TLG 0033 001 :: PINDARUS :: Olympia

PINDARUS Lyr.
(Boeotus: 6–5 B.C.)

Vitae: Cf. VITAE PINDARI ET VARIA DE PINDARO (4170)
Scholia: Cf. SCHOLIA IN PINDARUM (5034)

Olympia

Source: Maehler, H. (post B. Snell) (ed.), Pindari carmina cum fragmentis, pt. 1, 5th edn. Leipzig: Teubner, 1971: 2–6, 8–15, 17–34, 36–40, 42–56, 58.

Citation: Ode — (line)

O
.

1

Αʹ Ἄριστον μὲν ὕδωρ, ὁ δὲ χˈρυσὸς αἰθόμενον πῦρ ἅτε διαπˈρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου· εἰ δ’ ἄεθˈλα γαρύεν ἔλδεαι, φίλον ἦτορ,
5μηκέτ’ ͜ἀε͜λίου σκόπει ἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεν‐
6 νὸν ἄστρον ἐρήμας δι’ αἰθέρος, μηδ’ Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν· ὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεται σοφῶν μητίεσσι, κελαδεῖν
10Κρόνου παῖδ’ ἐς ἀφˈνεὰν ἱκομένους μάκαιραν Ἱέρωνος ἑστίαν, θεμιστεῖον ὃς ἀμφέπει σκᾶπτον ἐν πολυμήλῳ Σικελίᾳ δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν, ἀγˈλαΐζεται δὲ καί
15μουσικᾶς ἐν ἀώτῳ, οἷα παίζομεν φίλαν ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν. ἀλλὰ Δω‐
17 ρίαν ἀπὸ φόρμιγγα πασσάλου λάμβαν’, εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν,
20ὅτε παρ’ Ἀλφεῷ σύτο δέμας ἀκέντητον ἐν δρόμοισι παρέχων, κράτει δὲ προσέμειξε δεσπόταν, Συρακόσιον ἱπποχάρ‐
23 μαν βασιλῆα· λάμπει δέ οἱ κλέος ἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ·2
25τοῦ μεγασθενὴς ἐράσσατο Γαιάοχος Ποσειδάν, ἐπεί νιν καθαροῦ λέβη‐
26 τος ἔξελε Κλωθώ, ἐλέφαντι φαίδιμον ὦμον κεκαδˈμένον. ἦ θαύματα πολλά, καί πού τι καὶ βροτῶν
28bφάτις ὑπὲρ τὸν ἀλαθῆ λόγον
29δεδαιδαλμένοι ψεύδεσι ποικίλοις
29ἐξαπατῶντι μῦθοι.
30Βʹ Χάρις δ’, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς, ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστόν ἔμμεναι τὸ πολλάκις· ἁμέραι δ’ ἐπίλοιποι μάρτυρες σοφώτατοι.
35ἔστι δ’ ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαι‐
35 μόνων καλά· μείων γὰρ αἰτία. υἱὲ Ταντάλου, σὲ δ’ ἀντία πˈροτέρων φθέγξομαι, ὁπότ’ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον ἐς ἔρανον φίλαν τε Σίπυλον, ἀμοιβαῖα θ͜εοῖ͜σι δεῖπνα παρέχων,
40τότ’ Ἀγˈλαοτρίαιναν ἁρπάσαι, δαμέντα φˈρένας ἱμέρῳ, χρυσέαισί τ’ ἀν’ ἵπποις ὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι· ἔνθα δευτέρῳ χρόνῳ ἦλθε καὶ Γανυμήδης
45Ζηνὶ τωὔτ’ ἐπὶ χˈρέος. ὡς δ’ ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολ‐
46λὰ μαιόμενοι φῶτες ἄγαγον,
ἔννεπε κˈρυφᾷ τις αὐτίκα φθονερῶν γειτόνων, ὕδατος ὅτι τε πυρὶ ζέοισαν εἰς ἀκμάν μαχαίρᾳ τάμον κατὰ μέλη,3
O
.

1

(50)

τραπέζαισί τ’ ἀμφὶ δεύτατα κρεῶν σέθεν διεδάσαντο καὶ φάγον. ἐμοὶ δ’ ἄπορα γαστρίμαρ‐
52 γον μακάρων τιν’ εἰπεῖν· ἀφίσταμαι· ἀκέρδεια λέλογχεν θαμινὰ κακαγόρους. εἰ δὲ δή τιν’ ἄνδρα θνατὸν Ὀλύμπου σκοποί
55ἐτίμασαν, ἦν Τάνταλος οὗτος· ἀλ‐
55 λὰ γὰρ καταπέψαι μέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρῳ δ’ ἕλεν ἄταν ὑπέροπˈλον, ἅν τοι πατὴρ ὕπερ
57bκρέμασε καρτερὸν αὐτῷ λίθον,
58τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν
58εὐφροσύνας ἀλᾶται.
Γʹ ἔχει δ’ ἀ̄πάλαμον βίον τοῦτον ἐμπεδόμοχθον
60μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτους ὅτι κλέψαις ἁλίκεσσι συμπόταις νέκταρ ἀμβροσίαν τε δῶκεν, οἷσιν ἄφθιτον θέν νιν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί
64〈τι〉 λαθέμεν ἔρδων, ἁμαρτάνει.
65τοὔνεκα {οἱ} πˈροῆκαν υἱὸν ἀθάνατοί 〈οἱ〉 πάλιν μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος. πρὸς εὐάνθεμον δ’ ὅτε φυάν λάχναι νιν μέλαν γένειον ἔρεφον, ἑτοῖμον ἀνεφρόντισεν γάμον
70Πισάτα παρὰ πατˈρὸς εὔδοξον Ἱπποδάμειαν
σχεθέμεν. ἐγγὺς {δ’} ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνᾳ ἄπυεν βαρύκτυπον Εὐτρίαιναν· ὁ δ’ αὐτῷ πὰρ ποδὶ σχεδὸν φάνη.4
75τῷ μὲν εἶπε· ‘Φίλια δῶρα Κυπˈρίας
75 ἄγ’ εἴ τι, Ποσείδαον, ἐς χάριν τέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον, ἐμὲ δ’ ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων ἐς Ἆλιν, κράτει δὲ πέλασον. ἐπεὶ τρεῖς τε καὶ δέκ’ ἄνδρας ὀλέσαις
80μναστῆρας ἀναβάλλεται γάμον θυγατˈρός. ὁ μέγας δὲ κίν‐
81 δυνος ἄναλκιν οὐ φῶτα λαμβάνει. θανεῖν δ’ οἷσιν ἀνάγκα, τά κέ τις ἀνώνυμον γῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν, ἁπάντων καλῶν ἄμμορος; ἀλλ’ ἐμοὶ
84μὲν οὗτος ἄεθˈλος
85ὑποκείσεται· τὺ δὲ πρᾶξιν φίλαν δίδοι.‘ ὣς ἔννεπεν· οὐδ’ ἀκράντοις ἐφάψατο
86bἔπεσι. τὸν μὲν ἀγάλλων θεός
87ἔδωκεν δίφρον τε χˈρύσεον πτεροῖ‐
87σίν τ’ ἀκάμαντας ἵππους.
Δʹ ἕλεν δ’ Οἰνομάου βίαν παρθένον τε σύνευνον· ἔτεκε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς.
90νῦν δ’ ἐν αἱμακουρίαις ἀγˈλααῖσι μέμικται, Ἀλφεοῦ πόρῳ κλιθείς, τύμβον ἀμφίπολον ἔχων πολυξενω‐
93 τάτῳ παρὰ βωμῷ· τὸ δὲ κˈλέος τηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων ἐν δρόμοις5
95Πέλοπος, ἵνα ταχυτὰς ποδῶν ἐρίζεται ἀκμαί τ’ ἰσχύος θρασύπονοι· ὁ νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτον ἔχει μελιτόεσσαν εὐδίαν ἀέθˈλων γ’ ἕνεκεν· τὸ δ’ αἰεὶ παράμερον ἐσλόν
O
.

1

(100)

ὕπατον ἔρχεται παντὶ βροτῶν. ἐμὲ δὲ στεφανῶσαι κεῖνον ἱππίῳ νόμῳ Αἰοληΐδι μολπᾷ χρή· πέποιθα δὲ ξένον μή τιν’ ἀμφότερα καλῶν τε ἴδˈριν †ἅ‐
104μα καὶ δύναμιν κυριώτερον
105τῶν γε νῦν κλυταῖσι δαιδαλωσέμεν ὕμνων πτυχαῖς. θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται ἔχων τοῦτο κᾶδος, Ἱέρων, μερίμναισιν· εἰ δὲ μὴ ταχὺ λίποι, ἔτι γˈλυκυτέραν κεν ἔλπομαι
110σὺν ἅρματι θοῷ κλεΐ‐
110 ξειν ἐπίκουρον εὑρὼν ὁδὸν λόγων παρ’ εὐδείελον ἐλθὼν Κρόνιον. ἐμοὶ μὲν ὦν Μοῖσα καρτερώτατον βέλος ἀλκᾷ τρέφει· †ἄλλοισι δ’ ἄλλοι μεγάλοι· τὸ δ’ ἔ‐
113 σχατον κορυφοῦται βασιλεῦσι. μηκέτι πάπταινε πόρσιον.
115εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν,
115bἐμέ τε τοσσάδε νικαφόροις
116ὁμιλεῖν πρόφαντον σοφίᾳ καθ’ Ἕλ‐
116λανας ἐόντα παντᾷ.6
O
.

