TLG 0018 019 :: PHILO JUDAEUS :: De somniis (lib. i–ii)

PHILO JUDAEUS Phil.
(Alexandrinus: 1 B.C.–A.D. 1)

De somniis (lib. i–ii)

Source: Wendland, P. (ed.), Philonis Alexandrini opera quae supersunt, vol. 3. Berlin: Reimer, 1898 (repr. Berlin: De Gruyter, 1962): 204–306.

Cf. et 0018 039

Citation: Book — section — (line)

Som
.

1

t

ΠΕΡΙ ΤΟΥ ΘΕΟΠΕΜΠΤΟΥΣ ΕΙΝΑΙ ΤΟΥΣ ΟΝΕΙΡΟΥΣ
Som
.

1

.

1

Ἡ μὲν πρὸ ταύτης γραφὴ περιεῖχε τῶν θεοπέμπτων ὀνείρων τοὺς κατὰ τὸ πρῶτον εἶδος ταττομένους, ἐφ’ οὗ τὸ θεῖον ἐλέγομεν κατὰ τὴν ἰδίαν ἐπιβολὴν τὰς ἐν τοῖς ὕπνοις ἐπιπέμπειν φαντασίας. ἐν ταύτῃ
Som
.

1

.

2

δ’, ὡς ἂν οἷόν τε ᾖ, δηλώσομεν τοὺς ἐφαρμόττοντας τῷ δευτέρῳ. δεύ‐ τερον δ’ εἶδος, ἐν ᾧ ὁ ἡμέτερος νοῦς τῷ τῶν ὅλων συγκινούμενος ἐξ ἑαυτοῦ κατέχεσθαί τε καὶ θεοφορεῖσθαι δοκεῖ, ὡς ἱκανὸς εἶναι προλαμ‐ βάνειν καὶ προγινώσκειν τι τῶν μελλόντων. ὄναρ δ’ ἐστὶ πρῶτον οἰκεῖον
Som
.

1

.

3

εἴδει τῷ σημαινομένῳ τὸ φανὲν ἐπὶ τῆς οὐρανοῦ κλίμακος τόδε· „καὶ ἐνυπνιάσθη· καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφι‐ κνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον
ἐπ’ αὐτῆς· ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς· καὶ εἶπεν· ἐγώ εἰμι ὁ204
5θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ λίβα καὶ βορρᾶν καὶ ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ 〈ἐν〉 τῷ σπέρματί σου. καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ,
10διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, ᾗ ἂν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα
Som
.

1

.

4

ὅσα ἐλάλησα σοι“ (Gen. 28, 12—15). | προκατασκευὴ δ’ ἐστὶ τῆς φαν‐ τασίας ἀναγκαία, ἣν ἀκριβώσαντες εὐμαρῶς ἴσως δυνησόμεθα καὶ τὰ δηλούμενα ὑπὸ τῆς φαντασίας καταλαβεῖν. τίς οὖν ἡ προκατασκευή; „καὶ ἐξῆλθε“ φησίν „Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη
5εἰς Χαρράν, καὶ ἀπήντησε τόπῳ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ
Som
.

1

.

5

τόπῳ ἐκείνῳ“ (ibid. 10. 11)· κἄπειτ’ εὐθύς ἐστι τὸ ὄναρ. οὐκοῦν ἄξιον ἐν ἀρχῇ ταυτὶ τρία διαπορῆσαι· ἓν μὲν τί τὸ τοῦ ὅρκου φρέαρ καὶ διὰ τί οὕτως ὠνομάσθη, δεύτερον δὲ τίς ἡ Χαρρὰν καὶ διὰ τί ἀπὸ τοῦ λεχθέντος φρέατος ἐξελθὼν εἰς Χαρρὰν ἔρχεται εὐθύς, τρίτον τίς ὁ τόπος
5καὶ διὰ τί, ὅταν γένηται κατ’ αὐτόν, ὁ μὲν ἥλιος δύεται, αὐτὸς δὲ κοιμᾶται.
Som
.

1

.

6

Σκοπῶμεν οὖν αὐτίκα τὸ πρῶτον. ἐμοὶ τοίνυν δοκεῖ σύμ‐
βολον εἶναι τὸ φρέαρ ἐπιστήμης· οὐ γάρ ἐστιν ἐπιπόλαιος αὐτῆς ἡ φύσις, ἀλλὰ πάνυ βαθεῖα· οὐδ’ ἐν φανερῷ πρόκειται, ἀλλ’ ἐν ἀφανεῖ που κρύπτεσθαι φιλεῖ· οὐδὲ ῥᾳδίως, ἀλλὰ μετὰ πολλῶν πόνων καὶ μόλις205
5ἀνευρίσκεται. καὶ ταῦτ’ οὐ μόνον ἐπὶ τῶν μεγάλα καὶ ἀμύθητα ὅσα
Som
.

1

.

7

θεωρήματα ἐχουσῶν, ἀλλὰ καὶ ἐπὶ τῶν εὐτελεστάτων θεωρεῖται. ἣν γοῦν ἂν ἐθέλῃς ἑλοῦ τῶν τεχνῶν, μή μοι τὴν ἀρίστην, ἀλλὰ τὴν πασῶν ἀφανεστάτην, ἣν ἐλεύθερος μὲν ἴσως οὐδεὶς ἐν πόλει τραφεὶς ἑκὼν ἐπι‐ τηδεύσειεν ἄν, ἐν ἀγρῷ δὲ μόλις ἄκων οἰκέτης δυσκόλῳ καὶ δυστρόπῳ
Som
.

1

.

8

παλαίων δεσπότῃ βιαζομένῳ πολλὰ δρᾶν τῶν ἀβουλήτων. εὑρεθήσεται γὰρ οὐχ ἁπλοῦν, ἀλλὰ ποικίλον τὸ πρᾶγμα, οὐ θήρᾳ ληπτόν, δυσεύρετον, δυσπεριγένητον, ἐχθρὸν μὲν ὄκνῳ καὶ ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ, σπουδῆς δὲ καὶ φιλοτιμίας ἱδρώτων τε καὶ φροντίδων μεστόν. οὗ χάριν οὐδ’
5ὕδωρ ἐν τῷ φρέατι τούτῳ φασὶν οἱ ὀρύττοντες εὑρεῖν (Gen. 26, 32), ἐπειδὴ τὰ τέλη τῶν ἐπιστημῶν οὐ δυσεύρετα μόνον, ἀλλὰ καὶ ἀνεύρετα
Som
.

1

.

9

παντελῶς εἶναι συμβέβηκε. γραμματικώτερος δὲ διὰ τοῦτο καὶ γεωμε‐ τρικώτερος ἕτερος ἑτέρου γίνεται τῷ τὰς ἐπιτάσεις καὶ παραυξήσεις ἀμή‐ χανον εἶναι ὅροις περιγραφῆναι· πλείω γὰρ ἀεὶ τῶν εἰς μάθησιν ἡκόντων τὰ ἀπολειπόμενα ἐκδέχεται καὶ ἐφεδρεύει, ὡς καὶ τὸν ἅπτεσθαι περάτων
5ἐπιστήμης ὑπολαμβανόμενον ἡμιτελῆ παρ’ ἑτέρῳ κριτῇ νομίζεσθαι, παρὰ
Som
.

1

.

10

δὲ ἀληθείᾳ δικαζούσῃ καὶ ἄρτι ἄρχεσθαι δοκεῖν. „βραχὺς μὲν γὰρ ὁ
βίος,“ ἔφη τις, „ἡ δὲ τέχνη μακρά,“ ἧς ἄριστα καταλαμβάνει τὸ μέγεθος ὁ ἀψευδῶς ἐμβαθύνων αὐτῇ καὶ ὥσπερ φρέαρ | αὐτὴν ὀρύττων. διὸ καὶ τελευτῶντά τινα πολιὸν ἤδη καὶ ὑπέργηρων λόγος ἔχει δακρύειν, οὐ206
5δι’ ἀνανδρίαν φόβῳ θανάτου, ἀλλὰ διὰ παιδείας ἵμερον ὡς νῦν πρῶτον
Som
.

1

.

11

εἰς αὐτὴν εἰσιόντα, ὅτε πανύστατ’ ἔξεισιν. ἀνθεῖ γὰρ ἡ ψυχὴ πρὸς ἐπι‐ στήμην, ὁπότε αἱ τοῦ σώματος ἀκμαὶ χρόνου μήκει μαραίνονται. πρὶν οὖν ἡβῆσαι καὶ ἐννεάσαι τῇ τῶν πραγμάτων ἀκριβεστέρᾳ καταλήψει, χαλεπὸν ὑποσκελισθῆναι. τὸ δὲ πάθος τοῦτο κοινὸν ἁπάντων ἐστὶ τῶν
5φιλομαθῶν, οἷς νέα ἐπὶ παλαιοῖς ἀνίσχει καὶ ἀναλάμπει θεωρήματα, πολλὰ μὲν καὶ τῆς ψυχῆς, ὁπότε μὴ στεῖρα καὶ ἄγονος εἴη, τικτούσης, πολλὰ δὲ καὶ τῆς φύσεως ἀτεκμάρτως ἐκ ταὐτομάτου προφαινούσης τοῖς διάνοιαν ὀξυδορκοῦσι. τὸ μὲν οὖν ἐπιστήμης φρέαρ ὅρον καὶ τελευτὴν
Som
.

1

.

12

οὐκ ἔχον τοιοῦτον ἀπεδείχθη. διὰ τί δὲ ὅρκος ὠνομάσθη (Gen. 26, 33), λεκτέον· τὰ ἐνδοιαζόμενα τῶν πραγμάτων ὅρκῳ διακρίνεται καὶ τὰ ἀβέ‐ βαια βεβαιοῦται καὶ τὰ ἄπιστα λαμβάνει πίστιν· ἐξ ὧν ἐκεῖνο συνάγεται, ὅτι περὶ οὐδενὸς ἄν τις οὕτως βεβαιώσαιτο, ὡς περὶ τοῦ τὸ σοφίας γένος
Som
.

1

.

13

ἀπερίγραφον καὶ ἀτελεύτητον εἶναι. καλὸν μὲν οὖν καὶ ἀνωμότῳ διε‐ ξιόντι περὶ τούτων συνεπιγράφεσθαι· ὁ δὲ μὴ λίαν εἰς συναίνεσιν εὐχερὴς
ἐνωμότῳ γενομένῳ συναινείτω. μηδεὶς δὲ ὀμνύναι τὸν τοιοῦτον ὅρκον ἀναδυέσθω σαφῶς εἰδώς, ὅτι ἐν εὐόρκων γραφήσεται στήλαις.207
Som
.

1

.

14

ἅλις μὲν δὴ τούτων. ἑπόμενον δ’ ἂν εἴη σκέψασθαι, διὰ τί τεττάρων ὀρυττομένων φρεάτων ὑπὸ τῶν ἀμφὶ τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ (Gen. 21,
Som
.

1

.

15

25. 26, 19—23) τὸ τέταρτον καὶ τελευταῖον „ὅρκοσ“ προσερρήθη. μήποτ’ οὖν δι’ ὑπονοιῶν ἐκεῖνο βούλεται παραστῆσαι, ὅτι κἀν τῷ παντὶ τεττάρων ὄντων, ἐξ ὧν συνέστηκεν ὅδε ὁ κόσμος, καὶ ἐν ἡμῖν αὐτοῖς ἰσαρίθμων, ἐξ ὧν διαπλασθέντες εἰς ἀνθρωπόμορφον εἶδος ἐτυπώθημεν, τὰ μὲν [οὖν]
5τρία πέφυκεν ἀμηγέπῃ καταλαμβάνεσθαι, τὸ δὲ τέταρτον ἀκατάληπτον
Som
.

1

.

16

πᾶσι τοῖς κριταῖς ἐστιν. ἐν μὲν οὖν τῷ κόσμῳ γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ οὐρανὸν τέτταρα τὰ πάντα εἶναι συμβέβηκεν· ὧν τὰ μὲν ἄλλα κἂν
Som
.

1

.

17

δυσευρέτου, ἀλλ’ οὐκ εἰσάπαν ἀνευρέτου μοίρας ἠξίωται. καὶ γὰρ γῆν, ὅτι ἐστὶ σῶμα βαρὺ καὶ ἀδιάλυτον καὶ στερέμνιον καὶ τεμνόμενον εἰς ὄρη καὶ πεδιάδας χώρας καὶ ποταμοῖς καὶ θαλάττῃ διαιρούμενον, ὡς τὰ μὲν νησιάζειν, τὰ δὲ ἠπειροῦσθαι, καὶ ὅτι τὸ μὲν αὐτῆς λεπτόγεων, τὸ δὲ
5βαθύγειον, καὶ τὸ μὲν τραχὺ καὶ στρυφνὸν καὶ λιθῶδες καὶ εἰσάπαν ἄγονον, τὸ δὲ λεῖον καὶ μαλακὸν καὶ γονιμώτατον, | καὶ μυρία πρὸς
Som
.

1

.

18

τούτοις ἕτερα καταλαμβάνομεν· καὶ πάλιν ὕδωρ ὅτι πολλά τε τῶν εἰρη‐ μένων ἔχει κοινὰ πρὸς γῆν καὶ ἐξαίρετα ἕτερα· τὸ μὲν γὰρ αὐτοῦ γλυκύ, τὸ δ’ ἁλμυρόν, τὸ δ’ ἄλλαις διακεκριμένον ἰδέαις· καὶ τὸ μὲν πότιμον, τὸ δ’ οὐ πότιμον—καὶ ἑκάτερον οὐ πᾶσιν, ἀλλ’ οἷς θάτερον, οὐ τὸ
5ἕτερον, καὶ οἷς μὴ θάτερον, πάντως τὸ ἕτερον—, καὶ τὸ μὲν φύσει
Som
.

1

.

19

ψυχρόν, τὸ δὲ φύσει θερμόν—εἰσὶ γὰρ μυρίαι πολλαχόθι πηγαὶ ζέον ὕδωρ ἐκδιδοῦσαι, οὐ κατὰ γῆν μόνον ἀλλὰ καὶ κατὰ θάλατταν· ἤδη γοῦν
ἐφάνησαν φλέβες ἀνομβροῦσαι ζέον ὕδωρ ἐν μέσοις πελάγεσιν, ἃς ἡ τοσαύτη τῶν ἐν κύκλῳ πελαγῶν ἀνάχυσις ἐξ αἰῶνος ἐπικλύζουσα οὐκ208
Som
.

1

.

20

ἴσχυσε σβέσαι, ἀλλ’ οὐδ’ ἐπὶ ποσὸν ἀνεῖναι—· καὶ πάλιν ὅτι ὁ ἀὴρ ἔχει φύσιν εἴκουσαν ἀντιπεριιστάμενος τοῖς σώμασιν, ὄργανον ὢν ζωῆς, ἀναπνοῆς, ὁράσεως, ἀκοῆς, τῶν ἄλλων αἰσθήσεων, πυκνότητας καὶ μανό‐ τητας κινήσεις τε καὶ ἠρεμίας ἐνδεχόμενος, τροπὰς καὶ μεταβολὰς παντοίας
5τρεπόμενός τε καὶ μεταβάλλων, χειμῶνας καὶ θέρη γεννῶν καὶ τὰς μετο‐ πωρινὰς καὶ ἐαρινὰς ὥρας, ἐξ ὧν ὁ ἐνιαυτοῦ κύκλος πέφυκε περατοῦσθαι.
Som
.

1

.

21

τούτων μὲν δὴ πάντων αἰσθανόμεθα, ὁ δ’ οὐρανὸς ἀκατάληπτον ἔχει τὴν φύσιν, οὐδὲν ἑαυτοῦ σαφὲς γνώρισμα πρὸς ἡμᾶς ἀποστείλας. τί γὰρ ἂν εἴποιμεν; ὅτι πεπηγώς ἐστι κρύσταλλος, ὡς ἠξίωσάν τινες; ἢ ὅτι πῦρ τὸ καθαρώτατον; ἢ ὅτι πέμπτον κυκλοφορικὸν σῶμα, μηδενὸς
5τῶν τεττάρων στοιχείων μετέχον; τί δ’; ἡ ἀπλανὴς καὶ ἐξωτάτω σφαῖρα πρὸς τὸ ἄνω βάθος ἔχει ἢ αὐτὸ μόνον ἐστὶν ἐπιφάνεια βάθους ἐρήμη,
Som
.

1

.

22

τοῖς ἐπιπέδοις σχήμασιν ἐοικυῖα; τί δ’; οἱ ἀστέρες πότερον γῆς εἰσιν ὄγκοι πυρὸς πλήρεις—ἄγκεα γὰρ καὶ νάπας καὶ μύδρους διαπύρους εἶπον αὐτοὺς εἶναί τινες, αὐτοὶ δεσμωτηρίου καὶ μύλωνος, ἐν οἷς τὰ τοιαῦτά ἐστιν ἐπὶ τιμωρίᾳ τῶν ἀσεβῶν, ὄντες ἐπάξιοι—ἢ συνεχὴς καί,
5ὡς εἶπέ τις, πυκνὴ ἁρμονία, πιλήματα ἀδιάλυτα αἰθέρος; ἔμψυχοι δὲ καὶ νοεροὶ ἢ νοῦ καὶ ψυχῆς ἀμέτοχοι; προαιρετικὰς δὲ ἢ κατηναγκασ‐
Som
.

1

.

23

μένας αὐτὸ μόνον κινήσεις ἔχοντες; τί δέ; σελήνη πότερον γνήσιον ἢ νόθον ἐπιφέρεται φέγγος ἡλιακαῖς ἐπιλαμπόμενον ἀκτῖσιν ἢ καθ’ αὑτὸ μὲν ἰδίᾳ τούτων οὐδέτερον, | τὸ δ’ ἐξ ἀμφοῖν ὡς ἂν ἐξ οἰκείου καὶ ἀλλοτρίου πυρὸς κρᾶμα; πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα τοῦ ἀρίστου
5τε καὶ τετάρτου τῶν ἐν κόσμῳ σώματος ὄντα, οὐρανοῦ, ἄδηλα καὶ
ἀκατάληπτα, στοχασμοῖς καὶ εἰκασίαις, οὐ παγίῳ λόγῳ τῆς ἀληθείας,209
Som
.

1

.

24

ἐφορμοῦντα· ὥστε κἂν ὀμόσαι τινὰ θαρρήσαντα, ὅτι θνητὸς οὐδεὶς πώποτε ἰσχύσει τούτων ἐναργῶς καταλαβεῖν οὐδέν. ὅρκος διὰ τοῦτ’ ὠνομάσθη τὸ τέταρτον καὶ ξηρὸν φρέαρ, ἡ τοῦ τετάρτου τῶν ἐν τῷ κόσμῳ ζήτησις
Som
.

1

.

25

ἀτελεύτητος καὶ πάντῃ δυσεύρετος, οὐρανοῦ. ἴδωμεν δέ, ὃν τρόπον καὶ τὸ ἐν ἡμῖν αὐτοῖς τέταρτον διαφερόντως καὶ κατ’ ἐξαίρετον λόγον ἀκατάληπτον εἶναι πέφυκεν. οὐκοῦν τέτταρα τὰ ἀνωτάτω τῶν περὶ ἡμᾶς ἐστι, σῶμα, αἴσθησις, λόγος, νοῦς· τούτων μὲν δὴ τὰ τρία οὐ κατὰ πάσας
5ἄδηλα τὰς ἰδέας ἐστίν, ἀλλ’ ἔχει τινὰ δείγματα ἐν ἑαυτοῖς τοῦ καταλαμ‐
Som
.

1

.

26

βάνεσθαι. τί δ’ ἔσθ’ ὅ φημι; ὅτι τὸ σῶμα καὶ τριχῇ διαστατὸν καὶ ἑξαχῇ κινητόν, ἴσμεν, διαστάσεις μὲν τρεῖς ἔχον, μῆκος, βάθος, πλάτος, κινήσεις δὲ τὰς διπλασίας ἕξ, τὴν ἄνω, τὴν κάτω, τὴν ἐπὶ δεξιά, τὴν ἐπὶ εὐώνυμα, τὴν πρόσω, τὴν εἰς τὸ κατόπιν· ἀλλὰ καὶ ὅτι ψυχῆς ἐστιν
5ἀγγεῖον, οὐκ ἀγνοοῦμεν· ἀλλὰ καὶ ὅτι ἡβᾷ, φθίνει, γηράσκει, τελευτᾷ,
Som
.

1

.

27

διαλύεται, σαφῶς ἴσμεν. καὶ πρὸς αἴσθησιν μέντοι γε οὐ παντάπασιν ἀμβλεῖς καὶ πηροὶ γεγόναμεν, ἀλλ’ ἔχομεν εἰπεῖν, ὅτι καὶ πενταχῇ σχί‐ ζεται καὶ ὄργανα ἑκάστης ἐστὶν ὑπὸ φύσεως δημιουργηθέντα οἰκεῖα, ὁρά‐ σεως μὲν ὀφθαλμοί, ἀκοῆς δὲ ὦτα, ῥῖνες δὲ ὀσφρήσεως καὶ τῶν ἄλλων
5τὰ οἷς ἐναρμόζεται, καὶ ὅτι ἄγγελοι διανοίας εἰσὶ διαγγέλλουσαι χρώματα, σχήματα, φωνάς, ἀτμῶν καὶ χυλῶν ἰδιότητας, συνόλως σώματα καὶ ὅσαι ποιότητες ἐν τούτοις, καὶ ὅτι δορυφόροι ψυχῆς εἰσιν, ὅσα ἂν ἴδωσιν ἢ ἀκούσωσι δηλοῦσαι κἂν εἴ τι βλαβερὸν ἔξωθεν ἐπίοι προορώμεναί τε καὶ φυλαττόμεναι, ὡς μὴ λάθρᾳ παρεισρευὲν αἴτιον ζημίας ἀνηκέστου τῇ
Som
.

1

.

28

δεσποίνῃ γένηται. καὶ φωνὴ δ’ οὐκ εἰσάπαν ἀποδιδράσκει τὴν ἡμετέραν κρίσιν, ἀλλ’ ἴσμεν ὅτι ἡ μὲν ὀξεῖα, ἡ δὲ βαρεῖα, καὶ ἡ μὲν ἐμμελὴς
καὶ ἐναρμόνιος, ἡ δὲ ἀπῳδὸς καὶ λίαν ἀνάρμοστος, καὶ πάλιν ἡ μὲν μείζων, ἡ δὲ ἐλάττων· διαφέρουσι καὶ ἄλλοις μυρίοις, γένεσι, χρώμασι,210
5διαστήμασι, συνημμέναις τάσεσι καὶ διεζευγμέναις, ταῖς διὰ τεττάρων,
Som
.

1

.

29

ταῖς διὰ πέντε, ταῖς διὰ πασῶν συμφωνίαις. καὶ μὲν δὲ καὶ τῆς ἐνάρ‐ θρου φωνῆς, ἣν μόνος ἐκ πάντων ζῴων ἔλαχεν ἄνθρωπος, ἔστιν ἃ γνω‐ ρίζομεν· οἷον ὅτι ἀπὸ διανοίας ἀναπέμπεται, ὅτι ἐν τῷ στόματι ἀρθροῦται, ὅτι ἡ γλῶσσα πλήττουσα τῇ τῆς φωνῆς τάσει τὸ ἔναρθρον ἐνσφραγί‐
5ζεται καὶ λόγον, ἀλλ’ οὐ ψιλὴν | αὐτὸ μόνον φωνὴν ἀργὴν καὶ ἀδιατύ‐ πωτον ἦχον ἀπεργάζεται, ὅτι κήρυκος ἢ ἑρμηνέως ἔχει τάξιν πρὸς τὸν
Som
.

1

.

30

ὑποβάλλοντα νοῦν. ἆρ’ οὖν καὶ τὸ τέταρτον τῶν ἐν ἡμῖν αὐτοῖς, ὁ ἡγεμὼν νοῦς, καταληπτός ἐστιν; οὐ δήπου. τί γὰρ αὐτὸν οἰόμεθα κατὰ τὴν οὐσίαν εἶναι; πνεῦμα ἢ αἷμα ἢ σῶμα συνόλως—ἀλλ’ οὐ σῶμα, ἀσώματον δὲ λεκτέον—ἢ πέρας ἢ εἶδος ἢ ἀριθμὸν ἢ ἐνδελέ‐
Som
.

1

.

31

χειαν ἢ ἁρμονίαν ἢ τί τῶν ὄντων; γεννώμενον δ’ εὐθὺς ἢ ἔξωθεν εἰσκρίνεται ἢ ὑπὸ τοῦ περιέχοντος ἀέρος ἡ ἔνθερμος ἐν ἡμῖν φύσις οἷα σίδηρος ἐν χαλκέως πεπυρωμένος ὕδατι ψυχρῷ πρὸς τὸ κραταιότατον στομοῦται; διότι καὶ παρὰ τὴν ψῦξιν ὠνομάσθαι ψυχὴ δοκεῖ. τί δέ;
5τελευτώντων σβέννυται καὶ συμφθείρεται τοῖς σώμασιν ἢ πλεῖστον ἐπι‐
Som
.

1

.

32

βιοῖ χρόνον ἢ κατὰ τὸ παντελὲς ἄφθαρτόν ἐστι; ποῦ δ’ ἐμπεφώλευκεν ὁ νοῦς αὐτῷ; ἆρα οἶκον κεκλήρωται; οἱ μὲν γὰρ τὴν ἀκρόπολιν ἐν ἡμῖν ἀνιέρωσαν αὐτῷ κεφαλήν, περὶ ἣν καὶ αἱ αἰσθήσεις λοχῶσιν, εἰκὸς εἶναι νομίσαντες ἐγγὺς οἷα μεγάλου βασιλέως ἐφεδρεύειν τοὺς δορυφόρους· οἱ
5δ’ ὑπὸ καρδίας αὐτὸν ἀγαλματοφορεῖσθαι διανοηθέντες γνωσιμαχοῦσιν.211
Som
.

1

.

33

ἀεὶ δὴ τὸ τέταρτον ἀκατάληπτον, οὐρανὸς μὲν ἐν κόσμῳ παρὰ τὴν ἀέρος καὶ γῆς καὶ ὕδατος φύσιν, νοῦς δὲ ἐν ἀνθρώπῳ παρὰ σῶμα καὶ αἴσθησιν καὶ τὸν ἑρμηνέα λόγον. μήποτε μέντοι καὶ τὸ τέταρτον ἔτος „ἅγιον καὶ αἰνετὸν“ ταύτης ἕνεκα τῆς αἰτίας ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς
Som
.

1

.

34

δηλοῦται (Lev. 19, 24)· τὸ γὰρ ἐν τοῖς γεγονόσιν ἅγιον οὐρανὸς μέν ἐστιν ἐν κόσμῳ, καθ’ ὃν αἱ ἄφθαρτοι καὶ μακραίωνες φύσεις περιπο‐ λοῦσιν, ἐν ἀνθρώπῳ δὲ νοῦς, ἀπόσπασμα θεῖον ὤν, καὶ μάλιστα κατὰ Μωυσέα λέγοντα· „ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ
Som
.

1

.

35

ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7). καὶ ἑκάτερον δὲ αἰνετὸν οὐκ ἀπὸ σκοποῦ μοι δοκεῖ προσειρῆσθαι· τὰ γὰρ δυνάμενα τοὺς ἐπαίνους καὶ ὕμνους καὶ εὐδαιμονισμοὺς ἐκτραγῳδεῖν τοῦ γεννήσαντος πατρὸς ταῦτ’ ἐστίν, οὐρανός τε καὶ νοῦς. ἄνθρωπος μὲν γὰρ ἐξαιρέτου
5παρὰ τὰ ἄλλα ζῷα γέρως ἔλαχε, θεραπεύειν τὸ ὄν, ὁ δὲ οὐρανὸς ἀεὶ μελῳδεῖ, κατὰ τὰς κινήσεις τῶν ἐν ἑαυτῷ τὴν πάμμουσον ἁρμονίαν ἀπο‐
Som
.

1

.

36

τελῶν· ἧς εἰ συνέβαινε τὴν ἠχὴν εἰς τὰς ἡμετέρας φθάνειν ἀκοάς, ἔρωτες ἂν ἀκάθεκτοι καὶ λελυττηκότες ἵμεροι καὶ ἄπαυστοι καὶ μανιώδεις | ἐγίνοντο οἶστροι, ὡς καὶ τῶν ἀναγκαίων ἀπέχεσθαι τρεφομένους μηκέθ’ ὡς θνητοὶ σιτίοις καὶ ποτοῖς διὰ φάρυγγος, ἀλλ’ ὡς οἱ μέλλοντες ἀπα‐
5θανατίζεσθαι δι’ ὤτων μουσικῆς τελείας ἐνθέοις ᾠδαῖς· ὧν ἀκροατὴν Μωυσῆν ἀσώματον γενόμενον λόγος ἔχει τεσσαράκοντα ἡμέρας καὶ τὰς ἴσας νύκτας μήτε ἄρτου μήτε ὕδατος ψαῦσαι τὸ παράπαν (Exod. 24, 18).
Som
.

1

.

37

ὁ τοίνυν οὐρανός, τὸ μουσικῆς ἀρχέτυπον ὄργανον, ἄκρως ἡρμόσθαι
δοκεῖ δι’ οὐδὲν ἕτερον ἢ ἵνα οἱ ἐπὶ τιμῇ τοῦ τῶν ὅλων πατρὸς ᾀδόμενοι ὕμνοι μουσικῶς ἐπιψάλλωνται. καὶ τὴν ἀρετὴν μέντοι Λείαν ἀκούομεν ἐπὶ τῆς τοῦ τετάρτου γενέσεως υἱοῦ μηκέτι τίκτειν δυναμένην, ἀλλ’ ἐπέ‐212
5χουσαν ἢ ἐπεχομένην τὰς γονάς· εὕρισκε γάρ, οἶμαι, πᾶσαν τὴν γένεσιν ἐξ αὐτῆς ξηράν τε καὶ στεῖραν, ἡνίκα Ἰούδαν, τὴν ἐξομολόγησιν, τὸν
Som
.

1

.

38

τέλειον καρπόν, ἤνθησε. διαφέρει δ’ οὐδὲν τὸ λέγειν „ἵστασθαι τίκτου‐ σαν“ (Gen. 29, 35) τοῦ μὴ εὑρίσκειν ἐν τῷ τετάρτῳ φρέατι τοὺς παῖδας Ἰσαὰκ ὕδωρ (Gen. 26, 32), ἐπειδήπερ ἐξ ἑκατέρου τῶν συμβόλων ἐμφαί‐ νεται τὸ πάντα διψῆν θεοῦ, παρ’ ὃν αἱ γενέσεις καὶ τροφαὶ τοῖς γεγο‐
Som
.

1

.

39

νόσιν ἄρδονται. μικροπολῖται μὲν οὖν τινες ἴσως ὑπολήψονται περὶ φρεά‐ των διορυχῆς τὸν τοσοῦτον εἶναι λόγον τῷ νομοθέτῃ, οἱ δὲ δὴ μείζονι ἐγγραφέντες πατρίδι, τῷδε τῷ κόσμῳ, τελειοτέρων φρονημάτων ὄντες, εἴσονται σαφῶς, ὅτι περὶ τεττάρων ἐστίν, οὐ φρεάτων, ἀλλὰ τῶν τοῦ
5παντὸς μερῶν ἡ ζήτησις τοῖς ὁρατικοῖς καὶ φιλοθεάμοσι, γῆς, ὕδατος,
Som
.

1

.

40

ἀέρος, οὐρανοῦ. ὧν ἕκαστον ἐπινοίαις εἰς ἄκρον πεποιημέναις διεξελ‐ θόντες ἐν μὲν τοῖς τρισὶν εὗρόν τινα καταληπτά—διὸ καὶ τρία ὀνό‐ ματα ἐπεφήμισαν τοῖς εὑρεθεῖσιν, ἀδικίαν, ἔχθραν, εὐρυχωρίαν (Gen. 26, 20. 21. 22)—, ἐν δὲ τῷ τετάρτῳ τὸ παράπαν οὐδέν, οὐρανῷ, κα‐
5θάπερ ὀλίγῳ πρότερον ἐδηλώσαμεν· τὸ γὰρ τέταρτον φρέαρ ἄνυδρον καὶ ξηρὸν εὑρίσκεται καὶ ὅρκος διὰ τὴν εἰρημένην αἰτίαν προσαγορεύεται.
Som
.

1

.

41

Τὰ δὲ ἑπόμενα ζητήσωμεν ἐρευνῶντες, τίς ἡ Χαρρὰν καὶ διὰ τί ὁ ἀπὸ τοῦ φρέατος ἐξελθὼν εἰς αὐτὴν ἔρχεται (Gen. 28, 10). ἔστι τοίνυν, ὡς ἔμοιγε φαίνεται, Χαρρὰν μητρόπολίς τις αἰσθήσεων. ἑρμηνεύεται γὰρ τοτὲ μὲν ὀρυκτή, τοτὲ δὲ τρῶγλαι, δι’ ἀμφοτέρων τῶν
Som
.

1

.

42

ὀνομάτων ἑνὸς δηλουμένου πράγματος. τὸ γὰρ σῶμα ἡμῶν εἰς τὰ τῶν
αἰσθήσεων ὄργανα τρόπον τινὰ ἐξορώρυκται, καὶ γέγονεν ἕκαστον τῶν ὀργάνων ἑκάστης ὀπή τις αἰσθήσεως, ἐν ᾗ πέφυκε φωλεύειν. | ὅταν οὖν τις ἀπὸ τοῦ φρέατος, ὃ καλεῖται ὅρκος, ὥσπερ ἀπὸ λιμένος ἐξαναχθῇ,213
5παραγίνεται εὐθὺς εἰς Χαρρὰν ἀναγκαίως· τὸν γὰρ ἀποδημίαν στελλό‐ μενον ἀπὸ τοῦ ἀρίστου καὶ ἀπειρομεγέθους ἐπιστήμης χωρίου κατ’
Som
.

1

.

43

ἀναγκαῖον αἰσθήσεις ἄνευ ξεναγῶν ὑποδέχονται. κινεῖται γὰρ ἡμῶν ἡ ψυχὴ πολλάκις μὲν ἐφ’ ἑαυτῆς, ὅλον τὸν σωματικὸν ὄγκον ἐκδῦσα καὶ τὸν τῶν αἰσθήσεων ὄχλον ἀποδρᾶσα, πολλάκις δὲ καὶ ταῦτα ἐπαμπισχο‐ μένη. τὴν μὲν οὖν γυμνὴν κίνησιν αὐτῆς τὰ νοήσει μόνῃ καταληπτὰ
Som
.

1

.

44

ἔλαχε, τὴν δὲ μετὰ σώματος τὰ αἰσθητά. εἴ τις οὖν ὁμιλεῖν εἰσάπαν ἀδυνατεῖ διανοίᾳ μόνῃ, δευτέραν καταφυγὴν αἴσθησιν εὑρίσκεται, καὶ ὅστις ἂν σφαλῇ τῶν νοητῶν, αὐτίκα πρὸς τὰ αἰσθητὰ κατασύρεται· δεύτερος γὰρ ἀεὶ πλοῦς ὁ πρὸς αἴσθησιν τοῖς μὴ δυνηθεῖσι πρὸς τὸν
Som
.

1

.

45

ἡγεμόνα νοῦν εὐπλοῆσαι. καλὸν δὲ κἀν τούτῳ γενομένους μὴ καταγη‐ ράσαι καὶ διαιωνίσαι, ἀλλ’ ὡς ἐν ξένῃ διατρίβοντας παροίκων τρόπον ἀεὶ μετανάστασιν ζητεῖν καὶ ἐπάνοδον εἰς τὴν πατρῴαν γῆν. Λάβαν μὲν γὰρ οὐκ εἶδος, οὐ γένος, οὐκ ἰδέαν, οὐκ ἐννόημα, οὐκ ἄλλο τῶν
5νοήσει μόνῃ καταλαμβανομένων οὐδὲν ἁπλῶς εἰδώς, ἠρτημένος δὲ τῶν ἐμφανῶν, ἅπερ εἰς ὄψεις καὶ ἀκοὰς καὶ τὰς συγγενεῖς δυνάμεις ἔρχεται, πατρίδος ἠξίωται Χαρράν, ἣν ὡς ξένην ὁ φιλάρετος Ἰακὼβ πρὸς ὀλίγον
Som
.

1

.

46

οἰκεῖ χρόνον, τῆς οἴκαδε ἐπανόδου διαμεμνημένος. φησὶ γοῦν ἡ μήτηρ, ἡ ὑπομονή, Ῥεβέκκα πρὸς αὐτόν· „ἀναστὰς ἀπόδραθι πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρράν, καὶ οἴκησον μετ’ αὐτοῦ ἡμέρας τινάσ“ (Gen. 27, 43. 44). ἆρα οὖν κατανοεῖς, ὅτι οὐχ ὑπομένει ὁ ἀσκητὴς ἐν τῇ
5χώρᾳ τῶν αἰσθήσεων καταβιῶναι, ἀλλ’ ἡμέρας ὀλίγας καὶ βραχύν τινα χρόνον διὰ τὰς τοῦ συνδέτου σώματος ἀνάγκας, ὁ δὲ μακρὸς αἰὼν αὐτῷ214
Som
.

1

.

47

καὶ βίος ἐν τῇ νοητῇ πόλει ταμιεύεται; παρό μοι δοκεῖ καὶ ὁ πάππος αὐτοῦ τῆς ἐπιστήμης, Ἀβραὰμ ὄνομα, μὴ πολὺν χρόνον ὑπο‐ μεῖναι τῇ Χαρρὰν ἐνδιατρῖψαι. λέγεται γὰρ ὅτι „Ἀβραὰμ ἦν ἐτῶν ἑβδο‐ μήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρράν“ (Gen. 12, 4), καίτοι τοῦ πατρὸς
5αὐτοῦ Θάρρα, ὃς ἑρμηνεύεται κατασκοπὴ ὀσμῆς, μέχρι τελευτῆς ἐν αὐτῇ
Som
.

1

.

48

βιώσαντος. ῥητῶς γοῦν ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς | δηλοῦται, ὅτι „ἀπέ‐ θανε Θάρρα ἐν Χαρράν“ (Gen. 11, 32)· κατάσκοπος γὰρ ἦν ἀρετῆς, οὐ πολίτης, καὶ ὀσμαῖς ἀλλ’ οὐ τροφῶν ἀπολαύσεσιν ἐχρῆτο, μήπω ἱκανὸς ὢν ἐμπίπλασθαι φρονήσεως, ἀλλὰ μηδὲ γεύεσθαι, τοῦτο δ’ αὐτὸ μόνον
Som
.

1

.

49

ὀσφραίνεσθαι. καθάπερ γὰρ τοὺς θηρατικοὺς τῶν σκυλάκων λόγος ἔχει καὶ τὰ πορρωτάτω τῶν θηρίων πτώματα ῥινηλατοῦντας ἀνευρίσκειν ἠκο‐ νημένους ὑπὸ φύσεως διαφερόντως τὴν περὶ τὰς ὀσμὰς αἴσθησιν, τὸν αὐτὸν τρόπον τὴν ἀπὸ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ἀναδιδομένην
5ἡδεῖαν αὔραν ὁ παιδείας ἐραστὴς ἰχνηλατεῖ καὶ ποθεῖ μὲν ἐκείναις ἐντυ‐ χεῖν, ἐξ ὧν ἀναδίδοται τὸ θαυμασιώτατον γάνωμα τοῦτο, μὴ δυνάμενος δ’ ἐν κύκλῳ κενὴν περιάγει τὴν κεφαλήν, ὀσφραινόμενος αὐτὸ μόνον καλοκἀγαθίας καὶ σιτίων ἱερωτάτης κνίσσης· οὐ γὰρ ἀρνεῖται λίχνος ἐπι‐
Som
.

1

.

50

στήμης καὶ φρονήσεως εἶναι. μακάριοι μὲν οὖν οἷς ἐξεγένετο τῶν σο‐ φίας φίλτρων ἀπόνασθαι καὶ τῶν θεωρημάτων καὶ δογμάτων αὐτῆς ἑστιαθῆναι καὶ ἐνευφρανθεῖσιν ἔτι διψῆν, ἄπληστον καὶ ἀκόρεστον ἐπι‐
Som
.

1

.

51

φερομένοις ἵμερον ἐπιστήμης. δεύτερα δ’ οἴσονται, οἷς ἀπολαῦσαι μὲν οὐκ ἐξεγένετο τῆς ἱερᾶς τραπέζης, κνισσοῦν δὲ τὰς ἑαυτῶν ψυχάς·
αὔραις γὰρ ἀρετῆς οὗτοι ζωπυρηθήσονται, καθάπερ τῶν καμνόντων οἱ παρειμένοι διὰ τὸ μὴ δύνασθαι τροφῇ χρῆσθαι τὰς εἰς ἀνάληψιν προσ‐215
5φέρονται ὀσμάς, ἃς ἰατρῶν παῖδες λιποθυμίας ἄκη σωτήρια προευτρεπί‐
Som
.

1

.

52

ζονται. καταλιπὼν μέντοι τὴν Χαλδαίαν γῆν εἰς Χαρρὰν λέγεται μετανίστασθαι Θάρρα, τόν τε υἱὸν Ἀβραὰμ καὶ τοὺς ὁμογνίους τῆς οἰκίας ἐπαγόμενος, οὐχ ἵν’ ὡς παρὰ συγγραφέως ἱστορικοῦ μάθωμεν, ὅτι μετα‐ νάσται τινὲς ἐγένοντο, τὴν μὲν πατρῴαν γῆν καταλιπόντες, τὴν δὲ ξένην
5ὡς πατρίδα οἰκήσαντες, ἀλλ’ ὑπὲρ τοῦ μάθημα βιωφελέστατον καὶ
Som
.

1

.

53

ἁρμόττον ἀνθρώπῳ μὴ ἀμεληθῆναι. τί δὲ τοῦτό ἐστι; Χαλδαῖοι μὲν ἀστρονομοῦσιν, οἱ δὲ τῆς Χαρρὰν πολῖται περὶ τὸν τῶν αἰσθήσεων τόπον πραγματεύονται. φησὶν οὖν ὁ ἱερὸς λόγος τῷ κατασκόπῳ τῶν τῆς φύσεως πραγμάτων· τί περὶ ἡλίου ζητεῖς, εἰ ποδιαῖός ἐστιν, εἰ τῆς γῆς μείζων
5ἁπάσης, εἰ πολλαπλάσιος αὐτῆς; τί δὲ περὶ φωτισμῶν σελήνης, εἰ νόθον ἔχει φέγγος, εἰ γνησίῳ μόνῳ χρῆται; τί δὲ περὶ τῆς τῶν ἄλλων ἀστέρων
Som
.

1

.

54

φύσεως ἢ περιφορᾶς ἢ συμπαθείας πρός τε ἀλλήλους καὶ τἀπίγεια; τί δὲ βαίνων ἐπὶ γῆς ὑπὲρ νεφέλας πηδᾷς; τί δ’ ἅπτεσθαι τῶν ἐν αἰθέρι φῂς δύνασθαι προσερριζωμένος χέρσῳ; τί δὲ περὶ τῶν ἀτεκμάρτων τεκμαίρεσθαι τολμᾷς; τί δὲ πολυπραγμονεῖς ἃ μή σε δεῖ, τὰ μετέωρα;
5τί δὲ τὴν ἐν τοῖς μαθήμασιν εὑρεσιλογίαν ἄχρις οὐρανοῦ τείνεις; τί δ’ ἀστρονομεῖς μετεωρολεσχῶν; | μὴ τὰ ὑπὲρ σὲ καὶ ἄνω, ὦ οὗτος, ἀλλὰ τὰ ἐγγὺς σαυτοῦ κατανόησον, μᾶλλον δὲ σαυτὸν ἀκολακεύτως ἐρεύνησον.
Som
.

1

.

