα δ’ ἐθέλον‐
10 τι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν. εἰ δὲ τύχῃ τις ἔρδων, μελίφˈρον’ αἰτίαν ῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαί σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι· ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ,
15εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς. σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον ἔμαθον, οὐδ’ ὑπὸ κέρδει βλάβεν· ἀφˈνεὸς πεν͜ιχ͜ρός τε θανάτου παρά
20σᾶμα ν͜έο͜ντ͝αι͝. ἐγὼ δὲ πλέον’ ἔλπομαι λόγον Ὀδυσσέος ἢ πάθαν
21διὰ τὸν ἁδυεπῆ γενέσθ’ Ὅμηρον·
Βʹ ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ 〈τε〉 μαχανᾷ σεμνὸν ἔπεστί τι· σοφία
23 δὲ κλέπτει παράγοισα μύθοις. τυφλὸν δ’ ἔχει ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν
25ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθείς ὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν λευρὸν ξίφος· ὃν κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ ξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖς ἂν ναυσὶ πόρευσαν εὐθυπˈνόου Ζεφύροιο πομπαί145
30πρὸς Ἴλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεται κῦμ’ Ἀίδα, πέσε δ’ ἀδόκη‐
31 τον ἐν καὶ δοκέοντα· τιμὰ δὲ γίνεται ὧν θεὸς ἁβˈρὸν αὔξει λόγον τεθνακότων. βοαθοῶν τοι παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου μόλον χθονός. ἐν Πυθίοισι δὲ δαπέδοις
35κεῖται Πριάμου πόλιν Ν͜εο͜πτόλεμος ἐπεὶ πράθεν, τᾷ καὶ Δαναοὶ πόνησαν· ὁ δ’ ἀποπˈλέων Σκύρου μὲν ἅμαρτε, πλαγχθέντες δ’ εἰς Ἐφύραν ἵκοντο. Μολοσσίᾳ δ’ ἐμβασίλευεν ὀλίγον χρόνον· ἀτὰρ γένος αἰεὶ φέρει
40τοῦτό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν, κτέατ’ ἄγων Τροΐαθεν ἀκροθινίων· ἵνα κρεῶν νιν ὕπερ μάχας
42ἔλασεν ἀντιτυχόντ’ ἀνὴρ μαχαίρᾳ.
Γʹ βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται. ἀλλὰ τὸ μόρσιμον ἀπέδω‐
44κεν· ἐχˈρῆν δέ τιν’ ἔνδον ἄλσει παλαιτάτῳ
45Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι θεοῦ παρ’ εὐτειχέα δόμον, ἡροΐαις δὲ πομπαῖς θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις. εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει· οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ,
N
.

7

(50)

