TLG 0018 034 :: PHILO JUDAEUS :: Quaestiones in Genesim (fragmenta) PHILO JUDAEUS Phil. Quaestiones in Genesim (fragmenta) Citation: Book — fragment — (line) | ||
QGen.1.1 | Διὰ 〈τί〉 τὴν κοσμοποιΐαν ἐπιλογιζόμενός φησιν Μωϋσῆς «αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, 〈ὅτε ἐγένετο〉»; Τὸ μὲν «ὅτε ἐγένετο» ἀόριστον ἔοικε χρόνον ἐμφαίνειν· τοῦτο δέ ἐστιν ἔλεγχος δυσωπῶν τοὺς συγκεφαλαιουμένους | |
5 | ἀριθμὸν ἐτῶν ἀφ’ οὗ τὸν κόσμον οἷόν τε γενέσθαι. Τὸ δὲ «αὕτη ἡ βίβλος γενέσεως» ἤτοι δεικτικόν ἐστιν τοῦ | |
---|---|---|
ὑποκειμένου τεύχους ὁ τὴν κοσμοποιΐαν περιέχει ἢ ἀναφορὰ τῶν εἰρημένων περὶ τῆς κοσμοποιΐας πρὸς τὰ ἐπ’ ἀληθείας γεγονότα. | 41 | |
QGen.1.3 | [Φίλων δὲ ὁ ἑβραῖός φησι·] ‖ Μήποτε ὡς ‘ἵπποσ‘ λέγεται βασιλέως πᾶσα ἱππικὴ δύναμις, οὕτω καὶ «πηγὴ» | |
πᾶσα φλὲψ τῆς γῆς πότιμον ὕδωρ ἀνομβροῦσα ἢ πηγά‐ ζουσα. Εὖ δέ[, φησί,] καὶ τὸ φάναι μὴ «πᾶσαν» ἀλλὰ | 42 | |
5 | «πρόσωπον» τῆς γῆς νοτίζεσθαι, ‖ τὸ ἄριστον ‖ καὶ ἡγεμονεῦον μέρος ‖ καὶ καρποφορεῖν δυνάμενον, ὃ τῆς ἀπὸ τῶν πηγῶν ἐπικουρίας δεῖται. | |
QGen.117a | ‖ Φίλους ἡγητέον τοὺς βοηθεῖν καὶ ἀντωφελεῖν ἐθέ‐ λοντας, κἂν μὴ δύνωνται. | |
QGen.117b | Φιλία γὰρ οὐκ ἐν τῷ χρειώδει μᾶλλον ἢ κράσει καὶ συμφωνίᾳ βεβαιοτάτῃ ἠθῶν, ὡς ἕκαστον τῶν συνελθόντων εἰς φιλικὴν κοινωνίαν τὸ Πυθαγόρειον ῥῆμα ἐπιφθέγξασθαι ὅτι ‘ἆρά ἐστι φίλος ἕτερός τις ἐγώ;‘ | 43 |
QGen.1.20 | ‖ Ἀνδρὸς δὲ ἐπιστημονικωτάτου καὶ φρονήσει διαφέ‐ ροντος τοῦτο 〈τὸ〉 ἔργον· οἰκειότατον 〈οὖν〉 οὐ σοφῷ μόνον ἀλλὰ καὶ τῷ πρώτῳ γηγενεῖ τῶν ὀνομάτων ἡ θέσις. Ἔδει γὰρ τὸν ἡγεμόνα μὲν τοῦ ἀνθρωπείου, βασιλέα δὲ | 44 |
5 | τῶν γηγενῶν πάντων, καὶ τοῦτο λαχεῖν γέρας ἐξαίρετον· ἵνα, ὥσπερ πρῶτος εἶδε τὰ ζῷα καὶ πρῶτος ἠξιώθη τῆς ἐπὶ πᾶσιν ἀρχῆς, καὶ πρῶτος εἰσηγητὴς καὶ εὑρετὴς γένηται τῶν ἐπωνυμιῶν. Ἄτοπον γὰρ ἦν ἀνώνυμα αὐτὰ κατα‐ λειφθέντα ὑπό τινος νεωτέρου προσονομασθῆναι, ἐπὶ | |
10 | καταλύσει τῆς τοῦ πρεσβυτέρου τιμῆς τε καὶ εὐκλείας. ‖ | 45 |
QGen.1.21 | ‖ «Ἤγαγεν ὁ θεὸς τὰ ζῷα πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά»· οὐ γὰρ ἐνδοιάζει θεός. Ἀλλότριον γὰρ ὄντως θείας δυνάμεως τὸ ἐνδοιάζειν· ‖ἀλλ’ ἐπειδὴ νοῦν ἔδωκε τῷ ἀνθρώπῳ τῷ πρώτῳ γηγενεῖ | |
5 | καὶ σπουδαίῳ καθ’ ὃν ἐπιστημονικὸς ὢν πέφυκε λογίζεσθαι, καθάπερ ὑφηγητὴς γνώριμον, κινεῖ πρὸς ἐπίδειξιν οἰκείαν | |
καὶ ἀφορᾷ τὰ ἄριστα αὐτοῦ τῆς ψυχῆς ἔγγονα. Φανερῶς δὲ πάλιν καὶ διὰ τούτου πᾶν τὸ ἑκούσιον καὶ ἐφ’ ἡμῖν διατυποῖ, τοὺς πάντα κατ’ ἀνάγκην εἶναι λέγοντας δυσωπῶν. | 46 | |
10 | Ἢ ἐπεὶ ἔμελλον οἱ ἄνθρωποι χρῆσθαι, διὰ τοῦτο ἄνθρωπον αὐτὰ θέσθαι προσέταττεν. | |
QGen.1.24 | ‖ Ὁ ὕπνος, κατὰ τὸν προφήτην, ‖ «ἔκστασίς» ἐστιν, οὐχ ἡ κατὰ μανίαν ἀλλ’ ἡ κατὰ τὴν τῶν αἰσθήσεων ὕφεσιν καὶ τὴν ἀναχώρησιν τοῦ λογισμοῦ. Τότε γὰρ αἱ | |
μὲν αἰσθήσεις ἐξίστανται τῶν αἰσθητῶν· ὁ δέ, οὐκέτι νευρο‐ | 47 | |
5 | σπαστῶν οὐδὲ παρέχων κίνησιν αὐταῖς, ἠρεμεῖ· αἱ δέ, τὰς ἐνεργείας ἀποτετμημέναι τῷ διεζεῦχθαι τῶν αἰσθητῶν, ἀκίνητοι καὶ ἀργαὶ ὑπεκλέλυνται. | |
QGen.1.27 | ‖ Ἀποικίαν στέλλεται γυνὴ τὴν ἀπὸ γονέων πρὸς τὸν ἄνδρα. Διὸ προσήκει τὸν μὲν ὑποδεξάμενον ἀντιλαβεῖν τὴν | |
τῶν δεδωκότων εὔνοιαν, τὴν δὲ μετελθοῦσαν, ἣν τοῖς σπείρασι τιμὴν παρεῖχε, τῷ λαβόντι διδόναι. Παρακαταθήκην γὰρ | 48 | |
5 | 〈ἀνὴρ〉 ἐγχειρίζεται γυναῖκα παρὰ γονέων, γυνὴ δὲ τὸν ἄνδρα παρὰ τῶν νόμων. | |
QGen.1.28 | Καὶ θεασάμενος ὁ Ἀδὰμ τὸ πλάσμα τῆς γυναικὸς ‖. ‖ Ὡς προφήτης φησὶν οὔτε γεγονέναι ἐκ συνομιλίας, οὔτε ἐκ γυναικὸς ὡς οὐδὲ ἐκεῖνος, οὔτε ἐκ σπέρματος ὡς οἱ μετέπειτα, ἀλλά τινα φύσιν ἐν μεθορίῳ, καθάπερ ἀπὸ | |
5 | ἀμπέλου κληματίδος ἀφαιρεθείσης εἰς ἑτέρας ἀμπέλου | |
γέννησιν. | 49 | |
QGen.1.29 | Διό φησιν· «ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». ‖ Τοὺς δὲ «δύο εἰς σάρκα μίαν» ἔφη τὸ εὐαφέστατον | |
5 | καὶ αἰσθητικώτατον ἐν ᾧ καὶ τὸ ἀλγεῖν καὶ τὸ ἥδεσθαι. ‖ | 50 |
QGen.1.31 | ‖ Φρόνιμος δὲ ἐκλήθη ὁ ὄφις, ὅτι τὸ λογικὸν ζῷον τὸν ἄνθρωπον καὶ τῶν ἄλλων ἀγχινοία διαφέροντα ἐξαπατᾶν ἔμελλεν. | |
QGen.1.32 | ‖ Ἆρα δὲ καὶ ὁ ὄφις τῷ κατὰ προφορὰν λόγῳ ἐχρή‐ σατο; ‖ οὐ πάντως, ἀλλ’ οἱ πρωτόπλαστοι ἅτε κακίας ὄντες ἀμιγεῖς ‖ ἀκριβεστάτας εἶχον τὰς αἰσθήσεις καὶ πολὺ τῶν ἡμετέρων διαλλαττούσας, ὥστε τὴν ἀκοὴν αὐτῶν | |
5 | πάσης ὑπάρχειν φωνῆς ἀκουστικήν. ‖ | 51 |
QGen.1.41 | ‖ Ὡς γὰρ ἡδὺς ὁ καρπὸς τῆς συκῆς, τραχὺ καὶ πικρότατον τὸ φύλλον, οὕτως πᾶσα ἁμαρτία ἐν τῇ πράξει δείκνυται ἡδέα, μετὰ δὲ ταῦτα ὀδύνην παρέχει τῷ πεπραχότι. | |
QGen.1.51 | Τί ἐστιν· «Ἕως τοῦ ἐπιστρέψαι σε εἰς γῆν ἐξ ἧς ἐλήφ‐ θης»; Οὐ γὰρ ἐκ γῆς διεπλάσθη μόνον ὁ ἄνθρωπος ἀλλὰ | |
καὶ θείου πνεύματος. ‖ Ἐπειδὴ οὐ διέμεινεν ἀδιάστροφος 〈ἀλλὰ τῆσ〉 | 52 | |
5 | προστάξεως θείας ἠλόγησεν, τὴν τοῦ κρείττονος μέρους ὑποτεμνόμενος οὐρανομίμητον πολιτείαν, ὅλον αὑτὸν προσ‐ ένειμεν τῇ γῇ ‖. Εἰ μὲν γὰρ ἀρετῆς, ἥτις ἀπαθανατίζει ‖, ἐραστὴς ἐγένετο, πάντως ἂν ἔλαχε κλῆρον τὸν οὐρανίον· ἐπειδὴ δὲ ἡδονὴν ἐζήλωσεν, δι’ ἧς ψυχικὸς | |
10 | θάνατος ἐπιγίνεται, τῇ γῇ προσενεμήθη. ‖ | 53 |
QGen.155a | ‖ Οὔτε ἐνδοιασμὸς οὔτε φθόνος περὶ θεόν. [Ἄλλος δέ φησιν·] 〈Ἀληθ〉ῶς οὐκ ἐνδοιάζει ‖ τὸ θεῖον· χρῆται δὲ πολλάκις ὀνόμασιν ἐνδοιαστικοῖς [ἢ διανοητικοῖς], κατ’ ἀναφορὰν τὴν ἐπὶ τὸ «ὡς ἄνθρωπος» | |
5 | κεφάλαιον. Διττὰ γάρ, ὡς πολλάκις ἔφην, ἐστὶ τὰ ἀνωτάτω κεφάλαια· τὸ μὲν «οὐχ ὡς ἄνθρωπος ὁ θεός», τὸ δὲ «ὡς ἄνθρωπος παιδεύσει τὸν υἱὸν, οὕτως κύριος ὁ θεὸς παιδεύσει σε». Τὸ μὲν οὖν πρότερον ἐξουσίας ἐστί, τὸ δὲ δεύτερον παιδείας καὶ εἰσαγωγῆς ‖ ἵνα καὶ τὸ ἑκούσιον παρεισέλθῃ. | 54 |
QGen.155b | Τὸ γὰρ «μήποτε» οὐκ ἔστιν ἐπαμφοτερισμὸς τοῦ θεοῦ ἀλλ’ ἀναφορὰ πρὸς ἄνθρωπον, τὸν ἐπαμφοτεριστὴν τῇ φύσει, καὶ μήνυμα τοῦ περὶ ἐκεῖνον πάθους. | |
QGen.155c | Ὅταν γὰρ προσπέσῃ τινὸς φαντασία, τρία εὐθὺς ἐπιγίνεται· ἀφορμὴ ἐκ τοῦ φανέντος, ὁρμὴ πρὸς τὸ φανέν, τρίτον ἐνδοιασμὸς ἀμφικλινής, ἀντισπωμένης τῆς ψυχῆς εἴθ’ αἱρετέον εἴτε μή· πρὸς δὴ τοῦτο τὸ τρίτον τὸ «μήποτε» | |
5 | ἀναφέρεται. ‖ | 55 |
QGen.1.58 | Ἐπεὶ ἀλλὸ τὸ ‘ὑπό τινοσ‘ καὶ ‘ἔκ τινοσ‘ καὶ «διά τινος»· τὸ μὲν ‘ἐκ‘ ὡς ἐξ ὑλής, τὸ δὲ ‘ὑπὸ‘ ὡς αἰτίου, | |
τὸ δὲ «διὰ» ὡς ὀργάνου. ‖ | 56 | |
QGen.1.60 | [Ὅρα τοίνυν] φιλαύτου καὶ φιλοθέου διαφοράν. Ὁ μὲν ‖ «μεθ’ ἡμέρας» ἀλλ’ οὐκ εὐθύς· καὶ «ἀπὸ τῶν καρ‐ πῶν» ἀλλ’ οὐκ ἀπὸ τῶν πρώτων ‖ ... Ὁ δὲ τὰ πρωτότοκα | |
μηδὲν μελλήσας καθιεροῖ ‖ ... | 57 | |
5 | [... ὥστε διὰ τοῦτο ἐλέγχεσθαι τὸν Κάϊν ὅτι] μὴ τὰ ἀκροθίνια τῶν γεννημάτων μήτε τὰ πρωτογεννήματα προσήνεγκε τῶν καρπῶν τῷ θεῷ, ἀλλὰ ταῦτα μὲν ἑαυτῷ, θεὸν δὲ ἀσεβῶς τοῖς δευτέροις ἐτίμα ... [Οὕτως οἶμαι] τὰ πρωτότοκα καθιερῶν ὁ Ἄβελ φιλό‐ | |
10 | θεον μᾶλλον ἢ φίλαυτον τὴν ἑαυτοῦ συνίστησι προαίρεσιν. Ἑαυτῷ δὲ ὁ Κάϊν ἀπονέμων τὰ γεννήματα καὶ τῶν δευτε‐ ρείων ἀσεβῶς τὸν θεὸν ἀξιῶν, τῷ καὶ «μεθ’ ἡμέρας» ἀλλὰ μὴ εὐθέως προσενεγκεῖν, φίλαυτος μᾶλλον ἢ φιλόθεος | |
ἐξελέγχεται. ‖ | 58 | |
QGen.162,1 | [Πρό γε μὴν τὸ προσφέρειν δῶρα καὶ θυσίας, ζητῶν] | |
τίνι διαφέρει δῶρον θυσίας, [εὑρίσκω ὅτι] ὁ μὲν θύων ἐπι‐ διαιρεῖ, τὸ μὲν αἷμα τῷ βωμῷ προσχέων, τὰ δὲ κρέα οἴκαδε κομίζων· ὁ δὲ δωρούμενος ὅλον ἔοικε παραχωρεῖν τῷ | 59 | |
5 | λαμβάνοντι. Ὁ μὲν οὖν φίλαυτος διανομεὺς οἷος ὁ Κάϊν, ὁ δὲ φιλόθεος δωρητικὸς οἷος ὁ Ἄβελ. | |
QGen.162,2 | Ἔοικε γὰρ ἐπιδιαιρεῖν ὁ θύων καὶ τὸ μὲν αἷμα τῷ θυσιαστηρίῳ προχέειν, τὰ δὲ κρέα οἴκαδε ἀποκομίζειν, ὁ δὲ | |
δωρούμενος πάντῃ τῷ λαμβάνοντι παραχωρεῖ τὸ δῶρον. ‖ | 60 | |
QGen.1.63 | ‖ Σημεῖον δὲ τὴν λύπην ἔλαβε τοῦ μὴ εὐαρέστως θῦσαι θεῷ· χαρὰν γὰρ εἰκὸς ἐγγενέσθαι τῷ καθαρῶς καὶ | |
ἀμέμπτως τεθυκότι. | 61 | |
QGen.164a | ‖ Ὀρθὴ δὲ διαίρεσις καὶ τομὴ οὐδὲν ἕτερόν ἐστιν ἢ τάξις καθ’ ἣν ὁ κόσμος δεδημιούργηται. ‖ Καὶ ταύτην ‖ δεῖ κατὰ πάντα τοῦ βίου μιμεῖσθαι τὰ πράγματα καὶ μάλιστα ἐν χαρίτων ἀμοιβαῖς. ‖ | |
QGen.164b | Τὸ μὲν οὖν εὐχαριστεῖν τῷ θεῷ, καθ’ ἑαυτὸ ὀρθῶς ἔχον ἐστί· τὸ δὲ μήτε πρώτῳ μήτε ἐκ τῶν πρώτων ἀπαρχόμενον, ψεκτόν. | |
QGen.164c | Οὐ γὰρ δεῖ τὰ μὲν πρεσβεῖα τὴν γένεσιν ἑαυτῇ, τὰ δὲ | |
δεύτερα τῷ ἀγενήτῳ προσνέμειν· | 62 | |
QGen.164d | ἥδε ἐστὶ ἡ ἐπίληπτος διαίρεσις, ἀταξίαν τινὰ τάξεως εἰσηγουμένη. | |
QGen.1.65 | ‖ Τὸ μὴ ἁμαρτάνειν μηδὲν τὸ παράπαν, μέγιστον ἀγαθόν· τὸ δὲ ἁμαρτάνοντα ἐντραπῆναι, συγγενὲς ἐκείνου, | |
νεώτερον, ὡς ἄν τις εἴποι, παρὰ πρεσβύτερον. Εἰσὶ γὰρ οἵ, ἐπὶ τοῖς ἁμαρτανομένοις ὡς ἐπὶ κατορθώμασιν ἀγαλλόμενοι, | 63 | |
5 | δυσίατον μᾶλλον δὲ ἀνίατον νόσον ἔχουσιν. | |
