TLG 0019 013 :: ARISTOPHANES :: Fragmenta

ARISTOPHANES Comic.
(Atheniensis: 5–4 B.C.)

Scholia: Cf. SCHOLIA IN ARISTOPHANEM (5014)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 1. Leipzig: Teubner, 1880: 392–439, 441–474, 477–536, 538–562, 564–599.

frr. 1–11, 14–69, 71–85, 87–89, 91–98, 100–111, 117–159, 161–164, 166–167, 171–198, 200–208, 210–228, 234–259, 262–273, 275–283, 285–288, 292–307, 310–338, 340–349, 352–366, 368–395, 397–430, 432–437, 440–467, 469–507, 509–522, 524–537, 541–543, 545–552, 558–563, 566–569, 575–578, 580–640, 642, 644–699, 708–724, 726–915, 920–951, 959

Citation: Fragment — (line)

t1-17

ΑΙΟΛΟΣΙΚΩΝ

1

ἥκω Θεαρίωνος ἀρτοπώλιον
λιπών, ἵν’ ἐστὶ κριβάνων ἑδώλια.392

2

ἀλλ’ ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω ἁπαξάπανθ’, ὅς’ ἂν κελεύῃς, ὦ γύναι.

3

ὅπερ δὲ λοιπὸν μόνον ἔτ’ ἦν ἐν τῇ γνάθῳ διώβολον, γεγένητ’ ἐμοὶ δικόλλυβον.

4

καὶ μὴν τὸ δεῖν’, ἀκροκώλια δή σοι τέτταρα ἥψησα τακερά.

5

τῶν δὲ γηθύων
ῥίζας, ἐχούσας σκοροδομίμητον φύσιν393

6

κοιτὼν ἁπάσαις εἷς, πύελος δὲ μί’ ἀρκέσει.

7

δοῖδυξ, θυΐα, τυροκνῆστις, ἐσχάρα.

8

καὶ διαστίλβονθ’ ὁρῶμεν ὥσπερ ἐκ καινοῦ λυχνούχου
πάντα τῆς ἐξωμίδος.394

9

καί κ’ ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.

10

οὐκ ἐτός, ὦ γυναῖκες, πᾶσι κακοῖσιν ἡμᾶς φλῶσιν ἑκάστοθ’ ἅνδρες· δεινὰ γὰρ ἔργα δρῶσαι
5λαμβανόμεσθ’ ὑπ’ αὐτῶν.

11

καὶ δι’ ὀπῆς κἀπὶ τέγους395

14

δυοῖν λυχνιδίοιν

15

ἀκερματίαν

16

κλειδίον

17

σμηματοφορεῖον

t18-40

ΑΜΦΙΑΡΕΩΣ396

18

Α. γύναι, τί τὸ ψοφῆσάν ἐσθ’; ἁλεκτρυὼνΒ.
τὴν κύλικα καταβέβληκεν. οἰμώζουσά γε.Α.

19

καὶ νὴ Δί’ ἐκ τοῦ δωματίου γε νῷν φέρε κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν.

20

νόσῳ βιασθεὶς ἢ φίλων ἀχηνίᾳ;

21

ἀλλ’ ὦ θύγατερ, ἔλεξ’, Ἰασοῖ, πρευμενής—397

22

ἔπειτ’ ἔρειξον ἐπιβαλοῦς’ ὁμοῦ πίσους.

23

ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς.

24

πόθεν ἂν λάβοιμι βύσμα τῷ πρωκτῷ φλέων;

25

ταυτὶ τὰ κρέ’ αὐτῷ παρὰ γυναικός του φέρω.

26

ὦ μιαρὲ καὶ Φρυνῶνδα καὶ πονηρὲ σύ398

27

Λαμπτρεὺς ἔγωγε τῶν κάτω.

28

καὶ τοὺς μὲν ὄφεις, οὓς ἐπιπέμπεις, ἐν κίστῃ που κατασήμηναι καὶ παῦσαι φαρμακοπωλῶν.

29

ὀσφὺν δ’ ἐξ ἄκρων διακίγκλισον ἠύτε κίγκλου ἀνδρὸς πρεσβύτου· τελέειν δ’ ἀγαθὴν ἐπαοιδήν.

30

οἶδα μὲν ἀρχαῖόν τι δρῶν κοὐχὶ λέληθ’ ἐμαυτόν.399

31

ἀφ’ οὗ κωμῳδικὸν μορμολυκεῖον ἔγνων.

32

ἀκραιφνὲς ὕδωρ

33

ἱερὸν συμβουλή

34

πλεκτὴν σχοῖνον

35

τυφλότερος λεβηρίδος400

36

ἀναφλᾶν καὶ ἀνακνᾶν

37

ἀνθρωπίζεται

38

ἠντεβόλησε

39

ῥόπτρον

40

καὶ νὴ Δί’ εἰ Πάμφιλόν γε φαίης
κλέπτειν τὰ κοίν’ ἅμα τε συκοφαντεῖν.401

t41-63

ΑΝΑΓΥΡΟΣ

41

μὴ κλᾶ’· ἐγώ σοι βουκέφαλον ὠνήσομαι.

42

ψῆχ’ ἠρέμα τὸν βουκέφαλον καὶ
τὸν κοππατίαν.402

43

Α. ὡς δ’ ὀρθοπλήξ. πέφυκε γὰρ δυσγάργαλις.Β.

44

Α. τοῦτ’ αὐτὸ πράττω, δύ’ ὀβολὼ καὶ σύμβολον
ὑπὸ τῷ ’πικλίντρῳ. μῶν τις αὔτ’ ἀνείλετο;Β.

45

εἰ μὴ παραμυθεῖ μ’ ὀψαρίοις ἑκάστοτε.

46

καὶ ξυννένοφε καὶ χειμέρια βροντᾷ μάλ’ αὖ.403

47

ὅρμου παρόντος τὴν ἀτραπὸν κατερρύην.

48

ἐν τῷ στόματι τριημιωβόλιον ἔχων

50

πλὴν ἀλεύρου καὶ ῥόας

51

πρὸς θεῶν, ἔραμαι τέττιγα φαγεῖν καὶ κερκώπην θηρευσαμένη
καλάμῳ λεπτῷ.404

52

οὐχ ἑψητῶν λοπάς ἐστιν.

53

καὶ μὴν χθές γ’ ἦν Πέρδιξ χωλός.

54

ἐκ δὲ τῆς ἐμῆς χλανίδος τρεῖς ἁπληγίδας ποιῶν405

55

ἀλλὰ πάντας χρὴ παραλοῦσθαι καὶ τοὺς σπόγγους ἐᾶν.

56

ἀναχύρωτον τὸν πηλὸν

57

Ἀργεῖοι φῶρες

58

στόμια πριονωτά

59

ἀμφιανακτίζειν

60

τὸν πνιγέα406

61

ὑφόλμιον

62

τὴν ψήκτραν

63

ἀλλ’ Ἀριφράδη δέδοικα μὴ τὰ πράγματα ἡμῶν διακναίσῃ.

t64-99

ΒΑΒΥΛΩΝΙΟΙ407

64

Σαμίων ὁ δῆμός ἐστιν· ὡς πολυγράμματος.408

65

ἀνὴρ πεδήτης ἰτέαν ἐνημμένος

66

ἵστασθ’ ἐφεξῆς πάντες ἐπὶ τρεῖς ἀσπίδας.

67

Ζεῦ, τὸ χρῆμα τῆς νεολαίας ὡς καλόν.

68

ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων.

69

ἀνήρ τις ἡμῖν ἐστιν ἐγκινούμενος.409

71

δεῖ διακοσίων δραχμῶν.Α.
Β. πόθεν οὖν γένοιντ’ ἄν; τὸν κότυλον τοῦτον φέρε.Α.

72-73

πόσους ἔχει στρωτῆρας ἁνδρὼν οὑτοσί;
1* * * *
ὡς εὖ καλυμματίοις τὸν οἶκον ἤρεφεν.410

74

μέσην ἔρειδε πρὸς τὸ σιμόν.

75

ἐννεύει με φεύγειν οἴκαδε.

76

εἰς ἄχυρα καὶ χνοῦν

77

τὴν αὑτοῦ σκιὰν δέδοικεν.411

78

ναυλόχιον ἐν τῷ μέσῳ.

79

ἦ που κατὰ στοίχους κεκράξονταί τι βαρβαριστί.

80

εὖ γ’ ἐξεκολύμβης’ οὑπιβάτης, ὡς ἐξοίσων ἐπίγυον.

81

ἢ δῶρ’ αἰτῶν ἀρχὴν πολέμου μετὰ Πεισάνδρου πορίσειεν.412

82

ἢ βοιδαρίων τις ἀπέκτεινε ζεῦγος χολίκων ἐπιθυμῶν.

83-84

κατάγου ῥοθιάζων.
1
* * * ναῦς ὅταν ἐκ πιτύλων ῥοθιάζῃ σώφρονι κόσμῳ

85

ἐς τὸν λιμένα413

87

ἀνθ’ Ἑρμιόνος

88

τὰ μέτωπα Ἰστριανά

89

πόδα βαλλαντίου414

91

ἁλυκόν

92

δύσριγος

93

ζώστειον

94

θωμόν

95

λακεδαιμονιάζω415

96

ὁρκωμοτεῖν

97

στίγων

98

ὠτοκάταξιν

t100-124

ΓΕΩΡΓΟΙ

100

Α. ἐθέλω γεωργεῖν. εἶτα τίς σε κωλύει;Β.
Α. ὑμεῖς. τί δ’ εἰ δίδωμι χιλίας δραχμάς,416
ἐάν με τῶν ἀρχῶν ἀφῆτε; δεχόμεθα· δισχίλιαι γάρ εἰσι σὺν ταῖς Νικίου.Β.

