TLG 0019 014 :: ARISTOPHANES :: Fragmenta ARISTOPHANES Comic. Scholia: Cf. SCHOLIA IN ARISTOPHANEM (5014) Fragmenta Citation: Play — fragment — (line) | ||||
Aiot | ΑΙΟΛΟΣΙΚΩΝ. | 940 | ||
Aio2 | Ἀλλ’ ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω Ἁπαξάπανθ’ ὅς’ ἂν κελεύῃς, ὦ γύναι. | |||
Aio3 | Ὅπερ δὲ λοιπὸν μόνον ἔτ’ ἦν ἐν τῇ γνάθῳ | |||
Διώβολον, γεγένητ’ ἐμοὶ δικόλλυβον. | 944 | |||
Aio4 | Δοῖδυξ, θυΐα, τυρόκνηστις, ἐσχάρα. | |||
Aio5 | Καὶ μὴν τὸ δεῖν’, ἀκροκώλια δή σοι τέτταρα ἥψησα τακερά. | |||
Aio6 | Τῶν δὲ γηθύων | |||
ῥίζας, ἐχούσας σκοροδομίμητον φύσιν. | 945 | |||
Aio7 | Ἥκω Θεαρίωνος ἀρτοπώλιον | |||
λιπών, ἵν’ ἐστὶ κριβάνων ἑδώλια. | 946 | |||
Aio8 | Καί κ’ ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο. | |||
Aio9 | Κοιτὼν ἁπάσαις εἷς, πύελος δὲ μί’ ἀρκέσει. | |||
Aio10 | Καὶ διαστίλβονθ’ ὁρῶμεν ὥσπερ ἐν καινῷ λυχνούχῳ | |||
πάντα τῆς ἐξωμίδος. | 947 | |||
Aio11 | Α. | Οὐκ ἐτός, ὦ γυναῖκες, πᾶσι κακοῖσιν ἡμᾶς φλῶσιν ἑκάστοτ’ ἄνδρες; | ||
Β. | Δεινὰ γὰρ ἔργα δρῶσαι | |||
5 | λαμβανόμεσθ’ ὑπ’ αὐτῶν. | |||
---|---|---|---|---|
Aio12 | Καὶ δι’ ὀπῆς κἀπὶ τέγους. | 948 | ||
Ampht | ΑΜΦΙΑΡΑΟΣ. | 949 | ||
Amph1 | Α. | Γύναι τί τὸ ψοφῆσάν ἐσθ’; ἁλεκτρυὼν | Β. | |
τὴν κύλικα καταβέβληκεν. Οἰμώζουσά γε. | Α. | |||
Amph2 | Ἔπειτ’ ἔρειξον ἐπιβαλοῦς’ ὁμοῦ πίσοις. | |||
Amph3 | Ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς. | 953 | ||
Amph4 | Πόθεν ἂν λάβοιμι βύσμα τῷ πρωκτῷ φλέων; | |||
Amph5 | Λαμπτρεὺς ἔγωγε τῶν κάτω. | |||
Amph6 | Νόσῳ βιασθεὶς ἢ φίλων ἀχηνίᾳ; | |||
Amph7 | Ἀλλ’ ὦ θύγατερ, ἔλεξ’ Ἰασοῖ πρευμενής. | 954 | ||
Amph8 | Ὀσφὺν δ’ ἐξ ἄκρων διακίγκλισον ἠΰτε κίγκλος | |||
ἀνδρὸς πρεσβύτου· τελέειν δ’ ἀγαθὴν ἐπαοιδήν. | 955 | |||
Amph11 | Καὶ τοὺς μὲν ὄφεις, οὓς ἐπιπέμπεις, ἐν κίστῃ που κατασήμηναι | |||
καὶ παῦσαι φαρμακοπωλῶν. | 956 | |||
Amph14 | Καὶ νὴ Δί’ ἐκ τοῦ δωματίου γε νῷν φέρε κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν. | |||
Amph15 | Ταυτὶ τὰ κρέ’ αὐτῷ παρὰ γυναικός του φέρω. | 957 | ||
Amph17 | Ὦ μιαρὲ καὶ Φρυνῶνδα καὶ πονηρὲ σύ. | |||
Amph18 | Οἶδα μὲν ἀρχαῖόν τι δρῶν κοὐχὶ λέληθ’ ἐμαυτόν. | |||
Amph19 | Ἀφ’ οὗ κωμῳδικὸν μορμολυκεῖον ἔγνων. | 958 | ||
Anat | ΑΝΑΓΥΡΟΣ. | 959 | ||
Ana1-2 | Μὴ κλᾶ’. ἐγώ σοι βουκέφαλον ὠνήσομαι. Ψῆχ’ ἠρέμα τὸν βουκέφαλον καὶ κοππατίαν. | |||
Ana3 | Α.Β. | Ὡς δ’ ὀρθοπλήξ. πέφυκε γὰρ δυσγάργαλις. | ||
Ana7 | Πρὸς θεῶν, ἔραμαι τέττιγα φαγεῖν καὶ κερκώπην θηρευσαμένη | |||
καλάμῳ λεπτῷ. | 961 | |||
Ana8 | Οὐχ ἑψητῶν λοπάς ἐστιν. | |||
Ana9 | Εἰ μὴ παραμυθεῖ μ’ ὀψαρίοις ἑκάστοτε. | |||
Ana10 | Πλὴν ἀλεύρου καὶ ῥόας. | |||
Ana11 | Καὶ μὴν χθές γ’ ἦν Πέρδιξ χωλός. | 962 | ||
Ana13 | Καὶ ξυννένοφε καὶ χειμέρια βροντᾷ μάλ’ αὖ. | |||
Ana14 | Ὅρμου παρόντος τὴν ἀτραπὸν κατερρύην. | |||
Ana15 | Ἐν τῷ στόματι τριημιωβόλιον ἔχων. | 963 | ||
Ana16 | Α. | Τοῦτ’ αὐτὸ πράττω, δύ’ ὀβολὼ καὶ σύμβολον | ||
ὑπὸ τῷ ’πικλίντρῳ. Μῶν τις αὔτ’ ἀνείλετο; | Β. | |||
Ana17 | Καὶ μὴν σκάφη ’σθ’, ὡς ἄν τι ᾖ σπονδεῖον, ᾧ ’νεμοῦμεν. | |||
Ana18 | Ἐκ δὲ τῆς ἐμῆς χλανίδος τρεῖς ἁπληγίδας ποιῶν. | 964 | ||
Ana19 | Ἀλλὰ πάντας χρὴ παραλοῦσθαι, καὶ τοὺς σπόγγους ἐᾶν. | 965 | ||
Babt | ΒΑΒΥΛΩΝΙΟΙ. | 966 | ||
Bab1 | Ὦ Ζεῦ, τὸ χρῆμα τῆς νεολαίας ὡς καλόν. | |||
Bab2 | Σαμίων ὁ δῆμός ἐστιν· ὡς πολυγράμματος. | 972 | ||
Bab4-6 | Ἀνὴρ πεδήτης ἰτέαν ἐνημμένος. | |||
Bab7 | Ἦ που κατὰ στοίχους κεκράξονταί τι βαρβαριστί. | 974 | ||
Bab8 | Ἵστασθ’ ἐφεξῆς πάντες ἐπὶ τρεῖς ἀσπίδας. | |||
Bab9-10 | Κατάγου ῥοθιάζων. ναῦς ὅταν ἐκ πιτύλων ῥοθιάζῃ σώφρονι κόσμῳ. | |||
Bab11 | Εὖ γ’ ἐξεκολύμβης’ οὑπιβάτης, ὡς ἐξοίσων ἐπίγειον. | 975 | ||
Bab15 | Ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα | |||
ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων. | 976 | |||
Bab15a | Ἀνήρ τις ἡμῖν ἐστιν ἐγκινούμενος. | 977 | ||
Bab18 | Δεῖ διακοσίων δραχμῶν. | Α. | ||
Β. | Πόθεν οὖν γένοιντ’ ἄν; Τὸν κότυλον τοῦτον φέρε. | Α. | ||
Bab19-20 | Πόσους ἔχει στρωτῆρας ἁνδρὼν οὑτοσί; | |||
Ὡς εὖ καλυμματίοις τὸν οἶκον ἤρεφεν. | 979 | |||
Bab21 | Μέσην ἔρειδε πρὸς τὸ σιμόν. | |||
Bab22 | Ἐννεύει με φεύγειν οἴκαδε. | |||
Bab23 | Εἰς ἄχυρα καὶ χνοῦν. | 980 | ||
Bab26 | Ἢ δῶρ’ αἰτῶν ἀρχὴν πολέμου μετὰ Πεισάνδρου πορίσειεν. | 981 | ||
Bab27 | Ἢ βοιδαρίων τις ἀπέκτεινε ζεῦγος χολίκων ἐπιθυμῶν. | 982 | ||
Geot | ΓΕΩΡΓΟΙ. | 983 | ||
Geo1 | Α. | Ἐθέλω γεωργεῖν. εἶτα τίς με κωλύει; | ||
Β.Α. | ἡμεῖς. ἐπεὶ δίδωμι χιλίας δραχμάς, | |||
ἐάν με τῶν ἀρχῶν ἀφῆτε. δεχόμεθα· | Β. | |||
δισχίλιαι γάρ εἰσι σὺν ταῖς Νικίου. | 985 | |||
Geo2 | Συκᾶς φυτεύω πάντα πλὴν Λακωνικῆς. τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν. | |||
οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα. | 986 | |||
Geo7 | Τί δῆτα τούτων τῶν κακῶν, ὦ παῖ, γλίχει; | |||
Geo8 | Εἰρήνη βαθύπλουτε καὶ ζευγάριον βοεικόν, εἰ γὰρ ἐμοὶ παυσαμένῳ τοῦ πολέμου γένοιτο σκάψαι κἀποκλάσαι τε καὶ λουσαμένῳ διελκύσαι | |||
τῆς τρυγὸς ἄρτον λιπαρὸν καὶ ῥάφανον φέροντι. | 987 | |||
Geo9 | Α. | Ὅ του δοκεῖ σοι δεῖν μάλιστα τῇ πόλει; | ||
Β. | Ἐμοὶ μὲν αἵνειν μολγόν· οὐκ ἀκήκοας; | 988 | ||
Geo10 | Εἶτ’ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν. | |||
Geo11 | Ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται. | 989 | ||
Geo12 | Εἴ γ’ ἐγκιλικίσαιμ’, ἐξολοίμην, φαθὶ λέγων. | |||
Geo13-14 | Ὦ πόλι φίλη Κέκροπος, αὐτοφυὲς Ἀττική, χαῖρε λιπαρὸν δάπεδον, οὖθαρ ἀγαθῆς χθονός. Ἐν ἀγορᾷ δ’ αὖ πλάτανον εὖ διαφυτεύσομεν. | |||
Geo15 | Ἐξ ἄστεως νῦν εἰς ἀγρὸν χωρῶμεν· ὡς πάλαι δή | |||
ἡμᾶς ἔδει τῷ χαλκίῳ λελουμένους σχολάζειν. | 990 | |||
Geo16 | Λάχητας, Μεγακλέας καὶ Λαμάχους. | 991 | ||
Gerat | ΓΗΡΑΣ. | 994 | ||
Gera1 | Ὀφθαλμιάσας πέρυσιν εἶτ’ ἔσχον κακῶς, | |||
ἔπειθ’ ὑπαλειφόμενος παρ’ ἰατρῷ. | 995 | |||
Gera2 | Α. | Τουτὶ τί ἦν τὸ πρᾶγμα; Θερμούς, ὦ τέκνον. | Β. | |
Α. | Ἀλλ’ ἦ παραφρονεῖς; Κριβανίτας, ὦ τέκνον. | Β. | ||
Gera3 | Ὁ δὲ μεθύων ἤμει παρὰ τοὺς ἀρχηγέτας. | |||
Gera4 | Ἐπὶ τοῦ περιδρόμου στᾶσα τῆς συνοικίας. | 996 | ||
Gera5 | Ὦ πρεσβῦτα πότερα φιλεῖς τὰς δρυπετεῖς ἑταίρας ἢ σὺ τὰς ὑποπαρθένους, ἁλμάδας ὡς ἐλάας, στιφράς; | |||
Gera6 | Λόρδου κιγκλοβάταν ῥυθμόν. | |||
Gera7 | Ἀποπλευστέ’ οὖν ἐπὶ τὸν νυμφίον, ᾧ γαμοῦμαι τήμερον. | |||
Gera8 | Ἔδει δέ γέ ς’ ἐκβληθεῖσαν εἰς Ἁλμυρίδας | |||
γυναικὶ τῃδὶ μὴ παρέχειν σε πράγματα. | 997 | |||
Gera9 | Α.Β. | Σὺ δ’ οὐκ ἐγήμω; Νὴ Δί’, ὀλίγας ἡμέρας. | 998 | |
Gera10-12 | Πτωχικοῦ βακτηρίου. Βακτηρία δὲ Περσὶς ἀντὶ καμπύλης. | |||
Gera13 | Κοπίδι τῶν μαγειρικῶν. | |||
Gera14 | Ἐγὼ δ’ ἀπολοπίζειν τε κᾆτ’ ἐπ’ ἀνθράκων. | 999 | ||
Gera15 | Ὑδρίαν δανείζειν πεντέχουν ἢ μείζονα. | |||
Gera16 | Ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη. | |||
Gera17 | Ὀξωτά, σιλφιωτά, βολβός, τεύτλιον, ὑπότριμμα, θρῖον, ἐγκέφαλον, ὀρίγανον, | |||
καταπυγοσύνη ταῦτ’ ἐστὶ πρὸς κρέας μέγα. | 1000 | |||
Gera18 | Α. | Τίς ἂν φράσειε ποῦ ’στι τὸ Διονύσιον; | ||
Β. | ὅπου τὰ μορμολυκεῖα προσκρεμάννυται. | 1001 | ||
Gera19 | Εἰ παιδαρίοις ἀκολουθεῖν δεῖ σφαῖραν καὶ στλεγγίδ’ | |||
1 | ἔχοντα. | 1002 | ||
Geryt | ΓΗΡΥΤΑΔΗΣ. | 1004 | ||
Gery1-2 | Α. | Καὶ τίς νεκρῶν κευθμῶνα καὶ σκότου πύλας | ||
Β. | ἔτλη κατελθεῖν; ἕν’ ἀφ’ ἑκάστης τῆς τέχνης εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας, οὓς ᾖσμεν ὄντας ᾁδοφοίτας καὶ θαμὰ | |||
5 | ἐκεῖσε φιλοχωροῦντας. εἰσὶ γάρ τινες | Α. | ||
ἄνδρες παρ’ ὑμῖν ᾁδοφοῖται; νὴ Δία | Β. | |||
Α. | μάλιστά γ’. ὥσπερ Θρᾳκοφοῖται; πάντ’ ἔχεις. | Β. | ||
Α. | καὶ τίνες ἂν εἶεν; πρῶτα μὲν Σαννυρίων ἀπὸ τῶν τρυγῳδῶν, ἀπὸ δὲ τῶν τραγικῶν χορῶν | Β. | ||
10 | Μέλητος, ἀπὸ δὲ τῶν κυκλίων Κινησίας. | |||
10 | * * * * | |||
Α. | Ὡς σφόδρ’ ἐπὶ λεπτῶν ἐλπίδων ὠχεῖσθ’ ἄρα. τούτους γὰρ ἢν πολλῷ ξυνέλθῃ ξυλλαβὼν | |||
ὁ τῆς διαρροίας ποταμὸς οἰχήσεται. | 1005 | |||
Gery3 | Τὴν μάλθαν ἐκ τῶν γραμματείων ἤσθιον. | |||
Gery4 | Ἆρ’ ἔνδον ἀνδρῶν κεστρέων ἀποικία; | |||
ὡς μὲν γάρ εἰσι νήστιδες, γιγνώσκεται. | 1007 | |||
Gery5 | Πόλος τόδ’ ἐστίν; εἶτα πόστην ἥλιος τέτραπται; | |||
Gery6 | Ἀκροκώλι’, ἄρτοι, κάραβοι, βολβοί, φακῆ. | |||
Gery7 | Πτισάνην διδάσκεις αὐτὸν ἕψειν ἢ φακῆν; | |||
Gery8 | Θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν. | 1008 | ||
Gery9 | Α. | Καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ’ ἂν ῥήματα; | ||
Β. | εἰς ὄξος ἐμβαπτόμενος ἢ ξηροὺς ἅλας. | |||
Gery10 | Ἐν τοῖσι συνδείπνοις ἐπαινῶν Αἰσχύλον. | |||
Gery11 | Ἥκω Θεαρίωνος ἀρτοπώλιον | |||
λιπών, ἵν’ ἐστὶ κριβάνων ἑδώλια. | 1009 | |||
Gery14 | Χαριεντίζει καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει. | 1010 | ||
Gery15 | Ψίθυρός τε καλοῦ καὶ ψωμοκόλαξ. | |||
Gery16 | Τότε μὲν (Διόνυσέ) σου κατεκοττάβιζον (ἄν), νυνὶ δέ σου κατεμοῦσι, τάχα δ’ εὖ οἶδ’ ὅτι καὶ καταχέσονται. | |||
Gery17 | Φήμαις οὖν ἐγὼ βροτῶν ἅπαντας ἐκλαπῆναι. | 1011 | ||
Daidt | ΔΑΙΔΑΛΟΣ. | 1014 | ||
Daid1 | Εἰ δή τις ὑμῶν εἶδεν Εὐρύβατον Δία. | 1015 | ||
Daid3 | Πάσαις γυναιξὶν ἐξ ἑνός γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος. | |||
Daid4-5 | Ὠιὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών. Ἓν ἴστε· πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ | |||
ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις. | 1016 | |||
Daid6-8 | Καὶ ταῦτ’ ἔχοντα πουλύπους καὶ σηπίας Τὸν πουλύπουν μοὔθηκε. | |||
Πληγαὶ λέγονται πουλύπου πιλουμένου. | 1018 | |||
Daid9 | Ὁ μηχανοποιός, ὁπότε βούλει τὸν τροχὸν ἐλᾶν ἀνεκάς, λέγε, χαῖρε φέγγος ἡλίου. | |||