QGen.1.66 | ‖ [Οἷς ἀντιλέγοντες ἕτεροι] οὐ περὶ τοῦ θεοσεβοῦς λέγειν [φασίν], ἀλλὰ περὶ τοῦ πραχθέντος ἔργου· φησὶ γὰρ αὐτῷ ὅτι τούτου τοῦ ἀσεβήματος ἡ ἀποστροφὴ καὶ ἡ ἀναφορὰ πρὸς σέ ἐστιν ‖ ἵνα ‖ τὸ ἑκούσιον | |
5 | παραστήσῃ. «Καὶ σύ», φησίν, «ἄρξεις αὐτοῦ» ‖· | |
πρῶτος γὰρ ἀσεβεῖν ἦρξεν, ἕπεται δὲ ὡς κρηπῖδι τῇ ἀσεβείᾳ καὶ τὰ λοιπὰ πλημμελήματα, ὡς ἔξαρχον καὶ ἡγεμόνα παντὸς ἀδικήματος ἑκουσίου τοῦτον εἶναι. ‖ | 64 | |
QGen.1.68 | [...] ‖ καὶ δεικνὺς δι’ ὅλης τῆς νομοθεσίας ὡς παρ’ | |
ἡμᾶς ἐστι τ’ ἀδικήματα. Ὁ μὲν γὰρ ‖, ἄκων πράξας, ὁμολογεῖ συγγνώμην αἰτῶν· ὁ δὲ ἑκών, ἀρνεῖται ‖. | 65 | |
QGen.1.69 | Ἔτι δὲ καὶ ἄθεον δεικνύντος ὑπόληψιν τῷ μὴ νομίζειν | |
‖ πάντα τὸν θεῖον ἐφορᾶν ὀφθαλμὸν ‖. [...] καίτοι τεττάρων ὄντων ἀνθρώπων οὓς εἰκὸς ἦν μηδὲ πόρρω λίαν ἀλλήλων καθίστασθαι· καὶ παντὸς | 66 | |
5 | μᾶλλον, τὸν ἀδελφὸν φυλάττειν ὀφείλοντος ‖. | |
QGen.170,1 | Τί ἐστι «φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς»; | |
Δογματικώτατόν ἐστι· τὸ γὰρ θεῖον ὁσίων μὲν ὑπακούει κἂν τελευτήσωσι, ζῆν αὐτοὺς ὑπολαμβάνον τὴν ἀσώματον | 67 | |
5 | ζωήν, εὐχὰς δὲ φαύλων ἀποστρέφεται κἂν εὐεξίᾳ χρῶνται, νομίζον αὐτοὺς τὸν ἀληθῆ βίον τεθνάναι, τὸ σῶμα οἷα τύμβον περιφέροντας, ᾧ τὴν παναθλίαν ψυχὴν ἐγκατώρυξαν. | |
QGen.170,2 | Δικαίων γὰρ ἐπακούει κἂν τελευτήσαντες ὦσιν, ‖ ἀδίκων δὲ καὶ αὐτὰς ἀποστρέφεται τὰς εὐχάς· τοὺς μὲν γὰρ καὶ τεθνεῶτας νενόμικε ζῆν, τοὺς δὲ καὶ ζῶντας τὴν ἀληθῆ | |
κέκρικε τεθνηκέναι ζωήν. | 68 | |
QGen.1.72 | Τί [δέ] ἐστι «στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς»; Λόγιόν ἐστι καὶ τοῦτο καθολικώτατον. Παντὶ γὰρ φαύλῳ τῶν κακῶν τὰ μὲν ἤδη πρόσεστι, τὰ δὲ μέλλει· τὰ μὲν οὖν μέλλοντα φόβους, τὰ δὲ παρόντα λύπας ἐργάζεται. | |
QGen.1.73 | [Ἢ ὅτι] οὐκ ἔστι συμφορὰ μείζων ἢ τὸ ἀφεθῆναι καὶ | |
καταλειφθῆναι ὑπὸ θεοῦ. | 69 | |
QGen.1.74 | [Τίνα δὲ δέδοικεν ὁ Κάϊν] μηδενὸς ὄντος πλὴν αὐτοῦ καὶ τῶν γονέων; [...] ‖ Προσεδόκα δέ[, φασί,] καὶ τὴν ἐκ τῶν μερῶν τοῦ κόσμου ἐπίθεσιν· ἅπερ ἐπ’ ὠφελείᾳ ‖ γενόμενα, | |
5 | οὐδὲν ἧττον ἀμύνεται τοὺς πονηρούς· εἶτα καὶ τὴν ἀπὸ τῶν θηρίων καὶ ἑρπετῶν ἐπιβουλὴν ‖ ἅπερ ἡ φύσις ἐπὶ τιμωρίᾳ τῶν ἀδίκων ἐγέννησεν· ἴσως δὲ καὶ τὴν ἀπὸ τῶν γονέων τίσιν ὑπονοεῖ, οἷς καινὸν πένθος ‖ προσέβαλεν | |
ἀγνοοῦσι τὸν θάνατον. | 70 | |
QGen.176a | [Τὸ μὲν γὰρ τελευτῆσαι τῶν ἐν τῷ βίῳ πονηρῶν ἐπάγει τὴν κατάπαυσιν·] τὸ δὲ ζῆν ἐν φόβῳ καὶ λύπῃ μυρίους ἐπάγει τοὺς σὺν αἰσθήσει θανάτους. | |
QGen.176b | [Καὶ τὸ μὲν ἐκ Κάϊν γένος μέχρι τούτου μνήμης τῆς ἐν βίβλοις ἠξίωται,] τοῦ δὲ ἀριθμοῦ τῶν πατέρων ἀποκε‐ κήρυκται, ἵνα μηδὲ τοῖς πρώτοις εἴη συνταττόμενος μηδὲ τῶν ἑξῆς ἀφηγούμενος, διὰ δὲ τὸ τῆς προαιρέσεως ἄγριον | |
5 | ὥσπερ ἐπὶ τὴν ἄλογον ἐκ τῆς λογικῆς φύσεως ἐξώρισται. | 71 |
QGen.1.77 | ‖ Ὁ μὲν Κάϊν, ‖ ἐπειδὴ τὸ μέγεθος τοῦ ἄγους ἠγνόησε τῷ μηδέποτε περιπεσεῖν θανάτῳ, τιμωρίας δίδωσιν ἁπλουστέρας ‖· ὁ δὲ μιμητὴς ἐκείνου, μὴ δυνάμενος εἰς τὴν αὐτὴν ἀπολογίαν τῆς ἀγνοίας συμφυγεῖν, διπλᾶς | |
5 | εἰκότως ὑπομένει δίκας ‖. [Διὰ τοῦτο] «ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά», διὰ τὴν εἰρημένην αἰτίαν, καθ’ ἣν ὁ δεύτερος ἁμαρτὼν καὶ μὴ σωφρονισθεὶς τῇ τοῦ προηδικη‐ κότος τιμωρίᾳ, τήν τε ἐκείνου παντελῶς ἀναδέχεται, ἁπλουστέραν οὖσαν, καθάπερ ἐν ἀριθμοῖς αἱ μονάδες ἔχουσιν, | |
10 | καὶ πολυπλασιωτέραν, ὁμοιουμένην ταῖς ἐν ἀριθμοῖς δεκά‐ | |
σιν. | 72 | |
QGen.1.79 | ‖Ἐλπίς ἐστι προπάθειά τις, χαρὰ πρὸ χαρᾶς, ἀγαθῶν οὖσα προσδοκία. | |
QGen.1.85 | ‖ Ἤδη τινὲς ἁψίκοροι γευσάμενοι καλοκαγαθίας καὶ ἐλπίδα παρασχόντες ὑγείας, εἰς τὴν αὐτὴν ἐπανέστρεψαν | |
νόσον. | 73 | |
QGen.1.89 | Ἀεὶ φθάνουσι τὴν δίκην αἱ τοῦ θεοῦ χάριτες. Ἔργον γὰρ αὐτῷ προηγούμενον τὸ εὐεργετεῖν, τὸ δὲ κολάζειν ἑπόμενον. Φιλεῖ δέ, ὅταν μέλλῃ μεγάλα συνίστασθαι κακά, μεγάλων | |
καὶ πολλῶν ἀγαθῶν ἀφθονία προγενέσθαι. ‖ | 74 | |
QGen.1.92 | ‖ Πνευματικὴ δὲ ἡ τῶν ἀγγέλων οὐσία· εἰκάζονται δὲ πολλάκις ἀνθρώπων ἰδέαις, πρὸς τὰς ὑποκειμένας χρείας μεταμορφούμενοι. ‖ | |
QGen.1.93 | Ἔνιοι νομίζουσιν μεταμέλειαν ἐμφαίνεσθαι περὶ τὸ θεῖον διὰ τῶν ὀνομάτων· οὐκ εὖ δὲ ὑπονοοῦσιν. Χωρὶς γὰρ τοῦ μὴ τρέπεσθαι τὸ θεῖον, οὔτε τὸ «ἐνεθυμήθη» οὔτε τὸ | |
«ἐνενόησεν» δηλωτικὰ μεταμελείας ἐστίν· [τὸ δὲ θεῖον | 75 | |
5 | ἄτρεπτον·] ἀλλ’ ἀκραιφνοῦς λογισμοῦ περιεσκεμμένου | |
τὴν αἰτίαν ἧς ἕνεκα ἐποίησεν τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς. ‖ | 76 | |
QGen.1.94 | [Ζητεῖ] διὰ τί ἀπειλῶν ἄνθρωπον ἀπαλείψειν, καὶ τὰ ἄλογα προσδιαφθείρει ‖. ‖ [Καί φησι·] συνίστησιν ὅτι οὐ προηγουμένως δι’ ἑαυτὰ γέγονε τὰ ἄλογα ἀλλὰ χάριν ἀνθρώπων καὶ τῆς | |
5 | τούτων ὑπηρεσίας· ὧν διαφθειρομένων, εἰκότως κἀκεῖνα | |
συνδιαφθείρεται, μηκέτι ὄντων τῶν δι’ οὓς γέγονεν. ‖ | 77 | |
QGen.1.96 | [Ὅτι δὲ τῆς κακίας κολαζομένης ἡ ἀρετὴ διασῴζεται] Νῶε [δεδήλωκεν ὃς] λέγεται χάριν εὑρεῖν παρὰ τῷ θεῷ. ‖ ὡς τῶν ἄλλων δι’ ἀχαριστίαν ἀπολωλότων ‖· οὐ γὰρ ὡς χάριν λαβὼν ἐκ θεοῦ—κοινὸν γὰρ τοῦτο πάντων | |
5 | τῶν ἀνθρώπων—ἀλλ’ ἐπεὶ μόνος εὐχάριστος διεφάνη. ‖ Ἔδει δὲ καὶ ‖ χάριτος ἀξιωθῆναι θείας τὸν τοῦ νέου γένους καταρξάντα ‖· μεγίστης γὰρ χάριτος ἀρχὴν καὶ | |
τέλος ἀνθρώπων γενέσθαι. | 78 | |
QGen.1.97 | [Διὸ καὶ] ἀπὸ τῶν ἀρετῶν αὐτὸν γενεαλογεῖ. ‖ Τοῦ γὰρ σπουδαίου τὸ πρὸς ἀλήθειαν γένος ἐστὶν | |
ἀρετή· διὸ λέγει «[Νῶε δὲ] δίκαιος ἦν τέλειος ‖». ‖ | 79 | |
QGen.1100,1a | ‖ Οὐδὲν ἐναντίον καὶ μαχόμενον ταῖς ὁσιωτάταις τοῦ θεοῦ δυνάμεσίν ἐστιν οὕτως ὡς ἀδικία. ‖ | |
QGen.1100,1b | ‖ Ὁ καιρὸς ‖ παρὰ τοῖς φαυλοτέροις νομίζεται [εἶναι] θεός, τὸν ὄντα ὄντως παρακαλυπτομένοι〈σ〉. ‖ [Καὶ] θεοπλαστούντων καὶ ἐξ ἐναντίας τιθέντων τῷ ἀληθεῖ | |
[θεῷ] [τὸ λέγειν] ‖ τὸν καιρὸν αἴτιον τῶν ἐν τῷ βιῷ | 80 | |
5 | πραγμάτων εἶναι. Τοῖς γὰρ εὐσεβέσιν οὐ καιρὸν ἀλλὰ θεὸν παρ’ οὗ [καὶ] οἱ καιροὶ καὶ οἱ χρόνοι. Πλὴν αἴτιον οὐ πάντων ἀλλὰ μόνων ἀγαθῶν καὶ τῶν κατ’ ἀρετήν· | |
QGen.1100,1c | ὡς γὰρ ἀμέτοχος κακίας, οὕτω καὶ ἀναίτιος. ‖ | |
QGen.1100,2a | ‖ «Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ». ‖ Ὄντως γὰρ οὐδὲν ὡς ἀδικία πρὸς τὸν θεὸν ἐναντίον. ‖ Ἐπάγει δὲ καὶ τὸ τῆς ἐναντιώσεως αἴτιον, τὸ πλησθῆναι τὴν γῆν ἀδικίας. | |
QGen.1100,2b | [Καὶ ἐπεὶ] θεὸς ὁ καιρὸς ‖ παρὰ τοῖς φαύλοις νομί‐ ζεται, δείκνυσιν ὡς καιρῶν καὶ χρόνων αὐτὸς ποιητὴς [καὶ τούτοις ὅρον ἐντίθησιν]. Ὥστε καὶ ἀλλαχοῦ ‖ φησιν· | |
«Ἀφέστηκεν ὁ καιρὸς ἀπ’ αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν». ‖ | 81 | |
QGen.25a | ‖ Ὅτι ὁ τριάκοντα ἀριθμὸς φυσικώτατός ἐστιν, ὃ γὰρ ἐν μονάσι τριάς, τοῦτο ἐν δεκάσι τριακοντάς. Ἐπεὶ καὶ ὁ τοῦ μηνὸς κύκλος ‖ συνέστηκεν ἐκ τεσσάρων τῶν ἀπὸ μονάδος ἑξῆς τετραγώνων αʹ, δʹ, θʹ, ιϛʹ ‖. Ὅθεν οὐκ ἀπὸ | |
5 | σκοποῦ Ἡράκλειτος γενεὰν τὸν μῆνα καλεῖ. ‖ | 83 |
QGen.25b | ‖Δυνατὸν ἐν τριακονταετίᾳ τὸν ἄνθρωπον πάππον γενέσθαι· ἡβᾶν μὲν περὶ τὴν τεσσαρεσκαιδεκάτην ἡλικίαν ἐν ᾗ σπείρει, τὸ δὲ σπαρέν, ἐντὸς ἐνιαυτοῦ γενόμενος, | |
πάλιν πεντεκαιδεκαετίᾳ τὸ ὅμοιον ἑαυτῷ γεννᾶν. ‖ | 84 | |
QGen.2.10 | ‖ Ἄνθρωποι μὲν οὖν κληρονομοῦνται ὅταν μηκέτι ὦσιν ‖· ὁ δὲ θεὸς ἀΐδιος ὢν μεταδίδωσι τοῦ κλήρου τοῖς | |
σοφοῖς [ζῶν ἀεὶ] εὐφραινόμενος αὐτῶν τῇ περιουσίᾳ. ‖ | 85 | |
QGen.2.11 | ‖ «Εἴσελθε [δέ, φησί,] σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν· ὅτι σὲ εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ». Πρῶτον ἐναργὴς πίστις ὅτι δι’ ἕνα ἄνδρα δίκαιον καὶ | |
5 | ὅσιον πολλοὶ ἄνθρωποι σῴζονται ‖. Δεύτερον ἐπαινεῖ | |
τὸν δίκαιον ἄνδρα ὡς μὴ μόνον ἑαυτῷ περιπεποιηκότα τὴν ἀρετὴν ἀλλὰ καὶ παντὶ τῷ οἴκῳ· δι’ ἣν αἰτίαν καὶ σωτη‐ ρίας ἀξιοῦται. Παγκάλως δὲ τοῦτο προσετέθη «ὅτι σὲ εἶδον δίκαιον ἐνώπιον ἐμοῦ». Ἑτέρως γὰρ ἄνθρωποι | 86 | |
10 | δοκιμάζουσι τοὺς βίους, καὶ ἑτέρως τὸ θεῖον· οἱ μὲν ἐκ τῶν φανερῶν, ὁ δὲ ἐκ τῶν κατὰ ψυχὴν ἀοράτων λογισμῶν. ‖Καὶ τὸ «ἐν τῇ γενεᾷ ταύτῃ ‖», ἵνα μήτε τὰς πρό‐ | |
τερον κατακρίνειν δοκῇ, μήτε τὰς αὖθις ἀπογιγνώσκειν. ‖ | 87 | |
QGen.212a | ‖ Ὁ γὰρ κατ’ αὐτὴν ἀριθμὸς ‖ ἀμιγής ἐστι καὶ ἀμήτωρ, μήτε γεννῶν μήτε γεννώμενος ὡς ἕκαστος τῶν ἐν τῇ δεκάδι ἀριθμῶν· [ὅθεν καὶ οἱ Πυθαγόρειοι Ἀθηνᾷ τὴν ἑπτάδα ἀνατίθενται.] ‖ | |
QGen.212b | ‖ Ὥστε ὁ δύο ἀριθμὸς οὐ καθαρός. Πρῶτον μὲν ὅτι κενός ἐστι καὶ οὐ ναστός, τὸ δὲ μὴ πλῆρες οὐ καθαρόν. ‖ Ἀρχὴ δὲ ἀπειρίας καὶ ἀνισότητος· ἀπειρίας διὰ τὴν ὕλην, ἀνισότητος δὲ διὰ τοὺς ἑτερομήκεις· [ὅθεν οἱ παλαιοὶ] | 88 |