Αἴγινα, τεῶν Διός τ’ ἐκγόνων. θρασύ μοι τόδ’ εἰπεῖν
φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων οἴκοθεν· ἀλλὰ γὰρ ἀνάπαυ‐146
52 σις ἐν παντὶ γλυκεῖα ἔργῳ· κόρον δ’ ἔχει καὶ μέλι καὶ τὰ τέρπν’ ἄνθε’ Ἀφˈροδίσια. φυᾷ δ’ ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες
55ὁ μὲν τά, τὰ δ’ ἄλλοι· τυχεῖν δ’ ἕν’ ἀδύνατον εὐδαιμονίαν ἅπασαν ἀνελόμενον· οὐκ ἔχω εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον ὤρεξε. Θεαρίων, τὶν δ’ ἐοικότα καιρὸν ὄλβου δίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ
60σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν. ξεῖνός εἰμι· ͡σκ͡οτεινὸν ἀπέχων ψόγον, ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρ’ ἄγων κλέος ἐτήτυμον αἰνέσω·
63ποτίφορος δ’ ἀγαθοῖσι μισθὸς οὗτος.
Δʹ ἐὼν δ’ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μ’ ἀνήρ
65Ἰονίας ὑπὲρ ἁλὸς οἰ‐
65 κ͜έω͜ν, καὶ προξενίᾳ πέποιθ’, ἔν τε δαμόταις ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών, βίαια πάντ’ ἐκ ποδὸς ἐρύσαις· ὁ δὲ λοιπὸς εὔφρων ποτὶ χˈρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ, εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.
70Εὐξένιδα πάτραθε Σώγενες, ἀπομνύω μὴ τέρμα προβαὶς ἄκονθ’ ὥτε χαλκοπάραον ὄρσαι θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων αὐχένα καὶ σθένος ἀδίαν‐
73 τον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν. εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.
75ἔα με· νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθείς ἀνέκˈραγον, οὐ τραχύς εἰμι καταθέμεν. εἴρειν στεφάνους ἐλαφˈρόν, ἀναβάλεο· Μοῖσά τοι
κολλᾷ χρῠσὸν ἔν τε λευκὸν ἐλέφανθ’ ἁμᾶ καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖς’ ἐέρσας.147
80Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ πολύφατον θρόον ὕμνων δόνει ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει δάπεδον ἂν τόδε γαρυέμεν ἡμέρᾳ ὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,
85Εʹ ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ, Ἡράκλεες, σέο δὲ προπρ͜άο͜ν’
86 ἔμ〈μ〉εν ξεῖνον ἀδελφεόν τ’. εἰ δὲ γεύεται ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτον’ ἔμμεναι νόῳ φιλήσαντ’ ἀτενέϊ γείτονι χάρμα πάντων ἐπάξιον· εἰ δ’ αὐτὸ καὶ θεὸς ἀνέχοι, —
90ἐν τίν κ’ ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἄγυιαν. ἐπεὶ τετˈρᾰόροισιν ὥθ’ ἁρμάτων ζυγοῖς ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. ὦ μάκαρ,
95τὶν δ’ ἐπέοικεν Ἥρας πόσιν τε πειθέμεν κόραν τε γλαυκώπιδα· δύνασαι δὲ βροτοῖσιν ἀλκάν ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν. εἰ γὰρ σύ ἱν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις ἥβᾳ λιπαρῷ τε γήραϊ διαπˈλέκοις
N
.

7

(100)

εὐδαίμον’ ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεί γέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν. τὸ δ’ ἐμὸν οὔ ποτε φάσει κέαρ ἀτˈρόποισι Νεοπτόλεμον ἑλκύσαι ἔπεσι· ταὐτὰ δὲ τρὶς τετράκι τ’ ἀμπολεῖν
105ἀπορία τελέθει, τέκνοι‐
105σιν ἅτε μαψυλάκας ‘Διὸς Κόρινθοσ‘.148
N
.

