TLG 0018 033 :: PHILO JUDAEUS :: De providentia

PHILO JUDAEUS Phil.
(Alexandrinus: 1 B.C.–A.D. 1)

De providentia

Source: Colson, F.H. (ed.), Philo, vol. 9. Cambridge, Mass.: Harvard University Press, 1941 (repr. 1967): 454–506.

Citation: Fragment — section — (line)

Prov
.

1

t

DE PROVIDENTIA (EUS. PRAEP. EVANG. VII. 21, 336b—337a)
Prov
.

1

.

1

Περὶ δὲ τοῦ ποσοῦ τῆς οὐσίας, εἰ δὴ γέγονεν ὄντως, ἐκεῖνο λεκτέον. ἐστοχάσατο πρὸς τὴν τοῦ κόσμου γένεσιν ὁ Θεὸς αὐταρκεστάτης ὕλης ὡς μήτ’ ἐνδέοι μήθ’ ὑπερβάλλοι. καὶ γὰρ ἄτοπον ἦν
5τοῖς μὲν κατὰ μέρος τεχνίταις, ὁπότε τι δημιουρ‐ γοῖεν, καὶ μάλιστα τῶν πολυτελῶν, τὸ ἐν ὕλαις αὔταρκες σταθμήσασθαι, τὸν δ’ ἀριθμοὺς καὶ μέτρα καὶ τὰς ἐν τούτοις ἰσότητας ἀνευρηκότα μὴ φροντίσαι τοῦ ἱκανοῦ. λέξω δὴ μετὰ παρρησίας,
10ὅτι οὔτ’ ἐλάττονος οὔτε πλείονος οὐσίας ἔδει τῷ κόσμῳ πρὸς κατασκευήν, ἐπεὶ οὐκ ἂν ἐγένετο τέλειος, οὐδ’ ἐν πᾶσι τοῖς μέρεσιν ὁλόκληρος· εὖ δὲ δεδημιουργημένος ἐκ τελείας οὐσίας ἀπετε‐ λέσθη· πανσόφου γὰρ τὴν τέχνην ἴδιον, πρὶν
15ἄρξασθαί τινος κατασκευῆς, τὴν ἱκανὴν ἰδεῖν ὕλην. ἄνθρωπος μὲν οὖν κἂν εἰ τῶν ἄλλων τὴν ἐπι‐ στήμην διαφέροι, μὴ δυνάμενος κατὰ τὸ παντελὲς
ἐκφυγεῖν τὴν συγγενῆ τῶν θνητῶν πλάνην, ἀπατῷτο ἂν ἴσως περὶ τὴν ποσότητα τῆς ὕλης, ὅποτε454
20τεχνιτεύοι· τότε μὲν ὡς ἐλάττονι προστιθέναι, τότε δὲ ὡς περιττῆς ἀφαιρεῖν· ὁ δὲ πηγή τις ὢν ἐπι‐ στημῶν, ἐνδέον ἢ περιττεῦον οὐδὲν ἔμελλεν ὑπο‐ βάλλεσθαι, μέτροις ἅτε χρώμενος εἰς ἀκρίβειαν ὑπερφυῶς πεπονημένοις ἅπασιν ἐπαινετοῖς. ὁ δὲ
25βουλόμενος ἄλλως ὑθλεῖν οὐκ ἂν φθάνοι καὶ τὰ πάντων ἔργα τῶν τεχνιτῶν ἀντία τιθέμενος, ὡς ἄμεινον τῆς κατασκευῆς ἐπιλαχόντα προσθέσει τινὸς ἢ μειώσει τῶν ἐν ὕλαις, ἀλλὰ γὰρ σοφιστείας μὲν ἔργον εὑρεσιλογεῖν, σοφίας δὲ ἕκαστα διερευνᾶν
30τῶν ἐν τῇ φύσει.456
Prov
.

2

t

DE PROVIDENTIA (EUS. PRAEP. EVANG. VIII. 14, 386—399)
Prov
.

2

.

1

Κατασκευάζει δὲ τὸν λόγον τοῦτον τὸν τρόπον· Πρόνοιαν εἶναι λέγεις ἐν τοσαύτῃ τῶν πραγ‐ μάτων ταραχῇ καὶ συγχύσει; τί γὰρ τῶν κατὰ τὸν ἀνθρώπινον βίον διατέτακται; τί μὲν οὖν
5οὐκ ἀταξίας γέμει καὶ φθορᾶς; ἢ μόνος ἀγνοεῖς, ὅτι τοῖς μὲν κακίστοις καὶ πονηροτάτοις ἄφθονα ἐπικωμάζει τὰ ἀγαθά, πλοῦτος, εὐδοξία, τιμαὶ παρὰ τοῖς πλήθεσιν· ἡγεμονία πάλιν, ὑγεία, εὐ‐ αισθησία, κάλλος, ἰσχύς, ἀπόλαυσις ἡδονῶν ἀκώ‐
10λυτος, διά τε παρασκευῶν περιουσίαν καὶ διὰ τὴν εἰρηνικωτάτην σώματος εὐμοιρίαν; οἱ δὲ φρονή‐ σεως καὶ ἀρετῆς ἁπάσης ἐρασταί τε καὶ ἀσκηταὶ πάντες εἰσίν, ὀλίγου δέω φάναι, πένητες, ἀφανεῖς, ἄδοξοι, ταπεινοί;
Prov
.

2

.

2

Ταῦτα εἰς ἀνασκευὴν καὶ μυρία ἄλλα πλείω τούτων εἰπών, ἑξῆς ἐπιλύεται τὰς ἀντιθέσεις διὰ τούτων. Οὐ τύραννος ὁ Θεός, ὠμότητα καὶ βίαν καὶ ὅσα δεσπότης ἀνημέρου ἀρχῆς ἔργα ἐπιτετηδευκώς,458
5ἀλλὰ βασιλεὺς ἥμερον καὶ νόμιμον ἀνημμένος ἡγεμονίαν, μετὰ δικαιοσύνης τὸν σύμπαντα οὐρα‐
Prov
.

2

.

3

νόν τε καὶ κόσμον βραβεύει. βασιλεῖ δὲ οὐκ ἔστι πρόσρησις οἰκειοτέρα πατρός. ὃ γὰρ ἐν ταῖς συγγενείαις πρὸς τέκνα γονεῖς, τοῦτο βασιλεὺς μὲν πρὸς πόλιν, πρὸς δὲ κόσμον ὁ Θεός, δύο κάλλιστα
5φύσεως θεσμοῖς ἀκινήτοις ἀδιαλύτῳ ἑνώσει ἁρμοσά‐ μενος, τὸ ἡγεμονικὸν μετὰ τοῦ κηδεμονικοῦ.
Prov
.

2

.

4

καθάπερ οὖν τῶν ἀσώτων υἱέων οὐ περιορῶσιν οἱ τοκέες, ἀλλὰ τῆς ἀτυχίας οἶκτον λαμβάνοντες περιέπουσι καὶ τημελοῦσι, νομίζοντες ἐχθρῶν ἀσπόνδων ἔργον εἶναι κακοπραγίαις ἐπεμβαίνειν,
5φίλων δὲ καὶ συγγενῶν ἐπελαφρίζειν τὰ πταίσματα.
Prov
.

2

.

5

πολλάκις δὲ καὶ τούτοις μᾶλλον ἢ τοῖς σώφροσιν ἐπιδαψιλευόμενοι χαρίζονται, σαφῶς εἰδότες, ὡς ἐκείνοις μὲν ἄφθονος εἰς εὐπορίαν ἀφορμὴ πάρεστιν ἡ σωφροσύνη, τοῖς δ’ ἐλπὶς μία οἱ γονεῖς, ἧς εἰ
Prov
.

2

.

6

σφαλεῖεν, ἀπορήσουσι καὶ τῶν ἀναγκαίων. τὸν αὐτὸν τρόπον καὶ ὁ Θεός, λογικῆς συνέσεως πατὴρ ὤν, ἁπάντων μὲν τῶν λογισμοῦ μεμοιραμένων κήδεται, προμηθεῖται δὲ καὶ τῶν ὑπαιτίως ζώντων,
5ἅμα μὲν καιρὸν εἰς ἐπανόρθωσιν αὐτοῖς διδούς,
ἅμα δὲ καὶ τὴν ἵλεων φύσιν αὐτοῦ μὴ ὑπερβαίνων, ἧς ὀπαδὸς ἀρετὴ καὶ φιλανθρωπία γέγονεν, ἐπ‐ αξία τὸν θεῖον περιπολεῖν κόσμον.460
Prov
.

2

.

