TLG 0022 003 :: NICANDER :: Fragmenta

NICANDER Epic., fiq Nicander Colophonius Hist. fiq Nicander filius Damaei vel Anaxagorae vel Xenophanis
(Colophonius: 3/2 B.C.)

Vita et Scholia: Cf. SCHOLIA IN NICANDRUM (5031)

Fragmenta

Source: Gow, A.S.F., Scholfield, A.F. (eds.), Nicander. The poems and poetical fragments. Cambridge: Cambridge University Press, 1953: 138–166.

  • Oetaica (frr. 16, 18): p. 138
  • Thebaica (fr. 19): p. 138
  • Sicelia (frr. 21–22): pp. 138–140
  • Europia (frr. 26–27): p. 140
  • Ophiaca (frr. 31–32): p. 142
  • Heteroeumena (frr. 43, 50, 59, 62): pp. 142–144
  • Georgica (frr. 68–76, 78–87, 90–91): pp. 144–160
  • Cynegetica (?) (frr. 98, 100): p. 162
  • Hymnus in Attalum (?) (fr. 104): p. 162
  • Epigrammata (frr. 105–107): pp. 162–164
  • Incertae sedis fragmenta (frr. 108–112): pp. 164–166

Citation: Fragment — (line)

Fr
.

16

πομπίλος ὃς ναύτῃσιν ἀδημονέουσι κελεύθους μηνύσαι φιλέρωσι καὶ ἄφθογγός περ ἀμύνων.
Fr
.

18

ὡς δ’ ὁπότ’ ἀμφ’ ἀγέλῃσι νεηγενέεσσιν ἰώπων ἠὲ φάγροι ἢ σκῶπες ἀρείονες ἠὲ καὶ ὀρφός.
Fr
.

19

τείχεά τε προλιπόντες ὑπὲρ Παμβωνίδας ὄχθας ἐσσύμενοι Μεγαρῆος ἐνευνάσσαντο δόμοισι.
Fr
.

21

καί τις καὶ Ζάγκλης ἐδάη δρεπανηίδος ἄστυ.138
Fr
.

22

ὄμβρῳ τε κρυμῷ τε, δέμας τότε δάμνατο μάλκῃ
Fr
.

26

καί τις Ἄθω τόσον ὕψος ἰδὼν Θρήικος ὑπ’ ἄστροις ἔκλυεν αὐδηθέντος ἀμετρήτῳ ὑπὸ λίμνῃ ὄσσαν· ἀπ’ οὖν χείρεσσι δύο ῥίπτεσκε βέλεμνα, ἠλιβάτου προθέλυμνα Καναστραίης πάρος ἀκτῆς.
Fr
.

27

τῷ μὲν ὑπὸ Ζωναῖον ὄρος δρύες ἀμφί τε φηγοί ῥιζόθι δινήθησαν ἀνέστησάν τε χορείην
οἷά τε παρθενικαί.140
Fr
.

31

οὐκ ἔχις οὐδὲ φάλαγγες ἀπεχθέες οὐδὲ βαθυπλήξ ἄλσεσιν ἐνζώει σκορπίος ἐν Κλαρίοις, Φοῖβος ἐπεί ῥ’ αὐλῶνα βαθὺν μελίῃσι καλύψας ποιηρὸν δάπεδον θῆκεν ἑκὰς δακετῶν.
Fr
.

32

ἔκλυον ὡς Λιβύης Ψύλλων γένος οὔτε τι θηρῶν αὐτοὶ κάμνουσιν μυδαλέῃσι τυπαῖς οὓς Σύρτις βόσκει θηροτρόφος, εὖ δὲ καὶ ἄλλοις ἀνδράσιν ἤμυναν τύμμασιν ἀχθομένοις
5οὐ ῥίζαις ἔρδοντες, ἑῶν δ’ ἀπὸ σύγχροα γυίων,
Fr
.

43

Ἀσπαλάθεια βοήροτος.142
Fr
.

