TLG 0019 012 :: ARISTOPHANES :: Fragmenta ARISTOPHANES Comic. Scholia: Cf. SCHOLIA IN ARISTOPHANEM (5014) Fragmenta frr. 1–11, 18–31, 41–55a, 63–84, 100–111, 125–142, 149–154, 155a–161, 163–168, 184–192, 198–228, 244a–258, 266–274, 278–283, 286–288, 294–307, 318–335, 345–351, 356–367, 376–380, 387–395, 400–405, 407–417, 430–437, 442, 451–455, 461–467, 471–483, 488–507, 528–531, 534–536, 542–552, 558–561, 566–569, 579–640, 642–660, 662–664, 668–670, 672–699, 897–900b, 901b–904a, 912–914 Citation: Fragment — (line) | |||
1 | ἥκω Θεαρίωνος ἀρτοπώλιον λιπών, ἵν’ ἐστι κριβάνων ἑδώλια. | ||
2 | ἀλλ’ ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω | ||
ἁπαξάπανθ’ ὅς’ ἂν κελεύῃς, ὦ γύναι. | 572 | ||
3 | ὅπερ 〈δὲ〉 λοιπὸν μόνον 〈ἔτ’〉 ἦν ἐν τῇ γνάθῳ διώβολον, 〈γε〉γένητ’ ἐμοὶ δικόλλυβον. | ||
4 | καὶ μὴν τὸ δεῖν’, ἀκροκώλια δή σοι τέτταρα ἥψησα τακερά. | ||
5 | τῶν δὲ γηθύων ῥίζας ἐχούσας σκοροδο〈μί〉μητον φύσιν. | ||
6 | κοιτὼν ἁπάσαις εἷς, πύελος 〈δὲ〉 μί’ ἀρκέσει. | ||
7 | δοῖδυξ, θυεία, τυρόκνηστις, ἐσχάρα | ||
8 | καὶ διαστίλβονθ’ ὁρῶμεν ὡσπερεὶ καινοῦ λυχνούχου πάντα τῆς ἐξωμίδος. | ||
9 | ΧΡΗΣΜΟΣ | καί 〈κ’〉 ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο. | |
10 | ΓΥΝΗ | οὐκ ἐτός, ὦ γυναῖκες, πᾶσι κακοῖσιν ἡμᾶς φλῶσιν ἑκάστοθ’ ἅνδρες· δεινὰ γὰρ ἔργα δρῶσαι | |
5 | λαμβανόμεσθ’ ὑπ’ αὐτῶν. | 574 | |
---|---|---|---|
11 | καὶ δι’ ὀπῆς κἀπὶ τέγους | ||
18 | ΑΝΗΡ | γύναι, τί τὸ ψοφῆσάν ἐσθ’; | |
ΓΥΝΗ | ἁλεκτρυὼν τὴν κύλικα καταβέβληκεν. | 576 | |
ΑΝ. | οἰμώζουσά γε. | ||
19 | καὶ νὴ Δί’ ἐκ τοῦ δωματίου γε νῷν φέρε κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν. | ||
20 | νόσῳ βιασθεὶς ἢ φίλων ἀχηνίᾳ | ||
20a | ἐμβαλὼν ἀχηνίαν | ||
21 | ‘ἀλλ’ ὦ θύγατερ ἔλεξ’ Ἰασοῖ πρευμενήσ‘ | ||
22 | πρὸς ΓΥΝΑΙΚΑ | ἔπειτ’ ἔρειξον ἐπιβαλοῦς’ ὁμοῦ πίσους. | |
23 | ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς | ||
24 | πόθεν ἂν λάβοιμι βύσμα τῷ πρωκτῷ φλέων; | ||
25 | ταυτὶ τὰ κρέ’ αὐτῷ παρὰ γυναικός του φέρω. | ||
26 | ὦ μιαρὲ καὶ Φρυνῶνδα καὶ πονηρὲ σύ. | 578 | |
26a | ΓΥΝΗ | πρῶτον γὰρ ἐπὶ θήραν τὸν ἄνδρ’ ἐξήγαγον. | |
27 | Λαμπτρεὺς ἔγωγε τῶν κάτω. | ||
28 | πρὸς ΑΜΦΙΑΡΕΩΝ | καὶ τοὺς μὲν ὄφεις οὓς ἐπιπέμπεις ἐν κίστῃ που κατασήμηναι καὶ παῦσαι φαρμακοπωλῶν. | |
29 | ΧΡΗΣΜΟΣ? | ὀσφὺν δ’ ἐξ ἄκρων διακίγκλισον ἠΰτε κίγκλου ἀνδρὸς πρεσβύτου, τελέει〈ν〉 δ’ ἀγαθὴν ἐπαοιδήν. | |
30 | ΧΟΡΟΣ? | οἶδα μὲν ἀρχαῖόν τι δρῶν, κοὐχὶ λέληθ’ ἐμαυτόν. | |
31 | ΧΟΡΟΣ? | ... ἀφ’ οὗ κωμῳδικὸν μορμολυκεῖον ἔγνων | 580 |
41 | μὴ κλᾶ’· ἐγώ σοι βουκέφαλον ὠνήσομαι. | ||
42 | ψῆχ’ ἠρέμα τὸν βουκέφαλον, παῖ, τόν 〈τε〉 κοππατίαν. | ||
43 | Α | ὡς δ’ ὀρχοπλήξ. | |
Β | πέφυκε γὰρ δυσγάργαλις. | ||
44 | Α | τοῦτ’ αὐτὸ πράττω· δύ’ ὀβολὼ καὶ σύμβολον ὑπὸ τῷ ’πικλίντρῳ. | |
Β | μῶν τις αὔτ’ ἀνείλετο; | ||
44a | ἐκλιμάκισεν ὥστ’ εἰς μέσην ἔπιπτε τὴν τάφρον, ... | ||
45 | εἰ μὴ παραμυθῇ μ’ ὀψαρίοις ἑκάστοτε | ||
45a | τὴν δ’ ἕωλον ἀναβεβρασμένην | ||
46 | καὶ ξυννένοφε καὶ χειμέρια βροντᾷ μάλ’ εὖ. | ||
47 | οἴμου παρόντος τὴν ἀτραπὸν κατερρύην. | 584 | |
48 | ἐν τῷ στόματι τριημιωβόλιον ἔχων | ||
49 | χἠμῖν σκάφη ’σθ’ ὡς ἕν τι ἐμποδίζον ᾧ ’νεμοῦμεν. | ||
50 | πλὴν ἀλεύρου καὶ ῥοᾶς | ||
51 | ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ | πρὸς θεῶν ἔραμαι τέττιγα φαγεῖν καὶ κερκώπην θηρευσαμένη καλάμῳ λεπτῷ. | |
52 | οὐχ ἑψητῶν λοπάς ἐστιν. | ||
53 | καὶ μὴν χθές γ’ ἦν Πέρδιξ χωλός. | ||
53a | χαίρειν μὲν Ἄλον τὸν Φθιώτην | ||
χαίρειν δ’ ἀτεχνῶς Ἀναγυρασίους. | 586 | ||
54 | ΧΟΡΟΣ | ἐκ δὲ τῆς ἐμῆς χλανίδος τρεῖς ἁπληγίδας ποῐῶν | |
55,55a | ΧΟΡΟΣ | ἀλλὰ πάντας χρὴ παραλοῦσθαι καὶ τοὺς σπόγγους ἐᾶν. | |
63 | ἀλλ’ Ἀριφράδη δέδοικα μὴ τὰ πράγματα | ||
ἡμῶν διακναίσῃ. | 588 | ||
64 | Σαμίων ὁ δῆμός ἐστιν· ὡς πολυγράμματος· | ||
65 | ἀνὴρ πεδήτης ἰτέαν ἐνημμένος | 590 | |
66 | ἵστασθ’ ἐφεξῆς πάντες ἐπὶ τρεῖς ἀσπίδας. | ||
67 | ὦ Ζεῦ, τὸ χρῆμα τῆς νεολαίας ὡς καλόν. | ||
68 | ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων. | ||
69 | ἀνήρ τις ἡμῖν ἐστιν ἐγκινούμενος. | ||
70 | ΔΙΟΝΥΣΟΣ | ἐπὶ τῆς δίκης ᾔτουν μ’ ἀπελθόντ’ ὀξυβάφω δύο. | |
71 | ΔΙΟΝΥΣΟΣ | δεῖ διακοσίων δραχμῶν. | |
Β | πόθεν οὖν γένοιτ’ ἄν; | ||
Δ | τὸν κότυλον τοῦτον φέρε. | ||
72 | πόσους ἔχει στρωτῆρας ἁνδρὼν οὑτοσί; | ||
73 | ὡς εὖ καλυμματίοις τὸν οἶκον ἤρεφεν. | ||
74 | μέσην ἔρειδε πρὸς τὸ σιμόν. | 592 | |
75 | ἐννεύει με φεύγειν οἴκαδε. | ||
76 | εἰς ἄχυρα καὶ χνοῦν | ||
77 | τὴν αὑτοῦ σκιὰν δέδοικεν. | ||
78 | ναυλόχιον ἐν τῷ μέσῳ | ||
79 | ἦ που κατὰ στοίχους κεκράξονταί τι βαρβαριστί. | ||
80 | εὖ γ’ ἐξεκολύμβης’ οὑπιβάτης ὡς ἐξοίσων ἐπίγυον. | ||
81 | ... ἢ δεῦρ’ αἰτῶν ἀρχὴν πολέμου μετὰ Πεισάνδρου πορίσειεν. | ||
82 | ... ἢ βοιδαρίων τις ἀπέκτεινε ζεῦγος χολίκων ἐπιθυμῶν. | 594 | |
83 | κατάγου ῥοθιάζων· | ||
84 | ναῦς ὅταν ἐκ πιτύλων ῥοθιάζῃ σώφρονι κόσμῳ | 596 | |
100 | ΓΕΩΡΓΟΣ | ἐθέλω γεωργεῖν. | |
Β | εἶτα τίς σε κωλύει; | ||
ΓΕ | ὑμεῖς· ἐπεὶ δίδωμι χιλίας δραχμάς, ἐάν με τῶν ἀρχῶν ἀφῆτε. | ||
5 | Β | δεχόμεθα. δισχίλιοι γάρ εἰσι σὺν ταῖς Νικίου. | |
101 | Α | ... ὅτου δοκεῖ σοι δεῖν μάλιστα τῇ πόλει. | |
Β | ἐμοὶ μὲν αἵνειν μολγόν· οὐκ ἀκήκοας; | ||
101a | Α | καὶ τὰς δίκας οὖν ἔλεγον ᾄδοντες τότε; | |
Β | νὴ Δία· φράσω δ’ ἐγὼ μέγα σοι τεκμήριον· ἔτι γὰρ λέγους’ οἱ πρεσβύτεροι καθημένοι, ὅταν κακῶς 〈τισ〉 ἀπολογῆται τὴν δίκην, | ||