7

Ἕνα μὲν δὴ λόγον τοῦτον, ὦ ψυχή, δέξαι τέως αὐτοῦ παρακαταθήκην, ἕτερον δὲ συνῳδὸν καὶ ἐναρμόνιον αὐτῷ τοιόνδε. μὴ τοσοῦτόν ποτε ψευσθείης τῆς ἀληθείας, ὡς εὐδαίμονά τινα τῶν
5φαύλων εἶναι νομίσαι, κἂν πλουσιώτερος μὲν ᾖ Κροίσου, Λυγκέως δ’ ὀξυωπέστερος, ἀνδρειότερος δὲ τοῦ Κροτωνιάτου Μίλωνος, καλλίων δὲ Γανυ‐ μήδους, “ὃν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν,
10κάλλεος εἵνεκα οἷο.”
Prov
.

2

.

8

τὸν γοῦν ἴδιον δαίμονα, λέγω δὲ τὸν ἑαυτοῦ νοῦν, μυρίων ὅσων δεσποτῶν δοῦλον ἀποφήνας, ἔρωτος, ἐπιθυμίας, ἡδονῆς, φόβου, λύπης, ἀφροσύνης, ἀκολασίας, δειλίας, ἀδικίας, οὐκ ἂν εἶναί ποτε
5δύναιτο εὐδαίμων, κἂν οἱ πολλοὶ σφαλλόμενοι κρίσεως ἀληθοῦς νομίζωσι, δεκασθέντες ὑπὸ κακοῦ διδύμου, τύφου καὶ κενῆς δόξης, δεινῶν παλεῦσαι καὶ παραγαγεῖν ἀνερματίστους ψυχάς, περὶ ἃ
Prov
.

2

.

9

κηραίνει γένος τὸ πλεῖστον ἀνθρώπων. εἰ μέντοι τὸ τῆς ψυχῆς ὄμμα τείνας βουληθείης περιαθρῆσαι Θεοῦ πρόνοιαν, ὡς ἔνεστιν ἀνθρωπίνῳ λογισμῷ, τρανοτέραν τὴν τοῦ πρὸς ἀλήθειαν ἀγαθοῦ λαβὼν462
5φαντασίαν, γελάσῃ τὰ παρ’ ἡμῖν, ἃ τέως ἐθαύμαζες. ἀεὶ γὰρ ἀπουσίᾳ τῶν κρειττόνων τιμᾶται τὰ χείρονα, τὴν ἐκείνων κληρονομοῦντα τάξιν· ἐπι‐ φανέντων δὲ ὑποστέλλει, δευτερείοις ἄθλων ἀρκού‐
Prov
.

2

.

10

μενα. καταπλαγεὶς οὖν τὸ θεοειδὲς ἐκεῖνο ἀγαθόν τε καὶ καλόν, πάντως ἐννοήσεις, ὅτι παρὰ Θεῷ τῶν εἰρημένων πρότερον οὐδὲν καθ’ ἑαυτὸ τῆς ἀγαθοῦ μοίρας ἠξίωται, διότι τὰ μὲν ἀργύρου
5μέταλλα καὶ χρυσοῦ γῆς ἐστὶ ἡ φαυλοτάτη μοῖρα, τῆς πρὸς καρπῶν ἀνειμένης γένεσιν ὅλῳ καὶ τῷ
Prov
.

2

.

11

παντὶ λειπομένη. οὐ γάρ ἐσθ’ ὅμοιον τροφῆς, ἧς ἄνευ ζῆν ἀδύνατον, εὐπορία χρημάτων. μία τού‐ των ἐστὶ βάσανος ἐναργεστάτη λιμός, ᾧ τὸ πρὸς ἀλήθειαν ἀναγκαῖον καὶ χρήσιμον δοκιμάζεται·
5θησαυροὺς γὰρ τοὺς πανταχοῦ πάντας ἀντικατ‐ αλλάξαιτ’ ἄν τις βραχείας ποτὲ τροφῆς ἄσμενος.
Prov
.

2

.

12

ὅταν δὲ ἡ τῶν ἀναγκαίων ἀφθονία, μυρίῳ φορᾶς 〈καὶ〉 ἀκατασχέτῳ πλήθει ῥυεῖσα, κατὰ πόλεις ἀναχέηται, τοῖς τῆς φύσεως ἀγαθοῖς ἐντρυφῶντες, ἐπ’ αὐτῶν μόνων οὐκ ἀξιοῦμεν ἵστασθαι, κόρον
5δ’ ὑβριστὴν ἡγεμόνα τοῦ βίου ποιησάμενοι, ἀργύρου τε καὶ χρυσοῦ κτήσεσιν ἐπαποδύντες, ἅπασι, παρ’
ὧν ἄν τι κερδανεῖν ἐπελπίσωμεν, κονιόμεθα καθάπερ τυφλοί, μηκέτι τῇ διανοίᾳ βλέποντες ὑπὸ φιλαργυρίας ὅτι γῆς εἰσὶν ὄγκοι, περὶ ὧν ἐκ μὲν464
Prov
.

2

.

13

εἰρήνης συνεχὴς καὶ ἀδιάστατος πόλεμος. ἐσθῆ‐ τές γε μὴν προβάτων εἰσίν, ὡς οἱ ποιηταί που φασίν, ἄνθος, κατὰ δὲ τὴν δημιουργὸν τέχνην, ὑφαντῶν ἔπαινος. εἰ δέ τις ἐπὶ δόξῃ μέγα φρονεῖ,
5τὴν παρὰ τῶν φαύλων ἀποδοχὴν ἀσπαζόμενος, ἴστω μὲν καὶ αὐτὸς φαῦλος ὤν· τὸ γὰρ ὅμοιον
Prov
.

2

.

14

χαίρει τῷ ὁμοίῳ. εὐχέσθω δὲ καθαρσίων μετα‐ λαχὼν ἰαθῆναι τὰ ὦτα, δι’ ὧν αἱ μεγάλαι ψυχῇ νόσοι κατασκήπτουσι. μαθέτωσαν δὲ καὶ ὅσοι ἐπ’ εὐτονίᾳ πεφύσηνται μὴ ὑψαυχενεῖν, ἀπιδόντες εἰς
5τὰς τῶν ἡμέρων καὶ ἀτιθάσων ζῴων ἀμυθήτους ἀγέλας, αἷς ἰσχὺς καὶ ῥώμη συγγεγένηνται. τῶν γὰρ ἀτοπωτάτων ἐστὶν ἐπὶ θηρίων ἀρεταῖς, καὶ ταῦτα παρευημερούμενον ὑπ’ αὐτῶν, ἄνθρωπον
Prov
.

2

.

15

ὄντα σεμνύνεσθαι. διὰ τί δ’ ἄν τις εὖ φρονῶν ἐπὶ σώματος εὐμορφίᾳ ἀγάλλοιτο, ἣν βραχὺς καιρὸς ἔσβεσε, πρὶν ἐπὶ μήκιστον ἀνθῆσαι, τὴν ἀπατηλὴν αὐτῆς ἀκμὴν ἀμαυρώσας, καὶ ταῦθ’
5ὁρῶν ἐν ἀψύχοις περιμάχητα καλλιγράφων ἔργα καὶ πλαστῶν καὶ ἄλλων τεχνιτῶν, ἔν τε ζωγρα‐ φήμασι, καὶ ἀνδριάσι, καὶ ὑφασμάτων ποικιλίαις, ἐν Ἑλλάδι καὶ βαρβάρῳ κατὰ πόλιν ἑκάστην
Prov
.

2

.

16

εὐδοκιμοῦντα; τούτων οὖν, ὅπερ ἔφην, οὐδὲν παρὰ Θεῷ τῆς 〈τοῦ〉 ἀγαθοῦ μοίρας ἠξίωται. καὶ τί θαυμάζομεν εἰ μὴ παρὰ Θεῷ; οὐδὲ γὰρ παρὰ ἀνθρώποις τοῖς θεοφιλέσι, παρ’ οἷς τὰ πρὸς
5ἀλήθειαν ἀγαθὰ καὶ καλὰ τετίμηται, φύσεως μὲν εὐμοίρου λαχοῦσι, μελέτῃ δὲ μετ’ ἀσκήσεως τὴν
φύσιν ἐπικοσμήσασιν, ὧν ἡ ἄνοθος φιλοσοφία466
Prov
.

2

.

