TLG 0029 004 :: DINARCHUS :: In Demosthenem DINARCHUS Orat. In Demosthenem Source: Conomis, N.C. (ed.), Dinarchi orationes cum fragmentis. Leipzig: Teubner, 1975: 11–54. Citation: Section — (line) | ||
Dem.t | ΚΑΤΑ ΔΗΜΟΣΘΕΝΟΥΣ | |
Dem.1 | Ὁ μὲν δημαγωγὸς ὑμῖν ὦ Ἀθηναῖοι καὶ θανάτου τετι‐ μημένος ἑαυτῷ, ἐὰν ἐξελεγχθῇ ὁτιοῦν εἰληφὼς παρ’ Ἁρ‐ | |
πάλου, οὗτος φανερῶς ἐξελήλεγκται δῶρ’ εἰληφὼς παρὰ τούτων, οἷς ἐναντία πράττειν ἔφη τὸν ἄλλον χρόνον. πολ‐ | 11 | |
5 | λῶν δ’ ὑπὸ Στρατοκλέους εἰρημένων, καὶ τῶν πλείστων προκατειλημμένων κατηγορημάτων, {καὶ} περὶ μὲν αὐτῆς τῆς ἀποφάσεως τῆς ἐξ Ἀρείου πάγου βουλῆς δικαίας καὶ ἀληθεῖς ἀποδείξεις εἰρηκυίας, περὶ δὲ τῶν ἀκολούθων τούτοις Στρατοκλέους εἰρηκότος καὶ τὰ ψηφίσματ’ ἀν‐ | |
---|---|---|
Dem.2 | εγνωκότος ἤδη τὰ περὶ τούτων, ὑπόλοιπον ἡμῖν ὦ Ἀθη‐ ναῖοι, καὶ ταῦτ’ ἀγωνιζομένοις ἀγῶνα τηλικοῦτον, ἡλίκος οὐδὲ πώποτε γέγονεν 〈ἐν〉 τῇ πόλει, κοινῇ πᾶσιν ὑμῖν παρακελεύεσθαι, πρῶτον μὲν τοῖς λοιποῖς ἡμῖν συγγνώ‐ | |
5 | μην ἔχειν, ἂν τῶν αὐτῶν ἐνίοις περιπίπτωμεν—οὐ γὰρ ἵν’ ἐνοχλῶμεν ὑμᾶς, ἀλλ’ ἵνα ὀργίζεσθαι μᾶλλον παροξύ‐ νωμεν, δὶς περὶ τῶν αὐτῶν ἐροῦμεν—, ἔπειτα μὴ προΐε‐ σθαι τὰ κοινὰ τῆς πόλεως ἁπάσης δίκαια, μηδὲ τὴν κοινὴν σωτηρίαν ἀντικαταλλάξασθαι τῶν τοῦ κρινομένου λόγων. | |
Dem.3 | ὁρᾶτε γὰρ ὦ Ἀθηναῖοι, ὅτι παρὰ μὲν ὑμῖν Δημοσθένης οὑτοσὶ κρίνεται, παρὰ δὲ τοῖς ἄλλοις ὑμεῖς· οἳ σκοποῦσι τίνα ποτὲ γνώμην ἕξετε περὶ τῶν τῇ πατρίδι συμφερόντων, καὶ πότερον τὰς ἰδίας τούτων δωροδοκίας καὶ πονηρίας | |
5 | ἀναδέ⸢ξ⸣εσθ’ εἰς ὑμᾶς αὐτούς, ἢ φανερὸν πᾶσιν ἀνθρώποις ποιήσετε, διότι μισεῖτε τοὺς κατὰ τῆς πολιτείας δῶρα λαμβάνοντας, καὶ οὐχ ἵν’ ἀφῆτε ζητεῖν προσετάξατε τῇ ἐξ Ἀρείου πάγου βουλῇ, ἀλλ’ ἵν’ ἀποφηνάντων τούτων | |
Dem.4 | ὑμεῖς τιμωρήσησθε τῶν ἀδικημάτων ἀξίως. νυνὶ τοίνυν τοῦτ’ ἐφ’ ὑμῖν ἐστι. ψηφισαμένου γὰρ τοῦ δήμου δίκαιον ψήφισμα, καὶ πάντων τῶν πολιτῶν βουλομένων εὑρεῖν, | |
τίνες εἰσὶ τῶν ῥητόρων οἱ τολμήσαντες ἐπὶ διαβολῇ καὶ | 12 | |
5 | κινδύνῳ τῆς πόλεως χρήματα παρ’ Ἁρπάλου λαβεῖν, καὶ πρὸς τούτοις 〈ἐν τῷ〉 ψηφίσματι γράψαντος ὦ Δημό‐ σθενες σοῦ καὶ ἑτέρων πολλῶν, ζητεῖν τὴν βουλὴν περὶ αὐτῶν, ὡς αὐτῇ πάτριόν ἐστιν, εἴ τινες εἰλήφασι παρ’ | |
Dem.5 | Ἁρπάλου χρυσίον, ζητεῖ ἡ βουλή, οὐκ ἐκ τῶν 〈σῶν〉 προ‐ κλήσεων μαθοῦσα τὸ δίκαιον, οὐδὲ τὴν ἀλήθειαν καὶ τὴν πίστιν τὴν περὶ αὑτῆς ἐπὶ σοῦ καταλῦσαι βουλομένη, ἀλλ’ ὅπερ καὶ αὐτοὶ οἱ Ἀρεοπαγῖται εἶπον, προορῶσα 〈μὲν〉 ἡ | |
5 | βουλὴ ὦ ἄνδρες τὴν τούτων ἰσχὺν καὶ τὴν ἐν τῷ λέγειν καὶ πράττειν δύναμιν, οὐκ οἰομένη δὲ δεῖν οὐδεμίαν ὑπο‐ λογίζεσθαι τῶν περὶ αὑτῆς ἐσομένων βλασφημιῶν, εἴ τις μέλλει τῇ πατρίδι αὐτῆς αἰτία μοχθηρὰ καὶ κίνδυνος | |
Dem.6 | ἔσεσθαι. τούτων, ὡς ἐδόκει τῷ δήμῳ, καλῶς καὶ συμφε‐ ρόντως πεπραγμένων, αἰτίαι νῦν καὶ προκλήσεις καὶ συκοφαντίαι παρὰ Δημοσθένους ἥκουσιν, ἐπειδὴ οὗτος ἀποπέφανται εἴκοσι τάλαντ’ ἔχων χρυσίου· καὶ ἡ τῶν ἐκ | |
5 | προνοίας φόνων ἀξιόπιστος οὖσα βουλὴ τὸ δίκαιον καὶ 〈τ〉ἀληθὲς εὑρεῖν, καὶ κυρία δικάσαι περί τε τοῦ σώματος καὶ τῆς ψυχῆς ἑκάστου τῶν πολιτῶν, καὶ τοῖς μὲν βιαίῳ | |
θανάτῳ τετελευτηκόσι βοηθῆσαι, τοὺς δὲ παράνομόν τι τῶν ἐν τῇ πόλει διαπεπραγμένους ἐκβαλεῖν ἢ θανάτῳ | 13 | |
10 | ζημιῶσαι, νῦν ἐπὶ τοῖς κατὰ Δημοσθένους ἀποπεφασμένοις χρήμασιν ἄκυρος ἔσται τοῦ δικαίου; | |
Dem.7 | Ναί· κατέψευσται γὰρ ἡ βουλὴ Δημοσθένους· τουτὶ γάρ ἐστιν ὑπερβολὴ τοῦ πράγματος. σοῦ κατέψευσται καὶ Δημάδου; καθ’ ὧν οὐδὲ τἀληθὲς εἰπεῖν ὡς ἔοικεν ἀσφαλές ἐστιν; οἳ πολλὰ πρότερον τῶν κοινῶν ἐκείνῃ ζητεῖν προσ‐ | |
5 | ετάξατε καὶ διὰ τὰς γενομένας ζητήσεις ἐπῃνέσατε; οὓς δ’ ἡ πόλις ἅπας’ οὐ δύναται ἀναγκάσαι τὰ δίκαια ποιεῖν, κατὰ τούτων ἡ βουλὴ ψευδεῖς ἀποφάσεις πεποίηται; ὦ Ἡρά‐ | |
Dem.8 | κλεις. διὰ τί οὖν ἐν τῷ δήμῳ συνεχώρεις ὦ Δημόσθενες, ἐὰν ἀποφήνῃ ⸢σ’⸣ ἡ βουλή, θάνατον ἑαυτῷ τὴν ζημίαν; καὶ διὰ τί πολλοὺς ἀνῄρηκας σὺ ταῖς τῆς βουλῆς ἰσχυριζό‐ μενος ἀποφάσεσιν; ἢ πο⸢ῖ⸣ νῦν ἐλθὼν ὁ δῆμος ἢ τίσι προσ‐ | |
5 | τάξας ζητεῖν περὶ τῶν ἀφανῶν καὶ μεγάλων ἀδικημάτων | |
Dem.9 | εὕρῃ τὴν ἀλήθειαν; τὸ μὲν γὰρ συνέδριον τὸ πρότερον εἶναι δοκοῦν πιστὸν σὺ καταλύεις ὁ δημοτικὸς εἶναι φά‐ σκων, ᾧ τὴν τῶν σωμάτων φυλακὴν ὁ δῆμος παρακατα‐ θήκην ἔδωκεν, ᾧ τὴν πολιτείαν καὶ δημοκρατίαν πολλάκις | |
5 | ἐγκεχείρικεν, ὃ διαπεφύλα⸢χ⸣ε τὸ σὸν σῶμα τοῦ βλασφημεῖν περὶ αὐτοῦ μέλλοντος πολλάκις, ὡς σὺ φῄς, ἐπιβουλευθέν, ὃ φυλάττει τὰς ἀπορρήτους θήκας, ἐν αἷς τὰ τῆς πόλεως | |
σωτήρια κεῖται. | 14 | |
Dem.10 | Δίκαια μὲν οὖν, δίκαια τρόπον γέ τινα πάσχει τὸ συνέδριον· εἰρήσεται γὰρ ἃ γιγνώσκω. δυοῖν γὰρ θάτερον ἐχρῆν αὐτούς, ἢ καὶ τὴν προτέραν ζήτησιν τὴν ὑπὲρ τῶν τριακοσίων ταλάντων τῶν παρὰ τοῦ Περσῶν βασιλέως | |
5 | ἀφικομένων ζητεῖν, καθάπερ συνέταξεν ὁ δῆμος, ἵνα τότε δόντος δίκην τοῦ θηρίου τούτου, καὶ τῶν μερισαμένων ἐκεῖνα τὰ χρήματα φανερῶν γενομένων, καὶ τῆς περὶ Θη‐ βαίους προδοσίας ἐξελεγχθείσης ἣν οὗτος προδέδωκεν, ἀπηλλάγμεθα τούτου τοῦ δημαγωγοῦ δίκην ἀξίαν δόντος· | |
Dem.11 | ἢ εἰ ταῦθ’ ὑμεῖς ἐβούλεσθε Δημοσθένει συγχωρεῖν καὶ πολλοὺς ἐν τῇ πόλει τοὺς καθ’ ὑμῶν δωροδοκήσοντας εἶναι, τὴν περὶ τῶν νῦν ἀποπεφασμένων ζήτησιν χρημά‐ των μὴ προσδέχεσθαι, πεῖραν ὑμῶν ἐν τοῖς πρότερον | |
5 | εἰληφότας· ὅπου ⸢γ’⸣ οὕτω καλῶς καὶ δικαίως τῆς ἀπο‐ φάσεως τῆς κατὰ τούτου καὶ τῶν ἄλλων νυνὶ γεγενημένης, καὶ τῆς ἐξ Ἀρείου πάγου βουλῆς οὔτε τὴν Δημοσθένους οὔτε τὴν Δημάδου δύναμιν ὑποστειλαμένης, ἀλλὰ τὸ δί‐ καιον αὐτὸ καὶ τἀληθὲς προὐργιαίτερον πεποιημένης, | |
Dem.12 | οὐδὲν ἧττον περιέρχεται Δημοσθένης περί τε τῆς βουλῆς βλασφημῶν, καὶ περὶ ἑαυτοῦ λέγων οἷσπερ ἴσως καὶ πρὸς ὑμᾶς αὐτίκα χρήσεται λόγοις ἐξαπατῶν ὑμᾶς, ὡς ‘ἐγὼ Θηβαίους ὑμῖν ἐποίησα συμμάχους.‘ οὔκ, ἀλλὰ τὸ κοινῇ | |
5 | συμφέρον ἀμφοτέραις ἐλυμήνω ταῖς πόλεσιν ὦ Δημό‐ σθενες. ‘ἐγὼ παρέταξα πάντας εἰς Χαιρώνειαν.‘ οὔκ, ἀλλ’ ἔλιπες μόνος αὐτὸς τὴν ἐκεῖ τάξιν. ‘ἐγὼ πολλὰς ὑπὲρ | |
Dem.13 | ὑμῶν ἐπρέσβευσα πρεσβείας.‘ ἐφ’ οἷς οὐκ οἶδ’ ὅ τί ποτ’ ἂν ἐποίησεν ἢ τίνας ἂν εἶπε λόγους, εἰ συνέβη κατορθῶσαι αὐτῷ ἃ συνεβούλευσεν, ⸢ὃσ⸣ ἐπὶ τοῖς τοιούτοις ἀτυχήμασι καὶ κακοῖς ἅπασαν ἐπεληλυθὼς τὴν οἰκουμένην, ὅμως | 15 |
5 | ἀξιοῖ δωρεὰς αὑτῷ δ⸢ί⸣δοσθαι τὰς μεγίστας, λαμβάνειν δῶρα κατὰ τῆς πατρίδος καὶ λέγειν καὶ πράττειν κατὰ τοῦ | |
Dem.14 | δήμου ἃ ἂν βούληται. καὶ Τιμοθέῳ μὲν ὦ Ἀθηναῖοι, Πελοπόννησον περιπλεύσαντι καὶ τὴν ἐν Κερκύρᾳ ναυμα‐ χίαν νικήσαντι Λακεδαιμονίους καὶ Κόνωνος υἱεῖ τοῦ τοὺς Ἕλληνας ἐλευθερώσαντος καὶ Σάμον λαβόντ⸢ι⸣ καὶ | |
5 | Μεθώνην καὶ Πύδναν καὶ Ποτ〈ε〉ίδαιαν καὶ πρὸς ταύταις ἑτέρας εἴκοσι πόλεις, οὐκ ἐποιήσασθ’ ὑπόλογον, οὐδὲ τῆς τότ’ ἐνεστώσης κρίσεως οὐδὲ τῶν ὅρκων, οὓς ὀμωμο‐ κότες ἐφέρετε τὴν ψῆφον, ἀντικατ⸢η⸣λλάξασθ⸢ε⸣ τὰς τοιαύτας εὐεργεσίας, ἀλλ’ ἑκατὸν ταλάντων ἐτιμήσατε, | |
10 | ὅτι χρήματ’ αὐτὸ⸢ν⸣ 〈Ἀριστοφῶν〉 ἔφη παρὰ Χίων εἰλη‐ | |
Dem.15 | φέναι καὶ Ῥοδίων· τὸν δὲ κατάπτυστον τοῦτον καὶ Σκύ‐ θην—ἐξάγομαι γάρ—, ὃν οὐχ εἷς ἀνὴρ ἀλλὰ πᾶς’ ἡ ἐξ Ἀρείου πάγου βουλὴ ζητήσας’ ἀποπέφαγκεν χρήματ’ ἔχειν καθ’ ὑμῶν, καὶ ὃς ἀποπέφανται μισθαρνῶν καὶ | |