101

ὅτου δοκεῖ σοι δεῖν μάλιστα τῇ πόλει.
Β. ἐμοὶ μὲν ἐπὶ τὸν μολγόν· οὐκ ἀκήκοας;

102

τί δῆτα τούτων τῶν κακῶν, ὦ παῖ, γλίχει;

103

εἶτ’ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν.417

104

ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται.

105

εἴ γ’ ἐγκιλικίσαιμ’, ἐξολοίμην, φαθὶ λέγων.

106

καχέτας καὶ Μεγακλέας καὶ μαλακούς

107

ἐξ ἄστεως νῦν εἰς ἀγρὸν χωρῶμεν· ὡς πάλαι δεῖ
ἡμᾶς ἐκεῖ ’ν τῷ χαλκίῳ λελουμένους σχολάζειν.418

108

συκᾶς φυτεύω κάρτα πλὴν Λακωνικῆς· τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν· οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα.

109

Εἰρήνη βαθύπλουτε καὶ ζευγάριον βοεικόν, εἰ γὰρ ἐμοὶ παυσαμένῳ τοῦ πολέμου γένοιτο σκάψαι κἀποκλάσαι τε καὶ λουσαμένῳ διελκύσαι τῆς τρυγὸς ἄρτον λιπαρὸν καὶ ῥάφανον φαγόντι.

110

ὦ πόλι φίλη Κέκροπος, αὐτοφυὲς Ἀττική,
χαῖρε λιπαρὸν δάπεδον, οὖθαρ ἀγαθῆς χθονός.419

111

ἐν ἀγορᾷ δ’ αὖ πλάτανον εὖ διαφυτεύσομεν.420

117

ἀγαθήν γε κωδίαν

118

ἀπυρήνων

119

ἐλαΐζειν

120

μετόρχιον

121

πορνεύτριαν

122

Σηράγγιον

123

Στρεψαίους421

124

τραπεζοφόρον

t125-148

ΓΗΡΑΣ

125

Α. τουτὶ τί ἦν τὸ πρᾶγμα; θερμούς, ὦ τέκνον.Β.
Α. ἀλλ’ ἦ παραφρονεῖς; κριβανίτας, ὦ τέκνον, λευκοὺς δὲ πάνυ.Β.

126

ὁ δὲ μεθύων ἤμει παρὰ τοὺς ἀρχηγέτας.422

127-128

πτωχικοῦ βακτηρίου. βακτηρία δὲ Περσὶς ἀντὶ καμπύλης.

129

ὀφθαλμιάσας πέρυσιν εἶτ’ ἔσχον κακῶς, ἔπειθ’ ὑπαλειφόμενος παρ’ ἰατρῷ—

130

ὀξωτά, σιλφιωτά, βολβός, τεύτλιον, περίκομμα, θρῖον, ἐγκέφαλος, ὀρίγανον, καταπυγοσύνη ταῦτ’ ἐστὶ πρὸς κρέας μέγα.

131

Α. τίς ἂν φράσειε ποῦ ’στι τὸ Διονύσιον;
Β. ὅπου τὰ μορμολυκεῖα προσκρεμάννυται.423

132

ἔδει δέ γέ σε βληθεῖσαν εἰς Ἁλμυρίδας ... τῃδὶ μὴ παρέχειν σε πράγματα.

133

ἐπὶ τοῦ περιδρόμου στᾶσα τῆς συνοικίας424

134

Α. σὺ δ’ οὐκ ἐγήμω; νὴ Δί’, ὀλίγας ἡμέρας.Β.

135

ἐγὼ δ’ ἀπολοπίζειν τε κᾆτ’ ἐπ’ ἀνθράκων—

136

ὑδρίαν δανείζειν πεντέχουν ἢ μείζονα

137

ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη

138

κοπίδι τῶν μαγειρικῶν425

139

εἰ παιδαρίοις ἀκολουθεῖν δεῖ σφαῖραν καὶ στλεγγίδ’ ἔχοντα.

140

λορδοῦ κιγκλοβάταν ῥυθμόν

141

ὦ πρεσβῦτα, πότερα φιλεῖς τὰς δρυπετεῖς ἑταίρας ἢ σὺ τὰς ὑποπαρθένους, ἁλμάδας ὡς ἐλάας, στιφράς;

142

ἀποπλευστέ’ οὖν ἐπὶ τὸν νυμφίον, ᾧ γαμοῦμαι τήμερον.

143

Μελιτέα κάπρον426

144

καλαμίνους αὐλούς

145

καταλαλεῖν

146

κληρωτήριον

147

σκάφιον

148

τῆτες

t149-183

ΓΗΡΥΤΑΔΗΣ427

149-150

Α. καὶ τίς νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
ἔτλη κατελθεῖν; ἕν’ ἀφ’ ἑκάστης τῆς τέχνης εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας, οὓς ᾖσμεν ὄντας ᾁδοφοίτας καὶ θαμὰΒ.
5ἐκεῖσε φιλοχωροῦντας. εἰσὶ γάρ τινεςΑ.
ἄνδρες παρ’ ὑμῖν ᾁδοφοῖται; νὴ ΔίαΒ.
Α.μάλιστά γ’. ὥσπερ Θρᾳκοφοῖται; πάντ’ ἔχεις.Β.
Α. καὶ τίνες ἂν εἶεν; πρῶτα μὲν Σαννυρίων ἀπὸ τῶν τρυγῳδῶν, ἀπὸ δὲ τῶν τραγικῶν χορῶνΒ.
10Μέλητος, ἀπὸ δὲ τῶν κυκλίων Κινησίας.
10* * * *
Α. ὡς σφόδρ’ ἐπὶ λεπτῶν ἐλπίδων ὠχεῖσθ’ ἄρα. τούτους γὰρ ἢν πολλῷ ξυνέλθῃ ξυλλαβὼν
ὁ τῆς διαρροίας ποταμὸς οἰχήσεται.428

151

Α. καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ’ ἂν ῥήματα;
Β. εἰς ὄξος ἐμβαπτόμενος ἢ ξηροὺς ἅλας.

152

τότε μὲν ... σου κατεκοττάβιζον ἄν, νυνὶ δέ σου κατεμοῦσι, τάχα δ’ εὖ οἶδ’ ὅτι καὶ καταχέσονται.

153

ἐν τοῖσι συνδείπνοις ἐπαινῶν Αἰσχύλον

154

θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν.429

155

ἥκω Θεαρίωνος ἀρτοπώλιον λιπών, ἵν’ ἐστὶ κριβάνων ἑδώλια.

156

ἆρ’ ἔνδον ἀνδρῶν κεστρέων ἀποικία; ὡς μὲν γάρ ἐστε νήστιδες, γιγνώσκεται.

157

τὴν μάλθαν ἐκ τῶν γραμματείων ἤσθιον.

158

ἀκροκώλι’, ἄρτοι, κάραβοι, βολβοί, φακῆ.430

159

πτισάνην διδάσκεις αὐτὸν ἕψειν ἢ φακῆν;

161

ᾖσαν εὐθὺ τοῦ Διονυσίου

162

ἀλλ’ ἴσθ’ ἐπ’ αὐτὴν τὴν θύραν ἀφιγμένος.

163

πόλος τόδ’ ἐστίν; εἶτα πόστην ἥλιος τέτραπται;

164

φήμαις οὖν ἐγὼ βροτῶν ἅπαντας ἐκλαπῆναι.431

166

χαριεντίζει καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει.

167

ψίθυρός τε καλοῦ καὶ ψωμοκόλαξ.432

171

αὐτοὶ θύομεν

172

φορμῷ σχοινίνῳ

173

τῶν ἀπυρήνων

174

ἀσκοθύλακος

175

γαργαλισμοῦ

176

ἕρμα433

177

καρπεῖα

178

κατάπλασμα

179

μέτοχος

180

τοὺς οἰκοδόμους

181

περίθεσιν

182

σκόμβρος

183

σύντεχνοι434

t184-197

ΔΑΙΔΑΛΟΣ

184

ἤδη τις ὑμῶν εἶδεν Εὐρύβατον Δία;

185-186

ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών.
1* * * * εὖ ἴστε· πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ
ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.435

187

πάσαις γυναιξὶν ἐξ ἑνός γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.

188

ὁ μηχανοποιός, ὁπότε βούλει τὸν τροχὸν ἱμᾶν ἀνεκάς, λέγε, χαῖρε φέγγος ἡλίου.

189-190-191

καὶ ταῦτ’ ἔχοντα πουλύπους καὶ σηπίας.
1
* * * * τὸν πουλύπουν μοὔθηκε.
2* * * *
πληγαὶ λέγονται πουλύπου πιλουμένου.436

192

περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος νῦν ἐστι; περὶ ὄνου σκιᾶς.

193

κογχυλίας λίθος

194

Δαιδάλεια

195

ἀρχιτεκτονεῖν437

196

δορυφόνον

197

κακκάβη

t198-244

ΔΑΙΤΑΛΗΣ438

198

Α. ἀλλ’ εἶ σορέλλη καὶ μύρον καὶ ταινίαι.
Β. ἰδού, σορέλλη, τοῦτο παρὰ Λυσιστράτου.
Α. ἦ μὴν ἴσως σὺ καταπλιγήσει τῷ χρόνῳ.
Β. τὸ καταπλιγήσει τοῦτο παρὰ τῶν ῥητόρων.
5Α. ἀποβύσεταί σοι ταῦτά πη τὰ ῥήματα.
Β. παρ’ Ἀλκιβιάδου τοῦτο τἀποβύσεται.
Α. τί δ’ ὑποτεκμαίρει καὶ κακῶς ἄνδρας λέγεις
καλοκἀγαθεῖν ἀσκοῦντας; οἴμ’, ὦ Θρασύμαχε,Β.
τίς τοῦτο τῶν ξυνηγόρων τερθρεύεται;439

200

οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ πλύνων ἅπασιν ὅσα σύνοιδ’ αὐτῷ κακά.

