TLG 0030 003 :: HYPERIDES :: Pro Euxenippo

HYPERIDES Orat.
(Atheniensis: 4 B.C.)

Pro Euxenippo

Source: Jensen, C. (ed.), Hyperidis orationes sex. Leipzig: Teubner, 1917 (repr. Stuttgart, 1963): 38–56.

Citation: Fragment — column — (line)

Eux
.

Ar

t

ΥΠΕΡ ΕΥΞΕΝΙΠΠΟΥ ΕΙΣΑΓΓΕΛΙΑΣ ΑΠΟΛΟΓΙΑ ΠΡΟΣ ΠΟΛΥΕΥΚΤΟΝ.
Eux
.

Ar

18

Ἀλλ’ ἔγωγε ὦ ἄνδρες δικασταί, ὅπερ καὶ πρὸς τοὺς παρακαθη‐ μένους ἀρτίως ἔλε‐
5γον, θαυμάζω, εἰ μὴ προσίστανται ἤδη ὑμῖν αἱ τοιαῦται εἰσ‐ αγγελίαι. τὸ μὲν γὰρ πρότερον εἰσηγγέλ‐
10λοντο παρ’ ὑμῖν Τιμό‐ μαχος καὶ Λεωσθέ‐ νης καὶ Καλλίστρα‐ τος καὶ Φίλων ὁ ἐξ Ἀ‐ ναίων καὶ Θεότιμος
15ὁ Σηστὸν ἀπολέσας καὶ ἕτεροι τοιοῦτοι· καὶ οἱ μὲν αὐτῶν
ναῦς αἰτίαν ἔχον‐ τες προδοῦναι, οἱ δὲColumn end
20πόλεις Ἀθηναίων, ὁ δὲ ῥήτωρ ὢν λέγειν μὴ τὰ ἄριστα τῶι δή‐ μωι· καὶ οὔτε τούτων πέντε ὄντων οὐ‐
25δεὶς ὑπέμεινε τὸν ἀγῶνα, ἀλλ’ αὐτοὶ ᾤχον‐ το φεύγοντες ἐκ τῆς πόλεως, οὔτ’ ἄλ‐
Eux
.

Ar

19

λοι πολλοὶ τῶν εἰσ‐ αγγελλομένων, ἀλλ’ ἦν σπάνιον ἰδεῖν ἀπ’ εἰσαγγελίας τινὰ
5κρινόμενον ὑπα‐
5κούσαντα εἰς τὸ δι‐ καστήριον· οὕτως
ὑπὲρ μεγάλων ἀδι‐ κημάτων καὶ περι‐ φανῶν αἱ εἰσαγγε‐38
10λίαι τότε ἦσαν. νυνὶ δὲ τὸ γιγνόμενον ἐν τῆι πόλει πάνυ καταγέλαστόν ἐστιν. Διογνίδης μὲν καὶ
15Ἀντίδωρος ὁ μέτοι‐ κος εἰσαγγέλλονται ὡς πλέονος μισθοῦν‐ τες τὰς αὐλητρίδας ἢ ὁ νόμος κελεύει,
20Ἀγασικλῆς δ’ ὁ ἐκ Πει‐ ραιέως, ὅτι εἰς Ἁλι‐ μουσίους ἐνεγρά‐ φ̣η], Εὐξένιππος δ̣’ [ὑπ]ὲρ τῶν ἐνυπνί‐
25ων] ὧν φησιν ἑω‐ ρ̣ακέ]ναι· ὧν οὐδε‐ μ̣[ία̣] δήπου τῶν αἰ‐ τι[ῶ̣]ν̣ τούτων οὐδὲν
Eux
.

Ar

20

κοινωνεῖ τῷ εἰσ‐ αγγελτικῶι νόμωι.
Καίτοι ὦ ἄνδρες δικα‐ σταὶ ἐπὶ τῶν δημοσί‐Column end
5ων ἀγώνων οὐ χρὴ τοὺς δικαστὰς πρότε‐ ρον τὰ καθ’ ἕκαστα τῆς κατηγορίας ὑπο‐ μένειν ἀκούειν,
10πρὶν 〈ἂν〉 αὐτὸ τὸ κεφά‐ λαιον τοῦ ἀγῶνος καὶ τὴν ἀντιγραφὴν ἐξετάσωσιν εἰ ἔστιν ἐκ τῶν νόμων ἢ
15μή· οὐ μὰ Δία οὐχ ὥσ‐ περ ἐν τῇ κατηγορίᾳ Πολύευκτος ἔλεγεν, οὐ̣ φάσκων δεῖν τοὺς ἀπολογουμένους
20ἰσχυρίζεσθαι τῷ εἰσ‐ αγγελτικῷ νόμωι, ὃς κελεύει κατὰ τῶν ῥητόρων αὐτῶν τὰς εἰσαγγελίας ε[ἶ‐
25ναι περὶ τοῦ λέγει[ν μὴ οὐ τὰ ἄριστα τῶι
δήμωι, οὐ κατὰ πάν‐39
Eux
.

Ar

21

των Ἀθηναίων. ἐγὼ δὲ οὔτε πρότε‐ ρον οὐδενὸς ἂν μνη‐ σθείην ἢ τούτου,
5οὔτε πλείους οἶμαι δεῖν λόγους ποιεῖ‐ σθαι περὶ ἄλλου τινός, ἢ ὅπως ἐν δημοκρα‐ τίαι κύριοι οἱ νόμοι
10ἔσονται, καὶ αἱ εἰσαγ‐ γελίαι καὶ αἱ ἄλλαι κρί‐ σεις κατὰ τοὺς νό‐ μους εἰσίσασιν εἰς τὸ δικαστήριον· διὰ
15τοῦτο γὰρ ὑμεῖς ὑπὲρ ἁπάντων τῶν ἀδι‐ κημάτων, ὅσα ἔστιν ἐν τῇ πόλει, νόμους ἔθεσθε χωρὶς περὶ
20ἑκάστου αὐτῶν. ἀσεβεῖ τις περὶ τὰ ἱερά· γραφαὶ ἀσεβείας πρὸς τὸν βασιλέα.
φαῦλός ἐστι πρὸςColumn end
25τοὺς ἑαυτοῦ γονεῖς· ὁ ἄρχων ἐπὶ τούτου κάθητ̣α̣ι. παράνο‐ μά τις ἐν τῇ πόλει
Eux
.