50

αὐτίχ’ ὅγ’ ἢ Σιδόεντος ἠὲ Πλείστου ἀπὸ κήπων μῆλα ταμὼν χνοάοντα τύπους ἐνεμάσσετο Κάδμου.
Fr
.

59

ἢ σκάρον ἢ κίχλην πολυώνυμον.
Fr
.

62

ἔνθ’ Ἑκάβη Κισσηίς, ὅτ’ ἐν πυρὶ δέρκετο πάτρην καὶ πόσιν ἑλκηθεῖσα παρασπαίροντα θυηλαῖς, εἰς ἅλα ποσσὶν ὄρουσε καὶ ἣν ἠλλάξατο μορφήν γρήιον, Ὑρκανίδεσσιν ἐειδομένην σκυλάκεσσιν.
Fr
.

68

ἀλλ’ ὁπότ’ ἢ ἐρίφοιο νεοσφάγος ἠὲ καὶ ἀρνός ἢ αὐτοῦ ὄρνιθος ἐφοπλίζηαι ἐδωδήν,
χῖδρα μὲν ἐντρίψειας ὑποστρώσας ἐνὶ κοίλοις ἄγγεσιν, εὐώδει δὲ μιγῆ ἀνάφυρσον ἐλαίῳ,144
5ζωμὸν δὲ βρομέοντα †καταντλας† ...
5 ... πνῖγε δὲ πῶμα ἀμφιβαλών, φωκτὸν γὰρ ἀνοιδαίνει βαρὺ κρῖμνον· ἠρέμα δὲ χλιάον κοίλοις ἐκδαίνυσο μύστροις.
Fr
.

69

φηγοὶ Πανὸς ἄγαλμα,
Fr
.

70

γογγυλίδας σπείροις δὲ κυλινδρωτῆς ἐφ’ ἅλωος ὄφρ’ ἂν ἴσαι πλαθάνοισι χαμηλοτέροις θαλέθωσι· βουνιὰς † ἀλλ’ εἴσω ῥαφάνοις εἴσω λαθαρωκοί †. γογγυλίδος δισσὴ γὰρ ἰδ’ ἐκ ῥαφάνοιο γενέθλη
5μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι. καὶ τὰς μέν τ’ αὔηνον ἀποπλύνας βορέῃσι, προσφιλέας χειμῶνι καὶ οἰκουροῖσιν ἀεργοῖς· θερμοῖς δ’ ἰκμανθεῖσαι ἀναζώους’ ὑδάτεσσι. τμῆγε δὲ γογγυλίδος ῥίζας κατακαρφέα φλοιόν
10ἦκα καθηράμενος λεπτουργέας, ἠελίῳ δέ αὐήνας ἐπὶ τυτθόν, ὅτ’ ἐν ζεστῷ ἀποβάπτων ὕδατι, δριμείῃ πολέας ἐμβάπτισον ἅλμῃ·
ἄλλοτε δ’ αὖ λευκὸν γλεῦκος συστάμνισον ὄξει ἶσον ἴσῳ, τὰς δ’ ἐντὸς ἐπιστύψας ἁλὶ κρύψαις.146
15πολλάκι δ’ ἀσταφίδας προχέας τριπτῆρι λεήναις σπέρματά τ’ ἐνδάκνοντα σινήπυος. εἰν ἑνὶ δὲ τρύξ ὄξεος ἰκμάζουσα καὶ † ὠμοτέρην ἐπὶ κόρσην ὥριον ἁλμαίην ἄμυσαι κεχρηόσι δαίτης †
Fr
.

71

ἐν δέ τε καὶ μαράθου καυλὸς βαθύς, ἐν δέ τε ῥίζαι πετραίου, σὺν δ’ αὐτὸς ἐπαυχμήεις σταφυλῖνος, σμυρνεῖον σόγκος τε κυνόγλωσσός τε σέρις τε· σὺν καὶ ἄρου δριμεῖα καταψήχοιο πέτηλα
5ἠδ’ ὅπερ ὄρνιθος κλέεται γάλα.
Fr
.

