TLG 0027 004 :: ANDOCIDES :: In Alcibiadem [Sp.]

ANDOCIDES Orat.
(Atheniensis: 5–4 B.C.)

In Alcibiadem [Sp.]

Source: Dalmeyda, G. (ed.), Andocide. Discours. Paris: Les Belles Lettres, 1930 (repr. 1966): 113–127.

Citation: Section — (line)

Alc
.

t

[ΑΝΔΟΚΙΔΟΥ] ΚΑΤΑ ΑΛΚΙΒΙΑΔΟΥ
Alc
.

1

Οὐκ ἐν τῷ παρόντι μόνον γιγνώσκω τῶν πολιτικῶν πραγμάτων ὡς σφαλερόν ἐστιν ἅπτεσθαι, ἀλλὰ καὶ πρό‐ τερον χαλεπὸν ἡγούμην, πρὶν τῶν κοινῶν ἐπιμελεῖσθαί
τινος. Πολίτου δὲ ἀγαθοῦ νομίζω προκινδυνεύειν ἐθέλειν113
5τοῦ πλήθους, καὶ μὴ καταδείσαντα τὰς ἔχθρας τὰς ἰδίας ὑπὲρ τῶν δημοσίων ἔχειν ἡσυχίαν· διὰ μὲν γὰρ τοὺς τῶν ἰδίων ἐπιμελουμένους οὐδὲν αἱ πόλεις μείζους καθίστανται, διὰ δὲ τοὺς τῶν κοινῶν μεγάλαι καὶ ἐλεύθεραι γίγνονται.
Alc
.

2

Ὧν [τῶν ἀγαθῶν] εἷς ἐγὼ βουληθεὶς ἐξετάζεσθαι μεγίστοις περιπέπτωκα κινδύνοις, προθύμων μὲν καὶ ἀγα‐ θῶν ἀνδρῶν ὑμῶν τυγχάνων, δι’ ὅπερ σῴζομαι, πλείστοις δὲ καὶ δεινοτάτοις ἐχθροῖς χρώμενος, ὑφ’ ὧν διαβάλλομαι.
5Ὁ μὲν οὖν ἀγὼν ὁ παρὼν οὐ στεφανηφόρος, ἀλλ’ εἰ χρὴ μηδὲν ἀδικήσαντα τὴν πόλιν δέκα ἔτη φεύγειν· οἱ δ’ ἀντα‐ γωνιζόμενοι περὶ τῶν ἄθλων τούτων ἐσμὲν ἐγὼ καὶ Ἀλκι‐ βιάδης καὶ Νικίας, ὧν ἀναγκαῖον ἕνα τῇ συμφορᾷ περι‐ πεσεῖν.
Alc
.

3

Ἄξιον δὲ μέμψασθαι τὸν θέντα τὸν νόμον, ὃς ἐναντία τῷ ὅρκῳ τοῦ δήμου καὶ τῆς βουλῆς ἐνομοθέτησεν· ἐκεῖ μὲν γὰρ ὄμνυτε μηδένα μήτ’ ἐξελᾶν μήτε δήσειν μήτε ἀποκτενεῖν ἄκριτον, ἐν δὲ τῷδε τῷ καιρῷ οὔτε κατη‐
5γορίας γενομένης οὔτε ἀπολογίας ἀποδοθείσης [οὔτε] διαψηφισαμένων κρύβδην τὸν ὀστρακισθέντα τοσοῦτον χρόνον δεῖ στερηθῆναι τῆς πόλεως.
Alc
.

4

Εἶτα ἐν τοῖς τοιούτοις οἱ 〈πολλοὺσ〉 τοὺς ἑταίρους καὶ συνωμότας κεκτημένοι πλέον φέρονται τῶν ἄλλων· οὐ γὰρ ὥσπερ ἐν τοῖς δικαστηρίοις οἱ λαχόντες κρίνουσιν, ἀλλὰ τούτου τοῦ
5πράγματος ἅπασιν Ἀθηναίοις μέτεστι. Πρὸς δὲ τούτοις τῷ μὲν ἐλλείπειν τῷ δ’ ὑπερβάλλειν ὁ νόμος μοι δοκεῖ· τῶν μὲν γὰρ ἰδίων ἀδικημάτων μεγάλην τιμωρίαν ταύτην νομίζω, τῶν δὲ δημοσίων μικρὰν καὶ οὐδενὸς ἀξίαν ἡγοῦμαι
ζημίαν, ἐξὸν κολάζειν χρήμασι καὶ δεσμῷ καὶ θανάτῳ.114
Alc
.

5

Ἔτι δ’ εἴ τις διὰ τοῦτο μεθίσταται ὅτι 〈πονηρὸσ〉 πολίτης ἐστίν, οὗτος οὐδ’ ἀπελθὼν ἐνθένδε παύσεται, ἀλλὰ ὅπου ἂν οἰκῇ, ταύτην τὴν πόλιν διαφθερεῖ, καὶ τῇδε οὐδὲν ἧττον ἐπιβουλεύσει, ἀλλὰ καὶ μᾶλλον 〈καὶ〉 δικαιότερον ἢ
5πρὶν ἐκβληθῆναι. Οἶμαι δὲ καὶ τοὺς φίλους ὑμῶν ἐν ταύτῃ μάλιστα τῇ ἡμέρᾳ λυπεῖσθαι καὶ τοὺς ἐχθροὺς ἥδεσθαι, συνειδότας ὡς ἂν ἀγνοήσαντες ἐξελάσητε τὸν βέλτιστον, δέκα ἐτῶν ἡ πόλις οὐδὲν ἀγαθὸν ὑπὸ τούτου τοῦ ἀνδρὸς πείσεται.
Alc
.