Ar

22

γράφει· θεσμοθε‐ τῶν συνέδριον ἔστι. ἀπαγωγῆς ἄξια ποι‐ εῖ· ἀρχὴ τῶν ἕνδεκα
5καθέστηκε. τὸν αὐ‐ τὸν δὲ τρόπον καὶ ἐ‐ πὶ τῶν ἄλλων ἀδικη‐ μάτων ἁπάντων καὶ νόμους καὶ ἀρ‐
10χὰς καὶ δικαστήρια τὰ προσήκοντα ἑκά‐ στοις αὐτῶν ἀπέδο‐ τε. ὑπὲρ τίνων οὖν οἴεσθε δεῖν τὰς εἰ‐
15σαγγελίας γίγνεσθαι; τοῦτ’ ἤδη καθ’ ἕκαστον ἐν τῶι νόμωι ἐγρά‐ ψατε, ἵνα μὴ ἀγνοῇ μηδείς. ἐάν τις, φησὶ,
20τὸν δῆμον τὸν Ἀθη‐ ναίων καταλύῃ· εἰ‐ κότως ὦ ἄνδρες δικα‐ σταί· ἡ γὰρ τοιαύτη αἰ‐ τία οὐ παραδέχεται40
25σκῆψι[ν ο]ὐδεμίαν οὐδενὸς οὐδ’ ὑπω‐ μοσίαν, ἀλλὰ τὴν ταχίστην αὐτὴν δεῖ
Eux
.

Ar

23

εἶναι ἐν τῶι δικα‐ στηρίωι· ἢ συνίηι ποι ἐπὶ καταλύσει τοῦ δήμου ἢ ἑταιρι‐
5κὸν συναγάγῃ, ἢ ἐάν τις πόλιν τινὰ προ‐ δῶι ἢ ναῦς ἢ πεζὴν ἢ ναυτικὴν στρατι‐ άν, ἢ ῥήτωρ ὢν μὴ
10λέγηι τὰ ἄριστα τῶι δήμωι τῶι Ἀθηναί‐ ων χρήματα λαμβά‐ νων· τὰ μὲν ἄνω τοῦ νόμου κατὰ πάν‐
15των τῶν πολιτῶν γράψαντες (ἐκ πάντων γὰρ καὶ τἀδικήματα ταῦτα γένοιτ’ ἄν), τὸ δὲ τελευταῖον τοῦColumn end
20νόμου κατ’ αὐτῶν τῶν ῥη‐ τόρων, παρ’ οἷς ἔστιν καὶ τὸ γράφειν τὰ ψη‐ φίσματα. ἐμαίνε‐ σθε γὰρ ἄν, εἰ ἄλλον τι‐
25νὰ τρόπον τὸν νό‐ μον τοῦτον ἔθε‐ σθε ἢ οὕτως, εἰ τὰς μὲν τι̣μὰς καὶ τὰς
Eux
.

Ar

24

ὠφελίας ἐκ τοῦ λέ‐ γειν οἱ ῥήτορες καρ‐ ποῦνται, τοὺς δὲ κιν‐ δύνους ὑπὲρ αὐτῶν
5τοῖς ἰδιώταις ἀνεθή‐ κατε. ἀλλ’ ὅμως Πολύ‐ ευκτος οὕτως ἐστὶν ἀνδρεῖος, ὥστε εἰσ‐ αγγελίαν διώκων
10οὐκ ἔφη δεῖν τοὺς φεύγοντας τῶι εἰσ‐ αγγελτικῶι νόμωι χρῆσθαι. καὶ οἱ μὲν ἄλλοι πάντες κατή‐41
15γοροι, ὅταν οἴωνται δεῖν ἐν τῶι προτέρωι λόγωι ὑφελεῖν τῶν φευγόντων τὰς ἀπο‐ λογίας, τοῦτο παρα‐
20κελεύονται τοῖς δι‐ κασταῖς, μὴ ἐθέλειν ἀκούειν τῶν ἀπολο‐ γουμένων, ἐάν τι‐ νες ἔξω τοῦ νόμου
25λέγωσιν, ἀλλ’ ἀπαν‐ τᾶν πρὸς τὰ λεγόμε‐ να καὶ κελεύειν τὸν νόμον ἀναγιγνώ‐ σκειν· σὺ δὲ τοὐναν‐
Eux
.

Ar

25

τίον τὴν εἰς τοὺς νό‐ μους καταφυγὴν ἐκ τῆς ἀπολογίας οἴει δεῖν ἀφελέσθαι Εὐξε‐
5νίππ[ο]υ. Καὶ πρὸς τού‐
τοις οὐδὲ βοηθεῖν οὐ‐ δένα φὴς δεῖν αὐτῷ οὐδὲ συναγορεύειν, ἀλλὰ παρακελεύῃ τοῖςColumn end
10δικασταῖς μὴ θέλειν ἀκούε̣ιν τῶν ἀναβαι‐ νόντων. καίτοι τί τού〈του〉 τῶν ἐν τῇ πόλει βέλτιον ἢ δ[η̣μ̣ο̣‐
15τικώτερόν ἐστι, πολ‐ λῶν καὶ ἄλλων κα‐ λῶν ὄντων, ἢ ὁπό‐ ταν τις ἰδιώτης εἰς ἀ‐ γῶνα καὶ κίνδυνον
20καταστὰς μὴ δύ‐ νηται ὑπὲρ ἑαυτοῦ ἀπολογεῖσθαι, τούτωι τὸν βουλόμενον τῶν πολιτῶν ἐξεῖ‐
25ναι ἀναβάντα βο‐ ηθῆσαι καὶ τοὺς δικα‐ στὰς ὑπὲρ τοῦ πράγμα‐ τος τὰ δίκαια διδάξαι;
Eux
.