55

πῶς οὖν ἐρευνήσεις; ἴθι νοερῶς εἰς Χαρρὰν τὴν ὀρυκτήν, τὰς τρώγλας
καὶ ὀπὰς τοῦ σώματος, καὶ ἐπίσκεψαι ὀφθαλμούς, ὦτα, ῥῖνας, τὰ ἄλλα ὅσα καὶ αἰσθήσεως ὄργανα, καὶ φιλοσόφησον ἀναγκαιοτάτην καὶ πρεπω‐ δεστάτην φιλοσοφίαν ἀνθρώπῳ, ζητῶν, τί ὅρασις, τί ἀκοή, τί γεῦσις, τί216
5ὄσφρησις, τί ἁφή, τί καὶ συνόλως αἴσθησις· κἄπειτα τί τὸ ὁρᾶν καὶ πῶς ὁρᾷς, τί τὸ ἀκούειν καὶ πῶς ἀκούεις, τί τὸ ὀσφραίνεσθαι ἢ γεύεσθαι ἢ
Som
.

1

.

56

ἅπτεσθαι καὶ πῶς ἕκαστον αὐτῶν εἴωθε γίγνεσθαι. πρὶν δὲ τὸν ἴδιον οἶκον καλῶς ἐπεσκέφθαι, τὸν τοῦ παντὸς ἐξετάζειν οὐχ ὑπερβολὴ μα‐ νίας; καὶ οὔπω σοι μεῖζον ἐπίταγμα ἐπιτάττω, τὴν σαυτοῦ ψυχὴν ἰδεῖν καὶ τὸν νοῦν, ἐφ’ ᾧ μέγα φρονεῖς· καταλαβεῖν γὰρ αὐτὸν οὔποτε δυνήσῃ.
Som
.

1

.

57

ἀνάβαινε νῦν εἰς οὐρανὸν καὶ καταλαζονεύου περὶ τῶν ἐκεῖ, μήπω δεδυ‐ νημένος γνῶναι κατὰ τὸ ποιητικὸν γράμμα ὅττί τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται, καταγαγὼν δ’ ἀπ’ οὐρανοῦ τὸν κατάσκοπον καὶ ἀντισπάσας ἀπὸ τῆς ἐκεῖ
5ζητήσεως γνῶθι σαυτόν, εἶτα καὶ τοῦτ’ ἐπιμελῶς ἐκπόνησον, ἵνα τῆς
Som
.

1

.

58

ἀνθρωπίνης εὐδαιμονίας ἐπιλάχῃς. τὸν τρόπον τοῦτον Θάρρα μὲν Ἑβραῖοι, Σωκράτην δὲ Ἕλληνες ὀνομάζουσι· καὶ γὰρ ἐκεῖνον ἐγγηράσαι φασὶν τῇ περὶ τοῦ γνῶθι σαυτὸν ἀκριβεστάτῃ σκέψει, μηδὲν ἔξω τῶν καθ’ ἑαυτὸν φιλοσοφοῦντα. ἀλλ’ ὁ μὲν ἄνθρωπος ἦν, Θάρρα δ’ αὐτὸς
5ὁ λόγος ὁ περὶ τοῦ γνῶναί τινα ἑαυτὸν προκείμενος οἷα δένδρον εὐερ‐ νέστατον, ἵν’ ἔχοιεν εὐμαρῶς οἱ φιλάρετοι τὸν περὶ ἠθοποιίαν δρεπόμενοι
Som
.

1

.

59

καρπὸν σωτηρίου καὶ ἡδίστης ἐμπίπλασθαι τροφῆς. τοιοῦτοι μὲν ἡμῖν οἱ φρονήσεως κατάσκοποι, τῶν δὲ ἀθλητῶν καὶ ἀγωνιστῶν αὐτῆς αἱ φύσεις τελειότεραι· δικαιοῦσι γὰρ οὗτοι τὸν περὶ τῶν αἰσθήσεων σύμ‐
παντα λόγον ἀκριβῶς καταμαθόντες ἐπί τι μεῖζον ἕτερον χωρεῖν θεώ‐217
Som
.

1

.

60

ρημα, καταλιπόντες τὰς αἰσθήσεως ὀπάς, αἳ Χαρρὰν ὀνομάζονται. τού‐ των ἐστὶν ὁ ἐπιδόσεις καὶ βελτιώσεις πρὸς ἐπιστήμης ἄκρας ἀνάληψιν ἐσχηκὼς Ἀβραάμ· ὅτε γὰρ μάλιστα ἔγνω, τότε μάλιστα ἀπέγνω ἑαυτόν, ἵνα τοῦ πρὸς ἀλήθειαν ὄντος εἰς ἀκριβῆ γνῶσιν ἔλθῃ. καὶ πέφυκεν
5οὕτως ἔχειν· ὁ λίαν καταλαβὼν ἑαυτὸν λίαν ἀπέγνωκε τὴν ἐν πᾶσι τοῦ | γενητοῦ σαφῶς προλαβὼν οὐδένειαν, ὁ δ’ ἀπογνοὺς ἑαυτὸν γινώσκει τὸν ὄντα.
Som
.

1

.

61

Τίς μὲν οὖν ἐστιν ἡ Χαρρὰν καὶ διὰ τί ὁ ἀπολείπων τὸ τοῦ ὅρκου φρέαρ εἰς αὐτὴν ἔρχεται, δεδήλωται. σκεπτέον δὲ τὸ τρίτον καὶ ἀκόλουθον, τίς ὁ τόπος, ᾧ ὑπαντᾷ· λέγεται γάρ, ὅτι „ἀπήντησε
Som
.

1

.

62

τόπῳ“ (Gen. 28, 11). τριχῶς δὲ ἐπινοεῖται τόπος, ἅπαξ μὲν χώρα ὑπὸ σώματος πεπληρωμένη, κατὰ δεύτερον δὲ τρόπον ὁ θεῖος λόγος, ὃν ἐκπεπλήρωκεν ὅλον δι’ ὅλων ἀσωμάτοις δυνάμεσιν αὐτὸς ὁ θεός. „εἶδον“ γάρ φησι „τὸν τόπον οὗ εἱστήκει ὁ θεὸς τοῦ Ἰσραήλ“ (Exod.
524, 10), ἐν ᾧ μόνῳ καὶ ἱερουργεῖν ἐφῆκεν ἀλλαχόθι κωλύσας· διείρηται γὰρ ἀναβαίνειν εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός, κἀκεῖ θύειν τὰ ὁλοκαυτώματα καὶ τὰ σωτήρια καὶ τὰς ἄλλας ἀμώμους θυσίας ἀνά‐
Som
.

1

.

63

γειν (Deut. 12, 5 ss.). κατὰ δὲ τρίτον σημαινόμενον αὐτὸς ὁ θεὸς καλεῖται τόπος τῷ περιέχειν μὲν τὰ ὅλα, περιέχεσθαι δὲ πρὸς μηδενὸς ἁπλῶς, καὶ τῷ καταφυγὴν τῶν συμπάντων αὐτὸν εἶναι, καὶ ἐπειδήπερ αὐτός ἐστι
Som
.

1

.

64

χώρα ἑαυτοῦ, κεχωρηκὼς ἑαυτὸν καὶ ἐμφερόμενος μόνῳ ἑαυτῷ. ἐγὼ μὲν οὖν οὔκ εἰμι τόπος, ἀλλ’ ἐν τόπῳ, καὶ ἕκαστον τῶν ὄντων ὁμοίως· τὸ γὰρ περιεχόμενον διαφέρει τοῦ περιέχοντος, τὸ δὲ θεῖον ὑπ’ οὐδενὸς
περιεχόμενον ἀναγκαίως ἐστὶν αὐτὸ τόπος ἑαυτοῦ. μαρτυρεῖ δέ μοι218
5λόγιον τὸ χρησθὲν ἐπὶ Ἀβραὰμ τόδε· „ἦλθεν εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεός· καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδε τὸν τόπον μακρόθεν“
Som
.

1

.

65

(Gen. 22, 3. 4). ὁ ἐλθὼν εἰς τὸν τόπον, εἰπέ μοι, μακρόθεν αὐτὸν εἶδεν; ἀλλὰ μήποτε δυεῖν πραγμάτων ἐστὶν ὁμωνυμία διαφερόντων, ὧν τὸ μὲν
Som
.

1

.

66

ἕτερον θεῖός ἐστι λόγος, τὸ δὲ ἕτερον ὁ πρὸ τοῦ λόγου θεός. ὁ δὴ ξεναγηθεὶς ὑπὸ σοφίας εἰς τὸν πρότερον ἀφικνεῖται τόπον, εὑράμενος τῆς ἀρεσκείας κεφαλὴν καὶ τέλος τὸν θεῖον λόγον, ἐν ᾧ γενόμενος οὐ φθάνει πρὸς τὸν κατὰ τὸ εἶναι θεὸν ἐλθεῖν, ἀλλ’ αὐτὸν ὁρᾷ μακρόθεν·
5μᾶλλον δὲ οὐδὲ πόρρωθεν αὐτὸν ἐκεῖνον θεωρεῖν ἱκανός ἐστιν, ἀλλὰ τὸ μακρὰν τὸν θεὸν εἶναι πάσης γενέσεως αὐτὸ μόνον ὁρᾷ καὶ τὸ πορρω‐ τάτω τὴν κατάληψιν αὐτοῦ πάσης ἀνθρωπίνης διανοίας διῳκίσθαι.
Som
.

1

.

67

μήποτε μέντοι γε οὐδὲ τόπον νῦν ἀλληγορῶν ἐπὶ τοῦ αἰτίου παρείληφεν, ἀλλ’ ἔστι τὸ δηλούμενον τοιοῦτον· „ἦλθεν εἰς τὸν τόπον, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν“ αὐτὸν τὸν τόπον, εἰς ὃν ἦλθε, μακρὰν ὄντα τοῦ ἀκατονομάστου καὶ ἀρρήτου καὶ κατὰ πάσας ἰδέας ἀκαταλήπτου θεοῦ.
Som
.

1

.

68

| τούτων προδιωρισμένων, ὅταν εἰς Χαρράν, τὴν αἴσθησιν, ἔλθῃ ὁ ἀσκητής, „ὑπαντᾷ τόπῳ“ (Gen. 28, 11), οὔτε τῷ ἐκπεπληρωμένῳ ὑπὸ σώματος θνητοῦ—μετέχουσι γὰρ αὐτοῦ πάντες οἱ γηγενεῖς ἐκ‐ πεπληρωκότες χώραν καὶ τόπον τινὰ κατὰ τἀναγκαῖον ἐπέχοντες—
5οὔτε τῷ τρίτῳ καὶ ἀρίστῳ, οὗ μόλις ἔννοιαν λαβεῖν ἦν ἂν ἐπὶ τοῦ φρέατος ποιούμενον τὰς διατριβάς, ὃ προσηγορεύετο ὅρκος, ᾧ τὸ αὐτο‐ μαθὲς γένος, Ἰσαάκ, ἐνδιαιτᾶται μηδέποτε τῆς πρὸς θεὸν πίστεως καὶ ἀφανοῦς ὑπολήψεως ἀφιστάμενον, ἀλλὰ τῷ μέσῳ λόγῳ θείῳ, τὰ
Som
.

1

.

69

ἄριστα ὑφηγουμένῳ καὶ ὅσα πρόσφορα τοῖς καιροῖς ἀναδιδάσκοντι. οὐ γὰρ ἀξιῶν ὁ θεὸς εἰς αἴσθησιν ἔρχεσθαι τοὺς ἑαυτοῦ λόγους ἐπικουρίας ἕνεκα τῶν φιλαρέτων ἀποστέλλει· οἱ δ’ ἰατρεύουσι καὶ ἐκνοσηλεύουσι τὰ
ψυχῆς ἀρρωστήματα, παραινέσεις ἱερὰς ὥσπερ νόμους ἀκινήτους τιθέντες219
5καὶ ἐπὶ τὰ τούτων γυμνάσια καλοῦντες καὶ τρόπον ἀλειπτῶν ἰσχὺν καὶ
Som
.

1

.

70

δύναμιν καὶ ῥώμην ἀνανταγώνιστον ἐμφύοντες. δεόντως οὖν εἰς αἴσθησιν ἐλθὼν οὐκέτι θεῷ, λόγῳ δ’ ὑπαντᾷ θεοῦ, καθὰ καὶ ὁ πάππος αὐτοῦ τῆς σοφίας Ἀβραάμ. λέγεται γάρ· „ἀπῆλθε κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, καὶ Ἀβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ“ (Gen. 18, 33)·
5δι’ οὗ συνάγεται τὸ λόγοις τοιούτοις ἐντυγχάνειν ἱεροῖς, ὧν ὁ πρὸ τῶν ὅλων θεὸς ἀπήλλακται, μηκέτι τὰς ἀφ’ αὑτοῦ τείνων φαντασίας, ἀλλὰ
Som
.

1

.

71

τὰς ἀπὸ τῶν μεθ’ αὑτὸν δυνάμεων. ὑπερφυέστατα δ’ ἔχει τὸ μὴ φάναι ἐλθεῖν εἰς τὸν τόπον, ἀλλ’ ἀπαντῆσαι τόπῳ· ἑκούσιον μὲν γὰρ τὸ ἔρχεσθαι, τὸ δ’ ἀπαντᾶν πολλάκις ἀκούσιον, ἵν’ ἐξαπιναίως ὁ θεῖος λόγος ἐπιφαινόμενος ἀπροσδόκητον χαρὰν ἐλπίδος μείζονα ἐρήμῃ ψυχῇ συνο‐
5δοιπορεῖν μέλλων προτείνῃ. καὶ γὰρ Μωυσῆς „ἐξάγει τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ θεοῦ“ (Exod. 19, 17), σαφῶς εἰδὼς ἐρχόμενον αὐτὸν ἀοράτως πρὸς τὰς ποθούσας ψυχὰς ἐντυχεῖν αὐτῷ.
Som
.

1

.

72

Τὴν δ’ αἰτίαν ἐπιφέρει, δι’ ἣν τόπῳ ὑπήντησεν· „ἔδυ“ γάρ φησιν „ὁ ἥλιοσ“ (Gen. 28, 11), οὐχ ὁ φαινόμενος οὗτος, ἀλλὰ τὸ τοῦ ἀοράτου καὶ μεγίστου θεοῦ περιφεγγέστατον καὶ περιαυγέστατον φῶς. τοῦθ’ ὅταν μὲν ἐπιλάμψῃ διανοίᾳ, τὰ δεύτερα λόγων δύεται φέγγη, πολὺ
5δὲ μᾶλλον οἱ αἰσθητοὶ τόποι πάντες ἐπισκιάζονται· ὅταν δ’ ἑτέρωσε
Som
.

1

.

73

χωρήσῃ, πάντ’ εὐθὺς ἀνίσχει καὶ ἀνατέλλει. μὴ θαυμάσῃς δέ, εἰ ὁ ἥλιος κατὰ τοὺς τῆς ἀλληγορίας κανόνας ἐξομοιοῦται τῷ πατρὶ καὶ ἡγε‐ μόνι τῶν συμπάντων· θεῷ γὰρ ὅμοιον πρὸς ἀλήθειαν μὲν οὐδέν, ἃ δὲ δόξῃ νενόμισται, δύο μόνα ἐστίν, ἀόρατόν τε καὶ ὁρατόν, ψυχὴ μὲν
Som
.

1

.

74

ἀόρατον, ὁρατὸν δὲ ἥλιος. τὴν | μὲν οὖν ψυχῆς ἐμφέρειαν δεδήλωκεν ἐν ἑτέροις εἰπών· „ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν“ (Gen. 1, 27), καὶ ἐν τῷ κατὰ ἀνδροφόνων τεθέντι νόμῳ
πάλιν· „ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται,220
5ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον“ (Gen. 9, 6), τὴν δὲ ἡλίου
Som
.

1

.

75

διὰ συμβόλων μεμήνυκε. ῥᾴδιον δὲ καὶ ἄλλως ἐξ ἐπιλογισμοῦ τοῦτο κατιδεῖν, ἐπειδὴ πρῶτον μὲν ὁ θεὸς φῶς ἐστι—„κύριος γὰρ φωτισμός μου καὶ σωτήρ μου“ ἐν ὕμνοις ᾄδεται (Psalm. 26, 1)—καὶ οὐ μόνον φῶς, ἀλλὰ καὶ παντὸς ἑτέρου φωτὸς ἀρχέτυπον, μᾶλλον δὲ παντὸς ἀρχε‐
5τύπου πρεσβύτερον καὶ ἀνώτερον, λόγον ἔχον παραδείγματος. τὸ μὲν γὰρ παράδειγμα ὁ πληρέστατος ἦν αὐτοῦ λόγος, φῶς—„εἶπε“ γάρ φησιν „ὁ θεός· γενέσθω φῶσ“ (Gen. 1, 3)—, αὐτὸς δὲ οὐδενὶ τῶν γεγονότων
Som
.

1

.

76

ὅμοιος. ἔπειθ’ ὡς ἥλιος ἡμέραν καὶ νύκτα διακρίνει, οὕτως φησὶ Μωυσῆς τὸν θεὸν φῶς καὶ σκότος διατειχίσαι· „διεχώρισε γὰρ ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότουσ“ (Gen. 1, 4)· ἄλλως τε ὡς ἥλιος ἀνατείλας τὰ κεκρυμμένα τῶν σωμάτων ἐπιδείκνυται, οὕτως
5καὶ ὁ θεὸς τὰ πάντα γεννήσας οὐ μόνον εἰς τοὐμφανὲς ἤγαγεν, ἀλλὰ καὶ ἃ πρότερον οὐκ ἦν, ἐποίησεν, οὐ δημιουργὸς μόνον ἀλλὰ καὶ κτίστης
Som
.

1

.

77

αὐτὸς ὤν. λέγεται δὲ πολλαχῶς κατὰ τὸν ἱερὸν λόγον ἐν ὑπο‐ νοίαις ἥλιος, ἅπαξ μὲν ὁ ἀνθρώπινος νοῦς, ὃν οἰκοδομοῦσιν ὡς πόλιν καὶ κατασκευάζουσιν οἱ γένεσιν πρὸ τοῦ ἀγενήτου θεραπεύειν ἀναγκαζό‐ μενοι, ἐφ’ ὧν εἴρηται ὅτι „ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραώ, τήν
5τε Πειθώ“, τὸν λόγον ᾧ τὸ πείθειν ἀνάκειται, „καὶ Ῥαμεσσή“, τὴν αἴσθησιν, ὑφ’ ἧς ὥσπερ ὑπὸ σέων ἡ ψυχὴ διεσθίεται—ἑρμηνεύεται γὰρ σεισμὸς σητός—, „καὶ τὴν Ὤν“, τὸν νοῦν, ἣν Ἡλίου πόλιν ὠνό‐ μασεν (Exod. 1, 11), ἐπειδὴ καθάπερ ἥλιος τοῦ παντὸς ἡμῶν ὄγκου τὴν ἡγεμονίαν ἀνῆπται καὶ τὰς αὑτοῦ δυνάμεις ὥσπερ ἀκτῖνας εἰς ὅλον
Som
.

1

.

78

τείνει. τὸν δὲ ἱερέα καὶ θεραπευτὴν τοῦ νοῦ πενθερὸν ἐπιγράφεται πᾶς ὁ τὴν τοῦ σώματος πολιτείαν ἀναψάμενος, ὄνομα Ἰωσήφ. „ἔδωκε“ γάρ
φησιν „αὐτῷ τὴν Ἀσενὲθ θυγατέρα Πετεφρῆ ἱερέως Ἡλίου πόλεωσ“221
Som
.

1

.

79

(Gen. 41, 45). | δεύτερον δὲ ἥλιον καλεῖ συμβολικῶς τὴν αἴσθησιν, ἐπειδὴ τὰ αἰσθητὰ πάντα δείκνυται διανοίᾳ. περὶ ἧς λελάληκεν ὧδε· „ἀνέτειλεν ὁ ἥλιος αὐτῷ, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ θεοῦ“ (Gen. 32, 31)· τῷ γὰρ ὄντι ταῖς ἱερωτάταις ἰδέαις καὶ ὡς ἂν εἰκόσιν ἀσωμάτοις ὅταν μηκέτι
5δυνώμεθα συνδιατρίβειν, ἀλλ’ ἑτέρωσε τρεπόμενοι μεταχωρήσωμεν, ἄλλῳ φωτὶ τῷ κατὰ αἴσθησιν χρώμεθα σκότους πρὸς τὸν ὑγιῆ λόγον οὐδὲν
Som
.

1

.

80

ἁπλῶς διαφέροντι· ὅπερ ἀνατεῖλαν ὅρασιν μὲν καὶ ἀκοήν, ἔτι δὲ γεῦσιν καὶ ὄσφρησιν καὶ ἁφὴν ὥσπερ κοιμωμένας ἀνήγειρε, φρόνησιν δὲ καὶ δικαιοσύνην ἐπιστήμην τε καὶ σοφίαν ἐγρηγορυίας εἰς ὕπνον ἔτρεψεν.
Som
.

1

.

81

οὗ χάριν ἁγνεύειν οὐδένα πρὸ ἑσπέρας φησὶν ὁ ἱερὸς λόγος (Lev. 11, 24 al.) δύνασθαι, τῆς διανοίας ὑπὸ τῶν κατ’ αἴσθησιν κινήσεων ἔτι παρευημερουμένης. ἄφυκτον δὲ καὶ τοῖς ἱερεῦσι νόμον ἐν ταὐτῷ καὶ γνώμην ἀποφαινόμενος τίθησιν, ἐπειδὰν λέγῃ· „Οὐκ ἔδεται ἀπὸ τῶν
5ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα ὕδατι καὶ δύῃ ὁ ἥλιος καὶ γένηται
Som
.

1

.

82

καθαρόσ“ (Lev. 22, 6. 7). δηλοῖ γὰρ σαφέστατα διὰ τούτων, ὅτι εὐαγὴς εἰσάπαν οὐδείς ἐστιν, ὡς ταῖς ἁγίαις καὶ ἱεροπρεπέσι χρῆσθαι τελεταῖς, ᾧ τὰς αἰσθητὰς τοῦ θνητοῦ βίου λαμπρότητας ἔτι τετιμῆσθαι συμβέβηκεν. εἰ δέ τις αὐτὰς οὐκ ἀποδέχεται, κατὰ τὸ ἀκόλουθον τῷ φρονήσεως ἐπι‐
5λάμπεται φέγγει, δι’ οὗ δυνήσεται τὰς τῶν κενῶν δοξῶν ἐκνίπτεσθαι
Som
.

1

.

83

καὶ ἀπολούεσθαι κηλῖδας. ἢ τὸν ἥλιον αὐτὸν οὐχ ὁρᾷς, ὅτι τἀναντία καὶ ἀνατέλλων καὶ δυόμενος ἐργάζεται; ἐπειδὰν γὰρ ἀνίσχῃ, τὰ μὲν κατὰ γῆν ἅπαντα περιλάμπεται, τὰ δὲ κατ’ οὐρανὸν ἀποκρύπτεται· δύντος δ’ ἔμπαλιν οἱ μὲν ἀστέρες προφαίνονται, τὰ δὲ περίγεια συσκιά‐
Som
.

1

.

84

ζεται. τὸν αὐτὸν τρόπον καὶ ἐν ἡμῖν, ὅταν μὲν τὸ τῶν αἰσθήσεων φέγγος ὡς ἥλιος ἀνατείλῃ, τὰς ὀλυμπίους καὶ οὐρανίους ὡς ἀληθῶς
ἐπιστήμας κρύπτεσθαι συμβέβηκεν· ὅταν δὲ πρὸς δυσμὰς γένηται, τὰς ἀστεροειδεστάτας καὶ θειοτάτας ἀναφαίνεσθαι ἀρετῶν αὐγάς, ὅτε καὶ222
Som
.

1

.

85

καθαρὸς ὁ νοῦς ὑπὸ μηδενὸς κρυπτόμενος αἰσθητοῦ γίνεται. κατὰ δὲ τὸ τρίτον σημαινόμενον ἥλιον καλεῖ τὸν θεῖον λόγον, τὸ τοῦ κατ’ οὐρανὸν περιπολοῦντος, ὡς πρότερον ἐλέχθη, παράδειγμα, ἐφ’ οὗ λέγεται· „ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ, καὶ κύριος
Som
.

1

.

86

ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ“ (Gen. 19, 23. 24). ὁ γὰρ τοῦ θεοῦ λόγος, ὅταν ἐπὶ τὸ γεῶδες ἡμῶν σύστημα ἀφίκηται, τοῖς μὲν ἀρετῆς συγγενέσι καὶ πρὸς αὐτὴν ἀποκλίνουσιν ἀρήγει καὶ βοηθεῖ, ὡς καταφυγὴν καὶ σωτηρίαν αὐτοῖς πορίζειν παντελῆ, τοῖς δὲ ἀντιπάλοις
Som
.

1

.

87

ὄλεθρον καὶ φθορὰν ἀνίατον ἐπιπέμπει. λέγεται δὲ κατὰ τέταρτον σημαινόμενον ἥλιος μὲν αὐτὸς ὁ τῶν ὅλων ἡγεμών, ὡς εἶπον ἤδη, δι’ οὗ τὰ ἀνίατα τῶν ἁμαρτημάτων ἀνακαλύπτεται συσκιάζεσθαι δοκοῦντα·
Som
.

1

.

88

| πάντα γὰρ ὡς δυνατά, οὕτως καὶ γνώριμα θεῷ. παρὸ καὶ τοὺς κατα‐ λυθέντας τῶν τόνων τῶν ψυχικῶν, ἀκολάστως καὶ λαγνίστερον ὁμιλοῦν‐ τας ταῖς νοῦ θυγατράσιν, αἰσθήσεσιν, ὡς χαμαιτύπαις καὶ πόρναις,
Som
.

1

.

89

ἐνδειχθησομένους πρὸς ἥλιον ἄγει. φησὶ γάρ· „καὶ κατέλυσεν ὁ λαὸς ἐν Σαττὶν“—ἄκανθαι δ’ ἑρμηνεύεται, παθῶν κεντούντων καὶ τιτρω‐ σκόντων ψυχὴν σύμβολον—, „καὶ ἐβεβηλώθη“ φησίν „ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ“—αἱ δέ εἰσιν αἱ αἰσθήσεις, κεκλημέναι νοῦ
5θυγατέρες· Μωὰβ γὰρ ἐκ πατρὸς ἑρμηνεύεται—, καὶ προστίθησι· „λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον τῷ κυρίῳ ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ κυρίου ἀπὸ Ἰσραήλ“ (Num. 25,
Som
.

1

.

90

1. 4). οὐ γὰρ μόνον τὰ κεκρυμμένα τῶν ἀδικημάτων ἐμφανῆ γενέσθαι βουλόμενος ταῖς ἡλιακαῖς περιέλαμψεν ἀκτῖσιν, ἀλλὰ καὶ διὰ συμβόλων ἥλιον τὸν πατέρα τῶν ὅλων ἐκάλεσεν, ᾧ πάντα προὖπτα καὶ ὅσα ἐν
μυχοῖς τῆς διανοίας ἀοράτως ἐπιτελεῖται· γενομένων δ’ ἐμφανῶν ἵλεώ223
Som
.

1

.

91

φησιν ἔσεσθαι τὸν μόνον ἵλεω. διὰ τί; ὅτι, ἐὰν ὑπολαβοῦσα διάνοια λήσεσθαι τὸ θεῖον ἀδικοῦσα, ὡς μὴ πάντα καθορᾶν δυνάμενον, κρύφα καὶ ἐν μυχοῖς διαμαρτάνῃ καὶ μετὰ ταῦτα εἴτ’ ἐξ αὑτῆς εἴτε καὶ ὑφη‐ γησαμένου τινὸς ἐννοήσῃ, ὅτι ἀμήχανον ἄδηλον εἶναί τι τῷ θεῷ, καὶ
5ἑαυτὴν καὶ τὰς ἑαυτῆς πράξεις ἁπάσας ἀναπτύξῃ καὶ εἰς μέσον προενεγ‐ κοῦσα καθάπερ εἰς ἡλιακὸν φῶς ἐπιδείξηται τῷ τῶν ὅλων ἐπισκόπῳ φήσασα μετανοεῖν ἐφ’ οἷς πρότερον ἀγνώμονι γνώμῃ χρωμένη κακῶς ἐδόξαζε—μηδὲν γὰρ ἄδηλον, γνώριμα δὲ καὶ δῆλα πάντα, οὐ τὰ πρα‐ χθέντα μόνον, ἀλλὰ καὶ τὰ ἐλπιζόμενα κατὰ πολλὴν περιουσίαν ὑπάρχειν
10αὐτῷ—, κεκάθαρται καὶ ὠφέληται καὶ τὸν ἐφεστῶτα κολαστὴν ἔλεγχον ἡμέρωκεν ὀργῇ δικαίᾳ χρώμενον, εἰ τὸ μετανοεῖν ἀδελφὸν νεώτερον ὂν
Som
.

1

.

92

τοῦ μηδ’ ὅλως ἁμαρτεῖν ἀποδέχεται. φαίνεται μέντοι καὶ ἑτέρωθι κατὰ σύμβολον ἐπὶ τοῦ αἰτίου τὸν ἥλιον παραλαμβάνων, ὡς ἐν τῷ γρα‐ φέντι νόμῳ περὶ τῶν ἐπ’ ἐνεχύροις δανειζόντων· λέγε τὸν νόμον· „ἐὰν ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον, πρὸ δυσμῶν ἡλίου ἀπο‐
5δώσεις αὐτῷ· ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτῷ μόνον, τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ. ἐν τίνι κοιμηθήσεται; ἐὰν οὖν καταβοήσῃ πρὸς
Som
.

1

.

93

μέ, εἰσακούσομαι αὐτοῦ· ἐλεήμων γάρ εἰμι“ (Exod. 22, 26. 27). ἆρ’ οὐκ ἄξιον τοὺς οἰομένους τὴν τοσαύτην σπουδὴν εἶναι τῷ νομοθέτῃ περὶ ἀμπεχόνης, εἰ καὶ μὴ ὀνειδίζειν, ἀλλά τοί γε ὑπομιμνῄσκειν φάσκοντας· τί λέγετε, ὦ γενναῖοι; ὁ τῶν ὅλων κτίστης καὶ ἡγεμὼν ἐλεήμονα ἑαυτὸν
5ἐφ’ οὕτως εὐτελοῦς πράγματος, ἱματίου μὴ ἀποδοθέντος χρεώστῃ
Som
.

1

.

94

| πρὸς δανειστοῦ, καλεῖ; τὸ μέγεθος καθάπαξ τῆς ἀρετῆς τοῦ πάντα μεγάλου θεοῦ μὴ συνεωρακότων τοιαῦτ’ ἐστὶν ὑπολαμβάνειν καὶ τὴν ἀνθρωπίνην μικρολογίαν τῇ ἀγενήτῳ καὶ ἀφθάρτῳ καὶ πλήρει μακαριό‐224
Som
.

1

.

95

τητος καὶ εὐδαιμονίας φύσει παρὰ θέμιν καὶ δίκην προσνεμόντων. τί γὰρ ἄτοπον ποιοῦσιν οἱ τὰ ῥύσια κατέχοντες δανεισταὶ παρ’ αὑτοῖς, ἄχρις ἂν τὰ ἴδια ἀναπράξωνται; πένητες οἱ χρεῶσται, φήσει τις ἴσως, καὶ ἄξιον ἐλεεῖν αὐτούς. εἶτ’ οὐκ ἄμεινον ἦν γράψαι νόμον, δι’ οὗ
5τούτους ἐρανιοῦσι μᾶλλον ἢ χρεώστας ἀποφανοῦσιν ἢ ἐπ’ ἐνεχύροις τοῦ δανείζειν κωλύσουσιν; ὁ δὲ ἐφεὶς οὐκ ἂν εἰκότως ἐπὶ τοῖς ἃ
Som
.

1

.

96

ἔλαβον πρὸ καιροῦ μὴ προιεμένοις δυσχεραίνοι ὡς ἀσεβοῦσι. πενίας δ’ εἰς αὐτά τις ἐλθών, ὡς ἔπος εἰπεῖν, τὰ πέρατα καὶ ῥάκιον ἓν ἀμπεχό‐ μενος δανειστὰς καινοὺς ἐπάγεται τὸν ἀπὸ τῶν ὁρώντων παρεὶς ἔλεον, ὃς τοῖς κεχρημένοις ταῖς τοιαύταις κακοπραγίαις κατ’ οἰκίαν καὶ παρ’
Som
.

1

.

97

ἱεροῖς καὶ ἐν ἀγορᾷ καὶ πανταχοῦ προκέχυται; νυνὶ δὲ καὶ ὃ μόνον εἶχε προκάλυμμα αἰδοῦς, ᾧ τὰ τῆς φύσεως ἀπόρρητα συνεσκίαζε, τοῦτο φέρων προὔτεινε· ῥύσιον ὑπὲρ τίνος, εἰπέ μοι; ἢ ὑπὲρ ἑτέρας ἀμείνονος ἐσθῆτος; τροφῆς μὲν γὰρ ἀναγκαίας ἄπορος οὐδείς, ἄχρις ἂν πηγαὶ μὲν
5ἀναβλύζωσι, ποταμοὶ δὲ χείμαρροι πλημμυρῶσι, γῆ δὲ τοὺς ἐτησίους
Som
.

1

.

98

ἀναδιδῷ καρπούς. οὕτω δὲ ἢ βαθύπλουτός τις ἢ λίαν ὠμὸς ὁ δανειστής, ὡς ἢ τετράδραχμον, τάχα δὲ καὶ ἔλαττον ἐθέλειν τῳ συμβαλεῖν ἢ οὕτω πενιχρῷ δανείζειν ἀλλὰ μὴ χαρίζεσθαι ἢ ὃ μόνον ἦν ἱμάτιον ἐκείνῳ
λαμβάνειν ἐνέχυρον, ὅπερ ἑτέρῳ ὀνόματι λωποδυτεῖν εἰκότως ἂν λέγοιτο;225
5καὶ γὰρ λωποδύταις ἔθος ἀπαμπίσχουσι τὰς μὲν ἐσθῆτας ἀφαιρεῖσθαι,
Som
.

1

.

99

γυμνοὺς δὲ τοὺς ἔχοντας ἀποφαίνειν. διὰ τί δὲ νυκτὸς μὲν καὶ τοῦ μὴ ἀνείμονά τινα κοιμηθῆναι προὐνόησεν, ἡμέρας δὲ καὶ τοῦ μὴ ἐγρηγορότα γυμνὸν ἀσχημονεῖν οὐκέθ’ ὁμοίως ἐφρόντισεν; ἢ οὐ νυκτὶ μὲν καὶ σκότῳ κρύπτεται πάντα, ὡς ἧττον ἢ μηδ’ ὅλως αἰδεῖσθαι, ἡμέρᾳ δὲ
Som
.

1

.

100

καὶ φωτὶ ἀνακαλύπτεται, ὡς τότε μᾶλλον ἐρυθριᾶν ἀναγκάζεσθαι; διὰ τί δ’ οὐ διδόναι τὸ ἱμάτιον, ἀλλ’ ἀποδιδόναι προσέταξεν; ἀπόδοσις γὰρ ἐπ’ ἀλλοτρίοις γίνεται, τὰ δ’ ἐνέχυρα τῶν δεδανεικότων μᾶλλον ἢ τῶν δεδανεισμένων ἐστίν. ἐκεῖνο δὲ οὐκ ἐννοεῖς, ὅτι λαβόντι τῷ χρεώστῃ
5πρόσκοιτον τὸ ἱμάτιον οὐ προσέταξε μεθ’ ἡμέραν περιελεῖν ἀναστάντι
Som
.

1

.

101

καὶ κομίσαι τῷ δανειστῇ; καὶ μὴν τῷ γε τῆς ἑρμηνείας ἰδιοτρόπῳ καὶ ὁ βραδύτατος ἕτερόν τι τοῦ ῥητοῦ κατανοεῖν ἂν | προαχθείη· μᾶλλον γὰρ ἀφορισμῷ ἢ παραινέσει ἔοικε τὸ διάταγμα. παραινῶν μὲν γὰρ εἶπεν ἄν τις· τὸ ἐνεχυρασθὲν ἱμάτιον, ἐὰν τοῦτ’ ᾖ μόνον τῷ χρεώστῃ,
5πρὸ ἑσπέρας ἀπόδος, ἵν’ ἔχῃ νύκτωρ ἀμπέχεσθαι, ἀφοριζόμενος δὲ οὕτως, ὡς νῦν ἔχει· „ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτῷ μόνον, τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ· ἐν τίνι κοιμηθήσεται“ (Exod. 22, 27);
Som
.

1

.

102

ταῦτα μὲν δὴ καὶ τὰ τοιαῦτα πρὸς τοὺς τῆς ῥητῆς πραγματείας σοφιστὰς καὶ λίαν τὰς ὀφρῦς ἀνεσπακότας εἰρήσθω, λέγωμεν δὲ ἡμεῖς ἑπόμενοι τοῖς ἀλληγορίας νόμοις τὰ πρέποντα περὶ τούτων. φαμὲν τοίνυν λόγου σύμβολον ἱμάτιον εἶναι. τάς τε γὰρ ἀπὸ κρυμοῦ καὶ θάλ‐
5πους εἰωθυίας τῷ σώματι κατασκήπτειν βλάβας ἐσθὴς ἀπωθεῖται καὶ ἐπισκιάζει τὰ τῆς φύσεως ἀπόρρητα καὶ ἔστιν ἁρμόττων σώματι κόσμος
Som
.

1

.

103

ἡ ἀμπεχόνη. κατὰ τὸ παραπλήσιον μέντοι καὶ ἀνθρώπῳ λόγος δώρημα κάλλιστον ἐδόθη παρὰ θεοῦ, πρῶτον μὲν κατὰ τῶν νεωτερι‐ ζόντων εἰς αὐτὸν ὅπλον ἀμυντήριον—ὡς γὰρ τῶν ἄλλων ἕκαστον ζῴων ἡ φύσις οἰκείοις ἕρκεσιν ὠχύρωσε, δι’ ὧν τοὺς ἐπιχειροῦντας226
5ἀδικεῖν ἀποκρούσεται, καὶ ἀνθρώπῳ μέγιστον ἔρυμα καὶ φρουρὰν ἀκα‐ θαίρετον λόγον δέδωκεν, οὗ κραταιῶς οἷα πανοπλίας ἐνειλημμένος οἰκεῖον καὶ προσφυέστατον ἕξει δορυφόρον· τούτῳ δὲ προαγωνιστῇ χρώ‐ μενος δυνήσεται τὰς ἀπὸ τῶν ἐχθρῶν ἐπιφερομένας ἀπωθεῖσθαι
Som
.

1

.

104

ζημίας—, δεύτερον δὲ καὶ αἰσχύνης καὶ ὀνειδῶν ἀναγκαιότατον περί‐ βλημα—δεινὸς γὰρ συγκρύψαι καὶ συσκιάσαι τὰς ἁμαρτίας τῶν ἀνθρώπων λόγος—, τρίτον δὲ πρὸς ὅλου τοῦ βίου κόσμον· ὁ γὰρ
Som
.

1

.

105

βελτιῶν ἕκαστον καὶ πάντα ἄγων ἐπὶ τὸ κρεῖττον οὗτός ἐστιν. ἀλλὰ γάρ εἰσι λῶβαί τινες καὶ κῆρες ἀνθρώπων, οἳ καὶ τὸν λόγον ἐνεχυρά‐ ζουσιν ἀφαιρούμενοι τοὺς ἔχοντας καί, συναυξῆσαι δέον, ὅλον ὑποτέμ‐ νονται, καθάπερ οἱ τὰ τῶν πολεμίων δῃοῦντες χωρία καὶ τόν τε σῖτον
5καὶ τὸν ἄλλον καρπὸν φθείρειν ἐπιχειροῦντες, ὃς ἀφεθεὶς μεγάλη τοῖς
Som
.

1

.

106

χρησαμένοις ἂν ὄνησις ἦν. πόλεμος οὖν ἐστιν ἐνίοις ἄσπονδος καὶ ἀκήρυκτος πρὸς τὴν λογικὴν φύσιν, οἵτινες τὰς βλάστας αὐτῆς ἀποκεί‐ ρουσιν ἐν χρῷ καὶ τὰς πρώτας ἐπιφύσεις ἐκθλίβουσιν, ἄγονον καὶ
Som
.

1

.

107

στεῖραν, ὡς ἔπος εἰπεῖν, καλῶν ἐπιτηδευμάτων ἀπεργαζόμενοι. ὁρμῶ‐ σαν γὰρ ἔστιν ὅτε πρὸς παιδείαν ἀκατασχέτῳ ῥύμῃ καὶ πληχθεῖσαν ἔρωτι τῶν φιλοσοφίας θεωρημάτων ὑπὸ βασκανίας καὶ φθόνου δείσαντες, μὴ μεγάλα πνεύσασα καὶ ἐπὶ μήκιστον ἀρθεῖσα τὰς γλισχρολογίας
5αὐτῶν καὶ πιθανὰς κατὰ τῆς ἀληθείας εὑρέσεις ἐπικλύσῃ χειμάρρου τρόπον, ἑτέρωσε ταῖς ἑαυτῶν κακοτεχνίαις τὴν φορὰν ἔτρεψαν, εἰς
βαναύσους καὶ | ἀνελευθέρους τέχνας μετοχετευσάμενοι· πολλάκις δὲ καὶ ἀμβλώσαντες καὶ ἐπιφράξαντες ἀργὸν τὸ μεγαλοφυὲς κατέλιπον, ὥσπερ βαθύγειον καὶ εὐδαίμονα γῆν ὀρφανῶν παίδων ἐπίτροποι κακοὶ χέρσον,227
10καὶ οὐκ ᾐδέσθησαν οἱ πάντων ἀνηλεέστατοι τὸ μόνον ἱμάτιον ἀνθρώ‐ που περισυλῶντες, λόγον· „ἔστι“ γάρ φησι „τοῦτο περιβόλαιον αὐτῷ
Som
.

1

.

108

μόνον“ (Exod. 22, 27). τί πλὴν ὁ λόγος; ὥσπερ γὰρ ἵππου τὸ χρε‐ μετίζειν ἴδιον καὶ τὸ ὑλακτεῖν κυνὸς καὶ βοὸς τὸ μυκᾶσθαι καὶ τὸ ὠρύεσθαι λέοντος, οὕτω καὶ ἀνθρώπου τὸ λέγειν καὶ αὐτὸς ὁ λόγος. τοῦτον γὰρ ἔρυμα, περίβλημα, πανοπλίαν, τεῖχος τὸ ζῷον τὸ θεοφιλέστα‐
Som
.

1

.

109

τον, ὁ ἄνθρωπος, ἐκ πάντων ἴδιον κεκάρπωται. διὸ καὶ ἐπι‐ φέρει· „τοῦτο τὸ ἱμάτιον αὐτὸ μόνον ἀσχημοσύνης αὐτοῦ“ (Exod. 22, 27). τίς ἄλλος γὰρ οὕτως τὰ ὀνείδη καὶ τὰ αἴσχη τοῦ βίου συσκιάζει καὶ συγκρύπτει, ὡς λόγος; ἀμαθία μὲν γὰρ ἀλόγου φύσεως συγγενὲς
Som
.

1

.

110

αἶσχος, παιδεία δὲ ἀδελφὸν λόγου, κόσμος οἰκεῖος. „ἐν τίνι οὖν κοι‐ μηθήσεται“, τουτέστιν ἠρεμήσει καὶ διαναπαύσεται ἄνθρωπος, πλὴν ἐν λόγῳ; λόγος γὰρ τὸ βαρυποτμότατον ἡμῶν γένος ἐπικουφίζει. ὥσπερ οὖν τοὺς λύπαις ἢ φόβοις ἤ τισιν ἄλλοις κακοῖς πιεσθέντας εὐμένεια
5καὶ συνήθεια καὶ δεξιότης φίλων πολλάκις ἐθεράπευσεν, οὕτως οὐ πολλάκις ἀλλ’ ἀεὶ τὸ βαρύτατον ἄχθος, ὅπερ ἐπιτιθέασιν ἡμῖν αἵ τε τοῦ συνδέτου σώματος ἀνάγκαι καὶ αἱ τῶν ἔξωθεν κατασκηπτόντων
Som
.

1

.

