TLG 0028 005 :: ANTIPHON :: De caede Herodis

ANTIPHON Orat., fiq Antiphon Soph.
(Atheniensis: 5 B.C.)

Cf. et ANTIPHON Soph. (1147)

De caede Herodis

Source: Gernet, L. (ed.), Antiphon. Discours. Paris: Les Belles Lettres, 1923 (repr. 1965): 108–136.

Citation: Section — (line)

Caed Her
.

t

ΠΕΡΙ ΤΟΥ ΗΡΩΙΔΟΥ ΦΟΝΟΥ
Caed Her
.

1

Ἐβουλόμην μὲν, ὦ ἄνδρες, τὴν δύναμιν τοῦ λέγειν καὶ τὴν ἐμπειρίαν τῶν πραγμάτων ἐξ ἴσου μοι καθεστάναι τῇ τε συμφορᾷ καὶ τοῖς κακοῖς τοῖς γεγενημένοις· νῦν δὲ τοῦ
μὲν πεπείραμαι πέρᾳ τοῦ προσήκοντος, τοῦ δὲ ἐνδεής εἰμι108
5μᾶλλον τοῦ συμφέροντος.
Caed Her
.

2

Οὗ μὲν γάρ με ἔδει κακο‐ παθεῖν τῷ σώματι μετὰ τῆς αἰτίας τῆς οὐ προσηκούσης, ἐνταυθοῖ οὐδέν με ὠφέλησεν ἡ ἐμπειρία· οὗ δέ με δεῖ σωθῆναι μετὰ τῆς ἀληθείας εἰπόντα τὰ γενόμενα, ἐν τούτῳ
5με βλάπτει ἡ τοῦ λέγειν ἀδυναμία.
Caed Her
.

3

Πολλοὶ μὲν γὰρ ἤδη τῶν οὐ δυναμένων λέγειν, ἄπιστοι γενόμενοι τοῖς ἀληθέσιν, αὐτοῖς τούτοις ἀπώλοντο, οὐ δυνάμενοι δηλῶσαι αὐτά· πολλοὶ δὲ τῶν δυναμένων λέγειν πιστοὶ γενόμενοι τῷ
5ψεύδεσθαι, τούτῳ ἐσώθησαν, διότι ἐψεύσαντο. Ἀνάγκη οὖν, ὅταν τις ἄπειρος ᾖ τοῦ ἀγωνίζεσθαι, ἐπὶ τοῖς τῶν κατηγόρων λόγοις εἶναι μᾶλλον ἢ ἐπ’ αὐτοῖς τοῖς ἔργοις καὶ τῇ ἀληθείᾳ τῶν πραγμάτων.
Caed Her
.

4

Ἐγὼ οὖν, ὦ ἄνδρες, αἰτήσομαι ὑμᾶς οὐχ ἅπερ οἱ πολλοὶ τῶν ἀγωνιζομένων ἀκροᾶσθαι σφῶν αὐτῶν αἰτοῦνται, σφίσι μὲν αὐτοῖς ἀπισ‐ τοῦντες, ὑμῶν δὲ προκατεγνωκότες ἄδικόν τι—εἰκὸς γὰρ
5ἐν ἀνδράσι γε ἀγαθοῖς καὶ ἄνευ τῆς αἰτήσεως τὴν ἀκρόασιν ὑπάρχειν τοῖς φεύγουσιν, οὗπερ καὶ οἱ διώκοντες ἔτυχον ἄνευ αἰτήσεως—·
Caed Her
.

5

τάδε δὲ δέομαι ὑμῶν, τοῦτο μὲν ἐάν τι τῇ γλώσσῃ ἁμάρτω, συγγνώμην ἔχειν μοι, καὶ ἡγεῖσθαι ἀπειρίᾳ αὐτὸ μᾶλλον ἢ ἀδικίᾳ ἡμαρτῆσθαι, τοῦτο δὲ ἐάν τι ὀρθῶς εἴπω, ἀληθείᾳ μᾶλλον ἢ δεινότητι εἰρῆσθαι. Οὐ γὰρ
5δίκαιον οὔτ’ ἔργῳ ἁμαρτόντα διὰ ῥήματα σωθῆναι, οὔτ’ ἔργῳ ὀρθῶς πράξαντα διὰ ῥήματα ἀπολέσθαι· τὸ μὲν γὰρ
[ῥῆμα] τῆς γλώσσης ἁμάρτημά ἐστι, τὸ δὲ [ἔργον] τῆς γνώμης.109
Caed Her
.

6

Ἀνάγκη δὲ κινδυνεύοντα περὶ αὑτῷ καί πού τι καὶ ἐξαμαρτεῖν. Οὐ γὰρ μόνον τῶν λεγομένων ἀνάγκη ἐνθυμεῖσθαι, ἀλλὰ καὶ τῶν ἐσομένων· ἅπαντα γὰρ τὰ ἐν ἀδήλῳ ἔτ’ ὄντα ἐπὶ τῇ τύχῃ μᾶλλον ἀνάκειται ἢ τῇ
5προνοίᾳ. Ταῦτ’ οὖν ἔκπληξιν πολλὴν παρέχειν ἀνάγκη ἐστὶ τῷ κινδυνεύοντι.
Caed Her
.

7

Ὁρῶ γὰρ ἔγωγε καὶ τοὺς πάνυ ἐμπείρους τοῦ ἀγωνίζεσθαι πολλῷ χεῖρον ἑαυτῶν λέγοντας, ὅταν ἔν τινι κινδύνῳ ὦσιν· ὅταν δ’ ἄνευ κινδύνων τι διαπράσσωνται, μᾶλλον ὀρθουμένους. Ἡ μὲν οὖν αἴτησις,
5ὦ ἄνδρες, καὶ νομίμως καὶ ὁσίως ἔχουσα, καὶ ἐν τῷ ὑμε‐ τέρῳ δικαίῳ οὐχ ἧσσον ἢ ἐν τῷ ἐμῷ· περὶ δὲ τῶν κατηγορη‐ μένων ἀπολογήσομαι καθ’ ἕκαστον.
Caed Her
.

8

Πρῶτον μὲν οὖν, ὡς παρανομώτατα καὶ βιαιότατα εἰς τόνδε τὸν ἀγῶνα καθέστηκα, τοῦτο ὑμᾶς διδάξω, οὐ τῷ φεύγειν ἂν τὸ πλῆθος τὸ ὑμέτερον, ἐπεὶ κἂν ἀνωμότοις ὑμῖν καὶ μὴ κατὰ νόμον μηδένα ἐπιτρέψαιμι περὶ τοῦ
5σώματος τοῦ ἐμοῦ διαψηφίσασθαι, ἕνεκά γε τοῦ πιστεύειν ἐμοί τε μηδὲν ἐξημαρτῆσθαι εἰς τόδε τὸ πρᾶγμα καὶ ὑμᾶς γνώσεσθαι τὰ δίκαια, ἀλλ’ ἵνα ᾖ τεκμήρια ὑμῖν καὶ τῶν ἄλλων πραγμάτων [καὶ] τῶν εἰς ἐμὲ ἡ τούτων βιαιότης καὶ παρανομία.
Caed Her
.

9

Πρῶτον μὲν γὰρ κακοῦργος ἐνδεδειγμένος φόνου δίκην φεύγω, ὃ οὐδεὶς πώποτ’ ἔπαθε τῶν ἐν τῇ γῇ ταύτῃ. Καὶ ὡς μὲν οὐ κακοῦργός εἰμι οὐδ’ ἔνοχος τῷ τῶν κακούργων νόμῳ, αὐτοὶ οὗτοι τούτου γε μάρτυρες γεγένην‐
5ται. Περὶ γὰρ τῶν κλεπτῶν καὶ λωποδυτῶν ὁ νόμος κεῖται, ὧν οὐδὲν ἐμοὶ προσὸν ἀπέδειξαν. Οὕτως εἴς γε ταύτην τὴν ἀπαγωγὴν νομιμωτάτην καὶ δικαιοτάτην πεποιήκασιν ὑμῖν τὴν ἀποψήφισίν μου.
Caed Her
.

10

Φασὶ δὲ αὖ τό γε ἀπο‐ κτείνειν μέγα κακούργημα εἶναι, καὶ ἐγὼ ὁμολογῶ μέγιστόν
γε, καὶ τὸ ἱεροσυλεῖν καὶ τὸ προδιδόναι τὴν πόλιν· ἀλλὰ χωρὶς περὶ αὐτῶν ἑκάστου οἱ νόμοι κεῖνται. Ἐμοὶ δὲ110
5πρῶτον μέν, οὗ τοῖς ἄλλοις εἴργεσθαι προαγορεύουσι τοῖς τοῦ φόνου φεύγουσι τὰς δίκας, ἐνταυθοῖ πεποιήκασι τὴν κρίσιν ἐν τῇ ἀγορᾷ· ἔπειτα τίμησίν μοι ἐποίησαν, ἀντα‐ ποθανεῖν τοῦ νόμου κειμένου τὸν ἀποκτείναντα, οὐ τοῦ ἐμοὶ συμφέροντος ἕνεκα, ἀλλὰ τοῦ σφίσιν αὐτοῖς λυσι‐
10τελοῦντος, καὶ ἐνταῦθα ἔλασσον ἔνειμαν ἂν τῷ τεθνηκότι τῶν ἐν τῷ νόμῳ κειμένων· οὗ δ’ ἕνεκα, γνώσεσθε προϊόντος τοῦ λόγου.
Caed Her
.

11

Ἔπειτα δὲ, ὃ πάντας οἶμαι ὑμᾶς ἐπίσ‐ τασθαι, ἅπαντα τὰ δικαστήρια ἐν ὑπαίθρῳ δικάζει τὰς δίκας τοῦ φόνου, οὐδενὸς ἄλλου ἕνεκα ἢ ἵνα τοῦτο μὲν οἱ δικασταὶ μὴ ἴωσιν εἰς τὸ αὐτὸ τοῖς μὴ καθαροῖς τὰς
5χεῖρας, τοῦτο δὲ ὁ διώκων τὴν δίκην τοῦ φόνου ἵνα μὴ ὁμωρόφιος γίγνηται τῷ αὐθέντῃ. Σὺ δὲ τοῦτο μὲν παρελθὼν τοῦτον τὸν νόμον τοὐναντίον τοῖς ἄλλοις πεποίηκας· τοῦτο δὲ δέον σε διομόσασθαι ὅρκον τὸν μέγιστον καὶ ἰσχυρότατον, ἐξώλειαν σαυτῷ καὶ γένει καὶ οἰκίᾳ τῇ σῇ
10ἐπαρώμενον, ἦ μὴν μὴ ἄλλα κατηγορήσειν ἐμοῦ ἢ εἰς αὐτὸν τὸν φόνον, ὡς ἔκτεινα, ἐν ᾧ οὔτ’ ἂν κακὰ πολλὰ εἰργασμένος ἡλισκόμην ἄλλῳ ἢ αὐτῷ τῷ πράγματι, οὔτ’ ἂν πολλὰ ἀγαθὰ εἰργασμένος τούτοις ἂν ἐσῳζόμην τοῖς ἀγαθοῖς·
Caed Her
.

12

ἃ σὺ παρελθών, αὐτὸς σεαυτῷ νόμους ἐξ‐ ευρών, ἀνώμοτος μὲν αὐτὸς ἐμοῦ κατηγορεῖς, ἀνώμοτοι δὲ οἱ μάρτυρες καταμαρτυροῦσι, δέον αὐτοὺς τὸν αὐτὸν ὅρκον σοὶ διομοσαμένους καὶ ἁπτομένους τῶν σφαγίων
5καταμαρτυρεῖν ἐμοῦ. Ἔπειτα κελεύεις τοὺς δικαστὰς ἀνωμότοις πιστεύσαντας τοῖς μαρτυροῦσι φόνου δίκην
καταγνῶναι, οὓς σὺ αὐτὸς ἀπίστους κατέστησας παρ‐ ελθὼν τοὺς κειμένους νόμους, καὶ ἡγῇ χρῆναι αὖθις τὴν σὴν παρανομίαν κρείσσω γενέσθαι αὐτῶν τῶν νόμων.111
Caed Her
.

