TLG 0033 002 :: PINDARUS :: Pythia PINDARUS Lyr. Vitae: Cf. VITAE PINDARI ET VARIA DE PINDARO (4170)
Pythia Citation: Ode — (line) | |||
P.1 | Αʹ | Χρυσέα φόρμιγξ, Ἀπόλλωνος καὶ ἰοπˈλοκάμων σύνδικον Μοισᾶν κτέανον· τᾶς ἀκούει | |
2 | μὲν βάσις ἀγˈλαΐας ἀρχά, πείθονται δ’ ἀοιδοὶ σάμασιν ἁγησιχόρων ὁπόταν προοιμίων | ||
---|---|---|---|
4 | ἀμβολὰς τεύχῃς ἐλελιζομένα. | ||
5 | καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις αἰενάου πυρός. εὕδει δ’ ἀνὰ σκά‐ | ||
6 | πτῳ Διὸς αἰετός, ὠκεῖ‐ | ||
6 | ⸏αν πτέρυγ’ ἀμφοτέρωθεν χαλάξαις, ἀρχὸς οἰωνῶν, κελαινῶπιν δ’ ἐπί οἱ νεφέλαν ἀγκύλῳ κρατί, γˈλεφάρων ἁδὺ κλάϊ‐ | ||
8 | θˈρον, κατέχευας· ὁ δὲ κˈνώσσων ὑγˈρὸν νῶτον αἰωρεῖ, τεαῖς | 59 | |
10 | ῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βια‐ | ||
10 | τὰς Ἄρης, τραχεῖαν ἄνευθε λιπών ἐγχέων ἀκˈμάν, ἰαίνει καρδίαν κώματι, κῆλα δὲ καὶ δαιμόνων θέλ‐ | ||
12 | γει φρένας ἀμφί τε Λατοί‐ | ||
12 | ⸏δα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν. ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοάν Πιερίδων ἀΐοντα, γᾶν τε καὶ πόν‐ | ||
14 | τον κατ’ ἀμαιμάκετον, | ||
15 | ὅς τ’ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος, Τυφὼς ἑκατοντακάρανος· τόν ποτε Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μάν ταί θ’ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι Σικελία τ’ αὐτοῦ πιέζει | ||
19 | στέρνα λαχˈνάεντα· κίων δ’ οὐρανία συνέχει, | ||
20 | ⸐νιφόεσς’ Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα· | ||
Βʹ | τᾶς ἐρεύγονται μὲν ἀπˈλάτου πυρὸς ἁγˈνόταται ἐκ μυχῶν παγαί· ποταμοὶ δ’ ἁμέραισιν | ||
22 | μὲν προχέοντι ῥόον καπˈνοῦ αἴθων’· ἀλλ’ ἐν ὄρφναισιν πέτρας φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖ‐ | ||
24 | αν φέρει πόντου πλάκα σὺν πατάγῳ. | ||
25 | κεῖνο δ’ Ἁφαίστοιο κρουνοὺς ἑρπετόν δεινοτάτους ἀναπέμπει· τέρας μὲν | ||
26 | θαυμάσιον προσιδέσθαι, | ||
26 | ⸏θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι, | ||
οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς καὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοις’ ἅπαν νῶ‐ | 60 | ||
28 | τον ποτικεκˈλιμένον κεντεῖ. εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν, | ||
30 | ὃς τοῦτ’ ἐφέπεις ὄρος, εὐκάρποιο γαί‐ | ||
30 | ας μέτωπον, τοῦ μὲν ἐπωνυμίαν κλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλιν γείτονα, Πυθιάδος δ’ ἐν δρόμῳ κά‐ | ||
32 | ρυξ ἀνέειπέ νιν ἀγγέλ‐ | ||
32 | ⸏λων Ἱέρωνος ὑπὲρ καλλινίκου ἅρμασι. ναυσιφορήτοις δ’ ἀνδράσι πˈρώτα χάρις ἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν | ||
34 | οὖρον· ἐοικότα γάρ | ||
35 | καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν, ὁ δὲ λόγος ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει λοιπὸν ἔσσεσθαι στεφάνοισί ν〈ιν〉 ἵπποις τε κˈλυτάν καὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν. Λύκιε καὶ Δάλοι’ ἀνάσσων | ||
39 | Φοῖβε Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων, | ||
40 | ⸐ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν. | ||
Γʹ | ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς, καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγˈλωσ‐ | ||
42 | σοί τ’ ἔφῠν. ἄνδρα δ’ ἐγὼ κεῖνον αἰνῆσαι μενοινῶν ἔλπομαι μὴ χαλκοπάραον ἄκονθ’ ὡσείτ’ ἀγῶ‐ | ||
44 | νος βαλεῖν ἔξω παλάμᾳ δονέων, | ||
45 | μακˈρὰ δὲ ῥ̄ίψαις ἀμεύσασθ’ ἀντίους. εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω | ||
46 | καὶ κτεάνων δόσιν εὐθύ‐ | ||
46 | ⸏νοι, καμάτων δ’ ἐπίλασιν παράσχοι· ἦ κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαις τλάμονι ψυχᾷ παρέμειν’, ἁνίχ’ εὑρί‐ | 61 | |
48 | σκοντο θεῶν παλάμαις τιμάν οἵαν οὔτις Ἑλλάνων δρέπει | ||
P.1(50) | πλούτου στεφάνωμ’ ἀγέρωχον. νῦν γε μὰν | ||
P.1(50) | τὰν Φιλοκτήταο δίκαν ἐφέπων ἐστρατεύθη· σὺν δ’ ἀνάγκᾳ νιν φίλον καί τις ἐὼν μεγαλάνωρ ἔσανεν. | ||
52 | φαντὶ δὲ Λαμνόθεν ἕλκει | ||
52 | ⸏τειρόμενον μεταβάσοντας ἐλθεῖν ἥροας ἀντιθέους Ποίαντος υἱὸν τοξόταν· ὃς Πριάμοιο πόλιν πέρσεν, τελεύτα‐ | ||
54 | σέν τε πόνους Δαναοῖς, | ||
55 | ἀσθενεῖ μὲν χρωτὶ βαίνων, ἀλλὰ μοιρίδιον ἦν. οὕτω δ’ Ἱέρωνι θε̯ὸς ὀρθωτὴρ πέλοι τὸν προσέρποντα χˈρόνον, ὧν ἔραται και‐ | ||
57 | ρὸν διδούς. Μοῖσα, καὶ πὰρ Δεινομένει κελαδῆσαι πίθεό μοι ποινὰν τεθρίππων· | ||
59 | χάρμα δ’ οὐκ ἀλλότˈριον νικαφορία πατέρος. | ||
60 | ⸐ἄγ’ ἔπειτ’ Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον· | ||
Δʹ | τῷ πόλιν κείναν θεοδˈμάτῳ σὺν ἐλευθερίᾳ Ὑλλίδος στάθˈμας Ἱέρων ἐν νόμοις ἔ‐ | ||
62 | κτισσε· θέλοντι δὲ Παμφύλου καὶ μὰν Ἡρακλειδᾶν ἔκγονοι ὄχθαις ὕπο Ταϋγέτου ναίοντες αἰ‐ | ||
64 | εὶ μένειν τεθμοῖσιν ἐν Αἰγιμιοῦ | ||
65 | Δωριεῖς. ἔσχον δ’ Ἀμύκˈλας ὄλβιοι Πινδόθεν ὀρνύμενοι, λευκοπώλων | ||
66 | Τυνδαριδᾶν βαθύδοξοι | ||
66 | ⸏γείτονες, ὧν κλέος ἄνθησεν αἰχμᾶς. Ζεῦ τέλει’, αἰεὶ δὲ τοιαύταν Ἀμένα παρ’ ὕδωρ αἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακˈρί‐ | 62 | |
68 | νειν ἔτυμον λόγον ἀνθρώπων. σύν τοι τίν κεν ἁγητὴρ ἀνήρ, | ||
70 | υἱῷ τ’ ἐπιτελλόμενος, δᾶμον γεραί‐ | ||
70 | ρων τράποι σύμφωνον ἐς ἡσυχίαν. λίσσομαι νεῦσον, Κρονίων, ἥμερον ὄφˈρα κατ’ οἶκον ὁ Φοίνιξ ὁ Τυρσα‐ | ||
72 | νῶν τ’ ἀλαλατὸς ἔχῃ, ναυ‐ | ||
72 | ⸏σίστονον ὕβˈριν ἰδὼν τὰν πρὸ Κύμας, οἷα Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον, ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόν‐ | ||
74 | τῳ βάλεθ’ ἁλικίαν, | ||
75 | Ἑλλάδ’ ἐξέλκων βαρείας δουλίας. ἀρέομαι πὰρ μὲν Σαλαμῖνος Ἀθαναίων χάριν μισθόν, ἐν Σπάρτᾳ δ’ 〈ἀπὸ〉 τᾶν πρὸ Κιθαιρῶ‐ | ||
77 | νος μαχᾶν, ταῖσι Μήδειοι κάμον ἀγκυλότοξοι, παρ〈ὰ〉 δὲ τὰν εὔυδˈρον ἀκτὰν | ||
79 | Ἱμέρα παίδεσσιν ὕμνον Δεινομέν͜εο͜ς τελέσαις, | ||
80 | ⸐τὸν ἐδέξαντ’ ἀμφ’ ἀρετᾷ, πολεμίων ἀνδρῶν καμόντων. | ||
Εʹ | καιρὸν εἰ φθέγξαιο, πολλῶν πείρατα συντανύσαις ἐν βραχεῖ, μείων ἕπεται μῶμος ἀνθρώ‐ | ||
82 | πων· ἀπὸ γὰρ κόρος ἀμβλύνει αἰανὴς ταχείας ἐλπίδας, ἀστῶν δ’ ἀκοὰ κρύφιον θυμὸν βαρύ‐ | ||
84 | νει μάλιστ’ ἐσλοῖσιν ἐπ’ ἀλλοτρίοις. | 63 | |
85 | ἀλλ’ ὅμως, κρέσσον γὰρ οἰκτιρμοῦ φθόνος, μὴ παρίει καλά. νώμα δικαίῳ | ||
86 | πηδαλίῳ στρατόν· ἀψευ‐ | ||
86 | ⸏δεῖ δὲ πρὸς ἄκˈμονι χάλκευε γλῶσσαν. εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται, πὰρ σέθεν. πολλῶν ταμίας ἐσσί· πολλοὶ | ||
88 | μάρτυρες ἀμφοτέροις πιστοί. εὐανθεῖ δ’ ἐν ὀργᾷ παρμένων, | ||
90 | εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰ‐ | ||
90 | εὶ κλύειν, μὴ κάμνε λίαν δαπάναις· ἐξίει δ’ ὥσπερ κυβερνάτας ἀνήρ ἱστίον ἀνεμόεν {πετάσαις}. μὴ δολωθῇς, | ||
92 | ὦ φίλε, κέρδεσιν ἐντραπέ‐ | ||
92 | ⸏λοις· ὀπιθόμβροτον αὔχημα δόξας οἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύει καὶ λογίοις καὶ ἀοιδοῖς. οὐ φθίνει Κροί‐ | ||
94 | σου φιλόφρων ἀρετά. | ||
95 | τὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόον ἐχθρὰ Φάλαριν κατέχει παντᾷ φάτις, οὐδέ νιν φόρμιγγες ὑπωρόφιαι κοινανίαν μαλθακὰν παίδων ὀάροισι δέκονται. τὸ δὲ παθεῖν εὖ πρῶτον ͜ἀέ͜θλων· | ||
99 | εὖ δ’ ἀκούειν δευτέρα μοῖρ’· ἀμφοτέροισι δ’ ἀνήρ | ||
P.1(100) | ὃς ἂν ἐγκύρσῃ καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται. | 64 | |
P.2 | Αʹ | Μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου τέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρ‐ | |
2 | μᾶν δαιμόνιαι τροφοί, ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων μέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος, | ||
5 | εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις, ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλα‐ | ||
8 | ⸏νίους ἐδάμασσε πώλους. ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ | ||
10 | ὅ τ’ ἐναγώνιος Ἑρμᾶς αἰγλ͜άε͜ντα τίθησι κόσ‐ | ||
10 | μον, ξεστὸν ὅταν δίφρον ἔν θ’ ἅρματα πεισιχάλινα καταζευγνύῃ σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν. ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνήρ εὐαχέα βασιλεῦσιν ὕμνον ἄποιν’ ἀρετᾶς. | ||
15 | κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις φᾶμαι Κυπρίων, τὸν ὁ χˈρυσοχαῖτα προ‐ | ||
16 | ⸏φˈρόνως ἐφίλης’ Ἀπόλλων, ἱερέα κτίλον Ἀφˈροδίτας· ἄγει δὲ χάρις | ||
17 | φίλων ποί τινος ἀντὶ ἔργων ὀπιζομένα· σὲ δ’, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων Λοκρὶς παρθένος ἀπύει, | ||
19 | πολεμίων καμάτων ἐξ ἀμαχάνων | ||
20 | διὰ τεὰν δύναμιν δρακεῖς’ ἀσφαλές· θεῶν δ’ ἐφετˈμαῖς Ἰξίονα φαντὶ ταῦτα βˈροτοῖς λέγειν ἐν πτερόεντι τˈροχῷ παντᾷ κυλινδόμενον· τὸν εὐεργέταν ἀγαναῖς | ||