111

ἀπροόρατοι συντυχίαι, μόνος ὁ ἀλεξίκακος λόγος ἀπωθεῖται. φίλος γὰρ καὶ γνώριμος καὶ συνήθης καὶ ἑταῖρος ἡμῖν ἐστιν, ἐνδεδεμένος, μᾶλλον δὲ ἡρμοσμένος καὶ ἡνωμένος κόλλῃ τινὶ φύσεως ἀλύτῳ καὶ ἀοράτῳ. διὰ τοῦτο καὶ προλέγει τὰ συνοίσοντα καὶ συμβάντος τινὸς ἀβουλήτου πάρεστιν
5αὐτοκέλευστος βοηθήσων, οὐ τὴν ἑτέραν φέρων μόνον ὠφέλειαν, ἣν ὁ
Som
.

1

.

112

μὴ δρῶν σύμβουλος ἢ ὁ συναγωνιστὴς ἥσυχος, ἀλλ’ ἀμφοτέρας. οὐ γὰρ
ἡμίεργον ἐπιτετήδευκε δύναμιν, ἀλλὰ πᾶσι τοῖς μέρεσιν ὁλόκληρον· ὅς γε, κἂν σφαλῇ πείρας ἐν οἷς διανοεῖται ἢ ἔργῳ ἐπεξέρχεται, [ἢ] ἐπὶ τὸ τρίτον ἀφικνεῖται βοήθημα, παρηγορίαν. φάρμακον γὰρ ὡς τραυ‐228
5μάτων, καὶ ψυχῆς παθῶν ὁ λόγος ἐστὶ σωτήριον, ὃν „πρὸ δυσμῶν ἡλίου“ φησὶ δεῖν ὁ νομοθέτης ἀποδοῦναι (Exod. 22, 26), τουτέστι πρὶν τὰς τοῦ μεγίστου καὶ ἐπιφανεστάτου θεοῦ καταδῦναι περιλαμπεστά‐ τας αὐγάς, ἃς δι’ ἔλεον τοῦ γένους ἡμῶν εἰς νοῦν τὸν ἀνθρώπινον
Som
.

1

.

113

οὐρανόθεν ἀποστέλλει. παραμένοντος γὰρ ἐν ψυχῇ τοῦ θεοειδεστάτου καὶ ἀσωμάτου φωτὸς ἀποδώσομεν τὸν ἐνεχυρασθέντα λόγον, ὡς ἱμάτιον, ἵν’ ἐγγένηται τῷ λαβόντι τὸ ἴδιον ἀνθρώπου κτῆμα τήν τε αἰσχύνην τοῦ βίου περιστεῖλαι καὶ τῆς θείας ἀπόνασθαι δωρεᾶς καὶ μετ’ ἠρεμίας
5ἀναπαύσασθαι παρουσίᾳ τοιούτου συμβούλου | καὶ προασπιστοῦ τάξιν
Som
.

1

.

114

ἣν ἐτάχθη μηδέποτε λείψοντος. ἕως οὖν ἔτι σοι τὸ ἱερὸν φέγγος ὁ θεὸς ἀκτινοβολεῖ, σπούδασον ἐν ἡμέρᾳ τὸ ῥύσιον ἀποδοῦναι τῷ κυρίῳ· δύντος γάρ, ὡς πᾶσα Αἴγυπτος (Exod. 10, 21), ψηλαφητὸν ἕξεις σκότος τὸν αἰῶνα καὶ πληχθεὶς ἀορασίᾳ καὶ ἀγνοίᾳ, ὧν ἐδόκεις ἐπικρατεῖν
5πάντων ἀφαιρεθήσῃ, πρὸς τοῦ βλέποντος Ἰσραήλ, ὃν ἐρρυσίαζες ἀδού‐
Som
.

1

.

115

λωτον ὄντα φύσει, δουλούμενος ἀνάγκῃ. τοῦτον δὴ τὸν δόλιχον ἀπεμηκύναμεν οὐκ ἄλλου του χάριν ἢ τοῦ διδάξαι, ὅτι ἡ ἀσκητικὴ διάνοια κινήσεσιν ἀνωμάλοις πρός τε εὐφορίαν καὶ τοὐναντίον χρωμένη καὶ τρόπον τινὰ ἀνιοῦσα καὶ κατιοῦσα συνεχῶς, ὅταν μὲν εὐφορῇ καὶ
5πρὸς τὸ ὕψος αἴρηται, ταῖς ἀρχετύποις καὶ ἀσωμάτοις ἀκτῖσι τῆς λογι‐ κῆς πηγῆς τοῦ τελεσφόρου θεοῦ περιλάμπεται, ὅταν δὲ καταβαίνῃ καὶ ἀφορῇ, ταῖς ἐκείνων εἰκόσιν, ἀθανάτοις λόγοις, οὓς καλεῖν ἔθος ἀγγέ‐
Som
.

1

.

116

λους. διὸ καὶ νῦν φησιν· „ἀπήντησε τόπῳ· ἔδυ γὰρ ὁ ἥλιοσ“ (Gen. 28, 11). ὅταν γὰρ τὴν ψυχὴν ἀπολίπωσιν αἱ τοῦ θεοῦ αὐγαί,
δι’ ὧν σαφέσταται αἱ τῶν πραγμάτων γίνονται καταλήψεις, ἀνατέλλει τὸ δεύτερον καὶ ἀσθενέστερον λόγων, οὐκέτι πραγμάτων, φέγγος,229
5καθάπερ καὶ ἐν τῷδε τῷ κόσμῳ· σελήνη γὰρ τὰ δευτερεῖα ἡλίου φερομένη καταδύντος ἐκείνου φῶς ἀμυδρότερον ἐπὶ τὴν γῆν ἀποστέλλει.
Som
.

1

.

117

καὶ τὸ ὑπαντᾶν μέντοι τόπῳ ἢ λόγῳ τοῖς μὴ δυναμένοις τὸν πρὸ τόπου καὶ λόγου θεὸν ἰδεῖν αὐταρκεστάτη δωρεά, διότι τὴν ψυχὴν ἀφώτιστον εἰσάπαν οὐκ ἔσχον, ἀλλ’ ἐπειδὴ τὸ ἄκρατον ἐκεῖνο φέγγος ἀπ’ αὐτῶν ἔδυ, τὸ κεκραμένον ἐκαρπώσαντο. „τοῖς γὰρ υἱοῖς Ἰσραὴλ
5φῶς ἦν ἐν πᾶσιν οἷς κατεγίνοντο“, φησὶν ἐν Ἐξαγωγῇ (10, 23), ὡς νύκτα καὶ σκότος ἀεὶ πεφυγαδεῦσθαι, μεθ’ ὧν οἱ τὰ ψυχῆς ὄμματα πρὸ τῶν σώματος πεπηρωμένοι ζῶσιν, ἀρετῆς αὐγὰς οὐκ εἰδότες.
Som
.

1

.

118

ἔνιοι δὲ ἥλιον μὲν ὑποτοπήσαντες εἰρῆσθαι νυνὶ συμβολικῶς αἴσθησίν τε καὶ νοῦν, τὰ νενομισμένα καθ’ ἡμᾶς αὐτοὺς εἶναι κριτήρια, τόπον δὲ τὸν θεῖον λόγον, οὕτως ἐξεδέξαντο· ἀπήντησεν ὁ ἀσκητὴς λόγῳ
Som
.

1

.

119

θείῳ δύντος τοῦ θνητοῦ καὶ ἀνθρωπίνου φέγγους. ἄχρι μὲν γὰρ ὁ νοῦς τὰ νοητὰ καὶ τὰ αἰσθητὰ αἴσθησις οἴεται παγίως καταλαμβάνειν καὶ ἄνω περιπολεῖν, μακρὰν ὁ θεῖος λόγος ἀφέστηκεν· ἐπειδὰν δ’ ἑκάτερον ἀσθένειαν ὁμολογήσῃ τὴν ἑαυτοῦ καὶ τρόπον τινὰ καταδύσει
5χρησάμενον ἀποκρυφθῇ, προϋπαντᾷ δεξιούμενος εὐθὺς ὁ ἔφεδρος ἀσκητικῆς ψυχῆς ὀρθὸς λόγος ἑαυτὴν | μὲν ἀπογινωσκούσης, τὸν δὲ ἐπιφοιτῶντα ἔξωθεν ἀφανῶς ἀναμενούσης.
Som
.

1

.

120

Φησὶ τοίνυν ἑξῆς ὅτι „ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ“ (Gen. 28, 11). θαυμάσαι ἄν τις οὐ μόνον τὴν ἐν ὑπονοίαις πραγμα‐ τείαν καὶ φυσιολογίαν αὐτοῦ, ἀλλὰ καὶ τὴν ῥητὴν πρὸς πόνου καὶ
Som
.

1

.

121

καρτερίας μελέτην ὑφήγησιν. οὐ γὰρ ἀξιοῖ τὸν ἀρετῆς ἐπιμελούμενον ἁβροδιαίτῳ βίῳ χρῆσθαι καὶ τρυφᾶν ζηλοῦντα τὰς τῶν λεγομένων μὲν
εὐδαιμόνων πρὸς ἀλήθειαν δὲ κακοδαιμονίας γεμόντων σπουδάς τε καὶ φιλοτιμίας, οἷς πᾶς ὁ βίος ὕπνος καὶ ἐνύπνιόν ἐστι κατὰ τὸν ἱερώτατον230
Som
.

1

.

122

νομοθέτην. οὗτοι μεθ’ ἡμέραν, ὅταν τὰ ἐν δικαστηρίοις καὶ βουλευ‐ τηρίοις καὶ θεάτροις καὶ πανταχοῦ πρὸς τοὺς ἄλλους ἀδικήματα διεξέλ‐ θωσιν, οἴκαδε ἀφικνοῦνται τὸν ἑαυτῶν οἶκον, οἱ δυστυχεῖς, καταστρέ‐ ψοντες, οὐ τὸν τῶν οἰκοδομημάτων, ἀλλὰ τὸν συμφυᾶ τῆς ψυχῆς οἶκον,
5τὸ σῶμα, τροφὰς ἀμέτρους καὶ ἐπαλλήλους εἰσφέροντες καὶ πολὺν ἄκρατον ἄρδοντες, ἕως 〈ἂν〉 βύθιος μὲν ὁ λογισμὸς οἴχηται, τὰ δ’ ὑπὸ γαστέρα πλησμονῆς ἔκγονα πάθη διαναστάντα, λύττῃ χρώμενα ἀκα‐ θέκτῳ, προσπεσόντα καὶ ἐμπλακέντα τοῖς ἐπιτυχοῦσι, τὸν πολὺν οἶστρον
Som
.

1

.

123

ἀπερυγόντα λωφήσῃ. νύκτωρ δέ, ὁπότε καιρὸς εἴη πρὸς κοῖτον τρα‐ πέσθαι, πολυτελεῖς κλίνας καὶ εὐανθεστάτας στρωμνὰς εὐτρεπισάμενοι μαλακῶς σφόδρα κατακλίνονται, τὴν γυναικῶν ἐκμιμούμενοι τρυφήν, αἷς ἡ φύσις ἐπέτρεψεν ἀνειμένῃ χρῆσθαι διαίτῃ, παρὸ καὶ τὸ σῶμα
5τοῦ μαλθακωτέρου κόμματος ὁ τεχνίτης καὶ ποιητὴς αὐταῖς εἰργάζετο.
Som
.

1

.

124

τοιοῦτος οὐδεὶς γνώριμος τοῦ ἱεροῦ λόγου, ἀλλ’ οἱ πρὸς ἀλήθειαν ἄνδρες, σωφροσύνης καὶ κοσμιότητος καὶ αἰδοῦς ἐρασταί, ἐγκράτειαν, ὀλιγοδεΐαν, καρτερίαν ὥσπερ κρηπῖδάς τινας ὅλου τοῦ βίου καταβεβλη‐ μένοι, ψυχῆς ἀσφαλεῖς ὑποδρόμους, οἷς ἀκινδύνως καὶ βεβαίως ἐνορμιεῖται,
5χρημάτων καὶ ἡδονῆς καὶ δόξης κρείττους, σιτίων καὶ ποτῶν καὶ αὐτὸ μόνον τῶν ἀναγκαίων, ἐφ’ ὅσον μὴ νεωτερίζειν ἄρχεται λιμός, ὑπερόπται, πεῖναν δέχεσθαι καὶ δίψαν θάλπος τε καὶ κρύος καὶ ὅσα ἄλλα δυσκαρ‐ τέρητα ὑπὲρ ἀρετῆς κτήσεως ἑτοιμότατοι, ζηλωταὶ τῶν εὐποριστοτά‐ των, ὡς μηδ’ ἐπ’ εὐτελεῖ χλαίνῃ ποτὲ δυσωπηθῆναι, τοὐναντίον δὲ τὰς
Som
.

1

.

125

πολυτελεῖς ὄνειδος καὶ μεγάλην τοῦ βίου ζημίαν νομίσαι. τούτοις πολυ‐ τελὴς μέν ἐστι κλίνη μαλακὸν ἔδαφος, στρωμνὴ δὲ θάμνοι, πόαι, βοτάναι, φύλλων πολλὴ χύσις, τὰ δὲ πρὸς κεφαλῆς λίθοι τινὲς ἢ βραχεῖς γεώλοφοι τοῦ ἰσοπέδου | μικρὸν ἀνέχοντες. τὸν βίον τοῦτον231
5οἱ μὲν τρυφῶντες σκληροδίαιτον καλοῦσιν, οἱ δὲ πρὸς καλοκἀγαθίαν ζῶντες ἥδιστον ὀνομάζουσιν· ἀνδράσι γὰρ οὐ λεγομένοις ἀλλ’ οὖσιν ὄντως
Som
.

1

.

126

ἐφαρμόζει. οὐχ ὁρᾷς, ὅτι καὶ νῦν βασιλικαῖς ὕλαις καὶ παρασκευαῖς περιουσιάζοντα τὸν ἀθλητὴν τῶν καλῶν ἐπιτηδευμάτων εἰσάγει χαμευ‐ νοῦντα καὶ λίθῳ προσκεφαλαίῳ χρώμενον καὶ μικρὸν ὕστερον ἐν ταῖς εὐχαῖς ἄρτον καὶ ἱμάτιον, τὸν φύσεως πλοῦτον, αἰτούμενον (Gen. 28, 20),
5ἐπειδὴ τὸν ἐν ταῖς κεναῖς δόξαις ἐχλεύαζεν ἀεὶ καὶ τοὺς θαυμαστικῶς ἔχοντας αὐτοῦ κατεκερτόμει; οὗτός ἐστι παράδειγμα ἀρχέτυπον ἀσκητι‐
Som
.

1

.

127

κῆς ψυχῆς, ἐκτεθηλυσμένῳ καὶ ἀνδρογύνῳ παντὶ πολέμιος. ὁ μὲν οὖν 〈τοῦ〉 φιλοπόνου καὶ φιλαρέτου πρόχειρος ἔπαινος εἴρηται, τὸ δὲ κατὰ σύμβολον μηνυόμενον ἐρευνητέον. εἰδέναι δὲ νῦν προσήκει, ὅτι ὁ θεῖος τόπος καὶ ἡ ἱερὰ χώρα πλήρης ἀσωμάτων ἐστὶ λόγων·
Som
.

1

.

128

ψυχαὶ δ’ εἰσὶν ἀθάνατοι οἱ λόγοι οὗτοι. τούτων δὴ τῶν λόγων ἕνα λαβών, ἀριστίνδην ἐπιλεγόμενος τὸν ἀνωτάτω καὶ ὡσανεὶ σώματος ἡνωμένου κεφαλὴν πλησίον ἱδρύεται διανοίας τῆς ἑαυτοῦ (Gen. 28, 11)· καὶ γὰρ αὕτη τρόπον τινὰ τῆς ψυχῆς ἐστι κεφαλή. ποιεῖ δὲ τοῦτο
5πρόφασιν μὲν ὡς κοιμησόμενος, τὸ δ’ ἀληθὲς ὡς ἀναπαυσόμενος ἐπὶ λόγῳ θείῳ καὶ σύμπαντα ἑαυτοῦ τὸν βίον κουφότατον ἄχθος ἐπαναθή‐
Som
.

1

.

129

σων ἐκείνῳ. ὁ δὲ ἄσμενος ἐπακούει καὶ δέχεται τὸν ἀθλητὴν ὡς φοιτητὴν ἐσόμενον τὸ πρῶτον, εἶθ’ ὅταν αὐτοῦ τὴν ἐπιτηδειότητα τῆς φύσεως ἀποδέξηται, χειροδοτεῖ τρόπον ἀλείπτου καὶ πρὸς τὰ γυμνάσια
καλεῖ, καὶ διερειδόμενος παλαίειν ἀναγκάζει, μέχρις ἂν ἀνανταγώνιστον232
5αὐτῷ ῥώμην ἐγκατασκευάσῃ, τὰ ὦτα θείαις ἐπιπνοίαις μεταβαλὼν εἰς ὄμματα καὶ καλέσας αὐτὸν μεταχαραχθέντα καινὸν τύπον Ἰσραήλ,
Som
.

1

.

130

ὁρῶντα. τότε καὶ τὸν νικητήριον ἐπιτίθησιν αὐτῷ στέφανον. ὁ δὲ στέφανος ἔκτοπον ἔχει καὶ ξένον καὶ ἴσως οὐκ εὔφημον ὄνομα· καλεῖται γὰρ ὑπὸ τοῦ ἀγωνοθέτου νάρκα. λέγεται γὰρ ὅτι „ἐνάρκησε τὸ πλάτοσ“ (Gen. 32, 25), βραβείων καὶ κηρυγμάτων καὶ τῶν ἐν τιμαῖς ἁπάντων
Som
.

1

.

131

θαυμασιώτατον ἀριστεῖον· εἰ γὰρ ἡ δυνάμεως ἀκαθαιρέτου ψυχὴ μεταλαβοῦσα καὶ τελειωθεῖσα ἐν ἄθλοις ἀρετῶν καὶ ἐπὶ τὸν ὅρον αὐτὸν ἀφικομένη τοῦ καλοῦ μὴ πρὸς ὕψος ὑπὸ μεγαλαυχίας ἀρθείη μηδ’ ἀκροβατοῦσα ἐπικομπάζοι, ὡς ἀρτίοις ποσὶ μακρὰ βαίνειν δυναμένη,
5ναρκήσειε δὲ καὶ | σταλείη τὸ εὐρυνθὲν οἰήσει πλάτος, εἶθ’ ἑκουσίως ὑποσκελίσασα ἑαυτὴν χωλεύοι, τῶν ἀσωμάτων ὅπως ὑστερίζοι
Som
.

1

.

132

φύσεων, ἡττᾶσθαι δοκοῦσα νικηφορήσει. τὸ γὰρ πρεσβείων ἐξί‐ στασθαι γνώμῃ μᾶλλον 〈ἢ〉 ἀνάγκῃ τοῖς ἀμείνοσιν λυσιτελέστατον νενόμισται, ἐπεὶ καὶ τὰ δευτερεῖα τῶν ἐν τῷδε τῷ ἀγῶνι τιθεμένων ἄθλων τὰ πρῶτα τῶν ἐν ἑτέροις ἀξιώματος μεγέθει πλεῖστον ὅσον
5ὑπερβάλλει.
Som
.

1

.

133

Τὸ μὲν δὴ προοίμιον τῆς θεοπέμπτου φαντασίας ὧδ’ ἔχει,
τρέπεσθαι δ’ ἐπ’ αὐτὴν καιρὸς ἤδη καὶ τῶν ἐμφερομένων ἀκριβοῦν ἕκαστον. „ἐνυπνιάσθη“ φησί „καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ233
5ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτῆς· ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆσ“
Som
.

1

.

134

(Gen. 28, 12. 13). κλῖμαξ τοίνυν ἐν μὲν τῷ κόσμῳ συμβολικῶς λέγε‐ ται ὁ ἀήρ, οὗ βάσις μέν ἐστι γῆ, κορυφὴ δ’ οὐρανός· ἀπὸ γὰρ τῆς σεληνιακῆς σφαίρας, ἣν ἐσχάτην μὲν τῶν κατ’ οὐρανὸν κύκλων, πρώ‐ την δὲ τῶν πρὸς ἡμᾶς ἀναγράφουσιν οἱ φροντισταὶ τῶν μετεώρων,
Som
.

1

.

135

ἄχρι γῆς ἐσχάτης ὁ ἀὴρ πάντῃ ταθεὶς ἔφθακεν. οὗτος δ’ ἐστὶ ψυχῶν ἀσωμάτων οἶκος, ἐπειδὴ πάντα τῷ ποιητῇ τὰ τοῦ κόσμου μέρη καλὸν ἔδοξεν εἶναι ζῴων ἀναπληρῶσαι. διὰ τοῦτο γῇ μὲν τὰ χερσαῖα ἐγκατεσκεύαζε, θαλάτταις δὲ καὶ ποταμοῖς τὰ ἔνυδρα, οὐρανῷ
5δὲ τοὺς ἀστέρας—καὶ γὰρ ἕκαστος τούτων οὐ μόνον ζῷον, ἀλλὰ καὶ νοῦς ὅλος δι’ ὅλων ὁ καθαρώτατος εἶναι λέγεται—· ὥστε καὶ ἐν τῷ λοιπῷ τμήματι τοῦ παντός, ἀέρι, ζῷα γέγονεν. εἰ δὲ μὴ αἰσθήσει
Som
.

1

.

136

καταληπτά, τί τοῦτο; καὶ ψυχὴ γὰρ ἀόρατον. καὶ μὴν εἰκός γε ἀέρα γῆς μᾶλλον καὶ ὕδατος ζῳοτροφεῖν, διότι καὶ τὰ ἐν ἐκείνοις οὗτος ἐψύχωσεν· ἐποίει γὰρ αὐτὸν ὁ τεχνίτης ἀκινήτων μὲν σωμάτων ἕξιν, κινουμένων δὲ ἀφαντάστως φύσιν, ἤδη δὲ ὁρμῇ καὶ φαντασίᾳ χρῆσθαι
Som
.

1

.

137

δυναμένων ψυχήν. οὐκ ἄτοπον οὖν, δι’ οὗ τὰ ἄλλα ἐψυχώθη, ψυχῶν ἀμοιρεῖν; διὸ μηδεὶς τὴν ἀρίστην φύσιν ζῴων τοῦ ἀρίστου τῶν περι‐ γείων, ἀέρος, ἀφαιρείσθω· οὐ γὰρ μόνος ἐκ πάντων ἔρημος οὗτος, ἀλλ’ οἷα πόλις εὐανδρεῖ πολίτας ἀφθάρτους καὶ ἀθανάτους ψυχὰς ἔχων
Som
.

1

.

138

ἰσαρίθμους ἄστροις. τούτων τῶν ψυχῶν αἱ μὲν κατίασιν ἐνδεθησόμεναι σώμασι θνητοῖς, ὅσαι προσγειότατοι καὶ φιλοσώματοι, αἱ δ’ ἀνέρχονται, διακριθεῖσαι πάλιν κατὰ τοὺς ὑπὸ φύσεως ὁρισθέντας ἀριθμοὺς καὶ234
Som
.

1

.

139

χρόνους. τούτων αἱ μὲν τὰ σύντροφα καὶ συνήθη τοῦ | θνητοῦ βίου ποθοῦσαι παλινδρομοῦσιν αὖθις, αἱ δὲ πολλὴν φλυαρίαν αὐτοῦ κατα‐ γνοῦσαι δεσμωτήριον μὲν καὶ τύμβον ἐκάλεσαν τὸ σῶμα, φυγοῦσαι δ’ ὥσπερ ἐξ εἱρκτῆς ἢ μνήματος ἄνω κούφοις πτεροῖς πρὸς αἰθέρα ἐξαρ‐
Som
.

1

.

140

θεῖσαι μετεωροπολοῦσι τὸν αἰῶνα. ἄλλαι δ’ εἰσὶ καθαρώταται καὶ ἄρισται, μειζόνων φρονημάτων καὶ θειοτέρων ἐπιλαχοῦσαι, μηδενὸς μὲν τῶν περιγείων ποτὲ ὀρεχθεῖσαι τὸ παράπαν, ὕπαρχοι δὲ τοῦ πανηγε‐ μόνος, ὥσπερ μεγάλου βασιλέως ἀκοαὶ καὶ ὄψεις, ἐφορῶσαι πάντα καὶ
Som
.

1

.

141

ἀκούουσαι. ταύτας δαίμονας μὲν οἱ ἄλλοι φιλόσοφοι, ὁ δὲ ἱερὸς λόγος ἀγγέλους εἴωθε καλεῖν προσφυεστέρῳ χρώμενος ὀνόματι· καὶ γὰρ τὰς τοῦ πατρὸς ἐπικελεύσεις τοῖς ἐγγόνοις καὶ τὰς τῶν ἐγγόνων χρείας τῷ
Som
.

1

.

142

πατρὶ διαγγέλλουσι. παρὸ καὶ ἀνερχομένους αὐτοὺς καὶ κατιόντας εἰσήγαγεν, οὐκ ἐπειδὴ τῶν μηνυσόντων ὁ πάντῃ ἐφθακὼς θεὸς δεῖται, ἀλλ’ ὅτι τοῖς ἐπικήροις ἡμῖν συνέφερε μεσίταις καὶ διαιτηταῖς λόγοις χρῆσθαι διὰ τὸ τεθηπέναι καὶ πεφρικέναι τὸν παμπρύτανιν καὶ τὸ
Som
.

1

.

143

μέγιστον ἀρχῆς αὐτοῦ κράτος. οὗ λαβόντες ἔννοιαν ἐδεήθημέν ποτέ τινος τῶν μεσιτῶν λέγοντες· „λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μή ποτε ἀποθάνωμεν“ (Exod. 20, 19). οὐ γὰρ ὅτι κολά‐ σεις, ἀλλ’ οὐδ’ ὑπερβαλλούσας καὶ ἀκράτους εὐεργεσίας χωρῆσαι δυνά‐
5μεθα, ἃς ἂν αὐτὸς προτείνῃ δι’ ἑαυτοῦ μὴ χρώμενος ὑπηρέταις ἄλλοις.
Som
.

1

.

144

παγκάλως δὲ ἐστηριγμένον ἐν τῇ γῇ διὰ συμβόλου κλίμακος φαντασι‐
οῦται τὸν ἀέρα· τὰς γὰρ ἀναδιδομένας ἐκ γῆς ἀναθυμιάσεις λεπτυνομέ‐ νας ἐξαεροῦσθαι συμβέβηκεν, ὥστε βάσιν μὲν καὶ ῥίζαν ἀέρος εἶναι235
Som
.

1

.

145

γῆν, κεφαλὴν δὲ οὐρανόν. λέγεται γοῦν, ὅτι σελήνη πίλημα μὲν ἄκρατον αἰθέρος οὔκ ἐστιν, ὡς ἕκαστος τῶν ἄλλων ἀστέρων, κρᾶμα δὲ ἔκ τε αἰθερώδους οὐσίας καὶ ἀερώδους· καὶ τό γε ἐμφαινόμενον αὐτῇ μέλαν, ὃ καλοῦσί τινες πρόσωπον, οὐδὲν ἄλλο εἶναι ἢ τὸν ἀνα‐
5μεμιγμένον ἀέρα, ὃς κατὰ φύσιν μέλας ὢν ἄχρις οὐρανοῦ τείνεται.
Som
.

1

.

146

ἡ μὲν οὖν ἐν κόσμῳ λεγομένη συμβολικῶς κλῖμαξ τοιαύτη ἐστί, τὴν δ’ ἐν ἀνθρώποις σκοποῦντες εὑρήσομεν τὴν ψυχήν, ἧς βάσις μὲν τὸ ὡσανεὶ γεῶδές ἐστιν, αἴσθησις, κεφαλὴ δ’ ὡς ἂν τὸ οὐράνιον,
Som
.

1

.

147

ὁ καθαρώτατος νοῦς. ἄνω δὲ καὶ κάτω διὰ πάσης | αὐτῆς οἱ τοῦ θεοῦ λόγοι χωροῦσιν ἀδιαστάτως, ὁπότε μὲν ἀνέρχοιντο, συνανασπῶντες αὐτὴν καὶ τοῦ θνητοῦ διαζευγνύντες καὶ τὴν θέαν ὧν ἄξιον ὁρᾶν μόνων ἐπιδεικνύμενοι, ὁπότε δὲ κατέρχοιντο, οὐ καταβάλλοντες—οὔτε γὰρ
5θεὸς οὔτε λόγος θεῖος ζημίας αἴτιος—, ἀλλὰ συγκαταβαίνοντες διὰ φιλανθρωπίαν καὶ ἔλεον τοῦ γένους ἡμῶν, ἐπικουρίας ἕνεκα καὶ συμμα‐ χίας, ἵνα καὶ τὴν ἔτι ὥσπερ ἐν ποταμῷ, τῷ σώματι, φορουμένην
Som
.

1

.

148

ψυχὴν σωτήριον πνέοντες ἀναζωῶσι. ταῖς μὲν δὴ τῶν ἄκρως κεκαθαρ‐ μένων διανοίαις ἀψοφητὶ μόνος ἀοράτως ὁ τῶν ὅλων ἡγεμὼν ἐμπερι‐ πατεῖ—καὶ γάρ ἐστι χρησθὲν τῷ σοφῷ θεοπρόπιον, ἐν ᾧ λέγεται· „περιπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν θεόσ“ (Lev. 26, 12)—, ταῖς
5δὲ τῶν ἔτι ἀπολουομένων, μήπω δὲ κατὰ τὸ παντελὲς ἐκνιψαμένων τὴν ῥυπῶσαν καὶ κεκηλιδωμένην 〈ἐν〉 σώμασι βαρέσι ζωὴν ἄγγελοι, λόγοι
Som
.

1

.

149

θεῖοι, φαιδρύνοντες αὐτὰς τοῖς καλοκἀγαθίας δόγμασιν. ὅσα δὲ ἐξοικί‐ ζεται κακῶν οἰκητόρων στίφη, ἵνα εἷς ὁ ἀγαθὸς εἰσοικίσηται, δῆλόν ἐστι. σπούδαζε οὖν, ὦ ψυχή, θεοῦ οἶκος γενέσθαι, ἱερὸν ἅγιον, ἐνδι‐ αίτημα κάλλιστον· ἴσως γάρ, ἴσως ὃν ὁ κόσμος ἅπας, καὶ σὺ οἰκοδεσπό‐236
5την σχήσεις ἐπιμελούμενον τῆς ἰδίας οἰκίας, ὡς εὐερκεστάτη καὶ ἀπή‐
Som
.

1

.

150

μων εἰσαεὶ διαφυλάττοιτο. ἴσως δὲ καὶ τὸν ἑαυτοῦ βίον ὁ ἀσκητὴς φαντασιοῦται κλίμακι ἐοικότα· φύσει γὰρ ἀνώμαλον πρᾶγμα ἄσκησις, τοτὲ μὲν προϊοῦσα εἰς ὕψος, τοτὲ δ’ ὑποστρέφουσα πρὸς τοὐναντίον, καὶ τοτὲ μὲν καθάπερ ναῦς εὐπλοίᾳ τῇ τοῦ βίου, τοτὲ δὲ δυσπλοίᾳ
5χρωμένη. ἑτερήμερος γάρ, ὡς ἔφη τις, τῶν ἀσκητῶν ὁ βίος, ἄλλοτε
Som
.

1

.

151

μὲν ζῶν καὶ ἐγρηγορώς, ἄλλοτε δὲ τεθνεὼς ἢ κοιμώμενος. καὶ τάχα οὐκ ἀπὸ σκοποῦ τοῦτο λέγεται· σοφοὶ μὲν γὰρ τὸν ὀλύμπιον καὶ οὐράνιον χῶρον ἔλαχον οἰκεῖν, ἄνω φοιτᾶν ἀεὶ μεμαθηκότες, κακοὶ δὲ τοὺς ἐν Ἅιδου μυχούς, ἐξ ἀρχῆς ἄχρι τέλους ἀποθνῄσκειν ἐπιτετηδευκότες
Som
.

1

.

152

καὶ εἰς γῆρας ἐκ σπαργάνων φθορᾶς ἐθάδες ὄντες. οἱ δ’ ἀσκηταὶ— μεθόριοι γὰρ τῶν ἄκρων εἰσὶν—ἄνω καὶ κάτω πολλάκις ὡς ἐπὶ κλί‐ μακος βαδίζουσιν, ἢ ὑπὸ τῆς κρείττονος μοίρας ἀνελκόμενοι ἢ ὑπὸ τῆς χείρονος ἀντισπώμενοι, μέχρις ἂν ὁ τῆς ἁμίλλης καὶ διαμάχης ταύτης
5βραβευτὴς θεὸς ἀναδῷ τὰ βραβεῖα τάξει τῇ βελτίονι, τὴν ἐναντίαν
Som
.

1

.

153

εἰσάπαν καθελών. ἐμφαίνεται δ’ ἔτι καὶ τοιοῦτον εἴδωλον, ὅπερ οὐκ ἄξιον ἡσυχασθῆναι. τὰ ἀνθρώπων πράγματα κλίμακι πέφυ‐
Som
.

1

.

154

κεν ἐξομοιοῦσθαι διὰ τὴν ἀνώμαλον | αὐτῶν φοράν. ἡ μία γάρ, ὡς ἔφη τις, ἡμέρα τὸν μὲν καθεῖλεν ὑψόθεν, τὸν δὲ ἦρεν ἄνω, μηδενὸς ἐν ὁμοίῳ πεφυκότος μένειν τῶν παρ’ ἡμῖν, ἀλλὰ παντοίας μεταβαλλόν‐237
Som
.

1

.

155

των τροπάς. ἢ οὐκ ἄρχοντες μὲν ἐξ ἰδιωτῶν, ἰδιῶται δ’ ἐξ ἀρχόντων, πένητες δ’ ἐκ πλουσίων καὶ ἐκ πενήτων πολυχρήματοι καὶ ἔνδοξοι μὲν ἐξ ἠμελημένων, ἐπιφανέστατοι δὲ ἐξ ἀδόξων ἀεὶ γίνονται καὶ ἰσχυροὶ μὲν ἐξ ἀσθενῶν, ἐκ δὲ ἀδυνάτων δυνατοὶ καὶ συνετοὶ μὲν ἐξ
Som
.

1

.

156

ἀφραινόντων, εὐλογιστότατοι δὲ ἐκ παραπαιόντων· καὶ ὁδός τις ἥδ’ ἐστὶν ἄνω καὶ κάτω τῶν ἀνθρωπείων πραγμάτων, ἀστάτοις καὶ ἀνιδρύ‐ τοις χρωμένη συντυχίαις, ὧν τὸ ἀνώμαλον οὐκ ἀδήλοις ἀλλὰ σαφέσι τεκμηρίοις ὁ ἀψευδέστατος ἐλέγχει χρόνος.
Som
.

1

.

157

Ἐμήνυε δὲ τὸ ὄναρ ἐστηριγμένον ἐπὶ τῆς κλίμακος τὸν ἀρχάγγελον, κύριον· ὑπεράνω γὰρ ὡς ἅρματος ἡνίοχον ἢ ὡς νεὼς κυβερνήτην ὑποληπτέον ἵστασθαι τὸ ὂν ἐπὶ σωμάτων, ἐπὶ ψυχῶν, ἐπὶ πραγμάτων, ἐπὶ λόγων, ἐπὶ ἀγγέλων, ἐπὶ γῆς, ἐπ’ ἀέρος, ἐπ’ οὐρανοῦ,
5ἐπ’ αἰσθητῶν δυνάμεων, ἐπ’ ἀοράτων φύσεων, ὅσαπερ θεατὰ καὶ ἀθέατα· τὸν γὰρ κόσμον ἅπαντα ἐξάψας ἑαυτοῦ καὶ ἀναρτήσας τὴν
Som
.

1

.

158

τοσαύτην ἡνιοχεῖ φύσιν. μηδεὶς δ’ ἀκούων, ὅτι ἐπεστήρικτο, νομισάτω τι συνεργεῖν θεῷ πρὸς τὸ παγίως στῆναι, ἀλλ’ ἐκεῖνο λογισάσθω, ὅτι τὸ δηλούμενον ἴσον ἐστὶ τῷ στήριγμα καὶ ἔρεισμα καὶ ὀχυρότης καὶ βεβαιότης ἁπάντων ἐστὶν ὁ ἀσφαλὴς θεός, ἐνσφραγιζόμενος οἷς ἂν
5ἐθέλῃ τὸ ἀσάλευτον· ἐπερείδοντος γὰρ καὶ συστηρίζοντος αὐτοῦ μένει
Som
.

1

.

159

τὰ συσταθέντα ἀνώλεθρα κραταιῶς. ὁ τοίνυν ἐπιβεβηκὼς τῇ οὐρανοῦ
κλίμακι λέγει τῷ φαντασιουμένῳ τὸ ὄναρ· „ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ“ (Gen. 28, 13). ὁ χρησμὸς οὗτος τὸ τέρμα τῆς ἀσκητικῆς ψυχῆς καὶ βεβαιότατον ἔρεισμα238
5ἦν, ὃς αὐτὴν ἀνεδίδασκεν, ὅτι ὁ τῶν ὅλων κύριος καὶ θεὸς ἀμφότερα ταῦτα τοῦ γένους ἐστὶν αὐτῷ, πατέρων καὶ πάππων ἐπιγραφεὶς καὶ ἐπικληθεὶς ἑκάτερον, ἵνα τὸν αὐτὸν ὅ τε κόσμος ἅπας καὶ ὁ φιλάρετος ἔχῃ κλῆρον· ἐπεὶ καὶ λέλεκται· „κύριος αὐτὸς κλῆρος αὐτῷ“ (Deut. 10, 9).
Som
.

1

.

160

Μὴ νομίσῃς δὲ παρέργως τοῦ μὲν Ἀβραὰμ νυνὶ λέγεσθαι κύριον καὶ θεόν, τοῦ δὲ Ἰσαὰκ θεὸν αὐτὸ μόνον. ὁ μὲν γὰρ | αὐτη‐ κόου καὶ αὐτοδιδάκτου καὶ αὐτομαθοῦς φύσει περιγινομένης σύμβολον ἐπιστήμης ἐστίν, ὁ δὲ Ἀβραὰμ διδασκομένης· καὶ τῷ μὲν αὐτόχθονι
Som
.

1

.

161

καὶ αὐθιγενεῖ συμβέβηκεν εἶναι, τῷ δὲ μετανάστῃ καὶ ἐπηλύτῳ. τὴν γὰρ χαλδαΐζουσαν ἀλλογενῆ καὶ ἀλλόφυλον γλῶτταν τῶν περὶ ἀστρονο‐ μίαν μετεωρολεσχῶν ἀπολιπὼν ἐπὶ τὴν ἁρμόττουσαν λογικῷ ζῴῳ
Som
.

1

.

162

παρεγένετο, τὴν τοῦ πάντων αἰτίου θεραπείαν. οὗτος μὲν δὴ ὁ τρόπος δυεῖν δυνάμεων τῶν ἐπιμελησομένων ἐστὶ χρεῖος, ἡγεμονίας καὶ εὐερ‐ γεσίας, ἵνα τῷ μὲν κράτει τοῦ ἡγεμόνος ὑπακούῃ τῶν νομοθετουμένων, τῷ δὲ χαριστικῷ μεγάλα ὠφελῆται, ὁ δ’ ἕτερος τῆς κατὰ τὸ χαρί‐
5ζεσθαι μόνης· οὐ γὰρ ὑπὸ νουθετούσης ἀρχῆς ἐβελτιώθη, φύσει περι‐ πεποιημένος τὸ καλόν, ἀλλὰ διὰ τὰς ὀμβρηθείσας ἄνωθεν δωρεὰς ἀγα‐
Som
.

1

.

163

θὸς καὶ τέλειος ἐξ ἀρχῆς ἐγένετο. χαριστικῆς μὲν οὖν δυνάμεως θεός, βασιλικῆς δὲ κύριος ὄνομα. τί οὖν ἄν τις εἴποι πρεσβύτερον ἀγαθὸν ἢ τὸ τυχεῖν ἀκράτου καὶ ἀμιγοῦς εὐεργεσίας, τί δὲ νεώτερον ἢ τὸ κεκραμένης ἔκ τε ἡγεμονίας καὶ δωρεᾶς; ὅ μοι δοκεῖ συνιδὼν ὁ ἀσκη‐
5τὴς εὔξασθαι θαυμασιωτάτην εὐχήν, ἵνα αὐτῷ γένηται κύριος εἰς θεόν (Gen. 28, 21)· ἐβούλετο γὰρ μηκέτι ὡς ἄρχοντα εὐλαβεῖσθαι, ἀλλ’ ὡς
Som
.

1

.

164

εὐεργέτην ἀγαπητικῶς τιμᾶν. ἆρ’ οὐχὶ τούτοις καὶ τοῖς παραπλησίοις εἰκὸς ἦν καὶ τοὺς τυφλοὺς διάνοιαν ὀξυδορκήσειν, πρὸς τῶν ἱερωτάτων ἐνομματουμένους λογίων, ὡς φυσιογνωμονεῖν καὶ μὴ μόνον τοῖς ῥητοῖς ἐφορμεῖν; ἀλλὰ κἂν ἡμεῖς καμμύσαντες τὸ τῆς ψυχῆς ὄμμα μὴ σπου‐239
5δάζωμεν ἢ μὴ δυνώμεθα ἀναβλέπειν, αὐτός, ὦ ἱεροφάντα, ὑπήχει καὶ ἐπιστάτει καὶ ἐγχρίων μή ποτε ἀπείπῃς, ἕως ἐπὶ τὸ κεκρυμμένον ἱερῶν λόγων φέγγος ἡμᾶς μυσταγωγῶν ἐπιδείξῃς τὰ κατάκλειστα καὶ
Som
.

1

.

165

ἀτελέστοις ἀόρατα κάλλη. σοὶ μὲν δὴ ταῦτα ποιεῖν ἐμπρεπές· ψυχαὶ δ’ ὅσαι θείων ἐρώτων ἐγεύσασθε, καθάπερ ἐκ βαθέος ὕπνου διαναστᾶ‐ σαι καὶ τὴν ἀχλὺν ἀποσκεδάσασαι πρὸς τὴν περίβλεπτον θέαν ἐπείχθητε μεθέμεναι τὸν βραδὺν καὶ μελλητὴν ὄκνον, ἵν’ ὅσα θεάματα καὶ ἀκού‐
5σματα τῆς ὑμετέρας ἕνεκα ὠφελείας ὁ ἀγωνοθέτης εὐτρέπισε κατα‐ νοήσητε.
Som
.

1

.

166

Μυρία μὲν οὖν ἐστιν ἀοίδιμα τῶν πρὸς ἐπίδειξιν, ἓν δ’ οὖν καὶ τὸ λεχθὲν πρὸ μικροῦ· τὸν μὲν γὰρ γένει πάππον τοῦ ἀσκη‐ τοῦ πατέρα εἶπε τὸ λόγιον, τῷ δ’ ὡς | ἀληθῶς πατρὶ τὸ τοῦ γεννή‐ σαντος οὐκ ἐπεφήμισεν ὄνομα. λέγει γάρ· „ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ
5τοῦ πατρός σου“—καίτοι πάππος οὗτος ἦν—καὶ πάλιν „ὁ θεὸς
Som
.

1

.

167

Ἰσαάκ“ (Gen. 28, 13), εἶτ’ οὐ προστίθησι „τοῦ πατρός σου“. οὔκουν ἄξιον τὴν τούτων αἰτίαν ἐρευνῆσαι; πάνυ γε. τίς οὖν ἐστι, μὴ παρέρ‐ γως σκοπήσωμεν. τὴν ἀρετὴν ἢ φύσει ἢ ἀσκήσει ἢ μαθήσει περι‐
γίνεσθαί φησι, διὸ καὶ τρεῖς τοὺς γενάρχας τοῦ ἔθνους σοφοὺς240
5πάντας ἀνέγραφεν, ἀπὸ μὲν τῆς αὐτῆς οὐχ ὁρμηθέντας ἰδέας, πρὸς δὲ τὸ
Som
.

1

.

