TLG 0023 001 :: OPPIANUS :: Halieutica

OPPIANUS Epic.
(Anazarbensis: A.D. 2)

Scholia: Cf. SCHOLIA IN OPPIANUM (5032 002)
Vitae: Cf. VITAE OPPIANI (4172)

Halieutica

Source: Mair, A.W. (ed.), Oppian, Colluthus, Tryphiodorus. Cambridge, Mass.: Harvard University Press, 1928 (repr. 1963): 200–514.

Citation: Book — (line)

1

Ἔθνεά τοι πόντοιο πολυσπερέας τε φάλαγγας παντοίων νεπόδων, πλωτὸν γένος Ἀμφιτρίτης, ἐξερέω, γαίης ὕπατον κράτος, Ἀντωνῖνε· ὅσσα τε κυματόεσσαν ἔχει χύσιν, ᾗχί θ’ ἕκαστα
5ἐννέμεται, διερούς τε γάμους διεράς τε γενέθλας καὶ βίον ἰχθυόεντα καὶ ἔχθεα καὶ φιλότητας καὶ βουλάς, ἁλίης τε πολύτροπα δήνεα τέχνης κερδαλέης, ὅσα φῶτες ἐπ’ ἰχθύσι μητίσαντο ἀφράστοις· ἀΐδηλον ἐπιπλώουσι θάλασσαν
10τολμηρῇ κραδίῃ, κατὰ δ’ ἔδρακον οὐκ ἐπίοπτα βένθεα καὶ τέχνῃσιν ἁλὸς διὰ μέτρα δάσαντο δαιμόνιοι. χλούνην μὲν ὀρίτροφον ἠδὲ καὶ ἄρκτον θηρητὴρ ὁράᾳ τε καὶ ἀντιόωντα δοκεύει ἀμφαδίην, ἕκαθέν τε βαλεῖν σχεδόθεν τε δαμάσσαι·
15ἄμφω δ’ ἀσφαλέως γαίης ἔπι θήρ τε καὶ ἀνὴρ μάρνανται, σκύλακες δὲ συνέμποροι ἡγεμονῆες κνώδαλα σημαίνουσι καὶ ἰθύνουσιν ἄνακτας εὐνὴν εἰς αὐτὴν καὶ ἀρηγόνες ἐγγὺς ἕπονται. οὐδ’ ἄρα τοῖς οὐ χεῖμα τόσον δέος, οὐ μὲν ὀπώρη
20φλέγμα φέρει· πολλαὶ γὰρ ἐπακτήρων ἀλεωραὶ λόχμαι τε σκιεραὶ καὶ δειράδες ἄντρα τε πέτρης αὐτορόφου· πολλοὶ δὲ τιταινόμενοι κατ’ ὄρεσφιν
ἀργύρεοι ποταμοί, δίψης ἄκος ἠδὲ λοετρῶν ἀέναοι ταμίαι· παρὰ δὲ χλοάουσι ῥέεθροις200
25ποῖαί τε χθαμαλαί, μαλακὴ κλίσις ὕπνον ἑλέσθαι εὔδιον ἐκ καμάτοιο, καὶ ὥρια δόρπα πάσασθαι ὕλης ἀγρονόμοιο, τά τ’ οὔρεσι πολλὰ φύονται. τερπωλὴ δ’ ἕπεται θήρῃ πλέον ἠέ περ ἱδρώς. ὅσσοι δ’ οἰωνοῖσιν ἐφοπλίζονται ὄλεθρον,
30ῥηϊδίη καὶ τοῖσι πέλει καὶ ὑπόψιος ἄγρη· τοὺς μὲν γὰρ κνώσσοντας ἐληΐσσαντο καλιῆς κρύβδην· τοὺς δὲ δόναξιν ὑπέσπασαν ἰξοφόροισιν· οἱ δὲ τανυπλέκτοισιν ἐν ἕρκεσιν ἤριπον αὐτοὶ εὐνῆς χρηΐζοντες, ἀτερπέα δ’ αὖλιν ἔκυρσαν.
35τλησιπόνοις δ’ ἁλιεῦσιν ἀτέκμαρτοι μὲν ἄεθλοι, ἐλπὶς δ’ οὐ σταθερὴ σαίνει φρένας ἠΰτ’ ὄνειρος· οὐ γὰρ ἀκινήτου γαίης ὕπερ ἀθλεύουσιν, ἀλλ’ αἰεὶ κρυερῷ τε καὶ ἄσχετα μαργαίνοντι ὕδατι συμφορέονται, ὃ καὶ γαίηθεν ἰδέσθαι
40δεῖμα φέρει καὶ μοῦνον ἐν ὄμμασι πειρήσασθαι· δούρασι δ’ ἐν βαιοῖσιν ἀελλάων θεράποντες πλαζόμενοι, καὶ θυμὸν ἐν οἴδμασιν αἰὲν ἔχοντες, αἰεὶ μὲν νεφέλην ἰοειδέα παπταίνουσιν, αἰεὶ δὲ τρομέουσι μελαινόμενον πόρον ἅλμης·
45οὐδέ τι φοιταλέων ἀνέμων σκέπας, οὐδέ τιν’ ὄμβρων ἀλκήν, οὐ πυρὸς ἄλκαρ ὀπωρινοῖο φέρονται. πρὸς δ’ ἔτι καὶ βλοσυρῆς δυσδερκέα δείματα λίμνης κήτεα πεφρίκασι, τά τε σφίσιν ἀντιόωσιν, εὖτ’ ἂν ὑποβρυχίης ἄδυτον περόωσι θαλάσσης·

1

(50)

οὐ μέν τις σκυλάκων ἁλίην ὁδὸν ἡγεμονεύει ἰχθυβόλοις· ἴχνη γὰρ ἀείδελα νηχομένοισιν· οὐδ’ οἵ γ’ εἰσορόωσιν ὅπῃ σχεδὸν ἵξεται ἄγρης ἀντιάσας, οὐ γάρ τι μίην ὁδὸν ἔρχεται, ἰχθύς· θριξὶ δ’ ἐν ἠπεδανοῖσι παλιγνάμπτοιό τε χαλκοῦ202
55χείλεσι καὶ δονάκεσσι λίνοισί τε κάρτος ἔχουσιν. Οὐ μὴν τερπωλῆς ἀπολείπεαι, αἴ κ’ ἐθέλῃσθα τέρπεσθαι, γλυκερὴ δὲ πέλει βασιλήϊος ἄγρη. νῆα μὲν εὐγόμφωτον, ἐΰζυγον, ἔξοχα κούφην, αἰζηοὶ κώπῃσιν ἐπειγομένῃς ἐλόωσι,
60νῶτον ἁλὸς θείνοντες· ὁ δ’ ἐν πρύμνῃσιν ἄριστος ἰθυντὴρ ἀλίαστον ἄγει καὶ ἀμεμφέα νῆα χῶρον ἐς εὐρύαλόν τε καὶ εὔδια πορφύροντα· ἔνθα δὲ δαιτυμόνων νεπόδων ἀπερείσια φῦλα φέρβεται, οὓς θεράποντες ἀεὶ κομέουσιν, ἐδωδῇ
65πολλῇ πιαίνοντες, ἑτοιμότατον χορὸν ἄγρης σοί τε, μάκαρ, καὶ παιδὶ μεγαυχέϊ, πώεα θήρης. αὐτίκα γὰρ χειρὸς μὲν ἐΰπλοκον εἰς ἅλα πέμπεις ὁρμιήν, ὁ δὲ ῥίμφα γένυν κατεδέξατο χαλκοῦ ἰχθὺς ἀντιάσας, τάχα δ’ ἕλκεται ἐκ βασιλῆος
70οὐκ ἀέκων, σέο δ’ ἦτορ ἰαίνεται, ὄρχαμε γαίης· πολλὴ γὰρ βλεφάροισι καὶ ἐν φρεσὶ τέρψις ἰδέσθαι παλλόμενον καὶ ἑλισσόμενον πεπεδημένον ἰχθύν.
Ἀλλά μοι ἱλήκοις μὲν ἁλὸς πόρῳ ἐμβασιλεύων εὐρυμέδων Κρονίδης γαιηόχος, ἠδὲ Θάλασσα204
75αὐτή, καὶ ναετῆρες ἐριγδούποιο θαλάσσης δαίμονες, ὑμετέρας τ’ ἀγέλας καὶ ἁλίτροφα φῦλα εἰπέμεν αἰνήσαιτε· σὺ δ’ ἰθύνειας ἕκαστα, πότνα Θεά, καὶ πατρὶ καὶ υἱέϊ παμβασιλῆος θυμήρη τάδε δῶρα τεῆς πόρσυνον ἀοιδῆς.
80 Μυρία μὲν δὴ φῦλα καὶ ἄκριτα βένθεσι πόντου ἐμφέρεται πλώοντα· τὰ δ’ οὔ κέ τις ἐξονομήναι ἀτρεκέως· οὐ γάρ τις ἐφίκετο τέρμα θαλάσσης· ἀλλὰ τριηκοσίων ὀργυιῶν ἄχρι μάλιστα ἀνέρες ἴσασίν τε καὶ ἔδρακον Ἀμφιτρίτην.
85πολλὰ δ’ (ἀπειρεσίη γὰρ ἀμετροβαθής τε θάλασσα,) κέκρυπται, τά κεν οὔ τις ἀείδελα μυθήσαιτο θνητὸς ἐών· ὀλίγος δὲ νόος μερόπεσσι καὶ ἀλκή. οὐ μὲν γὰρ γαίης πολυμήτορος ἔλπομαι ἅλμην παυροτέρας ἀγέλας οὔτ’ ἔθνεα μείονα φέρβειν.
90ἀλλ’ εἴτ’ ἀμφήριστος ἐν ἀμφοτέρῃσι γενέθλη εἴθ’ ἑτέρη προβέβηκε, θεοὶ σάφα τεκμαίρονται, ἡμεῖς δ’ ἀνδρομέοισι νοήμασι μέτρα φέροιμεν. Ἰχθύσι μὲν γενεή τε καὶ ἤθεα καὶ πόρος ἅλμης κέκριται, οὐδέ τι πᾶσι νομαὶ νεπόδεσσιν ὁμοῖαι·
95οἱ μὲν γὰρ χθαμαλοῖσι παρ’ αἰγιαλοῖσι νέμονται, ψάμμον ἐρεπτόμενοι καὶ ὅς’ ἐν ψαμάθοισι φύονται,
ἵπποι κόκκυγές τε θοοὶ ξανθοί τ’ ἐρυθῖνοι καὶ κίθαροι καὶ τρίγλα καὶ ἀδρανέες μελάνουροι τραχούρων τ’ ἀγέλαι βούγλωσσά τε καὶ πλατύουροι206

1

(100)

ταινίαι ἀβληχραὶ καὶ μορμύρος, αἰόλος ἰχθύς, σκόμβροι κυπρῖνοί τε καὶ οἳ φίλοι αἰγιαλοῖσιν.
Ἄλλοι δ’ αὖ πηλοῖσι καὶ ἐν τενάγεσσι θαλάσσης φέρβονται, βατίδες τε βοῶν θ’ ὑπέροπλα γένεθλα τρυγών τ’ ἀργαλέη καὶ ἐτήτυμον οὔνομα νάρκη,208
105ψῆτται καλλαρίαι καὶ τριγλίδες ἔργα τ’ ὀνίσκων σαῦροί τε σκέπανοί τε καὶ ὅσς’ ἐνιτέτροφε πηλοῖς. Θῖνα δ’ ἀνὰ πρασόεσσαν ὑπὸ χλοεραῖς βοτάνῃσι
βόσκονται μαινῖδες ἰδὲ τράγοι ἠδ’ ἀθερῖναι καὶ σμαρίδες καὶ βλέννος ἰδὲ σπάροι ἀμφότεροί τε210
110βῶκες ὅσοις τ’ ἄλλοισι φίλον πράσον ἀμφινέμεσθαι. Κεστρέες αὖ κέφαλοί τε, δικαιότατον γένος ἅλμης, λάβρακές τ’ ἀμίαι τε θρασύφρονες ἠδὲ χρέμητες πηλαμύδες γόγγροι τε καὶ ὃν καλέουσιν ὄλισθον γείτονα ναιετάουσιν ἀεὶ ποταμοῖσι θάλασσαν
115ἢ λίμναις, ὅθι λαρὸν ὕδωρ μεταπαύεται ἅλμης, πολλή τε πρόχυσις συμβάλλεται ἰλυόεσσα, ἑλκομένη δίνῃσιν ἀπὸ χθονός· ἔνθα νέμονται φορβὴν ἱμερτὴν γλυκερῇ θ’ ἁλὶ πιαίνονται.
λάβραξ δ’ οὐδ’ αὐτῶν ποταμῶν ἀπολείπεται ἔξω,212
120ἐκ δ’ ἁλὸς ἐς προχοὰς ἀνανήχεται· ἐγχέλυες δὲ ἐκ ποταμῶν πλαταμῶσιν ἐνιχρίμπτουσι θαλάσσης. Πέτραι δ’ ἀμφίαλοι πολυειδέες· αἱ μὲν ἔασι φύκεσι μυδαλέαι, περὶ δὲ μνία πολλὰ πέφυκε· τὰς ἦτοι πέρκαι καὶ ἰουλίδες ἀμφί τε χάννοι
125φέρβονται σάλπαι τε μετὰ σφίσιν αἰολόνωτοι καὶ κίχλαι ῥαδιναὶ καὶ φυκίδες οὕς θ’ ἁλιῆες ἀνδρὸς ἐπωνυμίην θηλύφρονος ηὐδάξαντο. Ἄλλαι δὲ χθαμαλαὶ ψαμαθώδεος ἄγχι θαλάσσης λεπράδες, ἃς κίρρις τε σύαινά τε καὶ βασιλίσκοι
130ἐν δὲ μύλοι τρίγλης τε ῥοδόχροα φῦλα νέμονται.
Ἄλλαι δ’ αὖ ποιῇσιν ἐπίχλοοι ὑγρὰ μέτωπα πέτραι σαργὸν ἔχουσιν ἐφέστιον ἠδὲ σκίαιναν χαλκέα καὶ κορακῖνον ἐπώνυμον αἴθοπι χροιῇ, καὶ σκάρον, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις214
135φθέγγεται ἰκμαλέην λαλαγὴν καὶ μοῦνος ἐδητὺν ἄψορρον προΐησιν ἀνὰ στόμα, δεύτερον αὖτις δαινύμενος, μήλοισιν ἀναπτύσσων ἴσα φορβήν. Ὅσσαι δ’ αὖ χήμῃσι περίπλεοι ἢ λεπάδεσσιν, ἐν δέ σφιν θαλάμαι τε καὶ αὔλια δύμεναι ἰχθῦς,
140τῇσι δὲ καὶ φάγροι καὶ ἀναιδέες ἀγριόφαγροι
κέρκουροί τε μένουσι καὶ ὀψοφάγοι καὶ ἀνιγραὶ μύραιναι σαῦροί τε καὶ ὀψιμόρων γένος ὀρφῶν, οἳ πάντων περίαλλα κατὰ χθόνα δηθύνουσι ζωοὶ καὶ τμηθέντες ἔτι σπαίρουσι σιδήρῳ.216
145 Ἄλλοι δ’ ἐν βένθεσσιν ὑπόβρυχα μιμνάζουσι φωλειοῖς, πρόβατόν τε καὶ ἥπατοι ἠδὲ πρέποντες, ἴφθιμοι μεγάλοι τε φυήν, νωθροὶ δὲ κέλευθα εἱλεῦνται· τὸ καὶ οὔποθ’ ἑὴν λείπουσι χαράδρην, ἀλλ’ αὐτοῦ λοχόωσι παραὶ μυχόν, ὅς κε πελάσσῃ,

1

(150)

χειροτέροις ἀΐδηλον ἐπ’ ἰχθύσι πότμον ἄγοντες· ἐν καὶ ὄνος κείνοις ἐναρίθμιος, ὃς περὶ πάντων
πτήσσει ὀπωρινοῖο κυνὸς δριμεῖαν ὁμοκλήν, μίμνει δ’ ἐγκαταδὺς σκότιον μυχόν, οὐδὲ πάροιθεν ἔρχεται, ὅσσον ἄησιν ἐπὶ χρόνον ἄγριος ἀστήρ.218
155 Ἔστι δέ τις πέτρῃσιν ἁλικλύστοισι μεμηλώς, ξανθὸς ἰδεῖν, κεστρεῦσι φυὴν ἐναλίγκιος ἰχθύς, τὸν μερόπων ἕτεροι μὲν ἐπικλείουσιν ἄδωνιν, ἄλλοι δ’ ἐξώκοιτον ἐφήμισαν, οὕνεκα κοίτας ἐκτὸς ἁλὸς τίθεται, μοῦνος δ’ ἐπὶ χέρσον ἀμείβει,
160ὅσσοι γε βράγχη, στόματος πτύχας, ἀμφὶς ἔχουσιν. εὖτε γὰρ εὐνήσῃ χαροπῆς ἁλὸς ἔργα γαλήνη, αὐτὰρ ὅ γ’ ἐσσυμένοισι συνορμηθεὶς ῥοθίοισι, πέτραις ἀμφιταθεὶς ἀμπαύεται εὔδιον ὕπνον. ὀρνίθων δ’ ἁλίων τρομέει γένος, οἵ οἱ ἔασι
165δυσμενέες· τῶν ἤν τιν’ ἐσαθρήσῃ πελάσαντα, πάλλεται ὀρχηστῆρι πανείκελος, ὄφρα ἑ πόντου προπροκυλινδόμενον σπιλάδων ἄπο χεῦμα σαώσῃ.
Οἱ δὲ καὶ ἐν πέτρῃσι καὶ ἐν ψαμάθοισι νέμονται, ἀγλαΐῃ χρύσοφρυς ἐπώνυμος ἠδὲ δράκοντες220
170σῖμοί τε γλαῦκοί τε καὶ ἀλκησταὶ συνόδοντες, σκορπίος ἀϊκτήρ, δίδυμον γένος, ἀμφότεραί τε σφύραιναι δολιχαὶ ῥαφίδες θ’ ἅμα τῇσιν ἀραιαί· ἐν δὲ χάραξ κοῦφοί τε κυβιστητῆρες ἔασι κωβιοί· ἐν δὲ μυῶν χαλεπὸν γένος, οἳ περὶ πάντων
175θαρσαλέοι νεπόδων καί τ’ ἀνδράσιν ἀντιφέρονται, οὔτι τόσοι περ ἐόντες· ἐπὶ στερεῇ δὲ μάλιστα ῥινῷ καὶ πυκινοῖσι πεποιθότες ἔνδον ὀδοῦσι,
ἰχθύσι καὶ μερόπεσσιν ἀρειοτέροισι μάχονται. Οἱ δ’ ἐν ἀμετρήτοισιν ἄλην πελάγεσσιν ἔχουσι,222
180τηλοῦ ἀπὸ τραφερῆς οὐδ’ ᾐόσιν εἰσὶν ἑταῖροι, θύννοι μὲν θύνοντες, ἐν ἰχθύσιν ἔξοχοι ὁρμήν, κραιπνότατοι, ξιφίαι τε φερώνυμοι ἠδ’ ὑπέροπλος ὀρκύνων γενεὴ καὶ πρημάδες ἠδὲ κυβεῖαι, καὶ κολίαι σκυτάλαι τε καὶ ἱππούροιο γένεθλα.
185ἐν τοῖς καὶ κάλλιχθυς ἐπώνυμος, ἱερὸς ἰχθύς· ἐν κείνοις νέμεται καὶ πομπίλος, ὃν πέρι ναῦται ἅζονται, πομπῇ δ’ ἐπεφήμισαν οὔνομα νηῶν·
ἔξοχα γὰρ νήεσσι γεγηθότες ὑγρὰ θεούσαις ἕσπονται πομπῆες ὁμόστολοι, ἄλλοθεν ἄλλος224
190ἀμφιπερισκαίροντες ἐΰζυγον ἅρμα θαλάσσης τοίχους τ’ ἀμφοτέρους περί τε πρυμναῖα χαλινὰ οἰήκων, ἄλλοι δὲ περὶ πρώρην ἀγέρονται· οὐδέ κεν αὐτόμολον κείνων πλόον, ἀλλ’ ὑπὸ δεσμῷ φαίης εὐγόμφοισιν ἐνισχομένους πινάκεσσιν
195ἑλκομένους ἀέκοντας ἀναγκαίῃσιν ἄγεσθαι. τόσσον ἔρως γλαφυρῇσιν ἐφ’ ὁλκάσιν ἑσμὸν ἀγείρει. οἷον δὴ βασιλῆα φερέπτολιν ἠέ τιν’ ἄνδρα ἀθλοφόρον, θαλλοῖσι νεοστέπτοισι κομῶντα, παῖδές τ’ ἠΐθεοί τε καὶ ἀνέρες ἀμφιέποντες

1

(200)

ὃν δόμον εἰσανάγουσι καὶ ἀθρόοι αἰὲν ἕπονται, εἰσόκεν εὐερκῆ μεγάρων ὑπὲρ οὐδὸν ἀμείψῃ· ὣς οἵ γ’ ὠκυπόροισιν ἀεὶ νήεσσιν ἕπονται, ὄφρ’ οὔτις γαίης ἐλάει φόβος· ἀλλ’ ὅτε χέρσον φράσσωνται, τραφερὴν δὲ μέγ’ ἐχθαίρουσιν ἄρουραν,
205αὖτις ἀφορμηθέντες ἀολλέες ἠΰτε νύσσης πάντες ἀποθρώσκουσι καὶ οὐκέτι νηυσὶν ἕπονται. σῆμα τόδε πλωτῆρσιν ἐτήτυμον ἐγγύθι γαίης ἔμμεναι, εὖτε λιπόντας ὁμοπλωτῆρας ἴδωνται. πομπίλε, ναυτιλίῃσι τετιμένε, σοὶ δέ τις ἀνὴρ
210εὐκραεῖς ἀνέμων τεκμαίρεται ἐλθέμεν αὔρας· εὔδια γὰρ στέλλῃ τε καὶ εὔδια σήματα φαίνεις. Καὶ μὲν δὴ πελάγεσσιν ὁμῶς ἐχενηῒς ἑταίρη·
ἡ δ’ ἦτοι ταναὴ μὲν ἰδεῖν, μῆκος δ’ ἰσόπηχυς, χροιὴ δ’ αἰθαλόεσσα, φυὴ δέ οἱ ἐγχελύεσσιν226
215εἴδεται, ὀξὺ δέ οἱ κεφαλῆς στόμα νέρθε νένευκε καμπύλον, ἀγκίστρου περιηγέος εἴκελον αἰχμῇ. θαῦμα δ’ ὀλισθηρῆς ἐχενηΐδος ἐφράσσαντο ναυτίλοι· οὐ μὲν δή τις ἐνὶ φρεσὶ πιστώσαιτο εἰσαΐων· αἰεὶ γὰρ ἀπειρήτων νόος ἀνδρῶν
220δύσμαχος, οὐδ’ ἐθέλουσι καὶ ἀτρεκέεσσι πιθέσθαι· νῆα τιταινομένην ἀνέμου ζαχρηέος ὁρμῇ, λαίφεσι πεπταμένοισιν ἁλὸς διὰ μέτρα θέουσαν, ἰχθὺς ἀμφιχανὼν ὀλίγον στόμα νέρθεν ἐρύκει, πᾶσαν ὑποτρόπιος βεβιημένος· οὐδ’ ἔτι τέμνει
225κῦμα καὶ ἱεμένη, κατὰ δ’ ἔμπεδον ἐστήρικται, ἠΰτ’ ἐν ἀκλύστοισιν ἐεργομένη λιμένεσσι. καὶ τῆς μὲν λίνα πάντα περὶ προτόνοισι μέμυκε, ῥοχθεῦσιν δὲ κάλωες, ἐπημύει δὲ κεραίη, ῥιπῇ ἐπειγομένη, πρύμνῃ δ’ ἔπι πάντα χαλινὰ
230ἰθυντὴρ ἀνίησιν, ἐπισπέρχων ὁδὸν ἅλμης· ἡ δ’ οὔτ’ οἰήκων ἐμπάζεται οὔτ’ ἀνέμοισι πείθεται, οὐ ῥοθίοισιν ἐλαύνεται, ἀλλὰ παγεῖσα μίμνει τ’ οὐκ ἐθέλουσα καὶ ἐσσυμένη πεπέδηται, ἰχθύος οὐτιδανοῖο κατὰ στόμα ῥιζωθεῖσα·
235ναῦται δὲ τρομέουσιν, ἀείδελα δεσμὰ θαλάσσης δερκόμενοι καὶ θάμβος ἴσον λεύσσοντες ὀνείρῳ. ὡς δ’ ὅτ’ ἐνὶ ξυλόχοισιν ἀνὴρ λαιψηρὰ θέουσαν θηρητὴρ ἔλαφον δεδοκημένος ἄκρον ὀϊστῷ κῶλον ὑπὸ πτερόεντι βαλὼν ἐπέδησεν ἐρωῆς·
240ἡ δὲ καὶ ἐσσυμένη περ ἀναγκαίῃς ὀδύνῃσιν ἀμφιπαγεῖς’ ἀέκουσα μένει θρασὺν ἀγρευτῆρα· τοίην νηῒ πέδην περιβάλλεται αἰόλος ἰχθὺς
ἀντιάσας· τοίων δὲ φερωνυμίην λάχεν ἔργων. Χαλκίδες αὖ θρίσσαι τε καὶ ἀβραμίδες φορέονται228
245ἀθρόαι, ἄλλοτε δ’ ἄλλον ἁλὸς πόρον, ἢ περὶ πέτρας ἢ πελάγη, δολιχοῖσί τ’ ἐπέδραμον αἰγιαλοῖσιν, αἰὲν ἀμειβόμεναι ξείνην ὁδὸν ἠΰτ’ ἀλῆται. Ἀνθιέων δὲ μάλιστα νομαὶ πέτρῃσι βαθείαις ἔμφυλοι· ταῖς δ’ οὔτι παρέστιοι αἰὲν ἔασι,

1

(250)

πάντῃ δὲ πλάζονται, ὅπῃ γένυς, ἔνθα κελεύει γαστὴρ καὶ λαίμαργος ἔρως ἀκόρητος ἐδωδῆς· ἔξοχα γὰρ παρὰ πάντας ἀδηφάγος οἶστρος ἐλαύνει κείνους καὶ νωδόν περ ὑπὸ στόμα χῶρον ἔχοντας. τέσσαρα δ’ ἀνθιέων μεγακήτεα φῦλα νέμονται,
255ξανθοί τ’ ἀργεννοί τε τὸ δὲ τρίτον αἷμα κελαινοί· ἄλλους δ’ εὐωπούς τε καὶ αὐλωποὺς καλέουσιν, οὕνεκα τοῖς καθύπερθεν ἑλισσομένη κατὰ κύκλον
ὀφρὺς ἠερόεσσα περίδρομος ἐστεφάνωται. Δοιοὶ δὲ σκληροῖσιν ἀρηρότα γυῖα χιτῶσι230
260φραξάμενοι κόλποισιν ἐνιπλώουσι θαλάσσης, κάραβος ὀξυπαγὴς ἠδ’ ἀστακός· οἱ δὲ καὶ ἄμφω πέτραις ἐνναίουσι καὶ ἐν πέτρῃσι νέμονται. ἄστακος αὖ πέρι δή τι καὶ οὐ φατὸν οἷον ἔρωτα οἰκείης θαλάμης κεύθει φρεσίν, οὐδέ ποτ’ αὐτῆς
265λείπεθ’ ἑκών, ἀλλ’ εἴ μιν ἀναγκαίῃ τις ἐρύσσας τῆλε φέρων ἑτέρωσε πάλιν πόντονδε μεθείη, αὐτὰρ ὅγ’ οὐ μετὰ δηρὸν ἑὴν νόστησε χαράδρην σπεύδων, οὐδ’ ἐθέλει ξεῖνον μυχὸν ἄλλον ἑλέσθαι, οὐδ’ ἑτέρης πέτρης ἐπιβάλλεται, ἀλλὰ διώκει
270καὶ δόμον ὃν κατέλειπε καὶ ἤθεα καὶ νομὸν ἅλμης κείνης ἥ μιν ἔφερβε καὶ οὐκ ἤχθηρε θάλασσαν, τῆς μιν ἀπεξείνωσαν ἁλίπλοοι ἀγρευτῆρες. ὣς ἄρα καὶ πλωτοῖσιν ἑὸς δόμος ἠδὲ θάλασσα πατρῴη καὶ χῶρος ἐφέστιος, ἔνθ’ ἐγένοντο,
275στάζει ἐνὶ κραδίῃ γλυκερὸν γάνος, οὐδ’ ἄρα μούνοις πατρὶς ἐφημερίοισι πέλει γλυκερώτατον ἄλλων· οὐδ’ ἀλεγεινότερον καὶ κύντερον, ὅς κεν ἀνάγκῃ φυξίπολιν πάτρης τελέσῃ βίον ἀλγινόεντα, ξεῖνος ἐν ἀλλοδαποῖσιν ἀτιμίης ζυγὸν ἕλκων.
280 Ἐν κείνῃ γενεῇ καὶ καρκίνοι εἰσὶν ἀλῆται καρίδων τε νομαὶ καὶ ἀναιδέα φῦλα παγούρων, οἵτε καὶ ἀμφιβίοις ἐναρίθμιον αἶσαν ἔχουσι. Πάντες δ’ οἷσί τε κῶλον ὑπ’ ὀστράκῳ ἐστήρικται, ὄστρακον ἐκδύνουσι γεραίτερον, ἄλλο δ’ ἔνερθε232
285σαρκὸς ὑπὲκ νεάτης ἀνατέλλεται· οἱ δὲ πάγουροι, ἡνίκα ῥηγνυμένοιο βίην φράσσωνται ἐλύτρου, πάντῃ μαιμώωσιν ἐδητύος ἰσχανόωντες, ῥηϊτέρη ῥινοῖο διάκρισις ὄφρα γένηται πλησαμένων· εὖτ’ ἂν δὲ διατμαγὲν ἕρκος ὀλίσθῃ,
290οἱ δ’ ἦτοι πρῶτον μὲν ἐπὶ ψαμάθοισι τέτανται αὔτως, οὔτε βορῆς μεμνημένοι οὔτε τευ ἄλλου, ἐλπόμενοι φθιμένοισι μετέμμεναι οὐδ’ ἔτι θερμὸν ἐμπνείειν, ῥινῷ δὲ περιτρομέουσιν ἀραιῇ ἀρτιφύτῳ· μετὰ δ’ αὖτις ἀγειρόμενοι νόον ἤδη
295βαιὸν θαρσήσαντες ἀπὸ ψαμάθοιο πάσαντο· τόφρα δὲ θυμὸν ἔχουσιν ἀμήχανον ἀδρανέοντες, ὄφρα περὶ μελέεσσι νέον σκέπας ἀμφιπαγείη. ὡς δέ τις ἰητὴρ νουσαχθέα φῶτα κομίζων ἤμασι μὲν πρώτοισι βορῆς ἀπόπαστον ἐρύκει,

1

(300)

πήματος ἀμβλύνων μαλερὸν σθένος, αὐτὰρ ἔπειτα τυτθὰ βορῆς ὤρεξε νοσήλια, μέχρις ἅπασαν ἄτην γυιοβόρους τε δύας ὀδύνας τε καθήρῃ· ὣς οἵγ’ ἀρτιφύτοισιν ἀναΐσσουσιν ἐλύτροις δειδιότες νούσοιο κακὰς ὑπὸ κῆρας ἀλύξαι.
305Ἄλλοι δ’ ἑρπυστῆρες ἁλὸς ναίουσιν ἐναύλους,
πουλύποδες σκολιοὶ καὶ κορδύλος ἠδ’ ἁλιεῦσιν ἐχθομένη σκολόπενδρα καὶ ὀσμύλος· οἱ δὲ καὶ αὐτοὶ ἀμφίβιοι· καί πού τις ἀνὴρ ἴδεν ἀγροιώτης γηπόνος, ἀγχιάλοισι φυτηκομίῃσι μεμηλώς,234
310ὀσμύλον εὐκάρποις ἢ πούλυπον ἀμφὶ κράδῃσι πλεγνύμενον γλυκερόν τε φυτῶν ἀπὸ καρπὸν ἔδοντα. τοῖς δὲ μεθ’ ἑρπυστῆρσιν ἴσον λάχεν οἶμα δολόφρων σηπίη· ἄλλα δὲ φῦλα μετ’ οἴδμασιν ὀστρακόρινα, πολλὰ μὲν ἐν πέτρῃσι, τὰ δ’ ἐν ψαμάθοισι νέμονται,
315νηρῖται στρόμβων τε γένος καὶ πορφύραι αὐταὶ κήρυκές τε μύες τε καὶ ἀτρεκὲς οὔνομα σωλὴν ὄστρεά θ’ ἑρσήεντα καὶ ὀκριόεντες ἐχῖνοι· τοὺς εἴ τις καὶ τυτθὰ διατμήξας ἐνὶ πόντῳ
ῥίψῃ, συμφυέες τε παλίνζωοί τε νέμονται.236
320Καρκινάσιν δ’ αὐταῖς μὲν ἐπ’ ὄστρακον οὔτι
320
πέφυκεν ἐκ γενετῆς, γυμναὶ δὲ καὶ ἀσκεπέες καὶ ἀφαυραὶ τίκτονται, κτητοὺς δὲ δόμους ἐπιμηχανόωνται, ἀβληχροῖς μελέεσσι νόθον σκέπας ἀμφιβαλοῦσαι· εὖτε γὰρ ἀθρήσωσι λελειμμένον ὀρφανὸν αὔτως
325ὄστρακον, οἰκητῆρος ἀνέστιον οἰχομένοιο, αἵδ’ εἴσω καταδῦσαι ὑπ’ ἀλλοτρίοισιν ἐλύτροις ἑζόμεναι ναίουσι καὶ ὃν κτήσαντο μέλαθρον· τῷ δὲ συνερπύζουσι καὶ ἔνδοθεν ἕρκος ἄγουσιν, εἴτε τι νηρίτης ἔλιπε σκέπας εἴτε τι κῆρυξ
330ἢ στρόμβος· στρόμβων δὲ δύσεις φιλέουσι μάλιστα, οὕνεκεν εὐρεῖαί τε μένειν κοῦφαί τε φέρεσθαι. ἀλλ’ ὅτ’ ἀεξομένη πλήσῃ μυχὸν ἔνδον ἐοῦσα καρκινάς, οὐκέτι κεῖνον ἔχει δόμον, ἀλλὰ λιποῦσα δίζεται εὐρύτερον κόχλου κύτος ἀμφιβαλέσθαι.
335πολλάκι δὲ γλαφυρῆς κύμβης πέρι καρκινάδεσσιν ἀλκὴ καὶ μέγα νεῖκος ἐγείρεται, ἐκ δ’ ἐλάσασα κρείττων χειροτέρην δόμον ἄρμενον ἀμφέθετ’ αὐτή. Ἔστι δέ τις γλαφυρῷ κεκαλυμμένος ὀστράκῳ
338
ἰχθύς, μορφὴν πουλυπόδεσσιν ἀλίγκιος, ὃν καλέουσι
340ναυτίλον, οἰκείῃσιν ἐπικλέα ναυτιλίῃσι· ναίει μὲν ψαμάθοις, ἀνὰ δ’ ἔρχεται ἄκρον ἐς ὕδωρ
πρηνής, ὄφρα κε μή μιν ἐνιπλήσειε θάλασσα· ἀλλ’ ὅτ’ ἀναπλώσῃ ῥοθίων ὕπερ Ἀμφιτρίτης, αἶψα μεταστρεφθεὶς ναυτίλλεται, ὥστ’ ἀκάτοιο238
345ἴδρις ἀνήρ· δοιοὺς μὲν ἄνω πόδας ὥστε κάλωας ἀντανύει, μέσσος δὲ διαρρέει ἠΰτε λαῖφος λεπτὸς ὑμήν, ἀνέμῳ τε τιταίνεται· αὐτὰρ ἔνερθε δοιοὶ ἁλὸς ψαύοντες, ἐοικότες οἰήκεσσι, πομποί τ’ ἰθύνουσι δόμον καὶ νῆα καὶ ἰχθύν.

1

(350)

ἀλλ’ ὅτε ταρβήσῃ σχεδόθεν κακόν, οὐκέτ’ ἀήταις φεύγει ἐπιτρέψας, σὺν δ’ ἔσπασε πάντα χαλινά, ἱστία τ’ οἴηκάς τε, τὸ δ’ ἀθρόον ἔνδον ἔδεκτο κῦμα βαρυνόμενός τε καθέλκεται ὕδατος ὁρμῇ. ὦ πόποι, ὃς πρώτιστος ὄχους ἁλὸς εὕρατο νῆας,
355εἴτ’ οὖν ἀθανάτων τις ἐπεφράσατ’ εἴτε τις ἀνὴρ τολμήεις πρώτιστος ἐπεύξατο κῦμα περῆσαι, ἦ που κεῖνον ἰδὼν πλόον ἰχθύος εἴκελον ἔργον δουροπαγὲς τόρνωσε, τὰ μὲν πνοιῇσι πετάσσας ἐκ προτόνων, τὰ δ’ ὄπισθε χαλινωτήρια νηῶν.
360 Κήτεα δ’ ὀβριμόγυια, πελώρια, θαύματα πόντου, ἀλκῇ ἀμαιμακέτῳ βεβριθότα, δεῖμα μὲν ὅσσοις εἰσιδέειν, αἰεὶ δ’ ὀλοῇ κεκορυθμένα λύσσῃ, πολλὰ μὲν εὐρυπόροισιν ἐνιστρέφεται πελάγεσσιν, ἔνθα Ποσειδάωνος ἀτέκμαρτοι περιωπαί,
365παῦρα δὲ ῥηγμίνων σχεδὸν ἔρχεται, ὅσσα φέρουσιν ἠϊόνες βαρύθοντα καὶ οὐκ ἀπολείπεται ἅλμης·
τῶν ἦτοι κρυερός τε λέων βλοσυρή τε ζύγαινα πορδάλιές τ’ ὀλοαὶ καὶ φύσαλοι αἰθυκτῆρες· ἐν δὲ μέλαν θύννων ζαμενὲς γένος, ἐν δὲ δαφοινὴ240
370πρῆστις ἀταρτηρῆς τε δυσαντέα χάσματα λάμνης, μάλθη τ’ οὐ μαλακῇσιν ἐπώνυμος ἀδρανίῃσι, κριοί τ’ ἀργαλέοι καὶ ἀπαίσιον ἄχθος ὑαίνης καὶ κύνες ἁρπακτῆρες ἀναιδέες· ἐν δὲ κύνεσσι τριχθαδίη γενεή· τὸ μὲν ἄγριον ἐν πελάγεσσι
375κήτεσι λευγαλέοις ἐναρίθμιον· ἄλλα δὲ φῦλα διπλόα καρτίστοισι μετ’ ἰχθύσι δινεύονται πηλοῖς ἐν βαθέεσσι· τὸ μὲν κέντροισι κελαινοῖς κεντρίναι αὐδώωνται ἐπώνυμοι· ἄλλο δ’ ὁμαρτῇ
κλείονται γαλεοί· γαλεῶν δ’ ἑτερότροπα φῦλα242
380σκύμνοι καὶ λεῖοι καὶ ἀκανθίαι· ἐν δ’ ἄρα τοῖσι ῥῖναι ἀλωπεκίαι καὶ ποικίλοι· εἴκελα δ’ ἔργα πᾶσιν ὁμοῦ φορβή τε σὺν ἀλλήλοις τε νέμονται. Δελφῖνες δ’ ἀκταῖς τε πολυρραθάγοισι γάνυνται καὶ πελάγη ναίουσι, καὶ οὔποθι νόσφι θάλασσα
385δελφίνων· περὶ γάρ σφε Ποσειδάων ἀγαπάζει· οὕνεκά οἱ κούρην κυανώπιδα Νηρηΐνην μαιομένῳ φεύγουσαν ἑὸν λέχος Ἀμφιτρίτην φρασσάμενοι δελφῖνες ἐν Ὠκεανοῖο δόμοισι κευθομένην ἤγγειλαν· ὁ δ’ αὐτίκα κυανοχαίτης
390παρθένον ἐξήρπαξεν ἀναινομένην τε δάμασσε. καὶ τὴν μὲν παράκοιτιν, ἁλὸς βασίλειαν, ἔθηκε, ἀγγελίης δ’ ᾔνησεν ἐνηέας οὓς θεράποντας, κλήρῳ δ’ ἐν σφετέρῳ περιώσιον ὤπασε τιμήν. Ἔστι δ’ ἀμειλίκτοις ἐνὶ κήτεσιν ἅσσα καὶ ἅλμης
395ἐκτὸς ἐπὶ τραφερῆς φυσίζοον ἔρχεται οὖδας·
δηρὸν δ’ ἠϊόνεσσι καὶ ἀγχιάλοισιν ἀρούραις μίσγοντ’ ἐγχέλυές τε καὶ ἀσπιδόεσσα χελώνη καστορίδες τ’ ὀλοαὶ δυσπενθέες, αἵ τ’ ἀλεγεινὴν ὄσσαν ἐπὶ κροκάλῃσιν ἀπαίσιον ὠρύονται244

1

(400)

ἀνδράσιν· ὃς δέ κε γῆρυν ἐν οὔασιν ἀλγινόεσσαν δέξηται στυγερῆς τ’ ἐνοπῆς κωκυτὸν ἀκούσῃ, οὐ τηλοῦ θανάτοιο τάχ’ ἔσσεται, ἀλλά οἱ ἄτην καὶ μόρον αἰνοτάτη κείνη μαντεύεται αὐδή. ναὶ μὴν καὶ φάλαιναν ἀναιδέα φασὶ θαλάσσης
405ἐκβαίνειν χέρσονδε καὶ ἠελίοιο θέρεσθαι. φῶκαι δ’ ἐννύχιαι μὲν ἀεὶ λείπουσι θάλασσαν, πολλάκι δ’ ἠμάτιαι πέτραις ἐνὶ καὶ ψαμάθοισιν εὔκηλοι μίμνουσι καὶ ἔξαλον ὕπνον ἔχουσι. Ζεῦ πάτερ, ἐς δὲ σὲ πάντα καὶ ἐκ σέθεν ἐρρίζωνται·
410εἴτ’ οὖν αἰθέρος οἶκον ὑπέρτατον εἴτ’ ἄρα πάντῃ
ναιετάεις· θνητῷ γὰρ ἀμήχανον ἐξονομῆναι. οἵῃ σὺν φιλότητι διακρίνας ἐκέδασσας αἰθέρα τ’ αἰγλήεντα καὶ ἠέρα καὶ χυτὸν ὕδωρ καὶ χθόνα παμμήτειραν, ἀπ’ ἀλλήλων μὲν ἕκαστα,246
415πάντα δ’ ἐν ἀλλήλοισιν ὁμοφροσύνης ὑπὸ δεσμῷ ἀρρήκτῳ συνέδησας, ἀναγκαίῃ δ’ ἐπέρεισας ἀστεμφῆ πάγκοινον ὑπὸ ζυγόν· οὔτε γὰρ αἰθὴρ ἠέρος οὔτ’ ἀὴρ ἄτερ ὕδατος, οὐδὲ μὲν ὕδωρ γαίης νόσφι τέτυκται, ἐν ἀλλήλοις δὲ φύονται,
420πάντα δ’ ὁδὸν μίαν εἶσι, μίαν δ’ ἀνελίσσετ’ ἀμοιβήν. τοὔνεκα καὶ ξυνῇσιν ὁμηρεύουσι γενέθλαις ἀμφιβίων· καὶ τοὶ μὲν ἀναστείχους’ ἐπὶ γαῖαν ποντόθεν, ἄλλοι δ’ αὖτε κατ’ ἠέρος Ἀμφιτρίτῃ μίσγονται, κοῦφοί τε λάροι στονόεντά τε φῦλα
425ἁλκυόνων κρατεροί θ’ ἁλιαίετοι ἁρπακτῆρες ἄλλα θ’ ὅς’ ἰχθυάᾳ διερῆς τ’ ἐπιβάλλεται ἄγρης. ἠέρα δ’ αὖ τέμνουσι καὶ εἰνάλιοί περ ἐόντες τευθίδες ἱρήκων τε γένος βυθίη τε χελιδών· οἱ δ’ ὅτε ταρβήσωσιν ὑπέρτερον ἐγγύθεν ἰχθύν,
430ἐξ ἁλὸς ἀνθρώσκουσι καὶ ἠέριοι ποτέονται. ἀλλ’ αἱ μὲν καὶ τῆλε καὶ ὑψόθι ταρσὸν ἱεῖσι τευθίδες· ἦτε κεν ὄρνιν ὀΐσσεαι οὐδὲ μὲν ἰχθὺν εἰσοράαν, ἀγεληδὸν ὅθ’ ὁρμήσωσι πέτεσθαι· αἱ δ’ ἄρα τῶν ὑπένερθε χελιδόνες οἶμον ἔχουσι·
435ἵρηκες δ’ αὐτῆς ἅλμης σχεδὸν ἠερέθονται, ἄκρον ἐπιψαύοντες ἁλὸς πόρον, ὅσσον ἰδέσθαι ἄμφω νηχομένοισι καὶ ἱπταμένοισιν ὁμοῖοι. Αἵδε μὲν ὥστε πόληες ἐν ἰχθύσιν, οἵδε θ’ ὅμιλοι κεκριμένοι γεγάασιν ἁλιπλάγκτοιο γενέθλης.248
440τῶν δ’ οἱ μὲν πλάζονται ἀολλέες, αἰόλα φῦλα, πώεσιν ἢ στρατιῇσιν ἐοικότες, οἵ τ’ ἀγελαῖοι κέκληνται· τοὶ δ’ αὖτε κατὰ στίχας· οἱ δὲ λόχοισιν εἴκελοι ἢ δεκάδεσσιν· ὁ δ’ ἔρχεται οἶος ἀπ’ ἄλλων μουναδὸν ὁρμηθείς· περόωσι δὲ δίζυγες ἄλλοι·
445οἱ δ’ αὐτοῦ θαλάμῃσιν ἐν οἰκείῃσι μένουσι. Χείματι μὲν δὴ πάντες ἀελλάων στροφάλιγγας σμερδαλέας αὐτοῦ τε δυσηχέος οἴδματα πόντου ἔξοχα δειμαίνουσιν· ἐπεὶ περιώσιον ἄλλων ἰχθυόεντα γένεθλα φίλην πέφρικε θάλασσαν