5 | ‘ᾄδεισ‘. | ||
102 | τί δῆτα τούτων τῶν κακῶν, ὦ παῖ, γλίχει; | 598 | |
103 | εἶτ’ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν. | ||
104 | ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται. | ||
105 | ‘εἴ γ’ ἐγκιλικίσαιμ’ ἐξολοίμην‘ φαθὶ λέγων. | ||
106 | καχέτας † καὶ Μεγακλέας καὶ Λαμάχους. | ||
107 | ΧΟΡΟΣ | ἐξ ἄστεως νῦν εἰς ἀγρὸν χωρῶμεν· ὡς πάλαι δεῖ ἡμᾶς ἐκεῖ τῷ χαλκίῳ λελουμένους σχολάζειν. | |
108 | ΓΕΩΡΓΟΣ | 〈καὶ γένη〉 συκῶν φυτεύω πάντα πλὴν Λακωνικῆς· τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν· οὐ γὰρ ἦν ἂν μικρὸν εἰ μὴ μισόδημον ἦν σφόδρα. | |
109 | ΧΟΡΟΣ | Εἰρήνη βαθύπλουτε καὶ ζευγάριον βοεικόν, | |
εἰ γὰρ ἐμοὶ παυσαμένῳ τοῦ πολέμου γένοιτο σκάψαι κἀποκλάσαι τε καὶ λουσαμένῳ διέλκειν τῆς τρυγὸς ἄρτον λιπαρὸν καὶ ῥάφανον φαγόντι. | 600 | ||
110 | ΧΟΡΟΣ | ὦ πόλι φίλη Κέκροπος, αὐτοφυὲς Ἀττική, χαῖρε λιπαρὸν δάπεδον, οὖθαρ ἀγαθῆς χθονός. | |
111 | ΧΟΡΟΣ | ἐν ἀγορᾷ δ’ αὖ πλατάνι’ εὖ διαφυτεύσομεν. | 602 |
125 | ὁ δὲ μεθύων ἤμει παρὰ τοὺς ἀρχηγέτας. | ||
126 | πτωχικοῦ βακτηρίου | ||
127 | βακτηρία δὲ Περσὶς ἀντὶ καμπύλης | ||
128 | ὀφθαλμιάσας πέρυσιν εἶτ’ ἔσχον κακῶς· ἔπειθ’ ὑπαλειφόμενος παρ’ ἰατρῷ— | ||
129 | ὀξωτά, σιλφιωτά, βολβός, τεύτλιον, περίκομμα, θρῖον, ἐγκέφαλος, ὀρίγανον, καταπυγοσύνη ταῦτ’ ἐστὶ πρὸς κρέας μέγα. | ||
130 | ΓΥΝΗ | τίς ἂν φράσειε ποῦ ’στι τὸ Διονύσιον; | |
Β | ὅπου τὰ μορμολυκεῖα προσκρέμαται, γύναι. | 604 | |
131 | ἔδει δέ γ’ ἐκβληθεῖσαν εἰς Ἁλμυρίδας τῇ θυγατρὶ τῃδὶ μὴ παρέχειν σε πράγματα. | ||
132 | ἐπὶ τοῦ περιδρόμου στᾶσα τῆς συνοικίας | ||
133 | Α | σὺ δ’ οὐκ ἐγήμω; | |
ΓΥΝΗ | νὴ Δί’, ὀλίγας ἡμέρας. | ||
134 | ἐγὼ δ’ ἀπολοπίζειν τε κᾆτ’ ἐπ’ ἀνθράκων | ||
135 | ὑδρίαν διανίζειν πεντέχουν ἢ μείζονα | ||
136 | ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη | ||
137 | κοπίδι τῶν μαγειρικῶν | ||
137a | ἀθάρης ἀνακαλύψασα μεστὸν τρύβλιον | ||
138 | λορδοῦ κιγκλοβάταν ῥυθμόν. | 606 | |
139 | Α | τουτὶ τί ἦν τὸ πρᾶγμα; | |
ΑΡΤΟΠΩΛΙΣ | θερμούς, ὦ τέκνον. | ||
Α | ἀλλ’ ἦ παραφρονεῖς; | ||
ΑΡ. | κριβανίτας, ὦ τέκνον. | ||
5 | Α | τί κριβανίτας; | |
ΑΡ. | πάνυ δὲ λευκούς, ὦ τέκνον. | ||
140 | ὦ πρεσβῦτα, πότερα φιλεῖς τὰς δρυπεπεῖς ἑταίρας ἢ 〈σὺ〉 τὰς ὑποπαρθένους, ἁλμάδας ὡς ἐλάας, στιφράς; | ||
140a | ΑΝΗΡ (ὡς γυνή) | φ[έρ’] ἐξέλθω | [μετα]θεὶς φω[νήν, σὺ δὲ διά]καε, κ[ο]ὐ γενήσομαι γ[έλως ... ? | |
140b | καὶ μὴ〈ν〉 ὑπόστιφρόν γε τὴν φωνὴν ἔχεις. | ||
141,1,a | ὃ]ν οὐκ [ἀθρε]ῖν νοήσει | ||
141,1,b | ... ]νίων | ||
141,1,c | ἀπέ|[ωσεν εὐθὺς ἣν ἂν μὴ] τακῆ〈ι〉 ὑφ’ [ὅ]περ δ’ ἂν εἶναι | [κόριον εἴπη〈ι〉, τοῦτό γε] ἔγημε[ν· | ||
141,1,d | τῶιδε? | 608 | |
141,1,e | εὔφραν’ ἐν|[χέασα? | ||
141,1,f | ἐγχεῖ]ν νεόκρ[ατ]α | ||
141,1,g | τὸν σπλῆν’ ἀπώρ|[νυν | ||
141,1,h | πάντα θε[ῖ]ς καὶ λεί|[πομαι. | ||
141,1,i | σύ[φω]νος | ||
141,1,j | τ]ώδ’ ὠ〈ι〉ὼ φέρω | ||
141,1,k | τίς] νεόκρατα; | ||
141,1,l | τ]ὰ διάλιθ’ οὐκ [ἔ]αξε· | ||
141,1,m | λί]πος | ||
141,1,n | περικω[νῆσαι | ||
141,1,o | ἀ[ρίστους | τ]ῶν κεράμων | ||
141,1,p | καὶ τοὺς] κατ’ ἄλ|[λα | ||
141,1,q | λάβ]η〈ι〉 δ’ ὅρ|κον? ... | ||
141,2,a | ⸢εἰ παιδαρίοις ἀκολου⸣|θε⸢ῖν δεῖ σφαῖραν καὶ στλεγγίδ’ ἔ⸣|χο⸢ντα⸣ | ||
141,2,b | λέγει δ’ ὁτιὴ] | τὴν τέχνην κα[κηγορεῖν | ||
ὑμᾶς οὐχὶ] | χρὴ πολὺ νικῶν. | 610 | ||
141,2,c | | ὡς πικρόν τις ἀνέκραγε[ν. τίς ἄρα δή]|ποτ’ ἄλλος ἐστὶν Ἀντιφ[ῶντος; | ||
141,2,d | τὴν ποί]|ησιν γὰρ κατὰ τὸν νοῦν δ[ιαρταμεῖ. | ||
141,2,e | [πρᾶος?] | ||
141,3,a | ἄανθαν· | ||
141,3,b | ἀμφί μοι αὖτι[ς] | ἄνα[κ]τα· | ||
141,3,c | τῶν μὰν ἤτε βίαν ἤτε κλε[πίαν] | ἀτῶντι. | ||
141,3,d | | οὐκ ἐτὸς ἁγὼ μέτρα χέ[ω Λ]ίνον οὐκ ἐξί[κει· | ||
141,3,e | ὁρᾶις ἄρ’ ὡς ἐνῆν τι; κἂν κὶς ἄ|ρα κακόν. | ||
141,3,f | ὥσπερ πελεκᾶς πλατυ|γίζων· | ||
141,3,g | οἴμοι τοῦ χείλους. | 612 | |
141,3,h | ὤμοι τῆς ἀλέας ἣν ἅνθρωπός μ’ ἀποδύσας | φεύγεις συγκύψας. | ||
141,3,i | ἀλλὰ δῆτ’ ἐς τοῦ στρα|τηγοῦ κωμάσω τοῦ Σκελλίου. | ||
141,4,a | φέρε νῦν ἐ|γὼ τ]ὴν δαίμον’ ἣν ἀνήγαγον ἐς τὴν | ἀγ]ορὰν ἄγων ἱδρύσωμαι βοΐ. | ||
141,4,b | δεῦρο | ||
141,4,c | γενναῖον δέ σοι ταχέως ὑπακούειν. | ||
141,4,d | ἐλαφρὸν οἷα τις μόλυβδος· | ||
141,4,e | ἔκυσα νῦν ἐνταῦ|θ’ ἐγὼ ταύτην δοκῶν φαρμὸν πλέ|κειν. | ||
141,4,f | ἅμα δ’ ἐ|πεὶ | ||
ἐκάθισαν, ἀτρέμας ἔλαβο[ν ... | 614 | ||
142 | ΓΥΝΗ | ἀποπλευστέ’ οὖν ἐπὶ τὸν νυμφίον ᾧ γαμοῦμαι τήμερον | |
149 | Α | καὶ τίς ‘νεκρῶν κευθμῶνα καὶ σκότου πύλασ‘ ἔτλη κατελθεῖν; | |
Β | ἕνα τιν’ ἀφ’ ἑκάστης τέχνης εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας, | ||
5 | οὓς ᾖσμεν ὄντας ᾁδοφοίτας καὶ θαμὰ ἐκεῖσε φιλοχωροῦντας. | ||
Α | εἰσὶ γάρ τινες ἄνδρες παρ’ ὑμῖν ᾁδοφοῖται; | ||
Β | νὴ Δία | ||
10 | μάλιστά γ’. | ||
Α | ὥσπερ Θρᾳκοφοῖται; | ||
Β | πάντ’ ἔχεις. | 616 | |
Α | καὶ τίνες ἂν εἶεν; | ||
Β | πρῶτα μὲν Σαννυρίων | ||
15 | ἀπὸ τῶν τρυγῳδῶν, ἀπὸ δὲ τῶν τραγικῶν χορῶν Μέλητος, ἀπὸ δὲ τῶν κυκλίων Κινησίας. | ||
150 | Α | ὡς σφόδρ’ ἐπὶ λεπτῶν ἐλπίδων ὀχεῖσθ’ ἄρα· τούτους γάρ, ἢν πολλοὶ ξυνέλθωσιν, λαβὼν ὁ τῆς διαροίας ποταμὸς ἐξοιχήσεται. | |
151 | Α | καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ’ ἂν ῥήματα; | |
Β | εἰς ὄξος ἐμβαπτόμενος ἢ ξηροὺς ἅλας. | ||
152 | τότε μέν 〈γε, Μανῆ,〉 σου κατεκοττάβιζον 〈ἄν〉. νυνὶ δὲ καὶ κατεμοῦσι, τάχα δ’ εὖ οἰδ’ ὅτι καὶ καταχέσονται. | ||