5 | δωροδοκῶν κατὰ τῆς πόλεως καὶ ταῦτ’ ἐξελήλεγκται, τοῦ‐ | |
τον οὐ τιμωρησάμενοι παράδειγμα ποιήσετε τοῖς ἄλλοις; ὃς οὐκ ἐκ τῶν βασιλικῶν μόνον εἰληφὼς χρυσίον φανερός ἐστιν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πόλεως κεχρηματισμένος· ὁ νῦν οὐδὲ τῶν ὑφ’ Ἁρπάλου κομισθέντων χρημάτων εἰς | 16 | |
Dem.16 | τὴν πόλιν ἀποσχόμενος. καίτοι τί μέρος ἐστὶ τῶν ὑπὸ Τιμοθέου πεπραγμένων ἀγαθῶν ἃς Δημοσθένης ἐπρέσβευ‐ σεν {εἰς Θήβας} πρεσβείας; ἢ τίς οὐκ ἂν καταγελάσειεν ὑμῶν τῶν τούτο⸢υ⸣ τολμώντων ἀκούειν, ἀντιθεὶς ἐφ’ | |
5 | αἷς οὗτος σεμνύνεται πράξεσιν ἐκείνας ἃς Τιμόθεος ὑμᾶς καὶ Κόνων εὐεργέτησαν; ἀλλὰ γὰρ οὐ πρὸς τοῦτο τὸ κάθαρμα παραβάλλειν δεῖ τοὺς ἄξια καὶ τῆς πόλεως καὶ τῶν προγόνων ὑπὲρ ὑμῶν πράξαντας. παρασχόμενος οὖν τὸ ψήφισμα τὸ Τιμοθέῳ γενόμενον, πάλιν ἐπὶ τοὺς περὶ | |
10 | τούτου λόγους βαδιοῦμαι. λέγε. ΨΗΦΙΣΜΑ | |
Dem.17 | Ὁ τοιοῦτος ὦ Δημόσθενες πολίτης, ὃς δικαίως ἂν καὶ συγγνώμης καὶ χάριτος ἐτύγχανε παρὰ τῶν ἐν ἐκείνοις τοῖς χρόνοις συμπεπολιτευμένων, οὐ λόγοις ἀλλ’ ἔργοις μεγάλα τὴν πόλιν ἀγαθὰ ποιήσας, καὶ διαμείνας ἐπὶ τῆς 〈αὐτῆσ〉 | |
5 | πολιτείας καὶ οὐκ ἄνω καὶ κάτω μεταβαλόμενος ὥσπερ σύ, ἐτελεύτησεν οὐ τηλικαύτας τὸν δῆμον αἰτήσας δωρεάς, ὥστε τῶν νόμων εἶναι κρείττων, οὐδ’ οἰόμενος δεῖν τοὺς ὀμωμοκότας κατὰ τοὺς νόμους οἴσειν τὴν ψῆφον ἄλλο τι προὐργιαίτερον ποιεῖσθαι τῆς εὐσεβείας, ἀλλ’ ὑπομένων | |
10 | καὶ κρίνεσθαι 〈...〉, εἰ δόξειεν τοῖς δικασταῖς, καὶ οὐ | |
καιροὺς λέγων, οὐδ’ ἕτερα φρονῶν καὶ δημηγορῶν. | 17 | |
Dem.18 | Οὐκ ἀποκτενεῖτ’ ἄνδρες Ἀθηναῖοι τὸν μιαρὸν τοῦτον ἄνθρωπον, ὃς πρὸς ἑτέροις πολλοῖς καὶ μεγάλοις ἁμαρτή‐ μασι καὶ τὴν Θηβαίων πόλιν περιεῖδεν ἀνάστατον γενο‐ μένην, τριακόσια τάλαντα λαβὼν εἰς τὴν ἐκείνων σωτηρί‐ | |
5 | αν παρὰ τοῦ Περσῶν βασιλέως, καὶ Ἀρκάδων ἡκόντων εἰς Ἰσθμὸν καὶ τὴν μὲν παρ’ Ἀντιπάτρου πρεσβείαν ἄπρακτον ἀποστειλάντων, τὴν δὲ παρὰ Θηβαίων τῶν ταλαιπώρων προσδεξαμένων, οἳ κατὰ θάλατταν μόλις ἀφίκοντο πρὸς ἐκείνους, ἱκετηρίαν ἔχοντες καὶ κηρύκεια συμπεπλεγμένα, | |
Dem.19 | ὡς ἔφασαν, ἐκ τῶν θαλλῶν, ἐροῦντες τοῖς Ἀρκάσιν ὅτι οὐ τὴν πρὸς τοὺς Ἕλληνας φιλίαν Θηβαῖοι διαλῦσαι βουλό‐ μενοι τοῖς πράγμασιν ἐπανέστησαν, οὐδ’ ἐναντίον τῶν Ἑλ‐ λήνων οὐδὲν πράξοντες, ἀλλὰ τὰ παρ’ αὑτοῖς ὑπὸ τῶν Μα‐ | |
5 | κεδόνων ἐν τῇ πόλει γ⸢ιγ⸣νόμενα φέρειν οὐκέτι δυνάμενοι, οὐδὲ τὴν δουλείαν ὑπομένειν, οὐδὲ τὰς ὕβρεις ὁρ⸢ᾶ⸣ν τ⸢ὰ⸣ς | |
Dem.20 | εἰς τὰ ἐλεύθερα σώματα γιγνομένας, —οἷς ἑτοίμων γενο‐ μένων τῶν Ἀρκάδων βοηθεῖν, καὶ ἐλεησάντων ἐν οἵ〈οι〉ς ἦσαν κακοῖς, καὶ φανερὸν ποιησάντων, ὅτι τοῖς μὲν σώ‐ μασι μετ’ Ἀλεξάνδρου διὰ τοὺς καιροὺς ἀκολουθεῖν ἠναγ‐ | |
5 | κάζοντο, ταῖς δ’ εὐνοίαις μετὰ Θηβαίων καὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἦσαν, καὶ τοῦ στρατηγοῦ αὐτῶν Ἀστύλου ὠνίου ὄντος, ὥσπερ καὶ Στρατοκλῆς εἶπε, καὶ δέκα τάλαντ’ αἰτοῦντος ὥστ’ ἀγαγεῖν τὴν βοήθειαν τοῖς Θηβαίοις, καὶ τῶν πρεσβευτῶν ὡς τοῦτον ἐλθόντων, ὃν | |
10 | ᾔδεσαν ἔχοντα τὸ βασιλικὸν χρυσίον, καὶ δεομένων καὶ ἱκε‐ | |
τευόντων δοῦναι τὰ χρήματ’ εἰς τὴν τῆς πόλεως σωτηρίαν, | 18 | |
Dem.21 | οὐκ ἐτόλμησεν ὁ μιαρὸς οὗτος καὶ ἀσεβὴς καὶ αἰσχροκερ‐ δὴς ἀπὸ τῶν πολλῶν χρημάτων ὧν εἶχε δέκα μόνον τάλαντα δοῦναι, τοσαύτας ὁρῶν ἐλπίδας ὑποφαινούσας εἰς τὴν Θηβαίων σωτηρίαν, ἀλλὰ περιεῖδεν ἑτέρους δόντας τοῦτο | |
5 | τὸ ἀργύριον, ὥσπερ καὶ Στρατοκλῆς εἶπεν, ὑπὲρ τοῦ πάλιν ἀπελθεῖν οἴκαδε τοὺς ἐξεληλυθότας Ἀρκάδων καὶ μὴ | |
Dem.22 | βοηθῆσαι τοῖς Θηβαίοις. ἆρ’ ὑμῖν δοκεῖ μικρῶν κακῶν ἢ τῶν τυχόντων ὅλῃ τῇ Ἑλλάδι αἴτιος γεγενῆσθαι Δημο‐ σθένης καὶ ἡ τούτου φιλαργυρία; ἢ προσήκειν αὐτὸν ὑφ’ ὑμῶν ἐλέου τινὸς τυγχάνειν τοιαῦτα διαπεπραγμένον, ἀλλ’ | |
5 | οὐ τῆς ἐσχάτης τιμωρίας καὶ ὑπὲρ τῶν νῦν καὶ ὑπὲρ τῶν πρότερον γεγενημένων ἀδικημάτων; ἀκούσονται τὴν κρί‐ σιν ὦ Ἀθηναῖοι τὴν ὑφ’ ὑμῶν ἐν τῇ τήμερον ἡμέρᾳ γεγενη‐ μένην πάντες ἄνθρωποι· θεωρήσουσιν ὑμᾶς τοὺς κρίνον‐ | |
Dem.23 | τας, ὅπως χρῆσθε τῷ τὰ τοιαῦτα διαπεπραγμένῳ. ὑμεῖς ἔσθ’ οἱ διὰ πολλῷ τῶν ὑπὸ τούτου πεπραγμένων ἀδικη‐ μάτων ἐλάττω μεγάλας καὶ ἀπαραιτήτους ἐνίοις ἐπιτεθη‐ κότες τιμωρίας. ὑμεῖς Μένωνα μὲν τὸν μυλωθρὸν ἀπε‐ | |
5 | κτείνατε, διότι παῖδ’ ἐλεύθερον ἐκ Πελλήνης ἔσχεν ἐν τῷ μυλῶνι· Θεμίστιον δὲ τὸν Ἀφιδναῖον, διότι τὴν Ῥοδίαν κιθαρίστριαν ὕβρισεν Ἐλευσινίοις, θανάτῳ ἐζημιώσατε, Εὐθύμαχον δέ, διότι τὴν Ὀλυνθίαν παιδίσκην ἔστησεν ἐπ’ | |
Dem.24 | οἰκήματος. διὰ δὲ τοῦτον τὸν προδότην παῖδες καὶ γυναῖ‐ | |
κες αἱ Θηβαίων ἐπὶ τὰς σκηνὰς τῶν βαρβάρων διενεμή‐ θησαν, πόλις ἀστυγείτων καὶ σύμμαχος ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται, ἀροῦται καὶ σπείρεται τὸ Θηβαίων | 19 | |
5 | ἄστυ τῶν κοινωνησάντων ὑμῖν τοῦ πρὸς Φίλιππον πολέ‐ μου. ἀροῦταί φημι καὶ σπείρεται· καὶ οὐκ ἠλέησέ φημι ὁ μιαρὸς οὗτος πόλιν οὕτως οἰκτρῶς ἀπολλυμένην, εἰς ἣν ἐπρέσβευσεν ὑφ’ ὑμῶν ἀποσταλείς, ⸢ἧσ⸣ ὁμόσπονδος καὶ ὁμοτράπεζος πολλάκις γέγονεν, ἣν αὐτός φησι σύμμαχον | |
10 | ὑμῖν ποιῆσαι, ἀλλὰ πρὸς οὓς εὐτυχοῦντας πολλάκις ἦλθε, | |
Dem.25 | τούτους ἀτυχοῦντας προδέδωκεν. κἀκεῖνοι 〈μέν〉, ὡς οἱ πρεσβύτεροι λέγουσι, καταλελυμένης τῆς δημοκρατίας τῆς παρ’ ἡμῖν καὶ συνάγοντος ἐν Θήβαις Θρασυβούλου τοὺς φυγάδας ἐπὶ τὴν Φυλῆς κατάληψιν, καὶ Λακεδαιμο‐ | |
5 | νίων ἰσχ〈υ〉όντων καὶ ἀπαγορευόντων μηδέν’ Ἀθηναίων ὑποδέχεσθαι μηδ’ ἐκπέμπειν, ὅμως συνέπραττον τῷ δήμῳ τὴν κάθοδον καὶ τὸ πολλάκις ἀνεγνωσμένον παρ’ ὑμῖν ἐψηφίσαντο ψήφισμα, † μὴ περιορᾶν ἐάν τις ὅπλα διὰ τῆς | |
Dem.26 | χώρας τῆς Ἀθηναίων † ἔχων πορεύηται· οὗτος δ’ ὁ κοινὸν | |
αὑτὸν τοῖς συμμάχοις, ὡς αὐτίκα φήσ〈ε〉ι, παρέχων οὐδὲν τοιοῦτον ἔπραξεν, οὐδὲ τῶν χρημάτων ὧν ἔλαβεν εἰς τὴν τούτων σωτηρίαν οὐδὲν ἠθέλησε προέσθαι. ὧν ὑμεῖς ὦ | 20 | |
5 | ἄνδρες μνησθέντες, καὶ τὰ ἀτυχήματα τὰ γιγνόμενα διὰ τοὺς προδότας θεωρήσαντες ἐν ταῖς Ὀλυνθίων καὶ Θη‐ βαίων συμφοραῖς, ὑπὲρ ὑμῶν αὐτῶν ὀρθῶς νυνὶ βουλεύεσθε, καὶ τοὺς δωροδοκεῖν ἐθέλοντας κατὰ τῆς πατρίδος ἀνελόν‐ τες, ἐν ὑμῖν αὐτοῖς καὶ τοῖς θεοῖς τὰς ἐλπίδας τῆς σωτη‐ | |
Dem.27 | ρίας ἔχετε. μόνως γὰρ οὕτως ἄνδρες Ἀθηναῖοι μόνως καὶ τοὺς ἄλλους ποιήσετε βελτίους, ἐὰν τοὺς ἐνδόξους τῶν πονηρῶν ἐξελέγξαντες κολάσητε τῶν ἀδικημάτων ἀξίως. τοὺς μὲν γὰρ τυχόντας τῶν κρινομένων, ὅταν ἁλῶσιν, | |
5 | οὐδεὶς οἶδεν οὐδὲ ζητεῖ πυθέσθαι τί πεπόνθασι· τοὺς δ’ ἐνδόξους πάντες πυνθάνονται, καὶ τοὺς δικάζοντας ἐπαι‐ νοῦσιν, ὅταν τὸ δίκαιον μὴ πρόωνται ταῖς τῶν κρινομένων δόξαις. ἀνάγνωθι τὸ ψήφισμα τὸ Θηβαίων. λέγε τὰς μαρ‐ τυρίας. ἀναγίγνωσκε τὰς ἐπιστολάς. | |
10 | ΨΗΦΙΣΜΑ. ΜΑΡΤΥΡΙΑΙ. ΕΠΙΣΤΟΛΑΙ | |
Dem.28 | Μισθωτὸς οὗτος ὦ Ἀθηναῖοι, μισθωτός {οὗτος} ἐστι παλαιός. οὗτος ἦν ὁ τὴν πρεσβείαν τὴν παρὰ Φιλίππου πορευομένην ὡς ἡμᾶς ἐκ Θηβῶν καλέσας, καὶ τοῦ λυθῆναι τὸν πρῶτον πόλεμον αἴτιος γενόμενος· οὗτος Φιλοκράτει | |