201

εἰ μὴ μεταλάβῃ τοὐπίπεμπτον, κλαέτω.441

202

ἐγὼ δ’ ἰὼν πέμψω πλακοῦντ’ ἐς ἑσπέραν χαρίσιον.

203

ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν
ἐδίδου ῥοφεῖν ἄν.442

204

τί δαί; κυνίδιον λεπτὸν ἐπρίω τῇ θεᾷ εἰς τὰς τριόδους;

205

τῆς μυρηρᾶς ληκύθου πρὶν κατελάσαι τὴν σπαθίδα, γεύσασθαι μύρου.

206

φέρ’ ἴδω, τί σοι δῶ τῶν μύρων; ψάγδαν φιλεῖς;

207

οὐδ’ ἐστὶν αὐτῷ στλεγγὶς οὐδὲ λήκυθος.443

208

οὐδ’ ἀργύριον ἔστιν κεκερματισμένον.

210

ὁ δ’ ἡλιαστὴς εἷρπε πρὸς τὴν κιγκλίδα.

211

τὸν Ἐρεχθέα μοι καὶ τὸν Αἰγέα κάλει.444

212

ἀπόλωλα· τίλλων τὸν λαγὼν ὀφθήσομαι.

213

ταχύ νυν πέτου καὶ μὴ τροπίαν οἶνον φέρε.

214

οὐκ ἀλλὰ τοῦτό γ’ ἐπίχυσις τοῦ χαλκίου.

215

κἄγειν ἐκεῖθεν κακκάβην445

216

ἀλλ’ οὐ γὰρ ἔμαθε ταῦτ’ ἐμοῦ πέμποντος, ἀλλὰ μᾶλλον πίνειν, ἔπειτ’ ᾄδειν κακῶς, Συρακοσίαν τράπεζαν, Συβαρίτιδάς τ’ εὐωχίας καὶ ‘Χῖον ἐκ Λακαινᾶν‘.

217

εἰ μὴ δικῶν τε γυργάθους ψηφισμάτων τε θωμοὺς
φέροντες446

218

καὶ λεῖος ὥσπερ ἔγχελυς, χρυσοῦς ἔχων κικίννους.

219

ἔσειον, ᾔτουν χρήματ’, ἠπείλουν, ἐσυκοφάντουν.

220

εἰς τὰς τριήρεις δεῖν ἀναλοῦν ταῦτα καὶ τὰ τείχη,
εἰς οἷ’ ἀνήλουν οἱ πρὸ τοῦ τὰ χρήματα.447

221

ὅστις αὐλοῖς καὶ λύραισι κατατέτριμμαι χρώμενος, εἶτά με σκάπτειν κελεύεις;

222

Α. πρὸς ταῦτα σὺ λέξον Ὁμήρου ἐμοὶ γλώττας, τί καλοῦσι
1* * κόρυμβα;
Α.τί καλοῦς’ ἀμενηνὰ κάρηνα;
Β. ὁ μὲν οὖν σός, ἐμὸς δ’ οὗτος ἀδελφὸς φρασάτω, τί κα‐
3* * λοῦσιν ἰδυίους;
Β.τί καλοῦσιν ἀποινᾶν;448

223

ᾆσον δή μοι σκόλιόν τι λαβὼν Ἀλκαίου κἀνακρέοντος.449

224

καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα

225

ἐθέλω βάψας πρὸς ναυτοδίκας ξένον ἐξαίφνης—

226

ὦ παρανοία καὶ ἀναιδεία

227

καὶ κόσκινον ἠπήσασθαι450

228

ὅτε τὰς ὀὰς ἴσας ἐποιήσατο.451

234

ἄγγη μυρηρά

235

ὡρικὸν δὲ μειράκιον καὶ κόρη

236

ἀποβροχθίσαι

237

ἐψυχρολουτήσαμεν

238

θυλακίσκον

239

κλινάριον452

240

λυρωνίαν

241

νεβλάρετοι

242

τὸν ὀρτυγοκόμον

243

ῥαγδαίους453

244

τοῦ τριγώνου

t245-265

ΔΑΝΑΙΔΕΣ

245

μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου χύτρας, μεθ’ ὧν ὁ βωμὸς οὗτος ἱδρύθη ποτέ.

246

ἀλλ’ εἴσιθ’· ὡς τὸ πρᾶγμ’ ἐλέγξαι βούλομαι τουτί· προσόζειν γὰρ κακοῦ τού μοι δοκεῖ.

247

τραπόμενον εἰς τοὔψον λαβεῖν
ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια.454

248

κακῶν τοσούτων ξυνελέγη μοι σώρακος.

249

ἤδη παροινεῖς εἰς ἐμὲ πρὶν δεδειπνάναι.

250

δακτύλιον χαλκοῦν φέρων ἀπείρονα

251

οὐδεὶς βεβαλάνωκε τὴν θύραν455

252

λύσας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ἡμῶν.

253

ὁ χορὸς δ’ ὠρχεῖτ’ ἂν ἐναψάμενος δάπιδας καὶ στρωματόδεσμα, διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ ῥαφανῖσιν.

254

οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διέκειτο.

255

πρὸς τὸν στροφέα τῆς αὐλείας σχίνου κεφαλὴν κατορύττειν.456

256

μὴ τἄρ’ εἶναί μ’ ἐγκριδοπώλην

257

καὶ τὸν κυλλάστιν φθέγγου καὶ τὸν Πετόσιριν.

258

τῶν χοίρων μνοῦς ἔρι’ ἐστίν.457

259

Δαναώτατος

262

ἀργύριον

263

ἐχῖνος

264

προσωπίδιον

265

συρμαιοπῶλαι (καὶ ἐγκριδοπῶλαι).458

t266

ΔΙΣ ΝΑΥΑΓΟΣ

266

τί ὦ πονηρέ μ’ ἐξορίζεις ὡσπερεὶ κλιντήριον;

t267-277

ΔΡΑΜΑΤΑ Η ΚΕΝΤΑΥΡΟΣ459

267

ἐγὼ γάρ, εἴ τί ς’ ἠδίκηκ’, ἐθέλω δίκην δοῦναι πρόδικον ἐν τῶν φίλων τῶν σῶν ἑνί.

268

ἀνοιγέτω τις δώματ’· αὐτὸς ἔρχεται.

269

ἀλλ’ ἐς κάδον λαβών τιν’ οὔρει πίττινον.

270

ἐκκρουσαμένους τοὺς πύνδακας460

271

πτίσσω, βράττω, μάττω, δεύω, πέττω, καταλῶ.

272

χωρεῖ ἄκλητος ἀεὶ δειπνήσων· οὐ γὰρ ἄκανθαι.

273

τὸ δὲ πορνεῖον Κύλλου πήρα.461

275

ἀπόκινον

276

λίθος δεκατάλαντος

277

κλιμακτῆρες

t278-285

ΔΡΑΜΑΤΑ Η ΝΙΟΒΟΣ

278

ἔστιν γὰρ ἡμῖν τοῖς κάτω πρὸς τοὺς ἄνω ἀπὸ συμβόλων, καὶ μὴν ὁ μαιμακτηριών, ἐν ᾧ ποιοῦμεν τὰς δίκας καὶ τὰς γραφάς.

279

οἴμοι κακοδαίμων· ὁ λύχνος ἡμῖν οἴχεται.462

280

καὶ πῶς ὑπερβὰς τὸν λυχνοῦχον κἄλαθε;

281

ἀλλ’ ὥσπερ λύχνος ὁμοιότατα καθεῦδ’ ἐπὶ τοῦ λυχνιδίου.

282

οὐδὲν μὰ Δί’ ἐρῶ λοπάδος ἑψητῶν.

283

ὁ δ’ εἰς τὸ πλινθεῖον γενόμενος ἐξέτρεψε463

285

καττύς

t286-293

ΔΡΑΜΑΤΑ

286

ἀλλ’ εὔχομαι ’γωγ’ ἑλκύσαι σε τὸν ζυγόν,
ἵνα μή με προσπράττωσι γραῦν οἱ φράτερες.464

287

αὐτοῖς σταθμοῖς ἐξέβαλε τὰς σιαγόνας.

288

πάντες δ’ ἔνδον πεταχνοῦνται.465

292

βύρσαν

293

κιχόρεια

t294-297

ΕΙΡΗΝΗ ΔΕΥΤΕΡΑ466

294

Α. τῆς πᾶσιν ἀνθρώποισιν Εἰρήνης φίλης πιστὴ τροφός, ταμία, συνεργός, ἐπίτροπος, θυγάτηρ, ἀδελφή, πάντα ταῦτ’ ἐχρῆτό μοι.
Β. σοὶ δ’ ὄνομα δὴ τί ἐστιν; ὅ τι; Γεωργία.Α.
4* * * *
5Β. ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα, ἄσμενός ς’ ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους.

295

τὴν δ’ ἀσπίδα ἐπίθημα τῷ φρέατι παράθες εὐθέως.

296

ἰὼ Λακεδαίμων, τί ἄρα πείσει τήμερα;467

297

πόθεν τὸ φῖτυ, τί τὸ γένος, τίς ἡ σπορά;

t298-316

ΗΡΩΕΣ

298

Α. οὐκ ἠγόρευον; οὗτός ἐστ’ οὐκ Ἀργόλας.
Β. μὰ Δί’ οὐδέ γ’ Ἕλλην, ὅσον ἔμοιγε φαίνεται.