72

αὐτὰς μὴν σικύας τμήγων ἀνὰ κλώσμασι πείραις ἠέρι δὲ ξήρανον· ἐπεγκρεμάσαιο δὲ καπνῷ, χείμασιν ὄφρ’ ἂν δμῶες ἅλις περιχανδέα χύτρον πλήσαντες ῥοφέωσιν ἀεργέες, † ἔνθα τε μέτρια †
5ὄσπρια πανσπερμηδὸν ἐπεγχεύῃσιν ἀλετρίς. τῇ ἔνι μὲν σικύης ὅρμους βάλον ἐκπλύναντες, ἐν δὲ μύκην σειράς τε πάλαι λαχάνοισι πλακείσας
αὐοτέροις † καυλοῖς τε μιγήμεναι εὐφαοριζη †.148
Fr
.

73

καί τε σύ γε θρέψαιο Δρακοντιάδας διτοκεύσας ἢ Σικελὰς μεγάροισι πελειάδας· οὐδέ φιν ἅρπαι οὐδ’ ὄφις ὀστρακέοις λωβήσιμοι ἐξενέπονται.
Fr
.

74

ἀλλὰ τὰ μὲν σπείροις τε καὶ ὅσς’ ὡραῖα φυτεύοις ἄνθε’ Ἰαονίηθε. γένη γε μὲν ἰάσι δισσά, ὠχρόν τε χρυσῷ τε φυὴν εἰς ὦπα προσεικές, ἅσσα τ’ Ἰωνιάδες Νύμφαι στέφος ἁγνὸν Ἴωνι
5Πισαίοις ποθέσασαι ἐνὶ κλήροισιν ὄρεξαν. ἤνυσε γὰρ χλούνηνδε μετεσσύμενος σκυλάκεσσιν, Ἀλφειῷ καὶ λύθρον ἑῶν ἐπλύνατο γυίων ἑσπέριος, Νύμφῃσιν Ἰαονίδεσσι νυχεύσων. αὐτὰρ ἀκανθοβόλοιο ῥόδου κατατέμνεο βλάστας
10τάφροις τ’ ἐμπήξειας, ὅσον διπάλαιστα τελέσκων— πρῶτα μὲν Ὠδονίηθε Μίδης ἅπερ Ἀσίδος ἀρχήν λείπων ἐν κλήροισιν ἀνέτρεφεν Ἠμαθίοισιν αἰὲν ἐς ἑξήκοντα πέριξ κομόωντα πετήλοις· δεύτερα Νισαίης Μεγαρηίδος· οὐδὲ Φάσηλις
15οὐδ’ αὐτὴ Λεύκοφρυν ἀγασσαμένη ἐπιμεμφής, Ληθαίου Μάγνητος ἐφ’ ὕδασιν εὐθαλέουσα. κισσοῦ δ’ ἄλλοτε κλῶνας ἐυρρίζου καπέτοισι,
πολλάκι δὲ στέφος αὐτὸ κορυμβήλοιο φυτεύσαις Θράσκιον ἢ ἀργωπὸν ἠὲ κλαδέεσσι πλανήτην·150
20βλαστοδρεπῆ δ’ ἐχυροῖο, καὶ εἰς μίαν ὄρσεο κόρσην σπεῖραν ὑπὸ σπυρίδεσσι νεοπλέκτοισι καθάπτων ὄφρα δύο κροκόωντες ἐπιζυγέοντε κόρυμβοι μέσφα συνωρίζωσιν ὑπερφιάλοιο μετώπου χλωροῖς ἀμφοτέρωθεν ἐπηρεφέες πετάλοισιν.
25σπέρματι μὴν κάλυκες κεφαληγόνοι ἀντέλλουσιν, ἀργήεις πετάλοισι κρόκῳ μέσα χροιισθεῖσαι, ἃ κρίνα λείρια δ’ ἄλλοι ἐπιφθέγγονται ἀοιδῶν, οἱ δὲ καὶ ἀμβροσίην, πολέες δέ τε χάρμ’ Ἀφροδίτης· ἤρισε γὰρ χροιῇ· τὸ δέ που ἐπὶ μέσσον ὄνειδος
30ὅπλον βρωμήταο διεκτέλλον πεφάτισται. ἶρις δ’ ἐν ῥίζῃσιν ἀγαλλιὰς ἥ θ’ ὑακίνθῳ αἰαστῇ προσέοικε χελιδονίοισι δὲ τέλλει ἄνθεσιν ἰσοδρομεῦσα χελιδόσιν, αἵ τ’ ἀνὰ κόλπῳ φυλλάδα νηλείην ἐκχεύετον, ἀρτίγονοι δέ
35εἴδοντ’ ἠμύουσαι ἀεὶ κάλυκες στομίοισιν· σὺν καὶ ἅπερ τ’ ὀξεῖα χρόῃ, λυχνὶς ἠδὲ θρυαλλίς, οὐδὲ μὲν ἀνθεμίδων κενεὴ γηρύσεται ἀκμή οὐδὲ βοάνθεμα κεῖνα τά τ’ αἰπύτατον κάρη ὑψοῖ, φλόξ τε θεοῦ αὐγῇσιν ἀνερχομέναις ἰσάουσα.
40ἕρπυλλον δὲ † φριαλευσοτεν βώλοισι † φυτεύσεις, ὄφρα κλάδοις μακροῖσιν ἐφερπύζων διάηται ἠὲ κατακρεμάῃσιν ἐφιμείρων ποτὰ νυμφέων. καὶ δ’ αὐτῆς μήκωνος ...
43 ... ἀπὸ πλαταγώνια βάλλοις, ἄβρωτον κώδειαν ὄφρα κνώπεσσι φυλάξῃ·
45φυλλάσιν ἦ γὰρ πάντα διοιγομένῃσιν ἐφίζει ἑρπετά, τὴν δὲ δρόσοισιν ἐισκομένην βοτέονται
κώδειαν καρποῖο μελιχροτέρου πλήθουσαν. θρίων δ’ οἰχομένων ῥέα μὲν φλόγες, ἄλλοτε ῥιπαί πῆξαν σάρκα τυπῇσι· τὰ δ’ οὐ βάσιν ἐστήριξαν152
Fr
.