13

Λέγεις δὲ ὡς οὐκ ἂν παρέμεινα εἰ ἐλελύμην, ἀλλ’ ᾠχόμην ἂν ἀπιών, ὡσπερεὶ ἄκοντά με ἀναγκάσας εἰσ‐ ελθεῖν εἰς τὴν γῆν ταύτην. Καίτοι ἐμοὶ εἰ μηδὲν διέφερε στέρεσθαι τῆσδε τῆς πόλεως, ἴσον ἦν μοι καὶ προσ‐
5κληθέντι μὴ ἐλθεῖν, ἀλλ’ ἐρήμην ὀφλεῖν [τὴν δίκην], τοῦτο δ’ ἀπολογησαμένῳ τὴν προτέραν ἐξεῖναι ἐξελθεῖν· ἅπασι γὰρ τοῦτο κοινόν ἐστι. Σὺ δέ, ὃ τοῖς ἄλλοις Ἕλλησι κοινόν ἐστιν, ἰδίᾳ ζητεῖς με μόνον ἀποστερεῖν, αὐτὸς σαυτῷ νόμον θέμενος.
Caed Her
.

14

Καίτοι [τούς γε νόμους οἳ κεῖνται περὶ τῶν τοιούτων, πάντας ἂν οἶμαι ὁμολογῆσαι κάλλιστα νόμων ἁπάντων κεῖσθαι καὶ ὁσιώτατα. Ὑπάρχει μέν γε αὐτοῖς ἀρχαιοτάτοις εἶναι ἐν τῇ γῇ ταύτῃ, ἔπειτα τοὺς
5αὐτοὺς ἀεὶ περὶ τῶν αὐτῶν, ὅπερ μέγιστόν ἐστι σημεῖον νόμων καλῶς κειμένων· ὁ γὰρ χρόνος καὶ ἡ ἐμπειρία τὰ μὴ καλῶς ἔχοντα ἐκδιδάσκει τοὺς ἀνθρώπους. Ὥστε οὐ δεῖ ὑμᾶς ἐκ τῶν τοῦ κατηγόρου λόγων τοὺς νόμους κατα‐ μανθάνειν, εἰ καλῶς ὑμῖν κεῖνται ἢ μή, ἀλλ’ ἐκ τῶν νόμων
10τοὺς τῶν κατηγόρων λόγους, εἰ ὀρθῶς καὶ νομίμως ὑμᾶς διδάσκουσι τὸ πρᾶγμα ἢ οὔ.
Caed Her
.

15

Οὕτως] οἵ γε νόμοι κάλ‐ λιστα κεῖνται οἱ περὶ φόνου, οὓς οὐδεὶς πώποτε ἐτόλμησε κινῆσαι· σὺ δὲ μόνος δὴ τετόλμηκας γενέσθαι νομοθέτης ἐπὶ τὰ πονηρότερα, καὶ ταῦτα παρελθὼν ζητεῖς με ἀδίκως
5ἀπολέσαι. Ἃ δὲ σὺ παρανομεῖς, αὐτὰ ταῦτά μοι μέγιστα
μαρτύριά ἐστιν· εὖ γὰρ ᾔδεις ὅτι οὐδεὶς ἂν ἦν σοι ὃς ἐκεῖνον τὸν ὅρκον διομοσάμενος ἐμοῦ κατεμαρτύρησεν.112
Caed Her
.

16

Ἔπειτα δὲ οὐχ ὡς πιστεύων τῷ πράγματι ἀναμφισβη‐ τήτως ἕνα τὸν ἀγῶνα περὶ τοῦ πράγματος ἐποιήσω, ἀλλὰ ἀμφισβήτησιν καὶ λόγον ὑπελείπου ὡς καὶ τοῖσδε τοῖς δικασταῖς ἀπιστήσων. Ὥστε μηδέν μοι ἐνθάδε [μηδὲ]
5πλέον εἶναι μηδ’ ἀποφυγόντι, ἀλλ’ ἐξεῖναί σοι λέγειν ὅτι κακοῦργος ἀπέφυγον, ἀλλ’ οὐ τοῦ φόνου τὴν δίκην· ἑλὼν δ’ αὖ ἀξιώσεις με ἀποκτεῖναι ὡς τοῦ φόνου τὴν δίκην ὠφλη‐ κότα. Καίτοι πῶς ἂν εἴη τούτων δεινότερα μηχανήματα, εἰ ὑμῖν μὲν ἅπαξ τουτουσὶ πείσασι κατείργασται ἃ βούλεσθε,
10ἐμοὶ δ’ ἅπαξ ἀποφυγόντι ὁ αὐτὸς κίνδυνος ὑπολείπεται;
Caed Her
.

17

Ἔτι δὲ μάλ’ ἐδέθην, ὦ ἄνδρες, παρανομώτατα ἁπάν‐ των ἀνθρώπων. Ἐθέλοντος γάρ μου ἐγγυητὰς τρεῖς καθισ‐ τάναι κατὰ τὸν νόμον, οὕτως οὗτοι διεπράξαντο ὥστε τοῦτο μὴ ἐγγενέσθαι μοι ποιῆσαι. Τῶν δὲ ἄλλων ξένων
5ὅστις πώποτε ἠθέλησε καταστῆσαι ἐγγυητάς, οὐδεὶς πώποτε ἐδέθη. Καίτοι οἱ ἐπιμεληταὶ τῶν κακούργων τῷ αὐτῷ χρῶνται νόμῳ τούτῳ. Ὥστε καὶ οὗτος κοινὸς τοῖς ἄλλοις πᾶσιν ὢν ἐμοὶ μόνῳ ἐπέλιπε μὴ ὠφελῆσαι.
Caed Her
.

18

Τούτοις γὰρ ἦν τοῦτο συμφέρον, πρῶτον μὲν ἀπαρα‐ σκευότατον γενέσθαι με, μὴ δυνάμενον διαπράσσεσθαι αὐτὸν τἀμαυτοῦ πράγματα, ἔπειτα κακοπαθεῖν τῷ σώματι, τούς τε φίλους προθυμοτέρους ἔχειν τοὺς ἐμαυτοῦ τούτοις τὰ
5ψευδῆ μαρτυρεῖν ἢ ἐμοὶ τἀληθῆ [λέγειν, διὰ τὴν τοῦ σώματος κακοπάθειαν]. Ὄνειδός τε αὐτῷ τε ἐμοὶ περιέθεσαν καὶ
τοῖς ἐμοῖς προσήκουσιν εἰς τὸν βίον ἅπαντα.113
Caed Her
.

19

Οὑτωσὶ μὲν δὴ πολλοῖς ἐλασσωθεὶς τῶν νόμων τῶν ὑμετέρων καὶ τοῦ δικαίου καθέστηκα εἰς τὸν ἀγῶνα· ὅμως μέντοι γε καὶ ἐκ τούτων πειράσομαι ἐμαυτὸν ἀναίτιον ἐπιδεῖξαι. Καίτοι χαλεπόν γε τὰ ἐκ πολλοῦ κατεψευσμένα
5καὶ ἐπιβεβουλευμένα, ταῦτα παραχρῆμα ἀπελέγχειν· ἃ γάρ τις μὴ προσεδόκησεν, οὐδὲ φυλάξασθαι ἐγχωρεῖ.
Caed Her
.

20

Ἐγὼ δὲ τὸν μὲν πλοῦν ἐποιησάμην ἐκ τῆς Μυτι‐ λήνης, ὦ ἄνδρες, ἐν τῷ πλοίῳ πλέων ᾧ Ἡρῴδης οὗτος ὅν φασιν ὑπ’ ἐμοῦ ἀποθανεῖν· ἐπλέομεν δὲ εἰς τὴν Αἶνον, ἐγὼ μὲν ὡς τὸν πατέρα—ἐτύγχανε γὰρ ἐκεῖ ὢν τότε—,
5ὁ δ’ Ἡρῴδης ἀνδράποδα Θρᾳξὶν ἀνθρώποις ἀπολύσων. Συνέπλει δὲ τά τε ἀνδράποδα ἃ ἔδει αὐτὸν ἀπολῦσαι, καὶ οἱ Θρᾷκες οἱ λυσόμενοι. Τούτων δ’ ὑμῖν τοὺς μάρτυρας παρέξομαι.
8Μάρτυρες
Caed Her
.

21

Ἡ μὲν πρόφασις ἑκατέρῳ τοῦ πλοῦ αὕτη· ἐτύχομεν δὲ χειμῶνί τινι χρησάμενοι, ὑφ’ οὗ ἠναγκάσθημεν κατα‐ σχεῖν εἰς τῆς Μηθυμναίας τι χωρίον, οὗ τὸ πλοῖον ὥρμει τοῦτο εἰς ὃ μετεκβάντα φασὶν ἀποθανεῖν οὗτοι τὸν
5Ἡρῴδην. Καὶ πρῶτον μὲν αὐτὰ ταῦτα σκοπεῖτε, ὅτι 〈οὐ τῇ ἐ〉μῇ προνοίᾳ μᾶλλον ἐγίγνετο ἢ τύχῃ. Οὔτε γὰρ πείσας τὸν ἄνδρα οὐδαμοῦ ἀπελέγχομαι σύμπλουν μοι γενέσθαι, ἀλλ’ αὐτὸς καθ’ αὑτὸν τὸν πλοῦν πεποιημένος ἕνεκα πραγμάτων ἰδίων,
Caed Her
.

22

οὔτ’ αὖ ἐγὼ ἄνευ προφάσεως ἱκανῆς φαίνομαι τὸν πλοῦν ποιησάμενος εἰς τὴν Αἶνον,
οὔτε κατασχόντες εἰς τὸ χωρίον τοῦτο ἀπὸ παρασκευῆς οὐδεμιᾶς, ἀλλ’ ἀνάγκῃ χρησάμενοι· οὔτ’ αὖ ἐπειδὴ ὡρμισά‐114
5μεθα, ἡ μετέκβασις ἐγένετο εἰς τὸ ἕτερον πλοῖον οὐδενὶ μηχανήματι οὐδ’ ἀπάτῃ, ἀλλ’ ἀνάγκῃ καὶ τοῦτο ἐγίγνετο. Ἐν ᾧ μὲν γὰρ ἐπλέομεν, ἀστέγαστον ἦν τὸ πλοῖον, εἰς ὃ δὲ μετέβημεν, ἐστεγασμένον· τοῦ δὲ ὑετοῦ ἕνεκα ταῦτ’ ἦν. Τούτων δ’ ὑμῖν μάρτυρας παρέξομαι.
9Μάρτυρες
Caed Her
.

23

Ἐπειδὴ δὲ μετεξέβημεν εἰς τὸ ἕτερον πλοῖον, ἐπί‐ νομεν. Καὶ ὁ μέν ἐστι φανερὸς ἐκβὰς ἐκ τοῦ πλοίου καὶ οὐκ εἰσβὰς πάλιν· ἐγὼ δὲ τὸ παράπαν οὐκ ἐξέβην ἐκ τοῦ πλοίου τῆς νυκτὸς ἐκείνης. Τῇ δ’ ὑστεραίᾳ, ἐπειδὴ
5ἀφανὴς ἦν ὁ ἀνήρ, ἐζητεῖτο οὐδέν τι μᾶλλον ὑπὸ τῶν ἄλλων ἢ καὶ ὑπ’ ἐμοῦ· καὶ εἴ τῳ τῶν ἄλλων ἐδόκει δεινὸν εἶναι, καὶ ἐμοὶ ὁμοίως. Καὶ εἴς τε τὴν Μυτιλήνην ἐγὼ αἴτιος ἦ πεμφθῆναι ἄγγελον, καὶ τῇ ἐμῇ γνώμῃ ἐπέμπετο·
Caed Her
.

24

καὶ ἄλλου οὐδενὸς ἐθέλοντος βαδίζειν, οὔτε τῶν ἀπὸ τοῦ πλοίου οὔτε τῶν αὐτῷ τῷ Ἡρῴδῃ συμπλεόντων, ἐγὼ τὸν ἀκόλουθον τὸν ἐμαυτοῦ πέμπειν ἕτοιμος ἦ· καίτοι οὐ δήπου γε κατ’ ἐμαυτοῦ μηνυτὴν ἔπεμπον εἰδώς. Ἐπειδὴ δὲ
5ὁ ἀνὴρ οὔτε ἐν τῇ Μυτιλήνῃ ἐφαίνετο ζητούμενος οὔτ’ ἄλλοθι οὐδαμοῦ, πλοῦς τε ἡμῖν ἐγίγνετο, καὶ τἆλλα ἀνήγετο πλοῖα ἅπαντα, ᾠχόμην κἀγὼ πλέων. Τούτων δ’ ὑμῖν τοὺς μάρτυρας παρασχήσομαι.
8Μάρτυρες
Caed Her
.