5 | ὡς ὕλην καὶ ἑτερότητα τὴν δυάδα [παραλαμβάνουσι.] ‖ | |
QGen.212c | ‖ Ἡ ἐν τῷ φαύλῳ κακία διδυμοτοκεῖ· διχόνους γὰρ καὶ ἐπαμφοτεριστὴς ὁ ἄφρων, τὰ ἄμικτα μιγνύς, καὶ φύρων καὶ συγχέων τὰ διακρίνεσθαι δυνάμενα, τοιαῦτα ἐν ψυχῇ χρώματα ἐπιφερόμενος οἷαπερ ὁ λεπρὸς ἐν τῷ σώματι, | |
5 | μιαίνων [καὶ] τοὺς ὑγιεῖς λογισμοὺς ἀπὸ τῶν θανατούντων [ἅμα] καὶ φονώντων. ‖ | |
QGen.212d | ‖ 〈Ἠθικώτατον〉 τὸ τὴν ἡμέ〈τε〉ραν τοῦ σώματος οὐσίαν γεώδη ὑπάρχουσαν μὴ εἰσάπαν περιοραθῆναι ‖· [χρὴ πνευματικῆς καὶ σῳζούσης ἐπιμελείας.] Οἰνοφλυ‐ | |
γίαις μὲν γὰρ καὶ ὀψοφαγίαις καὶ λαγνείαις καὶ συνόλως | 89 | |
5 | ὑγρῷ καὶ διαρρέοντι βίῳ χρώμενοι νεκροφοροῦμεν [σὺν τῇ ψυχῇ καὶ] τὸ σῶμα. Ἐὰν δὲ ἀποστραφῶμεν τῶν | |
παθῶν τὸν βομβυσμόν, ζωηφοροῦμεν καθ’ ἑκάτερον. | 90 | |
QGen.213a | Chaînes: Διὰ τί μετὰ τὸ εἰσελθεῖν ‖ ἑπτὰ ἡμέραι διαγίνονται μεθ’ ἃς ὁ κατακλυσμός; [Καὶ λέγει·] Πρῶτον ἀναχώρησιν δίδωσιν ὁ ἵλεως εἰς μετάνοιαν ἁμαρτημάτων· ἵνα, θεασάμενοι τὴν κιβωτὸν | |
5 | ἀντίμιμον γῆς ἕνεκα τοῦ καιροῦ γενομένην καὶ τὰ τῶν ζῴων γένη ταμιεύουσαν ὧν ἔφερεν ἡ γῆ τὰ κατὰ μέρος εἴδη, πιστεύσωσιν μὲν τῷ περὶ τοῦ κατακλυσμοῦ κηρύγματι τὴν διαφθορὰν εὐλαβηθέντες, καθέλωσιν δὲ ἀσέβειαν καὶ κακίαν | |
ἅπασαν. Δεύτερον τὴν ὑπερβολὴν τῆς ἐπιεικείας τοῦ σωτῆρος | 91 | |
10 | καὶ εὐεργέτου παρίστησιν ἐναργῶς τὸ λόγιον, τὴν πολυετῆ μοχθηρίαν τῶν ἀνθρώπων ‖ ἐπιλυομένου τοῖς μετα‐ νοοῦσιν ἡμέραις ὀλίγαις. ‖ | |
QGen.213b | Procope: Ἐστὶ δὲ ὁ ἑπτὰ ‖ ἀριθμὸς ‖ ὑπόμνημα τῆς τοῦ κόσμου γενέσεως ‖, ἐναργῶς δηλοῦντος τοῦ θεοῦ ὅτι αὐτός εἰμι καὶ τότε κοσμοποιῶν καὶ τὰ μὴ ὄντα ἄγων εἰς τὸ εἶναι, καὶ τὰ νῦν ὄντα διαφθείρων· ἀλλὰ τοῦ μὲν | |
5 | αἴτιον ἀγαθότης ἐμὴ ‖, τοῦ δὲ τῶν εὐεργετηθέντων ‖ | |
ἀσέβεια. ‖ | 92 | |
QGen.2.14 | ‖ Τὸ γὰρ ἄρτιον μέσον διασπᾶται διαιρουμένου τοῦ ἑνός· μόνος δὲ ἀδιαίρετος ὁ περιττός. Ὁ μὲν γὰρ ἄρρην ἀριθμὸς τετράγωνος, αὐγὴ καὶ φῶς ἐξ ἰσότητος πλευρῶν συνεστώς, ὁ δὲ θῆλυς ἑτερομήκης, νύκτα καὶ σκότον ἔχων | |
5 | διὰ τὴν ἀνισότητα. Ὁ δὲ ἑτερομήκης τὴν μὲν ἐλάττονα | |
πλευρὰν ἐλάττονα ἔχει ἑνί, τὴν δὲ μείζω περιττοτέραν ἑνί. | 93 | |
QGen.215a | Chaines et Procope: Τί ἐστιν· «Ἐξαλείψω πᾶσαν τὴν ἀνάστασιν ἣν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς»; ‖ [Καί] φησιν· οὐκ ‘ἀπὸ τῆς γῆσ‘ ἐξαλείψειν ἀλλ’ | |
«ἀπὸ προσώπου τῆς γῆς», τοῦτ’ ἐστὶ τῆς ἐπιφανείας· | 94 | |
5 | ἵνα ἐν τῷ βάθει ἡ ζωτικὴ δύναμις τῶν σπερμάτων ὅλων σῶος φυλάττηται καὶ ἀπαθὴς παντὸς τοῦ βλάπτειν δυναμένου. Τῆς γὰρ ἰδίας προθέσεως οὐκ ἐπιλέλησται ὁ ποιητής, ἀλλὰ τὰ μὲν ἄνω καὶ κατ’ αὐτὴν τὴν ἐπιφάνειαν κινούμενα φθείρει, τὰς δὲ ῥίζας βυθίους ἐᾷ πρὸς γένεσιν | |
10 | ἄλλων. | |
QGen.215b | Chaines et Procope: Θεοπρεπῶς δὲ καὶ τὸ «ἐξα‐ λείψω» γέγραπται. Συμβαίνει γὰρ ἐπὶ τῶν ἀλειφο‐ μένων τὰ μὲν γράμματα ἀφανίζεσθαι, τὰς δὲ δέλτους ἢ | |
βίβλους διαμένειν. Ἐξ οὗ παρίστησιν ὅτι τὴν μὲν | 95 | |
5 | ἐπιπολάζουσαν γενεὰν διὰ τὴν ἀσέβειαν ἀπαλείψει δίκην γραμμάτων, τὴν δὲ χώραν καὶ τὴν οὐσίαν τοῦ γένους τῶν ἀνθρώπων διαφυλάξει πρὸς τὴν αὖθις σποράν. ‖ | |
QGen.215c | Procope: ‖ Διὸ καὶ «τὴν ἀνάστασίν» φησιν· ἀναστάσει δὲ ἀντίπαλον καθαίρεσις, τὸ δὲ καθαιρεθὲν | |
οὐκ εἰς ἅπαν ἀπόλλυται. ‖ | 96 | |
QGen.2.16 | Chaînes: Μέγας ἔπαινος τοῦ δικαίου ‖ ὅτι ‖ τὰ προσταχθέντα πάντα ἐπετέλεσεν ἰσχυρογνώμονι λογισμῷ καὶ θεοφιλεῖ διανοίᾳ. Δεύτερον δὲ ὅτι οὐκ ἐθέλει κελεύειν αὐτῷ μᾶλλον ἢ ἐντέλλεσθαι· κελεύουσι μὲν γὰρ [καὶ προσ‐ | |
5 | τάττουσι] δεσπόται δούλοις, ἐντέλλονται δὲ φίλοι ‖. Θαυμαστὴ μὲν οὖν δωρεὰ καὶ τὸ ταχθῆναι τὴν ἐν δούλοις καὶ θεράπουσι παρὰ θεοῦ τάξιν· ὑπερβολὴ δὲ εὐεργεσίας | |
ἐστὶ τὸ καὶ φίλον γενηθῆναι γενητὸν ἀγενήτῳ. ‖ | 97 | |
QGen.217a | Chaînes: ‖ κατὰ τὸν τῆς ‖ ἰσημηρίας καιρὸν κατασκήπτει ὁ κατακλυσμὸς ‖. | |
QGen.217b | Procope: ... ἐν τῇ πάντων αὐξήσει καὶ γενέσει τῶν ζῴων ‖· φοβερωτέραν τὴν ἀπειλὴν ‖ ἐπάγοντος τοῦ θεοῦ τῆς ἀσεβείας εἰς ἔλεγχον. ‖ | |
QGen.217c | Chaînes: [Καὶ πάλιν·] Εὔλογον δὲ καὶ τὸν τοῦ ‖ | |
γένους ἀρχηγέτην ‖ [Ἀδὰμ] διαπεπλάσθαι τῷ καιρῷ τῆς ἐαρινῆς ἰσημερίας ‖. Ἰσημερία δὲ ἐαρινὴ γίνεται ἑβδόμῳ μηνί· ὁ δὲ αὐτὸς λέγεται καὶ πρῶτος καθ’ ἑτέραν | 98 | |
5 | καὶ ἑτέραν ἐπιβολήν. Ἐπεὶ οὖν 〈καὶ Νῶε〉 μετὰ τὸν κατακλυσμὸν ‖ ἀρχὴ γίνεται δευτέρας ἀνθρώπων σπο‐ ρᾶς, ἐξομοιοῦται τῷ πρώτῳ γηγενεῖ. | |
QGen.2.22 | Καλῶς δὲ καὶ σάρκα κινουμένην λέγει τὴν ἐν φθορᾷ. | |
Κινεῖ γὰρ τὰς ἡδονὰς ἡ σὰρξ καὶ κινεῖται ὑπὸ τῶν ἡδονῶν· ἥτις κίνησις αἰτία γίνεται φθορᾶς ταῖς ψυχαῖς, ὡς ἡ ἐγκρά‐ τεια σωτηρίας. | 99 | |
QGen.226a | Chaînes et Procope: Διὰ τί «τοῦ μὲν Νῶε ἐμνήσθη ὁ θεὸς καὶ κτηνῶν καὶ θηρίων», γυναικὸς δὲ καὶ τέκνων οὐ μέμνηται; Ὅταν συμφωνῇ καὶ συμπνέῃ γυναικὶ μὲν ἀνήρ, πατὴρ δὲ | |
5 | υἱοῖς, οὐ χρεία πολλῶν ὀνομάτων ἐστί, ἀλλ’ ἑνὸς τοῦ πρώτου. Τὸν Νῶε εἰπὼν δυνάμει πάντας εἴρηκε τοὺς κατὰ τὸν οἶκον. ‖ | 100 |
QGen.226b | Procope: ‖ Τοιγαροῦν τῶν συνοικούντων, ὡς δεῖ, τὴν συμφωνίαν ὁ προφήτης δηλῶν· «Ἀπίδετε», φησίν, «εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν | |
ὑμᾶς». | 101 | |
QGen.2.28 | »[Καὶ] ἐπήγαγε[, φησί,] πνεῦμα εἰς τὴν γῆν καὶ κεκό‐ πακε τὸ ὕδωρ.» ‖ Οὐκ ‖ ἀνέμῳ ὕδωρ μειοῦται, κυμαίνει δὲ καὶ ταράττεται. Πάλαι γὰρ ἂν τὰ μέγιστα τῶν πελαγῶν ἐξανά‐ | |
5 | λωτο. Πνεῦμα τοίνυν τὸ θεῖόν φησιν, ᾧ [δὴ] πάντα γίνε‐ ται καὶ λωφᾷ. ‖ ‖ Οὐκ ἦν γὰρ εὔλογον ὕδωρ τοσοῦτον ἀνέμῳ παυθῆναι, | |
ἀοράτῳ δὲ καὶ θείᾳ δυνάμει. | 102 | |
QGen.2.29 | Δῆλον [δέ] ἐστιν ὡς ταῖς μὲν πρώταις μʹ ἡμέραις ἄληκτος ἡ τῆς ῥύμης τῶν ὑδάτων ὑπῆρχε φορά, ‖ ταῖς δὲ ἄλλαις ‖ ρʹ καὶ νʹ ‖ ἔχουσα πράως οὐκέτι πρὸς αὔξησιν, πρὸς διαμονὴν δὲ τῆς ἀναλύσεως καὶ τοῦ ὕψους συνεβάλ‐ | |
5 | λετο. «Μεθ’ ἡμέρας γάρ, φησίν, ρνʹ» «ἐπικαλυφθῆναι τάς τε πηγὰς καὶ τοὺς καταράκτας»· ‖ ἐνήργουν ἄρα πρὸ | |
τῆς ἐπισχέσεως. ‖ | 103 | |
QGen.2.30 | ‖ «Μετὰ νʹ [δὲ] καὶ ρʹ ἡμέρας ἠλαττοῦτο τὸ ὕδωρ.» Ἆρα τὰς προειρημένας ἐν αἷς ὑψοῦτο τὸ ὕδωρ ἢ μετὰ τοσαύτας ἑτέρας οὐκ εὔδηλον. | |
QGen.2.31 | ‖ Ἡ μὲν οὖν ἀρχὴ τοῦ κατακλυσμοῦ γέγονεν ‖ ἑβδόμῃ καὶ εἰκάδι τῆς ἐαρινῆς ἰσημερίας· ἡ δὲ μείωσις ‖ ἑβδόμῳ [μετὰ ταύτην] μηνί, τῇ μετοπωρινῇ ἰσημερίᾳ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός. ‖ [Οὗτος γὰρ πέρας μὲν τῆς | 104 |
5 | πρώτης ἰσημερίας, ἀρχὴ δὲ τῆς δευτέρας· ὥσπερ ὁ ἀπὸ τούτου ἕβδομος, πέρας τῆς δευτέρας, ἀρχὴ δὲ τῆς πρώτης], | |
ἐν ᾧ καὶ τοῦ κόσμου ἡ γένεσις. ‖ | 105 | |
QGen.234a | ‖ Αἱ αἰσθήσεις θυρίσιν ἐοίκασιν. Διὰ γὰρ τούτων, ὡσανεὶ θυρίδων, ἐπεισέρχεται τῷ νῷ ἡ κατάληψις τῶν αἰσθη‐ τῶν· καὶ πάλιν ὁ νοῦς ἐκκύπτει δι’ αὐτῶν. Μέρος δέ ἐστι τῶν θυρίδων, λέγω δὴ τῶν αἰσθήσεων, ἡ ὅρασις· ἐπεὶ καὶ | |
5 | ψυχῆς μάλιστα συγγενής, ὅτιπερ καὶ τῷ καλλίστῳ τῶν ὄντων φωτὶ οἰκεία, καὶ ὑπηρέτις τῶν θείων, ἥτις καὶ τὴν εἰς φιλοσοφίαν ὁδὸν ἔτεμε τὴν πρώτην. Θεασαμένη γὰρ ἡλίου κίνησιν καὶ σελήνης, καὶ τὰς τῶν ἀστέρων περιόδους, καὶ τὴν ἀπλανῆ περιφορὰν τοῦ σύμπαντος οὐρανοῦ, καὶ τὴν | |
10 | παντὸς τοῦ λόγου κρείττονα τάξιν τε καὶ ἁρμονίαν, καὶ τὸν τοῦ κόσμου μόνον ἀψευδέστατον κοσμοποιόν, διήγγειλε τῷ ἡγεμόνι λογισμῷ ἃ εἶδεν· ὁ δὲ, ἐν ὄμματι ὀξυδερ‐ κεστέρῳ θεασάμενος καὶ ταῦτα καὶ διὰ τούτων 〈τὰ〉 ἀνωτέρω καὶ παραδειγματικὰ εἴδη καὶ τῶν ἁπάντων αἴτιον, εὐθὺς | |
15 | εἰς ἔννοιαν ἦλθε θεοῦ καὶ γενέσεως καὶ προνοίας, λογισά‐ | |
μενος ὅτι ἡ ὅλη φύσις οὐκ ἀπαυτομαθεῖσα γέγονεν. | 106 | |
QGen.234b | Ἀμήχανον ἁρμονίαν καὶ τάξιν καὶ λόγον καὶ ἀναλογίαν καὶ τοσαύτην συμφωνίαν καὶ τῷ ὄντι εὐδαιμονίαν ἀπαυτο‐ ματισθεῖσαν γενέσθαι, | |
QGen.234c | ἀλλ’ ἀνάγκη ποιητὴν εἶναι καὶ πατέρα, κυβερνήτην τε καὶ ἡνίοχον, ὃς καὶ γεγέννηκεν καὶ τὰ γεννηθέντα | |
σῴζει. | 107 | |
QGen.2.38 | ‖ Σύμβολα δὲ κακίας καὶ ἀρετῆς ταῦτα, ὅ τε κόραξ καὶ ἡ περιστερά ‖. | |
QGen.2.39 | ‖ Εἰ γὰρ αὐτὴ δεύτερον ἐξελθοῦσα οὐχ εὗρεν ἀνά‐ παυσιν, πῶς ὁ κόραξ ‖; οὐδὲ γὰρ τὸ ζῷόν ἐστι ὑδρόβιον. Ἀλλὰ γὰρ ‖ ἡ κακία τοῖς κυμαίνουσιν ἐφήδεται πάθεσιν ‖· ἡ δὲ ἀρετὴ τούτων ἀποπηδᾷ πρὸς τὴν πρώτην | |
5 | δυσχεράνασα θέαν, ἀνάπαυσιν καὶ βάσιν ἐν τούτοις οὐκ | |
ἔχουσα ‖. | 108 | |
QGen.2.41 | ἀρχῇ σκληραύχενας ἴδῃ φύσεις, οὐκ ἀπογινώσκει τὴν ἀμείνω μεταβολήν· ἀλλ’ ὥσπερ ἀγαθὸς ἰατρὸς οὐκ εὐθὺς ἐπιφέρει τὴν θεραπείαν ἅμα τῷ κατασκῆψαι τὴν νόσον, ἀλλὰ ἀναχώρησιν τῇ φύσει δοὺς ἵνα προανατέμῃ τὴν εἰς | |
5 | σωτηρίαν ὅδον, τηνικαῦτα χρῆται τοῖς ὑγιεινοῖς καὶ σωτη‐ ρίοις ‖ φαρμάκοις· οὕτω καὶ ὁ σπουδαῖος λόγοις κατὰ | |