153 | ἐν τοῖσ〈ι〉 συνδείπνοις ἐπαινῶν Αἰσχύλον | ||
154 | θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν. | 618 | |
155a | ἀλλ’ ἴσθ’ ἐπ’ αὐτὴν τὴν θύραν ἀφιγμένος. | ||
156 | ἆρ’ ἔνδον ἀνδρῶν κεστρέων ἀποικία; ὡς μὲν γάρ ἐστε νήστιδες γιγνώσκετε. | ||
157 | τὴν μάλθαν ἐκ τῶν γραμματείων ἤσθιον. | ||
158 | ἀκροκώλι’, ἀρτοί, κάραβοι, βολβοί, φακῆ | ||
159 | πτισάνην διδάσκεις αὐτὸν ἕψειν ἢ φακῆν; | ||
160 | ἄλλος δὲ πλεκτῷ προσέφερ’ ἐν κανισκίῳ ἄρτων περίλοιπα θρύμματα. | ||
161 | ᾖσαν εὐθὺ τοῦ Διονυσίου | 620 | |
163 | πόλος τόδ’ ἐστίν; εἶτα ποστὴν ἥλιος τέτραπται; | ||
164 | φήμη ’στὶν ἐξ ᾠῶν βροτοὺς ἅπαντας ἐκλαπῆναι. | ||
165 | ἦν δὲ τὸ πρᾶγμ’ ἑορτή· περιέτρεχε δ’ ἡμῖν κύκλῳ λεπαστὴν ταχὺ προσφέρων παῖς 〈τισ〉, ἐνέχει τε σφόδρα 〈γε〉 κυανοβενθῆ. | ||
166 | χαριεντίζει καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει. | ||
167 | ψιθυρός τ’ ἐκαλοῦ καὶ ψωμοκόλαξ. | ||
168 | [ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ | ||
τέθνηκεν;] | 622 | ||
184 | ἤδη τις ὑμῶν εἶδεν Εὐρύβατον Δία; | ||
185 | ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών. | ||
186 | ἓν ἴστε· πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις. | ||
187 | πάσαις γυναιξὶν ἐξ ἑνός γέ του 〈τρόπου〉 ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος. | ||
188 | ὁ μηχανοποιός, ὁπότε βούλει τὸν τροχὸν | ||
ἐᾶν μ’ ἀνεκάς, λέγε ‘χαῖρε φέγγος ἡλίου‘. | 624 | ||
189 | 〈καὶ〉 ταῦτ’ ἔχοντα πουλύπους καὶ σηπίας | ||
190 | τὸν πουλύπουν μοὔθηκε. | ||
191 | πληγαὶ λέγονται πουλύπου πιλουμένου. | ||
192 | περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος | ||
νῦν ἐστι; περὶ ὄνου σκιᾶς. | 626 | ||
198 | ΥΙΟΣ ΚΑΤΑΠΥΓΩΝ | ἀλλ’ εἶ σορέλλη καὶ μύρον καὶ ταινίαι. | |
ΓΕΡΩΝ | ἰδού, σορέλλη· τοῦτο παρὰ Λυσιστράτου | ||
ΥΙ. | ἦ μὴν ἴσως σὺ καταπλιγήσει τῷ χρόνῳ· | ||
ΓΕ. | τὸ καταπλιγήσει τοῦτο παρὰ τῶν ῥητόρων. | ||
5 | ΥΙ. | ἀποκείσεταί σοι ταῦτά πη τὰ ῥήματα· | |
ΓΕ. | παρ’ Ἀλκιβιάδου τοῦτο τἀποκείσεται. | 628 | |
ΥΙ. | τί ὑποτεκμαίρει καὶ κακῶς ἄνδρας λέγεις καλοκαγαθεῖν ἀσκοῦντας; | ||
ΓΕ. | οἴμ’, ὦ Θρασύμαχε· | ||
10 | τίς τοῦτο τῶν ξυνηγόρων τηρεύεται; | ||
199 | ΚΑΤΑΠΥΓΩΝ | σοὶ γὰρ σοφίσματ’ ἔστιν; | |
ΣΩΦΡΩΝ | ἁγὼ ’κτησάμην. σὺ δ’ εὐθὺς ἀπεδίδρασκες ἐκ διδασκάλου. | ||
200 | ΓΕΡΩΝ | οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ πλύνων ἅπασιν ὅσα σύνοιδ’ αὑτῷ κακά. | |
201 | εἰ † μὴ μεταλάβῃ τοὐπίπεμπτον, κλαέτω. | ||
202 | ΧΟΡΟΣ? | ἐγὼ δ’ ἑλὼν | |
πέμψω πλακοῦντ’ 〈ἐσ〉 ἑσπέραν χαρίσιον. | 630 | ||
203 | ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν ἐδίδου ῥοφεῖν ἄν. | ||
204 | τί δαί; κυνίδιον λευκὸν ἐπρίω τῇ θεῷ εἰς τὰς τριόδους; | ||
205 | τῆς μυρηρᾶς ληκύθου πρὶν κατελάσαι τὴν σπαθίδα, γεύσασθαι μύρου | ||
206 | φέρ’ ἴδω, τί σοι δῶ τῶν μύρων; ψάγδαν φιλεῖς; | ||
207 | οὐδ’ ἐστὶν αὐτῇ στλεγγὶς οὐδὲ λήκυθος. | ||
208 | οὐδ’ ἀργύριόν ἐστιν κεκερματισμένον. | ||
208a | ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον. | ||
209 | ἔγνωκ’ ἔγωγε χαλκίον | ||
ἱστάναι καὶ μυρρίνας. | 632 | ||
210 | ὁ δ’ ἡλιαστὴς εἷρπε πρὸς τὴν κιγκλίδα. | ||
211 | τὸν Ἐρεχθέα μοι καὶ τὸν Αἰγέα κάλει. | ||
212 | ἀπόλωλα· τίλλων τὸν λαγὼν ὀφθήσομαι. | ||
213 | ταχύ νυν πέτου καὶ μὴ τροπίαν οἶνον φέρε. | ||
214 | οὐκ ἀλλὰ τοῦτό γ’ ἐπίχυσίς του χαλκίου. | ||
215 | κἄγειν ἐκεῖθεν κακκάβην | ||
215a | ὦ στωμυλῆθραι δαιταλεῖς) | ||
216 | ἀλλ’ οὐ γὰρ ἔμαθε ταῦτ’ ἐμοῦ πέμποντος, ἀλλὰ μᾶλλον | ||
πίνειν, ἔπειτ’ ᾄδειν κακῶς, Συρακοσίαν τράπεζαν Συβαριτίδας τ’ εὐωχίας καὶ Χῖον ἐκ Λακαινᾶν, 〈καὶ κατα〉μεθυ〈σθῆν’〉 ἡδέως τε καὶ φίλως. | 634 | ||
217 | εἰ̆ μὴ δικῶν τε γυργάθους ψηφισμάτων τε θωμοὺς φέροντες | ||
218 | καὶ λεῖος ὥσπερ ἔγχελυς, χρυσοῦς ἔχων κικίννους | ||
219 | ἔσειον, ᾔτουν χρήματ’, ἠπείλουν, ἐσυκοφάντουν. | ||
220 | εἰς τὰς τριήρεις δεῖν ἀναλοῦν ταῦτα καὶ τὰ τείχη, εἰς οἷ’ ἀνάλουν οἱ πρὸ τοῦ τὰ χρήματα. | ||
221 | ὅστις αὐλοῖς καὶ λύραισι κατατέτριμμαι χρώμενος, | ||
εἶτά με σκάπτειν κελεύεις; | 636 | ||
222 | ΓΕΡΩΝ | πρὸς ταῦτα σὺ λέξον Ὁμήρου 〈ἐμοὶ〉 γλώττας· τί καλοῦσι κόρυμβα; ... τί καλοῦς’ ἀμενηνὰ κάρηνα; | |
ΚΑΤΑΠΥΓΩΝ | ὁ μὲν οὖν σός, ἐμὸς δ’ οὗτος ἀδελφὸς φρασάτω τί καλοῦσιν ἰδυίους; ... τί καλοῦσιν ὀπυίειν; | ||
222a | καὶ τὴν Ἑκάβην ὀτοτύζουσαν καὶ καόμενον τὸν ἀχυρόν. | ||
223 | ᾆσον δή μοι σκόλιόν τι λαβὼν Ἀλκαίου κἈνακρέοντος. | ||
224 | καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα | 638 | |
225 | ἐθέλω βάψας πρὸς ναυτοδίκας ξένον ἐξαίφνης 〈ς’ ἀποφῆναι.〉 | ||
226 | ὦ παρανοία καὶ ἀναιδεία | ||
227 | καὶ κόσκινον ἠπήσασθαι | ||
228 | ὅτε τὰς ᾠὰς ἴσας ἐποῐήσατο | 640 | |
244a | ἐπιδείπνιον 〈γὰρ〉 ὁ βασιλεὺς θέαν τοῖς δαιταλεῦσιν ὥσπερ ἄξιον λόγου χαριζόμενος 〈τὸ δρᾶμα〉 τοῦτ’ ἐδείκνυε. | ||
245 | μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου χύτρας, παρ’ αἷς ὁ βωμὸς οὗτος ἱδρύθη ποτέ. | ||
246 | ἀλλ’ εἴσιθ’· ὡς τὸ πρᾶγμ’ ἐλέγξαι βούλομαι τουτί· προσόζειν γὰρ κακοῦ τού μοι δοκεῖ. | ||
247 | τραπόμενον εἰς τοὔψον λαβεῖν | ||
ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια. | 642 | ||
248 | κακῶν τοσούτων ξυνελέγη μοι σώρακος. | ||
249 | ἤδη παροινεῖς 〈εἴσ〉 με πρὶν δεδειπνάναι; | ||
250 | δακτύλιον χαλκοῦν φέρων ἀπείρονα | ||
251 | οὐδεὶς βεβαλάνωκε τὴν θύραν. | ||
252 | Λύκας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ὑμῖν. | ||