17

δημιουργός. ὅσοι δὲ νόθου παιδείας ἐπεμελήθησαν, οὐδὲ τοὺς ἰατροὺς ἐμιμήσαντο τὸ δοῦλον ψυχῆς σῶμα θεραπεύοντας, οἱ τὴν δέσποιναν ἐπιφάσκοντες ἰᾶσθαι. ἐκεῖνοι μὲν γάρ, ἐπειδάν
5τις εὐτυχὴς νοσήσῃ, κἂν ὁ μέγας ᾖ βασιλεύς, πάνθ’ ὑπερβάντες τὰ περίστωα, τοὺς ἀνδρῶνας, τὰς γυναικωνίτιδας, γραφάς, ἄργυρον, χρυσόν, ἄσημον, ἐπίσημον, ἐκπωμάτων ἢ ὑφασμάτων πλῆθος, τὸν ἄλλον τῶν βασιλέων ἀοίδιμον κόσμον,
10ἔτι δὲ τὸν οἰκετικὸν ὄχλον, καὶ τὴν φίλων ἢ συγ‐ γενῶν, ὑπηκόων τῶν ἐν τέλει θεραπείαν ἐάσαντες, [τῶν σωματοφυλάκων], ἄχρι τῆς εὐνῆς ἀφικόμενοι, καὶ τῶν περὶ αὐτὸ τὸ σῶμα ἀλογήσαντες, οὔθ’ ὅτι κλίναι λιθοκόλλητοι καὶ ὁλόχρυσοι θαυμά‐
15σαντες, οὔθ’ ὅτι ἀραχνοϋφεῖς ἢ λίθῳ γεγραφημέναι στρωμναί, οὔθ’ ὅτι ἐσθημάτων ἰδέαι διάφοροι,
προσέτι δὲ τὰς περὶ αὐτὸν χλαίνας ἀπαμφιάσαντες, ἅπτονται χειρῶν, καὶ τὰς φλέβας προσπιεζοῦντες ἀκριβοῦσι τοὺς παλμούς, εἰ σωτήριοι· πολλάκις δὲ468
20καὶ τοὺς χιτωνίσκους ἀναστείλαντες, εἰ περι‐ πληθής ἐσθ’ ἡ γαστὴρ ἐξετάζουσιν· εἰ πεπυρω‐ μένος ὁ θώραξ, εἰ ἄτακτα ἡ καρδία πηδᾷ· κἄπειτα τὴν οἰκείαν προσφέρουσι θεραπείαν.
Prov
.

2

.

18

ἔδει δὲ καὶ τοὺς φιλοσόφους ἰατρικὴν ὁμολογοῦντας ἐπιτηδεύειν τῆς φύσει βασιλίδος ψυχῆς, κατα‐ φρονεῖν μὲν ἁπάντων ὅσα αἱ κεναὶ δόξαι τυφο‐ πλαστοῦσιν, εἴσω δὲ προσιόντας ἅπτεσθαι διανοίας
5αὐτῆς, εἰ ὑπ’ ὀργῆς ἀνισοταχεῖς καὶ παρὰ φύσιν κεκινημένοι παλμοί, ἅπτεσθαι καὶ γλώττης, εἰ τραχεῖα καὶ κακήγορος, εἰ πεπορνευκυῖα καὶ ἀταμίευτος, ἅπτεσθαι καὶ γαστρός, εἰ ἀπλήστῳ σχήματι ἐπιθυμίας διῴδηκε· καὶ συνόλως παθῶν
10καὶ νοσημάτων καὶ ἀρρωστημάτων, εἰ κεκρᾶσθαι δοκεῖ, διερευνᾶν ἕκαστον, ἵνα μὴ διαμαρτάνωσι
Prov
.

2

.

19

τῶν προσφόρων εἰς τὸ σώζειν. νυνὶ δὲ ὑπὸ τῆς τῶν ἔξω περιαυγασθέντες λαμπρότητος, ἅτε νοητὸν φῶς ἰδεῖν ἀδυνατοῦντες, πλαζόμενοι διετέλεσαν εἰς τὸν αἰῶνα, πρὸς μὲν τὸν βασιλέα λογισμὸν
5φθάσαι μὴ δυνηθέντες, ἄχρι δὲ τῶν προπυλαίων μόλις ἀφικνούμενοι, καὶ τοὺς ἐπὶ θύραις ἀρετῆς,
πλοῦτόν τε καὶ δόξαν καὶ ὑγείαν καὶ τὰ συγγενῆ470
Prov
.

2

.

20

τεθαυμακότες, προσεκύνουν. ἀλλὰ γὰρ ὡς ὑπερ‐ βολὴ μανίας χρωμάτων κριταῖς χρῆσθαι τυφλοῖς, ἢ κωφοῖς τῶν κατὰ μουσικὴν φθόγγων, οὕτω καὶ φαύλοις ἀνδράσι τῶν πρὸς ἀλήθειαν ἀγαθῶν. καὶ
5γὰρ οὗτοι τὸ κυριώτατον τῶν ἐν αὐτοῖς διάνοιαν πεπήρωνται, ἧς βαθὺ σκότος ἀφροσύνη κατέχεεν.
Prov
.

2

.

21

εἶτα νῦν θαυμάζομεν, εἰ Σωκράτης καὶ ὁ δεῖνα ἢ ὁ δεῖνα τῶν σπουδαίων ἐν πενίᾳ διετέλεσαν, ἄνθρωποι μηδὲν πώποτε τῶν εἰς πορι‐ σμὸν ἐπιτηδεύσαντες, ἀλλὰ μηδ’ ὅσα ἢ παρὰ φίλων
5πολυχρημάτων ἢ παρὰ βασιλέων δωρεὰς μεγάλας προτεινόντων [παρῆν] λαβεῖν ἀξιώσαντες, ἕνεκα τοῦ μόνον ἀγαθὸν καὶ καλὸν τὴν τῆς ἀρετῆς κτῆσιν ἡγεῖσθαι, περὶ ἣν πονούμενοι τῶν ἄλλων
Prov
.

2

.

22

ἀγαθῶν πάντων ἠλόγουν; τίς δ’ οὐκ ἂν ἀλογήσαι νόθων ἕνεκα προνοίας τῶν γνησίων; εἰ δὲ σώ‐ ματος θνητοῦ μεταλαχόντες, καὶ κηρῶν γέμοντες ἀνθρωπίνων, καὶ μετὰ τοσούτου πλήθους ἀδίκων
5ζῶντες, ὧν οὐδ’ ἀριθμὸν εὑρεῖν εὔπορον, ἐπεβου‐ λεύθησαν, τί τὴν φύσιν αἰτιώμεθα, δέον τὴν τῶν
Prov
.

2

.

23

ἐπιθεμένων κακίζειν ὠμότητα; καὶ γὰρ εἰ ἐν ἀέρι γεγένηντο λοιμικῷ, πάντως ὤφειλον νοσῆσαι· καταστάσεως δὲ λοιμικῆς μᾶλλον, ἢ οὐχ ἧττον, φθοροποιός ἐστιν ἡ κακία. ὡς δ’ ὁπόταν ὑετοῦ
5μὲν ὄντος, ἀνάγκη τὸν σοφόν, εἰ ἐν ὑπαίθρῳ διάγοι, καταβρέχεσθαι, Βορέου δὲ ψυχροῦ καταπνέοντος ῥίγει πιέζεσθαι καὶ ψυχεῖ, θέρους δ’ ἀκμάζοντος
ἀλεαίνεσθαι (ταῖς γὰρ ἐτησίοις τροπαῖς τὰ σώματα συμπάσχειν νόμος φύσεως), τὸν αὐτὸν τρόπον τὸν472
10ἐν τοῖς τοιούτοις χωρίοις ἐνοικοῦντα, “ἔνθα φόνοι λιμοί τε καὶ ἄλλων ἔθνεα κηρῶν,” ἐναλλάττεσθαι τὰς ἀπὸ τῶν τοιούτων τιμὰς ἀναγ‐ καῖον.
Prov
.

2

.

24

Ἐπεὶ Πολυκράτει γε, ἐφ’ οἷς δεινοῖς ἠδίκησε καὶ ἠσέβησε, χορηγὸς ἀπήντησε, χείρων μὲν ἡ τοῦ βίου βαρυδαιμονία· πρόσθες δ’ ὡς ὑπὸ μεγάλου βασιλέως ἐκολάζετο, καὶ προσηλοῦτο, χρησμὸν
5ἐκπιπλάς. Οἶδα, ἔφη, κἀμαυτὸν οὐ πρὸ πολλοῦ θεωρῆσαι δόξαντα ὑπὸ μὲν ἡλίου ἀλείφεσθαι, λούεσθαι δ’ ὑπὸ Διός. αἱ γὰρ διὰ συμβόλων αἰνιγματώδεις αὗται φάσεις, ἀδηλούμεναι τὸ πάλαι, τὴν διὰ τῶν ἔργων ἀριδηλοτάτην ἐλάμβανον
Prov
.

2

.