24 | ⸐ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι. | ||
25 | Βʹ | ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαις γλυκὺν ἑλὼν βίοτον, μακˈρὸν οὐχ ὑπέμεινεν ὄλ‐ | 66 |
26 | βον, μαινομέναις φρασίν Ἥρας ὅτ’ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον πολυγαθέες· ἀλλά νιν ὕβˈρις εἰς ἀυάταν ὑπεράφανον ὦρσεν· τάχα δὲ παθὼν ἐοικότ’ ἀνήρ | ||
30 | ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δ’ ἀμπλακίαι φερέπονοι τελέθοντι· τὸ μὲν ἥρως ὅτι ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ | ||
32 | ⸏τέχνας ἐπέμειξε θνατοῖς, ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις Διὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατ’ αὐτὸν αἰ‐ | ||
34 | εὶ παντὸς ὁρᾶν μέτρον. | ||
35 | εὐναὶ δὲ παράτˈροποι ἐς κακότατ’ ἀθˈρόαν ἔβαλον· ποτὶ καὶ τὸν ἵκοντ’· ἐπεὶ | ||
36 | νεφέλᾳ παρελέξατο ψεῦδος γλυκὺ μεθέπων ἄϊδˈρις ἀνήρ εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν Οὐρανιᾶν θυγατέρι Κˈρόνου· ἅντε δόλον αὐτῷ θέσαν | ||
40 | Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τε‐ | ||
40 | ⸏τˈράκναμον ἔπραξε δεσμόν ἑὸν ὄλεθˈρον ὅγ’· ἐν δ’ ἀφύκτοισι γυιοπέδαις | ||
41 | πεσὼν τὰν πολύκοινον ἀνδέξατ’ ἀγγελίαν. ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον μόνα καὶ μόνον οὔτ’ ἐν ἀν‐ | ||
43 | δράσι γερασφόρον οὔτ’ ἐν θεῶν νόμοις· τὸν ὀνύμαζε τράφοισα Κένταυρον, ὅς | ||
45 | ἵπποισι Μαγˈνητίδεσσιν ἐμείγνυτ’ ἐν Παλίου | ||
σφυροῖς, ἐκ δ’ ἐγένοντο στρατός θαυμαστός, ἀμφοτέροις ὁμοῖοι τοκεῦσι, τὰ μα‐ | 67 | ||
48 | ⸐τρόθεν μὲν κάτω, τὰ δ’ ὕπερθε πατˈρός. | ||
Γʹ | θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκˈμαρ ἀνύεται, | ||
P.2(50) | θεός, ὃ καὶ πτερόεντ’ αἰετὸν κίχε, καὶ θαλασ‐ | ||
P.2(50) | σαῖον παραμείβεται δελφῖνα, καὶ ὑψιφρόνων τιν’ ἔκαμψε βˈροτῶν, ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκ’· ἐμὲ δὲ χˈρεών φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν. εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλ’ ἐν ἀμαχανίᾳ | ||
55 | ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν πιαινόμενον· τὸ πλουτεῖν δὲ σὺν τύχᾳ | ||
56 | ⸏πότˈμου σοφίας ἄριστον. τὺ δὲ σάφα νιν ἔχεις ἐλευθέρᾳ φρενὶ πεπαρεῖν, πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυι‐ | ||
58 | ᾶν καὶ στρατοῦ. εἰ δέ τις ἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγει | ||
60 | ἕτερόν τιν’ ἀν’ Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον, χαύνᾳ πραπίδι παλαιμονεῖ κενεά. εὐανθέα δ’ ἀναβάσομαι στόλον ἀμφ’ ἀρετᾷ κελαδέων. νεότατι μὲν ἀρήγει θράσος δεινῶν πολέμων· ὅθεν φαμὶ καὶ σὲ τὰν | ||
64 | ⸏ἀπείρονα δόξαν εὑρεῖν, | ||
65 | τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, | ||
65 | τὰ δ’ ἐν πεζομάχαισι· βουλαὶ δὲ πρεσβύτεραι ἀκίνδυνον ἐμοὶ ἔπος 〈σὲ〉 ποτὶ πάντα λόγον ἐπαινεῖν παρέχοντι. χαῖ‐ | ||
67 | ρε· τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολάν μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται· | ||
τὸ Καστόρειον δ’ ἐν Αἰολίδεσσι χορδαῖς θέλων | 68 | ||
70 | ἄθρησον χάριν ἑπτακτύπου φόρμιγγος ἀντόμενος. γένοι’, οἷος ἐσσὶ μαθών. | ||
72 | ⸐καλός τοι πίθων παρὰ παισίν, αἰεί | ||
Δʹ | καλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν ἔλαχε καρπὸν ἀμώμητον, οὐδ’ ἀπάταισι θυ‐ | ||
74 | μὸν τέρπεται ἔνδοθεν, | ||
75 | οἷα ψιθύρων παλάμαις ἕπετ’ αἰεὶ βροτῷ. ἄμαχον κακὸν ἀμφοτέροις διᾱβολιᾶν ὑποφάτιες, ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι. κέρδει δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει; ἅτε γὰρ ἐννάλιον πόνον ἐχοίσας βαθύν | ||
80 | σκευᾶς ἑτέρας, ἀβάπτιστος εἶμι φελ‐ | ||
80 | ⸏λὸς ὣς ὑπὲρ ἕρκος ἅλμας. ἀδύνατα δ’ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς δόλιον ἀστόν· ὅμως μὰν σαίνων ποτὶ πάντας ἄ‐ | ||
82 | ταν πάγχυ διαπˈλέκει. οὔ οἱ μετέχω θράσεος. φίλον εἴη φιλεῖν· ποτὶ δ’ ἐχθρὸν ἅτ’ ἐχθρὸς ἐὼν λύκοιο | ||
84 | δίκαν ὑποθεύσομαι, | ||
85 | ἄλλ’ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς. ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει, παρὰ τυραννίδι, χὠπόταν ὁ λάβˈρος στρατός, χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ | ||
88 | ⸏δὲ πρὸς θεὸν οὐκ ἐρίζειν, ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότ’ αὖθ’ ἑτέροις | ||
89 | ἔδωκεν μέγα κῦδος. ἀλλ’ οὐδὲ ταῦτα νόον | ||
90 | ἰαίνει φθονερῶν· στάθμας δέ τινες ἑλκόμενοι περισσᾶς ἐνέπαξαν ἕλ‐ | 69 | |
91 | κος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ, πρὶν ὅσα φροντίδι μητί̆ονται τυχεῖν. φέρειν δ’ ἐλαφˈρῶς ἐπαυχένιον λαβόντα ζυγόν ἀρήγει· ποτὶ κέντρον δέ τοι | ||
95 | λακτιζέμεν τελέθει ὀλισθηρὸς οἶμος· ἁδόν‐ | ||
96 | τα δ’ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν. | 70 | |
P.3 | Αʹ | Ἤθελον Χίρωνά κε Φιλλυρίδαν, εἰ χρεὼν τοῦθ’ ἁμετέρας ἀπὸ γλώσσας | |
2 | κοινὸν εὔξασθαι ἔπος, ζώειν τὸν ἀποιχόμενον, Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, | ||
4 | βάσσαισί τ’ ἄρχειν Παλίου φῆρ’ ἀγˈρότερον | ||
5 | ν͜όο͜ν ἔχοντ’ ἀνδρῶν φίλον· οἷος ἐὼν θρέψεν ποτέ τέκτονα νωδυνίας | ||
6 | ἥμερον γυιαρκέος Ἀσκλαπιόν, ⸏ἥροα παντοδαπᾶν ἀλκτῆρα νούσων. τὸν μὲν εὐίππου Φλεγύα θυγάτηρ πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυί‐ | ||
9 | ᾳ, δαμεῖσα χˈρυσέοις | ||
10 | τόξοισιν ὕπ’ Ἀρτέμιδος εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα, | ||
11 | τέχˈναις Ἀπόλλωνος. χόλος δ’ οὐκ ἀλίθιος | ||
γίνεται παίδων Διός. ἁ δ’ ἀποφλαυρίξαισά νιν ἀμπλακίαισι φρενῶν, | 71 | ||
13 | ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός, ⸏πρόσθεν ἀκερσεκόμᾳ μιχθεῖσα Φοίβῳ, | ||
15 | καὶ φέροισα σπέρμα θεοῦ καθαρόν οὐκ ἔμειν’ ἐλθεῖν τράπεζαν νυμφίαν, οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες οἷα παρθένοι φιλέοισιν ἑταῖραι ἑσπερίαις ὑποκουρίζεσθ’ ἀοιδαῖς· ἀλλά τοι | ||
20 | ἤρατο τῶν ἀπεόντων· οἷα καὶ πολλοὶ πάθον. ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον, ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω, ⸐μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν. | ||
Βʹ | ἔσχε τοι ταύταν μεγάλαν ἀυάταν | ||
25 | καλλιπέπˈλου λῆμα Κορωνίδος· ἐλθόν‐ | ||
25 | τος γὰρ εὐνάσθη ξένου λέκτροισιν ἀπ’ Ἀρκαδίας. οὐδ’ ἔλᾰθε σκοπόν· ἐν δ’ ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεύς Λοξίας, κοινᾶνι παρ’ εὐθυτάτῳ γνώμαν πιθών, | ||
30 | πάντα ἰσάντι νόῳ· | ||
29 | ψευδέων δ’ οὐχ ἅπτεται, κλέπτει τέ μιν | ||
30 | ⸏οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς. καὶ τότε γˈνοὺς Ἴσχυος Εἰλατίδα ξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμ‐ | ||
32 | ψεν κασιγˈνήταν μένει θυίοισαν ἀμαιμακέτῳ ἐς Λακέρειαν, ἐπεὶ παρὰ Βοιβιάδος | ||
34 | κρημνοῖσιν ᾤκει παρθένος· δαίμων δ’ ἕτερος | ||
35 | ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν, καὶ γειτόνων πολλοὶ ἐπαῦρον, ἁμᾶ | ||
36 | δ’ ἔφθαρεν· πολλὰν δ’ {ἐν} ὄρει πῦρ ἐξ ἑνός ⸏σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν. ἀλλ’ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ σύγγονοι κούραν, σέλας δ’ ἀμφέδˈραμεν | 72 | |
40 | λάβˈρον Ἁφαίστου, τότ’ ἔειπεν Ἀπόλλων· ‘Οὐκέτι τλάσομαι ψυχᾷ γένος ἁμὸν ὀλέσσαι οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.‘ ὣς φάτο· βάματι δ’ ἐν πρώτῳ κιχὼν παῖδ’ ἐκ νεκροῦ ἅρπασε· καιομένα δ’ αὐτῷ διέφαινε πυρά. | ||
45 | καί ῥά νιν Μάγˈνητι φέρων πόρε Κενταύρῳ διδάξαι ⸐πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους. | ||
Γʹ | τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων ἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετˈρωμένοι ἢ χερμάδι τηλεβόλῳ, | ||
P.3(50) | ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ | ||
P.3(50) | χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων, τοὺς δὲ προσανέα πί‐ | ||
52 | νοντας, ἢ γυίοις περάπτων πάντοθεν ⸏φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς· ἀλλὰ κέρδει καὶ σοφία δέδεται. | ||
55 | ἔτˈραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ | ||
55 | χρυσὸς ἐν χερσὶν φανείς ἄνδρ’ ἐκ θανάτου κομίσαι ἤδη̆ ἁλωκότα· χερσὶ δ’ ἄρα Κˈρονίων | ||
57 | ῥίψαις δι’ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον. χρὴ τὰ ἐοικότα πὰρ | ||
59 | δαιμόνων μαστευέμεν θναταῖς φρασίν | 73 | |
60 | ⸏γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας. μή, φίλα ψυχά, βίον ἀθάνατον σπεῦδε, τὰν δ’ ἔμπρακτον ἄντλει μαχανάν. εἰ δὲ σώφρων ἄντρον ἔναι’ ἔτι Χίρων, καί τί οἱ φίλτρον 〈ἐν〉 θυμῷ μελιγάρυες ὕμνοι | ||