Ar

26

ἀλλὰ νὴ Δία αὐτὸς τοι‐ ούτωι πράγματι οὐ
κέχρησαι. ἀλλ’ ὅτ’ ἔφευ‐ γες τὸν ἀγῶνα ὑπ’ Ἀλε‐42
5ξάνδρου τοῦ ἐξ Οἴου, δέ‐
5κα μὲν συν‐ ηγόρους ἐκ τῆς Αἰγη‐ ίδος φυλῆς ᾐτήσω, ὧν καὶ ἐγὼ ε[ἷ]ς ἦν αἱ‐ ρεθεὶς ὑπὸ σοῦ, ἐκ δὲ
10τῶν ἄλλων [Ἀ̣]θηναί‐ ων ἐκάλεις ἐπὶ τὸ δικαστήριον τοὺς βο‐ ηθήσοντάς σοι. καὶ τὰ μὲν ἄλλα τί δεῖ λέ‐
15γειν; αὐτῶι δὲ τούτωι τῶι ἀγῶνι πῶς κέ‐ χρησαι; οὐ κατηγόρη‐ σας ὁπόσα ἐβούλου; οὐ Λυκοῦργον ἐκάλεις
20συγκατηγορήσον‐ τα, οὔτε τῶι λέγειν οὐδενὸς τῶν ἐν τῇ πόλει καταδεέστερον
ὄντα, παρὰ τούτοις τεColumn end
25μέτριον καὶ ἐπιει‐ κῆ δοκοῦντα εἶναι; εἶτα σοὶ μὲν ἔξεστι καὶ φε[ύ̣]γοντι τοὺς βοηθήσοντας κα‐
Eux
.

Ar

27

λε[ῖ̣]ν καὶ διώκοντι το[ὺ̣ς̣] συγκατηγόρους ἀναβιβάσασθαι, ὃς οὐ μόνον ὑπὲρ σεαυτοῦ
5δύνασαι εἰπεῖν, ἀλ‐ λὰ καὶ ὅλῃ πόλει πρά‐ γματα παρέχειν ἱκα‐ νὸς εἶ, Εὐξενίππῳ δ’ ὅτι ἰδιώτης ἐστὶ καὶ
10πρεσβύτερος οὐδὲ τοὺς φίλους καὶ τοὺς οἰκεί‐ ους ἐξέσται βοηθεῖν, εἰ δὲ μή, διαβληθήσον‐ ται ὑπὸ σοῦ; νὴ Δία·
15τὰ γὰρ πεπραγμένα αὐτῶι δεινά ἐστι καὶ
ἄξια θανάτου, ὡς σὺ λέγεις ἐν τῆι κατη‐ γορίᾳ. σκέψασθε δὴ ὦ43
20ἄνδ[ρ̣]ες δικασταὶ κα‐ θ’ ἓν ἕκαστον αὐτῶν ἐξετάζοντες. ὁ δῆ‐ μος προσέταξεν Εὐξενίππωι τρίτωι
25αὐτῶι ἐγκατακλιθῆ‐ ναι εἰς τὸ ἱερόν, οὗτος δὲ κοιμηθεὶς ἐνύ‐ πνιόν φησιν ἰδεῖν,
Eux
.

Ar

28

ὃ τῶι δήμωι ἀπαγ‐ γεῖλαι. τοῦτ’ εἰ μὲν ὑ‐ πελάμβανες ἀληθὲς εἶναι, καὶ ὃ εἶδεν ἐν
5τῶι ὕπνωι τοῦτ’ αὐτὸν ἀπαγγεῖλαι πρὸς τὸν δῆμον, τί καὶ ἀδικεῖ, ἃ ὁ θεὸς αὐτῶι προσέ‐ ταττε ταῦτ’ ἐξαγγείλας
10πρὸς Ἀθηναίους; εἰ δέ, ὥσπερ νυνὶ λέγεις, ἡγοῦ αὐτὸν καταψεύ‐ σασθαι τοῦ θεοῦ καὶ
χαριζόμενόν τισι μὴColumn end
15τἀληθῆ ἀπηγγελκέ‐ ναι τῶι δήμωι, οὐ ψή‐ φισμα ἐχρῆν σε πρὸς τὸ ἐνύπνιον γράφειν, ἀλλ’ ὅπερ ὁ πρότερος
20ἐμοῦ λέγων εἶπεν, εἰς Δελφοὺς πέμψαν‐ τα πυθέσθαι παρὰ τοῦ θεοῦ τὴν ἀλήθειαν. σὺ δὲ τοῦτο μὲν οὐ‐
25κ ἐποίησας, ψήφισμα δὲ αὐτοτελὲς ἔγραψας κατὰ δυοῖν φυλαῖν οὐ μόνον ἀδικώτατον,
Eux
.

Ar

29

ἀλλὰ καὶ ἐναντίον αὐτὸ ἑαυτῶι· δι’ ὅπερ ἥλως παρανόμων, οὐ δι’ Εὐξένιππον.
5Ἐξετάσωμεν δὲ περὶ αὐτοῦ τουτονὶ τὸν τρό‐ πον. αἱ φυλαὶ σύνδυο γενόμεναι τὰ ὄρη τὰ ἐν Ὠρωπῶι διεί‐
10λοντο, τοῦ δήμου
αὐταῖς δόντος. τοῦτο τὸ ὄρος ἔλαχεν Ἀκαμαν‐ τὶς καὶ Ἱπποθοωντίς. ταύτας τὰς φυλὰς ἔγρα‐44
15ψας ἀποδοῦναι τὸ ὄρος τῶι Ἀμφιαράωι καὶ τὴν τιμὴν ὧν ἀπέδον‐ το, ὡς πρότερον τοὺς ὁριστὰς τοὺς πεντή‐
20κοντα ἐξελόντας αὐ‐ τὸ τῶι θεῶι καὶ ἀφο‐ ρίσαντας, καὶ οὐ προσ‐ ηκόντως τὰς δύο φυ‐ λὰς ἐχούσας τὸ ὄρος.
25μικρὸν δὲ διαλιπὼν ἐν ταὐτῷ ψηφίσματι γράφεις τὰς ὀκτὼ φυλὰς πορίσαι το̣〈ῖ〉ν
Eux
.