25

Τὰ μὲν γενόμενα ταῦτ’ ἐστίν· ἐκ δὲ τούτων ἤδη
σκοπεῖτε τὰ εἰκότα. Πρῶτον μὲν γὰρ πρὶν ἀνάγεσθαί με εἰς τὴν Αἶνον, ὅτε ἦν ἀφανὴς ὁ ἀνήρ, οὐδεὶς ᾐτιάσατό με ἀνθρώπων, ἤδη πεπυσμένων τούτων τὴν ἀγγελίαν· οὐ115
5γὰρ ἄν ποτε ᾠχόμην πλέων. Ἀλλ’ εἰς μὲν τὸ παραχρῆμα κρεῖσσον ἦν τὸ ἀληθὲς καὶ τὸ γεγενημένον τῆς τούτων αἰτιάσεως, καὶ ἅμα ἐγὼ ἔτι ἐπεδήμουν· ἐπειδὴ δὲ ἐγώ τε ᾠχόμην πλέων καὶ οὗτοι ἐξ ἐπιβουλῆς συνέθεσαν ταῦτα καὶ ἐμηχανήσαντο κατ’ ἐμοῦ, τότε ᾐτιάσαντο.
Caed Her
.

26

Λέγουσι δὲ ὡς ἐν μὲν τῇ γῇ ἀπέθανεν ὁ ἀνήρ, κἀγὼ λίθον αὐτῷ ἐνέβαλον εἰς τὴν κεφαλήν, ὃς οὐκ ἐξέβην τὸ παράπαν ἐκ τοῦ πλοίου. Καὶ τοῦτο μὲν ἀκριβῶς οὗτοι ἴσασιν· ὅπως δ’
5ἠφανίσθη ὁ ἀνήρ, οὐδενὶ λόγῳ εἰκότι δύνανται ἀποφαίνειν. Δῆλον γὰρ ὅτι ἐγγύς που τοῦ λιμένος εἰκὸς ἦν αὐτὸ γίγνεσθαι, τοῦτο μὲν μεθύοντος τοῦ ἀνδρός, τοῦτο δὲ νύκτωρ ἐκβάντος ἐκ τοῦ πλοίου· οὔτε γὰρ αὑτοῦ κρατεῖν ἴσως ἂν ἐδύνατο, οὔτε τῷ ἀπάγοντι νύκτωρ μακρὰν ὁδὸν ἡ
10πρόφασις ἂν εἰκότως ἐγίγνετο·
Caed Her
.

27

ζητουμένου δὲ τοῦ ἀνδρὸς δύο ἡμέρας καὶ ἐν τῷ λιμένι καὶ ἄπωθεν τοῦ λιμένος, οὔτε ὀπτὴρ οὐδεὶς ἐφάνη οὔτε αἷμα οὔτε ἄλλο σημεῖον οὐδέν. Κᾆτ’ ἐγὼ συγχωρῶ τῷ τούτων λόγῳ, παρεχό‐
5μενος μὲν τοὺς μάρτυρας ὡς οὐκ ἐξέβην ἐκ τοῦ πλοίου· εἰ δὲ καὶ ὡς μάλιστα ἐξέβην ἐκ τοῦ πλοίου, οὐδενὶ τρόπῳ εἰκὸς ἦν ἀφανισθέντα λαθεῖν τὸν ἄνθρωπον, εἴπερ γε μὴ πάνυ πόρρω ἀπῆλθεν ἀπὸ τῆς θαλάσσης.
Caed Her
.

28

Ἀλλ’ ὡς κατεποντώθη λέγουσιν. Ἐν τίνι πλοίῳ; δῆλον γὰρ ὅτι ἐξ αὐτοῦ τοῦ λιμένος ἦν τὸ πλοῖον. Πῶς ἂν οὖν οὐκ ἐξηυρέθη; καὶ μὴν εἰκός γε ἦν καὶ σημεῖόν τι γενέσθαι ἐν τῷ πλοίῳ
5ἀνδρὸς τεθνεῶτος καὶ ἐκβαλλομένου νύκτωρ. Νῦν δὲ ἐν μὲν ᾧ ἔπινε πλοίῳ καὶ ἐξ οὗ ἐξέβαινεν, ἐν τούτῳ φασὶν εὑρεῖν σημεῖα, ἐν ᾧ αὐτοὶ μὴ ὁμολογοῦσιν ἀποθανεῖν τὸν
ἄνδρα· ἐν ᾧ δὲ κατεποντώθη, οὐχ ηὗρον οὔτ’ αὐτὸ τὸ πλοῖον οὔτε σημεῖον οὐδέν. Τούτων δ’ ὑμῖν τοὺς μάρτυρας116
10παρασχήσομαι.
10Μάρτυρες
Caed Her
.

29

Ἐπειδὴ δὲ ἐγὼ μὲν φροῦδος ἦ πλέων εἰς τὴν Αἶνον, τὸ δὲ πλοῖον ἧκεν εἰς τὴν Μυτιλήνην ἐν ᾧ ἐγὼ καὶ ὁ Ἡρῴδης ἐπίνομεν, πρῶτον μὲν εἰσβάντες εἰς τὸ πλοῖον ἠρεύνων, καὶ ἐπειδὴ τὸ αἷμα ηὗρον, ἐνταῦθα
5ἔφασαν τεθνάναι τὸν ἄνδρα· ἐπειδὴ δὲ αὐτοῖς τοῦτο οὐκ ἐνεχώρει, ἀλλ’ ἐφαίνετο τῶν προβάτων ὂν αἷμα, ἀποτραπό‐ μενοι τούτου τοῦ λόγου συλλαβόντες ἐβασάνιζον τοὺς ἀνθρώπους.
Caed Her
.

30

Καὶ ὃν μὲν τότε παραχρῆμα ἐβασάνισαν, οὗτος μὲν οὐδὲν εἶπε περὶ ἐμοῦ φλαῦρον· ὃν δ’ ἡμέραις ὕστερον πολλαῖς ἐβασάνισαν, ἔχοντες παρὰ σφίσιν αὐτοῖς τὸν πρόσθεν χρόνον, οὗτος ἦν ὁ πεισθεὶς ὑπὸ τούτων καὶ
5καταψευσάμενος ἐμοῦ. Παρέξομαι δὲ τούτων τοὺς μάρ‐ τυρας.
6Μάρτυρες
Caed Her
.

31

Ὡς μὲν ὕστερον τοσούτῳ χρόνῳ ὁ ἀνὴρ ἐβασανίσθη, μεμαρτύρηται ὑμῖν· προσέχετε δὲ τὸν νοῦν αὐτῇ τῇ βασάνῳ, οἵα γεγένηται. Ὁ μὲν γὰρ δοῦλος, ᾧ ἴσως οὗτοι τοῦτο μὲν ἐλευθερίαν ὑπέσχοντο, τοῦτο δ’ ἐπὶ τούτοις ἦν
5παύσασθαι κακούμενον αὐτόν, ἴσως ὑπ’ ἀμφοῖν πεισθεὶς κατεψεύσατό μου, τὴν μὲν ἐλευθερίαν ἐλπίσας οἴσεσθαι, τῆς δὲ βασάνου εἰς τὸ παραχρῆμα βουλόμενος ἀπηλλάχθαι.
Caed Her
.

32

Οἶμαι δ’ ὑμᾶς ἐπίστασθαι τοῦτο, ὅτι ἐφ’ οἷς ἂν τὸ πλεῖστον μέρος τῆς βασάνου, πρὸς τούτων εἰσὶν οἱ
βασανιζόμενοι λέγειν ὅ τι ἂν ἐκείνοις μέλλωσι χαριεῖσθαι· ἐν τούτῳ γὰρ αὐτοῖς ἐστιν ἡ ὠφέλεια, ἄλλως τε κἂν μὴ117
5παρόντες τυγχάνωσιν ὧν ἂν καταψεύδωνται. Εἰ μὲν γὰρ ἐγὼ ἐκέλευον αὐτὸν στρεβλοῦν ὡς οὐ τἀληθῆ λέγοντα, ἴσως ἂν ἐν αὐτῷ τούτῳ ἀπετρέπετο μηδὲν κατ’ ἐμοῦ καταψεύ‐ δεσθαι· νῦν δὲ αὑτοὶ ἦσαν καὶ βασανισταὶ καὶ ἐπιτιμηταὶ τῶν σφίσιν αὐτοῖς συμφερόντων.
Caed Her
.

33

Ἕως μὲν οὖν μετὰ χρηστῆς ἐλπίδος ἐγίγνωσκέ μου καταψευσάμενος, τούτῳ διισχυρίζετο τῷ λόγῳ· ἐπειδὴ δὲ ἐγίγνωσκεν ἀποθανού‐ μενος, ἐνταῦθ’ ἤδη τῇ ἀληθείᾳ ἐχρῆτο, καὶ ἔλεγεν
5ὅτι πεισθείη ὑπὸ τούτων ἐμοῦ καταψεύδεσθαι.
Caed Her
.

34

Διαπειραθέντα δ’ αὐτὸν τὰ ψευδῆ λέγειν, ὕστερον δὲ τἀληθῆ λέγοντα, οὐδέτερα ὠφέλησεν, ἀλλ’ ἀπέκτειναν ἄγοντες τὸν ἄνδρα, τὸν μηνυτήν, ᾧ πιστεύοντες ἐμὲ διώκουσι, τοὐναντίον ποιήσαντες ἢ οἱ ἄλλοι ἄνθρωποι·
5οἱ μὲν γὰρ ἄλλοι τοῖς μηνυταῖς τοῖς μὲν ἐλευθέροις χρήματα διδόασι, τοὺς δὲ δούλους ἐλευθεροῦσιν· οὗτοι δὲ θάνατον τῷ μηνυτῇ τὴν δωρεὰν ἀπέδοσαν, ἀπαγορευόντων τῶν φίλων τῶν ἐμῶν μὴ ἀποκτείνειν τὸν ἄνδρα πρὶν ἐγὼ ἔλθοιμι.
Caed Her
.

35

Δῆλον οὖν ὅτι οὐ τοῦ σώματος αὐτοῦ χρεία ἦν αὐτοῖς, ἀλλὰ τῶν λόγων· ζῶν μὲν γὰρ ὁ ἀνὴρ διὰ τῆς αὐτῆς βασάνου ἰὼν ὑπ’ ἐμοῦ κατήγορος ἂν ἐγίγνετο τῆς τούτων ἐπιβουλῆς, τεθνεὼς δὲ τὸν μὲν ἔλεγχον τῆς ἀλη‐
5θείας ἀπεστέρει δι’ αὐτοῦ τοῦ σώματος ἀπολλυμένου, τοῖς δὲ λόγοις τοῖς ἐψευσμένοις ὑπ’ ἐκείνου ὡς ἀληθέσιν οὖσιν ἐγὼ ἀπόλλυμαι. Τούτων δὲ μάρτυράς μοι κάλει.
7Μάρτυρες
Caed Her
.

36

Ἐχρῆν μὲν γὰρ αὐτούς, ὡς ἐγὼ νομίζω, ἐνθάδε
παρέχοντας τὸν μηνυτὴν αὐτὸν ἀπελέγχειν ἐμέ, καὶ αὐτῷ τούτῳ χρῆσθαι ἀγωνίσματι, ἐμφανῆ παρέχοντας τὸν ἄνδρα καὶ κελεύοντας βασανίζειν, ἀλλὰ μὴ ἀποκτεῖναι.118
5Φέρε γὰρ δὴ ποτέρῳ νῦν χρήσονται τῶν λόγων; πότερα ᾧ πρῶτον εἶπεν ἢ ᾧ ὕστερον; καὶ πότερ’ ἀληθῆ ἐστιν, ὅτ’ ἔφη με εἰργάσθαι τὸ ἔργον ἢ ὅτ’ οὐκ ἔφη;
Caed Her
.