Daid10 | Περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος | |||
νῦν ἐστι; περὶ ὄνου σκιᾶς. | 1019 | |||
Daitt | ΔΑΙΤΑΛΕΙΣ. | 1020 | ||
Dait1 | Καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα. | 1026 | ||
Dait2 | Ἐγὼ δ’ ἰὼν πέψω πλακοῦντ’ ἐς ἑσπέραν χαρίσιον. | |||
Dait3 | Φέρ’ ἴδω, τί σοι δῶ τῶν μύρων; ψάγδαν φιλεῖς; | |||
Dait4-5 | Τῆς μυρηρᾶς ληκύθου | |||
πρὶν κατελάσαι τὴν σπαθίδα, γεύσασθαι μύρου. | 1027 | |||
Dait6 | Ταχύ νυν ποτὸν καὶ μὴ τροπίαν οἶνον φέρε. | |||
Dait7 | Οὐκ ἀλλὰ τοῦτό γ’ ἐπίχυσις τοῦ χαλκίου. | 1028 | ||
Dait8 | Κἄγειν ἐκεῖθεν κακκάβην. | |||
Dait9 | Ἐπιδείπνιον βασιλεὺς θέαν τοῖς δαιταλεῦσιν, ὥσπερ ἄξιον λόγον, χαριζόμενος τὸ δρᾶμα τοῦτ’ ἐδείκνυεν. | |||
Dait10 | Ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν | |||
ἐδίδου ῥοφεῖν ἄν. | 1029 | |||
Dait11 | Οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ πλύνων ἅπασιν ὅσα σύνοιδ’ αὐτῷ κακά. | |||
Dait12 | Τί δαί; κυνίδιον λεπτὸν ἐπρίω τῇ θεᾷ εἰς τὰς τριόδους; | |||
Dait13 | Ἆισον δή μοι σκόλιόν τι λαβὼν Ἀλκαίου κἀνακρέοντος. | 1030 | ||
Dait14 | Ὦ πορνεία καὶ ἀναιδεία. | |||
Dait15 | Α. | Πρὸς ταῦτα σὺ λέξον Ὁμήρου ἐμοὶ γλώττας, τί κα‐ | ||
1 | λοῦσι κόρυμβα; | |||
Α. | Τί καλοῦς’ ἀμενηνὰ κάρηνα; | |||
Β. | Ὁ μὲν οὖν σός, ἐμὸς δ’ οὗτος ἀδελφὸς φρασάτω, τί | |||
3 | καλοῦσιν ἰδυίους; | |||
Β. | Τί καλοῦσιν ἀποινᾶν; | 1031 | ||
Dait16 | Α. | Ἀλλ’ εἶ σορέλλη καὶ μύρον καὶ ταινίαι. | ||
Β. | Ἰδού, σορέλλη τοῦτο παρὰ Λυσιστράτου. | |||
Α. | Ἡμῶν ἴσως σὺ καταπλιγήσει τῷ χορῷ. | |||
Β. | Τὸ καταπλιγήσει τοῦτο παρὰ τῶν ῥητόρων. | |||
5 | Α. | Ἀποβύσεταί σοι ταῦτά πη τὰ ῥήματα. | ||
Β. | Παρ’ Ἀλκιβιάδου τοῦτο τἀποβύσεται. | |||
Α. | Τί ὑποτεκμαίρει καὶ κακῶς ἄνδρας λέγεις | |||
καλοκαγαθεῖν ἀσκοῦντας; Οἴμ’, ὦ Θρασύμαχε, | Β. | |||
τίς τοῦτο τῶν ξυνηγόρων τερθρεύεται; | 1033 | |||
Dait17 | Ὅστις αὐλοῖς καὶ λύραισι κατατέτριμμαι χρώμενος | |||
εἶτά με σκάπτειν κελεύεις; | 1037 | |||
Dait18 | Ἔγνωκ’ ἐγὼ δὲ χαλκίον τοῦτό γ’ ἐς τὸ κοτταβεῖον ἱστάναι καὶ μυρρίνας. | |||
Dait19 | Ἀλλ’ οὐ γὰρ ἔμαθε ταῦτ’ ἐμοῦ πέμποντος, ἀλλὰ μᾶλλον πίνειν, ἔπειτ’ ᾄδειν κακῶς, Συρακοσίαν τράπεζαν, | |||
Συβαρίτιδάς τ’ εὐωχίας καὶ Χῖον ἐκ Λακαινᾶν. | 1038 | |||
Dait20 | Καὶ λεῖος, ὥσπερ ἔγχελυς χρυσοῦς ἔχων κικίννους. | |||
Dait21 | Εἰ μὴ δικῶν τε γύργαθος ψηφισμάτων τε θωμός. | 1039 | ||
Dait22 | Εἰς τὰς τριήρεις δεῖν ἀναλοῦν ταῦτα καὶ τὰ τείχη, εἰς οἷ’ ἀνάλουν οἱ πρὸ τοῦ τὰ χρήματα. | |||
Dait23 | Ἔσειον, ᾔτουν χρήματ’, ἠπείλουν, ἐσυκοφάντουν. | 1040 | ||
Dait25 | Εἰ μὴ μεταλάβῃ τοὐπίπεμπτον, κλᾳέτω. | 1041 | ||
Dait26 | Ὁ δ’ ἡλιαστὴς εἷρπε πρὸς τὴν κιγκλίδα. | |||
Dait27 | Τὸν Ἐρεχθέα μοι καὶ τὸν Αἰγέα κάλει. | |||
Dait28 | Ἀπόλωλα· τίλλων τὸν λάγων ὀφθήσομαι. | |||
Dait29 | Οὐδ’ ἐστὶν αὐτῷ στλεγγὶς οὐδὲ λήκυθος. | 1042 | ||
Dait30 | Οὐδ’ ἀργύρι’ ἐστὶ κατακεκερματισμένα. | 1043 | ||
Dait32 | Καὶ κόσκινον ἠπήσασθαι. | |||
Dait33 | Ὅτε τὰς ὀὰς * * ἴσας ἐποιήσατο, | 1044 | ||
Dant | ΔΑΝΑΙΔΕΣ. | |||
Dan1 | Καὶ τὸν κυλλάστιν φθέγγου καὶ τὸν Πετόσιριν. | 1047 | ||
Dan4 | Μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου χύτρας, | |||
μεθ’ ὧν ὁ βωμὸς οὗτος ἱδρύθη ποτέ. | 1048 | |||
Dan5 | Ἀλλ’ εἴσιθ’, ὡς τὸ πρᾶγμ’ ἐλέγξαι βούλομαι τουτί· προσόζειν γὰρ κακοῦ τού μοι δοκεῖ. | |||
Dan6 | Κακῶν τοσούτων ξυνελέγη μοι σώρακος. | |||
Dan7 | (Καὶ) δακτύλιον χαλκοῦν φέρων ἀπείρονα. | 1049 | ||
Dan8 | Πρὸς τὸν στροφέα τῆς αὐλείας σχίνου κεφαλὴν κατορύττειν. | |||
Dan9 | Τραπόμενον εἰς τοὔψον λαβεῖν | |||
ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια. | 1050 | |||
Dan10 | Ἤδη παροινεῖς ἢ ’μὲ πρὶν δεδειπνάναι. | |||
Dan11 | Λύσας ἴσως ἂν τὸν λάγων ξυναρπάσειεν ἡμῶν. | 1051 | ||
Dan12 | Ὁ χορὸς δ’ ὠρχεῖτ’ ἂν ἐναψάμενος δάπιδας καὶ στρω‐ | |||
1 | ματόδεσμα, | |||
Διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ ῥαφανῖσιν. | 1052 | |||
Dan13 | Οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διέκειτο. | |||
Dan14-15 | Μὴ τἆρ’ εἶναί μ’ ἐγκριδοπώλην. | 1053 | ||
Dan16 | Τῶν χοίρων μνοῦς ἔρι’ ἐστίν. | 1054 | ||
Dram Abt | ΔΡΑΜΑΤΑ Α. Β. | 1055 | ||
Dram Kent | ΔΡΑΜΑΤΑ Η ΚΕΝΤΑΥΡΟΣ. | |||
Dram Ken1 | Ἐγὼ γάρ, εἴ τί ς’ ἠδίκηκ’, ἐθέλω δίκην δοῦναι πρόδικον ἐν τῶν φίλων τῶν σῶν ἑνί. | |||
Dram Ken2 | Ἀνοιγέτω τις δώματ’· αὐτὸς ἔρχεται. | 1056 | ||
Dram Ken3 | Ἀλλ’ εἰς κάδον λαβών τιν’ οὔρει πίττινον. | |||
Dram Ken4 | Πτίσσω, βράττω, μάττω, δεύω, πέττω, καταλῶ. | |||
Dram Ken5 | Χωρεῖ ἄκλητος ἀεὶ δειπνήσων· οὐ γὰρ ἄκανθαι. | 1057 | ||
Dram Ken9 | Τὸ δὲ πορνεῖον Κύλλου πήρα. | 1058 | ||
Dram Niot | ΔΡΑΜΑΤΑ Η ΝΙΟΒΟΣ. | |||
Dram Nio2 | Οὐδὲν μὰ Δί’ ἐρῶ λοπάδος ἑψητῶν. | |||