65 | ἁμέτεροι τίθεν, ἰατῆρά τοί κέν νιν πίθον καί νυν ἐ͡σλ͡οῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων ἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος. καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν ⸐Ἀρέθοισαν ἐπὶ κˈράναν παρ’ Αἰτναῖον ξένον, | ||
70 | Δʹ | ὃς Συρακόσσαισι νέμει βασιλεύς, πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξεί‐ | |
71 | νοις δὲ θαυμαστὸς πατήρ. τῷ μὲν διδύμας χάριτας εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν | ||
73 | κῶμόν τ’ ἀέθˈλων Πυθίων αἴγλαν στεφάνοις, τοὺς ἀριστεύων Φερένικος ἕλεν Κίρρᾳ ποτέ, | ||
75 | ἀστέρος οὐρανίου | ||
75 | φαμὶ τηλαυγέστερον κείνῳ φάος ⸏ἐξικόμαν κε βαθὺν πόντον περάσαις. ἀλλ’ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω Ματρί, τὰν κοῦραι παρ’ ἐμὸν πρόθυρον σὺν | ||
78 | Πανὶ μέλπονται θαμά σεμνὰν θεὸν ἐννύχιαι. | ||
80 | εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, | ||
80 | ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα πˈροτέρων ἓν παρ’ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς ἀθάνατοι. τὰ μὲν ὦν | ||
82 | οὐ δύνανται νήπιοι κόσμῳ φέρειν, ⸏ἀλλ’ ἀγαθοί, τὰ καλὰ τˈρέψαντες ἔξω. τὶν δὲ μοῖρ’ εὐδαιμονίας ἕπεται. | 74 | |
85 | λαγέταν γάρ τοι τύραννον δέρκεται, εἴ τιν’ ἀνθρώπων, ὁ μέγας πότμος. αἰὼν δ’ ἀσφαλής οὐκ ἔγεντ’ οὔτ’ Αἰακίδᾳ παρὰ Πηλεῖ οὔτε παρ’ ἀντιθέῳ Κάδˈμῳ· λέγονται {γε} μὰν βροτῶν ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων | ||
90 | μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις ἄϊον Θήβαις, ὁπόθ’ Ἁρμονίαν γᾶμεν βοῶπιν, ⸐ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κˈλυτάν, | ||
Εʹ | καὶ θεοὶ δαίσαντο παρ’ ἀμφοτέροις, καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυ‐ | ||
94 | ς͜έα͜ις ἐν ἕδˈραις, ἕδˈνα τε | ||
95 | δέξαντο· Διὸς δὲ χάριν ἐκ προτέρων μεταμειψάμενοι καμάτων | ||
96 | ἔστασαν ὀρθὰν καρδίαν. ἐν δ’ αὖτε χρόνῳ τὸν μὲν ὀξείαισι θύγατˈρες ἐρήμωσαν πάθαις εὐφροσύνας μέρος αἱ | ||
98 | τρεῖς· ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατήρ ⸏ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ. | ||
P.3(100) | τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τό‐ | ||
101 | ξοις ἀπὸ ψυχὰν λιπών ὦρσεν πυρὶ καιόμενος ἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει | ||
103 | θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων τυγχάνοντ’ εὖ πασχέμεν. ἄλλοτε δ’ ἀλλοῖαι πνοαί | ||
105 | ὑψιπετᾶν ἀνέμων. | ||
105 | ὄλβος {δ’} οὐκ ἐς μακˈρὸν ἀνδρῶν ἔρχεται | ||
⸏ς͜άο͜ς, πολὺς εὖτ’ ἂν ἐπιβˈρίσαις ἕπηται. σμικˈρὸς ἐν σμικˈροῖς, μέγας ἐν μεγάλοις ἔσσομαι, τὸν δ’ ἀμφέποντ’ αἰεὶ φρασίν δαίμον’ ἀσκήσω κατ’ ἐμὰν θεραπεύων μαχανάν. | 75 | ||
110 | εἰ δέ μοι πλοῦτον θεὸς ἁβˈρὸν ὀρέξαι, ἐλπίδ’ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω. Νέστορα καὶ Λύκιον Σαρπηδόν’, ἀνθρώπων φάτῑς, ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοί ἅρμοσαν, γινώσκομεν· ἁ δ’ ἀρετὰ κλειναῖς ἀοιδαῖς | ||
115 | χρονία τελέθει· παύροις δὲ πράξασθ’ εὐμαρές. | 76 | |
P.4 | Αʹ | Σάμερον μὲν χρή σε παρ’ ἀνδρὶ φίλῳ στᾶμεν, εὐίππου βασιλῆϊ Κυράνας, | |
2 | ὄφˈρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ, Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυ‐ | ||
3 | θῶνί τ’ αὔξῃς οὖρον ὕμνων, ἔνθα ποτὲ χˈρυσέων Διὸς αἰετῶν πάρεδˈρος | ||
5 | οὐκ ἀποδάμ͝ου͝ Ἀπόλλωνος τυχόντος ͜ἱέ͜ρεα χρῆσεν οἰκιστῆρα Βάττον | ||
6 | καρποφόρου Λιβύας, ἱεράν νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον ⸏πόλιν ἐν ἀργενν͜όε͜ντι μαστῷ, καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι | ||
10 | ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θή‐ | ||
10 | ραιον, Αἰήτα τό ποτε ζαμενής παῖς ἀπέπˈνευς’ ἀθανάτου στόματος, δέσ‐ | ||
11 | ποινα Κόλχων. εἶπε δ’ οὕτως | ||
ἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις· ‘Κέκˈλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν· φαμὶ γὰρ τᾶσδ’ ἐξ ἁλιπˈλά‐ | 77 | ||
14 | κτου ποτὲ γᾶς Ἐπάφοιο κόραν | ||
15 | ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότων ⸏Διὸς ἐν Ἄμμωνος θεμέθˈλοις. ἀντὶ δελφίνων δ’ ἐλαχυπτερύγων ἵπ‐ | ||
17 | πους ἀμείψαντες θοάς, ἁνία τ’ ἀντ’ ἐρετμῶν δί‐ | ||
18 | φˈρους τε νωμάσοισιν ἀελλόποδας. κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων | ||
20 | ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε | ||
20 | Τˈριτωνίδος ἐν προχοαῖς λίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι ξείνια πˈρῴραθεν Εὔφαμος καταβαίς δέξατ’—αἰσίαν δ’ ἐπί οἱ Κρονίων | ||
23 | ⸐Ζεὺς πατὴρ ἔκˈλαγξε βροντάν—, | ||
Βʹ | ἁνίκ’ ἄγκυραν ποτὶ χαλκόγενυν | ||
25 | ναῒ κριμνάντων ἐπέτοσσε, θοᾶς Ἀρ‐ | ||
25 | γοῦς χαλινόν· δώδεκα δὲ πˈρότερον ἁμέρας ἐξ Ὠκεανοῦ φέρομεν νώ‐ | ||
26 | των ὕπερ γαίας ἐρήμων ἐννάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἁμοῖς. τουτάκι δ’ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν ἀνδρὸς αἰδοίου πρόσοψιν | ||
29 | θηκάμενος· φιλίων δ’ ἐπέων | ||
30 | ἄρχετο, ξείνοις ἅ τ’ ἐλθόντεσσιν εὐεργέται ⸏δεῖπν’ ἐπαγγέλλοντι πρῶτον. ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ κώλυεν μεῖναι. φάτο δ’ Εὐρύπυλος Γαι‐ | ||
33 | αόχου παῖς ἀφθίτου Ἐννοσίδα ἔμμεναι· γίνωσκε δ’ ἐπειγομένους· ἂν | 78 | |
34 | δ’ εὐθὺς ἁρπάξαις ἀρούρας | ||
35 | δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι, οὐδ’ ἀπίθησέ ἱν, ἀλλ’ ἥρως ἐπ’ ἀκταῖσιν θορών, χειρί οἱ χεῖρ’ ἀντερείσαις | ||
37 | δέξατο βώλακα δαιμονίαν. πεύθομαι δ’ αὐτὰν κατακˈλυσθεῖσαν ἐκ δούρατος ⸏ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ | ||
40 | ἑσπέρας ὑγˈρῷ πελάγει σπομέναν. ἦ | ||
40 | μάν νιν ὤτρυνον θαμά λυσιπόνοις θεραπόντεσ‐ | ||
41 | σιν φυλάξαι· τῶν δ’ ἐλάθοντο φρένες καί νυν ἐν τᾷδ’ ἄφθιτον νάσῳ κέχυται Λιβύας εὐρυχόρου σπέρμα πˈρὶν ὥρας. εἰ γὰρ οἴ‐ | ||
43 | κοι νιν βάλε πὰρ χθόνιον ͜Ἀί͜δα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών, | ||
45 | υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ, τόν ποτ’ Εὐρώπα Τιτυοῦ θυγάτηρ | ||
46 | ⸐τίκτε Καφισοῦ παρ’ ὄχθαις, | ||
Γʹ | τετˈράτων παίδων κ’ ἐπιγεινομένων αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐ‐ | ||
48 | ρεῖαν ἄπειρον. τότε γὰρ μεγάλας ἐξανίστανται Λακεδαίμονος Ἀργεί‐ | ||
49 | ου τε κόλπου καὶ Μυκηνᾶν. | ||
P.4(50) | νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν νᾶσον ἐλθόντες τέκωνται | ||
52 | φῶτα κελαινεφέων πεδίων δεσπόταν· τὸν μὲν πολυχˈρύσῳ ποτ’ ἐν δώματι | ||
⸏Φοῖβος ἀμνάσει θέμισσιν | 79 | ||
55 | Πύθιον ναὸν καταβάντα χρόνῳ ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νεί‐ | ||
56 | λοιο πρὸς πῖον τέμενος Κρονίδα.‘ ἦ ῥα Μηδείας ἐπέων στίχες. ἔπτα‐ | ||
57 | ξαν δ’ ἀκίνητοι σιωπᾷ ἥροες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες. ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δ’ ἐν τούτῳ λόγῳ | ||
60 | χρησμὸς ὤρθωσεν μελίσσας | ||
60 | Δελφίδος αὐτομάτῳ κελάδῳ· ἅ σε χαίρειν ἐστρὶς αὐδάσαισα πεπˈρωμένον ⸏βασιλέ’ ἄμφανεν Κυράνᾳ, δυσθρόου φωνᾶς ἀνακρινόμενον ποι‐ | ||
63 | νὰ τίς ἔσται πρὸς θεῶν. ἦ μάλα δὴ μετὰ καὶ νῦν, | ||
64 | ὥτε φοινικανθέμου ἦρος ἀκμᾷ, | ||
65 | παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας· τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ | ||
66 | ἀμφικτιόνων ἔπορεν ἱπποδˈρομίας. ἀπὸ δ’ αὐτὸν ἐγὼ Μοίσαισι δώσω καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γάρ κεῖνο πλευσάντων Μινυᾶν, θεόπομ‐ | ||
69 | ⸐ποί σφισιν τιμαὶ φύτευθεν. | ||
70 | Δʹ | τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας, τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος | |
71 | δῆσεν ἅλοις; θέσφατον ἦν Πελίαν ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χεί‐ | ||
72 | ρεσσιν ἢ βουλαῖς ἀκνάμπτοις. ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ, | ||
πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος | 80 | ||
75 | τὸν μονοκˈρήπιδα πάντως | ||
75 | ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ, εὖτ’ ἂν αἰπεινῶν ἀπὸ σταθˈμῶν ἐς εὐδείελον ⸏χθόνα μόλῃ κλειτᾶς Ἰ͜αο͜λκοῦ, ξεῖνος αἴτ’ ὦν ἀστός. ὁ δ’ ἦρα χρόνῳ ἵκετ’ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκ‐ | ||
79 | παγˈλος· ἐσθὰς δ’ ἀμφοτέρα νιν ἔχεν, | ||
80 | ἅ τε Μαγˈνήτων ἐπιχώριος ἁρμό‐ | ||
80 | ζοισα θαητοῖσι γυίοις, ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φˈρίσσοντας ὄμβρους· οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντ’ ἀγˈλαοί, ἀλλ’ ἅπαν νῶτον καταίθυσ‐ | ||