37

εἰ μὲν γὰρ ἐκ τοῦ εἰκότος ἐξετασθῆναι δεῖ τὸ πρᾶγμα, οἱ ὕστεροι λόγοι ἀληθέστεροι φαίνονται. Ἐψεύδετο μὲν γὰρ ἐπ’ ὠφελείᾳ τῇ ἑαυτοῦ, ἐπειδὴ δὲ 〈διὰ〉 τὸ ψεύδεσθαι
5ἀπώλλυτο, ἡγήσατο τἀληθῆ κατειπὼν διὰ τοῦτο σωθῆναι ἄν. Τῆς μὲν οὖν ἀληθείας οὐκ ἦν αὐτῷ τιμωρὸς οὐδείς· οὐ γὰρ παρὼν ἐγὼ ἐτύγχανον, ᾧπερ σύμμαχος ἦν ἡ ἀλήθεια τῶν ὑστέρων λόγων· τοὺς δὲ προτέρους λόγους τοὺς κατεψευσμένους ἦσαν οἱ ἀφανιοῦντες ὥστε μηδέποτε
10εἰς τὸ ἀληθὲς καταστῆναι.
Caed Her
.

38

Καὶ οἱ μὲν ἄλλοι καθ’ ὧν ἂν μηνύῃ τις, οὗτοι κλέπτουσι τοὺς μηνύοντας κᾆτ’ ἀφανίζουσιν· αὐτοὶ δὲ οὗτοι οἱ ἀπάγοντες καὶ ζητοῦντες τὸ πρᾶγμα τὸν κατ’ ἐμοῦ μηνυτὴν ἠφάνισαν. Καὶ εἰ μὲν
5ἐγὼ τὸν ἄνδρα ἠφάνισα ἢ μὴ ἤθελον ἐκδοῦναι τούτοις ἢ ἄλλον τινὰ ἔφευγον ἔλεγχον, αὐτοῖς δὴ τούτοις ἰσχυρο‐ τάτοις εἰς τὰ πράγματ’ 〈ἂν〉 ἐχρῶντο, καὶ ἦν ταῦτα αὐτοῖς μέγιστα τεκμήρια κατ’ ἐμοῦ· νῦν δέ, ὁπότε αὐτοὶ οὗτοι προκαλουμένων τῶν φίλων τῶν ἐμῶν ταῦτ’ ἔφυγον,
10ἐμοὶ δήπου κατὰ τούτων εἶναι χρὴ ταὐτὰ ταῦτα τεκμήρια, ὡς οὐκ ἀληθῆ τὴν αἰτίαν ἐπέφερον ἣν ᾐτιῶντο.
Caed Her
.

39

Ἔτι δὲ καὶ τάδε λέγουσιν, ὡς ὡμολόγει ὁ ἄν‐ θρωπος βασανιζόμενος συναποκτεῖναι τὸν ἄνδρα. Ἐγὼ δέ φημι ταῦτα μὲν οὐ λέγειν αὐτόν, ὅτι δὲ ἐξαγάγοι ἐμὲ
καὶ τὸν ἄνδρα ἐκ τοῦ πλοίου, καὶ ὅτι ἤδη τεθνεῶτα αὐτὸν119
5ὑπ’ ἐμοῦ συν〈αν〉ελὼν καὶ ἐνθεὶς εἰς τὸ πλοῖον καταπον‐ τώσειε.
Caed Her
.

40

Καίτοι σκέψασθε ὅτι πρῶτον μέν, πρὶν ἐπὶ τὸν τροχὸν ἀναβῆναι, ὁ ἀνὴρ μέχρι τῆς ἐσχάτης ἀνάγκης τῇ ἀληθείᾳ ἐχρῆτο καὶ ἀπέλυέ με τῆς αἰτίας· ἐπειδὴ δὲ ἐπὶ τὸν τροχὸν ἀνέβη, τῇ ἀνάγκῃ χρώμενος ἤδη κατεψεύ‐
5δετό μου, βουλόμενος ἀπηλλάχθαι τῆς βασάνου·
Caed Her
.

41

ἐπειδὴ δὲ ἐπαύσατο βασανιζόμενος, οὐκέτι ἔφη με τού‐ των εἰργάσθαι οὐδέν, ἀλλὰ τὸ τελευταῖον ἀπῴμωξεν ἐμέ τε καὶ αὑτὸν ὡς ἀδίκως ἀπολλυμένους, οὐ χάριτι τῇ ἐμῆ —πῶς γάρ; ὅς γε κατεψεύσατο—, ἀλλ’ ἀναγκαζόμενος
5ὑπὸ τοῦ ἀληθοῦς καὶ βεβαιῶν τοὺς πρώτους λόγους ὡς ἀληθεῖς εἰρημένους.
Caed Her
.

42

Ἔπειτα δὲ ὁ ἕτερος ἄνθρωπος, ὁ ἐν τῷ αὐτῷ πλοίῳ πλέων καὶ παρὼν διὰ τέλους καὶ συνών μοι, τῇ αὐτῇ βασάνῳ βασανιζόμενος τοῖς μὲν πρώτοις καὶ τοῖς ὕστερον λόγοις τοῖς τοῦ ἀνθρώπου συνεφέρετο ὡς ἀληθέσιν εἰρη‐
5μένοις, διὰ τέλους γάρ με ἀπέλυε, τοῖς δὲ ἐπὶ τοῦ τροχοῦ λεγομένοις, οὓς ἐκεῖνος ἀνάγκῃ μᾶλλον ἢ ἀληθείᾳ ἔλεγε, τούτοις δὲ διεφέρετο. Ὁ μὲν γὰρ ἐκβάντα μ’ ἔφη ἐκ τοῦ πλοίου ἀποκτεῖναι τὸν ἄνδρα, καὶ αὐτὸς ἤδη τεθνεῶτα συνανελεῖν μοι· ὁ δὲ τὸ παράπαν οὐδ’ ἐκβῆναί μ’ ἔφη ἐκ
10τοῦ πλοίου.
Caed Her
.

43

Καίτοι τὸ εἰκὸς σύμμαχόν μοί ἐστιν. Οὐ γὰρ δήπου οὕτω κακοδαίμων ἐγώ, ὥστε τὸ μὲν ἀπο‐ κτεῖναι τὸν ἄνδρα προὐνοησάμην μόνος, ἵνα μοι μηδεὶς συνειδείη, ἐν ᾧ μοι ὁ πᾶς κίνδυνος ἦν, ἤδη δὲ πεπραγ‐
5μένου μοι τοῦ ἔργου μάρτυρας καὶ συμβούλους ἐποιούμην.
Caed Her
.

44

Καὶ ἀπέθανε μὲν ὁ ἀνὴρ οὑτωσὶ ἐγγὺς τῆς θαλάσσης καὶ τῶν πλοίων, ὡς ὁ τούτων λόγος ἐστίν· ὑπὸ δὲ ἑνὸς
ἀνδρὸς ἀποθνῄσκων οὔτε ἀνέκραγεν οὔτ’ αἴσθησιν οὐδεμίαν ἐποίησεν οὔτε τοῖς ἐν τῇ γῇ οὔτε τοῖς ἐν τῷ πλοίῳ; —καὶ120
5μὴν πολλῷ πλέον γε ἀγνοεῖν ἔστι νύκτωρ ἢ μεθ’ ἡμέραν, ἐπ’ ἀκτῆς ἢ κατὰ πόλιν· —καὶ μὴν ἔτι ἐγρηγορότων φασὶν ἐκβῆναι τὸν ἄνδρα ἐκ τοῦ πλοίου.
Caed Her
.

45

Ἔπειτα ἐν τῇ γῇ μὲν ἀποθανόντος, ἐντιθεμένου δὲ εἰς τὸ πλοῖον, οὔτε ἐν τῇ γῇ σημεῖον οὐδὲ αἷμα ἐφάνη οὔτε ἐν τῷ πλοίῳ, νύκτωρ μὲν ἀναιρεθέντος, νύκτωρ δ’ ἐντιθεμένου εἰς τὸ πλοῖον.
5Ἢ δοκεῖ ἂν ὑμῖν ἄνθρωπος δύνασθαι ἐν τοιούτῳ πράγματι ὢν τά τε ἐν τῇ γῇ ὄντα ἀναξύσαι καὶ τὰ ἐν τῷ πλοίῳ ἀνα‐ σπογγίσαι, ἃ οὐδὲ μεθ’ ἡμέραν 〈ἄν〉 τις οἷός τε ἐγένετο, ἔνδον ὢν αὑτοῦ καὶ μὴ πεφοβημένος, τὸ παράπαν ἀφανίσαι; ταῦτα, ὦ ἄνδρες, πῶς εἰκότα ἐστίν;
Caed Her
.

46

Ὃ δὲ καὶ μάλιστα ἐνθυμεῖσθε, καὶ μή μοι ἄχθεσθε, ἂν ὑμᾶς πολλάκις ταὐτὰ διδάξω· μέγας γὰρ ὁ κίνδυνός ἐστιν, καθ’ ὅ τι δ’ ἂν ὑμεῖς ὀρθῶς γνῶτε, κατὰ τοῦτο σῴζομαι, καθ’ ὅ τι δ’ ἂν ψευσθῆτε τἀληθοῦς, κατὰ τοῦτο
5ἀπόλλυμαι· μὴ οὖν ἐξέληται τοῦτο ὑμῶν μηδείς, ὅτι τὸν μηνυτὴν ἀπέκτειναν, καὶ διετείναντο αὐτὸν μὴ εἰσελθεῖν εἰς ὑμᾶς, μηδ’ ἐμοὶ ἐγγενέσθαι παρόντι ἐξαιτεῖν τὸν ἄνδρα καὶ βασανίσαι αὐτόν. Καίτοι πρὸς τούτων ἦν τοῦτο.
Caed Her
.

47

Νῦν δὲ πριάμενοι τὸν ἄνδρα, ἰδίᾳ ἐπὶ σφῶν αὐτῶν ἀπέκ‐ τειναν, τὸν μηνυτήν, οὔτε τῆς πόλεως ψηφισαμένης, οὔτε αὐτόχειρα ὄντα τοῦ ἀνδρός. Ὃν ἐχρῆν δεδεμένον αὐτοὺς φυλάσσειν, ἢ τοῖς φίλοις τοῖς ἐμοῖς ἐξεγγυῆσαι, ἢ τοῖς
5ἄρχουσι τοῖς ὑμετέροις παραδοῦναι, καὶ ψῆφον περὶ αὐ‐ τοῦ γενέσθαι. Νῦν δὲ αὐτοὶ καταγνόντες [τὸν] θάνατον τοῦ ἀνδρὸς ἀπεκτείνατε· ὃ οὐδὲ πόλει ἔξεστιν, ἄνευ
Ἀθηναίων οὐδένα θανάτῳ ζημιῶσαι. Καὶ τῶν μὲν ἄλλων λόγων τῶν ἐκείνου τουτουσὶ κριτὰς ἠξιώσατε γενέσθαι,121
10τῶν δὲ ἔργων αὐτοὶ δικασταὶ ἐγένεσθε.
Caed Her
.

48

Καίτοι οὐδὲ οἱ τοὺς δεσπότας ἀποκτείναντες, ἐὰν ἐπ’ αὐτοφώρῳ ληφθῶσιν, οὐδ’ οὗτοι ἀποθνῄσκουσιν ὑπ’ αὐτῶν τῶν προσηκόντων, ἀλλὰ παραδιδόασιν αὐτοὺς τῇ ἀρχῇ κατὰ
5νόμους ὑμετέρους πατρίους. Εἴπερ γὰρ καὶ μαρτυρεῖν ἔξεστι δούλῳ κατὰ τοῦ ἐλευθέρου τὸν φόνον, καὶ τῷ δεσ‐ πότῃ, ἂν δοκῇ, ἐπεξελθεῖν ὑπὲρ τοῦ δούλου, καὶ ἡ ψῆφος ἴσον δύναται τῷ δοῦλον ἀποκτείναντι καὶ τῷ ἐλεύθερον, εἰκός τοι καὶ ψῆφον γενέσθαι περὶ αὐτοῦ ἦν, καὶ μὴ ἄκρι‐
10τον ἀποθανεῖν αὐτὸν ὑφ’ ὑμῶν. Ὥστε πολλῷ ἂν δικαιότε‐ ρον ὑμεῖς κρίνοισθε ἢ ἐγὼ νῦν φεύγω ὑφ’ ὑμῶν [ἀδίκως].
Caed Her
.

