TLG 0029 007 :: DINARCHUS :: Fragmenta

DINARCHUS Orat.
(Corinthius Atheniensis: 4–3 B.C.)

Fragmenta

Source: Conomis, N.C. (ed.), Dinarchi orationes cum fragmentis. Leipzig: Teubner, 1975: 73–145.

frr. 1–97

Citation: Oration — fragment — (line)

1

t

ΚΑΤΑ ΠΟΛΥΕΥΚΤΟΥ (ΔΟΚΙΜΑΣΙΑ)73

1

.

1

Dionys. Halic. de Din. 10, p. 311, 2 R. Κατὰ Πο‐ λυεύκτου βασιλεύειν λαχόντος δοκιμασία{ν}· πολλὰ καὶ ἀγαθὰ γένοιτο.

1

2*

Prisciani Inst. lib. 18, 182 (=1, 293, 5 Hertz) Ἐγ‐ κύκλια Graeci et de probabilibus et de vilissimis rebus dicunt. Δείναρχος ἐν τῷ Κατὰ Πολυεύκτου· ἀνθρώπου καὶ μισθωτοῦ καὶ πάντα τὰ ἐγκύκλια ἀδικήματα
5ἠδικηκότος. hinc Romani „in ordinem redactus est“. hoc est inter viles et obiectos connumeratus.

1

.

3

Harpocr. s. v. ἀρχαιρεσιάζειν· τὸ ἀξιοῦν ἑαυτὸν αἱρεθῆναι ἄρχοντα· Δείναρχος ἐν τῷ 〈Κατὰ〉 Πολυεύκτου.

1

.

4

Harpocr. s. v. ἐπακτροκέλης· Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου (191). εἶδος δ’ ἐστὶ πλοίου σύνθετον τὴν κατασκευὴν ἔκ τε ἐπακτρίδος καὶ κέλητος. ἦν δὲ ὡς ἐπί‐ παν λῃστρικόν, ὡς καὶ Δείναρχος ἐν τῇ Κατὰ Πολυεύκτου
5δοκιμασίᾳ.

2

t

ΚΑΤΑ ΠΟΛΥΕΥΚΤΟΥ ΕΚΦΥΛΛΟΦΟΡΗΘΕΝΤΟΣ ΕΝΔΕΙΞΙΣ

2

.

1

Dionys. Halic. de Din. 10, p. 311, 3 R. Κατὰ Πολυ‐ εύκτου ἐκφυλλοφορηθέντος ὑπὸ τῆς βουλῆς ἔνδειξις· πά‐
λαι θαυμάζω ὑμῶν.74

2

.

2

Harpocr. s. v. ἐκφυλλοφορῆσαι· εἰ ἐδόκει τις τῶν βουλευτῶν ἀδικεῖν, διεψηφίζετο ἡ βουλὴ περὶ αὐτοῦ εἰ χρὴ αὐτὸν μηκέτι βουλεύειν. ἀντὶ δὲ ψήφων φύλλοις ἐχρῶντο, δι’ ὧν ἕκαστος ἐπεσημαίνετο τὴν αὑτοῦ γνώμην. Δείναρ‐
5χος ἐν τῷ Κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος.

2

3*

Harpocr. s. v. παλίμβολον· Αἰσχίνης ἐν τῷ Περὶ τῆς πρεσβείας (2, 40). ὁ πολλάκις ἐπ’ ἐμπολῇ μεταβε‐ βλημένος 〈καὶ〉 παλίμπρατος παλίμβολος λέγεται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δεινάρχου Κατὰ Πολυεύκτου καὶ ἐκ τοῦ
5Μενάνδρου Σικυωνίου (379 Koerte = 11 Sandbach)

2

.

4

Harpocr. s. v. παλιναίρετος· Δείναρχος ἐν τῇ Κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ἐνδείξει. μήποτε παλιναίρετον λέγει ὁ ῥήτωρ τὸν Πολύευκτον, ἐπειδήπερ συκοφαντῶν τινας, ἔπειτα λαμβάνων δῶρα τούτοις αὐτοῖς
5ἐβοήθει, ὡς ἐν αὐτῷ τῷ λόγῳ δείκνυται· ἢ ὅτι συκοφάντης ἁλοὺς ἐζημιοῦτο, καὶ διὰ τοῦτ’ ἐκωλύετο λέγειν πρὶν ἀπο‐
τῖσαι τὴν ζημίαν ἣν ὦφλεν, ἔπειτα ἀποτίσας τὴν ζημίαν πάλιν ἔλεγεν, ὡς δηλοῦται καὶ τοῦτο ἐν τῷ λόγῳ. ὅτι γὰρ τοὺς τοιούτους ἐκάλουν παλιναιρέτους, καὶ τοὺς ἀπο‐75
10χειροτονηθέντας τὴν ἀρχὴν καὶ πάλιν χειροτονηθέντας, Εὔπολίς τε ἐν Βάπταις (fr. 89 K.) δηλοῖ καὶ Ἄρχιππος ἐν Ἰχθύσι (fr. 14 K.) λέγων
αἱρουμένους τε πραγμάτων ἐπιστάτας
ἀποδοκιμάζειν, 〈εἶτα δοκιμάζειν〉 πάλιν.
15
ἢν οὖν ποιῶμεν ταῦτα, κίνδυνος λαθεῖν
ἁπαξάπαντας γενομένους παλιναιρέτους. ἐπὶ δὲ τῶν καθαιρεθέντων οἰκοδομημάτων καὶ ἀνοικο‐ δομηθέντων Πίνδαρος Διθυράμβοις (fr. 84 Snell).

3

t

ΚΑΤΑ ΠΟΛΥΕΥΚΤΟΥ
ΠΕΡΙ ΤΟΥ ΓΕΩΦΑΝΙΟΥ76

3

.

1

Dionys. Halic. de Din. 10, p. 311, 5 R. Κατὰ Πολυ‐ εύκτου περὶ τοῦ γεωφανίου· περὶ μὲν αὐτῆς τῆς μηνύσεως.

3

2*

Harpocr. s. v. Αἰγεῖον· Αἰγέως ἡρῷον ἐν Ἀθήναις· Δείναρχος ἐν τῷ Κατὰ Πολυεύκτου.

3

3*

P. Oxy. 2744 col. II 9ss. et W. Luppe, Archiv f. Pa‐ pyrusf. 20, 1970, 37 et 42 βο̣[λε]ῶ̣[ν]α̣ς δὲ καὶ τοὺς κο‐ πρεῶνα̣ς̣ καλεῖσθαί φησιν̣ Ἀμερ[ί]α̣ς. Δε̣ί̣ναρχ̣ο̣ς̣ δὲ ἐν τ̣ῶι Κατὰ Πολυεύ̣[κ]τ̣ου κέχρηται τῶι ὀνόματι̣ [τού]τωι̣· (τὸ
5Εὐρυσάκει̣ον) ἐνταῦθα ἐ̣]ρ̣άτ̣τ̣ε[το] ἑ̣π̣τακ̣ο̣σίας δρα̣χ]ὰς ὑπὲρ τῆς κόπ̣ρ̣[ου], ἥν φασιν † ο̣[.]εεδω̣‐ [..] † κ̣αὶ̣ Ἀλεξάνδρου τ[ο]ῦ̣ ἐξ Οἴου καὶ τῶν ἄλλων τῶν τοὺς βολεῶ̣[να]ς̣ κεκτημένων. cf. Harpocr. s. v. βολεῶνες· ὁ τόπος ὅπου ἡ κόπρος βάλλεται βολεὼν κα‐
10λεῖται. Νίκανδρος ἐν γʹ Ἀττικῆς διαλέκτου (FGrHist 343 F 3) βολεῶνας ἐπὶ τῶν ἀγρῶν, εἰς οὓς τὰ κόπρια ἐκφέρε‐ ται. οὕτω Δείναρχος καὶ Φιλήμων (fr. 221 K.) καὶ ἄλλοι.

3

4*

Harpocr. s. v. Καρύανδα· Δείναρχος ἐν τῷ Κατὰ Πολυεύκτου. ἔστι δὲ πόλις τῆς Καρίας.

4

t

ΠΕΡΙ ΤΟΥ ΓΕΩΦΑΝΙΟΥ ΕΠΙΛΟΓΟΣ

4

.

1

Dionys. Halic. de Din. 10, p. 311, 6 R. Περὶ τοῦ γεω‐
φαν〈ί〉ου ἐπίλογος· βραχύν, ὦ ἄνδρες.77

4a

t

ΚΑΤΑ ΠΟΛΥΕΥΚΤΟΥ ΑΠΟΦΑΣΙΣ

4a

1

Harpocr. s. v. παραγγελία· 〈Δημοσθένης ἐν τῷ Κατ’ Αἰσχίνου· ὅση σπουδὴ καὶ παραγγελία〉 περὶ τουτονὶ τὸν ἀγῶνα γέγονε (Demosth. 19, 1). καὶ Αἰσχίνης δὲ τρόπον τινὰ τῇ αὐτῇ διανοίᾳ ἐχρήσατο ἐν τῷ Κατὰ Κτησιφῶντος
5(3, 1)· τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ 〈τὴν〉 παράταξιν ὅση γεγένηται, καὶ τὰς κατ’ ἀγορὰν δεήσεις αἷς κέχρηνταί τινες. Δείναρχος ἐν τῇ Κατὰ Πο‐ λυεύκτου ἀποφάσει· καὶ τὰς ἰδίᾳ παραγγελίας γε‐ γενημένας καὶ τὰς δεήσεις.

4b

t

ΚΑΤΑ ΠΟΛΥΕΥΚΤΟΥ ΔΩΡΟΔΟΚΙΑΣ

4b

1

Harpocr. s. v. δώρων γραφή· ὁπότε τις αἰτίαν ἔχοι τῶν πολιτευομένων δῶρα λαβεῖν, τὸ ἔγκλημα τὸ κατ’ αὐτοῦ διχῶς ἐλέγετο, δωροδοκία τε καὶ δώρων γραφή. Δείναρχος οὖν λόγον μέν τινα ἐπέγραψε Κατὰ Πολυεύκτου
5δωροδοκίας, ἐν δὲ τῷ Κατὰ Πυθέου ξενίας πολλάκις ὀνομάζει τὴν τῶν δώρων γραφήν.

4b

2

P. Oxy. 1804 (III Oxy) fr. 3, 7—8 ...] κον Δείναρ‐
χος [ἐν τῷ Κατὰ Πολυεύκτ]ου [δ]ωροδοκίας ...78

5

t

ΚΑΤΑ ΠΥΘΕΟΥ ΞΕΝΙΑΣ

5

.

1

Dionys. Halic. de Din. 10, p. 311, 7 R. Κατὰ Πυ‐ θέου ξενίας· ἱκανὴ μὲν ἦν πρόφασις.

5

.

2

Steph. Byz. p. 42, 5 Mein. Αἴγιναι τρεῖς. νῆσος, μία τῶν Κυκλάδων ... ὁ πολίτης Αἰγινεύς, ὡς Στράβων (nusquam legitur), ὡς οἱ πολλοί, Αἰγινήτης ... Αἰγιναῖος δὲ ὁ ἔποικος ἢ κέραμος ἢ ὀβολὸς ἢ ἄλλο τι σκεῦος ἀπὸ
5Αἰγίνης, καὶ τὸ θηλυκὸν Αἰγιναία. λέγεται καὶ γυνὴ Αἰγιναία, ὡς Δείναρχος ἐν τῷ Κατὰ Πυθέου ξενίας. τὸ θηλυκὸν τοῦ Αἰγινήτης Αἰγινῆτις. σπάνια δὲ τὰ εἰς —της ἐθνικὰ τῷ η παραληγόμενα ὑπὲρ τρεῖς συλλαβὰς βαρύ‐
τονα.79

5

.

3

Harpocr. s. v. Ἀρχιδάμειος πόλεμος· Λυσίας ἐν τῷ Κατ’ Ἀνδροτίωνος (fr. 18 Turr. = fr. IX Thalh.) καὶ 〈Δείναρχος ἐν τῷ Κατὰ〉 Πυθέου ξενίας. τὰ πρῶτα δέκα ἔτη τοῦ Πελοποννησιακοῦ πολέμου Ἀρχιδάμειος ἐκλήθη
5πόλεμος, ὡς ἔοικεν, ἀπὸ τοῦ τὸν Ἀρχίδαμον εἰς τὴν Ἀτ‐ τικὴν ἐμβαλεῖν ...

5

.

4

Harpocr. s. v. δώρων γραφή· ... Δείναρχος οὖν ... ἐν δὲ τῷ Κατὰ Πυθέου ξενίας πολλάκις ὀνομάζει τὴν τῶν δώρων γραφήν. cf. or. II, 1.

6

t

ΚΑΤΑ ΠΥΘΕΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΤΑ ΤΟ ΕΜΠΟΡΙΟΝ (ΕΙΣΑΓΓΕΛΙΑ)

6

.

1

Dionys. Halic. de Din. 10, p. 311, 8 R. Κατὰ Πυθέου περὶ τῶν κατὰ τὸ ἐμπόριον· ἐπειδὴ τοῖς μὲν λέγειν τῶν ῥητόρων.

6

.

2

Harpocr. s. v. ἀντιβληθέντος· ἀντὶ τοῦ ὑπαγο‐ ρευθέντος Δείναρχος ἐν τῇ Κατὰ Πυθέου εἰσαγγελίᾳ.

6

.

3

Harpocr. s. v. ἀπρότων· Δείναρχος ἐν τῷ Κατὰ Πυθέου· ἐμπεπηδηκότων τῶν ῥητόρων ὥσπερ ἀπρότων εἰς τὸ ἐμπόριον. μήποτε γραφικὸν ἁμάρ‐
τημα, καὶ δεῖ γράφειν ὥσπερ λῃστῶν. ἔν τισι δὲ80
5γέγραπται ὥσπερ παρνόπων· εἰσὶ δ’ οἱ πάρνοπες εἶδος ἀκρίδος.

6

4*

Harpocr. s. v. ἀρρηφορεῖν· Δείναρχος Κατὰ Πυ‐ θέου. τέσσαρες μὲν ἐχειροτονοῦντο δι’ εὐγένειαν ἀρρη‐ φόροι, δύο δὲ ἐκρίνοντο, αἳ τῆς ὑφῆς τοῦ πέπλου ἦρχον καὶ τῶν ἄλλων τῶν περὶ αὐτόν. λευκὴν δ’ ἐσθῆτα ἐφόρουν.
5εἰ δὲ χρυσία περιέθεντο, ἱερὰ ταῦτα ἐγίνετο.

6

5*

Harpocr. s. v. βασιλικὴ διαδρομή· ἔοικεν ἡ γινομένη διαδρομὴ τοῦ βασιλέως παρόντος, ὅσπερ εἷς ἐστι τῶν Ἀθήνησιν θʹ ἀρχόντων, βασιλικὴ διαδρομὴ κα‐ λεῖσθαι· Δείναρχος Κατὰ Πυθέου.

6

.

6

Harpocr. s. v. ἐπιμελητὴς ἐμπορίου· Δείναρχος ἐν τῷ Κατὰ Πυθέου. Ἀριστοτέλης· ἐμπορίου δ’ ἐπιμελη‐ τὰς ιʹ κληροῦσιν, τούτοις δὲ προστέτακται τῶν τε ἐμπο‐ ρίων ἐπιμελεῖσθαι, καὶ τοῦ σίτου τοῦ καταπλέοντος εἰς τὸ
5Ἀττικὸν ἐμπόριον τὰ βʹ μέρη τοὺς ἐμπόρους ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν (Ἀθ. πολ. 51, 4).