83 | σον. τάχα δ’ εὐθὺς ἰὼν σφετέρας ἐστάθη γνώμας ἀταρβάκτοιο πειρώμενος | ||
85 | ⸏ἐν ἀγορᾷ πλήθοντος ὄχˈλου. τὸν μὲν οὐ γίνωσκον· ὀπιζομένων δ’ ἔμ‐ | ||
86 | πας τις εἶπεν καὶ τόδε· ‘Οὔ τί ποῠ οὗτος Ἀπόλλων, | ||
87 | οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις Ἀφˈροδίτας· ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷ Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολ‐ | ||
89 | μάεις Ἐπιάλτα ἄναξ. | ||
90 | καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν, ἐξ ἀνικάτου φαρέτˈρας ὀρνύμενον, ὄφˈρα τις τᾶν ἐν δυνατῷ φιλοτά‐ | ||
92 | ⸐των ἐπιψαύειν ἔραται.‘ | ||
Εʹ | τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοι γάρυον τοιαῦτ’· ἀνὰ δ’ ἡμιόνοις ξε‐ | ||
94 | στᾷ τ’ ἀπήνᾳ προτˈροπάδαν Πελίας | 81 | |
95 | ἵκετο σπεύδων· τάφε δ’ αὐτίκα παπτά‐ | ||
95 | ναις ἀρίγˈνωτον πέδιλον δεξιτερῷ μόνον ἀμφὶ ποδί. κˈλέπτων δὲ θυμῷ δεῖμα προσήνεπε· ‘Ποίαν γαῖαν, ὦ ξεῖν’, εὔχεαι πατˈρίδ’ ἔμμεν; καὶ τίς ἀνθρώ‐ | ||
98 | πων σε χαμαιγενέων πολιᾶς ἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσιν | ||
P.4(100) | ⸏καταμιάναις εἰπὲ γένναν.‘ τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις ὧδ’ ἀμείφθη· ‘Φαμὶ διδασκαλίαν Χί‐ | ||
102 | ρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι πὰρ Χαρικˈλοῦς καὶ Φιλύρας, ἵνα Κενταύ‐ | ||
103 | ρου με κοῦραι θρέψαν ἁγˈναί. εἴκοσι δ’ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον | ||
105 | οὔτ’ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν οἴκαδ’, ἀρχαίαν κομίζων | ||
106 | πατˈρὸς ἐμοῦ, βασιλευομέναν οὐ κατ’ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ ⸏Αἰόλῳ καὶ παισὶ τιμάν. πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευ‐ | ||
109 | καῖς πιθήσαντα φˈρασίν | ||
110 | ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων· τοί μ’, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου ἁγεμόνος δείσαντες ὕβˈριν, κᾶδος ὡσ‐ | ||
112 | είτε φθιμένου δνοφερόν ἐν δώμασι θηκάμενοι μίγα κωκυτῷ γυναικῶν, κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις, | ||
115 | νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ | ||
115 | ⸐δὲ τˈράφεν Χίρωνι δῶκαν. | 82 | |
ϝʹ | ἀλλὰ τούτων μὲν κεφάλαια λόγων ἴστε. λευκίππων δὲ δόμους πατέρων, κε‐ | ||
117 | δˈνοὶ πολῖται, φράσσατέ μοι σαφέως· Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξεί‐ | ||
118 | ναν ἱκάνω γαῖαν ἄλλων. φὴρ δέ με θεῖος Ἰάσονα κικˈλῄσκων προσαύδα.‘ | ||
120 | ὣς φάτο· τὸν μὲν ἐσελθόντ’ ἔγˈνον ὀφθαλμοὶ πατρός· ἐκ δ’ ἄρ’ αὐτοῦ πομφόλυξαν | ||
121 | δάκˈρυα γηραλέων γλεφάρων, ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν, ἐξαίρετον ⸏γόνον ἰδὼν κάλλιστον ἀνδρῶν. καὶ κασίγˈνητοί σφισιν ἀμφότεροι | ||
125 | ἤλυθον κείνου γε κατὰ κˈλέος· ἐγγὺς | ||
125 | μὲν Φέρης κράναν Ὑπερῇδα λιπών, ἐκ δὲ Μεσσάνας Ἀμυθάν· ταχέως δ’ Ἄ‐ | ||
126 | δˈματος ἷκεν καὶ Μέλαμπος εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγˈμενος ξείνι’ ἁρμόζοντα τεύχων | ||
129 | πᾶσαν ἐυφˈροσύναν τάνυεν | ||
130 | ἀθˈρόαις πέντε δˈραπὼν νύκτεσσιν ἔν θ’ ἁμέραις ⸏ἱερὸν εὐζοίας ἄωτον. ἀλλ’ ἐν ἕκτᾳ πάντα λόγον θέμενος σπου‐ | ||
132 | δαῖον ἐξ ἀρχᾶς ἀνήρ συγγενέσιν παρεκοινᾶθ’· | ||
133 | οἱ δ’ ἐπέσποντ’. αἶψα δ’ ἀπὸ κˈλισιᾶν ὦρτο σὺν κείνοισι· καί ῥ’ ἦλθον Πελία μέγαρον· | ||
135 | ἐσσύμενοι δ’ εἴσω κατέσταν· τῶν δ’ ἀκού‐ | ||
135 | σαις αὐτὸς ὑπαντίασεν Τυροῦς ἐρασιπˈλοκάμου γενεά· πραῢν δ’ Ἰάσων μαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρον βάλλετο κˈρηπῖδα σοφῶν ἐπέων· | ||
138 | ⸐‘Παῖ Ποσειδᾶνος Πετραίου, | 83 | |
Ζʹ | ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι | ||
140 | κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον τρα‐ | ||
140 | χεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως ἀλλ’ ἐμὲ χˈρὴ καὶ σὲ θεμισσαμένους ὀρ‐ | ||
141 | γὰς ὑφαίνειν λοιπὸν ὄλβον. εἰδότι τοι ἐρέω· μία βοῦς Κρηθεῖ τε μάτηρ καὶ θρασυμήδεϊ Σαλμωνεῖ· τρίταισιν δ’ ἐν γοναῖς ἄμμες αὖ κείνων φυτευθέν‐ | ||
144 | τες σθένος ἀελίου χρύσεον | ||
145 | λεύσσομεν. Μοῖραι δ’ ἀφίσταιντ’, εἴ τις ἔχθρα πέλει ⸏ὁμογόνοις αἰδῶ καλύψαι. οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν οὐδ’ ἀκόντεσσιν μεγάλαν προγόνων τι‐ | ||
148 | μὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγώ καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημ’ ἀ‐ | ||
149 | γˈρούς τε πάντας, τοὺς ἀπούρας | ||
P.4(150) | ἁμετέρων τοκέων νέμεαι πλοῦτον πῐαίνων· κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντ’ ἄγαν· ἀλλὰ καὶ σκᾶπτον μόναρχον | ||
152 | καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδας ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας— ⸏τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας | ||
155 | λῦσον, ἄμμιν μή τι νεώτερον ἐξ αὐ‐ | ||
155 | τῶν ἀναστάῃ κακόν.‘ ὣς ἄρ’ ἔειπεν, ἀκᾷ δ’ ἀντ‐ | ||
156 | αγόρευσεν καὶ Πελίας· ‘Ἔσομαι τοῖος· ἀλλ’ ἤδη με γηραιὸν μέρος ἁλικίας ἀμφιπολεῖ· σὸν δ’ ἄνθος ἥβας ἄρτι κυ‐ | ||
158 | μαίνει· δύνασαι δ’ ἀφελεῖν μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι | ||
160 | Φρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους δέρμα τε κˈριοῦ βαθύμαλλον ἄγειν, | 84 | |
161 | ⸐τῷ ποτ’ ἐκ πόντου σαώθη | ||
Ηʹ | ἔκ τε ματρυιᾶς ἀθέων βελέων. ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φω‐ | ||
163 | νεῖ. μεμάντευμαι δ’ ἐπὶ Κασταλίᾳ, εἰ μετάλλατόν τι· καὶ ὡς τάχος ὀτˈρύ‐ | ||
164 | νει με τεύχειν ναῒ πομπάν. | ||
165 | τοῦτον ἄεθˈλον ἑκὼν τέλεσον· καί τοι μοναρχεῖν καὶ βασιλευέμεν ὄμνυμι πˈροήσειν. καρτερός ὅρκος ἄμμιν μάρτυς ἔστω | ||
167 | Ζεὺς ὁ γενέθˈλιος ἀμφοτέροις.‘ σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν· ⸏ἀτὰρ Ἰάσων αὐτὸς ἤδη | ||
170 | ὤρνυεν κάρυκας ἐόντα πλόον φαινέμεν παντᾷ. τάχα δὲ Κˈρονίδαο | ||
171 | Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαι ἦλθον Ἀλκμήνας θ’ ἑλικογˈλεφάρου Λή‐ | ||
172 | δας τε, δοιοὶ δ’ ὑψιχαῖται ἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν, ἔκ τε Πύλου καὶ ἀπ’ ἄκˈρας Ταινάρου· τῶν μὲν κλέος | ||
175 | ἐσλὸν Εὐφάμου τ’ ἐκράνθη | ||
175 | σόν τε, Περικˈλύμεν’ εὐρυβία. ἐξ Ἀπόλλωνος δὲ φορμιγκτὰς ἀοιδᾶν πατήρ ⸏ἔμολεν, εὐαίνητος Ὀρφεύς. πέμψε δ’ Ἑρμᾶς χρυσόραπις διδύμους υἱ‐ | ||
178 | οὺς ἐπ’ ἄτˈρυτον πόνον, τὸν μὲν Ἐχίονα, κεχˈλά‐ | ||
179 | δοντας ἥβᾳ, τὸν δ’ Ἔρυτον. ταχέες {δ’} | ||
180 | ἀμφὶ Παγγαίου θεμέθˈλοις ναιετάοντες ἔβαν, καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔν‐ | ||
181 | τυνεν βασιλεὺς ἀνέμων | ||
Ζήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιν νῶτα πεφˈρίκοντας ἄμφω πορφυρέοις. τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοι‐ | 85 | ||
184 | ⸐σιν πόθον̄ ἔνδαιεν Ἥρα | ||
185 | Θʹ | ναὸς Ἀργοῦς, μή τινα λειπόμενον τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰ‐ | |
186 | ῶνα πέσσοντ’, ἀλλ’ ἐπὶ καὶ θανάτῳ φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅ‐ | ||
187 | λιξιν εὑρέσθαι σὺν ἄλλοις. ἐς δ’ Ἰαολκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος, λέξατο πάντας ἐπαινήσαις Ἰάσων. καί ῥά οἱ | ||
190 | μάντις ὀρνίχεσσι καὶ κλά‐ | ||
190 | ροισι θεοπˈροπέων ἱεροῖς Μόψος ἄμβασε στρατὸν πρόφˈρων· ἐπεὶ δ’ ἐμβόλου ⸏κρέμασαν ἀγκύρας ὕπερθεν, χρυσέαν χείρεσσι λαβὼν φιάλαν ἀρχὸς ἐν πρύμνᾳ πατέρ’ Οὐρανιδᾶν ἐγ‐ | ||
194 | χεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους | ||
195 | κυμάτων ῥιπὰς ἀνέμους τ’ ἐκάλει νύ‐ | ||
195 | κτας τε καὶ πόντου κελεύθους ἄματά τ’ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν· ἐκ νεφέων δέ οἱ ἀντά̄υσε βροντᾶς αἴσιον φθέγˈμα· λαμπραὶ δ’ ἦλθον ἀκτῖ‐ | ||
198 | νες στεροπᾶς ἀπορηγνύμεναι. ἀμπνοὰν δ’ ἥρωες ἔστασαν θεοῦ σάμασιν | ||
P.4(200) | ⸏πιθόμενοι· κάρυξε δ’ αὐτοῖς ἐμβαλεῖν κώπαισι τερασκόπος ἁδεί‐ | ||
201 | ας ἐνίπτων ἐλπίδας· εἰρεσία δ’ ὑπεχώρη‐ | ||
202 | σεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος. σὺν Νότου δ’ αὔραις ἐπ’ Ἀξείνου στόμα πεμπόμενοι ἤλυθον· ἔνθ’ ἁγˈνὸν Ποσειδάωνος ἕσ‐ | ||
204 | σαντ’ ἐνναλίου τέμενος, | 86 | |
205 | φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχεν, καὶ νεόκτιστον λίθων βωμοῖο θέναρ. ἐς δὲ κίνδυνον βαθὺν ἰέμενοι | ||
207 | ⸐δεσπόταν λίσσοντο ναῶν, | ||
Ιʹ | συνδρόμων κινηθμὸν ἀμαιμάκετον ἐκφυγεῖν πετˈρᾶν. δίδυμαι γὰρ ἔσαν ζω‐ | ||
209 | αί, κυλινδέσκοντό τε κραιπνότεραι | ||