49

Σκοπεῖτε δὴ, ὦ ἄνδρες, καὶ ἐκ τοῖν λόγοιν τοῖν ἀνδροῖν ἑκατέροιν τοῖν βασανισθέντοιν τὸ δίκαιον καὶ τὸ εἰκός. Ὁ μὲν γὰρ δοῦλος δύο λόγω ἔλεγε· τοτὲ μὲν ἔφη με εἰργάσθαι τὸ ἔργον, τοτὲ δὲ οὐκ ἔφη· ὁ δὲ ἐλεύθερος
5οὐδέπω 〈καὶ〉 νῦν εἴρηκε περὶ ἐμοῦ φλαῦρον οὐδέν, τῇ αὐτῇ βασάνῳ βασανιζόμενος.
Caed Her
.

50

Τοῦτο μὲν γὰρ οὐκ ἦν αὐτῷ ἐλευθερίαν προτείναντας ὥσπερ τὸν ἕτερον πεῖ‐ σαι· τοῦτο δὲ μετὰ τοῦ ἀληθοῦς ἐβούλετο κινδυνεύων πάσχειν ὅ τι δέοι, ἐπεὶ τό γε συμφέρον καὶ οὗτος ἠπίστατο,
5ὅτι τότε παύσοιτο στρεβλούμενος, ὁπότε εἴποι τὰ τούτοις δοκοῦντα. Ποτέρῳ οὖν εἰκός ἐστι πιστεῦσαι, τῷ διὰ τέλους τὸν αὐτὸν ἀεὶ λόγον λέγοντι, ἢ τῷ τοτὲ μὲν φάσκοντι τοτὲ δ’ οὔ; ἀλλὰ καὶ ἄνευ βασάνου τοιαύτης οἱ τοὺς αὐτοὺς αἰεὶ περὶ τῶν αὐτῶν λόγους λέγοντες πιστότεροί εἰσι τῶν
10διαφερομένων σφίσιν αὐτοῖς.
Caed Her
.

51

Ἔπειτα δὲ καὶ ἐκ τῶν τοῦ ἀνθρώπου μερὶς ἑκατέρων ἐξ ἴσου, τούτων μὲν τὸ φάσκειν, ἐμὴ δὲ τὸ μὴ φάσκειν, ἔκ τε ἀμφοῖν τοῖν ἀνδροῖν τοῖν βασανισθέντοιν· ὁ μὲν γὰρ ἔφησεν, ὁ δὲ διὰ τέλους
122
5ἔξαρνος ἦν. Καὶ μὲν δὴ τὰ ἐξ ἴσου γενόμενα τοῦ φεύ‐ γοντός ἐστι μᾶλλον ἢ τοῦ διώκοντος, εἴπερ γε καὶ τῶν ψήφων ὁ ἀριθμὸς ἐξ ἴσου γιγνόμενος τὸν φεύγοντα μᾶλλον ὠφελεῖ ἢ τὸν διώκοντα.
Caed Her
.

52

Ἡ μὲν βάσανος, ὦ ἄνδρες, τοιαύτη γεγένηται, ᾗ οὗτοι πιστεύοντες εὖ εἰδέναι φασὶν ὑπ’ ἐμοῦ ἀποθανόντα τὸν ἄνδρα. Καίτοι τὸ παράπαν ἔγωγ’ ἂν εἴ τι συνῄδη ἐμαυτῷ καὶ εἴ τί μοι τοιοῦτον εἴργαστο, ἠφάνις’ ἂν τὼ
5ἀνθρώπω, ὅτε ἐπ’ ἐμοὶ ἦν τοῦτο μὲν εἰς τὴν Αἶνον ἀπά‐ γειν ἅμα ἐμοί, τοῦτο δὲ εἰς τὴν ἤπειρον διαβιβάσαι, καὶ μὴ ὑπολείπεσθαι μηνυτὰς κατ’ ἐμαυτοῦ τοὺς συνειδότας.
Caed Her
.

53

Φασὶ δὲ γραμματείδιον εὑρεῖν ἐν τῷ πλοίῳ, ὃ ἔπεμπον ἐγὼ Λυκίνῳ, ὡς ἀποκτείναιμι τὸν ἄνδρα. Καίτοι τί ἔδει με γραμματείδιον πέμπειν, αὐτοῦ συνειδότος τοῦ τὸ γραμματείδιον φέροντος; ὥστε τοῦτο μὲν σαφέστερον
5αὐτὸς ἔμελλεν ἐρεῖν ὁ εἰργασμένος, τοῦτο δὲ οὐδὲν ἔδει κρύπτειν αὐτά· ἃ γὰρ μὴ οἷόν τε εἰδέναι τὸν φέροντα, ταῦτ’ ἄν τις μάλιστα συγγράψας πέμψειεν.
Caed Her
.

54

Ἔπειτα δὲ ὅ τι μὲν μακρὸν εἴη πρᾶγμα, τοῦτο μὲν ἄν τις ἀναγκα‐ σθείη γράψαι τῷ μὴ διαμνημονεύειν τὸν ἀπαγγέλλοντα ὑπὸ πλήθους· τοῦτο δὲ βραχὺ ἦν ἀπαγγεῖλαι, ὅτι τέθνηκεν ὁ
5ἀνήρ. Ἔπειτα ἐνθυμεῖσθε ὅτι διάφορον ἦν τὸ γραμματείδιον τῷ βασανισθέντι, [διάφορος δ’ ὁ ἄνθρωπος τῷ γραμμα‐ τειδίῳ]· ὁ μὲν γὰρ βασανιζόμενος αὐτὸς ἔφη ἀποκτεῖναι, τὸ δὲ γραμματείδιον ἀνοιχθὲν ἐμὲ τὸν ἀποκτείναντα ἐμήνυε.123
Caed Her
.

55

Καίτοι ποτέρῳ χρὴ πιστεῦσαι; τὸ μὲν γὰρ πρῶτον οὐχ ηὗρον ἐν τῷ πλοίῳ ζητοῦντες τὸ γραμμα‐ τείδιον, ὕστερον δέ. Τότε μὲν γὰρ οὔπω οὕτω ἐμεμηχάνητο αὐτοῖς· ἐπειδὴ δὲ ὁ ἄνθρωπος ὁ πρότερος βασανισθεὶς
5οὐδὲν ἔλεγε κατ’ ἐμοῦ, τότε εἰσβάλλουσιν εἰς τὸ πλοῖον τὸ γραμματείδιον, ἵνα ταύτῃ γ’ ἔχοιεν ἐμοὶ τὴν αἰτίαν ἐπιφέρειν·
Caed Her
.

56

ἐπειδὴ δὲ ἀνεγνώσθη τὸ γραμματείδιον καὶ ὁ ὕστερος βασανιζόμενος οὐ συνεφέρετο τῷ γραμμα‐ τειδίῳ, οὐκέτι οἷόν τ’ ἦν ἀφανίσαι τὰ ἀναγνωσθέντα. Εἰ γὰρ ἡγήσαντο τὸν ἄνδρα πείσειν ἀπὸ πρώτης καταψεύ‐
5δεσθαί μου, οὐκ ἄν ποτ’ ἐμηχανήσαντο τὰ ἐν τῷ γραμμα‐ τειδίῳ. Καί μοι μάρτυρας τούτων κάλει.
6Μάρτυρες
Caed Her
.

57

Τίνος γε δὴ ἕνεκα τὸν ἄνδρα ἀπέκτεινα; οὐδὲ γὰρ ἔχθρα οὐδεμία ἦν ἐμοὶ κἀκείνῳ. Λέγειν δὲ τολμῶσιν ὡς ἐγὼ χάριτι τὸν ἄνδρα ἔκτεινα. Καὶ τίς πώποτε χαριζό‐ μενος ἑτέρῳ τοῦτο εἰργάσατο; οἶμαι μὲν γὰρ οὐδένα, ἀλλὰ
5δεῖ μεγάλην τὴν ἔχθραν ὑπάρχειν τῷ τοῦτο μέλλοντι ποιήσειν, καὶ τὴν πρόνοιαν ἐκ πολλοῦ φανερὰν εἶναι ἐπιβουλευομένην. Ἐμοὶ δὲ κἀκείνῳ οὐκ ἦν ἔχθρα οὐδεμία.
Caed Her
.

58

Εἶεν, ἀλλὰ δείσας περὶ ἐμαυτοῦ μὴ αὐτὸς παρ’ ἐκεί‐ νου τοῦτο πάθοιμι; καὶ γὰρ ἂν τῶν τοιούτων ἕνεκά τις ἀναγκασθείη τοῦτο ἐργάσασθαι. Ἀλλὰ οὐδέν μοι τοιοῦτον
ὑπῆρκτο εἰς αὐτόν. Ἀλλὰ χρήματα ἔμελλον λήψεσθαι124
5ἀποκτείνας αὐτόν; ἀλλ’ οὐκ ἦν αὐτῷ.
Caed Her
.

59

Ἀλλὰ σοὶ μᾶλλον ἐγὼ τὴν πρόφασιν ταύτην ἔχοιμ’ ἂν εἰκότως μετὰ τῆς ἀληθείας ἀναθεῖναι, ὅτι χρημάτων ἕνεκα ζητεῖς ἐμὲ ἀποκτεῖναι, μᾶλλον ἢ σὺ ἐμοὶ ἐκεῖνον· καὶ πολὺ ἂν δικαιό‐
5τερον ἁλοίης σὺ φόνου ἐμὲ ἀποκτείνας ὑπὸ τῶν ἐμοὶ προσηκόντων, ἢ ἐγὼ ὑπὸ σοῦ καὶ τῶν ἐκείνου ἀναγκαίων. Ἐγὼ μὲν γάρ σου φανερὰν τὴν πρόνοιαν εἰς ἐμὲ ἀπο‐ δείκνυμι, σὺ δέ με ἐν ἀφανεῖ λόγῳ ζητεῖς ἀπολέσαι.
Caed Her
.

60

Ταῦτα μὲν ὑμῖν λέγω, ὡς αὐτῷ μοι πρόφασιν οὐδεμίαν ἔχει 〈τὸ〉 ἀποκτεῖναι τὸν ἄνδρα· δεῖ δέ με καὶ ὑπὲρ Λυκίνου ἀπολογήσασθαι, ὡς ἔοικεν, ἀλλ’ οὐχ ὑπὲρ αὑτοῦ μόνον, ὡς οὐδὲ ἐκεῖνον εἰκότως αἰτιῶνται. Λέγω
5τοίνυν ὑμῖν ὅτι ταὐτὰ ὑπῆρχεν αὐτῷ εἰς ἐκεῖνον ἅπερ ἐμοί· οὔτε γὰρ χρήματα ἦν [αὐτῷ] ὁπόθεν ἂν ἔλαβεν ἀπο‐ κτείνας ἐκεῖνον, οὔτε κίνδυνος αὐτῷ ὑπῆρχεν οὐδεὶς ὅντινα διέφευγεν ἀποθανόντος ἐκείνου.
Caed Her
.

61

Τεκμήριον δὲ μέγισ‐ τον ὡς οὐκ ἐβούλετο αὐτὸν ἀπολέσαι· ἐξὸν γὰρ αὐτῷ ἐν ἀγῶνι καὶ κινδύνῳ μεγάλῳ καταστήσαντι μετὰ τῶν νόμων τῶν ὑμετέρων ἀπολέσαι ἐκεῖνον, εἴπερ προωφείλετο αὐτῷ
5κακόν, καὶ τό τε ἴδιον τὸ αὑτοῦ διαπράξασθαι καὶ τῇ πόλει τῇ ὑμετέρᾳ χάριν καταθέσθαι, εἰ ἐπέδειξεν ἀδικοῦντα ἐκεῖνον, οὐκ ἠξίωσεν, ἀλλ’ οὐδ’ ἦλθεν ἐπὶ τοῦτον. Καίτοι καλλίων γε ἦν ὁ κίνδυνος αὐτῷ ...
8Μάρτυρες
Caed Her
.

62

Ἀλλὰ γὰρ ἐνταῦθα μὲν ἀφῆκεν αὐτόν· οὗ δὲ ἔδει κινδυνεύειν αὐτὸν περί τε αὑτοῦ καὶ περὶ ἐμοῦ, ἐνταῦθα δ’ ἐπεβούλευεν, [ἐν ᾧ γνωσθεὶς ἂν ἀπεστέρει μὲν ἐμὲ τῆς πατρίδος, ἀπεστέρει δὲ αὑτὸν ἱερῶν καὶ ὁσίων καὶ τῶν125
5ἄλλων ἅπερ μέγιστα καὶ περὶ πλείστου ἐστὶν ἀνθρώποις]. Ἔπειτα δ’ εἰ καὶ ὡς μάλιστα ἐβούλετο αὐτὸν ὁ Λυκῖνος τεθνάναι—εἶμι γὰρ καὶ ἐπὶ τὸν τῶν κατηγόρων λόγον—, οὗ αὐτὸς οὐκ ἠξίου αὐτόχειρ γενέσθαι, τοῦτο τὸ ἔργον ἐγώ ποτ’ ἂν ἐπείσθην ἀντ’ ἐκείνου ποιῆσαι;
Caed Her
.