6

7*

Suda κ 215 Καλλίας πτερορρυεῖ· ... καὶ καλλίου, πιθήκου. τὰ δυσχερῆ γὰρ τῶν ὀνομάτων εὐφημότερον εἰώ‐ θασιν οἱ Ἀττικοὶ προφέρεσθαι. καὶ τὸν πίθηκον οὖν καλ‐ λίαν προσηγόρευσαν. Δείναρχος ἐν τῷ Κατὰ Πυθέου· ἀλλ’,
5οἶμαι, ὥσπερ οἱ τοὺς καλλίας ἐν τοῖς οἴκοις τρέ‐ φοντες, τουτέστι πιθήκους. οὕτω δὲ καὶ τὰς Ἐρινύας Εὐμενίδας λέγουσιν.81

6

.

8

Harpocr. s. v. καταδεδέσθαι· ἀντὶ τοῦ πεφαρμα‐ κεῦσθαι καὶ δεδέσθαι φαρμάκοις Δείναρχος ἐν τῇ Κατὰ Πυθέου εἰσαγγελίᾳ.

6

.

9

Harpocr. s. v. κοβαλεία· Δείναρχος ἐν τῇ Κατὰ Πυ‐ θέου εἰσαγγελίᾳ. κοβαλεία ἐλέγετο ἡ προσποιητὴ μετ’ ἀπάτης παιδιά, καὶ κόβαλος ὁ ταύτῃ χρώμενος. ἔοικε δὲ συνώνυμον τῷ βωμολόχῳ· Φιλόχορος 〈ἐν〉 βʹ Ἀτθίδος
5(FGrHist 328 F 6)· οὐ γάρ, ὥσπερ ἔνιοι λέγουσι, βωμο‐ λόχον τινὰ καὶ κόβαλον γίνεσθαι νομιστέον τὸν Διόνυ‐ σον ...

6

10*

Harpocr. s. v. λαμπάδιον· ἣν νῦν ἡμεῖς λαμπάδα καλοῦμεν, οὕτως ὠνόμαζον· Δείναρχος ἐν τῷ Κατὰ Πυθέου καὶ Πλάτων ἐν αʹ τῆς Πολιτείας (328a).

6

11*

Harpocr. s. v. μητρῷον· Λυκοῦργος ἐν τῷ Κατ’ Ἀριστογείτονος (II 1 Conomis)· τοὺς νόμους ἔθεντο ἀνα‐ γράψαντες ἐν τῷ μητρῴῳ· δηλοῖ 〈καὶ〉 Δείναρχος ἐν τῷ Κατὰ Πυθέου.

6

12*

Harpocr. s. v. νομοφύλακες· ἀρχή τις παρ’ Ἀθη‐ ναίοις οὕτως ἐκαλεῖτο, διαφέρουσα τῶν θεσμοθετῶν· Δεί‐ ναρχος Καθ’ Ἱμεραίου (XIV 3) καὶ ἐν τῷ Κατὰ Πυθέου. Φιλόχορος δὲ ἐν τῷ ζʹ (FGrHist 328 F 64) ἄλλα τέ τινα82
5διεξῆλθε περὶ αὐτῶν καὶ ὅτι οὗτοι τὰς ἀρχὰς ἐπηνάγκαζον τοῖς νόμοις χρῆσθαι.

6

.

13

Harpocr. s. v. ὑπόλογον· Λυσίας περὶ ἀμβλώσεως, εἰ γνήσιος, οὐχ ὑπόλογον ὄντα ἀντὶ τοῦ οὐκ ἐν λόγῳ (fr. X Thalh.). Δείναρχος ἐν τῷ Κατὰ Πυθέου· οὐδεὶς ὑπόλογος 〈τῇ〉 βουλῇ γέγονεν ἀντὶ τοῦ οὐδεμία συγ‐
5γνώμη, οὐδεμία παραίτησις.

6

14*

Harpocr. s. v. χρυσοχοεῖν· Δείναρχος ἐν τῷ Κατὰ Πυθέου· πάλιν παρ’ Αἰσχίνου ἀποφοιτήσας παρὰ τούτῳ δῆλον ὅτι χρυσοχοεῖν ἐμάνθανεν, ἀλλ’ οὐ
τὸ προκείμενον αὐτῷ πράττειν ἢ πάσχειν. κέχρηται83
5δὲ τῇ παροιμίᾳ καὶ Πλάτων ἐν εʹ Πολιτείας (450 b) λέ‐ γων· τί δέ; ἦ δ’ ὃς ὁ Θρασύμαχος, χρυσοχοήσοντας οἴει τούσδε νῦν ἐνθάδε ἀφῖχθαι, ἀλλ’ οὐ λόγων ἀκουσομένους; ἄρξασθαι δέ φασι τὴν παροιμίαν ἐντεῦθεν. ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τὸ Ἀθηναίων ὡς ἐν Ὑμηττῷ χρυσοῦ
10ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρ‐ μήκων. οἱ δ’ ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ’ αὐτούς. ἄπρακτοι δ’ ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες ἔσκωπτον ἀλλήλους, λέγοντες „σὺ δὲ ᾤου χρυσοχοήσειν“, ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσο‐
15χοήσας πλουτήσειν. ἐχλευάζοντο δὲ καὶ ὑπὸ τῶν κωμικῶν· Εὔβουλος γοῦν ἐν Γλαύκῳ (fr. 20 K.) φησίν·
ἡμεῖς ποτ’ ἄνδρας Κεκροπίδας ἐπείσαμεν
λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα
καὶ σιτί’ ἐπὶ μύρμηκας ἡμερῶν τριῶν,
20ὡς χρυσοτεύκτου ψήγματος πεφηνότος.

6

15*

Harpocr. s. v. Χύτροι· ... ἔστι δὲ καὶ Ἀττική τις ἑορτὴ Χύτροι, ἧς μνημονεύει Δείναρχος ἐν τῷ Κατὰ Πυ‐ θέου. ἤγετο δὲ ἡ ἑορτὴ Ἀνθεστηριῶνος τρίτῃ ἐπὶ δέκα, ὥς φησι Φιλόχορος ἐν τῷ Περὶ ἑορτῶν (FGrHist 328
5F 84).84

7

t

ΚΑΤΑ ΤΙΜΟΚΡΑΤΟΥΣ

7

.

1

Dionys. Halic. de Din. 10, p. 311, 10 R. Κατὰ Τιμο‐ κράτους· ὥσπερ δίκαιόν ἐστι.

7

.

2

Harpocr. s. v. λογισταὶ καὶ λογιστήρια. ἀρχή τις παρ’ Ἀθηναίοις οὕτω καλουμένη· εἰσὶ δὲ τὸν ἀριθμὸν δέκα, οἳ τὰς εὐθύνας τῶν διῳκημένων ἐκλογίζονται ἐν ἡμέραις τριάκοντα, ὅταν τὰς ἀρχὰς ἀποθῶνται οἱ ἄρχοντες· Δη‐
5μοσθένης ἐν τῷ Ὑπὲρ Κτησιφῶντος (18, 117. 229). διεί‐ λεκται περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ (48, 3), ἔνθα δείκνυται ὅτι διαφέρουσι τῶν εὐθύνων. μέ‐ μνηνται τῆς ἀρχῆς καὶ οἱ κωμικοί· Εὔπολις Πόλεσιν (fr. 223 K.)·
10
ἄνδρες λογισταὶ τῶν ὑπευθύνων χορῶν. λογιστήρια δ’ ἐστὶ τὰ τῶν λογιστῶν ἀρχεῖα, ὡς Δείναρ‐ χος ἐν τῷ Κατὰ Τιμοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ Περὶ τῶν μυστηρίων (78) δηλοῦσιν.

7

.

3

Lex. Cantabr. s. v. Πάραλος καὶ Σαλαμινία· ταύτας τὰς τριήρεις εἶχον διὰ παντὸς πρὸς τὰς ἐπειγούσας ὑπ‐ ηρεσίας, ἐφ’ αἷς καὶ ταμίαι τινὲς ἐχειροτονοῦντο. ἐχρῶντο δ’ αὐταῖς, εἰ δέοι στρατηγὸν μεταπέμψασθαι κριθησό‐85
5μενον, ὥσπερ Ἀλκιβιάδην. ἡ δὲ Πάραλος {καὶ} ἀπό τινος ἥρωος ἐπιχωρίου ἐκλήθη· τῆς μὲν Παράλου καὶ Σαλαμι‐ νίας ἐν τρίτῃ (33. 1, 2; 77, 3) μνημονεύει Θουκυδίδης καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν (1204). Ἀριστοτέλης (Ἀθ. πολ. 61, 7; v. Rose, Aristot. pseudepigr. p. 397s.) δὲ Ἀμ‐
10μωνιάδα καὶ Πάραλον οἶδε, καὶ Δείναρχος ἐν τῷ Κατὰ Τιμοκράτους. Φιλόχορος δὲ (FGrHist 328 F*48) ... ἐκαλοῦντο δὲ οἱ ἐμπλέοντες τῇ Παράλῳ Πάραλοι, ὡς καὶ παρ’ Αἰσχίνῃ (3, 162), οἱ δὲ τῇ Σαλαμινίᾳ Σαλαμίνιοι.

8

t

ΚΑΤΑ ΛΥΚΟΥΡΓΟΥ ΕΥΘΥΝΑΙ

8

.

1

Dionys. Halic. de Din. 10, p. 311, 11 R. Κατὰ Λυ‐ κούργου εὔθυναι· οἶδα, ὅτι, κἂν μηδὲν ὑμῖν.

8

.

2

Et.M 469, 7 μὴ ἀγνοῶμεν δέ, ὅτι καὶ ἄλλοι εἰσὶν ἱερο‐
ποιοὶ τῶν σεμνῶν θεῶν, τὸν ἀριθμὸν δέκα. Δημοσθένης ἐν τῷ Κατὰ Μειδίου· {οὐ} περιεῖδε 〈δὲ〉 ταῖς σεμναῖς θεαῖς ἱεροποιὸν αἱρεθέντα ἐξ Ἀθηναίων ἁπάντων καὶ περὶ86
5τὸν αὐτὸν καιρὸν καταρξάμενον τῶν ἱερῶν. Δείναρχος δὲ ἐν τῷ Κατὰ Λυκούργου εὐθυνῶν φησι· καὶ τὰς σεμνὰς θεὰς αἷς ἐκεῖνος ἱεροποιὸς καταστὰς δέκατος αὐτός.

8

.

3

Harpocr. s. v. διαγράψαντος· Δείναρχος Κατὰ Λυ‐ κούργου. μήποτε ἀντὶ τοῦ καταβαλόντος καὶ καταθέντος. ἔνιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζης ἀριθμήσαντος, ὡς λέγομεν ἐν τῇ συνηθείᾳ.

8

.

4

Phot. s. v. καταλεύσιμον· τὸν ἄξιον τοῦ καταλευ‐ σθῆναι λίθοις εἶπε Δείναρχος ἐν τῷ Κατὰ Λυκούργου.

8

.

5

Harpocr. s. v. τρίτον ἡμίδραχμον· Δείναρχος Κατὰ Λυκούργου. τὰς δύο ἥμισυ δραχμὰς οὕτως εἰώθασιν ὀνο‐ μάζειν οἱ παλαιοί.

9

t

ΣΥΝΗΓΟΡΙΑ ΑΙΣΧΙΝΗΙ ΚΑΤΑ ΔΕΙΝΙΟΥ

9

.

1

Dionys. Halic. de Din. 10, p. 311, 12 R. Συνηγορία Αἰσχίνῃ κατὰ Δεινίου· βουλοίμην ἄν, ὦ ἄνδρες.

9

.

2

Harpocr. s. v. ἐκμαρτυρία· διαφέρει τῆς μαρτυρίας, ὅτι ἡ μὲν μαρτυρία τῶν παρόντων ἐστίν, ἡ δ’ ἐκμαρτυ‐ ρία τῶν ἀπόντων, σαφέστατα δὲ περὶ τούτων διδάσκουσι Δημοσθένης τε ἐν τῷ Κατὰ Στεφάνου (46, 7) καὶ Δεί‐87
5ναρχος ἐν τῷ Ὑπὲρ Αἰσχίνου κατὰ Δεινίου. cf. et. Din. LXVI—LXVII, 3 et 4.

9

.

3

Harpocr. s. v. κλιμάζῃ· Δείναρχος ἐν τῷ ἐπιγραφο‐ μένῳ Συνηγορία Αἰσχίνῃ κατὰ Δεινίου· ὅταν οὖν ἀπο‐ λογούμενος κλιμάζῃ καὶ παράγῃ τοὺς νόμους ἀντὶ τοῦ παρακλίνῃ καὶ παρατρέπῃ· μήποτε δὲ δεῖ γρά‐
5φειν βλιμάζῃ, ἵν’ ᾖ οἷον θλίβῃ καὶ βιάζηται. cf. Phot.nr.2. Suda κ 1804 κλιμακίζειν· μέμνηται Δείναρχος ἐν τῇ Ὑπὲρ Αἰσχίνου εἰσηγορίᾳ (sic), λέγων· οὗτος κλιμακί‐ ζει τοὺς νόμους. ἔστιν δὲ οἷον παράγει καὶ διαστρέφει, ἴσως ἀπὸ τῆς κλίμακος εἰρημένου τοῦ ὀνόματος, ἥτις
10οὖσα ὄργανον βασανιστικὸν διαστρέφει τὰ σώματα τῶν βασανιζομένων ...

9

.

4

Harpocr. s. v. παραφρυκτωρεῖν· Δείναρχος ἐν τΚατὰ Δεινίου ἐνδείξει. τὸ τοῖς φρυκτοῖς παρὰ τὸ προσῆκον χρῆσθαι, τουτέστιν ἐπὶ συμφέροντι μὲν τῶν πολεμίων, ἐπὶ βλάβῃ δὲ τῶν φιλίων, οὕτως ἔλεγον, ὡς αὐτὸς ὁ ῥήτωρ ἐν
5τῷ λόγῳ {αὐτὸ} ἐξηγήσατο.88

9

.

5

Harpocr. s. v. πινάκια· τὰ καθιέμενα ἀντὶ κλήρων ὑπὸ τῶν κληρουμένων. ἔοικε δ’ εἶναι ταῦτα χαλκᾶ ὡς ἑξῆς ὑποσημαίνει ὁ ῥήτωρ. ἐν δὲ τοῖς Φιλιππικοῖς (8, 28) ὅταν λέγῃ „μικρόν, ὦ Ἀθηναῖοι, μικρὸν πινάκιον πάντα τὰ ἐν‐
5ταῦθα“, τυχὸν πινάκιον λέγει εἰς ὃ ἐγγράφεται τὰ ἐγ‐ κλήματα τὰ κατὰ τῶν εἰσαγγελλομένων, ὡς καὶ παρὰ Δεινάρχῳ ἐν Συνηγορίᾳ Αἰσχίνῃ δείκνυται.

9

.

6

Harpocr. s. v. φρυκτωρῶν· φρυκτωρεῖν ἐστι κυρίως τὸ διὰ πυρσῶν ἀνατεινομένων σημαίνειν ὁτιοῦν· Δείναρχος ἐν τῇ Αἰσχίνῃ συνηγορίᾳ κατὰ Δεινίου.

10

t

ΚΑΤΑ ΦΟΡΜΙΣΙΟΥ ΑΣΕΒΕΙΑΣ

10

.

1

Dionys. Halic. de Din. 10, p. 311, 13 R. Κατὰ Φορ‐ 〈μισίου〉 ἀσεβείας· ἆρά γ’ εἴ τινες.

10

.

