TLG 0029 005 :: DINARCHUS :: In Aristogitonem DINARCHUS Orat. In Aristogitonem Source: Conomis, N.C. (ed.), Dinarchi orationes cum fragmentis. Leipzig: Teubner, 1975: 54–64. Citation: Section — (line) | ||
Arist.t | ΚΑΤ’ ΑΡΙΣΤΟΓΕΙΤΟΝΟΣ | |
Arist.1 | Πάνθ’ ὡς ἔοικεν ὦ Ἀθηναῖοι προσδοκητέ’ ἐστὶ καὶ ἀκοῦσαι καὶ ἰδεῖν ἐν ταῖς γεγενημέναις ἀποφάσεσι· θαυ‐ | |
μασιώτατον δὲ πάντων, ὡς ἐμοὶ δοκεῖ, τὸ νῦν γιγνόμενον. ὁ γὰρ πονηρότατος τῶν ἐν τῇ πόλει, μᾶλλον δὲ καὶ τῶν | 54 | |
5 | ἄλλων ἀνθρώπων, Ἀριστογείτων διαδικασόμενος ἥκει τῇ ἐξ Ἀρείου πάγου βουλῇ περὶ ἀληθείας καὶ δικαιοσύνης, καὶ νυνὶ μείζονα κίνδυνον ἡ τὴν ἀπόφασιν πεποιημένη βουλὴ κινδυνεύει, ἢ ὁ δῶρα λαμβάνων καθ’ ὑμῶν καὶ τὴν ὑπὲρ τῶν δικαίων παρρησίαν ἀποδόμενος εἴκοσι μνῶν. | |
---|---|---|
Arist.2 | τούτῳ μέν γε καινὸν οὐδὲν οὐδὲ δεινόν, ἐὰν ἁλῷ, συμβή‐ σεται· καὶ γὰρ θανάτου ἄξια πολλὰ πρότερον ἕτερα διαπέ‐ πρακται, καὶ ἐν τῷ δεσμωτηρίῳ πλείω χρόνον ἢ ἔξω διατέ‐ τριφε, καὶ ὀφείλων τῷ δημοσίῳ κατὰ τῶν ἐπιτίμων γέγρα‐ | |
5 | φεν οὐκ ἐξὸν αὐτῷ, καὶ ἕτερα πολλὰ καὶ δεινὰ πεποίηκε, περὶ ὧν ὑμεῖς ἀκριβέστερον ἐμοῦ γιγνώσκετε· τῇ δὲ βουλῇ τὸ δόξαι τὰ ψευδῆ κατ’ Ἀριστογείτονος ἀποφαίνειν, καὶ τοῦτον ἐκείνης ὑποληφθῆναι παρ’ ὑμῖν δικαιότερα λέγειν, | |
Arist.3 | τῶν αἰσχίστων καὶ δεινοτάτων ἐστί. διόπερ ὦ Ἀθηναῖοι οὗτός μοι δοκεῖ, τὸν ἀγῶν’ ἀσφαλῆ νομίζων αὑτῷ εἶναι, διαπειρασόμενος ἥκειν τῆς ὑμετέρας γνώμης· ἅπαντα γὰρ αὐτῷ πολλάκις τὰ δεινὰ συμβέβηκε, πλὴν τοῦ ἀποθανεῖν. | |
5 | τοῦτο δ’, ἂν θεὸς θέλῃ καὶ ὑμεῖς σωφρονῆτε, ἐν τῇ τήμε‐ ρον ἡμέρᾳ συμβήσεται. οὐ γὰρ δὴ μὰ τὸν Ἡρακλέα βελτίω γενήσεσθ’ αὐτὸν προσδοκᾶτε συγγνώμης νυνὶ τυγχάνοντα παρ’ ὑμῶν, οὐδὲ τὸ λοιπὸν ἀφέξεσθαι τοῦ λαμβάνειν χρή‐ ματα καθ’ ὑμῶν, ἐὰν νῦν ἀφῆτ’ αὐτόν. πονηρίαν γὰρ | |
10 | ἀρχομένην μὲν κωλῦσαι τάχ’ ⸢ἄν⸣ τις κολάζων δυνηθείη, | |