6

Ῥᾴδιον δὲ καὶ ἐντεῦθεν γνῶναι τὸν νόμον πονηρὸν ὄντα· μόνοι γὰρ αὐτῷ τῶν Ἑλλήνων χρώμεθα, καὶ οὐδεμία τῶν ἄλλων πόλεων ἐθέλει μιμήσασθαι. Καίτοι ταῦτα διέγνωσται ἄριστα τῶν δογμάτων, ἃ καὶ τοῖς πολλοῖς
5καὶ τοῖς ὀλίγοις ἁρμόττοντα μάλιστα τυγχάνει καὶ πλεί‐ στους ἐπιθυμητὰς ἔχει.
Alc
.

7

Περὶ μὲν οὖν τούτων οὐκ οἶδ’ ὅ τι δεῖ μακρότερα λέγειν· πάντως γὰρ οὐδὲν ἂν πλεῖον εἰς τὸ παρὸν ποιή‐ σαιμεν· δέομαι δ’ ὑμῶν τῶν λόγων ἴσους καὶ κοινοὺς ἡμῖν ἐπιστάτας γενέσθαι, καὶ πάντας ἄρχοντας περὶ τούτων
5καταστῆναι, καὶ μήτε τοῖς λοιδορουμένοις μήτε τοῖς ὑπὲρ καιρὸν χαριζομένοις ἐπιτρέπειν, ἀλλὰ τῷ μὲν ἐθέλοντι λέγειν καὶ ἀκούειν εὐμενεῖς εἶναι, τῷ δ’ ἀσελγαίνοντι καὶ θορυβοῦντι χαλεπούς. Ἀκούσαντες γὰρ 〈περὶ〉 ἑκάστου τῶν ὑπαρχόντων ἄμεινον βουλεύσεσθε περὶ ἡμῶν.
Alc
.

8

Ἔστι δὲ περὶ τῆς μισοδημίας καὶ τῆς στασιωτείας βραχύς μοι λόγος καταλελειμμένος. Εἰ μὲν γὰρ ἄκριτος
ἦν, εἰκότως ἂν τῶν κατηγορούντων ἠκροᾶσθε καὶ ἐμοὶ ἀναγκαῖον ἦν ἀπολογεῖσθαι περὶ τούτων· ἐπειδὴ δὲ115
5τετράκις ἀγωνιζόμενος ἀπέφυγον, οὐκέτι δίκαιον ἡγοῦμαι λόγον οὐδένα περὶ τούτου γίγνεσθαι. Πρὶν μὲν γὰρ κριθῆναι οὐ ῥᾴδιον [ἦν] εἰδέναι τὰς αἰτίας, οὔτ’ εἰ ψευδεῖς εἰσιν οὔτ’ εἰ ἀληθεῖς· ἀποφυγόντος δὲ ἢ καταγνωσθέντος τέλος ἔχει καὶ διώρισται τούτων ὁπότερόν ἐστιν.
Alc
.

9

Ὥστε δεινὸν νομίζω τοὺς μὲν ἁλόντας μιᾷ ψήφῳ μόνον ἀποθνῄ‐ σκειν, καὶ τὰ χρήματα δημεύεσθαι αὐτῶν, τοὺς δὲ νική‐ σαντας πάλιν τὰς αὐτὰς κατηγορίας ὑπομένειν, καὶ τοὺς
5δικαστὰς ἀπολέσαι μὲν κυρίους εἶναι, σῷσαι δ’ ἀκύρους καὶ ἀτελεῖς φαίνεσθαι, ἄλλως τε καὶ τῶν νόμων ἀπαγο‐ ρευόντων δὶς περὶ τῶν αὐτῶν πρὸς τὸν αὐτὸν μὴ ἐξεῖναι δικάζεσθαι, καὶ ὑμῶν ὀμωμοκότων χρήσεσθαι τοῖς νόμοις.
Alc
.

10

Ὧν ἕνεκα περὶ ἐμαυτοῦ παραλιπὼν Ἀλκιβιάδου τὸν βίον ἀναμνῆσαι βούλομαι. Καίτοι ἀπορῶ γε διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων πόθεν ἄρξωμαι, ἐμποδὼν ἁπάν‐ των ὄντων. Περὶ μὲν οὖν μοιχείας καὶ γυναικῶν ἀλλοτρίων
5ἁρπαγῆς καὶ τῆς ἄλλης βιαιότητος καὶ παρανομίας καθ’ ἕκαστον εἰ δεήσειε λέγειν, οὐκ ἂν ἐξαρκέσειεν ὁ παρὼν χρόνος, ἅμα δὲ καὶ πολλοῖς ἀπεχθοίμην τῶν πολιτῶν, φανερὰς τὰς συμφορὰς ποιῶν αὐτῶν. Ἃ δὲ περὶ τὴν πόλιν εἴργασται καὶ τοὺς προσήκοντας καὶ τῶν ἄλλων ἀστῶν καὶ
10ξένων τοὺς ἐντυγχάνοντας, ἀποδείξω.
Alc
.

11

Πρῶτον μὲν οὖν πείσας ὑμᾶς τὸν φόρον ταῖς πόλεσιν ἐξ ἀρχῆς τάξαι τὸν ὑπ’ Ἀριστείδου πάντων δικαιότατα τεταγμένον,
αἱρεθεὶς ἐπὶ τούτῳ δέκατος αὐτὸς μάλιστα διπλάσιον116
5αὐτὸν ἑκάστοις τῶν συμμάχων ἐποίησεν, ἐπιδείξας δ’ αὑτὸν φοβερὸν καὶ μέγα δυνάμενον ἰδίας ἀπὸ τῶν κοινῶν προσόδους κατεσκευάσατο. Σκέψασθε δὲ πῶς ἄν τις κακὰ μείζω τούτων κατασκευάσειεν, εἰ τῆς σωτηρίας ἡμῖν πάσης διὰ τῶν συμμάχων οὔσης, ὁμολογουμένως νῦν
10κάκιον ἢ πρότερον πραττόντων, τὸν φόρον ἑκάστοις διπλασιάσειεν.
Alc
.