25

πίστιν. οὐκ ἐπὶ τελευτῇ δὲ μόνον, ἀλλὰ παρὰ πάντα τὸν ἐξ ἀρχῆς βίον, ἐλελήθει πρὸ τοῦ σώ‐ ματος τὴν ψυχὴν κρεμάμενος. αἰεὶ γὰρ φοβού‐ μενος καὶ τρέμων τὸ πλῆθος τῶν ἐπιτιθεμένων
5ἐπτόητο, σαφῶς ἐξεπιστάμενος ὅτι εὔνους μὲν ἦν
οὐδείς, ἐχθροὶ δὲ πάντες δυσπραξίᾳ ἀμείλικτοι.474
Prov
.

2

.

26

Τῆς δὲ ἀνηνύτου καὶ συνεχοῦς εὐλαβείας μάρτυρες οἱ τὰ Σικελικὰ συγγράψαντες, οἵ φασιν, ὅτι καὶ τὴν θυμηρεστάτην ὕποπτον εἶχε γυναῖκα. σημεῖον δέ· τὴν εἰς τὸ δωμάτιον εἴσοδον, δι’ ἧς φοιτήσειν
5ἔμελλεν ὡς αὐτόν, ἐκέλευσε στορεσθῆναι σανίσιν, ἵνα μὴ λάθῃ ποτὲ παρεισερπύσασα, ψόφῳ δὲ καὶ κτύπῳ τῆς ἐπιβάσεως προμηνύῃ τὴν ἄφιξιν· εἶτ’ οὐκ ἀνείμονα μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς μέρεσι γυμνήν, ἃ μὴ θέμις ὑπ’ ἀνδρῶν ὁρᾶσθαι, παρ‐
10έρχεσθαι· πρὸς δὲ τούτοις, τὸ συνεχὲς τοῦ κατὰ τὴν ὁδὸν ἐδάφους εἰς τάφρου γεωργικῆς εὖρος καὶ βάθος διακοπῆναι, κατὰ δέος μή τι πρὸς ἐπιβουλὴν ἀφανῶς ἐπικρύπτηται, ὅπερ ἢ ἅλμασιν ἢ μακραῖς
Prov
.

2

.

27

διαβάσεσιν ἔμελλε διελέγχεσθαι. πόσων ἄρα κακῶν ὁ ταῦτα παρατηρῶν καὶ τεχνάζων ἐπὶ γυναικός, ᾗ πρὸ τῶν ἄλλων ὤφειλε πιστεύειν, μεστὸς ἦν; ἀλλὰ γὰρ ἐῴκει τοῖς δι’ ἀπορρῶγος ὄρους ἐπὶ τῷ
5τὰς ἐν οὐρανῷ φύσεις ἀριδηλοτέρας κατανοῆσαι κρημνοβατοῦσιν, οἳ μόλις φθάνοντες ἄχρι προ‐ νενευκότος αὐχένος, οὔτ’ ἄνω χωρεῖν ἔτι δύνανται, πρὸς τὸ λειπόμενον ὕψος ἀπειρηκότες, οὔτε κατα‐ βαίνειν θαρροῦσι, πρὸς τὴν ὄψιν τῶν χασμάτων
Prov
.

2

.

28

ἰλιγγιῶντες. ἐρασθεὶς γάρ, ὡς θείου πράγματος καὶ περιμαχήτου, τυραννίδος, οὔτε μένειν οὔτε
ἀποδιδράσκειν ἀσφαλὲς εἶναι ὑπελάμβανε. μένοντι μὲν γὰρ ἀλλεπάλληλα ἐπέρρει κακὰ ἀμύθητα·476
5βουλομένῳ δ’ ἀποδιδράσκειν ὁ περὶ τοῦ ζῆν ἐπ‐ εκρέματο κίνδυνος, ὡπλισμένων, εἰ καὶ μὴ τοῖς σώμασιν, ἀλλά τοι ταῖς διανοίαις κατ’ αὐτοῦ.
Prov
.

2

.

29

δηλοῖ δὲ καὶ τὸ ἔργον, ᾧ πρὸς τὸν μακαρίζοντα τὸν τῶν τυράννων βίον φασὶ χρή‐ σασθαι Διονύσιον. καλέσας γὰρ αὐτὸν ἐπὶ λαμπρο‐ τάτου καὶ πολυτελεστάτου δείπνου παρασκευήν,
5ἐκ μηρίνθου πάνυ λεπτῆς προσέταξεν ἠκονημένον ὑπεραιωρηθῆναι πέλεκυν. ἐπεὶ δὲ κατακλιθεὶς εἶδεν αἰφνίδιον, οὔτ’ ἐξαναστῆναι θαρρῶν διὰ τὸν τύραννον, οὔτ’ ἀπολαῦσαί τινος τῶν παρεσκευα‐ σμένων διὰ δέος οἷός τε ὤν, ἀφθόνων καὶ πλουσίων
10ἀλογήσας ἡδονῶν, ἀνατείνας τὸν αὐχένα καὶ τὰς
Prov
.

2

.

30

ὄψεις ἐκαραδόκει τὸν οἰκεῖον ὄλεθρον. συνεὶς δ’ ὁ Διονύσιος, Ἆρ’ ἤδη κατανοεῖς, ἔφη, τὸν ἀοίδιμον καὶ περιμάχητον ἡμῶν βίον; ἔστι γὰρ τοιοῦτος, εἰ μὴ βούλοιτό τις ἑαυτὸν φενακίζειν, ἐπειδὴ
5περιέχει παμπληθεῖς μὲν χορηγίας, ἀπόλαυσιν δ’ οὐδενὸς χρηστοῦ· φόβους δ’ ἐπαλλήλους, καὶ κινδύνους ἀνηκέστους, καὶ νόσον ἑρπηνώδους καὶ φθινάδος χαλεπωτέραν, ἀθεράπευτον ἀεὶ φέρουσαν
Prov
.

2

.

31

ὄλεθρον. οἱ δὲ πολλοὶ τῶν ἀνεξετάστων ὑπὸ τῆς λαμπρᾶς φανερότητος ἀπατώμενοι, ταὐτὸν πε‐ πόνθασι τοῖς ἀγκιστρευομένοις ὑπὸ τῶν εἰδεχθῶν ἑταιρίδων, ἃ τὴν δυσμορφίαν ἐσθῆτι καὶ χρυσῷ
5καὶ ταῖς τῆς ὄψεως ὑπογραφαῖς ἐπισκιάζοντα,
γνησίου κάλλους ἀπορίᾳ, νόθον ἐπ’ ἐνέδρᾳ τῶν478
Prov
.

2

.

32

θεωμένων δημιουργεῖ. τοιαύτης γέμουσι βαρυ‐ δαιμονίας οἱ λίαν εὐτυχεῖς, ἧς τὰς ὑπερβολὰς αὐτοὶ δικάσαντες παρ’ ἑαυτοῖς οὐ στέγουσιν, ἀλλ’ ὥσπερ οἱ τὰ ἀρρωστήματα ὑπ’ ἀνάγκης ἐκλαλοῦντες,
5ἀφιᾶσι τὰς ἐκ πάθους ἀψευδεστάτας φωνάς, ἐπὶ συνουσίᾳ τιμωριῶν καὶ παρουσῶν καὶ προσδοκω‐ μένων ζῶντες, καθάπερ τῶν θρεμμάτων τὰ πρὸς ἱερουργίαν πιαινόμενα. καὶ γὰρ ταῦτα τῆς πλεί‐ στης ἐπιμελείας ἐπὶ τῷ σφαγῆναι τυγχάνει διὰ
10πολύκρεων εὐωχίαν.
Prov
.

2

.

33

Εἰσὶ δ’ οἳ καὶ περὶ χρημάτων ἀσεβῶν οὐκ ἀδή‐ λους ἀλλὰ φανερὰς ἔδοσαν δίκας, ὧν τὰ πλήθη καταλέγεσθαι περιττὸς πόνος, ἀπόχρη δ’ ἓν ἔργον παράδειγμα πάντων ἑστάναι. λέγεται τοίνυν ὑπὸ
5τῶν ἀναγεγραφότων τὸν ἱερὸν πόλεμον ἐν Φωκίδι, νόμου κειμένου τὸν ἱερόσυλον κατα‐ κρημνίζεσθαι ἢ καταποντοῦσθαι ἢ καταπίμπρασθαι, τρεῖς συλήσαντας τὸ ἐν Δελφοῖς ἱερόν, Φιλόμηλον καὶ Ὀνόμαρχον καὶ Φάυλλον, διανείμασθαι τὰς
10τιμωρίας. τὸν μὲν γὰρ διὰ λόφου τραχέος καὶ
λιθώδους ῥαγείσης πέτρας κατακρημνισθῆναί τε καὶ καταλευσθῆναι· τὸν δέ, ἀφηνιάσαντος τοῦ κομίζοντος ἵππου καὶ μέχρι θαλάσσης καταβάντος, ἐπιδραμόντος τοῦ πελάγους, εἰς ἀχανῆ βυθὸν αὐτῷ480
15ζῴῳ καταδῦναι· Φάυλλον δὲ φθινάδι νόσῳ (διττὸς γὰρ ὁ περὶ αὐτοῦ λόγος) συντακῆναι, ἢ ἐν τῷ ἐν
Prov
.