63

πότερα ὡς ἐγὼ μὲν ἦ τῷ σώματι ἐπιτήδειος διακινδυνεύειν, ἐκεῖ‐ νος δὲ χρήμασι τὸν ἐμὸν κίνδυνον ἐκπρίασθαι; οὐ δῆτα· τῷ μὲν γὰρ οὐκ ἦν χρήματα, ἐμοὶ δὲ ἦν· ἀλλ’ αὖ τοὐναν‐
5τίον ἐκεῖνος τοῦτο θᾶσσον ἂν ὑπ’ ἐμοῦ ἐπείσθη κατά γε τὸ εἰκὸς ἢ ἐγὼ ὑπὸ τούτου, ἐπεὶ ἐκεῖνός γ’ ἑαυτὸν οὐδ’ ὑπερή‐ μερον γενόμενον ἑπτὰ μνῶν δυνατὸς ἦν λύσασθαι, ἀλλ’ οἱ φίλοι αὐτὸν ἐλύσαντο. Καὶ μὲν δὴ καὶ τῆς χρείας τῆς ἐμῆς καὶ τῆς Λυκίνου τοῦτο ὑμῖν μέγιστον τεκμήριόν ἐστιν, ὅτι
10οὐ σφόδρα ἐχρώμην ἐγὼ Λυκίνῳ φίλῳ, ὡς πάντα ποιῆσαι ἂν τὰ ἐκείνῳ δοκοῦντα· οὐ γὰρ δή που ἑπτὰ μὲν μνᾶς οὐκ ἀπέτεισα ὑπὲρ αὐτοῦ δεδεμένου καὶ λυμαινομένου, κίνδυνον δὲ τοσοῦτον ἀράμενος ἄνδρα ἀπέκτεινα δι’ ἐκεῖνον.
Caed Her
.

64

Ὡς μὲν οὖν οὐκ αὐτὸς αἴτιός εἰμι τοῦ πράγματος οὐδὲ ἐκεῖνος, ἀποδέδεικται καθ’ ὅσον ἐγὼ δύναμαι Τούτῳ δὲ χρῶνται πλείστῳ λόγῳ οἱ κατήγοροι, ὅτι ἀφανής ἐστιν ὁ ἀνήρ, καὶ ὑμεῖς ἴσως περὶ τούτου αὐτοῦ ποθεῖτε
5ἀκοῦσαι. Εἰ μὲν οὖν τοῦτο εἰκάζειν με δεῖ, ἐξ ἴσου τοῦτό ἐστι καὶ ὑμῖν καὶ ἐμοί· οὔτε γὰρ ὑμεῖς αἴτιοι τοῦ ἔργου ἐστὲ οὔτε ἐγώ· εἰ δὲ δεῖ τοῖς ἀληθέσι χρῆσθαι, τῶν εἰργασ‐ μένων τινὰ ἐρωτώντων· ἐκείνου γὰρ ἄριστ’ ἂν πύθοιντο.
Caed Her
.

65

Ἐμοὶ μὲν γὰρ τῷ μὴ εἰργασμένῳ τοσοῦτον τὸ μακρό‐
τατον τῆς ἀποκρίσεώς ἐστιν, ὅτι οὐκ εἴργασμαι· τῷ δὲ ποιήσαντι ῥᾳδία ἐστὶν ἡ ἀπόδειξις, καὶ μὴ ἀποδείξαντι εὖ εἰκάσαι. Οἱ μὲν γὰρ πανουργοῦντες ἅμα τε πανουργοῦσι126
5καὶ πρόφασιν εὑρίσκουσι τοῦ ἀδικήματος· τῷ δὲ μὴ εἰργασ‐ μένῳ χαλεπὸν περὶ τῶν ἀφανῶν εἰκάζειν. Οἶμαι δ’ ἂν καὶ ὑμῶν ἕκαστον, εἴ τίς τινα ἔροιτο ὅ τι μὴ τύχοι εἰδώς, τοσοῦτον ἂν εἰπεῖν, ὅτι οὐκ οἶδεν· εἰ δέ τις περαιτέρω τι κελεύοι λέγειν, ἐν πολλῇ ἂν ἔχεσθαι ὑμᾶς ἀπορίᾳ δοκῶ.
Caed Her
.

66

Μὴ τοίνυν ἐμοὶ νείμητε τὸ ἄπορον τοῦτο. ἐν ᾧ μηδ’ ἂν αὐτοὶ εὐποροῖτε· μηδὲ ἐὰν εὖ εἰκάζω, ἐν τούτῳ μοι ἀξιοῦτε τὴν ἀπόφευξιν εἶναι, ἀλλ’ ἐξαρκείτω μοι ἐμαυτὸν ἀναίτιον ἀποδεῖξαι τοῦ πράγματος. Ἐν τούτῳ οὖν ἀν‐
5αίτιός εἰμι, οὐκ ἐὰν ἐξεύρω ὅτῳ τρόπῳ ἀφανής ἐστιν ἢ ἀπόλωλεν ἁνήρ, ἀλλ’ εἰ μὴ προσήκει μοι μηδὲν ὥστ’ ἀπο‐ κτεῖναι αὐτόν.
Caed Her
.

67

Ἤδη δ’ ἔγωγε καὶ πρότερον ἀκοῇ ἐπίσταμαι γεγονός, τοῦτο μὲν τοὺς ἀποθανόντας, τοῦτο δὲ τοὺς ἀποκτείναντας οὐχ εὑρεθέντας· οὔκουν ἂν καλῶς ἔχοι, εἰ τούτων δέοι τὰς αἰτίας ὑποσχεῖν τοὺς συγγενο‐
5μένους. Πολλοὶ δέ γ’ ἤδη σχόντες ἑτέρων πραγμάτων αἰτίας, πρὶν τὸ σαφὲς αὐτῶν γνωσθῆναι, προαπώλοντο.
Caed Her
.

68

Αὐτίκα Ἐφιάλτην τὸν ὑμέτερον πολίτην οὐδέπω 〈καὶ〉 νῦν ηὕρηνται οἱ ἀποκτείναντες· εἰ οὖν τις ἠξίου τοὺς συνόντας ἐκείνῳ εἰκάζειν οἵτινες ἦσαν οἱ ἀποκτεί‐ ναντες [Ἐφιάλτην], εἰ δὲ μή, ἐνόχους εἶναι τῷ φόνῳ, οὐκ
5ἂν καλῶς εἶχε [τοῖς συνοῦσιν]. Ἔπειτα οἵ γε Ἐφιάλτην ἀποκτείναντες οὐκ ἐζήτησαν τὸν νεκρὸν ἀφανίσαι, οὐδ’ ἐν τούτῳ κινδυνεύειν μηνῦσαι τὸ πρᾶγμα, ὥσπερ οἵδε φασὶν
ἐμὲ τῆς μὲν ἐπιβουλῆς οὐδένα κοινωνὸν ποιήσασθαι τοῦ θανάτου, τῆς δ’ ἀναιρέσεως.127
Caed Her
.

69

Τοῦτο δ’ ἐντὸς οὐ πολλοῦ χρόνου παῖς ἐζήτησεν οὐδὲ δώδεκα ἔτη γεγονὼς τὸν δεσπότην ἀποκτεῖναι· καὶ εἰ μὴ φοβηθείς, ὡς ἀνεβόη‐ σεν, ἐγκαταλιπὼν τὴν μάχαιραν ἐν τῇ σφαγῇ ᾤχετο
5φεύγων, ἀλλ’ ἐτόλμησε μεῖναι, ἀπώλοντ’ ἂν οἱ ἔνδον ὄντες ἅπαντες· οὐδεὶς γὰρ ἂν ᾤετο τὸν παῖδα τολμῆσαί ποτε τοῦτο· νῦν δὲ συλληφθεὶς αὐτὸς ὕστερον κατεῖπεν αὑτοῦ. Τοῦτο δὲ περὶ χρημάτων αἰτίαν ποτὲ σχόντες οὐκ οὖσαν, ὥσπερ ἐγὼ νῦν, οἱ Ἑλληνοταμίαι οἱ ὑμέτεροι, ἐκεῖνοι μὲν
10ἅπαντες ἀπέθανον ὀργῇ μᾶλλον ἢ γνώμῃ, πλὴν ἑνὸς, τὸ δὲ πρᾶγμα ὕστερον καταφανὲς ἐγένετο.
Caed Her
.

70

Τοῦ δ’ ἑνὸς τούτου—Σωσίαν ὄνομά φασιν αὐτῷ εἶναι—κατέγνωστο μὲν ἤδη θάνατος, ἐτεθνήκει δὲ οὔπω· καὶ ἐν τούτῳ ἐδη‐ λώθη τῷ τρόπῳ ἀπωλώλει τὰ χρήματα, καὶ ὁ ἀνὴρ ἀπήχθη
5ὑπὸ τοῦ δήμου τοῦ ὑμετέρου παραδεδομένος ἤδη τοῖς ἕνδεκα, οἱ δ’ ἄλλοι ἐτέθνασαν οὐδὲν αἴτιοι ὄντες.
Caed Her
.

71

Ταῦθ’ ὑμῶν αὐτῶν ἐγὼ οἶμαι μεμνῆσθαι τοὺς πρεσβυ‐ τέρους, τοὺς δὲ νεωτέρους πυνθάνεσθαι ὥσπερ ἐμέ. Οὕτως ἀγαθόν ἐστι μετὰ τοῦ χρόνου βασανίζειν τὰ πράγματα. Καὶ τοῦτ’ ἴσως φανερὸν γένοιτ’ ἂν ὕστερον, ὅτῳ τρόπῳ
5τέθνηκεν ὁ ἄνθρωπος. Μὴ οὖν ὕστερον τοῦτο γνῶτε, ἀναίτιόν με ὄντα ἀπολέσαντες, ἀλλὰ πρότερόν γ’ εὖ βουλεύσασθε, καὶ μὴ μετ’ ὀργῆς καὶ διαβολῆς, ὡς τούτων οὐκ ἂν γένοιντο ἕτεροι πονηρότεροι σύμβουλοι.
Caed Her
.

72

Οὐ γὰρ ἔστιν ὅ τι ἂν ὀργιζόμενος ἄνθρωπος εὖ γνοίη· αὐτὸ γὰρ ᾧ βουλεύεται, τὴν γνώμην, διαφθείρει τοῦ ἀνθρώπου.
Μέγα τοι ἡμέρα παρ’ ἡμέραν γιγνομένη γνώμην, ὦ ἄνδρες,128
5ἐξ ὀργῆς μεταστῆσαι καὶ τὴν ἀλήθειαν εὑρεῖν τῶν γεγενη‐ μένων.
Caed Her
.

73

Εὖ δὲ ἴστε ὅτι ἐλεηθῆναι ὑφ’ ὑμῶν ἄξιός εἰμι μᾶλλον ἢ δίκην δοῦναι· δίκην μὲν γὰρ εἰκός ἐστι διδό‐ ναι τοὺς ἀδικοῦντας, ἐλεεῖσθαι δὲ τοὺς ἀδίκως κινδυνεύον‐ τας. Κρεῖσσον δὲ χρὴ γίγνεσθαι ἀεὶ τὸ ὑμέτερον δυνάμενον
5ἐμὲ δικαίως σῴζειν ἢ τὸ τῶν ἐχθρῶν βουλόμενον ἀδίκως με ἀπολλύναι. Ἐν μὲν γὰρ τῷ ἐπισχεῖν ἔστι καὶ τὰ δεινὰ ταῦτα ποιῆσαι ἃ οὗτοι κελεύουσιν· ἐν δὲ τῷ παραχρῆμα οὐκ ἔστιν ἀρχὴν ὀρθῶς βουλεύεσθαι.
Caed Her
.