8

Αʹ Ὥρα πότˈνια, κάρυξ Ἀφˈροδίτας
1 ἀμβροσιᾶν φιλοτάτων, ἅ τε παρθενηΐοις παίδων τ’ ἐφίζοισα γˈλεφάροις, τὸν μὲν ἡμέροις ἀνάγκας χερσὶ βαστά‐
3 ζεις, ἕτερον δ’ ἑτέραις. ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον
5τῶν ἀρειόνων ἐρώτων ἐπικˈρατεῖν δύνασθαι. οἷοι καὶ Διὸς Αἰγίνας τε λέκτρον
6 ποιμένες ἀμφεπόλησαν Κυπˈρίας δώρων· ἔβλαστεν δ’ υἱὸς Οἰνώνας βασιλεύς χειρὶ καὶ βουλαῖς ἄριστος. πολλά νιν πολ‐
8 λοὶ λιτάνευον ἰδεῖν· ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων
10ἤθελον κείνου γε πείθεσθ’ ἀναξίαις ἑκόντες, οἵ τε κˈρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν, οἵ τ’ ἀνὰ Σπάρταν Πελοπηϊάδαι. ἱκέτας Αἰακοῦ
13σεμνῶν γονάτων πόλιός θ’ ὑπὲρ φίλας
ἀστῶν θ’ ὑπὲρ τῶνδ’ ἅπτομαι φέρων149
15Λυδίαν μίτˈραν καναχηδὰ πεποικιλμέναν, Δείνιος δισσῶν σταδίων
16 καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα. σὺν θεῷ γάρ τοι φυτευθεὶς
17ὄλβος ἀνθρώποισι παρμονώτερος·
Βʹ ὅσπερ καὶ Κινύραν ἔβˈρισε πλούτῳ
18 ποντίᾳ ἔν ποτε Κύπˈρῳ. ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πˈρίν τι φάμεν.
20πολλὰ γὰρ πολλᾷ λέλεκται, ν͜εα͜ρὰ δ’ ἐξευ‐
20 ρόντα δόμεν βασάνῳ ἐς ἔλεγχον, ἅπας κίνδυνος· ὄψον δὲ λόγοι φθονεροῖσιν, ἅπτεται δ’ ἐσλῶν ἀεί, χειρόνεσσι δ’ οὐκ ἐρίζει. κεῖνος καὶ Τελαμῶνος δάψεν υἱόν,
23 φασγάνῳ ἀμφικυλίσαις. ἦ τιν’ ἄγˈλωσσον μέν, ἦτορ δ’ ἄλκιμον, λάθα κατέχει
25ἐν λυγρῷ νείκει· μέγιστον δ’ αἰόλῳ ψεύ‐
25 δει γέρας ἀντέταται. κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν· χρυσέων δ’ Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν. ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροΐ ἕλκεα ῥ̄ῆξαν πελεμιζόμενοι
30ὑπ’ ἀλεξιμβρότῳ
30 λόγχᾳ, τὰ μὲν ἀμφ’ Ἀχιλεῖ νεοκτόνῳ, ἄλλων τε μόχθων ἐν πολυφθόροις. ἁμέραις. ἐχθρὰ δ’ ἄρα πάρφασις ἦν καὶ πάλαι, αἱμύλων μύθων ὁμόφοι‐
33 τος, δολοφˈραδής, κακοποιὸν ὄνειδος· ἃ τὸ μὲν λαμπρὸν βιᾶται,
34τῶν δ’ ἀφάντων κῦδος ἀντείνει σαθρόν.150
35Γʹ εἴη μή ποτέ μοι τοιοῦτον ἦθος,
35 Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις ἁπˈλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχον‐
37 ται, πεδίον δ’ ἕτεροι ἀπέραντον, ἐγὼ δ’ ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαι, αἰνέων αἰνητά, μομφὰν δ’ ἐπισπείρων ἀλιτˈροῖς.
40ἀΐσσει δ’ ἀρετά, χλωραῖς ἐέρσαις
40 ὡς ὅτε δένδρεον 〈––〉, 〈ἐν〉 σοφοῖς ἀνδρῶν ἀερθεῖς’ ἐν δικαίοις τε πˈρὸς ὑγρόν αἰθέρα. χˈρεῖαι δὲ παντοῖαι φίλων ἀν‐
42 δρῶν· τὰ μὲν ἀμφὶ πόνοις ὑπερώτατα, μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι πιστόν. ὦ Μέγα, τὸ δ’ αὖτις τεὰν ψυχὰν κομίξαι
45οὔ μοι δυνατόν· κενεᾶν δ’ ἐλπίδων χαῦνον τέλος· σεῦ δὲ πάτˈρᾳ Χαριάδαις τ’ ἐλαφρόν ὑπερεῖσαι λίθον
47 Μοισαῖον ἕκατι ποδῶν εὐωνύμων δὶς δὴ δυοῖν. χαίρω δὲ πρόσφορον ἐν μὲν ἔργῳ κόμπον ἱείς, ἐπαοιδαῖς δ’ ἀνήρ
N
.

8

(50)

νώδυνον καί τις κάματον
N
.

8

(50)

θῆκεν· ἦν γε μὰν ἐπικώμιος ὕμνος δὴ πάλαι καὶ πρὶν γενέσθαι
51τὰν Ἀδράστου τάν τε Καδˈμείων ἔριν.151
N
.