Dram Nio3-5 | Οἴμοι κακοδαίμων ὁ λύχνος ἡμῖν οἴχεται. Καὶ πῶς ἀπορραίσας λυχνοῦχον κἄλαθες; Ἀλλ’ ὥσπερ λύχνος | |||
ὁμοιότατα καθηῦδ’ ἐπὶ τοῦ λυχνιδίου. | 1059 | |||
Dram Nio6 | Ὁ δ’ εἰς τὸ πλινθεῖον γενόμενος ἐξέτρεψε. | 1060 | ||
Dramat | ΔΡΑΜΑΤΑ. | |||
Drama1 | Ἀλλ’ εὔχομαι ̓́γωγ’ ἑλκύσαι σε τὸν ζυγόν, | |||
Ἵνα μή με προσπράττωσι γραῦν οἱ φράτορες. | 1061 | |||
Drama2 | Αὐτοῖς σταθμοῖς ἐξέβαλε τὰς σιαγόνας. | |||
Drama3 | Πάντες δ’ ἔνδον πεταχνοῦνται. | 1062 | ||
Eirt | ΕΙΡΗΝΗ ΔΕΥΤΕΡΑ. | 1063 | ||
Eir1 | Πόθεν τὸ φῖτυ, τί τὸ γένος, τίς ἡ σπορά; | |||
Eir2 | Α. | Τοῖς πᾶσιν ἀνθρώποισιν Εἰρήνης φίλης πιστὴ τροφός, ταμία, συνεργός, ἐπίτροπος, θυγάτηρ, ἀδελφή, πάντα ταῦτ’ ἐχρῆτό μοι. | ||
Β. | Σοὶ δ’ ὄνομα δὴ τί ἐστιν; Ὅ τι; Γεωργία. | Α. | ||
5 | Β. | Ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα, | ||
Ἄσμενός ς’ ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους. | 1065 | |||
Eir3 | Τὴν δ’ ἀσπίδα ἐπίθημα τῷ φρέατι παράθες εὐθέως. | |||
Eir4 | Μή μοι Ἀθηναίους αἰνεῖτ’, ἢ μολγοὶ ἔσονται. | 1066 | ||
Eir5 | Ἰὼ Λακεδαίμων, τί ἄρα πείσει τήμερα. | |||
Hert | ΗΡΩΕΣ. | 1068 | ||
Her1 | Οἱ γὰρ ἥρως ἐγγύς εἰσιν. | |||
Her2 | Μὴ γεύεσθε δ’ ἅττ’ ἂν καταπέσῃ | |||
τῆς τραπέζης ἐντός. | 1070 | |||
Her3 | Μήτε ποδάνιπτρον θύραζ’ ἐκχεῖτε μήτε λούτριον. | |||
Her4 | Κἀπὸ τῆς Διϊτρέφους τραπέζης. | |||
Her5 | Α. | Οὐκ ἠγόρευον; οὗτός ἐστ’ οὐκ Ἀργόλας. | ||
Β. | Μὰ Δί’ οὐδέ γ’ Ἕλλην· ὅσον ἔμοιγε φαίνεται. | 1071 | ||
Her6 | Τρέχ’ εἰς τὸν οἶνον ἀμφορέα κενὸν λαβὼν τῶν ἔνδοθεν καὶ βύσμα καὶ γευστήριον, κἄπειτα μίσθου σαυτὸν ἀμφορεαφορεῖν. | |||
Her7 | Ὀβολῶν δεουσῶν τεττάρων καὶ τῆς φορᾶς. | |||
Her8 | Ἢ καρδοπείῳ περιπαγῇ τὸν αὐχένα. | |||
Her9 | Παύσειν ἔοιχ’ ἡ παυσικάπη κάπτοντά σε. | 1072 | ||
Her10 | Ἴθι δὴ λαβὼν τὸν ῥόμβον ἀνακωδώνισον. | 1073 | ||
Thet | ΘΕΣΜΟΦΟΡΙΑΖΟΥΣΑΙ ΔΕΥΤΕΡΑΙ. | 1074 | ||
The1 | Οἶνον δὲ πίνειν οὐκ ἐάσω Πράμνιον, οὐ Χῖον, οὐδὲ Θάσιον, οὐ Πεπαρήθιον, οὐδ’ ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον. | |||
The3 | Α. | Ἰχθὺς ἐώνηταί τις ἢ σηπίδιον ἢ τῶν πλατειῶν καρίδων ἢ πουλύπους, ἢ νῆστις ὀπτᾶτ’, ἢ γαλεός, ἢ τευθίδες; | ||
Β. | μὰ τὸν Δί’ οὐ δῆτ’. οὐδὲ βατίς; οὐδ’ ἤμ’ ἐγώ. | Α.Β. | 1076 | |
5 | Α. | οὐδὲ χόρι’ οὐδὲ πῦος, οὐδ’ ἧπαρ κάπρου, οὐδὲ σχαδόνες, οὐδ’ ἠτριαῖον δέλφακος; οὐδ’ ἐγχέλειον, οὐδὲ κάραβον μέγαν | ||
γυναιξὶ κοπιώσαισιν ἐπεκουρήσατε; | 1077 | |||
The4 | Ὦ Ζεῦ πολυτίμηθ’, οἷον ἔπνευσεν ὁ μιαρὸς φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου καὶ βακκάριδος. | |||
The5 | Ὅσα περίεργ’ αὐταῖσι τῶν φορημάτων ὅσοις τε περιπέττουσιν αὑτὰς προσθέτοις. | |||
The6 | Α. | Ξυρόν, κάτοπτρον, ψαλίδα, κηρωτήν, λίτρον, προκόμιον, ὀχθοίβους, μίτρας, ἀναδήματα, ἔγχουσαν, ὄλεθρον τὸν βαθύν, ψιμύθιον, μύρον, κίσηριν, στρόφι’, ὀπισθοσφενδόνην, | ||
5 | κάλυμμα, φῦκος, περιδέραι’, ὑπογράμματα, τρυφοκαλάσιριν, ἐλλέβορον, κεκρύφαλον, ζῶμ’, ἀμπέχονον, τρύφημα παρυφές, ξυστίδα, χιτῶνα, βάραθρον, ἔγκυκλον, κομμώτριον· | 1078 | ||
τὰ μέγιστα δ’ οὐκ εἴρηκα τούτων. εἶτα τί; | Β. | |||
10 | Α. | διόπας, διάλιθον, πλάστρα, μαλάκιον, βότρυν, χλίδωνα, περόνας, ἀμφιδέας, ὅρμους, πέδας, σφραγῖδας, ἁλύσεις, δακτυλίους, καταπλάσματα, πομφόλυγας, ἀποδέσμους, ὀλίσβους, σάρδια, ὑποδερίδας, ἑλικτῆρας, ἄλλα πολλά θ’ ὧν | ||
15 | οὐδ’ ἂν λέγων λήξαι τις. | 1079 | ||
The7 | Καὶ κατ’ Ἀγάθων’ ἀντίθετον ἐξευρημένον. | |||
The8 | Ἀναβῆναι τὴν γυναῖκα βούλομαι. | 1082 | ||
The9 | Ἄμφοδον ἐχρῆν αὐτῷ τεθεῖσθαι τοὔνομα. | |||
The10 | Σακίον, ἐν οἷσπερ τἀργύριον ταμιεύεται. | |||
The11 | Ἀγαθὰ μεγάλα τῇ πόλει ἥκειν φέροντάς φασι τοὺς Πυλαγόρας | |||
* * * * * καὶ τὸν ἱερομνήμονα. | 1083 | |||
The12 | Ὡς διά γε τοῦτο τοὔπος οὐ δύναμαι φέρειν σκεύη τοσαῦτα καὶ τὸν ὦμον θλίβομαι. | |||
The13 | Οἴμοι κακοδαίμων τῆς τόθ’ ἡμέρας, ὅτε εἶπέν μ’ ὁ κήρυξ, οὗτος ἀλφάνει. | |||
The14 | Τὴν πτέρυγα παραλύσασα τοῦ χιτωνίου | |||
καὶ τῶν ἀποδέσμων, οἷς ἐνῆν τιτθίδια. | 1084 | |||
The15 | Ἦν μέγα τι χρῆμ’ ἔτι τρυγῳδοποιομουσική, ἡνίκα Κράτητί τε τάριχος ἐλεφάντινον λαμπρὸν ἐνομίζετ’ ἀπόνως παραβεβλημένον, | |||
ἄλλα τε τοιαῦθ’ ἕτερα μυρί’ ἐκιχλίζετο. | 1085 | |||
The16 | Μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους μήτε Χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας· ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος. | |||
The17 | Ἅμα δ’ ἠπίαλος πυρετοῦ πρόδρομος. | 1086 | ||
Kokt | ΚΩΚΑΛΟΣ. | 1088 | ||
Kok1 | Πάρες, ὤ, κατέτριβεν ἱμάτια κἄπειτά πως | |||
Φῷδας τοσαύτας εἶχε τὸν χειμῶν’ ὅλον. | 1092 | |||
Kok2 | Ἀλλ’ ἐστίν, ὦ πάτερ, κομιδῆ μεσημβρία, ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών. | |||