74

Δεῖ δέ με καὶ ὑπὲρ τοῦ πατρὸς ἀπολογήσασθαι. Καίτοι γε πολλῷ μᾶλλον εἰκὸς ἦν ἐκεῖνον ὑπὲρ ἐμοῦ ἀπολογήσασθαι πατέρα ὄντα ὁ μὲν γὰρ πολλῷ πρεσβύτερός ἐστι τῶν ἐμῶν πραγμάτων, ἐγὼ δὲ πολλῷ νεώτερος τῶν
5ἐκείνῳ πεπραγμένων. Καὶ εἰ μὲν ἐγὼ τούτου ἀγωνιζομένου κατεμαρτύρουν ἃ μὴ σαφῶς ᾔδη, ἀκοῇ δὲ ἠπιστάμην, δεινὰ ἂν ἔφη πάσχειν ὑπ’ ἐμοῦ·
Caed Her
.

75

νῦν δὲ ἀναγκάζων ἐμὲ ἀπολογεῖσθαι ὧν ἐγὼ πολλῷ νεώτερός εἰμι καὶ λόγῳ οἶδα, ταῦτα οὐ δεινὰ ἡγεῖται εἰργάσθαι. Ὅμως μέντοι καθ’ ὅσον ἐγὼ οἶδα, οὐ προδώσω τὸν πατέρα κακῶς
5ἀκούοντα ἐν ὑμῖν ἀδίκως. Καίτοι τάχ’ ἂν σφαλείην, ἃ ἐκεῖνος ὀρθῶς ἔργῳ ἔπραξε, ταῦτ’ ἐγὼ λόγῳ μὴ ὀρθῶς εἰπών· ὅμως δ’ οὖν κεκινδυνεύσεται.
Caed Her
.

76

Πρὶν μὲν γὰρ τὴν ἀπόστασιν 〈τὴν〉 τῶν Μυτιληναίων γενέσθαι, ἔργῳ τὴν εὔνοιαν ἐδείκνυε τὴν εἰς ὑμᾶς· ἐπειδὴ δὲ ἡ πόλις ὅλη κακῶς ἐβουλεύσατο ἀποστᾶσα καὶ ἥμαρτε [τῆς ὑμετέρας
5γνώμης], μετὰ τῆς πόλεως ὅλης ἠναγκάσθη συνεξαμαρ‐ τεῖν. Τὴν μὲν οὖν γνώμην ἔτι καὶ ἐν ἐκείνοις ὅμοιος ἦν εἰς ὑμᾶς, τὴν δὲ εὔνοιαν οὐκέτι ἦν ἐπ’ ἐκείνῳ τὴν αὐτὴν
εἰς ὑμᾶς παρέχεσθαι. Οὔτε γὰρ ἐκλιπεῖν τὴν πόλιν εὐ‐ πόρως εἶχεν αὐτῷ· ἱκανὰ γὰρ ἦν τὰ ἐνέχυρα ἃ εἴχετο129
10αὐτοῦ, οἵ τε παῖδες καὶ τὰ χρήματα· τοῦτο δ’ αὖ μένοντι πρὸς τὴν πόλιν αὐτῷ ἀδυνάτως εἶχεν ἰσχυρίζεσθαι.
Caed Her
.

77

Ἐπεὶ δ’ ὑμεῖς τοὺς αἰτίους τούτων ἐκολάσατε, ἐν οἷς οὐκ ἐφαίνετο ὢν ὁ ἐμὸς πατήρ, τοῖς δ’ ἄλλοις Μυτιληναίοις ἄδειαν ἐδώκατε οἰκεῖν τὴν σφετέραν αὐτῶν, οὐκ ἔστιν ὅ τι ὕστερον αὐτῷ ἡμάρτηται[, τῷ ἐμῷ πατρί], οὐδ’ ὅ τι οὐ
5πεποίηται τῶν δεόντων, οὐδ’ ἧς τινος λῃτουργίας ἡ πόλις ἐνδεὴς γεγένηται, οὔτε ἡ ὑμετέρα οὔτε ἡ Μυτιληναίων, ἀλλὰ καὶ χορηγίας ἐχορήγει καὶ τέλη κατατίθησιν.
Caed Her
.

78

Εἰ δ’ ἐν Αἴνῳ χωροφιλεῖ, τοῦτο οὐκ ἀποστερῶν γε τῶν εἰς τὴν πόλιν ἑαυτὸν οὐδενὸς, οὐδ’ ἑτέρας πόλεως πολίτης γεγενημένος, ὥσπερ ἑτέρους ὁρῶ τοὺς [μὲν] εἰς τὴν ἤπει‐ ρον ἰόντας, καὶ οἰκοῦντας ἐν τοῖς πολεμίοις τοῖς ὑμετέροις
5καὶ δίκας ἀπὸ ξυμβόλων ὑμῖν δικαζομένους, οὐδὲ φεύγων τὸ πλῆθος τὸ ὑμέτερον, τοὺς δ’ οἵους ὑμεῖς μισῶν συκοφάν‐ τας.
Caed Her
.

79

Ἃ μὲν οὖν μετὰ τῆς πόλεως ὅλης ἀνάγκῃ μᾶλλον ἢ γνώμῃ ἔπραξε, τούτων οὐ δίκαιός ἐστιν ὁ ἐμὸς πατὴρ ἰδίᾳ δίκην διδόναι. Ἅπασι γὰρ Μυτιληναίοις ἀείμνηστος ἡ τότε ἁμαρτία γεγένηται· ἠλλάξαντο μὲν γὰρ
5πολλῆς εὐδαιμονίας πολλὴν κακοδαιμονίαν, ἐπεῖδον δὲ τὴν ἑαυτῶν πατρίδα ἀνάστατον γενομένην. Ἃ δὲ ἰδίᾳ οὗτοι διαβάλλουσι τὸν ἐμὸν πατέρα, μὴ πείθεσθε· χρη‐ μάτων γὰρ ἕνεκα ἡ πᾶσα παρασκευὴ γεγένηται ἐπ’ ἐμοὶ κἀκείνῳ. Πολλὰ δέ ἐστι τὰ συμβαλλόμενα τοῖς βουλομένοις
10τῶν ἀλλοτρίων ἐφίεσθαι, γέρων μὲν ἐκεῖνος ὥστ’ ἐμοὶ βοηθεῖν, νεώτερος δ’ ἐγὼ πολλῷ ἢ ὥστε δύνασθαι ἐμαυτῷ τιμωρεῖν ἱκανῶς.
Caed Her
.

80

Ἀλλ’ ὑμεῖς βοηθήσατέ μοι, καὶ μὴ διδάσκετε τοὺς συκοφάντας μεῖζον ὑμῶν αὐτῶν δύνασθαι. Ἐὰν μὲν γὰρ εἰσιόντες εἰς ὑμᾶς ἃ βούλονται πράσσωσι, δεδιδαγμένον ἔσται τούτους μὲν πείθειν, τὸ δ’ ὑμέτερον
130
5πλῆθος φεύγειν· ἐὰν δὲ εἰσιόντες εἰς ὑμᾶς πονηροὶ μὲν αὐτοὶ δοκῶσιν εἶναι, πλέον δ’ αὐτοῖς μηδὲν γένηται, ὑμε‐ τέρα ἡ τιμὴ καὶ ἡ δύναμις ἔσται, ὥσπερ καὶ τὸ δίκαιον ἔχει. Ὑμεῖς οὖν ἐμοί τε βοηθεῖτε καὶ τῷ δικαίῳ.
Caed Her
.

81

Ὅσα μὲν οὖν ἐκ τῶν ἀνθρωπίνων τεκμηρίων καὶ μαρτυριῶν οἷά τε ἦν ἀποδειχθῆναι, ἀκηκόατε· χρὴ δὲ καὶ τοῖς ἀπὸ τῶν θεῶν σημείοις εἰς τὰ τοιαῦτα οὐχ ἥκιστα τεκμηραμένους ψηφίζεσθαι. Καὶ γὰρ τὰ τῆς πόλεως κοινὰ
5τούτοις μάλιστα πιστεύοντες ἀσφαλῶς διαπράσσεσθε, τοῦτο μὲν τὰ εἰς τοὺς κινδύνους ἥκοντα, τοῦτο δὲ [εἰς] τὰ ἔξω τῶν κινδύνων.
Caed Her
.

82

Χρὴ δὲ καὶ εἰς τὰ ἴδια ταῦτα μέγιστα καὶ πιστότατα ἡγεῖσθαι. Οἶμαι γὰρ ὑμᾶς ἐπίστασθαι ὅτι πολλοὶ ἤδη ἄνθρωποι μὴ καθαροὶ χεῖρας ἢ ἄλλο τι μίασμα ἔχοντες συνεισβάντες εἰς τὸ πλοῖον συναπώλεσαν μετὰ
5τῆς αὑτῶν ψυχῆς τοὺς ὁσίως διακειμένους τὰ πρὸς τοὺς θεούς, τοῦτο δὲ ἤδη ἑτέρους ἀπολομένους μὲν οὔ, κινδυνεύσαντας δὲ τοὺς ἐσχάτους κινδύνους διὰ τοὺς τοιούτους ἀνθρώπους, τοῦτο δὲ ἱεροῖς παραστάντες πολλοὶ δὴ καταφανεῖς ἐγένοντο οὐχ ὅσιοι ὄντες, [καὶ] διακωλύον‐
10τες τὰ ἱερὰ μὴ γίγνεσθαι τὰ νομιζόμενα.
Caed Her
.

83

Ἐμοὶ τοίνυν ἐν πᾶσι τούτοις τὰ ἐναντία ἐγένετο. Τοῦτο μὲν γὰρ ὅσοις συνέπλευσα, καλλίστοις ἐχρήσαντο πλοῖς· τοῦτο δὲ ὅπου ἱεροῖς παρέστην, οὐκ ἔστιν ὅπου οὐχὶ κάλλιστα
5τὰ ἱερὰ ἐγένετο. Ἃ ἐγὼ ἀξιῶ μεγάλα μοι τεκμήρια εἶναι τῆς αἰτίας, ὅτι οὐκ ἀληθῆ μου οὗτοι κατηγοροῦσι ... τού‐
των μάρτυρες.131
7Μάρτυρες
Caed Her
.

84

Ἐπίσταμαι δὲ καὶ τάδε, ὦ ἄνδρες δικασταί, ὅτι εἰ μὲν ἐμοῦ κατεμαρτύρουν οἱ μάρτυρες, ὥς τι ἀνόσιον γεγένηται ἐμοῦ παρόντος ἐν πλοίῳ ἢ ἐν ἱεροῖς, αὐτοῖς γε τούτοις ἰσχυροτάτοις ἂν ἐχρῶντο, καὶ πίστιν τῆς
5αἰτίας ταύτην σαφεστάτην ἀπέφαινον, τὰ σημεῖα τὰ ἀπὸ τῶν θεῶν· νῦν δὲ τῶν τε σημείων ἐναντίων τοῖς τούτων λόγοις γιγνομένων, τῶν τε μαρτύρων ἃ μὲν ἐγὼ λέγω μαρ‐ τυρούντων ἀληθῆ εἶναι, ἃ δ’ οὗτοι κατηγοροῦσι ψευδῆ, τοῖς μὲν μαρτυροῦσιν ἀπιστεῖν ὑμᾶς κελεύουσι, τοῖς δὲ
10λόγοις οὓς αὐτοὶ λέγουσι πιστεύειν ὑμᾶς φασὶ χρῆναι. Καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι τοῖς ἔργοις τοὺς λόγους ἐλέγχουσιν, οὗτοι δὲ τοῖς λόγοις τὰ ἔργα ζητοῦσιν ἄπιστα καθιστάναι.
Caed Her
.

85

Ὅσα μὲν οὖν ἐκ τῶν κατηγορηθέντων μέμνημαι, ὦ ἄνδρες, ἀπολελόγημαι· οἶμαι δὲ καὶ ὑμῶν ἀποψηφίσασθαι. Ταὐτὰ γὰρ ἐμέ τε σῴζει, καὶ ὑμῖν νόμιμα καὶ εὔορκα γίγνεται. Κατὰ γὰρ τοὺς νόμους ὠμόσατε δικάσειν· ἐγὼ
5δὲ καθ’ οὓς μὲν ἀπήχθην, οὐκ ἔνοχός εἰμι τοῖς νόμοις, ὧν δ’ ἔχω τὴν αἰτίαν, ἀγών μοι νόμιμος ὑπολείπεται. Εἰ δὲ δύο ἐξ ἑνὸς ἀγῶνος γεγένησθον, οὐκ ἐγὼ αἴτιος, ἀλλ’ οἱ κατήγοροι. Καίτοι οὐ δή που οἱ μὲν ἔχθιστοι οἱ ἐμοὶ δύο ἀγῶνας περὶ ἐμοῦ πεποιήκασιν, ὑμεῖς δὲ οἱ τῶν δικαίων
10ἴσοι κριταὶ προκαταγνώσεσθέ μου ἐν τῷδε τῷ ἀγῶνι τὸν φόνον.
Caed Her
.