12

Ὥστ’ εἴπερ ἡγεῖσθε πολίτην ἀγαθὸν Ἀριστείδην καὶ δίκαιον γεγονέναι, τοῦτον προσήκει κάκι‐ στον νομίζειν, ὡς τἀναντία περὶ τῶν πόλεων ἐκείνῳ γιγνώσκοντα. Τοιγάρτοι διὰ ταῦτα πολλοὶ τὴν πατρίδα τὴν
5αὑτῶν ἀπολιπόντες φυγάδες γίγνονται καὶ εἰς Θουρίους οἰκήσοντες ἀπέρχονται. Δηλώσει δὲ ἡ τῶν συμμάχων ἔχθρα, ὅταν πρῶτον ἡμῖν καὶ Λακεδαιμονίοις γένηται ναυ‐ τικὸς πόλεμος. Ἐγὼ δὲ νομίζω τὸν τοιοῦτον πονηρὸν εἶναι προστάτην, ὅστις τοῦ παρόντος χρόνου ἐπιμελεῖται,
10ἀλλὰ μὴ καὶ τοῦ μέλλοντος προνοεῖται, καὶ τὰ ἥδιστα τῷ πλήθει, παραλιπὼν τὰ βέλτιστα, συμβουλεύει.
Alc
.

13

Θαυ‐ μάζω δὲ τῶν πεπεισμένων Ἀλκιβιάδην δημοκρατίας ἐπι‐ θυμεῖν, τοιαύτης πολιτείας ἣ μάλιστα κοινότητα δοκεῖ ᾑρῆσθαι, οἳ οὐδ’ ἀπὸ τῶν ἰδίων αὐτὸν θεῶνται, ὁρῶντες τὴν
5πλεονεξίαν καὶ τὴν ὑπερηφανίαν, ὃς τὴν Καλλίου γήμας ἀδελφὴν ἐπὶ δέκα ταλάντοις, τελευτήσαντος Ἱππονίκου στρατηγοῦντος ἐπὶ Δηλίῳ ἕτερα τοσαῦτα προσεπράξατο,
λέγων ὡς ὡμολόγησεν ἐκεῖνος, ὁπότε παῖς αὐτῷ ἐκ τῆς θυγατρὸς γένοιτο, προσθήσειν ταῦτα.117
Alc
.

14

Λαβὼν δὲ τοσαύτην προῖκα, ὅσην οὐδεὶς τῶν Ἑλλήνων, οὕτως ὑβριστὴς ἦν, ἐπεισάγων εἰς τὴν αὐτὴν οἰκίαν ἑταίρας, καὶ δούλας καὶ ἐλευθέρας, ὥστ’ ἠνάγκασε τὴν γυναῖκα σωφρο‐
5νεστάτην οὖσαν ἀπολιπεῖν, ἐλθοῦσαν πρὸς τὸν ἄρχοντα κατὰ τὸν νόμον. Οὗ δὴ μάλιστα τὴν αὑτοῦ δύναμιν ἐπεδεί‐ ξατο· παρακαλέσας γὰρ τοὺς ἑταίρους, ἁρπάσας ἐκ τῆς ἀγορᾶς τὴν γυναῖκα ᾤχετο βίᾳ, καὶ πᾶσιν ἐδήλωσε καὶ τῶν ἀρχόντων καὶ τῶν νόμων καὶ τῶν ἄλλων πολιτῶν κατα‐
10φρονῶν.
Alc
.

15

Οὐ τοίνυν ταῦτα μόνον ἐξήρκεσεν, ἀλλὰ καὶ λαθραῖον θάνατον ἐπεβούλευσε Καλλίᾳ, ἵνα τὸν οἶκον τὸν Ἱππονίκου κατάσχοι, ὡς ἐναντίον πάντων ὑμῶν ἐν τῇ ἐκκλησίᾳ κατηγόρει· καὶ τὰ χρήματα τῷ δήμῳ ἔδωκεν, εἴ
5πως τελευτήσειεν ἄπαις, φοβούμενος μὴ διὰ τὴν οὐσίαν ἀπόλοιτο. Ἀλλὰ μὴν οὐδ’ ἔρημος οὐδ’ εὐαδίκητός ἐστιν, ἐπεὶ διὰ τὸν πλοῦτον ἔχει πολλοὺς τοὺς βοηθήσοντας. Καίτοι ὅστις ὑβρίζει γυναῖκα τὴν ἑαυτοῦ καὶ τῷ κηδεστῇ θάνατον ἐπιβουλεύει, τί χρὴ προσδοκᾶν τοῦτον περὶ τοὺς
10ἐντυχόντας τῶν πολιτῶν διαπράττεσθαι; πάντες γὰρ ἄνθρωποι τοὺς οἰκείους τῶν ἀλλοτρίων ποιοῦνται περὶ πλείονος.
Alc
.