2

Αʹ Ἀναξιφόρμιγγες ὕμνοι, τίνα θεόν, τίν’ ἥρωα, τίνα δ’ ἄνδρα κελαδήσομεν; ἤτοι Πίσα μὲν Διός· Ὀλυμπιάδα
3 δ’ ἔστασεν Ἡρακˈλέης ἀκˈρόθινα πολέμου·
5Θήρωνα δὲ τετρ͜αο͜ρίας ἕνεκα νικαφόρου γεγωνητέον, ὄπῑ δίκαιον ξένων,
6 ἔρεισμ’ Ἀκˈράγαντος, εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν· καμόντες οἳ πολλὰ θυμῷ ἱερὸν ἔσχον οἴκημα ποταμοῦ, Σικελίας τ’ ἔσαν
10ὀφθαλμός, αἰὼν δ’ ἔφεπε μόρσιμος,
10 πλοῦτόν τε καὶ χάριν ἄγων γνησίαις ἐπ’ ἀρεταῖς. ἀλλ’ ὦ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμων ἀέθˈλων τε κορυφὰν πόρον τ’ Ἀλφεοῦ,
13 ἰανθεὶς ἀοιδαῖς εὔφρων ἄρουραν ἔτι πατˈρίαν σφίσιν κόμισον
15λοιπῷ γένει. τῶν δὲ πεπˈραγμένων ἐν δίκᾳ τε καὶ παρὰ δίκαν ἀποίητον οὐδ’ ἄν Χρόνος ὁ πάντων πατὴρ
17 δύναιτο θέμεν ἔργων τέλος· λάθα δὲ πότˈμῳ σὺν εὐδαίμονι γένοιτ’ ἄν. ἐ͡σλ͡ῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνᾴσκει
20παλίγκοτον δαμασθέν,
Βʹ ὅταν θεοῦ Μοῖρα πέμπῃ
ἀνεκὰς ὄλβον ὑψηλόν. ἕπεται δὲ λόγος εὐθρόνοις Κάδˈμοιο κούραις, ἔπαθον αἳ μεγάλα·8
23 πένθος δὲ πίτˈνει βαρύ κρεσσόνων πρὸς ἀγαθῶν.
25ζώει μὲν ἐν Ὀλυμπίοις ἀποθανοῖσα βˈρόμῳ κεραυνοῦ τανυέθειρα Σεμέλα, φιλεῖ
26δέ νιν Παλλὰς αἰεί
27a{φιλέοντι δὲ Μοῖσαι}
27bκαὶ Ζεὺς πατήρ, μάλα φιλεῖ δὲ παῖς ὁ κισσοφόρος·
28λέγοντι δ’ ἐν καὶ θαλάσσᾳ μετὰ κόραισι Νηρῆος ἁλίαις βίοτον ἄφθιτον
30Ἰνοῖ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον.
30 ἤτοι βροτῶν γε κέκριται πεῖρας οὔ τι θανάτου, οὐδ’ ἡσύχιμον ἁμέραν ὁπότε παῖδ’ ͜ἀε͜λίου ἀτειρεῖ σὺν ἀγαθῷ τελευτάσομεν·
33 ῥοαὶ δ’ ἄλλοτ’ ἄλλαι εὐθυμιᾶν τε μέτα καὶ πόνων ἐς ἄνδρας ἔβαν.
35οὕτω δὲ Μοῖρ’, ἅ τε πατˈρώϊον τῶνδ’ ἔχει τὸν εὔφρονα πότμον, θεόρτῳ σὺν ὄλβῳ ἐπί τι καὶ πῆμ’ ἄγει,
37 παλιντράπελον ἄλλῳ χρόνῳ· ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱός συναντόμενος, ἐν δὲ Πυθῶνι χρησθέν
40παλαίφατον τέλεσσεν.
Γʹ ἰδοῖσα δ’ ὀξεῖ’ Ἐρινύς ἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήϊον· λείφθη δὲ Θέρσανδρος ἐριπέντι Πολυ‐
43νείκει, νέοις ἐν ἀέθλοις
ἐν μάχαις τε πολέμου9
45τιμώμενος, Ἀδραστιδᾶν θάλος ἀρωγὸν δόμοις· ὅθεν σπέρματος ἔχοντα ῥίζαν πρέπει
46 τὸν Αἰνησιδάμου ἐγκωμίων τε μελέων λυρᾶν τε τυγχανέμεν. Ὀλυμπίᾳ μὲν γὰρ αὐτός γέρας ἔδεκτο, Πυθῶνι δ’ ὁμόκλαρον ἐς ἀδελφεόν
O
.

2

(50)

Ἰσθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα τε‐
O
.

2

(50)

θρίππων δυωδεκαδρόμων ἄγαγον· τὸ δὲ τυχεῖν πειρώμενον ἀγωνίας δυσφρονᾶν παραλύει. ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος
53 φέρει τῶν τε καὶ τῶν καιρὸν βαθεῖαν ὑπέχων μέριμναν †ἀγˈροτέραν,
55ἀστὴρ ἀρίζηλος, ἐτυμώτατον ἀνδρὶ φέγγος· εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον, ὅτι θανόντων μὲν ἐν‐
57 θάδ’ αὐτίκ’ ἀπάλαμνοι φρένες ποινὰς ἔτεισαν—τὰ δ’ ἐν τᾷδε Διὸς ἀρχᾷ ἀλιτˈρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷ
60λόγον φράσαις ἀνάγκᾳ·
Δʹ ἴσαις δὲ νύκτεσσιν αἰεί, ἴσαις δ’ ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερον ἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα τα‐
63 ράσσοντες ἐν χερὸς ἀκμᾷ οὐδὲ πόντιον ὕδωρ
65κεινὰν παρὰ δίαιταν, ἀλλὰ παρὰ μὲν τιμίοις θεῶν οἵτινες ἔχαιρον εὐορκίαις10
66 ἄδακˈρυν νέμονται αἰῶνα, τοὶ δ’ ἀπροσόρατον ὀκχέοντι πόνον. ὅσοι δ’ ἐτόλμασαν ἐστρίς ἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν
70ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρό‐
70 νου τύρσιν· ἔνθα μακάρων νᾶσον ὠκεανίδες αὖραι περιπνέοισιν· ἄνθεμα δὲ χρυσοῦ φλέγει, τὰ μὲν χερσόθεν ἀπ’ ἀγˈλαῶν δενδρέων,
73 ὕδωρ δ’ ἄλλα φέρβει, ὅρμοισι τῶν χέρας ἀναπˈλέκοντι καὶ στεφάνους
75βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος, ὃν πατὴρ ἔχει μέγας ἑτοῖμον αὐτῷ πάρεδˈρον, πόσις ὁ πάντων Ῥέας
77 ὑπέρτατον ἐχοίσας θρόνον. Πηλεύς τε καὶ Κάδˈμος ἐν τοῖσιν ἀλέγονται· Ἀχιλλέα τ’ ἔνεικ’, ἐπεὶ Ζηνὸς ἦτορ
80λιταῖς ἔπεισε, μάτηρ·
Εʹ ὃς Ἕκτορα σφᾶλε, Τροίας ἄμαχον ἀστραβῆ κίονα, Κύκνον τε θανάτῳ πόρεν, Ἀοῦς τε παῖδ’ Αἰθίοπα. πολλά μ͝οι͝ ὑπ’
83 ἀγκῶνος ὠκέα βέλη ἔνδον ἐντὶ φαρέτρας
85φων͜άε͜ντα συνετοῖσιν· ἐς δὲ τὸ πὰν ἑρμανέων χατίζει. σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ·11
86 μαθόντες δὲ λάβˈροι παγγλωσσίᾳ κόρακες ὣς ἄκραντα γαρυέτων Διὸς πρὸς ὄρνιχα θεῖον· ἔπεχε νῦν σκοπῷ τόξον, ἄγε θυμέ· τίνα βάλλομεν
90ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀ‐
90 ϊστοὺς ἱέντες; ἐπί τοι Ἀκˈράγαντι τανύσαις αὐδάσομ͝αι͝ ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ, τεκεῖν μή τιν’ ἑκατόν γε ἐτέων πόλιν
93 φίλοις ἄνδρα μᾶλλον εὐεργέταν πραπίσιν ἀφθονέστερόν τε χέρα
95Θήρωνος. ἀλλ’ αἶνον ἐπέβα κόρος οὐ δίκᾳ συναντόμενος, ἀλλὰ μάργων ὑπ’ ἀνδρῶν, τὸ λαλαγῆσαι θέλον
97 κρυφὸν τιθέμεν ἐσλῶν καλοῖς ἔργοις, ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν, καὶ κεῖνος ὅσα χάρματ’ ἄλλοις ἔθηκεν,
O
.

2

(100)

τίς ἂν φράσαι δύναιτο;12
O
.

3

Αʹ Τυνδαρίδαις τε φιλοξείνοις ἁδεῖν
1 καλλιπˈλοκάμῳ θ’ Ἑλένᾳ κλεινὰν Ἀκράγαντα γεραίρων εὔχομαι, Θήρωνος Ὀλυμπιονίκαν
3 ὕμνον ὀρθώσαις, ἀκαμαντοπόδων ἵππων ἄωτον. Μοῖσα δ’ οὕτω ποι παρέ‐
4στα μοι νεοσίγαλον εὑρόντι τˈρόπον
5Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ ἀγˈλαόκωμον· ἐπεὶ χαίταισι μὲν
6 ζευχθέντες ἔπι στέφανοι πράσσοντί με τοῦτο θεόδˈματον χρέος, φόρμιγγά τε ποικιλόγαρυν
8 καὶ βοὰν αὐλῶν ἐπέων τε θέσιν Αἰνησιδάμου παιδὶ συμμεῖξαι πρεπόν‐
9τως, ἅ τε Πίσα με γεγωνεῖν· τᾶς ἄπο13
10θεόμοροι νίσοντ’ ἐπ’ ἀνθρώπους ἀοιδαί, ᾧ τινι κˈραίνων ἐφετˈμὰς Ἡρακλέος προτέρας ἀτˈρεκὴς Ἑλλανοδίκας γλεφάρων Αἰ‐
12 τωλὸς ἀνὴρ ὑψόθεν ἀμφὶ κόμαισι βάλῃ
13 γλαυκόχˈροα κόσμον ἐλαίας, τάν ποτε Ἴστρου ἀπὸ σκιαρᾶν
14παγᾶν ἔνεικεν Ἀμφιτρυωνιάδας,
15μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ͜ἀέ͜θλων, δᾶμον Ὑπερβορέων πείσαις Ἀπόλ‐
16 λωνος θεράποντα λόγῳ· πιστὰ φˈρονέων Διὸς αἴτει πανδόκῳ ἄλσει σκιαρόν τε φύτευμα
18 ξυνὸν ἀνθρώποις στέφανόν τ’ ἀρετᾶν. ἤδη γὰρ αὐτῷ, πατˈρὶ μὲν βωμῶν ἁγι‐
19σθέντων, διχόμηνις ὅλον χρυσάρματος
20ἑσπέρας ὀφθαλμὸν ἀντέφˈλεξε Μήνα, καὶ μεγάλων ἀέθλων ἁγˈνὰν κρίσιν
21 καὶ πενταετηρίδ’ ἁμᾶ θῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ· ἀλλ’ οὐ καλὰ δένδρε’ ἔθαλλεν
23 χῶρος ἐν βάσσαις Κρονίου Πέλοπος. τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀ‐
24ξείαις ὑπακουέμεν αὐγαῖς ͜ἀε͜λίου.
25δὴ τότ’ ἐς γαῖαν πορεύεν θυμὸς ὥρμα Ἰστρίαν νιν· ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρ δέξατ’ ἐλθόντ’ Ἀρκαδίας ἀπὸ δειρᾶν
27 καὶ πολυγˈνάμπτων μυχῶν, εὖτέ νιν ἀγγελίαις
28 Εὐρυσθέος ἔντυ’ ἀνάγκα πατˈρόθεν χρυσόκερων ἔλαφον14
29θήλειαν ἄξονθ’, ἅν ποτε Ταϋγέτα
30ἀντιθεῖς’ Ὀρθωσίας ἔγˈραψεν ͜ἱε͜ράν.
Γʹ τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα
31 πˈνοιαῖς ὄπιθεν Βορέα ψυχροῦ· τόθι δένδρεα θάμβαινε σταθείς. τῶν νιν γλυκὺς ἵμερος ἔσχεν
33 δωδεκάγˈναμπτον περὶ τέρμα δρόμου ἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορ‐
34τὰν ἵλαος ἀντιθέοισιν νίσεται
35σὺν βαθυζώνοιο διδύμοις παισὶ Λήδας. τοῖς γὰρ ἐπέτˈραπεν Οὔλυμπόνδ’ ἰὼν
36 θαητὸν ἀγῶνα νέμειν ἀνδρῶν τ’ ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου διφˈρηλασίας. ἐμὲ δ’ ὦν πᾳ
38 θυμὸς ὀτˈρύνει φάμεν Ἐμμενίδαις Θήρωνί τ’ ἐλθεῖν κῦδος εὐίππων διδόν‐
39των Τυνδαριδᾶν, ὅτι πλείσταισι βˈροτῶν
40ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις, εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς. εἰ δ’ ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ
42 χˈρυσὸς αἰδοιέστατος, νῦν δὲ πρὸς ἐσχατιὰν
43 Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται οἴκοθεν Ἡρακλέος
44σταλᾶν. τὸ πόρσω δ’ ἐστὶ σοφοῖς ἄβατον
45κἀσόφοις. οὔ νιν διώξω· κεινὸς εἴην.15
O
.