ἐγκαταγεγηρακυῖαν δὲ καὶ 〈περι〉γεγενημένην τῶν εἰθισ‐ | 55 | |
Arist.4 | μένων τιμωριῶν ἀδύνατον εἶναι λέγουσιν. εἰ μὲν οὖν ἐγ‐ γεν⸢έ⸣σθαι βούλεσθε δευσοποιὸν ἐν τῇ πόλει πονηρίαν, διαφυλάττειν ὑμᾶς Ἀριστογείτονα δεῖ, καὶ ἐᾶν ὅ τι ἂν {τις} βούληται ἐν τῇ πόλει διαπράττεσθαι· εἰ δὲ τοὺς | |
5 | πονηροὺς καὶ καταράτους ἀνθρώπους μισεῖτε, καὶ ἔστιν ὑμῖν ὀργὴ καὶ μνήμη τῶν πρότερον ὑπὸ τούτου πεπραγμέ‐ νων, ἀποκτείνατε τοῦτον, ὃς παρ’ Ἁρπάλου λαβεῖν χρήματ’ ἐτόλμησεν, ὃν ᾔσθεθ’ ἥκειν καταληψόμενον τὴν πόλιν ὑμῶν, καὶ τὰς προφάσεις καὶ τοὺς φενακισμοὺς ἐκκόψατ’ | |
10 | αὐτοῦ· τούτοις γὰρ ἥκει πιστεύων πρὸς ὑμᾶς. | |
Arist.5 | Ἆρ’ ἴσθ’ ὅτι τῆς Ἁρπάλου ἀφίξεως δυσχεροῦς οὔσης, ἐκεῖνο συμβέβηκεν εὐτύχημα τῇ πόλει, διότι πεῖραν εἰλή‐ φατ’ ἀκριβῆ τῶν ἕνεκ’ ἀργυρίου καὶ χρυσίου πάντα προϊε‐ μένων τοῖς τῆς πόλεως ἐχθροῖς; μὴ καταρρᾳθυμήσητ’ ὦ | |
5 | Ἀθηναῖοι, μηδ’ ἀπείπητε τιμωρούμενοι τοὺς πονηρούς, ἀλλ’ ἐκκαθάρατε, καθ’ ὅσον δυνατόν ἐστι, τὴν δωροδοκίαν ἐκ τῆς πόλεως. καὶ μὴ τῶν παρ’ ἐμοῦ λόγων ἀκούειν ζητή‐ σητε, φανερῶν ὑμῖν γεγενημένων τῶν ἀδικημάτων κατὰ | |
Arist.6 | τῶν ὑπὸ τῆς βουλῆς ἀποπεφασμένων. τί γὰρ ἀγνοεῖτε δι’ ὃ δεῖσθε λόγων ἀκούειν κατὰ τοῦ νῦν κρινομένου; πότερ’ | |
ἡ τῆς βουλῆς ἀπόφασις, ἐὰν μὲν ἡμεῖς οἱ κατήγοροι δέκ’ ὄντες τὸ ὕδωρ ἀναλώσωμεν ἅπαν, καὶ ἀναβοήσωμεν ὡς | 56 | |
5 | δεινόν ἐστιν ἀφεῖσθαι τοὺς εἰλημμένους ἔχοντας ἐπ’ αὐτοφώρῳ δῶρα κατὰ τῆς πατρίδος, ἀληθὴς καὶ δικαία· | |
Arist.7 | ἐὰν δ’ ἕκαστος ἡμῶν, ὡς εἰδότων ὑμῶν πάντ’ οὐδὲν ἧττον ἡμῶν τὰ δίκαια περὶ τουτωνὶ τῶν ἀγώνων, βραχέ’ εἰπὼν καταβῇ, ψευδὴς καὶ ⸢οὐ δικαίωσ⸣ 〈ἔσται ἡ κατ’ Ἀριστο‐ γείτονος ἀπόφασισ〉 παρὰ τῶν Ἀρεοπαγιτῶν γεγενημένη; | |
5 | ἢ τὸ δῶρα λαμβάνειν ἐπὶ προδοσίᾳ τῶν τῆς πόλεως συμ‐ φερόντων οὐκ ἴσθ’ ὅτι τῶν δεινοτάτων ἐστὶ καὶ τῶν πλεῖστα κακὰ τὰς πόλεις ἐργαζομένων; | |