φιλοσοφίαν καὶ δόγμασιν. ‖ | 109 | |
QGen.2.48 | Chaînes: Εὐλαβὴς ὢν ὁ Νῶε ‖ ἀκόλουθον ἡγήσατο [μετὰ τὸ κοπάσαι τὸ ὕδωρ ἀναμεῖναι τὴν τοῦ θεοῦ πρόσ‐ ταξιν] ἵν’ ὥσπερ χρησμοῖς ‖ εἰσελήλυθεν εἰς τὴν κιβωτόν, χρησμοῖς πάλιν ὑπεξέλθῃ. ‖ «Εἶπεν γὰρ κύριος | |
5 | ὁ θεὸς τῷ Νῶε· Ἔξελθε σὺ καὶ ἡ γυνή σου», καὶ τὰ | |
ἑξῆς. ‖ | 110 | |
QGen.254a | Ἡ πρότασις ἐμφαίνει μεταμέλειαν, ἀνοίκειον πάθος θείας δυνάμεως. Ἀνθρώποις μὲν γὰρ ἀσθενεῖς αἱ γνῶμαι καὶ ἀβέβαιοι ὡς τὰ πράγματα πολλῆς γέμοντα ἀδηλότητος. Θεῷ δὲ οὐδὲν ἄδηλον οὐδὲ ἀκατάληπτον· ἰσχυρογνωμονέσ‐ | |
5 | τατος γὰρ καὶ βεβαιότατος. Πῶς οὖν, τῆς αὐτῆς ὑπούσης αἰτίας, ἐπιστάμενος ἐξ ἀρχῆς ὅτι «ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος», πρῶτον μὲν ἔφθειρεν τὸ γένος κατακλυσμῷ, μετὰ δὲ ταῦτά φησιν μηκέτι διαφθείρειν, καίτοι διαμενούσης ἐν τῇ ψυχῇ τῆς | |
10 | αὐτῆς κακίας; Λεκτέον οὖν ὅτι πᾶσα ἡ τοιάδε τῶν λόγων ἰδέα περιέχεται ἐν τοῖς νόμοις πρὸς μάθησιν καὶ ὠφέλειαν | |
διδασκαλίας μᾶλλον ἢ πρὸς τὴν φύσιν τῆς ἀληθείας. Διττῶν γὰρ ὄντων κεφαλαίων ἃ κεῖται διὰ πάσης τῆς νομοθεσίας, ἑνὸς μὲν καθ’ ὃ λέγεται «οὐχ ὡς ἄνθρωπος [ὁ θεός]», | 111 | |
15 | ἑτέρου δὲ καθ’ 〈ὃ〉 «ὡς ἄνθρωπος» παιδεύειν λέγεται υἱόν, τὸ μὲν πρότερον τῆς ἀληθείας ἐστίν· ὄντως γὰρ ὁ θεὸς «οὐχ ὡς ἄνθρωπος», ἀλλ’ οὐδὲ ὡς ἥλιος, οὐδὲ ὡς οὐρανός, οὐδὲ ὡς κόσμος αἰσθητὸς [ἢ νοητός], ἀλλ’ ὡς θεός, εἰ καὶ τοῦτο θέμις εἰπεῖν. Ὁμοιότητα γὰρ ἢ σύγκρισιν | |
20 | ἢ παραβολὴν οὐκ ἐπιδέχεται τὸ μακάριον ἐκεῖνο, μᾶλλον δὲ μακαριότητος αὐτῆς ὑπεράνω ‖. Τὸ δὲ ὕστερον τῆς διδασκαλίας 〈καὶ〉 ὑφηγήσεως τὸ «ὡς ἄνθρωπος», ἕνεκα τοῦ παιδεύεσθαι τοὺς γηγενεῖς ἡμᾶς, ἵνα μὴ τὰς ὀργὰς καὶ τὰς τιμωρίας μέχρι παντὸς ἀποτίνωμεν ἀσπόνδως | |
25 | καὶ ἀσυμβάτως ἔχοντες. ‖ Τὸ οὖν «διανοηθείς» ἐπὶ θεοῦ κυριολογεῖται τοῦ τὴν γνώμην καὶ τὴν διάνοιαν βεβαιοτάτου. ‖ | 112 |
QGen.254b | ‖ Χρηστὸς ὢν καὶ φιλάνθρωπος ὁ θεὸς ἐπικουφίζει τὰ κακὰ μᾶλλον ἢ προστίθησι ταῖς συμφοραῖς. | |
QGen.254c | Ἀλλ’ ὡσεὶ ἶσόν ἐστι τῷ κατὰ τὴν παροιμίαν λεγομένῳ ‘πλίνθον πλυνεῖν‘ ἢ ‘δικτύῳ ὕδωρ κομίζειν‘ τὸ κακίαν ἐξελεῖν ἀνθρώπου ψυχῆς. | |
QGen.254d | Ὅρα γὰρ ὡς ἐγκεχάρακται διὰ πάντων τῇ διανοίᾳ, ‖ ὥς φησιν, «ἐπιμελῶς» καὶ οὐ παρέργως· τουτέστι ἐγκεκόλ‐ ληται καὶ προσήρμοσται. ‖ Τὸ δὲ σὺν ἐπιμελείᾳ καὶ φροντίδι κατεσκεμμένον ἐστὶ καὶ διηγορευμένον εἰς ἀκρί‐ | 113 |
5 | βειαν. ‖ Καὶ τοῦτο οὐκ ὀψὲ καὶ μόλις ἀλλ’ «ἐκ νεότη‐ τος», μονονουχὶ λέγων ἐξ αὐτῶν τῶν σπαργάνων, ὥσπερ τι μέρος ἡνωμένον. ‖ | |
QGen.2.59 | Τί ἐστιν «ἐν αἵματι ψυχῆς κρέας οὐ φάγεσθε»; | |
Ἔοικε διὰ τούτου δηλοῦν ὅτι ψυχῆς οὐσία αἷμά ἐστι· ψυχῆς μέντοι τῆς αἰσθητικῆς ‖, οὐχὶ τῆς κατ’ ἐξοχὴν λεγομένης ἥτις ἐστὶ λογική τε καὶ νοερά. Τρία γὰρ μέρη | 114 | |
5 | ψυχῆς· τὸ μὲν θρεπτικόν, τὸ δὲ αἰσθητικόν, τὸ δὲ λογικόν. Τοῦ μὲν οὖν λογικοῦ τὸ θεῖον πνεῦμα οὐσία κατὰ τὸν θεόλογον· ‖ φησὶ γὰρ ὅτι «ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς». Τοῦ δὲ αἰσθητικοῦ καὶ ζωτικοῦ τὸ αἷμα οὐσία· λέγει γὰρ ἐν ἑτέροις ὅτι «ψυχὴ πάσης | |
10 | σαρκὸς τὸ αἷμά ἐστιν». Καὶ κυριώτατα ψυχὴν σαρκὸς αἷμα εἴρηκεν· περὶ σάρκα δὲ ἡ αἴσθησις καὶ τὸ πάθος, οὐχ ὁ νοῦς καὶ ὁ λογισμός. Οὐ μὴν ἀλλὰ καὶ τὸ «ἐν αἵματι ψυχῆς» μηνύει ὅτι ἕτερόν ἐστι ψυχὴ καὶ ἕτερον αἷμα, ὡς εἶναι ψυχῆς μὲν ἀψευδῶς οὐσίαν πνεῦμα, ‖ μὴ καθ’ | |
15 | αὑτὸ δὲ χωρὶς αἵματος τόπον ἐπέχειν, ἀλλ’ ἐμφέρεσθαι καὶ | |
συγκεκρᾶσθαι αἵματι. ‖ | 115 | |
QGen.2.62 | Διὰ τί ὡς περὶ ἑτέρου θεοῦ φησι τὸ «ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον», ἀλλ’ οὐχὶ τῇ ἑαυτοῦ; Παγκάλως καὶ σοφῶς τουτὶ κεχρησμῴδηται. Θνητὸν γὰρ οὐδὲν ἀπεικονισθῆναι πρὸς τὸν ἀνωτάτω καὶ πατέρα τῶν | |
5 | ὅλων ἐδύνατο, ἀλλὰ πρὸς τὸν δεύτερον θεόν, ὅς ἐστιν ἐκείνου λόγος. Ἔδει γὰρ τὸν λογικὸν ἐν ἀνθρώπου ψυχῇ τύπον ὑπὸ θείου λόγου χαραχθῆναι, ἐπειδὴ ὁ πρὸ τοῦ λόγου θεὸς κρείσσων ἐστὶν ἢ πᾶσα λογικὴ φύσις· τῷ δὲ ὑπὲρ τὸν λόγον ἐν τῇ βελτίστῃ καί τινι ἐξαιρέτῳ καθεστῶτι ἰδέᾳ οὐδὲν | |
10 | θέμις ἦν γενητὸν ἐξομοιωθῆναι. ‖ | 116 |
QGen.264a | Procope: ‖ [Τινὲς δέ φασι]· μήποτε ‖ παρὰ τὴν ἶριν ἕτερα ἄττα μηνύει ‖ [τουτέστιν] ἄνεσιν καὶ ἐπίτασιν | |
τῶν ἐπιγείων, μήτε τῆς ἀνέσεως εἰς ἔκλυσιν ὑφιεμένης παντελῆ καὶ ἀναρμοστίαν, μήτε τῆς ἐπιτάσεως ἄχρι ῥήξεως | 117 | |
5 | ἐπιτεινομένης, ἀλλὰ μέτροις ὡρισμένοις ἑκατέρας δυνάμεως σταθμηθείσης. Ὁ γὰρ μέγας κατακλυσμὸς ῥήξει γέγονεν, ὡς καὶ αὐτός φησιν· «ἐρράγησαν αἱ πηγαὶ τῆς ἀβύσσου», ἀλλ’ οὐκ ἐπιτάσει ποσῇ τινι. | |
QGen.264b | Bs Mosq et Procope: ‖ Οὔκ ἐστι ὅπλον τὸ τόξον ἀλλ’ ὄργανον ὅπλου βέλους τοῦ τιτρώσκοντος· τὸ δὲ βέλος ἀφιέμενον διὰ τοῦ τόξου μέρους καθικνεῖται τοῦ πόρρω καὶ μακράν, ἀπαθοῦς τοῦ πλησίον καὶ ἐγγὺς | |
5 | διαμένοντος· ὅπερ γίνεται σημεῖον τοῦ μηδέποτε τὴν σύμπα‐ σαν κατακλυσθῆναι. Οὐδὲ γάρ τι βέλος εἰς ἅπαντα τόπον ἐχώρει, ἀλλὰ μόνον τὸν ἐκ διαστήματος. | |
QGen.264c | Chaînes: Ἐστὶν οὖν θεοῦ δύναμις ἀόρατος συμβολικῶς τὸ τόξον, ἥτις ἐνυπάρχουσα τῷ ἀέρι καὶ ἀνειμένῳ κατὰ τὰς αἰθρίας καὶ ἐπιτεινομένῳ κατὰ τὰς νεφώσεις, οὐκ ἐᾷ τὰ νέφη ὅλα δι’ ὅλων εἰς ὕδωρ ἀναλύεσθαι, τὸ μὴ | |
5 | γενέσθαι κατὰ πάσης τῆς γῆς κατακλυσμὸν φυλαττομένη. Κυβερνᾷ γὰρ καὶ ἡνιοχεῖ τὴν πύκνωσιν τοῦ ἀέρος τότε μάλιστα πεφυκότος ἀπαυχενίζειν καὶ ἐξυβρίζειν διὰ πλησμονῆς κόρον. ‖ | 118 |
QGen.2.65 | Εἰ δὲ μνησθεὶς τετάρτου τοῦ Χαναὰν ἐπήνεγκε· «τρεῖς οὗτοι υἱοὶ τοῦ Νῶε», δέον[, φασίν,] εἰπεῖν τέσσαρες, οὐκ ἀλόγως· διὰ γὰρ τὴν ὁμοιοτροπίαν, εἰς ἓν συλλαμβάνει τῷ πατρὶ τὸν υἱόν. ‖ | |
5 | [Οἱ καί φασιν] ὡς εἰκότως νῦν τοῦ Χὰμ ὑπογράφει τὴν γενεάν, εἰς ἔμφασιν τοῦ ὅτι πατὴρ ἤδη γεγονώς, τὸν ἑαυτοῦ πατέρα οὐκ ἐτίμησεν οὐδὲ μετέδωκε τῷ γεννήσαντι ὧν ἂν | |
παρὰ τοῦ παιδὸς ἠξίου τυχεῖν. ‖ [Καὶ ὡς νεωτεροποιὸν πρὸς ἁμαρτίαν ἐκάλεσεν εἰκότως | 119 | |
10 | νεώτερον.] Ἐπίτηδες δὲ ἴσως ἐμνήσθη καὶ τοῦ Χαναὰν τοῦ τῶν Χαναναίων οἰκιστοῦ πόρρωθεν ἐλέγχων τὸ δυσγενές· ὧν τὴν γῆν ἀφελὼν τῷ θεοφιλεῖ παρέσχε λαῷ. ‖ | |
QGen.2.66 | Ἐξομοιοῖ [δὲ] τὸν Νῶε τῷ πρώτῳ διαπλασθέντι ἀνθρώπῳ. Ἐξῆλθε γὰρ ἑκάτερος, ὁ μὲν τοῦ παραδείσου, ὁ δὲ τῆς | |
κιβωτοῦ. Ἄρχει γεωργίας ‖ ἑκάτερος μετὰ κατακλυσ‐ μόν· καὶ γὰρ ἐν τῇ τοῦ κόσμου πρώτῃ γενέσει τρόπον τινὰ | 120 | |
5 | κατεκέκλυστο ἡ γῆ· οὐ γὰρ ἂν ἔλεγε· «συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά». ‖ | |
QGen.268a | Procope: [Εἴποι δ’ ἄν τις ἐκ τῶν ῥητῶν ὡς] οὐδὲ τὸν οἶνον ὅλον ἀλλ’ «ἐκ τοῦ οἴνου» πίνει δι’ ἐγκράτειαν δι’ ἣν ἐμέτρει τὴν χρῆσιν, τοῦ ἀκρατοῦς οὐκ ἀπαλλαττο‐ μένου τῶν συμποσίων πρὶν ὅλον ἐκπιεῖν τὸν ἄκρατον. | |
5 | Εἶτα καὶ τῷ μεθύειν ἡ γραφὴ νῦν ἀντὶ τῆς οἰνώσεως | |
κέχρηται. ‖ | 121 | |
QGen.268b | Florilège et Procope: Διττὸν γὰρ τὸ μεθύειν· ἓν μὲν τὸ ληρεῖν παρ’ οἶνον, ὅπερ ἐστὶ ἁμάρτημα καὶ φαύλου ἴδιον, ἕτερον δὲ τὸ οἰνοῦσθαι, ὅπερ καὶ εἰς σοφὸν πίπτει. | |
QGen.271a | Procope: [Τοῦ δὲ Χὰμ] αὔξει τὸ ἔγκλημα, πρῶτον μὲν [ἐκ τοῦ περιϊδεῖν], δεύτερον δ’ ἐκ τοῦ εἰπεῖν· [καὶ] οὐχ ἑνὶ μόνῳ τῶν ἀδελφῶν ‖ ἀλλ’ ἀμφοτέροις· εἰ δὲ καὶ πλείους ἦσαν, ἅπασιν ἐξελάλησεν ἂν ‖ διαχλευάζων πρᾶγμα | |
5 | ‖ οὐ χλεύης ἀλλ’ αἰδοῦς καὶ εὐλαβείας ἄξιον ὄν. Εἶτα οὐκ ἔνδον ἀλλ’ «ἔξω διήγγειλεν». | |
QGen.271b | Chaînes et Procope: Ὅπερ ἐμφαίνει ‖ τὸ μὴ ἀκη‐ κοέναι μόνους τοὺς ἀδελφοὺς ἀλλὰ καὶ τοὺς περιεστῶτας | 122 |
ἔξω ἄνδρας ὁμοῦ καὶ γυναῖκας. ‖ | 123 | |
QGen.2.72 | ‖ Ὁ εὐχερὴς καὶ ἀπερίσκεπτος τὰ ἐπ’ εὐθείας καὶ πρὸ ὀφθαλμῶν μόνον ὁρᾷ· ὁ δὲ φρόνιμος [καὶ] τὰ κατόπιν, τουτέστι τὰ μέλλοντα. Ὥσπερ γὰρ τὰ ὀπίσω τῶν ἔμπροσθεν ὑστερίζει, οὕτω καὶ τὰ μέλλοντα τῶν ἐνεστώτων, ὧν τὴν | |
5 | θεωρίαν ὁ ἀστεῖος μέτεισι, Λυγκέως 〈δίκην〉 πάντοθεν ὀμματωθείς. Πᾶς οὖν σοφός, οὐκ ἄνθρωπος ἀλλὰ νοῦς, ‖ καταθεώμενος καὶ περιαθρῶν περιπέφρακται πρὸς τὰ | |
ἐνεστῶτα καὶ τὰ ἀδοκήτως κατασπιλάζοντα. | 124 | |
QGen.2.74 | ‖ Νεώτερον ὀνομάζει τὸν Χὰμ μέσον ὄντα ‖. ‖ Νεώτερον οὐ τὸν ἡλικίᾳ καὶ χρόνῳ ἀλλὰ τὸν ψυχῇ. Νεωτεροποιὸν γὰρ ἡ κακία, πολιὸν μάθημα ἢ πρεσβύτατον | |
δέξασθαι μὴ δυναμένη. ‖ | 125 | |
QGen.3.3 | ‖ [Ἀτόπως δρῶσιν] ὅσοι ἐκ μέρους ἑνὸς κρίνουσι τὸ ὅλον, ἀλλὰ μὴ τοὐναντίον ἐκ τοῦ ὅλου τὸ μέρος· οὕτω γὰρ ἄμεινον καὶ ὄνομα καὶ πρᾶγμα δοκιμάζοιτο ἄν. Ἔστιν οὖν ἡ θεία νομοθεσία τρόπον τινὰ ζῷον ἡνωμένον, ἣν ὅλην | |
5 | δι’ ὅλων χρὴ μεγάλοις ὄμμασι περισκοπεῖν καὶ τὸ βούλημα τῆς συμπάσης γραφῆς ἀκριβῶς καὶ τηλαυγῶς περιαθρεῖν, μὴ κατακόπτοντας τὴν ἁρμονίαν μηδὲ τὴν ἕνωσιν διαρ‐ τῶντας· ἑτερόμορφα γὰρ καὶ ἑτεροειδῆ φανεῖται τῆς κοινωνίας στερούμενα. ‖ | 126 |