4

Ἐλατὴρ ὑπέρτατε βροντᾶς ἀκαμαντόποδος
1 Ζεῦ· τεαὶ γὰρ Ὧραι ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μ’ ἔπεμψαν ὑψηλοτάτων μάρτυρ’ ἀέθˈλων· ξείνων δ’ εὖ πρασσόντων
5ἔσαναν αὐτίκ’ ἀγγελίαν ποτὶ γˈλυκεῖαν ἐσλοί· ἀλλὰ Κˈρόνου παῖ, ὃς Αἴτναν ἔχεις ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα
7 Τυφῶνος ὀβˈρίμου, Οὐλυμπιονίκαν δέξαι Χαρίτων θ’ ἕκατι τόνδε κῶμον,
10χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν.
10 Ψαύμιος γὰρ ἵκει ὀχέων, ὃς ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι κῦδος ὄρσαι σπεύδει Καμαρίνᾳ. θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς· ἐπεί νιν αἰνέω, μάλα μὲν τροφαῖς ἑτοῖμον ἵππων,
15χαίροντά τε ξενίαις πανδόκοις, καὶ πρὸς Ἡσυχίαν φιλόπολιν καθαρᾷ
16 γνώμᾳ τετραμμένον. οὐ ψεύδεϊ τέγξω λόγον· διάπειρά τοι βροτῶν ἔλεγχος· ἅπερ Κλυμένοιο παῖδα
20Λαμνιάδων γυναικῶν ἔλυσεν ἐξ ἀτιμίας.
22χαλκ͜έοι͜σι δ’ ἐν ἔντεσι νικῶν δρόμον ἔειπεν Ὑψιπυλείᾳ μετὰ στέφανον ἰών· ‘οὗτος ἐγὼ ταχυτᾶτι·
25χεῖρες δὲ καὶ ἦτορ ἴσον. φύονται δὲ καὶ νέοις ἐν ἀνδράσιν πολιαί
θαμάκι παρὰ τὸν ἁλικίας ἐοικότα χˈρόνον.‘17
O
.

5

Αʹ Ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκύν τῶν Οὐλυμπίᾰͅ, Ὠκεανοῦ θύγατερ, καρδίᾳ γελανεῖ ἀκαμαντόποδός τ’ ἀπήνας δέκευ Ψαύμιός τε δῶρα· ὃς τὰν σὰν πόλιν αὔξων, Καμάρινα, λαοτˈρόφον,
5βωμοὺς ἓξ διδύμους ἐγέραρεν ἑορταῖς θεῶν μεγίσταις ὑπὸ βουθυσίαις ἀέθˈλων τε πεμπαμέροις ἁμίλλαις, ἵπποις ἡμιόνοις τε μοναμπυκίᾳ τε. τὶν δὲ κῦδος ἁβˈρόν νικάσας ἀνέθηκε, καὶ ὃν πατέρ’ Ἄ‐
8κˈρων’ ἐκάρυξε καὶ τὰν νέοικον ἕδˈραν.
Βʹ ἵκων δ’ Οἰνομάου καὶ Πέλοπος παρ’ εὐηράτων
10σταθμῶν, ὦ πολιάοχε Παλλάς, ἀείδει μὲν ἄλσος ἁγˈνόν τὸ τεὸν ποταμόν τε Ὤανον ἐγχωρίαν τε λίμναν καὶ σεμνοὺς ὀχετούς, Ἵππαρις οἷσιν ἄρδει στρατόν, κολλᾷ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος, ὑπ’ ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν·18
15αἰεὶ δ’ ἀμφ’ ἀρεταῖσι πόνος δαπάνα τε μάρναται πρὸς
15 ἔργον κινδύνῳ κεκαλυμμένον· εὖ δὲ τυχόν‐
16τες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν.
Γʹ Σωτὴρ ὑψινεφὲς Ζεῦ, Κρόνιόν τε ναίων λόφον τιμῶν τ’ Ἀλφεὸν εὐρὺ ῥέοντα Ἰδαῖόν τε σεμνὸν ἄντρον, ἱκέτας σέθεν ἔρχομαι Λυδίοις ἀπύων ἐν αὐλοῖς,
20αἰτήσων πόλιν εὐανορίαισι τάνδε κˈλυταῖς δαιδάλλειν, σέ τ’, Ὀλυμπιόνικε, Ποσειδανίοισιν ἵπποις ἐπιτερπόμενον φέρειν γῆρας· εὔθυμον ἐς τελευτάν υἱῶν, Ψαῦμι, παρισταμένων. ὑγίεντα δ’ εἴ τις
23 ὄλβον ἄρδει, ἐξαρκ͜έω͜ν κτεάτεσσι καὶ εὐλογίαν
24προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι.19
O
.

6

Αʹ Χρυς͜έα͜ς ὑποστάσαντες εὐ‐
1 τειχεῖ προθύρῳ θαλάμου κίονας ὡς ὅτε θαητὸν μέγαρον πάξομεν· ἀρχομένου δ’ ἔργου πρόσωπον χρὴ θέμεν τηλαυγές. εἰ δ’ εἴ‐
4η μὲν Ὀλυμπιονίκας,
5βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ, συνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσ‐
6 σᾶν, τίνα κεν φύγοι ὕμνον κεῖνος ἀνήρ, ἐπικύρσαις
7 ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς; ἴστω γὰρ ἐν τούτῳ πεδί‐
8 λῳ δαιμόνιον πόδ’ ἔχων Σωστράτου υἱός. ἀκίνδυνοι δ’ ἀρεταί
10οὔτε παρ’ ἀνδράσιν οὔτ’ ἐν ναυσὶ κοίλαις
τίμιαι· πολλοὶ δὲ μέμναν‐20
11 ται, καλὸν εἴ τι ποναθῇ. Ἁγησία, τὶν δ’ αἶνος ἑτοῖμος, ὃν ἐνδίκας ἀπὸ γˈλώσσας Ἄδραστος μάντιν Οἰκλεί‐
13 δαν ποτ’ ἐς Ἀμφιάρηον φθέγξατ’, ἐπεὶ κατὰ γαῖ’ αὐ‐
14τόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.
15ἑπτὰ δ’ ἔπειτα πυρᾶν νε‐
15 κˈροῖς τελεσθέντων Ταλαϊονίδας εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος·
16 ‘Ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς ἀμφότερον μάντιν τ’ ἀγαθὸν καὶ
17 δουρὶ μάρνασθαι.‘ τὸ καί ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ. οὔτε δύσηρις ἐὼν οὔτ’ ὦν φιλόνικος ἄγαν,
20καὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως μαρτυρήσω· μελίφθογ‐
21γοι δ’ ἐπιτˈρέψοντι Μοῖσαι.
Βʹ ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤ‐
22 δη μοι σθένος ἡμιόνων, ᾇ τάχος, ὄφˈρα κελεύθῳ τ’ ἐν καθαρᾷ βάσομεν ὄκχον, ἵκωμαί τε πˈρὸς ἀνδρῶν
25καὶ γένος· κεῖναι γὰρ ἐξ ἀλ‐
25 λᾶν ὁδὸν ἁγεμονεῦσαι ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ ἐπεὶ δέξαντο· χρὴ τοίνυν πύλας ὕ‐
27 μνων ἀναπιτˈνάμεν αὐταῖς· πρὸς Πιτάναν δὲ παρ’ Εὐρώ‐
28 τα πόρον δεῖ σάμερον̄ ἐλθεῖν ἐν ὥρᾳ· ἅ τοι Ποσειδάωνι μι‐
29χθεῖσα Κˈρονίῳ λέγεται
30παῖδα ἰόπˈλοκον Εὐάδˈναν τεκέμεν. κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις· κυρίῳ δ’ ἐν μηνὶ πέμποις’21
32 ἀμφιπόλους ἐκέλευσεν ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος, ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισά‐
34νᾳ, λάχε τ’ Ἀλφεὸν οἰκεῖν·
35ἔνθα τραφεῖς’ ὑπ’ Ἀπόλλω‐
35 νι γˈλυκείας πρῶτον ἔψαυς’ Ἀφˈροδίτας. οὐδ’ ἔλαθ’ Αἴπυτον ἐν παν‐
36 τὶ χˈρόνῳ κλέπτοισα θεοῖο γόνον. ἀλλ’ ὁ μὲν Πυθῶνάδ’, ἐν θυμῷ πιέσαις
37 χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ, ᾤχετ’ ἰὼν μαντευσόμενος ταύ‐
38 τας περ’ ἀτˈλάτου πάθας. ἁ δὲ φοινικόκˈροκον ζώναν καταθηκαμένα
40κάλπιδά τ’ ἀργυρέαν λόχˈμας ὑπὸ κυανέας τίκτε θεόφˈρονα κοῦρον. τᾷ μὲν ὁ χρυσοκόμας πραΰμητίν τ’ Ἐλείθυι‐
42αν παρέστας’ ἔν τε Μοίρας·
Γʹ ἦλθεν δ’ ὑπὸ σπλάγχων ὑπ’ ὠ‐
43 δίνεσς’ ἐραταῖς Ἴαμος ἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα
45λεῖπε χαμαί· δύο δὲ γˈλαυκῶπες αὐτόν δαιμόνων βουλαῖσιν ἐθˈρέ‐
46 ψαντο δράκοντες ἀμεμφεῖ ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δ’ ἐπεί πετραέσσας ἐλαύνων ἵκετ’ ἐκ Πυ‐
48 θῶνος, ἅπαντας ἐν οἴκῳ εἴρετο παῖδα, τὸν Εὐά‐
49δˈνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν
O
.