2

Harpocr. s. v. ἀποβάτης καὶ ἀποβαίνειν καὶ ἀπο‐ βατικοὶ τρόχοι. Δείναρχος Κατὰ Φορμισίου καὶ ἐν τῇ
πρὸς Ἀντιφάνην ἀπολογίᾳ (LXXI—LXXII), Λυκοῦργός τε ἐν τῇ Πρὸς Δημάδην ἀπολογίᾳ (IV Con.). ὁ ἀποβά‐89
5της ἱππικόν τι ἀγώνισμα, καὶ ἀποβῆναι τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην, καὶ ἀποβατικοὶ τρόχοι οἱ ἀπὸ τούτου τοῦ ἀγωνίσματος. τὰ δ’ ἐν αὐτῷ γινόμενα δηλοῖ Θεόφραστος ἐν τῷ κʹ τῶν Νόμων (fr. 23 Hager = JPh 6, 1876, 5—6), χρῶνται δέ, φησί, τούτῳ μόνοι τῶν Ἑλλήνων Ἀθηναῖοι καὶ
10Βοιωτοί.

10

.

3

Phot. s. v. Suda η 229 ἠλινδημένον· ἀντὶ τοῦ ἀνε‐ στραμμένον· Δείναρχος ἐν τῷ Κατὰ Φορμισίου, ὅπερ Ἰσοκράτης καλινδεῖσθαι (5, 81. 13, 20. 15, 30. 213) λέγει.

10

.

4

Harpocr. s. v. προστρόπαιον· Αἰσχίνης Περὶ τῆς πρεσβείας (2, 158)· ἐάσετε οὖν αὐτὸν τὸ τοιοῦτον προσ‐ τρόπαιον, ἀντὶ τοῦ ἄγος καὶ τὸ μίασμα. καὶ προστρο‐ πὴ δὲ παρὰ τοῦτο λέγεται· ἐν γοῦν τῷ Κατὰ Κτησιφῶν‐
5τος (3, 110) ἐκ παραλλήλου τίθησι τὰ ὀνόματα ὁ ῥήτωρ. κεῖται δὲ τοῦτο τὸ ὄνομα καὶ παρὰ Δεινάρχῳ ἐν τῷ Κατὰ Φορμισίου ἀσεβείας.

10

.

5

Harpocr. s. v. ὑποφόνια· τὰ ἐπὶ φόνῳ διδόμενα χρή‐ ματα τοῖς οἰκείοις τοῦ φονευθέντος, ἵνα μὴ ἐπεξίωσιν· Δείναρχος ἐν τῷ Κατὰ Καλλισθένους (fr. XIX 13) καὶ ἐν τῷ Κατὰ Φορμισίου, Θεόφραστος Νόμων ιϛʹ (fr. 18 Ha‐
5ger = JPh 6, 1876, 3).90

11

t

ΚΑΤΑ ΚΑΛΛΑΙΣΧΡΟΥ ΠΕΡΙ ΤΩΝ ΤΙΜΩΝ

11

.

1

Dionys. Halic. de Din. 10, p. 311, 14 R. Κατὰ Καλλ‐ αίσχρου περὶ τῶν τιμῶν· πολλάκις, ὦ Ἀθηναῖοι.

11

.

2

Harpocr. s. v. Κηφισόδωρος· —ἕτερος δ’ ἂν εἴη Κηφισόδωρος, ὃς ἵππαρχος ὢν ἐν Μαντινείᾳ μετὰ Γρύλλου τοῦ Ξενοφῶντος ἀπέθανεν, οὗ μνημονεύει Δείναρχος ἐν τῷ Κατὰ Καλλαίσχρου. cf. Lyc. XIV 9 Con.

11

.

3

Harpocr. s. v. κύκλοι· Δείναρχος ἐν τῷ Κατὰ Καλλ‐ αίσχρου. κύκλοι ἐκαλοῦντο οἱ τόποι ἐν οἷς ἐπωλοῦντό τινες· ὠνομάσθησαν δὲ ἀπὸ τοῦ κύκλῳ περιεστάναι τοὺς πωλουμένους. Μένανδρος Ἐφεσίῳ (fr. 171 Koerte)·
5ἐγὼ μὲν ἤδη μοι δοκῶ, νὴ τοὺς θεούς, ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα ὁρᾶν κύκλῳ τρέχοντα καὶ πωλούμενον.

12

t

ΤΥΡΡΗΝΙΚΟΣ

12

.

1

Dionys. Halic. de Din. 10, p. 311, 15 R. Τυρρηνικός·
ἅπαντα συμβήσεσθαι ἔτι.91

12

.

2

Harpocr. s. v. κέρκουρος· εἶδός τι νεώς· Δείναρ‐ χος Τυρρηνικῷ.

12

.

3

Harpocr. s. v. Λιπάρα· Δείναρχος Τυρρηνικῷ. μία τῶν καλουμένων Αἰόλου νήσων περὶ τὴν Σικελίαν ἡ Λι‐ πάρα, ὡς Εὔδοξος ζʹ Περιόδου (fr. 326 Lasserre).

12

.

4

Harpocr. s. v. οἴκημα· ἀντὶ τοῦ δεσμωτήριον Δεί‐ ναρχος ἐν Τυρρηνικῷ καὶ ἐν τῷ Κατὰ Ποσειδίππου (LIII2), ἀντὶ δὲ τοῦ πορνεῖον Αἰσχίνης ἐν τῷ Κατὰ Τιμ‐ άρχου (1, 74. 123).

12

.

5

Harpocr. s. v. περίστασιν· Δείναρχος Τυρρηνικῷ· μετὰ ταῦτα τοῦ Δάμωνος ἤδη περὶ ἀναγωγὴν ὄντα με περίστασιν ποιησαμένου καὶ μαρτυρεῖν ἀξιοῦντος καὶ τὰ ἑξῆς. μήποτε τοιοῦτόν ἐστι τὸ λεγό‐
5μενον, ἐν κύκλῳ περιέστη με αὐτὸς καὶ οἱ συμπαρόντες αὐτῷ, καὶ μαρτυρεῖν ἠνάγκαζον, ἵνα τὴν αὐτὴν ἔννοιαν ἔχῃ τ περίστατόν με ἐποίησαν. ἐν ἐνίοις δὲ παράστασιν γράφεται.

12

.

6

Harpocr. s. v. Στροφάδες νῆσοι· Δείναρχος Τυρρηνικῷ. νῆσοί τινές εἰσι μεταξὺ Ζακύνθου καὶ Ἤλι‐
δος κείμεναι.92

13

t

ΚΑΤΑ ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΕΠΙ ΤΗΣ ΔΙΟΙΚΗΣΕΩΣ

13

.

1

Dionys. Halic. de Din. 10, p. 311, 16 R. Κατὰ Διονυ‐ σίου τοῦ ἐπὶ τῆς διοικήσεως· ἴσως μέν, ὦ Ἀθηναῖοι.

13

.

2

Bk. ΔΟ 191, 27 ὀργεῶνές εἰσιν οἱ κοινωνοῦντες ἀλ‐ λήλοις θεῶν 〈ἢ〉 ἡρώων ἐν ἱεροῖς καὶ κοινῇ θυηπολοῦντες, ὡς Δείναρχοσ λέγει ἐν τῷ Κατὰ Διονυσίου. καὶ πάλιν ὀργεῶνες τίνες, ἐν Ἀπολογίᾳ ὕβρεως (LXV 2) σαφὲς
5ποιεῖ. οὗτοί εἰσιν οἱ τοῖς ἰδίᾳ ἀφιδρυμένοις θεοῖς ὀργιάζον‐ τες καὶ τῶν ἱερῶν δὲ κοινωνοῦντεσ ὀργεῶνας ἑαυτοὺς
{ἀλλήλους} ἐκάλουν.93

14

t

ΚΑΘ’ ΙΜΕΡΑΙΟΥ ΕΙΣΑΓΓΕΛΤΙΚΟΣ

14

.

1

Dionys. Halic. de Din. 10, p.311, 17 R. Καθ’ Ἱμε‐ ρ〈α〉ίου εἰσαγγελτικός· οὐδένα νομίζω, ὦ Ἀθηναῖοι.

14

.

2

Harpocr. s. v. Ἀμμωνίς· ἡ τοῦ Ἄμμωνος ἱερὰ τρι‐ ήρης· Δείναρχος ἐν τῷ Κατὰ Ἱμεραίου.

14

.

3

Harpocr. s. v. νομοφύλακες· ἀρχή τις παρ’ Ἀθη‐ ναίοις οὕτως ἐκαλεῖτο, διαφέρουσα τῶν θεσμοθετῶν· Δεί‐ ναρχος Καθ’ Ἱμεραίου καὶ ἐν τῷ Κατὰ Πυθέου (VI 12). Φιλόχορος δὲ ἐν {τῷ} ζʹ (FGrHist 328 F 64) ἄλλα τέ
5τινα διεξῆλθε περὶ αὐτῶν, καὶ ὅτι οὗτοι τὰς ἀρχὰς ἐπ‐ ηνάγκαζον τοῖς νόμοις χρῆσθαι.

15

t

ΚΑΤΑ ΠΙΣΤΙΟΥ ΕΙΣΑΓΓΕΛΙΑ94

15

.

1

Dionys. Halic. de Din. 10, p. 311, 18 R. Εἰσαγγελία Κατὰ Πιστίου· ὥσπερ καὶ ὑμῶν ἕκαστος.

15

.

2

Harpocr. s. v. βουλεύσεως· ἐγκλήματος ὄνομα ἐπὶ δυοῖν ταττόμενον πραγμάτοιν· τὸ μὲν γάρ ἐστιν ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀπο‐ θάνῃ ὁ ἐπιβουλευθεὶς ἐάν τε μή, τὸ δ’ ἕτερον ὅταν ἐγγε‐
5γραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ αὐτὸς δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν ἐγγεγραφότι. τοῦ μὲν οὖν προτέρου μάρτυς Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην (fr. 62 Turr.), ἐπὶ Παλλαδίῳ λέγων εἶναι τὰς δίκας, Δείναρχος δὲ ἐν τῷ Κατὰ Πιστίου ἐν Ἀρείῳ πάγῳ. Ἀριστοτέλης δ’ ἐν τῇ
10Ἀθηναίων πολιτείᾳ (57, 3) τῷ Ἰσαίῳ συμφωνεῖ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ Κατ’ Ἀριστο‐ γείτονος αʹ (25, 71. 73). Ὑπερείδης δ’ ἐν τῷ Κατ’ Ἀθηνο‐ γένους αʹ (5, 18) ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρή‐
ματα ἰδίως κέχρηται τῷ ὀνόματι.95

16

t

ΚΑΤ’ ΑΓΑΣΙΚΛΕΟΥΣ ΕΙΣΑΓΓΕΛΙΑ ΞΕΝΙΑΣ

16

.

1

Dionys. Halic. de Din. 10, p. 311, 19 R. Κατ’ Ἀγα‐ σικλέους εἰσαγγελία ξενίας· οὐδένα πώποτε οἶμαι.

16

.

2

Harpocr. s. v. ἀπόταφος· ἀντὶ τοῦ ἀπεστερημένος τῶν προγονικῶν τάφων Δείναρχος ἐν τῇ Κατ’ Ἀγασι‐ κλέους εἰσαγγελίᾳ.

16

.

3

Harpocr. s. v. εὐανδρία· Δείναρχος ἐν τῷ Κατ’ Ἀγασικλέους. Παναθηναίοις εὐανδρίας ἀγὼν ἤγετο. Ἀνδο‐ κίδης τ’ ἐν τῷ Κατ’ Ἀλκιβιάδου (4, 42) δηλοῖ καὶ Φι‐ λόχορος (FGrHist 328 F 102).96

16

.

4

Harpocr. s. v. προμετρητάς· Ὑπερείδης ἐν τῷ Περὶ τοῦ ταρίχους (fr. 184 J.). Δείναρχος Κατ’ Ἀγασικλέους· Σκύθου τοίνυν τοῦ προμετρητοῦ ἦν υἱὸς καὶ ἐν δημόταις γέγονε καὶ αὐτὸς ἐν τῇ ἀγορᾷ προ‐
5μετρῶν διατετέλεκεν.

16

4a

Suda π 2504 προμετρητής· ὁ τοὺς πιπρασκομένους πυροὺς ἐν τῇ ἀγορᾷ καὶ τῶν ἄλλων σπερμάτων ἕκαστον διαμετρῶν, καὶ {ὁ} τούτου τοῦ ἔργου μισθὸν λαμβάνων προμετρητὴς ἐκαλεῖτο. Δείναρχος· ὁ Σκύθου τοῦ προ‐
5μετρητοῦ υἱὸς ἐν δημόταις γέγονε, καὶ ὁ αὐ‐ τὸς ἐν τῇ ἀγορᾷ προμετρῶν διατετέλεκε καὶ ὑμεῖς ἐκλαμβανόμενοι παρ’ αὐτοῦ τοὺς πυροὺς διατελεῖτε.

16

.

5

Harpocr. s. v. σκαφηφόροι· Δείναρχος ἐν τῷ Κατὰ Ἀγασικλέους φησίν· οἳ ἀντὶ σκαφηφόρων ἔφηβοι εἰς τὴν ἀκρόπολιν ἀναβήσονται, οὐχ ὑμῖν ἔχον‐ τες χάριν τῆς πολιτείας, ἀλλὰ τῷ τούτου ἀρ‐
5γυρίῳ, ἀντὶ τοῦ μέτοικοι· οὗτοι γὰρ ἐσκαφηφόρουν Ἀθή‐
νησι. Δημήτριος γοῦν ἐν γʹ Νομοθεσίας (FGrHist 228 F 5 = fr. 146 Wehrli) φησὶν ὅτι προσέταττεν ὁ νόμος τοῖς μετοίκοις ἐν ταῖς πομπαῖς αὐτοὺς μὲν σκάφας φέρειν, τὰς δὲ θυγατέρας αὐτῶν ὑδρεῖα καὶ σκιάδεια· διείλεκται περὶ97
10τούτων καὶ Θεόφραστος ἐν ιʹ Νόμων (fr. 10 Hager =
JPh 6, 1876, 2—3).98

17*

t

ΚΑΤΑ ΘΕΟΚΡΙΝΟΥ ΕΝΔΕΙΞΙΣ

17*

1

Dionys. Halic. de Din. 10, p. 312, 21 R. Κατὰ Θεο‐ κρίνου ἔνδειξις· τοῦ πατρὸς 〈ἡμῶν, ὦ ἄνδρες. τοῦ‐ τον Καλλίμαχος ἐν τοῖς Δημοσθένους φέρει.

17*

2

Harpocr. s. v. ἀγραφίου· εἶδός τι δίκης οὕτω κα‐ λουμένης κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, εἶτα πρὶν ἐκτεῖσαι ἐξαλειφθέντων. διδάσκουσι δὲ τοῦθ’ οὕτως ἔχειν Δημοσθένης ([58], 51)
5τε Δείναρχος ἐν τῷ Κατὰ Θεοκρίνου καὶ Λυκοῦργος ἐν τῷ Κατ’ Ἀριστογείτονος (II 2 Con.), ἔτι τε Πυθέας ἐν
τῇ πρὸς τὴν ἔνδειξιν ἀπολογίᾳ (II2 Turr.).99

18

t

ΚΑΤΑ ΣΤΕΦΑΝΟΥ ΠΑΡΑΝΟΜΩΝ

18

.

1

Dionys. Halic. de Din. 10, p. 312, 1 R. Κατὰ Στεφάνου παρανόμων· † ὑπάρχει † τοῦ νόμου δεδωκότος, ὦ ἄνδρες.

18

.

2

Harpocr. s. v. γηπέδων· Δείναρχος ἐν τῷ Κατὰ Στεφάνου. γήπεδον τὸ χωρίον, ὥσπερ καὶ οἰκόπεδον τὸ γῇ καὶ οἰκήμασιν ἀπαρτιζόμενον. Πλάτων γοῦν ἐν εʹ Νόμων (741 c) φησίν· ὧν ἔλαχεν οἰκοπέδων ἢ γηπέδων.