QGen.3.7 | ‖ Πᾶσα ἡ ὑπὸ τὴν σελήνην φύσις μεστὴ πολέμων | |
καὶ κακῶν ἐμφυλίων ἐστὶ καὶ ξένων. ‖ | 127 | |
QGen.3.8 | ‖ Ἕνεκα μὲν τῶν φαύλων, οὐδὲ μία πόλις ἠρέμησεν ἄν· διαμένουσι δὲ ἀστασίαστοι δι’ ἑνὸς ἢ δευτέρου δικαίου συνοικοῦντος, οὗ ἡ ἀρετὴ τὰς πολιτικὰς νόσους ἰᾶται, γέρας ἀπονέμοντος τοῦ φιλαρέτου θεοῦ καλοκἀγαθίας, | |
5 | τὸ μὴ μόνον αὐτὸν ἀλλὰ καὶ τοὺς πλησιάζοντας ὠφελεῖν. | 128 |
QGen.311a | Chaînes: Ἐναργῶς ἀφθαρσίαν ψυχῆς αἰνίττεται μετοι‐ κιζομένης ἀπὸ τοῦ θνητοῦ σώματος ‖. Τὸ γὰρ τῷ τελευτῶντι φάσκειν «ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου» τί ἕτερον ἢ ζωὴν ἑτέραν παρίστησι τὴν ἄνευ σώματος, | |
5 | καθ’ ἣν ψυχὴν μόνην συμβαίνει ζῆν ‖; Πατέρας δὲ Ἀβραὰμ οὐ δήπου τοὺς γεννήσαντας αὐτὸν πάππους καὶ προγόνους παρείληφεν· οὐ γὰρ πάντες ἐπαινετοὶ γεγόνασιν. ‖ Ἀλλ’ ἔοικεν αἰνίττεσθαι πατέρας ‖ οὓς ἑτέρωθι καλεῖν ἀγγέλους εἴωθεν. [Εἰ δὲ καὶ τοὺς περὶ | |
10 | τὸν Ἄβελ καὶ Ἐνὼς καὶ Σὴθ καὶ Ἐνὼχ καὶ Νῶε φήσεις, | |
οὐχ ἁμαρτήσῃ τοῦ πρέποντος.] ‖ | 129 | |
QGen.311b | Chaînes: ‖ Μακρὸν γὰρ αἰῶνα τείνουσι μυρίοι τῶν ἀφρόνων, καλὸν δὲ καὶ σπουδαῖον μόνος ὁ φρονήσεως ἐραστής. | |
QGen.311c | Procope: ‖ Ἄπεισι δὲ πρὸς ἐκείνους οὐκ ἐν γήρει μακρῷ, ἐν ᾧ πολλοὶ καὶ τῶν πονηρῶν τοῦ σώματος ἀπο‐ λύονται, ἀλλ’ «ἐν γήρει καλῷ». ‖ | |
QGen.3.12 | ‖ [Καὶ οὕτω μὲν ἐπὶ τοῦ νοητοῦ, οὐδὲν δὲ ἧττον κἀπὶ τοῦ αἰσθητοῦ ἐστι συνιδεῖν] ἐν ταῖς τῶν ζῴων γενέσεσι· πρῶτον [μὲν γάρ] ἐστι σπέρματος καταβολή, δεύτερον [δὲ] ἡ εἰς τὰ γένη διανομή, τρίτον ‖ αὔξησις, καὶ τέταρτον | |
5 | ‖ τελείωσις. ‖ | 130 |
QGen.3.18 | ‖ «Σάρρα [δὲ] ἡ γυνὴ Ἀβραὰμ οὐκ ἔτικτεν [αὐτῷ]». Στεῖρα ἡ τοῦ ἔθνους μήτηρ εἰσάγεται, πρῶτον μὲν ἵνα παράδοξος ἡ τῶν ἐγγόνων σπορὰ φαίνηται θαυματουργη‐ θεῖσα, δεύτερον δὲ ὑπὲρ τοῦ μὴ συνουσίᾳ μᾶλλον ἀνδρὸς | |
5 | ἀλλ’ ἐπιφροσύνῃ θεοῦ συλλαμβάνειν τε καὶ τίκτειν. Τὸ γὰρ στεῖραν οὖσαν ἀποκύειν οὐ γεννήσεως ἀλλὰ θείας δυνά‐ | |
μεως ἔργον ἦν. | 131 | |
QGen.320a | ‖ Ἴσον ἐστὶ τὸ μὴ ζηλότυπον ὁρᾶν ἀστῆς καὶ γαμετῆς καὶ συγγενίδος ἐν ταὐτῷ, τὴν ἀτεκνίαν αὐτῆς ἐπανορθουμένης διὰ θεραπαίνης, ἣν ἔχουσα παλλακίδα τοῦ ἀνδρὸς ἀποφαίνει. Οὐ μὴν ἀλλὰ καὶ φιλανδρίας ὑπερβολὴ διασημαίνεται· | |
QGen.320b | ἐπειδὴ γὰρ στεῖρα εἶναι ἐδόκει, οὐκ ἐδικαίωσε τὸν τοῦ ἀνδρὸς οἶκον ἐν ἀπαιδίᾳ καταλιπεῖν, τὸ ἐκείνου λυσιτελὲς | |
πρὸ τῆς ἰδίας ἀσφαλείας τιθεμένη. ‖ | 132 | |
QGen.3.21 | Ἐπισφραγίζεται ὁ θεολόγος τὸν γάμον τῶν ὁσίων διὰ τοὺς ἀκρατεῖς· οὗτοι γάρ, ἕνεκα παλλακίδων αἷς ἐπεμά‐ νησαν, ὀλιγωροῦσι τῶν ἀστῶν. Διόπερ εἰσάγει τὸν σπου‐ δαῖον τότε βεβαιότατον ἄνδρα τῆς γαμετῆς, ὅτε παλλακίδι | |
5 | χρῆσθαι παρήγγελλον οἱ καιροί· καὶ τότε παγιωτέραν γυναῖκα τὴν ἀστήν, ὅτε παρεισῆλθεν ἑτέρα. Πρὸς μὲν γὰρ τὴν παλλακίδα μίξις ἦν σωμάτων ἕνεκεν γενέσεως παίδων, πρὸς δὲ τὴν γαμετὴν ἕνωσις ψυχῆς ἁρμοζομένης | |
ἔρωτι οὐρανίῳ. ‖ | 133 | |
QGen.3.22 | ‖ «Καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς». Κατὰ καιρὸν κυρίαν ἐκάλεσεν ὅτε ‖ παρὰ τῆς θεραπαίνης ἠλάττωται ‖. Τοῦτο δὲ ‖ καὶ εἰς πάντα διατείνει τοῦ βίου τὰ πράγματα. Κυριώτερος γὰρ ὁ φρόνιμος πένης | |
5 | ἄφρονος πλουσίου, καὶ ὁ ἄδοξος ἐνδόξου, καὶ ὁ νοσῶν ὑγιαίνοντος. Τὰ μὲν γὰρ σὺν φρονήσει, πάντα ‖ κύρια· τὰ δὲ ἐν ἀφροσύνῃ, δοῦλα καὶ ἄκυρα. ‖ Οὐκ εἶπε δὲ ‘ἠτίμασε τὴν κυρίαν αὐτῆσ‘, ἀλλ’ «ἠτιμάσθη ἡ κυρία»· ‖ οὐ γὰρ ἐθέλει κατηγορεῖν, δηλῶσαι δὲ τὸ συμβεβηκός. | |
QGen.3.23 | ‖ «Ἀδικοῦμαι ἐκ σοῦ». ‖ Τὸ «ἐκσοῦ» [οὐκ ἀντὶ τοῦ «ὑπὸ σοῦ» φασιν· οὐ γὰρ κατηγορεῖ τοῦ Ἀβραὰμ] ἣ διὰ πάσης αὐτὸν ἦγε τιμῆς καὶ κύριον ὀνομάζουσα· ἄμεμπτον γὰρ οἴεται δεῖν τηρεῖν τὸν | 134 |
5 | ἀγαθὸν καὶ ὑπὸ τῆς γαμετῆς. [Ἀλλ’ ἔστι χρονικὸν τῷ ἑξῆς συναπτόμενον]· «ἐξ οὗ» [σοι καὶ ἀφ’ οὗ] χρόνου «[ἐγὼ] | |
δέδωκα τὴν παιδίσκην μου». ‖ | 135 | |
QGen.3.24 | [Ὁ δὲ σοφὸς ὄντως] Ἀβραὰμ «ἰδού», φησίν, «ἡ παι‐ δίσκη σου». ‖ Ἔπαινον ἔχει τὸ ῥητὸν τοῦ σοφοῦ μήτε γυναῖκα μήτε γαμετὴν ἀλλὰ παιδίσκην εἰπόντος τῆς γαμετῆς τὴν ἐξ | |
5 | αὐτοῦ κύουσαν. ‖ | |
QGen.3.26 | Οὐ πᾶσα ψυχὴ δέχεται νουθεσίαν· ἀλλ’ ἡ μὲν ἵλεως ἀγαπᾷ τοὺς ἐλέγχους καὶ τοῖς παιδεύουσι μᾶλλον οἰκειοῦται, ἡ δὲ ἐχθρὰ μισεῖ καὶ ἀποστρέφεται καὶ ἀποδιδράσκει, τοὺς πρὸς ἡδονὴν λόγους τῶν ὠφελεῖν δυναμένων προκρίνουσα. | 136 |
QGen.3.27 | ‖ Σοῦρ τεῖχος [ἢ εὐθυσμός]. ‖ | 137 |
QGen.3.29 | [Φίλω〈νοσ〉]. —Τὸ ἀνυπόκριτον ἦθος ἐπαινετόν, καὶ φίλον ἡ ἀλήθεια. Διὸ καὶ νῦν ἄξιον ἀποδέχεσθαι τὸ ἀψευδὲς τῆς διανοίας ὁμολογούσης ὃ πέπονθεν, ὅτι τὸ πρόσωπον, λέγω δὲ τὴν φαντασίαν τῆς ἀρετῆς καὶ σοφίας, καταπέ‐ | |
5 | πληκται. Τὸ ἐξουσιαστικὸν καὶ βασιλικὸν εἶδος αὐτῆς τέθηπεν, ὡς μὴ ὑπομένειν τὸ μέγεθος καὶ ὕψος θεωρεῖν | |
ἀλλ’ ἀποδιδράσκειν. Ἔνιοι γὰρ οὐ μίσει τῷ πρὸς ἀρετὴν φεύγουσιν αὐτὴν ἀλλ’ αἰδοῖ, κρίνοντες ἑαυτοὺς ἀναξίους | 138 | |
τῇ δεσποίνῃ συμβιοῦν. | 139 | |
QGen.330a | ‖ Τὸ ὑποτάττεσθαι τοῖς κρείττοσιν ὠφελιμώτατον | |
QGen.330b | Ὁ μαθὼν ἄρχεσθαι καὶ ἄρχειν εὐθὺς μανθάνει· οὐδὲ γάρ, εἰ πάσης γῆς καὶ θαλάττης τὸ κράτος ἀνάψαιτό τις, ἄρχων ἂν εἴη πρὸς ἀλήθειαν, εἰ μὴ μάθοι καὶ προπαιδευθείη | |
τὸ ἄρχεσθαι. | 140 | |
QGen.338a | ‖ Ὁ γὰρ ἓξ [ἀριθμὸς γεννητικώτατός] ἐστιν ὡς ἀρτιοπέριττος, μετέχων καὶ τῆς δραστικῆς οὐσίας κατὰ τὸν περιττὸν καὶ τῆς ὑλικῆς ‖ κατὰ τὸν ἄρτιον. Ὅθεν καὶ ἀρχαῖοι γάμον καὶ ἁρμονίαν αὐτὸν ἐκάλεσαν. ‖ | |
QGen.338b | ‖ [Μακαρία] φύσις ἡ ἐπὶ παντὶ χαίρουσα καὶ μηδενὶ δυσαρεστοῦσα τῶν ἐν τῷ κόσμῳ τὸ παράπαν, ἀλλ’ εὐαρε‐ στοῦσα τοῖς γινομένοις ὡς καλῶς καὶ συμφερόντως γινο‐ | |
μένοις. | 141 | |
QGen.3.43 | Πατὴρ ἐκλεκτὸς ἤχους [ἢ πατὴρ ἔθνων]. | 142 |
QGen.3.48 | ‖ Οἴησις, ὡς ὁ τῶν ἀρχαίων λόγος, ἐστὶν ἐκκοπὴ προκοπῆς· ὁ γὰρ κατοιόμενος βελτίωσιν οὐκ ἀνέχεται. ‖ | |
QGen.349a | ‖ Κατὰ γὰρ τοὺς Πυθαγορικούς, ὁμολογία [καὶ πειθὼ] ἡ ὀκτὼ καλεῖται. ‖ Πρῶτος γάρ ἐστι κύβος ‖ τὴν τοῦ παντὸς αἰσθητοῦ ἰδέαν περιέχων κατά τε μῆκος καὶ πλάτος καὶ βάτος, καὶ καλῶς ὁμολογία καλοῖτ’ ἄν· | |
5 | ἐν αὐτῷ γὰρ τὰ περιττὰ τοῖς ἀρτίοις ὡμολόγησαν. ‖ | |
QGen.349b | ‖ Ὁ γὰρ ἓξ ἀριθμὸς γεννητικώτατός ἐστιν ὡς ἀρτιοπέριττος, [μετέχων καὶ τῆς δραστικῆς οὐσίας κατὰ τὸν περιττὸν καὶ τῆς ὑλικῆς κατὰ τὸν ἄρτιον]. Ὅθεν | |
καὶ ἀρχαῖοι γάμον καὶ ἁρμονίαν αὐτὸν ἐκάλεσαν. ‖ | 143 | |
QGen.3.52 | Οὐδὲν τῶν ἀκουσίων ἔνοχον ἀποφαίνει ὁ νόμος ὁπότε καὶ τῷ φόνον ἀκούσιον δράσαντι συγγινώσκει. ‖ Τὸ δὲ ὀκτὼ ἡμερῶν μετὰ γέννησιν βρέφος εἰ μὴ περιτέτμηται, τί ἀδικεῖ ὡς καὶ θανάτου τιμωρίαν ὑπομένειν; Ἔνιοι μὲν οὖν φήσου‐ | |
5 | σιν ἀναφορικὸν εἶναι τὸν τῆς ἑρμηνείας τρόπον ἐπὶ τοὺς γονεῖς, ἐκείνους [κολάζειν] οἴεται [δεῖν ὡς] ὠλιγωρη‐ κότας τῆς τοῦ νόμου διατάξεως· ἔνιοι δὲ ὅτι, ὑπερβολῇ χρώμενος, κατὰ τοῦ βρέφους, ὅσα τὸ δοκεῖν, ἠγανάκτησεν, ἵνα τοῖς τελείοις καταλύουσι τὸν νόμον ἀπαραίτητος | 144 |
10 | ἐπάγηται τιμωρία. ‖ | |
QGen.3.58 | ‖ «Ναὶ ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν». | |
‖ Ἡ ὁμολογία, φησίν, ἡ ἐμή, κατάφασίς ἐστιν ἀκραι‐ φνής, ἀμιγὴς ἀρνήσεως, καὶ ἡ σὴ πίστις οὐκ ἀμφίβολος ἀλλ’ ἀνενδοίαστος, αἰδοῦς καὶ ἐντροπῆς μετέχουσα. Ὅθεν | 145 | |
5 | ὃ προείληφας γενησόμενον διὰ τὴν πρὸς ἐμὲ πίστιν, γενήσεται πάντως. Τοῦτο γὰρ μηνύει τὸ «ναί». | |
QGen.3.61 | ‖ Ὁ γὰρ τῶν δεκατριῶν ἀριθμὸς συνέστηκεν ἐκ τῶν πρώτων δυοῖν τετραγώνων, τοῦ τέσσαρα καὶ τοῦ ἐννέα— ἀρτίου τε καὶ περιττοῦ—πλευρὰς ἐχόντων τοῦ μὲν ἀρτίου τὸ ὑλικὸν εἶδος δυάδα, τοῦ δὲ περιττοῦ τὴν δραστήριον | |
5 | ἰδέαν ‖ τριάδα· οὗτος [οὖν ὁ ἀριθμὸς] ἡ μεγιστὴ καὶ | |
τελειοτατὴ τῶν ἑορτῶν γέγονε τοῖς ἀρχαιοῖς ἐπιτήρησις. ‖ | 146 | |
QGen.48a | ‖ Μεγίστη δὲ ἡ τῆς τριάδος καὶ κατ’ αἴσθησιν | |
δύναμις· ὁ γὰρ κατ’ αὐτὴν ἀριθμὸς τοῖς γεννητοῖς ἐπι‐ δέδωκε γένεσιν, αὔξησιν, τροφήν. Καὶ οὐχ ἁπλῶς εἴρηται· «τριχθὰ δὲ πάντα δέδασται». | 147 | |
QGen.48b | [Διὰ μὲν τοῦτο] οἱ Πυθαγόρειοι τριάδα μὲν ἐν ἀριθμοῖς, ἐν δὲ σχήμασι τὸ ὀρθογώνιον τρίγωνον ὑποτίθενται στοιχεῖον τῆς τῶν ὅλων γενέσεως. Ἓν μὲν οὖν μέτρον ἐστί, καθ’ ὃ συνέστη ὁ ἀσώματος καὶ νοητὸς κόσμος· δεύτερον δὲ μέτρον, | |
5 | καθ’ ὃ ἐπάγη ὁ αἰσθητὸς οὐρανός, πέμπτην λαχὼν καὶ θειοτέραν οὐσίαν, ἄτρεπτον καὶ ἀμετάβολον· τρίτον δέ, καθ’ ὃ ἐδημιουργήθη τὰ ὑπὸ σελήνην ἐκ τῶν τεσσάρων δυνάμεων ‖, γένεσιν καὶ φθορὰν ἐπιδεχόμενα. ‖ | |
QGen.48c | ‖ Τὸ ἀμυήτοις ἐκλαλεῖν μυστήρια καταλύοντός ἐστι | |
τοὺς θεσμοὺς τῆς ἱερωτάτης τελετῆς. ‖ | 148 | |