6

(50)

πατˈρός, περὶ θˈνατῶν δ’ ἔσεσθαι μάντιν ἐπιχθονίοις ἔξοχον, οὐδέ ποτ’ ἐκˈλείψειν γενεάν. ὣς ἄρα μάνυε. τοὶ δ’ οὔτ’ ὦν ἀκοῦσαι οὔτ’ ἰδεῖν εὔχοντο πεμπταῖ‐22
53 ον γεγενημένον. ἀλλ’ ἐν κέκˈρυπτο γὰρ σχοίνῳ βατιᾷ τ’ ἐν ἀπειρίτῳ,
55ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀ‐
55 κτῖσι βεβρεγˈμένος ἁβˈρόν σῶμα· τὸ καὶ κατεφάμι‐
56 ξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ τοῦτ’ ὄνυμ’ ἀθάνατον. τερ‐
57 πνᾶς δ’ ἐπεὶ χρυσοστεφάνοιο λάβεν καρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβαὶς
58 ἐκάλεσσε Ποσειδᾶν’ εὐρυβίαν, ὃν πρόγονον, καὶ τοξοφόρον Δά‐
59λου θεοδˈμάτας σκοπόν,
60αἰτέων λαοτˈρόφον τιμάν τιν’ ἑᾷ κεφαλᾷ, νυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δ’ ἀρτιεπής πατˈρία ὄσσα, μετάλλασέν τέ νιν. ‘Ὄρσο, τέκνον, δεῦρο πάγκοινον ἐς χώ‐
63ραν ἴμεν φάμας ὄπισθεν.‘
Δʹ ἵκοντο δ’ ὑψηλοῖο πέ‐
64τˈραν ἀλίβατον Κρονίου
65ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν ψευδέων ἄγˈνωτον, εὖτ’ ἂν
67 δὲ θˈρασυμάχανος ἐλθών Ἡρακˈλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρί ἑορτάν τε κτίσῃ πλειστόμβροτον τε‐
69θˈμόν τε μέγιστον ἀέθˈλων,23
70Ζηνὸς ἐπ’ ἀκˈροτάτῳ βω‐
70 μῷ τότ’ αὖ χρηστήριον θέσθαι κέλευσεν. ἐξ οὗ πολύκˈλειτον καθ’ Ἕλ‐
71 λανας γένος Ἰαμιδᾶν· ὄλβος ἅμ’ ἕσπετο· τιμῶντες δ’ ἀρετάς ἐς φανερὰν ὁδὸν ἔρχονται· τεκμαίρει χρῆμ’ ἕκαστον· μῶμος ἐξ ἄλ‐
74λων κρέμαται φθονεόντων
75τοῖς, οἷς ποτε πˈρώτοις περὶ δωδέκατον δρόμον ἐλαυνόντεσσιν αἰδοία ποτιστά‐
76 ξῃ Χάρις εὐκλέα μορφάν. εἰ δ’ ἐτύμως ὑπὸ Κυλλά‐
77 νας ὄρος̄, Ἁγησία, μάτρωες ἄνδρες ναιετάοντες ἐδώρη‐
78 σαν θεῶν κάρυκα λιταῖς θυσίαις πολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως,
79ὃς ἀγῶνας ἔχει μοῖράν τ’ ἀέθλων,
80Ἀρκαδίαν τ’ εὐάνορα τιμᾷ·
80 κεῖνος, ὦ παῖ Σωστράτου, σὺν βαρυγδούπῳ πατρὶ κˈραίνει σέθεν εὐτυχίαν. δόξαν ἔχω τιν’ ἐπὶ γˈλώσσᾳ λιγυρᾶς ἀκόνας, ἅ μ’ ἐθέλοντα προσέρπει καλλιρόαισι πνοαῖς. ματρομάτωρ ἐμὰ Στυμ‐
84φαλίς, εὐανθὴς Μετώπα,
85Εʹ πλάξιππον ἃ Θήβαν ἔτι‐
85 κτεν, τᾶς ἐρατεινὸν ὕδωρ πίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκων
ποικίλον ὕμνον. ὄτρυνον νῦν ἑταίρους, Αἰνέα, πρῶτον μὲν Ἥραν24
88 Παρθενίαν κελαδῆσαι, γνῶναί τ’ ἔπειτ’, ἀρχαῖον ὄνειδος ἀλαθέσιν
90λόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν.
90 ἐσσὶ γὰρ ἄγγελος ὀρθός, ἠϋκόμων σκυτάλα Μοι‐
91 σᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν· εἶπον δὲ μεμνᾶσθαι Συρα‐
92 κοσσᾶν τε καὶ Ὀρτυγίας· τὰν Ἱέρων καθαρῷ σκάπτῳ διέπων, ἄρτια μηδόμενος, φοινικόπεζαν
95ἀμφέπει Δάματρα λευκίπ‐
95 που τε θυγατˈρὸς ἑορτάν καὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νιν λύραι μολπαί τε γινώσκοντι. μὴ θράσ‐
97 σοι χρόνος ὄλβον ἐφέρπων, σὺν δὲ φιλοφˈροσύναις εὐ‐
98 ηράτοις Ἁγησία δέξαιτο κῶμον οἴκοθεν οἴκαδ’ ἀπὸ Στυμ‐
99φαλίων τειχ͜έω͜ν ποτινισόμενον,
O
.

6

(100)

ματέρ’ εὐμήλοιο λείποντ’ Ἀρκαδίας.
O
.

6

(100)

ἀγαθαὶ δὲ πέλοντ’ ἐν χειμερίᾳ νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμ‐
101 φθαι δύ’ ἄγκυραι. θεός τῶνδε κείνων τε κˈλυτὰν αἶσαν παρέχοι φιλέων. δέσποτα ποντόμεδον̄, εὐθὺν δὲ πλόον καμάτων ἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσις
105Ἀμφιτρίτας, ἐμῶν δ’ ὕ‐
105μνων ἄεξ’ εὐτερπὲς ἄνθος.25
O
.

7

Αʹ Φιάλαν ὡς εἴ τις ἀφˈνειᾶς ἀπὸ χειρὸς ἑλών ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ δωρήσεται νεανίᾳ γαμβρῷ προπίνων
4οἴκοθεν οἴκαδε, πάγχρυσον, κορυφὰν κτεάνων,
5συμποσίου τε χάριν κᾶ‐
5 δός τε τιμάσαις 〈ν〉έον, ἐν δὲ φίλων παρεόντων θῆκέ νιν ζαλωτὸν ὁμόφˈρονος εὐνᾶς· καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ͜ἀε͜θλοφόροις ἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός, ἱλάσκομαι,
10Ὀλυμπίᾳ Πυθοῖ τε νικών‐
10 τεσσιν· ὁ δ’ ὄλβιος, ὃν φᾶμαι κατέχωντ’ ἀγαθαί· ἄλλοτε δ’ ἄλλον ἐποπτεύ‐26
11 ει Χάρις ζωθάλμιος ἁδυμελεῖ θαμὰ μὲν φόρμιγγι παμφώνοισί τ’ ἐν ἔντεσιν αὐλῶν. καί νυν ὑπ’ ἀμφοτέρων σὺν
13 Διαγόρᾳ κατέβαν, τὰν ποντίαν ὑμνέων, παῖδ’ Ἀφˈροδίτας
14Ἀελίοιό τε νύμφαν, Ῥόδον,
15εὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρ’ Ἀλ‐
15 φειῷ στεφανωσάμενον αἰνέσω πυγˈμᾶς ἄποινα καὶ παρὰ Κασταλίᾳ, πα‐
17 τέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ, Ἀσίας εὐρυχόρου τρίπολιν νᾶσον πέλας ἐμβόλῳ ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ.
20Βʹ ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον, Ἡρακˈλέος εὐρυσθενεῖ γέννᾳ. τὸ μὲν γὰρ
23 πατˈρόθεν ἐκ Διὸς εὔχονται· τὸ δ’ Ἀμυντορίδαι ματρόθεν Ἀστυδαμείας.
24ἀμφὶ δ’ ἀνθρώπων φρασὶν ἀμπλακίαι
25ἀναρίθˈμητοι κρέμανται· τοῦτο δ’ ἀμάχανον εὑρεῖν, ὅτι νῦν ἐν καὶ τελευτᾷ φέρτατον ἀνδρὶ τυχεῖν. καὶ γὰρ Ἀλκμήνας κασίγˈνητον νόθον σκάπτῳ θενών σκληρᾶς ἐλαίας ἔκτανεν Τί‐
29ρυνθι Λικύμνιον ἐλθόντ’ ἐκ θαλάμων Μιδέας
30τᾶσδέ ποτε χθονὸς οἰκι‐
30στὴρ χολωθείς. αἱ δὲ φρενῶν ταραχαί
παρέπλαγξαν καὶ σοφόν. μαντεύσατο δ’ ἐς θεὸν ἐλθών. τῷ μὲν ὁ χρυσοκόμας εὐ‐27
32 ώδεος ἐξ ἀδύτου ναῶν πλόον εἶπε Λερναίας ἀπ’ ἀκτᾶς
33 εὐθὺν ἐς ἀμφιθάλασσον νομόν, ἔνθα ποτὲ βˈρέχε θεῶν βασιλεὺς ὁ μέγας
34χρυς͜έα͜ις νιφάδεσσι πόλιν,
35ἁνίχ’ Ἁφαίστου τέχναισιν χαλκελάτῳ πελέκει πα‐
36 τέρος Ἀθαναία κορυφὰν κατ’ ἄκραν ἀνορούσαις’ ἀλάλαξεν ὑπερμάκει βοᾷ. Οὐρανὸς δ’ ἔφˈριξέ νιν καὶ Γαῖα μάτηρ.
Γʹ τότε καὶ φαυσίμβροτος δαίμων Ὑπεριονίδας
40μέλλον ἔντειλεν φυλάξασθαι χρέος παισὶν φίλοις, ὡς ἂν θεᾷ πρῶτοι κτίσαιεν
42 βωμὸν ἐναργέα, καὶ σεμνὰν θυσίαν θέμενοι πατˈρί τε θυμὸν ἰάναι‐
43 εν κόρᾳ τ’ ἐγχειβρόμῳ. ἐν δ’ ἀρετάν ἔβαλεν καὶ χάρματ’ ἀνθρώποισι προμαθέος αἰδώς·
45ἐπὶ μὰν βαίνει τι καὶ λάθας ἀτέκμαρτα νέφος, καὶ παρέλκει πραγμάτων ὀρθὰν ὁδόν ἔξω φρενῶν. καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες
48 σπέρμ’ ἀνέβαν φλογὸς οὔ. τεῦξαν δ’ ἀπύροις ἱεροῖς ἄλσος ἐν ἀκˈροπόλει. κεί‐
49νοισι μὲν ξανθὰν ἀγαγὼν νεφέλαν {Ζεύς}
O
.