18

.

3

Harpocr. s. v. δημοτελῆ καὶ δημοτικὰ ἱερά· δι‐ έφερον ἀλλήλων καὶ τῶν ὀργεωνικῶν καὶ τῶν γενικῶν, ὡς Δείναρχος δηλοῖ ἐν τῷ Κατὰ Στεφάνου.

18

.

4

Harpocr. s. v. Ἐρχιᾶθεν· Δείναρχος Κατὰ Στεφά‐ νου. Ἐρχιὰ δῆμός ἐστι τῆς Αἰγηίδος, ὥς φησι Διόδωρος (FGrHist 372 F *5).

18

.

5

Harpocr. s. v. Παιανιεῖς καὶ Παιονίδαι· Αἰσχί‐ νης ἐν τῷ Κατὰ Κτησιφῶντος (3, 51)· ὅτ’ ἐγράψατο εἰς Ἄρειον πάγον Δημομέλη τὸν Παιανιέα ἀνεψιὸν ὄντα. Δίδυμος (p. 317 Schmidt) γραπτέον εἶναί φησι Παιανιᾶ,100
5χωρὶς τοῦ ε. εἰσὶ δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Παν‐ διονίδος φυλῆς, οὓσ Διόδωρος (FGrHist 372 F*9) καλεῖ‐ σθαί φησι Παιανίαν καθύπερθεν καὶ Παιανίαν ὑπένερθεν· ὁμοίως δ’ ἑκατέρου τῶν δήμων τὸν δημότην καλεῖσθαί φησι Παιανιέα. διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς
10Ἴστρος ἐν Ἀτάκτω〈ν〉 (?) (FGrHist 334 F 21) ὑποση‐ μαίνει. μνημονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες, ὥσπερ καὶ Δείναρχος ἐν τῷ Κατὰ Στεφάνου περὶ τοῦ ὀχετοῦ. δῆμος δέ ἐστιν {καὶ} οὗτος τῆς Λεοντίδος, ὡς ὁ αὐτὸς Διόδωρος (FGrHist 372 F *13) δηλοῖ.

18

.

6

Harpocr. s. v. Παλληνεύς· Ὑπερείδης ἐν τῇ ὑπὲρ Χαιρεφίλου ἀπολογίᾳ (fr. 190 J.). Παλλήνη δῆμος τῆς Ἀντιοχίδος. τὸ δὲ ἐκ τόπου ἐπίρρημα Δείναρχος ἐν τῷ Κατὰ Στεφάνου Παλλήνηθέν φησιν, ὁ δὲ δημότης Παλ‐
5ληνεύς. ὅτι δ’ ἐστὶ καὶ ἐν Θρᾴκῃ Παλλήνη, γνώριμον.

18

.

7

Harpocr. s. v. ὑποκυδεῖς γάρ εἰσιν οἱ τόποι· Δείναρχος ἐν τῷ Κατὰ Στεφάνου. ὑποκυδής ἐστιν ὁ δί‐ υγρος, ὡς ἐκ τῆς γʹ Κτησίου (FGrHist 688 F 62) φανερόν ἐστιν. Εὐφορίων (fr. 181 Scheidw. = 138 Powell, Collect.
5Alex.)·
οἷόν θ’ εἱαμενῆς ὑποκυδέος. ἐν ἐνίοις μέντοι τῶν ἀντιγράφων παρὰ τῷ ῥήτορι γέγρα‐ πται ὑπόκοιλοι.
101

19

t

ΚΑΤΑ ΚΑΛΛΙΣΘΕΝΟΥΣ ΕΙΣΑΓΓΕΛΙΑ

19

.

1

Dionys. Halic. de Din. 10, p. 312, 3 R. Κατὰ Καλλι‐ σθένους εἰσαγγελία· οὐκ ἀγνο, 〈ὦ〉 ἄνδρες.

19

2*

Harpocr. s. v. βουλαία· Δείναρχος ἐν τῇ Κατὰ Καλλισθένους ἐνδείξει· μαρτύρομαι τὴν Ἑστίαν τὴν βουλαίαν, οἷον τὴν ἐν τῇ βουλῇ ἱδρυμένην.

19

.

3

Harpocr. s. v. διάμετρον· τὸ ἐλλεῖπον ἀπὸ τοῦ δι‐ καίως μετρηθέντος· Δείναρχος ἐν τῇ Κατὰ Καλλισθέ‐ νους εἰσαγγελίᾳ.

19

.

4

Harpocr. s. v. ἡμίεκτον καὶ ἡμιμέδιμνον· Δεί‐ ναρχος ἐν τῇ Κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τοῦ μεδί‐ μνου ἔχοντος χοίνικας μηʹ, τὸ χωροῦν κδʹ χοίνικας ἡμι‐ μέδιμνόν ἐστιν, ἡμίεκτον δὲ τὸ χωροῦν δʹ χοίνικας, τοῦ
5ἕκτου, ὅπερ ἐστὶ χοίνικες ηʹ, τὸ ἥμισυ.

19

.

5

Harpocr. s. v. κόμματα καὶ κυρήβια· Δείναρχος ἐν τῇ Κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τὰ μὲν κυρήβιά ἐστι τὰ πίτυρα, τὰ δὲ κόμματα ἔοικεν εἶναι μέρη τινὰ ἢ τῆς καλάμης ἢ τῶν περὶ τὸν σῖτον αὐτὸν ἐν τῷ στάχυι γιγνο‐
5μένων ἢ τῶν ἀνθερίκων.102

19

.

6

Harpocr. s. v. λουτροφόρος καὶ λουτροφορεῖν· ἔθος ἦν τοῖς γαμοῦσι λουτρὰ μεταπέμπεσθαι ἑαυτοῖς κατὰ τὴν τοῦ γάμου ἡμέραν, ἔπεμπον δ’ ἐπὶ ταῦτα τὸν ἐγγύτατα γένους παῖδα ἄρρενα, καὶ οὗτοι ἐλουτροφόρουν. ἔθος δὲ
5ἦν καὶ τῶν ἀγάμων ἀποθανόντων λουτροφό〈ρον φέ〉ρειν καὶ ἐπὶ τὸ μνῆμα ἐφίστασθαι· τοῦτο δὲ ἦν παῖς ὑδρίαν ἔχων. λέγει περὶ τούτων Δείναρχος ἔν τε τῷ Κατὰ Θεο‐ δότου (XCII) καὶ ἐν τῇ Κατὰ Καλλισθένους 〈εἰσ〉αγγελίᾳ· ὅτι δὲ τὰ λουτρὰ ἐκόμιζον ἐκ τῆς νῦν μὲν Ἐννεακρούνου
10καλουμένης κρήνης, πρότερον δὲ Καλλιρρόης, Πολυστέ‐ φανος ἐν τῷ περὶ κρηνῶν φησι. μέμνηνται δὲ τοῦ ἔθους οἱ κωμικοί.

19

.

7

Harpocr. s.v. μέδιμνος· Δείναρχος ἐν τῷ Κατὰ Καλ‐ λισθένους. μέτρον ἐστὶ ξηρῶν, οἷον πυρῶν ἢ κριθῶν, ἔχει δὲ χοίνικας μηʹ, καθά φησι Νίκανδρος ὁ Θυατειρηνὸς ἐν τοῖς Ἐξηγητικοῖς τῆς Ἀττικῆς διαλέκτου (FGrHist 343 F6).

19

.

8

Harpocr. s. v. μετρονόμοι· ἀρχή τις Ἀθήνησίν ἐστιν ἡ τῶν μετρονόμων, ὡς Δείναρχος ἐν τῷ Κατὰ Καλλι‐ σθένους. ἦσαν δὲ τὸν ἀριθμὸν ιʹ, εʹ μὲν εἰς Πειραιᾶ, εʹ δ’ εἰς ἄστυ, εἶχον δὲ τὴν ἐπιμέλειαν ὅπως δίκαια ᾖ τὰ103
5μέτρα τῶν πωλούντων, ὡς καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθη‐ ναίων πολιτείᾳ (51, 2) δηλοῖ. cf. Pollux 4, 167 καὶ Δεί‐ ναρχος μετρονόμου τοῦ ἐπὶ τῶν μέτρων.

19

.

9

Harpocr. s. v. μυλωθρός· ὁ μυλῶνα κεκτημένος καὶ ἐργαζόμενος ἐν αὐτῷ· Δείναρχος ἐν τῷ Κατὰ Καλλι‐ σθένους πολλάκις. ἔστι δὲ καὶ παρὰ τοῖς κωμικοῖς πολὺ τοὔνομα.

19

.

10

Harpocr. s. v. σιτοφύλακες· Δείναρχος ἐν τῇ Κατὰ Καλλισθένους εἰσαγγελίᾳ· ἀρχή τις ἦν Ἀθήνησιν ἥτις ἐπεμελεῖτο ὅπως ὁ σῖτος δικαίως πραθήσεται καὶ τὰ ἄλφιτα καὶ οἱ ἄρτοι. ἦσαν δὲ τὸν ἀριθμὸν ιʹ, εʹ μὲν ἐν
5ἄστει, εʹ δ’ ἐν Πειραιεῖ, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ (51, 3).

19

.

11

Harpocr. s. v. τεταρτημόριον (= Bachm. Anecd.
385, 11)· Δείναρχος ἐν τῇ Κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τεταρτημόριόν ἐστι τὸ τέταρτον μέρος τοῦ ὀβολοῦ, τουτ‐ έστι χαλκοῖ βʹ.104

19

.

12

Harpocr. s. v. τριτημόριον· Δείναρχος Κατὰ Καλλισθένους. ὅτι δὲ τριτημόριόν ἐστιν ϛʹ χαλκοῖ Φιλή‐ μων ἐν ἀρχῇ τοῦ 〈Σαρ〉δίου (fr. 74, 2 K.) διδάσκει.

19

.

13

Harpocr. s. v. ὑποφόνια· τὰ ἐπὶ φόνῳ διδόμενα χρήματα τοῖς οἰκείοις τοῦ φονευθέντος, ἵνα μὴ ἐπεξίωσιν· Δείναρχος ἐν τῷ Κατὰ Καλλισθένους καὶ ἐν τῷ Κατὰ Φορμισίου (X 5), Θεόφραστος Νόμων ιϛʹ (fr. 18 Hager =
5JPh 6, 1876, 3).

20

t

ΔΙΑΔΙΚΑΣΙΑ ΦΑΛΗΡΕΩΝ ΠΡΟΣ ΦΟΙΝΙΚΑΣ ΥΠΕΡ ΤΗΣ ΙΕΡΩΣΥΝΗΣ ΤΟΥ ΠΟΣΕΙΔΩΝΟΣ

20

.

1

Dionys. Halic. de Din. 10, p. 312, 4 R. Διαδικασία Φαληρέων πρὸς Φοίνικας ὑπὲρ τῆς ἱερωσύνης τοῦ Πο‐ σειδῶνος· εὔχομαι, νὴ τὴν Ἀθηνᾶν, πρέπειν δή.

20

.

2

Harpocr. s. v. Ἀλόπη· ... Κερκυόνος θυγάτηρ, ἐξ ἧς καὶ Ποσειδῶνος Ἱπποθν ὁ τῆς Ἱπποθωντίδος φυλῆς ἐπώνυμος, ὡς ... καὶ Δείναρχος ἐν τῇ Διαδικασίᾳ
Φαληρέων.105

20a

t

ΚΡΟΚΩΝΙΔΩΝ ΔΙΑΔΙΚΑΣΙΑ v. ad orat. XXXV

21

t

ΠΡΟΣ ΤΗΝ ΚΗΦΙΣΟΦΩΝΤΟΣ ΑΠΟΓΡΑΦΗΝ

21

.

1

Dionys. Halic. de Din. 10, p. 312, 6 R. Πρὸς τὴν Κη‐ φισ〈οφ〉ῶντος ἀπογραφήν· πρῶτον μέν, ὦ ἄνδρες, δέομαι.

22

t

ΠΡΟΣ ΤΗΝ ΚΗΦΙΣΟΦΩΝΤΟΣ ΑΠΟΓΡΑΦΗΝ· Ο ΥΣΤΕΡΟΣ

22

.

1

Dionys. Halic. de Din. 10, p. 312, 8 R. Ὁ ὕστερος· τὰ μὲν περὶ τὴν ὠνήν.

23

t

ΑΠΟΛΟΓΙΑ ΔΙΑΜΑΡΤΥΡΙΑΣ ΠΡΟΣ ΤΗΝ ΧΑΡΗΤΟΣ 〈...〉

23

.

1

Dionys. Halic. de Din. 10, p. 312, 8 R. Ἀπολογία δια‐ μαρτυρίας πρὸς τὴν Χάρητος ...

24

t

ΕΙΣΑΓΓΕΛΙΑ ΚΑΤΑ ΦΕΙΔΙΑΔΟΥ ΓΡΑΜΜΑΤΕΩΣ

24

.

1

Dionys. Halic. de Din. 10, p. 312, 9 R. Εἰσαγγελία κατὰ
Φειδιάδου γραμματέως· οὔτ’ ἔχθρας οὐδεμιᾶς ἕνεκα.106

25

t

ΚΑΤΑ ΦΙΛΟΚΛΕΟΥΣ ΠΕΡΙ ΤΩΝ ΑΡΠΑΛΕΙΩΝ

25

.

1

Dionys. Halic. de Din. 10, p. 312, 11 R. Κατὰ Φιλο‐ κλέους περὶ τῶν Ἁρπαλ〈ε〉ίων· τί χρὴ λέγειν {τὸ} πρὸς τῶν 〈θεῶν〉.

26

t

ΚΑΘ’ ΑΓΝΩΝΙΔΟΥ ΠΕΡΙ ΤΩΝ ΑΡΠΑΛΟΥ

26

.

1

Dionys. Halic. de Din. 10, p. 312, 12 R. Καθ’ Ἁγνω‐ νίδου περὶ τῶν Ἁρπάλου· οὐκ ἄδηλον.

27

t

ΚΑΤ’ ΑΡΙΣΤΟΝΙΚΟΥ ΠΕΡΙ ΤΩΝ ΑΡΠΑΛΕΙΩΝ

27

.

1

Dionys. Halic. de Din. 10, p. 312, 13 R. Κατ’ Ἀριστονί‐ κου περὶ τῶν Ἁρπαλείων· εὐτύχημα μὲν ἦν, ὦ ἄν‐ δρες.

28

t

ΚΑΤΑ ΔΗΜΟΣΘΕΝΟΥΣ ΠΕΡΙ ΤΩΝ ΑΡΠΑΛΕΙΩΝ

28

.

1

Dionys. Halic. de Din. 10, p. 312, 14 R. Κατὰ Δημο‐ σθένους περὶ τῶν Ἁρπαλείων· ὁ μὲν δημαγωγὸς ὑμῖν.
vide supra p. 11, 2107

29

t

ΚΑΤ’ ΑΡΙΣΤΟΓΕΙΤΟΝΟΣ ΠΕΡΙ ΤΩΝ ΑΡΠΑΛΕΙΩΝ

29

.

1

Dionys. Halic. de Din. 10, p. 312, 16 R. Κατ’ Ἀριστο‐ γείτονος περὶ τῶν Ἁρπαλείων· πάνθ’, ὡς ἔοικεν, ὦ ἄνδρες. vide supra p. 54, 16.

30

t

ΚΑΤΑ ΘΕΟΔΩΡΟΥ ΕΥΘΥΝΤΙΚΟΣ

30

.

