TLG 0018 035 :: PHILO JUDAEUS :: Quaestiones in Exodum (fragmenta) PHILO JUDAEUS Phil. Quaestiones in Exodum (fragmenta) Citation: Book — fragment — (line) | ||
QEx.1.1 | ‖ Ὅταν οἱ τῶν σπαρτῶν καρποὶ τελειωθῶσιν, οἱ τῶν δένδρων ἀρχὴν γενέσεως λαμβάνουσιν, ἵνα δολιχεύωσιν αἱ τοῦ θεοῦ χάριτες τὸν αἰῶνα παρ’ ἄλλων ἄλλαι δεχόμεναι | |
καὶ συνάπτουσαι, τέλη μὲν ἀρχαῖς, ἀρχαὶ δὲ τέλεσιν. ‖ | 233 | |
QEx.1.4 | ... [Τὸ δὲ Πάσχα ὁ μὲν Φίλων ἡρμήνευσε] διαβατήρια ... | 234 |
QEx.1.6 | ‖ Ὑπερβολαὶ καὶ ἐλλείψεις ἀνισότητα ἐγέννησαν· ἀνισότης δέ, ἵνα αὐτὸς μυθικώτερον χρήσωμαι τοῖς ὀνόμασιν, μήτηρ ἀδικίας ἐστίν, ὡς ἔμπαλιν ἰσότης δικαιοσύνης. Ὑπερβολῆς δὲ καὶ ἐλλείψεως μέσον τὸ αὐταρκές, ἐν ᾧ τὸ | |
5 | ἱερὸν γράμμα περιέχεται τὸ ‘Μηδὲν ἄγαν‘. ‖ | 235 |
---|---|---|
QEx.17a | ‖ Λέγεται ὑπὸ φυσικῶν ἀνδρῶν οὐδὲν ἕτερον εἶναι θῆλυ ἢ ἀτελὲς ἄρρεν. ‖ | |
QEx.17b | ‖ Ἔνιοι προκόψαντες ἐπ’ ἀρετὴν ὑπενόστησαν πρὶν ἐφικέσθαι τοῦ τέλους, τὴν ἄρτι φυομένην ἀριστοκρατίαν ἐν ψυχῇ καθελούσης τῆς παλαιᾶς ὀχλοκρατίας, ἣ πρὸς ὀλίγον ἠρεμήσασα πάλιν ἐξ ὑπαρχῆς μετὰ πλείονος δυνά‐ | |
5 | μεως ἀντεπέθετο. | |
QEx.1.19 | ‖ Αἱ μὲν γὰρ ζῶναι στάσιν ἐμφαίνουσι καὶ συναγωγὴν | |
ἡδονῶν καὶ τῶν ἄλλων παθῶν ἃ τέως ἀνεῖτο καὶ κεχάλαστο. Οὐκ ἀπὸ δὲ σκοποῦ προσέθηκε τὸ δεῖν ζώννυσθαι κατὰ τὴν ὀσφύν· ὁ γὰρ τόπος ἐκεῖνος εἰς φάτνην ἀποκέκριται πολυκε‐ | 236 | |
5 | φάλῳ θρέμματι τῶν ἐν ἡμῖν ἐπιθυμιῶν. ‖ | |
QEx.1.21 | ‖ Ἄνδρες ἀγαθοί[, τροπικώτερον εἰπεῖν,] κίονές εἰσιν δήμων ὅλων, ὑπερείδοντες, καθάπερ οἰκίας μεγάλας, τὰς | |
πόλεις καὶ τὰς πολιτείας. ‖ | 237 | |
QEx.2.1 | Τί ἐστι· «Τὸ [γὰρ] ἐγχειρίδιόν σου[, καὶ τὰ ἑξῆς] ‖»; Οἱ τὴν φύσιν παρεγχειρεῖν τολμῶντες καὶ τὰ ἔργα τῆς φύσεως ἐγχειρήμασιν ἰδίοις μεταμορφοῦντες τὰ ἀμίαντα μιαίνουσι· τέλεια γὰρ καὶ πλήρη τὰ τῆς φύσεως, προσθήκης | |
5 | οὐδεμίας δεόμενα. | 238 |
QEx.2.2 | Ἐμφανέστατα παρίστησιν ὅτι προσήλυτός ἐστιν οὐχ ὁ περιτμηθεὶς τὴν ἀκροβυστίαν ἀλλ’ ὁ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας καὶ τὰ ἄλλα πάθη τῆς ψυχῆς. Ἐν Αἰγύπτῳ γὰρ τὸ Ἑβραῖον γένος οὐ περιτέτμητο, κακωθὲν δὲ πάσαις | |
5 | κακώσεσι τῆς παρὰ τῶν ἐγχωρίων περὶ τοὺς ξένους ὠμότητος, ἐγκρατείᾳ καὶ καρτερίᾳ συνεβίου, οὐκ ἀνάγκῃ μᾶλλον ἢ ἐθελουσίῳ γνώμῃ, διὰ τὴν ἐπὶ τὸν σωτῆρα θεὸν καταφυγήν, ὃς ἐξ ἀπόρων καὶ ἀμηχάνων ἐπιπέμψας τὴν εὐεργέτιν δύναμιν, ἐρρύσατο τοὺς ἱκέτας. Διὰ τοῦτο προστίθησιν· «ὑμεῖς | |
10 | [γὰρ] οἴδατε τὴν ψυχὴν τοῦ προσηλύτου». Τίς δὲ προση‐ λύτου διάνοιά ἐστιν; 〈Ἢ οὐκ〉 ἀλλοτρίωσις τῆς πολυθέου δόξης, οἰκείωσις δὲ τῆς πρὸς τὸν ἕνα καὶ πατέρα τῶν ὅλων τιμῆς; Δεύτερον, ἐπήλυδας ἔνιοι καλοῦσι τοὺς ξένους. Ξένοι δὲ καὶ οἱ πρὸς τὴν ἀλήθειαν ηὐτομοληκότες, 〈οὐ〉 | |
15 | τὸν αὐτὸν τρόπον τοῖς ἐν Αἰγύπτῳ ξενιτεύσασιν. Οὗτοι μὲν γὰρ ἐπήλυδες χώρας, ἐκεῖνοι δὲ νομίμων καὶ ἐθῶν εἰσι· τὸ | |
δὲ ὄνομα κοινὸν ἑκατέρων ἐπηλύδων ὑπογράφεται. | 239 | |
QEx.23a | ‖ Χήραν καὶ ὀρφανὸν ἀπείρηται κακοῦν. Οὐδένα μὲν οὐδὲ τῶν ἄλλων, οὔτε ἄρρενα οὔτε θήλειαν, ἀφίησιν ἀδικεῖν [ὁ νόμος]· ἐξαιρέτου δὲ προνοίας μετα‐ δίδωσι χήραις καὶ ὀρφανοῖς, ἐπειδὴ τοὺς ἀναγκαίους | |
5 | βοηθοὺς καὶ κηδεμόνας ἀφαιροῦνται, χῆραι μὲν ἄνδρας, | |
ὀρφανοὶ δὲ γονεῖς. Βούλεται γὰρ τῇ φυσικῇ κοινωνίᾳ χρωμένους τὰς ἐνδείας ὑπὸ τῶν ἐν περιουσίᾳ ἀναπλη‐ ροῦσθαι. ‖ | 240 | |