74

(50)

† οὔτε τι παι † βρώμην ποτιδεγμένα· πολλάκι δ’ ἴχνη στιφροῖς ὠλίσθηναν ἐνιχρίμψαντα καρείοις.
51. . . . . . . . ἁδρύνει δὲ βλαστὰ βαθεῖ’ ἐν τεύχεϊ κόπρος σαμψύχου λιβάνου τε νέας κλάδας ἠδ’ ὅσα κῆποι ἀνδράσιν ἐργοπόνοις στεφάνους ἔπι πορσαίνουσιν
54. . . . . . . . .
55ἦ γὰρ καὶ λεπταὶ πτερίδες καὶ παιδὸς ἔρωτες λεύκῃ ἰσαιόμενοι, ἐν καὶ κρόκος εἴαρι μύων, κύπρος τ’ ὀσμηρόν τε σισύμβριον ὅσσα τε κοίλοις ἄσπορα ναιομένοισι τόποις ἀνεθρέψατο λειμών κάλλεα, βούφθαλμόν τε καὶ εὐῶδες Διὸς ἄνθος,
60χάλκας, σὺν δ’ ὑάκινθον ἰωνιάδας τε χαμηλάς ὀρφνοτέρας, ἃς στύξε μετ’ ἄνθεσι Περσεφόνεια. σὺν δὲ καὶ ὑψῆέν τε πανόσμεον, ὅσσα τε τύμβοι φάσγανα παρθενικαῖς νεοδουπέσιν ἀμφιχέονται, αὐτάς τ’ ἠιθέας ἀνεμωνίδες ἀστράπτουσαι
65τηλόθεν ὀξυτέρῃσιν ἐφελκόμεναι χροιῇσι. πᾶς δέ τις ἢ ἑλένειον ἢ ἀστέρα φωτίζοντα δρέψας εἰνοδίοισι θεῶν παρακάββαλε σηκοῖς ἢ αὐτοῖς βρετάεσσιν, ὅτε πρώτιστον ἴδωνται· πολλάκι θερμία καλά, τοτὲ χρυσανθὲς ἀμέργων
70λείριά τε στήλῃσιν ἐπιφθίνοντα καμόντων καὶ γεραὸν πώγωνα καὶ ἐντραπέας κυκλαμίνους
σαύρην θ’ ἣ χθονίου πέφαται στέφος Ἡγεσιλάου.154
Fr
.