168

αὐτὸ τέλος ἐπειχθέντας. ὁ μὲν γὰρ πρεσβύτατος αὐτῶν Ἀβραὰμ ἡγεμόνι ὁδοῦ τῆς πρὸς τὸ καλὸν ἀγούσης ἐχρήσατο διδασκαλίᾳ, ὡς ἐν ἑτέροις, ὡς ἂν οἷόν τε ᾖ, δείξομεν, ὁ δὲ μέσος Ἰσαὰκ αὐτηκόῳ καὶ αὐτο‐ μαθεῖ τῇ φύσει, ὁ δὲ τρίτος Ἰακὼβ ἀσκητικαῖς μελέταις, καθ’ ἃς οἱ
Som
.

1

.

169

ἔναθλοι καὶ ἐναγώνιοι πόνοι. τριῶν οὖν τρόπων ὑπαρχόντων, ἐξ ὧν σοφία περιγίνεται, τοὺς ἄκρους μάλιστα συμβέβηκεν ἡνῶσθαι· τὸ γὰρ ἀσκήσει ἔγγονον τοῦ μαθήσει, τὸ δὲ φύσει συγγενὲς μὲν—ὑποβέβλη‐ ται γὰρ ὡς ῥίζα πᾶσιν—, ἀνανταγωνίστου δὲ καὶ ἑτοίμου γέρως
Som
.

1

.

170

ἔλαχεν. ὥστε εἰκότως Ἀβραὰμ ὁ βελτιωθεὶς διδασκαλίᾳ πατὴρ Ἰακὼβ λέγεται, τοῦ μελέτῃ συγκροτηθέντος, οὐκ ἄνθρωπος ἀνθρώπου μᾶλλον ἢ δύναμις ἀκουστικὴ πρὸς μάθησιν ἑτοιμοτάτη δυνάμεως ἀσκητικῆς
Som
.

1

.

171

καὶ ἐπιτηδείου πρὸς ἄθλησιν. ἐὰν μέντοι ὁ ἀσκητὴς οὗτος εὐτόνως δράμῃ πρὸς τὸ τέλος καὶ τηλαυγῶς ἴδῃ ἃ πρότερον ἀμυδρῶς ὠνειρο‐ πόλει, μετατυπωθεὶς τῷ κρείττονι χαρακτῆρι καὶ προσαγορευθεὶς Ἰσραήλ, ὁ θεὸν ὁρῶν, ἀντὶ τοῦ πτερνίζοντος Ἰακὼβ πατέρα οὐκέτι τὸν μαθόντα
5Ἀβραάμ, ἀλλὰ τὸν φύσει γεννηθέντα ἀστεῖον Ἰσαὰκ ἐπιγράφεται.
Som
.

1

.

172

ταῦτα δὲ οὐκ ἐμός ἐστι μῦθος, ἀλλὰ χρησμὸς ἐν ταῖς ἱεραῖς ἀναγεγραμ‐ μένος στήλαις. „ἀπάρασ“ γάρ φησιν „Ἰσραὴλ αὐτὸς καὶ πάντα τὰ αὐτοῦ ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ἔθυσε θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ“ (Gen. 46, 1). ἆρ’ ἤδη κατανοεῖς, ὅτι οὐ περὶ
5φθαρτῶν ἀνθρώπων, ἀλλ’, ὡς ἐλέχθη, περὶ φύσεως πραγμάτων ἐστὶν ὁ παρὼν λόγος; ἰδοὺ γὰρ τὸ αὐτὸ ὑποκείμενον τοτὲ μὲν Ἰακὼβ ὀνομά‐ ζεται πατρὸς Ἀβραάμ, τοτὲ δὲ Ἰσραὴλ πατρὸς Ἰσαὰκ καλεῖται διὰ τὴν ἠκριβωμένην αἰτίαν.
Som
.

1

.

173

Εἰπὼν τοίνυν „ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαὰκ“ ἐπιφέρει· „μὴ φοβοῦ“ (Gen. 28, 13), κατὰ τὸ
ἀκόλουθον· πῶς γὰρ ἔτι φοβηθησόμεθα, τὸ φόβου καὶ παντὸς πάθους λυτήριον σὲ τὸν ὑπερασπιστὴν ὅπλον ἔχοντες; ὃς καὶ | τοὺς ἀρχετύπους241
5τῆς παιδείας ἡμῶν τύπους ἀδηλουμένους ἐμόρφωσας, ἵν’ ἐμφανεῖς ὦσιν, Ἀβραὰμ μὲν διδάξας, Ἰσαὰκ δὲ γεννήσας· τοῦ μὲν γὰρ ὑφηγητής, τοῦ δὲ πατὴρ ὑπέμεινας ὀνομασθῆναι, τῷ μὲν τὴν γνωρίμου τάξιν, τῷ δὲ
Som
.

1

.

174

τὴν υἱοῦ παρασχών. διὰ τοῦτο καὶ τὴν γῆν, λέγω δὲ τὴν παμφορω‐ τάτην καὶ εὐκαρποτάτην ἀρετήν, ἐφ’ ἧς καθεύδει ὁ ἀσκητὴς ἀναπαυό‐ μενος τῷ τὸν μὲν αἰσθήσεως κοιμᾶσθαι βίον, τὸν δὲ ψυχῆς ἐγρηγορέ‐ ναι, δώσειν ὁμολογεῖς (Gen. 28, 13), ἀποδεξάμενος αὐτοῦ τὴν εἰρηνι‐
5κὴν ἀνάπαυσιν, ἣν οὐκ ἄνευ πολέμου καὶ τῶν ἐν πολέμῳ ταλαιπωριῶν εἵλετο, οὐχ ὅπλα βαστάζων καὶ ἀνθρώπους ἀναιρῶν, ἄπαγε, ἀλλὰ τὸ
Som
.

1

.

175

ἀντίπαλον ἀρετῆς παθῶν καὶ κακιῶν στῖφος καθαιρῶν. τὸ δὲ σοφίας γένος ἄμμῳ γῆς (ibid. 14) ἐξομοιοῦται διά τε πληθὺν ἀπερίγραφον, καὶ διότι τὰς μὲν τῆς θαλάττης ἐπιδρομὰς ἡ ὑποταίνιος ἄμμος ἀνα‐ κρούεται, τὰς δὲ τῶν ἁμαρτημάτων καὶ ἀδικημάτων ὁ παιδείας λόγος.
5οὗτος δὲ κατὰ τὰς θείας ὑποσχέσεις ἄχρι τῶν περάτων τοῦ παντὸς εὐρύνεται καὶ τὸν ἔχοντα ἀποφαίνει τῶν τοῦ κόσμου κληρονόμον μερῶν, φθάνοντα πάντῃ, πρὸς τὰ ἑῷα, πρὸς τὰ ἑσπέρια, τὰ κατὰ μεσημβρίαν, τὰ προσάρκτια· λέγεται γάρ, ὅτι „πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ
Som
.

1

.

176

λίβα καὶ βορρᾶν καὶ ἀνατολάσ“ (ibid. 14). ἔστι δ’ ὁ ἀστεῖος οὐκ ἴδιον μόνον ἀλλὰ καὶ κοινὸν ἀγαθὸν ἅπασιν, ἐξ ἑτοίμου τὴν ἀφ’ ἑαυ‐ τοῦ προτείνων ὠφέλειαν. ὡς γὰρ ἥλιος ἁπάντων ἐστὶ φῶς τῶν ὄψεις ἐχόντων, οὕτω καὶ ὁ σοφὸς τῶν ὅσοι λογικῆς κεκοινωνήκασι φύσεως·
5„ἐνευλογηθήσονται γὰρ ἐν σοὶ“ φησί „πᾶσαι αἱ φυλαί“ (ibid. 14).
Som
.

1

.

177

ὁ δὲ χρησμὸς οὗτος ἐφαρμόττει καὶ αὐτῷ τινι πρὸς ἑαυτὸν καὶ ἑτέρῳ πρὸς ἕτερον. ἐάν τε γὰρ ὁ ἐν ἐμοὶ νοῦς ἀρετῇ τελείᾳ καθαρθῇ, καὶ αἱ τοῦ περὶ ἐμὲ γεώδους φυλαὶ συγκαθαίρονται, ἃς ἔλαχον αἱ αἰσθή‐ σεις καὶ ἡ μεγίστη δεξαμενή, τὸ σῶμα· ἐάν τέ τις κατ’ οἰκίαν ἢ242
5πόλιν ἢ χώραν ἢ ἔθνος γένηται φρονήσεως ἐραστής, ἀνάγκη τὴν οἰκίαν ἐκείνην καὶ τὴν πόλιν καὶ τὴν χώραν καὶ τὸ ἔθνος ἀμείνονι βίῳ χρῆ‐
Som
.

1

.

178

σθαι. καθάπερ γὰρ τὰ ἐκθυμιώμενα τῶν ἀρωμάτων εὐωδίας τοὺς πλησιάζοντας ἀναπίμπλησι, τὸν αὐτὸν τρόπον ὅσοι γείτονες καὶ ὅμοροι σοφοῦ, τῆς ἀπ’ αὐτοῦ σπῶντες αὔρας ἐπὶ μήκιστον χεομένης βελτιοῦν‐ ται τὰ ἤθη.
Som
.

1

.

179

Μεγίστη δέ ἐστιν εὐεργεσία ψυχῇ πονούσῃ καὶ διαθλούσῃ συνοδοιπόρον ἔχειν τὸν ἐφθακότα πάντῃ θεόν· „ἰδοὺ“ γάρ φησιν „ἐγὼ μετὰ σοῦ“ (ibid. 15). τίνος οὖν ἂν ἔτι χρεῖοι γενοίμεθα πλούτου, σὲ τὸν ἀληθείᾳ πλοῦτον ἔχοντες μόνον „διαφυλάσσοντα ἐν ὁδῷ“ (ibid.) τῇ
5πρὸς ἀρετὴν ἀγούσῃ κατὰ πάσας αὐτῆς τὰς τομάς; οὐ γὰρ ἓν μέρος ἐστὶ τοῦ λογικοῦ | βίου τὸ πρὸς δικαιοσύνην καὶ τὴν ἄλλην τεῖνον ἀρετήν, ἀλλὰ μυρία ὅσα, ἐξ ὧν ἔστιν ὁρμωμένους φρονήσεως ἐφικνεῖ‐
Som
.

1

.

180

σθαι. παγκάλως δὲ εἴρηται καὶ τὸ „ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην“ (ibid.). καλὸν μὲν γὰρ ἦν, τὸν λογισμὸν ἐφ’ ἑαυτοῦ μείναντα μὴ ἀποδημῆσαι πρὸς αἴσθησιν· δεύτερος δὲ πλοῦς, ἐφ’ ἑαυ‐
Som
.

1

.

181

τὸν ὑποστρέψαι πάλιν. ἴσως δὲ καὶ τὸ περὶ ἀφθαρσίας ψυχῆς ὑπαι‐ νίττεται δόγμα διὰ τούτου· ἀπολιποῦσα μὲν γὰρ τὸν οὐράνιον τόπον, ὡς καὶ μικρῷ πρότερον ἐλέχθη, καθάπερ εἰς ξένην χώραν ἦλθε τὸ σῶμα. φησὶ δ’ οὐ μέχρι τοῦ παντὸς καθειργμένην αὐτὴν ὁ γεννήσας
5περιόψεσθαι πατήρ, ἀλλ’ οἶκτον λαβὼν λύσειν τὰ δεσμὰ καὶ ἐλευθέραν ἄχρι τῆς μητροπόλεως ἀσφαλῶς παραπέμψειν καὶ μὴ πρότερον ἀνή‐ σειν ἢ τὰς διὰ λόγων ὑποσχέσεις ἀληθείας ἔργοις βεβαιωθῆναι· θεοῦ243
Som
.

1

.

182

γὰρ ἴδιον λέγειν πάντως τὰ γενησόμενα. καίτοι τί τοῦτό φαμεν; ἔργων γὰρ ἀδιαφοροῦσιν αὐτοῦ οἱ λόγοι. διακινηθεῖσα οὖν καὶ διανα‐ στᾶσα πρὸς τὰς περὶ τοῦ ὄντος ζητήσεις ἡ ἀσκητικὴ ψυχὴ τὸ μὲν πρῶτον ὑπετόπησεν εἶναι τὸ ὂν ἐν τόπῳ, μικρὸν δὲ ἐπισχοῦσα τῷ
5δυστοπάστῳ τῆς σκέψεως περιδεὴς γίνεται καὶ μετανοεῖν ἄρχεται.
Som
.

1

.

183

„ἐξηγέρθη“ γάρ φησιν „Ἰακὼβ καὶ εἶπεν, ὅτι ἔστι κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν“ (ibid. 16). καὶ ἄμεινον ἦν, εἴποιμ’ ἂν, ἀγνοεῖν ἢ ἔν τινι θεὸν ὑπολαμβάνειν εἶναι, τὸν περιέχοντα αὐτὸν ἐν κύκλῳ τὰ πάντα.
Som
.

1

.

184

Δικαίως οὖν ἐφοβήθη καὶ εἶπε θαυμαστικῶς· „ὡς φοβερὸς ὁ τόπος οὗτοσ“ (ibid. 17). ὄντως γὰρ τῶν ἐν φυσιολογίᾳ τόπος ἀργα‐ λεώτατος, ἐν ᾧ ζητεῖται, ποῦ καὶ εἰ συνόλως ἔν τινι τὸ ὄν, τῶν μὲν λεγόντων, ὅτι πᾶν τὸ ὑφεστὼς χώραν τινὰ κατείληφε, καὶ ἄλλων ἄλλην
5ἀπονεμόντων, ἢ ἐντὸς τοῦ κόσμου ἢ ἐκτὸς αὐτοῦ μετακόσμιόν τινα, τῶν δὲ φασκόντων, ὅτι οὐδενὶ τῶν ἐν γενέσει τὸ ἀγένητον ὅμοιον, ἀλλὰ τοῖς ὅλοις ὑπερβάλλον, ὡς καὶ τὴν ὠκυδρομωτάτην διάνοιαν ὑστερί‐
Som
.

1

.

185

ζουσαν μακρῷ τῆς καταλήψεως ὁμολογεῖν ἡττᾶσθαι. διόπερ εὐθὺς ἀνέκραγεν· „οὐκ ἔστι τοῦτο“ (ibid.), ὃ ἐδόξασα, „ὅτι ἔστι κύριος ἔν τῳ τόπῳ“ (ibid. 16)· περιέχει γάρ, ἀλλ’ οὐ περιέχεται κατὰ τὸν ἀληθῆ λόγον. τοῦτο δὲ τὸ δεικνύμενον καὶ ὁρατόν, ὁ αἰσθητὸς οὑτοσὶ κόσμος, οὐδὲν
5ἄρα ἄλλο ἐστὶν ἢ οἶκος θεοῦ (ibid.), μιᾶς τῶν τοῦ ὄντος δυνάμεων,
Som
.

1

.

186

καθ’ ἣν ἀγαθὸς ἦν. τὸν δὲ κόσμον οἶκον ὠνόμασε καὶ πύλην τοῦ
πρὸς ἀλήθειαν οὐρανοῦ (ibid. 17) προσεῖπε. τί δὲ τοῦτ’ ἐστί; τὸν ἐκ τῶν ἰδεῶν συσταθέντα, ἐν τῷ χειροτονηθέντι κατὰ τὰς θείας χορηγίας, κόσμον νοητὸν | οὐκ ἔνεστιν ἄλλως καταλαβεῖν ὅτι μὴ κατὰ τὴν τοῦ244
Som
.

1

.

187

αἰσθητοῦ καὶ ὁρωμένου τούτου μετάβασιν. οὐδὲ γὰρ ἄλλο τῶν ὄντων οὐδὲν ἀσώματον ἐννοῆσαι δυνατὸν ὅτι μὴ τὴν ἀρχὴν λαβόντας ἀπὸ σωμάτων· ἠρεμούντων μὲν γὰρ ἐνοήθη τόπος, χρόνος δὲ κινουμένων, σημεῖα δὲ καὶ γραμμαὶ καὶ ἐπιφάνειαι καὶ συνόλως πέρατα ἀπὸ τῆς
Som
.

1

.

188

ἐξωτάτω περικειμένης οἷον ἀμπεχόνης. κατὰ τὸ ἀνάλογον οὖν καὶ ὁ νοητὸς ἀπὸ τοῦ αἰσθητοῦ κόσμος ἐνοήθη, πύλη τις ὢν ἐκείνου. ὡς γὰρ οἱ βουλόμενοι τὰς πόλεις θεάσασθαι διὰ πυλῶν εἰσίασιν, οὕτως ὅσοι τὸν ἀειδῆ κόσμον καταλαβεῖν ἐθέλουσιν, ὑπὸ τῆς τοῦ ὁρατοῦ
5φαντασίας ξεναγοῦνται. [ὁ δὲ νοητῆς ὑποστάσεως κόσμος ἄνευ ἡστινοσ‐ οῦν σχημάτων ὄψεως, μόνης δὲ διὰ τῆς ἀρχετύπου ἰδέας τῆς ἐν τῷ διαχαραχθέντι πρὸς τὸ θεαθὲν αὐτῷ εἶδος ἄνευ σκιᾶς μετακληθήσεται, πάντων αὐτῷ τειχῶν καὶ πάσης πύλης ἀπαρθέντων εἰς τὸ μὴ ἀπό τινος ἀθρῆσαι, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ ἀλέκτῳ τινὶ καὶ δυσερμηνεύτῳ
10θέᾳ διιδεῖν κάλλος ἀναλλοίωτον.]
Som
.

1

.

189

Περὶ μὲν δὴ τούτων ἅλις. ἐφαρμόζει δὲ τῷ αὐτῷ εἴδει καὶ ἕτερος ὄνειρος, ὁ περὶ τῆς ποικίλης ἀγέλης, ὃν περιαναστὰς ὁ φαν‐ τασιωθεὶς διηγεῖται φάσκων· „εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον· Ἰακώβ. ἐγὼ δὲ εἶπα· τί ἐστι; καὶ εἶπεν· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς
5σου καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρό‐ βατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς. ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν
τόπῳ θεοῦ, οὗ ἤλειψάς μοι στήλην καὶ ηὔξω μοι εὐχήν. νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς245
Som
.

1

.

190

γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ“ (Gen. 31, 11—13). ὁρᾷς ὅτι θεοπέμπτους ὀνείρους ἀναγράφει ὁ θεῖος λόγος οὐ μόνον τοὺς κατὰ τὸ πρεσβύτατον τῶν αἰτίων προφαινομένους, ἀλλὰ καὶ τοὺς διὰ τῶν ὑπο‐ φητῶν αὐτοῦ καὶ ὀπαδῶν ἀγγέλων, οἳ θείας καὶ εὐδαίμονος μοίρας
Som
.

1

.

191

πρὸς τοῦ γεννήσαντος ἠξίωνται πατρός. σκόπει μέντοι καὶ τὸ ἀκόλου‐ θον. ὁ ἱερὸς λόγος τοῖς μὲν ὡς βασιλεὺς ἃ χρὴ πράττειν ἐξ ἐπιτάγ‐ ματος παραγγέλλει, τοῖς δὲ ὡς γνωρίμοις διδάσκαλος τὰ πρὸς ὠφέλειαν ὑφηγεῖται, τοῖς δὲ ὡς σύμβουλος γνώμας εἰσηγούμενος τὰς ἀρίστας τὸ
5συμφέρον ἐξ ἑαυτῶν οὐκ εἰδότας μεγάλα ὠφελεῖ, τοῖς δὲ ὡς φίλος ἐπιεικῶς καὶ μετὰ πειθοῦς πολλὰ καὶ τῶν ἀρρήτων ἀναφέρει, ὧν οὐ‐
Som
.

1

.

192

δένα τῶν ἀτελέστων ἐπακοῦσαι θέμις. ἔστι | δ’ ὅτε καὶ πυνθάνεταί τινων, ὥσπερ τοῦ Ἀδάμ· „ποῦ εἶ“ (Gen. 3, 9), πρὸς ὃ ἀποκρίναιτ’ ἄν τις οἰκείως „οὐδαμοῦ“, τῷ τἀνθρώπεια πάντα ἐν ὁμοίῳ μὴ μένειν, ἀλλὰ κινεῖσθαι καὶ ψυχῇ καὶ σώματι καὶ τοῖς ἐκτός. ἀνίδρυτοι μὲν γὰρ οἱ
5λογισμοί, φαντασίας ἀπὸ τῶν αὐτῶν πραγμάτων οὐχὶ τὰς αὐτὰς ἀλλ’ ἐναντίας ἔχοντες, ἀνίδρυτον δὲ καὶ τὸ σῶμα, ὡς μηνύουσιν αἱ ἐκ βρέ‐ φους ἄχρι γήρως τῶν ἡλικιῶν ἁπασῶν τροπαί, ἀνίδρυτα δὲ καὶ τὰ
Som
.

1

.

193

ἐκτὸς ἐπῃωρημένα φορᾷ τύχης ἀεὶ σαλευούσης. ἐπειδὰν μέντοι πρὸς τὸ τῶν φίλων ἔλθῃ συνέδριον, οὐ πρότερον ἄρχεται λέγειν ἢ ἕκαστον αὐτῶν ἀνακαλέσαι καὶ ὀνομαστὶ προσειπεῖν, ἵνα τὰ ὦτα ἀνορ‐ θιάσαντες, ἡσυχίᾳ καὶ προσοχῇ χρώμενοι, τῶν θεσμῳδουμένων εἰς
5ἄληστον μνήμην ἀκούωσιν· ἐπεὶ καὶ ἑτέρωθι λέγεται· „σιώπα καὶ
Som
.

1

.

194

ἄκουε“ (Deut. 27, 9). τοῦτον τὸν τρόπον ἐπὶ μὲν τοῦ βάτου Μωϋσῆς ἀνακαλεῖται—„ὡς γὰρ εἶδε“ φησίν „ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν
αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων· Μωυσῆ, Μωυσῆ. ὁ δὲ εἶπε· τί ἐστιν;“ (Exod. 3, 4)—, Ἀβραὰμ δὲ ἐπὶ τῆς τοῦ ἀγαπητοῦ καὶ μόνου246
5παιδὸς ὁλοκαυτώσεως, ἡνίκα τε ἱερουργεῖν ἤρχετο καὶ ὁπότε δοὺς ἀπό‐ πειραν εὐσεβείας ἐξ ἀνθρώπων ἀφανίσαι τὸ αὐτομαθὲς γένος, ἐπίκλησιν
Som
.

1

.

195

Ἰσαάκ, ἐκωλύθη· ἀρχομένου μὲν γάρ φησιν, ὅτι „ὁ θεὸς ἐπείραζε τὸν Ἀβραὰμ καὶ εἶπε πρὸς αὐτόν· Ἀβραάμ, Ἀβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. καὶ εἶπε· λάβε τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ ἀνένεγκε“, ἤδη δὲ τὸ ἱερεῖον ἐπὶ τὸν βωμὸν
5ἀνενηνοχότος, τότε „ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ λέγων· Ἀβραάμ, Ἀβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. καὶ εἶπε· μὴ ἐπι‐ βάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν“
Som
.

1

.

196

(Gen. 22, 1. 2. 9—12). εἷς δὲ δὴ τοῦ φιλικοῦ θιάσου καὶ ὁ ἀσκητὴς ὢν εἰκότως προνομίας τῆς αὐτῆς ἀξιωθεὶς ἀνακαλεῖται· „εἶπε γάρ μοι“ φησίν „ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον· Ἰακώβ. ἐγὼ δὲ εἶπα· τί
Som
.

1

.

197

ἐστιν“ (Gen. 31, 11); ἀνακληθεὶς δὲ προσοχῇ χρῆται, τὰ φανέντα σημεῖα πειρώμενος ἀκριβοῦν, ἔστι δὲ τὰ σημεῖα τῶν λόγων οἷα θρεμμά‐ των ὀχεῖαί τε καὶ γενέσεις· „ἀναβλέψασ“ γάρ φησι „τοῖς ὀφθαλμοῖς εἶδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ
Som
.

1

.

198

τὰς αἶγασ“ (Gen. 31, 12). αἰπολίου μὲν δὴ τράγος, ποίμνης δὲ κριὸς ἡγεμών ἐστι· τὰ δὲ ζῷα ταῦτα δυεῖν λόγων σύμβολα τελείων, ὧν ὁ μὲν ἕτερος καθαίρει καὶ κενοῖ ψυχὴν ἁμαρτημάτων, ὁ δὲ ἕτερος τρέφει καὶ πλήρη κατορθωμάτων ἐργάζεται. τοιοῦτοι μὲν οἱ ἡγεμόνες ἐν
5ἡμῖν ἀγελάρχαι λόγοι· αἱ δὲ ἀγέλαι προβάτοις καὶ αἰξὶ φερωνύμως δια‐ τεθεῖσαι ᾄττουσι καὶ προβαίνουσι μετὰ σπουδῆς πρὸς δικαιοσύνην.
Som
.

1

.

199

ἀναβλέψας | οὖν τὸ τέως μεμυκὸς ὄμμα τῆς διανοίας εἶδε τοὺς ἀνα‐
λογοῦντας τράγοις καὶ κριοῖς τελείους λόγους ἠκονημένους πρός τε μείωσιν ἀδικημάτων καὶ ὧν χρὴ πράττειν συναύξησιν, πῶς ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, τὰς ἔτι νέας καὶ ἁπαλὰς ψυχὰς ἄρτι ἡβώσας247
5καὶ ἄνθει τῷ τῆς ἀκμῆς ὡραϊζομένας, ἀναβαίνουσιν οὐκ ἄλογον ἡδονὴν
Som
.

1

.

200

διώκοντες, ἀλλ’ ἀοράτῳ σπορᾷ φρονήσεως χρώμενοι δογμάτων. εὔπαις γὰρ ὁ γάμος οὗτος οὐ σώματα συμπλέκων, ἀλλ’ εὐφυέσι ψυχαῖς τελείας ἀρετὰς ἁρμοζόμενος. ἐπιβαίνετε οὖν οἱ σοφίας ὀρθοὶ λόγοι πάντες, ὀχεύετε, σπείρετε, καὶ ἣν ἂν ἴδητε ψυχὴν βαθεῖαν, εὔγειον, παρθένον,
5μὴ παρέλθητε, καλέσαντες δ’ εἰς τὴν ὁμιλίαν καὶ συνουσίαν ἑαυτῶν τελειώσατε καὶ ἐγκύμονα ἀπεργάσασθε· τέξεται γὰρ πάντα ἀστεῖα, γενεὰν ἄρρενα „διαλεύκων, ποικίλων, σποδοειδῶν ῥαντῶν“ (Gen. 31, 10).
Som
.

1

.

201

Ἣν δ’ ἔχει τῶν γεννημάτων τούτων ἕκαστον δύναμιν, ἐρευνητέον. διάλευκοι μὲν τοίνυν εἰσὶν οἱ τηλαυγέστατοι καὶ ἀριδηλό‐ τατοι, τοῦ „διὰ“ πολλάκις ἐπὶ τοῦ μεγάλου τιθεμένου, ἀφ’ οὗ διάδη‐ λον καὶ διάσημον τὸ μεγάλως δῆλον καὶ μεγάλως ἐπίσημον ἔθος ὀνο‐
Som
.

1

.

202

μάζειν ἐστί. βούλεται οὖν τῆς τὸν ἱερὸν σπόρον παραδεξαμένης ψυχῆς τὰ πρωτότοκα γεννήματα διάλευκα εἶναι, φωτὶ ἐοικότα οὐκ ἀμυδρῷ, φέγγει δὲ τηλαυγεστάτῳ, οἵα γένοιτ’ ἂν ἀφ’ ἡλιακῶν ἀκτίνων ἄσκιος ἐν αἰθρίᾳ κατὰ μεσημβρίαν αὐγή· βούλεται δὲ καὶ ποικίλα οὐ πολυ‐
5μόρφου καὶ πολυτρόπου λέπρας ἀκαθάρτου τρόπον, διὰ γνώμης ἀβεβαι‐ ότητα χρησόμενα ἀστάτῳ καὶ φορουμένῳ βίῳ, ἀλλὰ γράμμασιν ἐγκεκο‐
λαμμένα καὶ σφραγῖσι διαφόροις, δοκίμοις δὲ πάσαις τετυπωμένα, ὧν αἱ ἰδιότητες ἀναμιχθεῖσαι καὶ ἀνακραθεῖσαι μουσικὴν συμφωνίαν ἐργά‐248
Som
.

1

.

203

σονται. τὴν γὰρ ποικιλτικὴν τέχνην ἐνόμισαν μέν τινες οὕτως ἠμε‐ λημένον καὶ ἀφανὲς εἶναι πρᾶγμα, ὥστε ὑφάνταις αὐτὴν ἀνέθεσαν. ἐγὼ δ’ οὐ μόνον αὐτήν, ἀλλὰ καὶ τοὔνομα τέθηπα, καὶ μάλισθ’ ὅταν εἰς τὰ γῆς τμήματα καὶ τὰς ἐν οὐρανῷ σφαίρας καὶ ζῴων καὶ φυτῶν
Som
.

1

.

204

διαφορὰς καὶ τὸ παμποίκιλον ὕφασμα, τουτονὶ τὸν κόσμον, ἀπίδω. τὸν γὰρ τοῦ πλέγματος παντὸς τούτου δημιουργὸν εὑρετὴν τῆς ποικιλτικῆς ἐπινοεῖν εὐθὺς ἐπιστήμης ἀναγκάζομαι, καὶ σέβομαι μὲν τὸν εὑρόντα, τιμῶ δὲ τὴν εὑρεθεῖσαν, τὸ δ’ ἔργον καταπέπληγμαι, καίτοι μηδὲ
5πολλοστὸν μέρος αὐτοῦ δυνηθεὶς ἰδεῖν, ἀπὸ δὲ τοῦ φανέντος μοι μέρους,
Som
.

1

.

205

εἰ δὴ καὶ πέφηνεν, ἀκριβῶς τὸ ὅλον εἰκάζων ἀναλογίας ἐλπίδι. θαυ‐ μάζω μέντοι καὶ | τὸν σοφίας ἐραστήν, ὅτι τὴν αὐτὴν τέχνην ἐπιτετή‐ δευκε, πολλὰ καὶ διαφέροντα ἐκ διαφερόντων εἰς ταὐτὸ συνάγειν καὶ συνυφαίνειν ἀξιῶν. λαβὼν γὰρ ἀπὸ μὲν τῆς παιδικῆς γραμματικῆς δύο
5τὰ πρῶτα, τό τε γράφειν καὶ τὸ ἀναγινώσκειν, ἀπὸ δὲ τῆς τελειοτέρας τήν τε παρὰ ποιηταῖς ἐμπειρίαν καὶ τὴν ἀρχαίας ἱστορίας ἀνάληψιν, παρὰ δὲ ἀριθμητικῆς καὶ γεωμετρίας τὸ ἀνεξαπάτητον ἐν οἷς ἀναλογίας καὶ λογισμῶν ἐστι χρεία, παρὰ δὲ μουσικῆς ῥυθμοὺς καὶ μέτρα τά τε ἐναρμόνια καὶ χρωματικὰ καὶ διατονικά, συνημμένα τε αὖ καὶ διεζευ‐
10γμένα μέλη, παρὰ δὲ ῥητορικῆς εὕρεσιν, φράσιν, τάξιν, οἰκονομίαν, μνήμην, ὑπόκρισιν, παρὰ δὲ φιλοσοφίας ὅσα τε ἐν ταύταις παραλέλειπται καὶ ἄλλα ἐξ ὧν ἅπας ὁ ἀνθρώπων βίος συνέστηκεν, ἓν ἔργον εὐαν‐
Som
.

1

.

206

θέστατον ἡρμόσατο, εὐμάθειαν πολυμαθείᾳ μίξας. καὶ τὸν τούτου τοῦ
πλέγματος δημιουργὸν ὁ ἱερὸς λόγος Βεσελεὴλ ἐκάλεσεν (Exod. 31, 2 ss.), ὃς ἑρμηνευθείς ἐστιν ἐν σκιᾷ θεοῦ. τὰ γὰρ μιμήματα οὗτος, τὰ δὲ παραδείγματα ἀρχιτεκτονεῖ Μωυσῆς· διὰ τοῦθ’ ὁ μὲν οἷα σκιὰς ὑπε‐249
5γράφετο, ὁ δ’ οὐ σκιάς, αὐτὰς δὲ τὰς ἀρχετύπους ἐδημιούργει φύσεις.
Som
.

1

.

207

εἰ δὴ καὶ τὰ ἅγια ποικιλτικῇ τέχνῃ κατεσκεύασται καὶ ὁ σοφὸς ποικιλ‐ τὴς μόνος ἐν τοῖς ἱεροφαντηθεῖσι χρησμοῖς ἀνείρηται καὶ τὸ τοῦ θεοῦ καλὸν ποίκιλμα, ὅδε ὁ κόσμος, ἐπιστήμῃ πανσόφῳ τετελεσιούρ‐ γηται, πῶς οὐκ ἄξιον ὡς ἐργαλεῖον τῆς ἐπιστήμης ἀποδέχεσθαι ποικιλτι‐
Som
.

1

.

208

κήν; ἧς ἀφίδρυμα ἱερώτατον πᾶς ὁ σοφίας οἶκος ἀγαλματοφορήσει καὶ κατ’ οὐρανὸν καὶ ἐπὶ γῆς, ἀφ’ ἧς ποικίλων λόγων ἰδέας ὁ ἀσκητὴς ἐκπονεῖ· μετὰ γὰρ τοὺς διαλεύκους εὐθὺς τοὺς ποικίλους εἶδε, παιδείας
Som
.

1

.

209

κόμματι χαραχθέντας. τρίτοι δ’ εἰσὶν οἱ σποδοειδεῖς ῥαντοί. καίτοι τίς οὐκ ἂν εὖ φρονῶν εἴποι τῷ γένει καὶ τούτους εἶναι ποικίλους; ἀλλὰ γὰρ οὐκ ἔστιν αὐτῷ περὶ θρεμμάτων διαφορᾶς ἡ τοσαύτη σπουδή,
Som
.

1

.

210

περὶ μέντοι τῆς πρὸς καλοκἀγαθίαν ἀγούσης ὁδοῦ. βούλεται γὰρ τὸν ἐπὶ ταύτην ἰόντα σποδῷ καὶ ὕδατι περιρραίνεσθαι, διότι γῆν καὶ ὕδωρ λόγος ἔχει φυραθέντα καὶ μορφωθέντα πρὸς τοῦ ἀνθρωποπλάστου εἰς τὸ ἡμέτερον ἀποκριθῆναι σῶμα, οὐ χειρόκμητον, ἀλλὰ φύσεως ἔργον
Som
.

1

.

211

ἀοράτου. σοφίας οὖν ἐστιν ἀρχὴ μὴ ἐπιλανθάνεσθαι ἑαυτοῦ, τὰ δ’ ἐξ ὧν συνεκρίθη πρὸ ὀφθαλμῶν ἀεὶ λαμβάνειν· οὕτως γὰρ μεγαλαυχίαν, τὸ κακῶν | θεομισέστατον, ἐκνίψαιτ’ ἄν. τίς γὰρ εἰς νοῦν βαλλόμενος, ὅτι τέφρα καὶ ὕδωρ εἰσὶν αὐτῷ τῆς γενέσεως αἱ ἀρχαί, φυσηθεὶς ὑπ’
Som
.

1

.

212

οἰήσεως μετέωρος ἀρθήσεται; διὰ τοῦτο καὶ τοὺς μέλλοντας ἱερουργεῖν
περιρραίνεσθαι τοῖς λεχθεῖσιν ἐδικαίωσεν, οὐδένα θυσιῶν ἄξιον νομίσας, ὃς μὴ πρότερον ἑαυτὸν ἔγνωκε καὶ τὴν ἀνθρωπίνην οὐδένειαν κατεί‐ ληφεν, ἐξ ὧν συνεκρίθη στοιχείων τὸ μηδενὸς ἄξιος εἶναι τεκμηράμενος.250
Som
.

1

.

213

τὰ τρία ταῦτα σημεῖα, τὸ διάλευκον, τὸ ποικίλον, τὸ σποδοει‐ δὲς ῥαντόν, περὶ μὲν τὸν ἀσκητὴν ἅτε μήπω τέλειον ἀτελῆ, περὶ δὲ
Som
.

1

.

214

τὸν τέλειον φαίνεται καὶ αὐτὰ τέλεια. ὃν δὲ τρόπον, θεασώμεθα· τὸν μέγαν ἀρχιερέα, ὁπότε μέλλοι τὰς νόμῳ προστεταγμένας ἐπιτελεῖν λειτουργίας, ὁ ἱερὸς ἐδικαίωσε λόγος ὕδατι καὶ τέφρᾳ περιρραίνεσθαι τὸ πρῶτον (Exod. 29, 4) εἰς ὑπόμνησιν ἑαυτοῦ—καὶ γὰρ ὁ σοφὸς
5Ἀβραάμ, ὅτε ἐντευξόμενος ᾔει τῷ θεῷ, γῆν καὶ σποδὸν εἶπεν ἑαυτόν (Gen. 18, 27)—, ἔπειτ’ ἐνδύεσθαι τὸν ποδήρη χιτῶνα καὶ τὸ ποικί‐ λον ὃ κέκληκεν ἐπ’ αὐτῷ περιστήθιον (Exod. 29, 5), τῶν κατ’ οὐρα‐
Som
.

1

.

215

νὸν φωσφόρων ἄστρων ἀπεικόνισμα καὶ μίμημα. δύο γάρ, ὡς ἔοικεν, ἱερὰ θεοῦ, ἓν μὲν ὅδε ὁ κόσμος, ἐν ᾧ καὶ ἀρχιερεὺς ὁ πρωτόγονος αὐτοῦ θεῖος λόγος, ἕτερον δὲ λογικὴ ψυχή, ἧς ἱερεὺς ὁ πρὸς ἀλήθειαν ἄνθρωπος, οὗ μίμημα αἰσθητὸν ὁ τὰς πατρίους εὐχὰς καὶ θυσίας ἐπι‐
5τελῶν ἐστιν, ᾧ τὸν εἰρημένον ἐπιτέτραπται χιτῶνα ἐνδύεσθαι, τοῦ παν‐ τὸς ἀντίμιμον ὄντα οὐρανοῦ, ἵνα συνιερουργῇ καὶ ὁ κόσμος ἀνθρώπῳ
Som
.

1

.

216

καὶ τῷ παντὶ ἄνθρωπος. δύο μὲν οὖν ἤδη, τόν τε ῥαντὸν καὶ τὸν ποικίλον τύπον, ἔχων ἐπιδέδεικται· τὸν δὲ τρίτον καὶ τελειότατον, ὃς ὀνομάζεται διάλευκος, αὐτίκα σημανοῦμεν. ὅταν εἰς τὰ ἐσωτάτω τῶν ἁγίων ὁ αὐτὸς οὗτος ἀρχιερεὺς εἰσίῃ, τὴν μὲν ποικίλην ἐσθῆτα ἀπαμπί‐
5σχεται, λινῆν δὲ ἑτέραν, βύσσου τῆς καθαρωτάτης πεποιημένην, ἀνα‐
Som
.

1

.

217

λαμβάνει (Lev. 16, 4). ἡ δ’ ἐστὶ σύμβολον εὐτονίας, ἀφθαρσίας,
αὐγοειδεστάτου φέγγους· ἀρραγής τε γὰρ ἡ ὀθόνη καὶ ἐξ οὐδενὸς τῶν ἀποθνῃσκόντων γίνεται καὶ ἔτι λαμπρότατον καὶ φωτοειδέστατον ἔχει251
Som
.

1

.

218

μὴ ἀμελῶς καθαρθεῖσα χρῶμα. διὰ δὲ τούτων ἐκεῖνο αἰνίττεται, ὅτι τῶν ἀδόλως καὶ καθαρῶς θεραπευόντων τὸ ὂν οὐδείς ἐστιν ὃς μὴ πρῶ‐ τον μὲν ἰσχυρογνωμοσύνῃ κέχρηται καταφρονήσας τῶν ἀνθρωπείων πραγμάτων, ἃ δελεάζοντα κηραίνει καὶ ἀσθένειαν ἐργάζεται, | ἔπειτα
5ἀφθαρσίας ἐφίεται γελάσας ὅσα οἱ θνητοὶ τυφοπλαστοῦσι, τελευταῖον δὲ ἀληθείας ἀσκίῳ φέγγει καὶ περιαυγεῖ καταλάμπεται, μηδὲν ἔτι τῶν τῆς ψευδοῦς δόξης, ἃ σκότῳ φίλα εἶναι συμβέβηκε, προσιέμενος.
Som
.

1

.

219

ὁ μὲν δὴ μέγας ἀρχιερεὺς τρισὶ ταῖς εἰρημέναις τυπωθεὶς σφραγῖσι, τῇ διαλεύκῳ, τῇ ποικίλῃ, τῇ σποδοειδεῖ ῥαντῇ, τοιοῦτος ἡμῖν ἀναγεγράφθω· τὸν δὲ τῆς ἀνθρωπίνης πολιτείας ἐφιέμενον, Ἰωσὴφ ὄνομα, τῶν μὲν ἄκρων ἰδεῖν ἔστι μὴ μεταποιούμενον χαρακτήρων, μόνου
Som
.

1

.

220

δὲ τοῦ μέσου καὶ ποικίλου. λέγεται γὰρ ὅτι χιτῶνα ποικίλον ἔσχεν (Gen. 37, 3), οὔτε καθαρσίοις περιρρανάμενος ἱεροῖς, ἀφ’ ὧν ἑαυτὸν ἂν ἔγνω τέφρας καὶ ὕδατος συμφόρημα, οὔτε τῆς πανλεύκου καὶ φωτο‐ ειδεστάτης ἐσθῆτος, ἀρετῆς, ψαῦσαι δυνηθείς, ἀλλὰ τὸ τῆς πολιτείας
5ἐπαμπισχόμενος ὕφασμα παμποίκιλον, ᾧ βραχύτατον μέρος ἀληθείας ἐγκαταμέμικται, πολλαὶ δὲ καὶ μεγάλαι μοῖραι ψευδῶν εὐλόγων πιθα‐ νῶν εἰκότων, ἐξ ὧν οἱ Αἰγύπτου πάντες ἀνέβλαστον σοφισταί, οἰωνο‐ μάντεις, ἐγγαστρίμυθοι, τερατοσκόποι, δεινοὶ παλεῦσαι καὶ κατεπᾷσαι
Som
.

1

.

221

καὶ γοητεῦσαι, ὧν τὰς ἐπιβούλους τέχνας μέγα ἔργον διεκδῦναι. διὸ καὶ τὸν χιτῶνα τοῦτον εἰσάγει Μωυσῆς φυσικῶς αἵματι πεφυρμένον (Gen. 38, 31), ἐπειδὴ πᾶς ὁ τοῦ πολιτευομένου βίος πέφυρται, πολεμῶν τε καὶ πολε‐ μούμενος καὶ ὑπὸ τῶν προσπιπτουσῶν ἀβουλήτων συντυχιῶν βαλλό‐
Som
.

1

.

222

μενος καὶ τοξευόμενος. ἐρεύνησον οὖν τὸν λίαν δημοτικόν, ᾧ τὰ πόλεως πράγματα ἐφορμεῖ, μὴ καταπλαγεὶς τοὺς θαυμαστικῶς ἔχοντας αὐτοῦ, καὶ πολλὰς μὲν ἐμφωλευούσας νόσους εὑρήσεις, πολλὰς δ’ ἐξημ‐
μένον κῆρας καὶ βιαίως ἑκάστην τὴν ψυχὴν αὐχενίζουσαν καὶ ἀφανῶς252
5αὐτῇ προσπαλαίουσαν καὶ ζητοῦσαν ἀνατρέψαι καὶ καταβαλεῖν, ἢ τοῦ πλήθους τῇ προστασίᾳ δυσχεράναντος ἢ κατὰ ἀντεπίθεσιν δυνατωτέρου
Som
.

1

.

223

ἀνδρός. ἔστι δὲ καὶ ὁ φθόνος βαρὺς καὶ δυσαπότριπτος ἐχθρός, ἐπι‐ φυόμενος ἀεὶ ταῖς λεγομέναις εὐπραγίαις, ὃν οὐ ῥᾴδιον ἐκφυγεῖν.
Som
.

1

.