1

(450)

μαινομένην· τότε δ’ οἱ μὲν ἀμησάμενοι πτερύγεσσι ψάμμον ὑποπτήσσουσιν ἀνάλκιδες· οἱ δ’ ὑπὸ πέτραις εἰλόμενοι δύνουσιν ἀολλέες· οἱ δὲ βάθιστα ἐς πελάγη φεύγουσι κάτω μυχάτην ὑπὸ βύσσαν· κεῖνα γὰρ οὔτε λίην προκυλίνδεται οὔθ’ ὑπ’ ἀήταις
455πρυμνόθεν εἱλεῖται, διὰ δ’ ἔσσυται οὔτις ἄελλα
ῥίζαν ἁλὸς νεάτην· μέγα δέ σφισι βένθος ἐρύκει ῥιγεδανὰς ὀδύνας καὶ ἀπηνέα χείματος ὁρμήν. ἀλλ’ ὁπότ’ ἀνθεμόεσσαι ἐπὶ χθονὸς εἴαρος ὧραι πορφύρεον γελάσωσιν, ἀναπνεύσῃ δὲ θάλασσα250
460χείματος εὐδιόωσα γαληναίη τε γένηται ἤπια κυμαίνουσα, τότ’ ἰχθύες ἄλλοθεν ἄλλοι πανσυδίῃ φοιτῶσι γεγηθότες ἐγγύθι γαίης. ὡς δὲ πολυρραίσταο νέφος πολέμοιο φυγοῦσα ὀλβίη ἀθανάτοισι φίλη πόλις, ἥν ῥά τε δηρὸν
465δυσμενέων πάγχαλκος ἐπεπλήμμυρε θύελλα, ὀψὲ δ’ ἀπολλήξασα καὶ ἀμπνεύσασα μόθοιο ἀσπασίως γάνυταί τε καὶ εἰρήνης καμάτοισι τέρπεται ἁρπαλέοισι καὶ εὔδιος εἰλαπινάζει, ἀνδρῶν τε πλήθουσα χοροιτυπίης τε γυναικῶν·
470ὣς οἱ λευγαλέους τε πόνους καὶ φρῖκα θαλάσσης ἀσπασίως προφυγόντες, ὑπεὶρ ἅλα καγχαλόωντες, θρώσκοντες θύνουσι χοροιτυπέουσιν ὁμοῖοι. εἴαρι δὲ γλυκὺς οἶστρος ἀναγκαίης Ἀφροδίτης καὶ γάμοι ἡβώωσι καὶ ἀλλήλων φιλότητες
475πᾶσιν, ὅσοι γαῖάν τε φερέσβιον οἵ τ’ ἀνὰ κόλπους ἠέρος οἵ τ’ ἀνὰ πόντον ἐριβρύχην δονέονται. εἴαρι δὲ πλεῖστον νεπόδων γένος Εἰλείθυιαι ὠοφόρων παύουσι βαρυνομένων ὠδίνων. αἱ μὲν γὰρ γενεῆς κεχρημέναι ἠδὲ τόκοιο
480θήλεες ἐν ψαμάθοισιν ἀποθλίβουσιν ἀραιὰς γαστέρας· οὐ γὰρ ῥεῖα διΐσταται, ἀλλ’ ἐνέχονται ὠὰ μετ’ ἀλλήλοισιν ἀρηρότα νηδύος εἴσω, φύρδην συμπεφυῶτα· τὰ δ’ ἀθρόα πῶς κε τέκοιεν; στεινόμεναι δ’ ὀδύνῃσι μόγις κρίνουσι γενέθλην.
485ὡς οὐ ῥηϊδίην γενεὴν οὐδ’ ἰχθύσι Μοῖραι ὤπασαν, οὐδ’ ἄρα μοῦνον ἐπιχθονίῃσι γυναιξὶν ἄλγεα, πάντῃ δ’ εἰσὶν ἐπαχθέες Εἰλείθυιαι.
ἄρσενες αὖτ’ ἄλλοι μὲν ἐπ’ ἰχθύσι κῆρας ἄγοντες δαιτυμόνες ῥηγμῖσιν ἐπειγόμενοι πελάουσιν·252
490ἄλλοι δ’ αὖ μετόπισθε διωκόμενοι προθέουσι θηλυτέραις ἀγέλῃσιν, ἐπεὶ φιλότητος ἔρωτι ἑλκόμεναι σπεύδουσι μετ’ ἄρσενας ἀσχέτῳ ὁρμῇ. ἔνθ’ οἱ μὲν σφετέρας ἐπὶ γαστέρας ἀλλήλοισι τριβόμενοι θορὸν ὑγρὸν ἀπορραίνουσιν ὄπισθεν,
495αἱ δ’ οἴστρῳ μεμαυῖαι ἐπαΐγδην στομάτεσσι κάπτουσιν· τοίῳ δὲ γάμῳ πλήθουσι γόνοιο. πλεῖστος μὲν νόμος οὗτος ἐν ἰχθύσιν· οἱ δὲ καὶ
497
εὐνὰς καὶ θαλάμους ἀλόχους τε διακριδὸν ἀμφὶς ἔχουσι ζευξάμενοι· πολλὴ γὰρ ἐν ἰχθύσιν ἔστ’ Ἀφροδίτη

1

(500)

Οἶστρός τε Ζῆλός τε, βαρὺς θεός, ὅσσα τε τίκτει θερμὸς Ἔρως, ὅτε λάβρον ἐνὶ φρεσὶ κῶμον ὀρίνει. πολλοὶ δ’ ἀλλήλοισι διασταδὸν εἵνεκεν εὐνῆς μάρνανται, μνηστῆρσιν ἐοικότες, οἳ περὶ νύμφην πολλοὶ ἀγειρόμενοι καὶ ὁμοίϊοι ἀντιφέρονται
505ὄλβῳ τ’ ἀγλαΐῃ τε· τὰ δ’ ἰχθύσιν οὐ παρέασιν, ἀλλ’ ἀλκὴ γένυές τε καὶ ἔνδοθι κάρχαρον ἕρκος, τοῖσιν ἀεθλεύουσι καὶ ἐς γάμον ὁπλίζονται· τοῖσι δ’ ὅ κεν προβάληται, ὁμοῦ γάμον εὕρατο νίκῃ. καὶ τοὶ μὲν πλεόνεσσιν ὁμευναίαις ἀλόχοισι
510τέρπονται, σάργων τε γένος καὶ κόσσυφος αἴθων· τοὶ δὲ μίαν στέργουσι καὶ ἀμφιέπουσιν ἄκοιτιν,
κάνθαροι αἰτναῖοί τε, καὶ οὐ πλεόνεσσι γάνυνται. Ἀλλ’ οὐκ ἐγχελύεσσιν ὁμοίϊον οὔτε χελώναις οὔτ’ οὖν πουλυπόδεσσι γάμου τέλος οὔτε κελαινῇ254
515μυραίνῃ, λεχέων δὲ παράτροπον αἶσαν ἔχουσιν· αἱ μὲν γὰρ σπειρηδὸν ἐν ἀλλήλῃσι χυθεῖσαι ἐγχέλυες δέμας ὑγρὸν ἀναστρωφῶσι θαμειαὶ πλεγνύμεναι, τάων δὲ κατείβεται εἴκελος ἀφρῷ ἰχώρ, ἐν ψαμάθοις τε καλύπτεται· ἡ δέ μιν ἰλὺς
520δεξαμένη κυέει τε καὶ ἐγχελύων τέκεν ὁλκούς. τοίη καὶ γόγγροισιν ὀλισθηροῖσι γενέθλη. Αἱ δὲ μέγα τρομέουσι καὶ ἐχθαίρουσι χελῶναι ὃν γάμον· οὐ γὰρ τῇσιν ἐφίμερος οἷα καὶ ἄλλοις τερπωλὴ λεχέων, πολὺ δὲ πλέον ἄλγος ἔχουσι·
525σκληρὸν γὰρ μάλα κέντρον ἐν ἄρσεσιν εἰς Ἀφροδίτην, ὀστέον οὐκ ἐπιεικτόν, ἀτερπέϊ θήγεται εὐνῇ. τοὔνεκα μάρνανταί τε παλιγνάμπτοισί τ’ ὀδοῦσιν ἀλλήλους δάπτουσιν, ὅτε σχεδὸν ἀντιάσωσιν, αἱ μὲν ἀλευόμεναι τρηχὺν γάμον, οἱ δ’ ἀεκουσῶν
530εὐνῆς ἱμείροντες ἑκούσιοι, εἰσόκεν ἀλκῇ νικήσας ζεύξῃ μιν ἀναγκαίῃ φιλότητι, ἠΰτε ληϊδίην, πολέμου γέρας. εἴκελα δ’ εὐνῆς ἔργα κυσὶ χθονίοισι καὶ εἰναλίῃσι χελώναις· εἴκελα καὶ φώκῃσιν· ἐπεὶ μάλα δηρὸν ἕκαστοι
535ἐξόπιθεν συνέχονται, ἀρηρότες ἠΰτε δεσμῷ. Πουλύποδος δ’ ὀλοοί τε γάμοι καὶ πικρὸς ὄλεθρος
συμφέρεται, ξυνὸν δὲ τέλος θανάτοιο καὶ εὐνῆς· οὐ γὰρ πρὶν φιλότητος ἀπίσχεται οὐδ’ ἀπολήγει, πρίν μιν ἀπὸ μελέων προλίπῃ σθένος ἀδρανέοντα,256
540αὐτὸς δ’ ἐν ψαμάθοισι πεσὼν ἀμενηνὸς ὄληται· πάντες γάρ μιν ἔδουσιν, ὅσοι σχεδὸν ἀντιάσωσι, καρκινάδες δειλαὶ καὶ καρκίνοι ἠδὲ καὶ ἄλλοι ἰχθύες, οὓς πάρος αὐτὸς ἐδαίνυτο ῥεῖα μεθέρπων· τοῖς ὑπὸ καὶ ζωός περ ἐὼν ἔτι κείμενος αὔτως,
545οὐδὲν ἀμυνόμενος, δαιτρεύεται, ὄφρα θάνῃσι. τοίῳ δυστερπεῖ φιλοτησίῳ ὄλλυτ’ ὀλέθρῳ. ὣς δ’ αὔτως καὶ θῆλυς ὑπ’ ὠδίνων μογέουσα ὄλλυται· οὐ γὰρ τῇσιν ἀποκριδὸν οἷα καὶ ἄλλοις ὠὰ διαθρώσκουσιν, ἀρηρότα δ’ ἀλλήλοισι

1

(550)

βοτρυδὸν στεινοῖο μόγις διανίσσεται αὐλοῦ. τοὔνεκα καὶ λυκάβαντος ὑπέρτερον οὔποτε μέτρον πουλύποδες ζώουσιν· ἀποφθινύθουσι γὰρ αἰεὶ αἰνοτάτοισι γάμοισι καὶ αἰνοτάτοισι τόκοισιν. Ἀμφὶ δὲ μυραίνης φάτις ἔρχεται οὐκ ἀΐδηλος,
555ὥς μιν ὄφις γαμέει τε καὶ ἐξ ἁλὸς ἔρχεται αὐτὴ πρόφρων, ἱμείρουσα παρ’ ἱμείροντα γάμοιο. ἤτοι ὁ μὲν φλογέῃ τεθοωμένος ἔνδοθι λύσσῃ μαίνεται εἰς φιλότητα καὶ ἐγγύθι σύρεται ἀκτῆς πικρὸς ἔχις· τάχα δὲ γλαφυρὴν ἐσκέψατο πέτρην,
560τῇ δ’ ἔνι λοίγιον ἰὸν ἀπήμεσε, πάντα δ’ ὀδόντων ἔπτυσε πευκεδανόν, ζαμενῆ χόλον, ὄλβον ὀλέθρου, ὄφρα γάμῳ πρηΰς τε καὶ εὔδιος ἀντιάσειε. στὰς δ’ ἄρ’ ἐπὶ ῥηγμῖνος ἑὸν νόμον ἐρροίζησε κικλήσκων φιλότητα· θοῶς δ’ ἐσάκουσε κελαινὴ258
565ἰϋγὴν μύραινα καὶ ἔσσυτο θᾶσσον ὀϊστοῦ. ἡ μὲν ἄρ’ ἐκ πόντοιο τιταίνεται, αὐτὰρ ὁ πόντου ἐκ γαίης πολιοῖσιν ἐπεμβαίνει ῥοθίοισιν· ἄμφω δ’ ἀλλήλοισιν ὁμιλῆσαι μεμαῶτε συμπεσέτην, ἔχιος δὲ κάρη κατέδεκτο χανοῦσα
570νύμφη φυσιόωσα· γάμῳ δ’ ἐπιγηθήσαντες ἡ μὲν ἁλὸς πάλιν εἶσι μετ’ ἤθεα, τὸν δ’ ἐπὶ χέρσον ὁλκὸς ἄγει, κρυερὸν δὲ πάλιν μεταχεύεται ἰὸν λάπτων, ὃν πάρος ἧκε καὶ ἐξήφυσσεν ὀδόντων. ἢν δ’ ἄρα μή τι κίχῃ κεῖνον χόλον, ὅνπερ ὁδίτης,
575ἀτρεκέως ἐσιδών μιν, ἀπέκλυσεν ὕδατι λάβρῳ, αὐτὰρ ὅ γ’ ἀσχαλόων ῥίπτει δέμας, εἰσόκε μοῖραν λευγαλέοιο λάβῃσιν ἀνωΐστου θανάτοιο, αἰδόμενος, ὅτ’ ἄναλκις ὅπλων γένεθ’ οἷς ἐπεποίθει, ἔμμεν’ ὄφις, πέτρῃ δὲ συνώλεσε καὶ δέμας ἰῷ.
580 Δελφῖνες δ’ ἄνδρεσσιν ὁμῶς γάμον ἐντύνονται μήδεά τ’ ἀνδρομέοισι πανείκελα καρτύνονται· οὐδ’ αἰεὶ προφανὴς πόρος ἄρσενος, ἀλλά οἱ εἴσω κέκρυπται, λεχέων δὲ κατὰ χρέος ἕλκεται ἔξω. Τοῖαι μὲν φιλότητες ἐν ἰχθύσιν ἠδὲ καὶ εὐναί.
585ἄλλος δ’ ἀλλοίῃ λεχέων ἱμείρεται ὥρῃ, καὶ γενεὴν προφέρει· τοῖς μὲν θέρος, οἷσι δὲ χεῖμα, τοῖς δ’ ἔαρ ἢ φθινύθουσα τόκον προὔφηνεν ὀπώρη.
καὶ τοὶ μὲν λυκάβαντι μίαν μογέουσι γενέθλην οἱ πλεῖστοι, λάβραξ δὲ δὶς ἄχθεται Εἰλειθυίαις·260
590τρίγλαι δὲ τριγόνοισιν ἐπώνυμοί εἰσι γονῇσι· σκορπίος αὖ τετόρεσσι φέρει βέλος ὠδίνεσσι· πέντε δὲ κυπρίνοισι γοναὶ μούνοισιν ἔασιν· οἴου δ’ οὔποτέ φασι γένος φράσσασθαι ὀνίσκου, ἀλλ’ ἔτι τοῦτ’ ἀΐδηλον ἐν ἀνθρώποισι τέτυκται.
595 Εὖτ’ ἂν δ’ εἰαρινοῖο περιπλήθωσι γόνοιο ἰχθύες ὠοτόκοι, τοὶ μὲν κατὰ χῶρον ἕκαστοι εὔκηλοι μίμνουσιν ἐνὶ σφετέροισι δόμοισι· πολλοὶ δ’ ἀγρόμενοι ξυνὴν ὁδὸν ὁρμώωνται Εὔξεινον μετὰ πόντον, ἵν’ αὐτόθι τέκνα τέκωνται.

1

(600)

κεῖνος γὰρ πάσης γλυκερώτερος Ἀμφιτρίτης κόλπος, ἀπειρεσίοισι καὶ εὐΰδροις ποταμοῖσιν ἀρδόμενος, μαλακαὶ δὲ πολυψάμαθοί τ’ ἐπιωγαί· ἐν δέ οἱ εὐφυέες τε νομαὶ καὶ ἀκύμονες ἀκταὶ πέτραι τε γλαφυραὶ καὶ χηραμοὶ ἰλυόεντες
605ἄκραι τε σκιεραὶ καὶ ὅς’ ἰχθύσι φίλτατ’ ἔασιν· ἐν δέ οἱ οὔτε τι κῆτος ἀνάρσιον οὔτε τι πῆμα ἐντρέφεται νεπόδεσσιν ὀλέθριον οὐδὲ μὲν ὅσσοι
δυσμενέες γεγάασιν ἐπ’ ἰχθύσι βαιοτέροισιν ὁλκοὶ πουλυπόδων οὐδ’ ἀστακοὶ οὐδὲ πάγουροι·262
610παῦροι μὲν δελφῖνες, ἀκιδνότεροι δὲ καὶ αὐτοὶ κητείης γενεῆς καὶ ἀκήδεες ἐννεμέθονται. τοὔνεκεν ἰχθύσι κεῖνο πέλει κεχαρισμένον ὕδωρ ἐκπάγλως καὶ πολλὸν ἐπισπεύδουσι νέεσθαι. στέλλονται δ’ ἅμα πάντες ὁμιλαδόν, ἄλλοθεν ἄλλος
615εἰς ἓν ἀγειρόμενοι, μία δέ σφισι πᾶσι κέλευθος πομπή τε ῥιπή τε καὶ αὖ παλινόστιμος ὁρμή. Θρηΐκιον δ’ ἀνύουσι Βοὸς Πόρον αἰολόφυλοι ἑσμοὶ Βεβρυκίην τε παρὲξ ἅλα καὶ στόμα Πόντου στεινὸν ἀμειβόμενοι δολιχὸν δρόμον Ἀμφιτρίτης.
620ὡς δ’ ὅτ’ ἀπ’ Αἰθιόπων τε καὶ Αἰγύπτοιο ῥοάων ὑψιπετὴς γεράνων χορὸς ἔρχεται ἠεροφώνων,
Ἄτλαντος νιφόεντα πάγον καὶ χεῖμα φυγοῦσαι Πυγμαίων τ’ ὀλιγοδρανέων ἀμενηνὰ γένεθλα· τῇσι δ’ ἄρ’ ἱπταμένῃσι κατὰ στίχας εὐρέες ἑσμοὶ264
625ἠέρα τε σκιάουσι καὶ ἄλλυτον ὄγμον ἔχουσιν· ὣς τότε μυριόφυλοι ἁλὸς τέμνουσι φάλαγγες Εὔξεινον μέγα κῦμα· περιπλήθει δὲ θάλασσα πυκνὸν ὑποφρίσσουσα λατυσσομένη πτερύγεσσιν, εἰσόκ’ ἐπειγόμενοι δολιχὸν στόλον ἀμπαύσωσι
630καὶ τόκον. ἀλλ’ ὅτε μέτρα παραστείχῃσιν ὀπώρης, νόστου μιμνήσκονται, ἐπεὶ κρυερώτερον ἄλλων χεῖμα κατασπέρχει κείνην ἅλα δινήεσσαν· οὐ γὰρ τηλεβαθής, ῥέα δὲ στυφελίζετ’ ἀήταις, οἵ μιν ἐπιρρήσσουσιν ὑπερφίαλοί τ’ ὀλοοί τε.
635τοὔνεκ’ ἀλυσκάζοντες Ἀμαζονίης ἀπὸ λίμνης αὖτις ὁμοῦ τεκέεσσιν ὑποτροπάδην φορέονται, κίδνανται δ’ ἀνὰ πόντον, ὅπῃ θρέψονται ἕκαστοι.
Ἀλλ’ ὅσα μὲν μαλάκεια φατίζεται, οἷσί τ’ ἀναίμων ἐστὶ φυὴ μελέων καὶ ἀνόστεος, ὅσσα τε φῦλα266
640ἢ λεπίσιν πυκινῇσι καλύπτεται, ἢ φολίδεσσι φρακτά, τὰ δ’ ὠοφόροισιν ὁμῶς ὠδῖσι μέλονται· ἐκ δὲ κυνὸς λάβροιο καὶ αἰετοῦ ὅσσα τε φῦλα κλῄζονται σελάχεια καὶ ἰχθυνόμων βασιλήων δελφίνων φώκης τε βοώπιδος αὐτίκα παῖδες
645ἐκ γενετῆς ἀνέχουσιν ἐοικότες οἷσι τοκεῦσιν. Οἱ δ’ ἦ τοι πάντες μέν, ὅσοι ναίουσι θάλασσαν ζωοτόκοι, φιλέουσι καὶ ἀμφιέπουσι γενέθλην, δελφίνων δ’ οὔπω τι θεώτερον ἄλλο τέτυκται·
ὡς ἐτεὸν καὶ φῶτες ἔσαν πάρος ἠδὲ πόληας268

1

(650)

ναῖον ὁμοῦ μερόπεσσι, Διωνύσοιο δὲ βουλῇ πόντον ὑπημείψαντο καὶ ἰχθύας ἀμφεβάλοντο γυίοις· ἀλλ’ ἄρα θυμὸς ἐναίσιμος εἰσέτι φωτῶν ῥύεται ἀνδρομέην ἠμὲν φρόνιν ἠδὲ καὶ ἔργα. εὖτε γὰρ ὠδίνων δίδυμον γένος ἐς φάος ἔλθῃ,
655αὐτίχ’ ὁμοῦ τ’ ἐγένοντο περὶ σφετέρην τε τεκοῦσαν νηχόμενοι σκαίρουσι καὶ ἐνδύνουσιν ὀδόντων εἴσω καὶ μητρῷον ὑπὸ στόμα δηθύνουσιν· ἡ δὲ φιλοφροσύνῃσιν ἀνίσχεται ἀμφί τε παισὶ στρωφᾶται γανόωσα καὶ ἔξοχα καγχαλόωσα.
660μαζὸν δ’ ἀμφοτέροισι παρίσχεται, οἶον ἑκάστῳ, θήσασθαι γάλα λαρόν· ἐπεί ῥά οἱ ὤπασε δαίμων καὶ γάλα καὶ μαζῶν ἰκέλην φύσιν οἷα γυναικῶν. τόφρα μὲν οὖν τοίῃσι τιθηνείῃσι μέμηλεν· ἀλλ’ ὅτε κουρίζωσιν ἑὸν σθένος, αὐτίκα τοῖσι
665μήτηρ ἡγήτειρα κατέρχεται εἰς ὁδὸν ἄγρης ἱεμένοις θήρην τε διδάσκεται ἰχθυόεσσαν, οὐδὲ πάρος τεκέων ἑκὰς ἵσταται οὐδ’ ἀπολείπει, πρίν γ’ ὅταν ἡβήσωσι τελεσφόρα γυῖα καὶ ἀλκήν, ἀλλ’ αἰεὶ ῥυτῆρες ἐπίσκοποι ἐγγὺς ἕπονται.
670οἷον δὴ τότε θαῦμα μετὰ φρεσὶ θηήσαιο τερπωλήν τ’ ἐρόεσσαν, ὅτε πλώων ἐσίδηαι αὔρῃ ἐν εὐκραεῖ δεδοκημένος ἠὲ γαλήνῃ δελφίνων ἀγέλας εὐειδέας, ἵμερον ἅλμης·
οἱ μὲν γὰρ προπάροιθεν ἀολλέες ἠΰτε κοῦροι270
675ἠΐθεοι στείχουσι, νέον γένος, ὥστε χοροῖο κύκλον ἀμειβόμενοι πολυειδέα ποικιλοδίνην· τοὶ δ’ ὄπιθεν μεγάλοι τε καὶ ἔξοχοι οὐδ’ ἀπάτερθεν ἔρχονται τεκέων, φρουρὸς στρατός, ὥσθ’ ἁπαλοῖσι φερβομένοις ἕσπονται ἐν εἴαρι ποιμένες ἀμνοῖς.
680ὡς δ’ ὅτε μουσοπόλων ἔργων ἄπο παῖδες ἴωσιν ἀθρόοι, οἱ δ’ ἄρ’ ὄπισθεν ἐπίσκοποι ἐγγὺς ἕπονται αἰδοῦς τε πραπίδων τε νόου τ’ ἐπιτιμητῆρες πρεσβύτεροι· γῆρας γὰρ ἐναίσιμον ἄνδρα τίθησιν· ὣς ἄρα καὶ δελφῖνες ἑοῖς παίδεσσι τοκῆες
685ἕσπονται, μή τί σφιν ἀνάρσιον ἀντιβολήσῃ. Ναὶ μὴν καὶ φώκη κομέει γένος οὔτι χέρειον· καὶ γὰρ τῇ μαζοί τε καὶ ἐν μαζοῖσι γάλακτος εἰσὶ ῥοαί· τῇ δ’ οὔτι μετ’ οἴδμασιν ἀλλ’ ἐπὶ χέρσου λύετ’ ἀνερχομένῃ γαστρὸς μόγος, ὥριος ὠδίς·
690μίμνει δ’ ἤματα πάντα δυώδεκα σὺν τεκέεσσιν αὐτοῦ ἐνὶ τραφερῇ· τρισκαιδεκάτῃ δὲ σὺν ἠοῖ σκύμνους ἀγκὰς ἔχουσα νεαλδέας εἰς ἅλα δύνει, παισὶν ἀγαλλομένη, πάτρην ἅτε σημαίνουσα. ὡς δὲ γυνὴ ξείνης γαίης ἔπι παῖδα τεκοῦσα
695ἀσπασίως πάτρην τε καὶ ὃν δόμον εἰσαφικάνει, παῖδα δ’ ἐν ἀγκοίνῃσι πανηματίη φορέουσα, δώματα δεικνυμένη, μητρὸς νομόν, ἀμφαγαπάζει, τερπωλὴν ἀκόρεστον· ὁ δ’ οὐ φρονέων περ ἕκαστα παπταίνει, μέγαρόν τε καὶ ἤθεα πάντα τοκήων·

1

(700)

ὣς ἄρα καὶ κείνη σφέτερον γένος εἰναλίη θὴρ ἐς πόντον προφέρει καὶ δείκνυται ἔργα θαλάσσης. Δαίμονες, οὐκ ἄρα μοῦνον ἐν ἀνδράσι τέκνα272
702
πέλονται φίλτατα, καὶ φάεος γλυκερώτερα καὶ βιότοιο, ἀλλὰ καὶ οἰωνοῖσιν ἀμειλίκτοισί τε θηρσὶν
705ἰχθύσι τ’ ὠμηστῇσιν ἀμήχανος αὐτοδίδακτος ἐντρέφεται τεκέων δριμὺς πόθος· ἀμφὶ δὲ παισὶ καὶ θανέειν καὶ πᾶσαν ὀϊζυρὴν κακότητα πρόφρονες, οὐκ ἀέκοντες, ἀναπλῆσαι μεμάασιν. ἤδη τις κατ’ ὄρεσφιν ἐριβρύχην ἐνόησε
710θηρητὴρ τεκέεσσιν ὑπερβεβαῶτα λέοντα, μαρνάμενον σφετέρης γενεῆς ὕπερ· οὐδ’ ὅ γε πυκνῆς χερμάδος ἱπταμένης οὐδ’ αἰγανέης ἀλεγίζει, ἀλλ’ αὔτως ἄτρεστον ἔχει θάρσος τε μένος τε, βαλλόμενος καὶ ἐρεικόμενος πάσῃσι βολῇσιν·
715οὐδ’ ὅ γε πρὶν θανέειν ἀναδύεται, ἀλλ’ ἐπὶ παισὶν ἡμιθανὴς προβέβηκε, μέλει δέ οἱ οὔτι μόροιο τόσσον, ὅσον μὴ παῖδας ὑπ’ ἀγρευτῆρσιν ἰδέσθαι ἑρχθέντας θήρειον ὑπ’ αὐτοκμῆτα καλιήν. ἤδη δ’ ἀρτιτόκοιο κυνὸς σκυλακοτρόφῳ εὐνῇ
720ποιμὴν ἐγχρίμψας, εἰ καὶ πάρος ἦεν ἑταῖρος, χάσσατο, ταρβήσας μητρὸς χόλον ὑλακόεντα, οἷον ὑπὲρ τεκέων προφυλάσσεται, οὐδέ τιν’ αἰδῶ γιγνώσκει, πᾶσιν δὲ πέλει κρυόεσσα πελάσσαι. οἷον δ’ ἑλκομένας περὶ πόρτιας ἀσχαλόωσαι
725μητέρες οὐκ ἀπάτερθε γυναικείων στενάχουσι κωκυτῶν, αὐτοὺς δὲ συναλγύνουσι νομῆας. καὶ μέν τις φήνης ἀδινὸν γόον ἔκλυεν ἀνὴρ
ὄρθριον ἀμφὶ τέκεσς’, ἢ ἀηδόνος αἰολοφώνου, ἠὲ καὶ εἰαρινῇσι χελιδόσιν ἐγγὺς ἔκυρσε274
730μυρομέναις ἑὰ τέκνα, τά τε σφίσι ληΐσσαντο ἐξ εὐνῆς ἢ φῶτες ἀπηνέες ἠὲ δράκοντες. ἰχθύσι δ’ αὖ δελφὶς μὲν ἀριστεύει φιλότητι παίδων, ὣς δὲ καὶ ἄλλοι ἑὸν γένος ἀμφιέπουσι. Θαῦμα δ’ ἁλιπλάγκτοιο κυνὸς τόδε· τῇ γὰρ ἕπονται
735τέκνα νεοβλαστῆ καί σφιν σάκος ἔπλετο μήτηρ· ἀλλ’ ὅτε ταρβήσωσι τά τ’ ἄσπετα δείματ’ ἔασιν ἐν πόντῳ, τότε παῖδας ἔσω λαγόνεσσιν ἔδεκτο αὐτὴν εἰσίθμην, αὐτὴν ὁδόν, ἔνθεν ὄλισθον γεινόμενοι· τοῖον δὲ πόνον μογέουσά περ ἔμπης
740ἀσπασίως τέτληκε, πάλιν δ’ ὑπεχεύατο παῖδας σπλάγχνοις, ἂψ δ’ ἀνέηκεν, ὅτ’ ἀμπνεύσωσι φόβοιο. Τοίην καὶ ῥίνη τεκέων πορσύνεται ἀλκήν, ἀλλ’ οὐκ εἰς νηδὺν κείνῃ δύσις, οἷα κύνεσσιν, ἀλλά οἱ ἐν πλευρῇσι διασφάγες ἀμφοτέρωθεν
745εἰσὶν ὑπὸ πτερύγων, οἵη γένυς ἰχθύσιν ἄλλοις, τῇσιν ἀτυζομένων τέκνων φόβον ἀμφικαλύπτει. Ἄλλοι δ’ αὖθ’ ἑὰ τέκνα διὰ στόμα ταρβήσαντα δεξάμενοι ῥύονται ἅτ’ ἐς δόμον ἠὲ καλιήν· οἷον δὴ καὶ γλαῦκος, ὃς ἔξοχα τέκν’ ἀγαπάζει

1

(750)

πάντων, ὅσσοι ἔασιν ἐν ἰχθύσιν ὠοτοκῆες·
κεῖνος γὰρ μίμνει τε παρήμενος, ὄφρα γένωνται παῖδες ὑπωάδιοι, καί σφιν παρανήχεται αἰεί· τοὺς δ’ ὅτε κεν τρομέοντας ἴδῃ κρατερώτερον ἰχθύν, ἀμφιχανὼν κατέδεκτο διὰ στόμα, μέσφα κε δεῖμα276
755χάσσηται, τότε δ’ αὖτις ἀνέπτυσε λευκανίηθεν. Θύννης δ’ οὔτιν’ ἔγωγ’ ἀθεμίστερον ἔλπομαι ἰχθὺν οὐδὲ κακοφροσύνῃ προβεβηκότα ναιέμεν ἅλμην· ὠὰ γὰρ εὖτε τέκῃσι, φύγῃ δ’ ὠδῖνα βαρεῖαν, αὐτὴ γειναμένη καταδαίνυται ὅσσα κίχῃσι,
760νηλής, ἥ θ’ ἑὰ τέκνα φυγῆς ἔτι νηΐδ’ ἐόντα ἐσθίει, οὐδέ μιν οἶκτος ἐσέρχεται οἷο τόκοιο. Ἔστι δ’ ὅς’ οὔτε γάμοισι φυτεύεται οὔτε γονῇσι τίκτεται, αὐτοτέλεστα καὶ αὐτόρρεκτα γένεθλα, ὄστρεα δὴ σύμπαντα, τά γ’ ἰλύϊ τίκτεται αὐτῇ·
765κείνων δ’ οὔτε τι θῆλυ πέλει γένος, οὔτ’ ἐπ’ ἀμοιβῆς ἄρσενες, ἀλλ’ ὁμόφυλα καὶ εἴκελα πάντα τέτυκται. Ὣς δὲ καὶ ἠπεδανῆς ἀφύης ὀλιγηπελὲς ἔθνος οὔτινος ἐκγεγάασιν ἀφ’ αἵματος οὐδὲ τοκήων· εὖτε γὰρ ἐκ νεφέων Ζηνὸς νόος ὄμβρον ἀφύξῃ
770λάβρον ὑπὲρ πόντοιο καὶ ἄσχετον, αὐτίκα πᾶσα μισγομένη δίνῃσι παλιμπνοίῃσι θάλασσα
σίζει τ’ ἀφριάᾳ τε καὶ ἵσταται οἰδαίνουσα, αἱ δ’ ἐν ἀτεκμάρτοισι καὶ ἀσκέπτοισι γάμοισιν ἀθρόαι ἔκ τ’ ἐγένοντο καὶ ἔτραφον ἔκ τ’ ἐφάνησαν278
775μυρίαι, ἀβληχραί, πολιὸν γένος· ἐκ δὲ γενέθλης οὔνομ’ ἐπικλήδην ἀφρίτιδες αὐδώωνται. ἄλλαι δ’ ἰλυόεντος ὑπὲκ φλοίσβοιο φύονται· εὖτε γὰρ ἐν δίνῃσι παλιρροίῃς τε θαλάσσης βράσσηται πάμφυρτος ἀφυσγετὸς ἐξ ἀνέμοιο
780σπερχομένου, τότε πᾶσα συνίσταται εἰς ἓν ἰοῦσα ἰλὺς εὐρώεσσα, γαληναίης δὲ ταθείσης ἐξαυτῆς ψάμαθός τε καὶ ἄσπετα φύρματα πόντου πύθεται, ἐκ δὲ φύονται ἀθέσφατοι, εἴκελοι εὐλαῖς. οὐ μέν πού τι τέτυκται ἀκιδνότερον γένος ἄλλο
785δειλαίης ἀφύης· νεπόδεσσι δὲ πᾶσιν ἔασι δαῖς ἀγαθή· κεῖναι δὲ δέμας περιλιχμάζουσιν ἀλλήλων· τό γε δέ σφι βορὴ βίοτός τε τέτυκται· κεῖναι δ’ εὖτε θάλασσαν ἀολλήδην ἐφέπωσιν, ἠέ νύ που πέτρην ἀμφίσκιον ἠὲ θαλάσσης
790διζόμεναι κευθμῶνας ὑποβρυχίην τ’ ἀλεωρήν, πᾶσα τότε γλαυκὴ λευκαίνεται Ἀμφιτρίτη. ὡς δ’ ὁπότ’ εὐρύπεδον σκιάσῃ νιφάδεσσιν ἀλωὴν ἑσπερίου Ζεφύροιο θοὸν μένος, οὐδέ τι γαίης κυανέης ἰδέειν ὑποφαίνεται, ἀλλ’ ἄρα πᾶσα
795ἀργεννὴ χιόνεσσιν ἐπασσυτέραις κεκάλυπται· ὣς τότ’ ἀπειρεσίῃσι περιπληθὴς ἀγέλῃσι
φαίνεται ἀργινόεσσα Ποσειδάωνος ἀλωή.280

2

Ὧδε μὲν ἰχθύβοτοί τε νομαὶ καὶ φῦλα θαλάσσης πλάζονται· τοιῷδε γάμῳ, τοιῇδε γενέθλῃ τέρπονται· τὰ δέ πού τις ἐπιχθονίοισιν ἅπαντα ἀθανάτων σήμηνε· τί γὰρ μερόπεσσιν ἀνυστὸν
5νόσφι θεῶν; οὐδ’ ὅσσον ὑπὲκ ποδὸς ἴχνος ἀεῖραι, οὐδ’ ὅσον ἀμπετάσαι βλεφάρων περιφαέα κύκλα· ἀλλ’ αὐτοὶ κρατέουσι καὶ ἰθύνουσιν ἕκαστα, τηλόθεν ἐγγὺς ἐόντες· ἀναγκαίη δ’ ἀτίνακτος πείθεσθαι· τὴν δ’ οὔτι πέλει σθένος οὐδέ τις ἀλκὴ
10τρηχείαις γενύεσσιν ὑπερφιάλως ἐρύσαντα ἐκφυγέειν, ἅτε πῶλον ἀποπτυστῆρα χαλινῶν· ἀλλ’ αἰεὶ μάκαρες πανυπέρτατοι ἡνία πάντη κλίνους’, ᾗ κ’ ἐθέλωσιν, ὁ δ’ ἕσπεται ὅστε σαόφρων, πρὶν χαλεπῇ μάστιγι καὶ οὐκ ἐθέλων ἐλάηται.
15κεῖνοι καὶ τέχνας πολυκερδέας ἀνθρώποισιν δῶκαν ἔχειν καὶ πᾶσαν ἐπιφροσύνην ἐνέηκαν. ἄλλος δ’ ἀλλοίοισιν ἐπώνυμος ἔπλετο δαίμων ἔργοις, οἷσιν ἕκαστος ἐπίσκοπον ἤρατο τιμήν.
Δηὼ μὲν ζεύγλης τε βοῶν ἀρότοιό τε γαίης282
20πυρῶν τ’ εὐκάρποιο φέρει γέρας ἀμητοῖο. δοῦρα δὲ τεκτήνασθαι ἀναστῆσαί τε μέλαθρα, φάρεά τ’ ἀσκῆσαι μήλων εὐανθέϊ καρπῷ Παλλὰς ἐπιχθονίους ἐδιδάξατο· δῶρα δ’ Ἄρηος φάσγανα χάλκειοί τε περὶ μελέεσσι χιτῶνες
25καὶ κόρυθες καὶ δοῦρα καὶ οἷς ἐπιτέρπετ’ Ἐνυώ. δῶρα δὲ Μουσάων τε καὶ Ἀπόλλωνος ἀοιδαί. Ἑρμείης δ’ ἀγορήν τε καὶ ἀλκήεντας ἀέθλους ὤπασεν. Ἡφαίστῳ δὲ μέλει ῥαιστήριος ἱδρώς. καὶ τάδε τις πόντοιο νοήματα καὶ τέλος ἄγρης
30πληθύν θ’ ὑγροπόρων θεὸς ὤπασε τεκμήρασθαι ἀνδράσιν, ὃς καὶ πρῶτα μεσορραγέας κενεῶνας γαίης ἀγρομένοισιν ἐνιπλήσας ποταμοῖσι πευκεδανὴν ἀνέχευε καὶ ἐξέστεψε θάλασσαν, ὀφρύσι καὶ ῥηγμῖσι περίδρομον ἀμφιπεδήσας,
35εἴτε μιν εὐρυμέδοντα Ποσειδάωνα καλέσσαι, εἴτ’ ἄρα καὶ Νηρῆα παλαίφατον, εἴτ’ ἄρα Φόρκυν βέλτερον, εἴτε τιν’ ἄλλον ἁλὸς θεὸν ἰθυντῆρα. ἀλλ’ οἱ μὲν μάλα πάντες, ὅσοι τ’ Οὔλυμπον ἔχουσι δαίμονες οἵ τε θάλασσαν ὅσοι τ’ ἐΰδωρον ἄρουραν
40ἠέρα τ’ ἐνναίουσι, πανίλαον ἦτορ ἔχοιεν σοί τε, μάκαρ σκηπτοῦχε, καὶ ἀγλαόπαιδι γενέθλῃ καὶ λαοῖς σύμπασι καὶ ἡμετέρῃσιν ἀοιδαῖς. Ἰχθύσι δ’ οὔτε δίκη μεταρίθμιος οὔτε τις αἰδώς, οὐ φιλότης· πάντες γὰρ ἀνάρσιοι ἀλλήλοισι
45δυσμενέες πλώουσιν· ὁ δὲ κρατερώτερος αἰεὶ
δαίνυτ’ ἀφαυροτέρους, ἄλλῳ δ’ ἐπινήχεται ἄλλος πότμον ἄγων, ἕτερος δ’ ἑτέρῳ πόρσυνεν ἐδωδήν. οἱ μὲν γὰρ γενύεσσι καὶ ἠνορέῃ βιόωνται χειροτέρους· τοῖς δ’ ἰὸν ἔχει στόμα· τοῖσι δ’ ἄκανθαι284

2

(50)

τύμμασι λευγαλέοισιν ἀμυνέμεναι πεφύασι, πικραί τ’ ὀξεῖαί τε χόλου πυρόεντος ἀκωκαί. ὅσσοις δ’ οὔτε βίην θεὸς ὤπασεν οὔτε τι κέντρον θήγεται ἐκ μελέων, τοῖς δ’ ἐκ φρενὸς ὅπλον ἔφυσε βουλὴν κερδαλέην, πολυμήχανον, οἵ τε δόλοισι
55πολλάκι καὶ κρατερὸν καὶ ὑπέρτερον ὤλεσαν ἰχθύν. Οἷον καὶ νάρκῃ τερενόχροϊ φάρμακον ἀλκῆς ἕσπεται αὐτοδίδακτον ἐν οἰκείοισι μέλεσσιν. ἡ μὲν γὰρ μαλακή τε δέμας καὶ πᾶς’ ἀμενηνὴ νωθής τε βραδυτῆτι βαρύνεται, οὐδέ κε φαίης
60νηχομένην ὁράαν· μάλα γὰρ δύσφραστα κέλευθα εἱλεῖται πολιοῖο δι’ ὕδατος ἑρπύζουσα· ἀλλά οἱ ἐν λαγόνεσσιν ἀναλκείης δόλος ἀλκή· κερκίδες ἐμπεφύασι παρὰ πλευραῖς ἑκάτερθεν ἀμφίδυμοι· τῶν εἴ τις ἐπιψαύσειε πελάσσας,
65αὐτίκα οἱ μελέων σθένος ἔσβεσεν, ἐν δέ οἱ αἷμα πήγνυται, οὐδ’ ἔτι γυῖα φέρειν δύνατ’, ἀλλά οἱ ἀλκὴ ἦκα μαραινομένοιο παρίεται ἄφρονι νάρκῃ. ἡ δ’ εὖ γινώσκουσα θεοῦ γέρας οἷον ἔδεκτο, ὕπτιον ἀγκλίνασα μένει δέμας ἐν ψαμάθοισι·
70κεῖται δ’ ἀστεμφὴς οἵη νέκυς· ὃς δέ κεν ἰχθὺς ἐγχρίμψῃ λαγόνεσσιν, ὁ μὲν λύτο, κάππεσε δ’ αὕτως ἀδρανίης βαθὺν ὕπνον, ἀμηχανίῃσι πεδηθείς· ἡ δὲ θοῶς ἀνόρουσε καὶ οὐ κραιπνή περ ἐοῦσα, γηθοσύνη, ζωὸν δὲ κατεσθίει ἶσα θανόντι.286
75πολλάκι καὶ κατὰ λαῖτμα μετ’ ἰχθύσιν ἀντιάσασα νηχομένοις κραιπνὴν μὲν ἐπειγομένων σβέσεν ὁρμὴν ἐγγὺς ἐπιψαύσασα καὶ ἐσσυμένους ἐπέδησεν· ἔσταν δ’ αὐαλέοι καὶ ἀμήχανοι, οὔτε κελεύθων δύσμοροι οὔτε φυγῆς μεμνημένοι· ἡ δὲ μένουσα
80οὐδὲν ἀμυνομένους καταδαίνυται οὐδ’ ἀΐοντας. οἷον δ’ ὀρφναίοισιν ἐν εἰδώλοισιν ὀνείρων ἀνδρὸς ἀτυζομένοιο καὶ ἱεμένοιο φέβεσθαι θρώσκει μὲν κραδίη, τὰ δὲ γούνατα παλλομένοιο ἀστεμφὴς ἅτε δεσμὸς ἐπειγομένοιο βαρύνει,
85τοίην γυιοπέδην τεχνάζεται ἰχθύσι νάρκη.
Βάτραχος αὖ νωθὴς μὲν ὁμῶς καὶ μαλθακὸς ἰχθύς, αἴσχιστος δ’ ἰδέειν· στόμα δ’ οἴγεται εὐρὺ μάλιστα· ἀλλ’ ἄρα καὶ τῷ μῆτις ἀνεύρατο γαστέρι φορβήν. αὐτὸς μὲν πηλοῖο κατ’ εὐρώεντος ἐλυσθεὶς288
90κέκλιται ἀτρεμέων, ὀλίγην δ’ ἀνὰ σάρκα τιταίνει, ἥ ῥά οἱ ἐκ γένυος νεάτης ὑπένερθε πέφυκε λεπτή τ’ ἀργεννή τε, κακὴ δέ οἱ ἐστὶν ἀϋτμή· τὴν θαμὰ δινεύει, δόλον ἰχθύσι βαιοτέροισιν· οἵ ῥά μιν εἰσορόωντες ἐφορμώωσι λαβέσθαι.
95αὐτὰρ ὁ τὴν ἂψ αὖτις ἐφέλκεται ἀτρέμας εἴσω, ἦκα μάλ’ ἀσπαίρουσαν ὑπὸ στόμα, τοὶ δ’ ἐφέπονται οὐδὲν ὀϊόμενοι κρυπτὸν δόλον, ὄφρα λάθωσι βατράχου εὐρείῃσιν ἔσω γενύεσσι μιγέντες. ὡς δ’ ὅτε τις κούφοισι πάγην ὄρνισι τιτύσκων,

2

(100)

πυροὺς τοὺς μὲν ἔρηνε δόλου προπάροιθε πυλάων, ἄλλους δ’ ἔνδον ἔθηκεν, ὑπεστήριξε δὲ τέχνην· τοὺς δὲ λιλαιομένους ἕλκει πόθος ὀξὺς ἐδωδῆς, εἴσω δὲ προγένοντο, καὶ οὐκέτι νόστος ἑτοῖμος ἐκδῦναι, δαιτὸς δὲ κακὴν εὕραντο τελευτήν·
105ὣς κείνους ἀμενηνὸς ἐπέσπασεν ἠπεροπεύσας βάτραχος, οὐδ’ ἐνόησαν ἑὸν σπεύδοντες ὄλεθρον. τοῖα καὶ ἀγκυλόμητιν ἐπέκλυον ἐντύνασθαι κερδώ· ὅτ’ οἰωνῶν ἀγέλην πλήθουσαν ἴδηται, δοχμίη ἀγκλινθεῖσα, τανυσσαμένη θοὰ κῶλα,
110ὄμματ’ ἐπιμύει, σὺν δὲ στόμα πάμπαν ἐρείδει· φαίης κ’ εἰσορόων ἤ μιν βαθὺν ὕπνον ἰαύειν, ἠὲ καὶ ἀτρεκέως κεῖσθαι νέκυν· ὧδε γὰρ ἄπνους αἰόλα βουλεύουσα παραβλήδην τετάνυσται· οἱ δέ μιν εἰσορόωντες ἀολλέες ἰθὺς ἵενται
115ὄρνιθες, λάχνην δὲ διαψαίρουσι πόδεσσιν,
ἠΰτε κερτομέοντες· ἐπὴν δέ οἱ ἐγγὺς ὀδόντων ἔλθωσιν, τότ’ ἔπειτα δόλου πετάσασα θύρετρα, ἐξαπίνης συνέμαρψε καὶ ἔσπασεν εὐρὺ χανοῦσα ἄγρην κερδαλέην, ὅσσην ἕλεν οἰμήσασα.290
120 Καὶ μὲν δὴ δολόμητις ἐπίκλοπον εὕρατο θήρην σηπίη· ἐκ γάρ οἱ κεφαλῆς πεφύασιν ἀραιοὶ ἀκρέμονες προτενεῖς, ὥστε πλόκοι, οἷσι καὶ αὐτὴ ὥστε περ ὁρμιῇσιν ἐφέλκεται ἰχθύας ἄγρῃ, πρηνὴς ἐν ψαμάθοισιν ὑπ’ ὀστράκῳ εἰλυθεῖσα.
125κείναις δὲ πλοκαμῖσι καὶ ἡνίκα κύματα θύει χείματι πετράων ἀντίσχεται, ἠΰτε τις νηῦς πείσματ’ ἐπ’ ἀκταίῃσιν ἀναψαμένη σπιλάδεσσι. Καρῖδες δ’ ὀλίγαι μὲν ἰδεῖν, ἴση δὲ καὶ ἀλκὴ γυίοις, ἀλλὰ δόλοισι καὶ ἄλκιμον ὤλεσαν ἰχθύν,
130λάβρακα, σφετέρῃσιν ἐπικλέα λαβροσύνῃσιν. οἱ μὲν γὰρ σπεύδουσι καὶ ἰθύουσι λαβέσθαι καρίδων, ταῖς δ’ οὔτε φυγεῖν σθένος οὔτε μάχεσθαι, ὀλλύμεναι δ’ ὀλέκουσι καὶ οὓς πέφνουσι φονῆας.
εὖτε γὰρ ἀμφιχανόντες ἔσω μάρψωσιν ὀδόντων,292
135αἵδε θαμὰ θρώσκουσι καὶ ἐς μεσάτην ὑπερῴην ὀξὺ κέρας χρίμπτουσι, τό τε σφίσι τέλλεται ἄκρης ἐκ κεφαλῆς· λάβραξ δὲ φίλης κεκορημένος ἄγρης νύγματος οὐκ ἀλέγει· τὸ δέ μιν νέμεταί τε καὶ ἕρπει, εἰσόκε τρυχόμενόν μιν ἕλῃ μόρος ἐξ ὀδυνάων·
140ὀψὲ δὲ γινώσκει νέκυος δεδαϊγμένος αἰχμῇ. Ἔστι δέ τις πηλοῖσιν ἐφέστιος ὠμοφάγος βοῦς, εὐρύτατος πάντεσσι μετ’ ἰχθύσιν· ἦ γάρ οἱ εὖρος πολλάκις ἑνδεκάπηχυ δυωδεκάπηχύ τ’ ἐτύχθη· οὐτιδανὸς δὲ βίην καί οἱ δέμας ἄμμορον ἀλκῆς,
145μαλθακόν· ἐν δέ οἱ εἰσὶν ἀείδελοι ἔνδον ὀδόντες βαιοί τ’ οὐ κρατεροί τε· βίῃ δέ κεν οὔτι δαμάσσαι, ἀλλὰ δόλῳ καὶ φῶτας ἐπίφρονας εἷλε πεδήσας· δαιτὶ γὰρ ἀνδρομέῃ ἐπιτέρπεται, ἔξοχα δ’ αὐτῷ ἀνθρώπων κρέα τερπνὰ καὶ εὐάντητος ἐδωδή.

2

(150)

εὖτέ τιν’ ἀθρήσῃ νεάτην ὑπὸ βύσσαν ἰόντα ἀνθρώπων, ὅσσοισιν ὑποβρύχιος πόνος ἅλμης μέμβλεται, αὐτὰρ ὁ κοῦφος ὑπὲρ κεφαλῆφιν ἀερθεὶς νήχεται ἀστεμφής, μεγάρων ὀρόφοισιν ἐοικώς, ἄτροπος ἀμφιταθείς, σὺν δ’ ἔρχεται, ᾗ κεν ἴῃσι
155δειλὸς ἀνήρ, μίμνοντι δ’ ἐφίσταται ἠΰτε πῶμα. ὡς δὲ πάϊς δολόεντα μόρον λίχνοισι μύεσσιν
ἔστησεν· τὸν δ’ οὔτι πάγης λόχον ὁρμαίνοντα γαστὴρ ἔνδον ἔλασσε, θοῶς δέ οἱ ἄγγος ὕπερθε κοῖλον ἐπεσμαράγησεν, ὁ δ’ οὐκέτι πολλὰ μενοινῶν294
160ἐκφυγέειν δύναται στιβαρὸν σκέπας, ὄφρα ἑ κοῦρος μάρψῃ τε κτείνῃ τε, γέλων δ’ ἐπιθήσεται ἄγρῃ· ὣς ὅ γ’ ὑπὲρ κεφαλῆς βροτέης ὀλοφώϊος ἰχθὺς πέπτατ’ ἐρητύων ἀναδύμεναι, εἰσόκ’ ἀϋτμὴ φῶτα λίπῃ, ψυχὴν δὲ μετεκπνεύσῃ ῥοθίοισιν·
165ἔνθα ἑ τεθνηῶτα δυσώνυμος ἀμφιέπει βοῦς δαινύμενος, τέχνῃσιν ἑλὼν δυσμήχανον ἄγρην. Καὶ μέν τις μνιαροῖσιν ἐπὶ πλαταμῶσι νοήσας καρκίνον αἰνήσει καὶ ἀγάσσεται εἵνεκα τέχνης κερδαλέης· καὶ τῷ γὰρ ἐπιφροσύνην πόρε δαίμων
170ὄστρεα φέρβεσθαι, γλυκερὴν καὶ ἄμοχθον ἐδωδήν. ὄστρεα μὲν κληῗδας ἀναπτύξαντα θυρέτρων ἰλὺν λιχμάζουσι καὶ ὕδατος ἰσχανόωντα πέπταται, ἀγκοίνῃσιν ἐφήμενα πετραίῃσι· καρκίνος αὖ ψηφῖδα παρὰ ῥηγμῖνος ἀείρας
175λέχριος ὀξείῃσι φέρει χηλῇσι μεμαρπώς, λάθρη δ’ ἐμπελάει, μέσσῳ δ’ ἐνεθήκατο λᾶαν ὀστρέῳ· ἔνθεν ἔπειτα παρήμενος εἰλαπινάζει δαῖτα φίλην· τὸ δ’ ἄρ’ οὔτι καὶ ἱέμενόν περ ἐρεῖσαι ἀμφιδύμους πλάστιγγας ἔχει σθένος, ἀλλ’ ὑπ’
179ἀνάγκης
180οἴγεται, ὄφρα θάνῃ τε καὶ ἀγρευτῆρα κορέσσῃ.
Τῷ δ’ ἴσα τεχνάζουσι καὶ ἀστέρες ἑρπυστῆρες εἰνάλιοι· καὶ τοῖς γὰρ ἐπ’ ὄστρεα μῆτις ὀπηδεῖ· ἀλλ’ οὐ λᾶαν ἄγουσι συνέμπορον οὐδ’ ἐπίκουρον κεῖνοι, τρηχὺ δὲ κῶλον ἐνηρείσαντο μέσοισι296
185πεπταμένοις· τὰ μὲν ὧδε πιέζεται, οἱ δὲ νέμονται. Ὄστρακον αὖ βυθίας μὲν ἔχει πλάκας, ἐν δέ οἱ
186
ἰχθὺς πίννη ναιετάει κεκλημένος· ἡ μὲν ἄναλκις οὔτε τι μητίσασθαι ἐπίσταται οὔτε τι ῥέξαι, ἀλλ’ ἄρα οἱ ξυνόν τε δόμον ξυνήν τε καλύπτρην
190καρκίνος ἐνναίει, φέρβει δέ μιν ἠδὲ φυλάσσει· τῷ καὶ πιννοφύλαξ κικλήσκεται· ἀλλ’ ὅτε κόχλου ἰχθὺς ἔνδον ἵκηται, ὁ δ’ οὐ φρονέουσαν ἀμύξας δήγματι κερδαλέῳ πίννην ἕλεν· ἡ δ’ ὀδύνῃσιν ὄστρακα συμπλατάγησε καὶ ἔνδον ἐφράσσατο ἄγρην
195αὑτῇ τ’ ἠδ’ ἑτάρῳ, ξυνόν θ’ ἅμα δεῖπνον ἕλοντο. ὣς ἄρα καὶ πλωτῆρσιν ἐν ὑγροπόροισιν ἔασι τοὶ μὲν κερδαλέοι, τοὶ δ’ ἄφρονες, οἷα καὶ ἡμῖν ἀνδράσιν, οὐδέ τι πᾶσιν ἐναίσιμόν ἐστι νόημα. Φράζεο δ’ ἀφραδίῃ προφερέστατον ἡμεροκοίτην298

2

(200)

ἰχθύν, ὃν παρὰ πάντας ἀεργότατον τέκεν ἅλμη. τοῦ δ’ ἤτοι κεφαλῆς μὲν ἄνω τέτραπται ὕπερθεν ὄμματα, καὶ στόμα λάβρον ἐν ὀφθαλμοῖσι μέσοισιν· αἰεὶ δ’ ἐν ψαμάθοισι πανημέριος τετάνυσται εὕδων, νυκτὶ δὲ μοῦνον ἀνέγρεται ἠδ’ ἀλάληται·
205τοὔνεκα κέκληται καὶ νυκτερίς· ἀλλά μιν ἄτη γαστρὸς ἀτεκμάρτοιο κακὴ λάχεν· οὐ γὰρ ἐδωδῆς ἢ κόρον ἠέ τι μέτρον ἐπίσταται, ἀλλ’ ἀτέλεστον λυσσομανῆ βούβρωστιν ἀναιδέϊ γαστρὶ φυλάσσει· οὐδέ ποτ’ ἂν λήξειεν ἐδητύος ἐγγὺς ἐούσης,
210εἰσόκεν οἱ νηδύς τε μέση διὰ πᾶσα ῥαγείη, αὐτός τε προταθεὶς πέσῃ ὕπτιος, ἠέ τις ἄλλος πέφνῃ μιν νεπόδων πυμάτης ἔμφορτον ἐδωδῆς.
σῆμα δέ τοι τόδε γαστρὸς ἀειμάργοιο πιφαύσκω· εἰ γάρ τίς μιν ἑλὼν θήρης ἀποπειρήσαιτο300
215χειρὶ βορὴν ὀρέγων, ὁ δὲ δέξεται, εἰσόκεν αὐτοῦ λαβροτάτου στόματος νηήσεται ἄχρις ἐδωδή. κλῦτε, γοναὶ μερόπων, οἷον τέλος ἀφραδίῃσι λαιμάργοις, ὅσον ἄλγος ἀδηφαγίῃσιν ὀπηδεῖ· τῷ τις ἀεργίην δυστερπέα τῆλε διώκοι
220καὶ κραδίης καὶ χειρός, ἔχοι δέ τι μέτρον ἐδωδῆς· μηδ’ ἐπὶ πανθοίνοισι νόον τέρποιτο τραπέζαις· πολλοὶ γὰρ τοῖοι καὶ ἐν ἀνδράσιν, οἷσι λέλυνται ἡνία, γαστρὶ δὲ πάντας ἐπιτρωπῶσι κάλωας· ἀλλά τις εἰσορόων φεύγοι τέλος ἡμεροκοίτου.
225 Ἔστι καὶ ὀξυκόμοισι νόος καὶ μῆτις ἐχίνοις, οἵ τ’ ἀνέμων ἴσασι βίας ζαμενεῖς τε θυέλλας ὀρνυμένας, νώτοισι δ’ ἀνοχλίζουσιν ἕκαστος λᾶαν, ὅσον βαρύθοντα περὶ σφετέρῃσιν ἀκάνθαις ῥηϊδίως φορέοιεν, ἵν’ ἀντία κύματος ὁρμῇ
230βριθόμενοι μίμνωσι· τὸ γὰρ τρομέουσι μάλιστα, μὴ σφὰς ἐπ’ ἠιόνεσσι κυκώμενον οἶδμα κυλίσῃ.
Πουλυπόδων δ’ οὔπω τιν’ ὀΐομαι ἔμμεν’ ἄπυστον τέχνης, οἳ πέτρῃσιν ὁμοίϊοι ἰνδάλλονται, τήν κε ποτιπτύξωσι περὶ σπείρῃς τε βάλωνται.302
235ἄνδρας δ’ ἀγρευτῆρας ὁμῶς καὶ κρέσσονας ἰχθῦς ῥηϊδίως ἀπάτῃσι παραπλάγξαντες ἄλυξαν. ἀλλ’ ὅτε χειρότερός τις ἐπισχεδὸν ἀντιβολήσῃ, αὐτίκα πουλύποδές τε καὶ ἰχθύες ἐξεφάνησαν, μορφῆς πετραίης ἐξάλμενοι, ἐκ δὲ δόλοιο
240φορβήν τ’ ἐφράσσαντο καὶ ἐξήλυξαν ὄλεθρον. χείματι δ’ οὔποτε φασὶν ἐπιστείχειν ἁλὸς ὕδωρ πουλύποδας· ζαμενεῖς γὰρ ὑποτρομέουσιν ἀέλλας· ἀλλ’ οἵ γε γλαφυρῇσιν ἐνιζόμενοι θαλάμῃσι πτήξαντες δαίνυνται ἑοὺς πόδας, ἠΰτε σάρκας
245ἀλλοτρίας· οἱ δ’ αὖτις ἑοὺς κορέσαντες ἄνακτας φύονται· τόδε πού σφι Ποσειδάων ἐπένευσε. τοῖον καὶ βλοσυρῇσιν ἀειμάργοισι νόημα ἄρκτοις· χειμερίην γὰρ ἀλυσκάζουσαι ὁμοκλήν, δῦσαι φωλειοῖο μυχὸν κατὰ πετρήεντα

2

(250)

ὃν πόδα λιχμάζουσιν, ἐδητύος ἔργον ἄπαστον, μαιόμεναι δαίτην ἀνεμώλιον, οὐδ’ ἐθέλουσι προβλώσκειν, εὐκραὲς ἕως ἔαρ ἡβήσειεν. Ἔξοχα δ’ ἀλλήλοισιν ἀνάρσιον ἔχθος ἔχουσι κάραβος ἀϊκτὴρ μύραινά τε πουλύποδές τε,304
255ἀλλήλους δ’ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισιν. αἰεὶ δ’ ἰχθυόεσσα μετὰ σφίσιν ἵστατ’ ἐνυὼ καὶ μόθος, ἄλλου δ’ ἄλλος ἑὴν ἐνεπλήσατο νηδύν. ἡ μὲν ὑπὲκ πέτρης ἁλιμυρέος ὁρμηθεῖσα φοιταλέη μύραινα διέσσυται οἴδματα πόντου,
260φορβὴν μαιομένη, τάχα δ’ εἴσιδε πούλυπον ἀκτῆς ἄκρα διερπύζοντα καὶ ἀσπασίην ἐπὶ θήρην ἔσσυτο γηθομένη· τὸν δ’ οὐ λάθεν ἐγγὺς ἐοῦσα· ἀλλ’ ἤτοι πρῶτον μὲν ἀτυζόμενος δεδόνηται ἐς φόβον, οὐδ’ ἄρα μῆχος ἔχει μύραιναν ἀλύξαι
265ἕρπων νηχομένην τε καὶ ἄσχετα μαιμώωσαν. αἶψα δέ μιν κατέμαρψε γένυν τ’ ἐνέρεισε δαφοινήν· πούλυπος αὖτ’ ἀέκων ὀλοῆς ὑπὸ μάρνατ’ ἀνάγκης, ἀμφὶ δέ οἱ μελέεσσιν ἑλίσσεται, ἄλλοτε ἄλλας παντοίας στροφάλιγγας ὑπὸ σκολιοῖσιν ἱμᾶσι
270τεχνάζων, εἴ πώς μιν ἐρητύσειε βρόχοισιν ἀμφιβαλών· ἀλλ’ οὔτι κακῶν ἄκος οὔτ’ ἀλεωρή· ῥεῖα γὰρ ἀμφιπεσόντος ὀλισθηροῖς μελέεσσιν ὀτραλέη μύραινα διαρρέει οἷάπερ ὕδωρ· αὐτὰρ ὅ γ’ ἄλλοτε νῶτα παναίολα, ἄλλοτε δειρὴν
275οὐρήν τ’ ἀκροτάτην περιβάλλεται, ἄλλοτε δ’ αὖτε ἐμπίπτει στόματός τε πύλαις γενύων τε μυχοῖσιν. ὡς δὲ παλαισμοσύνης γυιαλκέος ἴδμονες ἄνδρες
δηρὸν ἐπ’ ἀλλήλοισιν ἑὴν ἀναφαίνετον ἀλκήν, ἤδη δ’ ἐκ μελέων λιαρὸς καὶ ἀθέσφατος ἱδρὼς306
280χεύεται ἀμφοτέροισι· τὰ δ’ αἰόλα κέρδεα τέχνης πλάζονται, χεῖρές τε περὶ χροῒ κυμαίνονται· ὣς καὶ πουλύποδος κοτυληδόνες οὐ κατὰ κόσμον πλαζόμεναι κενεῇσι παλαισμοσύναις μογέουσιν. ἡ δέ μιν ὀξυτόμοισιν ὑπὸ ῥιπῇσιν ὀδόντων
285δαρδάπτει· μελέων δὲ τὰ μὲν κατεδέξατο γαστήρ, ἄλλα δ’ ἔτ’ ἐν γενύεσσι θοοὶ τρίβουσιν ὀδόντες, ἄλλα δέ τ’ ἀσπαίρει καὶ ἑλίσσεται ἡμιδάϊκτα, εἰσέτι παιφάσσοντα καὶ ἐκφυγέειν ἐθέλοντα. ὡς δ’ ὅτ’ ἀνὰ ξυλόχους ὀφίων στίβον ἐξερεείνων
290βριθόκερως ἔλαφος ῥινήλατον ἴχνος ἀνεῦρε, χειὴν δ’ εἰσαφίκανε καὶ ἑρπετὸν εἴρυσεν ἔξω δάπτει τ’ ἐμμενέως· ὁ δ’ ἑλίσσεται ἀμφί τε γοῦνα, δειρήν τε στέρνον τε· τὰ δ’ ἡμίβρωτα κέχυνται ἅψεα, πολλὰ δ’ ὀδόντες ὑπὸ στόμα δαιτρεύουσιν·
295ὣς καὶ πουλύποδος δνοπαλίζεται αἰόλα γυῖα δυσμόρου· οὐδέ ἑ μῆτις ἐπιφροσύνης ἐσάωσε πετραίης· εἰ γάρ ποτ’ ἀλευόμενος περὶ πέτρην πλέξηται, χροιήν τε πανείκελον ἀμφιέσηται, ἀλλ’ οὐ μυραίνης ἔλαθεν κέαρ, ἀλλά ἑ μούνη

2

(300)

φράζεται, ἄπρηκτον δὲ πέλει κείνοιο νόημα. ἔνθα μιν οἰκτείρειας ἀκοσμοτάτοιο μόροιο, ὡς ὁ μὲν ἐν πέτρῃσιν ὑφέζεται, ἡ δέ οἱ ἄγχι ἠΰτ’ ἐπεγγελόωσα παρίσταται· ὧδέ κε φαίης μυθεῖσθαι μύραιναν ἀπηνέα κερτομέουσαν·
305τί πτώσσεις δολομῆτα; τίν’ ἔλπεαι ἠπεροπεύειν; ἦ τάχα καὶ πέτρης πειρήσομαι, ἤν σε καὶ εἴσω δέξηται σπιλὰς ἥδε καὶ ἠμύσασα καλύψῃ. αὐτίκα δ’ ἀγκύλον ἕρκος ἐνιπλήξασα λαφύσσει, χοιράδος αὖ ἐρύουσα περίτρομον· αὐτὰρ ὅ γ’ οὔτι,308
310οὐδὲ δαϊζόμενος, λείπει πάγον οὐδ’ ἀνίησιν, ἀλλ’ ἔχεται πέτρης εἱλιγμένος, εἰσόκεν αὐταὶ λείπωνται μοῦναι κοτυληδόνες ἐμπεφυυῖαι. ὡς δ’ ὅτε περθομένης δηΐων ὑπὸ χερσὶ πόληος, ἑλκομένων παίδων τε δορυκτήτων τε γυναικῶν,
315κοῦρον ἀνὴρ δειρῇ τε καὶ ἀγκάσιν ἐμπεφυῶτα γειναμένης ἐρύσῃ πολέμου νόμῳ, αὐτὰρ ὁ χεῖρας πλέγδην οὐκ ἀνίησιν ἀπ’ αὐχένος, οὐδέ ἑ μήτηρ κωκυτῷ προΐησιν, ὁμοῦ δέ οἱ ἕλκεται αὐτή· ὣς καὶ πουλύποδος δειλὸν δέμας ἑλκομένοιο
320λισσάδι μυδαλέῃ περιφύεται, οὐδ’ ἀνίησι. Κάραβος αὖ μύραιναν ἀπηνέα περ μάλ’ ἐοῦσαν ἐσθίει, αὐτοφόνοισιν ἀγηνορίῃσι δαμεῖσαν. ἦ γὰρ ὁ μὲν πέτρης σχεδὸν ἵσταται, ᾗ ἔνι ναίει ὀτραλέη μύραινα· δύω δ’ ἀνὰ κέντρα τιτήνας
325δήϊα φυσιόων προκαλίζεται ἐς μόθον ἐλθεῖν, ἶσος ἀριστῆϊ προμάχῳ στρατοῦ, ὅς ῥά τε χειρῶν ἠνορέῃ πολέμου τε δαημοσύνῃσι πεποιθὼς ἔντεσι καρτύνας βριαρὸν δέμας, ὀξέα πάλλων ἔγχεα, δυσμενέων προκαλίζεται ὅς κ’ ἐθέλῃσιν
330ἀντιάαν· τάχα δ’ ἄλλον ἀριστήων ὀροθύνει· ὣς ὅ γε μυραίνης θήγει φρένας, οὐδ’ ἐπὶ μῶλον δηθύνει, θαλάμης δὲ διαΐξασα κελαινή, αὐχένα γυρώσασα, χόλῳ μέγα παιφάσσουσα ἀντιάᾳ· τὸν δ’ οὔτι περισπέρχουσά περ αἰνῶς
335βλάπτει τρηχὺν ἐόντα, γένυν δ’ ἀνεμώλιον αὔτως ἐγχρίμπτει, στερεοῖσι δ’ ἐτώσια μαίνετ’ ὀδοῦσιν·
οἱ δὲ πάλιν γενύεσσιν ἀπηνέος ὡς ἀπὸ πέτρης παλλόμενοι κάμνουσι καὶ ἀμβλύνονται ἐρωῆς. τῆς δὲ μέγα φλεγέθει καὶ ὀρίνεται ἄγριον ἦτορ,310
340εἰσόκε μιν χηλῇσιν ἐπαΐξας δολιχῇσιν κάραβος αὐχενίοιο λάβῃ μέσσοιο τένοντος· ἴσχει δ’ ἐμπεφυὼς χαλκείῃ ὥστε πυράγρῃ, νωλεμές, οὐδ’ ἀνίησι καὶ ἐσσυμένην περ ἀλύξαι· ἡ δὲ βίῃ μογέουσα καὶ ἀσχαλόως’ ὀδύνῃσι,
345πάντῃ δινεύει σκολιὸν δέμας, αἶψα δὲ νῶτα καράβου ὀξυβελῆ περιβάλλεται ἀμφιχυθεῖσα, ἐν δ’ ἐπάγη σκώλοισι καὶ ὀξείῃσιν ἀκωκαῖς ὀστράκου, ὠτειλαῖς δὲ περιπλήθουσα θαμειαῖς ὄλλυται αὐτοδάϊκτος, ὑπ’ ἀφραδίῃσι θανοῦσα.

2

(350)

ὡς δ’ ὅτε θηροφόνων τις ἀνὴρ δεδαημένος ἔργων, λαῶν ἀμφιδόμοισιν ἐναγρομένων ἀγορῇσι, πόρδαλιν οἰστρηθεῖσαν ἐνὶ ῥοίζοισιν ἱμάσθλης ἐγχείῃ δέχεται ταναήκεϊ δοχμὸς ὑποστάς· ἡ δὲ καὶ εἰσορόωσα γένυν θηκτοῖο σιδήρου
355ἄγρια κυμαίνουσα κορύσσεται, ἐν δ’ ἄρα λαιμῷ ἠΰτε δουροδόκῃ χαλκήλατον ἔσπασεν αἰχμήν· ὣς ἄρα καὶ μύραιναν ἕλεν χόλος ἀφραδίῃσι δύσμορον, αὐτοτύποισιν ὑπ’ ὠτειλῇσι δαμεῖσαν. τοίην που τραφερῆς γαίης ἔπι δῆριν ἔθεντο
360ἄμφω ἐνὶ ξυλόχοισιν ὄφις καὶ τρηχὺς ἐχῖνος ἀντόμενοι· καὶ τοῖς γὰρ ἀνάρσιος αἶσα μέμηλεν. ἤτοι ὁ μὲν προϊδὼν ὀλοφώϊον ἑρπυστῆρα, φραξάμενος πυκινῇσιν ὑπὸ προβλῆσιν ἀκάνθαις εἱλεῖται σφαιρηδόν, ὑφ’ ἕρκεϊ γυῖα φυλάσσων,
365ἔνδοθεν ἑρπύζων· ὁ δέ οἱ σχεδὸν αὐτίκα θύνων
πρῶτα μὲν ἰοτόκοισιν ἐπισπέρχει γενύεσσιν, ἀλλ’ αὔτως μογέει κενεὸν πόνον· οὐ γὰρ ἱκάνει χρωτὸς ἔσω μαλεροῖσι καὶ ἱέμενός περ ὀδοῦσι· τοίη μιν λάχνη δυσπαίπαλος ἀμφιβέβηκεν·312
370αὐτὰρ ὁ κυκλοτερὴς ὁλοότροχος αἰόλα γυῖα δινεύων, πυκινῇσι κυλινδόμενος στροφάλιγξιν, ἐμπίπτει σπείρῃσι καὶ οὐτάζει βελέεσσι χαίτης ὀξυτόμοισιν· ὁ δ’ ἄλλοθεν εἴβεται ἄλλος ἰχὼρ αἱματόεις, τὸν δ’ ἕλκεα πόλλ’ ἀνιάζει.
375ἔνθα μιν ἀμφιβαλὼν περιηγέϊ πάντοθεν ὁλκῷ ὑγρὸς ὄφις χαλεποῖσι περιπλέγδην ὑπὸ δεσμοῖς ἴσχει τ’ ἐμπρίει τε χόλῳ τ’ ἐνερείδεται ἀλκήν. τοῦ δ’ εἴσω τάχα πᾶσαι ὀλισθαίνουσιν ἄκανθαι ὀξέα πεφρικυῖαι· ὁ δ’ ἐν σκολόπεσσι πεπηγὼς
380οὔτε βίην ἀνίησι καὶ οὐκ ἐθέλων πεπέδηται, ἀλλὰ μένει γόμφοισιν ἅτε κρατεροῖσιν ἀρηρώς, ὄφρα θάνῃ, σὺν δ’ αὐτὸν ἀπέφθισε θῆρα πιέζων πολλάκις, ἀλλήλοις δὲ μόρος καὶ πῆμα γένοντο· πολλάκι δ’ ἐξήλυξε καὶ ἔκφυγε δεινὸς ἐχῖνος,
385ἐκδὺς ἑρπυστῆρος ἀλυκτοπέδης τε κελαινῆς, εἰσέτι τεθνηῶτος ἔχων περὶ σάρκας ἀκάνθαις. τοίη καὶ μύραινα κακόφρονι δάμναται ἄτῃ, καράβῳ ἁρπαλέη τε καὶ εὐάντητος ἐδωδή. Κάραβον αὖ καὶ τρηχὺν ὁμῶς καὶ κραιπνὸν ἐόντα
390δαίνυτ’ ἀφαυρότερός περ ἐὼν καὶ νωθρὸς ἐρωὴν πούλυπος· ἡνίκα γάρ μιν ὑπὸ σπιλάδεσσι νοήσῃ
αὔτως ἀτρεμέοντα καὶ ἥμενον, αὐτὰρ ὁ λάθρη νῶτον ἐπαΐξας περιβάλλεται αἰόλα δεσμά, ἰφθίμων δολιχῇσι ποδῶν σειρῇσι πιέζων,314
395σὺν δέ οἱ ἀκραίῃς κοτυληδόσι θερμὸν ἐρείδει αὐλὸν ἐπισφίγγων στόματος μέσον, οὐδ’ ἀνίησι πνοιὴν ἠερίην οὔτ’ ἔνδοθεν οὔθ’ ἑτέρωθεν· καὶ γὰρ καὶ νεπόδεσσι παλίρροος ἕλκεται ἀήρ· ἀλλ’ ἔχει ἀμφιπεσών· ὁ δὲ νήχεται, ἄλλοτε μίμνει,

2

(400)

ἄλλοτε δ’ ἀσπαίρει, ποτὲ δὲ προβλῆσιν ὑπ’ ἄκραις ῥήγνυται· αὐτὰρ ὅ γ’ οὔτι βίης μεθίησιν ἄεθλον, ὄφρα ἑ τεθνηῶτα λίπῃ ψυχή τε καὶ ἀλκή. δὴ τότε μιν προπεσόντα παρήμενος ἐν ψαμάθοισι δαίνυται, ἠΰτε κοῦρος ὑπὲκ μαζοῖο τιθήνης
405χείλεσιν αὖ ἐρύει λαρὸν γλάγος· ὣς ὅ γε σάρκας λάπτων ὀξυπόροιο κατέσπασεν ἄγγεος ἔξω μυζήσας, γλυκερῆς δὲ βορῆς ἐνεπλήσατο νηδύν. ὡς δέ τις ἡμερόκοιτος ἀνὴρ ληΐστορι τέχνῃ ὁρμαίνων ἀΐδηλα, δίκης σέβας οὔποτ’ ἀέξων,
410ἑσπέριος στεινῇσι καταπτήξας ἐν ἀγυιαῖς, ἄνδρα παραστείχοντα μετ’ εἰλαπίνην ἐλόχησε· καί ῥ’ ὁ μὲν οἰνοβαρὴς ἕρπει πάρος, ὑγρὸν ἀείδων,
οὐ μάλα νηφάλιον κλάζων μέλος· αὐτὰρ ὁ λάθρη ἐξόπιθε προὔτυψε καὶ αὐχένα χερσὶ δαφοιναῖς316
415εἷλεν ἐπιβρίσας, κλῖνέν τέ μιν ἄγριον ὕπνον οὐ τηλοῦ θανάτοιο καὶ εἵματα πάντ’ ἐναρίξας ᾤχετο, δυσκερδῆ τε φέρων καὶ ἀνέστιον ἄγρην· τοιάδε καὶ πινυτοῖσι νοήματα πουλυπόδεσσιν. Οἵδε μὲν ἀντίβιοι καὶ ἀνάρσιοι ἔξοχ’ ἔασιν
420εἰναλίων· μοῦνοι δὲ μετ’ ἰχθύσιν αἰολοφύλοις ποινητῆρες ἔασι καὶ ἀλλήλων ὀλετῆρες. Ἄλλοι δ’ ἰοφόροι νεπόδων, στομάτεσσι δ’ ἀεικὴς ἰὸς ἐνιτρέφεται στυγερός τ’ ἐπὶ δήγμασιν ἕρπει. τοῖον καὶ σκολόπενδρα, δυσώνυμον ἑρπετὸν ἅλμης,
425ἶσον ἐπιχθονίῳ δέμας ἑρπετῷ· ἀλλὰ τό γ’ ἄτην κύντερον· εἰ γάρ οἱ τις ἐπιψαύσειε πελάσσας, αὐτίκα οἱ κνῆστις μὲν ἐπὶ χροῒ θερμὸν ἔρευθος φοινίσσει, σμώδιξ δὲ διατρέχει ἠΰτε ποίης, τὴν κνίδα κικλήσκουσιν, ἐπωνυμίην ὀδυνάων.
430ἐχθρὴ δὲ σκολόπενδρα πανέξοχον ἀσπαλιεῦσι ἐμπελάαν· εἰ γάρ ποτ’ ἐπιψαύσειε δελέτρου, οὐκ ἄν τις νεπόδων κείνου πέλας ἀγκίστροιο ἔλθοι· τοῖον γάρ οἱ ἀπεχθέα μίσγεται ἰόν.
Τοίη καὶ βαλιῇσιν ἰουλίσι τέτροφεν ἄτη318
435ἂν στόμα· τὰς δὲ μάλιστα βυθῶν διφήτορες ἄνδρες δύπται σπογγοτόμοι τε δυηπαθέες στυγέουσιν· εὖτε γὰρ ἀθρήσωσιν ἐρευνητῆρα θαλάσσης σπερχόμενον ποτὶ βυσσὸν ὑποβρυχίοισι πόνοισιν, αἳ δ’ ἀπὸ πετράων μάλα μυρίαι ὁρμηθεῖσαι
440ἄνδρα περιπροθέουσι καὶ ἀθρόαι ἀμφιχέονται καί μιν ὁδοῦ βλάπτουσι πονεύμενον, ἄλλοθεν ἄλλαι κνίζουσαι στομάτεσσιν ἀναιδέσιν· αὐτὰρ ὁ κάμνει ὕδατι καὶ στυγερῇσιν ἰουλίσιν ἀντιβολήσας, χερσὶ δ’, ὅσον σθένος ἐστίν, ἐπειγομένοις τε πόδεσσι
445σεύει ἀμυνόμενος διερὸν στρατόν· αἱ δ’ ἐφέπονται ἀστεμφεῖς, μυίαις ἐναλίγκιοι, αἵ ῥά τ’ ἐπ’ ἔργοις ἀνέρας ἀμητῆρας ὀπωρινὸν μογέοντας πάντος’ ἀνιηραὶ θέρεος στίχες ἀμφιπέτονται. οἱ δ’ ἅμα μὲν καμάτῳ τε καὶ ἀκρήτοισι βολῇσιν

2

(450)

ἠέρος ἱδρώουσιν, ἀνιάζουσί τε μυίαις ἐκπάγλως· αἱ δ’ οὐδὲν ἀναιδείης χαλόωσι, πρὶν θανέειν ἢ ξουθὸν ἀπ’ ἀνέρος αἷμα πάσασθαι. τόσσος ἔρως καὶ τοῖσιν ἐν ἰχθύσιν αἵματος ἀνδρῶν.
Οὐ μὴν θὴν ἀβληχρὸν ἔχει δάκος εὖτε χαράξῃ320
455πούλυπος ἑρπυστὴρ ἢ σηπίη, ἀλλὰ καὶ αὐτοῖς ἐντρέφεται βαιὸς μὲν ἀτὰρ βλαπτήριος ἰχώρ. κέντρα δὲ πευκήεντα μετ’ ἰχθύσιν ὡπλίσσαντο κωβιός, ὃς ψαμάθοισι, καὶ ὃς πέτρῃσι γέγηθε σκορπίος, ὠκεῖαί τε χελιδόνες ἠδὲ δράκοντες
460καὶ κύνες οἳ κέντροισιν ἐπώνυμοι ἀργαλέοισι,
πάντες ἀταρτηροῖς ὑπὸ νύγμασιν ἰὸν ἱέντες. Τρυγόνι δὲ ξιφίῃ τε θεὸς κρατερώτατα δῶρα γυίοις ἐγκατέθηκεν, ὑπέρβιον ὅπλον ἑκάστῳ καρτύνας· καὶ τῷ μὲν ὑπὲρ γένυν ἐστήριξεν322
465ὄρθιον, αὐτόρριζον, ἀκάχμενον, οὔτι σιδήρου φάσγανον, ἀλλ’ ἀδάμαντος ἰσόσθενες ὄβριμον ἆορ. οὐ κείνου κρυόεσσαν ἐπιβρίσαντος ἀκωκὴν οὐδὲ μάλα στερεὴ τλαίη λίθος οὐτηθεῖσα· τοίη οἱ ζαμενής τε πέλει πυρόεσσά τ’ ἐρωή.
470 Τρυγόνι δ’ ἐκ νεάτης ἀνατέλλεται ἄγριον οὐρῆς κέντρον ὁμοῦ χαλεπόν τε βίῃ καὶ ὀλέθριον ἰῷ. οὐδέ κεν οὐ ξιφίαι, οὐ τρυγόνες ἐν γενύεσσι φορβὴν πρόσθε πάσαιντο, πάρος βελέεσσι δαφοινοῖς οὐτῆσαι ζωόν τε καὶ ἄπνοον ὅττι παρείη.
475ἀλλ’ ἤτοι ξιφίην μὲν ἐπὴν προλίπῃσιν ἀϋτμή, αὐτίκα οἱ κἀκεῖνο συνέφθιτο καρτερὸν ἆορ, αὐτῷ δ’ ὅπλον ἄνακτι συνέσβετο, καδδὲ λέλειπται ὀστέον οὐδενόσωρον, ἀμήχανον ὅσσον ἰδέσθαι φάσγανον· οὐδέ κεν ἄν τι καὶ ἱέμενος τελέσειας.
480τρυγονίου δ’ οὔπω τι κακώτερον ἔπλετο πῆμα τρώματος, οὐδ’ ὅσα χεῖρες ἀρήϊα τεχνήσαντο χαλκήων, οὐδ’ ὅσσα φερεπτερύγων ἐπ’ ὀϊστῶν Πέρσαι φαρμακτῆρες ὀλέθρια μητίσαντο· τρυγόνι γὰρ ζωῇ τε βέλος ῥίγιστον ὀπηδεῖ
485ζαφλεγές, οἷόν πού τις ἀνὴρ πέφρικεν ἀκούων,
ζώει τε φθιμένης καὶ ἀτειρέα ῥύεται ἀλκὴν ἄτροπον· οὐδ’ ἄρα μοῦνον ἐνὶ ζῴοις ἀΐδηλον ἄτην, ὅσσα βάλῃσιν, ἐρεύγεται, ἀλλὰ καὶ ἔρνος καὶ πέτρην ἐκάκωσε, καὶ εἴ ποθι κεῖνο πελάσσῃ.324
490εἰ γάρ τίς κ’ ἐριθηλὲς ἀεξόμενον φυτὸν ὥραις, θαλλοῖς τ’ εὐφυέεσσι καὶ εὐκάρποισι γονῇσι, νέρθεν ὑπὸ ῥίζῃσιν ἀναιδέϊ τύμματι κείνῳ οὐτήσῃ, τόδ’ ἔπειτα κακῇ βεβολημένον ἄτῃ λήγει μὲν πετάλων, κατὰ δὲ ῥέει ἠΰτε νούσῳ·
495πρῶτον ἀπ’ ἀγλαΐης δὲ μαραίνεται, οὐδέ τι τηλοῦ αὖόν τ’ οὐτιδανόν τε καὶ ἄχλοον ὄψεαι ἔρνος. Κεῖνό ποτ’ αἰγανέῃ δολιχήρεϊ κωπηέσσῃ Κίρκη Τηλεγόνῳ πολυφάρμακος ὤπασε μήτηρ, αἰχμάζειν δηΐοις ἅλιον μόρον· αὐτὰρ ὁ νήσῳ

2

(500)

αἰγιβότῳ προσέκελσε, καὶ οὐ μάθε πώεα πέρθων πατρὸς ἑοῦ, γεραρῷ δὲ βοηδρομέοντι τοκῆϊ αὐτῷ, τὸν μάστευε, κακὴν ἐνεμάξατο κῆρα. ἔνθα τὸν αἰολόμητιν Ὀδυσσέα, μυρία πόντου ἄλγεα μετρήσαντα πολυκμήτοισιν ἀέθλοις,
505τρυγὼν ἀλγινόεσσα μιῇ κατενήρατο ῥιπῇ. Θύννῳ δὲ ξιφίῃ τε συνέμπορον αἰὲν ὀπηδεῖ
πῆμα· τὸ δ’ οὔποτ’ ἔχουσιν ἀπότροπον οὔτε μεθέσθαι οὔτε φυγεῖν, πτερύγεσσιν ἐνήμενον ἄγριον οἶστρον, ὅς σφισι, καυστηροῖο κυνὸς νέον ἱσταμένοιο,326
510κέντρου πευκεδανοῖο θοὴν ἐνερείδεται ἀλκήν, ὀξὺ μάλ’ ἐγχρίμπτων, χαλεπὴν δ’ ἐπὶ λύσσαν ὀρίνει, θωρήξας ὀδύνῃσιν· ἐπισπέρχει δ’ ἀέκοντας φοιταλέῃ μάστιγι χορευέμεν· οἱ δὲ κελαινῷ τύμματι παιφάσσουσι μεμηνότες, ἄλλοτε δ’ ἄλλῃ
515κῦμα καθιππεύουσιν, ἀνήνυτον ἄλγος ἔχοντες. πολλάκι καὶ νήεσσιν ἐϋκραίροις ἐνόρουσαν ῥιπῇ ἐλαυνόμενοι δυσκραέϊ· πολλάκι δ’ ἅλμης ἔκθορον ἐς γαῖάν τε κατέδραμον ἀσπαίροντες καὶ μόρον ἠμείψαντο πολυκμήτων ὀδυνάων·
520τοῖον γὰρ δάκος αἰνὸν ἐπιρρέπει οὐδ’ ἀνίησι. καὶ γάρ τοι καὶ βουσὶν ἀνάρσιος εὖτε πελάσσῃ οἶστρος, ἐνιχρίμψῃ δὲ βέλος λαγόνεσσιν ἀραιαῖς, οὔτε τι βουφόρβων μέλεται σέβας οὔτε νομοῖο, οὔτ’ ἀγέλης ποίην δὲ καὶ αὔλια πάντα λιπόντες
525σεύονται λύσσῃ τεθοωμένοι· οὐδέ τις αὐτοῖς οὐ ποταμῶν, οὐ πόντος ἀνέμβατος, οὐδὲ χαράδραι ῥωγάδες, οὐ πέτρη τις ἀφοίτητος κατερύκει ῥιπὴν ταυρείην, ὅτ’ ἐπιζέσῃ ὀξὺ κελεύων βουτύπος, ὀτρηρῇσιν ἐπισπέρχων ὀδύνῃσι·
530πάντῃ δὲ βρυχή, πάντῃ δέ οἱ ἅλματα χηλῆς εἱλεῖται· τοίη μιν ἄγει δριμεῖα θύελλα. καὶ τὸ μὲν ἰχθύσιν ἄλγος ὁμοίϊον ἠδὲ βόεσσι.
Δελφῖνες δ’ ἀγέλῃσιν ἁλὸς μέγα κοιρανέουσιν, ἔξοχον ἠνορέῃ τε καὶ ἀγλαΐῃ κομόωντες328
535ῥιπῇ τ’ ὠκυάλῳ· διὰ γὰρ βέλος ὥστε θάλασσαν ἵπτανται· φλογόεν δὲ σέλας πέμπουσιν ὀπωπαῖς ὀξύτατον· καί πού τιν’ ὑποπτήσσοντα χαράδραις καί τιν’ ὑπὸ ψαμάθοις εἰλυμένον ἔδρακον ἰχθύν. ὅσσον γὰρ κούφοισι μετ’ οἰωνοῖσιν ἄνακτες
540αἰετοὶ ἢ θήρεσσι μετ’ ὠμηστῇσι λέοντες, ὅσσον ἀριστεύουσιν ἐν ἑρπυστῆρσι δράκοντες, τόσσον καὶ δελφῖνες ἐν ἰχθύσιν ἡγεμονῆες. τοῖς δ’ οὔτ’ ἐρχομένοις πελάσαι σχεδὸν οὔτε τις ἄντην ὄσσε βαλεῖν τέτληκεν, ὑποπτώσσουσι δ’ ἄνακτος
545τηλόθεν ἅλματα δεινὰ καὶ ἄσθματα φυσιόωντος. οἱ δ’ ὁπότ’ ἰθύσωσι λιλαιόμενοι μετὰ φορβήν, πάντ’ ἄμυδις κλονέουσιν ἀθέσφατα πώεα λίμνης, παμφύγδην ἐλόωντες· ἐνέπλησαν δὲ φόβοιο πάντα πόρον· σκιεροὶ δὲ μυχοὶ χθαμαλαί τε χαράδραι

2

(550)

στείνονται λιμένες τε καὶ ἠϊόνων ἐπιωγαὶ πάντοθεν εἰλομένων· ὁ δὲ δαίνυται ὅν κ’ ἐθέλῃσι, κρινάμενος τὸν ἄριστον ἀπειρεσίων παρεόντων. Ἀλλ’ ἔμπης καὶ τοῖσιν ἀνάρσιοι ἀντιφέρονται ἰχθύες, οὓς ἀμίας κικλήσκομεν· οὐδ’ ἀλέγουσι
555δελφίνων, μοῦναι δὲ κατ’ ἀντία δηριόωνται.
ταῖς μὲν ἀφαυρότερον θύννων δέμας, ἀμφὶ δὲ σάρκες ἀβληχραί, θαμέες δὲ διὰ στόμα λάβρον ὀδόντες ὀξέα πεφρίκασι· τὸ καὶ μέγα θάρσος ἔχουσιν, οὐδὲ καταπτώσσουσιν ὑπέρβιον ἡγητῆρα.330
560εὖτε γὰρ ἀθρήσωσιν ἀπόσσυτον οἶον ἀπ’ ἄλλων δελφίνων ἀγέλης, αἱ δ’ ἀθρόαι ἄλλοθεν ἄλλαι, ἠΰθ’ ὑπ’ ἀγγελίης στρατὸς ἄσπετος, εἰς ἕν’ ἰοῦσαι στέλλονται ποτὶ μῶλον ἀθαμβέες, ὥστ’ ἐπὶ πύργον δυσμενέων θύνοντες ἀρήϊοι ἀσπιστῆρες.
565δελφὶς δ’ ἠϋγένειος ὑπαντιόωντος ὁμίλου πρῶτα μὲν οὐκ ἀλέγει, μετὰ δ’ ἔσσυται, ἄλλοτε ἄλλην ἁρπάγδην ἐρύων, μενοεικέα δαῖτα κιχήσας. ἀλλ’ ὅτε μιν πολέμοιο περιστέψωσι φάλαγγες πάντοθεν, ἀμφὶ δέ μιν στῖφος μέγα κυκλώσωνται,
570δὴ τότε οἱ καὶ μόχθος ὑπὸ φρένα δύεται ἤδη· ἔγνω δ’ αἰπὺν ὄλεθρον ἀπειρεσίοις ἔνι μοῦνος ἑρχθεὶς δυσμενέεσσι· πόνος δ’ ἀναφαίνεται ἀλκῆς. αἱ μὲν γὰρ λυσσηδὸν ἀολλέες ἀμφιχυθεῖσαι δελφῖνος μελέεσσι βίην ἐνέρεισαν ὀδόντων·
575πάντῃ δὲ πρίουσι καὶ ἄτροποι ἐμπεφύασι, πολλαὶ μὲν κεφαλῆς δεδραγμέναι, αἱ δὲ γενείων γλαυκῶν, αἱ δ’ αὐτῇσιν ἐνὶ πτερύγεσσιν ἔχονται, πολλαὶ δ’ ἐν λαγόνεσσι γένυν πήξαντο δαφοινήν, ἄλλαι δ’ ἀκροτάτην οὐρὴν ἕλον, αἱ δ’ ὑπένερθε
580νηδύν, αἱ δ’ ἄρ’ ὕπερθεν ὑπὲρ νώτοιο νέμονται, ἄλλαι δ’ ἐκ λοφιῆς, αἱ δ’ αὐχένος ᾐώρηνται. αὐτὰρ ὁ παντοίοισι περιπληθὴς καμάτοισι πόντον ἐπαιγίζει, σφακέλῳ δέ οἱ ἔνδον ὀρεχθεῖ μαινομένη κραδίη, φλεγέθει δέ οἱ ἦτορ ἀνίῃ,
585πάντῃ δὲ θρώσκει καὶ ἑλίσσεται ἄκριτα θύων, παφλάζων ὀδύνῃσι· κυβιστητῆρι δ’ ἐοικὼς ἄλλοτε μὲν βαθὺ κῦμα διατρέχει ἠΰτε λαίλαψ,
ἄλλοτε δ’ ἐς νεάτην φέρεται βρύχα, πολλάκι δ’ ἅλμης ἀφρὸν ὑπερθρώσκων ἀναπάλλεται, εἴ ἑ μεθείη332
590ἐσμὸς ὑπερφιάλων νεπόδων θρασύς· αἱ δ’ ἀλίαστοι οὔτι βίης μεθιᾶσιν, ὁμῶς δέ οἱ ἐμπεφύασι, καί οἱ δυομένῳ τε μίαν δύνουσι κέλευθον, αὖτις δ’ ἀνθρώσκοντι σὺν ἔξαλοι ἀΐσσουσιν ἑλκόμεναι· φαίης κε νέον τέρας Ἐννοσιγαίῳ
595τίκτεσθαι δελφῖσι μεμιγμένον ἠδ’ ἀμίῃσιν· ὧδε γὰρ ἀργαλέῃ ξυνοχῇ πεπέδηται ὀδόντων. ὡς δ’ ὅταν ἰητὴρ πολυμήχανος, ἕλκος ἀφύσσων οἰδαλέον, τῷ πολλὸν ἀνάρσιον ἔνδοθεν αἷμα ἐντρέφεται, διεράς τε γονάς, κυανόχροα λίμνης

2

(600)

ἑρπετά, τειρομένοιο κατὰ χροὸς ἐστήριξε, δαίνυσθαι μέλαν αἷμα· τὰ δ’ αὐτίκα γυρωθέντα κυρτοῦται καὶ λύθρον ἐφέλκεται οὐδ’ ἀνίησιν, εἰσόκεν αἱμοβαρῆ ζωρὸν πότον αὖ ἐρύσαντα ἐκ χροὸς αὐτοκύλιστα πέσῃ μεθύουσιν ὁμοῖα·
605ὣς ἀμίαις οὐ πρόσθε χαλᾷ μένος, εἰσόκε σάρκα κείνην, ἥν ποτ’ ἔμαρψαν, ὑπὸ στόμα δαιτρεύσωνται. ἀλλ’ ὅτε μιν προλίπωσιν, ἀναπνεύσῃ δὲ πόνοιο δελφίς, δὴ τότε λύσσαν ἐσόψεαι ἡγητῆρος χωομένου· κρυερὴ δ’ ἀμίαις ἀναφαίνεται ἄτη.
610αἱ μὲν γὰρ φεύγουσιν, ὁ δ’ ἐξόπιθεν κεραΐζων, εἰδόμενος πρηστῆρι δυσηχέϊ, πάντ’ ἀμαθύνει, δάπτων ἐμμενέως, κατὰ δ’ αἵματι πόντον ἐρεύθει
αἰχμάζων γενύεσσι, παθὼν δ’ ἀπετίσατο λώβην. ὧδε καὶ ἐν ξυλόχοισιν ἔχει φάτις ἀγρευτήρων334
615θῶας ὑπερφιάλους ἔλαφον πέρι ποιπνύεσθαι ἀγρομένους· οἱ μὲν γὰρ ἐπαΐγδην γενύεσσι σάρκας ἀφαρπάζουσι καὶ ἀρτιχύτοιο φόνοιο θερμὸν ἔαρ λάπτουσιν· ὁ δ’ αἱμάσσων ὀδύνῃσι, βεβρυχὼς ὀλοῇσι περίπλεος ὠτειλῇσιν,
620ἄλλοτ’ ἐπ’ ἀλλοίων ὀρέων διαπάλλεται ἄκρας· οἱ δέ μιν οὐ λείπουσιν, ἀεὶ δέ οἱ ἐγγὺς ἕπονται ὠμησταί, ζωὸν δὲ διαρταμέοντες ὀδοῦσι ῥινὸν ἀποσχίζουσι, πάρος θανάτοιο κυρῆσαι, δαῖτα κελαινοτάτην τε καὶ ἀλγίστην πονέοντες.
625ἀλλ’ ἤ τοι θῶες μὲν ἀναιδέες οὔτιν’ ἔτισαν ποινήν, ἐκ δ’ ἐγέλασσαν ἐπὶ φθιμένοις ἐλάφοισιν, θαρσαλέαι δ’ ἀμίαι τάχα κύντερα δηρίσαντο. Δελφίνων κἀκεῖνο πανέξοχον ἔργον ἀκούων ἠγασάμην· τοῖς εὖτ’ ἂν ὀλέθριος ἐγγὺς ἵκηται
630νοῦσος ἀταρτηρή, τοὺς δ’ οὐ λάθεν, ἀλλ’ ἐδάησαν τέρμα βίου· πέλαγος δὲ καὶ εὐρέα βένθεα λίμνης φεύγοντες κούφοισιν ἐπ’ αἰγιαλοῖσιν ἔκελσαν· ἔνθα δ’ ἀποπνείουσι καὶ ἐν χθονὶ μοῖραν ἕλοντο, ὄφρα τις ἢ μερόπων ἱερὸν τρόχιν Ἐννοσιγαίου
635κείμενον αἰδέσσαιτο χυτῇ τ’ ἐπὶ θινὶ καλύψαι, μνησάμενος φιλότητος ἐνηέος, ἠὲ καὶ αὐτὴ βρασσομένη ψαμάθοισι δέμας κρύψειε θάλασσα, μηδέ τις εἰναλίων ἐσίδοι νέκυν ἡγητῆρα, μηδέ τις οἰχομένῳ περ ἐνὶ χροῒ λωβήσαιτο
640δυσμενέων· ἀρετὴ δὲ καὶ ὀλλυμένοισιν ὀπηδεῖ
καὶ κράτος, οὐδ’ ᾔσχυναν ἑὸν κλέος οὐδὲ θανόντες. Κεστρέα δ’ ἐν πάντεσσιν ἁλὸς νεπόδεσσιν ἀκούω φέρβειν πρηΰτατόν τε δικαιότατόν τε νόημα· μοῦνοι γὰρ κεστρῆες ἐνηέες οὔθ’ ὁμόφυλον336
645οὔτέ τιν’ ἀλλοίης γενεῆς ἄπο πημαίνουσιν· οὐδέ ποτε ψαύουσιν ὑπὸ στόμα σαρκὸς ἐδωδῆς, οὐδὲ φόνου λάπτουσιν, ἀπημοσύνῃ δὲ νέμονται, αἵματος ἄχραντοι καὶ ἀκηδέες, ἁγνὰ γένεθλα· φέρβονται δ’ ἢ χλωρὸν ἁλὸς μνίον ἠὲ καὶ αὐτὴν

2

(650)

ἰλύν, ἀλλήλων τε δέμας περιλιχμάζουσι. τοὔνεκα καί τιν’ ἔχουσι μετ’ ἰχθύσι τίμιον αἰδῶ· οὐ γάρ τις κείνων νεαρὸν τόκον οἷα καὶ ἄλλων σίνεται, ὠμοφάγων δὲ βίην ἀπέχουσιν ὀδόντων. ὣς αἰεὶ μετὰ πᾶσι Δίκης πρεσβήϊα κεῖται
655αἰδοίης, πάντῃ δὲ γεράσμιον ἤρατο τιμήν. οἱ δ’ ἄλλοι μάλα πάντες ὀλέθριοι ἀλλήλοισιν ἔρχονται· τὸ καὶ οὔποτ’ ἐσόψεαι ὑπνώοντας ἔλλοπας, ἀλλ’ ἄρα τοῖσι καὶ ὄμματα καὶ νόος αἰὲν ἐγρήσσει πανάϋπνος· ἐπεὶ τρομέουσι μὲν αἰεὶ338
660φέρτερον ἀντιόωντα, χερειότερον δ’ ὀλέκουσι. μοῦνον δ’ οὔποτε φασὶν ἀνὰ κνέφας ἀσπαλιῆες εἰς ἄγρην πεσέειν ἁπαλὸν σκάρον, ἀλλά που ὕπνον ἐννύχιον κοίλοισιν ὑπὸ κευθμῶσιν ἰαύειν. Οὐ μέντοι τό γε θαῦμα Δίκην ἀπάτερθε θαλάσσης
665ναιετάειν· οὐ γάρ τι πάλαι πρέσβειρα θεάων οὐδὲ μετὰ θνητοῖσιν ἔχε θρόνον, ἀλλὰ κυδοιμοὶ δυσκέλαδοι καὶ θοῦρος Ἄρευς φθισήνορος ἄτη μαῖά τ’ ἐρικλαύστων πολέμων Ἔρις ἀλγεσίδωρος ἔφλεγον ἡμερίων δειλὸν γένος· οὐδέ τι θηρῶν
670κεκριμένοι πολέες μερόπων ἔσαν, ἀλλὰ λεόντων αἰνότεροι πύργους τ’ εὐτείχεας ἠδὲ μέλαθρα νηούς τ’ ἀθανάτων εὐώδεας αἵματι φωτῶν καπνῷ τ’ αἰθαλόεντι κατείνυον Ἡφαίστοιο, εἰσόκε ῥαιομένην γενεὴν ᾤκτειρε Κρονίων,
675ὑμῖν δ’ Αἰνεάδῃσιν ἐπέτραπε γαῖαν ἀνάψας. ἀλλ’ ἔτι καὶ προτέροισιν ἐν Αὐσονίων βασιλεῦσι θῦνεν Ἄρης, Κελτούς τε καὶ αὐχήεντας Ἴβηρας θωρήσσων Λιβύης τε πολὺν πόρον ἔργα τε Ῥήνου Ἴστρον τ’ Εὐφρήτην τε· τί μοι τάδε δούρατος ἔργα
680μεμνῆσθαι; νῦν γάρ σε, Δίκη θρέπτειρα πολήων, γινώσκω μερόπεσσι συνέστιον ἠδὲ σύνοικον,
ἐξ οὗ μοι κραίνουσι μέγαν θρόνον ἐμβεβαῶτες ἄμφω θεσπέσιός τε πατὴρ καὶ φαίδιμος ὄρπηξ· ἐκ τῶν μοι γλυκὺς ὅρμος ἀνακτορίης πεπέτασται.340
685τούς μοι καὶ ῥύοισθε καὶ ἔμπεδον ἰθύνοιτε πολλαῖς ἐν δεκάδεσσιν ἑλισσομένων ἐνιαυτῶν, Ζεῦ τε καὶ Οὐρανίδαι, Ζηνὸς χορός, εἴ τις ἀμοιβὴ
εὐσεβίης· σκήπτρῳ δὲ τελεσφόρον ὄλβον ἄγοιτε.342

3

Νῦν δ’ ἄγε μοι, σκηπτοῦχε, παναίολα δήνεα τέχνης ἰχθυβόλου φράζοιο καὶ ἀγρευτῆρας ἀέθλους, θεσμόν τ’ εἰνάλιον ξυμβάλλεο, τέρπεο δ’ οἴμῃ ἡμετέρῃ· σοῖς μὲν γὰρ ὑπὸ σκήπτροισι θάλασσα
5εἰλεῖται καὶ φῦλα Ποσειδάωνος ἐναύλων, ἔργα δέ τοι ξύμπαντα μετ’ ἀνδράσι πορσύνονται, σοὶ δ’ ἐμὲ τερπωλήν τε καὶ ὑμνητῆρ’ ἀνέηκαν δαίμονες ἐν Κιλίκεσσιν ὑφ’ Ἑρμαίοις ἀδύτοισι. Ἑρμεία, σὺ δέ μοι πατρώϊε, φέρτατε παίδων
10Αἰγιόχου, κέρδιστον ἐν ἀθανάτοισι νόημα, φαῖνέ τε καὶ σήμαινε καὶ ἄρχεο, νύσσαν ἀοιδῆς ἰθύνων· βουλὰς δὲ περισσονόων ἁλιήων αὐτός, ἄναξ, πρώτιστος ἐμήσαο καὶ τέλος ἄγρης παντοίης ἀνέφηνας, ἐπ’ ἰχθύσι κῆρας ὑφαίνων.
15Πανὶ δὲ Κωρυκίῳ βυθίην παρακάτθεο τέχνην,
παιδὶ τεῷ, τὸν φασὶ Διὸς ῥυτῆρα γενέσθαι, Ζηνὸς μὲν ῥυτῆρα, Τυφαόνιον δ’ ὀλετῆρα. κεῖνος γὰρ δείπνοισιν ἐπ’ ἰχθυβόλοισι δολώσας σμερδαλέον Τυφῶνα παρήπαφεν, ἔκ τε βερέθρου344
20δύμεναι εὐρωποῖο καὶ εἰς ἁλὸς ἐλθέμεν ἀκτήν· ἔνθα μιν ὀξεῖαι στεροπαὶ ῥιπαί τε κεραυνῶν ζαφλεγέες πρήνιξαν· ὁ δ’ αἰθόμενος πυρὸς ὄμβροις κρᾶθ’ ἑκατὸν πέτρῃσι περιστυφελίζετο πάντῃ ξαινόμενος· ξανθαὶ δὲ παρ’ ἠϊόνεσσιν ἔτ’ ὄχθαι
25λύθρῳ ἐρευθιόωσι Τυφαονίων ἀλαλητῶν. Ἑρμεία κλυτόβουλε, σὲ δ’ ἔξοχον ἱλάσκονται ἰχθυβόλοι· τῷ καί σε σὺν ἀγροίοισιν ἀΰσας δαίμοσιν εὐθήροιο μετὰ κλέος ἔρχομαι οἴμης. Πρῶτα μὲν ἀσπαλιῆϊ δέμας καὶ γυῖα παρείη
30ἀμφότερον καὶ κραιπνὰ καὶ ἄλκιμα, μήτε τι λίην πίονα μήτε τι σαρκὶ λελειμμένα· δὴ γὰρ ἀνάγκη πολλάκι μιν κρατεροῖσιν ἀνελκομένοισι μάχεσθαι ἰχθύσιν, οἷς ὑπέροπλον ἔνι σθένος, εἰσόκεν ἅλμης μητρὸς ἐν ἀγκοίνῃσιν ἑλισσόμενοι δονέονται.
35χρειὼ δ’ ἐκ πέτρης τε θορεῖν πέτρην τ’ ἀνοροῦσαι ῥηϊδίως· χρειὼ δὲ πόνου βυθίοιο ταθέντος ῥίμφα διϊχνεῦσαι δολιχὸν πόρον ἔς τε βάθιστα δῦναι καὶ μίμνοντα μετ’ οἴδμασιν ὡς ἐπὶ γαίης δηθύνειν ἔργοισι πονεύμενον, οἷς ἐνὶ πόντῳ
40ἄνδρες ἀεθλεύουσι ταλάφρονα θυμὸν ἔχοντες. ψυχὴν δ’ ἀσπαλιεὺς πολυπαίπαλος ἠδὲ νοήμων εἴη· ἐπεὶ μάλα πολλὰ καὶ αἰόλα μηχανόωνται ἰχθύες ἐγκύρσαντες ἀνωΐστοισι δόλοισι. τολμήεις δὲ μάλιστα καὶ ἄτρομος ἠδὲ σαόφρων346
45εἴη, μηδ’ ὕπνου φιλέοι κόρον· ὀξὺ δὲ λεύσσοι ἐγρήσσων κραδίῃ τε καὶ ὄμμασι πεπταμένοισιν. εὖ δὲ φέροι καὶ χεῖμα Διὸς καὶ δίψιον ὥρην Σειρίου· ἱμείροι δὲ πόνων, ἐράοι δὲ θαλάσσης· ὧδε γὰρ εὐάγρης τε καὶ Ἑρμείᾳ φίλος εἴη.

3

(50)

Θήρη δ’ ἑσπερίη μὲν ὀπωρινῇσιν ἐν ὥραις καρτίστη τελέθει καὶ ἑωσφόρος εὖτ’ ἀνατέλλῃ· χείματι δ’ ἠελίοιο βολαῖς ἅμα κιδναμένῃσι στέλλεσθαι· πᾶν δ’ ἦμαρ ἐν εἴαρι τηλεθόωντι ἄγραις παντοίῃσιν ὀφέλλεται, ἦμος ἅπαντες
55ἔλλοπες ἠϊόνεσσιν ἐφέστιοι ἐγγύθι γαίης ἕλκονται τοκετῶν τε μόγῳ δίψῃ τ’ Ἀφροδίτης. αἰεὶ δ’ εἰς ἄνεμον παπταινέμεν, ὅς κεν ἄῃσιν ἤπιος, εὐδιόων, μαλακὴν ἅλα κοῦφα κυλίνδων· λάβρους γὰρ τρομέουσι καὶ ἐχθαίρουσιν ἀήτας
60ἰχθύες, οὐδ’ ἐθέλουσιν ὑπεὶρ ἅλα δινεύεσθαι· εὐκραεῖ δ’ ἀνέμῳ περιδέξιος ἵσταται ἄγρη. πάντες δὲ πνοιῇσιν ἐναντία καὶ ῥοθίοισι πλῶτες ἁλὸς θύνουσιν, ἐπεὶ σφίσιν ὧδε κέλευθος ῥηϊτέρη στείχουσιν ἐπ’ ᾐόνας, οὐδ’ ὑπ’ ἀνάγκης
65ἐξόπιθε ῥιπῇσιν ἐλαυνόμενοι μογέουσιν. ἀλλ’ ἁλιεὺς στέλλοιτο λίνον πνοιῇσι πετάσσας οὔριον, ἐς Βορέην μέν, ἐπὴν Νότος ὑγρὸς ἄῃσιν· ἐς Νοτίην δὲ θάλασσαν ἐπειγομένου Βορέαο· Εὔρου δ’ ἱσταμένοιο ποτὶ Ζεφύροιο κέλευθα·348
70πρὸς δ’ Εὖρον Ζέφυρος φορέοι σκάφος· ὧδε γὰρ ἑσμοὶ ἄσπετοι ἀντήσουσι καὶ εὔβολος ἔσσεται ἄγρη. Τέτραχα δ’ εἰναλίης θήρης νόμον ἐφράσσαντο ἰχθυβόλοι· καὶ τοὶ μὲν ἐπ’ ἀγκίστροισι γάνυνται, τῶν δ’ οἱ μὲν δονάκεσσιν ἀναψάμενοι δολιχοῖσιν
75ὁρμιὴν ἵππειον ἐΰπλοκον ἀγρώσσουσιν· οἱ δ’ αὔτως θώμιγγα λινόστροφον ἐκ παλαμάων δησάμενοι πέμπουσιν· ὁ δ’ ἢ καθέτοισι γέγηθεν ἢ πολυαγκίστροισιν ἀγάλλεται ὁρμιῇσι. δίκτυα δ’ αὖτ’ ἄλλοισι μέλει πλέον ἐντύνεσθαι·
80τῶν τὰ μὲν ἀμφίβληστρα, τὰ δὲ γρῖφοι καλέονται, γάγγαμά τ’ ἠδ’ ὑποχαὶ περιηγέες ἠδὲ σαγῆναι·
ἄλλα δὲ κικλήσκουσι καλύμματα, σὺν δὲ σαγήναις πέζας καὶ σφαιρῶνας ὁμοῦ σκολιόν τε πάναγρον· μυρία δ’ αἰόλα τοῖα δολορραφέων λίνα κόλπων.350
85ἄλλοι δ’ αὖ κύρτοισιν ἐπὶ φρένα μᾶλλον ἔχουσι, κύρτοις, οἳ κνώσσοντας ἑοὺς ηὔφρηναν ἄνακτας εὐκήλους· βαιῷ δὲ πόνῳ μέγα κέρδος ὀπηδεῖ. ἄλλοι δ’ οὐτάζουσι τανυγλώχινι τριαίνῃ ἔλλοπας ἐκ χέρσου τε καὶ ἐκ νεός, ὡς ἐθέλουσι.
90τῶν πάντων καὶ μέτρον ὅσον καὶ κόσμον ἑκάστου ἀτρεκέως ἴσασιν, ὅσοι τάδε τεκταίνονται. Ἰχθύσι δ’ οὐκ ἄρα μοῦνον ἐπ’ ἀλλήλοισι νόημα πυκνὸν ἔην καὶ μῆτις ἐπίκλοπος, ἀλλὰ καὶ αὐτοὺς πολλάκις ἐξεπάφησαν ἐπίφρονας ἀγρευτῆρας
95καὶ φύγον ἀγκίστρων τε βίας λαγόνας τε πανάγρων, ἤδη ἐνισχόμενοι, παρὰ δὲ φρένας ἔδραμον ἀνδρῶν, βουλῇ νικήσαντες, ἄχος δ’ ἁλιεῦσι γένοντο. Κεστρεὺς μὲν πλεκτῇσιν ἐν ἀγκοίνῃσι λίνοιο ἑλκόμενος δόλον οὔτι περίδρομον ἠγνοίησεν,

3

(100)

ὕψι δ’ ἀναθρώσκει, λελιημένος ὕδατος ἄκρου, ὀρθὸς ἄνω σπεύδων ὅσσον σθένος ἅλματι κούφῳ ὁρμῆσαι, βουλῆς δὲ σαόφρονος οὐκ ἐμάτησε·
πολλάκι γὰρ ῥιπῇσι καὶ ὕστατα πείσματα φελλῶν ῥηϊδίως ὑπερᾶλτο καὶ ἐξήλυξε μόροιο.352
105ἢν δ’ ὅ γ’ ἀνορμηθεὶς πρῶτον στόλον αὖτις ὀλίσθῃ ἐς βρόχον, οὐκέτ’ ἔπειτα βιάζεται οὐδ’ ἀνορούει ἀχνύμενος, πείρῃ δὲ μαθὼν ἀποπαύεται ὁρμῆς. ὡς δ’ ὅτε τις νούσῳ πολυκηδέϊ δηρὸν ἀλύων πρῶτα μὲν ἱμείρων τε καὶ ἱέμενος βιότοιο
110πάντα μάλ’ ἰητῆρσιν ἐφέσπεται, ὅσσα κέλονται ῥέζων· ἀλλ’ ὅτε κῆρες ἐπικρατέωσιν ἄφυκτοι Ἄϊδος, οὐκέτ’ ἔπειτα μέλει βίου, ἀλλὰ τανυσθεὶς κεῖται ἐπιτρέψας θανάτῳ κεκαφηότα γυῖα, ἤδη λοίσθιον ἦμαρ ὁρώμενος ἐγγύθι πότμου·
115ὣς ἄρα καὶ κεστρεὺς ἐδάη τέλος οἷον ἱκάνει, κεῖται δὲ προπεσών, μίμνων μόρον ἀγρευτῆρος. Μύραιναι δ’ ὅτε κέν ποτ’ ἐνιπλήξωσι λίνοισι, διζόμεναι βρόχον εὐρὺν ἐν ἕρκεϊ δινεύονται, τοῦ δὲ διαΐγδην ὀφίων νόμον ὁρμηθεῖσαι
120πᾶσαι ὀλισθηροῖσι διεξέπεσον μελέεσσι. Λάβραξ δὲ πτερύγεσσι διὰ ψαμάθοιο λαχήνας βόθρον ὅσον δέξασθαι ἑὸν δέμας ἠΰτ’ ἐς εὐνὴν ἐκλίνθη· καὶ τοὶ μὲν ἐπ’ ἠϊόνας κατάγουσι δίκτυον ἀσπαλιῆες, ὁ δ’ ἰλύϊ κείμενος αὔτως
125ἀσπασίως ἤλυξε καὶ ἔκφυγεν ἄρκυν ὀλέθρου. Τοῖα δὲ τεχνάζει καὶ μορμύρος· εὖτ’ ἂν ἐς ἄγρην φράσσηται προπεσών, ὁ δὲ δύεται ἐν ψαμάθοισι. Λάβραξ δ’ ἀγκίστροιο τυπεὶς εὐκαμπέος αἰχμῇ ὑψός’ ἀναθρώσκων κεφαλὴν ἀζηχὲς ἐρείδει354
130αὐτῇ ἐν ὁρμιῇ βεβιημένος, ὄφρα οἱ ἕλκος εὐρύτερόν τε γένοιτο καὶ ἐκφυγέῃσιν ὄλεθρον. Τοῖα καὶ ὄρκυνοι μεγακήτεες ἐφράσσαντο· εὖτε γὰρ ἁρπάξωσι γένυν γναμπτοῖο δόλοιο, ῥίμφα τιταινόμενοι νεάτην ὑπὸ βύσσαν ἵενται,
135χεῖρα βιαζόμενοι θηρήτορος· ἢν δ’ ἀνύσωσιν ἐς πέδον, αὐτίκ’ ἔπειτα κάρη θείνοντες ἐς οὖδας ὠτειλὴν ἔρρηξαν, ἀποπτύουσι δ’ ἀκωκήν. Ἀλλ’ ὁπόταν καθέτοισι πελώριοι ἀμφιχάνωσιν ἰχθύες, οἷα βοῶν τε πέλει προβάτων τε γένεθλα
140ἢ βατὶς ἢ καὶ ὄνων νωθρὸν γένος, οὐκ ἐθέλουσιν ἕσπεσθαι, ψαμάθοισι δ’ ἐπὶ πλατὺ σῶμα βαλόντες ἀθρόοι ἐμβαρύθουσι, μόγον θ’ ἁλιεῦσιν ἔθηκαν.
πολλάκι δ’ ἐξώλισθον ἀπ’ ἀγκίστροιο λυθέντες. Λαιψηραὶ δ’ ἀμίαι καὶ ἀλώπεκες εὖτ’ ἂν ἔχωνται,356
145εὐθὺς ἄνω σπεύδουσιν ὑποφθαδόν, αἶψα δὲ μέσσην ὁρμιὴν ὑπ’ ὀδοῦσι διέτμαγον ἠὲ καὶ ἄκρας χαίτας· τοὔνεκα τῇσιν ἐχαλκεύσανθ’ ἁλιῆες καυλὸν ἐπ’ ἀγκίστρῳ δολιχώτερον, ἄρκος ὀδόντων. Ναὶ μὴν καὶ νάρκη σφέτερον νόον οὐκ ἀπολείπει

3

(150)

πληγῇ ἀνιάζουσα· τιταινομένη δ’ ὀδύνῃσιν ὁρμιῇ λαγόνας προσπτύσσεται· αἶψα δὲ χαίτης ἱππείης δόνακός τε διέδραμεν ἔς θ’ ἁλιῆος δεξιτερὴν ἔσκηψε φερώνυμον ἰχθύος ἄλγος· πολλάκι δ’ ἐκ παλάμης κάλαμος φύγεν ὅπλα τε
154θήρης.
155τοῖος γὰρ κρύσταλλος ἐνίζεται αὐτίκα χειρί. Σηπίαι αὖ τοίῃσι δολοφροσύνῃσι μέλονται. ἔστι τις ἐν μήκωσι θολὸς κείνῃσι πεπηγὼς κυάνεος, πίσσης δνοφερώτερος, ἀχλύος ὑγρῆς φάρμακον ἀπροτίοπτον, ὅ τε σφίσιν ἄλκαρ ὀλέθρου358
160ἐντρέφεται· τὰς δ’ εὖτ’ ἂν ἕλῃ φόβος, αὐτίκα κείνου ὀρφναίας ῥαθάμιγγας ἀνήμεσαν, ἀμφὶ δὲ πόντου πάντα πέριξ ἐμίηνε καὶ ἠμάλδυνε κέλευθα ἰχὼρ ἀχλυόεις, ἀνὰ δ’ ἔτραπε πᾶσαν ὀπωπήν· αἱ δὲ διὰ θολόεντος ἄφαρ φεύγουσι πόροιο
165ῥηϊδίως καὶ φῶτα καὶ εἴ ποθι φέρτερον ἰχθύν. Ταῖς δ’ ἴσα τεχνάζουσι καὶ ἠερόφοιτα γένεθλα τευθίδος· οὐ δ’ ἄρα τῇσι μέλας θολὸς ἀλλ’ ὑπερευθὴς ἐντρέφεται, μῆτιν δὲ πανείκελον ἐντύνονται. Τοίοις μὲν φρονέουσι νοήμασιν· ἀλλὰ καὶ ἔμπης
170ὄλλυνται πυκινῇσιν ἐπιφροσύναις ἁλιήων. τοὺς μὲν δὴ πελάγεσσιν ἐν ἠλιβάτοισι θέοντας ῥηϊδίως ἐρύουσιν· ἐπεὶ σφίσιν οὔτι νόημα ποικίλον· ἤδη γάρ τις ἐπέσπασε καὶ κρομύοισι γυμνοῖς τ’ ἀγκίστροισιν ἑλὼν πελαγοστρόφον ἰχθύν.
175ὅσσοι δ’ αὖ γαίης ἁλιερκέος ἄγχι νέμονται,
τοῖσι μὲν ὀξύτερος πέλεται νόος, ἀλλὰ καὶ αὐτῶν βαιοὶ μὲν καρῖσιν ἀφαυροτέραις ἐρύονται, πουλυπόδων θυσάνοις ἢ καρκίνῳ ἀμφιχανόντες καρκινάσιν τ’ ὀλίγῃσι καὶ εἰ κρέας ἁλμυρὸν ἅπτοις360
180πετραίαις θ’ ἑλμῖσι καὶ ὅττι τοι ἄγχι παρείη ἰχθυόεν· βαιοὺς δ’ ἐπὶ μείζοσιν ὁπλίζοιο· δείπνοις γὰρ γελόωντες ἐπισπεύδουσιν ὄλεθρον· ἦ γὰρ ἀεὶ πλωτῶν σιφλὸν γένος ὑγρὰ θεόντων. θύννον μὲν κορακῖνος ἄγει, λάβρακα δὲ καρὶς
185πιαλέη, χάννος δὲ φίλον φάγροισι δέλετρον καὶ βῶκες συνόδοντι καὶ ἱππούροισιν ἴουλοι· τρίγλη δ’ ὀρφὸν ἔπεφνε καὶ ἔσπασε κιρρίδα πέρκη, μαινίδι δὲ χρύσοφρυς ἀνέλκεται· αὐτὰρ ἀνιγραὶ μύραιναι μετὰ σάρκας ἐπειγόμεναι φορέονται
190πουλυπόδων· ὅσσοι δὲ δέμας περίμετρον ἔχουσι, θύννῳ μὲν κάλλιχθυς ἰαίνεται, αὐτὰρ ὀνίσκοις ὄρκυνος, λάβρακα δ’ ἐπ’ ἀνθίῃ ὁπλίζοιο,
ἵππουρον ξιφίῃ, γλαύκῳ δ’ ἔπι κεστρέα πείροις· ἄλλῳ δ’ ἀλλοίην γενεὴν ἐπιτεχνάζοιο,362
195κρέσσονι χειροτέρην· ἐπεὶ ἦ μάλα πάντες ἔασιν ἀλλήλοις φορβή τε φίλη καὶ λίχνος ὄλεθρος. ὣς οὐδὲν λιμοῖο κακώτερον οὐδὲ βαρείης γαστέρος, ἣ κρατέει μὲν ἐν ἀνθρώποισιν ἀπηνὴς καὶ χαλεπὴ δέσποινα συνέστιος, οὔποτε δασμῶν

3

(200)

ληθομένη, πολλοὺς δὲ παρασφήλασα νόοιο εἰς ἄτην ἐνέηκε καὶ αἴσχεσιν ἐγκατέδησε· γαστὴρ δὲ θήρεσσι καὶ ἑρπυστῆρσιν ἀνάσσει ἠερίῃς τ’ ἀγέλῃσι, τὸ δὲ πλέον ἐν νεπόδεσσι κάρτος ἔχει· κείνοις γὰρ ἀεὶ μόρος ἔπλετο γαστήρ.
205 Ἀνθιέων δὲ πρῶτα περίφρονα πεύθεο θήρην, οἵην ἡμετέρης ἐρικυδέος ἐντύνονται πάτρης ἐνναετῆρες ὑπὲρ Σαρπηδόνος ἀκτῆς ὅσσοι θ’ Ἑρμείαο πόλιν, ναυσίκλυτον ἄστυ Κωρύκιον, ναίουσι καὶ ἀμφιρύτην Ἐλεοῦσαν.
210πέτρας μὲν κείνας τεκμαίρεται ἐγγύθι γαίης ἴδρις ἀνήρ, οἵῃσιν ὑπ’ ἀνθίαι αὐλίζονται, ἀντροφυεῖς, κευθμῶσι διαρρῶγας θαμέεσσι· δουρὶ δ’ ἀναπλώσας πινάκων ἐριηχέα τεύχει δοῦπον ἐπικροτέων· πατάγῳ τ’ ἐπιτέρπεται ἦτορ
215ἀνθιέων· καί πού τις ἀνέδραμεν αὐτίκα λίμνης, παπταίνων ἄκατόν τε καὶ ἀνέρα· τῷ δ’ ἄρ’ ἑτοίμας
πέρκας εὐθὺς ἵησιν ἐν οἴδμασιν ἢ κορακίνους ἀσπαλιεύς, πρώτης ὀρέγων ξεινήϊα φορβῆς. αὐτὰρ ὅ γ’ ἁρπάγδην κεχαρημένος εἰλαπινάζει364
220δαῖτα φίλην σαίνει τε δολόφρονα θηρητῆρα. ὡς δὲ φιλοξείνοιο μετ’ ἀνέρος οἰκία κέλσῃ κλεινὸς ἀνὴρ ἢ χειρὸς ἐν ἔργμασιν ἠὲ νόοιο, ἀσπασίως δ’ ὅ μιν εἶδεν ἐφέστιον, εὖ δέ ἑ δώροις εὖ τέ μιν εἰλαπίναις τε φιλοφροσύναις τ’ ἀγαπάζει
225παντοίαις· ἄμφω δὲ γεγηθότες ἀμφὶ τραπέζῃ τέρπονται κρητῆρος ἀμοιβαίοις δεπάεσσιν· ὣς ὁ μὲν ἀσπαλιεὺς κεχαρημένος ἐλπωρῇσι μειδιάᾳ, δείπνοις δὲ νέοις ἐπιτέρπεται ἰχθύς. ἔνθεν ἔπειθ’ ὁ μὲν αἰὲν ἐπημάτιος ποτὶ πέτρην
230στέλλεται, οὐδ’ ἀνίησιν ἑὸν πόνον οὐδ’ ἀπολείπει δαῖτα φέρων· οἱ δ’ αὐτίκ’ ἀολλέες ἀμφαγέρονται δαιτυμόνες κατὰ χῶρον, ἅτε κλητῆρος ἄγοντος. αἰεὶ δὲ πλεόνεσσιν ἑτοιμοτέροις τε παρίσχει φορβὴν ἁρπαλέην· οὐδέ σφισιν ἄλλα κέλευθα
235οὐδ’ ἄλλοι κευθμῶνες ἐνὶ φρεσίν, ἀλλὰ μένοντες αὐτοῦ δηθύνουσιν, ἅτε σταθμοῖσι νομήων πώεα χειμερίοισιν ἐν ἤμασιν αὐλίζονται, οὐδ’ ὀλίγον σηκοῖο λιλαιόμενα προνέεσθαι. οἱ δ’ ὅτ’ ἐσαθρήσωσιν ἀειρομένην ἀπὸ χέρσου
240σπερχομένην τ’ ἐλάταις ἄκατον τρόφον, αὐτίκα πάντες ὀρθοὶ καγχαλόωντες ὑπεὶρ ἅλα δινεύοντες ἱμερόεν παίζουσι καὶ ἀντιόωσι τιθήνῃ. ὡς δ’ ὁπότ’ ἀπτήνεσσι φέρῃ βόσιν ὀρταλίχοισι μήτηρ, εἰαρινοῦ ζεφύρου πρωτάγγελος ὄρνις,
245οἱ δ’ ἁπαλὸν τρύζοντες ἐπιθρώσκουσι καλιῇ
γηθόσυνοι περὶ μητρὶ καὶ ἱμείροντες ἐδωδῆς χεῖλος ἀναπτύσσουσιν, ἅπαν δ’ ἐπὶ δῶμα λέληκεν ἀνδρὸς ξεινοδόκοιο λίγα κλάζουσα νεοσσοῖς· ὣς οἵ γε θρεπτῆρος ἐναντίον ἐρχομένοιο366

3

(250)

γηθόσυνοι θρώσκουσι, χοροιτύπον ὥστ’ ἀνὰ κύκλον. τοὺς δ’ ἁλιεὺς βρώμῃσιν ἐπασσυτέρῃσι λιπαίνων χειρί τ’ ἐπιψαύων χειρός τ’ ἄπο δῶρα τιταίνων πρηΰνει φίλον ἦτορ· ἄφαρ δέ οἱ ἠΰτ’ ἄνακτι πείθονται, καὶ χειρὸς ὅπη νεύσειε μύωπι
255ῥίμφα διαΐσσουσιν· ὁ δ’ ἄλλοτε νηὸς ὄπισθεν ἄλλοτε δὲ πρόσσω, ποτὲ δὲ σχεδὸν ἠπείροιο πέμπει δεξιτερήν· τοὺς δ’ ὄψεαι ἠΰτε παῖδας ἀνδρὸς ἐπιφροσύνῃσι παλαισμοσύνης ἀνὰ χῶρον τῇ καὶ τῇ θύνοντας, ἐπίσκοπος ἔνθα κελεύει.
260ἀλλ’ ὅτε οἱ κομιδῆς μὲν ἅλις, θήρη δὲ μέληται, δή ῥα τόθ’ ὁρμιὴν μὲν ἀναψάμενος χερὶ λαιῇ ἕζεται, ἀγκίστρου δὲ βέλος κρατερόν τε θοόν τε ὁπλίζει, καὶ τοὺς μὲν ἀπέτραπε χειρὶ κελεύων πάντας ὁμῶς ἢ λᾶαν ἑλὼν ἔρριψε καθ’ ὕδωρ·
265οἱ δ’ ἐπὶ τῷ δύνουσιν, ὀϊόμενοι βόσιν εἶναι· τῶν δ’ ἕνα μοῦνον ἔλειπεν ἀπόκριτον, ὅν κ’ ἐθέλῃσι, δύσμορον, ὑστατίοισι κεχαρμένον ἐν δείπνοισι· ἄγκιστρον μὲν ὄρεξεν ὑπεὶρ ἁλός· αὐτὰρ ὅ γ’ ἄτην καρπαλίμως ἥρπαξεν, ὁ δ’ ἔσπασεν ἀμφοτέρῃσι
270θερμὸς ἀνήρ, ὠκεῖαν ἑλὼν καὶ ἐπίκλοπον ἄγρην· λήθει δ’ ἀνθιέων ἄλλον χορόν· ἢν γὰρ ἴδωνται ἢ σμαραγὴν ἀΐωσι δυσαγρέος ἑλκομένοιο, οὐκέτι οἱ τόσα δεῖπνα παρέσσεται, ὥς κεν ἵκοιντο αὖτις ὑποτροπάδην, ἀπὸ δ’ ἔπτυσαν ἐχθήραντες
275καὶ κομιδὴν καὶ χῶρον ὀλέθριον· ἀλλά τις εἴη ἴφθιμος, κρατερῶς δὲ βιησάμενός μιν ἀνέλκοι, ἢ καὶ δεύτερος ἄλλος ἐφαπτέσθω καμάτοιο· ὧδε γὰρ οὐ φρονέοντες ἑὴν δολομήχανον ἄτην αὐτοὶ πιανθέντες ἐοικότα πιαίνουσιν·368
280αἰεὶ δ’, εὖτ’ ἐθέλῃσθα, παρέσσεται εὔστοχος ἄγρη. Ἄλλοι δ’ ἰφθίμῳ τε βίῃ καὶ κάρτεϊ γυίων πειθόμενοι μέγαν ἆθλον ἐπ’ ἀνθίῃ ὁπλίζονται, οὐ φιλίην, οὐ σῖτα πονεύμενοι, ἀλλ’ ἐς ἀκωκὴν ἀγκίστρου σπεύδουσι καὶ ἠνορέῃ βιόωνται.
285χαλκοῦ μὲν σκληροῖο τετυγμένον ἠὲ σιδήρου ἄγκιστρον πέλεται, δίχα δὲ γλωχῖνες ἔχουσιν ἀμφίδυμοι μέγα πεῖσμα λινόστροφον· ἀμφὶ δ’ ἄρ’
287
αὐτῷ λάβρακα ζώοντα παρήλασαν, εἴ σφι παρείη· εἰ δὲ θάνοι, τάχα οἵ τις ὑπὸ στόμα θῆκε μόλιβδον,
290δελφῖν’ ὃν καλέουσιν· ὁ δὲ βρίθοντι μολίβδῳ κλίνει τ’ ἀγκλίνει τε κάρη ζώοντι ἐοικώς. θώμιξ δὲ κρατερή τε καὶ εὔπλοκος· ἀλλ’ ὅτε δοῦπον ἀνθίαι εἰσαΐοντες ἀναθρώξωσι θαλάσσης, ἄλλοις μὲν μέλεται κώπης πόνος, αὐτὰρ ὅ γ’ ἄκρης
295ἐκ πρύμνης ἁλιεὺς δόλον ἀγκύλον εἰς ἅλα πέμπει, ἦκ’ ἀναδινεύων· οἱ δ’ αὐτίκα πάντες ἕπονται νηΐ τε καὶ φεύγοντι δεδορκότες εἴκελον ἰχθὺν σπεύδοντες μετὰ δαῖτα παραφθαδὸν ἀΐσσουσιν ἀλλήλων· φαίης κεν ἐπ’ ἀνέρα δήϊον ἄνδρα

3

(300)

γούνατ’ ἐλαφρίζειν πεφοβημένον· οἱ δ’ ἄρα νίκης ἐσθλῆς ἱμείρουσιν· ὁ δ’ ἔξοχον ὅν κεν ἴδηται ἀσπαλιεύς, τῷ δαῖτα παρέσχεθεν· αὐτὰρ ὁ λάβρως δῶρα χανὼν δύσδωρα μετέδραμεν· ἔνθεν ἔπειτα ἀλκὴν ἀμφοτέρων θηήσεαι, οἷος ἄεθλος
305μαρναμένων ἀνδρός τε καὶ ἰχθύος ἑλκομένοιο·
τοῦ μὲν γὰρ σθεναροί τε βραχίονες ἠδὲ μέτωπα ὦμοί τ’ αὐχένιοί τε παρασφύριοί τε τένοντες ἀλκῇ κυμαίνουσι καὶ ἠνορέῃ τανύονται· αὐτὰρ ὅ γ’ ἀσχαλόων ὀδύνης ὕπο μάρναται ἰχθύς,370
310ἕλκων αὖ ἐρύοντα, βιώμενος εἰς ἅλα δῦναι, ἄσχετα μαιμώων· ὁ δὲ κέκλεται ἄνδρας ἑταίρους ἐμπίπτειν ἐλάτῃσι· διωκομένης δ’ ἀκάτοιο ἔμπαλιν ἐκ πρύμνης ὅλος ἕλκεται ἰχθύος ὁρμῇ· κλάζει δ’ ὁρμιή, χειρὸς δ’ ἀπολείβεται αἷμα
315πριομένης· ὁ δ’ ἄρ’ οὔτι βαρὺν μεθίησιν ἀγῶνα. ὡς δὲ δύω μεμαῶτες ὑπέρβιοι ἀνέρες ἀλκὴν ἅμματ’ ἐπ’ ἀλλήλοισι τιταινόμενοι βιόωνται ἑλκῦσαι, ῥιπῇσιν ὀπισθοφόροις ἐρύοντες, δηρόν τ’ ἀμφότεροι καμάτων ἴσα μέτρα φέροντες
320ἐμμενέως ἕλκουσι καὶ ἐμμενέως ἐρύονται· ὣς τοῖς, ἰχθυβόλῳ τε καὶ ἰχθύϊ, νεῖκος ὄρωρε, τοῦ μὲν ἀπαΐξαι, τοῦ δ’ ἑλκέμεν ἱμείροντος. οὐ μέν μιν λείπουσιν ἐν ἄλγεσιν ἰχθύες ἄλλοι ἀνθίαι ἀλλ’ ἐθέλουσιν ἀμυνέμεν, ἐν δέ οἱ αὐτῷ
325νῶτα βίῃ χρίμπτουσι καὶ ἐμπίπτουσιν ἕκαστος, ἄφρονες, οὐδ’ ἐνόησαν ἑὸν τείροντες ἑταῖρον. πολλάκι καὶ θώμιγγα λιλαιόμενοι γενύεσσι ῥῆξαι ἀμηχανόωσιν, ἐπεὶ στόμα τοῖσιν ἄοπλον. ὀψὲ δέ μιν καμάτῳ τε καὶ ἄλγεσι μοχθίζοντα
330πυκναῖς τ’ εἰρεσίῃσι βιώμενος ἔσπασεν ἀνήρ· εἰ δ’ ἄρα οἱ καὶ τυτθὸν ὑπείξεται, οὔ μιν ἔπειτα ἑλκύσει· τοῖον γὰρ ὑπερφίαλον σθένος αὐτῷ. πολλάκι δ’ ὀξύπρωρον ὑπὲρ ῥάχιν ἔτμαγε δάψας ὁρμιήν, ἀπὸ δ’ ᾖξε λιπὼν κενὸν ἀγρευτῆρα.372
335τοῖον καὶ κάλλιχθυς ἔχει σθένος ἠδὲ γενέθλη ὀρκύνων ὅσσοι τε δέμας κητώδεες ἄλλοι πλάζονται· τοίοις δὲ βραχίοσιν ἀγρώσσονται. Ἄλλους δ’ αὖ βρώμῃσι καὶ εἰλαπίνῃσι δολώσας ἀγρώσσει ἁλιεύς· ἀγαθὸς δέ οἱ ἔσσεται ἰχθὺς
340κάνθαρος, ὃς πέτρῃσιν ἀεὶ λεπρῇσι γέγηθε. κύρτον δὲ πλέξαιο περίδρομον ὅττι μέγιστον, τεύχων ἢ σπάρτοισιν Ἰβηρίσιν ἠὲ λύγοισι, ῥάβδους ἀμφιβαλών· λευρὴ δέ οἱ εἴσοδος ἔστω γαστήρ τ’ εὐρυχανής· δέλεαρ δέ οἱ ἔνδον ἐνείης
345πούλυπον ἑρπυστὴν ἢ κάραβον, ἐκ πυρὸς ἄμφω ὀπταλέους· κνίσση γὰρ ἐφέλκεται ἰχθύας εἴσω. ὧδε μὲν ἐντύνας πλεκτὸν δόλον ἐγγύθι πέτρης δόχμιον ἀγκλίνοις, ὕφαλον λόχον· αὐτίκα δ’ ὀδμὴ κάνθαρον ὀτρυνέει τε καὶ ἵξεται ἔνδοθι κύρτου,

3

(350)

οὐ μάλα θαρσαλέος πρώτην ὁδόν, ἀλλὰ τάχιστα δαισάμενος παλίνορσος ἀπέδραμεν· ἔνθεν ἔπειτα κυρτεὺς μὲν κείνοισιν ἀεὶ νεοτερπέα φορβὴν ἐντίθεται· τοὺς δ’ αἶψα δυσώνυμος ἐντὸς ἀγείρει γαστήρ, ἄλλον δ’ ἄλλος ἄγει σύνδορπον ἑταῖρον.
355ἤδη δ’ ἀτρομέοντες ἀολλέες ἔνδοθι κύρτου
ἀγρόμενοι πρόπαν ἦμαρ ἐνήμενοι, ὥστε μέλαθρον κτησάμενοι, μίμνουσι, κακὴν δ’ εὕροντο καλιήν. ὡς δ’ ὁπότ’ ὀρφανικοῖο μετ’ ἠιθέοιο μέλαθρον οὔτι σαοφροσύνῃσι μεμηλότες ἥλικες ἄλλοι374
360κλητοί τ’ αὐτόμολοί τε πανήμεροι ἀγερέθωνται, κτῆσιν ἀεὶ κείροντες ἀσημάντοιο δόμοιο, οἷα νέους ἀνίησι χαλίφρονας ἄκριτος ἥβη, ἐν δὲ κακοφροσύνῃσι κακὴν εὕραντο τελευτήν· ὣς τοῖς ἀγρομένοισι παρασχεδὸν ἵσταται ἄτη.
365ἡνίκα γὰρ πολλοί τε καὶ εὐλιπέες τελέθωσι, δὴ τότ’ ἀνὴρ κύρτοιο περὶ στόμα πῶμα καλύπτει εὖ ἀραρός· τοὺς δ’ ἔνδον ἐν ἕρκεϊ πεπτηῶτας ὑστάτιον κνώσσοντας ἀνείρυσεν· ὀψὲ δ’ ὄλεθρον φρασσάμενοι σπαίρουσι καὶ ἐκδῦναι μεμάασι,
370νήπιοι, οὐδ’ ἔτι κύρτον ὁμῶς εὔοικον ἔχουσιν. Ἄδμωσιν δ’ ἐπὶ κύρτον ὀπωρινὸν ὁπλίζονται ὀΐσυνον, μέσσοισι δ’ ἐν οἴδμασιν ὁρμίζουσι, νέρθεν ἀναψάμενοι τρητὸν λίθον εὐναστῆρα· φελλοὶ δ’ ὀχμάζουσιν ἄνω δόλον· ἐν δέ οἱ αἰεὶ
375τέσσαρας ἀκταίους διεροὺς κάχληκας ἱεῖσι· τοῖς δὲ διαινομένοισι περιτρέφεται γλαγόεσσα μύξα θαλασσαίη, τῆς ἵμερος ἰχθύας ἕλκει βαιούς, οὐτιδανούς, λίχνον γένος· οἱ δ’ ἀγέρονται κύρτον ἐπιπροθέοντες ἐν ἀγκοίνῃς τε μένουσιν.
380ἄδμωες δ’ ὁρόωντες ἔσω κοίλοιο μυχοῖο ἀγρομένους τάχα πάντες ἐπί σφισιν ὡρμήθησαν, δαιτὸς ἐελδόμενοι· τοὺς δ’ οὐ κίχον, ἀλλ’ ὑπόλισθον ῥηϊδίως· οἱ δ’ οὔτι καὶ ἱέμενοί περ ἔχουσιν
αὖτις ὑπεκδῦναι πλεκτὸν λόχον, ἀλλ’ ἑτέροισι376
385πήματα πορσύνοντες ἐπί σφισιν εὗρον ὄλεθρον. ὡς δέ τις ἐν ξυλόχοισιν ὀρέστερος ἀγροιώτης θηρὶ πάγην ἤρτυνεν, ἀπηνέϊ δ’ ἔνδοθι θυμῷ δῆσε κυνὸς σφίγγων ἄπο μήδεα· τοῦ δ’ ὀδύνῃσιν ἠχήεις ὀρυμαγδὸς ἀπόπροθι τειρομένοιο
390ἔρχεται, ἀμφὶ δέ οἱ στένεται δρίος· ἡ δ’ ἀΐουσα πόρδαλις ἰάνθη τε καὶ ἔσσυται, ἴχνος ἀϋτῆς μαιομένη· τάχα δ’ ἷξε καὶ ἔνθορε· τὸν μὲν ἔπειτα ὑψός’ ἀναρπάζει κρυπτὸς δόλος, ἡ δ’ ἐνὶ βόθρῳ εἰλεῖται προπεσοῦσα, μέλει δέ οἱ οὐκέτι δαιτός,
395ἀλλὰ φόβου· τῇ δ’ οὔτις ὑπέκδυσίς ἐστιν ἑτοίμη· τοῖα καὶ ἄδμωες δειλοὶ πάθον, ἀντὶ δὲ φορβῆς πότμον ἐφωρμήσαντο καὶ Ἄϊδος ἕρκος ἄφυκτον. Καὶ μέν τις θρίσσῃσιν ὁμῶς καὶ χαλκίσιν ἄγρην φράσσατ’ ὀπωρινήν, καὶ λαρινὸν εἷλε καὶ ἔθνη

3

(400)

τραχούρων, κύρτον μὲν ὑπὸ σπάρτοισιν ὑφήνας εὐπαγέως, φρυκτῶν δ’ ὀρόβων ἐνεθήκατο μάζαν, οἴνῳ μυδαλέην εὐώδεϊ, μίξε δὲ κούρης δάκρυον Ἀσσυρίης Θειαντίδος, ἥν ποτέ φασι πατρὸς ἐρασσαμένην δυσμήχανον ἔργον ἀνύσσαι
405ἐλθεῖν τ’ ἐς φιλότητα χολωσαμένης Ἀφροδίτης· ἀλλ’ ὅτε μιν καὶ δένδρον ἐπώνυμον ἐρρίζωσεν αἶσα θεῶν, γοάει τε καὶ ἣν ὀλοφύρεται ἄτην, δάκρυσι δευομένη λέκτρου χάριν· ἧς ἐνιμίσγων θεῖον ὀπὸν κύρτον μὲν ἐνορμίζει ῥοθίοισιν,378
410ὀδμὴ δ’ αἶψα θάλασσαν ἐπέδραμε λειριόεσσα, κικλήσκους’ ἀγέλας πολυειδέας· οἱ δ’ ἐφέπονται πνοιῇ νηδυμίῃ δεδονημένοι, ὦκα δὲ κύρτος πίμπλαται, ἀγρευτῆρι φέρων εὔθηρον ἀμοιβήν. Σάλπαι δ’ ἰκμαλέοις μὲν ἀεὶ φύκεσσι μάλιστα
415τέρπονται, κείνῃ δὲ καὶ ἀγρώσσονται ἐδωδῇ. πλώει μὲν προτέροισιν ἐν ἤμασιν εἰς ἕνα χῶρον ἀσπαλιεύς, αἰεὶ δὲ μετ’ οἴδμασι λᾶας ἵησι χερμάδας, ἁψάμενος πέρι φύκια τηλεθόωντα. ἀλλ’ ὅτε δὴ πέμπτη μὲν ἴδῃ πόνον ἠριγένεια
420σάλπαι δ’ ἀγρόμεναι κεῖνον πόρον ἀμφινέμωνται, τῆμος ἐπεντύνει κύρτου δόλον· ἐν δέ οἱ εἴσω φύκεσιν εἰλομένους λᾶας βάλεν, ἀμφὶ δὲ ποίας εἰναλίας στομίοισιν ἐδήσατο, τῇσι γάνυνται σάλπαι τ’ ἠδ’ ὅσσοι βοτανηφάγοι ἰχθύες ἄλλοι·
425οἳ τότ’ ἀγειρόμενοι ποίας φάγον, αὐτὰρ ἔπειτα ἐς μυχὸν ἠΐχθησαν· ὁ δ’ αὐτίκα κύρτον ἀνέλκει ῥίμφα μεταπλώσας· σιγῇ δέ οἱ ἄνυται ἔργον, ἀνδράσι τ’ ἀφθόγγοισι καὶ ἀσμαράγοις ἐλάτῃσι·
σιγὴ γὰρ πάσαις μὲν ὀφέλσιμος ἔπλετο θήραις,380
430ἔξοχα δ’ ἐν σάλπῃσιν· ἐπεὶ μάλα τῇσι νόημα πτοιαλέον· πτοίη δὲ πόνον δύσθηρον ἔθηκε. Τρίγλης δ’ οὔτινα, φημί, χερειοτέρῃσιν ἐδωδαῖς τέρπεσθαι· πᾶσαν γὰρ ἄσιν ἁλός, ἥν κε κίχῃσι, φέρβεται· ἱμείρει δὲ δυσαέος ἔξοχα δαιτός·
435σώμασι δ’ ἐκπάγλως ἐπιτέρπεται ἀνδρομέοισι πυθομένοις, εὖτ’ ἄν τιν’ ἕλῃ στονόεσσα θάλασσα. τῷ καί μιν δελέασσιν ἀποπνείουσιν ἀϋτμὴν ῥηϊδίως ἕλκουσιν, ὅσα πνέει ἐχθρὸν ἄημα. εἴκελα δὲ τρίγλῃσιν ὕεσσί τε, φημί, τετύχθαι
440ἤθεα, φυρομένοισιν ἀεὶ περὶ γαστέρος ὁρμήν· ἄμφω δ’ αἱ μὲν ἔασι διάκριτοι ἐν νεπόδεσσιν, οἱ δ’ ἐνὶ χερσαίῃσιν ἀριστεύους’ ἀγέλῃσιν. Οὐ μὲν δὴ μελάνουρον ἀποίσεαι οὔτ’ ἐνὶ κύρτῳ ῥηϊδίως ἀπαφῶν οὔτ’ ἐν λινοεργέϊ κύκλῳ·
445ἔξοχα γὰρ μελάνουρος ἐν ἰχθύσιν ἠμὲν ἄναλκις ἠδὲ σαοφρονέων, λίχνη δέ οἱ οὔποτ’ ἐδωδὴ θυμήρης· αἰεὶ δὲ γαληναίης μὲν ἐούσης κέκλιται ἐν ψαμάθοισι καὶ οὐκ ἀναδύεται ἅλμης· ἀλλ’ ὅτε κυμαίνουσα περισπέρχῃσι θάλασσα

3

(450)

λάβρων ἐξ ἀνέμων, τότε δὴ μοῦνοι μελάνουροι κῦμα διαΐσσουσιν ἀολλέες, οὔτε τιν’ ἀνδρῶν οὔτε τιν’ εἰναλίων πεφρικότες· οἱ μὲν ἅπαντες ἐς νεάτην κρηπῖδα φόβῳ δύνουσι θαλάσσης, οἱ δὲ τότ’ ἠϊόνας τε πολυφλοίσβους ἐφέπουσι
455πέτραις τ’ ἐμπελάουσιν ἀλήμονες, εἴ τιν’ ἐδητὺν κοπτομένη δείξειεν ὑπὸ ῥιπῇσι θάλασσα· νήπιοι, οὐδ’ ἐδάησαν ὅσον πινυτώτεροι ἄνδρες,
οἳ κείνους καὶ πάμπαν ἀλευομένους ἕλον ἄγρῃ. χειμερίη πλημμυρὶς ὅταν ζέῃ Ἀμφιτρίτης,382
460ἵστατ’ ἐπὶ προὔχουσαν ἀνὴρ ἁλιηγέα πέτρην, ὀξύτατον τόθι κῦμα περὶ σπιλάδεσσι μέμυκεν· εἴδατα δ’ ἀγνυμένοισιν ἐπισπείρει ῥοθίοισι, τυρὸν ὁμοῦ Δήμητρι μεμιγμένον· οἱ δ’ ἐπὶ φορβὴν ἀσπασίην θρώσκουσιν ἐπειγόμενοι μελάνουροι.
465ἀλλ’ ὅτε οἱ παρέασιν ἀολλέες ἐς βόλον ἄγρης, αὐτὸς μὲν τρέπεται λοξὸν δέμας, ὄφρα οἱ ὕδωρ μήτι κατασκιάοιτο καὶ ἰχθύσι τάρβος ἐνείη· ἔστι δέ οἱ λεπτός τε δόναξ μετὰ χερσὶν ἑτοῖμος λεπτή θ’ ὁρμιὴ κούφης τριχός, ἄπλοκος αὔτως·
470λεπτοῖς δ’ ἀγκίστροισιν ἀναπλέκεται θαμέεσσι· τοῖς ἐπέθηκε δέλετρον, ὃ καὶ πάρος ἧκε καθ’ ὕδωρ, πέμπει δ’ ἐς βαθὺ κῦμα κυκώμενον· οἱ δ’ ὁρόωντες αὐτίκ’ ἐπιθρώσκουσι καὶ ἁρπάζουσιν ὄλεθρον. οὐδ’ ἁλιεὺς εὔκηλον ἔχει χέρα, πυκνὰ δ’ ἀνέλκει
475ἐκ δίνης ἄγκιστρα, καὶ εἰ κενὰ πολλάκις εἴη· οὐ γὰρ βρασσομένης κεν ἐπιφράσσαιτο θαλάσσης ἀτρεκέως, εἴτ’ οὖν τις ἐνίσχεται εἴτε μιν αὔτως κύματ’ ἀνακλονέουσιν· ἐπὴν δέ τις ἀμφιχάνῃσι, ῥίμφα μιν ἐξείρυσσε πάρος δόλον ἐν φρεσὶ θέσθαι,
480πρὶν φόβον οὐτιδανοῖσιν ἐνιπλῆξαι μελανούροις.
τοίην χειμερίην πανεπίκλοπον ἤνυσεν ἄγρην. Ναὶ μὴν καὶ κεστρῆα, καὶ οὐ λίχνον περ ἐόντα, ἤπαφον, ἀγκίστροισι περὶ στεινοῖσιν ἕσαντες εἶδαρ ὁμοῦ Δήμητρι μεμιγμένον ἠδὲ γάλακτος384
485πηκτοῖσι δώροισιν· ἐφυρήσαντο δὲ ποίην τοῖσιν ὁμοῦ μίνθην εὐώδεα, τήν ποτε κούρην φασὶν ὑπουδαίην ἔμεναι, Κωκυτίδα Νύμφην· κλίνατο δ’ εἰς εὐνὴν Ἀϊδωνέος· ἀλλ’ ὅτε κούρην Περσεφόνην ἥρπαξεν ἀπ’ Αἰτναίοιο πάγοιο,
490δὴ τότε μιν κλάζουσαν ὑπερφιάλοις ἐπέεσσι, ζήλῳ μαργαίνουσαν ἀτάσθαλα, μηνίσασα Δημήτηρ ἀμάθυνεν ἐπεμβαίνουσα πεδίλοις· φῆ γὰρ ἀγαυοτέρη τε φυὴν καὶ κάλλος ἀμείνων Περσεφόνης ἔμεναι κυανώπιδος, ἐς δέ μιν αὐτὴν
495εὔξατο νοστήσειν Ἀϊδωνέα, τὴν δὲ μελάθρων ἐξελάσειν· τοίη οἱ ἐπὶ γλώσσης θόρεν ἄτη. ποίη δ’ οὐτιδανὴ καὶ ἐπώνυμος ἔκθορε γαίης, τὴν ἐνιφυρήσαντες ἐπ’ ἀγκίστροισι βάλοντο. κεστρεὺς δ’ οὐ μετὰ δηρόν, ἐπεί ῥά μιν ἷξεν ἀϋτμή,

3

(500)

ἀντιάσας πρῶτον μὲν ἀποσταδὸν ἀγκίστροιο
λοξὸν ὑπ’ ὀφθαλμοῖς ὁράᾳ δόλον, εἴκελος ἀνδρὶ ξείνῳ, ὃς ἐν τριόδοισι πολυτρίπτοισι κυρήσας ἔστη ἐφορμαίνων, κραδίη τέ οἱ ἄλλοτε λαιήν, ἄλλοτε δεξιτερὴν ἐπιβάλλεται ἀτραπὸν ἐλθεῖν·386
505παπταίνει δ’ ἑκάτερθε, νόος δέ οἱ ἠΰτε κῦμα εἱλεῖται, μάλα δ’ ὀψὲ μιῆς ὠρέξατο βουλῆς· ὣς ἄρα καὶ κεστρῆϊ παναίολα μερμηρίζει θυμὸς ὀϊομένῳ τε δόλον καὶ ἀπήμονα φορβήν· ὀψὲ δέ μιν νόος ὦρσε καὶ ἤγαγεν ἐγγύθι πότμου·
510αὐτίκα δὲ τρέσσας ἀνεχάσσατο· πολλάκι δ’ ἤδη εἷλε φόβος ψαύοντα καὶ ἔμπαλιν ἔτραπεν ὁρμήν. ὡς δ’ ὅτε νηπίαχος κούρη πάϊς, ἐκτὸς ἐούσης μητέρος, ἢ βρώμης λελιημένη ἠέ τευ ἄλλου, ψαῦσαι μὲν τρομέει μητρὸς χόλον, οὐδ’ ἀναδῦναι
515ἐλδομένη τέτληκεν· ἐφερπύζουσα δὲ λάθρῃ αὖτις ὑποτρέπεται, κραδίῃ δέ οἱ ἄλλοτε θάρσος, ἄλλοτε δ’ ἐμπίπτει δεινὸς φόβος· ὄμματα δ’ αἰὲν ὀξέα παπταίνοντα ποτὶ προθύροισι τέτανται· ὣς τότ’ ἐπεμβαίνων ἀνελίσσεται ἤπιος ἰχθύς.
520ἀλλ’ ὅτε θαρσήσας πελάσῃ σχεδόν, οὐ μάλ’ ἑτοίμως ψαῦσε βορῆς, οὐρῇ δὲ πάρος μάστιξεν ἐγείρων ἄγκιστρον, μή πού τις ἐνὶ χροῒ θέρμετ’ ἀϋτμή· ζωοῦ γὰρ κεστρεῦσιν ἀπώμοτόν ἐστι πάσασθαι. ἔνθεν ἔπειτ’ ἄκροισι διακνίζει στομάτεσσι
525δαῖτα περιξύων· ἁλιεὺς δέ μιν αὐτίκα χαλκῷ πεῖρεν ἀνακρούων, ὥστε θρασὺν ἵππον ἐέργων ἡνίοχος σκληρῇσιν ἀναγκαίῃσι χαλινοῦ,
ἂν δ’ ἔρυσε, σπαίροντα δ’ ἐπὶ χθονὶ κάββαλεν ἐχθρῇ. Καὶ ξιφίην ὀλοοῖσι παρήπαφον ἀγκίστροισιν.388
530ἀλλ’ οὐ μὲν ξιφίῃ τοῖος μόρος, οὐδ’ ἴσος ἄλλοις· οὐ γὰρ ἐπ’ ἀγκίστροισι κατεντύνουσιν ἐδωδήν, ἀλλὰ τὸ μὲν γυμνόν τε καὶ ἄκλοπον ᾐώρηται, μηρίνθου διπλῇσιν ἀκαχμένου ἔμπαλιν αἰχμαῖς· τοῦ δ’ ὅσσον τριπάλαιστον ἀναψάμενοι καθύπερθε
535μαλθακὸν ἀργεννῶν νεπόδων ἕνα χείλεος ἄκρου δῆσαν ἐπισταμένως· ξιφίης δ’ ὅτε θοῦρος ἵκηται, αὐτίκα δαιτρεύει δέμας ἰχθύος ἄορι λάβρῳ· τοῦ δὲ δαϊζομένοιο καταρρέει ἅψεα δεσμοῦ, αὐταῖς δ’ ἀγκίστροιο περιστρέφεται γενύεσσιν·
540αὐτὰρ ὅ γ’ οὐκ ἐδάη γναμπτὸν δόλον, ἀλλὰ βαρεῖαν δαῖτα χανὼν ἀγρευτὸς ἀνέλκεται ἀνέρος ἀλκῇ. Πολλὰ δ’ ἐπὶ ξιφίῃ θηρήτορες ὁπλίζονται, ἔξοχα δ’ οἳ Τυρσηνὸν ἁλὸς πόρον ἀγρώσσουσιν ἀμφί τε Μασσαλίην, ἱερὴν πόλιν, ἀμφί τε Κελτούς·
545κεῖθι γὰρ ἔκπαγλοί τε καὶ ἰχθύσιν οὐδὲν ὁμοῖοι ἄπλατοι ξιφίαι μεγακήτεες ἐννεμέθονται. οἱ δ’ ἀκάτους αὐτοῖσιν ἐϊσκομένας ξιφίῃσι καὶ δέμας ἰχθυόεν καὶ φάσγανα τεκτήναντες ἀντίον ἰθύνουσι· ὁ δ’ οὐκ ἀναδύεται ἄγρην,390

3

(550)

ἐλπόμενος μὴ νῆας ἐϋσέλμους ὁράασθαι, ἀλλ’ ἑτέρους ξιφίας, ξυνὸν γένος, ὄφρα μιν ἄνδρες πάντῃ κυκλώσωνται· ὁ δ’ ἐφράσαθ’ ὕστερον ἄτην, αἰχμῇ τριγλώχινι πεπαρμένος, οὐδέ οἱ ἀλκὴ φεύγειν ἱεμένῳ περ, ἀναγκαίῃ δὲ δαμῆναι.
555πολλάκι μὲν καὶ νηὸς ἀμυνόμενος κενεῶνα φασγάνῳ ἀντετόρησε διαμπερὲς ἄλκιμος ἰχθύς, οἱ δὲ θοῶς βουπλῆγος ὑπ’ εὐχάλκοιο τυπῇσιν ἐκ γενύων ἤραξαν ἅπαν ξίφος· ἐν δ’ ἄρα νηὸς ἕλκεϊ γόμφος ἄρηρεν· ὁ δ’ ἕλκεται ὀρφανὸς ἀλκῆς.
560ὡς δ’ ὅτε δυσμενέεσσι δόλον τεύχοντες ἄρηος, ἱέμενοι πύργων τε καὶ ἄστεος ἔνδον ἱκέσθαι, ἔντεα συλήσαντες ἀρηϊφάτων ἀπὸ νεκρῶν αὐτοὶ θωρήξαντο καὶ ἔδραμον ἄγχι πυλάων· οἱ δ’ ὥστε σφετέροισιν ἐπειγομένοις πολιήταις
565ἀγκλίνουσι θύρετρα καὶ οὐ γήθησαν ἑταίροις· ὣς ἄρα καὶ ξιφίην ἴκελον δέμας ἤπαφε νηῶν. Καὶ μὲν δὴ σκολιῇσιν ἐν ἀγκοίνῃσι λίνοιο κυκλωθεὶς ξιφίης μέγα νήπιος ἀφροσύνῃσιν ὄλλυται, ὃς θρώσκει μὲν ὑπεκδῦναι μενεαίνων,
570ἐγγύθι δὲ τρομέων πλεκτὸν δόλον αὖτις ὀπίσσω χάζεται· οὐδέ οἱ ὅπλον ἐνὶ φρεσίν, οἷον ἄρηρεν ἐκ γενύων, δειλὸς δὲ μένει κεκαφηότι θυμῷ, ὄφρα μιν ἐξερύσωσιν ἐπ’ ᾐόνας· ἔνθα δὲ δούροις ἄνδρες ἐπασσυτέροισι καταΐγδην ἐλόωντες
575κρᾶτα συνηλοίησαν, ὁ δ’ ὄλλυται ἄφρονι πότμῳ.
Ἀφροσύνη καὶ σκόμβρον ἕλεν καὶ πίονα θύννον καὶ ῥαφίδας καὶ φῦλα πολυσπερέων συνοδόντων. σκόμβροι μὲν λεύσσοντες ἐν ἕρκεϊ πεπτηῶτας ἄλλους ἠράσσαντο λίνου πολύωπον ὄλεθρον392
580ἐσδῦναι· τοίη τις ἐσέρχεται εἰσορόωντας τερπωλή· παίδεσσιν ἀπειρήτοισιν ὁμοῖοι, οἵ τε πυρὸς λεύσσοντες ἀναιθομένοιο φαεινὴν μαρμαρυγὴν ἀκτῖσιν ἰαινόμενοι γελόωσι ψαῦσαί θ’ ἱμείρουσι καὶ ἐς φλόγα χεῖρ’ ὀρέγουσι
585νηπιέην· τάχα δέ σφιν ἀνάρσιον ἐξεφάνη πῦρ· ὣς οἵ γ’ ἱμείρουσιν ἀνοστήτοιο λόχοιο ἐσπεσέειν κευθμῶνα, κακοῦ δ’ ἤντησαν ἔρωτος. ἔνθ’ οἱ μὲν κέλσαντες ἐν εὐρυτέροισι βρόχοισι ἔκθορον, οἱ δ’ ἑρχθέντες ἐνὶ στεινοῖσι πόροισι
590πικρὸν ἀνέτλησαν σφιγκτὸν μόρον ἐξανύσαντες. πολλοὺς δ’ ἠϊόνεσσιν ἐφελκομένοιο λίνοιο ὄψεαι ἀμφοτέρωθεν ἀρηρότας ἠΰτε γόμφοις, τοὺς μὲν ἔτι φρονέοντας ἐσελθέμεν ἄρκυν ὀλέθρου, τοὺς δ’ ἤδη μεμαῶτας ὑπεκδῦναι κακότητος,
595ἔνδοθεν ἰκμαλέῃσιν ἐνισχομένους βροχίδεσσι. Θύννοι δ’ αὖ σκόμβροις μὲν ἴσον πόνον ἀθλεύουσιν ἀφροσύνῃ· καὶ τοῖς γὰρ ὁμοίιος ἵμερος ἄτης ἐμπίπτει δολίοιο λίνου λαγόνεσσι μιγῆναι· ἀλλ’ οὐ μὲν κείνοισιν ὑπόβρυχα γαστέρος εἴσω

3

(600)

ἐσδύνειν, σκολιοῖσι δ’ ἐπαΐσσουσιν ὀδοῦσι, σώματι μηδόμενοι πόρον ἄρκιον· ἐν δ’ ἄρ’ ὀδοῦσιν ὑγρὸν ἐρειδομένοις τέταται λίνον· οὐδέ τι μῆχος ἐκφυγέειν, δεσμῷ δὲ περιστομίῳ μογέοντες ἕλκονται ποτὶ χέρσον ὑπ’ ἀφραδίῃσιν ἁλόντες.
605Καὶ μὲν δὴ ῥαφίδων τοῖος νόος· αἳ δ’ ὅτε κόλπον
δικτύου ἐκπροφύγωσι, πόνου δ’ ἔκτοσθε γένωνται, αὖτις ἐπιστρωφῶσι, λίνῳ δ’ ἐπιμηνίουσαι δήγματ’ ἐνιπρίουσι· τὸ δέ σφισι δύεται εἴσω ἴσχει τ’ ἐμμενέως πυκινοὺς ἔντοσθεν ὀδόντας.394
610 Αὐτὰρ τοὶ συνόδοντες ἴσοι στείχουσι λόχοισι κεκριμένοι· τοῖς δ’ εὖτ’ ἂν ἀνὴρ ἄγκιστρον ἐφείη, οἱ μὲν ἀποτροπάδην λοξὸν φάος ἀλλήλοισι πάντες ἐπικλίνουσι καὶ οὐκ ἐθέλουσι πελάσσαι· ἀλλ’ ὅτε τις προθορὼν ἑτέρης στιχὸς αἶψα δέλετρον
615ἁρπάξῃ, τότε καί τις ἐνὶ φρεσὶ θάρσος ἔδεκτο ἀγκίστρῳ τ’ ἐπέλασσε καὶ ἕλκεται· οἱ δ’ ὁρόωντες ἀλλήλους, περὶ δαιτὶ γεγηθότες, ἰαίνονται ἑλκόμενοι, σπεύδουσι δ’ ὑποφθαδόν, ὅς κε θάνῃσι πρῶτος ἁλούς, ἅτε παῖδες ἀθύρμασι καγχαλόωντες.
620 Θύννων δ’ αὖ γενεὴ μὲν ἀπ’ εὐρυπόροιο τέτυκται Ὠκεανοῦ· στείχουσι δ’ ἐς ἡμετέρης ἁλὸς ἔργα εἰαρινοῦ μετὰ λύσσαν ὅτ’ οἰστρήσωσι γάμοιο.
τοὺς δ’ ἤτοι πρῶτον μὲν Ἰβηρίδος ἔνδοθεν ἅλμης ἀνέρες ἀγρώσσουσι βίῃ κομόωντες Ἴβηρες·396
625δεύτερα δὲ Ῥοδανοῖο παρὰ στόμα θηρητῆρες Κελτοὶ Φωκαίης τε παλαίφατοι ἐνναετῆρες· τὸ τρίτον ἀγρώσσουσιν ὅσοι Τρινακρίδι νήσῳ ἐνναέται πόντου τε παρ’ οἴδμασι Τυρσηνοῖο. ἔνθεν ἀπειρεσίοις ἐνὶ βένθεσιν ἄλλοθεν ἄλλος
630κίδνανται καὶ πᾶσαν ἐπιπλώουσι θάλασσαν. πολλὴ δ’ ἔκπαγλός τε παρίσταται ἰχθυβόλοισιν ἄγρη, ὅτ’ εἰαρινὸς θύννων στρατὸς ὁρμήσωνται. χῶρον μὲν πάμπρωτον ἐπεφράσσαντο θαλάσσης οὔτε λίην στεινωπὸν ἐπηρεφέεσσιν ὑπ’ ὄχθαις
635οὔτε λίην ἀνέμοισιν ἐπίδρομον, ἀλλὰ καὶ αἴθρῃ καὶ σκεπανοῖς κευθμῶσιν ἐναίσιμα μέτρα φέροντα. ἔνθ’ ἤτοι πρῶτον μὲν ἐπ’ ὄρθιον ὕψι κολωνὸν ἴδρις ἐπαμβαίνει θυννοσκόπος, ὅστε κιούσας
παντοίας ἀγέλας τεκμαίρεται, αἵ τε καὶ ὅσσαι,398
640πιφαύσκει δ’ ἑτάροισι· τὰ δ’ αὐτίκα δίκτυα πάντα ὥστε πόλις προβέβηκεν ἐν οἴδμασιν· ἐν δὲ πυλωροὶ δικτύῳ, ἐν δὲ πύλαι, μύχατοί τ’ αὐλῶνες ἔασιν. οἱ δὲ θοῶς σεύονται ἐπὶ στίχας, ὥστε φάλαγγες ἀνδρῶν ἐρχομένων καταφυλαδόν· οἱ μὲν ἔασιν
645ὁπλότεροι, τοὶ δ’ εἰσὶ γεραίτεροι, οἱ δ’ ἐνὶ μέσσῃ ὥρῃ· ἀπειρέσιοι δὲ λίνων ἔντοσθε ῥέουσιν, εἰσόκεν ἱμείρωσι καὶ ἀγρομένους ἀνέληται
δίκτυον· ἀφνειὴ δὲ καὶ ἔξοχος ἵσταται ἄγρη.400

4

Ἄλλους δ’ ἀγρευτῆρσιν ὑπήγαγε ληΐδα θήρης ὑγρὸς ἔρως· ὀλοῶν δὲ γάμων, ὀλοῆς τ’ Ἀφροδίτης ἠντίασαν, σπεύδοντες ἑὴν φιλοτήσιον ἄτην. ἀλλὰ σύ μοι, κάρτιστε πολισσούχων βασιλήων,
5αὐτός τ’, Ἀντωνῖνε, καὶ υἱέος ἠγάθεον κῆρ, πρόφρονες εἰσαΐοιτε καὶ εἰναλίῃσι γάνυσθε τερπωλαῖς, οἵῃσιν ἐμὸν νόον ἠπιόδωροι Μοῦσαι κοσμήσαντο καὶ ἐξέστεψαν ἀοιδῆς δώρῳ θεσπεσίῳ καί μοι πόρον ὑμετέροισι
10κίρνασθαι γλυκὺ νᾶμα καὶ οὔασι καὶ πραπίδεσσι. Σχέτλι’ Ἔρως, δολομῆτα, θεῶν κάλλιστε μὲν ὄσσοις εἰσιδέειν, ἄλγιστε δ’ ὅτε κραδίην ὀροθύνεις, ἐμπίπτων ἀδόκητος, ὑπὸ φρένα δ’ ὥστε θύελλα μίσγεαι, ἀσθμαίνεις δὲ πυρὸς δριμεῖαν ὁμοκλήν,
15παφλάζων ὀδύνῃσι καὶ ἀκρήτοισιν ἀνίαις· δάκρυ δέ σοι προβαλεῖν λαρὸν γάνος ἠδ’ ἐσακοῦσαι βυσσόθεν οἰμωγὴν σπλάχνοις θ’ ὑπὸ θερμὸν ἔρευθος φοινίξαι χρωτός τε παράτροπον ἄνθος ἀμέρσαι ὄσσε τε κοιλῆναι παρά τε φρένα πᾶσαν ἀεῖραι
20μαινομένην· πολλοὺς δὲ καὶ ἐς μόρον ἐξεκύλισας, ὅσσοις χειμέριός τε καὶ ἄγριος ἀντεβόλησας
λύσσαν ἄγων· τοίαις γὰρ ἀγάλλεαι εἰλαπίνῃσιν. εἴτ’ οὖν ἐν μακάρεσσι παλαίτατος ἐσσὶ γενέθλῃ, ἐκ Χάεος δ’ ἀνέτειλας ἀμειδέος, ὀξέϊ πυρσῷ402
25λαμπόμενος, πρῶτος δὲ γάμων ἐζεύξαο θεσμούς, πρῶτος δ’ εὐναίοις ἀρότοις ἐπεθήκαο τέκμωρ· εἴτε σε καὶ πτερύγεσσιν ἀειρόμενον θεὸν ὄρνιν τίκτε Πάφου μεδέουσα πολυφράδμων Ἀφροδίτη, εὐμενέοις, πρηΰς τε καὶ εὔδιος ἄμμιν ἱκάνοις
30μέτρον ἄγων· οὐ γάρ τις ἀναίνεται ἔργον ἔρωτος. πάντῃ μὲν κρατέεις, πάντῃ δέ σε καὶ ποθέουσι καὶ μέγα πεφρίκασιν· ὁ δ’ ὄλβιος, ὅστις ἔρωτα εὐκραῆ κομέει τε καὶ ἐν στέρνοισι φυλάσσει· σοὶ δ’ οὔτ’ οὐρανίης γενεῆς ἅλις οὔτε τι φύτλης
35ἀνδρομέης· οὐ θῆρας ἀναίνεαι οὐδ’ ὅσα βόσκει ἀὴρ ἀτρύγετος, νεάτης δ’ ὑπὸ κεύθεσι λίμνης δύνεις, ὁπλίζῃ δὲ καὶ ἐν νεπόδεσσι κελαινοὺς ἀτράκτους, ὡς μή τι τεῆς ἀδίδακτον ἀνάγκης λείπηται, μηδ’ ὅστις ὑπόβρυχα νήχεται ἰχθύς.
40 Οἵην μὲν φιλότητα μετ’ ἀλλήλοισι ῥύονται καὶ πόθον ὀξυβελῆ στικτοὶ σκάροι, οὐδ’ ἐνὶ μόχθοις ἀλλήλους λείπουσιν, ἀλεξητῆρι δὲ θυμῷ
πολλάκι μὲν πληγέντος ὑπ’ ἀγκίστροιο δαφοινοῦ ἄλλος ἐπαΐξας πρόμαχος σκάρος ἰχθὺς ὀδοῦσιν404
45ὁρμιὴν ἀπέκερσε καὶ ἐξεσάωσεν ἑταῖρον καὶ δόλον ἠμάλδυνε καὶ ἀσπαλιῆ’ ἀκάχησεν. ἤδη δ’ ἐν κύρτοισι παλιμπλεκέεσσιν ἁλόντα ἄλλος ὑπεξέκλεψε καὶ ἐξείρυσσεν ὀλέθρου· εὖτε γὰρ ἐς κύρτοιο πέσῃ λόχον αἰόλος ἰχθύς,

4

(50)

αὐτίκ’ ἐπεφράσθη τε καὶ ἐκδῦναι κακότητος πειρᾶται, τρέψας δὲ κάτω κεφαλήν τε καὶ ὄσσε ἔμπαλιν εἰς οὐρὴν ἀνανήχεται ἕρκος ἀμείβων· ταρβεῖ γὰρ σχοίνους ταναηκέας, αἳ πυλεῶνι ἀμφιπεριφρίσσουσι καὶ οὐτάζουσιν ὀπωπὰς
55ἀντίον ἐρχομένοιο, φυλακτήρεσσιν ὁμοῖαι. οἱ δέ μιν εἰσορόωντες ἀμήχανα δινεύοντα ἔκτοθεν ἀντιόωσιν ἀρηγόνες, οὐδ’ ἐλίποντο τειρόμενον· καί πού τις ἑὴν ὤρεξε διασχὼν οὐρὴν ἠΰτε χεῖρα λαβεῖν ἔντοσθεν ἑταίρῳ·
60αὐτὰρ ὀδὰξ μὲν ἔρεισεν, ὁ δ’ ἔσπασεν ἄϊδος ἔξω οὐρὴν ἡγήτειραν ὑπὸ στόμα δεσμὸν ἔχοντα. πολλάκι δὲ προβαλόντος ἑὴν ἔντοσθεν ἁλόντος οὐρὴν ἄλλος ἔμαρψε καὶ ἐξείρυσσε θύραζε ἑσπόμενον· τοιοῖσδε νοήμασι πότμον ἄλυξαν.
65ὡς δ’ ὅτε παιπαλόεσσαν ἀναστείχωσι κολώνην φῶτες ὑπὸ σκιερῆς νυκτὸς κνέφας, ἡνίκα μήνη
κέκρυπται, νεφέων δὲ κελαινιόωσι καλύπτραι, οἱ δ’ ὄρφνῃ μογέουσι καὶ ἀτρίπτοισι κελεύθοις πλαζόμενοι, χεῖράς τε μετ’ ἀλλήλοισιν ἔχουσιν,406
70ἑλκόμενοί θ’ ἕλκουσι, πόνων ἐπίκουρον ἀμοιβήν· ὣς οἵ γ’ ἀλλήλοισιν ἀμοιβαίῃ φιλότητι ἀλκτῆρες γεγάασι· τὸ δέ σφισι μήσατ’ ὄλεθρον δειλαίοις, ὀλοοῦ δὲ καὶ ἀλγινόεντος ἔρωτος ἠντίασαν, βλαφθέντες ἐπιφροσύναις ἁλιήων.
75τέσσαρες ἐμβεβάασι θοὸν σκάφος ἀγρευτῆρες, τῶν ἤτοι δοιοὶ μὲν ἐπηρέτμοισι πόνοισι μέμβλονται, τρίτατος δὲ δολόφρονα μῆτιν ὑφαίνει. θῆλυν ἀναψάμενος σύρει σκάρον ἀκροτάτοιο χείλεος ἐν δίνῃσι λινοζεύκτῳ ὑπὸ δεσμῷ·
80ζωὴν μὲν κέρδιστον ἀνελκέμεν· ἢν δὲ θάνῃσι, δελφῖνος μολίβοιο μετὰ στόμα δέξατο τέχνην. μηρίνθου δ’ ἑτέρωθεν ἐλήλαται ἄλλος ὄπισθεν δινωτὸς μολίβοιο βαρὺς κύβος ἅμματος ἄκρου· καί ῥ’ ἡ μὲν ζωῇ ἐναλίγκιος ἐν ῥοθίοισιν
85ἑλκομένη θήλεια τιταίνεται ἐξ ἁλιῆος. τέτρατος αὖ κύρτοιο βαθὺν δόλον ἀντίον ἕλκει ἐγγύθεν· οἱ δ’ ὁρόωντες ἀολλέες ἰθὺς ἵενται κραιπνὸν ἐπειγόμενοι βαλιοὶ σκάροι, ὄφρα ῥύωνται ἑλκομένην, ἀπάτην δὲ περιπροθέουσιν ἁπάντῃ,
90οἴστρῳ θηλυμανεῖ βεβιημένοι· οἱ δ’ ἐλάτῃσι νῆα κατασπέρχουσιν ὅσον σθένος· οἱ δ’ ἐφέπονται
ἐσσυμένως· τάχα δέ σφι πανύστατος ἔπλετ’ ἀρωγή. εὖτε γὰρ ἀγρομένους τε καὶ ἄσχετα μαιμώοντας θηλείης ἐπὶ λύσσαν ἴδῃ νόος ἀσπαλιῆος,408
95ἐν κύρτῳ κατέθηκεν ὁμοῦ λίνον ἠδὲ μόλιβδον, ὃς σκάρον ἐμβαρύθων εἴσω σπάσεν· οἱ δ’ ἄρ’ ὁμαρτῆ, ὡς ἴδον, ὡς ἐκέχυντο παραφθαδόν, Ἄϊδος ἕρκος πλεκτὸν ἐπισπεύδοντες, ἐπειγομένοις δὲ λόχοισι στείνονται προβολαί τε λύγων καὶ χάσμα πυλάων

4

(100)

ἀργαλέον· τοῖοι γὰρ ἐπισπέρχουσι μύωπες. ὡς δὲ ποδωκείης μεμελημένοι ἄνδρες ἀέθλων, στάθμης ὁρμηθέντες ἀπόσσυτοι, ὠκέα γυῖα προπροτιταινόμενοι, δολιχὸν τέλος ἐγκονέουσιν ἐξανύσαι· πᾶσιν δὲ πόθος νύσσῃ τε πελάσσαι
105νίκης τε γλυκύδωρον ἑλεῖν κράτος ἔς τε θύρετρα ἀΐξαι καὶ κάρτος ἀέθλιον ἀμφιβαλέσθαι· τόσσος ἔρως καὶ τοῖσιν ἐς Ἄϊδος ἡγεμονεύει ἐσθορέειν κευθμῶνας ἀνοστήτοιο λόχοιο. κύντατα δ’ ἐς φιλότητα καὶ ὕστατον οἶστρον ἔχοντες
110αὐτόμολοι πιμπλᾶσιν ἐφίμερον ἀνδράσιν ἄγρην. Ἄλλοι δ’ αὖ θήλειαν ἔσω κύρτοιο κελαινοῦ ζωὴν ἐγκαθιέντες ὑπὸ σπιλάδεσσι τίθενται κείναις, ᾗσι μέλει γλαγόεις σκάρος· οἱ δ’ ὑπ’ ἔρωτος αὔρῃ θελγόμενοι φιλοτησίῃ ἀμφαγέρονται,
115ἀμφί τε λιχμάζουσι καὶ ἐξερέουσιν ἁπάντῃ μαιόμενοι κύρτοιο κατήλυσιν· αἶψα δ’ ἵκοντο εἰσίθμην εὐρεῖαν ἀνέκβατον ἕρκος ἔχουσαν, ἐς δ’ ἔπεσον ἅμα πάντες ὁμιλαδόν, οὐδέ τι μῆχος ἐκδῦναι, στυγερὴν δὲ πόθων εὕροντο τελευτήν.
120ὡς δέ τις οἰωνοῖσι μόρον δολόεντα φυτεύων θήλειαν θάμνοισι κατακρύπτει λασίοισιν ὄρνιν, ὁμογλώσσοιο συνέμπορον ἠθάδα θήρης· ἡ δὲ λίγα κλάζει ξουθὸν μέλος, οἱ δ’ ἀΐοντες πάντες ἐπισπέρχουσι, καὶ ἐς βρόχον αὐτοὶ ἵενται,410
125θηλυτέρης ἐνοπῇσι παραπλαγχθέντες ἰωῆς· τοῖς κεῖνοι κύρτοιο πέσον λαγόνεσσιν ὁμοῖοι. Τοίην δ’ αὖ κεφάλοισιν ἔρως περιβάλλεται ἄτην· καὶ γὰρ τοὺς θήλεια παρήπαφεν ἐν ῥοθίοισιν ἑλκομένη· θαλερὴ δὲ πέλοι λιπόωσά τε γυῖα·
130ὧδε γὰρ εἰσορόωντες ἀπείρονες ἀμφαγέρονται· κάλλεϊ δ’ ἐκπάγλως βεβιημένοι οὐκ ἐθέλουσι λείπεσθαι, πάντῃ δὲ πόθων ἴϋγγες ἄγουσι θαλπομένους, εἰ καί σφιν ἀνάρσιον ἡγεμονεύοις χέρσον ὑπεξερύων θῆλυν δόλον· οἱ δ’ ἐφέπονται
135ἀθρόοι, οὔτε δόλων μεμνημένοι οὔθ’ ἁλιήων· ἀλλ’ ὥστ’ ἠΐθεοι περικαλλέος ὄμμα γυναικὸς φρασσάμενοι πρῶτον μὲν ἀποσταδὸν αὐγάζονται,
εἶδος ἀγαιόμενοι πολυήρατον, ἄγχι δ’ ἔπειτα ἤλυθον, ἐκ δ’ ἐλάθοντο καὶ οὐκέτι κεῖνα κέλευθα412
140ἔρχονται τὰ πάροιθεν, ἐφεσπόμενοι δὲ γάνυνται θελγόμενοι λιαρῇσιν ὑπὸ ῥιπῇς Ἀφροδίτης· ὣς κείνων οἰστρηδὸν ἐπόψεαι ὑγρὸν ὅμιλον εἰλομένων· τάχα δέ σφιν ἀπεχθέες ἦλθον ἔρωτες· αἶψα γὰρ ἀμφίβληστρον ἀνὴρ εὐεργὲς ἀείρας
145κόλπον ἐπιπροέηκε καὶ ἄσπετον ἔσπασε θήρην, ῥηϊδίως ἁψῖσι περίσχετον ἀμφικαλύψας. Σηπίαι αὖ δυσέρωτες ἐπὶ πλέον ἔδραμον ἄτης· οὐ γὰρ τοῖς οὐ κύρτον ὀλέθριον οὔτε λίνοιο ἀμφιβολὰς ἐφέηκαν ἁλίστονοι ἀγρευτῆρες,

4

(150)

ἀλλ’ αὔτως ἐρύουσιν ἀναψάμενοι μίαν οἴην ἐν ῥοθίοις· αἱ δ’ εὖτ’ ἂν ἀπόπροθεν ἀθρήσωσιν, αἶψα μάλ’ ἀντιόωσι, περιπλέγδην δ’ ἐνέχονται ἐμφύμεναι σπείρῃσιν, ἅτε ξείνηθεν ἰδοῦσαι παρθενικαὶ δηναιὸν ἀδελφεὸν ἢ γενετῆρα
155ἤπιον ἐν μεγάροισιν ἀπήμονα νοστήσαντα· ἠὲ νέον ζεύγλῃσιν ὑπ’ εὐναίης Ἀφροδίτης κούρη ληϊσθεῖσα γάμων εὐαγρέϊ δεσμῷ νυμφίον ἀμφέπλεξεν, ἐπ’ αὐχένι πάννυχα δεσμὰ ἀργεννοῖς ἑκάτερθε βραχίοσι γυρώσασα·
160ὣς τότε κερδαλέαι περὶ σηπίαι εἱλίσσονται ἀλλήλαις· οὐδέ σφι μεθίεται ἔργον ἔρωτος, εἰσόκεν ἐξερύσωσιν ἐπὶ σκάφος ἀσπαλιῆες· αἱ δ’ ἔτι συμπεφύασι, πόθῳ δ’ ἅμα πότμον ἕλοντο.
Τὰς μὲν καὶ κύρτοισι παρήπαφον εἴαρος ὥρῃ·414
165κύρτους γὰρ σκιάσαντες ὑπὸ πτόρθοισι μυρίκης ἢ κομάρου πετάλοισι τεθηλόσιν ἠὲ καὶ ἄλλῃ λάχνῃ, ἐπ’ ἠϊόνεσσι πολυψαμάθοισιν ἔθηκαν· αἱ δ’ ἅμα μὲν γενεῆς κεχρημέναι ἠδὲ καὶ εὐνῆς κύρτον ἔσω σπεύδουσι καὶ ἥμεναι ἐν πετάλοισιν
170αὐτοῦ μὲν παύσαντο πόθου, παύσαντο δὲ δειλῆς ζωῆς, ἀγρευτῆρσιν ἀνελκόμεναι πινυτοῖσιν. Ἔξοχα δ’ ἐκ πάντων νεπόδων ἀλγεινὸν ἔρωτα κόσσυφος ἀθλεύει, κίχλῃς δ’ ἐπιδαίεται ἦτορ, οἴστρῳ τε ζήλῳ τε, βαρύφρονι δαίμονι, θύων.
175κοσσύφῳ οὔτ’ εὐνὴ μία σύννομος, οὐ δάμαρ οἴη, οὐ θάλαμος, πολλαὶ δ’ ἄλοχοι, πολλαὶ δὲ χαράδραι κεκριμέναι κεύθουσιν ἐφέστια λέκτρα γυναικῶν· τῇσιν ἀεὶ πᾶν ἦμαρ ὑπὸ γλαφυροῖσι μυχοῖσι κίχλαι ναιετάουσιν, ἀλίγκιαι ἀρτιγάμοισι
180νύμφαις, ἃς οὐκ ἄν τις ἴδοι θαλάμοιο πάροιθεν ἐρχομένας· ἐν δέ σφι γαμήλιος αἴθεται αἰδώς· ὣς αἵ γ’ ἐνδόμυχοι θαλάμων ἔντοσθεν ἑκάστη αἰεὶ δηθύνουσιν, ὅπῃ πόσις αὐτὸς ἀνώγει. κόσσυφος αὖ πέτρῃσι παρήμενος οὔποτε λείπει,
185αἰὲν ἔχων φυλακὴν λεχέων ὕπερ, οὐδέ ποτ’ ἄλλῃ
τέτραπται, πᾶν δ’ ἦμαρ ἑλίσσεται, ἄλλοτε δ’ ἄλλους παπταίνει θαλάμους καί οἱ νόος οὔτ’ ἐπὶ φορβὴν στέλλεται οὔτε τιν’ ἄλλον ἔχει πόνον, ἀλλ’ ἐπὶ416
188
νύμφαις μοχθίζει δύσζηλος ἀειφρούροισι πόνοισι·
190νυκτὶ δέ οἱ βρώμης τε μέλει καὶ παύεται ἔργων τυτθὸν ὅσον φυλακῆς ἀζηχέος· ἀλλ’ ὅτε κίχλαι ὃν τόκον ὠδίνωσιν, ὃ δ’ ἄσχετα τῆμος ἀΐσσει ἀμφιπεριτρομέων, ἐπὶ δ’ ἔρχεται ἄλλοτε ἄλλην εἰς ἄλοχον, μέγα δή τι περιτρομέοντι ἐοικὼς
195ὠδίνων. οἷον δὲ μετὰ φρεσὶν ἄχθος ἀλύει μήτηρ, τηλυγέτοιο θοὴν ὠδῖνα θυγατρὸς πρωτολεχοῦς φρίσσουσα· τὸ γὰρ μέγα δεῖμα γυναι‐
197
κῶν· αὐτὴν δ’ οὔτι χέρειον ἱκάνεται Εἰλειθυίης κῦμα πόνων, πάντῃ δὲ διὲκ θαλάμων δεδόνηται

4

(200)

εὐχομένη, στενάχουσα, μετήορον ἦτορ ἔχουσα, εἰσόκε λυσιπόνοιο βοῆς ἔντοσθεν ἀκούσῃ· ὣς ὁ περιτρομέων ἀλόχοις μέγα δαίεται ἦτορ. τοῖόν που λεχέων ἀΐω νόμον ἐντύνεσθαι Ἀσσυρίους, οἳ Τίγριν ὑπὲρ πόρον ἄστε’ ἔχουσι,
205Βάκτρων τ’ ἐνναετῆρας, ἑκηβόλον ἔθνος ὀϊστῶν· καὶ γὰρ τοῖς πλέονές τε γαμήλια λέκτρα γυναῖκες κεκριμέναι μεθέπουσι καὶ εὐνάζονται ἅπασαι νύκτας ἀμειβόμεναι· μετὰ δέ σφισι κέντρον ὀπηδεῖ ζήλου ἀνιαροῖο, περὶ ζήλῳ δ’ ὀλέκονται,
210αἰὲν ἐπ’ ἀλλήλοισι βαρὺν θήγοντες ἄρηα. ὣς οὐδὲν ζήλοιο κακώτερον ἀνδράσιν ἄλγος ἐντρέφεται, πολλοὺς δὲ γόους, πολλὰς δὲ τίθησιν οἰμωγάς· λύσσης γὰρ ἀναιδέος ἐστὶν ἑταῖρος· λύσσῃ δ’ ἀσπασίως ἐπιμίσγεται, ἐς δὲ βαρεῖαν
215ἄτην ἐξεχόρευσε, τέλος δέ οἱ ἔπλετ’ ὄλεθρος.
ὃς καὶ τὸν δύστηνον ὑπήγαγε κόσσυφον ἄτῃ δμηθῆναι, χαλεπῆς δὲ γάμων ἤντησεν ἀμοιβῆς. εὖτε γὰρ ἀθρήσῃ σπιλάδων ἔπι δινεύοντα ἰχθὺν ἀσπαλιεύς, ἀλόχοις πέρι μόχθον ἔχοντα,418
220ἀγκίστρῳ κρατερῷ περιβάλλεται ὅττι τάχιστα καρῖδα ζώουσαν, ἐπ’ ἀγκίστροιο δ’ ὕπερθε βριθὺς ἀνήρτηται μολίβου κύβος· αὐτὰρ ὁ λάθρῃ πρὸς πέτραις ἀφέηκε βαρὺν δόλον, ἐγγύθι δ’ αὐτῶν δινεύει θαλάμων· ὁ δ’ ἐσέδρακεν, αἶψα δ’ ὀρινθεὶς
225ὡρμήθη, καρῖδα δόμων ἔντοσθεν ἱκάνειν ἐλπόμενος λεχέεσσιν ἀνάρσιον ἠδ’ ἀλόχοισιν· αἶψα δ’ ἐπιθύσας ὁ μὲν ἔλπεται ἐν γενύεσσι τίνυσθαι καρῖδος ἐπήλυσιν, οὐδ’ ἐνόησεν ὃν μόρον ἀμφιχανών· ἁλιεὺς δέ μιν αἶψα δοκεύσας
230χαλκείαις ξυνέπειρεν ἀνακρούων γενύεσσιν εἴρυσέ τ’ ἀσχαλόωντα καὶ ὕστατον ἀσπαίροντα, καί πού μιν τοίοισιν ἐνίπαπε κερτομίοισι· νῦν δή, νῦν ἀλόχους τε περιφρούρευε φυλάσσων, ὦ τάλαν, ἐν θαλάμοις τε μένων ἐπιτέρπεο νύμφαις·
235οὐ γάρ τοι μία Κύπρις ἐφήνδανεν οὐδὲ μί’ εὐνή, ἀλλὰ μάλ’ ἐν τόσσῃσιν ἀγάλλεο μοῦνος ἀκοίτης εὐναῖς· ἀλλ’ ἴθι δεῦρο, γάμος δέ τοί ἐστιν ἑτοῖμος, νυμφίε, χερσαίοιο πυρὸς λευκάμπυκος αὐγή. τοιάδε που νείκεσσε καὶ οὐκ ἀΐοντι πιφαύσκων.
240κίχλαι δ’, εὖτε θάνῃ φρουρὸς πόσις, ἐκτὸς ἰοῦσαι πλάζονται θαλάμων, ξυνὸν δ’ ἕλον ἀνέρι πότμον. Καὶ μὴν δὴ φιλότητι καὶ ἀλλήλων ἐπαρωγῇ ὄλλυνται γαλεοί τε κύνες καὶ φῦλα κελαινῶν κεντροφόρων· λευκὸς μὲν ἐπ’ ἀγκίστρῳ πεπέδηται
245ἰχθύς, ἀσπαλιεὺς δὲ κιών, ὅθι πηλὸς ἀϊδνὴς
ἐμβύθιος δολιχῇσιν ὑφίζεται ὀργυιῇσιν, ἄγκιστρον καθέηκε, θοῶς δέ τις ἔσπασεν ἄτην ἀντιάσας· ὁ μὲν αὐτίκ’ ἀνέλκεται, οἱ δέ μιν ἄλλοι φρασσάμενοι μάλα πάντες ἀολλέες ἐγγὺς ἕπονται,420

4

(250)

ὄφρ’ αὐτὴν ἐπὶ νῆα καὶ ἀγρευτῆρας ἵκωνται. δὴ τότε τοὺς μὲν ἕλοις ὑποχῆς περιηγέϊ κύκλῳ, τοὺς δὲ σιδηρείοισι καταΐγδην στυφελίζων αἰχμαῖς τριγλώχισι καὶ ἀλλοίοισι δόλοισιν· οὐ γὰρ πρὶν φεύγουσιν ἀπότροποι, εἰσόχ’ ἑταῖρον
255ἑλκόμενον λεύσσωσιν, ὁμοῦ δ’ ἐθέλουσιν ὀλέσθαι. οἷον δ’ ἀρτιφάτου παιδὸς νέκυν ἐκ μεγάροιο τύμβον ἐς ἀμφίκλαυτον ἑοὶ στέλλουσι τοκῆες τηλυγέτου, τῷ πολλὰ μάτην περιμοχθήσωσι· δρυπτόμενοι δ’ ὀδύνῃσι τέκος περικωκύοντες
260ἠρίῳ ἐμπεφύασι καὶ οὐκ ἐθέλουσι μέλαθρα νοστῆσαι, ξυνῇ δὲ θανεῖν δυσπενθέϊ νεκρῷ· ὣς οἵ γ’ οὐκ ἐθέλουσιν ἀνελκομένοιο λιπέσθαι, εἰσόκεν αὐτὸν ὄλεθρον ὑπ’ ἀγρευτῆρσιν ὄλωνται. Ἄλλους δὲ ξεῖνός τε καὶ οὐκ ἐνδήμιος ἅλμης
265εἷλεν ἔρως, χερσαῖον ἐπ’ ἰχθύσιν οἶστρον ἐγείρων ἔξαλον· ἀλλοδαπῆς φιλίης βέλος οἷον ἱκάνει πουλύποδας σαργῶν τε γένος πέτρῃσιν ἑταῖρον. ἤτοι πουλύποδες μὲν Ἀθηναίης φιλέουσιν ἔρνεα καὶ θαλλοῖσιν ἐπὶ γλαυκοῖσιν ἔρωτα
270ἔσπασαν· ἦ μέγα θαῦμα πόθῳ φρένα δενδρήεντι
ἕλκεσθαι λιπαροῦ τε φυτοῦ πτόρθοισι γάνυσθαι. ἔνθα γὰρ ἀγλαόκαρπος ἁλὸς σχεδόν ἐστιν ἐλαίη, γείτοσιν ἐν γουνοῖσιν ἐπακταίη τεθαλυῖα, κεῖθι δὲ πουλύποδος νόος ἕλκεται, ἠΰτ’ ἐπ’ ἴχνος422
275Κνωσίου εὐρίνοιο κυνὸς μένος, ὅστ’ ἐν ὄρεσσι θηρὸς ἀνιχνεύει σκολιὴν βάσιν ἐξερεείνων ῥινὸς ὑπ’ ἀγγελίῃ νημερτέϊ καί τέ μιν ὦκα μάρψε καὶ οὐκ ἐμάτησεν ἑὸν δ’ ἐπέλασσεν ἄνακτα· ὣς καὶ τηλεθόωσαν ἄφαρ μάθεν ἐγγὺς ἐλαίην
280πούλυπος, ἐκδύνει δὲ βυθῶν καὶ γαῖαν ἀνέρπει καγχαλόων, πρέμνοισι δ’ Ἀθηναίης ἐπέλασσεν· ἔνθ’ ἤτοι πρῶτον μὲν ἀγαλλόμενος περὶ ῥίζης πυθμένας εἰλεῖται στρωφώμενος, ἠΰτε κοῦρος, ὅστε νέον προμολοῦσαν ἑὴν τροφὸν ἀμφαγαπάζει,
285ἀμφὶ δέ οἱ πλέκεται, κόλποις δ’ ἐπὶ χεῖρας ἀείρει, ἱμείρων δειρήν τε καὶ αὐχένα πηχύνασθαι· ὣς ὁ περὶ πρέμνοισιν ἑλίσσεται ἔρνεϊ χαίρων. ἔνθεν ἔπειτ’ ἄκρῃσιν ἐρειδόμενος κοτύλῃσιν ὑψός’ ἀνερπύζει λελιημένος, ἀμφὶ δὲ χαίτας
290πτύσσεται, ἄλλοτε ἄλλον ἔχων κλάδον, οἷά τις ἀνὴρ νοστήσας ξείνηθεν ἑοὺς ἀσπάζεθ’ ἑταίρους ἀθρόον ἀντιόωντας ἑλισσόμενος περὶ δειρήν· ἢ ὥστε βλωθρῇσιν ἑλίσσεται ἀμφ’ ἐλάτῃσιν ὑγρὸς ἕλιξ κισσοῖο, τιταινόμενος δ’ ἀπὸ ῥίζης
295ἑρπύζει, πάντῃ δὲ περιρρέει ἀκρεμόνεσσιν· ὣς ὅ γε γηθόσυνος λιπαροὺς περιβάλλετ’ ἐλαίης ὄρπηκας, κυνέοντι πανείκελος· ἀλλ’ ὅτ’ ἔρωτος λωφήσῃ, πάλιν αὖτις ἁλὸς μετὰ κόλπον ἀφέρπει, πλησάμενος φιλότητος ἐλαιηροῦ τε πόθοιο.

4

(300)

τοῦ δή μιν καὶ ἔρωτος ἕλεν δόλος, ὡς ἐδάησαν
ἰχθυβόλοι· θαλλοὺς γὰρ ὁμοῦ δήσαντες ἐλαίης ὅττι μάλ’ εὐφυέας μόλιβον μέσον ἐγκατέθηκαν, ἐκ δ’ ἀκάτου σύρουσιν· ὁ δ’ οὐκ ἀμέλησε νοήσας πούλυπος ἀλλ’ ἤϊξε καὶ ἀμφέπλεξεν ἑταίρους424
305πτόρθους· οὐδ’ ἔτ’ ἔπειτα καὶ ἑλκόμενός περ ἐς ἄγρην δεσμὰ πόθων ἀνίησιν, ἕως ἔντοσθε γένηται νηός· ὁ δ’ οὐκ ἤχθηρε καὶ ὀλλύμενός περ ἐλαίην. Σαργοὶ δ’ αἰγείοισι πόθοις ἐπὶ θυμὸν ἔχουσιν, αἰγῶν δ’ ἱμείρουσιν, ὀρειαύλοις δὲ βοτοῖσιν
310ἐκπάγλως χαίρουσι καὶ εἰνάλιοί περ ἐόντες. ἦ σέβας οὐκ ἐπίελπτον, ὁμόφρονα φῦλα τεκέσθαι ἀλλήλοις ὀρέων τε πάγους χαροπήν τε θάλασσαν. εὖτε γὰρ αἰγονομῆες ἐπὶ ῥηγμῖνος ἄγωσι μηκάδας, ἐν δίνῃσι λοεσσομένας ἁλίῃσιν
315ἐνδίους, ὅτε θερμὸς Ὀλύμπιος ἵσταται ἀστήρ, οἳ δὲ τότε βληχήν τε παρακταίην ἀΐοντες αὐδήν τ’ αἰπολίων βαρυηχέα πάντες ὁμαρτῇ καὶ νωθεῖς περ ἐόντες ἐπειγόμενοι φορέονται σαργοὶ καὶ θρώσκουσιν ἐπ’ ἀνδήροισι θαλάσσης,
320γηθόσυνοι, κεραὸν δὲ περισαίνουσιν ὅμιλον ἀμφί τε λιχμάζουσι καὶ ἀθρόοι ἀμφιχέονται, πυκνὰ κατασκαίροντες· ἔχει δ’ ἄρα θαῦμα νομῆας
πρωτοδαεῖς· αἶγες δὲ φίλον χορὸν οὐκ ἀέκουσαι δέχνυνται· τοὺς δ’ οὔτις ἔχει κόρος εὐφροσυνάων.426
325οὐ τόσον ἐν σταθμοῖσι κατηρεφέεσσι νομήων μητέρας ἐκ βοτάνης ἔριφοι περικαγχαλόωντες πολλῇ γηθοσύνῃ τε φιλοφροσύνῃ τε δέχονται, ἦμος ἅπας περὶ χῶρος ἀγαλλομένῃσιν ἰωῇς νηπιάχων κέκληγε, νόος δ’ ἐγέλασσε βοτήρων,
330ὣς κεῖνοι κεραῇσι περισπέρχους’ ἀγέλῃσιν. εὖτ’ ἂν δ’ εἰναλίων ἄδδην ἴσχωσι λοετρῶν, αἱ δὲ πάλιν στείχωσιν ἐς αὔλια, δὴ τότε σαργοὶ ἀχνύμενοι μάλα πάντες ἀολλέες ἐγγὺς ἕπονται, κύματος ἀκροτάτοιο γέλως ὅθι χέρσον ἀμείβει.
335ὡς δ’ ὅτε τηλύγετον μήτηρ γόνον ἢ καὶ ἀκοίτην εὐνέτις ἀλλοδαπὴν τηλέχθονα γαῖαν ἰόντα ἀχνυμένη στέλλῃσι, νόος δέ οἱ ἔνδον ἀλύει, ὅσση οἱ μεσσηγὺς ἁλὸς χύσις, ὅσσα τε κύκλα μηνῶν· ἀκροτάτοισι δ’ ἐπεμβαίνουσα θαλάσσης
340κύμασι δακρυόεσσαν ὑπὸ στόμα γῆρυν ἵησι, σπεύδειν λισσομένη καί μιν πόδες οὐκέτ’ ὀπίσσω ἱεμένην φορέουσιν, ἔχει δ’ ἐπὶ πόντον ὀπωπάς· ὣς κείνους καί κέν τις ὑπ’ ὄμμασι δάκρυα φαίη στάζειν οἰωθέντας ἐλαυνομένων πάλιν αἰγῶν.
345σαργὲ τάλαν· τάχα γάρ σε κακὸν πόθον αἰπολίοισι φημὶ συνοίσεσθαι· τοῖος νόος ἀσπαλιήων εἰς ἀπάτην καὶ κῆρα τεοὺς ἔτρεψεν ἔρωτας. πέτρας μὲν κείνας τεκμαίρεται ἐγγύθι γαίης πρῶτον ἀνὴρ διδύμοισιν ἀνισταμένας κροτάφοισιν

4

(350)

ἐγγύθεν, αἳ στεινωπὸν ἁλὸς διὰ χῶρον ἔχουσιν, αἰθέρος ἀκτίνεσσι διαυγέας, αἷς ἔνι σαργοὶ πολλοὶ ναιετάουσιν, ὁμόκτιτον αὖλιν ἔχοντες· ἔξοχα γὰρ πυρσοῖσιν ἐπ’ ἠελίοιο γάνυνται. ἐνθάδ’ ἀνὴρ μελέεσσιν ἐφεσσάμενος δέρος αἰγός,428
355δοιὰ κέρα κροτάφοισι περὶ σφετέροισιν ἀνάψας, στέλλεται ὁρμαίνων νόμιον δόλον, ἐς δ’ ἅλα βάλλει κρείασιν αἰγείοισιν ὁμοῦ κνίσσῃ τε λιπήνας ἄλφιτα· τοὺς δ’ ὀδμή τε φίλη δολόεσσά τ’ ἐσωπὴ φορβή τ’ εὐδώρητος ἐφέλκεται, οὐδέ τιν’ ἄτην
360ἐν φρεσὶν ὁρμαίνουσιν, ἀγαλλόμενοι δὲ μένουσιν αἰγὶ περισαίνοντες ἐοικότα δήϊον ἄνδρα· δύσμοροι, ὡς ὀλοοῖο τάχ’ ἀντιόωσιν ἑταίρου, οὐ φρεσὶν αἰγείῃσιν ἀρηρότος· αὐτίκα γάρ σφιν ῥάβδον τε κραναὴν ὁπλίζεται ἠδὲ λίνοιο
365ὁρμιὴν πολιοῖο, βάλεν δ’ ὑπὲρ ἀγκίστροιο χηλῆς αἰγείης κρέας ἔμφυτον· οἱ μὲν ἐδωδὴν ἐσσυμένως ἥρπαξαν, ὁ δ’ ἔσπασε χειρὶ παχείῃ αὖ ἐρύων· εἰ γάρ τις ὀΐσεται ἔργα δόλοιο, οὐκ ἂν ἔτ’ ἐμπελάσειε καὶ εἰ λασιότριχας αὐτὰς
370αἶγας ἄγοι, φεύγουσι δ’ ἀποστύξαντες ὁμαρτῇ καὶ μορφὴν καὶ δαῖτα καὶ αὐτῆς ἔνδια πέτρης· εἰ δὲ λάθοι καὶ κραιπνὸν ἔχοι πόνον, οὔ κέ τις ἄγρης λειφθείη, πάντας δὲ δαμάσσεται αἰγὸς ὀπωπή. Ἄλλος δ’ αὖ σαργοῖσι μέλει πόθος εἴαρος ὥρῃ
375ἀλλήλων, εὐνῆς δὲ γάμων πέρι δηριόωνται· πολλαῖς δ’ εἷς ἀλόχοις πέρι μάρναται· ὃς δέ κεν ἀλκῇ νικήσῃ, πάσῃσιν ἐπάρκιος ἔπλετ’ ἀκοίτης, πέτρας δ’ εἰσελάει θῆλυν στόλον· ἔνθ’ ἁλιῆες
κύρτον ἐτεχνήσαντο βαθύν, περιηγέα πάντῃ·430
380τὸν δὲ φυτῶν λάχνῃσι περὶ στόμα πάντα πύκασσαν, μύρτων ἢ δάφνης εὐώδεος ἠέ τευ ἄλλου πτόρθοισιν θαλεροῖσιν ἐπισταμένως σκιάσαντες. τοὺς δ’ οἶστρος ποτὶ μῶλον ἐπώρορεν εὐνητῆρας μάρνασθαι, πολλὴ δὲ γαμήλιος ἵστατ’ Ἐνυώ.
385ἀλλ’ ὅτ’ ἀριστεύσας τις ἕλῃ κράτος, αὐτίκα πέτρην παπταίνει γλαφυρήν, ἀλόχοις δόμον, ἐς δ’ ἴδε κύρτον κείμενον, εὐφύλλοισιν ἐπηρεφὲ ἀκρεμόνεσσιν, ἔνθ’ ἐλάει νυμφεῖον ἑὸν χορόν· αἱ μὲν ἔπειτα κύρτον ἔσω δύνουσιν, ὁ δ’ ἔκτοθι πάντας ἐρύκει
390ἄρσενας, οὐδέ τιν’ ἄλλον ἐᾷ νύμφῃσι πελάσσαι. ἀλλ’ ὅταν ἐμπλήσῃ πλεκτὸν δόλον, ὕστατος αὐτὸς ἐς θάλαμον προὔτυψεν, ἀνέκβατον Ἄϊδος εὐνήν. ὡς δ’ ὅτε μηλονόμος τις ἀνὴρ βοτάνηθεν ἐλαύνων εἰροπόκους ἀγέλας ἀνάγει πάλιν, ἐν δὲ θυρέτροις
395ἱστάμενος σταθμοῖο νόῳ πεμπάζεται οἰῶν πληθὺν εὖ διέπων, εἴ οἱ σόα πάντα πέλονται, πώεσι δ’ εἰλομένοισι περιπλήθουσα μὲν αὐλὴ στείνεται, ὑστάτιος δὲ μετά σφισιν ἔσσυτο ποιμήν· ὣς αἱ μὲν προπάροιθεν ἔσω κοίλοιο μυχοῖο

4

(400)

θηλύτεραι κατέδυσαν, ὁ δ’ ὕστερος ἔνθορ’ ἀκοίτης, δειλαίῃς ἅμα δειλὸς ἐπισπεύδων ἀλόχοισι. τοῖα μὲν ἐν νεπόδεσσιν ἔρως ἐστήσατ’ ἄεθλα, τοίαις δ’ ἐξαπάτῃσιν ἐρωμανέεσσιν ὄλοντο. Ἵππουροι δ’ ὅτε κέν τι μετ’ οἴδμασιν ἀθρήσωσι
405πλαζόμενον, τῷ πάντες ἀολλέες ἐγγὺς ἕπονται· ἔξοχα δ’, ὁππότε νῆα διαραισθεῖσαν ἀέλλαις, αἰνὰ Ποσειδάωνος ἀμειλίκτοιο τυχοῦσαν,
δασσάμενον μέγα κῦμα διακριδὸν ἄλλοθεν ἄλλα δοῦρα φέρῃ λώβῃσι πολυσχιδέεσσι λυθέντα.432
410τῆμος δ’ ἱππούρων ἀγέλαι πινάκεσσι θεούσαις ἑσπόμεναι μεθέπουσιν· ὁ δ’ ἐγκύρσας ἁλιήων πολλὴν ῥηϊδίως ἄγρην ἕλεν ἠδ’ ἀμέγαρτον. ἀλλὰ τὸ μὲν ναύτῃσιν ἀλεξήσειε Κρονίων ἐμβύθιος, νῆες δὲ διὰ πλατὺ κῦμα θέοιεν
415αὔραις εὐκήλοισιν ἀπήμονες ἠδ’ ἀτίνακτοι, φόρτον ἀμοιβαίοισι μετερχόμεναι καμάτοισιν, ἱππούροις δ’ ἀλλοῖα νοήματα τεχνήσασθαι ἐστίν, ἀπημοσύνῃ δὲ νεῶν μεταβαινέμεν ἄγρην. Συμφερτοὺς δονάκων φακέλους ἅμα γυρώσαντες
420δίναις ἐγκατέθηκαν, ἔνερθε δὲ λᾶαν ἔδησαν βριθὺν ὑφορμιστῆρα· τὰ μὲν μάλα πάντα καθ’ ὕδωρ ἀτρέμα δινεύουσι· φιλόσκια δ’ αὐτίκα φῦλα ἱππούρων ἀγεληδὸν ἀγείρεται, ἀμφὶ δὲ νῶτα τερπόμενοι δονάκεσσιν ἀνατρίβουσι μένοντες·
425τοῖς δὲ τότ’ ἀσπαλιῆες ἐπιπλώουσιν ἑτοίμην εἰς ἄγρην, ἄγκιστρα δ’ ὑπ’ εἴδασιν ὁπλίσσαντες πέμπους’, οἱ δ’ ἐρύουσιν ἅμα σπεύδοντες ὄλεθρον. ὡς δὲ κύνας βρώμῃσιν ἀνὴρ ἐπὶ μῶλον ὀρίνει δινεύων μέσσοισιν ἑλώρια, τοὶ δ’ ἐπὶ γαστρὶ
430ἔξοχα μαργαίνοντες ὑποφθαδὸν ἅρπαγι λύσσῃ ἀλλήλους προθέουσι καὶ ἐς χέρα παπταίνουσιν ἀνδρός, ὅπῃ ῥίψειεν, ἔρις δ’ ἀναφαίνετ’ ὀδόντων· ὣς οἵ γ’ ἀγκίστροισιν ἐπαΐσσουσιν ἑτοίμως. ῥηϊδίως δ’ ἀγρευτὸν ἐρύσσεαι ἄλλον ἐπ’ ἄλλῳ
435κραιπνὸς ἐών· αὐτοὶ γὰρ ἐπισπεύδους’ ἁλιήων μᾶλλον, ὑπ’ ἀφραδίῃσιν ἑὸν μόρον ἐγκονέοντες. Τοίῃ ἐπιφροσύνῃ καὶ πομπίλον ἀγρώσσονται· καὶ γὰρ τοῖς ἴσον ἦτορ ἐπὶ σκιεροῖσι πόθοισι.
Τευθίσι δ’ ἄτρακτόν τις ἀνὴρ ἐπιμηχανόῳτο,434
440ἐντύνων κλωστῆρι πανείκελον· ἀμφὶ δ’ ἄρ’ αὐτῷ πυκνὰ καταζεύξειεν ἀνακλίνων γενύεσσιν ἄγκιστρ’ ἀλλήλοισι παρασχεδόν, οἷς ἔπι σῶμα ποικίλον ἐμπείρειεν ἰουλίδος, ὕπτια χαλκοῦ δήγματ’ ἐπικρύπτων, γλαυκοῖς δ’ ἐνὶ βένθεσι λίμνης
445τοῖον ἀναψάμενος σύροι δόλον· ἡ δ’ ἐσιδοῦσα τευθὶς ἐφωρμήθη τε καὶ ἀμφιέπουσα πιέζει ἰκμαλέοις θυσάνοις, ἐπάγη δ’ ἐνὶ χείλεσι χαλκοῦ· οὐδ’ ἔτι καὶ μεμαυῖα λιπεῖν δύνατ’, ἀλλ’ ἀέκουσα ἕλκεται, αὐτόπλεκτον ἑὸν δέμας ἀμφιβαλοῦσα.

4

(450)

Καὶ μέν τις λιμένεσσι παρ’ ἀκλύστοισι θαλάσσης ἄγρην ἐγχελύων τεχνήσατο κοῦρος ἀθύρων. ἔντερον οἰὸς ἑλὼν περιμήκετον ἧκε καθ’ ὕδωρ ἐκτάδιον, δολιχῇσιν ἀλίγκιον ὁρμιῇσιν· ἡ δ’ ἐσιδοῦς’ ἐπόρουσε καὶ ἔσπασε· τὴν δὲ χανοῦσαν
455ἔγνω καὶ μήλειον ἄφαρ κύρτωσεν ἀϋτμῇ ἔγκατον ἐμπνείων· τὸ δ’ ἀνίσταται ἄσθματι λάβρῳ οἰδαλέον, πλῆσεν δὲ τιταινόμενον στόμα δειλῆς ἐγχέλυος· πνοιῇ δὲ περιστένεται μογέουσα ἀνδρομέῃ, δέδεται δὲ καὶ ἱεμένη περ ἀλύξαι,
460εἰσόκεν οἰδαίνουσα καὶ ἄσχετον ἀσθμαίνουσα ὑψός’ ἀναπλώσῃ καὶ ὑπ’ ἀγρευτῆρι γένηται. ὡς δ’ ὅτε τις πλείου πειρώμενος ἀμφιφορῆος αὐλὸν ἔχων ἤρεισεν ὑπὸ στόμα φυσητῆρα, ἄσθματι δ’ αὖ ἐρύει μέθυος ποτὸν ἔμπαλιν ἕλκων
465χείλεσιν ἀκροτάτοις, τὸ δ’ ἀνατρέχει ἀνδρὸς ἀϋτμῇ· ὣς αἵ γ’ ἐγχέλυες πνοιῆς ὕπο κυμαίνουσαι ἕλκονται δολίοιο ποτὶ στόμα φυσητῆρος. Ἔστι δέ τις νεπόδων δειλὸς καὶ ἄκικυς ὅμιλος, ἀβληχρῆς ἀφύης ἀδινὸν γένος, αἳ καλέονται436
470ἐγγραύλεις· ἀγαθὴ δὲ βόσις πάντεσσιν ἔασιν ἰχθύσιν· αἰεὶ δέ σφιν ἐνὶ φρεσὶ φῦζα δέδηε, πάντα δ’ ὑποτρομέουσι, σὺν ἀλλήλαις δὲ χυθεῖσαι σωρηδὸν μίμνουσι καὶ ἀθρόαι ἐμπεφύασιν, ἠΰτ’ ἀναγκαίοιο βίην δεσμοῖο φέρουσαι·
475οὐδέ κε μητίσαιο διάκρισιν εὐρέος ἐσμοῦ οὐδὲ λύσιν· τοῖον γὰρ ἐν ἀλλήλῃσιν ἔχονται. πολλάκι μὲν καὶ νῆες ἐν ἕρμασιν ἠΰτ’ ἔκελσαν κείναις, πολλάκι δέ σφιν ἐνιπλήσσουσιν ἐρετμοῖς κληΐδων ἐλατῆρες, ἐνέσχετο δ’ ἱεμένη περ
480κώπη, πετραίης ἅτε χοιράδος ἀντιτυχοῦσα· καί πού τις βουπλῆγα βαρύστομον ἰθὺς ἀείρας ἐγγραύλεις ἐτίναξε καὶ οὐ διέκερσε σιδήρῳ στῖφος ἅπαν, βαιὴν δ’ ἀγέλης ἀπεδάσσατο μοῖραν· καὶ τῆς μὲν κεφαλὴν πέλεκυς τάμε, τὴν δ’ ἐκόλουσεν
485οὐρῆς, τὴν δ’ ἤμησε μέσην, τὴν δ’ εἷλεν ἅπασαν. οἰκτρὸν ἰδεῖν μογεροῖσιν ἐοικότα σώματα νεκροῖς. αἱ δ’ οὐδ’ ὣς ἐλάθοντο καὶ οὐκ ἀνέηκαν ἔχουσαι
δεσμὸν ἑόν· τοῖός τις ἐπί σφισι γόμφος ἄρηρε. καί κέν τις παλάμῃσιν ἅτε ψαμάθοιο βαθείης438
490ἀντιάσας κείνῃσιν ἐπ’ ἰχθύσιν ἀμήσαιτο. τὰς δ’ ὁπότε φράσσωνται ἐπί σφισι πεπτηυίας ἰχθυβόλοι, κοίλῃσι περιπτύσσουσι σαγήναις ἀσπασίως, πολλὴν δὲ ποτὶ ῥηγμῖνας ἄγουσιν ἄγρην νόσφι πόνοιο καὶ ἄγγεα πάντ’ ἀφύῃσιν
495ἔν τ’ ἀκάτους ἔπλησαν, ἐπ’ ἠϊόσι δὲ βαθείαις θημῶνας νήησαν, ἀπειρεσίην χύσιν ἄγρης. οἷον δ’ ἐργατίναι Δηοῦς πόνον ἐκτελέσαντες, πνοιῇς χερσαίοις τε διακρίναντες ἐρετμοῖς καρπόν, ἐϋτροχάλοιο μέσον κατὰ χῶρον ἀλωῆς

4

(500)

πολλὸν ἐνηήσαντο, περιπλήθουσα δὲ πάντῃ πυροδόκος στεφάνη λευκαίνεται ἔνδον ἀλωῆς· ὣς τότ’ ἀπειρεσίῃσι περιπληθὴς ἀφύῃσιν ὀφρὺς ἀγχιάλου λευκαίνεται αἰγιαλοῖο. Φῦλα δὲ πηλαμύδων ἐκ μὲν γένος εἰσὶ θαλάσσης
505Εὐξείνου, θύννης δὲ βαρύφρονος εἰλείθυιαι· κεῖναι γάρ, Μαιῶτις ὅπῃ ξυμβάλλεται ἅλμῃ, ἀγρόμεναι λιμναῖον ὑπὸ στόμα καὶ δονακῆας ὑδρηλοὺς ὠδῖνος ἐπαλγέος ἐμνήσαντο· καὶ τὰ μὲν ὅσσα κίχωσι μεταδρομάδην κατέδουσιν
510ὠά, τὰ δ’ ἐν δονάκεσσι καὶ ἐν σχοίνοισι μένοντα πηλαμύδων ἀγέλας ὥρῃ τέκεν· αἱ δ’ ὅτε κῦμα πρῶτον ἐπιψαίρωσι πόροιο τε πειρήσωνται,
ξεῖνον ἁλὸς σπεύδουσι μετὰ πλόον, οὐδ’ ἐθέλουσι μίμνειν ἔνθ’ ἐγένοντο καὶ ἠβαιαί περ ἐοῦσαι.440
515Θρηΐκιος δέ τίς ἐστιν ἁλὸς πόρος, ὅντε βάθιστον φασὶ Ποσειδάωνος ἐνὶ κλήροισι τετύχθαι· ἐκ τοῦ καί τε Μέλας κικλήσκεται, οὐδέ ἑ λάβροι λίην οὐδ’ ὑπέροπλοι ἐπιθρώσκουσιν ἀῆται· ἐν δ’ ἄρα οἱ κευθμῶνες ὑποβρύχιοι πεφύασι
520κοῖλοι, πηλώεντες, ἀθέσφατοι, οἷς ἔνι πολλὰ τίκτεται, ἠβαιοῖσιν ὅς’ ἰχθύσι δαῖτας ὀφέλλει. ἔνθα καὶ ἀρτιγόνοισι πέλει πρώτιστα κέλευθα πηλαμύδων ἑσμοῖσιν, ἐπεὶ περιώσιον ἄλλων εἰναλίων φρίσσουσι δυσαέα χείματος ὁρμήν·
525χεῖμα δὲ πηλαμύδεσσιν ἀπαμβλύνει φάος ὄσσων. ἔνθα δ’ ἐν εὐρωποῖσιν ἁλὸς λαγόνεσσι πεσοῦσαι αὔτως δηθύνουσιν, ἀεξόμεναι δὲ μένουσι λαρὸν ἔαρ· τῇ δέ σφι καὶ ἵμερος ἄνεται εὐνῆς· πλησάμεναι δὲ τόκοιο παλίμποροι αὖτις ἵενται
530πατρῷον μετὰ κῦμα, μόγον δ’ ἀπὸ γαστρὸς ἔθεντο. Τὰς δ’ ἤτοι Μέλανος μὲν ὑπὲρ βαθὺ λαῖτμα πόροιο Θρήϊκες ἀγρώσσουσιν ἀπηνέϊ χείματος ὥρῃ, θήρην ἀργαλέην καὶ ἀτερπέα, δηϊοτῆτος θεσμὸν ὑφ’ αἱματόεντα καὶ ἄγριον αἶσαν ὀλέθρου.
535ἔστι τις οὐ δολιχὴ μὲν ἀτὰρ πάχος ὅττι μεγίστη, μῆκος ὅσον πῆχυς, στιβαρὴ δοκίς· ἐν δέ οἱ ἄκρῃ πολλὴ μὲν μολίβοιο χύσις, πολλαὶ δὲ σιδήρου αἰχμαὶ τριγλώχινες ἐπασσύτεραι πεφύασι·
πεῖσμα δέ μιν περίμηκες ἐΰπλοκον ἀμφιβέβηκε.442
540δουρὶ δ’ ἀναπλώσαντες, ἁλὸς πόρος ἔνθα βάθιστος, ἐς βυθὸν ἠερόεντα περικρατὲς ἧκαν ἔνερθε πυθμένος εἰλατίνου κρατερὸν σθένος· αἶψα δὲ ῥιπῇ σπερχόμενον, μολίβῳ τε καταρρεπὲς ἠδὲ σιδήρῳ, σεύεται ἐς νεάτας ῥίζας ἁλός, ἔνθ’ ἀμενηναῖς
545πηλαμύσι προὔτυψεν ἐν ἰλύσι πεπτηυίαις· σὺν δ’ ἕλε σύν τ’ ἐτόρησεν ὅσον κίχε δειλὸν ὅμιλον. οἱ δὲ θοῶς ἀνέρυσσαν ἐληλαμένας περὶ χαλκῷ παλλομένας ἐλεεινὰ σιδηρείῃς ὀδύνῃσι. τὰς δέ τις εἰσορόων καί κεν θρασυκάρδιος ἀνὴρ

4

(550)

οἰκτείραι θήρης τε δυσαγρέος ἠδὲ μόροιο· τῆς μὲν γὰρ λαγόνεσσιν ἐλήλατο δουρὸς ἀκωκή, τῆς δὲ κάρη ξυνέπειρε θοὸν βέλος, ἡ δ’ ὑπὲρ οὐρὴν οὔτασται, νηδὺν δ’ ἑτέρης, ἄλλης δ’ ἕλε νῶτα δριμὺς ἄρης, ἄλλη δὲ μέσον κενεῶνα πέπαρται.
555ὡς δ’ ὁπότε, κρινθέντος ἐνυαλίοιο κυδοιμοῦ, δουριφάτους κονίης τε καὶ αἵματος ἐξανελόντες εὐνὴν ἐς πυρόεσσαν ἑοὶ στέλλωσιν ἑταῖροι μυρόμενοι· τὰ δὲ πολλὰ καὶ αἰόλα σώμασι νεκρῶν ἕλκεα παντοῖαί τε βολαὶ πλήθουσιν Ἄρηος·
560ὣς καὶ πηλαμύδεσσιν ἐπιπρέπει ἕλκεα πάντῃ, εἴδωλον πολέμοιο, φίλον γε μὲν ἀσπαλιεῦσιν. Ἄλλοι δ’ αὖ κούφοισι λίνοις ἕλον ἔθνε’ ἀφαυρῶν πηλαμύδων· αἰεὶ γὰρ ἀνὰ κνέφας, ὅττι κεν ἅλμῃ ἐμπίπτῃ, τρομέουσι, φόβον δ’ ὀρφναῖον ἔχουσιν·
565ὄρφνῃ δ’ ἀγρώσσονται, ἀτυζόμεναι κατὰ βένθος. δίκτυα γὰρ μάλα κοῦφα λίνων στήσαντες ἐλαφρῶν κυκλόσε δινεύουσι, βίῃ θείνοντες ἐρετμοῖς νῶτον ἁλός, κοντοῖς τε καταΐγδην κτυπέουσιν· αἱ δ’ ὑπὸ μαρμαρυγῆς ταχυήρεος ἠδ’ ὁμάδοιο
570φυζαλέαι θρώσκουσι, λίνου δ’ εἰς κόλπον ἵενται ἀτρέμας ἑστηῶτος, ὀιόμεναι σκέπας εἶναι, νήπιαι, αἳ δούποιο φόβῳ μόρον εἰσεπέρησαν. ἔνθ’ οἱ μὲν σχοίνοισιν ἐπισπέρχους’ ἑκάτερθε, δίκτυον ἐξερύοντες ἐπ’ ᾐόνας· αἱ δ’ ὁρόωσαι444
575σχοίνους κινυμένας, ἀνεμώλια δείματ’ ἔχουσαι, εἰλόμεναι πτήσσουσι καὶ ἀθρόαι ἐσπείρηνται. πολλά κεν ἀγραίοισι τότ’ ἀρήσαιτο θεοῖσι δικτυβόλος, μήτ’ οὖν τι θορεῖν ἔκτοσθε λίνοιο, μήτε τι κινύμενον δεῖξαι πόρον· ἢν γὰρ ἴδωνται
580πηλαμύδες, τάχα πᾶσαι ὑπὲρ κούφοιο λίνοιο ἐς βυθὸν ἀΐσσουσι καὶ ἄπρηκτον λίπον ἄγρην. εἰ δ’ οὔ σφι μακάρων τις ἁλιπλάγκτων νεμεσήσει, πολλάκι καὶ τραφερῆς ὑπὲρ ᾐόνος ἑλκυσθεῖσαι ἔξαλοι οὐκ ἐθέλουσι λιπεῖν λίνον, ἀλλ’ ἐνέχονται,
585αὐτὴν μήρινθον πολυδινέα πεφρικυῖαι. ὧδε καὶ ἐν ξυλόχοισιν ὀρέστεροι ἀγρευτῆρες εἷλον ἀναλκείην ἐλάφων εὐαγρέϊ τέχνῃ, μηρίνθῳ στέψαντες ἅπαν δρίος· ἀμφὶ δὲ κούφων ὀρνίθων δήσαντο θοὰ πτερά· ταὶ δ’ ἐσορῶσαι
590ἠλέματα πτώσσουσι κενὸν φόβον, οὐδὲ πελάσσαι μαψιδίως πτερύγεσσιν ἀτυζόμεναι μεμάασιν, εἰσόκε θηρητῆρες ἐπαΐξαντες ἕλωσι. Καὶ μέν τις δύπτης ἁλίων εὐμήχανος ἔργων νόσφι δόλου παλάμῃσιν ἐπαΐξας ἕλεν αὐταῖς
595ἰχθῦς, ἠΰτε χέρσον ἀμειβόμενος πόρον ἅλμης, σαργόν τε τρέσσαντα φόβῳ δειλήν τε σκίαιναν. σαργοὶ μὲν δείσαντες ἀολλέες ἐς μυχὸν ἅλμης εἰλόμενοι πτήσσουσιν, ἐπ’ ἀλλήλαις δὲ κέχυνται,
δόχμιαι ἀμφιπεσόντες, ἀναφρίσσουσι δ’ ἀκάνθαις446

4

(600)

νῶτα μετακλίνοντες, ἅτε σκολόπεσσιν ἁπάντῃ φραξάμενοι πυκινῇσι περίδρομον ἕρκος ἀλωῆς ἀγρονόμοι, σίντῃσι μέγαν πόνον· οὐδέ κεν ἄν τις ἐσβαίη· σκῶλοι γὰρ ἐρητύουσι κέλευθα· ὣς κείνοις οὐκ ἄν τις ἐνιχρίμψειεν ἑτοίμως,
605οὐδ’ ἐπὶ χεῖρα βάλοι· περὶ γὰρ φρίσσουσι κελαιναὶ πρόκροσσαι πυκινῇσιν ὑπὸ σταλίκεσσιν ἄκανθαι. ἀλλά τις ἰδμοσύνῃσιν ἀνὴρ ὑπὸ κεύθεα πόντου ἐσσυμένως δύοιτο, περιφράζοιτο δὲ πάντῃ σαργούς, ἔνθα κάρη τε καὶ οὐραίη κλίσις αὐτῶν·
610χεῖρα δ’ ὑπὲρ κεφαλῇσι βαλὼν καθύπερθεν ἀκάνθας ἦκα καταρρέξειεν ἐπικλίνοι τε πιέζων· οἱ δ’ αὔτως μίμνουσιν ἀρηρότες ἀλλήλοισιν ἀστεμφεῖς, προβολῇσι πεποιθότες ὀξείῃσιν· ἔνθα δύω παλάμῃσιν ἀνὴρ ἑκάτερθεν ἀείρας
615αὖτις ἀναπλώει τελέσας πανεπίκλοπον ἔργον. Πετραίην δὲ σκίαιναν ἐπὴν φόβος ἦτορ ἵκηται, ἐσσυμένως σπιλάδεσσιν ἐπέσσυτο καί τινα κοίλην χειὴν εἰσεπέρησε περίδρομον ἠὲ χαράδρην, ἢ ποίαις ἁλίῃσιν ὑπέδραμεν, ἠὲ καὶ ὑγροῖς
620φύκεσιν· οὐ γάρ οἵ τι μέλει σκέπας, οἷον ἅπασαν δεξάμενον ῥύσαιτο, κάρη δ’ ἄρα δίζεται οἶον φράξασθαι, κεφαλὴν δὲ κατακρύψασα καὶ ὄσσε ἔλπεται οὐχ ὁρόωσα λαθεῖν ὁρόωντος ἐφορμήν. ὡς δέ τις ὠμηστῆρος ἐπεσσυμένοιο λέοντος
625βουβαλὶς ἐν λόχμῃσι κάτω τρέψασα κάρηνον μαψιδίην φυλακὴν προτιβάλλεται, οὔθ’ ὁράασθαι ἔλπεται, εἰσόκε δή μιν ἐπαΐξας ὀλοὸς θὴρ
δαρδάψῃ· τῆς δ’ ἦτορ ὁμοίϊον, οὐδὲ κάρηνον ἀγκλίνει, δοκέει δὲ καὶ ὀλλυμένη περ ἀλύξαι.448
630τοῖα δὲ καὶ Λιβύης πτερόεν βοτὸν ἀγκυλόδειρον νήπια τεχνάζει· μελέη δέ οἱ ἔπλετο τέχνη· ὣς ἀταλὴ μελέῃσιν ὑπ’ ἐλπωρῇσι σκίαινα κέκρυπται· τάχα γάρ μιν ἐρυσσάμενος παλάμῃσιν ἀγρευτὴρ ἀνέδυ τε καὶ ἀφραίνουσαν ἔφηνε.
635 Τόσσα μὲν ἰχθυβόλων ἐδάην ἁλιεργέα τέχνης δήνεα, καὶ τόσσοισιν ἐπ’ ἰχθύσι πικρὸν ὄλεθρον· τοὺς δ’ ἄλλους ξύμπαντας ὁμοίϊος αἶσα κιχάνει κύρτων τ’ ἀγκίστρων τε βαθυπλεκέος τε λίνοιο ῥιπῆς τε τριόδοντος, ὅς’ ἀνδράσιν ἔντεα τέχνης.
640τοὺς μὲν ὑπηματίους, τοὺς δ’ ἕσπερος εἷλε δαμέντας, εὖτ’ ἂν ὑπὸ πρῶτον νυκτὸς κνέφας ἀσπαλιῆες πυρσὸν ἀναψάμενοι, γλαφυρὸν σκάφος ἰθύνοντες, ἰχθύσιν ἀτρεμέουσιν ἀείδελον αἶσαν ἄγωσιν. ἔνθ’ οἱ μὲν πεύκης λιπαρῇ φλογὶ καγχαλόωντες
645ἀμφ’ ἀκάτῳ θύνουσι, κακὸν δ’ ἴδον ἑσπέριον πῦρ, ῥιπῆς τριγλώχινος ἀμειλίκτοιο τυχόντες.
Ἔστι δέ τις θήρης ἕτερος νόμος ἰχθυβόλοισι φαρμάκταις, οἳ λυγρὸν ἐπ’ ἰχθύσι μητίσαντο φάρμακον, ὠκύμορον δὲ τέλος νεπόδεσσιν ἔθηκαν.450

4

(650)

οἱ δ’ ἤτοι πρῶτον μὲν ἐπασσυτέραις βολίδεσσι κοντῶν τε ῥιπῇσι καὶ αἰκίῃσιν ἐρετμῶν εἱλεῦσιν νεπόδων δειλὰς στίχας εἰς ἕνα χῶρον κοιλοφυῆ, κευθμῶσιν ὑπαγνύμενον θαμέεσσιν· ἔνθ’ οἱ μὲν δύνουσιν ὑπὸ γλαφυρῇς σπιλάδεσσι,
655τοὶ δὲ περιστήσαντο λίνων εὐερκέα πάντῃ δίκτυα κυκλώσαντες, ἅτ’ ἀνδράσι δυσμενέεσσι διπλὰ περιπροβαλόντες ἀνάρσια τείχεα πέτρης. καὶ τότ’ ἀνὴρ ἄργιλον ὁμοῦ πίειραν ἀείρας ῥίζαν θ’, ἣν κυκλάμινον ἐφήμισαν ἰητῆρες,
660μίξας ἐν παλάμῃσι δύω φυρήσατο μάζας· πόντῳ δ’ ἐγκατέπαλτο λίνων ὕπερ, ἀμφὶ δ’ ἄρ’
661αὐταῖς
κοιλάσι καὶ θαλάμῃσι δυσαέα φάρμακ’ ἄλειψε χρίσματος ἐχθοδοποῖο καὶ ἐξεμίηνε θάλασσαν. καὶ τὸν μὲν παλίνορσον ὀλέθρια φαρμάξαντα452
665δέξατο ναῦς· τοὺς δ’ αἶψα κακὴ καὶ ἀνάρσιος ὀδμὴ πρῶτα μὲν ἐν θαλάμῃσιν ἱκάνεται· ἀχλύϊ δ’ ὄσσε καὶ κεφαλὴ καὶ γυῖα βαρύνεται, οὐδὲ δύνανται μίμνειν ἐν κευθμῶσιν, ἀτυζόμενοι δὲ χέονται ἐκτὸς ἀπὸ σπιλάδων· ἡ δέ σφισι πουλὺ θάλασσα
670πικροτέρη· τοῖον γὰρ ἐν οἴδμασι πῆμα πέφυρται. οἱ δ’ ὥστ’ οἰνοβαρεῖς, ὀλοῇ μεθύοντες ἀϋτμῇ, πάντῃ δινεύουσι καὶ οὔποθι χῶρον ἔχουσι λειπόμενον κακότητος, ἐπαΐγδην δὲ λίνοισι σπερχόμενοι πίπτουσι, διεκθορέειν μεμαῶτες·
675ἀλλ’ οὔ τις χαλεπῆς ἄτης λύσις οὐδ’ ἀλεωρή· πολλῇ δὲ ῥιπῇ τε καὶ ἅλματι κυμαίνονται τειρόμενοι· τὸ δὲ πολλὸν ἐπιτρέχει Ἀμφιτρίτῃ ὀλλυμένων φύσημα, τό τ’ ἰχθύσιν ἔπλετο δειλοῖς οἰμωγή· τοὶ δ’ ἐκτὸς ἐπ’ ἄλγεσιν ἀσπαλιῆες
680τερπόμενοι μίμνουσιν ἀκηδέες, εἰσόκε σιγὴ πόντον ἕλῃ, φλοίσβου τε καὶ ἀργαλέοιο κυδοιμοῦ παύσωνται, στονόεσσαν ἀποπνεύσαντες ἀϋτμήν. καὶ τότ’ ἀπειρέσιον νεκύων ἐρύουσιν ὅμιλον ξυνῷ τεθνηῶτας ὁμοῦ λωβήτορι πότμῳ.
685ὡς δ’ ὅτε δυσμενέεσσιν ἐπιστήσωνται Ἄρηα, φροῦδον ἐελδόμενοι ῥαῖσαι πόλιν, οὐδ’ ἀνιεῖσι πήματα βουλεύοντες ἐπί σφισιν, ἀλλὰ καὶ ὕδωρ
κρηνάων φάρμαξαν ὀλέθριον· οἱ δ’ ἐπὶ πύργοις λιμῷ τ’ ἀργαλέῳ καὶ ὀϊζύϊ μοχθίζοντες454
690ὕδατί τ’ ἐχθοδοπῷ στυγερὸν καὶ ἀεικέα πότμον ὄλλυνται, νεκύων δὲ πόλις πέπληθεν ἅπασα· ὣς οἱ λευγαλέῳ τε μόρῳ καὶ ἀδευκέϊ πότμῳ
ἀνδράσι φαρμάκτῃσιν ὑποδμηθέντες ὄλοντο.456

5

Ἔνθεν ἔπειτ’ ἀΐων τεκμαίρεο, κοίρανε γαίης, ὡς οὐδὲν μερόπεσσιν ἀμήχανον, οὐκ ἐνὶ γαίῃ μητρὶ καμεῖν, οὐ κόλπον ἀν’ εὐρώεντα θαλάσσης· ἀλλά τις ἀτρεκέως ἰκέλην μακάρεσσι γενέθλην
5ἀνθρώπους ἀνέφυσε, χερείονα δ’ ὤπασεν ἀλκήν, εἴτ’ οὖν Ἰαπετοῖο γένος, πολυμῆτα Προμηθεύς, ἀντωπὸν μακάρεσσι κάμεν γένος, ὕδατι γαῖαν ξυνώσας, κραδίην δὲ θεῶν ἔχρισεν ἀλοιφῇ, εἴτ’ ἄρα καὶ λύθροιο θεορρύτου ἐκγενόμεσθα
10Τιτήνων· οὐ γάρ τι πέλει καθυπέρτερον ἀνδρῶν νόσφι θεῶν· μούνοισι δ’ ὑπείξομεν ἀθανάτοισιν. ὅσσους μὲν κατ’ ὄρεσφι βίην ἄτρεστον ἔχοντας θῆρας ὑπερφιάλους βροτὸς ἔσβεσεν· ὅσσα δὲ φῦλα οἰωνῶν νεφέλῃσι καὶ ἠέρι δινεύοντα
15εἷλε, χαμαίζηλόν περ ἔχων δέμας· οὐδὲ λέοντα
ῥύσατ’ ἀγηνορίη δμηθήμεναι, οὐδ’ ἐσάωσεν αἰετὸν ἠνεμόεις πτερύγων ῥόθος, ἀλλὰ καὶ Ἰνδὸν θῆρα κελαινόρινον ὑπέρβιον ἄχθος ἀνάγκῃ κλῖναν ἐπιβρίσαντες, ὑπὸ ζεύγλῃσι δ’ ἔθηκαν458
20οὐρήων ταλαεργὸν ἔχειν πόνον ἑλκυστῆρα. κήτεα δ’ ὅσσα πέλωρα Ποσειδάωνος ἐναύλοις ἐντρέφεται, τὰ μὲν οὔτι χερείονα φημὶ θάλασσαν τίκτειν ὠμοφάγων τεκέων χθονός, ἀλλὰ καὶ ἀλκὴν καὶ μέγεθος προβέβηκεν ἀναιδέα δείματα πόντου.
25ἔστιν ἐν ἠπείρῳ χελύων γένος, οὐδέ τιν’ ἀλκὴν οὐδ’ ἄτην ἴσασι· θαλασσαίῃ δὲ χελώνῃ οὐ μάλα θαρσαλέος τις ἐν οἴδμασιν ἀντιβολήσει. εἰσὶ δ’ ἐνὶ τραφερῇ λάβροι κύνες, ἀλλὰ κύνεσσιν εἰναλίοις οὐκ ἄν τις ἀναιδείην ἐρίσειε.
30πορδαλίων γαίης ὀλοὸν δάκος, ἀλλὰ θαλάσσης αἰνότερον. χέρσον μὲν ἐπιστείχουσιν ὕαιναι, πολλῷ δ’ ἐν ῥοθίοις κρυερώτεραι. οἱ μὲν ἔασι κριοὶ μηλονόμων τιθασὸν βοτόν, οὐ δὲ θαλάσσης
κριοῖς μειλιχίοισι συνοίσεται, ὅς κε πελάσσῃ.460
35τίς δὲ τόσον χλούνης φορέει σθένος, ὅσσον ἄαπτοι λάμναι; τίς δὲ λέοντος ἐνὶ φρεσὶν αἴθεται ἀλκή, ὅσση ῥιγεδανῇσιν ἀνισώσαιτο ζυγαίναις; φώκην δὲ βλοσυρὴν καὶ ἐπὶ χθονὶ χαιτήεσσαι ἄρκτοι πεφρίκασι καὶ ἐς μόθον ἀντιόωσαι
40δάμνανται· τοίοισι μέλει θήρεσσι θάλασσα. ἀλλ’ ἔμπης καὶ τοῖσιν ἐπεφράσσαντο βαρεῖαν ἄτην ἡμερίων ἄμαχον γένος, ἐκ δ’ ἁλιήων ὄλλυνται, κήτειον ὅτ’ ἐς μόθον ὁρμήσωνται. τῶν ἐρέω θήρης βριθὺν πόνον· ἀλλ’ ἀΐοιτε
45εὐμενέται βασιλῆες, Ὀλύμπια τείχεα γαίης. Κήτεα μεσσοπόροις μὲν ἐνιτρέφεται πελάγεσσι πλεῖστά τε καὶ περίμετρα· τὰ δ’ οὐκ ἀναδύεται ἅλμης δηθάκις, ἀλλ’ ὑπένερθεν ἔχει κρηπῖδα θαλάσσης βριθοσύνῃ, μαιμᾷ δὲ βορῆς ἀζηχέϊ λύσσῃ

5

(50)

αἰεὶ πεινώοντα καὶ οὔποτε νηδύος αἰνῆς μαργοσύνην ἀνιέντα· τί γὰρ τόσον ἔσσεται εἶδαρ, ὅσσον ἐνιπλῆσαι γαστρὸς χάος, ὅσσον ἄαπτον ἐς κόρον ἀμπαῦσαι κείνων γένυν; οἱ δὲ καὶ αὐτοὶ ἀλλήλους ὀλέκουσι, χερείονα φέρτερος ἀλκῇ
55πέφνων, ἀλλήλοις δὲ βορὴ καὶ δαῖτες ἔασι. πολλάκι καὶ νήεσσιν ἄγει δέος ἀντιόωντα ἑσπέριον κατὰ πόντον Ἰβηρικόν, ἔνθα μάλιστα
γείτονος Ὠκεανοῖο λελοιπότ’ ἀθέσφατον ὕδωρ εἰλεῖται, νήεσσιν ἐεικοσόροισιν ὁμοῖα.462
60πολλάκι δὲ πλαγχθέντα καὶ ᾐόνος ἐγγὺς ἱκάνει ἀγχιβαθοῦς, ὅτε κέν τις ἐπί σφισιν ὁπλίζοιτο. Πᾶσι δ’ ὑπερφυέεσσι πέλει θήρεσσι θαλάσσης νόσφι κυνῶν βαρύγυια καὶ οὐκ εὔπρηκτα κέλευθα· οὔτε γὰρ εἰσορόωσιν ἀπόπροθεν οὔτε θάλασσαν
65πᾶσαν ἐπιστείχουσι βαρυνόμενοι μελέεσσιν ἠλιβάτοις, μάλα δ’ ὀψὲ κυλινδόμενοι φορέονται. τοὔνεκα καὶ πάντεσσιν ὁμόστολος ἔρχεται ἰχθὺς φαιὸς ἰδεῖν δολιχός τε δέμας, λεπτὴ δέ οἱ οὐρή, ἔξοχος ὃς προπάροιθεν ἁλὸς πόρον ἡγεμονεύει
70σημαίνων· τῷ καί μιν ἐφήμισαν Ἡγητῆρα. κήτει δ’ ἐκπάγλως κεχαρισμένος ἐστὶν ἑταῖρος πομπός τε φρουρός τε· φέρει δέ μιν ᾗ κ’ ἐθέλῃσι ῥηϊδίως· κείνῳ γὰρ ἐφέσπεται ἰχθύϊ μούνῳ πιστῷ πιστὸν ἔχων αἰεὶ νόον· ἐγγύθι δ’ αὐτοῦ
75στρωφᾶται, τανύει δὲ παρασχεδὸν ὀφθαλμοῖσιν οὐρήν, ἥ οἱ ἕκαστα πιφαύσκεται, εἴτε τιν’ ἄγρην
ἐστὶν ἑλεῖν, εἴτ’ οὖν τι κορύσσεται ἐγγύθι πῆμα, εἴτ’ ὀλίγη πόντοιο πέλει χύσις, ἣν ἀλεείνειν βέλτερον· αὐδήεσσα δ’ ὅπως ἐνδείκνυται οὐρὴ464
80πάντα μάλ’ ἀτρεκέως· τὸ δὲ πείθεται ὕδατος ἄχθος· κεῖνος γὰρ πρόμαχός τε καὶ οὔατα καὶ φάος ἰχθὺς θηρὶ πέλει· κείνῳ δ’ ἀΐει, κείνῳ δὲ δέδορκεν, ἡνί’ ἐπιτρέψας σφετέρου βιότοιο φυλάσσειν. ὡς δὲ πάϊς γενετῆρα παλαίτερον ἀμφαγαπάζει,
85φροντίσι γηροκόμοισιν ἀπὸ θρεπτήρια τίνων, τὸν δ’ ἤδη μελέεσσι καὶ ὄμμασιν ἀδρανέοντα ἐνδυκέως μεθέπων προσπτύσσεται, ἔν τε κελεύθοις χεῖρ’ ὀρέγων καὶ πᾶσιν ἐν ἔργμασιν αὐτὸς ἀμύνων· πατρὶ δὲ γηράσκοντι νέον σθένος υἷες ἔασιν·
90ὣς κεῖνος φιλότητι περιπτύσσει δάκος ἅλμης ἰχθύς, ἠΰτε νῆα νέμων οἴηκι χαλινῷ. ἦ πού οἱ γενεῆς πρώτης ἄπο σύμφυτον αἷμα ἔλλαχεν, ἠέ μιν αὐτὸς ἑλὼν ἑταρίσσατο θυμῷ. ὣς οὔτ’ ἠνορίης οὔτ’ εἴδεος ἔπλετ’ ὄνειαρ
95τόσσον, ὅσον πραπίδων· ἀλκὴ δ’ ἀνεμώλιος ἄφρων· καί τε μέγα βριάοντα κατέσβεσεν ἠδ’ ἐσάωσε βαιὸς ἀνὴρ εὔμητις· ἐπεὶ καὶ κῆτος ἄαπτον ἀπλάτων μελέων ὀλίγον προτιβάλλεται ἰχθύν.
τοὔνεκά τις πάμπρωτον ἕλοι σκοπὸν Ἡγητῆρα466

5

(100)

κεῖνον, ὑπ’ ἀγκίστροιο βίῃ καὶ δαιτὶ δολώσας· οὐ γάρ κε ζώοντος ἐπιβρίσας δαμάσαιο κνώδαλον, οἰχομένου δὲ θοώτερος ἔσσετ’ ὄλεθρος. οὐ γὰρ ἔτ’ οὔθ’ ἅλμης ἰοειδέος οἶδε κέλευθα ἀτρεκέως, οὐ πῆμα παρασχεδὸν ἐξαλέασθαι,
105ἀλλ’ αὔτως, ἅτε φορτὶς ὀλωλότος ἰθυντῆρος, πλάζεται ἀπροφύλακτον, ἀμήχανον, ᾗ κεν ἄγῃσι γλαυκὸν ὕδωρ, σκοτίοις δὲ καὶ ἀφράστοισι πόροισιν ἐμφέρεται, χηρωθὲν ἀρηγόνος ἡνιόχοιο. πολλάκι καὶ πέτρῃσι καὶ ἠϊόνεσσιν ἔκελσε
110πλαζόμενον· τοίη οἱ ἐπ’ ὄμμασι πέπταται ἀχλύς. δή ῥα τότ’ ὀτρηροῖσι νοήμασιν ἐς πόνον ἄγρης ἰχθυβόλοι σπεύδουσιν, ἐπευξάμενοι μακάρεσσι κητοφόνοις ἀλεγεινὸν ἑλεῖν τέρας Ἀμφιτρίτης. ὡς δ’ ὅτε δυσμενέων βριαρὸς λόχος ἀντιβίοισι
115λάθριος ἐμπελάσῃ, μεσάτην ἐπὶ νύκτα δοκεύσας, εὕδοντας δ’ ἐκίχησε φυλακτῆρας πρὸ πυλάων, Ἄρεος εὐμενέοντος, ἐνιπλήξας δ’ ἐδάμασσεν· ἔνθεν ἔπειτ’ ἄκρην τε πόλιν καὶ τύρσιν ἐπ’ αὐτὴν θαρσαλέοι σπεύδουσι, πυρὸς βέλος, ἄστεος ἄτην,
120δαλὸν ἐϋδμήτων μεγάρων ῥαιστῆρα φέροντες· ὣς τότε θαρσαλέως ἁλιεὺς στρατὸς ἐγκονέουσιν ἄφρακτον μετὰ θῆρα, πεφασμένου ἰθυντῆρος. τοῦ δ’ ἤτοι πρῶτον μὲν ἐνὶ φρεσὶ τεκμαίρονται ἄχθος ὅσον μέγεθός τε· τὰ δ’ ἔπλετο σήματα γυίων·
125εἰ μὲν γὰρ πόντοιο κυλινδόμενον μετὰ δίναις βαιὸν ὑπερτέλλοιτο ῥάχιν λοφιήν τε φαεῖνον ἄκρην, ἦ μέγα κεῖνο καὶ ἔξοχον· οὐδὲ γὰρ αὐτὴ ῥηϊδίως φορέει μιν ἀνοχλίζουσα θάλασσα·
εἰ δέ τι καὶ νώτοιο φαείνεται, οὐ τόσον ἄχθος468
130ἀγγέλλει· κοῦφαι γὰρ ἀφαυροτέροισι κέλευθοι. τοῖσιν δ’ ὁρμιὴ μὲν ἐπασσυτέραις ἀραρυῖα θωμίγγων ξυνοχῇσι πολυστρεφέεσσι τέτυκται, ὅσσος τε πρότονος νηὸς πέλει οὔτε βαθείης οὔτ’ ὀλίγης· μῆκος δὲ τιταίνεται ἄρκιον ἄγρῃ·
135ἄγκιστρον δ’ εὐεργὲς ἐπημοιβαῖς κεχάρακται γλωχίνων προβολῇσιν ἀκαχμένον ἀμφοτέρωθεν, οἷον καὶ πέτρην ἑλέειν καὶ ῥωγάδα πεῖραι, τόσσον ἴτυν κρυερήν, ὅσσον περὶ χάσμα καλύψαι. δινωτὴ δ’ ἅλυσις περιβάλλεται ἄκρα κελαινοῦ
140ἀγκίστρου, στιβαρή, χαλκήλατος, ἥ κεν ὀδόντων λευγαλέην ἀνέχοιτο βίην καὶ χάσματος αἰχμάς· δεσμῷ δ’ ἐν μεσάτῳ τροχοειδέα κύκλα τέτυκται πυκνὰ παρ’ ἀλλήλοισιν, ἅ κεν στροφάλιγγας ἐρύκοι φοιταλέας, μηδ’ ἰθὺς ἀπορρήξειε σίδηρον
145αἱμάσσων, ὀλοῇσι περισπερχὴς ὀδύνῃσιν, ἀλλὰ περιστροφάδην πλαγκτὸν δρόμον εἱλίσσοιτο. δαῖτα δ’ ἐπ’ ἀγκίστρῳ δυστερπέα πορσύνουσι ταύρειον μέλαν ἧπαρ ἀπόκριτον ἠὲ καὶ ὦμον ταύρειον γενύεσσιν ἐοικότα δαινυμένοιο.

5

(150)

πολλαὶ δ’ ἀγρευτῆρσιν ὁμόστολοι ὥστ’ ἐς Ἄρηα θήγονται κρατεραί τ’ ἀκίδες στιβαραί τε τρίαιναι, ἅρπαι, βουπλῆγές τε βαρύστομοι, ὅσσα τε τοῖα ἄκμοσι δυσκελάδοις ῥαιστήρια χαλκεύονται· ἐσσυμένως δ’ ἀκάτοισιν ἐϋσέλμοις ἐπιβάντες,
155σιγῇ νευστάζοντες ὅ τι χρέος ἀλλήλοισι, στέλλονται, κώπῃσι δ’ ὑπ’ εὐκήλοισι θάλασσαν ἀτρέμα λευκαίνουσι, φυλασσόμενοι μάλα δοῦπον, μή τι μάθοι μέγα κῆτος ἀλευόμενόν τε νέοιτο βυσσὸν ὑποβρυχίην, ἅλιον δέ κε μόχθον ἄροιντο.
160ἀλλ’ ὅτε οἱ πελάσωσιν ὁμαιχμήσωσί τ’ ἀέθλῳ,
δὴ τότε θαρσαλέως πρώρης ἄπο θηρὶ πελώρῳ πῆμα δόλου προὔθηκαν· ὁ δ’ ὡς ἴδε δαῖτα βαρεῖαν, ἆλτο καὶ οὐκ ἀμέλησεν ἀναιδέϊ γαστρὶ πιθήσας· μάρψε δ’ ἐπιθύσας γναμπτὸν μόρον, αὐτίκα δ’ εἴσω470
165ἄγκιστρον κατέδυ τεθοωμένον εὐρέϊ λαιμῷ, ἐν δ’ ἐπάγη γλωχῖσιν· ὁ δ’ ἕλκεϊ θυμὸν ὀρινθεὶς πρῶτα μὲν ἀσχαλόων ὀλοὴν γένυν ἀντία πάλλει, χαλκείην θώμιγγα διαρραῖσαι μενεαίνων· ἀλλ’ ἄρα οἱ κενεὸς τέταται πόνος· ἔνθεν ἔπειτα
170σπερχόμενος φλογέῃσιν ἐποχθίζων ὀδύνῃσι δύεται ἐν κόλποισιν ὑποβρυχίοισι θαλάσσης· τῷ δὲ τάχ’ ἀσπαλιῆες ἐπιτρωπῶσιν ἅπασαν ὁρμιήν· οὐ μὲν γὰρ ἔνι σθένος ἀνθρώποισιν ὅσσον τ’ αὖ ἐρύσαι καὶ ἀναινόμενον δαμάσασθαι
175βριθὺ πέλωρ· ῥέα γάρ σφε σὺν αὐτοῖς σέλμασι νηῶν ἑλκύσει ποτὶ βυσσόν, ὅθ’ ὁρμήσειε φέρεσθαι. οἱ δέ οἱ ὁρμιῇ προσαρηρότας εὐρέας ἀσκοὺς πνοιῆς ἀνδρομέης πεπληθότας εὐθὺς ἐς ὕδωρ δυομένῳ πέμπουσιν· ὁ δ’ ὀχθίζων ὀδύνῃσι
180ῥινῶν οὐκ ἀλέγει, κατὰ δ’ ἔσπασεν οὐκ ἐθέλοντας ῥηϊδίως ἄκροιο λιλαιομένους ἁλὸς ἀφροῦ. ἀλλ’ ὁπότ’ ἐς δάπεδον πελάσῃ μεμογηότι θυμῷ, στῆ ῥα μέγ’ ἀφριόων, τετιημένος· ὡς δέ τις ἵππος ἱδρῶτ’ ἐξανύσας καματώδεα τέρματος ἄκρου
185ἀφρῷ ὑφ’ αἱματόεντι γένυν σκολιοῖσι χαλινοῖς
ἐμπρίει, θερμὸν δὲ διὰ στόμα κίδναται ἆσθμα, ὣς ὁ μέγ’ ἀσθμαίνων ἀμπαύεται, οὐδέ οἱ ἀσκοὶ μίμνειν ἱεμένῳ περ ἐπιτρωπῶσιν ἔνερθεν, αἶψα δ’ ἄνω σπεύδουσι καὶ ἔξαλοι ἀΐσσουσι472
190πνοιῇ ἀειρόμενοι· τῷ δ’ ἵσταται ἄλλος ἄεθλος. ἔνθ’ ἤτοι πρῶτον μὲν ἐπαΐσσει γενύεσσι ῥιπὴν μαψιδίην, λελιημένος αὖ ἐρύοντα δέρματ’ ἀμύνεσθαι· τὰ δ’ ἀνίπταται οὐδέ ἑ μίμνει, φεύγει δὲ ζωοῖσιν ἀλευομένοισιν ὁμοῖα·
195αὐτὰρ ὅ γ’ ἀσχαλόων μυχάτην πάλιν ἵεται ἅλμην, πολλὰς δὲ στροφάλιγγας ἑλίσσεται, ἄλλοτ’ ἀνάγκῃ, ἄλλοθ’ ἑκών, ἕλκων τε καὶ ἑλκόμενος παλίνορσος. ὡς δ’ ὅτε δουροτόμοι ξυνὸν πόνον ἀθλεύωσι πρίονος ἐγκονέοντες, ὅτε τρόπιν ἠέ τιν’ ἄλλην

5

(200)

χρειὼ πλωτήρεσσιν ἐπισπεύδουσι τελέσσαι, ἄμφω δὲ τρηχεῖαν ἐρειδομένοιο σιδήρου ἀλκὴν αὖ ἐρύουσι καὶ οὔποτε ταρσὸς ὀδόντων τέτραπται μίαν οἶμον, ἐπειγόμενος δ’ ἑκάτερθεν κλάζει τε πρίει τε καὶ ἔμπαλιν ἕλκεται αἰεί,
205τοῖον καὶ ῥινοῖσι πέλει καὶ θηρὶ δαφοινῷ νεῖκος ἀνελκομένῳ τε βιαζομένοις θ’ ἑτέρωθεν. πολλὴν δ’ αἱματόεσσαν ὑπεὶρ ἁλὸς ἔπτυσεν ἄχνην παφλάζων ὀδύνῃσιν, ὑποβρύχιον δὲ μέμυκε μαινομένου φύσημα, περιστένεται δέ οἱ ὕδωρ
210ἀμβολάδην· φαίης κεν ὑπ’ οἴδμασι πᾶσαν ἀϋτμὴν κευθομένην Βορέαο δυσαέος αὐλίζεσθαι. τόσσον ἀνασθμαίνει λάβρον μένος, ἀμφὶ δὲ πυκναὶ δίναις οἰδαλέῃσιν ἑλισσόμεναι στροφάλιγγες
οἴδματα κοιλαίνουσι διϊσταμένοιο πόροιο.474
215οἷον δ’ Ἰονίοιο παρὰ στόμα καὶ κελάδοντος Τυρσηνοῦ πόντοιο μέση πορθμοῖο διαρρὼξ εἰλεῖται, λάβροισιν ὑπ’ ἄσθμασι Τυφάωνος μαινομένη, δειναὶ δὲ τιταινόμεναι στροφάλιγγες κῦμα θοὸν κάμπτουσι, περιστρέφεται δὲ κελαινὴ
220ἑλκομένη δίνῃσι παλιρροίβδοισι Χάρυβδις, ὣς τότε κητείοισιν ὑπ’ ἄσθμασι χῶρος ἁπάντῃ ξαινόμενος βέμβικας ἑλίσσεται Ἀμφιτρίτης. ἔνθα τις ἰχθυβόλων γλαφυρὸν σκάφος ὠκὺς ἐρέσσων ἐς χέρσον κατάγοιτο καὶ ἀκταίης ἀπὸ πέτρης
225ὁρμιὴν ἅψαιτο καὶ αὐτίκα νοστήσειε, πρυμναίοις ἅτε νῆα κατοχμάσσας ὑπὸ δεσμοῖς. τὸν δ’ ὅτε παιφάσσοντα λάβῃ κόρος, ἐκ δ’ ὀδυνάων θὴρ ὀλοὸς μεθύῃ, καμάτῳ δέ οἱ ἄγριον ἦτορ κλίνηται, ῥέψῃ δὲ μόρου στυγεροῖο τάλαντα,
230ἀσκὸς μὲν πρώτιστος ἀνέδραμε πείρατα νίκης ἀγγέλλων, μέγα δ’ ἦτορ ἐν ἀγρευτῆρσιν ἄειρεν. οἷον δ’ ἀλγινόεντος ἀνερχόμενον πολέμοιο κήρυκ’ ἀργυφέοισιν ἐν εἵμασιν ἠδὲ προσώπῳ φαιδρῷ καγχαλόωντες ἑοὶ μεθέπουσιν ἑταῖροι,
235αἴσιον ἀγγελίην ποτιδεγμένοι αὐτίκ’ ἀκοῦσαι, ὣς οἱ καγχαλόωσιν ἐσαθρήσαντες ἔνερθε
ῥινὸν ἀνερχομένην εὐάγγελον· αὐτίκα δ’ ἄλλοι ἀσκοὶ ἐπαντέλλουσι καὶ ἀνδύνουσι θαλάσσης, βριθὺ πέλωρ σύροντες· ὁ δ’ ἕλκεται οὐλόμενος θὴρ476
240οὐκ ἐθέλων, μόχθῳ τε καὶ ἕλκεϊ θυμὸν ἀλύων. ἔνθα τότ’ ἰχθυβόλων θράσος ἔγρεται, ἄγχι δὲ νῆας εὐκώπους ἐλόωσιν ἐπειγομένοισιν ἐρετμοῖς· πολλὴ δὲ σμαραγή, πολλὴ δ’ ἀνὰ πόντον ἀϋτὴ σπερχομένων τέτρηχε καὶ ἀλλήλους ἐς ἄεθλον
245κεκλομένων· φαίης κεν ἐνυάλιον πόνον ἀνδρῶν δέρκεσθαι· τοίη γὰρ ἐνὶ φρεσὶν ἵσταται ἀλκή, τόσσος δὲ φλοῖσβός τε καὶ ἵμερος ἰωχμοῖο. τῶν μέν τις καὶ τῆλε δυσηχέα δοῦπον ἀκούσας αἰπόλος ἢ βαθύμαλλον ἐν ἄγκεσι πῶϋ κομίζων,