16

Ὃ δὲ πάντων δεινότατόν ἐστι, τοιοῦτος ὢν ὡς εὔνους τῷ δήμῳ τοὺς λόγους ποιεῖται, καὶ τοὺς ἄλλους ὀλιγαρχικοὺς καὶ μισοδήμους ἀποκαλεῖ. Καὶ ὃν ἔδει τεθνάναι διὰ τὰ ἐπιτηδεύματα, κατήγορος τῶν διαβεβλη‐
5μένων ὑφ’ ὑμῶν αἱρεῖται, καί φησι φύλαξ εἶναι τῆς πολιτείας, οὐδενὶ τῶν ἄλλων Ἀθηναίων οὔτ’ ἴσον οὔτ’
ὀλίγῳ πλέον ἀξιῶν ἔχειν· ἀλλ’ οὕτω σφόδρα καταπεφρό‐ νηκεν, ὥστε διατετέλεκεν ἁθρόους μὲν ὑμᾶς κολακεύων, ἕνα δ’ ἕκαστον προπηλακίζων.118
Alc
.

17

Ὃς εἰς τοσοῦτον ἐλήλυθε τόλμης, ὥστε πείσας Ἀγάθαρχον τὸν γραφέα συνεισελθεῖν οἴκαδε τὴν οἰκίαν ἐπηνάγκασε γράφειν, δεομέ‐ νου δὲ καὶ προφάσεις ἀληθεῖς λέγοντος, ὡς οὐκ ἂν δύναιτο
5ταῦτα πράττειν ἤδη διὰ τὸ συγγραφὰς ἔχειν παρ’ ἑτέρων, προεῖπεν αὐτῷ δήσειν, εἰ μὴ πάνυ ταχέως γράφοι. Ὅπερ ἐποίησε· καὶ οὐ πρότερον ἀπηλλάγη, πρὶν ἀποδρὰς ᾤχετο τετάρτῳ μηνί, τοὺς φύλακας λαθών, ὥσπερ παρὰ βασιλέως. Οὕτω δ’ ἀναίσχυντός ἐστιν, ὥστε προσελθὼν ἐνεκάλει αὐτῷ
10ὡς ἀδικούμενος, καὶ οὐχ ὧν ἐβιάσατο μετέμελεν αὐτῷ, ἀλλ’ ὅτι κατέλιπε τὸ ἔργον ἠπείλει, καὶ οὔτε τῆς δημο‐ κρατίας οὔτε τῆς ἐλευθερίας οὐδὲν ἦν ὄφελος· οὐδὲν γὰρ ἧττον ἐδεδέκει τῶν ὁμολογουμένων δούλων.
Alc
.

18

Ἀγα‐ νακτῶ δ’ ἐνθυμούμενος ὑμῖν μὲν οὐδὲ τοὺς κακούργους ἀσφαλὲς εἰς τὸ δεσμωτήριον ὂν ἀπάγειν, διὰ τὸ χιλίας δραχμὰς τετάχθαι ἀποτεῖσαι ὃς ἂν τὸ πέμπτον μέρος μὴ
5μεταλάβῃ τῶν ψήφων· ὁ δὲ τοσοῦτον χρόνον εἵρξας καὶ ἐπαναγκάζων γράφειν οὐδὲν κακὸν πέπονθεν, ἀλλὰ διὰ ταῦτα σεμνότερος δοκεῖ καὶ φοβερώτερος εἶναι. Καὶ πρὸς μὲν τὰς ἄλλας πόλεις ἐν τοῖς συμβόλοις συντιθέμεθα μὴ ἐξεῖναι μήθ’ εἷρξαι μήτε δῆσαι τὸν ἐλεύθερον· ἐὰν δέ τις
10παραβῇ, μεγάλην ζημίαν ἐπὶ τούτοις ἔθεμεν· τούτου δὲ τοιαῦτα πράξαντος οὐδεμίαν οὐδεὶς οὔτ’ ἰδίαν οὔτε δημο‐ σίαν τιμωρίαν ποιεῖται.
Alc
.

19

Νομίζω δὲ ταύτην εἶναι σωτηρίαν ἅπασι, πείθεσθαι τοῖς ἄρχουσι καὶ τοῖς νόμοις·
ὅστις δὲ ὑπερορᾷ ταῦτα, τὴν μεγίστην φυλακὴν ἀνῄρηκε τῆς πόλεως. Δεινὸν μὲν οὖν ἐστι καὶ ὑπὸ τῶν ἀγνοούντων119
5τὰ δίκαια πάσχειν κακῶς, πολὺ δὲ χαλεπώτερον, ὅταν τις ἐπιστάμενος τὰ διαφέροντα παραβαίνειν τολμᾷ· φανερῶς γὰρ ἐνδείκνυται, ὥσπερ οὗτος, οὐκ αὐτὸς τοῖς νόμοις τοῖς τῆς πόλεως, ἀλλ’ ὑμᾶς τοῖς αὑτοῦ τρόποις ἀκολουθεῖν ἀξιῶν.
Alc
.

20

Ἐνθυμήθητε δὲ Ταυρέαν, ὃς ἀντιχορηγὸς ἦν Ἀλκιβιάδῃ παισί. Κελεύοντος γὰρ τοῦ νόμου τῶν χορευτῶν ἐξάγειν ὃν ἄν τις βούληται ξένον ἀγωνιζόμενον, οὐκ ἐξὸν ἐπιχειρήσαντα κωλύειν, ἐναντίον ὑμῶν καὶ τῶν ἄλλων
5Ἑλλήνων τῶν θεωρούντων καὶ τῶν ἀρχόντων ἁπάντων [παρόντων] 〈τῶν〉 ἐν τῇ πόλει τύπτων ἐξήλασεν αὐτόν, καὶ τῶν θεατῶν συμφιλονικούντων ἐκείνῳ καὶ μισούντων τοῦτον, ὥστε τῶν χορῶν τὸν μὲν ἐπαινούντων, τοῦ δ’ ἀκροάσασθαι οὐκ ἐθελόντων, οὐδὲν πλέον ἔπραξεν·
Alc
.