7

(50)

πολὺν ὗσε χˈρυσόν· αὐτὰ δέ σφισιν ὤπασε τέχˈναν πᾶσαν ἐπιχθονίων Γλαυκ‐
51 ῶπις ἀριστοπόνοις χερσὶ κˈρατεῖν. ἔργα δὲ ζωοῖσιν ἑρπόν‐
52 τεσσί θ’ ὁμοῖα κέλευθοι φέρον· ἦν δὲ κλέος βαθύ. δαέντι δὲ καὶ σοφία
53 μείζων ἄδολος τελέθει. φαντὶ δ’ ἀνθρώπων παλαιαί28
55ῥήσιες, οὔπω, ὅτε χθό‐
55 να δατέοντο Ζεύς τε καὶ ἀθάνατοι, φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ, ἁλμυροῖς δ’ ἐν βένθεσιν νᾶσον κεκρύφθαι.
Δʹ ἀπεόντος δ’ οὔτις ἔνδειξεν λάχος Ἀελίου· καί ῥά νιν χώρας ἀκλάρωτον λίπον,
60ἁγˈνὸν θεόν. μνασθέντι δὲ Ζεὺς ἄμπαλον μέλ‐
61 λεν θέμεν. ἀλλά νιν οὐκ εἴασεν· ἐπεὶ πολιᾶς εἶπέ τιν’ αὐτὸς ὁρᾶν ἔν‐
62 δον θαλάσσας αὐξομέναν πεδόθεν πολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις. ἐκέλευσεν δ’ αὐτίκα χˈρυσάμπυκα μὲν Λάχεσιν
65χεῖρας ἀντεῖναι, θεῶν δ’ ὅρκον μέγαν μὴ παρφάμεν, ἀλλὰ Κˈρόνου σὺν παιδὶ νεῦσαι,
67 φ͜αε͜ννὸν ἐς αἰθέρα μιν πεμφθεῖσαν ἑᾷ κεφαλᾷ ἐξοπίσω γέρας ἔσσε‐
68 σθαι. τελεύταθεν δὲ λόγων κορυφαί ἐν ἀλαθείᾳ πετοῖσαι· βλάστε μὲν ἐξ ἁλὸς ὑγˈρᾶς
70νᾶσος, ἔχει τέ μιν ὀξει‐
70 ᾶν ὁ γενέθˈλιος ἀκτίνων πατήρ, πῦρ πνεόντων ἀρχὸς ἵππων·
71 ἔνθα Ῥόδῳ ποτὲ μιχθεὶς τέκεν ἑπτὰ σοφώτατα νοήματ’ ἐπὶ πˈροτέρων
72 ἀνδρῶν παραδεξαμένους παῖδας, ὧν εἷς μὲν Κάμιρον πρεσβύτατόν τε Ἰάλυ‐
74σον ἔτεκεν Λίνδον τ’· ἀπάτερθε δ’ ἔχον29
75διὰ γαῖαν τρίχα δασσάμενοι πατˈρωΐαν ἀστέων μοίρας, κέκληνται δέ σφιν ἕδˈραι.
Εʹ τόθι λύτˈρον συμφορᾶς οἰκτρᾶς γλυκὺ Τλαπολέμῳ ἵσταται Τιρυνθίων ἀρχαγέτᾳ, ὥσπερ θεῷ,
80μήλων τε κνισάεσσα πομπὰ
80 καὶ κρίσις ἀμφ’ ἀέθλοις. τῶν ἄνθεσι Διαγόρας ἐστεφανώσατο δίς, κλει‐
81 νᾷ τ’ ἐν Ἰσθμῷ τετˈράκις εὐτυχέων, Νεμέᾳ τ’ ἄλλαν ἐπ’ ἄλλᾳ, καὶ κρανααῖς ἐν Ἀθάναις. ὅ τ’ ἐν Ἄργει χαλκὸς ἔγνω νιν, τά τ’ ἐν Ἀρκαδίᾳ ἔργα καὶ Θήβαις, ἀγῶνές τ’ ἔννομοι
85Βοιωτίων, Πέλλανά τ’· Αἰγίνᾳ τε νικῶνθ’
86 ἑξάκις· ἐν Μεγάροισίν τ’ οὐχ ἕτερον λιθίνα ψᾶφος ἔχει λόγον. ἀλλ’ ὦ
87 Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου μεδέων, τίμα μὲν ὕμνου τεθˈμὸν Ὀλυμπιονίκαν, ἄνδρα τε πὺξ ἀρετὰν εὑ‐
89ρόντα. δίδοι τέ οἱ αἰδοίαν χάριν
90καὶ ποτ’ ἀστῶν καὶ ποτὶ ξεί‐
90 νων. ἐπεὶ ὕβˈριος ἐχθρὰν ὁδόν εὐθυπορεῖ, σάφα δαεὶς ἅ τε οἱ πατέρων
91 ὀρθαὶ φρένες ἐξ ἀγαθῶν ἔχˈρεον. μὴ κρύπτε κοινόν σπέρμ’ ἀπὸ Καλλιάνακτος·
93 Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει θαλίας καὶ πόλις· ἐν δὲ μιᾷ μοίρᾳ χρόνου
95ἄλλοτ’ ἀλλοῖαι διαιθύσσοισιν αὖραι.30
O
.

8

Αʹ Μᾶτερ ὦ χρυσοστεφάνων ἀέθλων, Οὐλυμπία, δέσποιν’ ἀλαθείας, ἵνα μάντιες ἄνδρες ἐμπύροις τεκμαιρόμενοι παραπειρῶν‐
3 ται Διὸς ἀργικεραύνου, εἴ τιν’ ἔχει λόγον ἀνθρώπων πέρι
5μαιομένων μεγάλαν ἀρετὰν θυμῷ λαβεῖν, τῶν δὲ μόχθων ἀμπνοάν. ἄνεται δὲ πˈρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς· ἀλλ’ ὦ Πίσας εὔδενδρον ἐπ’ Ἀλφεῷ ἄλσος,
10τόνδε κῶμον καὶ στεφαναφορίαν δέ‐
10 ξαι. μέγα τοι κλέος αἰεί, ᾧτινι σὸν γέρας ἕσπετ’ ἀγˈλαόν. ἄλλα δ’ ἐπ’ ἄλλον ἔβαν ἀγαθῶν, πολλαὶ δ’ ὁδοί σὺν θεοῖς εὐπραγίας.
15Τιμόσθενες, ὔμμε δ’ ἐκλάρωσεν πότμος Ζηνὶ γενεθˈλίῳ· ὃς σὲ μὲν Νεμέᾳ πρόφατον, Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳ θῆκεν Ὀλυμπιονίκαν. ἦν δ’ ἐσορᾶν καλός, ἔργῳ τ’ οὐ κατὰ εἶδος ἐλέγχων31
20ἐξένεπε κˈρατέων
20 πάλᾳ δολιχήρετμον Αἴγιναν πάτραν· ἔνθα σώτειρα Διὸς ξενίου πάρεδˈρος ἀσκεῖται Θέμις
Βʹ ἔξοχ’ ἀνθρώπων. ὅ τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ, ὀρθᾷ διακˈρῖναι φρενὶ μὴ παρὰ καιρόν
25δυσπαλές· τεθˈμὸς δέ τις ἀθανάτων καὶ
25 τάνδ’ ἁλιερκέα χώραν παντοδαποῖσιν ὑπέστασε ξένοις κίονα δαιμονίαν— ὁ δ’ ἐπαντέλλων χρόνος τοῦτο πράσσων μὴ κάμοι—
30Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ· τὸν παῖς ὁ Λατοῦς εὐρυμέδων τε Ποσειδάν, Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦ‐
32 ξαι, καλέσαντο συνεργόν τείχεος, ἦν ὅτι νιν πεπˈρωμένον ὀρνυμένων πολέμων
35πτολιπόρθοις ἐν μάχαις λάβˈρον ἀμπνεῦσαι καπνόν. γλαυκοὶ δὲ δράκοντες, ἐπεὶ κτίσθη νέον, πύργον ἐσαλλόμενοι τρεῖς, οἱ δύο μὲν κάπετον, αὖθι δ’ ἀτυζόμενοι ψυχὰς βάλον,
40εἷς δ’ ἐνόρουσε βοάσαις. ἔννεπε δ’ ἀντίον ὁρμαίνων τέρας εὐθὺς Ἀπόλλων· ‘Πέργαμος ἀμφὶ τεαῖς,
42 ἥρως, χερὸς ἐργασίαις ἁλίσκεται· ὣς ἐμοὶ φάσμα λέγει Κρονίδα πεμφθὲν βαρυγδούπου Διός·32
45Γʹ οὐκ ἄτερ παίδων σέθεν, ἀλλ’ ἅμα πρώτοις ἄρξεται καὶ τερτάτοισ‘. ὣς ἦρα θεὸς σάφα εἴπαις Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας εὐίπ‐
47 πους καὶ ἐς Ἴστρον ἐλαύνων. Ὀρσοτρίαινα δ’ ἐπ’ Ἰσθμῷ ποντίᾳ ἅρμα θοὸν τάνυεν,
O
.

8

(50)

ἀποπέμπων Αἰακόν δεῦρ’ ἀν’ ἵπποις χρυσέαις καὶ Κορίνθου δειράδ’ ἐποψόμενος δαιτικˈλυτάν. τερπνὸν δ’ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν. εἰ δ’ ἐγὼ Μελησία ἐξ ἀγενείων
54κῦδος ἀνέδˈραμον ὕμνῳ,
55μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος· καὶ Νεμέᾳ γὰρ ὁμῶς ἐρέω ταύταν χάριν, τὰν δ’ ἔπειτ’ ἀνδρῶν μάχας ἐκ παγκρατίου. τὸ διδάξασθαι δέ τοι
60εἰδότι ῥᾴτερον· ἄγˈνωμον δὲ τὸ μὴ προμαθεῖν· κουφότεραι γὰρ ἀπειράτων φρένες. κεῖνα δὲ κεῖνος ἂν εἴποι ἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσει ἐξ ἱερῶν ἀέθλων
64μέλλοντα ποθεινοτάταν δόξαν φέρειν.
65νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων νίκαν τριακοστὰν ἑλών·
Δʹ ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δ’ οὐκ ἀμπλακών
ἐν τέτˈρασιν παίδων ἀπεθήκατο γυίοις νόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσ‐33
69σαν καὶ ἐπίκˈρυφον οἶμον,
70πατˈρὶ δὲ πατˈρὸς ἐνέπˈνευσεν μένος γήραος ἀντίπαλον· Ἀΐδα τοι λάθεται ἄρμενα πˈράξαις ἀνήρ. ἀλλ’ ἐμὲ χˈρὴ μναμοσύναν ἀνεγείροντα φˈράσαι
75χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον, ἕκτος οἷς ἤδη στέφανος περίκειται
76 φυλλοφόρων ἀπ’ ἀγώνων. ἔστι δὲ καί τι θανόντεσσιν μέρος κὰν νόμον ἐρδομένων· κατακρύπτει δ’ οὐ κόνις
80συγγόνων κεδˈνὰν χάριν. Ἑρμᾶ δὲ θυγατˈρὸς ἀκούσαις Ἰφίων Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρόν κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει ὤπασεν. ἐσλὰ δ’ ἐπ’ ἐσλοῖς
85ἔργα θέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι. εὔχομαι ἀμφὶ καλῶν
86 μοίρᾳ νέμεσιν διχόβουλον μὴ θέμεν· ἀλλ’ ἀπήμαντον ἄγων βίοτον
αὐτούς τ’ ἀέξοι καὶ πόλιν.34
O
.