2

.

34

Ἄβαις ἱερῷ συνεμπρησθέντα ἀπολέσθαι. ταῦτα γὰρ φιλονεικότατον λέγειν ἀποβῆναι κατὰ τύχην. εἰ μὲν γάρ τινες ἢ ἐν διαφέρουσι καιροῖς ἢ ἑτέραις ἐκολάσθησαν τιμωρίαις, εἰκὸς ἦν τὸ ἄστατον τῆς
5τύχης προφασίζεσθαι· πάντων δ’ ἀθρόως καὶ ὑφ’ ἕνα καιρὸν καὶ μὴ ἑτέραις τιμωρίαις ἀλλὰ ταῖς περιεχομέναις ἐν τοῖς νόμοις κολασθέντων, εὔλογον φάσκειν ὅτι Θεοῦ δικάσαντος ἑάλωσαν.
Prov
.

2

.

35

Εἰ δέ τινες τῶν ὑπολειφθέντων βιαίων, καὶ τοῖς πλήθεσιν ἐπαναστάντων, καὶ δουλωσαμένων οὐ μόνον δήμους ἑτέρους ἀλλὰ καὶ πατρίδας τὰς ἑαυτῶν, ἀτιμώρητοι διετέλεσαν, θαυμαστὸν οὐδέν.
5πρῶτον μὲν γὰρ οὐχ ὁμοίως ἄνθρωπος δικάζει καὶ Θεός, διότι τὰ μὲν φανερὰ ἡμεῖς ἐρευνῶμεν, ὁ δὲ ἄχρι μυχῶν ψυχῆς εἰσδυόμενος ἀψοφητί, καθάπερ ἐν ἡλίῳ λαμπρὰν διάνοιαν αὐγάζει, ἀπαμπίσχων μὲν τὰ περίαπτα, οἷς ἐγκατείληπται,
10γυμνὰ δὲ περιαθρῶν τὰ βουλήματα, καὶ δια‐ γινώσκων εὐθὺς τά τε παράσημα καὶ δόκιμα.
Prov
.

2

.

36

μηδέποτ’ οὖν τὸ οἰκεῖον δικαστήριον τοῦ θείου
προκρίναντες, ἀψευδέστερον αὐτὸ καὶ εὐβουλό‐ τερον εἶναι φῶμεν· οὐ γὰρ ὅσιον. ἐν ᾧ μὲν γὰρ πολλὰ τὰ σφάλλοντα, ἀπατηλαὶ αἰσθήσεις, πάθη482
5ἐπίβουλα, κακιῶν ὁ βαρύτατος ἐπιτειχισμός, ἐν ᾧ δὲ οὐδὲν μὲν τῶν ἐπ’ ἐξαπάτῃ, δικαιότης δὲ καὶ ἀλήθεια, αἷς ἕκαστον βραβευόμενον ἐπαινετῶς ἐξορθοῦσθαι πέφυκεν.
Prov
.

2

.

37

Ἔπειτ’, ὦ γενναῖε, μὴ νομίσῃς ἀλυσιτελὲς ἐπί‐ καιρον εἶναι τυραννίδα. οὐδὲ γὰρ ἡ κόλασις ἀλυσιτελές, ἀλλὰ τιμωρίας διδόναι τοῖς ἀγαθοῖς ἢ ὠφελιμώτερον ἢ οὐκ ἀποδέον. οὗ χάριν ἐν
5ἅπασι μὲν τοῖς ὀρθῶς γραφεῖσι παρείληπται νόμοις· οἱ δὲ γράψαντες ὑπὸ πάντων ἐπαινοῦνται. ὅπερ γὰρ ἐν δήμῳ τύραννος, τοῦτ’ ἐν νόμῳ κόλασις.
Prov
.

2

.

38

ἐπειδὰν οὖν ἔνδεια μὲν καὶ σπάνις δεινὴ καταλάβῃ τὰς πόλεις ἀρετῆς, ἀφθονία δ’ ἀφροσύνης ἐπι‐ πολάσῃ, τηνικαῦτα ὁ Θεός, ὥσπερ ῥεῦμα χειμάρρου τὴν φορὰν τῆς κακίας ἀποχετεῦσαι γλιχόμενος,
5ἵνα καθάρῃ τὸ γένος ἡμῶν, ἰσχὺν καὶ κράτος δίδωσι τοῖς τὰς φύσεις ἀρχικοῖς. ὠμῆς γὰρ δίχα
Prov
.

2

.

39

ψυχῆς οὐ καθαίρεται κακία. καὶ ὅνπερ τρόπον αἱ πόλεις ἐπ’ ἀνδροφόνοις καὶ προδόταις καὶ θεο‐ σύλαις δημίους ἀνατρέφουσιν, οὐ τὴν γνώμην ἀποδεχόμεναι τῶν ἀνδρῶν, ἀλλὰ τὸ τῆς ὑπηρεσίας
5χρήσιμον ἐξετάζουσαι, τὸν αὐτὸν τρόπον καὶ ὁ τῆς μεγαλοπόλεως τοῦδε τοῦ κόσμου κηδεμών, οἷα δημίους κοινοὺς ἐφίστησι τοὺς τυράννους ταῖς
πόλεσιν, ἐν αἷς ἂν αἴσθηται βίαν, ἀδικίαν, ἀσέβειαν,484
Prov
.

2

.

40

τὰ ἄλλα κακὰ πλημμύροντα, ὅπως ἤδη ποτὲ στάντα λωφήσῃ. τηνικαῦτα καὶ τοὺς αἰτίους, ὡς ἐκ δυσκαθάρτου καὶ ἀνηλεοῦς ψυχῆς ὑπηρετήσαντας, ἐφ’ ἅπασιν, ὥσπερ τινὰς κορυφαίους, ἀξιοῖ μετέρ‐
5χεσθαι. καθάπερ γὰρ ἡ τοῦ πυρὸς δύναμις, ὅταν παραβληθεῖσαν ὕλην ἀναλώσῃ, τελευταῖον αὑτὴν ἐπινέμεται, τοῦτον τὸν τρόπον καὶ οἱ ἐπὶ τοῖς πλήθεσι δυναστείας εἰληφότες, ὅταν δαπανήσαντες τὰς πόλεις κενὰς ἀνδρῶν ἐργάσωνται, τὰς ὑπὲρ
Prov
.

2

.

41

ἁπάντων τίνοντες δίκας ἐπιδιαφθείρονται. καὶ τί θαυμάζομεν, εἰ διὰ τυράννων ὁ Θεὸς κακίαν ἀναχυθεῖσαν ἐν πόλεσι καὶ χώραις καὶ ἔθνεσιν ἀποδιοπομπεῖται; πολλάκις γὰρ μὴ χρώμενος
5ὑπηρέταις ἄλλοις αὐτὸς δι’ ἑαυτοῦ τοῦτ’ ἐργάζεται, λιμὸν ἐπάγων ἢ λοιμὸν ἢ σεισμὸν καὶ ὅσα ἄλλα θεήλατα, οἷς ὅμιλοι μεγάλοι καὶ πολυάνθρωποι καθ’ ἑκάστην ἡμέραν ἀπόλλυνται, καὶ πολλὴ μοῖρα τῆς οἰκουμένης ἐρημοῦται διὰ προμήθειαν ἀρετῆς.
Prov
.

2

.

42

Ἱκανῶς μὲν οὖν εἴς γε τὰ παρόντα περὶ τοῦ μή τινα τῶν φαύλων εὐδαιμονεῖν, ὡς οἶμαι, λέλεκται· δι’ οὗ μάλιστα παρίσταται τὸ εἶναι πρόνοιαν. εἰ δὲ μηδέπω πέπεισαι, τὸν ἔθ’ ὑποικουροῦντα ἐν‐
5δοιασμὸν εἰπὲ θαρρῶν· ἀμφότεροι γὰρ ᾗ τἀληθὲς ἔχει συνδιαπορήσαντες εἰσόμεθα.
Prov
.

2

.