Arist.8 | Ἀλλ’ αὐτὸς ὁ κρινόμενος νὴ Δία μέτριος τὸν τρόπον, καὶ προγόνων χρηστῶν, καὶ πόλλ’ ὑμᾶς καὶ ἰδίᾳ καὶ δη‐ μοσίᾳ καλὰ εἰργασμένος, ὥστε διὰ τ⸢α⸣ῦτ’ ἄξιόν ἐστιν αὐτοῦ φείσασθαι; καί〈τοι〉 τίς ὑμῶν οὐ πολλάκις ἀκήκοεν, | |
5 | ὅτι Κυδιμάχου μὲν τοῦ πατρὸς τοῦ Ἀριστογείτονος θανά‐ του καταγνωσθέντος καὶ φυγόντος ἐκ ταύτης τῆς πόλεως, ὁ χρηστὸς οὗτος υἱὸς περιεῖδε τὸν αὑτοῦ πατέρα καὶ ζῶντα τῶν ἀναγκαίων σπανίζοντα καὶ τελευτήσαντ’ οὐ τυχόντα τῶν νομίμων, ἅπερ αὐτοῦ πολλάκις κατεμαρτυρεῖτο· | |
Arist.9 | αὐτὸν δὲ τοῦτον, ὅτ’ εἰς τὸ δεσμωτήριον τὸ πρῶτον ἀπ‐ | |
ήχθη—πολλάκις γὰρ ἴστε δήπου τοῦτο γεγενημένον—, τοιαῦτα τολμήσαντα ποιεῖν αὐτο⸢ῦ⸣, ὥστ’ ἐκείνους ἀπο‐ ψηφίσασθαι μήτε πῦρ ἐναύειν τούτῳ μήτε συσσιτεῖν | 57 | |
5 | μηδένα μήτε θυσιῶν τῶν γιγνομένων κοινωνεῖν. καίτοι ὦ Ἀθηναῖοι τίνα χρὴ τοῦτον νομίζειν διάνοιαν ἔχειν, ὃς διὰ | |
Arist.10 | μὲν πονηρίαν εἰς τὸ δεσμωτήριον ἐνέπεσεν, ἐκεῖ δ’ ὢν παρὰ τοῖς ἐκ τῶν ἄλλων ἀνθρώπων κακούργοις ἀ⸢π⸣ηγ‐ μένοις οὕτως εἶναι πονηρὸς ἔδοξεν, ὥστε μηδ’ ἐκε⸢ῖ⸣ τῶν ἴσων ἀξιοῦσθαι τοῖς ἄλλοις, ἀλλὰ κλέπτην ὥς φασι ληφ‐ | |
5 | θέντα τουτονὶ παρ’ ἐκείνοις, εἰ ἦν ἕτερός τις τόπος ἀν‐ οσιώτερος ἵν’ ἐξῆν ἀπάγειν τοὺς ἐκ τοῦ δεσμωτηρίου κλέ‐ πτοντας, εἰς ἐκεῖνον ἂν τοῦτο τὸ θηρίον ἀπαχθῆναι. καὶ ταῦθ’, ⸢ὅ⸣περ ἀρτίως εἶπον, τίς οὐκ οἶδε καταμαρτυρηθέντ’ Ἀριστογείτονος, ὅτ’ ἐμπορίου ἐπιμελητὴς λαχὼν ἀπεδοκι‐ | |
10 | μάσθη ὑπὸ τῶν τότε δικαζόντων ἄρχειν 〈τ〉αύτην τὴν | |
Arist.11 | ἀρχήν; ἔπειτ’ εἰρωνεύεσθε πρὸς ὑμᾶς αὐτούς, καὶ περὶ Ἀριστογείτονος μέλλοντες φέρειν τὴν ψῆφον ἐλεεῖτε, ὃς τὸν αὑτοῦ πατέρα κακῶς διατιθέμενον ὑπὸ τοῦ λιμοῦ οὐκ ἠλέησεν; ἔπειτα παρ’ ἡμῶν ἔτι λόγους ἀκούειν βούλεσθε | |
5 | περὶ τῆς Ἀριστογείτονος τιμήσεως, ὃν ἴστ’ ἀκριβῶς ὅτι δικαίως ἂν καὶ ἐκ τοῦ ἄλλου βίου καὶ ἐκ τῶν νῦν αὐτῷ | |