253 | ΧΟΡΟΣ | ὁ χορὸς δ’ ὠρχεῖτ’ ἂν ἐναψάμενος δάπιδας καὶ στρωματόδεσμα, διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ ῥαφανῖσιν. | |
254 | ΧΟ. | οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διέκειτο. | 644 |
255 | πρὸς τὸν στροφέα τῆς αὐλείας σχίνου κεφαλὴν κατορύττειν. | ||
256 | μή τἄρ’ εἶναι 〈μ’〉 ἐγκριδοπώλην. | ||
257 | καὶ τὸν κυλλάστιν φθέγγου καὶ τὸν Πετόσιριν. | ||
258 | 〈αἷσι τὰ〉 τῶν χειρῶν ἔργα μνοῦς ἐστίν. | 646 | |
266 | ΚΟΡΗ | τί, ὦ πονηρέ, μ’ ἐκκορίζεις ὡσπερ〈εὶ〉 κλιντήριον; | |
267 | ἐγὼ γάρ, εἴ τί ς’ ἠδίκηκ’, ἐθέλω δίκην δοῦναι πρόδικον ἐν τῶν φίλων τῶν σῶν ἑνί. | ||
268 | ΤΑΜΙΑΣ | ἀνοιγέτω τις δώματ’· αὐτὸς ἔρχεται. | |
269 | ἀλλ’ εἰς κάδον λαβών τιν’ οὔρει πίττινον. | 648 | |
270 | εἰσκεκρουσμένους τοὺς πύνδακας | ||
271 | πτίττω, καταλῶ, βράττω, δεύω, μάττω, πέττω. | ||
272 | χωρεῖ ἄκλητος ἀεὶ δειπνήσων· οὐ γὰρ ἄκανθαι. | ||
273 | τὸ δὲ πορνεῖον Κύλλου πήρα. | ||
274 | ἦν κωμήτισι | ||
καπήλισίν τ’ ἐπίχαρτον. | 650 | ||
278 | ΝΕΚΡΟΣ | ἔστι〈ν〉 γὰρ ἡμῖν τοῖς κάτω πρὸς τοὺς ἄνω ἀπὸ συμβόλων, καὶ μὴν ὁ Μαιμακτηριών, ἐν ᾧ ποῐοῦμεν τὰς δίκας καὶ τὰς γραφάς. | |
279 | ΟΙΚΕΤΗΣ | οἴμοι κακοδαίμων ὁ λύχνος ἡμῶν οἴχεται. | |
280 | ΔΕΣΠΟΤΗΣ | καὶ πῶς ὑπερβὰς τὸν λυχνοῦχον οἴχεται κἄλαθέ σε; | |
281 | ΔΕ.? | ἀλλ’ ὥσπερ ὁ λύχνος ὁμοιότατα καθεῦδ’ ἐπὶ τοῦ λυχνιδίου. | |
282 | οὐδὲν μὰ Δί’ ἐρῶ λοπάδος ἑψητῶν. | ||
283 | ὁ δ’ ἐς τὸ πλινθεῖον γενόμενος ἐξέτριψε. | 652 | |
286 | ΓΕΡΩΝ | ἀλλ’ εὔχομαι ’γωγ’ ἑλκύσαι σε τὸν σφυρὸν ἵνα μή με προσπράττωσι γραῦν οἱ φράτερες. | |
287 | αὐτοῖς σταθμοῖς ἐξέβαλε τὰς σιαγόνας. | ||
288 | πάντες δ’ ἔνδον πεταχνοῦνται. | 654 | |
294 | ΓΕΩΡΓΙΑ | τῆς πᾶσιν ἀνθρώποισιν Εἰρήνης φίλης πιστὴ τροφός, ταμία, σύνεργος, ἐπίτροπος, θυγατήρ, ἀδελφή—πάντα ταῦτ’ ἐχρῆτό μοι. | |
Β | σοὶ δ’ ὄνομα δὴ τί ἐστιν; | ||
5 | ΓΕ. | ὅ τι; Γεωργία. | |
295 | τὴν δ’ ἀσπίδα ἐπίθημα τῷ φρέατι παράθες εὐθέως. | ||
296 | ἰὼ Λακεδαῖμον, τί ἄρα πείσει τημέρα; | ||
297 | πόθεν τὸ φῖτυ, τί τὸ γένος, τίς ἡ σπορά; | ||
298 | Α | οὐκ ἠγόρευον; οὑτοσί γ’ οὐκ Ἀργόλας. | |
Β | μὰ Δί’ οὐδέ γ’ Ἕλλην, ὅσον ἔμοιγε φαίνεται. | ||
299 | τρέχ’ ἐς τὸν οἶνον ἀμφορέα κενὸν λαβὼν τῶν ἔνδοθεν καὶ βύσμα καὶ γευστήριον κἄπειτα μισθοῦ σαυτὸν ἀμφορεαφορεῖν. | 656 | |
300 | ὀβολῶν δεουσῶν τεττάρων καὶ τῆς φορᾶς | ||
301 | ἢ〈ν〉 καρδοπείῳ περιπαγῇ τὸν αὐχένα | ||
302 | παύσειν ἔοιχ’ ἡ παυσικάπη κάπτοντά σε. | ||
303 | ἴθι δὴ λαβὼν τὸν ῥόμβον ἀνακωδώνισον. | ||
304 | οἱ γὰρ ἥρως ἐγγύς εἰσιν. | ||
305 | μὴ γεύεσθε δ’ ἅττ’ ἂν καταπέσῃ τῆς τραπέζης ἐντός· ἡρώων γάρ ἐστι ταῦτ’ 〈ἀεί〉. | ||
306 | μήτε ποδάνιπτρον θύραζ’ ἐκχεῖτε μήτε λούτριον. | 658 | |
307 | κἀπὸ τῆς Διειτρέφους τραπέζης | ||
318,319 | ΘΕΡΑΠΩΝ | οἴμοι κακοδαίμων τῆς τόθ’ ἡμέρας, ὅτε εἶπέν μ’ ὁ κῆρυξ οὑτοσ〈ὶ τί〉 ἀλφάνει; ὡς διά γε τοῦτο τοὔπος οὐ δύναμαι φέρειν | |
σκεύη τοσαῦτα καὶ τὸν ὦμον θλίβομαι. | 660 | ||
320 | ὦ Ζεῦ πολυτίμηθ’ οἷον 〈ἐπ〉έπνευς’ ὁ μιαρὸς φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου καὶ βακκάριδος. | ||
321 | Α | ξυρόν, κάτοπτρον, ψαλίδα, κηρωτήν, λίτρον, προκόμιον, ὀχθοίβους, μίτρας, ἀναδήματα, ἔγχουσαν, ὄλεθρον τὸν βαθύν, ψιμύθιον, μύρον, κίσηριν, στρόφι’, ὀπισθοσφενδόνην, | |
5 | κάλυμμα, φῦκος, περιδέραι’, ὑπογράμματα, τρυφοκαλάσιριν, ἐλλέβορον, κεκρύφαλον, ζῶμ’ ἀμπέχονον, τρύφημα, παρυφές, ξυστίδα, χιτῶνα, βάραθρον, ἔγκυκλον, κομμώτριον. τὰ μέγιστα δ’ οὐκ εἴρηκα τούτων. | ||
10 | εἶτα τί; | ||
Α | διόπας, διάλιθον, πλάστρα, μολόχιον, βότρυς, χλιδῶνα, περόνας, ἀμφιδέας, ὅρμους, πέδας, σφραγῖδας, ἁλύσεις, δακτυλίους, καταπλάσματα, πομφόλυγας, ἀποδέσμους, ὀλίσβους, σάρδια, | ||
15 | ὑποδερίδας, ἑλικτῆρας, ἄλλ〈α πόλλ’〉 ἅ τις οὐδ’ ἂν λέγων λέξειε. | 662 | |
322 | ὅς’ 〈ἄρ’〉 ἦν περίεργ’ αὐταῖσι τῶν φορημάτων, ὅσοις τε περιπέττουσιν αὑτὰς προσθέτοις. | ||
323 | ΚΑΛΛΙΓΕΝΕΙΑ? | οἶνον δὲ πίνειν οὐκ ἐάσω Πράμνιον, οὐ Χῖον, οὐχὶ Θάσιον, οὐ Πεπαρήθιον, οὐδ’ ἄλλος ὅστις ἐπεγερεῖ τὸν ἔμβολον. | |
324 | ΚΑΛΛΙΓΕΝΕΙΑ? | ἰχθῦς ἐώνηταί τις; ἦ σηπίδιον ἢ τῶν πλατειῶν καρίδων; ἦ πουλύπους ἢ νῆστις ὀπτᾶτ’ ἢ γαλεὸς ἢ τευθίδες; | |
Β | μὰ τὸν Δί’ οὐ δῆτ’. | ||
5 | ΚΑ. | οὐδὲ βατίς; | |
Β | οὔ φημ’ ἐγώ. | ||
ΚΑ. | οὐδὲ χορί’ οὐδὲ πυὸς οὐδ’ ἧπαρ κάπρου οὐδὲ σχαδόνες οὐδ’ ἠτριαῖον δέλφακος οὐδ’ ἐγχέλειον οὐδὲ κάραβος; μέγ’ ἂν | ||
10 | γυναιξὶ κοπιώσαισ〈ιν〉 ἐπεκουρήσατε. | 664 | |
325 | ἀγαθὰ μεγάλα τῇ πόλει ἥκειν φέροντάς φασι τοὺς Πυλαγόρας 〈ἀπὸ τῆς Πυλαίασ〉 καὶ τὸν ἱερομνήμονα. | ||
326 | τὴν πτέρυγα παραλύσασα τοῦ χιτωνίου καὶ τὸν ἀπόδεσμον, οἷς ἐνῆν τὰ τιτθία | ||
327 | καὶ κατ’ Ἀγάθων’ ἀντίθετον ἐξυρημένον | ||
328 | Ἄμφοδον ἐχρῆν αὐτῷ τίθεσθαι τοὔνομα· | ||
329 | ἀναβῆναι τὴν γυναῖκα βούλομαι. | ||
330 | τὸ χαλκίον θερμαίνεται· | 666 | |
331 | ἁγὼν πρόφασιν οὐκ ἀναμένει. | ||
332 | ἅμα δ’ ἠπίαλος πυρετοῦ πρόδρομος | ||
333 | ΧΟΡΟΣ? | ἦ〈ν〉 μέγα τι χρῆμ’ ἔτι τρυγῳδοποῐομουσική, ἡνί〈κα〉 Κράτητί τε τάριχος ἐλεφάντινον λαμπρὸν ἐνομίζετ’ ἀπόνως παραβεβλημένον ἄλλα τε τοῐαῦθ’ ἕτερα μυρί’ ἐκιχλίζετο. | |
334 | ΧΟΡΟΣ? | μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους, μήτε Χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας· ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος. | |
335 | σακίον, ἐν οἷσπερ τἀργύριον ταμιεύεται | 668 | |