43

Καὶ μεθ’ ἕτερα πάλιν φησίν·
Ἀνέμων καὶ ὑετῶν φορὰς οὐκ ἐπὶ λύμῃ τῶν πλεόντων, ὡς ἐνόμιζες, ἢ γεωργούντων, ἀλλ’ ἐπ’ ὠφελείᾳ τοῦ παντὸς ἡμῶν γένους ὁ Θεὸς εἰργάζετο.486
5ὕδασι μὲν γὰρ τὴν γῆν καθαίρει, τὸν δ’ ὑπὸ σελήνην ἅπαντα χῶρον πνεύμασιν· ἀμφοτέροις δὲ ζῷα καὶ
Prov
.

2

.

44

φυτὰ τρέφει, καὶ αὔξει, καὶ τελειοῖ. εἰ δὲ τοὺς μὴ ἐν καιρῷ πλωτῆρας ἢ γεωπόνους ἐστὶν ὅτε βλάπτει, θαυμαστὸν οὐδέν· βραχὺ γὰρ οὗτοι μέρος, ἡ δ’ ἐπιμέλεια τοῦ παντὸς ἀνθρώπων γένους.
5ὥσπερ οὖν τὸ ἐν τῷ γυμνασίῳ ἄλειμμα τίθεται μὲν ἐπ’ ὠφελείᾳ, πολλάκις δ’ ὁ γυμνασίαρχος ἕνεκα πολιτικῶν χρειῶν ὥρας τῆς ἐν ἔθει μετέθηκε τὴν τάξιν, δι’ ἧς ὑστέρησαν ἔνιοι τῶν ἀλειφομένων· οὕτω καὶ ὁ Θεός, οἷα πόλεως τοῦ παντὸς ἐπι‐
10μελούμενος κόσμου, θέρη χειμαίνοντα καὶ χειμῶνας ἐαρίζοντας εἴωθε ποιεῖν ἐπὶ τῇ τοῦ παντὸς ὠφελείᾳ, κἂν εἰ ναύκληροί τινες ἢ γῆς ἐργάται μέλλοιεν ταῖς
Prov
.

2

.

45

τούτων ἀνωμαλίαις ζημιοῦσθαι. τὰς οὖν τῶν στοιχείων εἰς ἄλληλα μεταβολάς, ἐξ ὧν ὁ κόσμος ἐπάγη καὶ συνέστηκεν, εἰδὼς ἀναγκαιότατον ἔργον, ἀκωλύτους παρέχεται· πάχναι δὲ καὶ χιόνες καὶ
5ὅσα ὁμοιότροπα ἀέρος ἐπακολουθεῖ καταψύξει, καὶ πάλιν προσαράξει καὶ παρατρίψει νεφῶν, ἀστραπαί
τε καὶ βρονταί· ὧν οὐδὲν ἴσως κατὰ πρόνοιαν, ἀλλ’ ὑετοὶ καὶ πνεύματα ζωῆς καὶ τροφῆς καὶ αὐξήσεως τοῖς περὶ γῆν αἴτια, ὧν ταῦτα ἐπακο‐488
Prov
.

2

.

46

λουθήματα. οἷα, γυμνασιάρχου φιλοτιμίαις πολ‐ λάκις ἀνειμένας ποιουμένου δαπάνας, ἀνθ’ ὕδατος ἐλαίῳ καταιονούμενοί τινες τῶν ἀπειροκάλων εἰς τοὔδαφος ῥανίδας ἀποστάζουσιν, ὁ δ’ ὀλισθηρό‐
5τατος αὐτίκα γίνεται πηλός· ἀλλ’ οὐκ ἄν τις εὖ φρονῶν εἴποι, τὸν πηλὸν καὶ τὸν ὄλισθον προ‐ μηθείᾳ τοῦ γυμνασιάρχου γεγονέναι, παρηκολου‐ θηκέναι δὲ ἄλλως τῇ ἀφθονίᾳ τῶν χορηγιῶν ταῦτα.
Prov
.

2

.

47

ἴρις δὲ καὶ ἅλως καὶ ὅσα ὁμοιότροπα πάλιν ἐστὶν αὐγῶν ἐγκιρναμένων τοῖς νέφεσιν ἐπακολουθήματα, οὐκ ἔργα φύσεως προηγούμενα, φυσικοῖς δ’ ἐπι‐ συμβαίνοντα ἔργοις· οὐ μὴν ἀλλὰ παρέχει τινὰ
5καὶ ταῦτα χρείαν ἀναγκαίαν τοῖς φρονιμωτέροις· νηνεμίας γὰρ καὶ πνεύματα, εὐδίας τε καὶ χειμῶνας
Prov
.

2

.

48

ἀπὸ τούτων τεκμαιρόμενοι προλέγουσι. τὰς κατὰ πόλιν στοὰς οὐχ ὁρᾶς; τούτων αἱ πλείους πρὸς μεσημβρίαν νενεύκασιν, ὑπὲρ τοῦ τοὺς ἐμπερι‐ πατοῦντας χειμῶνι μὲν ἀλεαίνεσθαι, θέρους δὲ
5καταπνεῖσθαι. παρακολουθεῖ δέ τι καὶ ἕτερον, ὃ μὴ τῇ γνώμῃ τοῦ κατεσκευακότος ἐπιγίνεται. τί δὲ τοῦτ’ ἔστιν; αἱ ἀπὸ τῶν ποδῶν ἐκπίπτουσαι σκιαὶ τῇ ἡμετέρᾳ πείρᾳ διασημαίνουσι τὰς ὥρας.
Prov
.

2

.

49

καὶ μὲν δὴ τὸ πῦρ φύσεως ἀναγκαιότατον ἔργον· ἐπακολούθημα δὲ τούτου, καπνός· ἀλλ’ ὅμως παρ‐ έχεταί τινα ὠφέλειαν ἔστιν ὅτε καὶ αὐτός. ἐν γοῦν ταῖς μεθημεριναῖς πυρσείαις, ἡνίκα τὸ πῦρ ὑπὸ490
5τῶν ἡλιακῶν καταλαμπόμενον αὐγῶν ἐξαμαυ‐
Prov
.

2

.

50

ροῦται, καπνῷ μηνύεται πολεμίων ἔφοδος. οἷός γ’ οὖν ἐπὶ τῆς ἴριδος, τοιοῦτος καὶ ἐπὶ τῶν ἐκλείψεων ὁ λόγος· θείαις γὰρ φύσεσιν ἡλίου καὶ σελήνης ἐπακολουθοῦσιν ἐκλείψεις· αἱ δὲ μηνύματά
5εἰσιν ἢ βασιλέων τελευτῆς, ἢ πόλεων φθορᾶς· ὃ καὶ Πίνδαρος ᾐνίξατο γενομένης ἐκλείψεως διὰ
Prov
.

2

.

51

τῶν πρόσθεν εἰρημένων. ὁ δὲ δὴ τοῦ γάλακτος κύκλος τῆς μὲν αὐτῆς οὐσίας τοῖς ἄλλοις ἄστροις μετέσχηκε, δυσαιτιολόγητος δ’ εἴπερ ἐστί, μὴ ἀποκνείτωσαν οἱ τὰ φύσεως ἐρευνᾶν εἰωθότες.
5ὠφελιμώτατον γὰρ ἡ εὕρεσις, ἥδιστος δὲ καὶ καθ’
Prov
.

2

.

52

αὑτὸ τοῖς φιλομαθέσιν ἡ ζήτησις. ὥσπερ οὖν ἥλιος καὶ σελήνη προνοίᾳ γεγόνασιν, οὕτω καὶ τὰ ἐν οὐρανῷ πάντα, κἂν ἡμεῖς τὰς ἑκάστων φύσεις τε καὶ δυνάμεις ἰχνηλατεῖν ἀδυνατοῦντες ἡσυχά‐
Prov
.

2

.

53

ζωμεν. σεισμοί τε καὶ λοιμοί, καὶ κεραυνῶν βολαί, καὶ ὅσα τοιαῦτα, λέγεται μὲν εἶναι θεήλατα, πρὸς δ’ ἀλήθειαν οὐκ ἔστι (Θεὸς γὰρ οὐδενὸς αἴτιος κακοῦ τοπαράπαν), ἀλλ’ αἱ τῶν στοιχείων
5μεταβολαὶ ταῦτα γεννῶσιν, οὐ προηγούμενα ἔργα φύσεως, ἀλλ’ ἑπόμενα τοῖς ἀναγκαίοις, καὶ τοῖς
Prov
.

2

.