210 | ἢ βαρυγδούπων ἀνέμων στίχες· ἀλλ’ ἤ‐ | ||
210 | δη τελευτὰν κεῖνος αὐταῖς ἡμιθέων πλόος ἄγαγεν. ἐς Φᾶσιν δ’ ἔπειτεν ἤλυθον, ἔνθα κελαινώπεσσι Κόλχοισιν βίαν μεῖξαν Αἰήτᾳ παρ’ αὐτῷ. | ||
213 | πότˈνια δ’ ὀξυτάτων βελέων ποικίλαν ἴϋγγα τετˈράκˈναμον Οὐλυμπόθεν | ||
215 | ⸏ἐν ἀλύτῳ ζεύξαισα κύκˈλῳ μαινάδ’ ὄρνιν Κυπˈρογένεια φέρεν πρῶτον ἀνθρώποισι λιτάς τ’ ἐπαοιδὰς | ||
217 | ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν· ὄφˈρα Μηδείας τοκέων ἀφέλοιτ’ αἰ‐ | ||
218 | δῶ, ποθεινὰ δ’ Ἑλλὰς αὐτάν ἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς. | ||
220 | καὶ τάχα πείρατ’ ἀέθˈλων δείκνυεν πατρωΐων· σὺν δ’ ἐλαίῳ φαρμακώσαις’ | ||
221 | ἀντίτομα στερεᾶν ὀδυνᾶν δῶκε χρίεσθαι. καταίνησάν τε κοινὸν γάμον ⸏γλυκὺν ἐν ἀλλάλοισι μεῖξαι. ἀλλ’ ὅτ’ Αἰήτας ἀδαμάντινον ἐν μέσ‐ | ||
224 | σοις ἄροτˈρον σκίμψατο | ||
225 | καὶ βόας, οἳ φλόγ’ ἀπὸ ξαν‐ | ||
225 | θᾶν γεν͜ύω͜ν πν͜έο͜ν καιομένοιο πυρός, χαλκέαις δ’ ὁπˈλαῖς ἀράσσεσκον χθόν’ ἀμειβόμενοι τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος. ὀρ‐ | 87 | |
227 | θὰς δ’ αὔλακας ἐντανύσαις ἤλαυν’, ἀνὰ βωλακίας δ’ ὀρόγυιαν σχίζε νῶτον γᾶς. ἔειπεν δ’ ὧδε· ‘Τοῦτ’ ἔργον βασιλεύς, | ||
230 | ὅστις ἄρχει ναός, ἐμοὶ τελέσαις | ||
230 | ⸐ἄφθιτον στρωμνὰν ἀγέσθω, | ||
ΙΑʹ | κῶας αἰγλᾶεν χρυσέῳ θυσάνῳ.‘ ὣς ἄρ’ αὐδάσαντος ἀπὸ κˈρόκεον ῥί‐ | ||
232 | ψαις Ἰάσων εἷμα θεῷ πίσυνος εἴχετ’ ἔργου· πῦρ δέ νιν οὐκ ἐόλει παμ‐ | ||
233 | φαρμάκου ξείνας ἐφετˈμαῖς. σπασσάμενος δ’ ἄροτρον, βοέους δήσαις ἀνάγκᾳ | ||
235 | ἔντεσιν αὐχένας ἐμβάλλων τ’ ἐριπˈλεύρῳ φυᾷ κέντρον αἰανὲς βιατὰς | ||
236 | ἐξεπόνης’ ἐπιτακτὸν ἀνήρ μέτˈρον. ἴυξεν δ’ ἀφωνήτῳ περ ἔμπας ἄχει ⸏δύνασιν Αἰήτας ἀγασθείς. πρὸς δ’ ἑταῖροι καρτερὸν ἄνδρα φίλας | ||
240 | ὤρεγον χεῖρας, στεφάνοισί τέ νιν ποί‐ | ||
240 | ας ἔρεπτον, μειλιχίοις τε λόγοις ἀγαπάζοντ’. αὐτίκα δ’ Ἀελίου θαυ‐ | ||
241 | μαστὸς υἱὸς δέρμα λαμπρόν ἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι· ἔλπετο δ’ οὐκέτι οἱ κεῖνόν γε πράξασθαι πόνον. κεῖτο γὰρ λόχˈμᾳ, δράκοντος | ||
244 | δ’ εἴχετο λαβˈροτατᾶν γενύων, | ||
245 | ὃς πάχει μάκει τε πεντηκόντερον ναῦν κράτει, | ||
⸏τέλεσεν ἃν πλαγαὶ σιδάρου. μακˈρά μοι νεῖσθαι κατ’ ἀμαξιτόν· ὥρα | 88 | ||
247 | γὰρ συνάπτει καί τινα οἶμον ἴσαμι βραχύν· πολ‐ | ||
248 | λοῖσι δ’ ἅγημαι σοφίας ἑτέροις. κτεῖνε μὲν γλαυκῶπα τέχˈναις ποικιλόνωτον ὄφιν, | ||
P.4(250) | ͜ὦ Ἀ͜ρκεσίλα, κλέψεν τε Μήδειαν σὺν αὐ‐ | ||
P.4(250) | τᾷ, τὰν Πελίαο φονόν· ἔν τ’ Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳ τ’ ἐρυθˈρῷ Λαμνιᾶν τ’ ἔθˈνει γυναικῶν ἀνδροφόνων· ἔνθα καὶ γυίων ἀέθλοις ἐπεδεί‐ | ||
253 | ⸐ξαντο κρίσιν ἐσθᾶτος ἀμφίς, | ||
ΙΒʹ | καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖς | ||
255 | σπέρμ’ ἀρούραις τουτάκις ὑμετέρας ἀ‐ | ||
255 | κτῖνος ὄλβου δέξατο μοιρίδιον ἆμαρ ἢ νύκτες· τόθι γὰρ γένος Εὐφά‐ | ||
256 | μου φυτευθὲν λοιπὸν αἰεί τέλλετο· καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶν ἤθεσιν ἔν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ νᾶσον· ἔνθεν δ’ ὔμμι Λατοί‐ | ||
259 | δας ἔπορεν Λιβύας πεδίον | ||
260 | σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθˈρόνου ⸏διανέμειν θεῖον Κυράνας ὀρθόβουλον μῆτιν ἐφευρομένοις. γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν· εἰ | ||
263 | γάρ τις ὄζους ὀξυτόμῳ πελέκει ἐξερείψειεν μεγάλας δρυός, αἰσχύ‐ | ||
264 | νοι δέ οἱ θαητὸν εἶδος, | ||
265 | καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περ’ αὐτᾶς, εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον, ἢ σὺν ὀρθαῖς κιόνεσσιν | ||
267 | δεσποσύναισιν ἐρειδομένα μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν, ⸏ἑὸν ἐρημώσαισα χῶρον. | 89 | |
270 | ἐσσὶ δ’ ἰατὴρ ἐπικαιρότατος, Παι‐ | ||
270 | άν τέ σοι τιμᾷ φάος. χρὴ μαλακὰν χέρα προσβάλ‐ | ||
271 | λοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν. ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις· ἀλλ’ ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς | ||
273 | δὴ γίνεται, ἐξαπίνας εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται. | ||
275 | τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες. τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυρά‐ | ||
276 | ⸐νας θέμεν σπουδὰν ἅπασαν. | ||
ΙΓʹ | τῶν δ’ Ὁμήρου καὶ τόδε συνθέμενος ῥῆμα πόρσυν’· ἄγγελον ἐσλὸν ἔφα τι‐ | ||
278 | μὰν μεγίσταν πράγματι παντὶ φέρειν· αὔξεται καὶ Μοῖσα δι’ ἀγγελίας ὀρ‐ | ||
279 | θᾶς. ἐπέγˈνω μὲν Κυράνα | ||
280 | καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος, ἐν δὲ βουλαῖς πρέσβυς ἐγκύρ‐ | ||
282 | σαις ἑκατονταετεῖ βιοτᾷ, ὀρφανίζει μὲν κακὰν γλῶσσαν φαεννᾶς ὀπός, ⸏ἔμαθε δ’ ὑβˈρίζοντα μισεῖν, | ||
285 | οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς, οὐδὲ μακύνων τέλος οὐδέν. ὁ γὰρ και‐ | ||
286 | ρὸς πρὸς ἀνθρώπων βραχὺ μέτˈρον ἔχει. εὖ νιν ἔγˈνωκεν· θεράπων δέ οἱ, οὐ δρά‐ | ||
287 | στας ὀπαδεῖ. φαντὶ δ’ ἔμμεν τοῦτ’ ἀνιαρότατον, καλὰ γινώσκοντ’ ἀνάγκᾳ | ||
ἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτˈλας οὐρανῷ | 90 | ||
290 | προσπαλαίει νῦν γε πατˈρῴ‐ | ||
290 | ας ἀπὸ γᾶς ἀπό τε κτεάνων· λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας. ἐν δὲ χˈρόνῳ ⸏μεταβολαὶ λήξαντος οὔρου ἱστίων. ἀλλ’ εὔχεται οὐλομέναν νοῦ‐ | ||
293 | σον διαντλήσαις ποτέ οἶκον ἰδεῖν, ἐπ’ Ἀπόλλω‐ | ||
294 | νός τε κράνᾳ συμποσίας ἐφέπων | ||
295 | θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔν τε σοφοῖς δαιδαλέαν φόρμιγγα βαστάζων πολί‐ | ||
296 | ταις ἡσυχίᾳ θιγέμεν, μήτ’ ὦν τινι πῆμα πορών, ἀπαθὴς δ’ αὐτὸς πρὸς ἀστῶν· καί κε μυθήσαιθ’, ὁποίαν, Ἀρκεσίλα, εὗρε παγὰν ἀμβροσίων ἐπέων, | ||
299 | πρόσφατον Θήβᾳ ξενωθείς. | 91 | |
P.5 | Αʹ | Ὁ πλοῦτος εὐρυσθενής, ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ βροτήσιος ἀνὴρ πότμου παραδόντος αὐτὸν ἀνάγῃ πολύφιλον ἑπέταν. | |
5 | ὦ θεόμορ’ Ἀρκεσίλα, σύ τοί νιν κλυτᾶς αἰῶνος ἀκˈρᾶν βαθμίδων ἄπο σὺν εὐδοξίᾳ μετανίσεαι ἕκατι χρυσαρμάτου Κάστορος· | ||
10 | εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεάν ⸏καταιθύσσει μάκαιραν ἑστίαν. σοφοὶ δέ τοι κάλλιον φέροντι καὶ τὰν θεόσδοτον δύναμιν. σὲ δ’ ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται· | ||
15 | τὸ μέν, ὅτι βασιλεύς ἐσσί· μεγαλᾶν πολίων ἔχει συγγενής ὀφθαλμὸς αἰδοιότατον γέρας τεᾷ τοῦτο μειγνύμενον φρενί· | ||
20 | μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλών ⸏δέδεξαι τόνδε κῶμον ἀνέρων, Ἀπολλώνιον ἄθυρμα· τῶ σε μὴ λαθέτω, Κυράνᾳ γλυκὺν ἀμφὶ κᾶ‐ | ||
24 | πον Ἀφˈροδίτας ἀειδόμενον, | ||
25 | παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν, φιλεῖν δὲ Κάρρωτον ἔξοχ’ ἑταίρων· | ||
ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων ὀψινόου θυγατέρα Πˈρόφασιν Βαττιδᾶν ἀφίκετο δόμους θεμισκρεόντων· | 93 | ||
30 | ἀλλ’ ἀρισθάρματον ὕδατι Κασταλίας ξενω‐ | ||
31 | ⸐θεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις, | ||
Βʹ | ἀκηράτοις ἁνίαις ποδαρκέων δώδεκ’ ἂν δρόμων τέμενος. κατέκˈλασε γὰρ ἐντέων σθένος οὐδέν· ἀλλὰ κρέμαται | ||
35 | ὁπόσα χεριαρᾶν τεκτόνων δαίδαλ’ ἄγων Κρισαῖον λόφον ἄμειψεν ἐν κοιλόπεδον νάπος θεοῦ· τό σφ’ ἔχει κυπαρίσσινον | ||
40 | μέλαθˈρον ἀμφ’ ἀνδριάντι σχεδόν, Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ ⸏καθέσσαντο μ̄ονόδˈροπον φυτόν. ἑκόντι τοίνυν πρέπει νόῳ τὸν εὐεργέταν ὑπαντιάσαι. | ||
45 | Ἀλεξιβιάδα, σὲ δ’ ἠΰκομοι φλέγοντι Χάριτες. μακάριος, ὃς ἔχεις καὶ πεδὰ μέγαν κάματον λόγων φερτάτων μναμήϊ’· ἐν τεσσαράκοντα γάρ | ||
P.5(50) | πετόντεσσιν ἁνιόχοις ὅλον δίφρον κομίξαις ἀταρβεῖ φρενί, ἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγˈλαῶν ⸏ἀέθˈλων καὶ πατρωΐαν πόλιν. πόνων δ’ οὔ τις ἀπόκλαρός ἐστιν οὔτ’ ἔσεται· | ||
55 | ὁ Βάττου δ’ ἕπεται παλαι‐ | ||
55 | ὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων, | ||
πύργος ἄστεος ὄμμα τε φαεννότατον ξένοισι. κεῖνόν γε καὶ βαρύκομποι λέοντες περὶ δείματι φύγον, γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν· | 94 | ||
60 | ὁ δ’ ἀρχαγέτας ἔδωκ’ Ἀπόλλων θῆρας αἰνῷ φόβῳ, ὄφˈρα μὴ ταμίᾳ Κυρά‐ | ||
62 | ⸐νας ἀτελὴς γένοιτο μαντεύμασιν. | ||
Γʹ | ὃ καὶ βαρειᾶν νόσων ἀκέσματ’ ἄνδρεσσι καὶ γυναιξὶ νέμει, | ||
65 | πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ, ἀπόλεμον ἀγαγών ἐς πραπίδας εὐνομίαν, μυχόν τ’ ἀμφέπει μαντήϊον· τῷ {καὶ} Λακεδαίμονι | ||