Arist.12 | πεπραγμένων τῆς ἐσχάτης τύχοι τιμωρίας; οὐκ Ἀριστο‐ γείτων ἐστὶν ὦ Ἀθηναῖοι, ὁ κατὰ τῆς ἱερείας τῆς Ἀρτέ‐ μιδος τῆς Β⸢ραυ⸣ρωνίας καὶ τῶν οἰκείων αὐτῆς τοιαῦτα γράψας καὶ ψευσάμενος, ὥσθ’ ὑμᾶς, ἐπειδὴ τὴν ἀλήθειαν | 58 |
5 | ἐπύθεσθε παρὰ τῶν κατηγόρων, πέντε ταλάντων τιμῆσαι τούτῳ, ὅσονπερ ἦν ἐπὶ τῇ τῶν παρανόμων γραφῇ τίμημ’ ἐπιγεγραμμένον; ⸢οὐχ⸣ οὗτος, πρὶν ἐκτεῖσαι τοῦτο, συκο‐ φαντῶν τὸν ἐντυγχάνονθ’ ὑμῶν καὶ λέγων καὶ γράφων ἐν τῷ δήμῳ διατετέλεκε, καὶ καταφρονῶν ἁπασῶν τῶν τιμω‐ | |
10 | ριῶν αἳ κατὰ τῶν ἀδικούντων ἐν τοῖς νόμοις εἰσὶ γεγραμ‐ | |
Arist.13 | μέναι; οὐ τὸ τελευταῖον οὗτος ἐνδειχθεὶς ὑπὸ Λυκούργου καὶ ἐξελεγχθείς, ὀφείλων τῷ δημοσίῳ λέγειν οὐκ ἐξὸν αὐτῷ, καὶ παραδοθεὶς τοῖς ἕνδεκα κατὰ τοὺς νόμους, περιπατῶν ἔμπροσθεν τῶν δικαστηρίων 〈...〉 καὶ εἰς | |
5 | τὴν προεδρίαν τῶν πρυτάνεων ἐκάθιζεν; | |
Arist.14 | Εἶτ’ ὦ ἄνδρες Ἀθηναῖοι, ὃν οἱ νόμοι μὲν πολλάκις ὑμῖν παραδεδώκασι τιμωρήσασθαι, κατεψηφισμένον 〈δ’〉 ὑπὸ τῶν πολιτῶν 〈καὶ〉 ⸢ἀπ⸣αχθέντ⸢α⸣ φυλάξαι {δ’} οὔθ’ οἱ ἕν‐ δεκα δεδύνηνται οὔτε τὸ δεσμωτήριον, τούτῳ βουλήσεσθε | |
5 | συμβούλῳ χρῆσθαι; καὶ ὁ μὲν νόμος εὐξάμενον κελεύει τὸν κήρυκα μετ’ εὐφημίας πολλῆς, οὕτως ὑμῖν τὸ βουλεύεσθαι περὶ τῶν πραγμάτων παραδιδόναι· ὑμεῖς δὲ τὸν ἀνόσιον καὶ περὶ πάντας πονηρὸν καὶ μάλιστα περὶ τὸν ἑαυτοῦ | |
πατέρα γεγενημένον, τοῦτον μεθ’ ὑμῶν καὶ μετὰ τῶν | 59 | |
10 | ὑμετέρων οἰκείων καὶ συγγενῶν ἐάσετε πολιτεύεσθαι; | |
Arist.15 | καὶ Δημάδῃ μὲν καὶ Δημοσθένει οὐδεμίαν ᾤεσθε δεῖν συγγνώμην ἔχειν, ὅτι δῶρα καθ’ ὑμῶν ἐξηλέγχθησαν λαμ‐ βάνοντες, ἀλλ’ ἐτιμωρήσασθε, καὶ δικαίως, οἷς εἰ μὴ πάντ’ ἀλλὰ πολλά γε συν⸢ῇ⸣στε χρήσιμα πεπολιτευμένοις· | |
5 | τὸν δὲ κατάρατον τοῦτον, ὃς ἀγαθὸν μὲν ὑμᾶς οὐδὲ〈ν〉 πώποτε πεποίηκεν ἐξ οὗ πρὸς τὴν πόλιν προσελήλυθε, κακὸν δ’ ὅ τι δυνατός ἐστιν, ἀφήσετε; καὶ τίς οὐκ ἂν ἐγκαλέσειεν ὑμῖν τοῖς τοῦτον προσδεχομένοις σύμβουλον; ὅταν γὰρ ἄνθρωπος γνώριμο⸢ν⸣ καὶ φανερ⸢ὰν⸣ καὶ περι‐ | |