345 | πάρες’ ο〈ἷσ〉 κατετρίβη 〈θα〉ἰμάτια, κᾆπ’ ‘Εἶτα πῶς φῷδας τοσαυτασὶ σὺ τὸν χειμῶν’ ὅλον;‘ | ||
346 | ΓΥΝΗ | 〈ἦ〉 λοιδορία τις ἐγένεθ’ ὑμῖν; | |
Β | πώμαλα· ‘οὐδ’ εἶπον οὐδὲν πρὸς 〈σὲ〉 κῦρον, ὦ γύναι.‘ | ||
347 | ἀλλ’ ἐστίν, ὦ πάτερ, κομιδῇ μεσημβρία | ||
ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών. | 670 | ||
348 | ἐκδότω δέ τις καὶ ψηφολογεῖον ὧδε καὶ δίφρω δύο. | ||
349 | κοφίνους δὲ λίθων ἐκέλευες ἡμᾶς 〈ἱμᾶν〉 ἐπὶ τὸν κόραμον. | ||
350 | ἄλλαι 〈δ’〉 ὑποπρεσβύτεραι Θασίου μέλανος μεστὸν κεραμευόμεναι κοτύλαις μεγάλαις ἐνέχεον ἐς 〈τὸ〉 σφέτερον δέμας οὐδ’ | ||
5 | ἕνα κόσμον ἔρωτι βιαζόμεναι μελαν〈αιγίδ〉ος οἴνου ἀκράτου. | ||
351 | ἤμουν ἄγριον βάρος· ἦ ’τειρεν γάρ τοί μ’ οἶνος | ||
πῶμ’ οὐ μείξας Ἀχελώῳ. | 672 | ||
356 | Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ κάλους | ||
357 | ἐνταῦθα 〈δ’〉 ἐτυράννευεν Ὑψιπύλης πατὴρ Θόας, βραδύτατός γ’ ὢν ἐν ἀνθρώποις δραμεῖν. | ||
358 | τοὺς ἄνδρας ἀπεχρήσαντο τοὺς παιδοσπόρους. | ||
359 | ἀνδρῶν ἐπακτῶν πᾶς’ ἐγάργαιρ’ ἑστία. | ||
360 | ἀλλ’ ἀρτίως κατέλιπον αὐτὴν σμωμένην ἐν τῷ πυέλῳ. | ||
361 | ἕως νεαλής ἐστιν αὐτὴν τὴν ἀκμὴν | 674 | |
362 | ἦ καρδιώττεις; ἀλλὰ πῶς χρήσται ποῐεῖν; | ||
362a | [παρ]εῳγμένης τῆς θύρας | ||
363,364 | οὐ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι, οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου ὑπογάστριον | ||
365 | 〈καὶ〉 τὴν κρατίστην δαίμον’ ἧς νῦν θερμός ἐσθ’ ὁ βωμός· | ||
366 | πεντελίθοισί θ’ ὁμοῦ λεκάνης παραθραύσμασι 〈παῖσαι〉. | ||
367 | αἱ 〈δὲ〉 γυναῖκες τὸν δορίαλλον | ||
φράγνυνται. | 676 | ||
376 | Εὐριπίδης δ’ ὁ τὰς τραγῳδίας ποῐῶν τὰς περιλαλούσας οὗτός ἐστι τὰς σοφάς. | ||
377 | κείτεσθον ὥσπερ πηνίω βινουμένω. | ||
378 | δὶς παῖδες οἱ γέροντες· | ||
378a | λόγος 〈γὰρ〉 ἦν | ||
οὐκ ἐῶν κακὸν τὸν οὐ〈χὶ〉 τοιοῦτον δοκεῖν. | 680 | ||
379 | ἐς τὴν Πάρνηθ’ ὀργισθεῖσαι φροῦδαι κατὰ τὸν Λυκαβηττόν | ||
380 | μηδὲ στέψω κοτυλίσκον | ||
387 | ὦ μῶρε, μῶρε, ταῦτα πάντ’ ἐν τῇδ’ ἔνι· οἰκεῖν μὲν ἐν ἀγρῷ τοῦτον ἐπὶ τῷ γῃδίῳ ἀπαλλαγέντα τῶν κατ’ ἀγορὰν πραγμάτων, | ||
κεκτημένον ζευγάριον οἰκεῖον βοοῖν, | 682 | ||
5 | ἔπειτ’ ἀκούειν προβατίων βληχωμένων τρυγός τε φωνὴν εἰς λεκάνην ἠθουμένης, ὄψῳ δὲ χρῆσθαι σπινιδίοις τε καὶ κίχλαις, καὶ μὴ περιμένειν ἐξ ἀγορᾶς ἰχθύδια τριταῖα, πολυτίμητα, βεβασανισμένα | ||
10 | ὑπ’ ἰχθυοπώλου χειρὶ παρανομωτάτῃ. | ||
387a | ἄμυλος, τάριχος, πυός, ἰσχάδες, φακῆ | ||
387b | ὁ μέν τις ἀμπέλους τρυγῶν ἄν, ὁ δ’ ἀμέργων ἐλάας. | ||
388 | Α | τί σὺ λέγεις; εἰσὶν δὲ ποῦ; | |
Β | αἱδὶ κατ’ αὐτὴν ἃς βλέπεις τὴν εἴσοδον. | ||
389 | λέξεις ἄρα ὥσπερ τὰ παιδί’, ἔξεχ’ ὦ φίλ’ ἥλιε. | ||
390,390a | ἀλλ’ οὐ τυγχάνει ἐπίδημος ὤν. | ||
391 | θλαστὰς ποῐεῖν ἐλάας | 684 | |
392 | οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα· | ||
393 | θλαστὴν γὰρ εἶναι κρεῖττον ἁλμάδος. | ||
394 | καταλιπὼν Παναίτιον πίθηκον | ||
395 | ὡς ἐς τὴν γῆν κύψασα κάτω καὶ ξυννενοφυῖα βαδίζει· | ||
400 | βαβαί, Λάκων· ὡς ἀμφοτέρων ἡμῶν πρὶν ἦν | ||
τὰ πράγματ’ οἰσυπηρὰ καὶ βαρύσταθμα. | 686 | ||
401 | ἰώ, Λακεδαῖμον, τί ἄρα πείσῃ τημέρα; | ||
402 | ἀλλ’ ἱμάντα μοι δὸς καὶ ζμινύην· ἐγὼ γὰρ εἶμ’ ἐπὶ ξύλα. | ||
403 | ἐπεὶ δ’ ἐγενόμην οἷπερ ᾖ’ ἐπὶ ξύλα | ||
404 | λόγχαι δ’ ἐκαυλίζοντο κἀξύετο κάμαξ. | ||
405 | τί δὴ τὸν ὀρνίθειον οἰκίσκον φέρεις; | ||
407 | παῖδες ἀγένειοι 〈Κλεισθένης τε καὶ〉 Στράτων | ||
408 | πρῴην ἐρανιστὰς ἑστιῶν ἥψησα ἔτνος. | 688 | |
409 | δάπτοντα, μιστύλλοντα, διαλείχοντά μου τὰ κάτω σπατάγγην | ||
410 | ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἄχορ’ ἐκλέγει τ’ ἀεὶ ἐκ τοῦ γενείου τὰς πολιάς. | ||
411 | ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος 〈τοῖς γέρουσιν〉 ὥσπερ Εὔαθλος παρ’ ὑμῖν τοῖς νέοις. | ||
412 | ἀράκους, πυρούς, πτισάνην, χόνδρον, ζειάς, αἴρας, σεμίδαλιν | ||
413 | καὶ κολλύραν τοῖσι περῶσιν διὰ τοὐν Μαραθῶνι τροπαῖον. | ||
414 | σκόμβροι, κολίαι, λεβίαι, μύλλοι, σαπέρδαι, θυννίδες | 690 | |
415 | σπυρὶς οὐ μικρὰ καὶ κωρυκίς, ἣ καὶ τοὺς μάττοντας ἐγείρει. | ||
416 | ὢ κακοδαίμων, ὅστις ἐν ἅλμῃ πρῶτος τριχιῶν ἀπεβάφθη. | ||
417 | σκαφίδας, μάκτρας, Μοσσυνικὰ μαζονομεῖα | 692 | |
430 | ὁ μὲν ᾖδεν Ἀδμήτου λόγον πρὸς μυρρίνην, ὁ δ’ αὐτὸν ἠνάγκαζεν Ἁρμοδίου μέλος. | ||
431 | ὅστις οὐδένα προσίεται φυλακῆς ἕνεκα τῶν χρημάτων γλίσχρου τε τοῦ βίου. | ||
431a | οὐ γὰρ σὺ παρέχεις ἀμφιέσασθαι τῷ πατρί. | ||
432 | ἀπεσημηνάμην | ||
τὰς τῶν κακούργων οἰκίας. | 694 | ||
433 | ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας. | ||
434 | κεφαλάς τ’ ἀρνῶν κωλᾶς 〈τ’〉 ἐρίφων | ||
435 | βαλανεὺς δ’ ὠθεῖ ταῖς ἀρυταίναις. | ||
436 | χαλκώματα, προσκεφάλαια | ||
437 | ἢν γὰρ ἕν’ ἄνδρ’ ἄδικον σὺ διώκῃς, ἀντιμαρτυροῦσι | ||
δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι. | 696 | ||
442 | τῶν λαμπαδηφόρων τε πλεί‐ στων αἰτίαν τοῖς ὑστάτοις πλατειῶν. | ||
451 | γυναῖκα δὴ ζητοῦντες ἐνθάδ’ ἥκομεν, | ||
ἥν φασιν εἶναι παρὰ σέ. | 698 | ||
452 | τὸ γὰρ φοβεῖσθαι τὸν θάνατον λῆρος πολύς· πᾶσιν γὰρ ἡμῖν τοῦτ’ ὀφείλεται παθεῖν. | ||
453 | ΜΙΝΩΣ | ἰδοὺ δίδωμι τήνδ’ ἐγὼ γυναῖκά σοι Φαίδραν· ἐπὶ πῦρ δὲ πῦρ ἔοιχ’ ἥξειν ἄγων. | |
454 | διὰ τῆς ἀγορᾶς ἔτρεχον ἀναρίστητος ὤν. | ||
455 | ἐλλιμενίζεις ἢ δεκατεύεις | 700 | |
461 | ΘΥΕΣΤΗΣ? | ἐγευσάμην χορδῆς ὁ δύστηνος τέκνων· πῶς, 〈πῶσ〉 ἐσίδω ῥύγχος 〈γε〉 περικεκαυμένον; | |