224

τί οὖν ὡς ἐσθῆτα πολυτελῆ τὴν ἐπηνθισμένην πολιτείαν ἀνα‐ ψάμενοι γαυριῶμεν, τῷ εὐπρεπεῖ τῆς φανερᾶς ὄψεως ἀπατώμενοι, τὸ δ’ ἀφανὲς καὶ κεκρυμμένον ἐπίβουλον καὶ σφαλερὸν αἶσχος αὐτῆς οὐ
Som
.

1

.

225

κατανοοῦντες; ἀποδυσάμενοι δὴ τὸν ἀνθηρὸν τοῦτον χιτῶνα τὸν ἱερὸν ἐνδυώμεθα ἀρετῶν ποικίλμασιν ἐνυφασμένον· οὕτως γὰρ καὶ τὰς ἐνέδρας ἀποδρασόμεθα, ἃς ἀτεχνία καὶ ἀνεπιστημοσύνη καὶ ἀπαιδευσία καθ’
Som
.

1

.

226

ἡμῶν τιθέασιν, ὧν ὁ Λάβαν ἐστὶ θιασώτης. ἐπειδὴ γὰρ ἐκάθηρεν ἡμᾶς ὁ ἱερὸς λόγος τοῖς εἰς ἁγιστείαν | εὐτρεπισθεῖσι περιρραντηρίοις καὶ τοῖς ἀπορρήτοις φιλοσοφίας ἀληθοῦς κατεποίκιλε λόγοις ἀγαγὼν εἰς τὸ δοκίμιον καὶ διασήμους καὶ ἐπιφανεῖς καὶ λαμπροὺς ἐποίησεν, αἰτιᾶται
5τὸ ἐπίβουλον ἦθος, πρὸς τὴν τῶν λεχθέντων ἀνηρεθισμένον λώβην.
Som
.

1

.

227

φησὶ γάρ· „ἑώρακα ὅσα σοι Λάβαν ποιεῖ“ (Gen. 31, 12), τἀναντία δήπουθεν οἷς ἐδωρησάμην ἐγώ, τὸ δυσκάθαρτον καὶ τὸ ἀδόκιμον, τὸ πάντῃ σκοταῖον. ἀλλὰ γὰρ οὐ χρὴ κατεπτηχέναι τὸν ἐλπίδι θείας συμμαχίας ἐφορμοῦντα, ᾧ καὶ λέγεται· „ἐγώ εἰμι ὁ θεὸς ὁ
Som
.

1

.

228

ὀφθείς σοι ἐν τόπῳ θεοῦ“ (Gen. 31, 13). πάγκαλόν γε αὔχημα ψυχῇ, τὸ ἀξιοῦν θεὸν ἐπιφαίνεσθαι καὶ ἐνομιλεῖν αὐτῇ. μὴ παρέλθῃς δὲ τὸ εἰρημένον, ἀλλὰ ἀκριβῶς ἐξέτασον, εἰ τῷ ὄντι δύο εἰσὶ θεοί· λέγεται γὰρ ὅτι „ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι“, οὐκ ἐν τόπῳ ἐμῷ,
Som
.

1

.

229

ἀλλ’ „ἐν τόπῳ θεοῦ,“ ὡς ἂν ἑτέρου. τί οὖν χρὴ λέγειν; ὁ μὲν ἀλη‐ θείᾳ θεὸς εἷς ἐστιν, οἱ δ’ ἐν καταχρήσει λεγόμενοι πλείους. διὸ καὶ
ὁ ἱερὸς λόγος ἐν τῷ παρόντι τὸν μὲν ἀληθείᾳ διὰ τοῦ ἄρθρου μεμή‐ νυκεν εἰπών· „ἐγώ εἰμι ὁ θεόσ“, τὸν δ’ ἐν καταχρήσει χωρὶς ἄρθρου253
5φάσκων· „ὁ ὀφθείς σοι ἐν τόπῳ“, οὐ τοῦ θεοῦ, ἀλλ’ αὐτὸ μόνον
Som
.

1

.

230

„θεοῦ“. καλεῖ δὲ θεὸν τὸν πρεσβύτατον αὐτοῦ νυνὶ λόγον, οὐ δεισι‐ δαιμονῶν περὶ τὴν θέσιν τῶν ὀνομάτων, ἀλλ’ ἓν τέλος προτεθειμένος, πραγματολογῆσαι. καὶ γὰρ ἐν ἑτέροις σκεψάμενος, εἰ ἔστι τι τοῦ ὄντος ὄνομα, σαφῶς ἔγνω ὅτι κύριον μὲν οὐδέν (Exod. 6, 3), ὃ δ’ ἂν εἴπῃ
5τις, καταχρώμενος ἐρεῖ· λέγεσθαι γὰρ οὐ πέφυκεν, ἀλλὰ μόνον εἶναι
Som
.

1

.

231

τὸ ὄν. μαρτυρεῖ δὲ καὶ τὸ θεσπισθὲν λόγιον τῷ πυνθανομένῳ, εἰ ἔστιν ὄνομα αὐτῷ, ὅτι „ἐγώ εἰμι ὁ ὤν“ (Exod. 3, 14), ἵν’ ὧν δυνα‐ τὸν ἀνθρώπῳ καταλαβεῖν μὴ ὄντων περὶ θεόν, ἐπιγνῷ τὴν ὕπαρξιν.
Som
.

1

.

232

ταῖς μὲν οὖν ἀσωμάτοις καὶ θεραπευτρίσιν αὐτοῦ ψυχαῖς εἰκὸς αὐτὸν οἷός ἐστιν ἐπιφαίνεσθαι διαλεγόμενον ὡς φίλον φίλαις, ταῖς δὲ ἔτι ἐν σώματι ἀγγέλοις εἰκαζόμενον, οὐ μεταβάλλοντα τὴν ἑαυτοῦ φύσιν— ἄτρεπτος γάρ—, ἀλλὰ δόξαν ἐντιθέντα ταῖς φαντασιουμέναις ἑτερό‐
5μορφον, ὡς τὴν εἰκόνα οὐ μίμημα, ἀλλ’ αὐτὸ τὸ ἀρχέτυπον ἐκεῖνο εἶδος
Som
.

1

.

233

ὑπολαμβάνειν εἶναι. παλαιὸς μὲν οὖν ᾄδεται λόγος, ὅτι τὸ θεῖον ἀνθρώ‐ ποις εἰκαζόμενον ἄλλοτε ἄλλοις περινοστεῖ τὰς πόλεις ἐν κύκλῳ, τάς τε ἀδικίας καὶ παρανομίας ἐξετάζον· καὶ τάχα μὲν οὐκ ἀληθῶς, πάν‐
Som
.

1

.

234

τως δὲ λυσιτελῶς καὶ συμφερόντως ᾄδεται. ὁ δὲ λόγος σεμνότερον καὶ ἁγιώτερον ταῖς περὶ τοῦ ὄντος ἐννοίαις ἀεὶ χρώμενος, ἅμα δὲ καὶ τὸν τῶν ἀφρόνων βίον | παιδεῦσαι γλιχόμενος ἀνθρώπῳ μὲν εἴκασεν,
Som
.

1

.

235

οὐ μέντοι τῶν ἐπὶ μέρους οὐδενί· πρόσωπον διὰ τοῦτο καὶ χεῖρας καὶ
βάσεις καὶ στόμα καὶ φωνὴν ὀργάς τε καὶ θυμούς, ἔτι δὲ ἀμυντήρια ὅπλα καὶ εἰσόδους μέντοι καὶ ἐξόδους καὶ τὰς ἄνω καὶ κάτω καὶ παν‐ ταχῇ κινήσεις περιέθηκεν, οὐ πρὸς ἀλήθειαν τὸ κεφάλαιον τοῦτο τῶν254
Som
.

1

.

236

λόγων ἀναφέρων, ἀλλὰ πρὸς τὸ λυσιτελὲς τῶν μανθανόντων. εἰσὶ γάρ τινες ἀμβλεῖς πάνυ τὰς φύσεις, ὡς μὴ δύνασθαι θεὸν ἄνευ σώματος ἐπινοῆσαι τὸ παράπαν· οὓς ἀμήχανον ἑτέρως ἢ τρόπον τοῦτον νουθετεῖν λέγοντας, ὅτι ὡς ἄνθρωπος ὁ θεὸς ἀφικνεῖται καὶ ἐξαναχωρεῖ καὶ
5κάτεισι καὶ ἀνέρχεται καὶ φωνῇ χρῆται καὶ τοῖς ἁμαρτανομένοις δυσχεραίνει καὶ ἀπαραιτήτως πρὸς τὰς ὀργὰς ἔχει καὶ βέλη μέντοι καὶ ξίφη καὶ τὰ ἄλλα ὅσα πρὸς τιμωρίας ὄργανα ἐπιτήδεια κατὰ τῶν ἀδίκων προευ‐
Som
.

1

.

237

τρέπισται. ἀγαπητὸν γάρ, ἐὰν τῷ διὰ τούτων ἐπικρεμασθέντι φόβῳ σωφρονισθῆναι δυνηθῶσι. καὶ σχεδὸν δύο εἰσὶν αὗται μόναι αἱ τῆς νομοθεσίας πάσης ὁδοί, μία μὲν ἡ πρὸς τὸ ἀληθὲς ἀπονεύουσα, δι’ ἧς κατασκευάζεται „οὐχ ὡς ἄνθρωπος ὁ θεόσ“ (Num. 23, 19), ἑτέρα δὲ
5ἡ πρὸς τὰς τῶν νωθεστέρων δόξας, ἐφ’ ὧν λέγεται· „παιδεύσει σε κύριος ὁ θεὸς, ὡς εἴ τις παιδεύσειεν ἄνθρωπος τὸν υἱὸν αὐτοῦ“ (Deut. 8, 5).
Som
.

1

.

238

τί οὖν ἔτι θαυμάζομεν, εἰ ἀγγέλοις, ὁπότε καὶ ἀνθρώποις ἕνεκα τῆς τῶν δεομένων ἐπικουρίας ἀπεικάζεται; ὥσθ’ ὅταν φῇ· „ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ“ (Gen. 31, 13), τότε νόησον, ὅτι τὸν ἀγγέλου τόπον ἐπέσχεν ὅσα τῷ δοκεῖν, οὐ μεταβάλλων, πρὸς τὴν
Som
.

1

.

239

τοῦ μήπω δυναμένου τὸν ἀληθῆ θεὸν ἰδεῖν ὠφέλειαν. καθάπερ γὰρ τὴν ἀνθήλιον αὐγὴν ὡς ἥλιον οἱ μὴ δυνάμενοι τὸν ἥλιον αὐτὸν ἰδεῖν
ὁρῶσι καὶ τὰς περὶ σελήνην ἅλως ὡς αὐτὴν ἐκείνην, οὕτως καὶ τὴν255
Som
.

1

.

240

τοῦ θεοῦ εἰκόνα, τὸν ἄγγελον αὐτοῦ λόγον, ὡς αὐτὸν κατανοοῦσιν. οὐχ ὁρᾷς τὴν ἐγκύκλιον παιδείαν Ἄγαρ, ὅτι τῷ ἀγγέλῳ φησί· „σὺ ὁ θεὸς ὁ ἐπιδών με“ (Gen. 16, 13); οὐ γὰρ ἦν ἱκανὴ τὸ πρεσβύτατον ἰδεῖν αἴτιον, γένος οὖσα τῶν ἀπ’ Αἰγύπτου. νυνὶ δὲ ὁ νοῦς ἄρχεται βελτιού‐
5μενος τὸν ἡγεμόνα πασῶν τῶν τοιούτων δυνάμεων φαντασιοῦσθαι.
Som
.

1

.

241

διὸ καὶ αὐτός φησιν· „ἐγώ εἰμι ὁ θεόσ“, οὗ τὴν εἰκόνα ὡς ἐμὲ πρό‐ τερον ἐθεάσω καὶ στήλην ἐπίγραμμα ἐγκολάψας ἱερώτατον ἀνέθηκας (Gen. 31, 13)· τὸ δὲ ἐπίγραμμα ἐμήνυεν, ὅτι μόνος ἕστηκα ἐγὼ (Exod. 17, 6) καὶ τὴν τῶν πάντων φύσιν ἱδρυσάμην, τὴν ἀταξίαν καὶ
5ἀκοσμίαν εἰς κόσμον καὶ τάξιν ἀγαγὼν καὶ τὸ πᾶν ἐπερείσας, ἵνα στηριχθῇ
Som
.

1

.

242

βεβαίως τῷ κραταιῷ καὶ ὑπάρχῳ μου | λόγῳ. στήλη γὰρ τριῶν πραγμάτων σύμβολον, στάσεως ἀναθέσεως ἐπιγράμματος. ἡ μὲν οὖν στάσις καὶ τὸ ἐπίγραμμα δεδήλωται, ἡ δὲ ἀνάθεσις ἀναγκαία μηνυ‐
Som
.

1

.

243

θῆναι· πᾶς ὁ οὐρανὸς καὶ ὁ κόσμος ἀνάθημα θεοῦ τοῦ πεποιηκότος τὸ ἀνάθημα· καὶ ὅσαι μέντοι κοσμοπολίτιδες ψυχαὶ καὶ θεοφιλεῖς, ἑαυ‐ τὰς ἀνιεροῦσιν ὑπὸ μηδενὸς ἀντισπώμεναι θνητοῦ, καθαγιάζουσαι δὲ
Som
.

1

.

244

καὶ καλλιεροῦσαι τὸν ἑαυτῶν ἄφθαρτον βίον οὐδέποτε κάμνουσι. μάταιος δ’ ὅστις μὴ θεῷ στήλην ἀνατίθησιν, ἀλλ’ ἑαυτῷ, τὰ γενέσεως ἱστὰς τῆς πάντῃ σαλευομένης καὶ ἐπιγραμμάτων καὶ ἐπαίνων ἀξιῶν, ἃ ψόγου καὶ κατηγορίας μεστὰ ὄντα καλὸν ἦν ἢ μὴ γραφῆναι τὸ παράπαν ἢ
Som
.

1

.

245

γραφέντα εὐθὺς ἀπαλειφθῆναι. διὸ καί φησιν ἄντικρυς ὁ ἱερὸς λόγος· „οὐ στήσεις σεαυτῷ στήλην“ (Deut. 16, 22)· ἕστηκε γὰρ τῶν ἀνθρωπίνων
Som
.

1

.

246

πρὸς ἀλήθειαν οὐδέν, κἂν διαρραγῶσί τινες ψευδόμενοι. ἀλλὰ γὰρ οὐκ οἴονται μόνον παγίως ἐρηρεῖσθαι, ἀλλὰ καὶ τιμῶν ἄξιοι καὶ ἐπιγραμμάτων
εἶναι, τοῦ μόνου τιμῆς ἀξίου καὶ ἑστῶτος ὄντως ἐπιλελησμένοι. ἀποκλίναντας γὰρ αὐτοὺς καὶ ἐκτραπομένους τὴν ἐπ’ ἀρετὴν ἄγουσαν ὁδὸν256
5ἔτι μᾶλλον ἐξέτρεψεν αἴσθησις, ἡ σύμφυτος αὐτῶν γυνή, καὶ ἠνάγκασεν
Som
.

1

.

247

ἐξοκεῖλαι. τοιγάρτοι περικαταχθεῖσα ὡς ναῦς ἡ ὅλη ψυχὴ τρόπον στήλης ἀνετέθη. τὴν γὰρ Λὼτ γυναῖκα ἐπιστραφεῖσαν εἰς τοὐπίσω φασὶν οἱ χρησμοὶ γενέσθαι στήλην ἁλός (Gen. 19, 26), εἰκότως γε καὶ
Som
.

1

.

248

προσηκόντως· εἰ γάρ τις μὴ τὰ πρόσω, τὰ θέας καὶ ἀκοῆς ἄξια, διορᾷ —ταῦτα δ’ εἰσὶν ἀρεταὶ καὶ τὰ κατὰ ἀρετὰς ἔργα—, περιβλέπεται δὲ τὰ ὀπίσω καὶ τὰ νώτια, κωφὴν δόξαν καὶ τυφλὸν πλοῦτον καὶ ἀναί‐ σθητον εὐσαρκίαν καὶ νοῦ κενὴν εὐμορφίαν καὶ ὅσα συγγενῆ τούτοις
5μεταδιώκων, ἄψυχος ἀνακείσεται στήλη περὶ ἑαυτὴν καταρρυεῖσα· οἱ γὰρ ἅλες οὐ βέβαιον.
Som
.

1

.

249

Παγκάλως οὖν ὁ ἀσκητὴς μελέτῃ συνεχεῖ μαθών, ὅτι γένεσις κινητὸν ἐξ ἑαυτῆς, τὸ δὲ ἀγένητον ἄτρεπτόν τε καὶ ἀκίνητον, ἀνίστησι τῷ θεῷ στήλην καὶ ἀναστήσας ἀλείφει· λέγεται γάρ· „ἤλει‐
Som
.

1

.

250

ψάς μοι στήλην“ (Gen. 31, 13). ἀλλὰ μὴ νομίσῃς ἐλαίῳ λίθον ἀλεί‐ φεσθαι, ἀλλὰ τὸ περὶ τοῦ μόνον ἑστάναι τὸν θεὸν ἐν ψυχῇ δόγμα γυμνάζεσθαι καὶ συνασκεῖσθαι πρὸς ἀλειπτικῆς ἐπιστήμης, οὐχ ᾗ τὰ σώματα πιαίνεται, ἀλλ’ ὑφ’ ἧς διάνοια ἰσχὺν κτᾶται καὶ ῥώμην ἀναντ‐
Som
.

1

.

251

αγώνιστον. φίλαθλος γὰρ καὶ φιλογυμναστὴς ὁ πρὸς τὴν τῶν καλῶν
ἐπιτηδευμάτων ὡρμημένος | θήραν· ὥστ’ εἰκότως τὴν ἀδελφὴν ἰατρικῆς τέχνης ἀλειπτικὴν ἐκπονήσας, πάντας τοὺς περὶ ἀρετῆς καὶ εὐσεβείας ἀλείψας καὶ συγκροτήσας λόγους, ἀνάθημα κάλλιστον καὶ ἐχυρώτατον257
Som
.

1

.

252

ἀναθήσει θεῷ. διὸ καὶ μετὰ τὴν τῆς στήλης ἀνάθεσίν φησιν, ὅτι „ηὔξω μοι εὐχήν“ (ibid.). εὐχὴ δέ ἐστι κυρίως εἰπεῖν ἀνάθεσις, ὁπότε μὴ μόνον τὰ ἑαυτοῦ κτήματα, ἀλλὰ καὶ τὸν κεκτημένον ἑαυτὸν ἀποδιδοὺς
Som
.

1

.

253

διδόναι λέγεται θεῷ δῶρον. „ἅγιοσ“ γάρ φησιν „ἐστὶν ὁ τρέφων κόμην τρίχα κεφαλῆσ“ (Num. 6, 5) εὐξάμενος· εἰ δὲ ἅγιος, ἀνάθημα πάντως,
Som
.

1

.

254

μηδενὸς ἔτ’ ἀνιέρου καὶ βεβήλου προσαπτόμενος. ἐγγυᾶται δέ μου τὸν λόγον ἡ προφῆτις καὶ προφητοτόκος Ἄννα, ἧς μεταληφθὲν τοὔνομα καλεῖται χάρις. τὸν γὰρ υἱὸν διδόναι φησὶ τῷ ἁγίῳ δῶρον Σαμουήλ (I Reg. 1, 28), οὐκ ἄνθρωπον μᾶλλον, ἀλλὰ τρόπον ἐνθουσιῶντα καὶ
5κατεχόμενον ἐκ μανίας θεοφορήτου. Σαμουὴλ δὲ ἑρμηνεύεται τετα‐
Som
.

1

.

255

γμένος θεῷ. τί οὖν ἔτι, ψυχή, ματαιάζεις καὶ κενὰ πονεῖς, ἀλλ’ οὐ φοιτᾷς πρὸς τὸν ἀσκητήν, τὰ κατὰ τοῦ πάθους καὶ τῆς κενῆς δόξης ἀναλαβεῖν ὅπλα καὶ παλαίσματα μαθησομένη; τάχα γὰρ μαθοῦσα ἀγελαρ‐ χήσεις, οὐκ ἀσήμου καὶ ἀλόγου καὶ ἀναγώγου, δοκίμου δὲ καὶ λογικῆς
Som
.

1

.

256

καὶ ποικίλης ἀγέλης· ἧς εἰ γένοιο ἡγεμών, τὸ μὲν οἰκτρὸν ἀνθρώπων γένος ὀλοφυρῇ, τὸ δὲ θεῖον οὐ παύσῃ προστρεπομένη, τὸν δὲ θεὸν οὐκ ἐπιλείψεις εὐδαιμονίζουσα, ἀλλὰ καὶ ὕμνους ἱεροπρεπεῖς στήλαις ἐγχαρά‐ ξεις, ἵνα μὴ μόνον λέγῃς εὐτρόχως, ἀλλὰ καὶ ᾄδῃς μουσικῶς τὰς τοῦ
5ὄντος ἀρετάς. οὕτως γὰρ δυνήσῃ καὶ εἰς τὸν πατρῷον οἶκον ἐπανελ‐
θεῖν, τὴν ἐπὶ τῆς ξένης μακρὰν καὶ ἀνήνυτον ζάλην ἐκφυγοῦσα.258
Som
.

2

t

ΠΕΡΙ ΤΟΥ ΘΕΟΠΕΜΠΤΟΥΣ ΕΙΝΑΙ ΤΟΥΣ ΟΝΕΙΡΟΥΣ
Som
.

2

.

1

Τὸ τρίτον εἶδος τῶν θεοπέμπτων ὀνείρων ἀναγράφοντες εἰκότως ἂν ἐπίμαχον Μωυσῆν καλοῖμεν, ἵν’, ὡς ἔμαθεν οὐκ εἰδώς, ἀγνοοῦντας καὶ ἡμᾶς ἀναδιδάξῃ περὶ τῶν σημείων, ἕκαστον αὐγάζων. συνίσταται δὲ τὸ τρίτον εἶδος, ὁπόταν ἐν τοῖς ὕπνοις ἐξ ἑαυτῆς ἡ ψυχὴ
5κινουμένη καὶ ἀναδονοῦσα ἑαυτὴν κορυβαντιᾷ καὶ ἐνθουσιῶσα δυνάμει
Som
.

2

.

2

προγνωστικῇ τὰ μέλλοντα θεσπίζῃ. τὸ μὲν γὰρ πρῶτον ἦν ἄρχοντος τῆς κινήσεως θεοῦ καὶ ὑπηχοῦντος ἀοράτως τὰ ἡμῖν μὲν ἄδηλα, γνώ‐ ριμα δὲ ἑαυτῷ· τὸ δὲ δεύτερον τῆς ἡμετέρας διανοίας τῇ τῶν ὅλων συγκινουμένης ψυχῇ καὶ θεοφορήτου μανίας ἀναπιμπλαμένης, ᾗ θέμις
Som
.

2

.

3

πολλὰ τῶν ἀποβησομένων προαγορεύειν. διὸ ὁ ἱεροφάντης τὰς μὲν κατὰ τὸ πρῶτον σημαινόμενον φαντασίας τρανῶς πάνυ καὶ ἀριδήλως ἐμήνυσεν, ἅτε τοῦ θεοῦ χρησμοῖς σαφέσιν ἐοικότα διὰ τῶν ὀνείρων ὑποβάλλοντος, τὰς δὲ κατὰ τὸ δεύτερον οὔτε σφόδρα τηλαυγῶς οὔτε
5σκοτίως ἄγαν· ὧν ὑπόδειγμα ἡ ἐπὶ τῆς οὐρανοῦ κλίμακος φανεῖσα ὄψις. αὕτη γὰρ αἰνιγματώδης μὲν ἦν, τὸ δὲ αἴνιγμα οὐ λίαν τοῖς ὀξὺ καθορᾶν
Som
.

2

.

4

δυναμένοις ἀπεκρύπτετο. αἱ δὲ κατὰ τὸ τρίτον εἶδος φαντασίαι μᾶλλον τῶν προτέρων ἀδηλούμεναι διὰ τὸ βαθὺ καὶ κατακορὲς ἔχειν τὸ αἴνιγμα ἐδεήθησαν καὶ τῆς ὀνειροκριτικῆς ἐπιστήμης. πάντες γοῦν οἱ κατ’ αὐτὸ ἀναγραφέντες ὄνειροι τῷ νομοθέτῃ διακρίνονται πρὸς σοφῶν τὴν λεχθεῖσαν259
Som
.

2

.

5

| τέχνην ἀνδρῶν. τίνος οὖν εἰσιν οἱ ὄνειροι; ἢ παντί τῳ δῆλον, ὅτι οἱ τοῦ Ἰωσήφ, οἱ τοῦ βασιλέως Αἰγύπτου Φαραὼ καὶ οὓς ὅ τε ἀρχισιτο‐
Som
.

2

.

6

ποιὸς καὶ ἀρχιοινοχόος εἶδον αὐτοί; πρέποι δ’ ἂν ἀπὸ τῶν πρώτων ἀεὶ τῆς διδασκαλίας ἀπάρχεσθαι· πρῶτοι δ’ εἰσὶν οὓς ἐθεάσατο Ἰωσήφ, ἀπὸ δυεῖν τῶν τοῦ κόσμου μερῶν, οὐρανοῦ τε καὶ γῆς, διττὰς φαντα‐ σίας λαβών· ἀπὸ μὲν γῆς τὸ περὶ τὸν ἀμητὸν ὄναρ—τοιοῦτον δ’
5ἐστίν· „ᾤμην ἡμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, ἀνέστη δὲ τὸ ἐμὸν δράγμα“ (Gen. 37, 7), —τὸ δὲ περὶ τὸν ζῳδιακὸν κύκλον *** „ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν
Som
.

2

.

7

με“ (ibid. 9). διάκρισις δὲ τοῦ μὲν προτέρου μετὰ σφοδρᾶς ἐπανατά‐ σεως τοιαύτη· „μὴ βασιλεύων βασιλεύσεις ἐφ’ ἡμῖν; ἢ κυριεύων κυριεύ‐ σεις ἡμῶν“ (ibid. 8); τοῦ δὲ ὑστέρου ὀργὴ πάλιν δικαία· „ἆρά γε ἐλευσόμεθα ἐγὼ καὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ
5τὴν γῆν“ (ibid. 10);
Som
.

2

.

8

Ταῦτα μὲν δὴ θεμελίων τρόπον προκαταβεβλήσθω, τὰ δὲ ἄλλα τοῖς σοφῆς ἀρχιτέκτονος, ἀλληγορίας, ἑπόμενοι παραγγέλμασιν ἐποικοδομῶμεν, ἑκάτερον δὴ τῶν ὀνειράτων ἀκριβοῦντες. ἃ δὲ χρὴ πρὸ ἀμφοτέρων ἀκοῦσαι, λεκτέον· τὴν τἀγαθοῦ φύσιν οἱ μὲν ἔτειναν ἐπὶ πολλά, οἱ δὲ τῷ
5ἀρίστῳ προσεκλήρωσαν μόνῳ· καὶ οἱ μὲν ἐκέρασαν, οἱ δὲ καὶ ἄκρατον
Som
.

2

.

9

εἴασαν. οἱ μὲν οὖν μόνον τὸ καλὸν ἀγαθὸν εἰπόντες, ἀμιγῆ διαφυλάξαν‐ τες αὐτήν, ἀπένειμαν τῷ κρατίστῳ τῶν ἐν ἡμῖν, λογισμῷ, οἱ δὲ μίξαν‐ τες τρισὶν ἐφήρμοσαν, ψυχῇ, σώματι, τοῖς ἐκτός. εἰσὶ δὲ οὗτοι μὲν τῆς μαλακωτέρας καὶ τρυφερᾶς διαίτης, τὸν πλείω χρόνον ἐν γυναικωνί‐
5τιδι καὶ τοῖς γυναικωνίτιδος ἐκτεθηλυμμένοις ἔθεσιν ἀπ’ αὐτῶν σπαργά‐ νων ἀνατραφέντες· οἱ δ’ ἕτεροι σκληροδίαιτοι, πρὸς μὲν ἀνδρῶν κουρο‐ τροφηθέντες, ἄνδρες δὲ καὶ αὐτοὶ τὰ φρονήματα, τὸ συμφέρον πρὸ τοῦ
ἡδέος ἀσπαζόμενοι καὶ τροφαῖς ἀθλητικαῖς πρὸς ἰσχὺν καὶ ῥώμην, οὐ260
Som
.

2

.

10

πρὸς ἡδονήν, χρώμενοι. δυεῖν δὴ θιάσων ἡγεμόνας εἰσάγει Μωυσῆς, τοῦ μὲν γενναίου τὸν αὐτομαθῆ καὶ αὐτοδίδακτον Ἰσαάκ—ἀναγράφει γὰρ αὐτὸν 〈ἀπο〉γαλακτιζόμενον (Gen. 21, 8), ἁπαλαῖς καὶ γαλακτώδεσι νηπίαις τε καὶ παιδικαῖς τροφαῖς οὐ δικαιοῦντα χρῆσθαι τὸ παράπαν,
5ἀλλ’ εὐτόνοις καὶ τελείαις, ἅτε ἐκ βρέφους εὖ πρὸς ἀλκὴν πεφυκότα καὶ ἐπακμάζοντα καὶ ἀνηβῶντα ἀεί—, τοῦ δὲ εἴκοντος καὶ εὐενδότου
Som
.

2

.

11

τὸν Ἰωσήφ. οὗτος γὰρ οὐκ ἀλογεῖ μὲν τῶν κατὰ ψυχὴν ἀρετῶν, προμη‐ θεῖται δὲ καὶ τῆς τοῦ σώματος εὐσταθείας, | ἐφίεται 〈δὲ〉 καὶ τῆς τῶν ἐκτὸς εὐπορίας· ἀνθέλκεται δὲ εἰκότως πολλὰ τέλη τοῦ βίου προτεθει‐ μένος, καὶ ἀντισπώμενος ὑφ’ ἑκάστου σείεται καὶ κλονεῖται μὴ δυνά‐
Som
.

2

.

12

μενος στηριχθῆναι. καὶ γὰρ οὐδ’ ὥσπερ αἱ ἔνσπονδοι πόλεις εἰρήνην ἄγουσι *** καὶ ἀντεπιτίθενται, ὡς ἐν μέρει κρατεῖν τε καὶ ἡττᾶσθαι· πολλὴ γὰρ ἔστιν ὅτε ῥυεῖσα πρὸς πλοῦτον καὶ δόξαν ὁρμὴ τὰς περὶ σῶμα καὶ ψυχὴν φροντίδας ἐξενίκησεν, εἶτα ἀντιβιασθεῖσα πάλιν ὑπὸ
Som
.

2

.

13

ἀμφοῖν ὑπὸ τῆς ἑτέρας ἐνικήθη. τὸν αὐτὸν δὲ τρόπον ἀθρόαι καὶ αἱ σώματος ἡδοναὶ καταρραγεῖσαι πάντα ἑξῆς τὰ νοητὰ ἐπέκλυσάν τε καὶ ἠφάνισαν· εἶτ’ οὐκ εἰς μακρὰν ἀντιπνεύσασα σοφία λάβρῳ καὶ σφοδρῷ πνεύματι τό τε ῥεῦμα τῶν ἡδονῶν ἐχάλασε καὶ συνόλως τὰς διὰ τῶν
Som
.

2

.

14

αἰσθήσεων ἁπάσας σπουδάς τε καὶ φιλοτιμίας ἐπράυνε. τοιοῦτος μὲν δὴ κύκλος εἱλεῖται περὶ τὴν πολύτροπον ψυχὴν ἀιδίου πολέμου· καθαι‐ ρεθέντος γὰρ ἑνὸς ἐχθροῦ φύεται πάντως δυνατώτερος ἕτερος, ὕδρας τῆς πολυκεφάλου τὸν τρόπον· καὶ γὰρ ἐπ’ ἐκείνης φασὶν ἀντὶ τῆς ἐκτμη‐
5θείσης κεφαλῆς ἀναβλαστάνειν ἄλλην, αἰνιττόμενοι τὸ πολύμορφον καὶ
Som
.

2

.

15

πολύγονον τῆς ἀθανάτου κακίας δυσάλωτον γένος. μηδὲν οὖν ἓν ἀπο‐ κρίνας ποτὲ πρὸς *** τῷ Ἰωσήφ, ἀλλ’ ἴσθι ὅτι πολυμιγοῦς καὶ
κεκραμένης δόξης ἐστὶν εἰκών. ἐμφαίνεται γὰρ καὶ τὸ λογικὸν ἐγκρα‐ τείας εἶδος, ὃ τῆς ἄρρενος γενεᾶς ἐστι, κατὰ τὸν πατέρα Ἰακὼβ τυπω‐261
Som
.

2

.

16

θέν· ἐμφαίνεται καὶ τὸ ἄλογον αἰσθήσεως, μητρῴῳ γένει τῷ κατὰ Ῥαχὴλ ἐξεικονισθέν· ἐμφαίνεται καὶ τὸ τῆς σωματικῆς ἡδονῆς σπέρμα, ὃ ἀρχιοινοχόων καὶ ἀρχισιτοποιῶν καὶ ἀρχιμαγείρων συνδιαιτήσεις ἐν‐ εσφράγισαν· ἐμφαίνεται καὶ τὸ τῆς κενῆς δόξης, ἐφ’ ἣν ὡς ἐφ’ ἅρμα
5διὰ τὸ κοῦφον ἀναβαίνει (Gen. 41, 43), φυσώμενος καὶ μετέωρον αἰωρῶν ἑαυτὸν ἐπὶ καθαιρέσει ἰσότητος.
Som
.

2

.

17

Ὁ μὲν δὴ τοῦ Ἰωσὴφ χαρακτὴρ διὰ τῶν εἰρημένων ὑπο‐ τυποῦται· τῶν δ’ ὀνειράτων ἑκάτερον μὲν ἀκριβωτέον, πρότερον δὲ τὸ περὶ τῶν δραγμάτων ἐρευνητέον. „ᾤμην“ φησίν „ἡμᾶς δεσμεύειν δράγματα“ (Gen. 37, 7). τὸ μὲν „ᾤμην“ εὐθέως ἀδηλοῦντος καὶ
5ἐνδοιάζοντος καὶ ἀμυδρῶς ὑπολαμβάνοντος, οὐ παγίως καὶ τηλαυγῶς
Som
.

2

.

18

ὁρῶντος, ἀνάφθεγμά ἐστι. τοῖς γὰρ ἐκ βαθέος ὕπνου διανισταμένοις καὶ ἔτι ὀνειρώττουσιν ἁρμόττον λέγειν „ᾤμην“, οὐχὶ τοῖς ἐγρηγορόσι
Som
.

2

.

19

παντελῶς καὶ τρανῶς ἐμβλέπουσιν. ἀλλ’ οὐχ ὁ ἀσκητὴς Ἰακὼβ „ᾤμην“ ἐρεῖ, ἀλλ’ „ἰδοὺ κλῖμαξ ἐστηριγμένη, ἧς ἡ κεφαλὴ | ἀφικνεῖτο εἰς τὸν οὐρανόν“ (Gen. 28, 12), καὶ πάλιν· „ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, εἶδον τοῖς ὀφθαλμοῖς αὐτὰ ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀνέ‐
5βαινον ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι καὶ ποικίλοι καὶ σπο‐
Som
.

2

.

20

δοειδεῖς ῥαντοί“ (Gen. 31, 10. 11). τῶν γὰρ τὸ καλὸν δι’ ἑαυτὸ αἱρε‐ τὸν νομιζόντων καὶ τὰς ἐν τοῖς ὕπνοις φαντασίας εἱλικρινεστέρας καὶ καθαρωτέρας ἐξ ἀνάγκης εἶναι συμβέβηκεν, ὥσπερ καὶ τὰς μεθ’ ἡμέραν δοκιμωτέρας πράξεις.
Som
.

2

.

21

Ἄγαμαι δ’, ὅταν ἀκούω τοῦ διηγουμένου τὸ ὄναρ, ὅτι ὑπέ‐ λαβε δράγματα καταδεῖν, οὐ θερίζειν. ἐκεῖνο μὲν ἰδιωτῶν καὶ ὑπηρε‐ τῶν ἔργον, τοῦτο δ’ ἡγεμόνων καὶ γεωργίας ἐμπειροτάτων τὸ ἐπιτή‐
Som
.

2

.

22

δευμα. τὸ γὰρ δύνασθαι διακρίνειν σκυβάλων ἀναγκαῖα καὶ τρόφιμα μὴ τροφίμων καὶ νόθων γνήσια καὶ ἀνωφελοῦς ῥίζης καρπὸν ὠφελιμώ‐ τατον, μὴ ἐν οἷς ἡ γῆ βλαστάνει μᾶλλον ἢ διάνοια φύει, τελειοτάτης
Som
.

2

.

23

ἀρετῆς ἐστιν. ὁ γοῦν ἱερὸς λόγος τοὺς ὁρῶντας εἰσάγει θερίζοντας καί, τὸ παραδοξότατον, οὐ κριθὰς ἢ πυρούς, ἀλλὰ τὸν θερισμὸν αὐτὸν ἐκθερί‐ ζοντας· λέγεται οὖν· „ὅταν θερίζητε τὸν θερισμὸν ὑμῶν, οὐ συντελέσετε262
Som
.

2

.

24

τὸ λοιπὸν τοῦ θερισμοῦ“ (Lev. 19, 9). βούλεται γὰρ τὸν ἀστεῖον οὐ μόνον κριτὴν εἶναι τῶν διαφερόντων, 〈διακρίνοντα〉 καὶ διαστέλλοντα ἐξ ὧν γίνεταί τινα καὶ τὰ γεννώμενα, ἀλλὰ καὶ αὐτὸ τὸ δύνασθαι διακρίνειν δοκεῖν ἀναιρεῖν, ἀμῶντα τὸν ἀμητὸν καὶ τὴν ἰδίαν ἐπιβουλὴν ἀποτέμ‐
5νοντα διὰ τὸ καὶ πεποιθέναι καὶ Μωυσεῖ λέγοντι πιστεύειν, ὅτι „μόνου τοῦ θεοῦ ἡ κρίσις ἐστί“ (Deut. 1, 17), παρ’ ὃν αἱ συγκρίσεις καὶ αἱ διακρίσεις τῶν ἁπάντων· ὑφ’ οὗ καλὸν ὁμολογεῖν ἡττᾶσθαι καὶ τῆς
Som
.

2

.

25

ἀοιδίμου νίκης εὐκλεέστερον. ὅμοιόν ἐστι τῷ τὸν θερισμὸν θερίζειν τὸ δὶς περιτέμνειν, ὅπερ ὡς ὅτε ἐκαινούργησεν ἐξευρὼν περιτομῆς περιτο‐ μήν (Gen. 17, 13), τὴν „ἁγνείαν ἀφαγνίζεσθαι“ (Num. 6, 2), τὴν κάθαρ‐ σιν τῆς ψυχῆς αὐτὴν καθαίρεσθαι, παραχωροῦντας τῷ θεῷ τὸ φαιδρύ‐
5νειν καὶ μηδέποτε νομίσαντας ἱκανοὺς εἶναι ἑαυτοὺς ἄνευ θείας ἐπιφρο‐
Som
.

2

.

26

σύνης τὸν κηλίδων ἀνάμεστον ἐκνίψασθαι καὶ ἀπολούσασθαι βίον. ταύτης ἐστὶ τῆς συγγενείας καὶ τὸ διπλοῦν σπήλαιον (Gen. 23, 9), αἱ διπλαῖ καὶ περιμάχητοι γνῶμαι, ἥ τε περὶ τοῦ γεγονότος καὶ ἡ περὶ τοῦ πεποιη‐ κότος, αἷς ἐντρέφεται ὁ ἀστεῖος, θεωρῶν μὲν τὰ ἐν κόσμῳ, φιλοπευ‐
Som
.

2

.

27

στῶν δὲ καὶ περὶ τοῦ γεννήσαντος πατρός. ἀφ’ ὧν οἶμαι καὶ τὴν ἐν μουσικῇ δὶς διὰ πασῶν εὑρεθῆναι συμφωνίαν· ἔδει γὰρ καὶ τὸ ἔργον καὶ τὸν δημιουργὸν τελειοτάταις μελῳδίαις εὐδαιμονίζεσθαι δυσίν, οὐχὶ
Som
.

2

.

28

ταῖς αὐταῖς. ἐπειδὴ γὰρ τὰ ὑμνούμενα | διέφερεν, ἀναγκαῖον καὶ τὰς μελῳ‐ δίας καὶ συμφωνίας διακεκρίσθαι, τὴν μὲν συνημμένην ἀπονέμοντας τῷ συνημ‐ μένῳ καὶ ἐκ διαφερόντων ἁρμοσθέντι κόσμῳ, τὴν δὲ διεζευγμένην τῷ πάσης
Som
.

2

.

29

γενέσεως διεζευγμένῳ κατὰ τὴν οὐσίαν θεῷ. γνώμην δὲ ἀποφαίνεται πάλιν ὁ ἱεροφάντης φιλάρετον λέγων· „οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ“ (Lev. 19, 9), μεμνημένος τῆς ἐξ ἀρχῆς ὑποθέσεως, καθ’ ἣν ὡμολόγει „τὸ
τέλος εἶναι κυρίου“ (Num. 31, 28 ss.), παρ’ ὃν τὸ κῦρος καὶ ἡ τούτων263
Som
.

2

.

30

βεβαίωσίς ἐστιν. ἀλλὰ γὰρ ὁ τοῦ θερίζειν ἀμύητος αὐχεῖ λέγων· „ᾤμην ἃ μὴ ἐθέρισα καταδεῖν σὺν ἑτέροις δράγματα“ (Gen. 37, 7), καὶ οὐκ ἐλογίσατο παρ’ ἑαυτῷ, ὅτι δούλων καὶ ἀνεπιστημόνων ἥδε ἐστὶν ὑπηρεσία, καθὰ καὶ μικρῷ πρότερον εἶπον.
Som
.

2

.

31

Δράγματα δ’ ἀλληγοροῦντές φαμεν εἶναι πράγματα, ὧν ἕκαστος ὡς οἰκείας τροφῆς ἐπιδράττεται, ἐν ᾗ ζήσεσθαι καὶ βιώσεσθαι τὸν αἰῶνα
Som
.

2

.

32

ἐλπίζει. μυρίαι μὲν οὖν τῶν δραγμάτων, λέγω δὴ τῶν ὡσανεὶ τρεφόντων πραγμάτων, διαφοραί, μυρίαι δὲ καὶ τῶν ἐπιδραττομένων καὶ αἱρουμένων τὰ δράγματα, ὡς ἁπάσας οὔτ’ εἰπεῖν οὔτ’ ἐπινοῆσαι δυνα‐ τόν· τινὰς δ’ οὐκ ἄτοπον δείγματος ἕνεκα ἑρμηνεῦσαι, ὧν καὶ τὸ ὄναρ
Som
.

2

.

33

διηγούμενος ἐπεμνήσθη. φησὶ γὰρ τοῖς ἀδελφοῖς· „ᾤμην ἡμᾶς δεσμεύειν δράγματα“ (l. c.). ἀδελφοὶ δ’ εἰσὶν ὁμοπάτριοι μὲν δέκα, ὁμογάστριος δὲ εἷς· ἑκάστου δὲ αὐτῶν τοὔνομα σύμβολον ἀναγκαιοτάτου πράγματός ἐστι, Ῥουβὴν μὲν εὐφυΐας—υἱὸς γὰρ ὁρῶν καλεῖται, ᾗ μὲν υἱός, οὐ
5τέλειος, ᾗ δὲ ὁρατικὸς καὶ ὀξὺ καθορῶν, εὐφυής—, μαθήσεως δὲ
Som
.

2

.

34

Συμεών—εἰσακοὴ γὰρ ἑρμηνεύεται—, ἐνεργειῶν δὲ καὶ πράξεων σπουδαίων καὶ λειτουργιῶν ἁγίων Λευί, τῶν δὲ εἰς θεὸν ᾠδῶν τε καὶ ὕμνων Ἰούδας, Ἰσσάχαρ δὲ μισθῶν, οἳ ἐπ’ ἔργοις καλοῖς ἀποδίδονται —τάχα δ’ αὐτὰ τὰ ἔργα ὁ τέλειος μισθὸς ἦν—, Ζαβουλὼν δὲ φωτός,
5ἐπειδὴ ῥύσις νυκτερίας ὀνομάζεται—ῥεούσης δὲ καὶ ἀπολιπούσης νυκτὸς
Som
.