5 | συνα⸢π⸣ελογεῖτο τῷ γράψαντι πρὸς Φίλιππον εἰρήνην, δι’ ἣν ὑμεῖς ἐκεῖνον ἐξεβάλετε, καὶ ζεύγη τοῖς πρέσβεσιν | |
ἐμισθώσατο τοῖς μετ’ Ἀντιπάτρου δεῦρ’ ἐλθοῦσιν, ἀνα‐ λαμβάνων αὐτοὺς καὶ τὸ κολακεύειν τοὺς Μακεδόνας πρῶ‐ | 21 | |
Dem.29 | τος εἰς τὴν πόλιν εἰσάγων. μὴ ἀφῆτ’ ἄνδρες Ἀθηναῖοι, μὴ ἀφῆτε τὸν ἐπὶ τοῖς τῆς πόλεως καὶ τῶν ἄλλων Ἑλλήνων ἀτυχήμασιν ἐπιγεγραμμένον ἀτιμώρητον, εἰλημμένον ἐπ’ αὐτοφώρῳ δῶρ’ ἔχοντα κατὰ τῆς πόλεως, μηδὲ τῆς ἀγα‐ | |
5 | θῆς τύχης ⸢ὑ⸣μᾶς ἐπὶ τὸ βέλτιον ἀγούσης, καὶ τὸν μὲν ἕτερον τῶν τὴν πατρίδα λελυμασμένων ἐκ τῆς πόλεως ἐκβεβλη‐ κυίας, τοῦτον δ’ ὑμῖν ἀποκτεῖναι παραδούσης, αὐτοὶ τοῖς πᾶσι συμφέρουσιν ἐναντιωθῆτε, ἀλλὰ μετοιωνίσασθε τὰς τῆς πόλεως πράξεις, εἰς τούτους τοὺς ἡγεμόνας τὰς ἀτυχίας | |
Dem.30 | τρέψαντες. εἰς ποῖον γὰρ καιρὸν ἀποθήσεσθε τοῦτον ὑπολα‐ βόντες χρήσιμον ὑμῖν αὐτοῖς ἔσεσθαι; ἔχοι τις ἂν εἰπεῖν ἢ ὑμῶν ἢ τῶν περιεστηκότων, εἰς ποῖ’ οὗτος πράγματ’ εἰσ‐ ελθὼν ἢ ἴδια ἢ κοινὰ οὐκ ἀνατέτρ⸢ο⸣φεν; οὐκ εἰς μὲν τὴν | |
5 | Ἀριστάρχου οἰκίαν εἰσελθών, βουλεύσας μετ’ ἐκείνου τὸν Νικοδήμῳ θάνατον κατασκευασθέντα, ὃν ἴστε πάντες, ἐξέβαλε τὸν Ἀρίσταρχον ἐπὶ ταῖς αἰσχίσταις αἰτίαις; καὶ τοιούτῳ φίλῳ Δημοσθένει ἐχρήσατο, ὥστε δαίμον’ αὑτῷ τοῦτον καὶ τῶν γεγενημένων συμφορῶν ἡγεμόνα νομίσαι | |
Dem.31 | προσελθεῖν; οὐκ ἐπειδὴ τῷ δήμῳ συμβουλεύειν ἤρξατο, ὡς μήποτ’ ὤφελεν—ἀφήσω γὰρ αὐτοῦ τὰ ἴδια· ὁ γὰρ χρόνος οὐκ ἐπιδέχεται μακρολογεῖν—, ἀγαθὸν μὲν ἁπλῶς εἰπεῖν οὐδὲν γέγονε τῇ πόλει, ἐν κινδύνοις δὲ καὶ κακοῖς | |
5 | καὶ ἀδοξίᾳ πᾶς’ ἡ Ἑλλάς, οὐ μόνον ἡ πόλις, καθέστηκε; καὶ πλείστοις καιροῖς ἐν ταῖς δημηγορίαις χρώμενος, ἅπαντας ἀφῆκε τοὺς ὑπὲρ ὑμῶν καιρούς; καὶ ἐν οἷς τις ἂν φιλόπολις ἀνὴρ καὶ κηδεμὼν τῆς πόλεως προείλετό τι πρᾶξαι, τοσοῦτον ἐδέησεν ὁ δημαγωγὸς καὶ χρήσιμος | 22 |
10 | αὐτίκα φήσων ὑμῖν γεγενῆσθαι πρᾶξίν τινα προφέρειν, ὥστε καὶ τοὺς πράττοντας ὑπὲρ ὑμῶν τι τῆς αὑτοῦ τύχης | |
Dem.32 | ἀνέπλησεν. ἀπῆρε Χαρίδημος πρὸς τὸν Περσῶν βασιλέα, χρήσιμος ὑμῖν οὐ λόγοις ἀλλ’ ἔργοις βουλόμενος γενέσθαι, καὶ τοῖς ἰδίοις τοῖς ἑαυτοῦ κινδύνοις ὑμῖν καὶ τοῖς ἄλλοις Ἕλλησι βουλόμενος τὴν σωτηρίαν παρασκευάσαι· περιιὼν | |
5 | οὗτος κατὰ τὴν ἀγορὰν ἐλογοποίει καὶ τῶν πραττομένων εἰσεποίει κοινωνὸν αὑτόν· οὕτω κατέστρεψεν ἡ τύχη ταῦ‐ τα, ὥστ’ ⸢ἐ⸣ναντία γ⸢ε⸣νέσθαι τοῖς προσδοκωμένοις. | |
Dem.33 | ἐξέπλευσεν Ἐφιάλτης μισῶν μὲν τοῦτον, ἀναγκαζόμενος δὲ τῶν πραγμάτων κοινωνεῖν· ἀφείλετο καὶ τοῦτον ἡ τύχη τῆς πόλεως. Εὐθύδικος προῃρεῖτο τὰς ὑπὲρ τοῦ δήμου πράξεις· ἔφη τούτῳ Δημοσθένης φίλος εἶναι· 〈καὶ〉 οὗτος | |
5 | ἀπώλετο. καὶ ταῦθ’ ὑμεῖς ὁρῶντες καὶ ἐπιστάμενοι πολὺ βέλτιον ἢ ἐγώ, οὐ λογίζεσθε, οὐ σκοπεῖσθε πρὸς ὑμᾶς αὐτούς, τεκμαιρόμενοι τὰ μέλλοντ’ ἐκ τῶν γεγενημένων, ὅτι οὐδὲν οὗτος χρήσιμος ἀλλ’ ἢ τοῖς ἐχθροῖς κατὰ τῆς | |
Dem.34 | πόλεως 〈...; ...〉 συστῆσαι παρασκευὴν ἑτέραν οἵα ἐπ’ Ἄ⸢γιδ⸣ος ἐγένετο, ὅτε Λακεδαιμόνιοι μὲν ἅπαντες ἐξεστρά‐ τευσαν, Ἀχαιοὶ δὲ καὶ Ἠλεῖοι τῶν πραγμάτων ἐκοινώνουν, ὑπῆρχον δὲ ξένοι μύριοι, Ἀλέξανδρος δ’, ὡς οἱ λέγοντες, | 23 |
5 | ἐν Ἰνδοῖς ἦν, ἡ δ’ Ἑλλὰς ἅπασα διὰ τοὺς ἐν ἑκάστῃ τῶν πόλεων προδότας ἀχθομένη τοῖς παροῦσι πράγμασιν ἠσ‐ μένει μεταβολήν τινα τῶν παρεστηκότων κακῶν. τί οὖν; | |
Dem.35 | ἐν τούτοις τοῖς καιροῖς Δημοσθένης τίς ἦν, ὁ τοῦ συμβου‐ λεῦσαι καὶ γράψαι κύριος καὶ φήσων αὐτίκα δὴ μισεῖν τὰ καθεστηκότα πράγματα; ἐῶ γὰρ τοὺς ἄλλους κινδύνους. ἔγραψάς τι περὶ τούτων {κινδύνων}; συνεβούλευσας; ἐπό‐ | |
5 | ρισας χρήματα; μικρόν τι χρήσιμος ἐγένου τοῖς ὑπὲρ τῆς κοινῆς σωτηρίας πράττουσιν; οὐδ’ ὁτιοῦν, ἀλλὰ περιῄεις κατασκευάζων λογοποιούς, καὶ παρ’ αὑτῷ γράφων ἐπιστο‐ λ⸢ὰσ⸣ καὶ καταισχύνων τὴν τῆς πόλεως δόξαν, ἐκ τῶν | |
Dem.36 | δακτύλων ἀναψάμενος περιεπορεύετο, τρυφῶν ἐν τοῖς τῆς πόλεως κακοῖς, καὶ ἐπὶ φορείου κατακομιζόμενος τὴν εἰς Πειραιᾶ ὁδόν, καὶ τὰς τῶν πενήτων ἀπορίας ὀνειδίζων. εἶθ’ οὗτος εἰς τοὺς μέλλοντας ὑμῖν καιροὺς ἔσται χρήσιμος, | |
5 | παραβεβηκὼς ἅπαντας τοὺς παρεληλυθότας; τοιούτων ὦ δέσποιν’ Ἀθηνᾶ καὶ Ζεῦ σῶτερ συμβούλων καὶ ἡγεμόνων ὤφελον τυχεῖν οἱ πολεμήσαντες τ⸢ῇ⸣ πόλ⸢ει⸣, καὶ μη‐ | |
δε〈πώ〉ποτε βελτιόνων. | 24 | |
Dem.37 | Οὐκ ἀναμνήσεσθ’ ὦ ἄνδρες τὰς τῶν πρεσβυτέρων πρά‐ ξεις, οἳ μεγάλων καὶ πολλῶν κινδύνων καταλαμβανόντων τὴν πόλιν ἀξίως τῆς πατρίδος καὶ τῆς ἑαυτῶν ἐλευθερίας καὶ τῆς δόξης τῆς δικαίας ὑπὲρ τῶν τοῦ δήμου συμφερόν‐ | |
5 | των ἐκινδύνευσαν; ὧν τοὺς μὲν ἀρχαίους ἐκείνους μακρὸν ἂν εἴη λέγειν, Ἀριστείδην καὶ Θεμιστοκλέα, τοὺς ὀρθώ‐ σαντας τὰ τείχη τῆς πόλεως καὶ τοὺς φόρους εἰς ἀκρόπο‐ λιν ἀνενεγκόντας παρ’ ἑκόντων καὶ βουλομένων τῶν Ἑλλή‐ | |
Dem.38 | νων, ἀλλὰ ταυτὶ τὰ μικρὸν πρὸ τῆς ἡμετέρας ἡλικίας γε‐ γενημένα ὑπὸ Κεφάλου τοῦ ῥήτορος καὶ Θράσωνος τοῦ Ἐρχιέως καὶ Ἠλείου 〈καὶ〉 Φορμισίου καὶ ἑτέρων ἀνδρῶν ἀγαθῶν, ὧν ἐνίων ἔτι καὶ νῦν ζῇ τὰ σώματα. τούτων γὰρ | |
5 | οἱ μὲν φρουρουμένης ὑπὸ Λακεδαιμονίων τῆς Καδμείας βοηθήσαντες τοῖς εἰς Θήβας κατιοῦσι τῶν φυγάδων, τοῖς ἰδίοις κινδύνοις ἠλευθέρωσαν πόλιν ἀστυγείτονα καὶ πολὺν | |
Dem.39 | χρόνον δουλεύουσαν, οἱ δὲ πείσαντ⸢ο⸣ς ἐξελθεῖν ὑμῶν τοὺς προγόνους Κεφάλου ⸢τοῦ τὸ⸣ ψήφισμα γράψαντος, ὃς | |
οὐ καταπλαγεὶς τὴν Λακεδαιμονίων δύναμιν, οὐδὲ λογι‐ σάμενος ὅτι τὸ κινδυνεύειν καὶ τὸ γράφειν ὑπὲρ τῆς πό‐ | 25 | |
5 | λεως ἐπισφαλές ἐστιν, ἔγραψεν ἐξιέναι βοηθήσοντας Ἀθη‐ ναίους τοῖς κατειληφόσι τῶν φυγάδων Θήβας· καὶ ἐξελ‐ θόντων ἐκεῖσε τῶν ὑμετέρων πατέρων ὀλίγαις ἡμέραις ἐξεβλήθη ὁ Λακεδαιμονίων φρούραρχος, ἠλευθέρ⸢ω⸣ντο Θηβαῖοι, διεπέπρακτο ἡ πόλις ἡ ὑμετέρα ἄξια τῶν προ‐ | |
Dem.40 | γόνων. ἐκεῖνοι ἦσαν, ἐκεῖνοι ὦ Ἀθηναῖοι ἄξιοι σύμβουλοι καὶ ἡγεμόνες ὑμῶν καὶ τοῦ δήμου, μὰ Δί’ οὐ τὰ τοιαῦτα κινάδη, οἳ πεποιήκασιν μὲν οὐδὲν οὐδὲ πράξουσιν ἀγαθὸν ὑπὲρ τῆς πόλεως, τὴν δ’ ἑαυτῶν ἀσφάλειαν τηροῦντες καὶ | |
5 | παντ〈αχ〉όθεν ἀργυριζόμενοι καὶ πεποιηκότες τὴν πόλιν ἀδοξοτέραν ἑαυτῶν, καὶ νῦν εἰλημμένοι δῶρα καθ’ ὑμῶν εἰληφότες, παρακρούονθ’ ὑμᾶς, καὶ ἀξιοῦσι τοιοῦτοι γε‐ γενημένοι περὶ τῆς ἑαυτῶν πλεονεξίας παραγγέλλειν· οὓς χρῆ〈ν〉 τεθνάναι πάλαι κατὰ τὸ ἑαυτῶν ψήφισμα, τοιαῦτα | |
10 | διαπεπραγμένους. | |
Dem.41 | Οὐκ αἰσχύνεσθ’ ἄνδρες Ἀθηναῖοι, τὴν κατὰ Δημοσθέ‐ νους τιμωρίαν ἐκ τῶν ἡμετέρων λόγων μόνων ἡγούμενοι δεῖν κρίνειν; οὐκ ἴστε τοῦτον αὐτοὶ δωροδόκον ὄντα καὶ κλέπτην καὶ προδότην τῶν φίλων, καὶ τῆς πόλεως ἀνάξιον | |
5 | καὶ αὐτὸν καὶ τὴν περὶ τοῦτον τύχην γεγενημένην; ἀπὸ ποίων ψηφισμάτων οὗτος ἢ ποίων νόμων οὐκ εἴληφεν | |
Dem.42 | ἀργύριον; εἰσί τινες ἐν τῷ δικαστηρίῳ τῶν ἐν τοῖς τριακο‐ | |
σίοις γεγενημένων, ὅθ’ οὗτος ἐτίθει τὸν περὶ τῶν τριηράρ‐ χων νόμον; οὐ φράσετε τοῖς πλησίον ὅτι τρία τάλαντα λα‐ βὼν μετέγραφε καὶ μετεσκεύαζε τὸν νόμον καθ’ ἑκάστην | 26 | |
5 | ἐκκλησίαν, καὶ τὰ μὲν ἐπώλει ὧν εἰλήφει τὴν τιμήν, τὰ δ’ | |
Dem.43 | ἀποδόμενος οὐκ ἐβεβαίου; εἴπατέ μοι πρὸς Διὸς ὦ ἄνδρες, προῖκα τοῦτον οἴεσθε γράψαι Διφίλῳ τὴν ἐν πρυτανείῳ σίτησιν καὶ τὴν εἰς τὴν ἀγορὰν ἀνα〈τε〉θησομένην εἰκόνα; ἢ τὸ ποιῆσαι πολίτας ὑμ⸢ετέρου⸣ς Χαιρέφιλον καὶ Φείδωνα | |