QEx.23b | ‖ Ἄρρην μὲν θηλείᾳ συνελθὼν τὴν παρθένον ἀπο‐ δείκνυσι γυναῖκα· ψυχαὶ δέ, ὅταν προσκολληθῶσι θεῷ, ἐκ γυναικῶν γίνονται παρθένοι. Τὰς μὲν γυναικώδεις ἀπο‐ βάλλουσαι φθορὰς τῶν ἐν αἰσθήσει καὶ πάθει, τὴν δὲ ἄψαυ‐ | |
5 | στον καὶ ἀμιγῆ παρθένον ἀρέσκειαν θεοῦ μεταδιώκουσιν. Κατὰ λόγον οὖν αἱ τοιαῦται ψυχαὶ χηρεύουσιν ‖· ἄνδρα τὸν τῆς φύσεως ὀρθὸν νόμον προσσυμβιοῦσι, καὶ πατέρα τὸν αὐτόν, ἃ χρὴ πράττειν παραγγέλλοντα καθάπερ | |
ἐγγόνοις τῆς ἀνωτάτω κηδεμονίας. | 241 | |
QEx.2.4 | Καὶ κακοῦν ἀπαγορεύει οὐ τοσοῦτον τὴν σωματικὴν κάκωσιν ὅσον τὴν ψυχικήν. Ὀρφανοῖς γὰρ γινέσθω μηδεὶς ἀφροσύνης ἢ ἀκολασίας ‖ διδάσκαλος, ἀλλὰ τῶν ἐναντίων, ἐν ὅσῳ τὰς ψυχὰς ἔχουσιν ἁπαλὰς πρὸς τὴν τῶν θείων | |
5 | χαρακτήρων ὑποδοχήν. | |
QEx.26a | ‖ Προνοεῖται τῶν ἰδιωτῶν ὡς μὴ περιπίπτοιεν ἀνη‐ κέστοις τιμωρίαις. Οἱ γὰρ κακῶς ἀκούσαντες ἄρχοντες τοὺς | |
εἰπόντας οὐ μετὰ δίκης ἀμυνοῦνται· καταχρήσονται δυνα‐ στείαις εἰς πανωλεθρίαν. [Ἐπειδή, φησίν,] οὐ περὶ παντὸς | 242 | |
5 | ἄρχοντος ἔοικε νομοθετεῖν ἀλλ’ ὡσανεὶ τοῦ λαοῦ τοῦδε ἢ ἔθνους ἡγεμόνα σπουδαῖον ὑποτίθεται διὰ πλειόνων. | |
QEx.26b | Τῷ ἀγαθῷ ἀνδρὶ βλασφημία μὲν ἀλλότριον, ἔπαινος δὲ οἰκειότατον. Οὐδὲν γὰρ οὕτως εὐάγωγον εἰς εὔνοιαν ὡς | |
εὐφημία. | 243 | |
QEx.2.9 | ‖ «Οὐ παραδέξῃ ἀκοὴν ματαίαν». | |
QEx.29a | Μάταιον οὐδὲν οὔτε ἀκοαῖς οὔτε ἄλλῃ τινὶ τῶν αἰσθήσεων προσιτέον· ἐπακολουθοῦσι γὰρ ταῖς ἀπάταις αἱ μεγίσται | |
ζημίαι. | 244 | |
QEx.29b | Διὸ καὶ παρ’ ἐνίοις νομοθέταις ἀπείρηται μαρτυρεῖν ἀκοήν, ὡς τὸ μὲν ἀληθὲς ὄψει πιστούμενον, τὸ δὲ ψεῦδος ἀκοῇ. | |
QEx.2.10 | ‖ «[Καὶ] πένητα οὐκ ἐλεήσεις ἐν κρίσει». | |
QEx.210a | Πενία καθ’ ἑαυτὴν μὲν ἐλέου χρῄζει εἰς ἐπανόρθωσιν ἐνδείας· εἰς δὲ κρίσιν ἰοῦσα, βραβευτῇ χρῆται τῷ τῆς | |
ἰσότητος νόμῳ. | 245 | |
QEx.210b | Θεῖον γὰρ ἡ δικαιοσύνη καὶ ἀδέκαστον· ὅθεν καὶ ἐν ἑτέροις εὖ εἴρηται ὅτι «ἡ κρίσις τοῦ θεοῦ ἐστιν». | |
QEx.211a | Ἡμερότητος ὑπερβολή, πρὸς τῷ μὴ βλάπτειν τὸν | |
ἐχθρόν, ἔτι καὶ ὠφελεῖν πειρᾶσθαι. ‖ Ὁ γὰρ μηδὲ ἐχθρὸν ζημιοῦν ὑπομένων, τίνα τῶν ἄλλων ἐθελήσειεν ἂν βλάπτειν ἐπ’ ὠφελείᾳ τῇ ἑαυτοῦ; | 246 | |
QEx.211b | Ἔτι δὲ καὶ στάσιν καθαιρεῖ καὶ δυσμένειαν, προκα‐ τάρχων εἰρήνης. ‖ Φιλικὸν γὰρ τὸ ἔργον ‖ καὶ πρὸς ἀμοιβὴν ἐφέλκει τὸν μὴ λίαν ἀγνώμονα. | |
QEx.2.12 | ‖ Διδαχθεὶς δέ τις ‖ μηδὲ βοσκημάτων ὑπερορᾶν, | |
πρὸς τίνα τῶν ἀνθρώπων‖ οὐκ ἂν εἴη φιλάνθρωπος; ‖ | 247 | |
QEx.213a | ‖ Οἱ ἀφυλάκτως ὀδοιποροῦντες διαμαρτάνουσιν τῆς ὀρθῆς καὶ λεωφόρου ὡς πολλάκις εἰς ἀνοδίας καὶ δυσβάτους καὶ τραχείας ἀτραποὺς ἐκτρέπεσθαι. Τὸ παραπλήσιόν ἐστιν, ὅτε καὶ αἱ ψυχαὶ τῶν νέων παιδείας ἀμοιροῦσιν· | |
5 | καθάπερ ῥεῦμα ἀνεπίσχετον ὅπῃ μὴ λυσιτελὲς ῥεμβεύον‐ ται. ‖ | |
QEx.213b | ‖ Ὁ πεινῶν καὶ διψῶν ἐπιστήμης καὶ τοῦ μαθεῖν ἃ μὴ οἶδε, τὰς ἄλλας μεθιέμενος φροντίδας, ἐπείγεται πρὸς ἀκρόασιν· καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν θυρωρεῖ τὰς τῶν | |
σοφῶν οἰκίας. ‖ | 248 | |
QEx.2.14 | ‖ Αἰνίττεται διὰ συμβόλου δύο τὰ ἀναγκαιότατα. Ἓν μὲν τὸ καταφρονεῖν ἡδονῆς· ζύμη γὰρ ἥδυσμα τροφῆς, οὐ τροφή. Ἕτερον δὲ τὸ μὴ δεῖν ἐπαίρεσθαι φυσωμένους ὑπὸ κενῆς οἰήσεως. Ἀνίερον γὰρ ἑκάτερον, ἡδονή τε καὶ | |
5 | οἴησις, μητρὸς μιᾶς ἀπάτης ἔκγονα. Τὸ δὲ αἷμα τῶν θυσιῶν δεῖγμα ψυχῆς ἐστι, σπενδομένης θεῷ· μιγνύναι δὲ | |