21

ἀλλὰ τῶν κριτῶν οἱ μὲν φοβούμενοι οἱ δὲ χαριζόμενοι νικᾶν ἔκριναν αὐτόν, περὶ ἐλάττονος ποιούμενοι τὸν ὅρκον ἢ τοῦτον. Εἰκότως δέ μοι δοκοῦσιν οἱ κριταὶ ὑπέρχεσθαι Ἀλκιβιάδην, ὁρῶντες Ταυρέαν μὲν τοσαῦτα χρήματα ἀνα‐
5λώσαντα προπηλακιζόμενον, τὸν δὲ τοιαῦτα παρανο‐ μοῦντα μέγιστον δυνάμενον. Αἴτιοι δ’ ὑμεῖς, οὐ τιμωρού‐ μενοι τοὺς ὑβρίζοντας, καὶ τοὺς μὲν λάθρᾳ ἀδικοῦντας κολάζοντες, τοὺς δὲ φανερῶς ἀσελγαίνοντας θαυμάζοντες.
Alc
.

22

Τοιγάρτοι τῶν νέων αἱ διατριβαὶ οὐκ ἐν τοῖς γυμ‐ νασίοις, ἀλλ’ ἐν τοῖς δικαστηρίοις εἰσί, καὶ στρατεύονται μὲν οἱ πρεσβύτεροι, δημηγοροῦσι δὲ οἱ νεώτεροι, παρα‐ δείγματι τούτῳ χρώμενοι, ὃς τηλικαύτας ποιεῖται τῶν
5ἁμαρτημάτων ὑπερβολάς, ὥστε περὶ τῶν Μηλίων γνώμην ἀποφηνάμενος ἐξανδραποδίζεσθαι, πριάμενος γυναῖκα τῶν αἰχμαλώτων υἱὸν ἐξ αὐτῆς πεποίηται, ὃς τοσούτῳ παρα‐ νομωτέρως Αἰγίσθου γέγονεν, ὥστ’ ἐκ τῶν ἐχθίστων ἀλλή‐ λοις πέφυκε, καὶ τῶν οἰκειοτάτων ὑπάρχει αὐτῷ τὰ120
10ἔσχατα τοὺς μὲν πεποιηκέναι τοὺς δὲ πεπονθέναι.
Alc
.

23

Ἄξιον δὲ τὴν τόλμαν αὐτοῦ σαφέστερον ἔτι διελθεῖν. Ἐκ ταύτης γὰρ παιδοποιεῖται τῆς γυναικός, ἣν ἀντ’ ἐλευ‐ θέρας δούλην κατέστησε, καὶ ἧς τὸν πατέρα καὶ τοὺς προσήκοντας ἀπέκτεινε, καὶ [ἧς] τὴν πόλιν ἀνάστατον
5πεποίηκεν, ὡς ἂν μάλιστα τὸν υἱὸν ἐχθρὸν ἑαυτῷ καὶ τῇ πόλει ποιήσειε· τοσαύταις ἀνάγκαις κατείληπται μισεῖν. Ἀλλ’ ὑμεῖς ἐν μὲν ταῖς τραγῳδίαις τοιαῦτα θεωροῦντες δεινὰ νομίζετε, γιγνόμενα δ’ ἐν τῇ πόλει ὁρῶντες οὐδὲν φροντίζετε. Καίτοι ἐκεῖνα μὲν οὐκ ἐπίστασθε πότερον
10οὕτω γεγένηται ἢ πέπλασται ὑπὸ τῶν ποιητῶν· ταῦτα δὲ σαφῶς εἰδότες οὕτω παρανόμως πεπραγμένα, ῥᾳθύμως φέρετε.
Alc
.

24

Πρὸς δὲ τούτοις τολμῶσί τινες περὶ αὐτοῦ λέγειν, ὡς οὐδὲ γεγένηται οὐδεὶς πώποτε τοιοῦτος. Ἐγὼ δὲ νομίζω μέγιστα κακὰ τὴν πόλιν ὑπὸ τούτου πείσεσθαι, καὶ τηλικούτων πραγμάτων εἰς τὸν λοιπὸν χρόνον αἴτιον
5δόξειν, ὥστε μηδένα τῶν προτέρων ἀδικημάτων μεμνῆσθαι· ἀνέλπιστον γὰρ οὐδέν, τὸν τὴν ἀρχὴν τοῦ βίου τοιαύτην κατασκευασάμενον καὶ τὴν τελευτὴν ὑπερβάλλουσαν ποιή‐ σασθαι. Ἔστι δὲ σωφρόνων ἀνδρῶν φυλάττεσθαι τῶν πολι‐ τῶν τοὺς ὑπεραυξανομένους, ἐνθυμουμένους ὑπὸ τῶν
10τοιούτων τὰς τυραννίδας καθισταμένας.
Alc
.

25

Ἡγοῦμαι δ’ αὐτὸν πρὸς ταῦτα μὲν οὐδὲν ἀντερεῖν,
λέξειν δὲ περὶ τῆς νίκης τῆς Ὀλυμπίασι, καὶ περὶ πάντων μᾶλλον ἢ τῶν κατηγορηθέντων ἀπολογήσεσθαι. Ἐξ αὐτῶν δὲ τούτων ἐπιδείξω αὐτὸν ἐπιτηδειότερον τεθνάναι μᾶλλον121
5ἢ σῴζεσθαι. Διηγήσομαι δ’ ὑμῖν.
Alc
.