2

.

35

ἐξ ἀνάγκης φῶς ἀνίσχει—, διακρίσεως δὲ καὶ τομῆς πραγμάτων Δάν, ἐπιθέσεως δὲ καὶ ἀντεπιθέσεως πειρατικῆς Γάδ, Ἀσὴρ δὲ τοῦ φυσικοῦ πλούτου—μακαρισμὸς γὰρ ἑρμηνεύεται, ἐπειδὴ μακάριον κτῆμα
Som
.

2

.

36

νενόμισται πλοῦτος—, εἰρήνης δὲ Νεφθαλείμ—διανοίγεται 〈γὰρ〉 καὶ εὐρύνεται πάντα εἰρήνῃ, ὡς συγκλείεται | πολέμῳ· τὸ δὲ ὄνομα μεταληφθὲν πλατυσμὸς ἢ διανεῳγμένον ἐστί—, Βενιαμὶν δὲ τοῦ νέου καὶ γέροντος χρόνου· λέγεται γὰρ ἑρμηνευθεὶς υἱὸς
5ἡμερῶν εἶναι, ἡμέραις δὲ καὶ νυξὶν ὁ νέος ὁμοῦ καὶ γέρων αἰὼν264
Som
.

2

.

37

ἀναμετρεῖται. ἐπιδράττεται γοῦν ἕκαστος τῶν οἰκείων καὶ ἐπιδραξά‐ μενος τὰ μέρη πάντα συνδεῖ· ὁ μὲν εὐφυὴς εὐθιξίας, ἐπιμονῆς, μνήμης, ἐν οἷς ἡ εὐφυΐα· ὁ δὲ εὐμαθὴς ἀκροάσεως, ἡσυχίας, προσοχῆς· ὁ δὲ ἐγχειρητὴς [τῆς] θαρραλεότητος, παρακεκινδυνευ‐
Som
.

2

.

38

μένης εὐτολμίας· ὁ δὲ εὐχάριστος ἐπαίνων, ἐγκωμίων, ὕμνων, εὐδαιμονισμῶν κατά τε τὸ λέγειν καὶ τὸ ᾄδειν· ὁ δὲ μισθῶν ἐφιέ‐ μενος ἀόκνου συνεχείας τλητικωτάτης καρτερίας καὶ ἐπιμελείας σὺν
Som
.

2

.

39

ἀνανταγωνίστῳ ταχυτῆτι· ὁ δὲ φῶς ἀντὶ σκότους μεταδιώκων ἐγρηγόρ‐ σεως, ὀξυωπίας· ὁ δὲ τομῆς καὶ διακρίσεως πραγμάτων ζηλωτὴς λόγων ἠκονημένων, τοῦ μὴ ὑφ’ ὁμοίων ὡς τῶν αὐτῶν ἀπατᾶσθαι, τοῦ μὴ
Som
.

2

.

40

πρὸς χάριν, τοῦ ἀδεκάστου· ὁ δὲ πειρατικώτερον ἐνεδρεύων τοὺς ἀντι‐ λοχῶντας ἀπάτης, φενακισμοῦ, γοητείας, σοφισμάτων, προσποιήσεως, ὑποκρίσεως, ἅπερ ἐξ ἑαυτῶν ψεκτὰ ὄντα κατ’ ἐχθρῶν γινόμενα ἐπαινεῖ‐ ται· ὁ δὲ πλουτεῖν τὸν φύσεως πλοῦτον ἐπιτηδεύων ἐγκρατείας, ὀλιγο‐
Som
.

2

.

41

δεΐας· ὁ δὲ εἰρήνης ἐρῶν εὐνομίας, εὐδικίας, ἀτυφίας, ἰσότητος. ἐκ τούτων τὰ τῶν ὁμοπατρίων ἀδελφῶν δράγματα καταδεῖται, τὰ δὲ τοῦ ὁμογαστρίου ἐξ ἡμερῶν καὶ χρόνου, τῶν οὐδενὸς αἰτίων ὡς ἁπάντων
Som
.

2

.

42

αἰτίων. αὐτὸς δὲ ὁ ἐνυπνιαστὴς καὶ ὀνειροπόλος—ἦν γὰρ ἀμφότερα —τῆς κενῆς δόξης ὡς μεγίστου καὶ λαμπροτάτου καὶ βιωφελεστάτου κτή‐ ματος ἐπιδράττεται. διὸ πρῶτον μὲν ἀπ’ ὀνειράτων, ἃ νυκτὶ φίλα, τῷ βασι‐ λεῖ τῆς σωματικῆς χώρας γνωρίζεται, οὐκ ἀπὸ πραγμάτων τηλαυγῶν ἐναρ‐
Som
.

2

.

43

γείας, ἃ πρὸς ἐπίδειξιν ἡμέρας δεῖται. εἶτ’ ἐπίτροπος ἢ κηδεμὼν Αἰγύπτου πάσης ἀνακηρύττεται, ταῖς τιμαῖς τοῦ βασιλέως οἰσόμενος δευτερεῖα, ἅπερ ἥττης καὶ ἀτιμίας ἀφανέστερα καὶ καταγελαστότερα παρὰ φρονή‐
Som
.

2

.

44

σει γράφεται δικαζούσῃ. εἶτα „κλοιὸν χρυσοῦν“ (Gen. 41, 41. 42), ἀγχόνην ἐπιφανῆ, κύκλον καὶ τροχὸν ἀνάγκης ἀτελευτήτου, περιτίθεται—οὐκ ἀκολουθίαν καὶ τὸ ἑξῆς ἐν βίῳ καὶ τὸν εἱρμὸν τῶν τῆς φύσεως πρα‐ γμάτων, ὡς ἡ Θάμαρ· οὐ | γὰρ κλοιός, ἀλλὰ ὁρμίσκος αὐτῆς ὁ κόσμος
5(Gen. 38, 18)—καὶ δακτύλιον μέντοι βασιλικόν (Gen. 41, 42), δῶρον 〈ἄδωρον〉, πίστιν ἄπιστον, ἐναντιούμενον τῷ δοθέντι πάλιν τῇ Θάμαρ265
Som
.

2

.

45

ὑπὸ τοῦ βασιλέως τοῦ ὁρῶντος, Ἰσραήλ, Ἰούδα. δίδωσι γὰρ οὗτος τῇ ψυχῇ σφραγῖδα (Gen. 38, 18), πάγκαλον δῶρον, διδάσκων ὅτι 〈ὁ θεὸσ〉 ἀσχημάτιστον οὖσαν τὴν τῶν πάντων οὐσίαν ἐσχημάτισε καὶ ἀτύπωτον ἐτύπωσε καὶ ἄποιον ἐμόρφωσε καὶ τελειώσας τὸν ὅλον ἐσφράγισε κόσμον
Som
.

2

.

46

εἰκόνι καὶ ἰδέᾳ, τῷ ἑαυτοῦ λόγῳ. ἀλλ’ ἐκεῖνός γε καὶ ἐπὶ τὸ δευτε‐ ρεῖον ἄνεισιν ἅρμα (Gen. 41, 43) [ἢ] ὑποτυφούμενος ὑπ’ αἰώρας φρενῶν καὶ κενοῦ φυσήματος καὶ σιταρχεῖ (ibid. 48), τῷ σώματι θησαυροφυλα‐ κῶν καὶ πανταχόθεν αὐτῷ πορίζων τὰς τροφάς· ἐπιτειχισμὸς δὲ κατὰ
Som
.

2

.

47

τῆς ψυχῆς βαρὺς οὗτός ἐστι. τῇ δὲ προαιρέσει καὶ ζηλώσει τοῦ βίου μαρτυρεῖ καὶ τοὔνομα οὐχ ἥκιστα· πρόσθεσις γὰρ Ἰωσὴφ ἑρμηνεύεται. κενὴ δὲ δόξα προστίθησιν ἀεὶ γνησίῳ μὲν τὸ νόθον, οἰκείῳ δὲ τὸ ἀλλό‐ τριον, ἀληθεῖ δὲ τὸ ψεῦδος, αὐτάρκει δὲ τὸ πλεονάζον, ζωῇ δὲ θρύψιν,
5βίῳ δὲ τῦφον.
Som
.

2

.

48

Τί δ’ ἐστὶν ὃ βούλομαι δηλοῦν, σκόπει. σιτίοις καὶ ποτοῖς τρεφόμεθα, κἂν ᾖ εὐτελεστάτη μᾶζα καὶ ὕδωρ ναματιαῖον. τί οὖν ἡ κενὴ δόξα προσεπέθηκεν ἀμήτων καὶ μελιπήκτων πεμμάτων γένη μυρία καὶ οἴνων ἀμυθήτων πολυέργους καὶ παμποικίλους κράσεις πρὸς ἀπό‐
Som
.

2

.

49

λαυσιν ἡδονῆς μᾶλλον ἢ πρὸς μετουσίαν τροφῆς παρηρτυμένας; πάλιν ἡδύσματα πρὸς ἐδωδὴν ἀναγκαῖα γήτεια καὶ λάχανα καὶ πολλὰ τῶν ἀκροδρύων καὶ ἔτι τυρὸς καὶ εἴ τι ἄλλο ὁμοιότροπον· εἰ δὲ θέλεις, ἐπὶ σαρκοβόρων ἀνθρώπων ἰχθῦς ἔτι καὶ κρέας πρὸς τούτοις γράφομεν.
Som
.

2

.

50

ἆρ’ οὖν οὐκ αὔταρκες ἦν ἀπανθρακίσαντας καὶ αὐτοσχεδίως ὀπτήσαντας πυρὶ τρόπον ἡρωικῶν ὄντως ἀνδρῶν προσφέρεσθαι; ἀλλ’ οὐκ ἐπὶ ταῦτα
ὁ γαστρίμαργος μόνον ὁρμᾷ, σύμμαχον δὲ τὴν κενὴν δόξαν λαβὼν καὶ τὸ ἐν αὐτῷ λίχνον πάθος ἐγείρας ὀψαρτύτας καὶ τραπεζοποιοὺς εὐδοκί‐266
Som
.

2

.

51

μους τὴν τέχνην ἀναζητεῖ καὶ περιβλέπεται. οἱ δὲ τὰ κατὰ τῆς ταλαί‐ νης γαστρὸς ἐκ πολλῶν χρόνων ἀνευρημένα δελέατα ἀνακινήσαντες καὶ χυλῶν ἰδιότητας σκευάσαντές τε καὶ διαθέντες ἐν κόσμῳ προσσαίνουσι καὶ τιθασεύουσι γλῶτταν· εἶτ’ εὐθὺς ἀγκιστρεύονται τῶν αἰσθήσεων τὴν
5ἐπιβάθραν, γεῦσιν, δι’ ἧς ἀντ’ ἐλευθέρου δοῦλος ὁ δειπνοθήρας οὐκ εἰς
Som
.

2

.

52

μακρὰν ἀνεφάνη. τίς γε μὴν οὐκ οἶδεν, ὅτι ἀμπεχόνη πρὸς τὰς ἀπὸ κρυμοῦ | καὶ θάλπους ἐγγινομένας βλάβας τῷ σώματι κατεσκευάσθη τὸ
Som
.

2

.

53

πρῶτον; ἀλεξάνεμος μέν, ὡς οἱ ποιηταί πού φασι, χειμῶνι ***. τίς οὖν τὰς πολυτελεῖς ἁλουργίδας, τίς τὰ διαφανῆ καὶ λεπτὰ θέριστρα, τίς τὰς ἀραχνοϋφεῖς ἀμπεχόνας, τίς τὰ ἐπηνθισμένα ἢ βαφαῖς ἢ πλοκαῖς διὰ τῶν βάπτειν ἢ ὑφαίνειν ποικίλα ἐπισταμένων καὶ τὴν ἐν ζῳγραφίᾳ μίμησιν παρ‐
Som
.

2

.

54

ευημερούντων δαιδαλεύεται; τίς; οὐχ ἡ κενὴ δόξα; ἀλλὰ μὴν καὶ οἰκίας διὰ τὰς αὐτὰς ἐδέησεν ἡμῖν αἰτίας, καὶ ὅπως μὴ πρὸς θηρίων ἢ θηριωδε‐ στάτων τὰς φύσεις ἀνθρώπων ἐπιτρεχόντων βλαπτώμεθα. τί οὖν τὰ μὲν ἐδάφη καὶ τοὺς τοίχους πολυτελέσι λίθοις διακοσμοῦμεν; τί δὲ Ἀσίαν καὶ
5Λιβύην καὶ πᾶσαν Εὐρώπην καὶ τὰς νήσους ἐπερχόμεθα, κίονας ἀριστίν‐
Som
.

2

.

55

δην ἐπιλελεγμένους καὶ ἐπιστυλίδας ἐρευνῶντες; τί δὲ περὶ Δωρίους καὶ Ἰωνικὰς καὶ Κορινθιακὰς γλυφὰς καὶ ὅσα οἱ ἐντρυφῶντες 〈τοῖς καθεστ〉ῶσι νόμοις προσεξεῦρον σπουδάζομέν τε καὶ φιλοτιμούμεθα, κιονόκρανα κοσ‐ μοῦντες; τί δὲ χρυσορόφους ἀνδρῶνας καὶ γυναικωνίτιδας κατασκευά‐
Som
.

2

.

56

ζομεν; ἆρ’ οὐ διὰ τὴν κενὴν δόξαν; καὶ μὴν πρός γε ὕπνον μαλακὸν μὲν ἔδαφος αὔταρκες ἦν—ἐπεὶ καὶ μέχρι νῦν τοὺς Γυμνοσοφιστὰς παρ’ Ἰνδοῖς χαμευνεῖν ἐκ παλαιῶν ἐθῶν κατέχει λόγος—, εἰ δὲ μή, στιβὰς
Som
.

2

.

57

γοῦν ἐκ λίθων λογάδων ἢ ξύλων εὐτελῶν πεποιημένη κλίνη. ἀλλὰ γὰρ ἐλεφαντόποδες τὰ ἐνήλατα καὶ κλιντῆρες ὀστράκοις πολυτελέσι καὶ ποικί‐
λαις χελώναις ἐνδεδεμέναις μετὰ πολλῶν πόνων καὶ δαπανημάτων ἐν πολλῷ χρόνῳ κατασκευάζονται, τινὲς δὲ ὁλοάργυροι καὶ ὁλόχρυσοι καὶ267
5λιθοκόλλητοι στρωμναί, ἀνθηροποικίλοις καὶ χρυσοπάστοις ὡς πρὸς ἐπί‐ δειξιν καὶ πομπήν, οὐ τὴν καθ’ ἡμέραν χρῆσιν, διακεκοσμημέναι, ὧν
Som
.

2

.

58

δημιουργὸς ἡ κενὴ δόξα. τί δὲ τοῦ ἀπὸ τῆς ἐλαίας ἐκθλιβομένου καρ‐ ποῦ πλέον ἔδει ζητεῖν πρὸς ἀλείμματα; καὶ γὰρ λεαίνει καὶ κάματον σώματος λύει καὶ εὐσαρκίαν ἐμποιεῖ, κἂν εἴ τι κεχαλασμένον εἴη, σφίγγει
Som
.

2

.

59

πυκνότητι καὶ οὐδενὸς ἧττον ἑτέρου ῥώμην καὶ εὐτονίαν ἐντίθησιν. ἀλλὰ γὰρ ἐπετειχίσθη τοῖς ὠφελοῦσι τὰ ἡδέα τῆς κενῆς δόξης ἀλείμματα, εἰς ἃ καὶ μυρεψοὶ πονοῦσι καὶ χῶραι μεγάλαι συντελοῦσι, Συρία, Βαβυλών,
Som
.

2

.

60

Ἰνδοί, Σκύθαι, παρ’ οἷς αἱ τῶν ἀρωμάτων γενέσεις εἰσί. πρός γε μὴν τὸ πίνειν τίνος ἔδει μᾶλλον ἢ τοῦ φύσεως ἐκπώματος ἀκρότησι τέχνης εἰργασμένου; τὸ δὲ ἔκπωμα αἱ ἡμέτεραι χεῖρές | εἰσιν, ἃς εἰς ταὐτό τις συναγαγὼν καὶ κοιλάνας, εὖ μάλα τῷ στόματι προσθείς, ἐπι‐
5χέοντος ἑτέρου τὸ ποτὸν οὐ μόνον ἄκος τῆς δίψης, ἀλλὰ καὶ ἄλεκτον
Som
.

2

.

61

ἡδονὴν κτᾶται. εἰ δὲ ἔδει πάντως ἑτέρου, τὸ γεωργικὸν κισσύβιον οὐχ ἱκανὸν ἦν, ἀλλὰ ἄλλων ἐπιφανῶν τέχνας ἀναζητεῖν ἔδει; τί δὲ ἀργυρῶν καὶ χρυσῶν κυλίκων ἄφθονον πλῆθος κατασκευάζεσθαι, εἰ μὴ διὰ τὸν φρυαττόμενον μεγάλα τῦφον καὶ τὴν ἐπ’ αἰώρας φορουμένην κενὴν δόξαν;
Som
.

2

.

62

ὅταν καὶ στεφανοῦσθαί τινες ἀξιῶσι μὴ δάφνης μηδὲ κιττοῦ, μὴ ἴων ἢ κρίνων ἢ ῥόδου ἢ θαλλοῦ συνόλως ἤ τινος ἄνθους εὐώδει στεφάνῳ παρελθόν‐ τες τὰ θεοῦ δῶρα, ἃ διὰ τῶν ἐτησίων ὡρῶν ἀναδίδωσι, χρυσοῦς 〈δ’〉 ὑπὲρ κεφαλῆς, βαρύτατον ἄχθος, αἰωρῶσιν ἐν ἀγορᾷ μέσῃ καὶ πληθούσῃ
5χωρὶς αἰδοῦς, ἄλλο τι νομιστέον ἢ ὅτι κενῆς δόξης εἰσὶ δοῦλοι, φάσκον‐
Som
.

2

.

63

τες οὐκ ἐλεύθεροι μόνον ἀλλὰ καὶ πολλῶν ἄλλων ἡγεμόνες εἶναι; ἐπι‐ λείψει με ἡ ἡμέρα τὰς διαφθορὰς τοῦ ἀνθρωπείου βίου διεξιόντα. καίτοι τί δεῖ μακρηγορεῖν; τίς γὰρ αὐτῶν ἀνήκοός ἐστι, τίς δὲ οὐ θεατής; τίς μὲν οὖν οὐ τρίβων καὶ ἐθάς; ὥστε παγκάλως προσθήκην τὸν ἀτυφίας268
Som
.

2

.

64

μὲν ἐχθρόν, τύφου δ’ ἑταῖρον ὠνόμασεν ὁ ἱερὸς λόγος. καθάπερ γὰρ τοῖς δένδρεσιν ἐπιφύονται βλάσται περισσαί, μεγάλαι τῶν γνησίων λῶβαι, ἃς καθαίρουσι καὶ ἀποτέμνουσι προνοίᾳ τῶν ἀναγκαίων οἱ γεωργοῦντες, οὕτω τῷ ἀληθεῖ καὶ ἀτύφῳ βίῳ παρανέβλαστεν ὁ κατεψευσμένος καὶ
5τετυφωμένος, οὗ μέχρι ταύτης τῆς ἡμέρας οὐδεὶς εὕρηται γεωργὸς ὃς
Som
.

2

.

65

τὴν βλαβερὰν ἐπίφυσιν αὐταῖς ῥίζαις ἀπέκοψε. τοιγαροῦν εἰδότες οἱ φρονήσεως ἀσκηταὶ τὸ κατάπλαστον τοῦτ’ αἰσθήσει πρῶτον, 〈εἶτα〉 δια‐ νοίᾳ μεταδιώκοντα ἄντικρυς ἐκβοῶσι· „θηρίον πονηρὸν ἥρπασε καὶ
Som
.

2

.

66

κατέφαγεν Ἰωσήφ“ (Gen. 37, 33). ἀλλ’ οὐ θηρίον ἐξηγριωμένον ὢν ὁ πολυπλοκώτατος τῶν πεφυρμένων ἀνθρώπων τυφοπλαστηθεὶς βίος, οὗ πλεονεξία καὶ πανουργία σοφαὶ δημιουργοί, τοὺς προσιόντας ἅπαντας εὐωχεῖται; τοιγάρτοι καὶ ἔτι ζῶσιν αὐτοῖς ὡς νεκροῖς προτεθήσεται
5πένθος, ἀξίαν ὀλοφύρσεως καὶ θρήνων καρπουμένοις ζωήν· ἐπεὶ καὶ
Som
.

2

.

67

Ἰακὼβ τὸν Ἰωσὴφ ἔτι ζῶντα πενθεῖ. ἀλλ’ οὐ Μωυσῆς ἐάσει τοὺς περὶ Ναδὰβ ἱεροὺς λόγους πενθεῖσθαι (Lev. 10, 6)· οὐ γὰρ ὑπ’ ἀγρίου πονηροῦ θηρὸς ἁρπασθέντες, ἀλλ’ ὑπὸ ῥιπῆς ἀσβέστου καὶ ἀθανάτου φέγγους ἀνελήφθησαν, ὅτι τὴν ἔνθερμον καὶ διάπυρον καὶ σαρκῶν ἀνα‐
5λωτικὴν καὶ ὀξυκίνητον πρὸς τὴν | εὐσέβειαν σπουδήν, ἣ γενέσεως μέν ἐστιν ἀλλοτρία, θεοῦ δὲ οἰκεία, τὸν μελλητὴν ὄκνον ἐκποδὼν ἀνελόντες, εὐαγῶς καθιέρωσαν, οὐ δι’ ἀναβαθμῶν ἐπὶ τὸν βωμὸν ἐλθόντες— ἀπείρηται γὰρ νόμῳ—, ἀλλὰ δεξιῷ πνεύματι ἐπουρίσαντες καὶ ἄχρι
τῶν οὐρανοῦ περιόδων παραπεμφθέντες, θυσίας ὁλοκαύτου καὶ ὁλοκάρπου269
Som
.

2

.

68

τρόπον εἰς αἰθερίους αὐγὰς ἀναλυθέντες. ἀποκοπτέον οὖν, ὦ ψυχὴ πειθαρχοῦσα τῷ διδάσκοντι, τὴν σεαυτῆς χεῖρα καὶ δύναμιν, ἐπει‐ δὰν ἄρξηται τῶν γεννητικῶν ἢ γενέσεως ἢ ἀνθρωπείων σπουδασμάτων
Som
.

2

.

69

ἐπιλαμβάνεσθαι. πολλάκις γὰρ ὑφ’ *** προσαψαμένην τῶν διδύμων χεῖρα ἀποκόπτειν (Deut. 25, 11. 12), πρῶτον μὲν ὅτι ἐδεξιώσατο ἣν ἐχθαίρειν ἐχρῆν ἡδονήν, δεύτερον δὲ ὅτι παρ’ ἡμᾶς τὸ σπείρειν ἐνό‐
Som
.

2

.

70

μισεν, εἶθ’ ὅτι τῷ γενομένῳ τὴν τοῦ ποιοῦντος ἀνέθηκε δύναμιν. οὐχ ὁρᾷς, ὅτι ὁ γήινος ὄγκος, Ἀδάμ, ὅταν ἅψηται τοῦ διδύμου ξύλου (Gen. 2, 9), θνῄσκει, δυάδα τιμήσας πρὸ μονάδος καὶ τὸ γενόμενον πρὸ τοῦ πεποιηκότος ἐκθαυμάσας; ἀλλὰ σύ γε τοῦ μὲν καπνοῦ καὶ κύματος
5ἐκτὸς βαῖνε καὶ τὰς καταγελάστους τοῦ θνητοῦ βίου σπουδὰς ὡς τὴν φοβερὰν ἐκείνην χάρυβδιν ἀποδίδρασκε καὶ μηδὲ ἄκρῳ, τὸ τοῦ λόγου
Som
.

2

.

71

δὴ τοῦτο, δακτύλῳ ψαύσῃς. ἐπειδὰν δὲ ταῖς ἱεραῖς ἐπαποδύσῃ λειτουρ‐ γίαις, ὅλην τὴν χεῖρα καὶ δύναμιν εὐρύνασα εὖ μάλα τῶν παιδείας καὶ σοφίας θεωρημάτων ἐπίδραξαι. καὶ γὰρ πρόσταξίς ἐστι τοιαύτη· „ἐὰν ψυχὴ προσφέρῃ δῶρον ἢ θυσίαν, σεμίδαλις ἔσται τὸ δῶρον,“ εἶτ’ ἐπι‐
5φέρει· „καὶ δραξάμενος πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ καὶ παντὶ τῷ λιβάνῳ ἐπιθήσει τὸ μνημόσυνον ἐπὶ τὸ θυσιαστή‐
Som
.

2

.

72

ριον“ (Lev. 2, 1. 2). ἆρ’ οὐ παγκάλως ψυχὴν εἶπεν ἀσώματον τὴν μέλλουσαν ἱερουργεῖν, ἀλλ’ οὐ τὸν δίδυμον ἐκ θνητοῦ καὶ ἀθανάτου συνεστῶτα ὄγκον; τὸ γὰρ εὐχόμενον, τὸ εὐχάριστον, τὸ θυσίας ἀμώμους
Som
.

2

.

73

ἀληθῶς ἀνάγον ἓν μόνον ἦν ἄρα, ἡ ψυχή. τίς οὖν ἡ ψυχῆς ἀσω‐ μάτου θυσία; τίς ἢ σεμίδαλις, ἐκκεκαθαρμένης ταῖς παιδείας ὑποθήκαις γνώμης σύμβολον, τροφὴν ἄνοσον καὶ ζωὴν ἀνυπαίτιον ποιεῖν ἱκανῆς;
Som
.

2

.

74

ἀφ’ ἧς δραξάμενον τὸν ἱερέα ὅλῃ τῇ δρακί, τὸ δ’ ἐστὶ πάσαις ταῖς διανοίας λαβαῖς, πλήρη τὴν ὅλην ψυχὴν εἱλικρινεστάτων καὶ καθαρω‐ τάτων δογμάτων γενομένην αὐτὴν ὡς ἱερεῖον τὸ κάλλιστον ἀνάγειν προσ‐ τέτακται, πίονα καὶ λιπῶσαν, θείῳ φωτὶ χαίρουσαν καὶ ταῖς ἀπὸ δικαι‐270
5οσύνης καὶ τῶν ἄλλων ἀρετῶν ἀναδιδομέναις καταπνεομένην αὔραις, ὡς εὐωδέστατον καὶ προσηνέστατον ἀεὶ καρποῦσθαι βίον· τὸ γὰρ ἔλαιον καὶ ὁ | λιβανωτός, ὧν ἐπιδράττεται σὺν τοῖς λευκοπύροις ὁ ἱερεύς, ταῦτα
Som
.

2

.

75

αἰνίττεται. διὰ τοῦτο καὶ Μωυσῆς ἐξαίρετον ἑορτὴν ἀνέθηκε τῷ δράγματι, πλὴν οὐ παντί, ἀλλὰ τῷ ἀπὸ τῆς ἱερᾶς γῆς. „ὅταν“ γάρ φησιν „εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, οἴσετε δράγματα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν
Som
.

2

.

76

ἱερέα“ (Lev. 23, 10), τὸ δέ ἐστιν· ὅταν εἰσέλθῃς, ὦ διάνοια, εἰς τὴν ἀρετῆς χώραν, ἣν ἐμπρεπὲς μόνῳ δωρεῖσθαι θεῷ, τὴν εὔβοτον, τὴν εὔγειον, τὴν καρποφόρον, εἶτα οἰκεῖα [εἴ γε] σπείρας’ ἀγαθὰ θερίζῃς αὐξηθέντα ὑπὸ τοῦ τελεσφόρου, μὴ πρότερον οἴκαδε συγκομίσῃς, τουτ‐
5έστι μὴ ἀναθῇς μηδ’ ἐπιγράψῃς σεαυτῇ τὴν τῶν περιγινομένων αἰτίαν, ἢ ἀπάρξασθαι τῷ πλουτάρχῳ καὶ τὰ πλουτιστήρια ἔργα ἐπιτηδεύειν
Som
.

2

.

77

ἀναπείθοντι. καὶ λέγεται „τὴν ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν“ αὐτῶν, ἀλλ’ οὐχὶ τῆς γῆς, προσφέρειν, ἵνα ἀμῶμεν καὶ θερίζωμεν ἑαυτοῖς, πάνθ’ ὅσα καλὰ καὶ τρόφιμα καὶ σπουδαῖα βλαστήματα καθιεροῦντες.
Som
.

2

.

78

Ἀλλ’ ὅ γε τῶν ἐνυπνίων μύστης ὁμοῦ καὶ μυσταγωγὸς θαρρεῖ λέγειν, ὅτι ἀνέστη τὸ αὐτοῦ δράγμα καὶ ὠρθώθη (Gen. 37, 7). τῷ γὰρ ὄντι καθάπερ οἱ γαῦροι τῶν ἵππων τὸν αὐχένα μετέωρον ἐξά‐ ραντες, ὅσοι θιασῶται τῆς κενῆς δόξης εἰσίν, ἐπάνω πάντων ἑαυτοὺς
5ἱδρύουσι, πόλεων, νόμων, ἐθῶν πατρίων, τῶν παρ’ ἑκάστοις πραγμάτων·
Som
.

2

.

79

εἶτα ἀπὸ δημαγωγίας ἐπὶ δημαρχίαν βαδίζοντες καὶ τὰ μὲν τῶν πλησίον καταβάλλοντες, τὰ δὲ οἰκεῖα διανιστάντες καὶ παγίως ὀρθοῦντες, ὅσα ἐλεύθερα καὶ ἀδούλωτα φύσει φρονήματα, καὶ ταῦθ’ ὑπάγεσθαι μηχα‐
Som
.

2

.

80

νῶνται. διὸ προστίθησι· „περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν προσε‐ κύνησαν τὸ ἐμὸν δράγμα“ (ibid.). τέθηπε γὰρ ὁ μὲν αἰδοῦς ἐραστὴς
τὸν σκληραύχενα, ὁ δὲ εὐλαβὴς τὸν αὐθάδη, ὁ δὲ ἰσότητα τιμῶν τὸν271
Som
.

2

.

81

ἑαυτῷ τε καὶ ἄλλοις ἄνισον, καὶ μήποτ’ εἰκότως· ἅτε γὰρ θεωρὸς ὢν οὐ μόνον τοῦ ἀνθρωπείου βίου ἀλλὰ καὶ τῶν ἐν κόσμῳ συμπάντων ὁ ἀστεῖος οἶδεν ὅσον εἴωθε πνεῖν ἀνάγκη, τύχη, καιρός, βία, δυναστεία, καὶ ὅσας ὑποθέσεις καὶ ἡλίκας εὐπραγίας ἀπνευστὶ δραμούσας ἄχρις
Som
.

2

.

82

οὐρανοῦ κατέσεισαν καὶ κατέρραξαν. ὥστε ἀναγκαίως εὐλάβειαν ἐπασπι‐ δήσεται, τοῦ μηδὲν ἐξ ἐπιδρομῆς δεινὸν παθεῖν συγγενὲς φυλακτήριον· ὃ
Som
.

2

.

83

γάρ, οἶμαι, πρὸς πόλιν τεῖχος, τοῦτ’ εὐλάβεια πρὸς ἕκαστον. ἆρ’ οὖν οὐ παραπαίουσι καὶ μεμήνασιν ὅσοι παρρησίαν ἄκαιρον σπουδάζουσιν ἐπιδείκνυσθαι, βασιλεῦσι καὶ τυράννοις ἔστιν ὅτε λέγειν τε καὶ ποιεῖν ἐναντία τολμῶντες, οὐκ αἰσθανόμενοι, ὅτι 〈οὐ〉 τοὺς αὐχένας μόνον
5ὥσπερ τὰ θρέμματα ὑπεζεύχθησαν, ἀλλ’ ὅλα τὰ σώματα καὶ τὰς | ψυχὰς γύναιά τε καὶ τέκνα καὶ γονεῖς καὶ τὴν ἄλλων ἑταίρων 〈καὶ〉 συγγενῶν πολυάνθρωπον οἰκειότητα καὶ κοινωνίαν ἐκδέδενται, καὶ ἔξεστι τῷ ἡνιόχῳ καὶ ἐπόχῳ μετὰ πάσης εὐμαρείας κεντεῖν, ἐλαύνειν, ἐπέχειν,
Som
.

2

.

84

ἀναχαιτίζειν, ἅττ’ ἂν ἐθελήσῃ μικρὰ καὶ μείζω διατιθέναι; τοιγαροῦν στιζόμενοι καὶ μαστιγούμενοι καὶ ἀκρωτηριαζόμενοι καὶ ὅσα πρὸ τοῦ θανάτου χαλεπὰ πάντα ὠμῶς καὶ ἀνηλεῶς ἀθρόα ὑπομένοντες, ἀπαχθέν‐
Som
.

2

.

85

τες ἐπὶ πᾶσι θνῄσκουσι. ταῦτ’ ἐστὶ τῆς ἀκαίρου παρρησίας τὰ ἐπίχειρα, οὐ παρρησίας παρά γε εὖ φρονοῦσι κριταῖς, ἀλλ’ εὐηθείας καὶ φρενοβλαβείας καὶ μελαγχολίας ἀνιάτου γέμοντα. τί λέγεις; χειμῶνά τις ὁρῶν ἀκμάζοντα καὶ βαρὺ πνεῦμα ἐναντίον καὶ λαίλαπα καταιγίζου‐
5σαν καὶ κυματούμενον πέλαγος, ἐνορμίζεσθαι δέον, ἐξορμίζεται καὶ ἐξανά‐
Som
.

2

.

86

γεται; τίς ἢ κυβερνήτης ἢ ναύκληρος οὕτω ποτὲ ἐμεθύσθη καὶ παρῴ‐ νησεν, 〈ὡσ〉 ὅσων εἶπον κατασκηψάντων ἐθελῆσαι πλεῖν, ἵνα ὑπέραντλος ἄνωθεν ἐπιχυθείσης τῆς θαλάσσης ἡ ναῦς γενομένη πλωτῆρσιν αὐτοῖς
ἐγκαταποθῇ; τῷ γὰρ βουλομένῳ πλεῖν ἀκινδύνως εὔδιον πνεῦμα οὔριόν272
Som
.

2

.

87

τε καὶ λεῖον ἀναμένειν ἐξῆν. τί δέ; ἄρκτον τις 〈ἢ σῦν ἄγριον ἢ〉 λέοντα μετὰ συρμοῦ θεασάμενος ἐπιόντα, πραῧναι καὶ τιθασεῦ‐ σαι δέον, ἐξαγριαίνει καὶ ἀνερεθίζει, ὅπως θοίναν καὶ εὐωχίαν ὠμο‐
Som
.

2

.

88

βόροις ἀνηλεεστάτοις εὐτρεπίσῃ ἑαυτόν; εἰ μὴ καὶ φαλαγγίοις καὶ ἀσπίσι ταῖς Αἰγυπτίαις καὶ τοῖς ἄλλοις ὅσα τὸν φθοροποιὸν ἰὸν 〈ἐπιφέρεται〉 οὐδενὶ λυσιτελὲς ἀνθίστασθαι, θάνατον ἀπαραίτητον τοῖς ἅπαξ δηχθεῖσιν ἐπάγουσιν· ἀγαπητὸν γὰρ κατεπᾴδοντας καὶ χειροήθη ποιοῦντας μηδὲν
Som
.

2

.

89

ἀπ’ αὐτῶν δεινὸν παθεῖν. εἶτ’ οὔκ εἰσιν ἄνθρωποί τινες συῶν, φα‐ λαγγίων, ἀσπίδων ἀγριώτεροι καὶ ἐπιβουλότεροι; ὧν τὸ ἐπίβουλον καὶ δυσμενὲς ἀμήχανον ἑτέρως ἢ τιθασείαις καὶ μειλίγμασι χρωμένους διεκδῦναι. τοιγάρτοι ὁ σοφὸς Ἀβραὰμ τοὺς υἱοὺς τοῦ Χὲτ—ἑρμη‐
5νεύονται δὲ ἐξιστάντες—προσκυνήσει (Gen. 23, 7), τῶν καιρῶν
Som
.

2

.

90

τοῦτο δρᾶν ἀναπειθόντων. οὐ γὰρ τιμῶν γε τοὺς ἐκ φύσεως καὶ γένους καὶ ἐθῶν ἐχθροὺς λογισμοῦ, οἳ τὸ τῆς ψυχῆς νόμισμα, παιδείαν, ἐξιστάν‐ τες καὶ κατακερματίζοντες οἰκτρῶς ἀναλίσκουσιν, ἐπὶ τὸ προσκυνεῖν ἦλθεν, ἀλλὰ τὸ παρὸν κράτος αὐτῶν καὶ τὴν δυσάλωτον ἰσχὺν δεδιὼς καὶ
5φυλαττόμενος ἐρεθίζειν, μέγα καὶ ἐχυρὸν κτῆμα καὶ ἀγώνισμα ἀρετῆς, σοφῶν ψυχῶν ἄριστον ἐνδιαίτημα, τὸ διπλοῦν σπήλαιον, | ὃ μαχόμενον μὲν καὶ πολεμοῦντα οὐκ ἐνῆν, ὑπερχόμενον δὲ καὶ θεραπεύοντα τῷ
Som
.

2

.

91

λόγῳ, κομιεῖται. τί δέ; οὐχὶ καὶ ἡμεῖς, ὅταν ἐν ἀγορᾷ διατρίβωμεν, εἰώθαμεν ἐξίστασθαι μὲν τοῖς ἄρχουσιν, ἐξίστασθαι δὲ καὶ τοῖς ὑποζυ‐ γίοις; ἀλλ’ ἀπ’ ἐναντίας γνώμης καὶ οὐχὶ τῆς αὐτῆς· τοῖς μὲν γὰρ ἄρχουσιν ἐν τιμῇ, τοῖς δὲ ὑποζυγίοις διὰ φόβον τοῦ μηδὲν ἀπ’ αὐτῶν
Som
.

2

.

92

εἰς ἡμᾶς νεωτερισθῆναι. καὶ διδόντων μὲν τῶν καιρῶν ἐπιτιθεμένους τὴν τῶν ἐχθρῶν βίαν καλὸν καταλῦσαι, μὴ ἐπιτρεπόντων δὲ ἀσφα‐ λὲς ἡσυχάσαι, βουλομένοις δέ τιν’ ὠφέλειαν εὑρίσκεσθαι παρ’ αὐτῶν
ἁρμόττον τιθασεῦσαι.273
Som
.

2

.

93

Διὸ καὶ νῦν ἄξιον ἐπαινεῖν τοὺς μὴ ὑποχωροῦντας τῷ τῆς κενῆς προστάτῃ δόξης, ἀλλὰ ἀνθισταμένους καὶ λέγοντας· „μὴ βασιλεύων βασιλεύσεις ἐφ’ ἡμῖν“ (Gen. 37, 8); οὔπω γὰρ ἰσχυκότα ὁρῶσιν αὐτόν, οὐχ ὡς φλόγα ἡμμένον τε καὶ λάμποντα ἐν ἀφθόνῳ ὕλῃ νεμόμενον,
5ἀλλ’ ἔθ’ ὡς σπινθῆρα ἐντυφόμενον, ὀνειρώττοντα δόξαν, οὐκ ἐναργῶς
Som
.

2

.

94

ἤδη μετιόντα. χρηστὰς γὰρ ἐλπίδας ὑποβάλλουσιν ἑαυτοῖς, ὡσεὶ καὶ μὴ ἁλῶναι δυνησόμενοι. παρὸ λέγουσι· „μὴ ἐφ’ ἡμῖν βασιλεύσεισ“; ἴσον τῷ ζώντων, ὄντων, ἰσχυόντων, ἐμπνεόντων ἡμῶν οἴει δυναστεύσειν; ἀσθενησάντων μὲν γὰρ ἴσως ἐπικρατήσεις, ἐρρωμένων δὲ ἐν ὑπηκόου
Som
.

2

.

95

μοίρᾳ τετάξῃ. καὶ πέφυκεν οὕτως ἔχειν· ἐπειδὰν μὲν γὰρ ἐν διανοίᾳ 〈ὁ〉 ὀρθὸς ἰσχύῃ λόγος, ἡ κενὴ καταλύεται δόξα, ῥώννυται δὲ ἀσθενή‐ σαντος. ἕως οὖν ἔτι σῴαν ἔχει τὴν ἑαυτῆς δύναμιν ἡ ψυχὴ καὶ μηδὲν αὐτῆς μέρος ἠκρωτηρίασται, θαρρείτω βάλλειν καὶ τοξεύειν τὸν ἐναντιού‐
5μενον τῦφον καὶ ἐλευθεροστομείτω φάσκουσα· οὔτε βασιλεύσεις οὔτε
Som
.

2

.

96

κυριεύσεις (ibid.) οὔτε ἡμῶν οὔτε ἐφ’ ἡμῶν ἑτέρων· ἀλλά σου τὰς ἐπανατάσεις καὶ τὰς ἀπειλὰς ἐφόδῳ μιᾷ καταδραμούμεθα σὺν τοῖς δορυ‐ φόροις καὶ ὑπασπισταῖς, φρονήσεως ἐγγόνοις· ἐφ’ ὧν λέγεται ὅτι „προσέ‐ θεντο μισεῖν αὐτὸν ἕνεκα τῶν ἐνυπνίων αὐτοῦ καὶ ἕνεκα τῶν ῥημάτων
Som
.

2

.

97

αὐτοῦ“ (ibid.). ἀλλ’ οὐ ῥήματα μὲν καὶ ἐνύπνια πάνθ’ ὅσα ὁ τῦφος ἂν εἰδωλοποιῇ, πράγματα δὲ καὶ σαφεῖς ἐνάργειαι τὰ ὅσα ἐπ’ ὀρθὸν βίον καὶ λόγον ἀναφέρεται; καὶ τὰ μὲν μίσους ἅτε κατεψευσμένα, τὰ δὲ φιλίας
Som
.

2

.

98

ἅτε ἀληθείας τῆς ἐπεράστου γέμοντα ἐπάξια. μηδεὶς οὖν ἔτι κατηγορεῖν ἐπιτολμάτω τῶν τοσούτων τὰς ἀρετὰς ἀνδρῶν ὡς μισανθρώπου καὶ μισα‐ δέλφου δεῖγμα ἤθους ἐκφερόντων, ἀλλὰ μαθών, ὅτι οὐκ ἄνθρωπος ὁ νῦν ἐπικρινόμενός ἐστιν, ἀλλὰ τῶν ἐν ἑκάστου τῇ ψυχῇ τρόπων ὁ δοξομανὴς
5καὶ φιλότυφος, ἀποδεχέσθω τοὺς ἄσπονδον ἔχθραν καὶ μῖσος ἀκατάλ‐ λακτον πρὸς | αὐτὸν αἰρομένους καὶ μηδέποτε τὸν στυγηθέντα πρὸς ἐκεί‐
Som
.

2

.

99

νων στερξάτω, γνοὺς ἀκριβῶς, ὅτι οἱ τοιοῦτοι δικασταὶ γνώμης οὐκ ἄν
ποτε ἐσφάλησαν ὑγιοῦς, ἀλλὰ μαθόντες καὶ παιδευθέντες ἐξ ἀρχῆς τὸν ὄντως βασιλέα, τὸν κύριον, προσκυνεῖν τε καὶ τιμᾶν ἀγανακτοῦσιν, εἴ τις τὴν θεοῦ τιμὴν νοσφίζεται καὶ τοὺς ἱκέτας αὐτοῦ μετακαλεῖ πρὸς τὴν274
Som
.

2

.