9

Αʹ Τὸ μὲν Ἀρχιλόχου μέλος φωνᾶεν Ὀλυμπίᾳ,
2 καλλίνικος ὁ τριπˈλόος κεχλαδώς ἄρκεσε Κˈρόνιον παρ’ ὄχθον ἁγεμονεῦσαι κωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις·
5ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων Δία τε φοινικοστερόπαν σεμνόν τ’ ἐπίνειμαι ἀκˈρωτήριον Ἄλιδος τοιοῖσδε βέλεσσιν, τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψ
10ἐξάρατο κάλλιστον ἕδˈνον Ἱπποδαμείας· πτερόεντα δ’ ἵει γλυκύν Πυθῶνάδ’ ὀϊστόν· οὔτοι χαμαιπετέων λόγων ἐφάψ͜εα͜ι, ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγ’ ἐλελίζων κλεινᾶς ἐξ Ὀπόεντος· αἰνήσαις ἓ καὶ υἱόν,
15ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχεν μεγαλόδοξος Εὐνομία. θάλλει δ’ ἀρεταῖσιν σόν τε, Κασταλία, πάρα Ἀλφ͜εοῦ͜ τε ῥέεθˈρον· ὅθεν στεφάνων ἄωτοι κλυτάν
20Λοκˈρῶν ἐπαείροντι ματέρ’ ἀγˈλαόδενδρον. ἐγὼ δέ τοι φίλαν πόλιν μαλεραῖς ἐπιφˈλέγων ἀοιδαῖς, καὶ̆ ἀγάνορος ἵππου θᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ
25ἀγγελίαν πέμψω ταύταν,
25εἰ σύν τινι μοιριδίῳ παλάμᾳ
26-27ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον·
28κεῖναι γὰρ ὤπασαν τὰ τέρπν’· ἀγαθοὶ
28δὲ καὶ σοφοὶ κατὰ δαίμον’ ἄνδρες36
Βʹ ἐγένοντ’· ἐπεὶ ἀντίον
30πῶς ἂν τριόδοντος Ἡ‐
30 ρακˈλέης σκύταλον τίναξε χερσίν, ἁνίκ’ ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδάν, ἤρειδεν δέ νιν ἀργυρ͜έῳ͜ τόξῳ πολεμίζων Φοῖβος, οὐδ’ Ἀΐδας ἀκινήταν ἔχε ῥάβδον, βρότεα σώμαθ’ ᾇ κατάγει κοίλαν πρὸς ἄγυιαν
35θνᾳσκόντων; ἀπό μοι λόγον τοῦτον, στόμα, ῥῖψον· ἐπεὶ τό γε λοιδορῆσαι θεούς ἐχθρὰ σοφία, καὶ τὸ καυχᾶσθαι παρὰ καιρόν μανίαισιν ὑποκˈρέκει.
40μὴ νῦν λαλάγει τὰ τοι‐
40 αῦτ’· ἔα πόλεμον μάχαν τε πᾶσαν χωρὶς ἀθανάτων· φέροις δὲ Πρωτογενείας ἄστει γλῶσσαν, ἵν’ αἰολοβˈρέντα Διὸς αἴσᾳ Πύρρα Δευκαλίων τε Παρνασσοῦ καταβάντε δόμον ἔθεντο πρῶτον, ἄτερ δ’ εὐνᾶς ὁμόδαμον
45κτισσάσθαν λίθινον γόνον· λαοὶ δ’ ὀνύμασθεν. ἔγειρ’ ἐπέων σφιν οἶμον λιγύν, αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δ’ ὕμνων νεωτέρων. λέγοντι μάν
O
.

9

(50)

χθόνα μὲν κατακˈλύσαι μέλαιναν ὕδατος σθένος, ἀλλά Ζηνὸς τέχˈναις ἀνάπωτιν ἐξαίφνας
53-54ἄντλον ἑλεῖν. κείνων δ’ ἔσαν
54χαλκάσπιδες ὑμέτεροι πρόγονοι37
55ἀρχᾶθεν, Ἰαπετιονίδος φύτˈλας κοῦροι κορᾶν καὶ φερτάτων Κρονιδᾶν,
56ἐγχώριοι βασιλῆες αἰεί,
Γʹ πρὶν Ὀλύμπιος ἁγεμών θύγατˈρ’ ἀπὸ γᾶς Ἐπει‐
58 ῶν Ὀπ͜όε͜ντος ἀναρπάσαις, ἕκαλος μίχθη Μαιναλίαισιν ἐν δειραῖς, καὶ ἔνεικεν
60Λοκˈρῷ, μὴ καθέλοι νιν αἰὼν πότˈμον ἐφάψαις ὀρφανὸν γενεᾶς. ἔχεν δὲ σπέρμα μέγιστον ἄλοχος, εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν, μάτρωος δ’ ἐκάλεσσέ νιν ἰσώνυμον ἔμμεν,
65ὑπέρφατον ἄνδρα μορφᾷ τε καί ἔργοισι. πόλιν δ’ ὤπασεν λαόν τε διαιτᾶν. ἀφίκοντο δέ οἱ ξένοι ἔκ τ’ Ἄργεος ἔκ τε Θη‐
68 βᾶν, οἱ δ’ Ἀρκάδες, οἱ δὲ καὶ Πισᾶται· υἱὸν δ’ Ἄκτορος ἐξόχως τίμασεν ἐποίκων
70Αἰγίνας τε Μενοίτιον. τοῦ παῖς ἅμ’ Ἀτρείδαις Τεύθραντος πεδίον μολὼν ἔστα σὺν Ἀχιλλεῖ μόνος, ὅτ’ ἀλκ͜άε͜ντας Δαναοὺς τρέψαις ἁλίαισιν πρύμναις Τήλεφος ἔμβαλεν· ὥστ’ ἔμφρονι δεῖξαι
75μαθεῖν Πατρόκλου βιατὰν νόον· ἐξ οὗ Θέτιος †γόνος οὐλίῳ νιν ἐν Ἄρει παραγορεῖτο μή ποτε σφετέρας ἄτερθε ταξιοῦσθαι δαμασιμβρότ͝ου͝ αἰχμᾶς.
80εἴην εὑρησιεπὴς ἀναγεῖσθαι πρόσφορος ἐν Μοισᾶν δίφˈρῳ·
τόλμα δὲ καὶ ἀμφιλαφὴς δύναμις ἕσποιτο. προξενίᾳ δ’ ἀρετᾷ τ’ ἦλθον τιμ͜άο͜ρος Ἰσθμίαισι Λαμπρομάχου38
84μίτραις, ὅτ’ ἀμφότεροι κράτησαν
85Δʹ μίαν ἔργον ἀν’ ἁμέραν. ἄλλαι δὲ δύ’ ἐν Κορίν‐
86 θου πύλαις ἐγένοντ’ ἔπειτα χάρμαι, ταὶ δὲ καὶ Νεμέας Ἐφαρμόστῳ κατὰ κόλπον· Ἄργει τ’ ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δ’ ἐν Ἀθάναις, οἷον δ’ ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων
90μένεν ἀγῶνα πρεσβυτέρων ἀμφ’ ἀργυρίδεσσιν· φῶτας δ’ ὀξυρεπεῖ δόλῳ ἀπτωτὶ δαμάσσαις διήρχετο κύκˈλον ὅσσᾳ βοᾷ, ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις.
95τὰ δὲ Παρρασίῳ στρατῷ θαυμαστὸς ἐὼν φάνη
96 Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου, καὶ ψυχρᾶν ὁπότ’ εὐδιανὸν φάρμακον αὐρᾶν Πελλάνᾳ φέρε· σύνδικος δ’ αὐτῷ Ἰολάου τύμβος ἐνναλία τ’ Ἐλευσὶς ἀγˈλαΐαισιν.
O
.

9

(100)

τὸ δὲ φυᾷ κράτιστον ἅπαν· πολλοὶ δὲ διδακταῖς ἀνθρώπων ἀρεταῖς κλέος ὤρουσαν ἀρέσθαι· ἄνευ δὲ θεοῦ, σεσιγαμένον οὐ σκαιότερον χρῆμ’ ἕκαστον· ἐντὶ γὰρ ἄλλαι
105ὁδῶν ὁδοὶ περαίτεραι, μία δ’ οὐχ ἅπαντας ἄμμε θρέψει
μελέτα· σοφίαι μέν αἰπειναί· τοῦτο δὲ προσφέρων ͜ἄε͜θλον, ὄρθιον ὤρυσαι θαρς͜έω͜ν,39
110 τόνδ’ ἀνέρα δαιμονίᾳ γεγάμεν εὔχειρα, δεξιόγυιον, ὁρῶντ’ ἀλκάν, Αἶαν, τεόν τ’ ἐν δαιτί, Ἰλιάδα,
112νικῶν ἐπεστεφάνωσε βωμόν.40
O
.