26

Διομήδης ἦλθε ζεῦγος ἵππων ἄγων Ὀλυμπίαζε, κεκτημένος μὲν οὐσίαν μετρίαν, στεφανῶσαι δὲ ἀπὸ τῶν ὑπαρχόντων τὴν πόλιν καὶ τὴν οἰκίαν βουλόμενος, λογιζόμενος τοὺς ἀγῶνας τοὺς
5ἱππικοὺς τύχῃ τοὺς πλείστους κρινομένους. Τοῦτον Ἀλκι‐ βιάδης πολίτην ὄντα καὶ 〈οὐ〉 τὸν ἐπιτυχόντα, δυνάμενος παρὰ τοῖς ἀγωνοθέταις τῶν Ἠλείων, 〈τὸ ζεῦγοσ〉 ἀφελό‐ μενος αὐτὸς ἠγωνίζετο. Καίτοι τί ἂν ἐποίησεν, εἴ τις τῶν συμμάχων τῶν ὑμετέρων ἀφίκετο ζεῦγος ἵππων ἔχων;
Alc
.

27

ἦ που ταχέως ἂν ἐπέτρεψεν ἀνταγωνίζεσθαι ἑαυτῷ, ὃς Ἀθηναῖον ἄνδρα βιασάμενος τοῖς ἀλλοτρίοις ἐτόλμησεν ἵπποις ἁμιλλᾶσθαι, δηλώσας τοῖς Ἕλλησι μηδὲν θαυμάζειν ἄν τινα αὐτῶν βιάσηται, ἐπεὶ καὶ τοῖς πολίταις οὐκ ἐξ
5ἴσου χρῆται, ἀλλὰ τοὺς μὲν ἀφαιρούμενος, τοὺς δὲ τύπτων, τοὺς δὲ εἱργνύων, τοὺς δὲ χρήματα πραττόμενος, οὐδενὸς ἀξίαν τὴν δημοκρατίαν ἀποφαίνει, τοὺς μὲν λόγους δημα‐ γωγοῦ τὰ δ’ ἔργα τυράννου παρέχων, καταμαθὼν ὑμᾶς τοῦ μὲν ὀνόματος φροντίζοντας, τοῦ δὲ πράγματος ἀμελοῦν‐
10τας.
Alc
.

28

Τοσοῦτον δὲ διαφέρει Λακεδαιμονίων, ὥστ’ ἐκεῖνοι μὲν καὶ ὑπὸ τῶν συμμάχων ἀνταγωνιζομένων ἀνέχονται ἡττώμενοι, οὗτος δὲ οὐδ’ ὑπὸ τῶν πολιτῶν, ἀλλὰ φανερῶς εἴρηκεν οὐκ ἐπιτρέψειν τοῖς ἀντεπιθυμοῦσί
5τινος. Εἶτ’ ἐκ τῶν τοιούτων ἀναγκαῖον τὰς πόλεις τῶν ἡμετέρων πολεμίων ἐπιθυμεῖν, ἡμᾶς δὲ μισεῖν.
Alc
.

29

Ἵνα δὲ μὴ μόνον Διομήδην, ἀλλὰ καὶ τὴν πόλιν ὅλην ὑβρίζων ἐπιδείξειε, τὰ πομπεῖα παρὰ τῶν ἀρχιθεώρων αἰτησά‐ μενος, ὡς εἰς τἀπινίκια τῇ προτεραίᾳ τῆς θυσίας χρησό‐
122
5μενος, ἐξηπάτησε καὶ ἀποδοῦναι οὐκ ἤθελε, βουλόμενος τῇ ὑστεραίᾳ πρότερος τῆς πόλεως χρήσασθαι τοῖς χρυσοῖς χερνιβίοις καὶ θυμιατηρίοις. Ὅσοι μὲν οὖν τῶν ξένων μὴ ἐγίγνωσκον ἡμέτερα ὄντα, τὴν πομπὴν τὴν κοινὴν ὁρῶντες ὑστέραν οὖσαν τῆς Ἀλκιβιάδου τοῖς τούτου πομπείοις
10χρῆσθαι ἐνόμιζον ἡμᾶς· ὅσοι δὲ ἢ παρὰ τῶν πολιτῶν ἤκουον ἢ καὶ ἐπεγίγνωσκον τὰ τούτου, κατεγέλων ἡμῶν, ὁρῶντες ἕνα ἄνδρα μεῖζον ἁπάσης τῆς πόλεως δυνά‐ μενον.
Alc
.

30

Σκέψασθε δὲ καὶ τὴν ἄλλην ἀποδημίαν τὴν εἰς Ὀλυμπίαν ὡς διέθετο. Τούτῳ σκηνὴν μὲν Περσικὴν Ἐφέσιοι διπλασίαν τῆς δημοσίας ἔπηξαν, ἱερεῖα δὲ καὶ τοῖς ἵπποις ἐφόδια Χῖοι παρεσκεύασαν, οἶνον δὲ καὶ τὰ
5ἄλλα ἀναλώματα Λεσβίοις προσέταξε. Καὶ οὕτως εὐτυχής ἐστιν, ὥστε τοὺς Ἕλληνας τῆς παρανομίας καὶ τῆς δωρο‐ δοκίας μάρτυρας κεκτημένος οὐδεμίαν δέδωκε δίκην, ἀλλὰ ὁπόσοι μὲν ἄρχοντες ἐν μιᾷ πόλει γεγένηνται, ὑπεύθυνοί εἰσιν,
Alc
.

31

ὁ δὲ πάντων τῶν συμμάχων 〈ἄρχων〉 καὶ χρή‐ ματα λαμβάνων οὐδενὸς τούτων ὑπόδικός ἐστιν, ἀλλὰ τοιαῦτα διαπεπραγμένος σίτησιν ἐν Πρυτανείῳ ἔλαβε, καὶ προσέτι πολλῇ τῇ νίκῃ χρῆται, ὥσπερ οὐ πολὺ μᾶλλον
5ἠτιμακὼς ἢ ἐστεφανωκὼς τὴν πόλιν. Εἰ δὲ βούλεσθε σκοπεῖν, εὑρήσετε τῶν πολλάκις τούτῳ πεπραγμένων ἕκαστον ὀλίγον χρόνον πράξαντάς τινας ἀναστάτους τοὺς οἴκους ποιήσαντας· οὗτος δ’ ἐπιτηδεύων ἅπαντα πολυ‐ τελέστατα διπλασίαν οὐσίαν κέκτηται.123
Alc
.