τὰ ἄμικτα, οὐχ ὅσιον. | 249 | |
QEx.2.15 | ‖ «Οὐδ’ οὐ μὴ κοιμηθῇ στέαρ τῆς ἑορτῆς μου ἕως πρωΐ». | |
QEx.215a | ‖ Κελεύει τὰ στέατα αὐθημερὸν ἀναλίσκεσθαι, γινό‐ μενα ὕλην ἱερᾶς φλογός. ‖ | |
QEx.215b | ‖ Ψυχὴ πᾶσα ἣν εὐσέβεια λιπαίνει τοῖς ἰδίοις ὀργίοις ἀκοιμήτως ἔχει πρὸς τὰ θεῖα καὶ διανίσταται πρὸς τὴν θέαν τῶν θέας ἀξίων. Τοῦτο δὲ τὸ πάθος τῆς ψυχῆς ἐστιν ἑορτή, | 250 |
καὶ ἑορτὴ ἡ μεγίστη, καὶ καιρὸς ἀψευδοῦς εὐφροσύνης. ‖ | 251 | |
QEx.2.16 | ‖ «Φωνὴν θεοῦ», τὸν μικροῦ λεχθέντα «ἄγγελον» ὑπονοητέον μηνύεσθαι. Τοῦ γὰρ λέγοντος ὁ προφήτης ἄγγελος κυρίως ἐστίν. Ἀνάγκη γὰρ τὸν ἀκοῇ ἀκούοντα, τουτέστι τὸν τὰ λεγόμενα βεβαίως παραδεχόμενον, ἔργοις | |
5 | ἐπιτελεῖν τὰ λεχθέντα· λόγου γὰρ πίστις ἔργον. Ὁ δὲ καὶ τοῖς εἰρημένοις καταπειθὴς καὶ ἐνεργῶν τὰ ἀκόλουθα σύμμα‐ χον καὶ ὑπερασπιστὴν ἐξ ἀνάγκης ἔχει τὸν διδάσκαλον, ὅσα μὲν τὸ δοκεῖν βοηθοῦντα τῷ γνωρίμῳ, τὸ δ’ ἀληθὲς τοῖς αὐτοῦ δόγμασι καὶ παραγγέλμασι, ἅπερ οἱ ἐναντίοι | |
10 | καὶ ἐχθροὶ βούλονται καθαιρεῖν. | 252 |
QEx.2.17 | ‖ «Καθαιρῶν καθελεῖς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν». Στῆλαί εἰσι τὰ δόγματα συμβολικῶς, ἅπερ ἑστάναι καὶ ἐρηρεῖσθαι δοκεῖ. Τῶν δὲ κατεστηλιτευμένων δογμάτων, | |
5 | τὰ μὲν ἀστεῖά ἐστι, ἃ καὶ θέμις ἀνακεῖσθαι καὶ βεβαίαν ἔχειν τὴν ἵδρυσιν, τὰ δὲ ἐπίληπτα, ὧν τὴν καθαίρεσιν ποιεῖ‐ σθαι λυσιτελές. ‖ Τὸ δὲ «καθαιρῶν καθελεῖς καὶ συντρίβων συντρίψεις» τοιοῦτον ὑποβάλλει νοῦν. Ἔνιά τινες καθαι‐ ροῦσι ὡς ἀναστήσοντες, καὶ συντρίβουσιν ὡς αὖθις ἁρμο‐ | |
10 | σόμενοι· βούλεται δὲ τὰ καθαιρεθέντα ἅπαξ καὶ συντριβέντα μηκέτι τυχεῖν ἀνορθώσεως, ἀλλ’ εἰς ἅπαν ἠφανίσθαι τὰ | |
ἐναντία τοῖς ἀγαθοῖς καὶ καλοῖς. | 253 | |
QEx.2.18 | ‖ «[Καὶ] εὐλογήσω τὸν ἄρτον σου [καὶ τὸν οἶνόν σου] καὶ τὸ ὕδωρ [σου] καὶ ἀποστρέψω ἀπὸ σοῦ μαλακίαν». Τροφὴν καὶ ὑγίειαν αἰνίττεται· τροφὴν μὲν δι’ ἄρτου καὶ ὕδατος, ὑγίειαν δὲ διὰ τοῦ μαλακίαν ἀποστρέφειν. | |
5 | Δεύτερον ἐγκράτειαν εἰσηγεῖται τὴν τῶν ἀναγκαίων μετου‐ σίαν μονὸν ἐνειπῶν ‖. Πρὸς δὲ τούτοις μάθημα ἡμᾶς αἰσιώτατον ἀναδιδάσκει δηλῶν ὅτι οὔτε ἄρτος οὔτε ὕδωρ καθ’ ἑαυτὰ τρέφουσιν· ἀλλ’ ἔστιν ὅτε καὶ βλάπτουσι μᾶλλον ἢ ὠφελοῦσιν, ἐὰν μὴ θεῖος λόγος καὶ τούτοις χαρίσηται | |
10 | τὰς ὠφελητικὰς δυνάμεις· ἧς χάριν αἰτίας φησίν· «εὐλο‐ γήσω τὸν ἄρτον σου καὶ τὸ ὕδωρ», ὡς οὐχ ἱκανὰ καθ’ ἑαυτὰ τρέφειν ἄνευ θείας εὐμενείας καὶ ἐπιφροσύνης. | 254 |
QEx.2.19 | Ἀγονίαν καὶ στείρωσιν ἐν κατάραις τάττων [Μωυσῆς] οὔ φησιν ἔσεσθαι παρὰ τοῖς τὰ δίκαια καὶ νόμιμα δρῶσιν· ἆθλον γὰρ τοῖς τὸ ἱερὸν γράμμα τοῦ νόμου φυλάττουσι παρέχει τὸν ἀρχαιότερον νόμον τῆς ἀθανάτου φύσεως, ὃς | |
5 | ἐπὶ σπορᾷ καὶ γενέσει τέκνων ἐτέθη πρὸς τὴν τοῦ γένους | |
διαμονήν. | 255 | |
QEx.2.20 | Πάγκαλον [δέ φασι] τὸ μήτε μησὶ μήτε ἐνιαυτοῖς κατα‐ ριθμεῖσθαι τὸν βίον τῶν ἱκετῶν ‖· τῷ γὰρ ὄντι ἑκάστη σοφοῦ ἡμέρα ἰσότιμός ἐστιν αἰῶνι ‖. Εὖ δὲ καὶ τὸ «ἀναπληρώσω» διὰ τὰ κενὰ φρονήσεως καὶ ἀρετῆς ἐν | |
5 | ψυχῇ τοῦ προκόπτοντος· [ὃν] βούλεται, καθάπερ μουσικὸν ὄργανον, διὰ πάντων ἡρμόσται ‖ πρὸς μίαν συμφωνίαν | |
βουλημάτων ‖ καὶ λόγων ‖ καὶ πράξεων ‖. | 256 | |
QEx.2.21 | ‖ «[Καὶ] τὸν φόβον [μου] ἀποστελῶ ἡγούμενόν σου». Τὸ μὲν ῥητὸν ἐμφανές. Εἰς κατάπληξιν ἐχθρῶν ἰσχυρὰ δύναμις ὁ φόβος· ὑφ’ οὗ μᾶλλον ἡ [τῆς] τῶν ἀντιπάλων | |