10 | βόητον τὴν πονηρίαν παρὰ πᾶσι τοῖς πολίταις ἔχων ἐν ὑμῖν δημηγορῇ, τότε τοὺς ἀκούοντας ὑμᾶς οἱ περιεστηκό‐ τες θαυμά⸢ζ⸣ουσι, πότερα βελτίους οὐκ ἔχετε συμβούλους | |
Arist.16 | ἢ καὶ χαίρετε τῶν τοιούτων ἀκούοντες. χρὴ δ’ ὦ Ἀθηναῖοι, ὥσπερ οἱ πρῶτοι νομοθέται περὶ τῶν ἐν τῷ δήμῳ λεγόν‐ των τοῖς προγόνοις ἡμῶν ἐνομοθέτησαν, οὕτω καὶ ὑμᾶς ζητεῖν ἀκούειν, ἵνα βελτίους τοὺς προσιόντας ὑμῖν ποιήση‐ | |
5 | τε. πῶς οὖν ἐκεῖνοι περὶ τούτων ἐγίγνωσκον; πρῶτον μὲν καθ’ ἑκάστην 〈ἐκκλησίαν〉 δημοσίᾳ κατὰ τῶν πονηρῶν ἀρὰς ποιούμενοι, εἴ τις δῶρα λαμβάνων ⸢μὴ⸣ ταὐτὰ λέγει καὶ γιγνώσκει περὶ τῶν πραγμάτων, ἐξώλη τοῦτον εἶναι· | |
Arist.17 | ὧν οὗτος νῦν ἐστιν Ἀριστογείτων· ἔπειτ’ ἐν τοῖς νόμοις δώρων γραφὰς ποιήσαντες, καὶ κατὰ μόνου τούτου τῶν ἀδικημάτων δεκαπλασίαν ἐπι{τι}θέντες τοῦ τιμήματος τὴν ἔκτεισιν, ἡγούμενοι τὸν τιμὴν λαμβάνοντα τῶν ἐν | 60 |
5 | τῷ δήμῳ ῥηθήσεσθαι μελλόντων λόγων, τοῦτον οὐχ ὑπὲρ τῶν τοῦ δήμου βελτίστων ἀλλ’ ὑπὲρ τῶν τοῖς δοῦσι συμ‐ φερόντων δημηγορεῖν· Ἀριστογείτονα τοίνυν ἡ βουλὴ ἀπο‐ πέφαγκε· πρὸς δὲ τούτοις ἀνακρίν⸢ο⸣ντες τοὺς τῶν κοινῶν τι μέλλοντας διοικεῖν, τίς ἐστ⸢ι⸣ τὸν ἴδιον τρόπον, εἰ γονέας | |
10 | εὖ ποιεῖ, εἰ τὰς στρατείας ὑπὲρ τῆς πόλεως ἐστράτευται, | |
Arist.18 | εἰ ⸢ἠρία⸣ πατρῷ’ ἔστιν, εἰ τὰ τέλη τελεῖ· ὧν οὐδὲν ἂν ἔχοι δεῖξαι συμβεβηκὸς Ἀριστογείτων αὑτῷ. ἀντὶ μὲν γὰρ τοῦ γονέας εὖ ποιεῖν κακῶς οὗτος τὸν ἑαυτοῦ πατέρα πε‐ ποίηκεν· ὅτε δ’ ὑμεῖς ἐστρατεύεσθε πάντες, οὗτος ἦν ἐν | |
5 | τῷ δεσμωτηρίῳ· τοσοῦτον δ’ ἀπολέλοιπε τοῦ πατρὸς μνῆμά τι ἔχειν ὦ Ἀθηναῖοι δεῖξαι, ὥστ’ οὐδ’ ἐν Ἐρετρίᾳ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος ἐκεῖ τὰ νομιζόμεν’ ἐποίη‐ σεν αὐτῷ· τῶν δ’ ἄλλων Ἀθηναίων εἰσφερόντων ἐκ τῶν ἰδίων, οὗτος οὐδὲ τῶν δημοσίων καὶ ὧν ὦφλεν τὸ ἀργύριον | |