10

Αʹ Τὸν Ὀλυμπιονίκαν ἀνάγˈνωτέ μοι Ἀρχεστράτου παῖδα, πόθι φˈρενός ἐμᾶς γέγραπται· γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων
3 ἐπιλέλαθ’· ὦ Μοῖς’, ἀλλὰ σὺ καὶ θυγάτηρ Ἀλάθεια Διός, ὀρθᾷ χερί
5ἐρύκετον ψευδέων ἐνιπὰν ἀλιτόξενον. ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος ἐμὸν καταίσχυνε βαθὺ χˈρέος. ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν
9τόκος †θνατῶν· νῦν ψᾶφον ἑλισσομέναν
10ὁπᾷ κῦμα κατακλύσσει ῥέον, ὁπᾷ τε κοινὸν λόγον φίλαν τείσομεν ἐς χάριν. νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκˈρῶν Ζεφυρίων, μέλει τέ σφισι Καλλιόπα
15καὶ χάλκεος Ἄρης. τράπε δὲ Κύ‐
15 κˈνεια μάχα καὶ ὑπέρβιον Ἡρακˈλέα· πύκτας δ’ ἐν Ὀλυμπιάδι νικῶν Ἴλᾳ φερέτω χάριν Ἁγησίδαμος, ὡς Ἀχιλεῖ Πάτροκλος.
20θάξαις δέ κε φύντ’ ἀρετᾷ ποτί πελώριον ὁρμάσαι κλέος ἀ‐
21νὴρ θεοῦ σὺν παλάμαις.
Βʹ ἄπονον δ’ ἔλαβον χάρμα παῦροί τινες,
ἔργων πρὸ πάντων βιότῳ φάος. ἀγῶνα δ’ ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν42
24Διός, ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος
25†βωμῷ ἑξάριθμον ἐκτίσσατο, ἐπεὶ Ποσειδάνιον πέφνε Κτ͜έα͜τον ἀμύμονα, πέφνε δ’ Εὔρυτον, ὡς Αὐγέαν λάτˈριον ͜ἀέ͜κονθ’ ἑκὼν μισθὸν ὑπέρβιον
30πράσσοιτο, λόχˈμαισι δὲ δοκεύσαις ὑπὸ Κλεωνᾶν
30 δάμασε καὶ κείνους Ἡρακλέης ἐφ’ ὁδῷ, ὅτι πˈρόσθε ποτὲ Τιρύνθιον ἔπερσαν αὐτῷ στρατόν μυχοῖς ἥμενον Ἄλιδος Μολίονες ὑπερφίαλοι. καὶ μὰν ξεναπάτας
35Ἐπειῶν βασιλεὺς ὄπιθεν οὐ πολλὸν ἴδε πατˈρίδα πολυ‐
36 κτ͜έα͜νον ὑπὸ στερεῷ πυρί πλαγαῖς τε σιδάρου βαθὺν εἰς ὀχετὸν ἄτας ἵζοισαν ἑὰν πόλιν. νεῖκος δὲ κρεσσόνων
40ἀποθέσθ’ ἄπορον. καὶ κεῖνος ἀβουλίᾰͅ ὕστατος ἁλώσιος ἀντάσαις θάνατον
42αἰπὺν οὐκ ἐξέφυγεν.
Γʹ ὁ δ’ ἄρ’ ἐν Πίσᾰͅ ἔλσαις ὅλον τε στρατόν λᾴαν τε πᾶσαν Διὸς ἄλκιμος
45υἱὸς σταθμᾶτο ζάθεον ἄλσος πατρὶ μεγίστῳ·
45 περὶ δὲ πάξαις Ἄλτιν μὲν ὅγ’ ἐν καθαρῷ διέκˈρινε, τὸ δὲ κύκˈλῳ πέδον
ἔθηκε δόρπου λύσιν, τιμάσαις πόρον Ἀλφεοῦ μετὰ δώδεκ’ ἀνάκτων θεῶν· καὶ πάγον43
O
.

10

(50)

Κρόνου προσεφθέγξατο· πρόσθε γάρ νώνυμνος, ἇς Οἰνόμαος ἆρχε, βˈρέχετο πολλᾷ
51 νιφάδι. ταύτᾳ δ’ ἐν πρωτογόνῳ τελετᾷ παρέσταν μὲν ἄρα Μοῖραι σχεδόν ὅ τ’ ἐξελέγχων μόνος ἀλάθειαν ἐτήτυμον
55Χρόνος. τὸ δὲ σαφανὲς ἰὼν πόρσω κατέφρασεν, ὁπᾷ τὰν πολέμοιο δόσιν ἀκρόθινα διελὼν ἔθυε καὶ
57 πενταετηρίδ’ ὅπως ἄρα ἔστασεν ἑορτὰν σὺν Ὀλυμπιάδι πρώτᾳ νικαφορίαισί τε·
60τίς δὴ ποταίνιον ἔλαχε στέφανον χείρεσσι ποσίν τε καὶ ἅρματι, ἀγώνιον ἐν δόξᾳ θέμενος
63εὖχος, ἔργῳ καθελών;
Δ στάδιον μὲν ἀρίστευσεν, εὐθὺν τόνον
65ποσσὶ τˈρέχων, παῖς ὁ Λικυμνίου Οἰωνός· ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων·
66 ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν· Δόρυκˈλος δ’ ἔφερε πυγˈμᾶς τέλος, Τίρυνθα ναίων πόλιν· ἀν’ ἵπποισι δὲ τέτˈρασιν
70ἀπὸ Μαντινέας Σᾶμος ͜ὁ Ἁ͜λιροθίου·
ἄκοντι {δὲ} Φράστωρ ἔλασε σκοπόν· μᾶκος δὲ Νικεὺς ἔδικε πέτˈρῳ χέρα κυκλώσαις44
72 ὑπὲρ ἁπάντων, καὶ συμμαχία θόρυβον παραίθυξε μέγαν· ἐν δ’ ἕσπερον ἔφλεξεν εὐώπιδος
75σελάνας ἐρατὸν φάος. ἀείδετο δὲ πὰν τέμενος τερπναῖσι θαλίαις τὸν ἐγκώμιον ἀμφὶ τρόπον. ἀρχαῖς δὲ προτέραις ἑπόμενοι
78 καί νυν ἐπωνυμίαν χάριν νίκας ἀγερώχου κελαδησόμεθα βροντάν
80καὶ πυρπάλαμον βέλος ὀρσικτύπου Διός, ἐν ἅπαντι κράτει αἴθωνα κεραυνὸν ἀραρότα· χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον
84ἀντιάξει μελέων,
85Εʹ τὰ παρ’ εὐκλέϊ Δίρκᾳ χρόνῳ μὲν φάνεν· ἀλλ’ ὥτε παῖς ἐξ ἀλόχου πατρί ποθεινὸς ἵκοντι νεότατος τὸ πάλιν ἤδη,
87 μάλα δέ οἱ θερμαίνει φιλότατι νόον· ἐπεὶ πλοῦτος ὁ λαχὼν ποιμένα ἐπακτὸν ἀλλότˈριον
90θνᾴσκοντι στυγερώτατος· καὶ̆ ὅταν καλὰ {μὲν} ἔρξαις ἀοιδᾶς ἄτερ, Ἁγησίδαμ’, εἰς Ἀΐδα σταθμόν ἀνὴρ ἵκηται, κενεὰ πνεύσαις ἔπορε μόχθῳ
93 βραχύ τι τερπνόν. τὶν δ’ ἁδυεπής τε λύρα γλυκύς τ’ αὐλὸς ἀναπάσσει χάριν·
95τρέφοντι δ’ εὐρὺ κˈλέος κόραι Πιερίδες Διός. ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνος Λοκρῶν ἀμφέπεσον, μέλιτι εὐάνορα πόλιν καταβρέχων·45
99παῖδ’ ἐρατὸν 〈δ’〉 Ἀρχεστράτου
O
.

10

(100)

αἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷ βωμὸν παρ’ Ὀλύμπιον κεῖνον κατὰ χˈρόνον ἰδέᾳ τε καλόν ὥρᾳ τε κεκραμένον, ἅ ποτε
105ἀναιδέα Γανυμήδει θάνατον
105ἆλκε σὺν Κυπˈρογενεῖ.46
O
.

11

Ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα χρῆσις· ἔστιν δ’ οὐρανίων ὑδάτων, ὀμβρίων παίδων νεφέλας· εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι
5ὑστέρων ἀρχὰ λόγων τέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς· ἀφθόνητος δ’ αἶνος Ὀλυμπιονίκαις οὗτος ἄγκειται. τὰ μὲν ἁμετέρα γλῶσσα ποιμαίνειν ἐθέλει,
10ἐκ θεοῦ δ’ ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως. ἴσθι νῦν, Ἀρχεστράτου παῖ, τεᾶς, Ἁγησίδαμε, πυγˈμαχίας ἕνεκεν κόσμον ἐπὶ στεφάνῳ χρυς͜έα͜ς ἐλαίας ἁδυμελῆ κελαδήσω,
15Ζεφυρίων Λοκρῶν γενεὰν ἀλέγων.
ἔνθα συγκωμάξατ’· ἐγγυάσομαι ὔμμιν, ὦ Μοῖσαι, φυγόξεινον στρατόν μήτ’ ἀπείρατον καλῶν ἀκˈρόσοφόν τε καὶ αἰχματὰν ἀφίξε‐47
19σθαι. τὸ γὰρ ἐμφυὲς οὔτ’ αἴθων ἀλώπηξ
20οὔτ’ ἐρίβˈρομοι λέοντες διαλλάξαιντο ἦθος.48
O
.

12

Λίσσομαι, παῖ Ζηνὸς Ἐλευθερίου, Ἱμέραν εὐρυσθενέ’ ἀμφιπόλει, σώτειρα Τύχα. τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαί νᾶες, ἐν χέρσῳ τε λαιψηροὶ πόλεμοι
5κἀγοραὶ βουλαφόροι. αἵ γε μὲν ἀνδρῶν πόλλ’ ἄνω, τὰ δ’ αὖ κάτω
6aψεύδη μεταμώνια τάμνοισαι κυλίνδοντ’ ἐλπίδες·
7σύμβολον δ’ οὔ πώ τις ἐπιχθονίων πιστὸν ἀμφὶ πˈράξιος ἐσσομένας εὗρεν θεόθεν, τῶν δὲ μελλόντων τετύφˈλωνται φραδαί·
10πολλὰ δ’ ἀνθρώποις παρὰ γˈνώμαν ἔπεσεν, ἔμπαλιν μὲν τέρψιος, οἱ δ’ ἀνιαραῖς ἀντικύρσαντες ζάλαις
12aἐσλὸν βαθὺ πήματος ἐν μικˈρῷ πεδάμειψαν χρόνῳ.
13υἱὲ Φιλάνορος, ἤτοι καὶ τεά κεν
ἐνδομάχας ἅτ’ ἀλέκτωρ συγγόνῳ παρ’ ἑστίᾳ49
15ἀκˈλεὴς τιμὰ κατεφυλλορόησε(ν) ποδῶν, εἰ μὴ στάσις ἀντιάνειρα Κνωσίας ς’ ἄμερσε πάτˈρας. νῦν δ’ Ὀλυμπίᾳ στεφανωσάμενος καὶ δὶς ἐκ Πυθῶνος Ἰσθμοῖ τ’, Ἐργότελες, θερμὰ Νυμφᾶν λουτρὰ βαστάζεις ὁμι‐
19λ͜έω͜ν παρ’ οἰκείαις ἀρούραις.50
O
.