100

ἰδίαν θεραπείαν. διὸ θαρροῦντες ἐροῦσιν· „μὴ βασιλεύων βασι‐ λεύσεις ἐφ’ ἡμῖν“; ἢ ἀγνοεῖς, ὅτι οὔκ ἐσμεν αὐτόνομοι, ἀλλ’ ὑπὸ ἀθα‐ νάτου βασιλέως, τοῦ μόνου θεοῦ, βασιλευόμεθα; τί δέ; „κυριεύων κυ‐ ριεύσεις ἡμῶν“ (Gen. 37, 8); μὴ γὰρ οὐ δεσποζόμεθα καὶ ἔχομέν τε
5καὶ ἕξομεν εἰς τὸν ἀεὶ χρόνον τὸν αὐτὸν κύριον; ᾧ δουλεύοντες οὕτω γεγήθαμεν, ὡς οὐδεὶς ἕτερος ἐπ’ ἐλευθερίᾳ· καὶ γάρ ἐστι τὸ δουλεύειν
Som
.

2

.

101

θεῷ πάντων ἄριστον, ὅσα ἐν γενέσει τετίμηται. εὐξαίμην ἂν οὖν καὶ αὐτὸς δυνηθῆναι τοῖς γνωσθεῖσιν ὑπὸ τούτων ἐμμεῖναι βεβαίως· ὀπτῆρες γὰρ καὶ κατάσκοποι καὶ ἔφοροι πραγμάτων, οὐ σωμάτων, εἰσὶν ἀκριβο‐ δίκαιοι, πάντα νήφοντες τὸν αἰῶνα, ὡς ὑπὸ μηδενὸς ἔτι τῶν εἰωθότων
Som
.

2

.

102

δελεάζειν ἀπατᾶσθαι. μεθύω δὲ ἄχρι νῦν ἐγὼ καὶ ἀσαφείᾳ πολλῇ κέχρημαι καὶ βάκτρων καὶ τῶν ποδηγετησόντων ὥσπερ οἱ τυφλοὶ δέομαι· σκηριπτομένῳ γὰρ ἐγγένοιτ’ ἂν ἴσως μήτε προσπταίειν μήτε ὀλισθαίνειν.
Som
.

2

.

103

εἰ δέ τινες ἀνεξετάστους καὶ ἀπερισκέπτους εἰδότες ἑαυτοὺς οὐ σπουδά‐ ζουσι τοῖς ἐξητακόσιν ἃ χρὴ πάντα ἀκριβῶς καὶ περιεσκεμμένως ἀκο‐ λουθεῖν, ἀγνοοῦντες τὴν ὁδὸν ἐπισταμένοις, ἴστωσαν ὅτι δυσαναπορεύτοις βαράθροις περιπαρέντες οὐδ’ ἐπειγόμενοι προελθεῖν ἔτι δυνήσονται.
Som
.

2

.

104

ἐγὼ δὲ ἐκείνοις, ὅταν μικρὸν ἀνεθῶ τῆς μέθης, οὕτως εἰμὶ ἔνσπονδος, ὡς τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον εἶναι νομίζειν. καὶ νῦν οὐδὲν ἧττον τὸν ἐνυπνιαστήν, ὅτι γε καὶ ἐκεῖνοι, προβαλοῦμαι καὶ στυγήσω· καὶ οὐδεὶς εὖ φρονῶν ἐπὶ τούτῳ μέμψαιτ’ ἄν με τῷ τὰς πλειόνων γνώμας
Som
.

2

.

105

τε καὶ ψήφους ἀεὶ νικᾶν. ἐπειδὰν δὲ πρὸς ἀμείνω βίον μεταβάλῃ καὶ μηκέτ’ ἐνυπνιάζηται μηδὲ ταῖς κεναῖς τῶν κενοδόξων φαντασίαις ἰλυ‐ σπώμενος κακοπαθῇ μηδὲ νύκτα καὶ σκότος καὶ πραγμάτων ἀδήλων
Som
.

2

.

106

καὶ ἀτεκμάρτων συντυχίας ὀνειροπολῇ, περιαναστὰς δὲ ἐκ τοῦ βαθέος ὕπνου διατελῇ μὲν ἐγρηγορώς, ἐνάργειαν δὲ πρὸ ἀσαφείας καὶ πρὸ ψευ‐
δοῦς ὑπολήψεως ἀλήθειαν καὶ πρὸ νυκτὸς ἡμέραν καὶ φῶς πρὸ σκότους ἀποδέχηται καὶ τὴν μὲν γυναῖκα τοῦ Αἰγυπτίου, σώματος ἡδονήν, εἰς275
5αὐτὴν εἰσελθεῖν καὶ τῆς ὁμιλίας αὐτῆς ἀπολαῦσαι παρακαλοῦσαν ἀπο‐ στρέφηται (Gen. 39, 7) διὰ πόθον ἐγκρατείας | καὶ ζῆλον εὐσεβείας
Som
.

2

.

107

ἄλεκτον, ὧν δὲ ἔδοξεν ἀλλοτριωθῆναι συγγενικῶν καὶ πατρῴων ἀγαθῶν μεταποιῆται πάλιν τὸ ἐπιβάλλον ἀρετῆς ἑαυτῷ μέρος δικαιῶν ἀνα‐ κτᾶσθαι καὶ ταῖς κατὰ μικρὸν ἐπανιὼν βελτιώσεσιν ὡς ἐπὶ κορυφῆς τοῦ ἑαυτοῦ βίου καὶ τέλους ἱδρυθεὶς ἀναφθέγξηται, ὃ παθὼν ἀκριβῶς
5ἔμαθεν, ὅτι „τοῦ θεοῦ“ (Gen. 50, 19) ἐστιν, ἀλλ’ οὐδενὸς ἔτι τῶν εἰς
Som
.

2

.

108

γένεσιν ἡκόντων αἰσθητοῦ τὸ παράπαν, οἱ μὲν ἀδελφοὶ καταλλακτηρίους ποιήσονται συμβάσεις, τὸ μῖσος εἰς φιλίαν καὶ τὸ κακόνουν εἰς εὔνοιαν μεταβαλόντες, ἐγὼ δ’ ὁ τούτων ὀπαδὸς—πείθεσθαι γὰρ ὡς δεσπόταις
Som
.

2

.

109

οἰκέτης ἔμαθον—ἐπαινῶν οὐκ ἐπιλείψω τῆς μετανοίας ἐκεῖνον· εἴ γε καὶ Μωυσῆς ὁ ἱεροφάντης ἀξιέραστον καὶ ἀξιομνημόνευτον οὖσαν αὐτοῦ τὴν μετάνοιαν ἐκ φθορᾶς ἀνασῴζει διὰ συμβόλου τῶν ὀστέων, ἃ κατο‐ ρωρύχθαι μέχρι τοῦ παντὸς οὐκ ᾤετο δεῖν ἐᾶν 〈ἐν〉 Αἰγύπτῳ (Exod.
513, 19), παγχάλεπον ἡγούμενος, εἴ τι ἤνθησεν ἡ ψυχὴ καλόν, τοῦτ’ ἐᾶσαι μαρανθῆναι καὶ κατακλυσθὲν ἀφανισθῆναι πλημμύραις, ἃς ὁ τῶν παθῶν Αἰγύπτιος ποταμός, τὸ σῶμα, διὰ πασῶν τῶν αἰσθήσεων ῥέων ἐνδελεχῶς ἐκδίδωσιν.
Som
.

2

.

110

Ἡ μὲν οὖν ἐπὶ τῶν δραγμάτων φανεῖσα ὄψις ἀπὸ γῆς καὶ διά‐ κρισις εἴρηται· τὴν δὲ ἑτέραν καιρὸς ἤδη σκοπεῖν, καὶ ὡς ὀνειροκριτικῇ
Som
.

2

.

111

τέχνῃ διαστέλλεται. „εἶδεν“ οὖν φησιν „ἐνύπνιον ἕτερον καὶ διηγήσατο τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἶπεν· ὥσπερ 〈ὁ〉 ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με. καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ καὶ εἶπε· τί τὸ ἐνύπνιον ὃ ἐνυπνιάσθης; ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγὼ καὶ ἡ
5μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοί, ὁ δὲ πατὴρ διετήρησε τὸ ῥῆμα“ (Gen. 37, 9—11).
Som
.

2

.

112

φασὶ τοίνυν οἱ μετεωρολογικοί, τὸν ζῳδιακὸν κύκλον μέγιστον ὄντα τῶν κατ’ οὐρανὸν δυοκαίδεκα ζῳδίοις, ἀφ’ ὧν καὶ τὴν ἐπωνυμίαν ἔσχε,
κατηστερίσθαι, ἥλιον δὲ καὶ σελήνην ἀεὶ περὶ αὐτὸν εἱλουμένους ἕκαστον διεξέρχεσθαι τῶν ζῳδίων, οὐκ ἰσοταχεῖς, ἀλλ’ ἐν ἀριθμοῖς καὶ χρόνοις276
5ἀνίσοις, τὸν μὲν ἐν ἡμέραις τριάκοντα, τὴν δὲ δωδεκατημορίῳ τούτων
Som
.

2

.

113

μάλιστα, ὅπερ ἡμερῶν δυεῖν καὶ ἡμίσους ἐστίν. ἔδοξεν οὖν ὁ τὴν θεό‐ πεμπτον φαντασίαν ἰδὼν ὑπ’ ἀστέρων ἕνδεκα προσκυνεῖσθαι, δωδέκατον
Som
.

2

.

114

συντάττων ἑαυτὸν εἰς τὴν τοῦ ζῳδιακοῦ συμπλήρωσιν κύκλου. μέμνη‐ μαι δὲ καὶ πρότερόν τινος ἀκούσας ἀνδρὸς οὐκ ἀμελῶς οὐδὲ ῥᾳθύμως τῷ μαθήματι προσενεχθέντος, ὅτι οὐκ ἄνθρωποι μόνοι δοξομανοῦσιν, ἀλλὰ καὶ οἱ ἀστέρες καὶ περὶ πρωτείων ἁμιλλώμενοι δικαιοῦσιν οἱ
Som
.

2

.

115

μείζους | ἀεὶ πρὸς τῶν ἐλαττόνων δορυφορεῖσθαι. ταῦτα μὲν οὖν, ὅπως ἂν ἀληθείας ἢ εἰκαιολογίας ἔχῃ, παρετέον τοῖς μετεωροθήραις σκοπεῖν. λέγομεν δὲ ἡμεῖς, [ὡς] ὅτι ὁ σπουδῆς ἀκρίτου καὶ φιλονεικίας ἀλόγου καὶ κενῆς δόξης ἐραστής, ἀεὶ φυσώμενος ὑπ’ ἀνοίας, οὐ μόνον ἀνθρώ‐
Som
.

2

.

116

πους ὑπερκύπτειν ἀλλὰ καὶ τὴν τῶν ὄντων φύσιν ἀξιοῖ. καὶ νομίζει μὲν ἑαυτοῦ χάριν τὰ πάντα γεγενῆσθαι, ἀναγκαῖον δ’ εἶναι δασμὸν ἕκαστον ὡς βασιλεῖ φέρειν αὑτῷ, γῆν, ὕδωρ, ἀέρα, οὐρανόν· καὶ τοσαύτῃ τῆς εὐηθείας ὑπερβολῇ χρῆται, ὥστε οὐκ ἰσχύει λογίσασθαι, ὃ κἂν
5παῖς ἄφρων ἐννοηθείη, ὅτι τεχνίτης οὐδεὶς ἕνεκα μέρους ποτὲ ὅλον, ἀλλ’ ἕνεκα τοῦ ὅλου μέρος δημιουργεῖ· μέρος δὲ τοῦ παντὸς ἄνθρωπος, ὥστε γεγονὼς εἰς τὸ συμπλήρωμα τοῦ κόσμου δικαίως ἂν αὐτὸς ἐκείνῳ
Som
.

2

.

117

συντελοίη. φλυαρίας δὲ ἄρα τοσαύτης γέμουσί τινες, ὥστε ἀγα‐ νακτοῦσιν, εἰ μὴ ὁ κόσμος τοῖς βουλήμασιν αὐτῶν ἕποιτο. διὰ τοῦτο Ξέρξης μὲν ὁ Περσῶν βασιλεύς, βουλόμενος τοὺς ἐχθροὺς καταπλῆξαι,
Som
.

2

.

118

μεγαλουργίας ἐπίδειξιν ἐποιεῖτο, καινουργῶν τὴν φύσιν· γῆν μὲν γὰρ μετεστοιχείου καὶ θάλατταν, ἀντιδιδοὺς πελάγει μὲν ἤπειρον, ἠπείρῳ δὲ πέλαγος, τὸν μὲν Ἑλλήσποντον ζευγνὺς γεφύραις, ὄρος δὲ τὸν Ἄθω ῥηγνὺς εἰς βαθεῖς κόλπους, οἳ πληρούμενοι θαλάττης ὁ νέος καὶ χειρό‐
Som
.

2

.

119

κμητος εὐθὺς πόντος ἦσαν, τὸ παλαιὸν τῆς φύσεως ἐξαλλοιωθείς· τὰ δὲ περίγεια, ὡς ἐδόκει, θαυματουργήσας ἀνέβαινε ταῖς τετολμημέναις ἐπινοίαις συνανάγων ἀσέβειαν ἑαυτῷ καὶ εἰς οὐρανὸν ὁ δύστηνος, ὡς τὰ ἀκίνητα κινήσων καὶ τὸν θεῖον στρατὸν καθαιρήσων, καί, τὸ λεγό‐277
Som
.

2

.

120

μενον, ἀφ’ ἱερᾶς ἤρχετο· τὸν γὰρ ἄριστον τῶν ἐκεῖ, τὸν ἡγεμόνα ἡμέρας ἥλιον, ἐτόξευεν, ὥσπερ οὐκ αὐτὸς ἀφανεῖ βέλει φρενοβλαβείας τιτρωσκόμενος οὐ μόνον διὰ τὸ ἀδυνάτων ἀλλὰ καὶ διὰ τὸ ἀνοσιωτάτων ἔργων ἐρᾶν, ὧν καὶ θάτερον μεγάλη τῷ ἐγχειροῦντι δύσκλεια ἦν.
Som
.

2

.

121

Γερμανῶν δὲ πολυανθρωποτάτην μοῖραν—ἀμπωτίζει δὲ παρ’ αὐτοῖς ἡ θάλαττα—λόγος ἔχει κατὰ τὰς ἐκεῖ παλιρροίας ἐπιδρομὰς ὠθου‐ μένους μετὰ σπουδῆς, ἐπανατεινομένους γυμνὰ τὰ ξίφη, θέοντας ὡς
Som
.

2

.

122

στῖφος πολεμίων τὸ κυματούμενον πέλαγος ὑπαντιάζειν· 〈οὓσ〉 ἄξιον μισεῖν μέν, ὅτι ἐναντία ὅπλα δι’ ἀθεότητα κατὰ τῶν ἀδουλώτων τῆς φύσεως αἱρεῖσθαι τολμῶσι μερῶν, χλευάζειν δέ, ὅτι ἀδυνάτοις ἐγχει‐ ροῦσιν ὡς δυνατοῖς, νομίζοντες ὡς ζῷον καὶ ὕδωρ κεντεῖσθαι, τιτρώ‐
5σκεσθαι, κτείνεσθαι δύνασθαι, καὶ πάλιν ἀλγεῖν, δεδιέναι, φόβῳ τῶν ἐπιόντων ἀποδιδράσκειν καὶ ὅσα ψυχῆς πάθη κατά τε ἡδονὰς καὶ ἀλγη‐
Som
.

2

.

123

δόνας ἀναδέχεσθαι. χθὲς | δ’ οὐ πρῴην ἄνδρα τινὰ οἶδα τῶν ἡγεμονικῶν, ὅς, ἐπειδὴ τὴν προστασίαν καὶ ἐπιμέλειαν εἶχεν Αἰγύπτου, τὰ πάτρια κινεῖν ἡμῶν διενοήθη καὶ διαφερόντως τὸν ἁγιώτατον καὶ φρι‐ κωδέστατον περὶ τῆς ἑβδόμης ὑπάρχοντα νόμον καταλύειν καὶ ὑπηρετεῖν
5ἠνάγκαζεν αὐτῷ καὶ τὰ ἄλλα ποιεῖν παρὰ τὸ καθεστὼς ἔθος, νομίζων ἀρχὴν ἔσεσθαι καὶ τῆς περὶ τὰ ἄλλα ἐκδιαιτήσεως καὶ τῆς τῶν ὅλων
Som
.

2

.

124

παραβάσεως, εἰ τὸ ἐπὶ τῇ ἑβδόμῃ πάτριον ἀνελεῖν δυνηθείη. καὶ μήθ’ οὓς ἐβιάζετο ὁρῶν εἴκοντας τοῖς ἐπιτάγμασι μήτε τὴν ἄλλην πληθὺν ἠρεμοῦσαν, ἀλλὰ βαρέως καὶ τραχέως φέρουσαν τὸ πρᾶγμα καὶ ὡς ἐπ’ ἀνδραποδισμῷ καὶ πορθήσει καὶ κατασκαφῇ πατρίδος πενθοῦντάς τε
Som
.

2

.

125

καὶ κατηφοῦντας, ἠξίου λόγῳ διδάσκειν παρανομεῖν, φάσκων· εἰ πολεμίων
ἔφοδος αἰφνίδιον γένοιτο ἢ κατακλυσμοῦ φορὰ τοῦ ποταμοῦ ταῖς πλημ‐ μύραις παραρρήξαντος τὸ χῶμα ἢ ῥιπὴ πυρὸς ἢ κεραυνία φλὸξ ἢ λιμὸς ἢ λοιμὸς ἢ σεισμὸς ἢ ὅσα ἄλλα κακὰ χειροποίητα καὶ θεήλατα, μεθ’278
Som
.

2

.

126

ἡσυχίας πάσης οἴκοι διατρίψετε; ἢ μετὰ τοῦ συνήθους σχήματος προ‐ ελεύσεσθε, τὴν μὲν δεξιὰν εἴσω χεῖρα συναγαγόντες, τὴν δὲ ἑτέραν ὑπὸ τῆς ἀμπεχόνης παρὰ ταῖς λαγόσι πήξαντες, ἵνα μηδ’ ἄκοντές τι
Som
.

2

.

127

τῶν εἰς τὸ σωθῆναι παράσχησθε; καὶ καθεδεῖσθε ἐν τοῖς συναγωγίοις ὑμῶν, τὸν εἰωθότα θίασον ἀγείροντες καὶ ἀσφαλῶς τὰς ἱερὰς βίβλους ἀναγινώσκοντες κἂν εἴ τι μὴ τρανὲς εἴη διαπτύσσοντες καὶ τῇ πατρίῳ
Som
.

2

.

128

φιλοσοφίᾳ διὰ μακρηγορίας ἐνευκαιροῦντές τε καὶ ἐνσχολάζοντες; ἀλλὰ γὰρ ἀποσεισάμενοι πάντα ταῦτα πρὸς τὴν ἑαυτῶν καὶ γονέων καὶ τέκνων καὶ τῶν ἄλλων οἰκειοτάτων καὶ φιλτάτων σωμάτων, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, καὶ κτημάτων καὶ χρημάτων, ὡς μηδὲ ταῦτα ἀφανισθείη, βοή‐
Som
.

2

.

129

θειαν ἀποδύσεσθε. καὶ μὴν οὗτος αὐτὸς ἐγὼ τὰ λεχθέντα, ἔφη, πάντα εἰμί, τυφώς, πόλεμος, κατακλυσμός, κεραυνός, λιμηρὰ καὶ λοιμώδης νόσος, ὁ τινάττων καὶ κυκῶν τὰ παγίως ἑστῶτα σεισμός, εἱμαρμένης
Som
.

2

.

130

ἀνάγκης οὐκ ὄνομα, ἀλλ’ ἐμφανὴς ἐγγὺς ἑστῶσα δύναμις. τί οὖν τὸν ταῦτα λέγοντα ἢ διανοούμενον αὐτὸ μόνον εἶναι φῶμεν; ἆρ’ οὐκ ἐκτό‐ πιον; ὑπερωκεάνιον μὲν οὖν ἢ μετακόσμιόν τι καινὸν κακόν, εἴ γε τῷ πάντα
Som
.

2

.

131

μακαρίῳ ὁ πάντα βαρυδαίμων ἑαυτὸν ἐξομοιοῦν ἐτόλμησεν. ὑπερθεῖτ’ ἂν οὗ‐ τος ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας βλασφημεῖν, | ὁπότε τι τῶν ἐλπισθέντων κατὰ τὰς ἐτησίους ὥρας ἢ μὴ συνόλως ἢ μὴ ῥᾳδίως ἀποβαί‐ νοι, φλογμὸν μὲν θέρους, κρυμὸν δὲ [καὶ] χειμῶνος βαρὺν κατασκήπτοντος,
5ἔαρος δὲ καὶ μετοπώρου, τοῦ μὲν πρὸς εὐκαρπίαν ἐστειρωμένου, τοῦ
Som
.

2

.

132

δὲ πρὸς νοσημάτων γενέσεις εὐτοκίᾳ χρωμένου; πάντα μὲν οὖν ἀνα‐ σείων κάλων ἀχαλίνου στόματος καὶ κακηγόρου γλώττης, ὥσπερ τὸν εἰωθότα δασμὸν οὐκ ἐνεγκόντας τοὺς ἀστέρας αἰτιάσεται, τιμᾶσθαι μο‐
νονοὺ καὶ προσκυνεῖσθαι δικαιῶν ὑπὸ τῶν οὐρανίων τἀπίγεια καὶ περιτ‐279
5τότερον ἑαυτόν, ὅσῳ καὶ τῶν ἄλλων ἄνθρωπος ὢν διενηνοχέναι ζῴων
Som
.

2

.

133

δοκεῖ. τοιοῦτοι μὲν οἱ κορυφαῖοι τῆς κενῆς ἡμῖν δόξης γράφονται, τοὺς δὲ χορευτὰς ἐν μέρει κατ’ αὐτοὺς ἴδωμεν. οὗτοι μὲν ἐπιβουλεύ‐ ουσιν ἀεὶ τοῖς ἀσκηταῖς ἀρετῆς· οὓς ὅταν ἴδωσι σπουδάζοντας τὸν αὐτῶν βίον ἀληθείᾳ ἀδόλῳ φαιδρύνειν καὶ ὡς πρὸς σεληνιακὸν ἢ τὸ ἀφ’ ἡλίου
5καθαρὸν φέγγος αὐγάζειν, ἀπατῶντες ἢ βιαζόμενοι κωλύουσιν, εἰς τὸν ἀσεβῶν ἀνήλιον χῶρον εἰσελαύνοντες, ὃν ἐπέχουσι νὺξ βαθεῖα καὶ σκότος ἀτελεύτητον καὶ εἰδώλων καὶ φασμάτων καὶ ὀνειράτων ἔθνη μυρία,
Som
.

2

.

134

κἀκεῖ καταδύσαντες προσκυνεῖν ὡς δεσπότας ἀναγκάζουσι. τὸν μὲν γὰρ φρονήσεως ἀσκητὴν ὑπολαμβάνομεν ἥλιον, ἐπειδήπερ ὁ μὲν τοῖς σώ‐ μασιν, ὁ δὲ τοῖς κατὰ ψυχὴν πράγμασιν ἐμπαρέχει φῶς, τὴν δὲ παι‐ δείαν, ᾗ κέχρηται, σελήνην—ἐν νυκτὶ γὰρ ἡ ἑκατέρας εἱλικρινεστάτη
5καὶ ὠφελιμωτάτη χρῆσίς ἐστιν—, ἀδελφοὺς δὲ τοὺς παιδείας καὶ ἀσκητικῆς ψυχῆς 〈ὡσ〉 ἂν ἐγγόνους ἀστείους λόγους, οὓς πάντας ὀρθὴν ἀτραπὸν εὐθύνοντας τοῦ βίου παλαίσμασι πολυτρόποις καὶ πολυμηχάνοις αὐχενίζοντες ἐκτραχηλίζειν καὶ καταρράττειν ὑποσκελίζοντες οἱ μηδὲν
Som
.

2

.

135

ὑγιὲς μήτε λέγειν μήτε φρονεῖν ἐγνωκότες ἀξιοῦσι. διὸ καὶ ἐπιτιμᾷ τῷ τοιούτῳ τιθασῶς ὁ πατήρ, οὐκ Ἰακώβ, ἀλλ’ ὁ καὶ τούτου πρεσβύτερος ὀρθὸς λόγος φάσκων· „τί τὸ ἐνύπνιον τοῦτο ἐνυπνιάσθησ“ (Gen. 37, 10);
Som
.

2

.

136

ἀλλ’ οὐκ ἐνύπνιον εἶδες; ἢ ὑπέλαβες, ὅτι τὰ φύσει ἐλεύθερα ἀνθρω‐ πείων ἀνάγκῃ δοῦλα ἔσται καὶ ὑπήκοα τὰ ἄρχοντα καί, τὸ ἔτι παρα‐ δοξότερον, οὐκ ἄλλων ὑπήκοα ἀλλὰ τῶν ἀρχομένων, οὐδ’ ἑτέρων δοῦλα ἀλλὰ τῶν δουλευόντων; εἰ μὴ ἄρα κράτει θεοῦ τοῦ μόνου
5πάντα δυνατοῦ, ᾧ καὶ τὰ ἀκίνητα κινεῖν καὶ τὰ φορούμενα θέμις ἱδρύ‐
Som
.

2

.

137

σασθαι, μεταβολὴ τῶν καθεστώτων γένοιτο πρὸς τἀναντία. | ἐπεὶ τίνα ἕξει λόγον τὸ ὀργίζεσθαι καὶ ἐπιτιμᾶν τῷ τὴν καθ’ ὕπνον φαντασίαν ἰδόντι; μὴ γὰρ ἑκὼν εἶδον αὐτήν; ἐρεῖ, τί μοι τὰ τῶν ἐκ προνοίας
ἠδικηκότων ἐπάγεις ἐγκλήματα; τὸ προσπεσὸν ἔξωθεν καὶ πλῆξάν μου280
Som
.

2

.

138

τὴν διάνοιαν αἰφνίδιον ἄκοντος διηγησάμην. ἀλλὰ γὰρ οὐκ ἔστι περὶ ὀνείρατος ὁ παρὼν λόγος, ἀλλὰ περὶ πραγμάτων ἐοικότων ἐνυπνίοις· ἃ τοῖς μὴ λίαν κεκαθαρμένοις μεγάλα καὶ λαμπρὰ καὶ περιμάχητα εἶναι δοκεῖ, μικρὰ ὄντα καὶ ἀμυδρὰ καὶ χλεύης ἐπάξια παρ’ ἀδεκάστοις ἀλη‐
5θείας βραβευταῖς.
Som
.

2

.

139

Ἆρ’ οὖν, φησίν, ἐλεύσομαι μὲν 〈ὁ〉 ὀρθὸς λόγος, ἐγώ, ἀφίξεται δὲ καὶ ἡ τοῦ φιλομαθοῦς θιάσου [ψυχὴ] μήτηρ ὁμοῦ καὶ τροφός, ἀρετῶσα παιδεία, συντενοῦσι δὲ καὶ οἱ ἀμφοτέρων ἡμῶν ἔγγονοι καὶ στάντες ἀντικρὺς οὕτω κατὰ στοῖχον ἐν κόσμῳ τὰς χεῖρας ἐξάραντες
Som
.

2

.

140

προσευξώμεθα τῦφον πρότερον ἀφέντες; εἶτα καταβαλόντες ἑαυτοὺς εἰς τὸ ἔδαφος ποτνιᾶσθαι καὶ προσκυνεῖν ἐπιχειρήσωμεν; ἀλλὰ μὴ ἐπι‐ λάμψαι ποτὲ τούτοις γινομένοις ἥλιος, ἐπεὶ βαθὺ μὲν σκότος κακοῖς, τηλαυγὲς δὲ φῶς ἀγαθοῖς ἐφαρμόζει. τί δ’ ἂν γένοιτο μεῖζον κακὸν
5ἢ τὸν πλαστὸν καὶ φένακα τῦφον ἀντὶ τῆς ἀπλάστου καὶ ἀψευδοῦς
Som
.

2

.

141

ἀτυφίας ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι; παγκάλως δὲ προσδιέσταλται τὸ „διετήρησεν ὁ πατὴρ τὸ ῥῆμα“ (Gen. 37, 11)· ψυχῆς γὰρ οὐ νεω‐ τέρας οὐδὲ ἀγόνου καὶ ἐστειρωμένης, ἀλλὰ τῷ ὄντι πρεσβυτέρας καὶ γεννᾶν ἐπισταμένης ἔργον ἐστὶ συζῆν εὐλαβείᾳ καὶ μηδενὸς καταφρονεῖν
5τὸ παράπαν, ἀλλὰ τὸ ἄδραστον καὶ ἀνίκητον τοῦ θεοῦ κράτος κατεπτη‐ χέναι καὶ περιαθρεῖν ἐν κύκλῳ, τί ἄρα ἀποβήσεται τὸ τέλος αὐτῇ.
Som
.

2

.

142

διὰ τοῦτο καὶ τὴν Μωυσέως ἀδελφὴν—ἐλπὶς δὲ παρ’ ἡμῖν τοῖς ἀλληγορικοῖς ὀνομάζεται—φασὶν ἀποσκοπεῖν μακρόθεν (Exod. 2, 4) οἱ χρησμοί, πρὸς τὸ τοῦ βίου δήπου τέλος ἐμβλέπουσαν, ἵνα αἴσιον ἀπαντήσῃ, τοῦ τελεσφόρου καταπέμψαντος αὐτὸ ἄνωθεν ἀπ’ οὐρανοῦ.
Som
.

2

.

143

πολλοὶ γὰρ πολλάκις ἄπλωτα πελάγη διαβαλόντες καὶ μακρὸν πλοῦν οὐρίοις πνεύμασιν ἀκίνδυνοι παραπεμφθέντες ἐν αὐτοῖς λιμέσιν ἐξαίφνης
Som
.

2

.

144

ἐναυάγησαν, μέλλοντες ἤδη προσορμίζεσθαι. μυρίοι δὲ καὶ βαρεῖς καὶ
πολυετεῖς πολέμους ἀνὰ κράτος ἑλόντες καὶ ἄτρωτοι διατελέσαντες, ὡς μηδ’ ἐπιφάνειαν ἄκραν νυχθῆναι, ἀλλ’ ὥσπερ ἐκ | πανηγύρεως κοινο‐ δήμου καὶ δημοτελοῦς ἑορτῆς τελεῖν *** ὁλοκλήροις καὶ παντελέσι,281
5μεθ’ ἱλαρᾶς ἐπιστρέψαντες εὐθυμίας ἐν ταῖς ἰδίαις ὑφ’ ὧν ἥκιστ’ ἐχρῆν ἐπεβουλεύθησαν οἰκίαις, τὸ λεγόμενον τοῦτο, „βόες ἐπὶ φάτνῃ“ σφα‐
Som
.

2

.

145

γέντες. ὥσπερ δὴ ταῦτα ἀπροσδόκητοι καὶ ἀτέκμαρτοι συντυχίαι κατασκήπτειν φιλοῦσιν, οὕτω καὶ τὰς περὶ ψυχὴν δυνάμεις ἀντωθοῦσι πρὸς τἀναντία καὶ ἀντιμετακλίνουσιν, ἢν οἷαί τε ὦσι, καὶ ἀνατρέψαι βιάζονται. τίς γὰρ εἰς τὸν ἀγῶνα τοῦ βίου παρελθὼν ἄπτωτος ἔμεινε;
Som
.

2

.

146

τίς δ’ οὐχ ὑπεσκελίσθη; εὐδαίμων δ’ ὁ μὴ πολλάκις. τίνι δ’ οὐκ ἐφή‐ δρευεν ἡ τύχη, διαπνέουσα καὶ συλλεγομένη ῥώμην, ἵνα συμπλακεῖσα
Som
.

2

.

147

εὐθὺς ἐξαρπάσῃ, πρὶν φθάσαι τὸν ἀντίπαλον κονίσασθαι; οὐκ ἤδη τινὰς ἴσμεν ἐκ παίδων εἰς γῆρας ἀφιγμένους, οἳ μηδεμιᾶς ἐπῄσθοντο ταραχῆς εἴτε δι’ εὐμοιρίαν φύσεως εἴτε διὰ τὴν τῶν τρεφόντων καὶ παιδευόντων ἐπιμέλειαν εἴτε καὶ ἀμφότερα, βαθείας δ’ εἰρήνης ἀναπλησθέντας τῆς
5〈ἐν〉 ἑαυτοῖς, ἣ πρὸς ἀλήθειάν ἐστιν εἰρήνη, τῆς κατὰ τὰς πόλεις ἀρχέ‐ τυπον, καὶ διὰ τοῦτ’ εὐδαίμονας νομισθέντας, ὅτι τὸν ὑπὸ τῶν παθῶν ἀναρριπιζόμενον ἐμφύλιον πόλεμον, ἀργαλεώτατον ὄντα πολέμων, οὐδ’ ὄναρ ἐπῄσθοντο, εἶτ’ ἐν αὐταῖς τοῦ βίου ταῖς δυσμαῖς ἐξοκείλαντάς τε καὶ ναυαγήσαντας ἢ περὶ γλῶτταν ἄθυρον ἢ περὶ γαστέρα ἄπληστον ἢ
Som
.

2

.

148

περὶ τὴν τῶν ὑπογαστρίων ἀκράτορα λεγνείαν; οἱ μὲν γὰρ τὸν μειρα‐ κιώδη τῶν ἀσώτων, ἄτιμον, ἀποκήρυκτον, αἰσχρὸν βίον ἐζήλωσαν „ἐπὶ γήραος οὐδῷ“, οἱ δὲ τὸν πανοῦργον καὶ συκοφάντην καὶ ῥᾳδιουργόν,
ἀπαρχόμενοι φιλοπραγμοσύνης, ὅτε εἰκὸς ἦν ἤδη καὶ παλαιὰν οὖσαν282
Som
.

2

.

149

καταλῦσαι. διὸ χρὴ τὸν θεὸν ποτνιᾶσθαι καὶ λιπαρῶς ἱκετεύειν, ὅπως τὸ ἐπίκηρον ἡμῶν γένος μὴ παρέλθῃ, κελεύσῃ δὲ διαιωνίζειν αὐτοῦ τὸν σωτήριον ἔλεον· χαλεπὸν γὰρ εἰρήνης ἀκράτου γευσαμένους κωλυ‐
Som
.

2

.

150

θῆναι κορεσθῆναι. ἀλλὰ φέρε, δίψης κουφότερόν ἐστι κακὸν ὁ λιμὸς οὗτος, ἔρωτα καὶ πόθον ἔχων παρηγοροῦντας. ὅταν δὲ ἀφ’ ἑτέ‐ ρας πηγῆς, ἧς θολερὸν καὶ νοσερὸν τὸ νᾶμα, διὰ τὸν 〈τοῦ〉 πιεῖν ἵμερον ἐμφορεῖσθαι δέῃ, τότε ἀνάγκη γλυκυπίκρου πληρουμένους ἡδονῆς ἐν
5ἀβιώτῳ βίῳ διαζῆν, τοῖς βλαβεροῖς ὡς ὠφελίμοις ἐπιτρέχοντας ἀγνοίᾳ
Som
.

2

.

151

τοῦ συμφέροντος. ἡ δὲ τῶν κακῶν ἀνιαροτάτη φορὰ γίνεται τούτων, ἐπειδὰν αἱ ἄλογοι δυνάμεις τῆς ψυχῆς ἐπιθέμεναι ταῖς τοῦ λογισμοῦ
Som
.

2

.

152

κρατήσωσιν. ἕως μὲν γὰρ ἢ βουκόλια | βουκόλοις ἢ ποιμέσι ποίμνια ἢ αἰπόλοις αἰπόλια πειθαρχεῖ, τὰ περὶ τὰς ἀγέλας κατορθοῦται· ἐπειδὰν δὲ ἀσθενέστεροι τῶν θρεμμάτων οἱ ἐπιστατοῦντες ἀγελάρχαι γίνωνται, πλημμελεῖται τὰ πάντα καὶ συμβαίνει ἀταξία μὲν ἐκ τάξεως, ἀκοσμία δ’
5ἐξ εὐκοσμίας, ταραχὴ δ’ ἐξ εὐσταθείας καὶ σύγχυσις ἐκ διακρίσεως, ἅτε μηδεμιᾶς ἔτι νομίμου καθεστώσης ἐπιστασίας· εἰ γὰρ ἦν, ἤδη καθῄ‐
Som
.

2

.

153

ρητο. τί οὖν; οὐκ οἰόμεθα καὶ ἐν ἡμῖν αὐτοῖς θρεμμάτων μὲν ἀγέλην εἶναι, παρόσον ἀποτέτμηται ψυχῆς τὸ ἄλογον στῖφος, ἀγελάρχην δὲ τὸν ἡγεμόνα νοῦν; ἀλλ’ ἕως μὲν ἔρρωταί τε καὶ ἱκανὸς ἀγελαρχεῖν ἐστιν,
Som
.

2

.

154

ἐνδίκως ἅπαντα καὶ συμφερόντως ἐπιτελεῖται. ὅταν δὲ ἀσθένειά τις ἐπιγένηται τῷ βασιλεῖ, συγκάμνειν ἀνάγκη καὶ τὸ ὑπήκοον· καὶ ὅτε μάλιστα ἠλευθερῶσθαι δοκεῖ, τότε μάλιστα γίνεται ἑτοιμότατον ἆθλον κείμενον τοῖς βουλομένοις αὐτὸ μόνον κονίσασθαι. πέφυκε γὰρ ἀναρχία
5μὲν ἐπίβουλον, ἀρχὴ δ’ εἶναι σωτήριον, καὶ μάλισθ’ ᾗ νόμος καὶ δίκη τετίμηται· αὕτη δ’ ἐστὶν ἡ σὺν λόγῳ.
Som
.

2

.

155

Τὰ μὲν δὴ τῆς κενῆς δόξης ὀνείρατα ὧδε ἠκριβώσθω· τὰ δὲ τῆς γαστριμαργίας εἴδη πόσις τε καὶ βρῶσις, ἀλλὰ τῇ μὲν οὐ ποικίλων, τῇ δὲ μυρίων ὅσων ἡδυσμάτων καὶ παραρτυμάτων χρεία. ταῦτα μέντοι δυσὶ φροντισταῖς ἐπανατίθεται, τὰ μὲν τῆς περιέργου πό‐
5σεως ἀρχιοινοχόῳ, τὰ δὲ τῆς ἀναγκαιοτέρας ἐδωδῆς ἀρχισιτοποιῷ.283
Som
.

2

.

156

σφόδρα δ’ ἐξητασμένως μιᾷ νυκτὶ φαντασιούμενοι τοὺς ὀνείρους εἰσά‐ γονται· πρὸς γὰρ τὴν αὐτὴν χρείαν σπεύδουσιν ἀμφότεροι, τροφὴν οὐχ ἁπλῆν, ἀλλὰ τὴν μεθ’ ἡδονῆς καὶ τέρψεως εὐτρεπιζόμενοι. καὶ ἑκά‐
Som
.

2

.

157

τερος μὲν περὶ τροφῆς ἥμισυ πονεῖται, ἀμφότεροι δὲ περὶ πᾶσαν. ἔστι δὲ καὶ θάτερον μέρος ὁλκὸν θατέρου· καὶ γὰρ οἱ φαγόντες εὐθὺς ὀρέ‐ γονται ποτοῦ καὶ αὐτίκα ἐδωδῆς οἱ πιόντες· ὥστε οὐχ ἥκιστα καὶ διὰ
Som
.

2

.

158

τοῦτο χρόνον τὸν αὐτὸν τῆς φαντασίας ἀμφοτέροις ἀναγεγράφθαι. ὁ μὲν οὖν ἀρχιοινοχόος οἰνοφλυγίαν, ὁ δὲ ἀρχισιτοποιὸς λαιμαργίαν ἔλαχε. φαντασιοῦται δὲ ἑκάτερος τὰ οἰκεῖα, ὁ μὲν οἶνον καὶ τὸ γεννητικὸν οἴνου φυτόν, ἄμπελον, ὁ δ’ ἐπὶ κανῶν διακειμένους ἐκκεκαθαρμένους
Som
.

2

.

159

ἄρτους καὶ κανηφοροῦντα ἑαυτόν (Gen. 40, 16. 17). ἁρμόττον δὲ ἂν εἴη πρότερον τὸ πρότερον ἐξετάζειν ὄναρ, ἔστι δὲ τοιόνδε· „ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου· ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι βότρυες σταφυλῆς.
5καὶ τὸ ποτήριον Φαραὼ ἐν τῇ χειρί μου· | καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον, καὶ ἔδωκα τὸ ποτήριον εἰς τὰς
Som
.

2

.

160

χεῖρας Φαραώ“ (Gen. 40, 9—11). θαυμασίως γε προανεφθέγξατο καὶ ἀψευδῶς ἔχει τὸ „ἐν τῷ ὕπνῳ μου.“ τῷ γὰρ ὄντι ὁ μὴ τὴν δι’ οἴνου μέθην μᾶλλον ἢ τὴν δι’ ἀφροσύνης ἐπιτηδεύων, ὀρθότητι καὶ ἐγρηγόρσει δυσχεραίνων, ὥσπερ οἱ κοιμώμενοι καταβέβληται καὶ παρεῖται
5καὶ καταμέμυκε τὰ τῆς ψυχῆς ὄμματα, οὐδὲν οὔθ’ ὁρᾶν οὔτ’ ἀκούειν
Som
.

2

.

161

τῶν θέας καὶ ἀκοῆς ἀξίων οἷός τε ὤν· ἡττημένος δὲ τυφλὴν καὶ ἀχει‐ ραγώγητον, οὐχ ὁδόν, ἀλλ’ ἀνοδίαν τοῦ βίου διεξέρχεται, βάτοις καὶ τριβόλοις περιπειρόμενος, ἔστι δ’ ὅτε καὶ κατὰ κρημνῶν κυλιόμενος καὶ ἄλλοις ἐπιφερόμενος, ὡς ἐκείνους τε καὶ ἑαυτὸν οἰκτρῶς διαφθείρειν.
Som
.

2

.

162

ὁ δὲ βαθὺς καὶ διωλύγιος ὕπνος, ᾧ πᾶς κατέχεται φαῦλος, τὰς μὲν ἀληθεῖς καταλήψεις ἀφαιρεῖται, ψευδῶν δὲ εἰδώλων καὶ ἀβεβαίων φαν‐ τασμάτων ἀναπίμπλησι τὴν διάνοιαν, τὰ ὑπαίτια 〈ὡσ〉 ἑπαινετὰ ἀνα‐ πείθων ἀποδέχεσθαι. καὶ γὰρ νυνὶ λύπην ὡς χαρὰν ὀνειροπολεῖ καὶ
5οὐκ αἰσθάνεται, ὅτι τὸ ἀφροσύνης καὶ τοῦ παραπαίειν *** φυτόν,
Som
.

2

.

163

ἄμπελον, ὁρᾷ. „ἦν“ γάρ φησιν „ἄμπελος ἐναντίον μου“ (Gen. 40, 9), τὸ ποθούμενον τῷ ποθοῦντι, κακία κακῷ· ἣν καθ’ ἑαυτῶν λελήθαμεν οἱ ἀνόητοι γεωργοῦντες, ἧς τὸν καρπὸν ἐσθίομέν τε καὶ πίνομεν εἰς ἑκάτερον τροφῆς κατατάττοντες εἶδος, ἧς ὡς ἔοικεν οὐκ ἐφ’ ἡμισείᾳ284
5τῇ βλάβῃ ἀλλ’ ἀρτίῳ καὶ ὁλοκλήρῳ καὶ παντελεῖ μεταποιούμεθα.
Som
.

2

.

164

Προσήκει δὲ μὴ ἀγνοεῖν, ὅτι τὸ ἀμπέλιον μέθυσμα τοὺς χρησομένους ἅπαντας οὐχ ὁμοίως, ἀλλὰ πολλάκις ἐναντίως διατίθησιν,
Som
.

2

.