QGen.4.20 | ‖«Συμπροπέμπων αὐτούς». ‖Μόλις διαζεύγνυται δυσαποσπάστως ἔχων ὡς βού‐ | |
λεσθαι καὶ ‖ ἀποδημεῖν. ‖ Ἄμεινον δὲ τοῦ ‘πέμπειν‘ τὸ ‘παραπέμπειν‘, κοινωνικώτατον ἦθος ἐμφαῖνον. ‖ | 149 | |
QGen.4.23 | ‖ Ἑρμηνεύεται τύφλωσις ἢ στείρωσις. ‖ | 150 |
QGen.4.30 | Τῷ μὲν Ἀβραὰμ φαίνονται τρεῖς καὶ μεσημβρίας· τῷ δὲ Λὼτ δύο καὶ ἑσπέρας. Φυσικώτατα διαφορὰν εἰσηγεῖται [ὁ νόμος] τελείου καὶ προκόπτοντος. Ὁ μὲν οὖν τέλειος τριάδα φαντασιοῦται [ἐν ἀσκίῳ φωτὶ καὶ μεσημβρινῷ], | |
5 | μεστὴν καὶ ἄκενον καὶ πληρεστάτην οὐσίαν· ὁ δὲ δυάδα, διαίρεσιν καὶ τομὴν καὶ κενὸν ἔχουσαν [ἐν ἑσπερινῷ | 151 |
σκότει]. ‖ | 152 | |
QGen.433a | ‖ Στενοχωρεῖται πᾶς ἔφρων θλιβόμενος ὑπὸ φιλαρ‐ γυρίας καὶ φιλοδοξίας καὶ φιληδονίας καὶ τῶν ὁμοιοτρόπων· ἅπερ οὐκ ἐᾷ τὴν διάνοιαν ἐν εὐρυχωρίᾳ διάγειν. | |
QGen.433b | Πάγκαλον οὖν δόγμα ὅτι τῷ μὲν σοφῷ πάντα ἀναπέ‐ παυται τὰ ἐν κόσμῳ, πρὸς ἐνδιαίτημά τε καὶ θέαν τῶν κατὰ μέρος, τῷ δὲ μὴ τοιούτῳ οὐδὲ ἴδιος οἶκος ἀλλ’ οὐδὲ ὁ νοῦς αὐτός, φυρόμενος καὶ ὑβριζόμενος ὑπὸ τῶν ὥσπερ | |
5 | εἰς πανδοχεῖον εἰσιόντων. ‖ | 153 |
QGen.4.40 | ‖ Νόμος ἔστω, κατὰ τῶν τὰ σεμνὰ καὶ θεῖα μὴ σεμνῶς καὶ θεοπρεπῶς ὁρᾶν ἀξιούντων, κόλασιν ἐπιφέρειν ἀορασίας. | |
QGen.4.43 | Οἱ ἐν ταῖς ἀφθόνοις χορηγίαις πλούτου καὶ δόξης καὶ τῶν ὁμοιοτρόπων ὑπάρχοντες, καὶ ἐν ὑγιείᾳ καὶ εὐαισθησίᾳ σώματος καὶ εὐεξίᾳ ζωῆς καὶ τὰς διὰ πασῶν τῶν αἰσθήσεων ἡδονὰς καρπούμενοι, νομίζοντες τῆς ἄκρας εὐδαιμονίας | |
5 | ἀφῖχθαι, μεταβολὴν οὐ προσδοκῶσιν, ἀλλὰ καὶ τοὺς λέγοντας ὅτι πάντα περὶ τὸ σῶμα καὶ ἐκτὸς ἐπικαίρως ἔχει, γέλωτα | |
καὶ χλεύην τίθενται. ‖ | 155 | |
QGen.447a | ‖ Ὁ 〈μὲν〉 σοφὸς ἠρεμίαν καὶ ἀπραγμοσύνην καὶ σχολὴν μεταδιώκει, ἵνα τοῖς θείοις θεωρήμασιν ἐν ἡσυχίᾳ ἐπιτύχῃ· | 156 |
QGen.447b | ὁ 〈δὲ〉 φαῦλος πόλιν τε καὶ τὸν κατὰ πόλιν ὄχλον τε καὶ φυρμὸν ἀνθρώπων ὁμοῦ καὶ πραγμάτων [μεταδιώκει]. Φιλοπραγμοσύναι γὰρ καὶ πλεονεξίαι, δημοκοπίαι τε καὶ δημαρχίαι τῷ τοιούτῳ τιμαί· τὸ δὲ ἡσυχάζειν, ἀτιμότα‐ | |
5 | τον. ‖ | 157 |
QGen.451a | Διὰ τί «ἐξῆλθεν ὁ ἥλιος ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ, καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα», [καὶ τὰ ἑξῆς]; [Καί φησιν·] Ὁ αὐτὸς χρόνος γίνεται καὶ τοῖς προ‐ | |
5 | κόπτουσιν εἰς σωτηρίαν καὶ τοῖς ἀνιάτως ἔχουσιν εἰς κόλα‐ σιν· ἐν ἀρχῇ δὲ ἡμέρας, εὐθὺς ἀνατείλαντος τοῦ ἡλίου, τὴν δίκην ἐπάγει, βουλόμενος ἐπιδεῖξαι ὅτι ἥλιος καὶ ἡμέρα καὶ φῶς καὶ ὅσα ἄλλα ἐν κόσμῳ καλὰ καὶ τίμια, μόνοις ἀπονέμεται τοῖς ἀστείοις, φαύλῳ δὲ οὐδενὶ τῶν | 158 |
10 | ἀθεράπευτον κακίαν ἐχόντων. | |
QGen.451b | «Ἐκ τοῦ οὐρανοῦ» ἐξ οὗ γίνονται οἱ ἐτήσιοι χειμῶνες 〈καὶ〉 ὑετοὶ πρὸς αὔξησιν τῶν φυομένων ὅσα σπαρτὰ καὶ δένδρα, πρὸς γένεσιν καρπῶν εἰς ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων τροφάς, καταρραγῆναί φησι «[τὸ] θεῖον καὶ [τὸ] | |
5 | πῦρ» ἐπὶ φθορᾷ τῶν κατὰ γῆν ἁπάντων· ἵν’ ἐπιδείξηται ὅτι καὶ τῶν καιρῶν καὶ τῶν ἐτησίων ὡρῶν αἴτιος οὔτ’ οὐρα‐ νὸς οὔθ’ ἥλιος οὔθ’ αἱ τῶν ἄλλων ἀστέρων χορεῖαι καὶ | |
περιπολήσεις, ἀλλ’ ἡ τοῦ πατρὸς δύναμις. ‖ Δηλοῖ δὲ καὶ ἡ τεθαυματουργημένη πρᾶξις οὐ τὸ καθεστὸς ἐπὶ | 159 | |
10 | τῶν στοιχείων ἔθος ἀλλά τινα δύναμιν αὐτοκρατῆ καὶ αὐτεξούσιον μεταστοιχειοῦσαν, ὡς ἂν προέληται, τὰ σύμ‐ παντα. | |
QGen.451c | Φύσει μὲν γὰρ κοῦφα θεῖον καὶ πῦρ ἐστι καὶ διὰ τοῦτο ἄνω φοιτᾷ· τὸ δὲ τῆς ἀρᾶς κεκαινουργημένον ἤλλαξε πρὸς τοὐναντίον τὴν κίνησιν, ἄνωθεν κάτω βια‐ ζόμενον ἐνεχθῆναι τὰ κουφότατα ὡς τὰ τῶν ὄντων βαρύ‐ | |
5 | τατα. ‖ | 160 |
QGen.452a | ‖ Οἱ [δὲ] ἄγγελοι παραγγέλλουσι μὴ ἀποκλίνειν ὀπίσω. Ἤιδεσαν [γὰρ] ὅτι οἱ μὲν ἴσως ἐφησθήσονται ταῖς συμφοραῖς ἰδόντες. | |
QGen.452b | Χαίρειν δὲ ἐπὶ ταῖς ἑτέρων ἀτυχίαις, εἰ καὶ δίκαιόν ποτε, ἀλλ’ οὐκ ἀνθρώπινον· τὸ γὰρ μέλλον ἄδηλον. ‖ | |
QGen.452c | Οἱ δὲ ἴσως μαλακισθήσονται καὶ πλέον τοῦ μετρίου δυσανασχετήσουσι περιαλγοῦντες, ἡττώμενοι φίλων καὶ συνηθείας ‖. | |
QGen.452d | Καὶ πάλιν αὕτη τρίτη αἰτία ‖. Θεοῦ, φησί, κολά‐ ζοντος, ὦ ἄνθρωποι, μὴ κατανοεῖτε. Ἀπόχρη γὰρ ὑμῖν τοῦτο γνῶναι ὅτι ὑπέμειναν τιμωρίαν οὓς ἐχρῆν· τὸ δὲ πῶς ὑπέμειναν περιεργάζεσθαι, προπετείας καὶ θράσους | |
5 | ἐστίν, οὐκ εὐλαβείας. ‖ | 162 |
QGen.4.59 | (Κάδης) ἅγιον. (Σοῦρ) τεῖχος [ἢ εὐθυσμός]. | |
QGen.4.64 | ‖ Οὐχ ὡς τὸ ἑκουσίως ἁμαρτάνειν ἐστὶν ἄδικον, οὕτω τὸ ἀκουσίως καὶ κατ’ ἄγνοιαν εὐθὺς δίκαιον, ἀλλὰ τάχα που μεθόριον ἀμφοῖν δικαίου καὶ ἀδίκου, τὸ ὑπό τινων καλούμενον ἀδιάφορον· ἁμάρτημα γὰρ οὐδὲν ἔργον δικαιο‐ | 163 |
5 | σύνης. ‖ | |
QGen.4.67 | Οὐ πάντα ἀληθῆ λεκτέον ἅπασιν· ὅθεν καὶ νῦν ὁ ἀστεῖος ὅλον οἰκονομεῖ τὸ πρᾶγμα μεταθέσει καὶ ἀπαλλαγῇ τῶν ὀνομάτων. ‖ | |
QGen.4.69 | ‖ Τὸ δὲ «πάντα ἀλήθευσον» ἀφιλοσόφου καὶ | |
ἰδιώτου παράγγελμα. Εἰ μὲν γὰρ ὁ τῶν ἀνθρώπων βίος εὐωδεῖ μηδὲν παραδεχόμενος ψεῦδος, εἰκὸς ἦν ἐπὶ παντὶ πρὸς πάντας ἀληθεύειν. Ἐπειδὴ δὲ ὑπόκρισις ὡς ἐν θεάτρῳ | 164 | |
5 | δυναστεύει καὶ τὸ ψεῦδος παραπέτασμα τῆς ἀληθείας ἐστί, τεχνῆς δεῖ τῷ σοφῷ πολυτρόπου, καθ’ ἣν ὠφελήσει, μιμού‐ μενος τοὺς ὑποκριτὰς οἳ ἄλλα λέγοντες ἕτερα δρῶσι ὅπως | |
διασώσωσιν οὓς δύνανται. ‖ | 165 | |
QGen.4.72 | Ἀρβόχ· τετραγώνῳ | |
Χεβρών· συζυγὴ ἢ ἑταιρία | 166 | |
QGen.4.74 | ‖ Ὄντως γὰρ ὁ σοφίας ἐραστὴς οὐδενὶ τῶν εἰκαιοτέρων, κἂν συμπεφυκὼς τυγχάνῃ, σύνεστι ἢ συνδιατρίβει πονηρο‐ τάτῳ, διεζευγμένος διὰ λογισμῶν, δι’ οὓς οὔτε συμπλεῖν οὔτε συναποδημεῖν οὔτε συμπολιτεύεσθαι οὔτε συζῆν | |
5 | λέγεται. ‖ | 167 |
QGen.476a | ‖ Τῶν μὲν ἀφρόνων βασιλεὺς οὐδείς, κἂν τὸ πάσης γῆς καὶ θαλάττης κράτος ἀνάψηται, μόνος δὲ ὁ ἀστεῖος καὶ θεοφιλής, | |
QGen.476b | κἂν τῶν παρασκευῶν καὶ τῶν χορηγιῶν ἀμοιρῇ, δι’ ὧν οἱ πολλοὶ κρατύνονται τὰς δυναστείας. Ὥσπερ γὰρ τῷ | |
κυβερνητικῆς ἢ ἰατρικῆς ἢ μουσικῆς ἀπείρῳ παρέλκον πρᾶγμα οἴακες καὶ φαρμάκων σύνθεσις καὶ αὐλοὶ καὶ κιθάραι, | 168 | |
5 | διότι μηδενὶ τούτων δύνασθαι χρῆσθαι πρὸς ὃ πέφυκε, κυβερνήτῃ δὲ καὶ ἰατρῷ καὶ μουσικῷ λέγοιτ’ ἂν ἐφαρμόζειν δεόντως, οὕτως, ἐπειδὴ τέχνη τίς ἐστι βασιλικὴ καὶ τεχνῶν ἀρίστη, τὸν μὲν ἀνεπιστήμονα χρήσεως ἀνθρώπων ἰδιώτην | |
νομιστέον, βασιλέα δὲ μόνον τὸν ἐπιστήμονα. ‖ | 169 | |
QGen.479a | Ἐφρὼν ἑρμηνεύεται χοῦς [λιπαρός]. | |
QGen.479b | Χέτ· ἔκστασις. | |
QGen.4.80 | ‖ «Τὸ σπήλαιον τὸ διπλοῦν». ‖ Δύο εἰσὶν ἀντρώδεις ὑπώρειαι, ἡ μὲν ἐκτός, ἡ δὲ | |
εἴσω· ἢ δύο περίβολοι, ὁ μὲν περιέχων, ὁ δὲ περιεχόμενος. ‖ | 170 | |
QGen.4.81 | ‖ Τοῦ Ἀβραὰμ μόνον τὸ σπήλαιον αἰτοῦντος, ὁ Ἐφρὼν καὶ τὸν ἀγρὸν ἐπιδίδωσιν. ‖ [ἐπειδὴ] ἀγάμενος τὸν ἄνδρα καὶ τὴν σοφίαν ᾗ χρώμενον ἑώρᾳ, τὰς χάριτας ἀφθόνους ἐπιδαψιλεύεσθαι | |
5 | ᾤετο δεῖν. ‖ | 171 |
QGen.486a | [Λεκτείη δ’ ἂν καὶ ὅτι] ἐπὶ μνηστείαν καὶ γάμον [πέμπων τὸν παῖδα ὁ Ἀβραάμ], κατὰ τῶν γαμικῶν ὀργάνων ἐξώρκισε. | |
QGen.486b | [Διὰ τούτων] αἰνίττεται καθαρὰν ὁμιλίαν καὶ γάμον ἀνεπίληπτον, οὐχ ἡδονὴν ἔχοντα τὸ τέλος ἀλλὰ γνησίων παίδων σποράν. ‖ | |
QGen.4.88 | Διὰ τί [δὲ] μὴ τῷ υἱῷ παραγγέλλει μὴ λαβεῖν Χανανίτιν, ὥσπερ ὕστερον τῷ Ἰακὼβ οἱ γονεῖς, ἀλλὰ τῷ παιδί; ‖ [Καίτοι] τελείου τυγχάνοντος Ἰσαὰκ καὶ ἡλικίαν ἔχοντος γάμου, ‖ καὶ εἰ μὲν ἤμελλε πείθεσθαι εἰκὸς ἦν | |
5 | αὐτῷ μᾶλλον παρεγγυᾶν, εἰ δὲ ἀπειθεῖν, περιττὴ τοῦ παιδὸς ἡ διακονία. Τὸ γὰρ εἰπεῖν ὅτι, χρησμῷ ‖ τῆς γῆς ἐξελθῶν, πέμπειν εἰς αὐτὴν οὐκ ἠξίου τὸν υἱόν, [εἰ καὶ εὔλογον, ὅμως ἀπαρέσκει τισί], διὰ τὸ μηδ’ ἂν τὸν Ἰακώβ, [εἰ | |
τοῦτο ἦν ἀληθές], ὑπὸ τῶν γονέων ἐνταῦθα πεμφθῆναι. | 172 | |
QGen.4.93 | Ναχώρ· ἀνάπαυσιν φωτός | 173 |
QGen.497,1 | Tradition 1: Βαθουήλ· [ἔνοικον θεοῦ ἢ] θυγατέρα θεοῦ ‖. Ῥεβέκκαν· ὑπομονήν. | |
QGen.497,2 | Tradition 2: Ῥεβέκκα ἑρμηνεύεται ὑπομονὴ [πολλή]. | |
Βαθουήλ, [ἔνοικος θεοῦ]. | 174 | |
QGen.4.99 | ‖ Ἀναιδὲς βλέμμα καὶ μετέωρος αὐχὴν καὶ συνεχὴς κίνησις ὀφρύων καὶ βάδισμα σεσοβημένον καὶ τὸ ἐπὶ μηδενὶ τῶν φαύλων ἐρυθριᾶν σημεῖά ἐστι ψυχῆς αἰσχίστης, τοὺς ἀφανεῖς τῶν οἰκείων ὀνείδων τύπους ἐγγραφούσης τῷ | |
5 | φανερῷ σώματι. ‖ | 175 |
QGen.4.100 | ‖ Φυσικώτατα ταῦτα εἶναι δέδεικται ‖ κατάβασιν μὲν ψυχῆς τὴν διὰ οἰήσεως ἀνάβασιν, ἄνοδον δὲ καὶ ὕψος τὴν ἀλαζονείας ὑπονόστησιν. ‖ | |
QGen.4102a | Ἄξιον ἀποδέχεσθαι τὸ μηδενὸς ὀρέγεσθαι τῶν ὑπὲρ δύναμιν· πᾶν γὰρ τὸ συμμετρίαν ἔχον, ἐπαινετόν. ‖ | |
QGen.4102b | Ἀναγκαῖον οὖν τῷ μὲν εὐφυεῖ πλείους εἶναι τὰς διδα‐ σκαλίας, ἐλάττους δὲ τῷ ἀφυεῖ, διὰ τὴν ἐν ταῖς ἀναλογίαις ἀρίστην ἰσότητα. ‖ | |