Kok3 | Α. | Ἦ λοιδορία τις ἐγένεθ’ ὑμῖν; πώμαλα· οὐδ’ εἶπον οὐδέν. | Β. | |
Kok4 | Ἐκδότω δέ τις καὶ ψηφολογεῖον ὧδε καὶ δίφρω δύο. | |||
Kok5 | Κοφίνους δὲ λίθων ἐκέλευες· | |||
ἡμᾶς ἱμᾶν ἐπὶ τὸν κέραμον. | 1093 | |||
Kok6 | Ἤμουν ἄγριον βάρος· ἤγειρεν γάρ τοί μ’ οἶνος | |||
μὴ συμμιχθεὶς Ἀχελώῳ. | 1094 | |||
Lemt | ΛΗΜΝΙΑΙ. | 1096 | ||
Lem1 | Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς. | |||
Lem2 | Ἐνταῦθα δ’ ἐτυράννευεν Ὑψιπύλης πατὴρ Θόας, βραδύτατος ὢν ἐν ἀνθρώποις δραμεῖν. | |||
Lem3 | Τοὺς ἄνδρας ἀπεχρήσαντο τοὺς παιδοσπόρους. | 1098 | ||
Lem4 | Ἀνδρῶν ἐπακτῶν πᾶσα γάργαρ’ ἑστία (δέδεκται). | |||
Lem5-6 | Οὐ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι, οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου | |||
ὑπογάστριον. | 1099 | |||
Lem7 | Καὶ τὴν κρατίστην δαίμον’ ἧς νῦν θερμός ἐσθ’ ὁ βωμός. | |||
Lem9 | Ἀλλ’ ἀρτίως κατέλιπον αὐτὴν σμωμένην ἐν τῇ πυέλῳ. | |||
Lem10 | Ἕως νεαλής ἐστιν αὐτὴν τὴν ἀκμήν. | 1100 | ||
Lem11 | Ἦ καρδιώττεις; ἀλλὰ πῶς χρῆσται ποιεῖν; | |||
Lem12 | Πεντελίθοισί θ’ ὁμοῦ λεκάνης παραθραύσμασι. | |||
Lem13 | Αἱ γυναῖκες τὸν Δόριλλον φραγνύωνται. | 1101 | ||
Naut | ΝΑΥΑΓΟΣ. | |||
Nau1 | Τί ὦ πονηρέ μ’ ἐξορίζεις ὡσπερεὶ | |||
κλιντήριον; | 1103 | |||
Nepht | ΝΕΦΕΛΑΙ ΠΡΟΤΕΡΑΙ. | |||
Neph1 | Ἐς τὴν Πάρνηθ’ ὀργισθεῖσαι φροῦδαι κατὰ τὸν Λυκά‐ | |||
1 | βηττον. | |||
Neph2 | Κείσεσθον, ὥσπερ πηνίω, κινουμένω. | 1104 | ||
Neph3 | Μηδὲ στέψω κοτυλίσκον. | 1105 | ||
Neph10 | Πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ ἁρχαὶ τὰ πρυτανεῖ’, ἀλλ’ ἔνῃ τε καὶ νέᾳ; | |||
Β. | Ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι παθεῖν, ἵν’ ὡς τάχιστα τὰ πρυτανεῖ’ ὑφελοίατο, | |||
5 | διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ. | 1106 | ||
Nest | ΝΗΣΟΙ. | 1107 | ||
Nes1 | Ὦ μῶρε, μῶρε, ταῦτα πάντ’ ἐν τῇδ’ ἔνι Οἰκεῖν μὲν ἀργὸν αὐτὸν ἐν τῷ γηδίῳ ἀπαλλαγέντα τῶν κατ’ ἀγορὰν πραγμάτων, κεκτημένον ζευγάριον οἰκεῖον βοοῖν, | |||
5 | ἔπειτ’ ἀκούειν προβατίων βληχωμένων, τρυγός τε φωνὴν εἰς λεκάνην ὠθουμένης, ὄψῳ δὲ χρῆσθαι σπινιδίοις τε καὶ κίχλαις, καὶ μὴ περιμένειν ἐξ ἀγορᾶς ἰχθύδια τριταῖα, πολυτίμητα, βεβασανισμένα | |||
10 | ἐπ’ ἰχθυοπώλου χειρὶ παρανομωτάτῃ. | 1108 | ||
Nes2 | Α. | Τί σὺ λέγεις; εἰσὶν δὲ ποῦ; | ||
Β. | Αἱδὶ κατ’ αὐτὴν ἣν βλέπεις τὴν εἴσοδον. | 1109 | ||
Nes3 | Ὡς ἐς τὴν γῆν κύψασα κάτω καὶ ξυννενοφυῖα βαδίζει. | |||
Nes4 | Λέξεις ἄρα ὥσπερ τὰ παιδί’, ἔξεχ’ ὦ φίλ’ ἥλιε. | |||
Nes5 | Ἀλλ’ οὐ τυγχάνει | |||
ἐπίδημος ὤν. | 1110 | |||
Nes6 | Καταλιπὼν Παναίτιον πίθηκον. | |||
Nes7-9 | Θλαστὰς ποιεῖν ἐλάας. Οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα. | |||
Θλαστὰς γὰρ εἶναι κρεῖττόν ἐστ’ ἤ γ’ ἁλμάδας. | 1111 | |||
Holt | ΟΛΚΑΔΕΣ. | 1113 | ||
Hol1 | Πρώην ἐρανιστὰς ἑστιῶν ἥψης’ ἔτνος. | |||
Hol2-5 | Ἀλλ’ ἱμάντα μοι | |||
Δὸς καὶ ζμινύην· ἐγὼ γὰρ εἶμ’ ἐπὶ ξύλα. | 1118 | |||
Hol6 | Ἐπεὶ δ’ ἐγενόμην οἷπερ ᾖ’ ἐπὶ ξύλα. | |||
Hol7 | Λόγχαι δ’ ἐκαυλίζοντο καὶ ξυστὴ κάμαξ. | |||
Hol8-9 | Ποῖ δὴ τὸν ὀρνίθειον οἰκίσκον φέρεις; | |||
Hol10 | Δάπτοντα, μιστύλλοντα, διαλείχοντά μου | |||
τὸν κάτω σπατάγγην. | 1119 | |||
Hol11 | Ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἄχορ’ ἐκλέγει τ’ ἀεὶ | |||
ἐκ τοῦ γενείου τὰς πολιάς. | 1120 | |||
Hol12 | Παῖδες ἀγένειοι, Στράτων καὶ Κλεισθένης. | |||
Hol13 | Ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος | |||
εὐρύπρωκτος ὥσπερ Εὔαθλος παρ’ ὑμῖν τοῖς νέοις. | 1121 | |||
Hol14 | Καὶ κολλύραν τοῖσι περῶσιν διὰ τοὐν Μαραθῶνι τρο‐ | |||
1 | παῖον. | |||
Hol15 | Ἀράκους, πυρούς, πτισάνην, χόνδρον, ζειάς, αἴρας, σε‐ | |||
1 | μίδαλιν. | 1122 | ||
Hol16 | Σκαφίδας, μάκτρας, Μοσσυνικὰ μαζονομεῖα. | |||
Hol17 | Σπυρὶς οὐ μικρὰ καὶ κωρυκίς, ἣ καὶ τοὺς μάττοντας | |||
1 | ἐγείρει. | |||
Hol18 | Σκόμβροι, κολίαι, λεβίαι, μύλλοι, σαπέρδαι, θυννίδες. | |||
Hol19 | Ὦ κακοδαίμων, ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη. | 1123 | ||
Hol20 | Ἰὼ Λακεδαῖμον, τί ἄρα πείσει τήμερα; | |||
Hol21 | Ἁλμαίαν πιών. | 1124 | ||
Pelt | ΠΕΛΑΡΓΟΙ. | 1126 | ||
Pel2 | Ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας. | |||
Pel3 | Ὁ μὲν ᾖδεν Ἀδμήτου λόγον πρὸς μυρρίνην, | |||
ὁ δ’ αὐτὸν ἠνάγκαζεν Ἀρμοδίου μέλος. | 1127 | |||
Pel4 | Ἀπεσημηνάμην τὰς τῶν κακούργων οἰκίας. | |||
Pel5 | Ἢν γὰρ ἕν’ ἄνδρ’ ἄδικον σὺ διώκῃς, ἀντιμαρτυροῦσι δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι. | |||
Pel6 | Κεφαλάς τ’ ἀρνῶν κωλᾶς τ’ ἐρίφων. | |||
Pel7 | Χαλκώματα, προσκεφάλαια. | 1128 | ||
Pel8 | Βαλανεὺς δ’ ὠθεῖ ταῖς ἀρυταίναις. | 1129 | ||
Plout | ΠΛΟΥΤΟΣ ΠΡΟΤΕΡΟΣ. | |||
Plou1 | Τῶν λαμπαδηφόρων τε πλείστων αἰτίαν πλατειῶν | |||
τοῖς ὑστάτοις. | 1130 | |||
Poit | ΠΟΙΗΣΙΣ. | 1131 | ||