13

Αʹ Τρισολυμπιονίκαν ἐπαινέων οἶκον ἥμερον ἀστοῖς, ξένοισι δὲ θεράποντα, γˈνώσομαι τὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου
5πρόθυρον Ποτειδᾶνος, ἀγˈλαόκουρον· ἐν τᾷ γὰρ Εὐνομία ναίει κασι‐
6 γˈνήτα τε, βάθρον πολίων ἀσφαλές, Δίκα καὶ ὁμότˈροφος Εἰ‐51
7 ρήνα, τάμι’ ἀνδράσι πλούτου, χρύσεαι παῖδες εὐβούλου Θέμιτος· ἐθέλοντι δ’ ἀλέξειν
10Ὕβριν, Κόρου ματέρα θˈρασύμυθον. ἔχω καλά τε φράσαι, τόλμα τέ μοι εὐθεῖα γλῶσσαν ὀρνύει λέγειν. ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος, ὔμμιν δέ, παῖδες Ἀλάτα, πολλὰ μὲν
14νικαφόρον ἀγˈλαΐαν ὤπασαν
15ἄκραις ἀρεταῖς ὑπερελ‐
15 θόντων ἱεροῖς ἐν ἀέθˈλοις, πολλὰ δ’ ἐν καρδίαις ἀνδρῶν ἔβαλον Ὧραι πολυάνθεμοι ἀρ‐
17 χαῖα σοφίσμαθ’. ἅπαν δ’ εὑρόντος ἔργον. ταὶ Διωνύσου πόθεν ἐξέφανεν σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ;
20τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα, ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλ͜έα͜ δίδυμον ἐπέθηκ’; ἐν δὲ Μοῖς’ ἁδύπˈνοος, ἐν δ’ Ἄρης ἀνθεῖ νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν.
Βʹ ὕπατ’ εὐρὺ ἀνάσσων
25Ὀλυμπίας, ἀφθόνητος ἔπεσσιν γένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ, καὶ τόνδε λαὸν ἀβˈλαβῆ νέμων Ξενοφῶντος εὔθυνε δαίμονος οὖρον· δέξαι τέ οἱ στεφάνων ἐγκώμιον
29τεθˈμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας,
30πεντ͜αέ͜θλῳ̆ ἅμα σταδίου
30νικῶν δρόμον· ἀντεβόλησεν
τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον. δύο δ’ αὐτὸν ἔρεψαν πλόκοι σελίνων ἐν Ἰσθμιάδεσσιν φανέντα· Νέμεά τ’ οὐκ ἀντιξοεῖ·52
35πατˈρὸς δὲ Θεσσαλοῖ’ ἐπ’ Ἀλφεοῦ ῥεέθροισιν αἴγλα ποδῶν ἀνάκειται, Πυθοῖ τ’ ἔχει σταδίου τιμὰν διαύ‐
37 λου θ’ ἁλίῳ̆ ἀμφ’ ἑνί, μηνός τέ οἱ τωὐτοῦ κρανααῖς ἐν Ἀθά‐
38 ναισι τˈρία ἔργα ποδαρκής ἁμέρα θῆκε κάλλιστ’ ἀμφὶ κόμαις,
40Ἑλλώτια δ’ ἑπτάκις· ἐν
40 δ’ ἀμφιάλοισι Ποτειδᾶνος τεθμοῖσιν Πτοιοδώρῳ σὺν πατρὶ μακˈρότεραι Τερψίᾳ θ’ ἕψοντ’ Ἐριτίμῳ τ’ ἀοιδαί· ὅσσα τ’ ἐν Δελφοῖσιν ἀριστεύσατε, ἠδὲ χόρτοις ἐν λέοντος, δηρί̆ομαι πολέσιν
45περὶ πλήθει καλῶν· ὡς μὰν σαφές οὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθˈμόν.
Γʹ ἕπεται δ’ ἐν ἑκάστῳ μέτρον· νοῆσαι δὲ καιρὸς ἄριστος. ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλείς
O
.

13

(50)

μῆτίν τε γαρύων παλαιγόνων πόλεμόν τ’ ἐν ἡρωΐαις ἀρεταῖσιν οὐ ψεύσομ’ ἀμφὶ Κορίνθῳ, Σίσυφον
52 μὲν πυκˈνότατον παλάμαις ὡς θεόν, καὶ τὰν πατρὸς ἀντία Μή‐
53 δειαν θεμέναν γάμον αὐτᾷ, ναῒ σώτειραν Ἀργοῖ καὶ προπόλοις·
55τὰ δὲ καί ποτ’ ἐν ἀλκᾷ
πρὸ Δαρδάνου τειχέων ἐδόκησαν ἐπ’ ἀμφότερα μαχᾶν τάμνειν τέλος, τοὶ μὲν γένει φίλῳ σὺν Ἀτˈρέος Ἑλέναν κομίζοντες, οἱ δ’ ἀπὸ πάμπαν53
60εἴργοντες· ἐκ Λυκίας δὲ Γˈλαῦκον ἐλ‐
60 θόντα τˈρόμεον Δαναοί. τοῖσι μέν ἐξεύχετ’ ἐν ἄστεϊ Πει‐
61 ράνας σφετέρου πατρὸς ἀρχάν καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον· ὃς τᾶς ὀφιώδεος υἱ‐
63 όν ποτε Γοργόνος ἦ πόλλ’ ἀμφὶ κρουνοῖς Πάγασον ζεῦξαι ποθέων ἔπαθεν,
65πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινόν Παλλὰς ἤνεγκ’, ἐξ ὀνείρου δ’ αὐτίκα ἦν ὕπαρ, φώνασε δ’· ‘Εὕδεις Αἰολίδα βασιλεῦ; ἄγε φίλτρον τόδ’ ἵππειον δέκευ, καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργ͜άε͜ντα πατρὶ δεῖξον.‘
70Δʹ κυάναιγις ἐν ὄρφνᾳ κνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν ἔδοξεν· ἀνὰ δ’ ἔπαλτ’ ὀρθῷ ποδί. παρκείμενον δὲ συλλαβὼν τέρας, ἐπιχώριον μάντιν ἄσμενος εὗρεν,
75δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευ‐
75 τὰν πράγματος, ὥς τ’ ἀνὰ βωμῷ θεᾶς κοιτάξατο νύκτ’ ἀπὸ κεί‐
76 νου χρήσιος, ὥς τέ οἱ αὐτά Ζηνὸς ἐγχεικεραύνου παῖς ἔπορεν δαμασίφˈρονα χρυσόν. ἐνυπˈνίῳ δ’ ᾇ τάχιστα πιθέσθαι
80κελήσατό νιν, ὅταν δ’ εὐρυσθενεῖ
καρταίποδ’ ἀναρύῃ Γαιαόχῳ, θέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ. τελεῖ δὲ θ͜εῶ͜ν δύναμις καὶ τὰν παρ’ ὅρ‐54
83 κον καὶ παρὰ ἐλπίδα κούφαν κτίσιν. ἤτοι καὶ ὁ καρτερὸς ὁρ‐
84μαίνων ἕλε Βελλεροφόντας,
85φάρμακον πραῢ τείνων ἀμφὶ γένυι, ἵππον πτερόεντ’· ἀναβαὶς δ’
86 εὐθὺς ἐνόπˈλια χαλκωθεὶς ἔπαιζεν. σὺν δὲ κείνῳ καί ποτ’ Ἀμαζονίδων αἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμου τοξόταν βάλλων γυναικεῖον στρατόν
90καὶ Χίμαιραν πῦρ πνέοισαν καὶ Σολύμους ἔπεφνεν. διασωπάσομαί οἱ μόρον ἐγώ· τὸν δ’ ἐν Οὐλύμπῳ φάτναι Ζηνὸς ἀρχαῖαι δέκονται.
Εʹ ἐμὲ δ’ εὐθὺν ἀκόντων ἱέντα ῥόμβον παρὰ σκοπὸν οὐ χρή
95τὰ πολλὰ βέλεα καρτύνειν χεροῖν. Μοίσαις γὰρ ἀγˈλαοθˈρόνοις ἑκών Ὀλιγαιθίδαισίν τ’ ἔβαν ἐπίκουρος. Ἰσθμοῖ τά τ’ ἐν Νεμέᾳ παύρῳ ἔπει
98 θήσω φανέρ’ ἀθˈρό’, ἀλαθής τέ μοι ἔξορκος ἐπέσσεται ἑξηκοντάκι δὴ͜ ͜ἀμφοτέρωθεν
O
.

13

(100)

ἁδύγλωσσος βοὰ κάρυκος ἐ͡σλ͡οῦ. τὰ δ’ Ὀλυμπίᾰͅ αὐτῶν ἔοικεν ἤδη πάροιθε λελέχθαι· τά τ’ ἐσσόμενα τότ’ ἂν φαίην σαφές. νῦν δ’ ἔλπομαι μέν, ἐν θεῷ γε μάν
105τέλος· εἰ δὲ δαίμων γενέθˈλιος ἕρποι, Δὶ τοῦτ’ Ἐνυαλίῳ τ’ ἐκδώσομεν
106 πράσσειν. τὰ δ’ ὑπ’ ὀφˈρύϊ Παρνασσίᾳ ἕξ· Ἄργεΐ θ’ ὅσσα καὶ ἐν55
107 Θήβαις· ὅσα τ’ Ἀρκάσιν †ἀνάσσων μαρτυρήσει Λυκαίου βωμὸς ἄναξ· Πέλλανά τε καὶ Σικυὼν
109καὶ Μέγαρ’ Αἰακιδᾶν τ’ εὐερκὲς ἄλσος
110ἅ τ’ Ἐλευσὶς καὶ λιπαρὰ Μαραθών ταί θ’ ὑπ’ Αἴτνας ὑψιλόφου καλλίπλουτοι πόλιες ἅ τ’ Εὔβοια· καὶ πᾶσαν κάτα Ἑλλάδ’ εὑρήσεις ἐρευνῶν μάσσον’ ἢ ὡς ἰδέμεν. ἄγε κούφοισιν ἔκˈνευσον ποσίν·
115Ζεῦ τέλει’, αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν.56
O
.

14

Αʹ Καφισίων ὑδάτων λαχοῖσαι αἵτε ναίετε καλλίπωλον ἕδˈραν, ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι Χάριτες Ἐρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι,
5κλῦτ’, ἐπεὶ εὔχομαι· σὺν γὰρ ὑμῖν τά 〈τε〉 τερπνὰ καί τὰ γˈλυκέ’ ἄνεται πάντα βροτοῖς, εἰ σοφός, εἰ καλός, εἴ τις ἀγˈλαὸς ἀνήρ. οὐδὲ γὰρ θ͜εο͜ὶ σεμνᾶν Χαρίτων ἄτερ κοιρανέοντι χοροὺς
9οὔτε δαῖτας· ἀλλὰ πάντων ταμίαι
10ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι πάρα Πύθιον Ἀπόλλωνα θˈρόνους, αἰέναον σέβοντι πατˈρὸς Ὀλυμπίοιο τιμάν.
Βʹ 〈ὦ〉 πότˈνι’ Ἀγˈλαΐα φιλησίμολπέ τ’ Εὐφροσύνα, θεῶν κρατίστου
15παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τε ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπ’ εὐμενεῖ τύχᾳ κοῦφα βιβῶντα· Λυδῷ γὰρ Ἀσώπιχον ἐν τρόπῳ ἐν μελέταις τ’ ἀείδων ἔμολον, οὕνεκ’ Ὀλυμπιόνικος ἁ Μινύεια
20σεῦ ἕκατι. μελαντειχέα νῦν δόμον Φερσεφόνας ἔλθ’, Ἀ‐
21 χοῖ, πατρὶ κˈλυτὰν φέροις’ ἀγγελίαν, Κλ͜εό͜δαμον ὄφˈρ’ ἰδοῖς’, υἱὸν εἴπῃς ὅτι οἱ νέαν κόλποις παρ’ εὐδόξοις Πίσας
ἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν.58