9

Αʹ Κωμάσομεν παρ’ Ἀπόλλωνος Σικυωνόθε, Μοῖσαι, τὰν νεοκτίσταν ἐς Αἴτναν, ἔνθ’ ἀναπεπταμέναι
2 ξείνων νενίκανται θύραι, ὄλβιον ἐς Χρομίου
3 δῶμ’. ἀλλ’ ἐπέων γλυκὺν ὕμνον πράσσετε. τὸ κˈρατήσιππον γὰρ ἐς ἅρμ’ ἀναβαίνων
4ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει
5Πυθῶνος αἰπεινᾶς ὁμοκˈλάροις ἐπόπταις.
Βʹ ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλόν μὴ χαμαὶ σιγᾷ καλύψαι· θεσπεσία δ’ ἐπέων
7 καύχας ἀοιδὰ πρόσφορος. ἀλλ’ ἀνὰ μὲν βρομίαν
8 φόρμιγγ’, ἀνὰ δ’ αὐλὸν ἐπ’ αὐτὰν ὄρσομεν ἱππίων ͜ἀέ͜θλων κορυφάν, ἅ τε Φοίβῳ
9θῆκεν Ἄδραστος ἐπ’ Ἀσωποῦ ῥεέθˈροις· ὧν ἐγώ
10μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς.
Γʹ ὃς τότε μὲν βασιλεύων κεῖθι νέαισί θ’ ἑορταῖς ἰσχύος τ’ ἀνδρῶν ἁμίλλαις ἅρμασί τε γˈλαφυροῖς
12 ἄμφαινε κυδαίνων πόλιν. φεῦγε γὰρ Ἀμφιαρῆ152
13 ποτε θˈρασυμήδεα καὶ δεινὰν στάσιν πατˈρίων οἴκων ἀπό τ’ Ἄργεος· ἀρχοὶ
14δ’ οὐκ ἔτ’ ἔσαν Ταλαοῦ παῖδες, βιασθέντες λύᾳ.
15κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ.
Δʹ ἀνδροδάμαντ’ Ἐριφύλαν, ὅρκιον ὡς ὅτε πιστόν, δόντες Οἰκλείδᾳ γυναῖκα, ξανθοκομᾶν Δαναῶν
17 ἦσαν μέγιστοι 〈–⏑–〉 καί ποτ’ ἐς ἑπταπύλους
18 Θήβας ἄγαγον στρατὸν ἀνδρῶν αἰσιᾶν οὐ κατ’ ὀρνίχων ὁδόν· οὐδὲ Κρονίων
19ἀστεροπὰν ἐλελίξαις οἴκοθεν μαργουμένους
20στείχειν ἐπώτρυν’, ἀλλὰ φείσασθαι κελεύθου.
Εʹ φαινομέναν δ’ ἄρ’ ἐς ἄταν σπεῦδεν ὅμιλος ἱκέσθαι χαλκέοις ὅπλοισιν ἱππείοις τε σὺν ἔντεσιν· Ἰσ‐
22 μηνοῦ δ’ ἐπ’ ὄχθαισι γˈλυκύν νόστον ἐρεισάμενοι
23 λευκανθέα σώμασι πίαναν καπνόν· ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους
24φῶτας· ὁ δ’ Ἀμφιαρεῖ σχίσσεν κεραυνῷ παμβίᾳ
25Ζεὺς τὰν βαθύστερνον χθόνα, κˈρύψεν δ’ ἅμ’ ἵπποις,