QGen.4102c | Καὶ τοῦτό γέ ἐστι βιωφελέστατον ἴσον. | 176 |
QGen.4.104 | ‖ Οὐχ ὡς δύναται διδάσκειν ὁ διδάσκαλος οὕτω καὶ μανθάνειν ὁ γνώριμος· ἐπειδὴ ὁ μὲν τέλειος, ὁ δὲ ἀτελής ἐστιν. Ὅθεν προσήκει στοχάζεσθαι τῆς τοῦ παιδευομένου | |
δυνάμεως. | 177 | |
QGen.4110a | ‖ Ἀκοῦσαι δεῖ πρῶτον, εἶτα ἐργάσασθαι· μανθάνομεν γὰρ οὐ τοῦ μαθεῖν χάριν ἀλλὰ τοῦ πρᾶξαι. ‖ | |
QGen.4110b | ‖ Διαφέρει δὲ μονὰς ἑνὸς ᾗ διαφέρει ἀρχέτυπον εἰκόνος· παράδειγμα μὲν γὰρ ἡ μονάς, μίμημα δὲ τῆς μονάδος τὸ ἕν. | |
QGen.4.130 | ‖ Δεῖ γὰρ πάσης πράξεως καθαρᾶς ἄρχειν τὴν πρὸς θεὸν εὐχαριστίαν καὶ τιμήν· διὰ τοῦτο ὁ παῖς προσκυνεῖ | |
πρότερον, εἶτα χαρίζεται τὰ δῶρα. ‖ | 178 | |
QGen.4.131 | Μετανενοήκασιν οἱ πρὸ μικροῦ λέγοντες· «Ἰδοῦ Ῥεβέκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε.» | |
QGen.4.144 | Διὰ τί [δὲ ὁ παῖς], ὑφ’ ἑτέρου πεμφθεὶς ἐπὶ τὴν πρεσ‐ βείαν, ἑτέρῳ ἀποπρεσβεύει; «Διηγήσατο» [γάρ], φησί, τῷ Ἰσαὰκ ‖». ‖ Εὐαγγελίζεται τούτῳ δι’ ὃν ἐπέμφθη· καὶ ‖ | |
5 | προτέρω [δὲ] ἐνέτυχε κατὰ τὴν ὁδόν. Πάντως δὲ καὶ τῷ | |
Ἀβραὰμ ‖ εἶπεν, εἰ καὶ μὴ ‖ γέγραπται. ‖ | 179 | |
QGen.4.145 | Διὰ τί οὐκ εἰς τὸν τοῦ πατρὸς οἶκον ἀλλ’ εἰς τὸν τῆς μητρὸς εἰσέρχεσθαι λέγεται Ἰσαὰκ ἐπὶ γάμῳ; ‖ ‖ Ὅτι ὁ μὲν πατὴρ πλείους ἀγαγόμενος γυναῖκας, δυνάμει καὶ πλείους ἔσχεν οἴκους. Οἶκος γὰρ οὐ μόνον | |
5 | λέγεται τὸ οἰκοδόμημα, ἀλλὰ καὶ τὸ ἐξ ἀνδρὸς καὶ γυναικὸς καὶ τέκνων σύστημα. Ἡ δὲ μέχρι τελευτῆς ἐπέμεινε τῷ κουριδίῳ, ὡς διὰ τοῦτο καὶ ἕνα οἶκον ἐσχηκέναι δοκεῖν. ‖ | 180 |
QGen.4.148 | Διαφορὰν [δέ] φασιν ὑπαρχόντων καὶ δομάτων ‖. Τὸ μὲν γὰρ σημαίνει τὰ κτήματα καὶ ὅσα βέβαια τῶν κειμη‐ λίων· δόματα δὲ τὰ χειρόδοτα [καὶ] ὧν ἡ χρῆσις ἐφήμε‐ | |
ρος. ‖ | 181 | |
QGen.4.153 | [Ἄλλος δὲ] προστίθεσθαι[, φησί,] λέγεται λαῷ μήπω γεγονότι. Ἀρχὴ γὰρ αὐτὸς καὶ προπάτωρ τοῦ γένους ἐστί· τὸν οὖν μέλλοντα δι’ αὐτὸν γενέσθαι ὡς γεγονότα χαριζό‐ μενος αὐτοῦ τῷ θεοπρεπεῖ τῶν ἀρετῶν ἱδρύεται, ᾧ καὶ | |
5 | λέγεσθαι προστίθεσθαι. | 182 |
QGen.4.161 | Ἠσαῦ ἑρμηνεύεται ποίησις ἢ δρύϊνος [κατὰ Φίλωνα] ... | |
QGen.4163 1 | (Ἰακώβ) [πτερνίζων ἢ] πτερνιστής. | |
QGen.4163 2 | [Ἠσαῦ ἑρμηνεύεται ... κατὰ Φίλωνα], Ἰακὼβ δὲ πτερ‐ | |
νιστής. | 183 | |
QGen.4.166 | Τίς [δὲ] οὐκ ἂν ἀγάσαιτο τὸ «ἠγάπησε τὸν Ἠσαῦ· ἡ δὲ Ῥεβέκκα ἠγάπα τὸν Ἰακώβ»; Τὸ μὲν γὰρ ‖ παρελήλυθε, τὸ δὲ ‖ πάρεστι ἀεὶ ‖. Ἡ μὲν γὰρ ἀποδοχὴ τοῦ φαύλου, κἂν συμβῇ ποτε, ὀλιγοχρόνιός ἐστι καὶ ἐφή‐ | |
5 | μερος· ἡ δὲ τοῦ σπουδαίου ‖ ἀθανατίζεται ‖. | 185 |
QGen.4.167 | ‖ [Καὶ] τὸ μὲν σπουδαῖον οὐ δι’ ἕτερόν τι ἀγαπᾶται· ‖ τὸ δὲ μὴ τοιοῦτον ἐκ τῶν χρειῶν· «ἠγάπησε» γάρ, φησίν, «ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ». ‖ | |
QGen.4.168 | ‖ Καὶ τὸ ῥητὸν τῆς διηγήσεως ἔλεγχον ἔχει ἀκολάστου πρὸς νουθεσίαν τῶν θεραπεύεσθαι δυναμένων· ὁ γὰρ τοῦ | |
τυχόντος ἕνεκα προεψήματος ἐξιστάμενος πρεσβείων τῷ νεωτέρῳ, δοῦλος γαστρὸς ἡδονῆς ἀναγραφείς, ὀνειδιζέσθω | 186 | |
5 | μήποτε ζῆλον ἐγκρατείας λαβών. ‖ | |
QGen.4.169 | ‖«Ἦλθε [δὲ] Ἠσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων». Ἐπὶ μὲν τῶν σπουδαίων ἡ ἔκλειψις εἶναι λέγεται πρόσ‐ θεσις· ἐκλείποντες γὰρ τὸν θνητὸν βίον ἀθανάτῳ ζωῇ προστίθενται. Ὁ δὲ φαῦλος ἔκλειψιν ἀναδέχεται μόνον, | |
5 | λιμὸν ἀρετῆς ὑπομένων ἀδιάστατον μᾶλλον ἢ σίτων καὶ ποτῶν. | |
QGen.4.171 | (Ἐδώμ)· Πυρρὸν ἢ γήϊνον. | 187 |
QGen.4.172 | Τὸ μὲν ῥητόν, ὅσα τὸ δοκεῖν, ἐμφαίνει πλεονεξίαν νεωτέ‐ ρου, σφετερίζεσθαι τ〈ὰ〉 ἀδελφοῦ δίκαια ‖ ποθοῦντος· ὁ δὲ σπουδαῖος οὐ πλεονέκτης, ἅτε ὀλιγοδεείας καὶ ἐγκρα‐ | |
τείας ἑταῖρος, ἀλλ’ ὠφελητικὸς ἐν τοῖς μάλιστα. Σαφῶς | 188 | |
5 | οὖν ἐπιστάμενος ὅτι αἱ ἄφθονοι περιουσίαι παντὶ φαύλῳ χορηγοὶ τῶν ἁμαρτημάτων καὶ ἀδικημάτων εἰσίν, ἀναγκαιό‐ τατον ἡγεῖται τὴν προσαναφλέγουσαν ὕλην ὡς πυρὸς τῆς κακίας ἀφαιρεῖν εἰς βελτίωσιν ἠθῶν· ὅπερ οὐ βλάβην ἀλλὰ | |
μεγίστην ὠφέλειαν περιποιεῖ τῷ ζημιοῦσθαι δοκοῦντι. ‖ | 189 | |
QGen.4.173 | ‖ «Ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν» ‖. Λόγιόν ἐστι τὸ εἰρημένον· ὄντως γὰρ ὁ τοῦ φαύλου βίος ἐπὶ θάνατον σπεύδει, καθ’ ἑκάστην ἡμέραν μελετῶν τὸ ἀποθνῄσκειν. Οὔ φησι δὲ ‘ἵνα τί μοι τὰ πρωτοτόκια‘ | |
5 | ἀλλ’ «ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια», τὰ πρὸς ἀρετὴν ἄγοντα καὶ εὐδαιμονίαν. Ἔχω γάρ, φησίν, ἐξαίρετα ἕτερα· τὸ ἥδεσθαι, τὸ ἐπιθυμεῖν, τὸ ἀκολασταίνειν, τὸ πλεονεκτεῖν, | |
καὶ ὅσα τούτων ἀδελφά. | 190 | |
QGen.4.174 | [Ὅθεν ἐπάγει «Καὶ] ἐφαύλισεν Ἠσαῦ τὰ πρωτοτόκια». Χρησμὸς καὶ τοῦτ’ ἐστὶ θεσπέσιος, τῷ προτέρῳ συνᾴδων. Κακίζει γάρ, ὥσπερ ὁ ἀστεῖος τὰ τοῦ φαύλου, καὶ ὁ φαῦλος τὰ τοῦ σπουδαίου, καὶ βουλεύματα καὶ πράξεις καὶ λόγους. | |
5 | Ἀμήχανον γὰρ συμφωνίαν ἐξ ἁρμονίας καὶ ἀναρμοστίας | |
γίνεσθαί ποτε. | 191 | |
QGen.4.179 | ‖ Μεῖζον ἀνθρώπῳ κακὸν ἀφροσύνης οὐδέν ἐστιν, τὸ ἴδιον τοῦ λογιστικοῦ γένους τὸν νοῦν ζημιωθέντι. | |
QGen.4.180 | [Καὶ] «στήσω τὸν ὅρκον μου ὃν ἔστησα τῷ πατρί σου». ‖ Ἀδιαφοροῦσιν ὅρκων λόγοι θεοῦ. Καὶ κατὰ τίνος ἂν ὤμοσεν ὁ θεὸς ὅτι μὴ ἑαυτοῦ; Λέγεται δὲ ὀμνύναι διὰ τὴν ἡμετέραν ἀσθένειαν, τῶν ὑπολαμβανόντων ὡς ἐπ’ ἀνθρώ‐ | |
5 | που διαφέρειν λόγων ὅρκους, οὕτως ἐπὶ θεοῦ. ‖ Ἐπαινεῖ δὲ καὶ τὸν υἱὸν ὡς τῆς πατρῴας ἄξιον εὐγενείας. Οὐ γὰρ ἂν βεβαιότερον ἱδρύετο τὰς μεθ’ ὅρκων γεγενημένας ἐπὶ τοῦ πατρὸς εὐλογίας τῷ υἱῷ, εἰ μὴ καὶ τούτῳ τὴν αὐτὴν | |
ἀρετὴν προσεμαρτύρει. ‖ | 192 | |
QGen.4.184 | ‖ Διαφέρει δικαιώματα νομίμου· τὰ μὲν γάρ πως δύναται συνίστασθαι φύσει, τὰ δὲ νόμιμα θέσει. Πρεσβύτερα | |
δὲ τῶν θέσει τὰ φύσει, ὥστε καὶ τὸ δίκαιον νόμου. | 193 | |
QGen.4.189 | ‖ Μαρτυρία τίς ἐστιν ὅτι τῷ σπουδαίῳ καὶ τὰ κατὰ γεωργίαν καί τ’ ἄλλα περὶ βίον εὐοδοῖ καὶ τὰ ἐπιγινόμενα | |
πολυπλάσια τοῦ ἐξ ἀρχῆς γίνεται. ‖ | 194 | |
QGen.4191a | ‖ Τοῖς ἀβούλοις ἔθος ἐστὶ μήτε στήλας μήτε μνημεῖόν τι ἀπολιπεῖν τῶν καλῶν εἰς εὐδοξίαν συμβαλλόμενον. ‖ | |
QGen.4191b | Ἢ ὅτι, ῥηγνύμενοι φθόνῳ καὶ βασκανίᾳ τῆς περὶ ἐκείνους εὐπραγίας, ὀλιγωροῦσι καὶ τῆς αὑτῶν ὠφελείας, ἄμεινον ἡγούμενοι βλάπτεσθαι μᾶλλον ἢ ὑφ’ ὧν οὐκ ἐθέλου‐ | |
σιν εὐεργετεῖσθαι. | 195 | |
QGen.4191c | Τί γὰρ ἐκώλυεν, εἴποι τις ἄν, ὦ πάντων ἠλιθιώτατοι, τὰς πηγὰς ἐᾶσαι, ἃς ἕτερος εὗρεν, πρὸς τὴν τῶν παρ’ ὑμῖν αὐτοῖς δεομένων χρῆσιν; Ἀλλ’ ἀποκρίνεταί τις· μὴ ζήτει παρὰ βασκάνων ἀπολογίαν εὐγνώμονα, | |
QGen.4191d | ζημίαν ὑπολαμβανόντων τὰς ὑπὸ τῶν βελτίστων | |
προτεινομένας χάριτας. ‖ | 196 | |
QGen.4.193 | ‖ Ἐμφραγέντα τὰ φρέατα ὀρύσσει πάλιν ὁ Ἰσαὰκ ‖ ὅτι φύσει φιλάνθρωπός ἐστι καὶ εὐμενὴς καὶ συγγνώμων ὁ ἀστεῖος, οὐδενὶ μνησικακῶν τὸ παράπαν, ἀλλὰ νικᾶν τοὺς ἐχθροὺς ἀξιῶν ἐν τῷ ποιεῖν εὖ μᾶλλον ἢ βλάπτειν. ‖ | |
QGen.4.194 | Καὶ τὰ αὐτὰ ὀνόματα τίθεται τιμῶν αὐτοῦ τὸν πατέρα | |
‖ καὶ μὴ συγχωρῶν εἰσάπαν τῷ φθόνῳ νικᾶν. ‖ | 197 | |
QGen.47* | Ἐκπορεύεται δὲ πρὸς αὐτὸν Ἀβιμέλεχ καὶ οἱ μετ’ αὐτοῦ, κατάσκοποι μᾶλλον ἢ ἔνσπονδοι γενησόμενοι, καὶ πρὸς ἑκάτερον παρεσκευασμένοι· πόλεμον μὲν εἰ ἀσθενοῦντα κατίδοιεν, εἰρήνην δὲ εἰ δυνατώτερον ἑαυτῶν. | 198 |
QGen.48* | [Φιλοφρονεῖται δὲ ταῖς εὐωχίαις αὐτοὺς] οὐ διὰ τὸν | |
ἔπαινον—οὐ γὰρ κολακείαν ἢ τὴν ἄμουσον θεραπείαν ὁ σόφος ἀσπάζεται—ἀλλὰ ‖ ἀποδεξάμενος αὐτῶν τὴν μετάνοιαν, ἁλῶν καὶ τραπέζης μεταδίδωσι. ‖ | 199 | |
QGen.49* | ‖ Ἀμήχανον ὑπὸ φύσεως ἀνθρωπίνης εὑρεθῆναι τῆς οἱασοῦν ἐπιστήμης τὸ τέλος· ‖ οὐδὲν [γὰρ] ἄνθρωπος ἄκρως οἶδεν ἀλλ’ οἴεται μόνον εἰδέναι. Τὸ δὲ τέλος τῆς | |
γνώσεως ἀνάκειται μόνῳ θεῷ. ‖ | 200 | |
QGen.4.198 | ‖ Δυοῖν ὄντων υἱῶν, τοῦ μὲν ἀγαθοῦ τοῦ δὲ ὑπαιτίου, τὸν μὲν ὑπαίτιον εὐλογήσειν φησίν· οὐκ ἐπειδὴ τοῦ σπου‐ δαίου προκρίνει τοῦτον, ἀλλ’ ὅτι ἐκεῖνον οἶδεν καὶ δι’ ἑαυτοῦ κατορθοῦν δυνάμενον, τοῦτον δὲ τοῖς ἰδίοις τρόποις ἁλι‐ | |
5 | σκόμενον, μίαν δὲ ἔχοντα σωτηρίας ἐλπίδα τὰς εὐχὰς τοῦ πατρός· ὧν εἰ μὴ τύχοι, πάντων ἂν εἴη κακοδαιμονέστα‐ | |
τος. ‖ | 201 | |
QGen.4200a | ‖ «Δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς» ‖. Ἐντεῦθεν ἔστι μαθεῖν τὸ τοῦ σώματος μέγεθος καὶ τὴν ἐκ κατασκευῆς φυσικὴν εὐεξίαν ‖. Ὁ γὰρ ἐν γήρᾳ δύο πίοσιν ἐρίφοις κεχρημένος προσοψήμασι, τίς ἂν ὑπῆρχεν | |
5 | ἐν τῇ νεότητι; Καὶ ταῦτα ὢν ἐγκρατὴς καὶ οὐκ ἄπληστος. ‖ | |
QGen.4200b | ‖ Οὐ διαμάχονται τῶν γονέων αἱ γνῶμαι, καθάπερ | |
ᾠήθησάν τινες, ἀδιαλύτῳ συμβιοῦντες ἁρμονίᾳ. Πρὸς γὰρ τὸ αὐτὸ τέλος σπεύδουσιν, εἰ καὶ κατὰ διαφερούσας ἐπινοίας κεκίνηνται. | 202 | |