299

τρέχ’ εἰς τὸν οἶνον ἀμφορέα κενὸν λαβὼν τῶν ἔνδοθεν καὶ βύσμα καὶ γευστήριον,
κἄπειτα μίσθου σαυτὸν ἀμφορεαφορεῖν.468

300

ὀβολῶν δεουσῶν τεττάρων καὶ τῆς φορᾶς.

301

ἢ καρδοπείῳ περιπαγῇ τὸν αὐχένα.

302

παύσειν ἔοιχ’ ἡ παυσικάπη κάπτοντά σε.

303

ἴθι δὴ λαβὼν τὸν ῥόμβον ἀνακωδώνισον.

304

οἱ γὰρ ἥρως ἐγγύς εἰσιν.

305

μὴ γεύεσθε δ’ ἅττ’ ἂν καταπέσῃ
τῆς τραπέζης ἐντός.469

306

μήτε ποδάνιπτρον θύραζ’ ἐκχεῖτε μήτε λούτριον.

307

κἀπὸ τῆς Διειτρέφους τραπέζης470

310

ἐμπόλω Διοσκόρω

311

πῶς πίομαι;

312

ἀνδραποδώνης

313

ἀρτοποιία

314

ἡλίσκον

315

πυελίδα

316

χερνιβεῖον

t317-344

ΘΕΣΜΟΦΟΡΙΑΖΟΥΣΑΙ ΔΕΥΤΕΡΑΙ471

317

οἶνον δὲ πίνειν οὐκ ἐάσω Πράμνιον, οὐ Χῖον, οὐδὲ Θάσιον, οὐ Πεπαρήθιον, οὐδ’ ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.

318

Α. ἰχθὺς ἐώνηταί τις ἢ σηπίδιον ἢ τῶν πλατειῶν καρίδων ἢ πουλύπους; ἢ νῆστις ὀπτᾶτ’, ἢ γαλεός, ἢ τευθίδες;
Β. μὰ τὸν Δί’ οὐ δῆτ’. οὐδὲ βατίς; οὔ φημ’ ἐγώ.Α.Β.
5Α. οὐ χόριον οὐδὲ πυός, οὐδ’ ἧπαρ κάπρου, οὐδὲ σχαδόνες, οὐδ’ ἠτριαῖον δέλφακος; οὐδ’ ἐγχέλειον, οὐδὲ κάραβον μέγαν
γυναιξὶ κοπιώσαις ἐπεχορηγήσατε;472

319

ὦ Ζεῦ πολυτίμηθ’, οἷον ἐνέπνευς’ ὁ μιαρὸς φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου καὶ βακκάριδος.

320

Α. ξυρόν, κάτοπτρον, ψαλίδα, κηρωτήν, λίτρον, προκόμιον, ὀχθοίβους, μίτρας, ἀναδήματα, ἔγχουσαν, ὄλεθρον τὸν βαθύν, ψιμύθιον, μύρον, κίσηριν, στρόφι’, ὀπισθοσφενδόνην,
5κάλυμμα, φῦκος, περιδέραι’, ὑπογράμματα, τρυφοκαλάσιριν, ἐλλέβορον, κεκρύφαλον, ζῶμ’, ἀμπέχονον, τρύφημα, παρυφές, ξυστίδα, χιτῶνα, βάραθρον, ἔγκυκλον, κομμώτριον.
Β. τὰ μέγιστα δ’ αὐτῶν οὐ λέγεις ταυτί; τί δαί;Α.
10Β. διόπας, διάλιθον, πλάστρα, μαλάκιον, βότρυς, χλίδωνα, περόνας, ἀμφιδέας, ὅρμους, πέδας, σφραγῖδας, ἁλύσεις, δακτυλίους, καταπλάσματα, πομφόλυγας, ἀποδέσμους, ὀλίσβους, σάρδια, ὑποδερίδας, ἑλικτῆρας, ἄλλα πολλά θ’ ὧν
15οὐδ’ ἂν λέγων λήξαι τις.473

321

ὅσα περίεργ’ αὐταῖσι τῶν φορημάτων ὅσοις τε περιπέττουσιν αὑτὰς προσθέτοις.

322

ἀγαθὰ μεγάλα τῇ πόλει ἥκειν φέροντάς φασι τοὺς πυλαγόρας * * * καὶ τὸν ἱερομνήμονα.

323

ὡς διά γε τοῦτο τοὔπος οὐ δύναμαι φέρειν
σκεύη τοσαῦτα καὶ τὸν ὦμον θλίβομαι.474

324

οἴμοι κακοδαίμων τῆς τόθ’ ἡμέρας, ὅτε εἶπέν μ’ ὁ κῆρυξ, οὗτος ἀλφάνει.

325

τὴν πτέρυγα παραλύσασα τοῦ χιτωνίου καὶ τῶν ἀποδέσμων, οἷς ἐνῆν τὰ τιτθία.

326

καὶ κατ’ Ἀγάθων’ ἀντίθετον ἐξυρημένον.

327

Ἄμφοδον ἐχρῆν αὐτῷ τεθεῖσθαι τοὔνομα.477

328

σακίον, ἐν οἷσπερ τἀργύριον ταμιεύεται.

329

ἀναβῆναι τὴν γυναῖκα βούλομαι.

330

τὸ χαλκίον θερμαίνεται.

331

ἁγὼν πρόφασιν οὐ δέχεται478

332

ἅμα δ’ ἠπίαλος πυρετοῦ πρόδρομος

333

ἦν μέγα τι βρῶμ’ ἔτι τρυγῳδοποιομουσική, ἡνίκα Κράτητί τε τάριχος ἐλεφάντινον λαμπρὸν ἐκόμιζεν ἀπόνως παραβεβλημένον, ἄλλα τε τοιαῦθ’ ἕτερα μυρί’ ἐκιχλίζετο.

334

μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους μήτε Χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας·
ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος.479

336

οἶνος ἀνθοσμίας

337

λύκος ἔχανεν

338

λακωνίζειν

340

ἀμεινόνως480

341

βαρβός

342

(ἀπὸ τῶν) βαυκίδων

343

διαλέξασθαι

344

ἐπανορθώσασθαι

t345-355

ΚΩΚΑΛΟΣ481

345

παρέσο, κατέτριβεν ἱμάτια κἄπειτά πως φῷδας τοσαύτας εἶχε τὸν χειμῶν’ ὅλον.

346

Α. ἦ λοιδορία τις ἐγένεθ’ ὑμῖν; πώμαλα·Β.
οὐδ’ εἶπον οὐδέν.482

347

ἀλλ’ ἐστίν, ὦ πάτερ, κομιδῇ μεσημβρία, ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών.

348

ἐκδότω δέ τις καὶ ψηφολογεῖον ὧδε καὶ δίφρω δύο.

349

κοφίνους δὲ λίθων ἐκέλευες
ἡμᾶς ἱμᾶν ἐπὶ τὸν κέραμον.483

352

χρυσὸς ὁ Κολοφώνιος

353

ἰπνός

354

κορινθιάζομαι484

355

στραγγουρία

t356-375

ΛΗΜΝΙΑΙ

356

Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς.

357

ἐνταῦθα δ’ ἐτυράννευεν Ὑψιπύλης πατὴρ Θόας, βραδύτατος ὢν ἐν ἀνθρώποις δραμεῖν.

358

τοὺς ἄνδρας ἀπεχρήσαντο τοὺς παιδοσπόρους.485

359

ἀνδρῶν ἐπακτῶν πᾶσα γάργαρ’ ἑστία.

360

ἀλλ’ ἀρτίως κατέλιπον αὐτὴν σμωμένην ἐν τῇ πυέλῳ.

361

ἕως νεαλής ἐστιν αὐτὴν τὴν ἀκμήν.

362

ἦ καρδιώττεις; ἀλλὰ πῶς χρῆσται ποιεῖν;

363-364

οὐ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι, οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου
ὑπογάστριον.486

365

τὴν κρατίστην δαίμον’ ἧς νῦν θερμός ἐσθ’ ὁ βωμός.

366

πεντελίθοισί θ’ ὁμοῦ λεκάνης παραθραύσμασι487

368

μεγάλην θεόν

369

μόχλωσον τὴν θύραν

370

ἄρκτοι

371

μέταυλος

372

ναυφύλαξ

373

πρῷμος488

374

συκίδας

375

φανόν

t376-386

ΝΕΦΕΛΑΙ ΠΡΟΤΕΡΑΙ

376

Εὐριπίδῃ δ’ ὁ τὰς τραγῳδίας ποιῶν τὰς περιλαλούσας οὗτός ἐστι τὰς σοφάς.

377

κείσεσθον ὥσπερ πηνίω βινουμένω.

378

δὶς παῖδες οἱ γέροντες489

379

ἐς τὴν Πάρνηθ’ ὀργισθεῖσαι φροῦδαι κατὰ τὸν Λυκαβηττόν.

380

μηδὲ στέψω κοτυλίσκον.

381

οὐ μετὸν αὐτῷ

383

ζυμήσασθαι

384

ἠπίαλος490

385

κόλασμα

386

μετεωρολέσχας

t387-399

ΝΗΣΟΙ

387

ὦ μῶρε, μῶρε, ταῦτα πάντ’ ἐν τῇδ’ ἔνι· οἰκεῖν μὲν ἐν ἀγρῷ τοῦτον ἐν τῷ γηδίῳ ἀπαλλαγέντα τῶν κατ’ ἀγορὰν πραγμάτων, κεκτημένον ζευγάριον οἰκεῖον βοοῖν,
5ἔπειτ’ ἀκούειν προβατίων βληχωμένων τρυγός τε φωνὴν εἰς λεκάνην ἠθουμένης, ὄψῳ δὲ χρῆσθαι σπινιδίοις τε καὶ κίχλαις, καὶ μὴ περιμένειν ἐξ ἀγορᾶς ἰχθύδια τριταῖα, πολυτίμητα, βεβασανισμένα
10ἐπ’ ἰχθυοπώλου χειρὶ παρανομωτάτῃ.491

388

Α.τί σὺ λέγεις; εἰσὶν δὲ ποῦ;
Β. αἱδὶ κατ’ αὐτὴν ἣν βλέπεις τὴν εἴσοδον.