ϝʹ δουρὶ Περικˈλυμένου πρὶν νῶτα τυπέντα μαχατάν θυμὸν αἰσχυνθῆμεν. ἐν γὰρ δαιμονίοισι φόβοις
27 φεύγοντι καὶ παῖδες θεῶν. εἰ δυνατόν, Κρονίων,
28 πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων ἐγχέων ταύταν θανάτου πέρι καὶ ζω‐
29ᾶς ἀναβάλλομαι ὡς πόρσιστα, μοῖραν δ’ εὔνομον
30αἰτ͜έω͜ σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν,153
Ζʹ Ζεῦ πάτερ, ἀγˈλαΐαισιν δ’ ἀστυνόμοις ἐπιμεῖξαι λαόν. ἐντί τοι φίλιπποί τ’ αὐτόθι καὶ κτεάνων
32 ψυχὰς ἔχοντες κρέσσονας ἄνδρες. ἄπιστον ἔειπ’·
33 αἰδὼς γὰρ ὑπὸ κˈρύφα κέρδει κλέπτεται, ἃ φέρει δόξαν. Χρομίῳ κεν ὑπασπί‐
34ζων παρὰ πεζοβόαις ἵπποις τε ναῶν τ’ ἐν μάχαις
35ἔκˈρινας, ἂν κίνδυνον ὀξείας ἀυτᾶς,
Ηʹ οὕνεκεν ἐν πολέμῳ κείνα θεὸς ἔντυεν αὐτοῦ θυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν Ἐνυαλίου.
37 παῦροι δὲ βουλεῦσαι φόνου παρποδίου νεφέλαν
38 τρέψαι ποτὶ δυσμενέων ἀνδρῶν στίχας χερσὶ καὶ ψυχᾷ δυνατοί· λέγεται μὰν
39Ἕκτορι μὲν κλέος ἀνθῆσαι Σκαμάνδρου χεύμασιν
40ἀγχοῦ, βαθυκˈρήμνοισι δ’ ἀμφ’ ἀκταῖς Ἑλώρου,
Θʹ ἔνθ’ Ἀρείας πόρον ἄνθρωποι καλέοισι, δέδορκεν παιδὶ τοῦθ’ Ἁγησιδάμου φέγγος ἐν ἁλικίᾳ
42 πρώτᾳ· τὰ δ’ ἄλλαις ἁμέραις πολλὰ μὲν ἐν κονίᾳ
43 χέρσῳ, τὰ δὲ γείτονι πόντῳ φάσομαι. ἐκ πόνων δ’, οἳ σὺν νεότατι γένωνται
44σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἡμέρα.
45ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον.
Ιʹ εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται κῦδος, οὐκ ἔστι πˈρόσωθεν θνατὸν ἔτι σκοπιᾶς
47 ἄλλας ἐφάψασθαι ποδοῖν. ἡσυχία δὲ φιλεῖ
48 μὲν συμπόσιον· νεοθαλὴς δ’ αὔξεται μαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ·154
49θαρσαλέα δὲ παρὰ κˈρατῆρα φωνὰ γίνεται.
N
.