86

Μὴ ὑμεῖς γε, ὦ ἄνδρες· ἀλλὰ δότε τι καὶ τῷ χρόνῳ μεθ’ οὗ ὀρθότατα εὑρίσκουσιν οἱ τὴν ἀκρίβειαν ζητοῦντες τῶν πραγμάτων. Ἠξίουν μὲν γὰρ ἔγωγε περὶ τῶν τοιούτων, ὦ ἄνδρες, εἶναι τὴν δίκην κατὰ τοὺς νόμους, κατὰ μέντοι
5τὸ δίκαιον ὡς πλειστάκις ἐλέγχεσθαι. Τοσούτῳ γὰρ ἄμεινον ἂν ἐγιγνώσκετο· οἱ γὰρ πολλοὶ ἀγῶνες τῇ μὲν ἀληθείᾳ σύμμαχοί εἰσι, τῇ δὲ διαβολῇ πολεμιώτατοι.132
Caed Her
.

87

[Φόνου γὰρ δίκη καὶ μὴ ὀρθῶς γνωσθεῖσα ἰσχυρότερον τοῦ δικαίου καὶ τοῦ ἀληθοῦς ἐστιν· ἀνάγκη γάρ, ἐὰν ὑμεῖς κατα‐ ψηφίσησθε, καὶ μὴ ὄντα φονέα μηδ’ ἔνοχον τῷ ἔργῳ
5χρῆσθαι τῇ δίκῃ καὶ τῷ νόμῳ· καὶ οὐδεὶς ἂν τολμήσειεν οὔτε τὴν δίκην τὴν δεδικασμένην παραβαίνειν πιστεύσας αὑτῷ ὅτι οὐκ ἔνοχός ἐστιν, οὔτε ξυνειδὼς αὑτῷ τοιοῦτον ἔργον εἰργασμένῳ μὴ οὐ χρῆσθαι τῷ νόμῳ· ἀνάγκη δὲ τῆς δίκης νικᾶσθαι παρὰ τὸ ἀληθές, αὐτοῦ τε τοῦ ἀληθοῦς,
10ἄλλως τε καὶ ἐὰν μὴ ᾖ ὁ τιμωρήσων.
Caed Her
.

88

Αὐτῶν δὲ τού‐ των ἕνεκα οἵ τε νόμοι καὶ αἱ διωμοσίαι καὶ τὰ τόμια καὶ αἱ προρρήσεις, καὶ τἆλλα ὅσα γίγνεται τῶν δικῶν ἕνεκα τοῦ φόνου, πολὺ διαφέροντά ἐστιν ἢ καὶ ἐπὶ τοῖς ἄλλοις,
5ὅτι καὶ αὐτὰ τὰ πράγματα, περὶ ὧν οἱ κίνδυνοι, περὶ πλείστου ἐστὶν ὀρθῶς γιγνώσκεσθαι· ὀρθῶς μὲν γὰρ γνωσθέντα τιμωρία ἐστὶ τῷ ἀδικηθέντι, φονέα δὲ τὸν μὴ αἴτιον ψηφισθῆναι ἁμαρτία καὶ ἀσέβειά ἐστιν εἴς τε τοὺς θεοὺς καὶ εἰς τοὺς νόμους.
Caed Her
.

89

Καὶ οὐκ ἴσον ἐστὶ τόν τε διώκοντα μὴ ὀρθῶς αἰτιάσασθαι καὶ ὑμᾶς τοὺς δικαστὰς μὴ ὀρθῶς γνῶναι. Ἡ μὲν γὰρ τούτων αἰτίασις οὐκ ἔχει τέλος, ἀλλ’ ἐν ὑμῖν ἐστι καὶ τῇ δίκῃ· ὅ τι δ’ ἂν ὑμεῖς ἐν
5αὐτῇ τῇ δίκῃ μὴ ὀρθῶς γνῶτε, τοῦτο οὐκ ἔστιν ὅποι ἄν τις ἀνενεγκὼν τὴν ἁμαρτίαν ἀπολύσαιτο.]
Caed Her
.

90

Πῶς ἂν οὖν ὀρθῶς δικάσαιτε περὶ αὐτῶν; εἰ τούτους τε ἐάσετε τὸν νομιζόμενον ὅρκον διομοσαμένους κατηγορῆσαι, κἀμὲ περὶ αὐτοῦ τοῦ πράγματος ἀπολογήσασθαι. Πῶς δὲ ἐάσετε;
5ἐὰν νυνὶ ἀποψηφίσησθέ μου. Διαφεύγω γὰρ οὐδ’ οὕτω τὰς ὑμετέρας γνώμας, ἀλλ’ ὑμεῖς ἔσεσθε οἱ κἀκεῖ μερὶ ἐμοῦ δια‐
ψηφιζόμενοι. Καὶ φεισαμένοις μὲν ὑμῖν ἐμοῦ νῦν ἔξεστι τότε χρῆσθαι ὅ τι ἂν βούλησθε, ἀπολέσασι δὲ οὐδὲ βουλεύ‐ σασθαι ἔτι περὶ ἐμοῦ ἐγχωρεῖ.133
Caed Her
.

91

Καὶ μὴν εἰ δέοι ἁμαρτεῖν τι, τὸ ἀδίκως ἀπολῦσαι ὁσιώτερον ἂν εἴη τοῦ μὴ δικαίως ἀπολέσαι· τὸ μὲν γὰρ ἁμάρτημα μόνον ἐστί, τὸ δὲ ἕτερον καὶ ἀσέβημα. Ἐν ᾧ χρὴ πολλὴν πρόνοιαν ἔχειν,
5μέλλοντας ἀνήκεστον ἔργον ἐργάζεσθαι. Ἐν μὲν γὰρ ἀκεστῷ πράγματι καὶ ὀργῇ χρησαμένους καὶ διαβολῇ πιθομένους ἔλαττόν ἐστιν ἐξαμαρτεῖν· μεταγνοὺς γὰρ ἔτι ἄν 〈τισ〉 ὀρθῶς βουλεύσαιτο· ἐν δὲ τοῖς ἀνηκέστοις πλέον βλάβος τὸ μετανοεῖν καὶ γνῶναι ἐξημαρτηκότας. Ἤδη δέ
10τισιν ὑμῶν καὶ μετεμέλησεν ἀπολωλεκόσι. Καίτοι ὅπου ὑμῖν τοῖς ἐξαπατηθεῖσι μετεμέλησεν, ἦ καὶ πάνυ τοι χρῆν τούς γε ἐξαπατῶντας ἀπολωλέναι.
Caed Her
.

92

Ἔπειτα δὲ τὰ μὲν ἀκούσια τῶν ἁμαρτημάτων ἔχει συγγνώμην, τὰ δὲ ἑκούσια οὐκ ἔχει. Τὸ μὲν γὰρ ἀκούσιον ἁμάρτημα, ὦ ἄνδρες, τῆς τύχης ἐστί, τὸ δὲ ἑκούσιον τῆς γνώμης. Ἑκούσιον δὲ πῶς ἂν εἴη μᾶλλον ἢ εἴ τις, ὧν
5βουλὴν ποιοῖτο, ταῦτα παραχρῆμα ἐξεργάζοιτο; καὶ μὴν τὴν ἴσην γε δύναμιν ἔχει, ὅστις τε ἂν τῇ χειρὶ ἀποκτείνῃ ἀδίκως καὶ ὅστις τῇ ψήφῳ.
Caed Her
.

93

Εὖ δ’ ἴστε ὅτι οὐκ ἄν ποτ’ ἦλθον εἰς τὴν πόλιν, εἴ τι ξυνῄδη ἐμαυτῷ τοιοῦτον· νῦν δὲ πιστεύων τῷ δικαίῳ, οὗ πλέονος οὐδέν ἐστιν ἄξιον ἀνδρὶ συναγωνίζεσθαι, μηδὲν αὑτῷ συνειδότι ἀνόσιον
5εἰργασμένῳ μηδ’ εἰς τοὺς θεοὺς ἠσεβηκότι· ἐν γὰρ τῷ
τοιούτῳ ἤδη καὶ τὸ σῶμα ἀπειρηκὸς ἡ ψυχὴ συνεξέσωσεν, ἐθέλουσα ταλαιπωρεῖν διὰ τὸ μὴ ξυνειδέναι ἑαυτῇ· τῷ δὲ ξυνειδότι τοῦτο αὐτὸ πρῶτον πολέμιόν ἐστιν· ἔτι γὰρ καὶ τοῦ σώματος ἰσχύοντος ἡ ψυχὴ προαπολείπει, ἡγουμένη134
10τὴν τιμωρίαν οἱ ἥκειν ταύτην τῶν ἀσεβημάτων· ἐγὼ δ’ ἐμαυτῷ τοιοῦτον οὐδὲν ξυνειδὼς ἥκω εἰς ὑμᾶς.
Caed Her
.

94

Τὸ δὲ τοὺς κατηγόρους διαβάλλειν οὐδέν ἐστι θαυμαστόν. Τούτων γὰρ ἔργον τοῦτο, ὑμῶν δὲ τὸ μὴ πείθεσθαι τὰ μὴ δίκαια. Τοῦτο μὲν γὰρ ἐμοὶ πειθομένοις ὑμῖν μεταμελῆσαι
5ἔστιν, καὶ τούτου φάρμακον τὸ αὖθις κολάσαι, τοῦ δὲ τούτοις πειθομένους ἐξεργάσασθαι ἃ οὗτοι βούλονται οὐκ ἔστιν ἴασις. Οὔτε χρόνος πολὺς ὁ διαφέρων, ἐν ᾧ ταῦτα νομίμως πράξεθ’ ἃ νῦν ὑμᾶς παρανόμως πείθουσιν οἱ κατήγοροι ψηφίσασθαι. Οὔ τοι τῶν ἐπειγομένων ἐστὶ τὰ
10πράγματα, ἀλλὰ τῶν εὖ βουλευομένων. Νῦν μὲν οὖν γνωρισταὶ γίγνεσθε τῆς δίκης, τότε δὲ δικασταὶ [τῶν μαρτύρων]· νῦν μὲν δοξασταί, τότε δὲ κριταὶ τῶν ἀληθῶν.
Caed Her
.

95

Ῥᾷστον δέ τοί ἐστιν ἀνδρὸς περὶ θανάτου φεύγοντος τὰ ψευδῆ καταμαρτυρῆσαι. Ἐὰν γὰρ τὸ παραχρῆμα μόνον πείσωσιν ὥστε ἀποκτεῖναι, ἅμα τῷ σώματι καὶ ἡ τιμωρία ἀπόλωλεν. Οὐδὲ γὰρ οἱ φίλοι ἔτι θελήσουσιν ὑπὲρ
5ἀπολωλότος τιμωρεῖν· ἐὰν δὲ καὶ βουληθῶσιν, τί ἔσται πλέον τῷ γε ἀποθανόντι;
Caed Her
.

96

νῦν μὲν οὖν ἀποψηφίσασθέ μου· ἐν δὲ τῇ τοῦ φόνου δίκῃ οὗτοί τε τὸν νομιζόμενον ὅρκον διομοσάμενοι ἐμοῦ κατηγορήσουσι, καὶ ὑμεῖς περὶ ἐμοῦ κατὰ τοὺς κειμένους νόμους διαγνώσεσθε, καὶ ἐμοὶ
5οὐδεὶς λόγος ἔσται ἔτι, ἐάν τι πάσχω, ὡς παρανόμως ἀπωλόμην. Ταῦτά τοι δέομαι ὑμῶν, οὔτε τὸ ὑμέτερον εὐσεβὲς παριεὶς οὔτε ἐμαυτὸν ἀποστερῶν τὸ δίκαιον· ἐν δὲ τῷ ὑμετέρῳ ὅρκῳ καὶ ἡ ἐμὴ σωτηρία ἔνεστι. Πειθόμενοι135
δὲ τούτων ὅτῳ βούλεσθε, ἀποψηφίσασθέ μου.136