389

λέξεις ἄρα ὥσπερ τὰ παιδί’, ἔξεχ’ ὦ φίλ’ ἥλιε.

390

ἀλλ’ οὐ τυγχάνει ἐπίδημος ὤν.

391-392-393

θλαστὰς ποιεῖν ἐλάας. οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα.
θλαστὰς γὰρ εἶναι κρεῖττόν ἐστιν ἁλμάδος.492

394

καταλιπὼν Παναίτιον πίθηκον

395

ὡς ἐς τὴν γῆν κύψασα κάτω καὶ ξυννενοφυῖα βαδίζει.

397

ἀργύρια493

398

ἔλυμος

399

θρᾶνοι, θρανία, θρανίδια

t400-429

ΟΛΚΑΔΕΣ

400

βαβαί, Λάκων· ὡς ἀμφοτέρων ἡμῶν πρὶν ἦν
τὰ πράγματ’ οἰσυπηρὰ καὶ βαρύσταθμα.494

401

ἰὼ Λακεδαῖμον, τί ἄρα πείσει τήμερα;

402

ἀλλ’ ἱμάντα μοι δὸς καὶ ζμινύην· ἐγὼ γὰρ εἶμ’ ἐπὶ ξύλα.

403

ἐπεὶ δ’ ἐγενόμην οἷπερ ᾖ’ ἐπὶ ξύλα.

404

λόγχαι δ’ ἐκαυλίζοντο καὶ ξυστὴ κάμαξ.495

405-406

πρὸς τί δὲ τὸν ὀρνίθειον οἰκίσκον φέρεις;

407

παῖδες ἀγένειοι, Στράτων

408

πρῴην ἐρανιστὰς ἑστιῶν ἥψης’ ἔτνος.

409

δάπτοντα, μιστύλλοντα, διαλείχοντά μου
τὸν κάτω σπατάγγην.496

410

ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἄχορ’ ἐκλέγει τ’ ἀεὶ ἐκ τοῦ γενείου τὰς πολιάς.

411

ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος
ὥσπερ Εὔαθλος .... παρ’ ὑμῖν τοῖς νέοις.497

412

ἀράκους, πυρούς, πτισάνην, χόνδρον, ζειάς, αἴρας, σεμίδαλιν.

413

καὶ κολλύραν τοῖσι περῶσιν διὰ τοὐν Μαραθῶνι τροπαῖον.

414

σκόμβροι, κολίαι, λεβίαι, μύλλοι, σαπέρδαι, θυννίδες

415

σπυρὶς οὐ μικρὰ καὶ κωρυκίς, ἣ καὶ τοὺς μάττοντας ἐγείρει.498

416

ὦ κακοδαίμων, ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη.

417

σκαφίδας, μάκτρας, Μοσσυνικὰ μαζονομεῖα.

418

ἀγκαλίδες ξύλων499

419

ἁλμαίαν πιών

420

δρομάδες ὁλκάδες

421

παττάλους ἐγκρούειν

422

σκυτάλιον ὑποσίδηρον

423

ὕρχας οἴνου

424

ἀπεσφακέλισεν500

425

δραχμιαῖον

426

ἐπίγυον

427

νάνους

428

τροχιλία

429

Φασιανός

t430-441

ΠΕΛΑΡΓΟΙ501

430

ὁ μὲν ᾖδεν Ἀδμήτου λόγον πρὸς μυρρίνην, ὁ δ’ αὐτὸν ἠνάγκαζεν Ἁρμοδίου μέλος.

432

ἀπεσημηνάμην
τὰς τῶν κακούργων οἰκίας.502

433

ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας.

434

κεφαλάς τ’ ἀρνῶν κωλᾶς τ’ ἐρίφων

435

βαλανεὺς δ’ ὠθεῖ ταῖς ἀρυταίναις.

436

χαλκώματα, προσκεφάλαια.

437

ἢν γὰρ ἕν’ ἄνδρ’ ἄδικον σὺ διώκῃς, ἀντιμαρτυροῦσι
δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι.503

440

ὀβολίας ἄρτους

441

οἰκίσκον

t442-450

ΠΛΟΥΤΟΣ ΠΡΟΤΕΡΟΣ504

442

τῶν λαμπαδηφόρων τε πλεί‐ στων αἰτίαν τοῖς ὑστάτοις πλατειῶν.

443

βλᾶκες φύγεργοι

444

ἦν δ’ ἐγώ

445

ἀναπηρίαν

446

γραΐζειν505

447

ἐμπαίζειν

448

ἐπικρούσασθαι

449

ζυγοποιεῖν

450

ῥυφῆσαι

t451

ΠΟΙΗΣΙΣ

451

γυναῖκα δὴ ζητοῦντες ἐνθάδ’ ἥκομεν,
ἥν φασιν εἶναι πραὰ σέ.506

t452-460

ΠΟΛΥΙΔΟΣ

452

τὸ γὰρ φοβεῖσθαι τὸν θάνατον λῆρος πολύς· πᾶσιν γὰρ ἡμῖν τοῦτ’ ὀφείλεται παθεῖν.

453

ἰδοὺ δίδωμι τήνδ’ ἐγὼ γυναῖκά σοι Φαίδραν· ἐπὶ πῦρ δὲ πῦρ ἔοιχ’ ἥκειν ἄγων.

454

διὰ τῆς ἀγορᾶς τρέχων, ἀναρίστητος ὤν.507

455

ἐλλιμενίζεις ἢ δεκατεύεις.

456

ἔρημον ἐμβλέπειν

457

οὐκ ἀπήρκει

458

Θησειότριψ

459

θησομύζειν

460

προσεμφερής

t461-470

ΠΡΟΑΓΩΝ508

461

ἐγευσάμην χορδῆς ὁ δύστηνος τέκνων· πῶς ἐσίδω ῥύγχος περικεκαυμένον;

462

οἴμοι τάλας, τί μου στρέφει τὴν γαστέρα;
βάλλ’ ἐς κόρακας. πόθεν ἂν λάσανα γένοιτό μοι;509

463

κάμνοντα δ’ αὐτὸν τοῦ θέρους ἰδών ποτε ἔτρωγ’, ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας.

464

ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην· ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι.

465

ὁ δ’ ἀλφίτων γε πριάμενος τρεῖς χοίνικας κοτύλης δεούσας εἴκος’ ἀπολογίζεται.

466

τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια;

467

σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης510

469

ἐν πίθῳ τὴν κεραμείαν

470

ἀντλίον

t,ante 471

ΣΚΕΥΑΙ

t471-487

ΣΚΗΝΑΣ ΚΑΤΑΛΑΜΒΑΝΟΥΣΑΙ511

471

χρῶμαι γὰρ αὐτοῦ τοῦ στόματος τῷ στρογγύλῳ, τοὺς νοῦς δ’ ἀγοραίους ἧττον ἢ ’κεῖνος ποιῶ.

472

λήκυθον τὴν ἑπτακότυλον, τὴν χυτρεᾶν, τὴν ἀγκύλην, ἣν ἐφερόμην, ἵν’ ἔχοιμι συνθεάτριαν.

473

καὶ μὴν ἄκουσον, ὦ γύναι, θυμοῦ δίχα
καὶ κρῖνον αὐτὴ μὴ μετ’ ὀξυρεγμίας.512

474

ὡσπερεὶ Καλλιππίδης ἐπὶ τοῦ κορήματος καθέζομαι χαμαί.

475

ἀλλ’ ἔχουσα γαστέρα μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε.

476

καὶ τῶν πλατυλόγχων διβολίαν ἀκοντίων

477

καὶ τῶν πλατυλόγχων, ὡς ὁρᾷς, ἀκοντίων513

478

τὴν πόρδαλιν καλοῦσι τὴν κασαλβάδα.

479

τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου.

480

ὥσπερ [κόσκινον] αἰρόπινον τέτρηται.

481

τοῖχον μοχλισκίῳ σκαλεύειν

482

ἀλλὰ συσπάσαι δεῖ τὰς κοχώνας.514

483

οὐδ’ ἴσως ἀντέλεγες τούτῳ τῷ δειπνίῳ· οὐ γὰρ ἄκανθαι.

485

πεζίδα

486

πηρίδιον

487

τριτοστάτις

t488-527

ΤΑΓΗΝΙΣΤΑΙ515

488

καὶ μὴν πόθεν Πλούτων γ’ ἂν ὠνομάζετο, εἰ μὴ τὰ βέλτιστ’ ἔλαχεν; ἓν δέ σοι φράσω, ὅσῳ τὰ κάτω κρείττω ’στὶν ὧν ὁ Ζεὺς ἔχει. ὅταν γὰρ ἱστῇς, τοῦ ταλάντου τὸ ῥέπον
5κάτω βαδίζει, τὸ δὲ κενὸν πρὸς τὸν Δία.
5 * * * * οὐδὲ γὰρ ἂν ἀποθανόντες ἐστεφανωμένοι προὐκείμεθ’, οὐδὲ βακκάρει κεχριμένοι, εἰ μὴ καταβάντας εὐθέως πίνειν ἔδει. διὰ ταῦτα γάρ τοι καὶ καλοῦνται μακάριοι·
10πᾶς γὰρ λέγει τις, ὁ μακαρίτης οἴχεται, κατέδαρθεν· εὐδαίμων, ὅς’ οὐκ ἀνιάσεται. καὶ θύομεν αὐτοῖσι τοῖς ἐναγίσμασιν ὥσπερ θεοῖσι καὶ χοάς γε χεόμενοι
αἰτούμεθ’ αὐτοὺς δεῦρ’ ἀνεῖναι τἀγαθά.516

489

ἀλλὰ στεφάνωσαι· καὶ γὰρ ἡλικίαν ἔχεις ἀποχρῶσαν ἤδη.