9

(50)

ἐγκιρνάτω τίς νιν, γλυκὺν κώμου προφάταν,
ΙΑʹ ἀργυρέαισι δὲ νωμάτω φιάλαισι βιατάν ἀμπέλου παῖδ’, ἅς ποθ’ ἵπποι κτησάμεναι Χρομίῳ
52 πέμψαν θεμιπˈλέκτοις ἁμᾶ Λατοΐδα στεφάνοις
53 ἐκ τᾶς ἱερᾶς Σικυῶνος. Ζεῦ πάτερ, εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι
54σὺν Χαρίτεσσιν, ὑπὲρ πολλῶν τε τιμαλφεῖν λόγοις
55νίκαν, ἀκοντίζων σκοποῖ’ ἄγχιστα Μοισᾶν.155
N
.

10

Αʹ Δαναοῦ πόλιν ἀγˈλαοθˈρό‐
1 νων τε πεντήκοντα κορᾶν, Χάριτες, Ἄργος Ἥρας δῶμα θεοπˈρεπὲς ὑμνεῖ‐
2 τε· φˈλέγεται δ’ ἀρεταῖς μυρίαις ἔργων θρασέων ἕνεκεν. μακˈρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος,
5πολλὰ δ’ Αἰγύπτῳ καταοίκισεν ἄστη
5 ταῖς Ἐπάφου παλάμαις· οὐδ’ Ὑπερμήστρα παρεπˈλάγχθη, μονό‐
6 ψαφον ἐν κολ͜εῷ͜ κατασχοῖσα ξίφος. Διομήδεα δ’ ἄμβροτον ξαν‐
7 θά ποτε Γˈλαυκῶπις ἔθηκε θεόν· γαῖα δ’ ἐν Θήβαις ὑπέδεκτο κεραυνω‐
8 θεῖσα Διὸς βέλεσιν μάντιν Οἰκλείδαν, πολέμοιο νέφος·
10καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι· Ζεὺς ἐπ’ Ἀλκμήναν Δανάαν τε μολὼν τοῦ‐
11 τον κατέφανε λόγον· πατˈρὶ δ’ Ἀδˈράστοιο Λυγκεῖ τε φˈρενῶν156
12 καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ· θρέψε δ’ αἰχμὰν Ἀμφιτρύωνος. ὁ δ’ ὄλβῳ φέρτατος ἵκετ’ ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκ͜έοι͜ς ὅπλοις
15Τηλεβόας ἔναρεν· τῷ ὄψιν ἐειδόμενος ἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν, σπέρμ’ ἀδείμαντον φέρων Ἡρακˈλέος· οὗ κατ’ Ὄλυμπον ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοις’
18ἔστι, καλλίστα θεῶν.
Βʹ βραχύ μοι στόμα πάντ’ ἀναγή‐
19σασθ’, ὅσων Ἀργεῖον ἔχει τέμενος
20μοῖραν ἐσλῶν· ἔστι δὲ καὶ κόρος ἀνθρώ‐
20 πων βαρὺς ἀντιάσαι· ἀλλ’ ὅμως εὔχορδον ἔγειρε λύραν, καὶ παλαισμάτων λάβε φροντίδ’· ἀγών τοι χάλκεος δᾶμον ὀτˈρύνει ποτὶ βουθυσίαν Ἥ‐
23 ρας ἀέθλων τε κρίσιν· Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔ‐
24σχεν Θεαῖος εὐφόρων λάθαν πόνων.
25ἐκράτησε δὲ καί ποθ’ Ἕλλα‐
25 να στρατὸν Πυθῶνι, τύχᾳ τε μολών καὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοί‐
26 σαισί τ’ ἔδωκ’ ἀρόσαι, τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών, τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ. Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ
29οἱ στόμα· πὰν δὲ τέλος
30ἐν τὶν ἔργων· οὐδ’ ἀμόχθῳ καρδίᾳ
30 προσφέρων τόλμαν παραιτεῖται χάριν. γνώτ’ ἀείδω θ͜εῷ͜ τε καὶ ὅστις ἁμιλλᾶται πέρι
ἐσχάτων ͜ἀέ͜θλων κορυφαῖς. ὕπατον δ’ ἔσχεν Πίσα Ἡρακλέος τεθμόν. ἁδεῖαί γε μὲν ἀμβολάδαν ἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαί157
35κώμασαν· γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγ͜έω͜ν
36ἕρκεσιν παμποικίλοις.
Γʹ ἐπέβα δέ, Θεαῖε, ματρώ‐
37 ων πολύγˈνωτον γένος ὑμετέρων εὐάγων τιμὰ Χαρίτεσσί τε καὶ σὺν
38 Τυνδαρίδαις θαμάκις. ἀξιωθείην κεν, ἐὼν Θρασύκλου
40Ἀντία τε σύγγονος, Ἄργεϊ μὴ κρύπτειν φάος ὀμμάτων. νικαφορίαις γὰρ ὅσαις †ἱπ‐
41 ποτˈρόφον ἄστυ τὸ Προί‐ τοιο θάλησεν† Κορίνθου τ’ ἐν μυχοῖς·
42 καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετˈράκις, Σικυωνόθε δ’ ἀργυρωθέν‐
43 τες σὺν οἰνηραῖς φιάλαις ἀπέβαν, ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶ‐
44τον μαλακαῖσι κρόκαις·
45ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατόν ἐξελέγχειν—μακˈροτέρας γὰρ ἀριθˈμῆσαι σχολᾶς— ὅν τε Κλείτωρ καὶ Τεγέα καὶ Ἀχαιῶν
47 ὑψίβατοι πόλιες καὶ Λύκαιον πὰρ Διὸς θῆκε δˈρόμῳ,
48 σὺν ποδῶν χειρῶν τε νικῶντι σθένει. Κάστορος δ’ ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη
N
.