462 | ΘΥΕΣΤΗΣ? | οἴμοι τάλας, τί μου στρέφει τὴν γαστέρα; βάλλ’ ἐς κόρακας. πόθεν ἂν λάσανα γένοιτό μοι; | |
463 | κάμνοντα δ’ αὐτὸν τοῦ θέρους ἰδών ποτε ἔτρωγ’, ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας. | ||
464 | ΘΕΡΑΠΩΝ | ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην· ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι. | |
465 | ὁ δ’ ἀλφίτων πριάμενος 〈ὅσα〉 τρεῖς χοίνικας κοτύλης δεούσας εἴκος’ ἀπολογίζεται. | ||
466 | τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια; | ||
467 | σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης | 702 | |
471 | χρῶμαι γὰρ αὐτοῦ τοῦ στόματος τῷ στρογγύλῳ, τοὺς νοῦς δ’ ἀγοραίους ἧττον ἢ ’κεῖνος ποῐῶ. | ||
472 | ... λήκυθον τὴν ἑπτακότυλον τὴν χυτρείαν τὴν καλήν, ἣν ἐφερόμην, ἵν’ ἔχοιμι συνθεάτριαν | ||
473 | καὶ μὴν ἄκουσον, ὦ γύναι, θυμοῦ δίχα | ||
καὶ κρῖνον αὐτὴ μὴ μετ’ ὀξυρεγχίας. | 704 | ||
474 | ὡσπερεὶ Καλλιππίδης ἐπὶ τοῦ κορήματος καθέζομαι χαμαί. | ||
475 | ΓΥΝΗ | ἀλλ’ ἔχουσα γαστέρα μεστὴν βοάκων ἀπεβάδιζον οἰκάδε. | |
476 | καὶ τῶν πλατυλόγχων διβολίαν ἀκοντίων | ||
477 | καὶ τῶν πλατυλόγχων, ὡς ὁρᾷς, ἀκοντίων | ||
478 | ἣν Πόρδαλιν καλοῦσι τὴν κασαλβάδα. | ||
479 | τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου. | ||
480 | ὥσπερ αἰρόπινον τέτρηται. | ||
481 | τοῖχον μοχλίσκῳ σκαλεύειν | 706 | |
482 | ἀλλὰ συσπᾶσθαί σε δεῖ τὰς κοχώνας. | ||
483 | οὐδ’ 〈ἂν〉 ἴσως ἀντέλεγες τούτῳ τῷ δειπνίῳ· οὐ γὰρ ἄκανθαι. | ||
488 | καὶ μὴν πόθεν Πλούτων γ’ ἂν ὠνομάζετο, εἰ μὴ τὰ βέλτιστ’ ἔλαχεν; ἓν δέ σοι φράσω, ὅσῳ τὰ κάτω κρείττω ’στιν ὧν ὁ Ζεὺς ἔχει· ὅταν γὰρ ἱστῇς, τοῦ ταλάντου τὸ ῥέπον | ||
5 | κάτω βαδίζει, τὸ δὲ κενὸν πρὸς τὸν Δία. οὔ〈τε〉 γὰρ ἂν ἀποθανόντες ἐστεφανωμένοι προὐκείμεθ’ οὔτ’ ἂν 〈βακκάριδι〉 κεχριμένοι, εἰ μὴ καταβάντας εὐθέως πίνειν ἔδει. διὰ ταῦτα γάρ τοι καὶ καλοῦνται μακάριοι· | ||
10 | πᾶς γὰρ λέγει τις ‘ὁ μακαρίτης οἴχεται, κατέδαρθεν· εὐδαίμων, ὅς’ οὐκ ἀνιάσεται.‘ καὶ θύομέν 〈γ’〉 αὐτοῖσι τἀναγίσματα ὥσπερ θεοῖσι, καὶ χοάς γε χεόμενοι | ||
αἰτούμεθ’ αὐτοὺς δεῦρ’ ἀνεῖναι τἀγαθά. | 708 | ||
489 | ἀλλὰ στεφάνωσαι· καὶ γὰρ ἡλικίαν ἔχεις ἀποχρῶσαν ἤδη. | ||
490 | τοῦτον τὸν ἄνδρ’ ἢ βιβλίον διέφθορεν ἢ Πρόδικος ἢ τῶν ἀδολεσχῶν εἷς γέ τις. | ||
491 | ΧΟΡΟΣ | τί οὖν ποῐῶμεν; χλανίδ’ ἐχρῆν λευκὴν λαβεῖν· εἶτ’ Ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον. | |
492 | Α | τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν; | |
Β | τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα. | ||
493 | ἐρείδετον· κἀγὼ κατόπιν σφῷν ἕψομαι. | ||
494 | οὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὗ ἀπελάγχανεν 〈ἀπέλαχεν.〉 | ||
495 | ἀπασκαρίζειν ὡσπερεὶ πέρκην χαμαί | ||
496 | ὑποπεπώκαμεν 〈γάρ〉, ὦνδρες, καὶ καλῶς ἠρίσταμεν. | 710 | |
497 | λαμβάνετε κόλλαβον ἕκαστος | ||
498 | τὸ δ’ ἔτνος τοὐν ταῖς κυλίχναις τουτὶ θερμόν, καὶ τοῦτο παφλάζον. | ||
499 | Ἀγχομενὸς 〈γενοῦ〉 γενναι〈ότατ〉α Βοιώτιος ἐξ ὀρχουμένου. | ||
500,501 | Α | χθονία θ’ Ἑκάτη σπείρας ὄφεων ἐλελιζομένη. | |
Β | τί καλεῖς τὴν Ἔμπουσαν; | ||
502 | φέρε, παῖ, ταχέως κατὰ χειρὸς ὕδωρ, παράπεμπε τὸ χειρομάκτρον. | ||
503 | ὡς οὑψώνης διατρίβειν ἡμῖν τἄριστον ἔοικεν. | ||
504 | ὁ δὲ λύων κύστιν ὑείαν | ||
κἀξαιρεῖν τοὺς δαρεικούς | 712 | ||
505 | δεῦρο δ’ ἂν οὐκ ἀπέδραμεν † | ||
506 | ἅλις ἀφύης μοι· παρατέταμαι γὰρ τὰ λιπαρὰ κάπτων· ἀλλὰ φέρετ’ ἀτταγᾶ θἠπάτιον ἢ καπριδίου νέου κόλλοπά τιν’, εἰ δὲ μή, πλεῦρον ἢ γλῶτταν ἢ | ||
5 | σπλῆνά γ’ ἢ νῆστιν, ἢ δέλφακος ὀ‐ πωρινῆς ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων χλιαρῶν. | ||
507 | μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάδ’ ἀφύδια | 714 | |
528 | οὐ γὰρ τίθεμεν τὸν ἀγῶνα τόνδε τὸν τρόπον ὥσπερ τέως ἦν, ἀλλὰ καινῶν πραγμάτων. | ||
529 | λόγῳ τις ἠγωνίζετ’ ἔργῳ δ’ οὔ. | ||
530 | Α | τράπεζαν ἡμῖν 〈εἴσ〉φερε τρεῖς πόδας ἔχουσαν, τέτταρας δὲ μὴ ’χέτω. | |
Β | καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι; | ||
531 | οἴνου τε Χίου στάμνον ἥκειν καὶ μύρον. | 716 | |
534 | ὡς δὴ τίς ἂν ὤν, ἢ τί ποῐήσας, ὦ Τελεμησσῆς; | ||
535 | φέρε δὴ τοίνυν ταῦθ’ ὅταν ἔλθῃ, τί ποεῐῖν χρή μ’ ὦ Τελεμησσῆς; | ||
536 | μεταπέμπου νῦν ταῦτα σπουδῇ καὶ μύρον, εὕρημα Μεγάλλου. | ||
542 | ΓΥΝΗ | λάβεσθε· καὶ γάρ ἐσθ’ ὁμοῦ. | 718 |
543 | ἔπειθ’ ὅσοι παρῆσαν ἐπίδημοι ξένοι ἐπηκολούθουν κἠντιβόλουν προσκείμενοι ‘ὅκως ἔχων τὸν παῖδα πωλήσει ’ς Χίον‘, ἕτερος δ’ ‘ὅκως ἐς Κλαζομενάσ‘, ἕτερος δ’ ‘ὅκως | ||
5 | ‘ἐς Ἔφεσον‘, ὁ δ’ ‘ἐς Ἄβυδον· ἦν δὲ πάνθ’ ὅκῳ. | ||
544 | τίς δ’ εἶ σ〈ύ γ’ ο〉ὑγγύτατα θλιβεὶς τὰς ὀσφύας ἐπὶ τῶν κοχωνῶν, ἁργοναύτης οὑτοσί; | ||
545 | ἔπειτ’ ἐπὶ τοὔψον ἧκε τὴν σπυρίδα λαβὼν καὶ θυλακίσκον καὶ τὸ μέγα βαλλάντιον. | ||
546 | καὶ τὴν κυνῆν ἔχειν με κυρβασίαν ἐρεῖς. | ||
547 | ᾔτουν τι τὰς γυναῖκας ἀργυρίδιον. | ||
548 | ἀλαβαστροθήκας τρεῖς ἔχουσαν ἐκ μιᾶς | ||
549 | ἐγὼ γὰρ ἀπὸ Θηραμένους δέδοικα τὰ τρία ταυτί. | 720 | |
550 | λανθάνοντες τοὺς Ἴβηρας τοὺς Ἀριστάρχου πάλαι | ||
551 | ΑΡΙΣΤΑΡΧΟΣ | τοὺς Ἴβηρας οὓς χορηγεῖς μοι βοηθῆσαι δρόμῳ. | |
552 | κοὐδὲν ἂν δράσαιμεν ἄτοπον οὐδ’ ἂν ἐπιήλαιμεν 〈ἄν〉. | 722 | |
558 | ἐς Οἰδίπου δὲ παῖδε, διπτύχω κόρω, Ἄρης κατέσκηψ’, ἔς τε μονομάχου πάλης ἀγῶνα νῦν ἑστᾶσιν 〈ἀρχαῖον τρόπον〉. | ||
559 | ΟΙΚΕΤΗΣ | καὶ τὸν ἱμάντα μου ἔχουσι καὶ τἀνάφορον. | |
560 | εἰκὸς δήπου πρῶτον ἁπάντων ἴφυα φῦναι καὶ τὰς κραναὰς ἀκαλήφας. | ||