1

Dionys. Halic. de Din. 11, p. 312, 19 R. Κατὰ Θεοδώρου εὐθυν〈τ〉ικός· ἥκιστα μέν, ὦ ἄνδρες. πρεσβύτερός ἐστι τῆς Δεινάρχου ἡλικίας. εἴρηται γὰρ ἐπὶ Θεοφίλου Θεμιστοκλέους, ἄρχοντος μετὰ Θέ〈ε〉λλον ἀνιόντα
5ἐνιαυτῷ τρίτῳ, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίνεται φανερόν, οὔπω πέμπτον 〈καὶ δέκατον〉, ὡς δείξομεν, ἔτος ἔχον‐
τος αὐτοῦ.108

31

t

ΚΑΤΑ ΚΗΡΥΚΩΝ

31

.

1

Dionys. Halic. de Din. 11, p. 313, 2 R. Κατὰ Κηρύκων· εἰ μὲν ὁ πατήρ, ὦ ἄνδρες. οὗτος ὁ ἀγὼν εἴρηται ἐπ’ ἄρχοντος Εὐβούλου ἢ Λυκίσκου τοῦ μετ’ Εὔβουλον, οὔπω εἴκοσιν 〈ἔτη ἔχ〉οντος αὐτοῦ ... ὁ μὲν γὰρ λόγος περί
5τινος ἀποψηφισθέντος γέγονεν ἐπ’ Ἀρχίου τοῦ μετὰ Θεμιστοκλέα. δῆλον δ’ ἕκαστον τῶν εἰρημένων ἐξ αὐτοῦ τοῦ λόγου γίγνεται.

32

t

ΚΑΤΑ ΜΟΣΧΙΩΝΟΣ

32

.

1

Dionys. Halic. de Din. 11, p. 313, 8 R. Κατὰ Μο‐ σχίωνος ἀπογραψαμένου αὑτὸν Νικοδίκου υἱόν· ἀποψηφι‐ σαμένων, ὦ ἄνδρες, 〈του〉τουὶ Μοσχίωνος † συμ‐ βαλών. καὶ οὗτος ὁ λόγος κατὰ τοὺς αὐτοὺς χρόνους τῷ
5προτέρῳ (i. e. ἐπ’ ἄρχοντος Εὐβούλου ἢ Λυκίσκου τοῦ μετ’ Εὔβουλον) εἴρηται. δηλοῦται δ’ ἔκ 〈τε〉 αὐτῆς τῆς
ἀρχῆς τοῦ λόγου καὶ {τὰ} τῶν ἑξῆς.109

32

.

2

Harpocr. s. v. ἑρκεῖος Ζεύς· Δείναρχος ἐν τῷ Κατὰ Μοσχίωνος· 〈e. g. ἐπερωτᾷ〉 εἰ φράτορες αὐτῷ καὶ βωμοὶ Διὸς ἑρκείου καὶ Ἀπόλλωνος πατρῴου εἰσίν. ἑρκεῖος Ζεύς, ᾧ βωμὸς ἐντὸς ἕρκους ἐν τῇ αὐλῇ
5ἵδρυται· τὸν γὰρ περίβολον ἕρκος ἔλεγον. ὅτι δὲ τούτοις μετῆν τῆς πολιτείας οἷς εἴη Ζεὺς ἑρκεῖος, δεδήλωκε καὶ Ὑπερείδης ἐν τῷ ὑπὲρ δημοποιήτου (fr. 94 J.), εἰ γνήσιος, καὶ Δημήτριος ἐν τοῖς περὶ τῆς Ἀθήνησι νομοθεσίας (FGrHist 228 F 6 = fr. 139 Wehrli).

33

t

ΚΑΤΑ ΜΕΝΕΚΛΕΟΥΣ ΑΠΑΓΩΓΗΣ

33

.

1

Dionys. Halic. de Din. 11, p. 313, 13 R. Κατὰ Μενε‐
κλέους ἀπαγωγῆς· ὦ ἄνδρες δικαστα, καὶ τῶν νόμων καθ’ οὕς. καὶ οὗτος εἴρηται παιδὸς ὄντος ἔτι Δεινάρχου. ὁ μὲν γὰρ κρινόμενός ἐστι Μενεκλῆς, ὁ τὴν110
5ἱέρειαν Νῖνον ἑλών, ὁ δὲ κατηγορῶν υἱὸς τῆς Νίνου. ἔστι δὲ ταῦτα πρεσβύτερα τῆς Δεινάρχου ἀκμῆς. ὁ μὲν γὰρ Δημοσθένους περὶ τοῦ ὀνόματος {δεδηλώκαμεν} λόγος (39, 2. 40, 9), ἐν ᾧ τούτων μέμνηται, κατὰ Θέελλον ἢ Ἀπολλόδωρον ἄρχοντα τετέλεσται, ὡς ἐν τοῖς περὶ Δημο‐
10σθένους δεδηλώκαμεν. εἰ δ’ ὡς τεθνηκότος ἤδη τοῦ Μενε‐ κλέους ὁ Δημοσθένης ἐκεῖ μέμνηται λέγων· ἑωρᾶτε γὰρ πάντες αὐτὸν χρώμενον, ἕως ἔζη, Μενεκλεῖ, παλαιὸς λό‐ γος τίς ἐστιν. ὅτι δὲ οὗτος ὁ Μενεκλῆς, ἐν αὐτῷ τῷ λόγῳ δεδήλωκεν ὁ κατηγορῶν.

34

t

ΔΙΑΔΙΚΑΣΙΑ ΑΘΜΟΝΕΥΣΙ ΠΕΡΙ ΤΗΣ ΜΥΡΡΙΝΗΣ ΚΑΙ ΤΗΣ ΜΙΛΑΚΟΣ

34

.

1

Dionys. Halic. de Din. 11, p. 314, 4 R. Διαδικασία Ἀθμονεῦσι περὶ τῆς μυρρίνης καὶ τῆς μίλακος· εὔχομαι δὴ τῇ Δήμητρι καὶ τῇ Κόρῃ· πρεσβύτερός ἐστι τῆς Δεινάρχου ἀκμῆς. εἴρηται γὰρ ἐπὶ Νικομάχου ἄρχοντος,
5ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίγνεται δῆλον, ἓν πρὸς τοῖς εἴκοσιν
ἔτος τοῦ ῥήτορος ἔχοντος. cf. Schol. ad Soph. O. C. 681 ... ὁ δ’ Ἴστρος (sc. φησὶ) τῆς Δήμητρος εἶναι στέμμα τὴν μυρρίνην καὶ τὴν μίλακα περὶ ἧς γίνεσθαι τὴν 〈δια〉‐ δικασίαν καὶ τὸν ἱεροφάντην δὲ καὶ τὰς ἱεροφάντιδας καὶ111
10τὸν δᾳδοῦχον καὶ τὰς ἄλλας ἱερείας μυρρίνης ἔχειν στέ‐ φανον δι’ ἃ καὶ τὴν Δήμητρα προσθέσθαι ταύτην φησί (FGrHist 334 F 29).

35

t

ΔΙΑΔΙΚΑΣΙΑ ΤΗΣ ΙΕΡΕΙΑΣ ΤΗΣ ΔΗΜΗΤΡΟΣ ΠΡΟΣ ΤΟΝ ΙΕΡΟΦΑΝΤΗΝ

35

.

1

Dionys. Halic. de Din. 11, p. 314, 12 R. Διαδικασία τῆς ἱερείας τῆς Δήμητρος πρὸς τὸν ἱεροφάντην· πολλῶν καὶ παραδόξων, ὦ ἄνδρες δικασταί. οὗτος ὁ λόγος ἤδη πεφευγότος αὐτοῦ εἴρηται, ὡς ἐξ αὐτοῦ γίγνεται
5φανερόν. μέμνηται γὰρ ἐν αὐτῷ τῆς κατασχούσης ὀλιγ‐ αρχίας.

35

.

2

Harpocr. s. v. Δυσαύλης· Δείναρχος ἐν τῇ {περὶ} τῆς ἱερείας διαδικασίᾳ, εἰ γνήσιος. Ἀσκληπιάδης δ’ ἐν δʹ Τραγῳδουμένων (FGrHist 12 F 4) τὸν Δυσαύλην αὐτόχθονα εἶναί φησι, συνοικήσαντα δὲ Βαυβοῖ σχεῖν
5παῖδας Πρωτονόην τε καὶ Νῖσαν. Παλαίφατος δ’ ἐν αʹ Τρωικῶν (FGrHist 44 F 1) σὺν τῇ γυναικί φησιν αὐτὸν ὑποδέξασθαι τὴν Δήμητρα.112

35

.

3

Pollux 7, 69 ὀρθάπτου δὲ μέμνηται Δείναρχος ἐν τῇ τῆς ἱερείας δοκιμασίᾳ· ἔστι δ’ ἐξ ἐρίου πίλημα φοινι‐ κοῦν, ᾧ φαιδρύνουσι τὰ ἕδη τῶν θεῶν.

36

t

ΚΑΤΑ ΤΙΜΟΚΡΑΤΟΥΣ (ΕΙΣΑΓΓΕΛΤΙΚΟΣ ΔΗΜΟΥ ΚΑΤΑΛΥΣΕΩΣ)

36

.

1

Dionys. Halic. de Din. 11, p. 314, 17 R. Κατὰ Τιμο‐ κράτο̣υς εἰσαγγελτικὸς δήμου καταλύσεως· ἔργα ποιεῖς. οὗτος καὶ ἀπ’ αὐτῆς τῆς ἐπιγραφῆς ἐστι δῆλος ψευδεπί‐ γραφος ὤν.

37

t

ΚΑΤΑ ΣΠΟΥΔΙΟΥ

37

.

1

Dionys. Halic. de Din. 11, p. 314, 20 R. Κατὰ Σπου‐ δίου· καὶ ἐν τῷ δήμῳ κατηγορήσειν ὑπεσχόμην. μετὰ τὴν κατάλυσιν τῆς ὀλιγαρχίας εἴρηται καὶ οὗτος ἤδη Δεινάρχου {φαίνεται} φεύγοντος, ὡς ἐξ αὐτοῦ μάλιστα
5τοῦ λόγου γίγνεται φανερόν.113

38

t

ΔΙΑΔΙΚΑΣΙΑ ΕΥΔΑΝΕΜΩΝ ΠΡΟΣ ΚΗΡΥΚΑΣ ΥΠΕΡ ΤΟΥ ΚΑΝΟΥ

38

.

1

Dionys. Halic. de Din. 11, p. 315, 1 R. Διαδικασία Εὐ‐ δανέμων πρὸς Κήρυκας ὑπὲρ τοῦ κανοῦ· οὐδαμῶς τοιαῦτα πράγματα. καὶ οὗτος κατὰ τοὺς αὐτοὺς χρό‐ νους εἴρηται, πεφευγότος ἤδη τοῦ ῥήτορος, ὡς ἐν αὐτῷ
5τῷ λόγῳ πάλιν δηλοῦται.

39

t

ΑΤΤΙΚΟΣ

39

.

1

Dionys. Halic. de Din. 11, p. 315, 5 R. Ἀττικός· πάν‐ των ἦσαν ὁμοίως. καὶ οὗτος εἴρηται ἐν ἐκείνοις τοῖς χρόνοις, ὡς καὶ ἐν αὐτῷ τῷ λόγῳ φανερὸν γίγνεται.

40

t

ΑΙΤΩΛΙΚΟΣ

40

.

1

Dionys. Halic. de Din. 11, p. 315, 7 R. Αἰτωλικός· καὶ ἡμεῖς, ὦ ἄνδρες Αἰτωλο, πρέσβεις. οὗτος καθ‐ εστώσης τῆς ὀλιγαρχίας ὑπὸ τῶν Ἀθήνηθεν φυγάδων εἴρηται δεομένων τος Αἰτωλος αὑτοῖς βοηθεῖν, ἐπεὶ
5καὶ ὁ Κάσσανδρος αὐτοὺς ἐλευθεροῦν ἐπεχείρει, ὡς ἐν αὐτῷ τῷ λόγῳ γίγνεται τοῦτο δῆλον. οὔκουν εἰκὸσ φίλον ὄντα τὸν Δείναρχον τῶν τὴν ὀλιγαρχίαν καταστησάντων τοῖς καταλύειν ἐπιχειροῦσιν συναγωνίζεσθαι, οὐδ’ αὐτο〈ὺ〉ς Ἀθήνηθεν λόγους παραλαμβάνειν οἷόν τ’ ἐστί.114

41

t

ΔΙΦΙΛΩΙ ΔΗΜΗΓΟΡΙΚΟΣ

41

.

1

Dionys. Halic. de Din. 11, p. 315, 15 R. Διφίλῳ δημη‐ γορικός, αἰτοῦντι δωρεάς· διὰ τὸ μὴ ῥᾴδιον εἶναι. τοῦτον ἐπείσθην ὑπὸ Δημοσθένους γεγράφθαι τὸν λόγον, ὅτι τὰς δωρεὰς ἔγραψεν αὐτῷ Δημοσθένης, ὡς Δείναρ‐
5χος ἐν τῷ Κατὰ Δημοσθένους λόγῳ (1, 43) δεδήλωκε, καὶ ὅτι ἐπὶ τέλει 〈τοῦ〉 λόγου ὁ Δίφιλος Δημοσθένην παρακα‐ λεῖ συνήγορον. ἀπίθανον δὲ οἶμαι εἶναι τὰς μὲν τιμὰς οὕτω γράφειν εὐνοοῦντα τῷ 〈Δι〉φίλῳ τὸν Δημοσθένην, λόγον δὲ παρὰ Δεινάρχου λαβόντα περιιδεῖν.

42

t

ΕΡΜΙΑΙ ΕΜΠΟΡΙΟΥ ΕΠΙΜΕΛΗΤΗΙ ΠΕΡΙ ΤΩΝ ΚΑΤΗΓΟΡΗΘΕΝΤΩΝ ΑΠΟΛΟΓΙΑ

42

.

1

Dionys. Halic. de Din. 11, p. 315, 24 R. Ἑρμίᾳ ἐμ‐ πορίου ἐπιμελητῇ περὶ τῶν κατηγορηθέντων ἀπολογία· δέομαι ὑμῶν, ὦ ἄνδρες. ἀπ’ αὐτοῦ τοῦ χαρακτῆρος
εὕροι τις ἂν οὐκ ὄντα τὸν λόγον Δεινάρχου (ὑδαρής τε115
5γὰρ καὶ ἀσθενὴς καὶ ψυχρός ἐστιν), ἀλλὰ μᾶλλον αὐτὸν ἄν τις θείη Δημοκλείδου ἢ Μενεσαίχμου ἢ τῶν ἄλλων τῶν τοιούτων τινός.

43

t

ΥΠΕΡ ΜΕΝΕΣΑΙΧΜΟΥ ΠΕΡΙ ΤΗΣ ΔΗΛΟΥ ΘΥΣΙΑΣ

43

.

1

Dionys. Halic. de Din. 11, p. 316, 5 R. ἀφαιροῦμαι δὲ καὶ τοὺς περὶ Μενεσαίχμου λόγους ἀμφοτέρους αὐτοῦ, ὧν ὁ μέν ἐστιν περὶ τῆς Δήλου θυσίας· ἱκετεύομεν μᾶς καί.

44

t

ΥΠΕΡ ΜΕΝΕΣΑΙΧΜΟΥ ΠΡΟΣ ΠΕΡΙΚΛΕΑ ΚΑΙ ΔΗΜΟΚΡΑΤΗΝ

44

.