10

(50)

καὶ κασιγˈνήτου Πολυδεύκεος, οὐ θαῦμα σφίσιν ἐγγενὲς ἔμμεν ἀεθˈληταῖς ἀγαθοῖσιν· ἐπεί
εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων μοῖραν Ἑρμᾷ καὶ σὺν Ἡρακˈλεῖ διέποντι θάλειαν, μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι. καὶ158
54μὰν θεῶν πιστὸν γένος.
55Δʹ μεταμειβόμενοι δ’ ἐναλλὰξ
55 ἁμέραν τὰν μὲν παρὰ πατˈρὶ φίλῳ Δὶ νέμονται, τὰν δ’ ὑπὸ κεύθεσι γαίας
56 ἐν γυάλοις Θεράπνας, πότˈμον ἀμπιπˈλάντες ὁμοῖον· ἐπεί τοῦτον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τ’ οὐρανῷ, εἵλετ’ αἰῶνα φθιμένου Πολυδεύκης
59Κάστορος ἐν πολέμῳ.
60τὸν γὰρ Ἴδας ἀμφὶ βουσίν πως χολω‐
60 θεὶς ἔτρωσεν χαλκέας λόγχας ἀκμᾷ. ἀπὸ Ταϋγέτου πεδαυγά‐
61 ζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάν‐
62 των γένετ’ ὀξύτατον ὄμμα. λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντ’ ὠκέως
65καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητί‐
65 δαι Διός· αὐτίκα γάρ ἦλθε Λήδας παῖς διώκων· τοὶ δ’ ἔναν‐
66 τα στάθεν τύμβῳ σχεδὸν πατˈρωΐῳ· ἔνθεν ἁρπάξαντες ἄγαλμ’ Ἀΐδα, ξεστὸν πέτρον, ἔμβαλον στέρνῳ Πολυδεύκεος· ἀλλ’ οὔ νιν φλάσαν οὐδ’ ἀνέχασσαν· ἐφορμαθεὶς δ’ ἄρ’ ἄκοντι θοῷ,
70ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν.
Ζεὺς δ’ ἐπ’ Ἴδᾳ πυρφόρον πλᾶξε ψολόεντα κεραυνόν· ἅμα δ’ ἐκαίοντ’ ἐρῆμοι. χαλεπὰ δ’ ἔρις ἀνθρώ‐159
72ποις ὁμιλεῖν κρεσσόνων.
Εʹ ταχέως δ’ ἐπ’ ἀδελφεοῦ βί‐
73 αν πάλιν χώρησεν ὁ Τυνδαρίδας, καί νιν οὔπω τεθˈναότ’, ἄσθματι δὲ φˈρίσ‐
74σοντα πνοὰς ἔκιχεν.
75θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς ὄρθιον φώνασε· ‘Πάτερ Κρονίων, τίς δὴ λύσις ἔσσεται πενθ͜έω͜ν; καὶ ἐμοὶ θάνατον σὺν
77 τῷδ’ ἐπίτειλον, ἄναξ. οἴχεται τιμὰ φίλων τατωμένῳ
78 φωτί· παῦροι δ’ ἐν πόνῳ πιστοὶ βροτῶν καμάτου μεταλαμβάνειν.‘ ὣς
79ἤνεπε· Ζεὺς δ’ ἀντίος ἤλυθέ οἱ,
80καὶ τόδ’ ἐξαύδας’ ἔπος· ‘Ἐσσί μοι υἱός·
80 τόνδε δ’ ἔπειτα πόσις σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις στάξεν ἥρως, ἀλλ’ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν παρδίδωμ’· εἰ μὲν θάνατόν τε φυγὼν καὶ
83 γῆρας ἀπεχθόμενον αὐτὸς Οὔλυμπον θέλεις 〈ναίειν ἐμοὶ〉
84σύν τ’ Ἀθαναίᾳ κελαινεγχεῖ τ’ Ἄρει,
85ἔστι σοι τούτων λάχος· εἰ δὲ κασιγˈνήτου πέρι μάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον, ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών, ἥμισυ δ’ οὐρανοῦ ἐν χρυς͜έοι͜ς δόμοισιν.‘ ὣς ἄρ’ αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν,
90ἀνὰ δ’ ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν
90χαλκομίτˈρα Κάστορος.160
N
.