5 | καὶ Πάμφιλον καὶ Φ⸢είδ⸣ιππον, ἢ πάλιν Ἐπιγένην καὶ Κό‐ νωνα τοὺς τραπεζίτας; ἢ τὸ χαλκοῦς ἐν ἀγορᾷ στῆσαι ⸢Παι⸣ρισάδην καὶ Σάτυρον καὶ Γόργιππον τοὺς ἐκ ⸢τοῦ Πόντου⸣ τυράννους, παρ’ ὧν αὐτῷ χίλιοι μ⸢έδιμν⸣οι τοῦ ἐνιαυτοῦ πυρῶν ἀποστέλλονται, τῷ οὐδ’ ὅποι καταφύγῃ | |
Dem.44 | αὐτίκα φήσοντι εἶναι; ἢ τὸ γράψαι Ταυροσθένην Ἀθηναῖον | |
εἶναι 〈τὸν〉 τοὺς μὲν αὑτοῦ πολίτας καταδουλωσάμενον, τῆς δ’ Εὐβοίας ὅλης μετὰ τοῦ ἀδελφοῦ Καλλίου προδότην Φιλίππῳ γεγενημένον; ὃν οὐκ ἐῶσιν οἱ νόμοι τῆς Ἀθη‐ | 27 | |
5 | ναίων χώρας ἐπιβαίνειν, εἰ δὲ μή, τοῖς αὐτοῖς ἔνοχον εἶναι κελεύουσιν, οἷσπερ ἄν τις τῶν φευγόντων ἐξ Ἀρείου πάγου κατίῃ. καὶ τοῦτον οὗτος ὁ δημοτικὸς ὑμέτερον ἔγραψε πο‐ | |
Dem.45 | λίτην εἶναι. περὶ τούτων οὖν μάρτυρας ὑμῖν δεῖ καλεῖν, ἢ περὶ τῶν ἄλλων ὅσους οὗτος γέγραφε προξένους εἶναι καὶ Ἀθηναίους; 〈εἶτα〉, πρὸς τῆς Ἀθηνᾶς, οἴεσθ’ αὐτὸν ἀργύριον μὲν χαίρειν λαμβάνοντα, χρυσίου δ’ εἴκοσι τά‐ | |
5 | λαντ’ οὐκ ἂν λαβεῖν; ἢ κατὰ μικρὸν μὲν δωροδοκεῖν, ἁθ‐ ρόον δ’ οὐκ ἂν προσδέξασθαι τοσοῦτον λῆμμα; ἢ τὴν ἐξ Ἀρείου πάγου βουλὴν 〈διὰ〉 Δημοσθένην καὶ Δημάδην καὶ Κηφισοφῶντα ζητήσασαν ἓξ μῆνας ἀδίκως εἰς ὑμᾶς πε‐ ποιῆσθαι τὰς ἀποφάσεις; | |
Dem.46 | Πολλοὶ ὦ ἄνδρες, πολλοὶ τῶν πολιτῶν καὶ τῶν ἄλλων Ἑλλήνων, ὅπερ καὶ πρότερον εἶπον, θεωροῦσιν ὑμᾶς πῶς τοῦτον δικάσετε τὸν ἀγῶνα, καὶ πότερον εἰσαγωγίμους καὶ τὰς τῶν ἄλλων δωροδοκίας ποιήσετε, ἢ ἀνέδην ἐξέσται | |
5 | δῶρα λαμβάνειν καθ’ ὑμῶν, καὶ τὰ πρότερον δοκοῦντα πιστὰ καὶ βέβαι’ εἶναι νῦν ἄπιστα διὰ τὴν Δημοσθένους κρίσιν γενήσεται, ὃν ἐκ τῶν ἄλλων προσῆκεν ἀπολωλέναι τῶν πεπολιτευμένων αὐτῷ, ὃς ἁπάσαις ταῖς ἀραῖς ταῖς ἐν | |
Dem.47 | τῇ πόλει γ⸢ιγ⸣νομέναις ἔνοχος καθέστηκεν, ἐπιωρκηκὼς μὲν τὰς σεμνὰς θεὰς ἐν Ἀρείῳ πάγῳ καὶ τοὺς ἄλλους θεοὺς | |
οὓς ἐκεῖ διόμνυσθαι νόμιμόν ἐστι, κατάρατος δὲ καθ’ ἑκάστην ἐκκλησίαν γ⸢ιγ⸣νόμενος, ἐξεληλεγμένος 〈μὲν〉 | 28 | |
5 | δῶρα κατὰ τῆς πόλεως εἰληφώς, ἐξηπατηκὼς δὲ καὶ τὸν δῆμον καὶ τὴν βουλὴν παρὰ τὴν ἀράν, {καὶ} ἕτερα μὲν λέ‐ γων ἕτερα δὲ φρονῶν, ἰδίᾳ δὲ συμβεβουλευκὼς Ἀριστάρχῳ δεινὰς καὶ παρανόμους συμβουλάς· ἀνθ’ ὧν—εἴπερ ἔστι που δικαία τιμωρία κατὰ τῶν ἐπιόρκων καὶ πονηρῶν, | |
10 | ὥσπερ ἔστι—δώσει δίκην οὗτος ἐν τῇ τήμερον ἡμέρᾳ. ἀκούσατ’ ἄνδρες δικασταὶ τῆς ἀρᾶς. ΑΡΑ | |
Dem.48 | Ἀλλ’ ὅμως ἄνδρες δικασταὶ οὕτω Δημοσθένης τῷ ψεύ‐ δεσθαι καὶ μηδὲν ὑγιὲς λέγειν ἑτοίμως χρῆται, καὶ οὔτ’ αἰσχύνης οὔτ’ ἐλέγχου οὔτ’ ἀρᾶς οὐδὲν αὐτῷ μέλει, ὥστε καὶ περὶ ἐμοῦ τολμήσει λέγειν, ὡς ἀκούω, ὡς ἄρα κἀμοῦ | |
5 | κατέγνω πρότερον ἡ βουλή, καὶ ποιῶ πάντων ἀτοπώτα‐ τον, ὡς οὗτός φησι, πρότερον μὲν ἐναντίον τῇ τῆς βουλῆς ἀποφάσει ἀγῶν’ ἀπολογούμενος ὑπὲρ ἐμαυτοῦ, νυνὶ δὲ συνηγορῶν αὐτῇ, κατηγορῶν τούτου, περὶ τῆς γεγενη‐ μένης ἀποφάσεως· πρᾶγμα κατασκευάζων οὐ γεγενημέ‐ | |
Dem.49 | νον, ἀλλὰ ψεύδεσθαι πρὸς ⸢ὑμᾶσ⸣ τολμῶν. ἵν’ οὖν, ἐὰν ἐπὶ τοῦτον ἴῃ τὸν λόγον, μὴ ἐπιτρέπητ’ αὐτῷ, ἀλλ’ εἰδῆτ’ ἀκριβῶς ὅτι οὔτε μ’ ἀπέφηνεν ἡ βουλὴ οὔτ’ ἐμέλλησεν, ἠδικήθην δ’ ὑφ’ ἑνὸς ἀνθρώπου πονηροῦ καὶ δίκην δεδω‐ | |
5 | κότος παρ’ ὑμῖν, ἀκούσατέ μου βραχέα· ἔπειτ’ ἐπὶ τοῦτον πάλιν βαδιοῦμαι. | |
Dem.50 | Ἀνάγκη τὴν βουλὴν ὦ ἄνδρες τὴν ἐξ Ἀρείου πάγου κατὰ δύο τρόπους ποιεῖσθαι τὰς ἀποφάσεις πάσας. τίνας τού‐ τους; ἤτοι αὐτὴν προελομένην, ⸢ἢ⸣ ζητήσασαν {ἢ} τοῦ δή‐ μου προστάξαντος αὐτῇ. χωρὶς τούτων οὐκ ἔστιν ὅντιν’ | 29 |
5 | ⸢ἂν⸣ τρόπον ποιήσειεν. εἰ μὲν τοίνυν φῂς ὦ μιαρὸν σὺ θηρίον, τοῦ δήμου προστάξαντος ζητήσασαν τὴν βουλὴν | |
Dem.51 | περὶ ἐμοῦ ποιήσασθαι τὴν ἀπόφασιν, δεῖξον τὸ ψήφισμα καὶ τίνες ἐγένοντό μου κατήγοροι γενομένης τῆς ἀπο‐ φάσεως, ὥσπερ νῦν ἀμφότερα γέγονε, καὶ ψήφισμα καθ’ ὃ ἐζήτησεν ἡ βουλή, καὶ κατήγοροι χειροτονήσαντος τοῦ | |
5 | δήμου, παρ’ ὧν νῦν οἱ δικασταὶ τἀδικήματα πυνθάνονται. κἂν ᾖ ταῦτ’ ἀληθῆ, ἀποθνῄσκειν ἕτοιμός εἰμι. εἰ δ’ αὐτὴν προελομένην ἀποφῆναί με φῄς, παράσχου μάρτυρας τοὺς Ἀρεοπαγίτας, ὥσπερ ἐγὼ παρέξομαι ὅτι οὐκ ἀπεφάνθην. | |
Dem.52 | καταψευσάμενον μέντοι κἀμοῦ καὶ τῆς βουλῆς ὥσπερ σὺ καὶ πονηρὸν καὶ προδότην ⸢ὄντ’⸣ εἰσαγγείλας καὶ ἐξελέγ‐ ξας ἐν πεντακοσίοις καὶ δισχιλίοις τῶν πολιτῶν ὅτι μισθώ‐ σας αὑτὸν Πυθοκλεῖ κατ’ ἐμοῦ ταῦτ’ ἔπραξεν, ἐτιμωρη‐ | |
5 | σάμην μετὰ τῶν τότε δικασάντων. λαβέ μοι σὺ τὴν μαρ‐ τυρίαν, ἣν καὶ πρότερον παρεσχόμην μαρτυρουμένην τοῖς δικασταῖς καὶ οὐδεὶς ἐπεσκήψαθ’ ὡς ψευδεῖ οὔσῃ, ἣν καὶ νῦν παρέξομαι. λέγε τὴν μαρτυρίαν. | |
ΜΑΡΤΥΡΙΑ | 30 | |
Dem.53 | Εἶτ’ οὐ δεινὸν ὦ Ἀθηναῖοι, εἰ ὅτι μὲν εἷς ἀνὴρ ἔφησε Πιστίας Ἀρεοπαγίτης ὢν ἀδικεῖν με, καταψευδόμενος κἀμοῦ καὶ τῆς βουλῆς, ἴσχυσεν ἂν τὸ ψεῦδος τῆς ἀλη‐ θείας μᾶλλον, ⸢εἰ⸣ διὰ τὴν ἀσθένειαν τὴν τότε καὶ τὴν | |
5 | ἐρημίαν τὴν ἐμὴν ἐπιστεύθησαν αἱ κατ’ ἐμοῦ ψευδεῖς γ⸢ε⸣νόμεναι κατασκευαί· ἐπειδὴ δὲ τἀληθὲς παρὰ πάσης τῆς ἐξ Ἀρείου πάγου βουλῆς ὁμολογεῖται, Δημοσθένην εἰληφέναι εἴκοσι τάλαντα χρυσίου καθ’ ὑμῶν καὶ ταῦτα πεποιηκότ’ ἀδικεῖν, καὶ ὁ δημαγωγὸς ὑμῖν, ἐν ᾧ τὰς ἐλπί‐ | |
Dem.54 | δας ἔχουσί τινες, ἐπ’ αὐτοφώρῳ χρήματα λαμβάνων εἴλη‐ πται, νῦν τὰ νόμιμα τἀκεῖθεν καὶ τὰ δίκαια καὶ τἀληθῆ ἀσθενέστερα γενήσεται τῶν Δημοσθένους λόγων, καὶ ἰσχύσει μᾶλλον τῆς ἀληθείας ἡ παρὰ τούτου ῥηθησομένη | |
5 | κατὰ τοῦ συνεδρίου διαβολή, ὡς ἄρα πολλοὺς ἡ βουλὴ ἀποπέφαγκεν ἀδικεῖν τὸν δῆμον, οἳ ἀποπεφεύγασιν εἰσελ‐ θόντες εἰς τὸ δικαστήριον, καὶ {ἡ βουλὴ} ἐπ’ ἐνίων τὸ πέμπτον μέρος οὐ μετείληφε τῶν ψήφων; τοῦτο δ’ ὃν | |
Dem.55 | τρόπον γίγνεται, ῥᾳδίως ἅπαντες μαθήσεσθε. ἡ βουλὴ ὦ ἄνδρες ζητεῖ τὰ προσταχθένθ’ ὑφ’ ὑμῶν καὶ 〈ἀποφαίνει〉 τὰ γεγενημένα παρ’ αὑτοῖς ἀδικήματα οὐχ ὡς ὑμεῖς— καί μοι μὴ ὀργισθῆτε—δικάζειν ἐνίοτ’ εἴθισθε, τῇ συγ‐ | |
5 | γνώμῃ πλέον ἢ τῷ δικαίῳ ἀπονέμοντες, ἀλλ’ ἁπλῶς τὸν ἔνοχον ὄντα τοῖς ζητουμένοις καὶ τὸν ὁποιονοῦν ἠδικηκότα | |
〈παρὰ〉 τὰ πάτρια, νομίζουσα τὸν ἐν τοῖς μικροῖς συν‐ εθιζόμενον ἀδικεῖν, τοῦτον τὰ μεγάλα τῶν ἀδικημάτων | 31 | |
Dem.56 | εὐχερέστερον προσδέξεσθαι. διόπερ τὸν παρ’ αὑτῶν ἀπο‐ στερήσαντα τὸ ναῦλον τὸν πορθμέα ζημιώσασα πρὸς ὑμᾶς ἀπέφηνε· πάλιν τὸν τὴν πεντεδραχμίαν ἐπὶ τῷ τοῦ μὴ παρόντος ὀνόματι λαβεῖν ἀξιώσαντα, καὶ τοῦτον ὑμῖν | |
5 | ἀπέφηνε, καὶ τὸν τὴν μερίδα τὴν ἐξ Ἀρείου πάγου τολμή‐ σαντ’ ἀποδόσθαι παρὰ τὰ νόμιμα, τὸν αὐτὸν τρόπον | |
Dem.57 | ζημιώσας’ ἐξέβαλε. τούτους ὑμεῖς κρίναντες ἀφήκατε, οὐ τῆς ἐξ Ἀρείου πάγου βουλῆς καταγιγνώσκοντες ψεύ‐ δεσθαι, ἀλλὰ τῇ συγγνώμῃ μᾶλλον ἢ τῷ δικαίῳ προσθέμε‐ νοι, καὶ τὴν τιμωρίαν μείζω νομίζοντες εἶναι τῆς ὑπὸ τῶν | |
5 | κρινομένων γεγενημένης ἁμαρτίας. ἦ που ἄρα ἡ βουλὴ Δημόσθενες τὰ ψευδῆ ἀπέφηνεν; οὐ δήπου. τούτους μέν‐ τοι ὦ ἄνδρες καὶ τοιούτους ἑτέρους ἀδικεῖν παρ’ ἑαυτ⸢οῖ⸣ς | |
Dem.58 | ἀποφηνάσης τῆς βουλῆς ὑμεῖς ἀφήκατε. Πολύευκτον δὲ τὸν Κυδαντίδην τοῦ δήμου προστάξαντος ζητῆσαι τὴν βουλήν, εἰ συνέρχεται τοῖς φυγάσιν εἰς Μέγαρα, καὶ ζητήσασαν ἀποφῆναι πρὸς ὑμᾶς, ἀπέφηνεν ἡ βουλὴ συν‐ | |