75

καὶ μορέης, ἣ παισὶ πέλει μείλιγμα νέοισι πρῶτον ἀπαγγέλλουσα βροτοῖς ἡδεῖαν ὀπώρην.
Fr
.

76

λόπιμον κάρυόν τε Εὐβοέες, βάλανον δὲ μετεξέτεροι καλέσαντο,
Fr
.

78

ἐχθρὰ δ’ ἐλαίης ῥοιῆς τε πρίνου τε δρυός τ’ ἀπὸ πήματα κεῖται
2. . . . . . . . . οἰδαλέων σύγκολλα βάρη πνιγόεντα μυκήτων. συκέης ὁπότε στέλεχος βαθὺ κόπρῳ
5κακκρύψας ὑδάτεσσιν ἀειναέεσσι νοτίζοις, φύσονται πυθμέσσιν ἀκήριοι· ὧν σὺ μύκητα θρεπτὸν μή τι χαμηλὸν ἀπὸ ῥίζης προτάμοιο.
Fr
.

79

καί τε μύκητας ἀμανίτας τότ’ ἐφεύσεις156
Fr
.

80

σὺν καὶ φοίνικος παραφυάδας ἐκκόπτοντες ἐγκέφαλον φορέουσι νέοις ἀσπαστὸν ἔδεσμα.
Fr
.

81

σπείρειας κυάμων Αἰγύπτιον, ὄφρα θερείης ἀνθέων μὲν στεφάνους ἀνύσῃς τὰ δὲ πεπτηῶτα ἀκμαίου καρποῖο κιβώρια δαινυμένοισιν ἐς χέρας ἠιθέοισι πάλαι ποθέουσιν ὀρέξῃς.
5ῥίζας δ’ ἐν θοίνῃσιν ἀφεψήσας προτίθημι.
Fr
.

82

κυάμου λέψας κολοκάσιον ἐντμήξας τε.
Fr
.

83

ἠὲ καὶ ὄστρεα τόσσα βυθοὺς ἅ τε βόσκεται ἅλμης, νηρῖται στρόμβοι τε πελωριάδες τε μύες τε, γλίσχρ’ ἁλοσύδνης τέκνα, καὶ αὐτῆς φωλεὰ πίνης.
Fr
.

84

κάρδαμ’ ἀνάρρινόν τε μελάμφυλλόν τε σίνηπυ.158
Fr
.

85

λείη μὲν κράμβη, ὁτὲ δ’ ἀγριὰς ἐμπίπτουσα σπειρομέναις πολύφυλλος ἐνηβήσαι πρασιῇσιν ἢ οὔλη † καὶ τύριος ὁθἀμνιτις † πετάλοισιν ἢ ἐπιφοινίσσουσα καὶ αὐχμηρῇσιν ὁμοίη
5βατραχέη Κύμη τε κακόχροος ἣ μὲν ἔοικε πέλμασιν οἷσι πέδιλα παλίμβολα κασσύουσιν, ἣν μάντιν λαχάνοισι παλαιόγονοι ἐνέπουσιν.
Fr
.