5 | [ἐφόδου] ῥώμη ἁλίσκεται. Τὸ δὲ πρὸς διάνοιαν [οὕτως]. Δυοῖν οὐσῶν αἰτιῶν ὧν ἕνεκα τὸ θεῖον ἄνθρωποι τιμῶσι, ἀγάπης καὶ φόβου, τὸ μὲν ἀγαπᾶν ἐστιν ὀψίγονον, τὸ δὲ φοβεῖσθαι συνίσταται πρότερον· ὥστε οὐκ ἀπὸ σκοποῦ λέλεκται τὸ ἡγεῖσθαι τὸν φόβον τῆς ἀγάπης, ὕστερον καὶ | |
10 | ὀψὲ ὡς προσγινομένης. ‖ | 257 |
QEx.2.24 | ‖ «[Καὶ] ἀποστελῶ τὰς σφηκίας προτέρας σου ‖» | |
QEx.224a | Οἱ σφῆκες ἐξ ἀφανοῦς οὐ προϊδομένους ‖ τιτρώ‐ σκουσι τὰ καιριώτατα, κεφαλήν τε καὶ τὰ ἐν αὐτῇ. ‖ | |
QEx.224b | ‖ Σύμβολον ὑποληπτέον εἶναι τοὺς σφῆκας ἀνελπί‐ στου δυνάμεως θείᾳ πομπῇ σταλησομένης· ἥτις ἀφ’ ὑψηλο‐ τέρων κατὰ κράτος ἐπιφέρουσα τὰς πληγάς, εὐστοχήσει πᾶσι τοῖς βλήμασι, καὶ διαθεῖσα οὐδὲν ἀντιπείσεται τὸ | 258 |
5 | παράπαν. | 259 |
QEx.225a | [«Οὐκ ἐκβαλῶ αὐτοὺς ἐν ἐνιαυτῷ ἑνί».] ‖ Τὰ γὰρ θηρία φεύγει τὰς τῶν πλειόνων ἀνθρώπων οἰκήσεις ὡς ἡγεμόνων τῇ φύσει καὶ τὰς ἐρήμους πληροῖ. | |
QEx.225b | ‖ Ἐὰν τοῦ ἄρτι πρῶτον εἰσαγομένου καὶ μανθά‐ νοντος σπουδάσῃς, πᾶσαν τὴν ἀμαθίαν ἐκτεμών, ἀθρόαν ἐπιστήμην εἰσοικίσαι, τοὐναντίον οὗ διανοῇ πράξεις. Οὔτε γὰρ τὴν ἀφαίρεσιν ἑνὶ καιρῷ γενομένην ὑπομενεῖ οὔτε | |
5 | τὴν ἄφθονον ῥύμην καὶ φορὰν τῆς διδασκαλίας· | |
QEx.225c | ἀλλὰ καθ’ ἑκάτερον, τό τε ἐκτεμνόμενον καὶ τὸ προστι‐ θέμενον, ὀδυνηθεὶς καὶ περιαλγήσας, ἀφηνιάσει. Τὸ δὲ ἡσυχῇ καὶ μετρίως ἀφαιρεῖν μὲν κατ’ ὀλίγον τῆς ἀπαι‐ δευσίας, προστιθέναι δὲ τῆς παιδείας τὸ ἀνάλογον, | |
5 | ὠφελείας γένοιτο ἂν ὁμολογουμένης αἴτιον. | 260 |
QEx.225d | Οὐ γὰρ ἰατρὸς ἀγαθὸς τῷ νοσοῦντι μιᾷ ἡμέρᾳ πάντα ἀθρόα τὰ ὑγιεινὰ ἐπιφέρειν ἂν ἐθελήσειεν, εἰδὼς βλάβην ἐργαζόμενος μᾶλλον ἢ ὠφέλειαν· ἀλλὰ διαμετρη‐ σάμενος τοὺς καιροὺς ἐπιδιανέμει τὰ σωτήρια καί, ἄλλοτε | |
5 | ἄλλα προστιθείς, πράως ὑγίειαν ἐμποιεῖ. ‖ | 261 |
QEx.2.26 | Ὥσπερ οἱ προσπταίσαντες, ἀρτίοις βαίνειν ποσὶν ἀδυνα‐ τοῦντες, μακρὰν τοῦ κατὰ τὴν ὁδὸν τέλους ὑστερίζουσι προκαμόντες, οὕτω καὶ ψυχὴ τὴν πρὸς εὐσέβειαν ἄγουσαν ἀνύειν κωλύεται, προεντυγχάνουσα ταῖς ἀσεβέσιν ἀνοδίαις. | |
5 | Αὗται γάρ εἰσιν ἐμπόδιοι καὶ προσπταισμάτων αἴτιαι, δι’ ὧν χωλαίνων ὁ νοῦς ὑστερίζει τῆς κατὰ φύσιν ὁδοῦ· | |
ἡ δὲ ὁδός ἐστιν ἡ ἐπὶ τὸν πατέρα τῶν ὅλων τελευτῶσα. | 262 | |
QEx.2.28 | Οὐχ ὁρᾷς ὅτι τοῦ πυρὸς ἡ δύναμις τοῖς μὲν ἀφεστηκόσι μεμετρημένον διάστημα παρέχει φῶς, κατακαίει δὲ τοὺς ἐγγίζοντας; Ὅρα μὴ τοιοῦτόν τι πάθῃς, ὦ διάνοια· μή | |
σε ὁ πολὺς πόθος ἀδυνάτου πράγματος ἀναλώσῃ. ‖ | 263 | |
QEx.2.37 | ‖ Οὐδεὶς αὐχήσει τὸν ἀόρατον θεὸν ἰδεῖν, εἴξας ἀλα‐ ζονείᾳ. ‖ | |
QEx.238a | Τὸ μὲν ῥητὸν διήγημα φανερὰν ἔχει τὴν ἀπόδοσιν ὡς ἁπάντων σώων διατηρηθέντων. Τὸ δὲ πρὸς διάνοιαν, τὸ πάντας περὶ τὴν εὐσέβειαν συμφώνους εἶναι καὶ ἐν μηδενὶ | |
τῶν ἀγαθῶν διαφωνεῖν. ‖ | 264 | |
QEx.238b | ‖ 〈...〉 Τὸ ἐμμελὲς καὶ εὔρυθμον οὐκ ἐν φωνῇ μᾶλλον ἢ διανοίᾳ ἐπιδείκνυσθαι πειρωμένους. | |
QEx.2.40 | ‖ Ἐνίοις ἁψίκορος ἐγγίνεται λογισμός, οἳ πρὸς ὀλίγον πτεροφορηθέντες ‖ αὐτίκα ὑπενόστησαν, οὐκ ἀναπτάντες μᾶλλον ἢ ὑποσυρέντες εἰς Ταρτάρου, φησίν, ἐσχατίας. | |
[Εὐδαίμονες δὲ] οἱ μὴ παλινδρομοῦντες. ‖ | 265 | |
QEx.2.44 | ‖ 〈...〉 Ὁ τοῦ σοφοῦ λόγος· οὐκ ἐν ῥήμασι ἀλλ’ ἐν | |
τοῖς δηλουμένοις πράγμασιν ἐπιδεικνύναι τὸ κάλλος. | 266 | |