Ar

30

δυοῖν φυλαῖν τὰ διά‐ φορα καὶ ἀποδοῦναι, ὅπως ἂν μὴ ἐλαττῶν‐ ται. καίτοι εἰ μὲν ἴδι‐
5ον 〈ὂν〉 τῶν φυλῶν ἀφῃ‐ ροῦ τὸ ὄρος, πῶς οὐκ ὀρ‐ γῆς ἄξιος 〈εἶ〉; εἰ δὲ μὴ
προσηκόντως εἶχον αὐτό, ἀλλὰ τοῦ θεοῦ ὄν,Column end
10διὰ τί τὰς ἄλλας φυλὰς ἔγ[ρ̣]αφες αὐταῖς προσ‐ αποδιδόναι ἀργύριον; ἀγαπητὸν γὰρ ἦν αὐ‐ ταῖς, εἰ τὰ τοῦ θεοῦ ἀπο‐
15δώσουσιν καὶ μὴ προσαποτείσουσι ἀργύ‐ ριον. Ταῦτ’ ἐν τῶι δικα‐ στηρίωι ἐξεταζόμε‐ να οὐκ ὀρθῶς ἐδόκει
20γεγράφθαι, ἀλλὰ κατε‐ ψηφίσαντό σου οἱ δι‐ κασταί. εἶτ’ εἰ μὲν ἀπέ‐ φυγες τὴν γραφήν, οὐκ ἂν κατεψεύσατο
25οὗτος τοῦ θεοῦ, ἐπει‐ δὴ δὲ συνέβη σοι ἁλῶ‐ ναι, Εὐξένιππον δεῖ ἀπολωλέναι; καὶ σοὶ
Eux
.

Ar

31

μὲν τῶι τοιοῦτο ψή‐ φισμα γράψαντι πέν‐ τε καὶ εἴκοσι δραχμῶν ἐτιμήθη, τὸν δὲ
5κατακλιθέντα εἰς τὸ ἱερὸν τοῦ δήμου κε‐ λεύσαντος μηδ’ ἐν τῆι Ἀττικῇ δεῖ τεθάφθαι; Ναί· δεινὰ γὰρ ἐποίη‐45
10σεν περὶ τὴν φιάλην, ἐάσας Ὀλυμπιάδα ἀ‐ ναθεῖναι εἰς τὸ ἄγαλ‐ μα τῆς Ὑγιείας. τοῦτο γὰρ ὑπολαμβάνεις,
15ἐφόδιον ἑαυτῷ εἰς τὸν ἀγῶνα τὸ ἐκεί‐ νης ὄνομα παραφέ‐ ρων καὶ κολακεί‐ αν ψευδῆ κατηγορῶν
20Εὐξενίππου, μῖσος καὶ ὀργὴν αὐτῷ συλ‐ λέξειν παρὰ τῶν δικαστῶν. δεῖ δὲ ὦ βέλτιστε μὴ ἐπὶ τῷ
25Ὀλυμπιάδος ὀνό‐
ματι καὶ τῷ Ἀλεξάν‐ δρου τῶν πολιτῶνColumn end
Eux
.

Ar

32

τινα ζητεῖν κακόν τι ἐργάσασθαι, ἀλλ’ ὅ‐ ταν ἐκεῖνοι πρὸς τὸν δῆμον τὸν Ἀθηναί‐
5ων ἐπιστέλλωσι μὴ τὰ δίκαια μηδὲ τὰ προσ‐ ήκοντα, τότε ἀναστάν‐ τα ὑπὲρ τῆς πόλεως ἀντιλέγειν καὶ πρὸς
10τοὺς ἥκοντας παρ’ αὐ‐ τῶν δικαιολογεῖσθαι καὶ εἰς τὸ κοινὸν τῶν Ἑλλήνων συνέδρι‐ ον πορεύεσθαι βοη‐
15θήσοντα τῆι πατρίδι. σὺ δ’ ἐκεῖ μὲν οὐδε‐ πώποτε ἀνέστης οὐδὲ λόγον περὶ αὐ‐ τῶν ἐποιήσω, ἐνθά‐
20δε δὲ μισεῖς Ὀλυμ‐ πιάδα ἐπὶ τῶι ἀπο‐ λέσαι Εὐξένιππον, καὶ φὴς κόλακα αὐτὸν εἶναι ἐκείνης καὶ46
25Μακεδόνων· ὃν ἐ‐ ὰν δείξῃς ἀφιγμέ‐ νον πώποτε εἰς Μα‐
Eux
.