5 | ιέναι. κατηγόρους εἵλεσθε κατὰ τὸν νόμον, εἰσῆλθεν εἰς τὸ δικαστήριον, ἀπελύσαθ’ ὑμεῖς, ὁμολογοῦντος τοῦ Πολυεύκ‐ του βαδίζειν εἰς Μέγαρ’ ὡς τὸν Νικοφάνην· ἔχειν γὰρ τὴν αὑτοῦ μητέρα τοῦτον. οὐδὲν οὖν ἄτοπον οὐδὲ δεινὸν | |
ἐφαίνεθ’ ὑμῖν ποιεῖν, τῷ τῆς μητρὸς ἀνδρὶ διαλεγόμενος | 32 | |
10 | ἠτυχηκότι καὶ συνευπορῶν, καθ’ ὅσον δυνατὸς ἦν, ἀπ‐ | |
Dem.59 | εστερημένῳ τῆς πατρίδος. αὕτη Δημόσθενες τῆς βουλῆς ἡ ἀπόφασις οὐκ ἐξηλέγχθη ψευδὴς οὖσα, ἀληθινῆς δ’ αὐτῆς οὔσης ἔδοξε τοῖς δικασταῖς ἀφ⸢εῖ⸣ναι τὸν Πολύευκτον· τὸ μὲν γὰρ ἀληθὲς τῇ βουλῇ προσετάχθη ζητεῖν, τὸ δὲ | |
5 | συγγνώμης ἄξιόν φημι τὸ δικαστήριον ἔκρινε. διὰ τοῦτ’ οὐ πιστευτέον τῇ βουλῇ περὶ τῶν γενομένων ἀποφάσεων, ἐπειδὴ σὲ καὶ τοὺς μετὰ σοῦ τὸ χρυσίον ἔχοντας ἀποπέφαγ‐ | |
Dem.60 | κε; δεινὸν μέντ’ ἂν εἴη. δεῖξον γὰρ δὴ τοῖς δικασταῖς σὺ Δημόσθενες νυνί, ὡς τούτων τι τῶν ⸢ἁ⸣μαρτη⸢μά⸣των ὅμοιόν ἐστι τοῖς σοῖς ἀδικήμασι, καὶ ὡς τὸ δῶρα λαμβά‐ νειν κατὰ τῆς πατρίδος συγγνώμης ἐστὶν ἄξιον, ὥστ’ | |
5 | ἀποφύγοις ἂν παρὰ τούτοις εἰκότως. ἀλλ’ οἱ νόμοι περὶ μὲν τῶν ἄλλων ἀδικημάτων τῶν εἰς ἀργυρίου λόγον ἀν‐ ηκόντων διπλῆν τὴν βλάβην ὀφείλειν κελεύουσι, περὶ δὲ τῶν δωροδοκούντων δύο μόνον τιμήματα πεποιήκασιν, ἢ θάνατον, ἵνα ταύτης τυχὼν τῆς ζημίας ὁ λαβὼν παρά‐ | |
10 | δειγμα γένηται τοῖς ἄλλοις, ἢ δεκαπλοῦν τοῦ ἐξ ἀρχῆς λήμματος τὸ τίμημα τῶν δώρων, ἵνα μὴ λυσιτελήσῃ τοῖς τοῦτο τολμῶσι ποιεῖν. | |
Dem.61 | Ἢ τοῦτο μὲν οὐκ ἐπιχειρήσεις λέγειν, ὅτι δὲ τῶν πρό‐ τερ⸢ο⸣ν ἀποφανθέντων ὑπὸ τῆς βουλῆς τοῖς μὲν ἄλλοις ὡμολογηκέναι συμβέβηκεν ἀξίαν εἶναι τὴν τῆς βουλῆς | |
ζημίαν, σοὶ δὲ μόνῳ τὰ περὶ αὐτῆς ἠναντιῶσθαι; ἀλλὰ μόνος | 33 | |
5 | σὺ τῶν πώποτ’ ἀποπεφασμένων ἠξίωσας ἑκὼν σεαυτῷ τούτους κριτὰς καὶ ζητητὰς γενέσθαι, καὶ ἔγραψας κατὰ σεαυτοῦ τὸ ψήφισμα, καὶ τὸν δῆμον ἐποιήσω μάρτυρα τῶν ὡμολογημένων, ὁρισάμενος σεαυτῷ ζημίαν εἶναι θάνα‐ τον, ἐὰν ἀποφήνῃ 〈σ’〉 ἡ βουλὴ τῶν χρημάτων εἰληφότα | |
Dem.62 | τι τῶν εἰς τὴν χώραν ὑφ’ Ἁρπάλου κομισθέντων. ἀλλὰ μὴν πρότερον ἔγραψας σὺ {ὦ} Δημόσθενες κατὰ πάντων τούτων καὶ τῶν ἄλλων Ἀθηναίων κυρίαν εἶναι τὴν ἐξ Ἀρείου πάγου βουλὴν κολάσαι τὸν παρὰ τοὺς νόμους πλημ‐ | |
5 | μελοῦντα, χρωμένην τοῖς πατρ⸢ί⸣οις νόμοις· καὶ παρ‐ έδωκας σὺ καὶ ἐνεχείρισας τὴν πόλιν ἅπασαν ταύτῃ, ἣν αὐτίκα φήσεις ὀλιγαρχικὴν εἶναι· καὶ τεθνᾶσι κατὰ τὸ σὸν ψήφισμα δύο τῶν πολιτῶν, πατὴρ καὶ υἱός, παραδοθέντες | |
Dem.63 | τῷ ἐπὶ τῷ ὀρύγματι· ἐδέθη τῶν ἀφ’ Ἁρμοδίου γεγονότων εἷς κατὰ τὸ σὸν πρόσταγμα· ἐστρέβλωσαν Ἀντιφῶντα καὶ ἀπέκτειναν οὗτοι τῇ τῆς βουλῆς ἀποφάσει πεισθέντες· ἐξέβαλες σὺ ⸢Χαρ⸣ῖνον ἐκ τῆς πόλεως ἐπὶ προδοσίᾳ κατὰ | |
5 | τὰς τῆς βουλῆς ἀποφάσεις καὶ τιμωρίας. κατὰ δὲ σαυτοῦ καὶ ταῦτα γράψας αὐτὸς τὸ ψήφισμ’ ἀκυροῖς; καὶ ποῦ ταῦτα δίκαι’ ἢ νόμιμ’ ἐστί; | |
Dem.64 | Μαρτύρομαι τὰς σεμνὰς θεὰς ἄνδρες Ἀθηναῖοι, καὶ τὸν τόπον ὃν ἐκεῖναι κατέχουσι, καὶ τοὺς ἥρωας τοὺς ἐγχω‐ | |
ρίους, καὶ τὴν Ἀθηνᾶν τὴν Πολι⸢ά⸣δα, καὶ τοὺς ἄλλους θεοὺς οἳ τὴν πόλιν καὶ τὴν χώραν ἡμῶν εἰλήχασιν, ὅτι τοῦ | 34 | |
5 | δήμου παραδεδωκότος ὑμῖν τιμωρήσασθαι τὸν εἰληφότα τι τῶν κατὰ τῆς πατρίδος 〈...〉, τὸν λελυμασμένον καὶ ἐφθαρκότα τὴν τῆς πόλεως εὐδαιμονίαν, τὸν περικεχα‐ ρακωμένην π⸢ρο⸣δεδωκότα τὴν πατρίδα ταῖς αὑτοῦ συμ‐ | |
Dem.65 | βουλίαις, ὃν οἱ μὲν ἐχθροὶ καὶ κακόνοι τ⸢ῇ⸣ πόλε⸢ι⸣ ζῆν ἂν βούλοιντο, συμφορὰν ἡγούμενοι τῆς πόλεως εἶναι, ὅσοι δ’ εὖνοι τοῖς ὑμετέροις πράγμασι, καὶ μεταπεσούσης τῆς τύχης ἐλπίζουσιν ἐπὶ τὸ βέλτιον ἂν τὰ τῆς πόλεως πράγ‐ | |
5 | ματ’ ἐλθεῖν, τὴν ἀξίαν δόντα δίκην τῶν πεπραγμένων ἀπολωλέναι βούλονται, καὶ ταῦτ’ εὔχονται τοῖς θεοῖς. οὓς κἀγὼ συμπαρακαλῶ σῶσαι τὴν πατρίδα, κινδυνεύουσαν ὁρῶν ὑπὲρ σωτηρίας, ὑπὲρ παίδων, ὑπὲρ γυναικῶν, ὑπὲρ | |
Dem.66 | δόξης, ὑπὲρ τῶν ἄλλων ἀγαθῶν ἁπάντων. τί γὰρ ἐροῦμεν ὦ Ἀθηναῖοι πρὸς τοὺς περιεστηκότας ἐξελθόντες ἐκ τοῦ δικαστηρίου, ἐάν, ὃ μὴ γένοιτο, παρακρουσθῆθ’ ὑπὸ τῆς τούτου γοητείας; τίσιν ὀφθαλμοῖς ἕκαστος ὑμῶν τὴν | |
5 | πατρῴαν ἑστίαν οἴκαδ’ ἀπελθὼν ἰδεῖν τολμήσ⸢ει⸣, ἀπο‐ λελυκότες μὲν τὸν προδότην τὸν πρῶτον εἰς τὸν ἴδιον οἶκον εἰσενεγκάμενον τὸ δεδωροδοκημένον χρυσίον, κατ‐ εγνωκότες δὲ μηδὲν ἀληθὲς ⸢μήτε⸣ ζητεῖν μήθ’ εὑρίσκειν | |
τὸ σεμνότατον παρὰ πᾶσιν ἀνθρώποις εἶναι νομιζόμενον | 35 | |
Dem.67 | συνέδριον; τίνας δ’ ὦ Ἀθηναῖοι—σκοπεῖτε γὰρ πρὸς ὑμᾶς αὐτούς—τίνας τὰς ἐλπίδας ἕξομεν, ἐὰν κίνδυνός τις καταλάβῃ τὴν πόλιν, τὸ μὲν δῶρα λαμβάνειν κατὰ τῆς πατρίδος ἀσφαλὲς εἶναι πεποιηκότες, τὸ δὲ τὴν φυλακὴν | |
5 | ἔχον συνέδριον τῆς πόλεως ἐν τοῖς τοιούτοις κινδύνοις | |
Dem.68 | ἀδόκιμον καταστήσαντες; τί δ’ ⸢ἐάν⸣—τιθῶμεν γὰρ ταῦτα—ἐὰν κατὰ τὸ ψήφισμα τὸ Δημοσθένους ἀπαιτῇ πέμψας ἡμᾶς Ἀλέξανδρος τὸ χρυσίον τὸ κομισθὲν εἰς τὴν χώραν ὑφ’ Ἁρπάλου, καὶ πρὸς τῷ γεγενῆσθαι τὴν τῆς | |
5 | βουλῆς ἀπόφασιν τοὺς παῖδας καταπέμψῃ πρὸς ἡμᾶς τοὺς νῦν ὡς ἑαυτὸν ἀνακεκομισμένους, καὶ τούτων ἀξιοῖ πυν‐ θάνεσθαι τὴν ἀλήθειαν ⸢ἡ⸣μᾶς, πρὸς θεῶν ὦ ἄνδρες τί | |
Dem.69 | ἐροῦμεν; γρά⸢ψ⸣εις σὺ Δημόσθενες πολεμεῖν ἡμᾶς, ἐπειδὴ καὶ τοὺς πρότερον πολέμους καλῶς διῴκησας; καὶ πό‐ τερόν ἐστι δικαιότερον, ἂν ταῦτα δόξῃ καὶ τοῖς ἄλλοις Ἀθηναίοις, εἰς τὸν πόλεμον ὑπάρχειν μετὰ τῶν ἄλλων καὶ | |
5 | τὸ παρὰ σοῦ χρυσίον, ἢ τοὺς μὲν ἄλλους ἀπὸ τῶν ἰδίων κτημάτων ἕκαστον εἰσφέρειν καὶ καταχωνεύειν τὸν ἴδιον κόσμον τῶν γυναικῶν καὶ τὰ ἐκπώματα καὶ πάντα τὰ ἐν τῇ χώρᾳ ἀναθήματα τῶν θεῶν, ὥσπερ ἔφησθα σὺ γρά‐ ⸢ψ⸣ειν, αὐτὸς εἰσενεγκὼν πεντήκοντα δραχμὰς ἀπὸ τῆς | |
10 | οἰκίας τῆς ἐν Πειραιεῖ καὶ τῆς ἐν ἄστει; τοσοῦτον γὰρ κατὰ τὴν προτέραν εἰσφορὰν εἰσενηνοχὼς εἴκοσι τάλαντ’ | |
Dem.70 | ἔχεις. ἢ πολεμεῖν μὲν οὐ γράψεις, ἀποδιδόναι δὲ κατὰ τὸ | |
γεγραμμένον ὑπὸ σοῦ ψήφισμα κελεύ〈σ〉εις Ἀλεξάνδρῳ τὸ κεκομισμένον χρυσίον; οὐκοῦν ὑπὲρ σοῦ τὸν δῆμον ἀποδιδόναι δεήσει. καὶ ποῦ τοῦτ’ ἐστὶ δίκαιον ἢ κοινὸν ἢ | 36 | |
5 | δημοτικόν, τοὺς μὲν ἐργαζομένους εἰσφέρειν, σὲ δ’ ἁρπά‐ ζειν καὶ κλέπτειν; καὶ τοὺς μὲν φανερὰν κεκτῆσθαι τὴν οὐσίαν καὶ ἀπὸ ταύτης εἰσφέρειν, σὲ δὲ πλείω ἢ πεντή‐ κοντα καὶ ἑκατὸν τάλαντα τὰ μὲν ἐκ τῶν βασιλικῶν τὰ δ’ ἐκ τῶν Ἀλεξάνδρου ⸢χρη⸣μάτων εἰληφέναι, μηδὲν δὲ φανε‐ | |
10 | ρὸν ἐν τῇ πόλει κεκτῆσθαι, ἀλλὰ διεσκευάσθαι πρὸς τὸν δῆμον, ὡς οὐ πιστεύοντα τοῖς ἑαυτῷ πεπολιτευμένοις; | |
Dem.71 | καὶ τοὺς μὲν νόμους προλέγειν τῷ ῥήτορι καὶ τῷ στρατη‐ γῷ, 〈τῷ〉 τὴν παρὰ τοῦ δήμου πίστιν ἀξιοῦντι λαμβάνειν, παιδοποιεῖσθαι κατὰ τοὺς νόμους, γῆν ἐντὸς ὅρων κεκτῆ‐ σθαι, πάσας τὰς δικαίας πίστεις παρακαταθέμενον, οὕτως | |
5 | ἀξιοῦν προεστάναι τοῦ δήμου· σὲ δὲ τὴν 〈μὲν〉 πατρῴαν γῆν πεπρακέναι, τοὺς δ’ οὐ γεγενημένους υἱεῖς σαυτῷ προσ‐ ποιεῖσθαι παρὰ τοὺς νόμους τῶν ἐν ταῖς κρίσεσιν ἕνεκα γιγνομένων ὅρκων, ἐπιτάττειν δὲ τοῖς ἄλλοις στρατεύεσθαι λιπόντ’ αὐτὸν τὴν κοινὴν τάξιν; | |
Dem.72 | Ὦ Ἀθηναῖοι, παρὰ τί οἴεσθε τὰς πόλεις τοτὲ μὲν εὖ τοτὲ δὲ φαύλως πράττειν; οὐδὲν εὑρήσετ’ ἄλλο πλὴν παρὰ τοὺς συμβούλους καὶ τοὺς ἡγεμόνας. ἐπιβλέψατε δ’ ἐπὶ | |
τὴν Θηβαίων πόλιν. ἐγένετο πόλις, ἐγένετο μεγίστη· | 37 | |