1

Dionys. Halic. de Din. 11, p. 316, 8 R. ὁ δὲ πρὸς Περι‐ κλέα καὶ Δημοκράτην, οὗ ἡ ἀρχή· νομίζομεν, ὦ ἄν‐ δρες, διά τε τὸν χαρακτῆρα (ὑδαρὴς γὰρ καὶ κεχυμένος καὶ ψυχρός), καὶ ὅτι ὁ λέγων αὐτο〈ύ〉ς, ὢν οὔτε ἄδοξος καὶ
5μετὰ Λυκοῦργον τὴν διοίκησιν τῶν δημοσίων χρημάτων
παραλαβών, ἐξητασμένος δὲ πολλάκις αὐτός, ὡς ἐν τοῖς λόγοις περὶ ἁπάντων μηνύει, καὶ ἐν ἰδίοις καὶ ἐν δημο‐ σίοις ἀγῶσιν οὐκ ἂν ἦν ἀδύνατος, ὥστε Δεινάρχῳ λογο‐ γράφ χρῆσθαι.116

45

t

ΥΠΕΡ ΤΟΥ ΜΗ ΕΚΔΟΥΝΑΙ ΑΡΠΑΛΟΝ ΑΛΕΞΑΝΔΡΩΙ

45

.

1

Dionys. Halic. de Din. 11, p. 316, 16 R. Ὑπὲρ τοῦ μὴ ἐκδοῦναι Ἅρπαλον Ἀλεξάνδρῳ· οὐκ ἄξιον ἄρα θαυ‐ μάζειν. οὐδ’ οὗτος ὁ λόγος ἐμφαίνει τὸν Δεινάρχου χαρακτῆρα. εἰ γὰρ κἂν μηδὲν ἄλλο, τό γ’ οὖν ἠλίθιον καὶ
5σοφιστικὸν εὕροι τις ἂν ἐν αὐτῷ πολύ, τὸ πλεῖστον ἀπέχον τῶν Δεινάρχου χαρακτήρων.

46

t

ΔΗΛΙΑΚΟΣ

46

.

1

Dionys. Halic. de Din. 11, p. 316, 21 R. Δηλιακός· Ἀπόλλωνος καὶ Ῥοιοῦς τῆς 〈Σ〉ταφύλου. οὗτος οὐ τοῦ ῥήτορος ἀλλ’ ἑτέρου τινὸς συγγραφέως ἐστί. δηλοῖ δ’ ἐκ τοῦ τρόπου καὶ τοῦ χαρακτῆρος ἀρχαϊκὸς ὢν καὶ
5περιτρέχων τὴν τοπικὴν Δήλου καὶ † Λέρου ἱστορίαν.117

47

t

ΚΑΤΑ ΔΗΜΟΣΘΕΝΟΥΣ ΠΑΡΑΝΟΜΩΝ

47

.

1

Dionys. Halic. de Din. 11, p. 317, 2 R. Κατὰ Δημο‐ σθένους παρανόμω〈ν〉· εἰώθατε, ὦ ἄνδρες. οὗτος ἐν τοῖς Περγαμηνοῖς πίναξι φέρεται ὡς Καλλικράτους. ἐγὼ δ’, εἰ μὲν ἐκείνου ἐστίν, οὐκ οἶδα (οὐδὲ γὰρ ἐνέτυχον
5τῶν Καλλικράτους οὐδενί), ὅτι δὲ πάμπολυ τῶν Δεινάρχου λόγων ἀφέστηκεν, εὐτελής τε ὢν καὶ οὐκ ἀπέχων ἰδιω‐ τικῆς φλυαρίας, πείθομαι.

48

t

ΚΑΤΑ ΠΡΟΞΕΝΟΥ ΒΛΑΒΗΣ118

48

.

1

Dionys. Halic. de Din. 12, p. 317, 10 R. Κατὰ Προ‐ ξένου βλάβης, ὃν αὐτὸς εἶπεν ὑπὲρ αὑτοῦ· εἴ τίς μοι θεῶν, ὦ ἄνδρες.

48

.

3

Harpocr. s. v. ἀργυριοθήκη· Δείναρχος ἐν τῷ Κατὰ Προξένου βλάβης. διττὰ ἦν γραμματείδια οἷς ἐχρῶντο Ἀθηναῖοι, τὰ μὲν ὥστε γράφειν μόνον τι ἐν αὐτοῖς, τὰ δὲ ὥστε καὶ ἀργυρίδιον κατατίθεσθαι, ἅπερ καὶ κιβώτια ἐκά‐
5λουν, τὰ δ’ ἄλλα μαρσίπια.119

48

.

4

Harpocr. s. v. βασανίσας· ἀντὶ τοῦ δοκιμάσας Δεί‐ ναρχος ἐν τῷ Κατὰ Προξένου. πολὺ δ’ ἐστὶ τοὔνομα ἐπὶ τούτου τοῦ σημαινομένου παρ’ Ἀττικοῖς.

48

.

5

Harpocr. s. v. ματρυλεῖον· Δείναρχος ἐν τῷ Κατὰ Προξένου. Ἡρακλέων καὶ Δίδυμος (p. 320 Schmidt) τό‐ πον τινά φασιν εἶναι ἐν ᾧ γρᾶες διατρίβουσαι δέχονται τοὺς βουλομένους καταμεθυσθῆναι· Μένανδρος Ἐπιτρέ‐
5πουσιν (501 Koerte = 601 Sandbach).
οὐκ οἰμώξεται
καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον;

48

.

6

Harpocr. s. v. ὀρνιθευτής. ὁ ὀρνιθοθήρας· Δείναρ‐ χος ἐν τῷ Κατὰ Προξένου, Πλάτων (fr. 157 K.) ἢ Κάν‐ θαρος (1, p. 765 K.) Συμμαχίᾳ. ἔστι δὲ καὶ ἐν τῇ νέᾳ κωμῳδίᾳ δρᾶμα Ὀρνιθευτὴς Νικοστράτου (2, p. 224 K.).

48

.

7

Harpocr. s. v. σκιραφ〈ε〉ῖα· Δείναρχος ἐν τῷ Κατὰ Προξένου. σκιραφ〈ε〉ῖα ἔλεγον τὰ κυβευτήρια, ἐπειδὴ διέ‐ τριβον ἐν Σκίρῳ οἱ κυβεύοντες, ὡς Θεόπομπος ἐν τῇ νʹ
(FGrHist 115 F 228) ὑποσημαίνει.120

49

t

ΚΑΤΑ ΚΗΦΙΣΟΚΛΕΟΥΣ ΚΑΙ ΤΩΝ ΟΙΚΕΙΩΝ ΒΛΑΒΗΣ

49

.

1

Dionys. Halic. de Din. 12, p. 317, 11 R. Κατὰ Κηφι‐ σοκλέους καὶ τῶν οἰκείων βλάβης· ἃ μὲν ἐγκαλῶν, ὦ ἄνδρες.

49

.

2

Harpocr. s. v. ἀπήχεια· ἀντὶ τοῦ ἀπέχθεια Λυσίας (fr. LXXXVIII) πρὸς Μέδοντα καὶ Δείναρχος Κατὰ Κη‐ φισοκλέους. cf. Schol. Aristid. p. 196 Fr. μηδὲν ἀπ‐ ηχὲς] ἡ λέξις κατὰ μεταφορὰν εἴρηται ἀπὸ τῶν μελῶν·
5δηλοῖ δὲ τὸ ὑβριστικὸν καὶ ἔξω τοῦ καλοῦ καὶ τραχύτερον εἰς ἀκοὴν καὶ οἷον τοῦ ῥυθμοῦ καὶ μέλους {καὶ} τοῦ τεταγμένου παρηλλαγμένον καὶ ἐκπεπτωκόσ. Δεί‐ ναρχος μέμνηται τῆς λέξεως ἐν τῷ πρὸς Κηφισοκλέα· ἀπηχὲς οὖν ἀντὶ τοῦ ἄμουσον καὶ ἄφθογγον.

50

t

ΠΡΟΣ ΦΑΝΟΚΛΕΑ ΒΛΑΒΗΣ (ΑΠΟΛΟΓΙΑ)

50

.

1

Dionys. Halic. de Din. 12, p. 317, 13 R. Πρὸς Φανοκλέα βλάβης ἀπολογία· ᾤμην μὲν ἐγ, ὦ ἄνδρες.

51

t

ΠΡΟΣ ΛΥΣΙΚΡΑΤΗΝ
ΥΠΕΡ ΝΙΚΟΜΑΧΟΥ ΒΛΑΒΗΣ121

51

.

1

Dionys. Halic. de Din. 12, p. 317, 14 R. Πρὸς Λυσι‐ κράτην ὑπὲρ Νικομάχου βλάβης· ἄνδρες δικαστα, ὅτι μὲν ἰδιώτης.

51

.

2

Harpocr. s. v. κράστις· Δείναρχος ἐν τῷ πρὸς Λυ‐ σικράτην. κράστις ἐστὶν ἡ πόα, ὡς καὶ Ἀριστοφάνης (fr. 798 K.).

52

t

ΣΥΝΗΓΟΡΙΑ ΠΑΡΜΕΝΟΝΤΙ ΥΠΕΡ ΑΝΔΡΑΠΟΔΟΥ ΒΛΑΒΗΣ

52

.

1

Dionys. Halic. de Din. 12, p. 317, 15 R. Συνηγορία Παρμένοντι ὑπὲρ ἀνδραπόδου βλάβης· καὶ παραγεγε‐ νημένος.

53*

t

〈Ο〉 ΥΣΤΕΡΟΣ

53*

1

Dionys. Halic. de Din. 12, p. 317, 17 R. ἄνδρες δικα‐ στα, ἔγωγε ἔγνων, ὅτι Παρμένων ἀδικεῖται.

54

t

ΚΑΤΑ ΠΟΣΕΙΔΙΠΠΟΥ ΚΛΟΠΗΣ

54

.

1

Dionys. Halic. de Din. 12, p. 317, 18 R. Κατὰ Πο‐
σ〈ε〉ιδίππου κλοπῆς· ἀδικηθείς, ὦ ἄνδρες.122

54

.

2

Harpocr. s. v. οἴκημα· ἀντὶ τοῦ δεσμωτήριον Δεί‐ ναρχος ἐν Τυρρηνικῷ (XII 4) καὶ ἐν τῷ Κατὰ Ποσει‐ δίππου ...

55

t

ΚΑΤΑ ΗΔΥΛΗΣ ΑΠΟΣΤΑΣΙΟΥ

55

.

1

Dionys. Halic. de Din. 12, p. 317, 19 R. Κατὰ Ἡδύ‐ λης ἀποστασίου· καταλιπόντος ἐμοὶ τοῦ πατρός.

55

.

2

Harpocr. s. v. διαμαρτυρία καὶ διαμαρτυρεῖν· ... Δείναρχος μέντοι τὸ διαμαρτυρῆσαι τέθεικεν οὐκ ἐπὶ τοῦ μαρτυρήσαντος αὐτοῦ, ἀλλ’ ἐπὶ τοῦ παρασχόντος τινὰ διαμαρτυρήσαντα ἐν τῇ διαμαρτυρίᾳ περὶ τοῦ μὴ
5ἐπίδικον εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα. οὗτος δὲ ὁ ῥήτωρ ἐν τῷ Κατὰ Ἡδύλης καὶ τὸν τρόπον διαγράφει τῆς διαμαρτυρίας.

56

t

ΑΠΟΣΤΑΣΙΟΥ ΠΡΟΣ ΑΡΧΕΣΤΡΑΤΟΝ

56

.

1

Dionys. Halic. de Din. 12, p. 317, 20 R. Ἀποστασίου
πρὸς Ἀρχέστρατον· πολλὰ καὶ ἀγαθὰ γένοιτο.123

56

.

2

Harpocr. s. v. ἀποψηφίζονται· ἀντὶ τοῦ καταδι‐ κάζουσιν αὐτὸν μὴ εἶναι πολίτην Δείναρχος ἐν τῷ Κατ’ Ἀρχεστράτου. καὶ ἀποψήφισιν δὲ τὸ πρᾶγμα λέγει Δη‐ μοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει (57, 2. 4. 6)

57

t

ΣΥΝΗΓΟΡΙΑ ΗΓΕΛΟΧΩΙ ΥΠΕΡ ΕΠΙΚΛΗΡΟΥ

57

.

1

Dionys. Halic. de Din. 12, p. 317, 21 R. Συνηγορία Ἡγελόχῳ ὑπὲρ ἐπικλήρου· ὥσπερ καὶ ἡμῶν ἕκαστος.

57a

t

ΚΑΤΑ ΗΓΕΛΟΧΟΥ ΣΥΝΗΓΟΡΙΑ ΥΠΕΡ ΕΠΙΚΛΗΡΟΥ (?)

57a

1

Harpocr. s. v. ληξιαρχικὸν γραμματεῖον· Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου (1, 18), εἰς ὃ ἐνεγράφοντο οἱ τελεωθέντες τῶν παίδων, οἷς ἐξῆν ἤδη τὰ πατρῷα οἰκο‐ νομεῖν, παρ’ ὃ καὶ τοὔνομα γεγονέναι, διὰ τὸ τῶν λήξεων
5ἄρχειν· λήξεις δ’ εἰσὶν οἵ τε κλῆροι καὶ αἱ οὐσίαι, ὡς καὶ Δείναρχος ἐν τῇ Κατὰ Ἡγελόχου συνηγορίᾳ ὑπὲρ ἐπι‐
κλήρου.124

58

t

ΕΠΙΚΛΗΡΙΚΟΣ ΥΠΕΡ ΤΗΣ ΙΟΦΩΝΤΟΣ ΘΥΓΑΤΡΟΣ

58

.

1

Dionys. Halic. de Din. 12, p. 317, 23 R. Ἐπικληρικὸς ὑπὲρ τῆς Ἰοφῶντος θυγατρός· ἄνδρες δικαστα, οὐ πένης ὤν.

59

t

Ο ΥΣΤΕΡΟΣ

59

.

1

Dionys. Halic. de Din. 12, p. 318, 1 R. 〈Ὁ〉 ὕστεροσ· ἄμαχον γὰρ ἦν, ὦ ἄνδρες.

60

t

ΔΙΑΜΑΡΤΥΡΙΑ, ΩΣ ΟΥΚ ΕΙΣΙΝ ΕΠΙΔΙΚΟΙ ΑΙ ΑΡΙΣΤΟΦΩΝΤΟΣ ΘΥΓΑΤΕΡΕΣ sive ΔΙΑΜΑΡΤΥΡΙΑ
5ΠΕΡΙ ΤΟΥ ΜΗ ΕΠΙΔΙΚΟΝ ΕΙΝΑΙ ΤΗΝ ΑΡΙΣΤΟΦΩΝΤΟΣ ΘΥΓΑΤΕΡΑ Αʹ Βʹ

60

.

1

Dionys. Halic. de Din. 12, p. 318, 2 R. Διαμαρτυρία, ὡς οὔκ εἰσιν ἐπίδικοι 〈αἱ〉 Ἀριστοφῶντος θυγατέρες· τοῦ νόμου δεδωκότος, ὦ ἄνδρες.

60

.

2

Harpocr. s. v. διαμαρτυρία καὶ διαμαρτυρεῖν· τρόπος τις ἦν παραγραφῆς ἡ διαμαρτυρία· ... Δείναρχος μέντοι τὸ διαμαρτυρῆσαι τέθεικεν οὐκ ἐπὶ τοῦ μαρτυρή‐
σαντος αὐτοῦ, ἀλλ’ ἐπὶ τοῦ παρασχόντος τινὰ διαμαρτυ‐125
5ρήσαντα ἐν τῇ διαμαρτυρίᾳ περὶ τοῦ μὴ ἐπίδικον εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα ...

60

.