Ar

33

κεδονίαν, ἢ ἐκεί‐ νων τινὰ ὑποδεξά‐ μενον εἰς τὴν αὑ‐ τοῦ οἰκίαν, ἢ χρώμε‐
5νον τῶν ἐκεῖθέν τινι ἢ ἐντυγχάνοντα, ἢ λόγους καὶ οὑστι‐ νασοῦν ἢ ἐπ’ ἐργα‐ στηρίου ἢ ἐν τῇ ἀγο‐
10ρᾶι ἢ ἄλλοθί που περὶ τούτων τῶν πραγμά‐ των εἰρηκότα, καὶ μὴ κοσμίως καὶ με‐ τρίως τὰ αὑτοῦ πράτ‐
15τοντα ὥσπερ εἴ τις καὶ ἄλλος τῶν πολι‐ τῶν, χρησάσθωσαν αὐτῷ οἱ δικασταὶ ὅ τι βούλονται. εἰ γὰρ ταῦ‐
20τα ἦν ἀληθῆ ἃ κατη‐ γορεῖς, οὐκ ἂν σὺ μόνος ᾔδεις, ἀλλὰ καὶ οἱ ἄλ‐ λοι πάντες οἱ ἐν τῆι πόλει, ὥσπερ καὶ περὶColumn end
25τῶν ἄλλων, ὅσοι τι ὑπὲρ ἐκείνων ἢ λέ‐ γουσιν ἢ πράττουσιν,
Eux
.

Ar

34

οὐ μόνον αὐτοί, ἀλ‐ λὰ καὶ οἱ ἄλλοι Ἀθη‐ ναῖοι ἴσασι καὶ τὰ παι‐ δία τὰ ἐκ τῶν διδα‐
5σκαλείων καὶ τῶν ῥη‐ τόρων τοὺς παρ’ ἐκεί‐ νων μισθαρνοῦν‐ τας καὶ τῶν ἄλλων τοὺς ξενίζοντας
10τοὺς ἐκεῖθεν ἥκον‐ τας καὶ ὑποδεχομέ‐ νους καὶ εἰς τὰς ὁδοὺς ὑπαντῶντας ὅταν προσίωσι· καὶ οὐδα‐
15μοῦ ὄψει οὐδὲ παρ’ ἑ‐ νὶ τούτων Εὐξένιπ‐ πον καταριθμούμε‐ νον· σὺ δ’ ἐκείνων μὲν οὐδένα κρίνεις
20οὐδ’ εἰς ἀγῶνα καθί‐ στης, οὓς πάντες ἴσα‐ σι ταῦτα πράττοντας, κατ’ Εὐξενίππου δὲ κολακείαν [κ̣]α̣τηγο‐47
25ρεῖς, οὗ ὁ βίος τὴν αἰτί‐ αν οὐ παραδέχεται.
Eux
.

Ar

35

καίτοι, εἰ νοῦν εἶχες, περί γε τῆς φιάλης τῆς ἀνατεθείσης οὔτ’ ἂν Εὐξένιππον
5ᾐτιῶ, οὔτ’ ἂν ἄλλον λόγον οὐδένα ἐνταῦ‐ θα ἐποιήσω· οὐ γὰρ ἁρμόττει. διὰ τί; καί μου τὸν λόγον ὦ ἄν‐
10δρες δικασταὶ ἀκούσα‐ τε, ὃν μέλλω λέγειν ὑμῖν. Ὀλυμπιὰς ἐγ‐ κλήματα πεποίηται περὶ τὰ ἐν Δωδώνῃ
15οὐ δίκαια, ὡς ἐγὼ δὶς ἤδη ἐν τῶι δήμωι ἐναντίον ὑμῶν καὶ τῶν ἄλλων Ἀθη‐ ναίων πρὸς τοὺς ἥ‐Column end
20κοντας παρ’ αὐτῆς ἐ‐ ξήλεγξα οὐ προσήκον‐ τα αὐτὴν ἐγκλήμα‐ τα τῇ πόλει ἐγκαλοῦ‐ σαν. ὑμῖν γὰρ ὁ Ζεὺς
25ὁ Δωδωναῖος προσ‐ έταξεν ἐν τῆι μαν‐ τείαι τὸ ἄγαλμα τῆς Διώνης ἐπικοσ‐
Eux
.

Ar

36

μῆσαι· καὶ ὑμεῖς πρό‐ σωπόν τε ποιησά‐ μενοι ὡς οἷόν τε κάλλιστον καὶ τἆλλα
5πάντα τὰ ἀκόλουθα, καὶ κόσμον πολὺν καὶ πολυτελῆ τῆι θε‐
ῶι παρασκευάσαν‐ τες, καὶ θεωρίαν καὶ48
10θυσίαν πολλῶν χρη‐ μάτων ἀποστείλαν‐ τες, ἐπεκοσμήσατε τὸ ἕδος τῆς Διώνης ἀξίως καὶ ὑμῶν αὐ‐
15τῶν καὶ τῆς θεοῦ. ὑ‐ πὲρ τούτων ὑμῖν τὰ ἐγκλήματα ἦλθε παρ’ Ὀλυμπιάδος ἐν ταῖς ἐπιστολαῖς, ὡς
20ἡ χώρα εἴη ἡ Μολοτ‐ τία αὑτῆς, ἐν ᾗ τὸ ἱερόν ἐστιν· οὔκουν προσ‐ ήκε〈ι〉ν ἡμᾶς τῶν ἐ‐ κεῖ οὐδὲ ἓν κινεῖν.
25ἐὰν μὲν τοίνυν τὰ περὶ τὴν φιάλην γεγο‐ νότα ἐν ἀδικήματι ψηφίσησθε εἶναι,
Eux
.

Ar

37

τρόπον τινὰ καὶ ἡ‐ μῶν αὐτῶν καταγιγ‐
νώσκομεν ὡς τὰ ἐ‐ κεῖ οὐκ ὀρθῶς ἐπρά‐Column end
5ξαμεν· ἐὰν δ’ ἐπὶ τοῦ γεγενημένου ἐῶμεν, τὰς τραγῳδί‐ ας αὐτῆς καὶ τὰς κατη‐ γορίας ἀφῃρηκότες
10ἐσόμεθα. οὐ γὰρ δή‐ που Ὀλυμπιάδι μὲν τὰ Ἀθήνησιν ἱερὰ ἐ‐ πικοσμεῖν ἔξεστιν, ἡμῖν δὲ τὰ ἐν Δωδώ‐
15νῃ οὐκ ἐξέσται, καὶ ταῦτα τοῦ θεοῦ προσ‐ τάξαντος. Ἀλλ’ οὐκ ἔ‐ στιν ὦ Πολύευκτε, ὡς ἐμοὶ δοκεῖς, ὅθεν
20κατηγορίαν οὐκ ἂν ποιήσαιο. καίτοι σε ἐχρῆν, ἐπείπερ προ‐ ῄρησαι πολιτεύε‐ σθαι, καὶ νὴ Δία καὶ δύ‐
25νασαι, μὴ τοὺς ἰδιώ‐
τας κρίνειν μηδ’ εἰς τούτους νεανιεύε‐ σθαι, ἀλλὰ τῶν ῥητό‐49
Eux
.