5 | 〈πότε〉 καὶ τίνων τυχοῦς’ ἡγεμόνων καὶ στρατηγῶν; ἅπαντες ἂν ὁμολογήσαιεν 〈οἱ〉 πρεσβύτεροι, παρ’ ὧνπερ | |
Dem.73 | κἀγὼ τοὺς λόγους ἀκούων ἐρῶ, ὅτε Πελοπίδας, ὥς φασιν, ἡγεῖτο τοῦ ἱεροῦ λόχου καὶ Ἐπαμεινώνδας ἐστρατήγει καὶ οἱ μετὰ τούτων· τότε τὴν ἐν Λεύκτροις μάχην ἐνίκησεν ἡ τῶν Θηβαίων πόλις, τότ’ εἰς τὴν ἀπόρθητον νομιζο‐ | |
5 | μένην εἶναι Λακεδαιμονίων χώραν εἰσέβαλον, κατ’ ἐκεί‐ νους τοὺς χρόνους πολλὰ καὶ καλὰ διεπράξαντ’ ἔργα, Μεσ‐ 〈σ〉ήνην τετρακοσιοστῷ ἔτει κατῴκισαν, Ἀρκάδας αὐτο‐ | |
Dem.74 | νόμους ἐποίησαν, ἔνδοξοι παρὰ πᾶσιν ἦσαν. πότε δ’ αὖ τοὐναντίον ταπεινὰ καὶ τοῦ φρονήματος ἀνάξια διεπρά‐ ξαντο; ὅτ’ ἐδωροδόκει μὲν λαμβάνων χρήματα παρὰ Φιλ‐ ίππου Τιμόλαος ὁ τούτου φίλος, ἐπὶ δὲ τοῖς ξένοις τοῖς | |
5 | εἰς Ἄμφισ〈σ〉αν συλλεγεῖσι Πρόξενος ὁ προδότης ἐγένετο, ἡγεμὼν δὲ τῆς φάλαγγος κατέστη Θεαγένης, ἄνθρωπος ἀτυχὴς καὶ δωροδόκος ὥσπερ οὗτος. τότε διὰ τρεῖς γ’ ἀνθρώπους οὓς εἶπον ἅπας’ ἡ πόλις μετὰ τῶν ἄλλων Ἑλλήνων ἀπώλετο καὶ συνδιεφθάρη. οὐ γὰρ ψεῦδός ἐστιν | |
10 | ἀλλὰ καὶ λίαν ἀληθὲς τὸ τοὺς ἡγεμόνας αἰτίους ἁπάντων γίγνεσθαι καὶ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τοῖς πολί‐ | 38 |
Dem.75 | ταις. θεωρήσατε δὴ πάλιν καὶ ἐπὶ τῆς ἡμετέρας πόλεως, τὸν αὐτὸν τρόπον ἐξετάσαντες. ἡ πόλις ἡμῶν ἦν μεγάλη καὶ ἔνδοξος παρὰ τοῖς Ἕλλησι καὶ τῶν προγόνων ἀξία, μετά γε τὰς ἀρχαίας ἐκείνας πράξεις, ὅτε Κόνων, ὡς οἱ | |
5 | πρεσβύτεροι λέγουσιν, ἐνίκησε τὴν ἐν Κνίδῳ ναυμαχίαν, ὅτ’ Ἰφικράτης ἀνεῖλε τὴν Λακεδαιμονίων μ⸢ό⸣ραν, ὅτε Χαβρίας ἐν Νάξῳ κατεναυμάχησε τὰς Λακεδαιμονίων τριήρεις, ὅτε Τιμόθεος τὴν ἐν Κερκύρᾳ ναυμαχίαν ἐνί‐ | |
Dem.76 | κησε. τότ’ ὦ Ἀθηναῖοι τότε οἱ μὲν πρότερον ὄντες λαμ‐ προὶ διὰ τοὺς ἡγεμόνας Λακεδαιμόνιοι καὶ ὑπὸ τοῖς ἐκεί‐ νων ἤθεσι τραφέντες ταπεινοὶ πρὸς τὴν πόλιν ἡμῶν ἧκον, δεόμενοι τῆς παρὰ τῶν ἡμετέρων προγόνων σωτηρίας, ὁ | |
5 | δὲ καταλυθεὶς ὑπ’ ἐκείνων δῆμος διὰ τοὺς τότε γενο‐ μένους παρ’ ⸢ἡ⸣μῖν συμβούλους πάλιν ἡγεμὼν ἦν τῶν Ἑλλήνων, δικαίως οἶμαι, στρατηγῶν μὲν τοιούτων τετυχη‐ κὼς οἵων εἶπον ἀρτίως, συμβούλους δ’ ἔχων Ἀρχῖνον καὶ Κέφαλον τὸν Κολλυτέα. μία γὰρ αὕτη σωτηρία καὶ πό‐ | |
10 | λεως καὶ ἔθνους ἐστί, τὸ προστατῶν ἀνδρῶν ἀγαθῶν καὶ | |
Dem.77 | συμβούλων σπουδαίων τυχεῖν. διόπερ ὦ Ἀθηναῖοι δεῖ ταῦθ’ ὑμᾶς ὁρῶντας καὶ λογιζομένους, μὴ μὰ Δία τὸν | |
πλείω χρόνον τῆς Δημοσθένους δωροδοκίας καὶ ἀτυχίας κοινωνεῖν, μηδ’ ἐν τούτῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, | 39 | |
5 | μηδ’ οἴεσθαι ἀπορήσειν ἀνδρῶν ἀγαθῶν καὶ συμβούλων σπουδαίων, ἀλλὰ τὴν τῶν προγόνων λαβόντας ὀργὴν τὸν ἐπ’ αὐτοφώρῳ κλέπτην εἰλημμένον καὶ προδότην, τὸν οὐκ ἀπεχόμενον τῶν εἰς τὴν πόλιν ἀφικνουμένων χρημά‐ των, τὸν εἰς τὰς δεινοτάτας ἀτυχίας ἐμβεβληκότα τὴν | |
10 | πόλιν, τὸν τῆς Ἑλλάδος ἀλιτήριον ἀποκτείναντας ἐξόριστον ἐκ τῆς πόλεως ποιῆσαι, καὶ μεταβαλέσθαι τὴν τῆς πόλεως τύχην ἐᾶσαι, καὶ προσδοκῆσαι τούτων γενομένων βέλτιον πράξειν. | |
Dem.78 | Ἀκούσατ’ ὦ Ἀθηναῖοι κἀκείνου τοῦ ψηφίσματος τοῦ γραφέντος ὑπὸ Δημοσθένους, ὃ τεταραγμένης τῆς πόλεως μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην ἔγραψεν ὁ δημοτικὸς οὗτος, καὶ τῆς μαντείας τῆς ἐλθούσης ἐκ Δωδώνης παρὰ τοῦ | |
5 | Διὸς τοῦ Δωδωναίου· σαφῶς γὰρ ὑμῖν πάλαι προείρηκε φυλάττεσθαι τοὺς ἡγεμόνας καὶ τοὺς συμβούλους. λέγε τὴν μαντείαν πρῶτον. ΜΑΝΤΕΙΑ | |
Dem.79 | Λέγε δὴ τὸ καλὸν ψήφισμα 〈τὸ〉 τούτου. ΨΗΦΙΣΜΑ Δημοτικός γ’ ὁ διατάττων ἑαυτὸν μέν, ἐπειδὴ ἀνδρεῖος | |
καὶ εὔψυχός ἐστιν, ἐν τοῖς ὅπλοις μένειν, οὓς δ’ ἂν οὗτος | 40 | |
5 | ἀποδοκιμάσῃ τῶν πολιτῶν, ἐπὶ τὰ ἔργ’ ἀπιέναι, καὶ ἐάν τι ἄλλο τούτῳ δόξῃ ἐπιτήδειον εἶναι, τοῦτο ποιεῖν. λέγε τὰ λοιπά. ΨΗΦΙΣΜΑ | |
Dem.80 | Ἀκούετ’ ἄνδρες δικασταί. ἀπιέναι φησὶ {τὸ ψήφισμα} τὰς ⸢ᾑ⸣ρημένας πρεσβείας. ἐπειδὴ 〈γὰρ〉 ἤκουσε μετὰ τὴν μάχην τὴν ἐν Χαιρωνείᾳ Φίλιππον εἰς τὴν χώραν ἡμῶν μέλλειν εἰσβάλλειν, αὐτὸς ἑαυτὸν πρεσβευτὴν κατασκευά‐ | |
5 | σας, ἵν’ ἐκ τῆς πόλεως ἀποδραίη, 〈ᾤχετο〉 συσκευασάμε‐ νος 〈ἐκ〉 τῆς διοικήσεως ὀκτὼ τάλαντα, οὐδὲν φροντίσας τῆς τότε παρούσης ἀπορίας, ἡνίχ’ οἱ ἄλλοι πάντες ἐκ τῶν | |
Dem.81 | ἰδίων ἐπεδίδοσαν εἰς τὴν ὑμετέραν σωτηρίαν. τοιοῦτος ὑμῖν ὁ σύμβουλος, καὶ δύο ταύτας μόνας ἐν τῷ βίῳ Δημο‐ σθένης πεποίηται ἀποδημίας, μετὰ τὴν μάχην ὅτ’ ἀπε‐ δίδρασκεν ἐκ τῆς πόλεως, καὶ νῦν εἰς Ὀλυμπίαν, ἐπεὶ | |
5 | Νικάνορι διὰ τῆς ἀρχεθεωρίας ἐντυχεῖν ἐβούλετο. ἄξιόν γε τούτῳ παρακαταθέσθαι τὴν πόλιν καὶ ἐπιτρέψαι κιν‐ δυνεύειν μέλλοντας, ὃς ὅτε μὲν ἔδει μάχεσθαι μετὰ τῶν ἄλλων τοῖς πολεμίοις, λιπὼν τὴν τάξιν ᾤχετ’ ἀπιὼν οἴκαδε, ἐπειδὴ δὲ προσῆκεν οἴκοι κινδυνεύειν μετὰ τῶν | |
10 | ἄλλων, πρεσβευτὴν αὐτὸς αὑτὸν προβαλόμενος ᾤχετ’ ἐκ | |
Dem.82 | τῆς πόλεως ἀποδράς, ἐπειδὴ δὲ πρεσβεύειν ἔδει περὶ τῆς εἰρήνης, οὐκ ἂν ἔφασκεν ἐκ τῆς πόλεως ἐξελθεῖν οὐδὲ τὸν ἕτερον πόδα, ἐπειδὴ δὲ τοὺς φυγάδας Ἀλέξανδρον ἔφασαν κατάγειν καὶ Νικάνωρ εἰς Ὀλυμπίαν ἧκεν, ἀρ‐ | 41 |
5 | χεθέωρον αὑτὸν ⸢ἐ⸣πέδωκε τῇ βουλῇ. τοιοῦτος οὗτος, ἐν μὲν ταῖς παρατάξεσιν οἰκουρός, ἐν δὲ τοῖς οἴκοι μένουσι πρεσβευτής, ἐν δὲ τοῖς πρεσβευταῖς δραπέτης ἐστίν. Λέγε δὴ 〈...〉 καὶ τὸ περὶ τῆς ζητήσεως | |
10 | τῶν χρημάτων ψήφισμα, ⸢ἃ⸣ ἔγραψε Δημοσθένης τῇ ἐξ Ἀρείου πάγου βουλῇ περὶ αὑτοῦ τε καὶ ὑμῶν, ἵνα παρ’ ἄλληλα θεωρήσαντες εἰδῆτε τὴν Δημοσθένους ἀπόνοιαν. ΨΗΦΙΣΜΑ | |
Dem.83 | Ἔγραψας σὺ τοῦτο Δημόσθενες; ἔγραψας· οὐκ ἔστιν ἀντειπεῖν. ἐγένεθ’ ἡ βουλὴ κυρία σοῦ προστάξαντος; ἐγένετο. τεθνᾶσι τῶν πολιτῶν ἄνδρες; τεθνᾶσι. κύριον ἦν τὸ σὸν ψήφισμα κατ’ ἐκείνων; ἀδύνατον ἀντειπεῖν. | |
5 | Λέγε δὴ πάλιν ὃ Δημοσθένης κατὰ Δημοσθένους ἔγραψε. προσέχετ’ ὦ ἄνδρες. | |
ΨΗΦΙΣΜΑ | 42 | |
Dem.84 | Ἡ βουλὴ εὕρηκε Δημοσθένην. τί δεῖ πολλῶν λόγων; ἀποπέφαγκεν ὦ Ἀθηναῖοι. τὸ μὲν τοίνυν δίκαιον ἦν ὑφ’ ἑαυτοῦ κεκριμένον εὐθὺς ἀποθνῄσκειν· ἐπειδὴ δ’ εἰς τὰς ὑμετέρας ἥκει χεῖρας, τ⸢ῶν⸣ ὑπὲρ τοῦ δήμου συνειλεγμέ‐ | |
5 | ν⸢ων⸣ καὶ τ⸢ῶν⸣ ὀμωμοκότ⸢ων⸣ πεί⸢σ⸣εσθαι τοῖς νόμοις καὶ τοῖς τοῦ δήμου ψηφίσμασι, τί ποιήσετε; προήσεσθε τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ τὰ παρὰ πᾶσιν ἀνθρώ‐ | |
Dem.85 | ποις δίκαια νομιζόμενα; μὴ ὦ Ἀθηναῖοι, μή· αἰσχρὸν γὰρ καὶ δεινὸν ἑτέρους μὲν ὑπὸ τῶν Δημοσθένους ψηφισμά‐ των, οὐδὲν ὄντας τούτου χείρους οὐδὲ τοσαῦτ’ ἠδικηκό‐ τας ὅσα περ οὗτος, ἀπολωλέναι, τουτονὶ δὲ καταφρονοῦνθ’ | |
5 | ὑμῶν καὶ τῶν νόμων ἀτιμώρητον ἐν τῇ πόλει περιιέναι, αὐτὸν ὑφ’ ἑαυτοῦ καὶ τῶν ψηφισμάτων ὧν ἔγραψεν ἑαλω‐ κότα. ⸢ταὐτὸ⸣ συνέδριον ὦ Ἀθηναῖοι, καὶ ὁ αὐτὸς τόπος, | |
Dem.86 | καὶ ταὐτὰ {τὰ} δίκαια. ὁ αὐτὸς ῥήτωρ ἐκείνοις τ’ αἴτιος ἐγένετο τῶν συμβάντων κακῶν καὶ αὑτῷ τῶν νῦν συμβη‐ σομένων. ἐπέτρεψεν {ὁ} αὐτὸς οὗτος ἐν τῷ δήμῳ τῷ συν‐ εδρίῳ τούτῳ κρῖναι περὶ αὑτοῦ, μάρτυρας ὑμᾶς πεποιημέ‐ | |
5 | νος. ἔθετο συνθήκας μετὰ τοῦ δήμου, γράψας τὸ ψήφισμα καθ’ ἑαυτοῦ, παρὰ τὴν Μητέρα τῶν θεῶν, ἣ πάντων τῶν ἐν τοῖς γράμμασι δικαίων φύλαξ τῇ πόλει καθέστηκε. διὸ καὶ οὐχ ὅσιον ὑμῖν ἐστι ταύτας ἀκύρους ποιεῖν, οὐδὲ τοὺς θεοὺς ὀμωμοκόσι περὶ ταύτης τῆς κρίσεως ταῖς αὐτῶν | 43 |