54

προηγουμένοις ἐπακολουθοῦντα. εἰ δέ τινες τῶν χαριεστέρων συναπολαύουσι τῆς ἀπὸ τούτων βλά‐ βης, οὐκ αἰτιατέον τὴν διοίκησιν. πρῶτον μὲν γάρ, οὐκ εἴ τινες ἀγαθοὶ παρ’ ἡμῖν νομίζονται, καὶ492
5πρὸς ἀλήθειάν εἰσιν, ἐπειδὴ τὰ Θεοῦ κριτήρια τῶν κατὰ τὸν ἀνθρώπινον νοῦν πάντων ἀκριβέστερα· δεύτερον δέ, τὸ προμηθὲς ἐπὶ τὰ τῶν ἐν κόσμῳ συνεκτικώτατα ἐφορᾶν ἀγαπᾷ, καθάπερ ἐν ταῖς βασιλείαις καὶ στραταρχίαις, ἐπὶ τὰς πόλεις καὶ
10τὰ στρατόπεδα, οὐκ ἐπί τινα τῶν ἠμελημένων,
Prov
.

2

.

55

καὶ ἀφανῶν ἕνα τὸν προστυχόντα. λέγουσι δέ τινες, καθάπερ ἐν ταῖς τυραννοκτονίαις καὶ τοὺς συγγενεῖς ἀναιρεῖσθαι νόμιμόν ἐστι ὑπὲρ τοῦ μεγέθει τῆς τιμωρίας ἐπισχεθῆναι τὰ ἀδικήματα,
5τὸν αὐτὸν τρόπον κἀν ταῖς λοιμώδεσιν νόσοις παραπόλλυσθαί τινας τῶν μὴ ὑπαιτίων, ἵνα πόρ‐ ρωθεν οἱ ἄλλοι σωφρονίζωνται, δίχα τοῦ ἀναγκαῖον εἶναι τοὺς ἐμφερομένους ἀέρι νοσώδει νοσεῖν, ὥσπερ καὶ τοὺς ἐν νηῒ χειμαζομένους κινδυνεύειν
Prov
.

2

.

56

ἐξ ἴσου. τὰ δ’ ἄλκιμα τῶν θηρίων γέγονεν (οὐ γὰρ ὑποσιωπητέον, εἰ καὶ τῷ δεινὸς
εἰπεῖν εἶναι προλαβὼν τὴν ἀπολογίαν διέσυρες) ἀσκήσεως ἕνεκα τῆς πρὸς τοὺς πολεμικοὺς ἀγῶνας.494
5τὰ γὰρ γυμνάσια καὶ αἱ συνεχεῖς θῆραι συγκροτοῦσι καὶ νευροῦσιν εὖ μάλα τὰ σώματα, καὶ πρὸ τῶν σωμάτων τὰς ψυχὰς ἐθίζουσιν ἐχθρῶν ἐξαπιναίας
Prov
.

2

.

57

ἐφόδους τῷ καρτερῷ τῆς ῥώμης ἀλογεῖν. τοῖς δὲ τὰς φύσεις εἰρηνικοῖς ἔξεστιν, οὐ μόνον τειχῶν ἐντὸς ἀλλὰ καὶ κλισιάδων θαλαμευομένοις, ἀποζῆν ἀνεπιβουλεύτως, ἔχουσιν εἰς ἀπόλαυσιν ἀφθονω‐
5τάτας ἡμέρων ἀγέλας, ἐπειδὴ σῦς, καὶ λέοντες, καὶ ὅσα ὁμοιότροπα, ἑκουσίᾳ φύσει χρώμενα, μακρὰν ἄστεος ἀπελήλαται, τὸ μηδὲν παθεῖν
Prov
.

2

.

58

ἀγαπῶντα τῆς ἀνθρώπων ἐπιβουλῆς. εἰ δέ τινες ὑπὸ ῥαθυμίας ἄοπλοι καὶ ἀπαράσκευοι ταῖς καταδύ‐ σεσι τῶν θηρίων ἀδεῶς ἐνδιαιτῶνται, τῶν συμ‐ βαινόντων ἑαυτοὺς ἀλλὰ μὴ τὴν φύσιν αἰτιάσθωσαν,
5διότι φυλάξασθαι παρὸν ὠλιγώρησαν. ἤδη γοῦν καὶ ἐν ἱπποδρομίαις εἶδόν τινας εἴξαντας ἀλογιστίᾳ, οἵ, δέον ἐγκαθέζεσθαι καὶ σὺν κόσμῳ θεωρεῖν, ἐν μέσῳ στάντες, ὑπὸ τῆς ῥύμης τῶν τεθρίππων ἀνωσθέντες, ποσὶ καὶ τροχοῖς κατηλοήθησαν,
10ἀνοίας τἀπίχειρα εὑράμενοι.
Prov
.

2

.

59

Περὶ μὲν οὖν τούτων ἀπόχρη τὰ λεχθέντα. τῶν δ’ ἑρπετῶν τὰ ἰοβόλα γέγονεν οὐ κατὰ πρόνοιαν, ἀλλὰ κατ’ ἐπακολούθησιν, ὡς καὶ πρότερον εἶπον.
ζῳογονεῖται γάρ, ὅταν ἡ ἐνυπάρχουσα ἰκμὰς μετα‐496
5βάλῃ πρὸς τὸ θερμότερον. ἔνια δὲ καὶ σῆψις ἐψύχωσεν, ὡς ἕλμινθας μὲν ἡ περὶ τροφήν, φθεῖρας δ’ ἡ ἀπὸ τῶν ἱδρώτων. ὅσα δ’ ἐξ οἰκείας ὕλης κατὰ φύσιν σπερματικὴν καὶ προηγουμένην ἔχει
Prov
.

2

.

60

γένεσιν, εἰκότως ἐπιγέγραπται πρόνοιαν. ἤκουσα δὲ καὶ περὶ ἐκείνων διττοὺς λόγους, ὡς ἐπ’ ὠφελείᾳ τοῦ ἀνθρώπου γεγονότων, οὓς οὐκ ἂν ἐπικρυψαίμην. ἦν δ’ ὁ μὲν ἕτερος, τοιόσδε· πρὸς πολλὰ τῶν
5ἰατρικῶν ἔφασάν τινες τὰ ἰοβόλα συνεργεῖν, καὶ τοὺς μεθοδεύοντας τὴν τέχνην, εἰς ἃ δεῖ καταχρω‐ μένους αὐτοῖς ἐπιστημόνως, ἀλεξιφαρμάκων εὐ‐ πορεῖν, ἐπὶ τῇ τῶν μάλιστα ἐπισφαλῶς ἐχόντων ἀπροσδοκήτῳ σωτηρίᾳ· καὶ μέχρι νῦν ἔστιν ἰδεῖν
10τοὺς μὴ ῥαθύμως καὶ ἀμελῶς ἰατρεύειν ἐπιχει‐ ροῦντας ἐν ταῖς συνθέσεσι τῶν φαρμάκων κατα‐
Prov
.

2

.

61

χρωμένους ἑκάστοις οὐ παρέργως. ὁ δ’ ἕτερος λόγος οὐκ ἰατρικός, ἀλλὰ φιλόσοφος ἦν, ὡς ἔοικε. τῷ γὰρ Θεῷ ταῦτ’ ἔφασκεν ηὐτρεπίσθαι κατὰ τῶν ἁμαρτανόντων κολαστήρια, ὡς στρατηγοῖς καὶ ἡγε‐
5μόσι ὕστριχας ἢ σίδηρον· οὗ χάριν, ἠρεμοῦντα τὸν ἄλλον χρόνον ἀνερεθίζεσθαι πρὸς ἀλκὴν ἐπὶ τοῖς κατακριθεῖσιν, ὧν ἡ φύσις ἐν τῷ ἀδωροδοκήτῳ
Prov
.

2

.

62

δικαστηρίῳ ἑαυτῆς κατέγνω θάνατον. τὸ δ’ ἐν ταῖς οἰκίαις πεφωλευκέναι μᾶλλον, ἐστὶ μὲν ψεῦδος·
ἔξω γὰρ ἄστεος ἐν ἀγρῷ καὶ ἐρημίαις θεωρεῖται, φεύγοντα ὡς δεσπότην τὸν ἄνθρωπον. οὐ μὴν498
5ἀλλ’, εἰ καὶ ἀληθές ἐστιν, ἔχει τινὰ λόγον. ἐν γὰρ μυχοῖς σεσώρευται φορυτός, καὶ σκυβάλων πλῆθος, οἷς εἰσδύεσθαι φιλεῖ, δίχα τοῦ καὶ τὴν κνίσαν ὁλκὸν
Prov
.

2

.

63

ἔχειν δύναμιν. εἰ δὲ καὶ χελιδόνες ἡμῖν συνδιαι‐ τῶνται, θαυμαστὸν οὐδέν· τῆς γὰρ τούτων θήρας ἀπεχόμεθα. σωτηρίας δὲ πόθος ἐν ταῖς ψυχαῖς οὐ λογικαῖς μόνον, ἀλλὰ καὶ ἀλόγοις ἐνίδρυται. τῶν
5δὲ πρὸς ἀπόλαυσιν οὐδὲν ὁμοδίαιτον διὰ τὰς ἐξ ἡμῶν ἐπιβουλάς, πλὴν παρ’ οἷς ἡ τῶν τοιούτων
Prov
.