165

ὡς τοὺς μὲν ἀμείνους, τοὺς δὲ χείρους ἑαυτῶν ἐξετάζεσθαι. τῶν μὲν γὰρ τὸ σύννουν καὶ σκυθρωπὸν ἐπανῆκε καὶ τὰς φροντίδας ἐχάλασεν ὀργάς τε καὶ λύπας ἐπράυνε τά τε ἤθη πρὸς τὸ ἐπιεικὲς ἐπαιδαγώγησε καὶ τὰς ψυχὰς ἑαυταῖς ἵλεως ἐποίησε· τῶν δὲ ἔμπαλιν τοὺς θυμοὺς ἐπή‐
5λειψε καὶ τὰς ὀδύνας ἐπέσφιγξε καὶ τοὺς ἔρωτας ἐκίνησε καὶ τὰς ἀγροι‐ κίας ἀνήγειρεν, ἄκλειστον στόμα καὶ γλῶτταν ἀχαλίνωτον καὶ αἰσθήσεις ἀθύρους καὶ λελυττηκότα πάθη κἀξηγριωμένον καὶ ἐπτοημένον πρὸς
Som
.

2

.

166

πάντα νοῦν ἀποτελοῦν· ὡς δοκεῖν τὴν μὲν τῶν προτέρων κατάστασιν ἢ τῇ κατὰ τὸν ἀέρα νηνέμῳ αἰθρίᾳ ἢ τῇ κατὰ θάλατταν ἀκύμονι γαλήνῃ ἢ τῇ κατὰ τὰς πόλεις εἰρηνικωτάτῃ εὐσταθείᾳ ἐοικέναι, τὴν δὲ τῶν ὑστέρων ἢ βιαίῳ καὶ συντόνῳ πνεύματι ἢ χειμαίνοντι καὶ κυμα‐
5τουμένῳ πελάγει ἢ στάσει, ἀσπόνδου καὶ ἀκηρύκτου πολέμου δυσωνυ‐
Som
.

2

.

167

μωτέρᾳ ταραχῇ. δυεῖν γοῦν | συμποσίων τὸ μὲν πέπλησται γέλωτος, παι‐ διᾶς, ἐπαγγελλομένων, ἀγαθὰ ἐλπιζόντων, χαριζομένων, εὐθυμίας, εὐφη‐
Som
.

2

.

168

μίας, ἱλαρότητος, εὐφροσύνης, ἀδείας· τὸ δὲ συννοίας, κατηφείας, προσκρουσ‐ μάτων, λοιδοριῶν, τραυμάτων, βριμουμένων, ὑποβλεπομένων, ὑλακτούν‐ των, ἀγχόντων, καταπαγκρατιαζόντων, ἀκρωτηριαζόντων ὦτα καὶ ῥῖνας καὶ ἅπερ ἂν τύχῃ τοῦ σώματος 〈μέρη καὶ μέλη〉, τὴν [τοῦ] παντὸς τοῦ
5βίου μέθην καὶ παροινίαν ἐν ἀνιέρῳ ἀγῶνι μετὰ αἰσχρουργίας τῆς πάσης
Som
.

2

.

169

ἐπιδεικνυμένων. ἀκόλουθον οὖν 〈ἂν〉 εἴη λογίζεσθαι, ὅτι καὶ ἄμπελος δυεῖν σύμβολον πραγμάτων ἐστίν, ἀνοίας τε καὶ εὐφροσύνης.
ἑκάτερον δέ, καίτοι μηνυόμενον ἐκ πολλῶν, ἵνα μὴ μακρηγορῶμεν, δι’285
Som
.

2

.

170

ὀλίγων ἐπιδείξομεν. ἡνίκα ἡμᾶς διὰ τῆς τῶν παθῶν καὶ ἀδικημάτων ἐρήμης ὁδοῦ, φιλοσοφίας, ἀγαγὼν καὶ ὥσπερ ἔμπορος ἀναβιβάσας τὸν ὀρθὸν λόγον ἔστησεν ἐπὶ σκοπῆς καὶ ἐκέλευε περιαθρεῖν τὴν ἅπασαν ἀρετῆς χώραν, εἴτε εὔγειος καὶ βαθεῖα καὶ χλοηφόρος καὶ καρποτόκος
5ἐστὶ καὶ ἀγαθὴ μὲν καὶ τὰ σπειρόμενα μαθήματα συναυξῆσαι, ἀγαθὴ δὲ τὰ φυτευόμενα καὶ δενδρούμενα δόγματα στελεχῶσαι, εἴτε καὶ τοὐ‐ ναντίον, καὶ περὶ τῶν ὡσανεὶ πόλεων πράξεων, εἰ 〈εὐερκέσταται〉 καὶ ὀχυρώταται ἢ γυμναὶ καὶ ἀπημφιασμέναι οἷα κύκλων τὸ βέβαιον, καὶ περὶ οἰκητόρων, εἰ πρός τε πλῆθος καὶ πρὸς ἀλκὴν ἐπιδεδώκασιν ἢ δι’
Som
.

2

.

171

ἀσθένειαν ὀλιγανδροῦσιν ἢ δι’ ὀλιγανδρίαν ἀσθενοῦσιν, τότε οὐ δυνη‐ θέντες ὅλον τὸ σοφίας στέλεχος βαστάσαι κληματίδα μίαν καὶ βότρυν σταφυλῆς τεμόντες ἤραμεν χαρᾶς σαφέστατον δεῖγμα, κουφότατον ἄχθος, βλάστημα καὶ καρπὸν ὁμοῦ καλοκἀγαθίας ἐπιδειξόμενοι τοῖς διάνοιαν
5ὀξυδορκοῦσι τὴν εὐκληματοῦσαν καὶ βοτρυηφόρον ἄμπελον (cf.
Som
.

2

.

172

Num. 13). ταύτην, ἧς μοῖράν τινα λαβεῖν ἐδυνήθημεν, εὐσκόπως ἐξομοιοῦσιν εὐφροσύνῃ. μαρτυρεῖ δέ μοί τις τῶν πάλαι προφητῶν, ὃς ἐπιθειάσας εἶπεν· „ἀμπελὼν κυρίου παντο‐
Som
.

2

.

173

κράτορος οἶκος τοῦ Ἰσραήλ“ (Ies. 5, 7). ὁ μὲν Ἰσραήλ ἐστι νοῦς θεω‐ ρητικὸς θεοῦ τε καὶ κόσμου—καὶ γὰρ ἑρμηνεύεται θεὸν ὁρῶν—, οἶκος δὲ διανοίας ὅλη ψυχή. αὕτη δ’ ἐστὶν ἀμπελὼν ἱερώτατος, τὸ
Som
.

2

.

174

θεῖον βλάστημα καρποφορῶν, ἀρετήν. οὕτω μέντοι τὸ φρονεῖν εὖ, τὸ εὐφροσύνης ἔτυμον, μέγα καὶ λαμπρόν, ὥστε φησὶ Μωυσῆς καὶ θεὸν αὐτῷ μὴ ἀπαξιῶσαι χρῆσθαι, καὶ τότε μάλιστα, ὁπότε τὸ ἀνθρώπων | γένος ἐκτρέποιτο μὲν ἁμαρτήματα, ἐπικλίνοι δὲ καὶ ἐπιστρέφοι πρὸς
5δικαιοσύνην, ἑκουσίῳ γνώμῃ φύσεως νόμοις καὶ θεσμοῖς ἑπόμενον.286
Som
.

2

.

175

„ἐπιστρέψει“ γάρ φησι „κύριος ὁ θεός σου εὐφρανθῆναι ἐπὶ σὲ εἰς ἀγαθά, καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσι σου, ἐὰν εἰσακούσῃς τῆς φωνῆς αὐτοῦ, φυλάσσειν πάσας τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰς κρίσεις τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου“ (Deut. 30,
Som
.

2

.

176

9. 10). τίς ἂν δύναιτο μᾶλλον ἀρετῆς ἵμερον ἢ καλοκἀγαθίας ζῆλον ἐμφῦσαι; βούλει, φησίν, ὦ διάνοια, εὐφραίνεσθαι θεόν; εὐφράνθητι αὐτὴ καὶ ἀνάλωμα μὲν μὴ εἰσενέγκῃς μηδέν—τίνος γὰρ τῶν σῶν χρεῖός ἐστιν; —, ἀλλ’ ἔμπαλιν ὅσα σοι δίδωσιν ἀγαθὰ χαίρουσα δέξαι.
Som
.

2

.

177

διδοὺς γάρ, ὅταν ἄξιοι χάριτος ὦσιν οἱ λαμβάνοντες, εὐφραίνεται· εἰ μὴ νομίζεις, ὅτι οἱ μὲν ὑπαιτίως ζῶντες παραπικραίνειν καὶ παροργίζειν
Som
.

2

.

178

ἐνδίκως λέγοιντ’ ἂν θεόν, οἱ δ’ ἐπαινετῶς οὐχὶ εὐφραίνειν. ἀλλὰ πα‐ τέρας μὲν καὶ μητέρας, τοὺς θνητοὺς γονεῖς, οὐδὲν οὕτως ὡς τέκνων εὐφραίνουσιν ἀρεταί, μυρίων ὅσων ἐνδεεῖς ὄντας· τὸν δὲ τῶν ὅλων γεν‐ νητὴν καὶ μηδενὸς ἐνδεᾶ τὸ παράπαν οὐχ ἡ καλοκἀγαθία τῶν λεγο‐
Som
.

2

.

179

μένων; μαθοῦσα οὖν, ὦ διάνοια, ἡλίκον 〈κακὸν〉 μέν ἐστιν ὀργὴ θεοῦ, ἡλίκον δὲ ἀγαθὸν εὐφροσύνη θεοῦ, μηδὲν μὲν τῶν ὀργῆς ἀξίων ἐπ’ ὀλέθρῳ κίνει τῷ σεαυτῆς, μόνα δὲ δι’ ὧν εὐφρανεῖς θεὸν ἐπιτήδευε.
Som
.

2

.

180

ταῦτα δὲ εὑρήσεις οὐ μακρὰς καὶ ἀτριβεῖς διεξιὼν ὁδοὺς ἢ ἄπλωτα πελάγη περαιούμενος ἢ ἐπὶ τοὺς γῆς καὶ θαλάττης ἀπνευστὶ συντείνων ὅρους· οὐ γὰρ πορρωτάτω διῴκισται καὶ τῆς οἰκουμένης ἔξω πεφυγά‐ δευται, ἀλλ’, ᾗ φησι Μωυσῆς (Deut. 30, 12—14), ἐγγὺς οὑτωσὶ
5τἀγαθὸν παρίδρυταί σοι καὶ συμπέφυκε, τρισὶ τοῖς ἀναγκαιοτάτοις μέρεσιν ἡρμοσμένον, καρδίᾳ, στόματι, χερσί, τὸ δ’ ἐστὶ διανοίᾳ, λόγῳ, πράξεσιν, ἐπειδὴ τὰ καλὰ καὶ φρονεῖν καὶ λέγειν καὶ ποιεῖν ἀναγκαῖον, συμπλη‐ ρούμενον ἔκ τε εὐβουλίας καὶ εὐπραξίας καὶ εὐλογίας.
Som
.

2

.

181

Λέγωμεν οὖν τῷ θάτερον εἶδος γαστριμαργίας, πολυποσίαν, ἐπιτηδεύοντι ἀρχιοινοχόῳ· τί κακοπαθεῖς, ὦ ἀνόητε; δοκεῖς μὲν γὰρ τὰ ἀγωγὰ πρὸς εὐφροσύνην εὐτρεπίζεσθαι, τὸ δ’ ἀληθὲς ἀφροσύνης καὶ
ἀκολασίας ἐξάπτεις φλόγα, πολλὴν αὐτῇ καὶ ἄφθονον ἐπιφέρων ὕλην.287
Som
.

2

.

182

ἀλλ’, ἴσως ἂν εἴποι, μή με προπετῶς αἰτιῶ, πρίν με σκέψασθαι. οἰνο‐ χοεῖν ἐτάχθην, οὐ μὴν δὴ σωφροσύνην καὶ εὐσέβειαν καὶ τὰς ἄλλας ἀρετὰς ἐνεσκευασμένῳ, ἀλλ’ ἀνδρὶ λαιμάργῳ καὶ ἀκρατεῖ | καὶ ἀδίκῳ καὶ ἐπὶ ἀσεβείᾳ μέγα φρονοῦντι, ὃς ἐτόλμησέ ποτε εἰπεῖν· „οὐκ οἶδα
5τὸν κύριον“ (Exod. 5, 2)· ὡς εἰκότως ἐγὼ τὰ ἐκείνῳ δι’ ἡδονῆς ἐπιτε‐
Som
.

2

.

183

τήδευκα. μὴ θαυμάσῃς δέ, ὅτι τοῖς ἐναντίοις ὁ θεὸς καὶ ὁ ἀντίθεος νοῦς εὐφραίνεται, Φαραώ. τίς οὖν οἰνοχόος θεοῦ; ὁ σπονδοφόρος, ὁ μέγας ὄντως ἀρχιερεύς, ὃς τὰς τῶν ἀεννάων χαρίτων λαβὼν προπόσεις ἀντεκτίνει, πλῆρες ὅλον τὸ σπονδεῖον ἀκράτου μεθύσματος ἐπιχέων,
5ἑαυτόν. ὁρᾷς οἰνοχόων διαφορὰς τοῖς θεραπευομένοις ἀναλογούσας.
Som
.

2

.

184

διὰ τοῦτο ἐγὼ μὲν ὁ τοῦ Φαραὼ κατὰ τὰς ἀνέσεις ἐπιτεινομένου τὸν σκληραύχενα καὶ πάντων ἀκράτορα λογισμὸν εὐνοῦχός εἰμι (Gen. 40, 1. 2), τὰ γεννητικὰ τῆς ψυχῆς ἐκτετμημένος, μετανάστης μὲν τῆς ἀνδρωνί‐ τιδος, φυγὰς δὲ καὶ τῆς γυναικωνίτιδος, οὔτ’ ἄρρεν οὔτε θῆλυ, οὔτε
5προέσθαι οὔθ’ ὑποδέξασθαι σπορὰν δυνάμενος, ἀμφίβολος, οὐδέτερος, ἀνθρωπείου παράκομμα νομίσματος, ἄμοιρος ἀθανασίας, ἣ τέκνων ἢ ἐγγόνων διαδοχαῖς εἰς ἀεὶ ζωπυρεῖται, συλλόγου καὶ ἐκκλησίας ἱερᾶς ἀπεσχοινισμένος· θλαδίαν γὰρ καὶ ἀποκεκομμένον ἄντικρυς διείρηται μὴ
Som
.

2

.

185

εἰσιέναι (Deut. 23, 1). ὁ δὲ ἀρχιερεὺς ἄμωμός ἐστιν, ὁλόκληρος, ἀνὴρ παρθένου (Lev. 21, 17. 13), 〈τὸ〉 παραδοξότατον, οὐδέποτε γυναι‐ κουμένης, ἀλλ’ ἔμπαλιν τὰ γυναικεῖα κατὰ τὴν πρὸς τὸν ἄνδρα ὁμιλίαν ἐκλιπούσης (Gen. 18, 11), καὶ οὐκ ἀνὴρ μόνον οὗτος, ἀμιάντους καὶ
Som
.

2

.

186

παρθένους γνώμας σπείρειν ἱκανός, ἀλλὰ καὶ πατὴρ λόγων ἱερῶν· ὧν οἱ μὲν ἐπίσκοποι καὶ ἔφοροι τῶν τῆς φύσεως πραγμάτων, Ἐλεάζαρ καὶ Ἰθάμαρ (Exod. 28, 1), οἱ δὲ λειτουργοὶ θεοῦ, τὴν οὐράνιον φλόγα ἀνα‐ καίειν καὶ ζωπυρεῖν ἐπειγόμενοι· τρίβοντες γὰρ ἀεὶ τοὺς περὶ ὁσιότητος
5λόγους καθάπερ ἐκ πυρείων τὸ θεοειδέστατον εὐσεβείας γένος ποιοῦσιν
Som
.

2

.

187

ἐκλάμπειν. ὁ δὲ τούτων ὑφηγητὴς ὁμοῦ καὶ πατὴρ οὐχ ἡ τυχοῦσα μοῖρα τῆς ἱερᾶς ἐκκλησίας ἐστίν, ἀλλ’ οὗ χωρὶς σύγκλητος οὐκ ἂν
ἀθροισθείη ποτὲ τῶν τῆς ψυχῆς μερῶν βουλὴ τὸ παράπαν, ὁ πρόεδρος, ὁ πρύτανις, ὁ δημιουργός, ὁ καὶ χωρὶς ἄλλων μόνος ἐφ’ ἑαυτοῦ σκοπεῖν288
Som
.

2

.

188

τε καὶ πράττειν ἕκαστα ἱκανός. οὗτος σὺν ἄλλοις μὲν ἐξεταζόμενος ὀλίγος, πολὺς δέ, ὅταν μονωθῇ, γίνεται, δικαστήριον 〈ὅλον〉, ὅλον βου‐ λευτήριον, ὅλος δῆμος, ὅλος ὄχλος, σύμπαν ἀνθρώπων γένος, μᾶλλον δέ, εἰ τἀληθὲς εἰπεῖν δεῖ, μεθόριός τις θεοῦ 〈καὶ ἀνθρώπου〉 φύσις, τοῦ
Som
.

2

.

189

μὲν ἐλάττων, ἀνθρώπου δὲ κρείττων. „ὅταν“ γάρ φησιν „εἰσίῃ εἰς | τὰ ἅγια τῶν ἁγίων ὁ ἀρχιερεύς, ἄνθρωπος οὐκ ἔσται“ (Lev. 16, 17). τίς οὖν, εἰ μὴ ἄνθρωπος; ἆρά γε θεός; οὐκ ἂν εἴποιμι—τὸν γὰρ τοῦ ὀνόματος τοῦδε κλῆρον ὁ ἀρχιπροφήτης ἔλαχε Μωυσῆς ἔτι ὢν ἐν
5Αἰγύπτῳ, προσρηθεὶς Φαραὼ θεὸς (Exod. 7, 1)—οὔτε ἄνθρωπος, ἀλλ’ ἑκατέρων τῶν ἄκρων, ὡς ἂν βάσεως καὶ κεφαλῆς, ἐφαπτόμενος.
Som
.

2

.

190

τὸ μὲν οὖν ἕτερον εἶδος ἀμπέλου, ὅπερ εὐφροσύνη κεκλήρωται, καὶ τὸ ἐξ αὐτῆς μέθυσμα, ἡ ἄκρατος εὐβουλία, καὶ ὁ ἀρυσάμενος οἰνο‐ χόος ἐκ τοῦ θείου κρατῆρος, ὃν αὐτὸς ὁ θεὸς ἀρετῶν πεπλήρωκεν ἐπὶ
Som
.

2

.

191

χείλη, δεδήλωται. τὸ δὲ ἀνοίας καὶ λύπης καὶ παροινίας ἤδη μὲν τρόπῳ τινὶ τύπῳ δὲ ἕτερον ἐκτυποῦται διὰ τῶν ἑτέρωθι λεχθέντων ἐν ᾠδῇ τῇ μείζονι· „ἐκ γὰρ ἀμπέλου“ φησί „Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς,
5βότρυς πικρίας αὐτοῖς· θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς
Som
.

2

.

192

ἀσπίδων ἀνίατοσ“ (Deut. 32, 32. 33). ὁρᾷς ὅσα τὸ ἀφροσύνης μέθυσμα ἐργάζεται, τὸ πικρόν, τὸ κακόηθες, τὸ ἀκρόχολον, τὸ περίθυμον, τὸ ἀτίθα‐ σον, τὸ δηκτικόν, τὸ ἐπίβουλον. ἐμφαντικώτατα δὲ ἀφροσύνης ἔρνος ἐν Σοδό‐ μοις φησὶν εἶναι—τύφλωσις δὲ ἢ στείρωσις ἑρμηνεύεται Σόδομα—,
5ἐπειδὴ τυφλὸν καὶ ἄγονον καλῶν ἀφροσύνη, ὑφ’ ἧς ἀναπεισθέντες τινὲς
μετρεῖν καὶ σταθμᾶσθαι καὶ ἀριθμεῖν πάντα καθ’ αὑτοὺς ἠξίωσαν·289
Som
.

2

.

193

Γομόρρα 〈γὰρ〉 μεταληφθέν ἐστι μέτρον. Μωυσῆς δὲ στάθμην καὶ μέτρον καὶ ἀριθμὸν τῶν ὅλων ὑπέλαβεν εἶναι τὸν θεόν, ἀλλ’ οὐ τὸν ἀνθρώπινον νοῦν. δηλοῖ δὲ διὰ τούτων φάσκων· „οὐκ ἔσται ἐν μαρ‐ σίππῳ σου στάθμιον καὶ στάθμιον, μέγα ἢ μικρόν· οὐκ ἔσται ἐν τῇ
5οἰκίᾳ σου 〈μέτρον καὶ μέτρον〉, μέγα ἢ μικρόν· στάθμιον ἀληθινὸν καὶ
Som
.

2

.

194

δίκαιον ἔσται σοι“ (Deut. 25, 13—15). ἀληθὲς δὲ καὶ δίκαιον μέτρον τὸ τὸν μόνον δίκαιον θεὸν ὑπολαβεῖν πάντα μετρεῖν καὶ σταθμᾶσθαι καὶ ἀριθμοῖς καὶ πέρασι καὶ ὅροις τὴν τῶν ὅλων περιγράψαι φύσιν, ἄδικον δὲ καὶ ψευδὲς τὸ νομίσαι κατὰ τὸν ἀνθρώπινον νοῦν ταῦτα
5συμβαίνειν.
Som
.

2

.

195

Ὁ δὲ εὐνοῦχος ἅμα καὶ ἀρχιοινοχόος τοῦ Φαραὼ τὸ ἀφροσύνης γεννητικὸν φυτόν, ἄμπελον, φαντασιωθεὶς προσαναζωγραφεῖ τρεῖς πυθ‐ μένας, ἵνα τὰς ἐν τῷ διαμαρτάνειν κατὰ τοὺς τρεῖς χρόνους ἐσχατιὰς
Som
.

2

.

196

παρεμφήνῃ· πυθμὴν γὰρ τὸ ἔσχατον. | ἐπειδὰν οὖν ἀφροσύνη πᾶσαν ψυχὴν ἐπισκιάσῃ καὶ κατασχῇ καὶ μηδὲν αὐτῆς ἄφετον μηδὲ ἐλεύθερον μέρος ἐάσῃ, οὐ μόνον ὅσα τῶν ἁμαρτημάτων ἰάσιμα δρᾶν
Som
.

2

.

197

ἀναγκάζει, ἀλλὰ καὶ ὅσα ἀνίατα. τὰ μὲν οὖν θεραπείαν ἐνδεχόμενα ῥᾷστα καὶ πρῶτα γράφεται, τὰ δὲ ἀθεράπευτα παγχάλεπα καὶ ὕστατα,
Som
.

2

.

198

πυθμέσιν ἀναλογοῦντα. καὶ καθάπερ, οἶμαι, ἡ φρόνησις ἄρχεται μὲν ἀπὸ τῶν ἐλαττόνων ὠφελεῖν, λήγει δὲ εἰς τὰς ὑπερβολὰς τῶν κατορθω‐ μάτων, τὸν αὐτὸν τρόπον καὶ ἡ ἀφροσύνη καταβιάζουσα τὴν ψυχὴν ἄνωθεν καὶ κατ’ ὀλίγον ἀφιστᾶσα παιδείας μακρὰν ὀρθοῦ λόγου διοικίζει
Som
.

2

.

199

καὶ μέχρι τῶν ἐσχατιῶν καθαιρεῖ. τὸ δ’ ὄναρ ἐδήλου μετὰ τοὺς πυθμένας ἀνθοῦσαν καὶ βλαστάνουσαν καὶ καρποφοροῦσαν τὴν ἄμπελον —„αὐτὴ“ γάρ φησι „θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι βότρυες σταφυλῆσ“ (Gen. 40, 10)—, ἣν εἴθε ἀκαρπίᾳ χρῆσθαι καὶ μηδέποτε
Som
.

2

.

200

χλοηφορῆσαι καὶ πάντα μεμαράνθαι τὸν αἰῶνα. τί γὰρ ἂν εἴη μεῖζον κακὸν [ἢ] θαλλούσης καὶ εὐφορούσης ἀφροσύνης; ἀλλὰ καὶ „τὸ ποτή‐
ριον Φαραώ“, ἡ δεξαμενὴ τῆς ἀνοίας καὶ παροινίας καὶ τῆς παρὰ πάντα τὸν βίον ἀπαύστου μέθης, „ἐν τῇ χειρί μου“ (Gen. 40, 11),290
5φησίν, ἐστίν, ἴσον τῷ ἐν ταῖς ἐμαῖς ἐγχειρήσεσι καὶ ἐπιβολαῖς καὶ δυνάμεσιν· οὐ γὰρ ἄνευ γε τῶν ἐμῶν ἐπινοιῶν εὐοδήσει τὰ πάθος ἐξ
Som
.

2

.

201

ἑαυτοῦ. ὥσπερ γὰρ ἐν μὲν ταῖς τοῦ ἡνιόχου χερσὶ τὰς ἡνίας εἶναι προσῆκεν, ἐν δὲ ταῖς τοῦ κυβερνήτου τοὺς οἴακας—μόνως γὰρ οὕτως κατορθοῦται δρόμος μὲν ἅρματι, σκάφει δὲ πλοῦς—, οὕτως ἐν τῇ χειρὶ καὶ δυνάμει τοῦ θάτερον εἶδος τῆς γαστριμαργίας τεχνιτεύοντος,
Som
.

2

.

202

οἰνοφλυγίαν, ἡ τοῦ ἀκρατοῦς ἐστιν ἐκπλήρωσις. ἀλλὰ τί παθὼν ὑπέ‐ μεινεν αὐχεῖν ἐπ’ ἀρνήσεως μᾶλλον ἢ ὁμολογίας ἐπαξίῳ πράγματι; ἢ οὐκ ἄμεινον ἦν μὴ οὐχ ὁμολογεῖν διδάσκαλον ἀκρασίας εἶναι, ἀλλὰ τῷ ἀκρατεῖ τὰ ὑπεκκαύματα τοῦ πάθους ἐπαναθεῖναι ὡς εὑρετῇ καὶ αὐ‐
Som
.

2

.

203

τουργῷ τεθρυμμένου καὶ κατεαγότος αἰσχίστου βίου; τοιοῦτον δ’ ἐστίν· ἀφροσύνη σεμνύνεται ἐφ’ οἷς εἰκὸς ἐγκαλύπτεσθαι· νυνὶ μὲν οὐ μόνον ἐπὶ τῷ τὴν δεξαμενὴν τῆς ἀκράτορος ψυχῆς, τὸ ποτήριον, περιφέρειν ἐν ταῖς χερσὶ καὶ ἐπιδείκνυσθαι πᾶσιν ἀγάλλεται, ἀλλὰ καὶ ἐπὶ τῷ τὴν
5σταφυλὴν εἰς αὐτὸ ἐκθλίβειν· τὸ δ’ ἐστὶ τὸ ἐκπληρωτικὸν τοῦ πάθους
Som
.

2

.

204

δημιουργεῖν καὶ κεκρυμμένον εἰς φῶς ἄγειν. ὡς γὰρ τὰ βρέφη γλιχό‐ μενα τροφῆς, ὁπότε μέλλοι σπᾶν τοῦ γάλακτος, ἐκθλίβει καὶ πιέζει τὸν μαστὸν τῆς τρεφούσης, οὕτω τὴν πηγήν, ἀφ’ ἧς τὸ οἰνοφλυγίας ὀμβρεῖ | κακόν, ὁ δημιουργὸς τῆς ἀκρασίας πιέζει κραταιῶς, ἵνα ταῖς
5ἐκθλιβομέναις λιβάσιν ἡδίστῃ τροφῇ χρῷτο.
Som
.

2

.

205

Τοιοῦτος μὲν ἡμῖν ὁ βεβακχευμένος ἀκράτῳ, παροίνιον καὶ παράληρον κακὸν καὶ ἀνίατον, γραφέσθω· τὸν δὲ συγγενῆ τούτου γά‐ στρωνα καὶ αὐτὸν ὄντα, πολυφαγίας καὶ λαιμαργίας ἑταῖρον, τὰ περὶ
Som
.

2

.

206

ἐδωδὴν ἀκρατῶς τεχνιτεύοντα, πάλιν ἐπισκεπτέον. καίτοι οὐ πολλῆς δεῖ πρὸς τὴν θήραν αὐτοῦ φροντίδος· ἔστι γὰρ ἐκμαγεῖον ἐμφερέστατον αὐτοῦ τῆς εἰκόνος ὁ φανεὶς ὄνειρος. ἀκριβώσαντες 〈οὖν〉 αὐτὸν ἐκεῖνον
Som
.

2

.

207

ὥσπερ ἔμφασιν ἐν κατόπτρῳ θεασόμεθα. „ᾤμην“ γάρ φησι „τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου“ (Gen. 40, 16). κεφαλὴν μὲν τοίνυν ἀλληγοροῦντές φαμεν εἶναι ψυχῆς τὸν ἡγεμόνα νοῦν, ἐπικεῖ‐ σθαι δὲ τούτῳ πάντα· καὶ γὰρ ἐξεφώνησέ ποτε ἐπ’ αὐτοῦ· „ἐπ’ ἐμὲ291
Som
.

2

.

208

ἐγένετο ταῦτα πάντα“ (Gen. 42, 36). στειλάμενος οὖν πομπὴν ὧν ἐτεχνίτευσε κατὰ γαστρὸς τῆς ταλαίνης ἐπιδείκνυται, καὶ κανηφορῶν ὁ ἀνόητος οὐκ αἰδεῖται τοσούτῳ βαρυνόμενος τριττῷ κανῶν ἄχθει, τοῦτο
Som
.

2

.

209

δ’ ἐστὶ τρισὶ χρόνου μέρεσι. τὴν γὰρ ἡδονὴν οἱ θιασῶταί φασιν αὐ‐ τῆς ἔκ τε μνήμης τῶν παρεληλυθότων τερπνῶν καὶ ἐξ ἀπολαύσεως
Som
.

2

.

210

τῶν ἐνεστηκότων καὶ ἐξ ἐλπίδος τῶν μελλόντων συνεστάναι· ὥστε τὰ τρία κανᾶ τοῖς τρισὶ τοῦ χρόνου μέρεσιν ἐξομοιοῦσθαι, τὰ δ’ ἐπὶ τῶν κανῶν πέμματα τοῖς ἑκάστῳ τῶν μερῶν ἐφαρμόζουσι, παρεληλυθότων μνήμαις, ἐνεστηκότων μετουσίαις, μελλόντων προσδοκίαις, τὸν δὲ βαστά‐
5ζοντα ταῦτα πάντα τῷ φιληδόνῳ, ὃς οὐκ ἀφ’ ἑνὸς γένους ἀκρασίας, ἀλλ’ ἀπὸ πάντων σχεδὸν εἰδῶν καὶ γενῶν τῆς ἀκολασίας ἄσπονδον καὶ
Som
.

2

.

211

φιλίων ἁλῶν ἐπιδεᾶ τράπεζαν ἐκπεπλήρωκεν. ἧς ἀπολαύει μόνος ὥσπερ ἐν δημοθοινίᾳ ὁ βασιλεὺς Φαραώ, σπορὰν καὶ σκέδασιν καὶ φθορὰν ἐγκρατείας ἐπιτετηδευκώς· ἑρμηνεύεται γὰρ σκεδασμός. ἔστι δὲ τὸ ὑπέρογκον καὶ βασιλικὸν αὐτῷ οὐκ ἐφ’ οἷς εἰκὸς σωφροσύνης
5ἀγαθοῖς ἀγάλλεσθαι, ἀλλ’ ἐν οἷς ἀπεικὸς βδελυρίας ἐπιτηδεύμασι σεμ‐ νύνεσθαι, πρὸς ἀπληστίαν καὶ λαιμαργότητα καὶ τὸ ἁβροδίαιτον ἐξοκεί‐
Som
.

2

.

212

λαντι. τοιγάρτοι τὰ πτηνά, τὸ δ’ ἐστὶν αἱ ἐπιποτώμεναι ἔξωθεν ἀτέκ‐ μαρτοι συντυχίαι, πάντα πυρὸς τρόπον ἐπιδραμοῦνται καὶ ἀναφλέξουσι καὶ τῇ παμφάγῳ δυνάμει καταναλώσουσιν (Gen. 40, 17), ὡς μηδὲ λείψανον γοῦν ὑπολείπεσθαι πρὸς ἀπόλαυσιν τῷ κανηφοροῦντι, ὃς
5ἤλπισε τὰς εὑρέσεις καὶ τὰς ἐπινοίας αὑτοῦ μέχρι παντὸς αἰῶνος οἴσειν
Som
.

2

.

213

ἀναφαιρέτους ἐν | βεβαίῳ. χάρις δὲ τῷ νικηφόρῳ θεῷ, ὃς ἀτελεῖς τὰς εἰς ἄκρον πεποιημένας σπουδὰς τοῦ φιλοπαθοῦς ἐργάζεται, πτηνὰς φύσεις ἐπιπέμπων ἀοράτως πρὸς ἀναίρεσιν καὶ φθορὰν αὐτῶν. περι‐
συληθεὶς οὖν ὁ νοῦς ὧν ἐδημιούργησεν, ὥσπερ τὸν αὐχένα ἀποτμηθεὶς292
5ἀκέφαλος καὶ νεκρὸς ἀνευρεθήσεται, προσηλωμένος ὥσπερ οἱ ἀνασκολο‐
Som
.

2

.

214

πισθέντες τῷ ξύλῳ τῆς ἀπόρου καὶ πενιχρᾶς ἀπαιδευσίας. ἕως μὲν γὰρ μηδὲν λυμαίνεται τῶν ἐξαπιναίως εἰωθότων ἀπροοράτως ἐπιφοιτᾶν, εὐοδεῖν δοκοῦσιν αἱ πρὸς ἀπόλαυσιν ἡδονῆς τέχναι· κατασκηψάντων δ’ ἐκ τοῦ ἀφανοῦς ἀνατρέπονται, καὶ ὁ δημιουργὸς αὐταῖς συνδιαφθεί‐
5ρεται.
Som
.

2

.

215

Τὰ μὲν οὖν τῶν διῃρημένων τὸ γεύσεως ἐργαστήριον ἐν ἑκατέρῳ τροφῆς εἴδει, πόσεώς τε καὶ βρώσεως οὐχὶ τῆς ἀναγκαίας ἀλλὰ περιττῆς καὶ ἀκράτορος, ὀνείρατα δεδήλωται· τὰ δὲ 〈τοῦ〉 τού‐ των καὶ τῶν ἄλλων, ὅσαι ψυχῆς δυνάμεις, βασιλεύειν δοκοῦντος, ὄνομα
Som
.

2

.

216

Φαραώ, κατὰ τὸ ἀκόλουθον αὐτίκα διερευνητέον. „ἐν γὰρ τῷ ὕπνῳ μου“ φησίν „ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ· καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον βόες ἑπτά, ἐκλεκταὶ ταῖς σαρξὶ καὶ καλαὶ τῷ εἴδει, καὶ ἐνέμοντο ἐν τῷ ἄχει. καὶ ἰδοὺ ἕτεραι ἑπτὰ βόες ἀνέ‐
5βαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ, πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξίν, ἃς οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ τῇ Αἰγύπτῳ
Som
.

2

.

217

αἰσχροτέρας. καὶ κατέφαγον αἱ βόες αἱ λεπταὶ καὶ αἰσχραὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ ἐκλεκτάς, καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν· 〈καὶ οὐ διάδηλοι ἐγένοντο ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν〉,
Som
.

2

.

218

καὶ αἱ ὄψεις αὐτῶν αἰσχραί, καθὰ καὶ τὴν ἀρχήν [εἶπον]. ἐξεγερθεὶς δὲ ἐκοιμήθην, καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου, καὶ ὡς ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνί, πλήρεις καὶ καλοί· ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι· καὶ κατέπιον οἱ ἑπτὰ
Som
.

2

.

219

στάχυες τοὺς καλοὺς καὶ τοὺς πλήρεισ“ (Gen. 41, 17—24). ὁρᾷς μὲν δὴ 〈τὸ〉 προοίμιον τοῦ φιλαύτου, ὃς κινητὸς καὶ στρεπτὸς καὶ μετα‐ βλητὸς ὢν κατά τε σῶμα καὶ ψυχήν φησιν· „ᾤμην ἑστάναι,“ καὶ οὐκ ἐλογίσατο, ὅτι μόνῳ θεῷ τὸ ἀκλινὲς καὶ πάγιόν ἐστιν οἰκεῖον καὶ εἴ
Som
.

2

.

220

τις αὐτῷ φίλος. τῆς μὲν ἀκλινοῦς περὶ αὐτὸν δυνάμεως σαφεστάτη πίστις ὅδε ὁ κόσμος, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων—ὁπότε δὲ ὁ κόσμος ἀρρεπής, ὁ δημιουργὸς πῶς οὐ βέβαιος; —, εἶτα μέντοι293
Som
.

2

.

221

καὶ οἱ ἀψευδέστατοι μάρτυρες ἱεροὶ χρησμοί· λέγεται γὰρ ἐκ προσώ‐ που τοῦ θεοῦ· „ὧδε ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ σὲ ἐπὶ τῆς πέτρας ἐν Χωρήβ“ (Exod. 17, 6), ἴσον τῷ | οὗτος ἐγὼ ὁ ἐμφανὴς καὶ ἐνταῦθα ὢν ἐκεῖ τέ εἰμι καὶ πανταχοῦ, πεπληρωκὼς τὰ πάντα, ἑστὼς ἐν
5ὁμοίῳ καὶ μένων, ἄτρεπτος ὤν, πρὶν ἢ σὲ ἤ τι τῶν ὄντων εἰς γένεσιν ἐλθεῖν, ἐπὶ τῆς ἀκροτάτης καὶ πρεσβυτάτης ἱδρυμένος δυνάμεως ἀρχῆς, ἀφ’ ἧς ἡ τῶν ὄντων γένεσις ὤμβρησε καὶ τὸ σοφίας ἐπλήμμυρε νᾶμα.
Som
.

2

.

222

ἐγὼ γάρ εἰμι „ὁ ἐξαγαγὼν ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατοσ“ (Deut. 8, 15) ἐν ἑτέροις εἴρηται. μαρτυρεῖ δὲ καὶ Μωυσῆς περὶ τοῦ μὴ τρέπεσθαι τὸ θεῖον φάσκων· „εἶδον τὸν τόπον οὗ εἱστήκει ὁ θεὸς τοῦ Ἰσραήλ“ (Exod. 24, 10), τὸ μὴ μεταβάλλειν διὰ τῆς στάσεως καὶ
Som
.

2

.

223

ἱδρύσεως αἰνιττόμενος. ἀλλὰ γὰρ τοσαύτη περὶ τὸ θεῖόν ἐστιν ὑπερβολὴ τοῦ βεβαίου, ὥστε καὶ ταῖς ἐπιλελεγμέναις φύσεσιν ἐχυρότη‐ τος, ὡς ἀρίστου κτήματος, μεταδίδωσιν. αὐτίκα γέ τοι τὴν πλήρη χαρίτων διαθήκην ἑαυτοῦ—νόμος δ’ ἐστὶ καὶ λόγος τῶν ὄντων ὁ
5πρεσβύτατος—ὡς ἂν ἐπὶ βάσεως τῆς τοῦ δικαίου ψυχῆς ἄγαλμα θεοειδὲς ἱδρύσεσθαι παγίως φησίν, ἐπειδὰν λέγῃ τῷ Νῶε· „στήσω τὴν
Som
.

2

.

224

διαθήκην μου πρὸς σέ“ (Gen. 9, 11). παρεμφαίνει δὲ καὶ δύο ἕτερα, ἓν μὲν ὅτι τὸ δίκαιον ἀδιαφορεῖ διαθήκης θεοῦ, ἕτερον δὲ ὅτι οἱ μὲν ἄλλοι χαρίζονται τὰ διαφέροντα τῶν λαμβανόντων, ὁ δὲ θεὸς οὐ μόνον ταῦτα, ἀλλὰ αὐτοὺς ἐκείνους ἑαυτοῖς· ἐμὲ γὰρ ἐμοὶ δεδώρηται καὶ
5ἕκαστον τῶν ὄντων ἑαυτῷ· τὸ γὰρ „στήσω τὴν διαθήκην μου πρὸς
Som
.

2

.

225

σὲ“ ἴσον ἐστὶ τῷ „σοὶ δωρήσομαι.“ σπουδάζουσι δὲ καὶ πάντες οἱ θεοφιλεῖς τὸν φιλοπραγμοσύνης χειμῶνα ἀποδιδράσκοντες, ἐν ᾧ σάλος καὶ κλύδων ἀεὶ κυκᾶται, τοῖς τῆς ἀρετῆς εὐδίοις καὶ ναυλοχωτάτοις
Som
.

2

.

226

ἐνορμίζεσθαι λιμέσιν. οὐχ ὁρᾷς, οἷα περὶ Ἀβραὰμ λέγεται τοῦ σοφοῦ, ὥς ἐστιν „ἑστὼς ἐνώπιον κυρίου“ (Gen. 18, 22); πότε γὰρ εἰκὸς δύνα‐
σθαι στῆναι διάνοιαν μηκέθ’ ὡς ἐπὶ τρυτάνης ταλαντεύουσαν ἢ ὅτε294
Som
.

2

.

227

ἀντικρύς ἐστι θεοῦ, ὁρῶσά τε καὶ ὁρωμένη; διχόθεν γὰρ αὐτῇ τὸ ἀρρεπές, ἐκ μὲν τοῦ ὁρᾶν τὸν ἀσύγκριτον, ὅτι ὑπὸ τῶν ὁμοίων πρα‐ γμάτων οὐκ ἀνθέλκεται, ἐκ δὲ τοῦ ὁρᾶσθαι, ὅτι ἣν ἀξίαν ἔκρινεν εἰς ὄψιν ὁ ἡγεμὼν τὴν ἑαυτοῦ 〈ἐλθεῖν, τῷ〉 ἀρίστῳ μόνῳ προσεκλήρωσεν,
5αὑτῷ. καὶ Μωυσεῖ μέντοι θεοπρόπιον ἐχρήσθη τοιόνδε· „σὺ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“ (Deut. 5, 31), δι’ οὗ τὰ λεχθέντα ἄμφω παρίστα‐ ται, τό τε μὴ κλίνεσθαι τὸν ἀστεῖον καὶ ἡ τοῦ ὄντος περὶ πάντα
Som
.

2

.

228

βεβαιότης. καὶ γὰρ τῷ ὄντι τὸ τῷ θεῷ συνεγγίζον οἰκειοῦται κατὰ τὸ ἄτρεπτον αὐτοστατοῦν, καὶ ἠρεμήσας ὁ νοῦς, ἡλίκον ἐστὶν ἀγαθὸν ἠρεμία, σαφῶς ἔγνω καὶ θαυμάσας αὐτῆς | τὸ κάλλος ὑπέλαβεν, ὅτι ἢ θεῷ μόνῳ προσκεκλήρωται ἢ τῇ μεταξὺ φύσει θνητοῦ καὶ ἀθανά‐
Som
.

2

.

229

του γένους. φησὶ γοῦν· „κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν“ (Deut. 5, 5), οὐχὶ τοῦτο δηλῶν, ὅτι ἐπὶ τῶν ἑαυτοῦ ποδῶν ἠρή‐ ρειστο, ἀλλ’ ἐκεῖνο βουλόμενος ἐμφῆναι, ὅτι ἡ τοῦ σοφοῦ διάνοια χει‐ μώνων μὲν καὶ πολέμων ἀπαλλαγεῖσα, νηνέμῳ δὲ γαλήνῃ καὶ βαθείᾳ
Som
.

2

.

230

εἰρήνῃ χρωμένη κρείττων μέν ἐστιν ἀνθρώπου, θεοῦ δὲ ἐλάττων. ὁ μὲν γὰρ ἀγελαῖος ἀνθρώπειος νοῦς σείεται καὶ κυκᾶται πρὸς τῶν ἐπι‐ τυχόντων, ὁ δ’ ἅτε μακάριος καὶ εὐδαίμων ἀμέτοχος κακῶν· μεθόριος δὲ ὁ ἀστεