TLG 0022 006 :: NICANDER :: Epigrammata NICANDER Epic., fiq Nicander Colophonius Hist.
fiq Nicander filius Damaei vel Anaxagorae vel Xenophanis Vita et Scholia: Cf. SCHOLIA IN NICANDRUM (5031) Epigrammata Dup. partim 0022 001 (p. 76, v. 741), 003 (pp. 162–164) Citation: Book — epigram — (line) | ||
7.435(p1) | ΝΙΚΑΝΔΡΟΥ | |
1 | Εὐπυλίδας, Ἐράτων, Χαῖρις, Λύκος, Ἆγις, Ἀλέξων, ἓξ Ἰφικρατίδα παῖδες, ἀπωλόμεθα Μεσσάνας ὑπὸ τεῖχος· ὁ δ’ ἕβδομος ἄμμε Γύλιππος ἐν πυρὶ θεὶς μεγάλαν ἦλθε φέρων σποδιάν, | |
---|---|---|
5 | Σπάρτᾳ μὲν μέγα κῦδος, Ἀλεξίππᾳ δὲ μέγ’ ἄχθος | |
ματρί· τὸ δ’ ἓν πάντων καὶ καλὸν ἐντάφιον. | ||
7.526(p1) | ΝΙΚΑΝΔΡΟΥ ΚΟΛΟΦΩΝΙΟΥ | |
1 | Ζεῦ πάτερ, Ὀθρυάδα τίνα φέρτερον ἔδρακες ἄλλον, ὃς μόνος ἐκ Θυρέας οὐκ ἐθέλησε μολεῖν πατρίδ’ ἐπὶ Σπάρταν, διὰ δὲ ξίφος ἤλασε πλευρᾶν δοῦλα καταγράψας σκῦλα κατ’ Ἰναχιδᾶν; | |
9503b(p1) | 〈ΝΙΚΑΝΔΡΟΥ〉 | |
1 | Ἵπποι γὰρ σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν. |