70 | ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ ἔνασσεν ἀλκ͜άε͜ντας Ἡρακˈλέος ἐκγόνους Αἰγιμιοῦ τε. τὸ δ’ ἐμὸν γαρύει ⸏ἀπὸ Σπάρτας ἐπήρατον κλέος, ὅθεν γεγενναμένοι | ||
75 | ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι, ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ Μοῖρά τις ἄγεν· πολύθυτον ἔρανον ἔνθεν ἀναδεξάμενοι, Ἄπολλον, τεᾷ, | ||
80 | Καρνήϊ’, ἐν δαιτὶ σεβίζομεν Κυράνας ἀγακτιμέναν πόλιν· ἔχοντι τὰν χαλκοχάρμαι ξένοι Τρῶες Ἀντανορίδαι· σὺν Ἑλένᾳ γὰρ μόλον, ⸏καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον | ||
85 | ἐν Ἄρει· τὸ δ’ ἐλάσιππον ἔθˈνος ἐνδυκέως δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι, | ||
τοὺς Ἀριστοτέλης ἄγαγε ναυσὶ θοαῖς ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων. κτίσεν δ’ ἄλσεα μείζονα θεῶν, | 95 | ||
90 | εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις ἀλεξιμβρότοις πεδιάδα πομπαῖς ἔμμεν ἱππόκˈροτον σκυρωτὰν ὁδόν, ἔνθα πρυ‐ | ||
93 | ⸐μνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών· | ||
Δʹ | μάκαρ μὲν ἀνδρῶν μέτα | ||
95 | ἔναιεν, ἥρως δ’ ἔπειτα λαοσεβής. ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν βασιλέες ἱεροί ἐντί· μεγαλᾶν δ’ ἀρετᾶν δρόσῳ μαλθακᾷ | ||
P.5(100) | ῥανθεισᾶν κώμων {θ’} ὑπὸ χεύμασιν, ἀκούοντί ποι χθονίᾳ φρενί, σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν ἔνδικόν τ’ Ἀρκεσίλᾳ· τὸν ἐν ἀοιδᾷ νέων ⸏πρέπει χρυς͜άο͜ρα Φοῖβον ἀπύειν, | ||
105 | ἔχοντα Πυθωνόθεν τὸ καλλίνικον λυτήριον δαπανᾶν μέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί· λεγόμενον ἐρέω· κρέσσονα μὲν ἁλικίας | ||
110 | νόον φέρβεται γλῶσσάν τε· θάρσος δὲ τανύπτερος ἐν ὄρνιξιν αἰετὸς ἔπˈλετο· ἀγωνίας δ’, ἕρκος οἷον, σθένος· ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας, | ||
115 | ⸏πέφανταί θ’ ἁρματηλάτας σοφός· ὅσαι τ’ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι, τετόλμακε. θεός τέ οἱ | ||
117 | τὸ νῦν τε πρόφˈρων τελεῖ δύνασιν, καὶ τὸ λοιπὸν ὁμοῖα, Κρονίδαι μάκαρες, διδοῖτ’ ἐπ’ ἔργοισιν ἀμφί τε βουλαῖς | 96 | |
120 | ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον. Διός τοι νόος μέγας κυβερνᾷ δαίμον’ ἀνδρῶν φίλων. εὔχομαί νιν Ὀλυμπίᾳ | ||
124 | τοῦτο δόμεν γέρας ἔπι Βάττου γένει. | 97 | |
P.6 | Αʹ | Ἀκούσατ’· ἦ γὰρ ἑλικώπιδος Ἀφˈροδίτας ἄρουραν ἢ Χαρίτων ἀναπολίζομεν, ὀμφαλὸν ἐριβˈρόμου χθονὸς ἐς νάϊον προσοιχόμενοι· | |
5 | Πυθιόνικος ἔνθ’ ὀλβίοισιν Ἐμμενίδαις ποταμίᾳ τ’ Ἀκράγαντι καὶ μὰν Ξενοκράτει | ||
7/8 | ἑτοῖμος ὕμνων θησαυρὸς ἐν πολυχρύσῳ | ||
9 | ⸏Ἀπολλωνίᾳ τετείχισται νάπᾳ· | ||
10 | Βʹ | τὸν οὔτε χειμέριος ὄμβρος, ἐπακτὸς ἐλθών ἐριβˈρόμου νεφέλας στρατὸς ἀμείλιχος, οὔτ’ ἄνεμος ἐς μυχούς ἁλὸς ἄξοισι παμφόρῳ χεράδει τυπτόμενον. φάει δὲ πˈρόσωπον ἐν καθαρῷ | |
15 | πατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷ | ||
16/17 | λόγοισι θνατῶν εὔδοξον ἅρματι νίκαν | ||
18 | ⸏Κρισαίαις ἐνὶ πτυχαῖς ἀπαγγελεῖ. | ||
Γʹ | σύ τοι σχεθών νιν ἐπὶ δεξιὰ χειρός, ὀρθὰν | ||
20 | ἄγεις ἐφημοσύναν, τά ποτ’ ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖ Φιλύρας υἱὸν ὀρφανιζομένῳ Πηλεΐδᾳ παραινεῖν· μάλιστα μὲν Κρονίδαν, βαρύοπα στεροπᾶν κεραυνῶν τε πρύτανιν, | 98 | |
25/26 | θεῶν σέβεσθαι· ταύτας δὲ μή ποτε τιμᾶς | ||
27 | ⸏ἀμείρειν γον͜έω͜ν βίον πεπρωμένον. | ||
Δʹ | ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς νόημα τοῦτο φέρων, | ||
30 | ὃς ὑπερέφθιτο πατˈρός, ἐναρίμβροτον ἀναμείναις στράταρχον Αἰθιόπων Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμ’ ἐπέδα Πάριος ἐκ βελέων δαϊχθείς· ὁ δ’ ἔφεπεν | ||
34/35 | κραταιὸν ἔγχος· Μεσσανίου δὲ γέροντος | ||
36 | ⸏δονηθεῖσα φρὴν βόασε παῖδα ὅν, | ||
Εʹ | χαμαιπετὲς δ’ ἄρ’ ἔπος οὐκ ἀπέριψεν· αὐτοῦ μένων δ’ ὁ θεῖος ἀνήρ πρίατο μὲν θανάτοιο κομιδὰν πατρός, | ||
40 | ἐδόκησέν τε τῶν πάλαι γενεᾷ ὁπˈλοτέροισιν ἔργον πελώριον τελέσαις ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν. τὰ μὲν παρίκει· τῶν νῦν δὲ καὶ Θρασύβουλος | ||
45 | ⸏πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα, | ||
ϝʹ | πάτρῳ τ’ ἐπερχόμενος ἀγˈλαΐαν {ἔδειξεν} ἅπασαν. νόῳ δὲ πλοῦτον ἄγει, ἄδικον οὔθ’ ὑπέροπˈλον ἥβαν δρέπων, σοφίαν δ’ ἐν μυχοῖσι Πιερίδων· | ||
P.6(50) | τίν τ’, Ἐλέλιχθον, ἄρχεις ὃς ἱππιᾶν ἐσόδων, μάλα ἁδόντι νόῳ, Ποσειδάν, προσέχεται. | ||
52/53 | γλυκεῖα δὲ φˈρὴν καὶ συμπόταισιν ὁμιλεῖν | ||
54 | μελισσᾶν ἀμείβεται τρητὸν πόνον. | 99 | |
P.7 | Κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι προοίμιον Ἀλκμανιδᾶν εὐρυσθενεῖ | ||
3/4 | γεν͜εᾷ͜ κρηπῖδ’ ἀοιδᾶν ἵπποισι βαλέσθαι. | ||
5/6 | ἐπεὶ τίνα πάτραν, τίνα οἶκον ναίων ὀνυμάξεαι | ||
7 | ἐπιφανέστερον ⸏Ἑλλάδι πυθέσθαι; πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ | ||
10 | Ἐρεχθέος ἀστῶν, Ἄπολλον, οἳ τεόν | 100 | |
11/12 | δόμον Πυθῶνι δίᾳ θαητὸν ἔτευξαν. | ||
13/14 | ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖ νῖκαι, μία δ’ ἐκπρεπής | ||
15 | Διὸς Ὀλυμπιάς, ⸏δύο δ’ ἀπὸ Κίρρας, ὦ Μεγάκλεες, | ||
17 | ὑμαί τε καὶ προγόνων. νέᾳ δ’ εὐπραγίᾳ χαίρω τι· τὸ δ’ ἄχˈνυμαι, φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα. φαντί γε μάν | ||
20 | οὕτω κ’ ἀνδρὶ παρμονίμαν | ||
θάλλοισαν εὐδαιμονίαν τὰ καὶ τὰ φέρεσθαι. | 101 | ||
P.8 | Αʹ | Φιλόφρον Ἡσυχία, Δίκας ὦ μεγιστόπολι θύγατερ, βουλᾶν τε καὶ πολέμων ἔχοισα κλαῗδας ὑπερτάτας | |
5 | Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ. τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς ⸏ἐπίστασαι καιρῷ σὺν ἀτˈρεκεῖ· τὺ δ’ ὁπόταν τις ἀμείλιχον καρδίᾳ κότον ἐνελάσῃ, | ||
10 | τραχεῖα δυσμενέων | ||
ὑπαντιάξαισα κράτει τιθεῖς ὕβˈριν ἐν ἄντλῳ, τὰν οὐδὲ Πορφυρίων μάθεν παρ’ αἶσαν ἐξερεθίζων. κέρδος δὲ φίλτατον, ⸏ἑκόντος εἴ τις ἐκ δόμων φέροι. | 102 | ||
15 | βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ. Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν, οὐδὲ μὰν βασιλεὺς Γιγάντων· δμᾶθεν δὲ κεραυνῷ τόξοισί τ’ Ἀπόλλωνος· ὃς εὐμενεῖ νόῳ Ξενάρκειον ἔδεκτο Κίρραθεν ἐστεφανωμένον | ||
20 | ⸐υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ. | ||
Βʹ | ἔπεσε δ’ οὐ Χαρίτων ἑκάς ἁ δικαιόπολις ἀρεταῖς κλειναῖσιν Αἰακιδᾶν θιγοῖσα νᾶσος· τελέαν δ’ ἔχει | ||
25 | δόξαν ἀπ’ ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεται νικαφόροις ἐν ἀέθˈλοις θρέψαισα καὶ θοαῖς ⸏ὑπερτάτους ἥρωας ἐν μάχαις· τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει. εἰμὶ δ’ ἄσχολος ἀναθέμεν | ||
30 | πᾶσαν μακραγορίαν λύρᾳ τε καὶ φθέγματι μαλθακῷ, μὴ κόρος ἐλθὼν κνίσῃ. τὸ δ’ ἐν ποσί μοι τράχον ἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν, ⸏ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ. | ||
35 | παλαισμάτεσσι γὰρ ἰχˈνεύων ματραδελφεούς Οὐλυμπίᾳ τε Θεόγˈνητον οὐ κατελέγχεις, οὐδὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον· αὔξων δὲ πάτραν Μειδυλιδᾶν λόγον φέρεις, τὸν ὅνπερ ποτ’ Ὀϊκˈλέος παῖς ἐν ἑπταπύλοις ἰδών | ||
40 | ⸐υἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ, | ||
Γʹ | ὁπότ’ ἀπ’ Ἄργεος ἤλυθον | ||
δευτέραν ὁδὸν Ἐπίγονοι. ὧδ’ εἶπε μαρναμένων· ‘φυᾷ τὸ γενναῖον ἐπιπˈρέπει | 103 | ||
45 | ἐκ πατέρων παισὶ λῆμα. θαέομαι σαφές δράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶν’ ἐπ’ ἀσπίδος ⸏νωμῶντα πρῶτον ἐν Κάδˈμου πύλαις. ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ νῦν ἀρείονος ἐνέχεται | ||
P.8(50) | ὄρνιχος ἀγγελίᾳ Ἄδραστος ἥρως· τὸ δὲ οἴκοθεν ἀντία πράξει. μόνος γὰρ ἐκ Δαναῶν στρατοῦ θανόντος ὀστέα λέξαις υἱοῦ, τύχᾳ θεῶν ⸏ἀφίξεται λαῷ σὺν ἀβˈλαβεῖ | ||
55 | Ἄβαντος εὐρυχόρους ἀγυιάς.‘ τοιαῦτα μέν ἐφθέγξατ’ Ἀμφιάρηος. χαίρων δὲ καὶ αὐτός Ἀλκμᾶνα στεφάνοισι βάλλω, ῥαίνω δὲ καὶ ὕμνῳ, γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶν ὑπάντασεν ἰόντι γᾶς ὀμφαλὸν παρ’ ἀοίδιμον, | ||
60 | ⸐μαντευμάτων τ’ ἐφάψατο συγγόνοισι τέχˈναις. | ||
Δʹ | τὺ δ’, Ἑκαταβόλε, πάνδοκον ναὸν εὐκλέα διανέμων Πυθῶνος ἐν γυάλοις, τὸ μὲν μέγιστον τόθι χαρμάτων | ||
65 | ὤπασας, οἴκοι δὲ πρόσθεν ἁρπαλέαν δόσιν πεντ͜αε͜θλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες· ⸏ὦναξ, ἑκόντι δ’ εὔχομαι νόῳ κατά τιν’ ἁρμονίαν βλέπειν ἀμφ’ ἕκαστον, ὅσα νέομαι. | ||
70 | κώμῳ μὲν ἁδυμελεῖ Δίκα παρέστακε· θεῶν δ’ ὄπιν | ||
ἄφθονον αἰτ͜έω͜, Ξέναρκες, ὑμετέραις τύχαις. εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ, ⸏πολλοῖς σοφὸς δοκεῖ πεδ’ ἀφˈρόνων | 104 | ||
75 | βίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς· τὰ δ’ οὐκ ἐπ’ ἀνδράσι κεῖται· δαίμων δὲ παρίσχει· ἄλλοτ’ ἄλλον ὕπερθε βάλλων, ἄλλον δ’ ὑπὸ χειρῶν, μέτˈρῳ καταβαίνει· {ἐν} Μεγάροις δ’ ἔχεις γέρας, μυχῷ τ’ ἐν Μαραθῶνος, Ἥρας τ’ ἀγῶν’ ἐπιχώριον | ||