32

Καίτοι ὑμεῖς γε νομίζετε τοὺς φειδομένους καὶ τοὺς ἀκριβῶς διαιτω‐ μένους φιλοχρημάτους εἶναι, οὐκ ὀρθῶς γιγνώσκοντες· οἱ γὰρ μεγάλα δαπανώμενοι πολλῶν δεόμενοι αἰσχροκερ‐
5δέστατοί εἰσιν. Αἴσχιστον δὲ φανήσεσθε ποιοῦντες, εἰ τοῦτον μὲν ἀγαπᾶτε τὸν ἀπὸ τῶν ὑμετέρων χρημάτων ταῦτα κατεργασάμενον, Καλλίαν δὲ τὸν Διδυμίου, τῷ σώματι νικήσαντα πάντας τοὺς στεφανηφόρους ἀγῶνας, ἐξωστρακίσατε πρὸς τοῦτο οὐδὲν ἀποβλέψαντες, ὃς ἀπὸ
10τῶν ἑαυτοῦ πόνων ἐτίμησε τὴν πόλιν.
Alc
.

33

Ἀναμνήσθητε δὲ καὶ τοὺς προγόνους, ὡς ἀγαθοὶ καὶ σώφρονες ἦσαν, οἵτινες ἐξωστράκισαν Κίμωνα διὰ παρανομίαν, ὅτι τῇ ἀδελφῇ τῇ ἑαυτοῦ συνῴκησε. Καίτοι οὐ μόνον αὐτὸς
5ὀλυμπιονίκης ἦν, ἀλλὰ καὶ ὁ πατὴρ αὐτοῦ Μιλτιάδης. Ἀλλ’ ὅμως οὐδὲν ὑπελογίζοντο τὰς νίκας· οὐ γὰρ ἐκ τῶν ἀγώνων, ἀλλ’ ἐκ τῶν ἐπιτηδευμάτων ἔκρινον αὐτόν.
Alc
.

34

Ἀλλὰ μὴν εἰ δεῖ κατὰ γένος σκοπεῖν, ἐμοὶ μὲν οὐδαμόθεν προσήκει τούτου τοῦ πράγματος οὐδὲ ἔστιν οὐδεὶς ὅστις ἂν ἀποδείξειε τῶν ἡμετέρων οὐδένα τῇ συμ‐ φορᾷ ταύτῃ χρησάμενον, Ἀλκιβιάδῃ δὲ μάλιστα πάντων
5Ἀθηναίων. Καὶ γὰρ ὁ τῆς μητρὸς πατὴρ Μεγακλῆς καὶ ὁ πάππος Ἀλκιβιάδης 〈δὶσ〉 ἐξωστρακίσθησαν ἀμφότεροι,
ὥστ’ οὐδὲν θαυμαστὸν οὐδ’ ἄτοπον πείσεται τῶν αὐτῶν τοῖς προγόνοις ἀξιούμενος. Καὶ μὴν οὐδ’ ἂν αὐτὸς ἐπιχει‐ ρήσειεν ἀντειπεῖν, ὡς οὐ τῶν ἄλλων ἐκεῖνοι παρανομώ‐124
10τατοι ὄντες τούτου σωφρονέστεροι καὶ δικαιότεροι ἦσαν, ἐπεὶ τῶν γε τούτῳ πεπραγμένων οὐδ’ ἂν εἷς ἀξίως κατη‐ γορῆσαι δύναιτο.
Alc
.

35

Νομίζω δὲ καὶ τὸν θέντα τὸν νόμον ταύτην τὴν διάνοιαν ἔχειν· ἀποβλέψαντα τῶν πολιτῶν πρὸς τοὺς κρείττους τῶν ἀρχόντων καὶ τῶν νόμων, ἐπειδὴ παρὰ τῶν τοιούτων οὐκ ἔστιν ἰδίᾳ δίκην λαβεῖν, δημοσίαν τιμωρίαν
5ὑπὲρ τῶν ἀδικουμένων κατασκευάσαι. Ἐγὼ 〈μὲν〉 τοίνυν ἔν τε τῷ κοινῷ κέκριμαι τετράκις, ἰδίᾳ τε οὐδένα διεκώ‐ λυσα δικάζεσθαι βουλόμενον· Ἀλκιβιάδης δὲ τοιαῦτα ἐργα‐ σάμενος οὐδεμίαν πώποτε δίκην ὑποσχεῖν ἐτόλμησεν.
Alc
.

36

Οὕτω γὰρ χαλεπός ἐστιν, ὥστε οὐ περὶ τῶν παρε‐ ληλυθότων ἀδικημάτων αὐτὸν τιμωροῦνται, ἀλλ’ ὑπὲρ τῶν μελλόντων φοβοῦνται, καὶ τοῖς μὲν πεπονθόσι κακῶς ἀνέχεσθαι λυσιτελεῖ, τούτῳ δὲ οὐκ ἐξαρκεῖ, εἰ μὴ καὶ τὸ
5λοιπὸν ὅ τι ἂν βούληται διαπράξεται. Καίτοι οὐ δήπου, ὦ Ἀθηναῖοι, ὀστρακισθῆναι μὲν ἐπιτήδειός εἰμι, τεθνάναι δὲ οὐκ ἄξιος, οὐδὲ κρινόμενος μὲν ἀποφυγεῖν, ἄκριτος δὲ φεύγειν, οὐδὲ τοσαυτάκις ἀγωνιζόμενος [καὶ] νικήσας δικαίως 〈ἂν〉 πάλιν δόξαιμι δι’ ἐκεῖνα ἐκπεσεῖν.
Alc
.