561 | στίλβη θ’ ἣ κατὰ νύκτα μοι | ||
φλόγ’ ἀνασειράζεις ἐπὶ τῷ λυχνείῳ | 724 | ||
566 | τὸν Φρύγα τὸν αὐλητῆρα, τὸν Σαβάζιον | ||
567 | ΟΙΚΕΤΗΣ | ἐμοὶ κράτιστόν ἐστιν εἰς τὸ Θησεῖον δραμεῖν, ἐκεῖ δ’ ἕως ἂν πρᾶσιν εὕρωμεν μένειν. | |
568 | διέφθορας τὸν ὅρκον ἡμῶν. | ||
569 | ΑΘΗΝΑ | ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν, στεφάνους ἴων, 〈ῥόδων, κρίνων,〉 κονιορτὸν ἐκτυφλοῦντα. | |
αὑτὸς δ’ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας, πύον, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια· | 726 | ||
5 | ὑρίσους δ’ ἴδοις ἂν νειφομένους σύκων ὁμοῦ τε μύρτων· ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν. ὥστ’ οὐδὲ εἷς ἔτ’ οἶδ’ ὁπηνίκ’ ἐστὶ τοὐνιαυτοῦ. 〈τοῦτ’ οὐ〉 μέγιστον ἀγαθόν, εἴπερ ἔστι δι’ ἐνιαυτοῦ ὅτου τις ἐπιθυμεῖ λαβεῖν; | ||
10 | Β | κακὸν μὲν οὖν μέγιστον. εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ’ ἂν ἐδαπανῶντο. ἐγὼ δὲ ταῦτ’ ὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν. | |
ΑΘ | κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν· τούτοις δ’ ὑπάρχει ταῦτ’ ἐπειδὴ τοὺς θεοὺς σέβουσιν. | ||
15 | Β | ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φῄς, τί, εἴ τι; | |
Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποί̆ηκας ἀντ’ Ἀθηνῶν. | 728 | ||
579 | ΧΟΡΟΣ[? | οὔτε ποιηταῖσι γὰρ σκληροῖς ὁ δῆμος ἥδεται κἀστεμφέσιν οὔτ’ 〈Ἰκαρίοισι〉 Πραμνίοις οἴνοισιν, 〈οἳ〉 συνάγουσι τὰς ὀφρῦς τε καὶ τὴν κοιλίαν, | |
5 | 〈ἀνθ〉οσμίᾳ δὲ πέπονι, νεκταροσταγεῖ.] | ||
580 | Κηφισοφῶν ἄριστε καὶ μελάντατε, σὺ δὲ ξυνέζης ἐπὶ τὰ πόλλ’ Εὐριπίδῃ καὶ συνεποί̆εις, ὥς φασι, τὴν μελῳδίαν. | ||
580a | κηρὸς 〈γὰρ〉 ἐπεκαθέζετ’ 〈ἐπὶ〉 τοῖς χείλεσιν | ||
581 | ὁ δ’ αὖ Σοφοκλέους τοῦ μέλιτι κεχριμένου ὥσπερ καδίσκου περιέλειχε τὸ στόμα. | ||
582 | ἄλλαι δὲ κυαμίζουσιν αὐτῶν· εἰσί τε | ||
ἤδη πρὸς ἄνδρας ἐκπετήσιμοι σχεδόν. | 730 | ||
583 | ἵνα ξυνῶσιν ᾧπερ ἥδεσθον βίῳ σκώληκας ἐσθίοντε καὶ μυλακρίδια. | ||
584 | οὐκ εἶ λαβὼν θύραζε τὰ ψηφίσματα καὶ τὴν ἀνάγκην ἐς κόρακας ἐντευθενί; | ||
585 | ‘ἄκων κτενῶ σε, τέκνον‘· ὁ δ’ ἀπεκρίνατο ‘ἐπὶ Παλλαδίῳ τἄρ’, ὦ πάτερ, δώσεις δίκην.‘ | ||
586,587 | [πλὴν μέλιτος οὐδὲν γλυκύτερον τῶν ἰσχάδων· ἀλλ’ οὐδὲ τὸ μέλι γλυκύτερον τῶν ἰσχάδων·] ὄντως ἄρ’ οὐδὲν γλυκύτερον τῶν ἰσχάδων. | ||
588 | ΑΡΙΣΤΟΦΑΝΗΣ? | τὴν γυναῖκα δὲ αἰσχύνομαι τώ τ’ οὐ φρονοῦντε παιδίω. | |
589 | οἴμοι· τουτὶ τί ἦν; ἀδιάφορός μοι φαίνεται | ||
ὁδί. | 732 | ||
590 | ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ. | ||
591 | τὴν χύτραν, ἐν ᾗ τὰ κρεάδι’ ἧψες ἐζωμευμένα | ||
592 | πλὴν εἴ τις πρίαιτο δεόμενος βασκάνιον ἐπικάμινον ἀνδρὸς χαλκέως. | ||
593 | τί δέ σοι δράσω, κακόδαιμον, ἀμφορεὺς ἐξοστρακισθείς; | ||
594 | ΓΥΝΗ | καὶ κύων ἀκράχολος Ἑκάτης ἄγαλμα φωσφόρου γενήσομαι. | |
595 | λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος | 734 | |
596 | ἡδύς γε πίνειν οἶνος, Ἀφροδίτης γάλα. | ||
597 | πικρότατον οἶνον τήμερον πίει τάχα. | ||
598 | τὸ δ’ αἷμα λέλαφας τοὐμόν, ὦναξ δέσποτα. | ||
599 | ἐκφέρετε πεύκας κατ’ Ἀγάθωνα φωσφόρους. | ||
600 | αἰσχρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ. | ||
601 | πυθοῦ χελιδὼν πηνίκ’ ἄττα φαίνεται. | ||
602 | ὁπηνίκ’ ἄτθ’ ὑμεῖς κοπιᾶτ’ ὀρχούμενοι | ||
603 | ... λούσησθε καὶ κτενίσησθε πρὸς τὸν ἥλιον | ||
604 | ἵνα μὴ καταγῇς τὸ σκάφιον πληγεὶς ξύλῳ. | 736 | |
605 | φθέγξαι σὺ τὴν φωνὴν ἀνατοιχήσας ἄνω. | ||
606 | καὶ φθέγμα κεκράτηκεν. | ||
607 | τί τὸ κακόν; ἀλλ’ ἦ κοκκύμηλ’ ἠκρατίσω; | ||
608 | τὸν Πειραῐᾶ 〈δὲ〉 μὴ κεναγγίαν ἄγειν | ||
609 | ἥτις κυοῦς’ ἐφάνη κύος τοσουτονί | ||
610 | ὀξυγλύκειάν τἄρα κοκκιεῖς ῥόαν. | ||
611 | τὸ παραπέτασμα τὸ Κύπριον τὸ ποικίλον | ||
612 | ΓΥΝΗ | ἐνταῦθα δὴ παιδάριον ἐξαυαίνεται. | |
613 | ὥστ’ ἔγωγ’ ηὑαινόμην θεώμενος. | ||
614 | τὴν φάρυγα μηλώσας δύ’ ἐξ〈εμ〉εῖ μόνας. | 738 | |
615 | τὸ πρᾶγμα τοῦτο συλλαβεῖν ὑπίσχομαι. | ||
616 | ἔφευγε, κἀγὼ τῆς ὑπαντὰξ εἰχόμην. | ||
617 | οὔκουν μ’ ἐάσεις ἀναμετρήσασθαι τάδε· | ||
618 | ΑΙΣΧΥΛΟΣ | ὑπὸ 〈τοῦ〉 γέλωτος εἰς Γέλαν ἀφίξομαι. | |
619 | χωρεῖ ’πὶ γραμμὴν λορδὸς ὡς 〈εἰσ〉 ἐμβολήν. | ||
620 | οὐχ ὅτι γ’ ἐκεῖνος ἔλαχεν. οἰμώζων κάθου. | ||
621 | σὺ δ’ οὐκ ἀνεῖχες σαυτὸν ὥσπερ εἰκὸς ἦν. | ||
622 | οὕτως τι τἀπόρρητα δρᾶν ἐστιν μέλι. | ||
623 | γίγνωσκε τὸν ἄλεισόν 〈τε〉 καὶ τὰ γράμματα. | 740 | |
624 | ὁρῶ γὰρ ὡς 〈στ〉όμφακα διασαυλούμενον. | ||
625 | κᾆτ’ ἀντιβολεῖτον αὐτὸν ὑποπεπτωκότε. | ||
626 | ἐκμαίνετον τὸν πατέρα τοῖς ὀρχήμασι. | ||
627 | καὶ τῶν πρὸς εἴλην ἰχθύων ὠπτημένων | ||
628 | ἴκτινα παντόφθαλμον ἁρπαγα〈ῖ〉ς τρέφων | ||
628a | [τὴν γλῶσσαν αὐτοῦ ... ἐπιθυμῶ μετρεῖν] δι’ ἧς τὰ φ[υρ]τὰ ῥήματ’ [ἐξεσ]μήχετο. | ||
629 | Α | μέλαινα δ’ ἦν ἡ γλῶττα. | |
Β | Βρεττία γὰρ ἦν. | ||
630 | ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι. | 742 | |
631 | ἡ μᾶζα γὰρ σᾶ καὶ τὰ κρέα χὠ κάραβος. | ||
632 | πρὸς ΑΝΔΡΑ? | ἐνδὺς τὸ γυναικεῖον τοδὶ χιτώνιον. | |
633 | ἑστῶτας ὥσπερ τοὺς ὀρεωκόμους ἅθρους | ||
634 | πόθεν δ’ ἐγώ σοι συγγενής, ὦ φαρμακέ; | ||
635 | λίθος τις ὤζησεν τεθυμιαμένος. | ||
636 | ᾤμην δ’ ἔγω〈γε〉 τὸν Κυκλοβόρον κατιέναι. | ||
637 | ἐβάδιζέ μοι τὸ μειράκιον ἐξ ἀποτρόχων. | ||
638 | 〈ὁ〉 στρεψίμαλλος τὴν τέχνην Εὐριπίδης | 744 | |
639 | καὶ πρός γε τούτοις ἥκετον πρεσβῆ δύο. | ||
640 | ἑκτεὺς δέ 〈γ’〉 ἐστὶν ὀκταχοίνικον μέτρον. | ||