QEx.245a | ‖ «Καὶ κατέβη ἡ δόξα τοῦ θεοῦ ἐπὶ τὸ ὄρος Σινά». Ἐναργέστατα δυσωπεῖ τοὺς εἴθ’ ὑπὸ ἀσεβείας εἴτε ἠλιότητος οἰομένους τοπικὰς καὶ μεταβατικὰς κινήσεις εἶναι περὶ τὸ θεῖον. Ἰδοὺ γὰρ ἐμφανῶς οὐ τὸν οὐσιώδη | |
5 | θεόν, τὸν κατὰ τὸ εἶναι μόνον ἐπινοούμενον, κατεληλυθέναι φησίν, ἀλλὰ τὴν δόξαν αὐτοῦ. Διττὴ δὲ ἡ περὶ τὴν δόξαν ἐκδοχή· ἡ μέν, τὴν παρουσίαν ἐμφαίνουσα τῶν δυνάμεων, ἐπεὶ καὶ βασιλέως λέγεται δόξα ἡ στρατιωτικὴ δύναμις· ἡ δέ, τὴν δόκησιν αὐτὸ μόνον καὶ ὑπόληψιν δόξης θείας, | |
10 | ὡς ἐνειργάσθαι ταῖς τῶν παρόντων διανοίαις φαντασίαν ἀφίξεως θεοῦ ὡς ἥκοντος εἰς βεβαιοτάτην πίστιν τῶν μελλόντων νομοθετεῖσθαι. ‖ | |
QEx.245b | ‖ Ἄβατος καὶ ἀπροσπέλαστος ὄντως ἐστὶν ὁ θεῖος χῶρος, οὐδὲ τῆς καθαρωτάτης διανοίας τοσοῦτον ὕψος | |
προσαναβῆναι δυναμένης, ὡς θίξει μόνον ἐπιψαῦσαι. | 267 | |
QEx.2.46 | [«Καὶ ἐκάλυψεν αὐτὸν ἡ νεφέλη ἓξ ἡμέρας καὶ ἐκάλεσε Κύριος Μωυσῆν τῇ ἑβδόμῃ ἡμέρᾳ ἐκ μέσου τοῦ πυρός»]. Τὸν ἶσον ἀριθμὸν ἀπένειμε καὶ τῇ τοῦ κόσμου γενέσει καὶ τῇ τοῦ ὁρατικοῦ γένους ἐκλογῇ, τὴν ἑξάδα, βουλόμενος | |
5 | ἐπιδεῖξαι ‖ ὅτι αὐτὸς καὶ τὸν κόσμον ἐδημιούργησε καὶ τὸ γένος ‖ εἵλετο. ‖ Ἡ δὲ ἀνάκλησις τοῦ προφήτου δευτέρα γένεσίς ἐστι, τῆς προτέρας ἀμείνων ‖. Ἑβδομῇ δὲ ἀνακαλεῖται ἡμέρᾳ, ταυτῇ διαφέρων τοῦ πρωτοπλά‐ στου ‖, ὅτι ἐκεῖνος μὲν ἐκ γῆς καὶ μετὰ σώματος συνίστατο, | |
10 | οὗτος δὲ ‖ ἄνευ σώματος· διὸ τῷ μὲν γηγενεῖ ἀριθμὸς οἰκεῖος ἀπενεμήθη ἑξάς, τούτῳ δὲ ἡ ἱερωτάτη φύσις τῆς | |
ἑβδομάδος. | 268 | |
QEx.2.47 | ‖ Τὸ [δὲ] εἶδος τῆς δόξης κυρίου [φησὶν] ἐμφερέσ‐ τατον εἶναι φλογί, μᾶλλον δὲ οὐκ εἶναι ἀλλὰ φαίνεσθαι τοῖς ὁρῶσι, τοῦ θεοῦ δεικνύντος ‖ ὅπερ ἐβούλετο δοκεῖν εἶναι πρὸς τὴν τῶν θεωμένων κατάπληξιν, [μὴ ὢν τοῦτο ὅπερ | |
5 | ἐφαίνετο]· ἐπιφέρει γοῦν τὸ «ἐνώπιον τῶν υἱῶν Ἰσραήλ», ἐναργέστατα μηνύων ὅτι φαντασία φλογὸς ἦν ἀλλ’ οὐ φλὸξ ἀληθής. ‖ Ὥσπερ [δὲ] ἡ φλὸξ πᾶσαν τὴν παραβλη‐ θεῖσαν ὕλην ἀναλίσκει, οὕτως, ὅταν ἐπιφοιτήσῃ εἰλικρινὴς θεοῦ ἔννοια τῇ ψυχῇ, πάντας τοὺς ἑτεροδόξους ἀσεβείας | 269 |
10 | λογισμοὺς διαφθείρει, καθοσιοῦσα τὴν ὅλην διάνοιαν. | |
QEx.249a | ‖ [Ὅτι] ἤμελλε κατάκριτος ἔσεσθαι ἡ ἀποικισθεῖσα γενεὰ καὶ ἐπὶ τεσσαρακονταετίαν φθείρεσθαι, μυρία μὲν | |
εὐεργετηθεῖσα, διὰ μυρίων δὲ ἐπιδειξαμένη τὸ ἀχαρίστον. | 270 | |
QEx.249b | [Ὑπὲρ ὧν] ἐν ἰσαρίθμοις ἡμέραις ‖ ἱκέτευε τὸν πατέρα· καὶ μάλιστα παρὰ τοιοῦτον καιρὸν ἐν ᾧ δίδονται ‖ νόμοι καὶ ‖ φορητὸν ἱερὸν ‖ [ἡ] σκηνή. Τίσι γὰρ οἱ νόμοι; Ἄρα γε τοῖς ἀπολλυμένοις; Ὑπὲρ τίνων δὲ | |
5 | αἱ θυσίαι; Τῶν μικρὸν ὕστερον φθαρησομένων; ‖ Προῄδει | |
[γὰρ] ὡς προφήτης τὰ ἐσόμενα ‖. | 271 | |
QEx.250a | Τὴν καρδίαν ἀντὶ τοῦ ἡγεμονικοῦ παρείληφεν [ἡ γραφή]. ‖ | |
QEx.250b | ‖ Ὁ μὴ ἐκ προαιρέσεως ἀπάρχων [θεῷ], κἂν τὰ μέταλλα πάντα κομίζῃ μετὰ τῶν βασιλικῶν θησαυρῶν, ἀπαρχὰς οὐ φέρει· [οὐ γὰρ ἐν ὕλαις ἀλλ’ ἐν εὐσεβεῖ | |
διαθέσει τοῦ κομίζοντος ἡ ἀληθὴς ἀπαρχή.] | 272 | |
QEx.255a | ‖ [Οἱ ἀστέρες] στρέφονται καὶ εἱλοῦνται κύκλον· οἱ μὲν κατὰ τὰ αὐτὰ τῷ σύμπαντι οὐρανῷ, οἱ δὲ καὶ κινήσεσιν ἰδίαις ἔλαχον ἐξαιρέτοις. ‖ | |
QEx.255b | ‖ Ὁ τῶν ἀνθρώπων βίος, ὁμοιούμενος πελάγει, κυματώσεις καὶ στροφὰς παντοίας προσδέχεται κατά τε εὐπραγίας καὶ κακοπραγίας. Ἵδρυται γὰρ οὐδὲν τῶν γηγενῶν ἀλλ’ ὧδε κἀκεῖσε διαφέρεται οἷα σκάφος θαλαττεῦον | |