Poi1 | Γυναῖκα δὲ ζητοῦντες ἐνθάδ’ ἥκομεν, ἥν φασιν εἶναι παρὰ σέ. | |||
Polt | ΠΟΛΥΙΔΟΣ. | 1132 | ||
Pol1 | Τὸ γὰρ φοβεῖσθαι τὸν θάνατον λῆρος πολύς. | |||
Πᾶσιν γὰρ ἡμῖν τοῦτ’ ὀφείλεται παθεῖν. | 1133 | |||
Pol2 | Ἰδοὺ δίδωμι τήνδ’ ἐγὼ γυναῖκά σοι | |||
Φαίδραν· ἐπὶ πῦρ δὲ πῦρ ἔοιχ’ ἥξειν ἄγων. | 1134 | |||
Pol3 | Διὰ τῆς ἀγορᾶς τρέχων, ἀναρίστητος ὤν. | |||
Pol4 | Ἐλλιμενίζεις ἢ δεκατεύεις. | 1135 | ||
Prot | ΠΡΟΑΓΩΝ. | 1136 | ||
Pro1 | Σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης. | 1137 | ||
Pro2 | Ἐγευσάμην χορδῆς ὁ δύστηνος τέκνων· πῶς ἐσίδω ῥύγχος περικεκαυμένον; | |||
Pro3 | Οἴμοι τάλας, τί μου στρέφει τὴν γαστέρα; βάλλ’ ἐς κόρακας. πόθεν ἂν λάσανα γένοιτό μοι; | |||
Pro4 | Κάμνοντα δ’ αὐτὸν τοῦ θέρους ἰδών ποτε | |||
ἔτρωγ’, ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας. | 1138 | |||
Pro5 | Τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια; | |||
Pro6 | Ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην· ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι. | |||
Pro7 | Ὁ δ’ ἀλφίτων γε πριάμενος τρεῖς χοίνικας | |||
κοτύλης δεούσας εἴκος’ ἀπολογίζεται. | 1139 | |||
Sket | ΣΚΗΝΑΣ ΚΑΤΑΛΑΜΒΑΝΟΥΣΑΙ. | 1140 | ||
Ske1-3 | Λήκυθον τὴν ἑπτακότυλον, τὴν χυτραίαν, τὴν καλήν, | |||
ἣν ἐφερόμην, ἵν’ ἔχοιμι συνθεάτριαν. | 1141 | |||
Ske4 | Χρῶμαι γὰρ αὐτοῦ τοῦ στόματος τῷ στρογγύλῳ, | |||
τοὺς νοῦς δ’ ἀγοραίους ἧττον ἢ ’κεῖνος ποιῶ. | 1142 | |||
Ske5 | Καὶ μὴν ἄκουσον, ὦ γύναι, θυμοῦ δίχα καὶ κρῖνον αὐτὴ μὴ μετ’ ὀξυρεγμίας. | |||
Ske6 | Ἀλλ’ ἔχουσα γαστέρα | |||
μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε. | 1143 | |||
Ske7 | Καὶ τῶν πλατυλόγχων διβολίαν ἀκοντίων. | |||
Ske8 | Καὶ τῶν πλατυλόγχων, ὡς ὁρᾷς, ἀκοντίων. | |||
Ske9 | Τὴν πόρδαλιν καλοῦσι τὴν κασαλβάδα. | |||
Ske10 | Τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου. | |||
Ske11 | Οὐ γὰρ σῶς ἀντέλεγες τούτῳ τῷ δειπνίῳ· οὐ γὰρ ἄκανθαι. | 1144 | ||
Tagt | ΤΑΓΗΝΙΣΤΑΙ. | 1146 | ||
Tag1 | Καὶ μὴν πόθεν Πλούτων γ’ ἂν ὠνομάζετο, εἰ μὴ τὰ βέλτιστ’ ἔλαχεν; ἓν δέ σοι φράσω, ὅσῳ τὰ κάτω κρείττω ’στὶν ὧν ὁ Ζεὺς ἔχει. | |||
ὅταν γὰρ ἱστᾷς, τοῦ ταλάντου τὸ ῥέπον | 1147 | |||
5 | κάτω βαδίζει, τὸ δὲ κενὸν πρὸς τὸν Δία. | |||
5 | * * * * Οὐδ’ ἄν ποθ’ οὕτως ἐστεφανωμένοι νεκροὶ προὐκείμεθ’, οὐδ’ ἂν κατακεχριμένοι μύροις, εἰ μὴ καταβάντας εὐθέως πίνειν ἔδει· διὰ ταῦτα γάρ τοι καὶ καλοῦνται μακάριοι· | |||
10 | πᾶς γὰρ λέγει τις, ὁ μακαρίτης οἴχεται, κατέδαρθεν, εὐδαίμων, ὅτ’ οὐκ ἀνιάσεται. καὶ θύομέν γ’ αὐτοῖσι τοῖς ἐναγίσμασιν ὥσπερ θεοῖσι καὶ χοάς γε χεόμενοι | |||
αἰτούμεθ’ αὐτοὺς τὰ καλὰ δεῦρ’ ἀνιέναι. | 1148 | |||
Tag2 | Ἀλλὰ στεφάνωσαι· καὶ γὰρ ἡλικίαν ἔχεις ἀποχρῶσαν ἤδη. | |||
Tag3 | Τοῦτον τὸν ἄνδρ’ ἢ βιβλίον διέφθορεν | |||
ἢ Πρόδικος ἢ τῶν ἀδολεσχῶν εἷς γέ τις. | 1149 | |||
Tag4 | Α. | Τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν; | ||
Β. | Τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα. | |||
Tag5 | Τί οὖν ποιῶμεν; χλανίδ’ ἐχρῆν λευκὴν λαβεῖν· εἶτ’ ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ | |||
ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον. | 1150 | |||
Tag6 | Ἐρείδετον, κἀγὼ κατόπιν σφῷν ἕψομαι. | |||
Tag7 | Οὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὗ ἀπελάγχανεν. | |||
Tag8 | Λαμβάνετε κόλλαβον ἕκαστος. | |||
Tag9 | Ἅλις ἀφύης μοι. παρατέταμαι γὰρ τὰ λιπαρὰ κάπτων. ἀλλὰ φέρεθ’ ἡπάτιον, ἢ καπριδίου νέου κόλλοπά τιν’· εἰ δὲ μή, πλευρόν, ἢ γλῶτταν, ἢ σπλῆνά γ’ ἢ νῆστιν, ἢ δέλφακος ὀπωρινῆς | |||
5 | ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων | |||
χλιαρῶν. | 1151 | |||
Tag10 | Μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάδ’ ἀφύδια. | 1152 | ||
Tag11 | Τὸ δ’ ἔτνος τοὐν ταῖς κυλίχναις τουτὶ θερμὸν καὶ τοῦτο | |||
1 | παφλάζον. | |||
Tag12 | Ὡς οὑψώνης διατρίβειν ἡμῶν ἄριστον ἔοικεν. | |||
Tag13 | Ὁ δὲ λύων κύστιν ὑείαν κἀξαιρῶν τοὺς Δαρεικούς. | |||
Tag14-15 | Χθονίας Ἑκάτης σπείρας ὄφεων ἐλελιζομένης. | |||
Β. | τί καλεῖς Ἑκάτην τὴν Ἔμπουσαν; | 1153 | ||
Tag16 | Φέρε παῖ ταχέως κατὰ χειρὸς ὕδωρ, παράπεμπε τὸ χειρόμακτρον. | |||
Tag17 | Ὑποπεπώκαμεν γάρ, ὦνδρες, καὶ καλῶς ἠρίσταμεν. | |||
Tag18 | Ἀπασκαρίζειν ὡσπερεὶ πέρκην χαμαί. | 1154 | ||
Telt | ΤΕΛΜΗΣΗΣ. | 1158 | ||
Tel1-2 | Ὡς ἄν τις ἂν οὖν ᾖ, τί ποιήσας, ὦ Τελεμησσεῖς; φέρε δὴ τοίνυν ταῦθ’ ὅταν ἔλθῃ, τί ποιεῖν χρή μ’, ὦ | |||
2 | Τελεμησσεῖς. | |||
Tel3 | Οὐ γὰρ τίθεμεν τὸν ἀγῶνα τόνδε τὸν τρόπον | |||
ὥσπερ τέως ἦν, ἀλλὰ καινῶν πραγμάτων. | 1159 | |||
Tel5 | Α. | Τράπεζαν ἡμῖν εἴσφερε τρεῖς πόδας ἔχουσαν, τέτταρας δὲ μὴ ’χέτω. | ||
Β. | Καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι; | |||
Tel6 | Οἴνου τε Χίου στάμνον ἥκειν καὶ μύρον. | |||