3

Harpocr. s. v. ἐπίδικος καὶ ἐπίκληρος καὶ ἐπί‐ προικος καὶ ἐπικληρῖτις. ἐπίκληρος μέν ἐστιν ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ καταλελειμμένη, μὴ ὄντος αὐτῇ ἀδελ‐ φοῦ (ἡ δὲ αὐτὴ καὶ ἐπικληρῖτις)· ἐπίπροικος δὲ ἡ ἐπὶ
5μέρει τινὶ τοῦ κλήρου ὥστε προῖκα ἔχειν, ἀδελφῶν αὐτῇ ὄντων· ἐπίδικος δὲ ἡ ἀμφισβητουμένη ἐπίκληρος ὅτῳ χρὴ αὐτὴν γαμηθῆναι. ταῦτα δὲ δηλοῦσιν Ἰσαῖος ἐν τῷ πρὸς Σάτυρον ὑπὲρ ἐπικλήρου (or. 39 Thalh.) καὶ Δείναρχος ἐν τῷ ἐπιγραφομένῳ Διαμαρτυρία περὶ τοῦ μὴ ἐπίδικον
10εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα· ἐν δὲ τούτῳ τῷ λόγῳ δείκνυται καὶ ὅτι τὰς ἀπορουμένας κόρας ἐξεδίδοσαν οἱ ἄγχιστα γένους πέντε μνᾶς ἐπιδιδόντες. ὁ δὲ Ἰσαῖος ἐν τῷ πρὸς Λυσίβιον (XXVI 25 Thalh.) τὴν ἐπίκληρον ἐπι‐ κληρῖτιν κέκληκεν.

61

t

ΚΑΤΑ ΠΕΔΙΕΩΣ ΚΑΚΩΣΕΩΣ ΠΑΙΔΟΣ ΟΡΦΑΝΟΥ

61

.

1

Dionys. Halic. de Din. 12, p. 318, 4 R. Κατὰ Πεδιέως κακώσεως παιδὸς ὀρφανοῦ· μηδεὶς ὑμῶν, ὦ ἄνδρες,
θαυμάσῃ.126

62

t

ΔΙΑΜΑΡΤΥΡΙΑ ΠΕΡΙ ΤΟΥ ΕΥΙΠΠΟΥ ΚΛΗΡΟΥ ΠΡΟΣ ΧΑΡΗΤΑ

62

.

1

Dionys. Halic. de Din. 12, p. 318, 5 R. Διαμαρτυρία περὶ τοῦ Εὐίππου κλήρου πρὸς Χάρητα· πολλάκις ἤδη ἤκουσα.

63

t

ΥΠΕΡ ΤΟΥ ΜΝΗΣΙΚΛΕΟΥΣ ΚΛΗΡΟΥ

63

.

1

Dionys. Halic. de Din. 12, p. 318, 7 R. Ὑπὲρ τοῦ Μνη‐ σικλέους κλήρου· δικαίαν, ὦ 〈ἄνδρες,〉 δέησιν.

64

t

ΚΑΤΑ ΠΡΟΞΕΝΟΥ ΥΒΡΕΩΣ

64

.

1

Dionys. Halic. de Din. 12, p. 318, 8 R. Κατὰ Προξένου
ὕβρεως· ὑβριστής ἐστιν, ὦ ἄνδρες.127

65

t

ΑΠΟΛΟΓΙΑ ΠΛΗΓΩΝ sive ΑΠΟΛΟΓΙΑ ΥΒΡΕΩΣ ΕΠΙΧΑΡΕΙ ΠΡΟΣ ΦΙΛΩΤΑΔΗΝ

65

.

1

Dionys. Halic. de Din. 12, p. 318, 9 R. 〈Ἀπολο‐ γία〉 πληγῶν, ἔδει δ’ ἐπιγεγράφθαι Ἀπολογία ὕβρεως Ἐπιχάρει πρὸς Φιλωτάδην· τὸν θαυμαστόν, ὦ ἄνδρες.

65

2*

Bk. ΔΟ 191, 29 ... καὶ πάλιν ὀργεῶνες τίνες ἐν Ἀπολογίᾳ ὕβρεως σαφὲς ποιεῖ (cf. XIII 2). οὗτοί εἰσιν οἱ τοῖς ἰδίᾳ ἀφιδρυμένοις θεοῖς ὀργιάζοντες καὶ τῶν ἱερῶν δὲ κοινωνοῦντεσ ὀργεῶνας ἑαυτοὺς {ἀλλήλους} ἐκάλουν.

66_67

t

ΚΑΤΑ ΚΛΕΟΜΕΔΟΝΤΟΣ ΑΙΚΙΑΣ Αʹ Βʹ

66_67

1

Dionys. Halic. de Din. 12, p. 318, 11 R. Κατὰ Κλεο‐ μέδοντος αἰκίας· ὅτι μέν, ὦ ἄνδρες, καὶ ὁ πατὴρ
Θεόδωρος δή.128

66_67

2

Harpocr. s. v. αὐτοδικεῖν· ἀντὶ τοῦ ἑαυτοῖς τὰ δί‐ καια ὁρίζειν Δείναρχος ἐν τῷ Κατὰ Κλεομέδοντος.

66_67

3

Ammonius, π. ὁμ. καὶ διαφ. λέξ. 163 Nickau ἐκμαρ‐ τυρία μαρτυρίας ἐν τίνι διαφέρει, δηλοῖ Δείναρχος ἐν τῷ Κατὰ Κλεομέδοντος λέγων· ἀναγνώσεται δὲ τῶν μὲν ἐπιδημούντων τὰς μαρτυρίας, τῶν δὲ ἀπο‐
5δημούντων ἐκμαρτυρίας.

66_67

3a

Ammonius, ib. 311 Nickau μαρτυρία καὶ ἐκμαρτυ‐ ρία διαφέρει. μαρτυρία μὲν γάρ ἐστιν ἡ τῶν ἐπιδημούντων, ἐκμαρτυρία δὲ ἡ τῶν ἀποδημούντων, ὡς διασαφεῖ Δείναρ‐ χος ἐν τῷ Κατὰ Κλεομέδοντος αἰκίας λέγων· πολλὰ
5κἀγαθ, ὦ ἄνδρες δικαστα, γένοιτο ὑμῖν καὶ τῷ νομοθετήσαντι ἐξεῖναι τῶν ἀποδημούντων ἐκμαρτυρίας παρέχεσθαι.

68

t

ΠΡΟΣ ΔΙΟΣΚΟΥΡΙΔΗΝ ΠΕΡΙ ΝΕΩΣ

68

.

1

Dionys. Halic. de Din. 12, p. 318, 13 R. Πρὸς Διοσ‐ κουρίδην περὶ νεώσ· δικαίως ἂν οἶμαι, ὦ ἄνδρες.

68

.

2

Harpocr. s. v. παρουσία· ἀντὶ τοῦ περιουσία ἢ αἰ‐ τία πλούτου οὐσία· Δημοσθένης ἐν τῷ Περὶ συντάξεως (13, 1) καὶ Δείναρχος ἐν τῷ Ὑπὲρ τῆς νεώς, καὶ Κράτης Θηρίοις (fr. 16 K.)·
5... ἔχοντες εὐπαθῆ βίον
παρουσίαν τε χρημάτων.129

69

t

ΚΑΤΑ ΤΩΝ ΠΑΤΡΟΚΛΕΟΥΣ ΠΑΙΔΩΝ ΕΡΑΝΙΚΟΣ

69

.

1

Dionys. Halic. de Din. 12, p. 318, 14 R. Ἐρανικὸς πρὸς τοὺς Πατροκλέουσ παῖδας· ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες.

69

.

2

Harpocr. s. v. ἄλογοι ἐρανισταί· μήποτε οἱ μή‐ πω ἐξειληχότες τὸ ἐπιβάλλον ἑαυτοῖς κατὰ τὴν ἐκ τῆς περιόδου τάξιν τῶν ὀνομάτων 〈τῶν〉 εἰς τὸν ἔρανον ἐμ‐ φερομένων. Δείναρχος ἐν τῷ Κατὰ τῶν Πατροκλέους
5παίδων ἐρανικῷ.

69

.

3

Harpocr. s. v. πληρωτής· Δημοσθένης κατ’ Ἀρι‐ στογείτονος (25, 21). πληρωτὰς ἐκάλουν τοὺς ἀποδιδόντας τὸν ἔρανον τοῖς ἤτοι λαχοῦσιν ἢ ἐωνημένοις. εἶεν δ’ ἂν οὗτοι οἱ παρ’ ἡμῖν καλούμενοι ἐρανάρχαι. τὸ δὲ πληρωτὴς
5ὄνομα καὶ ἐν τῷ κατὰ Μειδίου (21, 101. 184. 185), καὶ ἐν
τῷ Κατὰ τῶν Πατροκλέους παίδων Δεινάρχου.130

70

t

ΠΡΟΣ ΑΜΕΙΝΟΚΡΑΤΗΝ ΔΙΑΔΙΚΑΣΙΑ ΠΕΡΙ ΚΑΡΠΩΝ ΧΩΡΙΟΥ

70

.

1

Dionys. Halic. de Din. 12, p. 318, 15R. Πρὸς Ἀμεινο‐ κράτην διαδικασία περὶ καρπῶν χωρίου· ἐπὶ τούτοις, ὦ ἄνδρες, ἀνάγκη ἐστί.

71_72

t

ΠΡΟΣ ΑΝΤΙΦΑΝΗΝ ΠΕΡΙ ΤΟΥ ΙΠΠΟΥ ΑΠΟΛΟΓΙΑ ΔΟΚΙΜΟΥ

71_72

1

Dionys. Halic. de Din. 12, p. 318, 17 R. 〈Πρὸς Ἀντι‐ φάνην〉 περὶ τοῦ ἵππου· τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες.

71_72

2

Harpocr. s. v. ἀποβάτης καὶ ἀποβαίνειν καὶ ἀπο‐ βατικοὶ τρόχοι· Δείναρχος Κατὰ Φορμισίου (X 2) καὶ ἐν τῇ Πρὸς Ἀντιφάνην ἀπολογίᾳ.

71_72

3

Harpocr. s. v. ὀχεῖον· ἀντὶ μὲν τοῦ ὄχημα Δείναρ‐ χος ἐν Ἀπολογίᾳ πρὸς Ἀντιφάνην περὶ τοῦ ἵππου, ἀντὶ δὲ τοῦ εἰς ὀχείαν ἀποδεδειγμένον ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ· φησὶ γάρ· ὠνοῦνταί μοι τὸν ἵππον 〈τὸν〉 ὀχεῖον.
5Λυκοῦργος δ’ ἐν τῷ Περὶ τῆς διοικήσεως (X 9 Con.) γεί‐ τονας τοῦ ὀχείου φησί· μήποτε δὲ ἐπὶ τόπου τινός, ἐν ᾧ
ὀχεῖαι γίνονται κτηνῶν ἢ ὀχήματα μισθοῦται.131

71_72

4*

Didymi Comment. ad Demosth. Π 9780 (= Berliner KlassikertexteI [1904] p. 43—44, col. 9, 43 et 52—61) Δύο Ἀριστομήδ[ει]ς εἰσίν, ... ἕτερος (sc. Ἀριστομήδης) δὲ πρὸς ὃν νῦν ὁ Δημοσθένης διέξ〈ε〉ισιν, Ἀθηναῖος ὁ
5Χαλκοῦς λεγόμενος, περὶ οὗ ἄλλοι τε καὶ Δείναρχος ἐν τῇ Δοκίμου ἀπολογίᾳ ὑπὲρ τοῦ ἵππου φησὶν οὕτως· ἐπεὶ δ’ ὑπ’ Ἀριστομήδους τοῦ Χ]λκοῦ καὶ Χαιρε‐ στράτου τοῦ αυτοῦ θείου προήχθη{ς} οὐ δίκαια ποιῶν ἐγκαλεῖν ἐμο, τηνικαῦτα δὲ
10{καὶ} τῷ μὲν δίκην ἔρημον ἀπεγράψατο κατ’ ἐμοῦ ἀποδημοῦντος καὶ ταῦτ’ ἐν Θετταλίᾳ.
12tΟ ΥΣΤΕΡΟΣ
13 Dionys. Halic. de Din. 12, p. 318, 18 R. Ὁ ὕστερος· ἐβουλόμην ἄν, ὦ ἄνδρες.

73

t

ΚΑΤΑ ΔΑΟΥ ΥΠΕΡ ΑΝΔΡΑΠΟΔΩΝ sive ΠΡΟΣ ΔΑΩΝΑ

73

.

1

Dionys. Halic. de Din. 12, p. 318, 19 R. ΛυσικλείδΚατὰ Δάου ὑπὲρ ἀνδραπόδων· ἃ μὲν ἀδικούμενος, ὦ
ἄνδρες.132

73

.

2

Galenus in Hippocr. prognost. V 9, 2 p. 332, 2 Heeg = XVIII 2 p. 237, 3 Kühn Δείναρχος μὲν οὖν ἐν τῷ Πρὸς Δάωνα οὕτως εἶπε· διοικῶν δὲ τὴν οὐσίαν ἑαυτοῦ Κεφαλίων μειρακιωδέστερον φύσει χρη‐
5στὸς ἦν καὶ εὐήθης.

74

t

ΠΑΡΑΓΡΑΦΗ ΠΡΟΣ ΒΙΩΤΗΝ

74

.

1

Dionys. Halic. de Din. 12, p. 318, 20 R. Παραγραφὴ πρὸς Βιώτην· ὅτι μέν, ὦ ἄνδρες, καὶ αὐτὸς ἀπεί‐ ρως.

75

t

ΚΑΤΑ ΘΕΟΔΩΡΟΥ ΨΕΥΔΟΜΑΡΤΥΡΙΩΝ

75

.

1

Dionys. Halic. de Din. 12, p. 318, 21 R. Κατὰ Θεοδώ‐
ρου ψευδομαρτυρίων· νομίζομεν, ὦ ἄνδρες.133

76

t

ΠΕΡΙ ΤΗΣ ΑΓΑΘΩΝΟΣ ΔΙΑΜΑΡΤΥΡΙΑΣ ΣΥΝΗΓΟΡΙΑ sive ΑΓΑΘΩΝΙ ΣΥΝΗΓΟΡΙΑ

76

.

1

Dionys. Halic. de Din. 12, p. 318, 22 R. Ἀγάθωνι συν‐ ηγορία· ὥσπερ καὶ αὐτὸς εἴρηκεν Ἀγάθων.

77

t

ΑΠΟΣΤΑΣΙΟΥ ΑΠΟΛΟΓΙΑ
ΑΙΣΧΥΛΩΙ ΠΡΟΣ ΞΕΝΟΦΩΝΤΑ134

77

.

1

Dionys. Halic. de Din. 12, p. 318, 23 R. Ἀποστασίου ἀπολογία Αἰσχύλῳ πρὸς Ξενοφῶντα· χρήσασθαι μέν, ὦ ἄνδρες.

78

t

ΚΑΤΑ ΚΑΛΛΙΠΠΟΥ ΜΕΤΑΛΛΙΚΟΣ sive ΠΡΟΣ ΤΗΝ ΚΑΛΛΙΠΠΟΥ ΠΑΡΑΓΡΑΦΗΝ

78

.

1

Dionys. Halic. de Din. 12, p. 319, 2 R. Κατὰ Καλλίππου μεταλλικός· ὅτι μέν, ὦ ἄνδρες, Κάλλ‐ ιππος.

78

.

2

Harpocr. s. v. ὁμοερκές· Δείναρχος ἐν τῷ πρὸς τὴν Καλλίππου παραγραφὴν ἀντὶ τοῦ ὑφ’ ἓν ἕρκος, τουτέστιν ὑπὸ τὸν αὐτὸν περίβολον. 2a. Bk. Λεξ. ῥητ. 286, 33 ὁμοερ‐ κεῖς κίονες· οἱ τῶν μετάλλων κίονες.

78

.

3

Harpocr. s. v. ὑπονομεύοντες· ἀντὶ τοῦ ὑπονόμους ὀρύττοντες Δείναρχος ἐν τῷ Κατὰ Καλλίππου.

79

t

ΥΠΕΡ ΥΙΟΠΟΙΗΤΟΥ

79

.