5 | ὑπ’ ἐναντίων πνευμάτων. | 273 |
QEx.2.64 | ‖ Τὸ εὔνομον καὶ τὸ ἶσον, εἰρήνης σπέρματα [καὶ] σωτηρίας αἴτια καὶ τῆς εἰς ἅπαν διαμονῆς· ἀνισότης δὲ καὶ πλεονεξία, ὁρμητήρια πολέμου [καὶ] λυτικὰ τῶν | |
ὄντων. | 274 | |
QEx.2.65 | Αἱ τοῦ θεοῦ πᾶσαι δυνάμεις πτεροφυοῦσι, τῆς ἄνω πρὸς τὸν πατέρα ὁδοῦ γλιχόμεναί τε καὶ ἐφιέμεναι. ‖ | |
QEx.2.71 | ‖ Αἱ τοῦ θεοῦ χάριτες οὐ μόνον τὰ ἀναγκαῖα παρέχον‐ ται ἀλλὰ καὶ ὅσα πρὸς περιττὴν καὶ δαψιλεστέραν ἀπό‐ | |
λαυσιν. ‖ | 275 | |
QEx.2.99 | ‖ Οὔτε πλοῦτον ἀσπάζεται τὸ θεῖον οὔτε πενίαν ἀπο‐ | |
στρέφεται. ‖ | 276 | |
QEx.2.105 | ‖ Οὐδὲν οὔτε ἡδεῖον οὔτε σεμνότερον ἢ θεῷ δουλεύειν· ὃ καὶ τὴν μεγίστην βασιλείαν ὑπερβάλλει. Καί μοι δοκοῦσιν οἱ πρῶτοι βασιλεῖς ἅμα καὶ ἀρχιερεῖς γενέσθαι, δηλοῦντες ἔργοις ὅτι χρὴ τοὺς τῶν ἄλλων δεσπόζοντας δουλεύειν | |
5 | αὐτούς, λατρεύοντας θεῷ. | |
QEx.2.107 | ‖ Δόξα, ὡς ὁ παλαιὸς λόγος, ψευδής ἐστιν ὑπόληψις | |
καὶ δόκησις ἀβέβαιος ‖. | 277 | |
QEx.2.118 | ‖ [Οἱ λάλοι] τὰ ὀφείλοντα ἡσυχάζεσθαι ῥηγνύντες τρόπον τινὰ ὑπὸ γλωσσαλγίας, προχέουσιν εἰς ὦτα ἀκοῆς | |
οὐκ ἄξια. ‖ | 278 | |
QEx.isf1 | Περιέχει τὰ πάντα, ὑπ’ οὐδενὸς περιεχόμενος. Ὡς γὰρ ὁ τόπος περιεκτικὸς σωμάτων ἐστὶ καὶ καταφυγή, οὕτω καὶ | |
ὁ θεῖος λόγος περιέχει τὰ ὅλα καὶ πεπλήρωκεν. | 281 | |
QEx.isf2 | Μυρία γε οὐ λέγω τῶν ὑπερόγκων ἀλλὰ καὶ τῶν βραχυτά‐ των εἶναι δοκούντων ἐκφεύγει τὸν ἀνθρώπινον νοῦν. | |
QEx.isf3 | Ἀμήχανον ἀνθρωπίνην φύσιν τὸ τοῦ ὄντως ὄντος πρό‐ σωπον θεάσασθαι. Τὸ δὲ «πρόσωπον» οὐ κυριολογεῖται· | |
παραβολὴ δέ ἐστιν εἰς δήλωσιν τῆς καθαρωτάτης καὶ εἰλικρι‐ νεστάτης τοῦ ὄντος ἰδέας, ἐπειδὴ καὶ ἄνθρωπος οὐδενὶ | 282 | |
5 | γνωρίζεται μᾶλλον ἢ προσώπῳ κατὰ τὴν ἰδίαν ποιότητα καὶ μορφήν. Οὐ γάρ φησιν ὁ θεὸς ὅτι· Οὐκ εἰμὶ ὁρατὸς τὴν φύσιν· τίς δὲ μᾶλλον ὁρατὸς ἢ ὁ τὰ ἄλλα πάντα γεννήσας ὁρατά; Πεφυκὼς δὲ τοιοῦτος οἷος ὁρᾶσθαι. Ὑπ’ οὐδενὸς ἀνθρώπων ὁρῶμαι, φησίν. Τὸ δὲ αἴτιον, ἡ ἀδυναμία τοῦ | |
10 | γενητοῦ. Καὶ ἵνα μὴ περιπλέκων μηκύνω, θεὸν γενέσθαι δεῖ πρότερον· ὅπερ οὐδὲ οἷόν τε· ἵνα θεὸν ἰσχύσῃ τις κατα‐ λαβεῖν. Ἐὰν δὲ ἀποθάνῃ μέν τις τὸν θνητὸν βίον, ζήσῃ δὲ | |
ἀντιλαβὼν τὸν ἀθάνατον, ἴσως ὃ μηδέποτε εἶδεν ὄψεται. | 283 | |
QEx.isf4 | Αἱ φιλοσοφίαι πᾶσαι, κατά τε τὴν Ἑλλάδα καὶ βάρβαρον ἀκμάσασαι, ζητοῦσαι τὰ φύσεως, οὐδὲ τὸ βραχύτατον ἠδυνήθησαν τηλαυγῶς ἰδεῖν. Σαφὴς δὲ πίστις, αἱ διαφωνίαι καὶ αἱ διαμάχαι καὶ ἑτεροδοξίαι τῶν ἑκάστης αἱρέσεως | |
5 | ἀνασκευαζόντων καὶ ἀνασκευαζομένων ἐν μέρει. Καὶ πᾶσιν ὁρμητήρια πολέμων γεγόνασι αἱ τῶν αἱρεσιομάχων οἰκεῖαι, τυφλοῦσαι τὸν δυνάμενον βλέπειν ἀνθρώπινον νοῦν ταῖς ἀντιλογικαῖς ἐρίσιν, ἀμηχανοῦντα τίνα δεῖ προ〈σ〉έσθαι | |
καὶ τίνα διώσασθαι. | 284 | |
QEx.isf5 | Δεῖ τὸν βουλόμενον φαντασιωθῆναι τὸν τῶν ὅλων ἄριστον στῆναι τὸ πρῶτον κατὰ ψυχήν, ἱδρυθέντα παγίως γνώμῃ μιᾷ καὶ μηκέτι πρὸς πολλὰ πλάζεσθαι. Ἔπειτα δὲ στῆναι ἐπὶ φύσεως καὶ γνώμης ξηρᾶς καὶ ἀγόνου †παντὸς ὅσα | |
5 | φθαρτά†· ἐὰν γὰρ προσήσεταί τι τῶν μαλακωτέρων, σφα‐ | |
λήσεται τῆς προθέσεως. | 285 | |
QEx.isf6 | Ἀδυνατήσει καὶ τὸ ὀξυωπέστατον βλέπον ἰδεῖν τὸ ἀγένη‐ τον, ὡς τυφλωθῆναι πρότερον ἢ θεάσασθαι, διὰ τὴν | |
ἐξαύγειαν καὶ τὸν ἐπεισρέοντα χείμαρρον τῶν μαρμαρυγῶν. | 286 | |