2

.

64

χρῆσις ἀπηγόρευται νόμῳ. τῆς Συρίας ἐπὶ θα‐ λάττῃ πόλις ἐστίν, Ἀσκάλων ὄνομα· γενόμενος ἐν ταύτῃ, καθ’ ὃν χρόνον εἰς τὸ πατρῷον ἱερὸν ἐστελ‐ λόμην, εὐξόμενός τε καὶ θύσων, ἀμήχανόν τι πε‐
5λειάδων πλῆθος ἐπὶ τῶν τριόδων καὶ κατ’ οἰκίαν ἑκάστην ἐθεασάμην. πυνθανομένῳ δέ μοι τὴν αἰτίαν, ἔφασαν οὐ θεμιτὸν εἶναι συλλαμβάνειν· ἀπειρῆσθαι γὰρ ἐκ παλαιοῦ τοῖς οἰκήτορσι τὴν χρῆσιν. οὕτως ἡμέρωται τὸ ζῷον ὑπ’ ἀδείας, ὥστ’
10οὐ μόνον ὑπωρόφιον ἀλλὰ καὶ ὁμοτράπεζον ἀεὶ
Prov
.

2

.

65

γίνεσθαι, καὶ ταῖς ἐκεχειρίαις ἐντρυφᾶν. ἐν Αἰγύπτῳ δὲ καὶ θαυμασιώτερον ἰδεῖν ἔστιν. τὸ γὰρ ἀνθρωποβόρον καὶ θηρίων ἀργαλεώτατον ὁ κροκόδειλος, γεννώμενος καὶ τρεφόμενος ἐν τῷ
5ἱερωτάτῳ Νείλῳ, τῆς ὠφελείας, καίτοι βύθιος ὤν, ἐπαισθάνεται. παρ’ οἷς μὲν γὰρ τιμᾶται πληθύνει μάλιστα· παρὰ δὲ τοῖς λυμαινομένοις οὐδ’ ὄναρ
φαίνεται, ὡς τῶν πλεόντων ὅπου μὲν καὶ τοὺς πάνυ θρασεῖς μηδ’ ἄκρον ἐπιτολμᾶν καθιέναι δάκ‐500
10τυλον, ἀγεληδὸν ἐπιφοιτώντων· ὅπου δὲ καὶ τοὺς ἄγαν δειλοὺς ἐξαλλομένους νήχεσθαι μετὰ παιδιᾶς.
Prov
.

2

.

66

χώρα δ’ ἡ Κυκλώπων, ἐπειδὴ τὸ γένος αὐτῶν ἐστὶ πλάσμα μύθου, δίχα σπορᾶς καὶ γεω‐ πόνων ἀνδρῶν ἥμερος καρπὸς οὐ φύεται, καθάπερ οὐδ’ ἐκ τοῦ μὴ ὄντος τι γεννᾶται. τῆς Ἑλλάδος
5οὐ κατηγορητέον, ὡς λυπρᾶς καὶ ἀγόνου· πολὺ γὰρ κἀν ταύτῃ τὸ βαθύγειον. εἰ δ’ ἡ βάρβαρος δια‐ φέρει ταῖς εὐκαρπίαις, πλεονεκτεῖ μὲν τροφαῖς, ἐλαττοῦται δὲ τοῖς τρεφομένοις, ὧν χάριν αἱ τροφαί. μόνη γὰρ ἡ Ἑλλὰς ἀψευδῶς ἀνθρωπογονεῖ, φυτὸν
10οὐράνιον καὶ βλάστημα θεῖον ἠκριβωμένον, λογι‐ σμὸν ἀποτίκτουσα οἰκειούμενον ἐπιστήμῃ. τὸ δ’ αἴτιον· λεπτότητι ἀέρος ἡ διάνοια πέφυκεν ἀκονᾶ‐
Prov
.

2

.

67

σθαι. διὸ καὶ Ἡράκλειτος οὐκ ἄπο σκοποῦ φησίν, “οὗ γῆ ξηρή, ψυχὴ σοφωτάτη καὶ ἀρίστη.” τεκ‐ μηριώσαιτο δ’ ἄν τις καὶ ἐκ τοῦ τοὺς μὲν νήφοντας
καὶ ὀλιγοδεεῖς συνετωτέρους εἶναι, τοὺς δὲ ποτῶν502
5ἀεὶ καὶ σιτίων ἐμπιπλαμένους ἥκιστα φρονίμους,
Prov
.

2

.

68

ἅτε βαπτιζομένου τοῖς ἐπιοῦσι τοῦ λογισμοῦ. διὸ κατὰ τὴν βάρβαρον ἔρνη μὲν ταῖς εὐτροφίαις καὶ στελέχη περιμήκιστα, καὶ ζῴων ἀλόγων σφόδρα τὰ γονιμώτατα, νοῦν δ’ ἥκιστα γεννᾷ, διότι τὸ
5ὑψωθῆναι ἐξ ἀέρος αἰτίου αἱ γῆς καὶ ὕδατος ἐπάλ‐ ληλοι καὶ συνεχεῖς ἀναθυμιάσεις κατεκράτησαν.
Prov
.

2

.

69

ἰχθύων δὲ καὶ ὀρνίθων καὶ χερσαίων γένη ζῴων οὐκ ἔστιν ἐγκλήματα φύσεως ἐφ’ ἡδονὴν παρακαλούσης, ἀλλὰ δεινὸς ψόγος τῆς ἡμῶν αὐτῶν ἀκρασίας. ἀναγκαῖον μὲν γὰρ ἦν εἰς
5τὴν τοῦ ὅλου συμπλήρωσιν, ἵνα γένηται κόσμος ἐν ἑκάστῳ μέρει, φύναι ζῴων ἰδέας ἁπάντων· οὐκ ἀναγκαῖον δὲ ἐπὶ τὴν τούτων ἀπόλαυσιν ὁρμῆσαι τὸ σοφίας συγγενέστατον χρῆμα τὸν ἄνθρωπον,
Prov
.

2

.

70

μεταβαλόντα εἰς ἀγριότητα θηρίων. διὸ καὶ μέχρι νῦν, οἷς λόγος ἐγκρατείας, ἅπαξ ἁπάντων ἀπ‐ έχονται, λαχανώδει χλόῃ καὶ καρποῖς δένδρων προσοψήμασιν ἡδίστῃ ἀπολαύσει χρώμενοι. τοῖς
5δὲ τὴν τῶν εἰρημένων θοίνην ἡγουμένοις εἶναι
κατὰ φύσιν ἐπέστησαν διδάσκαλοι, σωφρονισταί, νομοθέται κατὰ πόλεις, οἷς ἐμέλησε τὴν ἀμετρίαν τῶν ἐπιθυμιῶν στεῖλαι, μὴ ἐπιτρέψασι τὴν χρῆσιν504
Prov
.

2

.

71

ἀδεᾶ πᾶσι πάντων. ἴα δὲ καὶ ῥόδα καὶ κρόκος, καὶ ἡ ἄλλη τῶν ἀνθέων ποικιλία, πρὸς ὑγίειαν, οὐ πρὸς ἡδονὴν γέγονεν. ἄπλετοι γὰρ τούτων αἱ δυνάμεις, καὶ καθ’ αὑτὰς διὰ τῶν ὀσμῶν
5ὠφελοῦσιν, εὐωδίας πάντας ἀναπιμπλᾶσαι, καὶ πολὺ μᾶλλον ἐν ταῖς ἰατρικαῖς συνθέσεσι τῶν φαρ‐ μάκων. ἔνια γὰρ ἀναμιχθέντα τὰς ἑαυτῶν δυνάμεις ἀριδηλοτέρας παρέχεται, καθάπερ εἰς ζῴου γένεσιν ἡ ἄρρενος καὶ θήλεος μίξις, ἰδίᾳ ἑκατέρου μὴ
Prov
.

2

.

72

πεφυκότος ποιεῖν ἅπερ ἄμφω συνελθόντα. ταῦτ’ ἀναγκαίως λέλεκται πρὸς τὰ λοιπὰ τῶν ὑπό σου διαπορηθέντων, ἱκανὴν πίστιν ἐργάσασθαι δυνάμενα τοῖς μὴ φιλονείκως ἔχουσι περὶ τοῦ τὸν Θεὸν τῶν
5ἀνθρωπίνων ἐπιμελεῖσθαι πραγμάτων.506