Dem.87 | τῶν θεῶν πράξεσιν ἐναντίαν τὴν ψῆφον ἐνεγκεῖν. κρίσ⸢εωσ⸣ Ποσειδῶν ἀποτυχὼν τῆς ὑπὲρ Ἁλιρροθίου πρὸς Ἄρη γενο‐ μένης ἐνέμεινεν· 〈ἐνέμειναν〉 αὐταὶ αἱ σεμναὶ θεαὶ τῇ πρὸς Ὀρέστην ἐν τούτῳ τῷ συνεδρίῳ κρίσει γενομένῃ, καὶ τῇ | |
5 | τούτου ἀληθείᾳ συνοίκους ἑαυτὰς εἰς τὸν λοιπὸν χρόνον κατέστησαν. ὑμεῖς δὲ τί ποιήσεθ’ οἱ πάντων εἶναι φάσ‐ κοντες εὐσεβέστατοι; τὴν τοῦ συνεδρίου γνώμην ἄκυρον καταστήσετε τῇ Δημοσθένους ἐπακολουθήσαντες πονηρίᾳ; | |
Dem.88 | οὔκ, ἐὰν σωφρονῆτ’ ὦ Ἀθηναῖοι· οὐ γὰρ περὶ μικρῶν οὐδὲ τῶν τυχόντων ἐν τῇ τήμερον ἡμέρᾳ δικάζετε, ἀλλὰ περὶ σωτηρίας τῆς πόλεως ἁπάσης καὶ πρὸς τούτοις περὶ δωροδοκίας, ἔθους πονηροῦ καὶ πράγματος ἀλυσιτελοῦς | |
5 | ὑμῖν καὶ πάντας ἀνθρώπους ἀπολωλεκότος. 〈ὃ〉 εἰ μὲν καθ’ ὅσον ἐστ⸢ὶ⸣ δυνατ⸢ὸν⸣ ἐκβαλεῖτ’ ἐκ τῆς πόλεως καὶ παύσετε τοὺς ῥᾳδίως καθ’ ὑμῶν χρήματα λαμβάνοντας, σωθησόμεθα θεῶν βουλομένων· εἰ δ’ ἐπιτρέψετε τοῖς ῥήτορσι πωλεῖν ⸢σφᾶσ⸣ αὐτούς, περιόψεσθε τὴν πόλιν ἀνα‐ | |
10 | τραπεῖσαν ὑπὸ τούτων. | |
Dem.89 | Ἔγραψεν αὐτὸς ἐν τῷ δήμῳ Δημοσθένης, ὡς δηλονότι δικαίου τοῦ πράγματος ὄντος, φυλάττειν Ἀλεξάνδρῳ τὰ εἰς τὴν Ἀττικὴν ἀφικόμενα μεθ’ Ἁρπάλου χρήματα. οὕτως οὖν ὦ ἄριστ’, εἰπέ μοι, φυλάξομεν, ἐὰν σὺ μὲν εἴκοσι τά‐ | 44 |
5 | λαντα λαβὼν ἔχῃς ἰδίᾳ, ἕτερος δὲ πεντεκαίδεκα, Δημά‐ δης δ’ ἑξακισχιλίους χρυσοῦ στατῆρας, ἕτεροι δ’ ὅσα δή ποτ’ ἀποπεφασμένοι εἰσί; † τέτταρα † γὰρ τάλαντ’ ἐστὶ καὶ ἑξήκοντα ἤδη εὑρημένα, ὧν οἴεσθε τὴν αἰτίαν τούτοι⸢ς | |
Dem.90 | δεῖν⸣ ἀναθεῖναι. καὶ πότερα κάλλιόν ἐστι, πρὸς δὲ δι‐ καιότερον, ἅπαντ’ ἐν τῷ κοινῷ φυλάττεσθαι, ἕως ἄν τι δίκαιον ὁ δῆμος βουλεύσηται, ἢ τοὺς ῥήτορας καὶ τῶν στρατηγῶν ἐνίους διηρπακότας ἔχειν; ἐγὼ μὲν γὰρ οἶμαι | |
5 | τὸ μὲν ἐν τῷ κοινῷ φυλάττειν παρὰ πάντων ὁμολογού‐ μενον εἶναι δίκαιον, τὸ δὲ τούτους ἔχειν μηδέν’ ἂν εἰπεῖν ὡς ἔστι καλῶς ἔχον. | |
Dem.91 | Πολλοὺς οὗτος ⸢εἴρηκε⸣ καὶ παντοδαποὺς λόγους ὦ ἄν‐ δρες, καὶ οὐδεπώποτε τοὺς αὐτούς. ὁρᾷ γὰρ ὑμᾶς τὸν ἅπαντα χρόνον ἐλπίσι κεναῖς καὶ ψευδέσι λόγοις ἐξηπα‐ τημένους ὑφ’ ἑαυτοῦ, καὶ μέχρι τούτου μνημονεύοντας τὰς | |
5 | ὑποσχέσεις, μέχρι{ς} ἂν ῥηθῶσιν. εἰ μὲν οὖν ἔτι δεῖ τὴν πόλιν τῆς Δημοσθένους πονηρίας καὶ ἀτυχίας ἀπολαύειν, ἵνα πλείω κακοδαιμονῶμεν—οὐ γὰρ ἔχω τί ἄλλο εἴπω—, | |
Dem.92 | στερκτέον 〈ἂν〉 εἴη τοῖς συμβαίνουσιν· εἰ ⸢δέ τι⸣ κηδόμεθα τῆς πατρίδος καὶ τοὺς πονηροὺς καὶ δωροδόκους μισοῦμεν καὶ μετοιωνίσασθαι τὴν τύχην καὶ μεταλλάξασθαι βουλό‐ μεθα, οὐ προ⸢ε⸣τέον ἐστὶν ὑμᾶς αὐτοὺς ὦ Ἀθηναῖοι ταῖς | 45 |
5 | τοῦ μιαροῦ καὶ γόητος τούτου δεήσεσιν, οὐδὲ προσδεκ‐ τέον τοὺς οἴκτους καὶ τοὺς φενακισμοὺς 〈τοὺσ〉 τούτου· ἱκανὴν γὰρ εἰλήφατε πεῖραν αὐτοῦ καὶ τῶν λόγων καὶ | |
Dem.93 | τῶν ἔργων καὶ τῆς τύχης. τίς οὕτως εὔελπις ὑμῶν ἐστιν ὦ Ἀθηναῖοι, τίς οὕτως ἀλόγιστος, τίς τῶν προγεγενημέ‐ νων καὶ νῦν ἐνεστηκότων πραγμάτων ἄπειρος, 〈ὅσ〉τις ἐλπίζει τὸν ἐκ τοσαύτης εὐδαιμονίας εἰς τοσαύτην ἀδο‐ | |
5 | ξίαν καταστήσαντα τὴν πόλιν δι’ ἡντιναδήποτ’ αἰτίαν ἢ τύχην—ἐῶ γὰρ τοῦτο—νῦν, ἐπειδὴ πρὸς ταῖς ἄλλαις ἀπο‐ ρίαις καὶ τοῖς περιεστηκόσιν ἡμᾶς κινδύνοις καὶ ἡ τῶν ἐξ αὐτῆς τῆς πόλεως δωροδοκία προσγέγονε, καὶ περὶ αἰσ‐ χρᾶς αἰτίας κοινῇ πάντες ἀγωνιζόμεθα καὶ περὶ τοῦ μὴ | |
10 | δοκεῖν τὰ ἰδίᾳ παρά τισιν ὄντα χρήματα κοινῇ τὸν δῆμον ἔχειν, τηνικαῦτα συμβουλεύοντα καὶ 〈πολέμουσ〉 διοι‐ | |
Dem.94 | κοῦντα τοῦτον σώσειν ἡμᾶς; ἐῶ γὰρ τἆλλ’ ὅσα μεταβαλ‐ λόμενος ἐν τοῖς πράγμασι καὶ δημηγορῶν οὐδὲν ὑγιὲς δια‐ τετέλεκε, καὶ τοτὲ μὲν γράφων καὶ ἀπαγορεύων μηδένα | |
νομίζειν ἄλλον θεὸν ἢ τοὺς παραδεδομένους, τοτὲ δὲ λέγων | 46 | |
5 | ὡς οὐ δεῖ τὸν δῆμον ἀμφισβητεῖν τῶν ἐν οὐρανῷ τιμῶν Ἀλεξάνδρῳ, ὅταν δὲ μέλλῃ κριθήσεσθαι παρ’ ὑμῖν, Καλ‐ λιμέδοντ’ εἰσαγγέλλων συνιέναι ἐν Μεγάροις τοῖς φυγάσιν ἐπὶ καταλύσει τοῦ δήμου, καὶ ταύτην τὴν εἰσαγγελίαν | |
Dem.95 | εὐθὺς παραχρῆμ’ ἀναιρούμενος, ἐν δὲ τῇ ἐκκλησίᾳ ταύτῃ τῇ πρώην γεγενημένῃ προσάγων καὶ κατασκευάζων ψευδῆ μηνυτὴν ὡς ἐπιβουλευομένων τῶν νεωρίων, καὶ περὶ τού‐ των γράφων μὲν οὐδέν, αἰτίας δ’ ἕνεκα τοῦ παρόντος ἀγῶ‐ | |
5 | νος παρασκευάζων· τούτων γὰρ ἁπάντων ὑμεῖς τούτῳ μάρτυρές ἐστε. γόης οὗτος ἄνδρες Ἀθηναῖοι καὶ μιαρὸς ἄνθρωπός ἐστι, καὶ οὔτε τῷ γένει τῆς πόλεως πολίτης | |
Dem.96 | οὔτε τοῖς πεπολιτευμένοις αὐτῷ καὶ πεπραγμένοις. ποῖαι γὰρ τριήρεις εἰσὶ κατεσκευασμέναι διὰ τοῦτον, ὥσπερ ἐπ’ Εὐβούλου, τῇ πόλει; ἢ ποῖοι νεώσοικοι τούτου πολι‐ τευομένου γεγόνασι; πόθ’ οὗτος ἢ διὰ ψηφίσματος ἢ νό‐ | |
5 | μου ἐπηνώρθωσε τὸ ἱππικόν; τίνα κατεσκεύασε δύναμιν, τοιούτων καιρῶν παραγενομένων μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην, ἢ πεζὴν ἢ ναυτικήν; τίς ἀ〈νε〉νήνεκται τῇ θεῷ κόσμος εἰς ἀκρόπολιν ὑπὸ τούτου; τί κατεσκεύακεν οἰκο‐ | |
δόμημα Δημοσθένης ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ, ἢ ἐν τῷ | 47 | |
10 | ἄστει, ἢ ἄλλοθί που τῆς χώρας; οὐδεὶς ⸢ἂν⸣ οὐδαμοῦ | |
Dem.97 | δείξειεν. ἔπειτα τὸν μὲν ἐν ταῖς πολεμικαῖς πράξεσιν ἄπι‐ στον γεγενημένον, ἐν δὲ ταῖς κατὰ τὴν πόλιν οἰκονομίαις ἄχρηστον, περιεορακότα δὲ τοὺς ἀντιπολιτευομένους ἅπαν‐ τα διαπεπραγμένους ὅς’ ἐβουλήθησαν, μεταβεβλημένον | |
5 | δ’ αὐτὸν καὶ τὰς ὑπὲρ τοῦ δήμου πράξεις ἐγκαταλελοιπότα, | |
Dem.98 | τοῦτον περιποιῆσαι βουλ〈ήσ〉εσθε; οὔκ, ἐὰν σωφρονῆτε καὶ καλῶς καὶ ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῆς πόλεως βουλεύη‐ σθε· ἀλλὰ δέξ⸢ε⸣σθε τὴν ἀγαθὴν τύχην, ἣ τιμωρήσασθαι παρέδωκε τῶν ῥητόρων τοὺς τὴν πόλιν διὰ τὴν αὑτῶν | |
5 | δωροδοκίαν ταπεινὴν πεποιηκότας, καὶ φυλάξ⸢ε⸣σθε, καθ‐ άπερ οἱ θεοὶ προειρήκασιν ὑμῖν ἐν ταῖς μαντείαις πολ‐ λάκις, τοὺς τοιούτους ἡγεμόνας καὶ συμβούλους. ἀκού‐ σατε δ’ αὐτῆς τῆς μαντείας. λέγε τὴν μαντείαν. ΜΑΝΤΕΙΑ | |
Dem.99 | Πῶς οὖν μίαν γνώμην ἕξομεν ὦ Ἀθηναῖοι, πῶς ὁμο‐ νοήσομεν ἅπαντες ὑπὲρ τῶν κοινῇ συμφερόντων, ὅταν οἱ ἡγεμόνες καὶ οἱ δημαγωγοὶ χρήματα λαμβάνοντες προ‐ ίωνται τὰ τῆς πατρίδος συμφέροντα, καὶ ὑμεῖς μὲν καὶ ὁ | |
5 | δῆμος ἅπας κινδυνεύῃ περὶ τοῦ ἐδάφους τοῦ τῆς πόλεως καὶ τῶν ἱερῶν τῶν πατρῴων καὶ παίδων καὶ γυναικῶν, οἱ δὲ διηλλαγμένοι πρὸς αὑτοὺς ἐν μὲν ταῖς ἐκκλησίαις λοι‐ | |
δορῶνται καὶ προσκρούωσιν ἀλλήλοις ἐξεπίτηδες, ἰδίᾳ δὲ ταὐτὰ πράττωσιν ἐξαπατῶντες ὑμᾶς τοὺς ῥᾷστα πειθομέ‐ | 48 | |
Dem.100 | νους τοῖς τούτων λόγοις; τί γάρ ἐστι ῥήτορος δημοτικοῦ καὶ μισοῦντος τοὺς κατὰ τῆς πόλεως λέγοντας καὶ γρά‐ φοντας; ἢ τί φασι τοὺς πρὸ ⸢ὑ⸣μῶν γεγενημένους ὦ Δημόσθενες καὶ Πολύευκτε διατελεῖν ποιοῦντας, καὶ | |
5 | ταῦτ’ οὐδενὸς δεινοῦ τότε τὴν πόλιν περιεστηκότος; οὐ κρίνειν ἀλλήλους; οὐκ εἰσαγγέλλειν; οὐ γράφεσθαι παρα‐ νόμων; ἔστιν οὖν ὅ τι πεποιήκατε τούτων ὑμεῖς οἱ φάσκοντες τοῦ δήμου κήδεσθαι καὶ τὴν σωτηρίαν ὑμῖν ἐν | |
Dem.101 | τῇ τούτων εἶναι ψήφῳ; γέγραψαι ψήφισμα Δημόσθενες, πολλῶν ὄντων καὶ δεινῶν καὶ παρανόμων ὧν Δημάδης γέγραφε; κεκώλυκάς τινα πρᾶξιν ὧν ἐκεῖνος προελόμενος κατὰ τοῦ δήμου πεπολίτευται; οὐδ’ ἡντινοῦν. εἰσήγγελκας | |