QEx.isf7 | Αἱ περὶ τῶν τοῦ θεοῦ ἀρετῶν ἐναγώνιοι ζητήσεις βελτιοῦσι τὴν διάνοιαν καὶ ἄθλους διαθλοῦσιν ἡδίστους ἅμα καὶ ὠφελιμωτάτους· καὶ μάλιστα ὅταν μή, ὡς οἱ νῦν λογοφίλαι τὴν φιλόσοφον ψευδώνυμον κλῆσιν ὑποδυόμενοι, μέχρι τοῦ | |
5 | δοκεῖν ὑπερμαχῶσιν τῶν δογμάτων, ἀλλὰ πάθει γνησίῳ | |
μετ’ ἐπιστήμης ἰχνηλατούσης ἀλήθειαν. | 287 | |
QEx.isf8 | Τοὺς ἐντυγχάνοντας τοῖς ἱεροῖς γράμμασιν οὐ δεῖ συλλα‐ βομαχεῖν ἀλλά, πρὸ τῶν ὀνομάτων καὶ ῥημάτων, τήν τε διάνοιαν σκοπεῖν καὶ τοὺς καιροὺς καὶ τόπους καὶ τρόπους καθ’ οὓς ἕκαστα λέγεται· πολλάκις γὰρ αἱ αὐταὶ λέξεις | |
5 | ἑτέροις καὶ ἑτέροις πράγμασιν ἐφαρμόζουσι, καὶ κατὰ τοὐναν‐ τίον διαφέρουσαι λέξεις ἐπὶ τοῦ αὐτοῦ τιθέμεναι πράγματος | |
συνᾴδουσιν. | 288 | |
QEx.isf9 | Καλόν ἐστιν, ἀρξαμένους καθ’ ἑκάστην ἡμέραν ἀπὸ τῶν θείων καὶ ἁγίων ἔργων, ἐπὶ τὰς κατηναγκασμένας ὑπηρεσίας τοῦ βίου χωρεῖν. Διὰ τοῦτο καὶ τὴν τῶν προσταγμάτων μελέτην προσέταξεν ἀεί, μάλιστα δὲ εὐθὺς περιαναστάντας, | |
5 | ἅμα τῇ ἕῳ ποιεῖσθαι· ἵνα πάσης ἀνθρωπίνης πράξεως αἱ ἅγιαι καὶ σπουδαῖαι προηγῶνται, χορηγὸν ἔχουσαι τὴν | |
περὶ θεοῦ μνήμην. | 289 | |
QEx.isf10 | Μακρὰν τὰ τῆς γενέσεως τοῦ ἀγενήτου, κἂν σφόδρα | |
συνεγγίζῃ ταῖς ὁλκαῖς χάρισι τοῦ σωτῆρος ἐπακολουθοῦντα. | 290 | |
QEx.isf11 | Μία ἀνάπαυσις ψυχῆς ἐστιν ἡ κρατίστη, εἰς τὸν ἱερὸν τοῦ ὄντος πόθον, ἡγεμόνι πάντων χρῆσθαι θεῷ καὶ βουλευ‐ μάτων καὶ λόγων καὶ πράξεων. | |
QEx.isf12 | Πέρας εὐδαιμονίας τὸ ἀκλινῶς καὶ ἀρρεπῶς ἐν μόνῳ | |
θεῷ στῆναι. | 291 | |
QEx.isf13 | Ἄτοπον ἐν μὲν ταῖς πόλεσι νόμον εἶναι τὰ μυθικὰ μυστή‐ ρια μὴ ἐξαγγεῖλαι τοῖς ἀμυήτοις, τὰς δὲ ἀληθεῖς τελετάς, αἳ πρὸς εὐσέβειαν ἀνάγουσι καὶ ὁσιότητα, εἰς ὦτα μεστὰ | |
φλυαρίας ἐκρίπτειν. | 292 | |
QEx.isf14 | Οὐ πάντων κοινωνητέον πᾶσιν, οὔτε λόγων οὔτε πραγμάτων, καὶ μάλιστα ἱερῶν. Πολλὰ γὰρ προϋπάρξαι δεῖ τοῖς ἐφιεμένοις τῆς μετουσίας τούτων. Πρῶτον μέν, τὸ μέγιστον καὶ ἀναγκαιό‐ τατον, πρὸς τὸν ἕνα καὶ ὄντως ὄντα θεὸν εὐσέβειαν καὶ | |
5 | ὁσιότητα, τὴν ἐπὶ τοῖς ἀγάλμασι καὶ ξοάνοις καὶ συνόλως ἀφιδρύμασι τελεταῖς τε ἀτελέστοις καὶ μυστηρίοις ἀνοργιά‐ στοις ἀνήνυτον πλάνην ἀπωσαμένοις. Δεύτερον δέ, καθαρ‐ | |
θῆναι τὰς ἁγνευτικὰς καθάρσεις κατά τε σῶμα καὶ ψυχὴν διὰ νόμων πατρίων καὶ ἠθῶν. Τρίτον, ἀξιόπιστον τοῦ συνασ‐ | 293 | |
10 | μενισμοῦ παρασχεῖν ἐνέχυρον, ἵνα μὴ τραπέζης μεταλα‐ βόντες ἱερᾶς, ἀσώτων μειρακίων τρόπον, ὑπὸ κόρου καὶ πλησμονῆς ἐναλλοίωσιν ἐμπαροινοῦντες οἷς οὐ θέμις. | |
QEx.isf15 | Φθαρτὸν καλῶ τὸν μὴ ἐφιέμενον ἀφθαρσίας ἀλλ’ ὀστρέου τρόπον ἐνειλούμενον ὀστρακοδέρμῳ, ὅπερ ἐστὶν ὁ σωματικὸς ὄγκος καὶ ὁ τῶν θνητῶν βίος. | 294 |
QEx.isf16 | Πάντων μέν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἄκυρον ὁ ἄνθρωπος, οὐδενὸς ἐνειλημμένος, οὐχ ὅτι τῶν ἄλλων ἀλλ’ οὐδὲ τῶν | |
περὶ αὑτὸν βεβαίως, οὐχ ὑγιείας, οὐκ εὐαισθησίας, οὐκ ἀρτιότητος τῆς περὶ τὰ ἄλλα τοῦ σώματος, οὐχὶ φωνῆς, | 295 | |
5 | οὐκ ἀγχινοίας. Τὰ γὰρ κατὰ πλοῦτον, ἢ δόξαν, ἢ φίλους, ἢ ἀρχάς, ἢ ὅσα ἄλλα τυχηρά, τίς οὐκ οἶδεν ὡς ἐστὶν ἀβέβαια; Ὥστε ἀνάγκη ὁμολογεῖν ὅτι περὶ ἕνα τὸ κῦρος τῶν ἁπάντων ἐστί, τὸν ὄντως ὄντα κύριον. | |
QEx.isf17 | Πολλὰ ἀσωμένοις καὶ ἀδημονοῦσιν ἔθος ἐστὶ ψεύδεσθαι, τῶν παθῶν οὐκ ἐπιτρεπόντων ἀληθεύειν, εἰ τὸ ψεῦδος οἰκεῖόν | |
ἐστι. | 296 | |