Arist.19 | ἅπαν ἐκτέτεικεν. ἁπλῶς δ’ εἰπεῖν, ἐναντία τοῖς νόμοις ἅπασι πράττων διατετέλεκε, καὶ τοῦτον μόνον ἡ ἐξ Ἀρείου πάγου βουλὴ τοῖς ἐζητηκόσι καὶ εἰδόσιν ἀποπέφαγκεν· οὐ γὰρ παρ’ ἐκείνης ὑμεῖς πυθόμενοι τοῦτον ἴστε πονηρὸν | |
5 | καὶ ἄδικον ὄντα, ἀλλ’ ἕκαστος ὑμῶν ἀκριβῶς οἶδε τὴν | |
τούτου πονηρίαν. ὥστε τὸ πολλάκις λεγόμενον ἀληθὲς εἰπεῖν ἐστιν, ὅτι περὶ μὲν τούτου τὴν ψῆφον ὑμεῖς μέλλετε φέρειν, περὶ δ’ ὑμῶν οἱ περιεστηκότες καὶ οἱ ἄλλοι πάντες. | 61 | |
Arist.20 | Διὸ καὶ σωφρόνων ἐστὶ δικαστῶν ὦ Ἀθηναῖοι, μήθ’ ὑμῖν αὐτοῖς ἐναντίαν ἐνεγκεῖν τὴν ψῆφον μήτε πᾶσι τοῖς ἄλλοις Ἀθηναίοις, ἀλλ’ ὁμοθυμαδὸν καταψηφισαμένους πάντας παραδοῦναι τοῖς ἐπὶ τοῦτο τεταγμένοις θανάτῳ | |
5 | ζημιῶσαι, καὶ μὴ προέσθαι ⸢μηδὲ⸣ προδοῦναι τὴν ⸢ὁσ⸣ίαν καὶ τὴν εὔορκον ψῆφον, ἀναμνησθέντας ὅτι τούτου κατ‐ έγνωκεν ἡ βουλὴ δῶρα λαμβάνειν καθ’ ὑμῶν, τούτου κατέγνωκεν ὁ πατὴρ καὶ ζῶν καὶ τελευτήσας ἀδικεῖν ἑαυτόν, {καὶ} ἵνα τὸ πραότ⸢ατ⸣ον εἴπω τῶν ὀνομάτων, | |
10 | τούτου καταχειροτονήσας ὁ δῆμος παραδέδωκεν ὑμῖν τι‐ | |
Arist.21 | μωρήσασθαι, οὗτος πολλὰ κακὰ διαπεπραγμένος ἐπὶ τοιούτοις εἴληπται πράγμασι νῦν ἀδικῶν, ἐφ’ οἷς αἰσχρόν ἐστιν ὑμῖν τοῖς δικάζουσιν ἀτιμώρητον ἐᾶσαι τοῦτον. τίνα γὰρ τρόπον ὦ Ἀθηναῖοι περὶ τῶν ἄλλων ἀποφάσεων οἴσετε | |
5 | τὴν ψῆφον; ἢ διὰ τίνας προφάσεις τῶν ἤδη κεκριμένων ἔσεσθε κατεψηφισμένοι; ἢ διὰ τί τὸ μὲν ἀποφαίνειν τὴν βουλὴν τοὺς εἰληφότας τὰ χρήματα φα⸢νεῖ⸣σθε σπουδάζον‐ τες, τὸ δὲ τιμωρεῖσθαι τοὺς ἀποπεφασμένους ἐῶντες; μὴ | |
Arist.22 | γὰρ ἰδίους τοὺς ἀγῶνας τούτους ὑπολάβητ’ εἶναι ⸢καὶ⸣ τῶν νῦν ἀποπεφασμένων μόνον, ἀλλὰ κοινοὺς καὶ {κατὰ} τῶν | |
ἄλλων ⸢ἀποφάσεων⸣. δωροδοκία γὰρ καὶ προδοσία κρινο‐ μένη παρ’ ὑμῖν δυοῖν θάτερον ἐκ τοῦ λοιποῦ χρόνου ποιήσει | 62 | |
5 | τοὺς ἄλλους, ἢ χρήματα λαμβάνειν καθ’ ὑμῶν θαρροῦντας ὡς οὐ δώσοντας δίκην, ἢ φοβεῖσθαι τὸ λαμβάνειν ὡς τῆς τιμωρίας τοῖς ληφθεῖσιν ἀξίας γενησομένης τῶν ἀδικη‐ | |