Tel7 | Πινακίσκον ἄπυρον ἰχθυηρόν. | 1160 | ||
Tel8 | Μεταπέμπου νῦν ταῦτα σπουδῇ καὶ μύρον, εὕρημα Με‐ | |||
1 | τάλλου. | 1161 | ||
Trit | ΤΡΙΦΑΛΗΣ. | |||
Tri1 | Λάβεσθε· καὶ γάρ ἐσθ’ ὁμοῦ. | |||
Tri2 | Ἔπειθ’ ὅσοι παρῆσαν ἐπίσημοι ξένοι | |||
ἐπηκολούθουν κἠντιβόλουν προσκείμενοι, ὅκως ἔχων τὸν παῖδα πωλήσει ’ς Χίον, ἕτερος δ’ ὅκως ἐς Κλαζομενάς, ἕτερος δ’ ὅκως | 1163 | |||
5 | εἰς Ἔφεσον, * * * * οἱ δ’ εἰς Ἄβυδον· ἦν δ’ ἐκεῖνα πάνθ’ ὁδῷ. | |||
Tri4 | Ἤιτουν τι τὰς γυναῖκας ἀργυρίδιον. | |||
Tri5 | Ἀλαβαστροθήκας τρεῖς ἔχουσαν ἐκ μιᾶς. | 1164 | ||
Tri6 | Ἔπειτ’ ἐπὶ τοὔψον ἧκε τὴν σπυρίδα λαβὼν καὶ θυλακίσκον καὶ τὸ μέγα βαλάντιον. | |||
Tri7 | Καὶ τὴν κυνῆν ἔχειν με κυρβασίαν ἐρεῖς. | |||
Tri8 | Ἐγὼ γὰρ ἀπὸ Θηραμένους δέδοικα τὰ τρία ταυτί. | |||
Tri9-10 | Μανθάνοντες τοὺς Ἴβηρας τοὺς Ἀριστάρχου πάλαι. | |||
Τοὺς Ἴβηρας, οὓς χορηγεῖς μοι, βοηθῆσαι δρόμῳ. | 1165 | |||
Phoit | ΦΟΙΝΙΣΣΑΙ. | |||
Phoi1 | Ἐς Οἰδίπου δὲ παῖδε, διπτύχω κόρω, Ἄρης κατέσκηψ’, ἔς τε μονομάχου πάλης | |||
ἀγῶνα νῦν ἑστᾶσιν. | 1167 | |||
Phoi2 | Στίλβη θ’ ἣ κατὰ νύκτα μοι φλόγ’ ἀνασειράζεις ἐπὶ τῷ λυχνείῳ. | |||
Phoi3 | Καὶ τὸν ἱμάντα μου | |||
ἔχουσι καὶ τἀνάφορον. | 1168 | |||
Phoi4 | Εἰκὸς δή που πρῶτον ἁπάντων ἴφυα φῦναι | |||
καὶ τὰς κραναὰς ἀκαλήφας. | 1169 | |||
Hort | ΩΡΑΙ. | 1170 | ||
Hor1 | Α. | Ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν, στεφάνους ἴων * * * κονιορτὸν ἐκτυφλοῦντα. αὑτὸς δ’ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας, πῦον, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια. | ||
5 | ὑριχοὺς δ’ ἴδοις ἂν νιφόμενα σύκων ὁμοῦ τε μύρτα. ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν. ὥστ’ οὐκ ἔτ’ οὐδεὶς οἶδ’ ὁπηνίκ’ ἐστὶ τοὐνιαυτοῦ. | |||
Β. | * * μέγιστον ἀγαθόν, εἴπερ ἔστι δι’ ἐνιαυτοῦ | |||
ὅτου τις ἐπιθυμεῖ λαβεῖν. κακὸν μὲν οὖν μέγιστον. | Γ. | |||
10 | εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ’ ἂν ἐδαπανῶντο. | |||
Β. | ἐγὼ δὲ τοῦτ’ ὀλίγον χρόνον φύσας ἀφειλόμην ἄν. | |||
Α. | κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν· τούτοις δ’ ὑπάρχει ταῦτ’, ἐπειδὴ τοὺς θεοὺς σέβουσιν. | |||
Γ. | ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φῄς. τιὴ τί; | Α. | ||
15 | Γ. | Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντ’ Ἀθηνῶν. | 1171 | |
Hor2 | Ἐμοὶ κράτιστόν ἐστιν εἰς τὸ Θησεῖον δραμεῖν, | |||
ἐκεῖ δ’ ἕως ἂν πρᾶσιν εὕρωμεν μένειν. | 1172 | |||
Hor3 | Τὸν Φρύγα, τὸν αὐλητῆρα, τὸν Σαβάζιον. | |||
Hor4 | Διέφθορας τὸν ὅρκον ἡμῶν. | 1173 | ||
IFFt | INCERTARUM FABULARUM FRAGMENTA. | |||
IFF1 | Τὴν γυναῖκα δὲ | |||
αἰσχύνομαι τώ τ’ οὐ φρονοῦντε παιδίω. | 1175 | |||
IFF2 | Ὁ δ’ αὖ Σοφοκλέους τοῦ μέλιτι κεχρισμένου ὥσπερ καδίσκου περιέλειχε τὸ στόμα. | |||
IFF3 | Ἐγὼ διὰ ταῦτα, μὴ γέλων ὄφλων λάθω, | |||
περὶ τὴν κεφαλὴν ἐξήμμεθα πηνίκην τινά. | 1176 | |||
IFF4 | Κηφισοφῶν ἄριστε καὶ μελάντατε· σὺ δὲ ξυνέζης εἰς τὰ πόλλ’ Εὐριπίδῃ, καὶ συνεποίεις, ὥς φασι, τὴν μελῳδίαν. | |||
IFF5-6 | Τοῖσι χοροῖς αὐτὸς τὰ σχήματ’ ἐποίουν. Τοὺς Φρύγας οἶδα θεωρῶν, ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδ’ ἦλθον τεθνεῶτα, | |||
πολλὰ τοιαυτὶ καὶ τοιαυτὶ καὶ δεῦρο σχηματίσαντες. | 1177 | |||
IFF7 | Ὅστις ἐν ἡδυόσμοις στρώμασι παννυχίζων τὴν δέσποιναν ἐρείδεις. | |||
IFF8 | Ἐν τοῖς ὄρεσιν δ’ αὐτομάτοισιν τὰ μιμαίκυλ’ ἐφύετο | |||
1 | πολλά | |||
IFF9 | Ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν | |||
τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ. | 1178 | |||
IFF10 | Ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσίν. | |||
IFF11 | Ἀλλ’ ὦ Δελφῶν πλείστας ἀκονῶν Φοῖβε μαχαίρας, καὶ προδιδάσκων τοὺς σοὺς προπόλους. | |||
IFF12 | Λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος. | |||
IFF13 | Ἡδύς γε πίνειν οἶνος Ἀφροδίτης γάλα. | |||
IFF14 | Πικρότατον οἶνον τήμερον πίει τάχα. | 1179 | ||
IFF15 | Τὸ δ’ αἷμα λέλαφας τοὐμὸν ὦναξ δέσποτα. | |||
IFF16 | Οὐδὲν γὰρ ὄντως γλυκύτερον τῶν ἰσχάδων. | |||
IFF17 | Ἐκφέρετε πεύκας κατ’ Ἀγάθωνα φωσφόρους. | |||
IFF18 | Ἐχθρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ. | 1180 | ||
IFF19 | Βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν, χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς. | |||
IFF20-21 | Πυθοῦ χελιδὼν πηνίκ’ ἄττα φαίνεται. | |||
Ὁπηνίκ’ ἄτθ’ ὑμεῖς κοπιᾶτ’ ὀρχούμενοι. | 1181 | |||
IFF22 | Ἄλλαι δὲ κυαμίζουσιν αὐτῶν * * πρὸς ἄνδρας εἰσὶν ἐκπετήσιμοι σχεδόν. | |||
IFF23 | Λούσησθε καὶ κτενίσησθε πρὸς τὸν ἥλιον. | |||
IFF24 | Ἵνα μὴ καταγῇς τὸ σκάφιον πληγεὶς ξύλῳ. | 1182 | ||
IFF25 | Ἵνα ξυνῶσιν ᾧπερ ἥδεσθον βίῳ, σκώληκας ἐσθίοντε καὶ μυλακρίδας. | |||
IFF26 | Ὡς οὐχ ἕτερον ἄνδρα σάρκινον. | |||