86

Οἰνεὺς δ’ ἐν κοίλοισιν ἀποθλίψας δεπάεσσιν οἶνον ἔκλησε.
Fr
.

87

μῆλον ὃ κόκκυγος καλέουσι.
Fr
.

90

βουκαῖοι ζεύγεσσιν ἀμορβεύουσιν ὀρήων.
Fr
.

91

ὄμφακες ἡνίκα χεῖλος ἐπιστύφουσι ποθεῖσαι.160
Fr
.

98

Ἄρτεμις εὐρίνων ἑσμὸν ἄγει 〈σκυλάκων〉.
Fr
.

100

ἐπιλίζοντας ὀιστούς
Fr
.

104

Τευθρανίδης, ὦ κλῆρον ἀεὶ πατρώιον ἴσχων, κέκλυθι μηδ’ ἄμνηστον ἀπ’ οὔατος ὕμνον ἐρύξῃς, Ἄτταλ’, ἐπεί σεο ῥίζαν ἐπέκλυον Ἡρακλῆος ἐξέτι Λυσιδίκης τε περίφρονος, ἣν Πελοπηίς
5Ἱπποδάμη ἐφύτευσεν ὅτ’ Ἀπίδος ἤρατο τιμήν.
Fr
.

105

Εὐπυλίδας, Ἐράτων, Χαῖρις, Λύκος, Ἆγις, Ἀλέξων, ἓξ Ἰφικρατίδα παῖδες, ἀπωλόμεθα Μεσσάνας ὑπὸ τεῖχος· ὁ δ’ ἕβδομος ἄμμε Γύλιππος ἐν πυρὶ θεὶς μεγάλαν ἦλθε φέρων σποδιάν,
5Σπάρτᾳ μὲν μέγα κῦδος, Ἀλεξίππᾳ δὲ μέγ’ ἄχθος
ματρί· τὸ δ’ ἓν πάντων καὶ καλὸν ἐντάφιον.162
Fr
.

106

Ζεῦ πάτερ, Ὀθρυάδα τίνα φέρτερον ἔδρακες ἄλλον ὃς μόνος ἐκ Θυρέας οὐκ ἐθέλησε μολεῖν πατρίδ’ ἐπὶ Σπάρταν, διὰ δὲ ξίφος ἤλασε πλευρᾶν ‘δοῦλα‘ καταγράψας ‘σκῦλα κατ’ Ἰναχιδᾶν‘;
Fr
.

107

Οὐδεὶς τὴν ἰδίην συνεχῶς, Χαρίδημε, γυναῖκα κινεῖν ἐκ ψυχῆς τερπόμενος δύναται· οὕτως ἡ φύσις ἐστὶ φιλόκνισος † ἀλλότριος χρώς † καὶ ζητεῖ διόλου τὴν ξενοκυσθαπάτην.
Fr
.

108

ἠρία τ’ εἰς Ἀίδαο κατοιχομένου Κορύθοιο ὅν τε καὶ ἁρπακτοῖσιν ὑποδμηθεῖς’ ὑμεναίοις Τυνδαρὶς αἴν’ ἀχέουσα κακὸν γόνον ἤρατο βούτεω.
Fr
.

109

δι’ αἰπεινήν τε κολώνην Οἰωνοῦ Ῥύπης 〈τε〉 πάγον κατ’ Ὀανθίδα λίμνην
στείχοντες Ναύπακτον ἐς Ἀμφιδύμην τ’ ἐπέλαζον.164
Fr
.

110

αἰνήσεις υἱῆα πολυμνήστοιο Δαμαίου.
Fr
.

111

ἐυκτιμένην Μαραθῶνα.
Fr
.

112

†αἰγίνεον† Εὐρύβατον πανουργότατον.166