Ar

38

ρων ἐάν τις ἀδικῆι, τοῦτον κρίνειν, στρα‐ τηγὸς ἐάν τις μὴ τὰ δίκαια πράττηι, τοῦ‐
5τον εἰσαγγέλλειν· παρὰ γὰρ τούτοις ἐστὶ καὶ τὸ δύνασθαι βλά‐ πτειν τὴν πόλιν, ὅ‐ σοι ἂν αὐτῶν προαι‐
10ρῶνται, οὐ παρ’ Εὐξε‐ νίππωι οὐδὲ τῶν δι‐ καστῶν τούτων οὐ‐ δενί. καὶ οὐ σὲ μὲν οὕ‐ τως οἴομαι δεῖν πράτ‐
15τειν, αὐτὸς δὲ ἄλλον τινὰ τρόπον τῇ πο‐ λιτείᾳ κέχρημαι, ἀλ‐ λ’ οὐδ’ αὐτὸς ἰδιώτην οὐδένα πώποτε
20ἐν τῶι βίωι ἔκρινα, ἤδη δέ τισι καθ’ ὅσον
ἐδυνάμην ἐβοήθη‐ σα. τίνας οὖν κέκρι‐ κα καὶ εἰς ἀγῶνα κα‐Column end
25θέστακα; Ἀριστοφῶν‐ τα τὸν Ἁζηνιέα, ὃς ἰσχυρότατος ἐν τῆι πολιτείᾳ γεγένηται·
Eux
.

Ar

39

(καὶ οὗτος ἐν τούτωι τῶι δικαστηρίωι πα‐ ρὰ δύο ψήφους ἀπέ‐ φυγε·) Διοπείθη τὸν
5Σφήττιον, ὃς δεινό‐ τατος 〈ἐ〉δόκει εἶναι τῶν ἐν τῆι πόλει· Φιλο‐ κράτη τὸν Ἁγνούσιον, ὃς θρασύτατα καὶ ἀσελ‐
10γέστατα τῆι πολιτείᾳ κέχρηται· τοῦτον εἰ‐ σαγγείλας ἐγὼ ὑπὲρ ὧν Φιλίππῳ ὑπηρέ‐ τει και κατὰ τῆς πό‐
15λεως εἷλον ἐν τῶι δικαστηρίωι καὶ τὴν εἰσαγγελίαν ἔγραψα
δικαίαν καὶ ὥσπερ ὁ νόμος κελεύει, ῥή‐50
20τορα ὄντα λέγειν μὴ τὰ ἄριστα τῶι δή‐ μωι τῶι Ἀθηναίων χρήματα λαμβάνον‐ τα καὶ δωρεὰς παρὰ
25τῶν τἀναντία πρατ‐ τόντων τῶι δήμῳ· καὶ οὐδ’ οὕτως ἀπέ‐ χρησέ μοι τὴν εἰσ‐
Eux
.

Ar

40

αγγελίαν αν δοῦναι, ἀλλ’ ὑποκάτω παρέ‐ γραψα· τάδ’ εἶπεν οὐ τὰ ἄριστα τῷ δήμωι
5χρήματα λαβών, εἶτα τὸ ψήφισμα αὐ‐ τοῦ ὑπέγραψα, καὶ πά‐ λιν· τάδε εἶπεν οὐ τὰ ἄριστα τῶι δήμωι χρή‐
10ματα λαβών, καὶ τὸ ψήφισμα παρέγρα‐ φον. καὶ ἔστι μοι πεν‐ τάκις ἢ ἑξάκις τοῦτο γεγραμμένον· δίκαι‐
15ον γὰρ ᾤμην δεῖν
τὸν ἀγῶνα καὶ τὴν κρί‐ σιν ποιῆσαι. σὺ δ’ ἃ μὲν εἰπεῖν Εὐξένιππον φὴς οὐ τὰ ἄριστα τῶιColumn end
20δήμωι, οὐκ εἶχες γρά‐ ψαι εἰς τὴν εἰσαγγελί‐ αν, ἰδιώτην δ’ ὄντα κρίνεις ἐν τῇ τοῦ ῥή‐ τορος τάξει· μικρὰ
25δὲ περὶ τῆς ἀντιγρα‐ φῆς εἰπών, ἑτέρας αἰτίας καὶ διαβολὰς
Eux
.

Ar

41

ἥκεις φέρων κατ’ αὐ‐ τοῦ, λέγων ὡς Φιλο‐ κλεῖ τὴν θυγατέρα ἐ‐ δίδου καὶ Δημοτίω‐
5νος δίαιταν ἔλαβεν, καὶ ἄλλας τοιαύτας κατηγορίας, ἵν’ ἐὰν μὲν ἀφέμενοι τῆς εἰσαγ‐ γελίας περὶ τῶν ἔξω
10τοῦ πράγματος κατη‐ γορηθέντων ἀπολο‐ γῶνται, ἀπαντῶσιν αὐτοῖς οἱ δικασταί· ‘τί ταῦθ’ ἡμῖν λέγετε‘; ἐὰν
15δὲ μηδένα λόγον περὶ αὐτῶν ποιῶν‐ ται, ὁ ἀγὼν αὐτοῖς χεί‐ ρων γίγνηται· τῶν γὰρ κατηγορηθέντων51
20τὸ μὴ λαβὸν ἀπολο‐ γίαν ὑπὸ τῆι ὀργῆι τῶν δικαστῶν κατα‐ λείπεται. καὶ τὸ πάν‐ των δειν〈ότ〉ατον τῶν
25ἐν τῷ λόγωι λεγομέ‐ νων ὑπὸ σοῦ, ὃ σὺ ᾤ‐ ου λανθάνειν ὧν ἕ‐
Eux
.