80 | ⸐νίκαις τρισσαῖς, ͜ὦ Ἀ͜ριστόμενες, δάμασσας ἔργῳ· | ||
Εʹ | τέτρασι δ’ ἔμπετες ὑψόθεν σωμάτεσσι κακὰ φρονέων, τοῖς οὔτε νόστος ὁμῶς ἔπαλπνος ἐν Πυθιάδι κˈρίθη, | ||
85 | οὐδὲ μολόντων πὰρ ματέρ’ ἀμφὶ γέλως γλυκύς ὦρσεν χάριν· κατὰ λαύρας δ’ ἐχθρῶν ἀπάοροι ⸏πτώσσοντι, συμφορᾷ δεδαγˈμένοι. ὁ δὲ καλόν τι νέον λαχών ἁβˈρότατος ἔπι μεγάλας | ||
90 | ἐξ ἐλπίδος πέταται ὑποπτέροις ἀνορέαις, ἔχων κρέσσονα πλούτου μέριμναν. ἐν δ’ ὀλίγῳ βροτῶν τὸ τερπνὸν αὔξετ͝αι͝· οὕτω δὲ καὶ πίτνει χαμαί, ⸏ἀποτˈρόπῳ γνώμᾳ σεσεισμένον. | ||
95 | ἐπάμεροι· τί δέ τις; τί δ’ οὔ τις; σκιᾶς ὄναρ ἄνθρωπος. ἀλλ’ ὅταν αἴγλα διόσδοτος ἔλθῃ, λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών. Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ | ||
P.8(100) | Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τ’ Ἀχιλλεῖ. | 105 | |
P.9 | Αʹ | Ἐθέλω χαλκάσπιδα Πυθιονίκαν σὺν βαθυζώνοισιν ἀγγέλλων Τελεσικˈράτη Χαρίτεσσι γεγωνεῖν ὄλβιον ἄνδρα διωξίππου στεφάνωμα Κυράνας· | |
5 | τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων | ||
5 | ἐκ Παλίου κόλπων ποτὲ Λατοΐδας ἅρπας’, ἔνεικέ τε χρυς͜έῳ͜ παρθένον ἀγˈροτέραν | ||
6a | δίφˈρῳ, τόθι νιν πολυμήλου | ||
7 | καὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονός ῥίζαν ἀπείρου τρίταν εὐ‐ | ||
8 | ⸏ήρατον θάλλοισαν οἰκεῖν. ὑπέδεκτο δ’ ἀργυρόπεζ’ Ἀφροδίτα | ||
10 | Δάλιον ξεῖνον θεοδˈμάτων ὀχέων ἐφαπτομένα χερὶ κούφᾳ· | ||
καί σφιν ἐπὶ γˈλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ, ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον | 106 | ||
13 | μιχθέντα κούρᾳ θ’ Ὑψέος εὐρυβία ὃς Λαπιθᾶν ὑπερόπˈλων τουτάκις ἦν βασιλεύς, | ||
14a | ἐξ Ὠκεανοῦ γένος ἥρως | ||
15 | δεύτερος· ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖς Ναῒς εὐφρανθεῖσα Πηνει‐ | ||
16 | ⸏οῦ λέχει Κρέοις’ ἔτικτεν, Γαίας θυγάτηρ. ὁ δὲ τὰν εὐώλενον θρέψατο παῖδα Κυράναν· ἁ μὲν οὔθ’ ἱ‐ | ||
18 | στῶν παλιμβάμους ἐφίλησεν ὁδούς, οὔτε δείπνων †οἰκουριᾶν μεθ’ ἑταιρᾶν τέρψιας, | ||
20 | ἀλλ’ ἀκόντεσσίν τε χαλκ͜έοι͜ς φασγάνῳ τε μαρναμένα κεράϊζεν ἀγˈρίους θῆρας, ἦ πολλάν τε καὶ ἡσύχιον βουσὶν εἰρήναν παρέχοισα πατρῴαις, | ||
23 | τὸν δὲ σύγκοιτον γλυκύν παῦρον ἐπὶ γˈλεφάροις | ||
25 | ⸐ὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀῶ. | ||
Βʹ | κίχε νιν λέοντί ποτ’ εὐρυφαρέτˈρας ὀβˈρίμῳ μούναν παλαίοισαν ἄτερ ἐγχέων ἑκάεργος Ἀπόλλων. αὐτίκα δ’ ἐκ μεγάρων Χίρωνα προσήνεπε φωνᾷ· | ||
30 | ‘σεμνὸν ἄντρον, Φιλλυρίδα προλιπὼν | ||
30 | θυμὸν γυναικὸς καὶ μεγάλαν δύνασιν θαύμασον, οἷον ἀταρβεῖ νεῖκος ἄγει κεφαλᾷ, | ||
31a | μόχθου καθύπερθε νεᾶνις | ||
32 | ἦτορ ἔχοισα· φόβῳ δ’ οὐ κεχείμανται φρένες. τίς νιν ἀνθρώπων τέκεν; ποί‐ | ||
33 | ⸏ας δ’ ἀποσπασθεῖσα φύτˈλας ὀρέων κευθμῶνας ἔχει σκιοέντων, | ||
35 | γεύεται δ’ ἀλκᾶς ἀπειράντου; ὁσία κλυτὰν χέρα οἱ προσενεγκεῖν ἦρα καὶ ἐκ λεχέων κεῖραι μελιαδέα ποίαν;‘ τὸν δὲ Κένταυρος ζαμενής, ἀγανᾷ | 107 | |
38 | χλ͜οα͜ρὸν γελάσσαις ὀφˈρύϊ, μῆτιν ἑάν εὐθὺς ἀμείβετο· ‘κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς | ||
39a | Πειθοῦς ἱερᾶν φιλοτάτων, | ||
40 | Φοῖβε, καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶς αἰδέοντ’, ἀμφανδὸν ἁδεί‐ | ||
41 | ⸏ας τυχεῖν τὸ πρῶτον εὐνᾶς. καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν, ἔτˈραπε μείλιχος ὀργὰ παρφάμεν τοῦ‐ | ||
43 | τον λόγον. κούρας δ’ ὁπόθεν γενεάν ἐξερωτᾷς, ὦ ἄνα; κύριον ὃς πάντων τέλος | ||
45 | οἶσθα καὶ πάσας κελεύθους· ὅσσα τε χθὼν ἠρινὰ φύλλ’ ἀναπέμπει, χὠπόσαι ἐν θαλάσσᾳ καὶ ποταμοῖς ψάμαθοι κύμασιν ῥιπαῖς τ’ ἀνέμων κλονέονται, | ||
48 | χὤ τι μέλλει, χὠπόθεν ἔσσεται, εὖ καθορᾷς. | ||
P.9(50) | ⸐εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι, | ||
Γʹ | ἐρέω· ταύτᾳ πόσις ἵκεο βᾶσσαν τάνδε, καὶ μέλλεις ὑπὲρ πόντου Διὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι· ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραις | ||
55 | νασιώταν ὄχθον ἐς ἀμφίπεδον· | ||
55 | νῦν δ’ εὐρυλείμων πότˈνιά σοι Λιβύα δέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις | ||
56a | πρόφˈρων· ἵνα οἱ χθονὸς αἶσαν | ||
57 | αὐτίκα συντελέθειν ἔννομον δωρήσεται, οὔτε παγκάρπων φυτῶν νά‐ | ||
58 | ⸏ποινον οὔτ’ ἀγνῶτα θηρῶν. τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς | 108 | |
60 | εὐθρόνοις Ὥραισι καὶ Γαίᾳ ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει. ταὶ δ’ ἐπιγουνίδιον θαησάμεναι βρέφος αὐταῖς, νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν | ||
63 | στάξοισι, θήσονταί τέ νιν ἀθάνατον, Ζῆνα καὶ ἁγˈνὸν Ἀπόλλων’, ἀνδράσι χάρμα φίλοις | ||
64a | ἄγχιστον ὀπάονα μήλων, | ||
65 | Ἀγˈρέα καὶ Νόμιον, τοῖς δ’ Ἀρισταῖον καλεῖν.‘ ὣς ἄρ’ εἰπὼν ἔντυεν τερ‐ | ||
66 | ⸏πνὰν γάμου κραίνειν τελευτάν. ὠκεῖα δ’ ἐπειγομένων ἤδη θεῶν πρᾶξις ὁδοί τε βραχεῖαι. κεῖνο κεῖν’ ἆ‐ | ||
68 | μαρ διαίτασεν· θαλάμῳ δὲ μίγεν ἐν πολυχˈρύσῳ Λιβύας· ἵνα καλλίσταν πόλιν | ||
70 | ἀμφέπει κλεινάν τ’ ἀέθˈλοις. καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδα υἱὸς εὐθαλεῖ συνέμειξε τύχᾳ· ἔνθα νικάσαις ἀνέφανε Κυράναν, | ||
73 | ἅ νιν εὔφρων δέξεται καλλιγύναικι πάτρᾳ | ||
75 | ⸐δόξαν ἱμερτὰν ἀγαγόντ’ ἀπὸ Δελφῶν. | ||
Δʹ | ἀρεταὶ δ’ αἰεὶ μεγάλαι πολύμυθοι· βαιὰ δ’ ἐν μακˈροῖσι ποικίλλειν ἀκοὰ σοφοῖς· ὁ δὲ καιρὸς ὁμοίως παντὸς ἔχει κορυφάν. ἔγˈνον ποτὲ καὶ Ἰόλαον | ||
80 | οὐκ ἀτιμᾱσαντά νιν ἑπτάπυλοι | ||
80 | Θῆβαι· τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλάν ἔπραθε φασγάνου ἀκˈμᾷ, κρύψαν ἔνερθ’ ὑπὸ γᾶν | ||
81a | διφˈρηλάτα Ἀμφιτρύωνος | ||
82 | σάματι, πατˈροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος | ||
⸏κεῖτο, λευκίπποισι Καδˈμείων μετοικήσαις ἀγυιαῖς. τέκε οἱ καὶ Ζηνὶ μιγεῖσα δαΐφˈρων | 109 | ||
85 | ἐν μόναις ὠδῖσιν Ἀλκμήνα διδύμων κρατησίμαχον σθένος υἱῶν. κωφὸς ἀνήρ τις, ὃς Ἡρακˈλεῖ στόμα μὴ περιβάλλει, μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέ‐ | ||
88 | μναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα· τοῖσι τέλειον ἐπ’ εὐχᾷ κωμάσομαί τι παθών | ||
89a | ἐσλόν. Χαρίτων κελαδεννᾶν | ||
90 | μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γάρ φαμὶ Νίσου τ’ ἐν λόφῳ τρὶς | ||
91 | ⸏δὴ πόλιν τάνδ’ εὐκλεΐξαι, σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών· οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντά‐ | ||
93 | εις, τό γ’ ἐν ξυνῷ πεποναμένον εὖ μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω· | ||
95 | κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρόν παντὶ θυμῷ σύν τε δίκᾳ καλὰ ῥέζοντ’ ἔννεπεν. πλεῖστα νικάσαντά σε καὶ τελεταῖς ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί | ||
98 | θ’ ὡς ἕκασται φίλτατον παρθενικαὶ πόσιν ἤ | ||
P.9(100) | ⸐υἱὸν εὔχοντ’, ὦ Τελεσίκˈρατες, ἔμμεν, | ||
Εʹ | ἐν {τ’} Ὀλυμπίοισί τε καὶ βαθυκόλπου Γᾶς ἀέθˈλοις ἔν τε καὶ πᾶσιν ἐπιχωρίοις. ἐμὲ δ’ οὖν τις ἀοιδᾶν δίψαν ἀκειόμενον πράσσει χρέος, αὖτις ἐγεῖραι | ||
105 | καὶ παλαιὰν δόξαν ἑῶν προγόνων· | ||
105 | οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν Ἴρασα πρὸς πόλιν, Ἀνταίου μετὰ καλλίκομον | ||
106a | μναστῆρες ἀγακˈλέα κούραν | 110 | |
107 | τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον σύγγονοι, πολλοὶ δὲ καὶ ξεί‐ | ||
108 | ⸏νων. ἐπεὶ θαητὸν εἶδος ἔπλετο· χˈρυσοστεφάνου δέ οἱ Ἥβας | ||
110 | καρπὸν ἀνθήσαντ’ ἀποδˈρέψαι ἔθελον. πατὴρ δὲ θυγατˈρὶ φυτεύων κλεινότερον γάμον, ἄκουσεν Δαναόν ποτ’ ἐν Ἄργει οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκ‐ | ||
113 | τὼ παρθένοισι πˈρὶν μέσον ἆμαρ, ἑλεῖν ὠκύτατον γάμον· ἔστασεν γὰρ ἅπαντα χορόν | ||
114a | ἐν τέρμασιν αὐτίκ’ ἀγῶνος· | ||
115 | σὺν δ’ ἀέθλοις ἐκέλευσεν διακˈρῖναι ποδῶν, ἅντινα σχήσοι τις ἡρώ‐ | ||
116 | ⸏ων, ὅσοι γαμβροί σφιν ἦλθον. οὕτω δ’ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ νυμφίον ἄνδρα· ποτὶ γˈραμμᾷ μὲν αὐτὰν | ||
118 | στᾶσε κοσμήσαις, τέλος ἔμμεν ἄκρον, εἶπε δ’ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορών | ||
120 | ἀμφί οἱ ψαύσειε πέπˈλοις. ἔνθ’ Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον, παρθένον κεδˈνὰν χερὶ χειρὸς ἑλών ἆγεν ἱππευτᾶν Νομάδων δι’ ὅμιλον. | ||
123 | πολλὰ μὲν κεῖνοι δίκον φύλλ’ ἔπι καὶ στεφάνους· | ||
125 | πολλὰ δὲ πˈρόσθεν πτερὰ δέξατο νικᾶν. | 111 | |
P.10 | Αʹ | Ὀλβία Λακεδαίμων, μάκαιρα Θεσσαλία. πατρὸς δ’ ἀμφοτέραις ἐξ ἑνός ἀριστομάχου γένος Ἡρακλ͜έο͜ς βασιλεύει. τί κομπ͜έω͜ παρὰ καιρόν; ἀλλά με Πυθώ | |