1

Dionys. Halic. de Din. 12, p. 319, 3 R. Ὑπὲρ υἱοποιή‐ του, ἔδει δ’ ἐπιγεγράφθαι Ὑπὲρ Θεοδώρου, ὃν ἐποιή‐ σατο υἱὸν Ἀρχεφῶν· βουλοίμην ἄν, ὦ ἄνδρες,
ὥσπερ καλὸν καὶ δίκαιον.135

80

t

ΠΕΡΙ ΤΟΥ ΑΡΧΕΦΩΝΤΟΣ ΚΛΗΡΟΥ

80

.

1

Dionys. Halic. de Din. 12, p. 319, 6 R. Περὶ τοῦ Ἀρχε‐ φῶντος κλήρου· καὶ δίκαιον εἶναι νομίζων.

81

t

ΚΑΤΑ ΔΗΜΟΚΛΕΟΥΣ

81

.

1

Bk. Antiatt. 113, 7 ῥαχίζει· ἀντὶ τοῦ μεγάλα ψεύδε‐ ται. Δείναρχος Κατὰ Δημοκλέους.

82

t

ΥΠΕΡ ΕΥΘΥΓΕΝΟΥΣ

82

.

1

Cramer, Anecd. Oxon. 1, 52, 10 Δείναρχος δὲ ὁ ῥήτωρ ἐν τῷ Ὑπὲρ Εὐθυγένους λόγῳ μόνος τῶν παλαιῶν τὸ ἐνερ‐ γητικὸν εὐθείᾳ συνέταξεν οὐ κατὰ νόμον τῶν παλαιῶν, ἀλλὰ κατὰ λόγον τῆς ἀλόγου συνηθείας εἶπε· ἀνέῳγεν
5πᾶς ὁ τόπος· ἐχρῆν γὰρ εἰπεῖν „ὁ τόπος πᾶς ᾔνοικτο“. ἡ δὲ συνήθεια καὶ τὸ ἐνεργητικὸν εὐθείᾳ συντάσσει „ἀνέῳ‐ γεν ἡ θύρα“, τῶν παλαιῶν λεγόντων „ἀνέῳγε τὴν θύραν“.

83

t

ΚΑΤΑ ΘΕΟΔΟΤΟΥ

83

.

1

Harpocr. s. v. λουτροφόρος καὶ λουτροφορεῖν; v.
ad orat. XIX 6.136

84

t

ΚΡΟΚΩΝΙΔΩΝ ΔΙΑΔΙΚΑΣΙΑ

84

.

1

Harpocr. s. v. ἐξούλης· ὄνομα δίκης ἣν ἐπάγουσιν οἱ φάσκοντες ἐξείργεσθαι τῶν ἰδίων κατὰ τῶν ἐξειργόν‐ των. —Δείναρχος μέντοι ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ ἰδίως κέχρηται τῷ τῆς ἐξούλης ὀνόματι ἐπὶ τῆς ἱερείας
5τῆς μὴ βουλομένης τὰ ἴδια δρᾶν ... cf. Lysiae fr. CXI Thalh. et Isaei fr. XL Thalh.

84

.

2

Harpocr. s. v. ἱεροφάντης· Ὑπερείδης φησίν που· ἐγὼ δὲ οὔτε δᾳδούχου θυγατέρα ἔχω οὔτε ἱεροφάντου (Hyper. fr. 198 J.). Δείναρχος ἐν τῇ Κροκωνιδῶν διαδι‐ κασίᾳ ὠνομάσθαι φησὶ τὸν πρῶτον ἱεροφάντην τὸν ἀπο‐
5φήναντα ἐκ τοῦ πολέμου ἐπ〈αν〉ιόντα τὰ ἱερά ...

85

t

ΚΑΤΑ ΛΕΩΧΑΡΟΥΣ

85

.

1

Suda δ 288 δεῦρο· τοῦτο τὸ ἐπίρρημά τινες ἐπὶ χρό‐
νου τετάχθαι νομίζουσιν, οἱ δὲ ῥήτορες ἐπὶ τόπου πάντες αὐτῷ χρῶνται· —καὶ Δείναρχος ἐν τῷ Κατὰ Λεωχάρους· περὶ τοῦ ταλαιπώρου Διδύμου νῦν πρὸς ὑμᾶς137
5ἐρ· καί μοι δεῦρο αὐτοῦ τὸ παιδίον κάλε‐ σον ...

86

t

ΠΡΟΣ ΤΟΥΣ ΛΥΚΟΥΡΓΟΥ ΠΑΙΔΑΣ

86

.

1

Harpocr. s. v. ἀπονομή· ἡ ἀπόμοιρα, ὡς μέρος τι τῶν περιγιγνομένων ἐκ τῶν μετάλλων λαμβανούσης τῆς πόλεως, ἢ ὡς διαιρουμένων εἰς πλείους μισθωτάς, ἵν’ ἕκαστος λάβῃ τι μέρος· Δείναρχος ἐν τῷ Πρὸς τοὺς
5Λυκούργου παῖδας πολλάκις.

87

t

ΚΑΤΑ ΜΕΝΕΣΑΙΧΜΟΥ

87

.

1

Suda π 2191 πραγματεία· οὐχ ὡς ἐν τῇ συνηθείᾳ ἐπὶ τῆς πραγματείας, οὕτω καὶ ὑπὸ τῶν ῥητόρων τέτακται ἐπὶ τῶν ἐργασίας τινὰς μεταχειριζομένων, ἀλλ’ ἐπὶ τῶν πράγματα συνίστασθαι ἐπιχειρούντων. ὡς Δείναρχος ἐν
5τῷ Κατὰ Μεν〈εσ〉αίχμου· αἱ γὰρ ἀπὸ τῶν κοινῶν ἔχθραι καὶ πραγματεῖαι αἰτίαι τῶν ἰδίων διαφο‐ ρῶν καθεστήκασι.

88

t

ΚΑΤΑ ΤΙΜΑΡΧΟΥ

88

.

1

Prisciani Inst. lib. 18, 268 (2, 346, 14 Hertz) Illi
(sc. Attici) „περίφοβός ἐστιν πρὸς τὸ ποιῆσαι“ καὶ „ποιῆσαι“. Δείναρχος Κατὰ Τιμάρχου· περίφοβος ἦν πρὸς ὑμᾶς εἰσελθεῖν. similiter nos „trepidus est ad138
5faciendum“ et „trepidus est facere“.

89

t

ΠΡΟΣ ΠΕΔΙΕΑ ΠΑΡΑΓΡΑΦΗ

89

.

1

Dionys. Halic. de Din. 13, p. 319, 9 R. Πρὸς Πεδιέα παραγραφή· κατὰ τὸν νόμον τοῦτον. οὗτος ὁ λόγος εἴρηται ἐπὶ Ἀριστοδήμου ἄρχοντος, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίνεται δῆλον. οἱ μὲν γὰρ εἰς Σάμον ἀποσταλέντες
5κληροῦχοι κατὰ τοῦτον τὸν ἄρχοντα ἀπεστάλησαν, ὡς Φιλόχορος (FGrHist 328 F 154) ἐν ταῖς ἱστορίαις λέγει. Δείναρχος δ’ οὔπω δέκατον ἔτος τηνικαῦτα εἶχε.

90

t

ΠΡΟΣ ΜΕΛΗΣΑΝΔΡΟΝ ΥΠΕΡ ΤΗΣ ΤΡΙΗΡΑΡΧΙΑΣ

90

.

1

Dionys. Halic. de Din. 13, p. 319, 15 R. Πρὸς Μελήσ‐ ανδρον ὑπὲρ τῆς τριηραρχίας· ὥσπερ οἱ νόμοι κε‐ λεύουσιν. οὗ ἂν ὁ λόγος ... ἀλλ’ ὁ μὲν λέγων ὡς ἐπὶ Μόλωνος ἄρχοντος γεγενημένου τοῦ ἀδικήματος ποιεῖται
5τὸν λόγον. φησὶν δὲ τῷ ὑστέρῳ ἔτει εἰσιέναι τὸν ἀγῶνα ἐπὶ Νικοφήμου ἄρχοντος, καθ’ ὃν εὑρίσκεται γεγεννη‐
μένος ὁ Δείναρχος.139

91

t

ΠΡΟΣ ΒΟΙΩΤΟΝ ΥΠΕΡ ΤΟΥ ΟΝΟΜΑΤΟΣ

91

.

1

Dionys. Halic. de Din. 13, p. 319, 21 R. Πρὸς Βοιωτὸν ὑπὲρ τοῦ ὀνόματος· οὐδεμιᾷ φιλοπραγματοσύνῃ. εἰ καὶ μὴ τοῖς ἄλλοις οἱ Δημοσθένους ἀφαιρούμενοι τοῦτον τὸν λόγον καὶ Δεινάρχῳ προσάπτοντες ἐλέγχοιντο, τῷ
5χρόνῳ γ’ οὖν ἐπιδειχθεῖεν ἂν ψευδόμενοι. μέμηνται γὰρ ὡς νεωστὶ τῆς εἰς Πύλας ἐξόδου γεγενημένης, ἡ δ’ εἰς 〈Πύλασ〉 Ἀθηναίων ἔξοδος ἐπὶ Θουδήμου ἄρχοντος ἐγένετο, ὄγδοον ἔτος Δεινάρχου ἔχοντος.

92

t

ΠΡΟΣ ΜΑΝΤΙΘΕΟΝ ΠΕΡΙ ΠΡΟΙΚΟΣ

92

.

1

Dionys. Halic. de Din. 13, p. 320, 6 R. Πρὸς Μαντί‐
θεον περὶ προικός· πάντων ἐστὶν ἀνιαρότατον. οὗτος ἀκολουθεῖ τῷ προτέρῳ λόγῳ καὶ πολλὰ ἔχει κατὰ 〈τὴν〉 λέξιν τ〈οι〉αῦτα, ἃ εἴη ἂν τοῦ αὐτοῦ ῥήτορος, ἔξω140
5τς τῶν Δεινάρχου ἡλικίας 〈...〉 πολλοῖς ἔτεσιν ὕστερον ἠγώνισται τὸν ἀγῶνα ὁ κατήγορος, ἀλλὰ δύο ἢ τρισίν, ὡς ἀκριβέστερον περὶ αὐτῶν ἐν τῇ 〈περὶ〉 Δημοσθένους γραφῇ δεδηλώκαμεν.

93

t

ΑΘΗΝΑΔΗΙ ΣΥΝΗΓΟΡΙΑ ΠΕΡΙ ΤΗΣ ΣΧΕΔΙΑΣ ΠΡΟΣ ΑΜΥΝΤΙΧΟΝ 〈Αʹ Βʹ〉

93

.

1

Dionys. Halic. de Din. 13, p. 320, 13 R. Ἀθηνάδῃ συν‐ ηγορία περὶ τῆς σχεδίας πρὸς Ἀμύντιχον· φίλος μοι καὶ ἐπιτήδειος ὤν. Ὁ ὕστερος· οἴομαι μὲν ὑμᾶς, ὦ ἄνδρες. Διοπείθους ἔτι περὶ Ἑλλήσποντον τοῦ τῶν Ἀθη‐
5ναίων στρατηγοῦ διατρίβοντος εἴρηται ὁ λόγος, ὡς ἐξ αὐτοῦ γίνεται φανερόν. ἔστι δὲ ὁ χρόνος κατὰ Πυθόδοτον ἄρχοντα, ὡς δηλοῖ Φιλόχορος (FGrHist 328 F 158) σὺν τοῖς ἄλλοις τοῖς ... ἐπὶ τούτου τοῦ ἄρχοντος οὐδέπω
εἰκοστὸν ἔχων ἔτος.141

94

t

ΠΡΟΣ ΜΙΚΥΘΟΝ ΜΕΤΑΛΛΙΚΟΣ

94

.

1

Dionys. Halic. de Din. 13, p. 320, 20 R. Πρὸς Μίκυ‐ θον μεταλλικός· πριάμενοι μέταλλον, ὦ ἄνδρες. ἐπὶ Νικομάχου ἄρχοντος εἴρηται ὁ λόγος οὗτος. φησὶ γὰρ ὁ λέγων ἐπ’ Εὐβούλου μὲν μισθώσασθαι τὸ μέταλλον,
5τρία δὲ ἔτη ἐργασάμενος, ἐκβαλλόμενος ὑπὸ τοῦ πλησίον ἔχοντος μέταλλα, λαχεῖν αὐτῷ τὴν δίκην κατὰ Νικόμαχον ἄρχοντα, Δεινάρχου ἓν καὶ εἰκοστὸν ἔτος ἔχοντος.

95

t

ΣΑΤΥΡΩΙ ΠΡΟΣ ΧΑΡΙΔΗΜΟΝ ΕΠΙΤΡΟΠΗΣ ΑΠΟΛΟΓΙΑ

95

.

1

Dionys. Halic. de Din. 13, p. 321, 5 R. Σατύρῳ πρὸς Χαρίδημον ἐπιτροπῆς ἀπολογία· μὴ μεγάλου κινδύ‐ νου συμβεβηκότος. καὶ οὗτος ἐπὶ Νικομάχου εἴρηται. cf. Phot. Bibl. p. 491 b 29 καὶ τὸν ὑπὲρ Σατύρου δὲ λό‐
5γον τῆς ἐπιτροπῆς πρὸς Χαρίδημον οἱ μὲν πρὸς τὴν κρίσιν ἔχοντες τὸ ἀσφαλὲς Δημοσθένους λέγουσιν εἶναι, ὁ δὲ Καλλίμαχος, οὐδ’ ἱκανὸς ὢν κρίνειν, Δεινάρχου νο‐
μίζει. τινὲς δὲ αὐτὸν ὑπεβάλοντο Λυσίᾳ, καίτοι καὶ τὸν χρόνον ἔχοντες αὑτοῖς διαμαχόμενον καὶ τὸν τύπον ἅπαντα142
10τῆς ἐργασίας καὶ τὰ πράγματα καὶ τὴν ἑρμηνείαν. μαρτυ‐ ρία δὲ τοῦ Δημοσθενικὸν εἶναι τὸν λόγον καὶ ... cf. Demosth. fr. 14 Turr.

96

t

ΥΠΕΡ ΑΝΤΙΔΟΣΕΩΣ ΠΡΟΣ ΜΕΓΑΚΛΕΙΔΗΝ

96

.

1

Dionys. Halic. de Din. 13, p. 321, 8 R. Ὑπὲρ Ἀντι‐ δόσεως 〈πρὸσ〉 Μεγακλείδη〈ν〉· εἰ μὲν ἔδει, ὦ ἄνδρες, πρὸς τρεῖς ἢ τέτταρας. ὁ μὲν λέγων ἐστὶν Ἀφαρεύς, ἔξω δ’ ἐστὶ 〈καὶ οὗτοσ〉 τῶν Δεινάρχου λόγων, εἴρηται
5γὰρ ἔτι τοῦ στρατηγοῦ Τιμοθέου ζῶντος κατὰ τὸν χρόνον τὸν τῆς μετὰ Μενεσθέως στρατηγίας, ἐφ’ ᾗ τὰς εὐθύνας ὑποσχὼν ἑάλω. Τιμόθεος δὲ τὰς εὐθύνας ὑπέσχηκεν ἐπὶ Διοτίμου τοῦ μετὰ Καλλίστρατον, ὅτε
καὶ ...143

97

t

ΚΑΤ’ ΕΥΕΡΓΟΥ ΚΑΙ ΜΝΗΣΙΒΟΥΛΟΥ

97

.

1

Harpocr. s. v. ἐκαλίστρουν· Δημοσθένης ἐν τῷ Κατ’ Εὐέργου καὶ Μνησιβούλου (47, 60), εἰ γνήσιος. Ἰακὸν δ’ ἐστί, καὶ τάχ’ ἂν εἴη Δεινάρχου· καὶ οὗτος γὰρ ξενικοῖς
ὀνόμασι χρῆται.144