5

(250)

ἢ δρυτόμος πεύκης ὀλετὴρ ἢ θῆρας ἐναίρων θαμβήσας πόντου τε καὶ ᾐόνος ἐγγὺς ἱκάνει, στὰς δὲ κατὰ προβλῆτος ὑπερφίαλον πόνον ἀνδρῶν φυλόπιδος βυθίης θηήσατο καὶ τέλος ἄγρης εὐπάγλου· τοὺς δ’ ὑγρὸς Ἄρης ἄσβεστος ὀρίνει.
255ἔνθ’ ὁ μὲν ἐν παλάμῃσι τανυγλώχινα τρίαιναν πάλλει, ὁ δ’ ὀξείης ἀκίδος βέλος, οἱ δὲ φέρουσιν εὐκαμπῆ δρεπάνην, ὁ δέ τις βουπλῆγα τιταίνει ἀμφιτόμον· πᾶσιν δὲ πόνος, πᾶσιν δὲ σιδήρου χεῖρας ἐφοπλίζει βριαρὴ γένυς, ἄγχι δὲ θῆρα
260βάλλους’, οὐτάζουσι, καταΐγδην ἐλόωντες. αὐτὰρ ὅ γ’ ἠνορέης μὲν ὑπερφιάλοιο λέλησται, οὐδ’ ἔτ’ ἔχει γενύεσσι καὶ ἱέμενός περ ἐρύκειν νῆας ἐπεσσυμένας, πτερύγων δ’ ὑπεραχθέϊ ῥιπῇ ἄκρῃ τ’ ἀλκαίῃ βύθιον διὰ κῦμα λαχαίνων
265ἔμπαλιν ἐς πρύμνας ὠθεῖ νέας, ἔργα δ’ ἐρετμῶν ἀνδρῶν τ’ ἠνορέην γνάμπτει πάλιν, ἠΰτ’ ἀήτης ἀντίβιος πρώρῃσιν ἐναντία κῦμα κυλίνδων· τῶν δ’ ἐνοπὴ κέκληγεν ἐφιεμένων πονέεσθαι,
κῦμα δ’ ἅπαν λύθροιο φορύσσεται ἐκχυμένοιο478
270ὠτειλαῖς ὀλοῇσι· τὸ δὲ ζέει ἄπλετον ὕδωρ αἵματι κητείῳ, γλαυκὴ δ’ ἐρυθαίνεται ἅλμη. ὡς δ’ ὅτε χειμερίοιο κατερχομένου ποταμοῖο κόλπον ἐς οἰδματόεντα λόφων ἀπὸ μιλτοκαρήνων ἰλὺς αἱματόεσσα κυλίνδεται ὕδατος ὁρμῇ,
275κιρναμένη δίνῃσιν· ἑκὰς δ’ ἐρυθαίνεται ὕδωρ ξανθῆς ἐκ κονίης, λύθρος δ’ ἔχει ὥστε θάλασσαν, ὣς τότε κητείοιο πόρος λύθροιο πέφυρται φοίνιος ἐν προχοῇσι δαϊζομένου βελέεσσιν. ἐν δέ οἱ ὠτειλῇσιν ἀφυσσάμενοι ῥόον ἄντλου
280πευκεδανὸν στάζους’· ἡ δ’ ἕλκεσι μισγομένη ἃλς ἠΰτε πυρκαϊὴ ὀλοώτατον ἧψεν ὄλεθρον. ὡς δὲ Διὸς μάστιγι βαλεῖ τρόπιν αἰθέριον πῦρ πόντον ἀμειβομένην, νέμεται δέ μιν αἰθαλόεσσα ῥιπή, τὴν δ’ ἔτι μᾶλλον ἐποτρύνουσα κορύσσει
285μισγομένη δίοισιν ὁμοῦ πυρσοῖσι θάλασσα, ὣς κείνου χαλεπάς τε βολὰς ὀδύνας τε κορύσσει ἄντλου πυθομένοιο δυσαέος ἄγριον ὕδωρ. ἀλλ’ ὅτε μιν δμηθέντα πολυτμήτοις ὀδύνῃσιν ἤδη λευγαλέοιο παρὰ προθύροις θανάτοιο
290μοῖρα φέρῃ, τότε δή μιν ἀναψάμενοι ποτὶ χέρσον γηθόσυνοι σύρουσιν· ὁ δ’ ἕλκεται οὐκ ἐθέλων περ, πολλῇσι γλωχῖσι πεπαρμένος ἠΰτε γόμφοις, νευστάζων ὀλοοῖο μόρου τέλος οἰνοβαρείων· οἱ δὲ μέγαν νίκης παιήονα κυδαίνοντες,
295εἰρεσίῃ σπέρχοντες ἐπικλάζουσι θαλάσσῃ, ὀξὺν ἐπειγομέναις ἐλάταις νόμον ἀείδοντες. ὡς δ’ ὁπότ’ εἰναλίοιο διακρινθέντος Ἄρηος νῆας ἀναψάμενοι νηῶν ἐπιβήτορας ἄνδρας
δυσμενέας ποτὶ χέρσον ἐπειγόμενοι κατάγωσι480

5

(300)

γηθόσυνοι, νίκης δὲ διαπρύσιον βοόωσι ναυμάχον εἰρεσίης παιήονα· τοὶ δ’ ἀέκοντες ἀχνύμενοι δηΐοισιν ἀναγκαίῃ ξυνέπονται, ὣς οἵ γ’ αἰνοπέλωρον ἀναψάμενοι δάκος ἅλμης γηθόσυνοι κατάγουσιν ἐπ’ ᾐόνας· ἀλλ’ ὅτε χέρσῳ
305ἐμπελάσῃ, τότε δή μιν ἐτήτυμος ὦρσεν ὄλεθρος λοίσθιος ἀσπαίρει τε διαξαίνει τε θάλασσαν σμερδαλέαις πτερύγεσσιν, ἅτ’ εὐτύκτῳ περὶ βωμῷ ὄρνις ἑλισσομένη θανάτου στροφάλιγγι κελαινῇ, δύσμορος· ἦ μάλα πολλὰ λιλαίεται οἴδμαθ’ ἱκέσθαι,
310ἀλλά οἱ ἠνορέης λέλυται σθένος, οὐδέ τι γυῖα πείθεται, ἐς χέρσον δὲ καθέλκεται αἰνὸν ἀΐσθων, φορτὶς ὅπως εὐρεῖα πολύζυγος, ἥν τε θαλάσσης ἀνέρες ἐξερύουσιν ἐπὶ τραφερὴν ἀνάγοντες χείματος ἱσταμένοιο μεταπνεῦσαι καμάτοιο
315ποντοπόρου· βριθὺς δὲ πόνος ναύτῃσι μέμηλεν· ὣς οἵ γ’ ὀβριμόγυιον ἐπὶ χθόνα κῆτος ἄγουσι· πλῆσεν δ’ ᾐόνα πᾶσαν ὑπ’ ἀπλάτοις μελέεσσι κεκλιμένοις, τέταται δὲ νέκυς ῥίγιστος ἰδέσθαι. τοῦ μέν τις φθιμένοιο καὶ ἐν χθονὶ πεπταμένοιο
320εἰσέτι δειμαίνει πελάσαι δυσδερκέϊ νεκρῷ ταρβεῖ τ’ οὐκέτ’ ἐόντα καὶ οἰχομένοιό περ ἔμπης πεφρικὼς αὐτοῖσιν ἐνὶ γναθμοῖσιν ὀδόντας. ὀψὲ δὲ θαρσήσαντες ἀολλέες ἀμφαγέρονται, θάμβεϊ παπταίνοντες ἐρείπιον ὠμηστῆρος.
325ἔνθ’ οἱ μὲν γενύων ὀλοὰς στίχας ἠγάσσαντο,
δεινοὺς χαυλιόδοντας, ἀναιδέας, ἠΰτ’ ἄκοντας τριστοιχεὶ πεφυῶτας ἐπασσυτέρῃσιν ἀκωκαῖς· ἄλλοι δ’ ὠτειλὰς πολυδηρίτοιο πελώρου χαλκοτόρους ἀφόωσιν· ὁ δ’ ὀξύπρωρον ἄκανθαν482
330θηεῖται σμερδνοῖσιν ἀνισταμένην σκολόπεσσιν· ἄλλοι δ’ ἀλκαίην, ἕτεροι πολυχανδέα νηδὺν καὶ κεφαλὴν ἀπέλεθρον ὁρώμενοι ἠγάσσαντο. καί τις ἀνὴρ ὁρόων βλοσυρὸν δάκος Ἀμφιτρίτης ἤθεσιν ἐν τραφεροῖσι πολὺ πλέον ἠὲ νέεσσι
335δηθύνων ἑτάροισι μετέννεπεν ἐγγὺς ἐοῦσι· Γαῖα, φίλη θρέπτειρα, σὺ μὲν τέκες ἠδ’ ἐκόμισσας φορβῇ χερσαίῃ· κόλποις δ’ ἐνὶ σεῖο θάνοιμι, ἦμαρ ὅτ’ ἀντήσειε τὸ μόρσιμον· ἔργα δὲ πόντου εὐμενέοι, χέρσῳ δὲ Ποσειδάωνα σέβοιμι·
340μηδέ μ’ ἐν ἀργαλέοις ὀλίγον δόρυ κύμασι πέμποι, μηδ’ ἀνέμους νεφέλας τε κατ’ ἠέρα παπταίνοιμι· οὐ γὰρ ἁλὸς ῥοθίων τόσσος φόβος οὐδ’ ἀλεγεινῆς ἀνδράσι ναυτιλίης καὶ ὀϊζύος ἣν μογέουσιν, αἰεὶ δυσκελάδοισι συνιππεύοντες ἀέλλαις,
345οὐδ’ ἅλις ὀλλυμένοις διερὸς μόρος, ἀλλ’ ἔτι τοίους δαιτυμόνας μίμνουσιν, ἀτυμβεύτου δὲ τάφοιο
θηρείου λαιμοῖο μυχοὺς πλήσαντο τυχόντες· δειμαίνω τοίων ἀχέων τροφόν· ἀλλά, θάλασσα, χαῖρέ μοι ἐκ γαίης, ἕκαθεν δ’ ἐμοὶ ἤπιος εἴης.484

5

(350)

Κήτεα μὲν τοίοισιν ἐδῃώσαντο πόνοισιν ὅσσα δέμας προβέβηκεν ὑπερφυές, ἄχθεα πόντου. ὅσσα δὲ βαιοτέρων μελέων λάχε, τοῖσι καὶ ἄγρη βαιοτέρη, θήρεσσι δ’ ἐοικότα τεύχε’ ἔασι, μείονες ὁρμιαί, μείων γένυς ἀγκίστροιο,
355φορβὴ παυροτέρη, γενύων δόλος, ἀντὶ δὲ ῥινῶν αἰγοδόρων ἁψῖδες ἀναπτόμεναι κολοκύντης ἀζαλέης θήρειον ἄνω δέμας αὖ ἐρύουσι. Λάμνης δὲ σκύμνοισιν ὅτ’ ἀντήσως’ ἁλιῆες,
πολλάκι καὶ τροπὸν αὐτόν, ἐπαρτέα δεσμὸν ἐρετμοῦ,486
360λυσάμενοι προὔτειναν ἐν οἴδμασιν· ἡ δ’ ἐσιδοῦσα ἔσσυτο καὶ γενύων προΐει μένος, αἶψα δὲ σειρῇ ἐνσχόμενοι μίμνουσιν ἅτ’ ἐν δεσμοῖσιν ὀδόντες ἀγκύλοι· ἔνθεν ἔπειτα πόνος ῥήϊστος ὀλέσσαι λάμνην τριγλώχινος ὑπὸ ῥιπῇσι σιδήρου.
365 Ἔξοχα δ’ ἐχθοδοποῖς ἐνὶ κήτεσι μαργαίνουσι λαιμῷ λαβροσύνῃ τε κυνῶν ὑπέροπλα γένεθλα· ἔξοχα δ’ ὑβρισταὶ καὶ ἀγήνορες, οὐδέ κεν ἄν τι ἀντόμενοι τρέσσειαν, ἀναιδείην ἀχάλινον αἰεὶ κυμαίνουσαν ἐπὶ φρεσὶ λύσσαν ἔχοντες·
370πολλάκι δ’ ἰχθυβόλοισι καὶ ἐς λίνον ἀΐξαντες κύρτοις τ’ ἐμπελάσαντες ἐδηλήσανθ’ ἁλιεῦσιν ἄγρην ἰχθυόεσσαν, ἑὴν φρένα πιαίνοντες. τοὺς δέ τις ἀσπαλιεὺς δεδοκημένος ἰχθύσιν αὐτοῖς, πείρας ἀγκίστρῳ, μενοεικέα ληΐδα θήρης,
375ῥηϊδίως ἐρύσει περὶ γαστέρα μαιμώοντας. Φώκῃ δ’ οὐκ ἄγκιστρα τετεύχαται οὔτε τις αἰχμὴ τρίγλυφος ἥ κεν ἕλοι κείνης δέμας· ἔξοχα γάρ μιν ῥινὸς ὑπὲρ μελέων στερεὴ λάχεν, ὄβριμον ἕρκος· ἀλλ’ ὅτ’ ἐϋπλεκέεσσι λίνοις περικυκλώσωνται
380φώκην ἀσπαλιῆες ἐν ἰχθύσιν οὐκ ἐθέλοντες, δὴ τότε τοῖς κραιπνοί τε πόνοι σπουδή τε καθέλκειν δίκτυον ἐς ῥηγμῖνας, ἐπεὶ φώκην μεμαυῖαν οὐκ ἂν ἐρητύσειε καὶ εἰ μάλα πολλὰ παρείη δίκτυα, ῥηϊδίως δὲ βίῃ τ’ ὀνύχων θ’ ὑπ’ ἀκωκαῖς
385ῥήξει τ’ ἀΐξει τε καὶ ἔσσεται ἰχθύσιν ἄλκαρ εἰλομένοις, μέγα δ’ ἄλγος ἐνὶ φρεσὶν ἀσπαλιήων. ἀλλ’ ἤν μιν καθέλωσιν ὑποφθαδὸν ἐγγύθι γαίης, ἔνθα δὲ καὶ τριόδοντι καὶ ἰφθίμοις ῥοπάλοισι
δούρασί τε στιβαροῖσι καταΐγδην ἐλόωντες488
390ἐς κροτάφους πέφνουσιν· ἐπεὶ φώκῃσιν ὄλεθρος ὀξύτατος κεφαλῆφιν ἱκάνεται οὐταμένῃσι. Ναὶ μὴν καὶ χέλυες μάλα πολλάκις ἀντιόωσαι θήρην λωβήσαντο καὶ ἀνδράσι πῆμα γένοντο. τάων δ’ ἔπλετο μόχθος ἑλεῖν ῥήϊστος ἁπάντων
395ἀνέρι θαρσαλέῳ καὶ ἀταρβέα θυμὸν ἔχοντι· εἰ γάρ τις καταδὺς κραναὴν χέλυν ἐν ῥοθίοισιν ὕπτιον ἀνστρέψειεν ἐπ’ ὄστρακον, οὐκέτι κείνη πολλὰ καὶ ἱεμένη δύναται μόρον ἐξαλεείνειν· ὕψι δ’ ἀναπλώει κοῦφον πλόον ἀσπαίρουσα

5

(400)

ποσσίν, ἁλὸς μεμαυῖα· γέλως δ’ ἔχει ἀγρευτῆρας. τὴν δ’ ὁτὲ μὲν θείνουσι σιδηρείῃσι βολῇσιν, ἄλλοτε δ’ ἐν βροχίδεσσιν ἀναψάμενοι μεθέπουσιν. ὡς δ’ ὅτε νηπίαχα φρονέων πάϊς οὐρεσίφοιτον ἀνστρέψῃ τρηχεῖαν ἑλὼν χέλυν, ἡ δ’ ἐπὶ νῶτα
405κεκλιμένη μάλα πολλὰ λιλαίεται οὖδας ἱκέσθαι, ῥικνὰ ποδῶν σείουσα καὶ ἀγκύλα γούνατα, μόχθῳ πυκνὸν ἐπασπαίρουσα, γέλως δ’ ἔχει ὅς κεν ἴδηται, ὣς κείνης ὁμόφυλον ἁλὸς δάκος ὕπτιον ἅλμῃ ἐμφέρεται λωβητὸν ὑπ’ ἀνδράσιν ἰχθυβόλοισι.
410 Πολλάκι δ’ ἐς τραφερὴν ἀνανίσσεται, ἐκ δὲ βολάων ἠελίου φολίδας περιδαίεται, αὖα δὲ γυῖα ἐς πόντον φορέει, τὴν δ’ οὐκέτι καὶ μεμαυῖαν κῦμα μέλαν δέχεται, φορέει δέ μιν ἠδὲ κυλίνδει ὕψι μάλ’ ἱεμένην νεάτης ἁλός· οἱ δ’ ἐσιδόντες490
415ἰχθυβόλοι μάλα ῥεῖα καὶ ἀσπασίως ἐδάμασσαν. Δελφίνων δ’ ἄγρη μὲν ἀπότροπος, οὐδὲ θεοῖσι κεῖνος ἔτ’ ἐμπελάσειε θυτὴρ φίλος οὐδέ κε βωμῶν εὐαγέως ψαύσειεν, ὁμωροφίους δὲ μιαίνει, ὅς κεν ἑκὼν δελφῖσιν ἐπιφράσσηται ὄλεθρον.
420ἶσα γὰρ ἀνδρομέοισιν ἀπεχθαίρουσι φόνοισι δαίμονες εἰναλίων ὀλοὸν μόρον ἡγητήρων· ἶσα γὰρ ἀνθρώποισι νοήματα καὶ προπόλοισι Ζηνὸς ἁλιγδούποιο· τὸ καὶ φιλότητι γενέθλης κέχρηνται, μέγα δ’ εἰσὶ συνάρθμιοι ἀλλήλοισιν.
425ἤδη γὰρ δελφῖνες ἐνηέες ἀνδράσιν οἵην ἄγρην εὐθήρητον ἐπ’ ἰχθύσιν ὡπλίσσαντο νήσῳ ἐν Εὐβοίῃ μετὰ κύμασιν Αἰγαίοισιν·
εὖτε γὰρ ἑσπερίης θήρης πόνον ἐγκονέωσιν ἰχθυβόλοι, νεπόδεσσι πυρὸς φορέοντες ὁμοκλήν,492
430ἴπνου χαλκείοιο θοὸν σέλας, οἱ δ’ ἐφέπονται δελφῖνες, σύνθηρον ἐπισπεύδοντες ὄλεθρον. ἔνθ’ οἱ μὲν τρομέοντες ἀποτροπάδην ἀλέονται ἰχθύες, οἱ δ’ ἔκτοσθεν ἐπαΐσσοντες ὁμαρτῆ δελφῖνες φοβέουσι καὶ ἱεμένους ἐπὶ βύσσαν
435τρωπᾶσθαι ποτὶ χέρσον ἀνάρσιον ἐξελόωσι, πυκνὸν ἐπιθρώσκοντες, ἅτ’ ἀνδράσι θηρητῆρσι θῆρα κύνες σεύοντες ἀμοιβαίῃς ὑλακῇσι. τοὺς δ’ ἀγχοῦ ποτὶ χέρσον ἀτυζομένους ἁλιῆες ῥηϊδίως βάλλουσιν ἐϋγλώχινι τριαίνῃ.
440τοῖσι δ’ ἄφυκτα κέλευθα, διορχεῦνται δ’ ἐνὶ πόντῳ, καὶ πυρὶ καὶ δελφῖσιν ἐλαυνόμενοι βασιλεῦσιν.
ἀλλ’ ὁπόταν θήρης εὐαγρέος ἔργον ἄνηται, δὴ τότ’ ἀπαιτίζουσι παρασχεδὸν ἐμπελάσαντες μισθὸν ὁμοφροσύνης, θήρης ἀποδάσμιον αἶσαν·494
445οἱ δ’ οὐκ ἠνήναντο, πόρον δ’ εὐαγρέα μοῖραν ἀσπασίως· ἢν γάρ τις ὑπερφιάλως ἀλίτηται, οὐκέτι οἱ δελφῖνες ἀρηγόνες εἰσὶν ἐπ’ ἄγρην. Καὶ μέν τις Λέσβοιο παλαίφατον ἔργον ἀοιδοῦ ἔκλυεν, ὡς δελφῖνος ὀχησάμενος περὶ νώτῳ

5

(450)

κῦμα μέλαν περάασκε καθήμενος, ἄτρομος ἦτορ, ἀείδων, καὶ πότμον ὑπέκφυγε ληϊστήρων Ταιναρίῃ τ’ ἐπέλασσεν ἐπὶ προβολῇσι Λακώνων. καί πού τις Λίβυος κούρου πόθον οἶδεν ἀκούων, τοῦ ποτε ποιμαίνοντος ἐράσσατο θερμὸν ἔρωτα
455δελφίς, σὺν δ’ ἤθυρε παρ’ ᾐόσι, καὶ κελαδεινῇ τερπόμενος σύριγγι λιλαίετο πώεσιν αὐτοῖς
μίσγεσθαι πόντον τε λιπεῖν ξυλόχους τ’ ἀφικέσθαι. ἀλλ’ οὐδ’ ἠϊθέοιο πόθους ἐπὶ πᾶσα λέλησται Αἰολίς· οὔτι παλαιόν, ἐφ’ ἡμετέρῃ δὲ γενέθλῃ·496
460δελφὶς ὥς ποτε παιδὸς ἐράσσατο νησαίοιο· νήσῳ δ’ ἐνναίεσκεν, ἀεὶ δ’ ἔχε ναύλοχον ὅρμον, ἀστὸς ὅπως, ἕταρον δὲ λιπεῖν ἠναίνετο θυμῷ, ἀλλ’ αὐτοῦ μίμναζε παρέστιος ἐξέτι τυτθοῦ, σκύμνος ἀεξηθείς, ὀλίγον βρέφος, ἤθεσι παιδὸς
465σύντροφος· ἀλλ’ ὅθ’ ἵκοντο τέλος γυιαλκέος ἥβης, καί ῥ’ ὁ μὲν ἠϊθέοισι μετέπρεπεν, αὐτὰρ ὁ πόντῳ ὠκύτατος δελφὶς ἑτέρων προφερέστατος ἦεν, δή ῥα τότ’ ἔκπαγλόν τε καὶ οὐ φατὸν οὐδ’ ἐπίελπτον θάμβος ἔην ξείνοισι καὶ ἐνναέτῃσιν ἰδέσθαι·
470πολλοὺς δ’ ὤρορε φῆμις ἰδεῖν σέβας ὁρμηθέντας, ἠΐθεον δελφῖνι συνηβώοντας ἑταίρους· πολλαὶ δ’ ἠϊόνων ἀγοραὶ πέλας ἦμαρ ἐπ’ ἦμαρ ἱεμένων ἵσταντο σέβας μέγα θηήσασθαι. ἔνθ’ ὁ μὲν ἐμβεβαὼς ἄκατον κοίλοιο πάροιθεν
475ὅρμου ἀναπλώεσκε, κάλει δέ μιν οὔνομ’ ἀΰσας κεῖνο, τό μιν φήμιξεν ἔτι πρώτης ἀπὸ φύτλης· δελφὶς δ’ ἠΰτ’ ὀϊστός, ἐπεὶ κλύε παιδὸς ἰωήν, κραιπνὰ θέων ἀκάτοιο φίλης ἄγχιστος ἵκανε, σαίνων τ’ οὐραίῃ κεφαλήν τ’ ἀνὰ γαῦρος ἀείρων,
480παιδὸς ἐπιψαῦσαι λελιημένος· αὐτὰρ ὁ χερσὶν ἦκα καταρρέζεσκε, φιλοφροσύνῃσιν ἑταῖρον
ἀμφαγαπαζόμενος, τοῦ δ’ ἵετο θυμὸς ἱκέσθαι αὐτὴν εἰς ἄκατον παιδὸς πέλας· ἀλλ’ ὅτ’ ἐς ἅλμην κοῦφα κυβιστήσειεν, ὃ δ’ ἐγγύθι νήχετο κούρου,498
485αὐτῇσι πλευρῇσιν ἀνὰ πλευρὰς παρενείρων, αὐτῇσι γενύεσσι πέλας γένυν, ἠδὲ καρήνῳ ἐγχρίμπτων κεφαλήν· φαίης κέ μιν ἱμείροντα κῦσσαι καὶ στέρνοισι περιπτύξαι μενεαίνειν ἠΐθεον· τοίῃ γὰρ ὀπάονι νήχετο ῥιπῇ.
490ἀλλ’ ὅτε καὶ πελάσειε παρ’ ᾐόσιν, αὐτίκα κοῦρος ἁψάμενος λοφιῆς διερῶν ἐπεβήσατο νώτων· αὐτὰρ ὅ γ’ ἀσπασίως παιδὸς δέμας ἔμφρονι θυμῷ δεξάμενος φοίτασκεν, ὅπῃ νόος ἠϊθέοιο ἤλαεν, εἴτ’ ἄρα πόντον ἐπ’ εὐρέα τῆλε κελεύοι
495στέλλεσθ’, εἴθ’ αὔτως λιμένος διὰ χῶρον ἀμείβειν, ἢ χέρσῳ πελάειν, ὁ δ’ ἐπείθετο πᾶσαν ἐφετμήν. οὔτε τις ἡνιόχῳ πῶλος τόσον ἐν γενύεσσι μαλθακὸς εὐγνάμπτοισιν ἐφέσπεται ὧδε χαλινοῖς, οὔτε τις ἀγρευτῆρι κύων ἐθὰς ὀτρύνοντι

5

(500)

τόσσον ὑπεικαθέων ἐπιπείθεται, ᾗ κεν ἄγῃσιν, οὔτ’ ἔτι κεκλομένοιο τόσον θεράποντες ἄνακτος πειθόμενοι ῥέζουσιν ἑκούσιον ἔργον ἑκόντες, ὅσσον ὑπ’ ἠϊθέῳ δελφὶς φίλος ὀτρύνοντι πείθετ’ ἄνευ ζεύγλης τε βιαζομένων τε χαλινῶν.
505οὐ μέν μιν μοῦνον φορέειν θέλεν, ἀλλὰ καὶ ἄλλῳ πείθετο, τῷ μιν ἄνωγεν ἄναξ ἑός, ἂν δ’ ἐκόμιζε νώτοις, οὔτινα μόχθον ἀναινόμενος φιλότητι. τοίη μὲν ζωῷ φιλίη πέλεν· ἀλλ’ ὅτε παῖδα πότμος ἕλε, πρῶτον μὲν ὀδυρομένῳ ἀτάλαντος
510δελφὶς ἠϊόνεσσιν ἐπέδραμεν, ἥλικα κοῦρον μαστεύων· φαίης κεν ἐτήτυμον ὄσσαν ἀκούειν μυρομένου· τοῖόν μιν ἀμήχανον ἄμπεχε πένθος· οὐδ’ ἔτι κικλήσκουσιν ἐπείθετο πολλάκις ἀστοῖς
νησαίοις, οὐ βρῶσιν ὀρεγνυμένην ἐθέλεσκε500
515δέχνυσθαι, μάλα δ’ αἶψα καὶ ἐξ ἁλὸς ἔπλετ’ ἄϊστος κείνης, οὐδέ τις αὐτὸν ἐπεφράσατ’, οὐδ’ ἔτι χῶρον ἵκετο· τὸν μέν που παιδὸς πόθος οἰχομένοιο ἔσβεσε, σὺν δὲ θανόντι θανεῖν ἔσπευσεν ἑταίρῳ. Ἀλλ’ ἔμπης καὶ τόσσον ἐνηείῃ προφέροντας
520καὶ τόσον ἀνθρώποισιν ὁμόφρονα θυμὸν ἔχοντας Θρήϊκες ὑβρισταὶ καὶ ὅσοι Βύζαντος ἔχουσιν ἄστυ σιδηρείοισι νοήμασιν ἀγρώσσουσιν· ἦ μέγ’ ἀταρτηροὶ καὶ ἀτάσθαλοι· οὐδέ κε παίδων, οὐ πατέρων φείσαιντο, κασιγνήτους τ’ ὀλέκοιεν
525ῥηϊδίως· τοῖος δὲ νόμος δυστερπέος ἄγρης. μητρὶ μὲν αἰνοτόκῳ δίδυμον γένος ἐγγὺς ὀπηδεῖ δελφίνων, ἀταλοῖσιν ἀλίγκιον ἠϊθέοισι· Θρήϊκες αὖ ἐπὶ τοῖσιν ἀπηνέες ἐντύνονται, στειλάμενοι δόρυ κοῦφον ἀτάσθαλον ἐς πόνον ἄγρης.
530οἱ μὲν δὴ λεύσσοντες ἐπειγόμενον σκάφος ἄντην ἀτρεμέες μίμνουσι καὶ ἐς φόβον οὐχ ὁρόωσιν, οὔ τιν’ ὀϊόμενοι μερόπων δόλον, οὐδέ τιν’ ἄτην ἵξεσθαι, σαίνουσι δ’ ἐνηέας ἠΰθ’ ἑταίρους γηθόσυνοι, χρίμπτοντες ἑὸν χαίροντες ὄλεθρον.
535οἱ δὲ θοῶς ἐλάσαντες ἀκοντιστῆρι τριαίνῃ τήν τ’ ἀκίδα κλείουσι, βέλος κρυερώτατον ἄγρης, δελφίνων ἕνα κοῦρον ἀνωΐστῳ βάλον ἄτῃ· αὐτὰρ ὅ γ’ ἰδνωθείς, ὀδύνης ὕπο πικρὸν ἀχεύων, αὐτίχ’ ὑποβρυχίης εἴσω καταδύεται ἅλμης,
540ὀχθίζων σφακέλῳ τε καὶ ἀργαλέῃσιν ἀνίαις· οἱ δέ μιν οὐκ ἐρύουσι βιώμενοι· ἦ γὰρ ἂν ἄγρης
μαψιδίως ἅλιον καὶ ἐτώσιον ἔργον ἄροιντο· ἀλλά οἱ ἱεμένῳ δολιχὴν ἐφιᾶσιν ἄγεσθαι μήρινθον καὶ νῆα κατασπέρχουσιν ἐρετμοῖς,502
545ἑσπόμενοι δελφῖνος ἀτυζομένοιο κελεύθοις. ἀλλ’ ὅτε λευγαλέῃσι κακηπελέων ὀδύνῃσι κάμνῃ καὶ γλωχῖσι περισκαίρῃσι σιδήρου, δή ῥα τότ’ ἀδρανέων ἀναδύεται, ἄλκιμα γυῖα κεκμηκώς, κούφοισιν ἀειρόμενος ῥοθίοισιν,

5

(550)

ὕστατα φυσιόων· μήτηρ δέ μιν οὔποτε λείπει, ἀλλ’ αἰεὶ μογέοντι συνέσπεται, ἔκ τ’ ἀνιόντι βυσσόθεν, ἀχνυμένῃ τε καὶ αἰνότατον στεναχούσῃ εἰδομένη· φαίης κεν ὀδυρομένην ὁράασθαι μητέρα περθομένης πόλιος περὶ δυσμενέεσσι
555παίδων θ’ ἑλκομένων ὑπὸ ληΐδα δουρὸς ἀνάγκῃ· ὣς ἥ γ’ αἴν’ ἀχέουσα δαϊζομένῳ περὶ παιδί, ὥστ’ αὐτὴ μογέουσα καὶ οὐτηθεῖσα σιδήρῳ, δινεύει· τὸν δ’ ἄλλον ἑῆς ἀπὸ παῖδα κελεύθου στέλλει ἐπεμπίπτουσα καὶ ὀτρύνουσα διώκει·
560φεῦγε, τέκος· μέροπες γὰρ ἀνάρσιοι, οὐκέθ’ ἑταῖροι ἡμῖν, ἀλλὰ σίδηρον ἐφοπλίζουσι καὶ ἄγρην· ἤδη καὶ δελφῖσιν ἐπεντύνουσιν Ἄρηα, σπονδάς τ’ ἀθανάτων καὶ ὁμοφροσύνην ἀλιτόντες ἡμετέρην, τὴν πρόσθεν ἐπ’ ἀλλήλοις ἐθέμεσθα.
565τοῖα καὶ ἄφθογγός περ ὅμως τεκέεσσιν ἑοῖσι μυθεῖται· καὶ τὸν μὲν ἀπέτρεπε τῆλε φέβεσθαι, τῷ δ’ ἑτέρῳ κρυερῶς μεμογηότι συμμογέουσα αὐτῆς ἄγχ’ ἀκάτοιο συνέσπεται, οὐδ’ ἀπολείπει· οὐδέ τις ἱέμενός περ ἀποτρέψειε τεκοῦσαν
570οὔτε βαλὼν οὔτ’ ἄλλο φέρων δέος· ἀλλ’ ἅμα παιδὶ ἑλκομένῳ δύστηνος ἀνέλκεται, ὄφρα πελάσσῃ δυσμενέων ὑπὸ χεῖρας· ἀνάρσιοι, ἦ μέγ’ ἀλιτροὶ οἵδ’, οὔτ’ οἰκτείρουσιν ἀτυζομένην ὁρόωντες
οὔτε νόον γνάμπτουσι σιδήρεον, ἀλλὰ καὶ αὐτὴν504
575χαλκείαις ἀκίδεσσι καταΐγδην ἐλάσαντες παῖδά τε καὶ γενέτειραν ὁμῇ συναπέφθισαν ἄτῃ· ἔφθισαν οὐκ ἀέκουσαν, ἐπεὶ περὶ παιδὶ θανόντι μήτηρ καὶ φρονέουσα καὶ ἱεμένη δεδάϊκται. ὡς δ’ ὁπότ’ ὀρταλίχοισι χελιδόσι νηπιάχοισι
580νέρθεν ὑπὲξ ὀρόφοιο τυχὼν ὄφις ἄγχι πελάσσῃ, καὶ τοὺς μὲν κατέπεφνε καὶ ἔσπασεν ἔνδον ὀδόντων, μήτηρ δὲ πρῶτον μὲν ἀτυζομένη δεδόνηται λοίγια τετριγυῖα φόνου γόον· ἀλλ’ ὅτε παῖδας ἀθρήσῃ φθιμένους, ἣ δ’ οὐκέτι φύξιν ὀλέθρου
585δίζεται, ἀλλ’ αὐτῇσιν ὑπαὶ γενύεσσι δράκοντος εἱλεῖται, μέσφ’ ὄρνιν ἕλῃ παιδοκτόνος ἄτη· ὣς ἄρα καὶ δελφῖνι νέῳ συναπέφθιτο μήτηρ, χεῖρας ἐς ἰχθυβόλων αὐτάγρετος ἀντήσασα. Ἔθνεα δ’ ὀστρακόρινα, τά θ’ ἑρπύζουσι θαλάσσῃ,
590πάντα φάτις μήνης μὲν ἀεξομένης κατὰ κύκλον σαρκὶ περιπλήθειν καὶ πίονα ναιέμεν οἶκον· φθινούσης δ’ ἐξαῦτις ἀφαυροτέροις μελέεσσι ῥικνοῦσθαι· τοίη τις ἐνί σφισιν ἐστὶν ἀνάγκη. τῶν δὲ τὰ μὲν δύνοντες ὑπόβρυχα χερσὶ λέγονται
595ἀνέρες ἐκ ψαμάθοιο, τὰ δ’ ἐκ σπιλάδων ἐρύουσι νωλεμὲς ἐμπεφυῶτα, τὰ δ’ ᾐόσιν ἔπτυσαν αὐταῖς κύματα καὶ βόθροισι λαχαινομένης ψαμάθοιο. Πορφύραι αὖ πέρι δή τι μετ’ ὀστρείοισιν ἔασι λίχναι· τοίη δέ σφιν ἐτήτυμος ἵσταται ἄγρη.

5

(600)

κυρτίδες ἠβαιαὶ ταλάροις γεγάασιν ὁμοῖαι, πυκνῇσι σχοίνοισι τετυγμέναι· ἐν δ’ ἄρα τῇσι στρόμβους συγκέλσαντες ὁμοῦ χήμῃσι τίθενται· αἱ δ’ ὅταν ἐμπελάσωσι βορῆς μεθύουσαι ἔρωτι, γλῶσσαν ὑπὲκ θαλάμης δολιχὴν βάλον· ἡ δὲ τέτυκται506
605λεπτή τ’ ὀξείη τε, διὰ σχοίνων δ’ ἐτάνυσσαν φορβῆς ἱέμεναι, χαλεπῆς δ’ ἤντησαν ἐδωδῆς· γλῶσσα γὰρ ἐν σχοίνοισιν ἐρειδομένη πυκινῇσιν οἰδάνεται, στείνει δὲ λύγων βρόχος, οὐδ’ ἔτ’ ὀπίσσω ἀνδύνει μεμαυῖα, μένει δ’ ὀδύνῃσι ταθεῖσα,
610εἰσόκεν αὖ ἐρύσωσι περὶ γλώσσῃ μεμαυίας, πορφυρέοις κάλλιστον ὑφάσμασιν ἄνθος ἄγοντες. Σπογγοτόμων δ’ οὔ φημι κακώτερον ἄλλον ἄεθλον ἔμμεναι, οὐδ’ ἄνδρεσσιν ὀϊζυρώτερον ἔργον. οἱ δ’ ἤτοι πρῶτον μέν, ὅτ’ ἐς πόνον ὁπλίζωνται,
615βρώμῃ τ’ ἠδὲ ποτοῖσιν ἀφαυροτέροισι μέλονται, ὕπνῳ τ’ οὐχ ἁλιεῦσιν ἐοικότι μαλθάσσονται. ὡς δ’ ὅτ’ ἀνὴρ εὔγηρυν ἐφοπλίζητ’ ἐς ἀγῶνα, μολπῆς εὐφόρμιγγος ἔχων Φοιβήϊον εὖχος, πᾶσα δέ οἱ μέλεται κομιδή, πάντῃ δὲ φυλάσσει,
620πιαίνων ἐς ἄεθλα λιγυφθόγγου μέλος αὐδῆς, ὣς οἵ γ’ ἐνδυκέως κομιδὴν εὔφρουρον ἔχουσι, ὄφρα σφι πνοιή τε μένῃ ποτὶ βυσσὸν ἰοῦσιν
ἀσκηθής, προτέροιο δ’ ἀναψύξωσι πόνοιο. ἀλλ’ ὅτ’ ἀεθλεύωσι μέγαν πόνον ἐξανύοντες,508
625εὐχόμενοι μακάρεσσιν ἁλὸς μεδέουσι βαθείης ἀρῶνται κήτειον ἀλεξῆσαί σφισι πῆμα, μήτε τιν’ ἀντιάσαι λώβην ἁλός· ἢν δ’ ἐσίδωνται κάλλιχθυν, τότε δή σφι νόον μέγα θάρσος ἱκάνει· οὐ γάρ πω κείνῃσι νομαῖς ἔνι κῆτος ἄαπτον,
630οὐ δάκος, οὐδέ τι πῆμα θαλάσσιον ἄλλο φαάνθη, ἀλλ’ αἰεὶ καθαροῖσιν ἀπημάντοις τε πόροισι τέρπονται· τῷ καί μιν ἐφήμισαν ἱερὸν ἰχθύν. τῷ δ’ ἐπιγηθήσαντες ἐπισπεύδουσι πόνοισι. πείσματι μηκεδανῷ μεσάτης ὑπὲρ ἰξύος ἀνὴρ
635ἔζωσται, παλάμῃσι δ’ ἐν ἀμφοτέρῃσιν ἀείρει τῇ μὲν ἐριβριθῆ μολίβου χύσιν ἀμφιμεμαρπώς, δεξιτερῇ δ’ ἅρπην εὐήκεα χειρὶ τιταίνει· φρουρεῖ δ’ ἐν γενύεσσιν ὑπὸ στόμα λευκὸν ἄλειφαρ· στὰς δ’ ἄρ’ ὑπὲρ πρώρης ἐσκέψατο πόντιον οἶδμα
640ὁρμαίνων βριθύν τε πόνον καὶ ἀθέσφατον ὕδωρ. οἱ δέ μιν ὀτρύνουσιν ἐπισπέρχουσί τε μύθοις θαρσαλέοις ἐπὶ μόχθον, ἅτ’ ἐν νύσσῃ βεβαῶτα ἄνδρα ποδωκείης δεδαημένον· ἀλλ’ ὅτε θυμῷ θαρσήσῃ, δίναις μὲν ἐνήλατο, τὸν δὲ καθέλκει
645ἱέμενον πολιοῦ μολίβου βεβριθότος ὁρμή. αὐτὰρ ὅ γ’ ἐς βυσσὸν προμολὼν ἐξέπτυς’ ἀλοιφήν· ἡ δὲ μέγα στίλβει τε καὶ ὕδατι μίσγεται αὐγή, ὄρφνης ἠΰτε πυρσὸς ἀνὰ κνέφας ὄμμα φαείνων·
πέτραις δ’ ἐμπελάσας σπόγγους ἴδεν· οἱ δὲ φύονται510

5

(650)

ἐν νεάτοις πλαταμῶσιν, ἀρηρότες ἐν σπιλάδεσσι· καί σφισι καὶ πνοιὴν φάτις ἔμμεναι, οἷα καὶ ἄλλοις, ὅσσα πολυρραθάγοισιν ἐνὶ σπιλάδεσσι φύονται. αἶψα δ’ ἐπαΐξας δρεπάνῃ τάμε χειρὶ παχείῃ ὥστε τις ἀμητὴρ σπόγγων δέμας, οὐδέ τι μέλλει
655δηθύνων, σχοῖνον δὲ θοῶς κίνησεν, ἑταίροις σημαίνων κραιπνῶς μιν ἀνελκέμεν· αἷμα γὰρ ἐχθρὸν αὐτίκ’ ἀπὸ σπόγγων ῥαθαμίζεται, ἀμφὶ δ’ ἄρ’ ἀνδρὶ εἱλεῖται, πνοιῇ δὲ δυσαέϊ πολλάκι φῶτα ἔσβεσε μυκτήρεσσιν ἐνισχόμενος βαρὺς ἰχώρ.
660τοὔνεκα λαιψηρῶς ἀναδύεται ὥστε νόημα ἑλκόμενος· τὸν μέν τις ἰδὼν προφυγόντα θαλάσσης ἄμφω γηθήσειε καὶ οἰκτείρων ἀκάχοιτο· ὧδε γὰρ ἠπεδανοῖσι παριεμένου μελέεσσι δείματι καὶ καμάτῳ θυμαλγέϊ γυῖα λέλυνται.
665πολλάκι δ’ ἐχθίστης τε τυχὼν καὶ ἀπηνέος ἄγρης ἅλμενος ἐς πόντοιο βαθὺν πόρον οὐκέτ’ ἀνέσχε, δύσμορος, ἀντιάσας δυσδερκέϊ θηρὶ πελώρῳ· καί ῥ’ ὁ μὲν οἷς ἑτάροισιν ἐπισείων θαμὰ δεσμὸν
κέκλεται αὖ ἐρύειν, τὸ δέ οἱ δέμας ἡμιδάϊκτον512
670κητείη τε βίη καὶ ὁμόστολοι ἔσπασαν ἄνδρες, οἰκτρὸν ἰδεῖν, ἔτι νηὸς ἐφιέμενον καὶ ἑταίρων· οἱ δὲ θοῶς κεῖνόν τε πόρον καὶ λυγρὸν ἄεθλον ἀχνύμενοι λείπουσι καὶ ἐς χέρσον κατάγονται λείψανα δυστήνοιο περικλαίοντες ἑταίρου.
675 Τόσς’ ἐδάην, σκηπτοῦχε διοτρεφές, ἔργα θαλάσσης. σοὶ δ’ αἰεὶ νῆες μὲν ἀπήμονες ἰθύνοιντο, πεμπόμεναι λιαροῖσι καὶ ἰθυπόροισιν ἀήταις, αἰεὶ δ’ ἰχθυόεσσα περιπλήθοιτο θάλασσα, γαίης δ’ ἀστυφέλικτα Ποσειδάων ἐρύοιτο
680Ἀσφάλιος ῥιζοῦχα θεμείλια νέρθε φυλάσσων.514