4 | τε καὶ τὸ Πελινναῖον ἀπύει | ||
5 | Ἀλεύα τε παῖδες, Ἱπποκλέᾳ θέλοντες ⸏ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα. | ||
γεύεται γὰρ ἀέθˈλων· στρατῷ τ’ ἀμφικτιόνων ὁ Παρνάσσιος αὐτὸν μυχός διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν. | 112 | ||
10 | Ἄπολλον, γλυκὺ δ’ ἀνθρώπων τέλος ἀρχά | ||
10 | τε δαίμονος ὀρνύντος αὔξεται· ὁ μέν που τεοῖς τε μήδεσι τοῦτ’ ἔπραξεν, ⸏τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχˈνεσιν πατρός Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις Ἄρεος ὅπˈλοις· | ||
15 | ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας πετρᾶν ἀγὼν κρατησίποδα Φˈρικίαν. ἕποιτο μοῖρα καὶ ὑστέραισιν ⸐ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν· | ||
Βʹ | τῶν δ’ ἐν Ἑλλάδι τερπνῶν | ||
20 | λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν μετατˈροπίαις ἐπικύρσαιεν. θεὸς εἴη ἀπήμων κέαρ· εὐδαίμων δὲ καὶ ὑμνη‐ | ||
22 | τὸς οὗτος ἀνὴρ γίνεται σοφοῖς, ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις ⸏τὰ μέγιστ’ ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει, | ||
25 | καὶ ζώων ἔτι ν͜εα͜ρόν κατ’ αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων. ὁ χάλκεος οὐρανὸς οὔ ποτ’ ἀμβατὸς αὐτῷ· ὅσαις δὲ βˈροτὸν ἔθˈνος ἀγˈλαΐαις ἁ‐ | ||
28 | πτόμεσθα, περαίνει πρὸς ἔσχατον πλόον· ναυσὶ δ’ οὔτε πεζὸς ἰών 〈κεν〉 εὕροις | ||
30 | ⸏ἐς Ὑπερβορέων ἀγῶνα θαυμαστὰν ὁδόν. παρ’ οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας, δώματ’ ἐσελθών, κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ | ||
ῥέζοντας· ὧν θαλίαις ἔμπεδον | 113 | ||
35 | εὐφαμίαις τε μάλιστ’ Ἀπόλλων ⸐χαίρει, γελᾷ θ’ ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων. | ||
Γʹ | Μοῖσα δ’ οὐκ ἀποδαμεῖ τρόποις ἐπὶ σφετέροισι· παντᾷ δὲ χοροὶ παρθένων λυρᾶν τε βοαὶ καναχαί τ’ αὐλῶν δονέονται· | ||
40 | δάφνᾳ τε χˈρυσέᾳ κόμας ἀναδήσαν‐ | ||
40 | τες εἰλαπινάζοισιν εὐφρόνως. νόσοι δ’ οὔτε γῆρας οὐλόμενον κέκραται ⸏ἱερᾷ γενεᾷ· πόνων δὲ καὶ μαχᾶν ἄτερ οἰκέοισι φυγόντες ὑπέρδικον Νέμεσιν. θρασείᾳ δὲ πνέων καρδίᾳ | ||
45 | μόλεν Δανάας ποτὲ παῖς, ἁγεῖτο δ’ Ἀθάνα, ἐς ἀνδρῶν μακάρων ὅμιλον· ἔπεφˈνέν | ||
46 | τε Γοργόνα, καὶ ποικίλον κάρα δρακόντων φόβαισιν ἤλυθε νασιώταις ⸏λίθινον θάνατον φέρων. ἐμοὶ δὲ θαυμάσαι θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται | ||
P.10(50) | ἔμμεν ἄπιστον. κώπαν σχάσον, ταχὺ δ’ ἄγκυραν ἔρεισον χθονί πρῴραθε, χοιράδος ἄλκαρ πέτρας. ἐγκωμίων γὰρ ἄωτος ὕμνων ⸐ἐπ’ ἄλλοτ’ ἄλλον ὥτε μέλισσα θύνει λόγον. | ||
55 | Δʹ | ἔλπομαι δ’ Ἐφυραίων ὄπ’ ἀμφὶ Πηνεϊὸν γλυκεῖαν προχεόντων ἐμάν τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς ἕκατι στεφάνων θαητὸν ἐν ἅλι‐ | |
58 | ξι θησέμεν ἐν καὶ παλαιτέροις, νέαισίν τε παρθένοισι μέλημα. καὶ γάρ | ||
60 | ⸏ἑτέροις ἑτέρων ἔρωτες ἔκˈνιξαν φρένας· τῶν δ’ ἕκαστος ὀρούει, τυχών κεν ἁρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός· τὰ δ’ εἰς ἐνιαυτὸν ἀτέκˈμαρτον προνοῆσαι. πέποιθα ξενίᾳ προσανέϊ Θώρα‐ | 114 | |
64 | κος, ὅσπερ ἐμὰν ποιπνύων χάριν | ||
65 | τόδ’ ἔζευξεν ἅρμα Πιερίδων τετρ͜άο͜ρον, ⸏φιλέων φιλέοντ’, ἄγων ἄγοντα προφˈρόνως. πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει καὶ νόος ὀρθός. ἀδελφεοῖσί τ’ ἐπαινήσομεν ἐσλοῖς, ὅτι | ||
70 | ὑψοῦ φέροντι νόμον Θεσσαλῶν αὔξοντες· ἐν δ’ ἀγαθοῖσι κεῖται | ||
πατρώϊαι κεδˈναὶ πολίων κυβερνάσιες. | 115 | ||
P.11 | Αʹ | Κάδˈμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτι, Ἰνὼ δὲ Λευκοθέα | |
2 | ποντιᾶν ὁμοθάλαμε Νηρηΐδων, ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ ματρὶ πὰρ Μελίαν χρυς͜έω͜ν ἐς ἄδυτον τριπόδων | ||
5 | ⸏θησαυρόν, ὃν περίαλλ’ ἐτίμασε Λοξίας, Ἰσμήνιον δ’ ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον, ὦ παῖδες Ἁρμονίας, | ||
7 | ἔνθα καί νυν ἐπίνομον ἡρωΐδων στρατὸν ὁμαγερέα καλεῖ συνίμεν̄, ὄφˈρα θέμιν ἱερὰν Πυθῶνά τε καὶ̆ ὀρθοδίκαν | 116 | |
10 | ⸏γᾶς ὀμφαλὸν κελαδήσετ’ ἄκˈρᾳ σὺν ἑσπέρᾳ ἑπταπύλοισι Θήβαις χάριν ἀγῶνί τε Κίρρας, ἐν τῷ Θρασυδᾷος ἔμνασεν ἑστίαν τρίτον ἔπι στέφανον πατρῴαν βαλών, | ||
15 | ἐν ἀφˈνεαῖς ἀρούραισι Πυλάδα ⸐νικῶν ξένου Λάκωνος Ὀρέστα. | ||
Βʹ | τὸν δὴ φονευομένου πατρὸς Ἀρσινόα Κλυταιμήστρας χειρῶν ὕπο κˈρατερᾶν | ||
18 | ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος, ὁπότε Δαρδανίδα κόραν Πριάμου | ||
20 | Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ ψυχᾷ πόρευ’ Ἀχέροντος ἀκτὰν παρ’ εὔσκιον νηλὴς γυνά. πότερόν νιν ἄρ’ Ἰφιγένει’ ἐπ’ Εὐρίπῳ σφαχθεῖσα τῆλε πάτρας | ||
23 | ἔκˈνισεν βαρυπάλαμον ὄρσαι χόλον; ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν | ||
25 | ἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις ⸏ἔχθιστον ἀμπλάκιον καλύψαι τ’ ἀμάχανον ἀλλοτρίαισι γλώσσαις· κακολόγοι δὲ πολῖται. ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον· | ||
30 | ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει. θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας ⸐ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκˈλαις, | ||
Γʹ | μάντιν τ’ ὄλεσσε κόραν, ἐπεὶ ἀμφ’ Ἑλένᾳ πυρωθέντας Τρώων ἔλυσε δόμους | ||
34 | ἁβˈρότατος. ὁ δ’ ἄρα γέροντα ξένον | 117 | |
35 | Στροφίον ἐξίκετο, νέα κεφαλά, Παρνασσοῦ πόδα ναίοντ’· ἀλλὰ χρονίῳ σὺν Ἄρει ⸏πέφˈνεν τε ματέρα θῆκέ τ’ Αἴγισθον ἐν φοναῖς. ἦρ’, ὦ φίλοι, κατ’ ἀμευσίπορον τρίοδον̄ ἐδινάθην, ὀρθὰν κέλευθον ἰὼν | ||
39 | τὸ πˈρίν· ἤ μέ τις ἄνεμος ἔξω πλόου | ||
40 | ἔβαλεν, ὡς ὅτ’ ἄκατον ἐνναλίαν; Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν ⸏φωνὰν ὑπάργυρον, ἄλλοτ’ ἄλλᾳ {χρὴ} ταρασσέμεν ἢ πατρὶ Πυθονίκῳ τό γέ νυν ἢ Θρασυδᾴῳ, | ||
45 | τῶν εὐφροσύνα τε καὶ δόξ’ ἐπιφˈλέγει. τὰ μὲν 〈ἐν〉 ἅρμασι καλλίνικοι πάλαι Ὀλυμπίᾳ τ’ ἀγώνων πολυφάτων ⸐ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις, | ||
Δʹ | Πυθοῖ τε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξαν | ||
P.11(50) | Ἑλλανίδα στρατιὰν | ||
P.11(50) | ὠκύτατι. θεόθεν ἐραίμαν καλῶν, δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ. τῶν γὰρ ἀνὰ πόλιν εὑρίσκων τὰ μέσα μακˈροτέρῳ ⸏{σὺν} ὄλβῳ τεθαλότα, μέμφομ’ αἶσαν τυραννίδων· ξυναῖσι δ’ ἀμφ’ ἀρεταῖς τέταμαι· φθονεροὶ δ’ ἀμύνονται. | ||
55 | 〈ἀλλ’〉 εἴ τις ἄκˈρον ἑλὼν | ||
55 | ἡσυχᾷ τε νεμόμενος αἰνὰν ὕβριν | ||
ἀπέφυγεν, μέλανος {δ’} ἂν ἐσχατιὰν καλλίονα θανάτου 〈στείχοι〉 γλυκυτάτᾳ γενεᾷ ⸏εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών· ἅ τε τὸν Ἰφικλείδαν | 118 | ||
60 | διαφέρει Ἰόλαον ὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν, σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν, τὸ μὲν παρ’ ἆμαρ ἕδˈραισι Θεράπνας, | ||
τὸ δ’ οἰκέοντας ἔνδον Ὀλύμπου. | 119 | ||
P.12 | Αʹ | Αἰτ͜έω͜ σε, φιλάγˈλαε, καλλίστα βροτεᾶν πολίων, Φερσεφόνας ἕδος, ἅ τ’ ὄχθαις ἔπι μηλοβότου ναίεις Ἀκράγαντος ἐΰδˈματον κολώναν, ὦ ἄνα, ἵλαος ἀθανάτων ἀνδρῶν τε σὺν εὐμενίᾳ | |
5 | δέξαι στεφάνωμα τόδ’ ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ αὐτόν τε νιν Ἑλλάδα νικάσαντα τέχˈνᾳ, τάν ποτε Παλλὰς ἐφεῦρε θρασειᾶν 〈Γοργόνων〉 ⸏οὔλιον θρῆνον διαπˈλέξαις’ Ἀθάνα· | ||
Βʹ | τὸν παρθενίοις ὑπό τ’ ἀπˈλάτοις ὀφίων κεφαλαῖς | ||
10 | ἄϊε λειβόμενον δυσπενθέϊ σὺν καμάτῳ, Περσεὺς ὁπότε τˈρίτον ἄυσεν κασιγˈνητᾶν μέρος ἐνναλίᾳ Σερί̆φῳ λαοῖσί τε μοῖραν ἄγων. ἤτοι τό τε θεσπέσιον Φόρκοι’ ἀμαύρωσεν γένος, λυγˈρόν τ’ ἔρανον Πολυδέκτᾳ θῆκε ματρός τ’ ἔμπεδον | ||
15 | δουλοσύναν τό τ’ ἀναγκαῖον λέχος, ⸏εὐπαράου κρᾶτα συλάσαις Μεδοίσας | ||
Γʹ | υἱὸς Δανάας, τὸν ἀπὸ χˈρυσοῦ φαμὲν αὐτορύτου ἔμμεναι. ἀλλ’ ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων | ||
ἐρρύσατο παρθένος αὐλῶν τεῦχε πάμφωνον μέλος, | 120 | ||
20 | ὄφˈρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύων χριμφθέντα σὺν ἔντεσι μιμήσαιτ’ ἐρικˈλάγκταν γόον. εὗρεν θεός· ἀλλά νιν εὑροῖς’ ἀνδράσι θˈνατοῖς ἔχειν, ὠνύμασεν κεφαλᾶν πολλᾶν νόμον, ⸏εὐκλεᾶ λαοσσόων μναστῆρ’ ἀγώνων, | ||
25 | Δʹ | λεπτοῦ διανισόμενον χαλκοῦ θαμὰ καὶ δονάκων, τοὶ παρὰ καλλίχορον ναίοισι πόλιν Χαρίτων Καφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες. εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου οὐ φαίνεται· ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερον | |
30 | δαίμων—τὸ δὲ μόρσιμον οὐ παρφυκτόν—, ἀλλ’ ἔσται | ||
30 | χρόνος οὗτος, ὃ καί τιν’ ἀελπτίᾳ βαλών | ||
ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δ’ οὔπω. | 121 |