37

Ἀλλὰ γὰρ ἴσως μετὰ μικρᾶς διαβολῆς ἢ φαύλων κατηγόρων
ἢ διὰ τῶν ἐπιτυχόντων ἐχθρῶν ἐκινδύνευον, ἀλλ’ οὐ διὰ τῶν ἐρρωμενεστάτων καὶ λέγειν καὶ πράττειν, οἵ τινες δύο τῶν τὴν αὐτὴν αἰτίαν ἐχόντων ἐμοὶ ἀπέκτειναν. Οὔκουν125
5τοὺς τοιούτους δίκαιον ἐκβάλλειν, οὓς πολλάκις ἐλέγχοντες εὑρίσκετε μηδὲν ἀδικοῦντας, ἀλλὰ τοὺς μὴ θέλοντας ὑποσχεῖν τῇ πόλει περὶ τοῦ βίου λόγον.
Alc
.

38

Δεινὸν δέ μοι δοκεῖ εἶναι, εἰ μέν τις ἀπολογεῖσθαι ἀξιώσειεν ὑπὲρ τῶν ἀποθανόντων ὡς ἀδίκως ἀπολώλασιν, οὐκ 〈ἂν〉 ἀνα‐ σχέσθαι τῶν ἐπιχειρούντων· εἰ δέ τις τῶν ἀποφυγόντων
5πάλιν περὶ τῆς αὐτῆς αἰτίας κατηγορεῖ, πῶς οὐ δίκαιον περὶ τοὺς ζῶντας καὶ τοὺς τεθνηκότας τὴν αὐτὴν γνώμην ἔχειν;
Alc
.

39

ἔστι μὲν οὖν Ἀλκιβιάδου μήτε αὐτὸν τῶν νόμων καὶ τῶν ὅρκων φροντίζειν, ὑμᾶς τε παραβαίνειν ἐπιχειρεῖν διδάσκειν, καὶ τοὺς μὲν ἄλλους ἐκβάλλειν καὶ ἀποκτείνειν ἀνηλεῶς, αὐτὸν δὲ ἱκετεύειν καὶ δακρύειν
5οἰκτρῶς. Καὶ ταῦτα μὲν οὐ θαυμάζω· πολλῶν γὰρ αὐτῷ κλαυμάτων ἄξια εἴργασται· ἐνθυμοῦμαι δὲ τίνας ποτὲ καὶ πείσει δεόμενος, πότερα τοὺς νεωτέρους, οὓς πρὸς τὸ πλῆθος διαβέβληκεν ἀσελγαίνων καὶ τὰ γυμνάσια καταλύων καὶ παρὰ τὴν ἡλικίαν πράττων, ἢ τοὺς πρεσβυτέρους, οἷς
10οὐδὲν ὁμοίως βεβίωκεν, ἀλλὰ τῶν ἐπιτηδευμάτων αὐτῶν καταπεφρόνηκεν;
Alc
.

40

Οὐ μόνον δὲ αὐτῶν ἕνεκα τῶν παρανομούντων, ἵνα δίκην διδῶσιν, ἐπιμελεῖσθαι ἄξιον, ἀλλὰ καὶ τῶν ἄλλων, ὅπως τούτους ὁρῶντες δικαιότεροι καὶ σωφρονέστεροι γίγνωνται. Ἐμὲ μὲν τοίνυν ἐξελάσαντες
5τοὺς βελτίστους περιδεεῖς καταστήσετε, τοῦτον δὲ κολά‐
σαντες τοὺς ἀσελγεστάτους νομιμωτέρους ποιήσετε.126
Alc
.

41

Βούλομαι δ’ ὑμᾶς ἀναμνῆσαι τῶν ἐμοὶ πεπραγ‐ μένων. Ἐγὼ γὰρ πρεσβεύσας εἰς Θετταλίαν καὶ εἰς Μακε‐ δονίαν καὶ εἰς Μολοσσίαν καὶ εἰς Θεσπρωτίαν καὶ εἰς Ἰταλίαν καὶ εἰς Σικελίαν τοὺς μὲν διαφόρους ὄντας
5διήλλαξα, τοὺς δ’ ἐπιτηδείους ἐποίησα, τοὺς δὲ ἀπὸ τῶν ἐχθρῶν ἀπέστησα. Καίτοι εἰ τῶν πρεσβευόντων ἕκαστος τὰ αὐτὰ ἐποίησεν, ὀλίγους ἂν πολεμίους εἴχετε καὶ πολλοὺς συμμάχους ἐκέκτησθε.
Alc
.

42

Περὶ δὲ τῶν λῃτουρ‐ γιῶν οὐκ ἀξιῶ μεμνῆσθαι, πλὴν κατὰ τοσοῦτον, ὅτι τὰ προσταττόμενα δαπανῶ οὐκ ἀπὸ τῶν κοινῶν ἀλλ’ ἀπὸ τῶν ἰδίων. Καίτοι τυγχάνω νενικηκὼς εὐανδρίᾳ καὶ λαμπάδι
5καὶ τραγῳδοῖς, οὐ τύπτων τοὺς ἀντιχορηγοῦντας, οὐδ’ αἰσχυνόμενος εἰ τῶν νόμων ἔλαττον δύναμαι. Τοὺς οὖν τοιούτους τῶν πολιτῶν πολὺ μᾶλλον ἐπιτηδείους ἡγοῦμαι
μένειν ἢ φεύγειν.127