QGen.4200c | Βούλεται γὰρ ἡ μὲν τὸν ἀγαθὸν ὧν ἄξιός ἐστι τυχεῖν· ὁ δὲ οὐκ ἀτιμῶσαι τοῦτον τὸν ἐξ ἑαυτοῦ, ἀλλὰ τὴν ἀπορίαν | |
τοῦ σκαιοῦ ἐλέῳ, καθ’ ὅσον ἔστιν, ἐπανορθώσασθαι. ‖ | 203 | |
QGen.4202a | ‖ «[Καὶ] ἐπάξω ἐπ’ ἐμαυτὸν κατάραν» ‖. Ἄξιον καὶ τὴν μητέρα τῆς εὐνοίας θαυμάσαι τὰς κατάρας ὁμολογοῦσαν ἐκδέξασθαι τὰς ὑπὲρ ἐκείνου· καὶ τὸν υἱὸν τῆς εἰς ἀμφοτέρους τοὺς γονεῖς τιμῆς. Ἀνθέλκεται γὰρ | |
5 | ὑπὸ τῆς πρὸς ἑκάτερον εὐσεβείας· τὸν μὲν γὰρ πατέρα μὴ δόξῃ φενακίζειν καὶ ὑφαρπάζειν ἑτέρου γέρας, τὴν δὲ μητέρα μὴ καὶ ταύτης παρακούειν νομισθῇ λιπαρῶς ἐγκειμένης. Ὅθεν φησὶν ἄγαν εὐλαβῶς καὶ ὁσίως οὐχ ‘ὁ πατήρ με καταράσεται‘ ἀλλ’ ‘ἐγὼ τὰς κατάρας | |
10 | ἐπ’ ἐμαυτὸν ἕλξω‘. | |
QGen.4202b | Κἂν γὰρ ἡσυχάζῃ φιλοστοργίᾳ τῇ πρὸς ἐμέ, ‖ τὸ | |
συνειδὸς ἐπιμέμψεται ὡς ἄξια κατάρας ἐργασάμενον. | 204 | |
QGen.4.203 | ‖ Ἵνα καὶ διὰ τῆς στολῆς ἐκεῖνος εἶναι δοκῇ μὴ παρὼν ὡς παρεστώς. ‖ | |
QGen.4.204 | ‖ Ὥσπερ τὰς ἄλλας ἀρετὰς ὁ ἀστεῖος, οὕτως καὶ τὴν | |
ἀνδρείαν καθαρῷ ἐπιτετηδευκώς, ἐάν που ταύτην ἐπι‐ σκιάζῃ ‖ χάριν καιρῶν, οἰκονομίᾳ χρῆται, μένων μὲν ἐν ὁμοίῳ καὶ τῆς ἐξ ἀρχῆς προθέσεως οὐκ ἀναχωρῶν, διὰ δὲ | 205 | |
5 | τῶν ἀβουλήτων συντυχιῶν ἐναλλάττων, ὥσπερ ἐν θεάτρῳ, μορφὴν ἑτέραν ὑπὲρ ὠφελείας τῶν ὁρώντων. ‖ Ἰατρὸς γὰρ τῶν κατὰ τὸν βίον πραγμάτων ὁ ἀστεῖος, ὃς ἕνεκα τῶν καιρῶν φρονίμως ἐνεργεῖ τὰ ἀφροσύνης καὶ σωφρόνως τὰ ἀκολασίας καὶ τὰ δειλίας ἀνδρείως καὶ | |
10 | δικαίως τὰ ἀδικίας· καὶ γὰρ ἐρεῖ ποτε τὰ ψευδῆ οὐ | |
ψευδόμενος ‖ καὶ ὑβρίσει μὴ ὢν ὑβριστής. | 206 | |
QGen.4206a | ‖ «Ἐγὼ Ἠσαῦ ὁ πρωτότοκός σου» ‖. Πάλιν ἀπατεὼν εἶναι δόξει ‖ τοῖς μὴ κατ’ ἀρετὴν σκοποῦσιν οἰκονομίαν· ἡ δὲ οἰκονομία πρὸς τὸ μὴ τοῖς ἀνα‐ ξίοις δίδοσθαι τὰ καλά. Λεγέτω καὶ κατάσκοπος συλληφ‐ | |
5 | θείς· οὐκ εἰμὶ πολέμιος,‖ ἢ ‖ ὡς ηὐτομόληκα. | |
QGen.4206b | Λεγέτω καὶ ὁ στρατηγὸς ἢ τὰ πολεμοποιοῦντα εἰρήνην πραγματευόμενος ἢ τὰ εἰρήνης πολεμεῖν διανοούμενος. Ὑποδυέσθω καὶ ὁ βασιλεὺς ἰδιώτου σχῆμα, εἰ μὴ δύναιτο ἑτέρως τὸ συμφέρον τῇ τε ἀρχῇ καὶ τοῖς ὑπηκόοις λαβεῖν· | |
5 | καὶ ὁ δεσπότης δούλου, εἵνεκα τοῦ μηδὲν ἀγνοῆσαι τῶν | |
κατὰ τὴν οἰκίαν δρωμένων. ‖ | 207 | |
QGen.4.208 | Σπουδαία γε ἡ ἀπόκρισις καὶ πρέπουσα θεοφιλεῖ | |
λογισμῷ. ‖ | 208 | |
QGen.4.211 | ‖ Τὰ αὐτὰ καθήκοντα πολλάκις ἐνεργοῦσιν ὅ τε ἀστεῖος καὶ ὁ φαῦλος, ἀλλ’ οὐκ ἀπὸ τῆς αὐτῆς διανοίας· ὁ μὲν γὰρ κρίνων ὅτι καλόν, ὁ δὲ μοχθηρὸς μνώμενός τι τῶν | |
εἰς πλεονεξίαν. ‖ | 209 | |
QGen.4.227 | ‖ «Φωνὴν μεγάλην καὶ πικρὰν ‖. ‖ Οὐκ ἐπὶ τῷ μὴ τυχεῖν τῶν εὐλογιῶν οὕτω δυσχε‐ ραίνει ὡς ἐπὶ τῷ τὸν ἀδελφὸν αὐτοῦ ἀξιωθῆναι. Βάσκανος | |
γὰρ ὢν ἐπιμελέστερον κρίνει τῆς ἰδίας ὠφελείας τὴν ἐκείνου | 210 | |
5 | ζημίαν. Ταῦτα γὰρ ἐμφαίνεται διὰ τοῦ μέγα καὶ πικρὸν | |
ἐκβοῆσαι καὶ ἐπιλέγειν· «εὐλόγησον δὴ καμέ, πάτερ». ‖ | 211 | |
QGen.4.228 | ‖ «Ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου» ‖. Ἀλλ’ εἴ γε «μετὰ δόλου» ἔλαβεν, ἴσως ἂν εἴποι τις, οὐκ ἐπαινετός. Τί οὖν φησι· «καὶ εὐλογημένος ἔστω»; Ἀλλ’ ἔοικεν αἰνίττεσθαι διὰ τοῦ λεχθέντος ὅτι οὐ πᾶς δόλος | |
5 | ὑπαίτιός ἐστιν. Ἐπεὶ καὶ λῃστὰς νυκτοφύλακες καὶ πολεμίους στρατηγοί, οὓς ἀδόλως συλλαβεῖν οὐκ ἔστιν, ἐνεδρεύοντες κατορθοῦν δοκοῦσι· καὶ τὰ λεγόμενα στρατηγήματα τοιοῦτον ἔχει λόγον, καὶ τὰ τῶν ἀθλητῶν ἀγωνίσματα. Καὶ γὰρ ἐπὶ τούτων ἡ ἀπάτη νενόμισται τίμιον, καὶ οἱ δι’ ἀπάτης | |
10 | περιγινόμενοι τῶν ἀντιπάλων βραβείων ἀξιοῦνται καὶ στεφά‐ νων. Ὥστε οὐ διαβολὴ τὸ «μετὰ δόλου», ἀλλ’ ἐγκώμιον ἰσοδυναμοῦν τῷ ‘μετὰ τέχνησ‘· οὐδὲν δὲ ἀτέχνως πράτ‐ | |
τει ὁ σπουδαῖος. | 212 | |
QGen.isf1 | Ὥσπερ κίονες οἰκίας ὅλας ὑπερείδουσιν, οὕτω καὶ αἱ θεῖαι δυνάμεις τὸν σύμπαντα κόσμον, καὶ τοῦ ἀνθρωπείου | |
τὸ ἄριστον καὶ θεοφιλέστατον γένος. | 213 | |
QGen.isf2 | [Οὐ θέμις τὰ ἱερὰ μυστήρια ἐκλαλεῖν ἀμυήτοις], ἄχρις ἂν καθαρθῶσι τελείᾳ καθάρσει. Ὁ γὰρ ἀνοργίαστος καὶ εὐχερής, ἀσώματον καὶ νοητὴν φύσιν ἀκούειν ἢ βλέπειν ἀδυνατῶν, ὑπὸ τῆς φανερᾶς ὄψεως ἀπατηθείς, μωμήσεται τὰ | |
5 | ἀμώμητα. | |
QGen.isf3 | Τὸ οὖν «ἐνεθυμήθη»—ὅτι διὰ τὸ εὐαρεστεῖν πεποίηται | |
ὁ ἄνθρωπος—οὐ κατὰ ἀντιστροφὴν διότι ἐποίησεν, ἀλλ’ ὡς μὴ ἐμμεῖναν τὸ ποίημα τῇ εἰς εὐαρέστησιν ποιήσει. Πρὸς οὖν τὸ ποίημα ὁ λόγος, ὥσπερ σοφιστής, διαλογεῖται· οὐ | 216 | |
5 | διότι πεφύτευκεν ὁ θεός, ἀλλ’ ὅτι προσελθὸν διὰ ῥαθυμίαν διαμαρτάνει τῆς ἐγχειρήσεως. | |
QGen.isf4 | Μελέτη τροφός ἐστιν ἐπιστήμης. | 217 |
QGen.isf5 | Εἰώθασιν οἱ ἄνθρωποι ἐκ πλουσίων γενόμενοι πένητες ἐξαίφνης, ἢ ἐξ ἐνδόξων καὶ μεγάλων ἄδοξοι καὶ ταπεινοί, ἢ ἐξ ἀρχόντων ἰδιῶται, ἢ ἐξ ἐλευθέρων δοῦλοι, ταῖς τύχαις συμμεταβάλλειν τὰ φρονήματα, φάσκοντες οὐ προνοεῖσθαι | |
5 | τῶν ἀνθρωπίνων πραγμάτων τὸ θεῖον, οὐ γὰρ ἂν χρήσασθαι μεγάλαις καὶ ἀπροσδοκήτοις μεταβολαῖς καὶ κακοπραγίαις· ἀγνοοῦντες πρῶτον μὲν ὅτι τούτων οὐδέν ἐστι κακόν, οὐδὲ γὰρ τἀναντία ἀγαθά, ὅτι μὴν τὸ δοκεῖν οὐκ ἀλήθεια· δεύτερον δὲ ὅτι πολλάκις ταῦτα συμβαίνει διὰ νουθεσίαν, ἕνεκα τῶν | |
10 | ἀδιαφόρων ἐξυβριζόντων· οὐ γὰρ πάντες φέρειν τὰ ἀγαθὰ δύνανται· τρίτον δέ, ὡς ἔφην, πρὸς ἀπόπειραν ἠθῶν· ἀκρι‐ | |
βεστάτη γὰρ βάσανος οἱ πρὸς ἑκάτερα καιροί. | 218 | |
QGen.isf6 | Τρεπτοί, πολύτρεπτον διαπερῶντες βίον καὶ συμφοραῖς καθημέραν ἐνειλούμενοι, ἥκιστα τῆς εὐδαιμονίας ἠφῖκθαί τινα πρὸ τέλους ὑπολαμβάνομεν. | |
QGen.isf7 | Συγκρύπτεται διὰ κολακείας φιλία, νόθου πράγματος καὶ | |
ἀδοκίμου τὸ γνήσιον καὶ δοκιμώτατον 〈...〉. | 219 | |
QGen.isf8 | Τοὺς ἄρξαντας εἴτε ἀγαθῶν εἴτε καὶ πονηρῶν βουλευμάτων, καὶ μάλιστα ὅταν ἐφαρμόσῃ τοῖς βουλεύμασι τὰ ἔργα, ἴσους ἡγητέον τοῖς καὶ τελειώσασιν αὐτά. Τοῦ μὲν γὰρ μὴ φθάσαι πρὸς τὸ πέρας ἐλθεῖν, ἕτερα καὶ πολλὰ αἴτια· ἡ δὲ | |
5 | γνώμη καὶ σπουδὴ τῶν προελομένων ἔφθακεν δυνάμει καὶ πρὸς τὸ πέρας. | |
QGen.isf9 | Ὁ εὐλαβέστερος τρόπος οὐχ οὕτως ἐπὶ τοῖς ἰδίοις ἀγαθοῖς γέγηθεν ὡς ἐπὶ τοῖς τοῦ πέλας κακοῖς ἀνιᾶται ἢ φοβεῖται· ἀνιᾶται μὲν ὅταν ἀνάξιος ὢν ἀτυχῇ, φοβεῖται δὲ ὅταν ἐπιτη‐ | |
δείως κακοπαθῇ. | 220 | |
QGen.isf10 | Οἱ ἑαυτῶν μόνον ἕνεκα πάντα πράττοντες φιλαυτίαν τὸ μέγιστον κακὸν ἐπιτηδεύουσιν, ὃ ποιεῖ τὸ ἄμικτον, τὸ ἀκοινώνητον, τὸ ἄφιλον, τὸ ἄδικον, τὸ ἀσεβές. Τὸν γὰρ ἄνθρωπον ἡ φύσις κατεσκεύασεν οὐχ ὡς τὰ μονωτικὰ θηρία | |
5 | ἀλλ’ ὡς τὰ ἀγελαῖα καὶ σύννομα, κοινωνικώτατον· ἵνα | |
μὴ ἑαυτῷ μόνῳ ζῇ ἀλλὰ καὶ πατρὶ καὶ μητρὶ καὶ ἀδελφοῖς καὶ γυναικὶ καὶ τέκνοις καὶ τοῖς ἄλλοις συγγενέσι καὶ φίλοις καὶ δημόταις καὶ φυλέταις καὶ πατρίδι καὶ ὁμο‐ φύλοις καὶ πᾶσιν ἀνθρώποις, ἔτι μέντοι καὶ τοῖς μέρεσι τοῦ | 221 | |
10 | παντὸς καὶ τῷ ὅλῳ κόσμῳ, καὶ πολὺ πρότερον τῷ πατρὶ καὶ ποιητῇ· δεῖ γὰρ εἶναι, εἴγε ὄντως ἐστὶ λογικός, | |
κοινωνικόν, φιλόκοσμον, φιλόθεον ἵνα γένηται καὶ θεοφιλής. | 222 | |
QGen.isf11 | Τῶν φαύλων πλούσιος οὐδείς, κἂν τὰ πανταχοῦ μέταλλα κέκτηται· ἀλλ’ εἰσὶ πάντες οἱ ἄφρονες πένητες. | |
QGen.isf12 | Τὸ ἐπαισθάνεσθαι τῶν ἐσφαλμένων καὶ ἑαυτοῦ καταμέμ‐ φεσθαι πρὸς δικαίου ἀνδρός· τὸ δὲ ἀνεπαισθήτως διακεῖσθαι —ἀργαλεώτερα ποιεῖ τῇ ψυχῇ τὰ δεινά—πρὸς κακοῦ | |
ἀνδρός. | 223 | |
QGen.isf13 | Φησὶ Μωυσῆς· «Ἡμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητά». Ἁμαρτάνομεν ἑαυτοῖς, οὐ θεῷ. Μεγάλην ἀσέβειαν ἐπιτε‐ τειχισμένην τῇ ψυχῇ καθέλωμεν, ἑαυτοὺς ἀναγράψαντες τοῦ ἀδικεῖν αἰτίους. Οὕτω γάρ, ὡς ἂν ἴδιον καὶ ἑκούσιον, | |
5 | ἀρρώστημα σπουδάσωμεν ἀκεῖσθαι, πάντες ἐπιφέροντες καὶ δι’ ἑαυτῶν καὶ δι’ ἑτέρων τὰ σωτήρια. Κἂν ἀδυνατῶμεν διὰ τῶν ὁμοίων, ἐφ’ ἱκεσίας καὶ εὐχὰς στρεψώμεθα τοῦ μόνου ἵλεω, ὃς ἀναιρεῖν μὲν κακὰ δικαιοῖ, συντιθέναι δὲ οὐ | |
βούλεται. | 224 | |
QGen.isf14 | Τὸ ἐπιορκεῖν ἀνόσιον καὶ ἀλυσιτελέστατον. | |
QGen.isf15 | Ἐπειδὴ πρὸς πολλὰ τῶν κατὰ τὸν βίον τυφλὸς ὁ τῶν μὴ πεφιλοσοφηκότων νοῦς, χρηστέον τοῖς βλέπουσι τὰς τῶν | |
πραγμάτων ἰδέας πρὸς ὁδηγίαν. | 225 | |
QGen.isf16 | Ἐν θεῷ μόνῳ τὸ τέλειον καὶ ἀνενδεές, ἐν δὲ ἀνθρώποις τὸ ἐπιδεὲς καὶ ἀτελές. Διδακτὸς γὰρ ὁ ἄνθρωπος· κἂν γὰρ σοφώτερος ἄλλος ἄλλου, ἀλλ’ οὐκ ἀδιδάκτως οὐδὲ αὐτο‐ φυῶς· καὶ εἰ ἐπιστημονικώτερος ἕτερος ἑτέρου, οὐκ ἐμφύτως | |
5 | ἀλλὰ μεμαθημένως. | 226 |
QGen.isf17 | Τὰ γὰρ τοῦ πολέμου ἀριστεῖα δίδωσι τῷ ἱερεῖ καὶ τὰς τῆς νικῆς ἀπαρχάς. Ἱεροπρεπεστάτη δὲ καὶ ἁγιωτάτη πασῶν ἀπαρχῶν ἡ δεκάτη διὰ τὸ παντέλειον εἶναι τὸν ἀριθμόν. Ἀφ’ οὗ καὶ τοῖς ἱερεῦσι καὶ νεωκόροις αἱ δεκάται προστάξει | |
5 | νόμου καρπῶν καὶ θρεμμάτων ἀποδίδονται, ἄρξαντος τῆς | |
ἀπαρχῆς Ἀβραάμ, ὃς καὶ τοῦ γένους ἀρχηγέτης ἐστίν. | 227 |