Ar

42

νεκα λέγεις, οὐ λαν‐ θάνων, ὁπότε παρα‐ φθέγγοιο ἐν τῷ λόγῳ πολλάκις, ὡς πλούσι‐
5ός ἐστιν Εὐξένιππος, καὶ πάλιν διαλιπών, ὡς οὐκ ἐκ δικαίου πολ‐ λὴν οὐσίαν συνείλε‐ κται· ἃ εἰς μὲν τὸν ἀ‐
10γῶνα τοῦτον οὐδὲν δήπου ἐστίν, εἴτε πολλὰ οὗτος κέκτη‐ ται εἴτε ὀλίγα, τοῦ δὲ λέγοντος κακοηθίαColumn end
15καὶ ὑπόληψις εἰς τοὺς δικαστὰς οὐ δικαία, ὡς ἄλλοθί που οὗτοι τὴν γνώμην ἂν σχοίησαν ἢ ἐπ’ αὐτοῦ
20τοῦ πράγματος καὶ πό‐ τε[ρον] ἀδικεῖ ὑμᾶς ὁ κρι‐ ν[όμ]ενος ἢ οὔ. Κα‐ κ[ῶ̣ς] μοι δοκεῖς εἰ‐ δ[έν̣]αι ὦ Πολύευκτε
25σ̣[ύ τε] καὶ οἱ ταὐτὰ γι‐ γνώσκο]ντες, ὅτι οὔ‐ τ̣ε δῆμός] ἐστιν οὐ‐ δ̣[ὲ εἷ]ς ἐν̣ τῆι οἰκου‐
Eux
.

Ar

43

μένῃ οὔτε μόναρ‐ χος οὔτε ἔθνος μεγαλοψυχότερον
τοῦ δήμου τοῦ Ἀθη‐52
5ναίων, τοὺς δὲ συκο‐ φαντουμένους τῶν πολιτῶν ὑπό τινων ἢ καθ’ ἕνα ἢ ἅθρους οὐ προΐεται ἀλλὰ βοη‐
10θεῖ. καὶ πρῶτον μὲν Τείσιδος τοῦ Ἀγρυλῆ‐ θεν ἀπογράψαντος τὴν Εὐθυκράτους οὐ‐ σίαν ὡς δημοσίαν
15οὖσαν, ἣ πλεόνων ἢ ἑξήκοντα ταλάν‐ των ἦν, καὶ μετ’ ἐ‐ κείνην πάλιν ὑπι‐ σχνουμένου τὴν
20Φιλίππ[ου] καὶ Ναυσι‐ κλέους ἀ̣[πο̣]γράψειν, καὶ λέγο̣[ντ]ος ὡς ἐξ ἀ‐ ναπογρ[άφ]ω̣ν μετάλ‐ λων π[επλ]ουτήκασι,
25τοσο[ῦτον οὗ]τοι ἀπέ‐ λιπον̣ [τοῦ πρ]οσέσθαι τινὰ τ[οιοῦτο]ν λόγον
Eux
.

Ar

44

ἢ τῶν ἀλλοτρίων
ἐπιθυμεῖν, ὥστε τὸν ἐγχειρήσαντα συκο‐ φαντεῖν αὐτοὺς εὐθὺςColumn end
5ἠτίμωσαν, τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταδόντες. τοῦτο δ’, εἰ βούλει, τὸ πρῴην ὑπὸ τῶν δικαστῶν
10πραχθὲν τοῦ ἐξελ‐ θόντος μηνὸς πῶς οὐ μεγάλου ἐπαίνου ἄξιόν ἐστι; φήναν‐ τος γὰρ Λυσάνδρου τὸ
15Ἐπικράτους μέταλ‐ λον τοῦ Παλληνέως 〈ὡσ〉 ἐντὸς τῶν μέτ̣ρων τετμημένον, ὃ ἠρ‐ γάζετο μὲν ἤ[δ]η τρία
20ἔτη, μετεῖχον̣ δ’ αὐ‐ τοῦ οἱ πλουσ[ιώ̣]τατοι σχεδόν τι τῶ[ν] ἐν τῆι πόλει, ὁ δὲ Λ[ύσα]νδρος ὑπισχνεῖτ[ο τρι]ακόσια
25τάλαντα εἰσ[πράξει]ν τῆι πόλει· τ[οσαῦτα γ]ὰρ
εἰληφέναι α[ὐτοὺς ἐ̣]κ53
Eux
.

Ar

45

τοῦ μετάλλου· ἀλλ’ ὅ‐ μως οἱ δικασταὶ οὐ πρὸς τὰς τοῦ κατηγό‐ ρου ὑποσχέσεις ἀπο‐
5βλέποντες ἀλλὰ πρὸς τὸ δίκαιον, ἔγνωσαν ἴδιον εἶναι τὸ μέταλ‐ λον, καὶ τῆι αὐτῇ ψή‐ φῳ τάς τε οὐσίας αὐτῶν
10ἐν ἀσφαλείᾳ κατέστη‐ σαν καὶ τὴν ὑπόλοι‐ πον ἐργασίαν τοῦ με‐ τάλλου ἐβεβαίωσαν. τοιγαροῦν αἱ καινοτο‐
15μίαι πρότερον ἐκλε‐ λειμμέναι διὰ τὸν φό‐ βον νῦν ἐνεργοί̣, καὶ τῆς πόλεως αἱ πρόσοδοι αἱ ἐκεῖθεν
20πάλιν αὔξονται, ἃς ἐ‐ λυμήναντό τινε[ς τῶν ῥητόρων ἐξ[απ]α̣‐ τήσαντες τὸν δῆ̣‐ μον καὶ δασμολ[ογή‐
25σαντες τοὺς ἐκ[εῖθεν. ἔστι γὰρ ὦ ἄνδρ[ες δι‐ κασταὶ οὐχ οὗτος [χρη‐ στὸς πολίτης, ὅ[σ̣τιςColumn end
Eux
.

Ar

46

μικρὰ δοὺς πλείω βλάπτει τὰ κοινά, οὐδ’ ὅστις εἰς τὸ παραχρῆ‐ μα ἐξ ἀδίκου πορίσας
5κατέλυσε τῆς πόλε‐ ως τὴν ἐκ δικαίου πρόσ‐ οδον, ἀλλ’ ὅτωι μέλει καὶ τῶν εἰς τὸν ἔπει‐ τα χρόνον ὠφελίμων
10τῆι πόλει καὶ τῆς ὁμο‐ νοίας τῶν πολιτῶν καὶ τῆς δόξης τῆς ὑμετέρας· ὧν ἔνιοι οὐ φροντίζουσιν, ἀλ‐
15λὰ τῶν ἐργαζομένων ἀφαιρούμενοι πόρους φασὶ τούτους πορίζειν, ἀπορίαν ἐν τῇ πόλει παρασκευάζοντες·
20ὅταν γὰρ ἦι φοβερὸν τὸ κτᾶσθαι καὶ φείδε‐
σθαι, τίς βουλήσεται κινδυνεύειν; Τού‐ τους μὲν οὖν ἴσως54
25οὐ ῥάιδιόν ἐστι κωλῦ‐ σαι ταῦτα πράττειν, ὑ‐ μεῖς δὲ ὦ ἄνδρες δικα‐
Eux
.

Ar

47

σταί, ὥσπερ καὶ ἄλλους πολλοὺς σεσώκατε τῶν πολιτῶν ἀδίκως εἰς ἀγῶνας καταστάν‐
5τας, οὕτω καὶ Εὐξε‐ νίππωι βοηθήσατε, καὶ μὴ περιίδητε αὐτὸν ἐπὶ πράγματι οὐδε‐ νὸς ἀξίωι καὶ εἰσαγ‐
10γελίαι τοιαύτηι, ἧι οὐ μό‐ νον οὐκ ἔνοχός ἐ‐ στιν, ἀλλὰ καὶ αὐτὴ πα‐ ρὰ τοὺς νόμους ἐστὶν εἰσηγγελμένη καὶ
15πρὸς τούτοις ὑπ’ αὐτοῦ τοῦ κατηγόρου τρόπον τινὰ ἀπολελυμένη. εἰσήγγελκε γὰρ αὐτὸν
Πολύευκτος λέγεινColumn end
20μὴ τὰ ἄριστα τῶι δή‐ μωι τῶι Ἀθηναίων χρήματα λαμβάνον‐ τα καὶ δωρεὰς παρὰ τῶν τἀναντία πρατ‐
25τόντων τῷ δήμωι τῷ Ἀθηναίων. εἰ μὲν οὖν ἔξωθεν τῆς
Eux
.

Ar

48

πόλεώς τινας ᾐτι‐ ᾶτο εἶναι, παρ’ ὧν τὰ δῶρα εἰληφότα Εὐξέ‐ νιππον συναγωνί‐
5ζεσθαι αὐτοῖς, ἦν ἂν αὐ‐ τῶι εἰπεῖν ὅτι, ἐπει‐ δὴ ἐκείνους οὐκ ἔστι τιμωρήσασθαι, δεῖ τοὺς ἐνθάδε αὐτοῖς
10ὑπηρετοῦντας δίκην δοῦναι. νῦν δὲ Ἀθη‐ ναίους φησὶν εἶναι, παρ’ ὧν τὰς δωρεὰς εἰληφέναι αὐτόν.
15εἶτα σὺ ἔχων ἐν τῆι
πόλει τοὺς ὑπεναν‐ τία πράττοντας τῶι δήμῳ οὐ τιμωρῇ, ἀλλ’ Εὐξενίππῳ πρά‐55
20γματα παρέχεις; Βρα‐ χὺ δ’ ἔτι εἰπὼν περὶ τῆς ψήφου ἧς ὑμεῖς μέλλετε φέρειν καταβήσομαι. ὅταν
25γὰρ μέλλητε ὦ ἄν‐ δρες δικασταὶ διαψη‐ φίζεσθαι, κελεύετε
Eux
.

Ar

49

ὑμῖν τὸν γρ̣αμματέα ὑπαναγνῶναι τήν τε εἰσαγγελίαν καὶ τὸν νόμον τὸν εἰσαγγελ‐
5τικὸν καὶ τὸν ὅρκον τὸν ἡλιαστικόν· καὶ τοὺς μὲν λόγους ἁπάν‐
των ἡμῶν ἀφέλε‐ τε, ἐκ δὲ τῆς εἰσαγγε‐Column end
10λίας καὶ τῶν νόμων σκεψάμενοι ὅ τι ἂν ὑμῖν δοκῇ δίκαιον καὶ εὔορκον εἶναι, τοῦτο ψηφίσασθε.
15Ἐγὼ μὲν οὖν σοὶ Εὐ‐ ξένιππε βεβοήθη‐ κα ὅσα εἶχον. λοιπὸν δ’ ἐστὶ δεῖσθαι̣ τῶν δικαστῶν καὶ τοὺς
20φίλους παρακαλεῖν καὶ τὰ παιδία ἀναβιβά‐ ζεσθαι.
24Ὑπὲρ Εὐξενίππου
25εἰσαγγελίας ἀπολογία πρὸς
Πολύευκτον.56