QEx.isf18 | Τὸ τῶν φαύλων ἄκριτον καὶ ἀνίδρυτον ἐν γνώμαις διασυνί‐ στησιν μαχουμένους μὲν λόγους ἀλλήλοις, μαχομένας δὲ πράξεις καὶ μηδέποτε συμφωνούσας ἑαυταῖς. | |
QEx.isf19 | Τὰ βουλήματα τῶν ἀγαθῶν δεῖ βεβαιοῦσθαι τελευτησάντων | |
οὐδὲν ἧττον ἢ ζώντων. | 297 | |
QEx.isf20 | Ἐν νυκτὶ βουλή· τὸ γὰρ βουλευτήριον τῆς ψυχῆς ἐν νυκτὶ ἠρεμεῖ τῶν ὄχλων τῶν αἰσθήσεων καὶ τῶν αἰσθητῶν †ἀπόλιπος†. | |
QEx.isf21 | Ὅρασις παρὰ τὰς ἄλλας αἰσθήσεις καὶ ταύτῃ διαφέρει | |
ὅτι αἱ μὲν ἄλλαι τοῖς αἰσθητοῖς ἐγκαταμίγνυνται· οἷον ἡ γεῦσις ἀνακιρνᾶται τοῖς χυμοῖς, καὶ ἡ ὄσφρησις τοῖς ἐπανα‐ διδομένοις ἀτμοῖς, καὶ αἱ ἀκοαὶ ταῖς φωναῖς ἐκδυομέναις | 298 | |
5 | τὰ ὦτα· ἐπὶ δὲ τῆς ὁράσεως τὸ παραπλησίον οὐ γίνεται. Οὔτε γὰρ αὐτὴ διὰ τοῦ βάθους τῶν σωμάτων χωρεῖ, ψαύει δὲ τῶν ἐπιφανειῶν αὐτὸ μόνον κατὰ τὴν προσβολήν, οὔτε τὰ σώματα εἰς τὴν ὄψιν εἰσδύεται. | |
QEx.isf22 | Τὸ μὲν «πρωτότοκον» πρὸς τὸ μητρῷον γένος, τίκτει | |
γὰρ γυνή· τὸ δὲ «πρωτογενές» πρὸς τὸ πατρῷον, γεννᾷ γὰρ ἄρρεν. Τὸ δὲ «διανοῖγον πᾶσαν μήτραν» ἵνα μή, γενομένης πρωτοτόκου θυγατρός, εἴθ’ ὕστερον ἐπιγενομένου | 299 | |
5 | υἱοῦ, τὸν υἱὸν ἐν πρωτοτόκοις καταριθμήσῃ τις, ὡς τῆς ἄρρενος ἄρχοντα γενεᾶς. Ὁ γὰρ νόμος φησίν· οὐ διοίγνυσι τὴν μήτραν ὁ τοιοῦτος τὴν εὐθὺς ἐκ παρθενίας. | |
QEx.isf23 | Οὐχ ἧττον τῆς κατὰ τῶν πολεμίων νίκης ἡ ὄψις τῆς | |
ἐκείνων διαφθορᾶς ἡδονὴν ἐργάζεται. | 300 | |
QEx.isf24 | Τὰ μέτρα πλεονάζοντα τὸν ὅρον ὑπερβαίνει ὡς γίνεσθαι τὴν μὲν ἄμετρον φρόνησιν πανουργίαν, τὴν δὲ σωφροσύνην φειδωλίαν, τὴν δὲ ἀνδρείαν θρασύτητα. | |
QEx.isf25 | Ἡ εὐφυία, πλεονάζουσα τῇ ῥύμῃ τῆς φορᾶς, πρὸς πολλὰ καὶ τῶν ἀλυσιτελῶν εἴωθε χωρεῖν· ἐν δὲ ταῖς διδασκαλίαις | |
οὐκ ἐλάττω τὰ οὐκ ἀναγκαῖα τῶν ἀναγκαίων ἐστί. Διὸ προσήκει τὸν ἔφορον καὶ ψυχῆς ὑφηγητήν, ὥσπερ γεωργὸν | 301 | |
5 | ἀγαθόν, τὰ παραβλαστάνοντα περικόπτειν. | |
QEx.isf26 | Ὁ σοφιστικός, γνώμης ὢν ἑτέρας, λόγοις οὐ συνᾴδουσι χρῆται. Διέξεισι μὲν γὰρ ἀπνευστὶ τοὺς ἀρετῆς ἑκάστης ἐπαίνους οἷα λόγῳ πολὺς ἐπὶ θήρᾳ τῶν ἀκουόντων· ὁ δὲ βίος ἐστὶν αὐτῶν πάντων ἀνάπλεως ἁμαρτημάτων. Καί μοι | |
5 | δοκεῖ τῶν ἐπὶ σκηναῖς ὑποκριτῶν διαφέρειν οὐδέν· οἵ, πολλάκις ἠμελημένοι καὶ ἄφρονες, ἄνθρωποι διεφθαρμένοι, τινὲς δὲ καὶ θεράποντες, εἰς ἥρωας ἀσκοῦνται· μικρὸν δὲ ὕστερον, ἀποθέμενοι τὴν σκεύην, τὰ τῆς ἰδίας ἀδοξίας | |
ἀναφαίνουσι σημεῖα. | 302 | |
QEx.isf27 | Τὸ λέγειν ἄνευ τοῦ πράττειν ἀτελές. | 303 |
QEx.isf29 | Οἱ ὑπηρέται τῶν σπουδαίων τὴν πρὸς τὸν θεὸν ἑκούσιον ἀναδέχονται λατρείαν. Οὐ γὰρ ἀνθρώποις ἢ ἀνθρωπίνοις δουλεύουσιν ἀλλὰ σοφοῖς· ὁ δὲ σοφίας δοῦλος θεραπευτὴς λέγοιτ’ ἂν ἐνδίκως εἶναι θεοῦ. | |
QEx.isf30 | Ἄσπονδος καὶ ἀκήρυκτος πόλεμος ἔστι τοῖς ἀθέοις πρὸς | |
τοὺς φιλοθέους οὕτως ὥστε καὶ δεσποτείαν ἀπειλεῖν. | 304 | |
QEx.isf31 | Ἡ φορὰ τῶν κακιῶν ἀνακυκᾷ καὶ στροβεῖ τὴν ψυχήν, ἴλιγγον αὐτῇ περιτιθεῖσα τὸν καλύπτοντα καὶ καμμύειν ἐκβιαζόμενον τὴν φύσει μὲν βλέπουσαν ὄψιν, ἐπιτηδεύσει δὲ τυφλουμένην. | |
QEx.isf32 | Ἐντὸς φέρει τὸν ὄλεθρον ὁ τῇ κακίᾳ συζῶν, ἐπεὶ σύνοικον | |
ἔχει τὸν ἐπίβουλον καὶ πολέμιον. Ἱκανὴ γὰρ πρὸς τιμωρίαν ἡ τοῦ φαύλου συνείδησις, οἴκοθεν ὡς ἐκ πληγῆς δειλίαν προτείνουσα τῇ ψυχῇ. | 305 | |
QEx.isf33 | Τοῦ φαύλου ὁ βίος ἐπίλυπος καὶ περιδεής, καὶ ὅσα κατὰ | |
τὰς αἰσθήσεις ἐνεργεῖ, φόβοις καὶ ὀδύναις ἀνακέκραται. | 306 |