642 | θύειν 〈με〉 μέλλει καὶ κελεύει βῆ λέγειν. | ||
643 | [σκότος γάρ ἐστιν Αἰσχύλου τεθνηκότος.] | ||
644 | φωνάριον ... ᾠδικὸν καὶ καμπτικόν | ||
644a | ἀσπαζόμεσθ’ ἐρετμία καὶ σκαλμίδια· | ||
644b | ὅταν φίλοι παρῶσιν ἐπὶ τὴν ἐκφοράν | 746 | |
645 | ΠΡΟΜΗΘΕΥΣ | εἰ μὴ Προμηθεύς εἰμι· τἄλλα ψεύδομαι. | |
645b | [εἷς ἐστι δοῦλος οἰκίας ὁ δεσπότης.] | ||
646 | οἶμαι γὰρ αὐτὸν κόλλοπι ἐοικέναι. | ||
647 | ΓΥΝΗ | ἀλλὰ τὸ στρόφιον λυθὲν τὰ κάρυά μοὐξέπιπτεν. | |
648 | οὔτε νύκτωρ παύεται οὔθ’ ἡμέραν. | ||
649 | 〈τὸν〉 ἀγρὸν γὰρ ἔλαβεν ἀργὸν παρ’ αὐτοῦ. | ||
650 | μεσέγγυον τὴν μείρακα | ||
καταθέσθ(αι) | 748 | ||
650a | οἷα μὲν ποιεῖ λέγειν τοῖός ἐστιν. | ||
650b | ἀργοὶ κάθηνταί μοι γυναῖκες τέτταρες. | ||
650c | ἀγαθός τε δαίμων κἀγαθὴ σωτηρία | ||
650d | σαυτὸν δ’ ἀμαυροῖς, ὥστε λήσει〈σ〉 τῷ χρόνῳ. | ||
650e | κατεσκέδασέ μου τὴν ἁμίδα κεχηνότος. | ||
651 | ἀνήσεις κροκύδα μαστιγουμένη. | ||
652 | ἐγὼ δ’ ὑπερῶ τὸν ὅρκον· | ||
652a | σὺ δ’ ὑπάγεις τὸν ὅρκον | ||
653 | φαύλως φέρει νῦν τὸ κακόν. | 750 | |
654 | τὴν θύραν ἀναζυγώσας | ||
655 | σὺ δ’ ὁμέστιος θεοῖς πόθεν; | ||
656 | Α | ποῖ κῆχος; | |
Β | εὐθὺ Σικελίας. | ||
657 | εἴ τίς 〈σε〉 κολακεύει παρὼν καὶ τὰς κροκύδας ἀφαιρεῖ | ||
658 | ΧΟΡΟΣ? | οὕτω γὰρ ἡμῖν ἡ πόλις μάλιστα σῶς ἂν εἴη. | |
659 | οὐχ οἷα πρῶτον ᾖδ〈εν〉 ἑπτάχορδα πάνθ’ ὁμοῖα. | ||
660 | πόσος ἐσθ’ ὁ καῦνος; | ||
662 | κοπρολόγει κόφινον λαβών. | 752 | |
663 | ἀωροθάνατος ἀπέθανεν. | ||
664 | γαλῆν 〈δὲ〉 καταπέπωκεν. | ||
668 | λαλίστερον εὕρηκά σ(ε). | ||
669 | ἄχθομ’ αὐτοῦ τῷ ῥύπῳ. | ||
670 | ἔχε δὴ καὶ σκόπει. | ||
672 | ὃς τἀφανῆ | ||
〈ἀεὶ〉 μεριμνᾷ, τὰ δὲ χαμᾶθεν ἐσθίει. | 754 | ||
673 | φράζε τοίνυν, ὡς ἐγώ σοι πᾶς ἀνέρριμμαι κύβος. | ||
673a | οὐ φθερεῖ κάθαρμα, εἶπε †, κἀκποδὼν ἡμῖν ἄπει; | ||
674 | σφόδελον ἐν χύτραισι μεγάλαις ἑψόμενον | ||
675 | ἑπτάπους γοῦν ἡ σκιά ’στιν, ἡ ’πὶ τὸ δεῖπνον 〈ὥρα·〉 ὡς 〈ὁρᾷσ〉, ἤδη καλεῖ μ’ ὁ χρόνος ὁ φιλοτήσιος. | ||
676 | μὰ τοὺς πρόσωθεν | ||
676b | ὁ δ’ Ἀναξαγόρου τρόφιμος χαιοῦ στρυφνὸς μὲν ἔμοιγε προσειπεῖν καὶ μισόγελως καὶ τωθάζειν οὐδὲ παρ’ οἶνον μεμαθηκώς, | ||
ἀλλ’ ὅ τι γράψαι, τοῦτ’ ἂν μέλιτος καὶ Σειρήνων ἐτετεύχει. | 756 | ||
677 | ΑΙΣΧΥΛΟΣ | τοῖσι χοροῖς αὐτὸς τὰ σχήματ’ ἐποίουν. | |
678 | Β πρὸς ΑΙΣΧΥΛΟΝ | τοὺς Φρύγας οἶδα θεωρῶν ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδ’ ἦλθεν τεθνεῶτα, πολλὰ τοῐὶ καὶ τοιῒ δευρὶ 〈κἀκεῖσε〉 σχηματίσαντες. | |
679 | ΧΟΡΟΣ? | ὥστ’ ἀνακύπτων καὶ κατακύπτων τοῦ σχήματος εἰκόνα τοῦδε κηλώνειον τοῖς κηπουροῖς. | |
680 | ἐν τοῖς ὄρεσιν 〈δ’〉 αὐτόματ’ αὐτοῖς τὰ μιμαίκυλ’ ἐφύετο πολλά. | ||
681 | πολφοὺς δ’ οὐχ ἧψον ὁμοῦ βολβοῖς. | ||
682 | ἵν’ ἐπαγλαΐσῃ τὸ παλημάτιον καὶ μὴ βήττων καταπίνῃ. | ||
683 | κιρνάντες γὰρ τὴν πόλιν ἡμῶν κοτυλίζετε τοῖσι πένησιν. | 758 | |
684 | ἀλλ’ ὦ Δελφῶν πλείστας ἀκονῶν Φοῖβε μαχαίρας καὶ προδιδάσκων τοὺς σοὺς προπόλους | ||
685 | ΧΟΡΟΣ? | διάλεκτον ἔχοντα μέσην πόλεως οὔτ’ ἀστείαν ὑποθηλυτέραν 〈τ’〉 οὔτ’ ἀνελεύθερον ὑπαγροικοτέραν 〈τ’〉 ... | |
685a | ἡ μὲν πόλις ἐστὶν Ἀμαλθείας κέρας· 〈ὡσ〉 εὖξαι σὺ μόνον καὶ πάντα πάρεσται. | ||
686 | τὸν σαπέρδην ἀποτῖλαι χρὴ κᾆτ’ ἐκπλῦναι καὶ διαπλῦναι. | ||
686a | εἶτα μονῳδεῖν ἐκ Μηδείας καὶ τἀξ αὑτοῦ. | ||
687 | χορδαί, φῦσκαι, πασταί, ζωμός, | ||
χόλικες | 760 | ||
687a | ἐκ τῶν ἀναβασμῶν ἀπίασιν. | ||
688 | ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσί. | ||
689 | εἰκοβολοῦντες καὶ πλάττοντες | ||
690 | ὁ δ’ ἔχων θέρμαν καὶ πῦρ ἧκεν. | ||
691 | δύναται γὰρ ἴσον τῷ δρᾶν τὸ νοεῖν. | ||
692 | ἀλλ’ εἰς ἥρων τι παρήμαρτον. | ||
692b | διὰ τῆς τρήμης παρακύπτων | ||
693 | οὐκ ἔσθω κενέβρειον· ὅταν θύῃς τι, καλεῖ〈ν〉 με. | 762 | |
694 | μή μοι Ἀθηναίους αἰνεῖτ’, ἢ μολγοὶ ἔσονται· | ||
694a | μολγόν σε ποῐήσω. | ||
695 | ΟΙΚΕΤΗΣ | ὅστις ἐν ἡδυόσμοις στρώμασι παννυχίζων τὴν δέσποιναν ἐρείδεις. | |
696 | καὶ σὺ κυρηβιοπῶλα Εὔκρατες στύππαξ | ||
697 | τί γὰρ ἐπὶ κακότροπον ἔμολε τό〈τε〉 βίον | ||
ἀδικομηχάνῳ τέχνῃ; | 764 | ||
698 | τίς ὄρεα βαθύκομα τάδ’ ἐπέσυτο βροτῶν; | ||
699 | ῥήματά τε κομψὰ καὶ παίγνι’ ἐπιδεικνύναι | ||
πάντ’ ἀπ’ ἀκροφυσίων κἀπὸ καναβευμάτων | 766 | ||
897a | ἔχων λύραν ἔργον Εὐδόξον τιταίνει ψίθυρον εὐήθη νόμον. | ||
898 | ΑΡΙΣΤΟΦΑΝΗΣ? | ἐγὼ διὰ ταῦτα, μὴ γέλων ὀφλὼν λάθω, περὶ τὴν κεφαλὴν ἔσχηκα πηνίκην τινά. | |
898a | πατρὶς δὲ πᾶσα τῷ πένητι προσφιλής, ἀφ’ ἧς τροφήν τε καὶ τὸ μὴ πεινῆν ἔχει. | ||
898b | ὦ δέσποτ’ Ἀμφιάραε, πολυτίμητ’ ἄναξ | ||
899 | βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν, χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς. | ||
900 | καὶ γὰρ πρότερον δὶς ἀνθρακίδων ἅλμην πιὼν | 782 | |
900b | κατ’ οἶκον ἐστρωφᾶτο μισητὸς βάβαξ. | ||
901b | [ΣΤΡΕΨΙΑΔΗΣ? | σκαιὸς δέ τις κἀγροικός εἰμι τὴν σκάφην σκάφην λέγων.] | |
902 | οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθόν ἐσθ’ ὁ πλοῦς. | 784 | |
902b | σὺ δ’ ἐκ † ποίου τελεῖς τοῦ δαπέδου †; | ||
903 | Ἀκέσιας τὸν πρωκτὸν ἰάσατο | ||
904 | 〈ὅτι〉 ἔμπορός εἰμι σκηπτόμενος | ||
904a | ἀλοᾶν χρὴ τὰς γνάθους. | 786 | |
912 | ὑποτείνει δέ τις αὐτὸν βωμολοχεῦσαι αὐτὸς δείξας ἔν 〈θ’〉 ἁρμονίαις Χιάζειν ἢ Σιφνιάζειν. | ||
913 | εὔξασθαι κατὰ χρυσόκερω λιβανωτοῦ | ||
913a | καλῶς με βεβωλοκόπηκεν. | ||
914 | δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδάνιπτρα. | 788 |