5 | τὸν παρὰ τ⸢ὰ⸣ τοῦ δήμου ψηφίσμα〈τα〉 καὶ τοὺς νόμους πολλὰ διαπεπραγμένον; οὐδεπώποτε, ἀλλὰ περιεῖδες αὐ‐ τὸν ἐν τῇ ἀγορᾷ χαλκοῦν σταθέντα καὶ τῆς ἐν πρυτανείῳ σιτήσεως κεκοινωνηκότα τοῖς Ἁρμοδίου καὶ Ἀριστογείτο‐ | |
Dem.102 | νος ἀπογόνοις. ἔπειτα ποῦ τῆς εὐνοίας τῆς σῆς ὁ δῆμος ἔλαβε πεῖραν, ἢ ποῦ τὴν τοῦ ῥήτορος βοήθειαν καὶ δύνα‐ μιν ἐξεταζομένην εἴδομεν; ἢ ἐνταῦθα φήσετ’ εἶναι δεινοί, εἰ παρακρού⸢εσθ⸣ε τούτους ἀεὶ λέγοντες ὡς ‘οὐκ ἔστιν | |
5 | ἔξω τῆς πατρίδος ⸢ἡ⸣μῖν ἐξελθεῖν‘, ‘οὐκ ἔστιν ἄλλη καταφυγὴ χωρὶς τῆς ⸢ὑ⸣μετέρας εὐνοίασ‘; φανεροὺς ἐχρῆν γεγενημένους ἀντιπράττοντας καὶ λόγῳ καὶ ἔργῳ τοῖς κατὰ τοῦ δήμου γραφομένοις ψηφίσμασιν, οὕτω πείθειν τούτους λέγοντας ὡς οὐκ ἔστιν ὑμῖν οὐδεμία σωτηρία χω‐ | 49 |
Dem.103 | ρὶς τῆς παρὰ τοῦ δήμου βοηθείας. ὑμεῖς δ’ ἐν τοῖς ἔξω τὰς ἐλπίδας ἔχετε, ἁμιλλώμενοι ταῖς κολακείαις πρὸς τοὺς ὁμολογοῦντας ὑπὲρ Ἀλεξάνδρου πράττειν καὶ δῶρ’ εἰλη‐ φέναι παρὰ τῶν αὐτῶν ὧνπερ νῦν ἀποπέφαγκεν ὑμᾶς ἡ | |
5 | βουλή. καὶ σὺ πάντων ἐναντίον τῶν Ἑλλήνων διειλεγμένος Νικάνορι καὶ κεχρηματικὼς {ἐν Ὀλυμπίᾳ} περὶ ὧν ἐβου‐ λήθης, ἐλεεινὸν νῦν σεαυτὸν κατασκευάζεις προδότης ὢν καὶ δωροδόκος, ὡς ἐπι{με}λησομένους τούτους τῆς σῆς πονηρίας, καὶ οὐ δώσων δίκην ὑπὲρ ὧν εἴληψαι πεποιηκώς, | |
Dem.104 | τοσούτῳ τολμηρότερον Δημάδου, ὥσθ’ ὁ μὲν προειρηκὼς ἐν τῷ δήμῳ τὸν ἑαυτοῦ τρόπον καὶ τὴν ἀπόνοιαν, καὶ ὁμο‐ λογῶν λαμβάνειν καὶ λήψεσθαι, ὅμως οὐ τετόλμηκε τού‐ τοις δεῖξαι τὸ πρόσωπον, οὐδ’ ἐναντία τῇ τῆς βουλῆς ἀπο‐ | |
5 | φάσει λέγειν ἠξίωσε—καίτοι οὐκ ἔγραψεν ἐκεῖνος περὶ αὑτοῦ κυρίαν εἶναι τὴν βουλήν, οὐδὲ θάνατον ὡρίσατο, ἐὰν ἀποφανθῇ χρήματ’ εἰληφώς—· σὺ δ’ οὕτω σφόδρα πεπίστευκας τοῖς σεαυτοῦ λόγοις καὶ καταπεφρόνηκας τῆς τούτων εὐηθείας, ὥστε πείσειν οἴει τοὺς δικαστὰς ὡς μόνου | |
10 | σοῦ κατέψευσται τὸ συνέδριον καὶ μόνον οὐκ εἰληφότα σὲ | |
τὸ χρυσίον ἀποπέφαγκεν. καὶ τίς ἂν ταῦτα πεισθείη; | 50 | |
Dem.105 | Ὁρᾶτ’ ὦ Ἀθηναῖοι, τί μέλλετε ποιεῖν. παρειλήφατε παρὰ τοῦ δήμου τὸ πρᾶγμα τὸ γεγενημένον εἰδό〈το〉ς, τιμωρίας δ’ ἕνεκα τῆς κατὰ τῶν ἐνόχων ὄντων ταῖς ἀπο‐ φάσεσι. Δημοσθένης εἰσάγεται πρῶτος. κατηγορήκαμεν | |
5 | ἡμεῖς 〈οὐδὲν〉 οὐδενὶ καταχαρισάμενοι τῶν κοινῶν δι‐ | |
Dem.106 | καίων. πότερ’ ἀμελήσαντες τῶν γεγενημένων ἁπάντων ἀφήσετε τὸν πρῶτον εἰσεληλυθότα πρὸς ὑμᾶς, καὶ τὰ δίκαια {τὰ} παρὰ τῷ δήμῳ καὶ τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου δόξαντ’ εἶναι καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, | |
5 | ταῦθ’ ὑμεῖς οἱ κύριοι πάντων λύσετε, καὶ τὴν πονηρίαν | |
Dem.107 | αὐτοὶ τὴν τούτων ἀναδέξεσθε; ἢ πᾶσιν ἀνθρώποις παρά‐ δειγμ’ ἐξοίσετε κοινὸν ὑπὲρ τῆς πόλεως, ὅτι μισεῖτε τοὺς προδότας καὶ τοὺς χρημάτων ἕνεκα προϊεμένους τὰ τοῦ δήμου συμφέροντα; ταῦτα γὰρ ἅπαντ’ ἐστὶν ἐφ’ ὑμῖν νῦν, | |
5 | καὶ πεντακόσιοι καὶ χίλιοι ὄντες τὴν ἁπάσης τῆς πόλεως σωτηρίαν ἐν ταῖς χερσὶν ἔχετε, καὶ ἡ τήμερον ἡμέρα καὶ ἡ ὑμετέρα ψῆφος πολλὴν ἀσφάλειαν τῇ πόλει καταστήσει τὰ δίκαι’ ὑμῶν ἐθελόντων κρίνειν, ἢ μοχθηρὰς ἐλπίδας ἔχειν ποιήσετε πάντας τοιαῦθ’ ὑμῶν ἔθη καθιστάντων. | |
Dem.108 | Οὐ καταπληκτέον ἐστὶν ἄνδρες Ἀθηναῖοι, οὐδὲ προετέον, ἐὰν σωφρονῆτε, τοῖς Δημοσθένους ἐλέοις τὴν κοινὴν καὶ δικαίαν ὑπὲρ τῆς πόλεως ἀπολογίαν. οὐδεὶς γὰρ ὑμῶν | |
ἠνάγκαζε τοῦτον τὰ μὴ προσήκοντα χρήματα λαμβάν⸢ειν⸣ | 51 | |
5 | καθ’ ὑμῶν, πολλῷ πλείω τῶν ἱκανῶν δι’ ὑμᾶς ἕτερα κε‐ κτημένον, οὐδ’ ἀπολογεῖσθαι νῦν ὑπὲρ τῶν ὡμολογημένων ἀδικημάτων, γράψαντα καθ’ ἑαυτοῦ θάνατον τὴν ζημίαν· ἀλλ’ ἡ ἐκ τοῦ ἄλλου βίου ἔμφυτος αἰσχροκέρδεια καὶ πο‐ | |
Dem.109 | νηρία ταῦτ’ εἰς τὴν κεφαλὴν αὐτῷ τέτρ⸢ο⸣φε. μὴ οὖν ἄχθεσθ’ αὐτοῦ κλαίοντος καὶ ὀδυρομένου· πολὺ γὰρ ἂν δικαιότερον ἐλεήσ⸢αι⸣τε τὴν χώραν, ἣν οὗτος εἰς τοὺς κινδύνους καθίστησιν τοιαῦτα πράττων, ἣ τοὺς ἐξ ἑαυτῆς | |
5 | γεγενημένους ὑμᾶς ἱκετεύει, παραστησαμένη τὰ ὑμέτερα τέκνα καὶ γυναῖκας, τιμωρήσασθαι τὸν προδότην καὶ σῴζειν ἑαυτήν, ὑπὲρ ἧς οἱ πρόγονοι πολλοὺς καὶ καλοὺς ἀγῶνας ὑπομείναντες ἐλευθέραν ὑμῖν αὐτὴν παραδεδώ‐ κασιν, ἐν ᾗ πολλὰ καὶ καλὰ παραδείγματα λέλειπται τῆς | |
Dem.110 | τῶν τελευτησάντων ἀρετῆς. εἰς ταύτην ἀποβλέψαντας ὦ Ἀθηναῖοι καὶ τὰς ἐν αὐτῇ γιγνομένας πατρίους θυσίας καὶ τὰς τῶν προγόνων θήκας, φέρειν δεῖ τοὺς εὖ φρονοῦντας τὴν ψῆφον. καὶ ὅταν Δημοσθένης ἐξαπατῆσαι βουλόμενος | |
5 | καὶ παρακρουόμενος ὑμᾶς οἰκτίζηται καὶ δακρύῃ, ὑμεῖς εἰς τὸ τῆς πόλεως ⸢ὄνομ’⸣ ἀποβλέψαντες καὶ τὴν πρότερον δόξαν ὑπάρχουσαν αὐτῇ, ἀντίθετε, πότερον ἡ πόλις ἐλεεινο‐ | |
Dem.111 | τέρα διὰ τοῦτον γέγονεν ἢ διὰ τὴν πόλιν Δημοσθένης. εὑρή‐ σετε γὰρ τοῦτον μὲν λαμπρὸν ἐξ οὗ προσελήλυθε πρὸς τὸ | |
πολιτεύεσθαι γεγενημένον, καὶ ἀντὶ μὲν λογογράφου καὶ μισθοῦ τὰς δίκας λέγοντος ὑπὲρ Κτησίππου καὶ Φορ‐ | 52 | |
5 | μίωνος καὶ ἑτέρων πολλῶν πλουσιώτατον ὄντα τῶν ἐν τῇ πόλει, ἀντὶ δ’ ἀγνῶτος καὶ οὐδεμίαν πατρικὴν δόξαν παρὰ τῶν προγόνων παρειληφότος ἔνδοξον γεγενημένον, τὴν δὲ πόλιν οὐκ ἀξίως ἑαυτῆς οὐδὲ τῆς τῶν προγόνων δόξης διακειμένην. ἀφέντες οὖν τοὺς ἐλέους καὶ τοὺς | |
10 | φενακισμοὺς τοὺς τούτου τὴν δικαίαν καὶ τὴν ὁσίαν φέ‐ ρετε ψῆφον, καὶ σκοπεῖτε τὸ τῇ πατρίδι συμφέρον, μὴ τὸ Δημοσθένει· τοῦτο γάρ ἐστι καλῶν κἀγαθῶν δικαστῶν | |
Dem.112 | ἔργον. καὶ ὅταν ἀναβαίνῃ τις συνηγορήσων Δημοσθένει, λογίζεσθ’ ὅτι οὗτος ὁ ἄνθρωπος, εἰ μὲν μὴ ἔνοχος ὢν ταῖς μελλούσαις ἀποφάσεσιν ἀναβαίνει, κακόνους ἐστὶ τῇ πολιτείᾳ, καὶ τοὺς ἐπὶ τῷ δήμῳ δῶρα λαμβάνοντας οὐ | |
5 | βουλόμενος δίκην δοῦναι, καὶ τὴν κοινὴν τῶν ὑμετέρων σωμάτων φυλακήν, ἐφ’ ᾗ τέτακται τὸ ἐν Ἀρείῳ πάγῳ συνέδριον, καταλυθῆναι βούλεται καὶ συγκεχύσθαι πάντα τὰ ἐν τῇ πόλει δίκαια· εἰ δὲ ῥήτωρ ἢ στρατηγός, οἳ τὴν προσδοκωμένην καθ’ αὑτῶν ἀπόφασιν ἄπιστον βουλό‐ | |
10 | μενοι γενέσθαι συνηγορήσουσιν, οὐ προσεκτέον ὑμῖν ἐστι τοῖς τούτων λόγοις, εἰδότας ὅτι ἐκ πάντων τούτων γ⸢εγέ‐ νη⸣ται συνεργία περὶ τὸν Ἁρπάλου κατάπλουν καὶ τὴν | |
Dem.113 | ἄφεσιν. νομίσαντες οὖν ὦ Ἀθηναῖοι καθ’ ὑμῶν πάντας τούτους ἀναβαίνειν καὶ κοινοὺς ἐχθροὺς εἶναι τῶν νόμων καὶ τῆς πόλεως ἁπάσης, μὴ ἀποδέχεσθ’ αὐτῶν, ἀλλὰ | |
κελεύετ’ ἀπολογεῖσθαι περὶ τῶν κατηγορημένων· μηδὲ | 53 | |
5 | τὴν αὐτοῦ τούτου μανίαν, ὃς μέγα φρονεῖ ἐπὶ τῷ δύνασθαι λέγειν, καὶ ἐπειδὰν φανερὸς ὑμῖν γένηται δωροδοκῶν, ἔτι μᾶλλον ἐξελήλεγκται φενακίζων ὑμᾶς, 〈ἀλλὰ〉 τιμωρήσασθ’ ὑμῶν αὐτῶν καὶ τῆς πόλεως ἀξίως. εἰ δὲ μή, μιᾷ ψήφῳ καὶ ἑνὶ ἀγῶνι πάντας τοὺς ἀποπεφασμένους καὶ τοὺς μέλ‐ | |
10 | λοντας ἀφέντες, εἰς ὑμᾶς αὐτοὺς καὶ τὸν δῆμον τὴν τούτων δωροδοκίαν τρέψετε, κἂν ὕστερον ἐγκαλῆτε τοῖς ἀφεῖσιν, ὅτ’ οὐδὲν ἔσται πλέον ὑμῖν. | |
Dem.114 | Ἐγὼ μὲν οὖν, ὅσον εἰς τὸ μέρος τοὐμὸν τῆς κατηγορίας ἥκει, βεβοήθηκα, τἆλλα πάντα παριδὼν πλὴν τοῦ δι‐ καίου καὶ τοῦ συμφέροντος ὑμῖν. οὐκ ἐγκαταλέλοιπα τὴν πόλιν, οὐ χάριν προὐργιαιτέραν τῆς τοῦ δήμου χειροτο‐ | |
5 | νίας ἐποιησάμην. ἀξιῶν δὲ καὶ ὑμᾶς τὴν αὐτὴν γνώμην | |
ἔχειν, παραδίδωμι τὸ ὕδωρ τοῖς ἄλλοις κατηγόροις. | 54 |