Arist.23 | μάτων. οὐκ ἴσθ’ ὅτι καὶ νῦν ὁ φόβος ὁ παρ’ ὑμῶν τοὺς ὁρμῶντας ἐπὶ τὰ καθ’ ὑμῶν ἥκοντα χρήματα {νῦν} ἀνείργει καὶ ποιεῖ πολλάκις ἀπὸ τοῦ λήμματος ἀποστρέφειν, καὶ τὸ ψήφισμα τοῦ δήμου, τὸ ζητεῖν τὴν βουλὴν περὶ τούτων | |
5 | τῶν χρημάτων ⸢προστάττον⸣, οὐδὲ τοὺς κεκομικότας τὸ | |
Arist.24 | χρυσίον εἰς τὴν χώραν ὁμολογεῖν πεποίηκε; καλῶς γὰρ ὦ Ἀθηναῖοι καλῶς οἱ πρόγονοι περὶ τούτων ψηφισάμενοι στήλην εἰς ἀκρόπολιν ἀνήνεγκαν, ὅτε φασὶν Ἄρθμιον τὸν Πυθώνακτος τὸν Ζελείτην κομίσαι τὸ χρυσίον 〈τὸ〉 ἐκ | |
5 | Μήδων ἐπὶ διαφθορᾷ τῶν Ἑλλήνων. πρὶν γὰρ λαβεῖν τινας καὶ δοῦναι τοῦ τρόπου πεῖραν, φυγὴν τοῦ κομίσαντος τὸ χρυσίον καταγνόντες ἐξήλασαν αὐτὸν ἐξ ἁπάσης τῆς χώ‐ ρας. καὶ ταῦθ’, ὥσπερ εἶπον, εἰς τὴν ἀκρόπολιν εἰς στήλην χαλκῆν γράψαντες ἀνέθεσαν, παράδειγμ’ ὑμῖν τοῖς ἐπι‐ | |
10 | γιγνομένοις καθιστάντες, καὶ νομίζοντες τὸν ὁπωσοῦν χρήματα λαμβάνοντα οὐχ ὑπὲρ τῆς πόλεως ἀλλ’ ὑπὲρ τῶν | |
Arist.25 | διδόντων βουλεύεσθαι. καὶ μόνῳ τούτῳ προσέγραψαν τὴν αἰτίαν δι’ ἣν ὁ δῆμος ἐξέβαλεν αὐτὸν ἐκ τῆς πόλεως, | |
γράψαντες διαρρήδην Ἄρθμιον τὸν Πυθώνακτος τὸν Ζελεί‐ την πολέμιον εἶναι τοῦ δήμου καὶ τῶν συμμάχων, αὐτὸν | 63 | |
5 | καὶ γένος, καὶ φεύγειν Ἀθήνας, ὅτι τὸν ἐκ Μήδων χρυσὸν ἤγαγεν εἰς Πελοπόννησον. καίτοι εἰ τὸν ἐν Πελοποννήσῳ χρυσὸν ὁ δῆμος πολλῶν κακῶν αἴτιον ἡγεῖτο τοῖς Ἕλλησιν εἶναι, πῶς χρὴ ῥᾳθύμως ἔχειν ὁρῶντας ἐν ⸢αὐτῇ⸣ τῇ πόλει δωροδοκίαν γιγνομένην; καί μοι σκοπεῖτε ταύτην τὴν στή‐ | |
10 | λην. ΣΤΗΛΗ | |
Arist.26 | Καίτοι ὦ Ἀθηναῖοι τί ἂν οἴεσθ’ ἐκείνους τοὺς ἄνδρας ποιῆσαι λαβόντας ἢ στρατηγὸν ἢ ῥήτορα πολίτην ἑαυτῶν δῶρα δεχόμενον ἐπὶ τοῖς τῆς πατρίδος συμφέρουσιν, οἳ τὸν ἀλλότριον καὶ τῷ γένει καὶ τῇ φύσει τῆς Ἑλλάδος | |
5 | ἄνθρωπον οὕτω δικαίως καὶ σωφρόνως ἐξήλασαν {ἐκ Πελοποννήσου πάσης}; τοιγάρτοι τῆς πόλεως καὶ τῶν προγόνων ἀξίως ἐκινδύνευσαν πρὸς τὸν βάρβαρον. | |
ΛΕΙΠΕΙ | 64 |