IFF27-28 | Φθέγξαι σὺ τὴν φωνὴν ἀναστήσας ἄνω. Φθέγμα κεκράτηκε. | |||
IFF29 | Τί τὸ κακόν; ἀλλ’ ἦ κοκκύμηλ’ ἠκρατίσω; | |||
IFF30 | Τὸν Πειραιᾶ δὲ μὴ κεναγγίαν ἄγειν. | 1183 | ||
IFF31 | Τὸν σαπέρδην ἀποτῖλαι χρή, καὶ καταπλῦναι κἆτ’ ἐκπλῦναι καὶ διαπλῦναι. | |||
IFF32 | Χορδαί, φύσκαι, πάσται, ζωμοί, χόλικες. | |||
IFF33 | Πολφοὺς δ’ οὐχ ἧψον ὁμοῦ βολβοῖς * * * * * ἵν’ ἐπαγλαΐσῃ τὸ παλημάτιον καὶ μὴ βήττων καταπίνῃ. | |||
IFF34 | Ἥ τις κύους’ ἐφάνη κύος τοσουτονί. | |||
IFF35 | Ὀξυγλύκειάν τἄρα κοκκιεῖς ῥόαν. | 1184 | ||
IFF36 | Τὴν χύτραν, ἐν ᾗ τὰ κρεάδι’ ἧψες ἐζωμευμένα. | |||
IFF37 | Ἀνήσεις κροκύδα μαστιγουμένην. | |||
IFF38 | Ἀλλὰ τὸ στρόφιον λυθὲν τὰ κάρυά μοὐξέπιπτεν. | |||
IFF39 | Πλὴν εἴ τις πρίαιτο δεόμενος βασκάνιον ἐπὶ κάμινον ἀνδρὸς χαλκέως. | |||
IFF40 | Ὥστ’ ἀνακῦπτον καὶ κατακῦπτον τοῦ σχήματος οὕνεκα τοῦδε | |||
κηλώνειον τοῖς κηπουροῖς. | 1185 | |||
IFF42 | Κιρνάντες γὰρ τὴν πόλιν ἡμῶν κοτυλίζετε τοῖσι πένησιν. | |||
IFF43 | Οὐκ εἶ λαβὼν θύραζε τὰ ψηφίσματα | |||
καὶ τὴν ἀνάγκην ἐς κόρακας ἐντευθενί; | 1186 | |||
IFF44 | Εἰκοβολοῦντες καὶ πλάττοντες. | |||
IFF45 | Τὸ παραπέτασμα, τὸ Κίπριον, τὸ ποικίλον. | |||
IFF46-47 | Ἐνταῦθα δὴ παιδάριον ἐξαυαίνεται. Ὥστ’ ἔγωγ’ ηὑαινόμην θεώμενος. | |||
IFF48 | Τὴν φάρυγα μηλῶν δύο δραχμὰς ἕξει μόνας. | |||
IFF49 | Τὸ πρᾶγμα τοῦτο συλλαβεῖν ὑπίσχομαι. | |||
IFF50 | Ἔφευγε, κἀγὼ τῆς ὑπαντὰξ εἰχόμην. | 1187 | ||
IFF51 | Οὔκουν μ’ ἐάσεις ἀναμετρήσασθαι τάδε; | |||
IFF52 | Ἐγὼ δ’ ὑπερῶ τὸν ὅρκον. | |||
IFF53-54 | Εἴ τις κολακεύει περιιὼν καὶ τὰς κροκύδας ἀφαιρῶν. | |||
IFF55 | Δεξιὸν εἰς ὑποδήματ’, ἀριστερὸν εἰς ποδάνιπτρα. | 1188 | ||
IFF56 | Ὑπὸ τοῦ γέλωτος εἰς Γέλαν ἀφίξομαι. | |||
IFF57 | Τί δῆτα δράσω ς’, ὦ κακόδαιμον, ἀμφορεὺς ἐξοστρακισθείς; | |||
IFF58 | Σὺ δ’ ὁμέστιος θεοῖς; πόθεν; | |||
IFF59 | Ἐξηκεστίδης ἔχων λύραν, | |||
ἔργον Εὐδόξου, τιταίνει ψίθυρον εὐήθη νόμον. | 1189 | |||
IFF60 | Χωρεῖ ’πὶ γραμμὴν λορδὸς ὡς εἰς ἐμβολήν. | |||
IFF61 | Ὃς τὰ μὲν ἀφανῆ μεριμνᾷ, τὰ δὲ χαμᾶθεν ἐσθίει. | |||
IFF62 | Οὐχ ὅ τι ἐκεῖνος ἔλαχεν. οἰμώζων κάθου. | 1190 | ||
IFF63 | Ὁ δ’ ἔχων θέρμα καὶ πῦρ ἧκε. | |||
IFF64 | Σὺ δ’ οὐκ ἀνεῖχες αὐτὸν ὥσπερ εἰκὸς ἦν. | |||
IFF65 | Οὕτως τι τἀπόρρητα δρᾶν ἐτημέλει. | |||
IFF66 | Γίγνωσκε τὸν ἄλεισόν τε καὶ τὰ γράμματα. | 1191 | ||
IFF67 | Ὁρῶ γὰρ ὡς ὄμφακα διασαυλούμενον. | |||
IFF68-69 | Καταντιβολεῖτον αὐτὸν ὑποπεπτωκότες. Ἐκβαίνετον τὸν πατέρα τοῖς ὀρχήμασι. | |||
IFF70 | Καὶ τῶν πρὸς εἴλην ἰχθύων ὠπτημένων. | |||
IFF71 | Ἴκτινα παντόφθαλμον ἅρπαγα στρέφων. | 1192 | ||
IFF72 | Οἶμαι γὰρ αὐτὸν κόλλοπι ἐοικέναι. | |||
IFF73 | Α.Β. | Ποῖ κῆχος; εὐθὺ Σικελίας. | ||
IFF74 | Μέλαινα δεινὴ γλῶσσα Βρεττία παρῆν. | |||
IFF75 | Ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι. | 1193 | ||
IFF76-77 | Οὕτω γὰρ ἡμῖν ἡ πόλις μάλιστα σῶς ἂν εἴη. Ἡ μᾶζα γὰρ σᾶ καὶ τὰ κρέα χὠ κάραβος. | |||
IFF78 | Ἐνδὺς τὸ γυναικεῖον τοδὶ χιτώνιον. | |||
IFF79 | Ἑστῶτας ὥσπερ τοὺς ὀρεωκόμους ἅθρους. | |||
IFF80 | Πόθεν δ’ ἐγώ σοι συγγενὴς ὦ φαρμακέ; | |||
IFF81 | Ἄκων κτενῶ ς’, ὦ τέκνον, ὁ δ’ οὖν ὑπεκρίνετο, | |||
ἐπὶ Παλλαδίῳ τἄρ’, ὦ πάτερ, δώσεις δίκην. | 1194 | |||
IFF82 | Καὶ κύων ἀκράχολος Ἑκάτης ἄγαλμα φωσφόρου γενήσομαι. | |||
IFF83 | Ψελλόν ἐστι καὶ καλεῖ τὴν ἄρκτον ἄρτον, τὴν δὲ Τυρὼ τροφαλίδα, | |||
τὸ δ’ ἄστυ σῦκα. | 1195 | |||
IFF84 | Εἶτα δὴ εἰς τὴν πόλιν ἄξεις τήνδε τὴν ὀνώνιδα; | |||
IFF85 | Λίθος τις ὤζησεν τεθυμιαμένος. | |||
IFF86 | Ὤιμην δ’ ἐγὼ τὸν Κυκλοβόρον καθιέναι. | 1196 | ||
IFF87 | Καὶ σὺ κυρηβιοπῶλα Εὔκρατες στύππαξ. | |||
IFF88 | Ἐβάδιζέ μοι τὸ μειράκιον ἐξ ἀποτρόχων. | |||
IFF89 | Καὶ στρεψίμαλλος τὴν τέχνην Εὐριπίδης. | |||
IFF90 | Οὔτε νύκτωρ παύεται | |||
οὔθ’ ἡμέραν. | 1197 | |||
IFF91 | Καὶ πρός γε τούτοις ἥκετον πρέσβη δύο. | |||
IFF92 | Σφοδελὸν ἐν χύτραισι μεγάλαις ἑψόμενον. | |||
IFF93 | Ἑκτεὺς δέ γ’ ἐστὶν ἑξαχοίνικον μέτρον. | 1198 | ||
IFF96 | Ἀλοᾶν χρὴ τὰς γνάθους. | |||
IFF97 | Φράζε τοίνυν, ὡς ἐγώ σοι πᾶς ἀνέρριμμαι κύβος. | |||
IFF98 | Διάλεκτον ἔχοντα μέσην πόλεως οὔτ’ ἀστείαν ὑποθηλυτέραν οὔτ’ ἀνελεύθερον ὑπαγροικοτέραν. | |||
IFF99 | Δύναται γὰρ ἴσον τῷ δρᾶν τὸ νοεῖν. | 1199 | ||
IFF100 | Ἀλλ’ εἰς ἥρων τι παρήμαρτον. | |||
IFF101 | Σικύους ἐνθάδε πη φυομένους οὐδενὶ κόσμῳ περιόντες, κᾆτ’ ἤσθιον. | |||
IFF102 | Αὐτὸς δείξας ἔν θ’ ἁρμονίαις χιάζων ἢ σιφνιάζων. | 1200 | ||
IFF103 | Οὐκ ἔσται, κενέβρειον ὅταν θύσῃς τι, καλεῖν με. | |||
IFF104 | Τί γὰρ ἐπὶ κακότροπον ἐμόλετον βίον ἀδικομηχάνῳ τέχνῃ; | |||
IFF105 | Τίς ὄρεα βαθύκομα τάδ’ ἐπέσυτο βροτῶν. | |||
IFF106 | Ῥήματά τε κομψὰ καὶ παίγνι’ ἐπιδεικνύναι πάντ’ ἀπ’ ἀκροφυσίων κἀπὸ καναβευμάτων. | |||
IFF107 | Θύτην μέλλει καὶ κελεύει βῆ λέγειν. | 1201 |