490

τοῦτον τὸν ἄνδρ’ ἢ βυβλίον διέφθορεν ἢ Πρόδικος ἢ τῶν ἀδολεσχῶν εἷς γέ τις.

491

τί οὖν ποιῶμεν; χλανίδ’ ἐχρῆν λευκὴν λαβεῖν· εἶτ’ Ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ
ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον.517

492

Α. τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν;
Β. τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα.

493

ἐρείδετον, κἀγὼ κατόπιν σφῷν ἕψομαι.

494

οὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὗ ἀπελάγχανεν.518

495

ἀπασκαρίζειν ὡσπερεὶ πέρκην χαμαί

496

ὑποπεπώκαμεν γάρ, ὦνδρες, καὶ καλῶς ἠρίσταμεν.

497

λαμβάνετε κόλλαβον ἕκαστος.

498

τὸ δ’ ἔτνος τοὐν ταῖς κυλίχναις τουτὶ θερμὸν καὶ τοῦτο παφλάζον.

499

(εἶτ’ ἔγχελυς ἦν μάλα) γενναία·
Βοιωτὶς δ’ ἦν ἐξ Ἀγχομενοῦ.519

500-501

χθονία θ’ Ἑκάτη σπείρας ὄφεων ἐλελιζομένη.
Β. τί καλεῖς τὴν Ἔμπουσαν;

502

φέρε παῖ ταχέως κατὰ χειρὸς ὕδωρ, παράπεμπε τὸ χειρόμακτρον.

503

ὡς οὑψώνης διατρίβειν ἡμῶν τἄριστον ἔοικεν.

504

ὁ δὲ λύων κύστιν ὑείαν κἀξαιρῶν τοὺς Δαρεικούς

505

δεῦρο δ’ ἂν οὐκ ἀπέδραμεν.520

506

ἅλις ἀφύης μοι. παρατέταμαι γὰρ τὰ λιπαρὰ κάπτων. ἀλλὰ φέρεθ’ ἡπάτιον, ἢ καπριδίου νέου κόλλοπά τιν’· εἰ δὲ μή, πλευρὸν ἢ γλῶτταν ἢ σπλῆνά γ’ ἢ νῆστιν, ἢ δέλφακος ὀπωρινῆς
5ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων χλιαρῶν.

507

μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάδ’ ἀφύδια521

509

Διὸς Κόρινθος

510

λίθους πωρίνους

511

μελιτηρὸν ἄγγος

512

ἀμφαρίστερον

513-514

βάθρα, βαθρίδια522

515

δόκος

516

ἐσχάρια

517

καρπεύειν

518

κηρύκιον

519

κύπασσις

520

κωνῆσαι

521

μυρίδιον

522

νεβρίδα523

524

παραλοῦται

525

σπινός

526

τέλειον

527

φήληξ

t528-541

ΤΕΛΕΜΗΣΣΗΣ524

528

οὐ γὰρ τίθεμεν τὸν ἀγῶνα τόνδε τὸν τρόπον ὥσπερ τέως ἦν, ἀλλὰ καινῶν πραγμάτων.

530

τράπεζαν ἡμῖν εἴσφερε τρεῖς πόδας ἔχουσαν, τέτταρας δὲ μὴ ’χέτω.
Α.
Β. καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;

531

οἴνου τε Χίου στάμνον ἥκειν καὶ μύρον.

532

πινακίσκον ἄπυρον ἰχθυηρόν525

533

ἀλφιτόχρωτος κεφαλῆς

534-535

ὡς ἄν τις ἂν οὖν ἢ τί ποιήσας, ὦ Τελεμησσῆς;
1
* * * * φέρε δὴ τοίνυν ταῦθ’ ὅταν ἔλθῃ, τί ποιεῖν χρή μ’, ὦ Τελε‐
2μησσῆς;

536

μεταπέμπου νῦν ταῦτα σπουδῇ καὶ μύρον, εὕρημα Μεγάλλου.

537

μελανοπτερύγων κορακίνων526

541

σιπύα

t542-557

ΤΡΙΦΑΛΗΣ527

542

λάβεσθε· καὶ γάρ ἐσθ’ ὁμοῦ.

543

ἔπειθ’ ὅσοι παρῆσαν ἐπίσημοι ξένοι ἐπηκολούθουν κἠντιβόλουν προσκείμενοι, ὅκως ἔχων τὸν παῖδα πωλήσει ’ς Χίον, ἕτερος δ’ ὅκως ἐς Κλαζομενάς, ἕτερος δ’ ὅκως
5εἰς Ἔφεσον, * * * *
οἱ δ’ εἰς Ἄβυδον· ἦν δ’ ἐκεῖνα πάνθ’ ὁδῷ.528

545

ἔπειτ’ ἐπὶ τοὔψον ἧκε τὴν σπυρίδα λαβὼν
καὶ θυλακίσκον καὶ τὸ μέγα βαλλάντιον.529

546

καὶ τὴν κυνῆν ἔχειν με κυρβασίαν ἐρεῖς.

547

ᾔτουν τι τὰς γυναῖκας ἀργυρίδιον.

548

ἀλαβαστροθήκας τρεῖς ἔχουσαν ἐκ μιᾶς

549

ἐγὼ γὰρ ἀπὸ Θηραμένους δέδοικα τὰ τρία ταυτί.

550-551

μανθάνοντες τοὺς Ἴβηρας τοὺς Ἀριστάρχου πάλαι.
1* * * *
τοὺς Ἴβηρας, οὓς χορηγεῖς μοι, βοηθῆσαι δρόμῳ.530

552

κοὐδὲν ἂν δράσαιμεν ἄτοπον οὐδ’ ἂν ἐπιήλαιμεν ἄν.531

t558-563

ΦΟΙΝΙΣΣΑΙ

558

ἐς Οἰδίπου δὲ παῖδε, διπτύχω κόρω, Ἄρης κατέσκηψ’, ἔς τε μονομάχου πάλης
ἀγῶνα νῦν ἑστᾶσιν.532

559

καὶ τὸν ἱμάντα μου ἔχουσι καὶ τἀνάφορον.

560

εἰκὸς δή που πρῶτον ἁπάντων ἴφυα· φῦναι καὶ τὰς κραναὰς ἀκαλήφας.

561

στίλβη θ’ ἣ κατὰ νύκτα μοι φλόγ’ ἀνασειράζεις ἐπὶ τῷ λυχνείῳ.

562

θεατροπώλης533

563

μυάγρα

t564-578

ΩΡΑΙ

566

τὸν Φρύγα, τὸν αὐλητῆρα, τὸν Σαβάζιον.534

567

ἐμοὶ κράτιστόν ἐστιν εἰς τὸ Θησεῖον δραμεῖν, ἐκεῖ δ’ ἕως ἂν πρᾶσιν εὕρωμεν μένειν.

568

διέφθορας τὸν ὅρκον ἡμῶν.

569

Α. ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν, στεφάνους ἴων ... κονιορτὸν ἐκτυφλοῦντα. αὑτὸς δ’ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας, πυόν, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια.
5ὑρίχους δ’ ἴδοις ἂν νιφομένους σύκων ὁμοῦ τε μύρτων· ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀμῶσιν. ὥστ’ οὐκ ἔτ’ οὐδεὶς οἶδ’ ὁπηνίκ’ ἐστὶ τοὐνιαυτοῦ. .. μέγιστον ἀγαθόν, εἴπερ ἔστι δι’ ἐνιαυτοῦ
ὅτου τις ἐπιθυμεῖ λαβεῖν. κακὸν μὲν οὖν μέγιστον.Β.
10εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ’ ἂν ἐδαπανῶντο. ἐγὼ δὲ ταῦτ’ ὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν.
Α. κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν· ταύταις δ’ ὑπάρχει ταῦτ’, ἐπειδὴ τοὺς θεοὺς σέβουσιν.
Β. ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φής. τί δὴ σύ;Α.
15Β. Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντ’ Ἀθηνῶν.535

575

Ἀρᾶς ἱερόν536

576

ζεῦγος τρίδουλον

577

ἀσκοπήρα

578

χοιροπῶλαι

t579-897

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ538

580

Κηφισοφῶν ἄριστε καὶ μελάντατε, σὺ δὲ ξυνέζης εἰς τὰ πόλλ’ Εὐριπίδῃ καὶ συνεποίεις, ὥς φασι, τὴν τραγῳδίαν.

581

ὁ δ’ αὖ Σοφοκλέους τοῦ μέλιτι κεχριμένου ὥσπερ καδίσκου περιέλειχε τὸ στόμα.

582

ἄλλαι δὲ κυαμίζουσιν αὐτῶν· εἰσὶ δὲ ἤδη πρὸς ἄνδρας ἐκπετήσιμοι σχεδόν.

583

ἵνα ξυνῶσιν ᾧπερ ἥδεσθον βίῳ,
σκώληκας ἐσθίοντε καὶ μυλακρίδας.539

584

οὐκ εἶ λαβὼν θύραζε τὰ ψηφίσματα καὶ τὴν ἀνάγκην ἐς κόρακας ἐντευθενί;

585

ἄκων κτενῶ σε, τέκνον· ὁ δ’ ὑπεκρίνετο, ἐπὶ Παλλαδίῳ τἄρ’, ὦ πάτερ, δώσεις δίκην.