11

Αʹ Παῖ Ῥέας, ἅ τε πˈρυτανεῖα λέλογχας, Ἑστία, Ζηνὸς ὑψίστου κασιγˈνήτα καὶ ὁμοθˈρόνου Ἥρας, εὖ μὲν Ἀρισταγόραν δέξαι τεὸν ἐς θάλαμον, εὖ δ’ ἑταίρους ἀγˈλαῷ σκάπτῳ πέλας
5οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον, πολλὰ μὲν λοιβαῖσιν ἀγαζόμενοι πρώταν θεῶν, πολλὰ δὲ κˈνίσᾳ· λύρα δέ σφι βˈρέμεται καὶ ἀοιδά· καὶ ξενίου Διὸς ἀσκεῖται θέμις αἰενάοις ἐν τραπέζαις· ἀλλὰ σὺν δόξᾳ τέλος
10δωδεκάμηνον περᾶσαί νιν ἀτˈρώτῳ κραδίᾳ. ἄνδρα δ’ ἐγὼ μακαρίζω μὲν πατέρ’ Ἀρκεσίλαν, καὶ τὸ θαητὸν δέμας ἀτˈρεμίαν τε σύγγονον· εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους, ἔν τ’ ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν,
15θνατὰ μεμνάσθω περιστέλλων μέλη, καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος.
Βʹ ἐν λόγοις δ’ ἀστῶν ἀγαθοῖσιν ἐπαινεῖσθαι χρεών, καὶ μελιγδούποισι δαιδαλθέντα μελίζεν ἀοιδαῖς.
ἐκ δὲ περικτιόνων ἑκκαίδεκ’ Ἀρισταγόραν161
20ἀγˈλααὶ νῖκαι πάτραν τ’ εὐώνυμον ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ. ἐλπίδες δ’ ὀκˈνηρότεραι γονέων παιδὸς βίαν ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ͜ἀέ͜θλων. ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ
25καὶ παρ’ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου κάλλιον ἂν δηρῐώντων ἐνόστης’ ἀντιπάλων, πενταετηρίδ’ ἑορτὰν Ἡρακλέος τέθμιον κωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρ͜έοι͜ς ἔρνεσιν. ἀλλὰ βροτῶν τὸν μὲν κενεόφˈρονες αὖχαι
30ἐξ ἀγαθῶν ἔβαλον· τὸν δ’ αὖ καταμεμφθέντ’ ἄγαν ἰσχὺν οἰκείων παρέσφαλεν καλῶν χειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών.
Γʹ συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι αἷμ’ ἀπὸ Σπάρτας, —Ἀμύκˈλαθεν γὰρ ἔβα σὺν Ὀρέστᾳ,
35Αἰολέων στρατιὰν χαλκεντέα δεῦρ’ ἀνάγων, — καὶ παρ’ Ἰσμηνοῦ ῥοᾶν κεκραμένον ἐκ Μελανίπποιο μάτρωος· ἀρχαῖαι δ’ ἀρεταί ἀμφέροντ’ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος· ἐν σχερῷ δ’ οὔτ’ ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι,
40δένδρεά τ’ οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον, ἀλλ’ ἐναμείβοντι. καὶ θνατὸν οὕτως ἔθˈνος ἄγει μοῖρα. τὸ δ’ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται τέκˈμαρ· ἀλλ’ ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν,
45ἔργα τε πολλὰ μενοινῶντες· δέδεται γὰρ ἀναιδεῖ ἐλπίδι γυῖα, προμαθείας δ’ ἀπόκεινται ῥοαί. κερδέων δὲ χˈρὴ μέτρον θηρευέμεν·
ἀπˈροσίκτων δ’ ἐρώτων ὀξύτεραι μανίαι.162