586-587

οὐδὲν γὰρ ὄντως γλυκύτερον τῶν ἰσχάδων. ἀλλ’ οὐδὲ τὸ μέλι γλυκύτερον τῶν ἰσχάδων.

588

τὴν γυναῖκα δὲ
αἰσχύνομαι τώ τ’ οὐ φρονοῦντε παιδίω.540

589

οἴμοι, τουτὶ τί ἦν; ἀδιάφορός μοι φαίνεται ὁδί.

590

ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ.

591

τὴν χύτραν, ἐν ᾗ τὰ κρεάδι’ ἧψες ἐζωμευμένα.

592

πλὴν εἴ τις πρίαιτο δεόμενος
βασκάνιον ἐπικάμινον ἀνδρὸς χαλκέως.541

593

τί δῆτά σοι δράσω, κακόδαιμον, ἀμφορεὺς ἐξοστρακισθείς;

594

καὶ κύων ἀκράχολος Ἑκάτης ἄγαλμα φωσφόρου γενήσομαι.

595

λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος

596

ἡδύς γε πίνειν οἶνος Ἀφροδίτης γάλα.

597

πικρότατον οἶνον τήμερον πίει τάχα.542

598

τὸ δ’ αἷμα λέλαφας τοὐμόν, ὦναξ δέσποτα.

599

ἐκφέρετε πεύκας κατ’ Ἀγάθωνα φωσφόρους.

600

αἰσχρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ.

601-602

πυθοῦ χελιδὼν πηνίκ’ ἄττα φαίνεται. ὁπηνίκ’ ἄτθ’ ὑμεῖς κοπιᾶτ’ ὀρχούμενοι.

603

λούσησθε καὶ κτενίσησθε πρὸς τὸν ἥλιον.

604

ἵνα μὴ καταγῇς τὸ σκάφιον πληγεὶς ξύλῳ.

605-606

φθέγξαι σὺ τὴν φωνὴν ἀναστοιχήσας ἄνω.
φθέγμα κεκράτηκε.543

607

τί τὸ κακόν; ἀλλ’ ἦ κοκκύμηλ’ ἠκρατίσω;

608

τὸν Πειραιᾶ δὲ μὴ κεναγγίαν ἄγειν.

609

ἥ τις κυοῦς’ ἐφάνη κύος τοσουτονί.

610

ὀξυγλύκειάν τἄρα κοκκιεῖς ῥόαν.

611

[τὸ] παραπέτασμα, τὸ Κύπριον, τὸ ποικίλον.

612-613

ἐνταῦθα δὴ παιδάριον ἐξαυαίνεται.
ὥστ’ ἔγωγ’ ηὑαινόμην
θεώμενος.544

614

τὴν φάρυγα μηλῶν δύο δραχμὰς ἕξει μόνας.

615

τὸ πρᾶγμα τοῦτο συλλαβεῖν ὑπίσχομαι.

616

ἔφευγε, κἀγὼ τῆς ὑπαντὰξ εἰχόμην.

617

οὔκουν μ’ ἐάσεις ἀναμετρήσασθαι τάδε;

618

ὑπὸ τοῦ γέλωτος εἰς Γέλαν ἀφίξομαι.545

619

χωρεῖ ’πὶ γραμμὴν λορδὸς ὡς εἰς ἐμβολήν.

620

οὐχ ὅ τι ἐκεῖνος ἔλαχεν. οἰμώζων κάθου.

621

σὺ δ’ οὐκ ἀνεῖχες αὐτὸν ὥσπερ εἰκὸς ἦν.

622

οὕτως τι τἀπόρρητα δρᾶν ἐστι μέλει.

623

γίγνωσκε τὸν ἄλεισόν τε καὶ τὰ γράμματα.546

624

ὁρῶ γὰρ ὡς στόμφακα διασαυλούμενον.

625-626

καταντιβολεῖτον αὐτὸν ὑποπεπτωκότες. ἐκβαίνετον τὸν πατέρα τοῖς ὀρχήμασι.

627

καὶ τῶν πρὸς εἴλην ἰχθύων ὠπτημένων

628

ἰκτῖνα παντόφθαλμον ἁρπαγαῖς τρέφων.547

629

μέλαινα δεινῶς πίττα Βρεττία παρῆν.

630

ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι.

631

ἡ μᾶζα γὰρ σᾶ καὶ τὰ κρέα χὠ κάραβος.

632

ἐνδὺς τὸ γυναικεῖον τοδὶ χιτώνιον

633

ἑστῶτας ὥσπερ τοὺς ὀρεωκόμους ἅθρους548

634

πόθεν δ’ ἐγώ σοι συγγενής, ὦ φαρμακέ;

635

λίθος τις ὤζησεν τεθυμιαμένος.

636

ᾤμην δ’ ἔγωγε τὸν Κυκλοβόρον κατιέναι.

637

ἐβάδιζέ μοι τὸ μειράκιον ἐξ ἀποτρόχων.

638

καὶ στρεψίμαλλος τὴν τέχνην Εὐριπίδης.549

639

καὶ πρός γε τούτοις ἥκετον πρέσβη δύο.

640

ἑκτεὺς δέ γ’ ἐστὶν ἑξαχοίνικον μέτρον.

642

θύειν με μέλλει καὶ κελεύει βῆ λέγειν.550

644

φωνάριον εἶχεν ᾠδικὸν καὶ καμπτικόν.

645

εἰ μὴ Προμηθεύς εἰμί· τἄλλα ψεύδομαι.

646

οἶμαι γὰρ αὐτὸν κόλλοπι ἐοικέναι.

647

ἀλλὰ τὸ στρόφιον λυθὲν
τὰ κάρυά μοὐξέπιπτεν.551

648

οὔτε νύκτωρ παύεται οὔθ’ ἡμέραν.

649

ἀγρὸν γὰρ ἔλαβεν ἀργὸν παρ’ αὐτοῦ.

650

μεσέγγυον τὴν μείρακα ⏑– καταθέσθαι.

651

ἀνήσω κροκύδα μαστιγουμένη.

652

ἐγὼ δ’ ὑπερῶ τὸν ὅρκον.552

653

φαύλως φέρει νῦν τὸ κακόν.

654

τὴν θύραν ἀναζυγώσας

655

σὺ δ’ ὁμέστιος θεοῖς; πόθεν;

656

Α.Β. ποῖ κῆχος; εὐθὺ Σικελίας.

657

εἴ τις κολακεύει παρὼν καὶ τὰς κροκύδας ἀφαιρῶν.

658

οὕτω γὰρ ἡμῖν ἡ πόλις μάλιστα σῶς ἂν εἴη.553

659

οὐχ οἷα πρῶτον ᾖδον ἑπτάχορδα πάνθ’ ὁμοῖα

660

πόσος ἔσθ’ ὁ καῦνος;

661

ἀλοᾶν χρὴ τὰς γνάθους

662

κοπρολογεῖ κόφινον λαβών.

664

γαλῆν καταπέπωκεν554

665

νεῖν ἐξ ὑπτίας

666

αἱ τῶν γυναικῶν παγίδες

667

ἀπεριλάλητος Αἰσχύλος

668

λαλίστερόν ς’ εὕρηκα

669

ἄχθομ’ αὐτοῦ τῷ ῥύπῳ

670

ἔχε δὴ καὶ σκόπει

671

Ἐξηκεστίδης ἔχων λύραν,
ἔργον Εὐδόξου, τιταίνει ψίθυρον εὐήθη νόμον.555

672

ὃς τὰ μὲν ἀφανῆ μεριμνᾷ, τὰ δὲ χαμᾶθεν ἐσθίει.

673

φράζε τοίνυν, ὡς ἐγώ σοι πᾶς ἀνέρριμμαι κύβος.

674

σφοδελὸν ἐν χύτραισι μεγάλαις ἑψόμενον

675

ἑπτάπους γοῦν ἡ σκιά ’στιν· ἐπὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μ’
ὁ χορὸς ὁ φιλοτήσιος.556

676

μὰ τοὺς πρόσωθεν

677-678

τοῖσι χοροῖς αὐτὸς τὰ σχήματ’ ἐποίουν.
τοὺς Φρύγας οἶδα θεωρῶν, ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδ’ ἦλθον τεθνεῶτα, πολλὰ τοιαυτὶ καὶ τοιαυτὶ καὶ δεῦρο σχηματίσαντας.

679

ὥστ’ ἀνακύπτων καὶ κατακύπτων τοῦ σχήματος εἵνεκα τοῦδε
κηλωνείου τοῖς κηπουροῖς557

680

ἐν τοῖς ὄρεσιν δ’ αὐτόματ’ αὐτοῖς τὰ μιμαίκυλ’ ἐφύετο πολλά.

681-682

πολφοὺς δ’ οὐχ ἧψον ὁμοῦ βολβοῖς.
1
* * * * ἵν’ ἐπαγλαΐσῃ τὸ παλημάτιον καὶ μὴ βήττων καταπίνῃ.

683

κιρνάντες γὰρ τὴν πόλιν ἡμῶν κοτυλίζετε τοῖσι πένησιν.558

684

ἀλλ’ ὦ Δελφῶν πλείστας ἀκονῶν Φοῖβε μαχαίρας καὶ προδιδάσκων τοὺς σοὺς προπόλους

685

διάλεκτον ἔχοντα μέσην πόλεως οὔτ’ ἀστείαν ὑποθηλυτέραν οὔτ’ ἀνελεύθερον ὑπαγροικοτέραν

686

τὸν σαπέρδην ἀποτῖλαι χρὴ κᾆτ’ ἐκπλῦναι καὶ διαπλῦναι.

687

χορδαί, φῦσκαι, πασταί, ζωμός, χόλικες

688

ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσίν.

689

εἰκοβολοῦντες καὶ πλάττοντες559

690

ὁ δ’ ἔχων θέρμαν καὶ πῦρ ἧκεν.

691

δύναται γὰρ ἴσον τῷ δρᾶν τὸ νοεῖν.

692

ἀλλ’ εἰς ἥρων τι παρήμαρτον.

693

οὐκ ἔσθω κενέβρειον· ὅταν θύσῃς τι, κάλει με.

694

μή μοι Ἀθηναίους αἰνεῖθ’, οἳ μολγοὶ ἔσονται.

695

ὅστις ἐν ἡδυόσμοις στρώμασι παννυχίζων
τὴν δέσποιναν ἐρείδεις.560

696

καὶ σὺ κυρηβιοπῶλα Εὔκρατες στύππαξ.

697

τί γὰρ ἐπὶ κακότροπον ἐμόλετον βίον ἀδικομηχάνῳ τέχνῃ;

698

τίς ὄρεα βαθύκομα τάδ’ ἐπέσυτο βροτῶν;

699

ῥήματά τε κομψὰ καὶ παίγνι’ ἐπιδεικνύναι
πάντ’ ἀπ’ ἀκροφυσίων κἀπὸ καναβευμάτων.561

708

ἀκύμων θάλασσα

709

ἀλφίτων μελάνων ἄδδιχα562

710

ἀμεταχειρίστων τῶν κοινῶν

711

ἄνδρα σάρκινον

712

ἀπόμακτρ’ ἀπεσκοτωμένα

713

αὐτὸς λέγει

714

ἀφαίρει τρίχας

715

γερόντειαι παλαῖστραι

716

Δαυλίαν κορώνην564

717

ἔξαινε (δὲ) τῶν ἐρίων

718

ἰξοί, ῥυποκόνδυλοι

719

καλαμίνην σύριγγα

720

κάμινον βαλανείου

721

καὶ ἐπιπακτοῦν τὰς θύρας

722

κνημιοπαχὲς ξύλον

723

λεπρᾶν κεράμιον ὀξηρόν565

724

μέλλει δὲ πέμπειν τοὺς εἰς ἀφορμήν.

726

ὀ πίττομαι566

727

πάγκυφος ἐλαία

728

στήμονα δὲ ἐξεσμένον

729

συστάδας ἀμπέλους

730

τρήμας ἔχει

731

ὑποζυγιῶδες πρᾶγμα

732

φιλοκηδῆ λόγον567

733

Ἀβυδοκόμην

734

ἄγλωττον

735

ἄγυνον

736

ἀδηφάγοι

737

Ἀδώνιον

738

ἀείταν

739

ἀθλοθετία

740

ἀλειφόβιον568

741

ἁλουργιαῖον

742

ἀναβιών

743

ἀνασηκῶσαι

744

ἀνδρίζεσθαι

745

ἀνεψιαδοῖ

746

ἀνοητία569

747

ἀπαίροντες

748

ἀρτοστροφεῖν

749

ἀσπάλαθος

750

αὐόμενος

751

ἀψευδοῦντες

752

βαρβιτίζειν

753

βαρύφωνος

754

ἡ βάτος

755

βελέκκων570

756

βιβλιδάριον

757

βλέπησιν

758

βοηλατεῖν

759

βοῦκλεψ

760

βοῦς (nom. pl.)

761

βωλοκοπεῖν

762

γεῖσα571

763

γέρρα

764

δαφνοπώλην

765

διαβάτην

766

διετησίως

767

δράκαιναν

768

δράψ

769

δυάκις καὶ τριάκις

770-771

ἐγχειρητής, ἐγχείρησις572

772

ἐμπεδορκεῖν

773

ἐπιπταίσματα

774

ἐπιφορήματα

775

ἐπροξένει

776

ἑστιοῦχον

777

ἐσχαρίδα

778

ἑτερεγκεφαλᾶν

779

ἐτνήρυσις573

780

εὔειλος

781

εὐζωρότερον

782

εὐθετῆσαι

783

εὐκόπως

784

ἡμιφωσώνιον

785

ἢ πόθεν

786-787

θεοποιούς, θεοπλάστας

788

θερίστριαν574

789

θυλακοφορεῖν

790

θυμάγροικος

791

κάνδυτος

792

καρηβαριᾶν

793

καταχυτρίσαι

794

καχύποπτος

795

κελέοντες575

796

κλέος

797

κοινοθυλακεῖν

798

κρᾶστις

799

κρεοστάθμης

800

κυνοσουρίδες

801

κωλήν

802

Κωπαῖοι

803

λάλησις576

804

λεγωνῆσαι

805

λεκανίσκην

806

λεπτόφωνος

807

λιβανωτοπωλεῖν

808

λιποταξίου

809

λίστριον

810

λογάρια577

811

λογγάζειν

812

λοφοπωλεῖν

813

μαγίδες

814

μάθος

815

μαλθακόν

816

μάνην578

817

μελαναίων

818

μελῳδός

819

μικροπολιτικόν

820

μύξαν

825

ναύτριαι

826

νεαλές

827

νεανιεύεσθαι579

828

νεόφυτον

829

Νωνακριεύς

830

νωτοπλῆγα

831

ξειρης

832

Ὀλυμπίειον

833

ὀνηλατεῖν

834

ὀνυχίζεται

835

οὐδαμᾷ580

836

Παμβωτάδαι

837

πέδων

838

περίζυξ

839

πέτευρον

840

πλεισταχόθεν

841

πλυντρίδες

842

προσχίσματα

843

πρόσχορον581

844

προσῳδός

845-846

πυξίον καὶ πυξίδιον

847

πυτίνη

848

σαγήν

849

σαικωνίσαι

850

σεῖν

851

σκελετεύεσθαι582

852

σκευοφόριον

853

σκιμβάζειν

854

σκοπᾶν

855

σμινύδιον

856

σπογγίας

857

σπυρθίζειν

858

σταδιοδρόμης

859

στάσις583

860

Στρεψαῖος

861

στρογγυλοναύτας

862

συγκοίτας

863

συγχορεύτριαν

864

συλλήπτριαν

865

σύμποδα

866

συρβάβυττα

867

ταμιεῖον584

868

τάρρωμα

869

τάχας

870

τετραχίζειν

871

τίζειν

872

τικτικόν

873

τραγῳδεῖν

874

τράπεζαν585

875

τρίκλυστος

876

τροχίμαλλον

877

τύρβη

878

τὸν Ὕην

879

ὕλην

880

ὑπογεγραμμένη

881

ὑπόξυλος586

882

φαυλουργούς

883

φαύστιγγες

884

Φλεήσιον

885

φνεί587

886

φορτηγούς

887

φρυγανίστριαν

888

χείμαστρον

889

χιδρίαν

890

ψευδίστατον

891

ψίλαξ

892-893

ψό

894

ὠξυθυμήθη588

895

ἦ λοιδορία τις ἐγένεθ’ ὑμῖν; πώμαλα· οὐδ’ εἶπον οὐδέν.Β.

896

αἱ γυναῖκες τὸν δορίαλλον φράγνυνται.

897

βαλανεὺς δ’ ὠθεῖ ταῖς ἀρυταίναις.

t898-968

ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ ΚΑΙ ΨΕΥΔΕΠΙΓΡΑΦΑ

898

ἐγὼ διὰ ταῦτα, μὴ γέλων ὀφλὼν λάθω, περὶ τὴν κεφαλὴν ἐξῆμμαι πηνίκην τινά.

899

βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν,
χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς.589

900

καὶ γὰρ πρότερον δὶς ἀνθρακίδων ἅλμην πιών.

901

ὁ λῷστος οὗτος καὶ φιλοξενώτατος

902

οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθόν ἐσθ’ ὁ πλοῦς.

903

Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο.

904

ἔμπορός εἰμι σκηπτόμενος590

905

Καπαῖον [ἤτοι Φάλτον] Δία

906

αἱματοσταγῆ κηλῖδα τέγγῃ

907

Κυσολάκων ὁ Κλεινίου

908

λάχανα κνήστ’ ἢ στέμφυλα

909

οὐδὲ πάτταλον δίδωσι591

910

τίν’ οἱ δατηταί;

911

οὐδὲ ἐθελήσει μαθεῖν

912

αὐτὸς δείξας ἔν θ’ ἁρμονίαις χιάζων ἢ σιφνιάζων.

913

εὔξασθαι κατὰ χρυσόκερω λιβανωτοῦ

914

δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδάνιπτρα.592

915

Ἐνδυμίωνα Κᾶρα

920

ἀκρατιοῦμαι μικρόν

921

ἀμφήκης γνάθος593

922

γραῦς βακχεύουσα

923

κόπρου ἀγωγάς

924

Κυδώνια μῆλα

925

λύσιοι τελεταί

926

ἄανθα

927

ἀγῶνα

928

ἀκατάπληκτον594

929

ἀλέοιμι

930

ἀνδρεράστριαν

931

ἀνθρήνη

932

ἀπέκλισεν

933

Ἀχραδοῦς

934

βρόταχος

935

γραβίων595

936

διδοῦσιν

937

δοκήσει

938

ἡμερίδα

939

ἰσχνός

940

κροαίνω

941

νοβακκίζειν

942

ὀρογυίας

943

περιγίγνεται596

944

πτωχίστερον

945

ῥήτορα

946

σίλουρος

947

στρουθίζων

948

συνθήκην

949

τύλη

950

μάτην ἄρα τὴν ὁδὸν ἀνύτομεν597

951

ἐψίλωταί τις τὴν ἑτέραν ἡμίκραιραν

959

σικύους ἐνθάδε πη φυομένους οὐδενὶ κόσμῳ περιόντες,
κᾆτ’ ἤσθιον.598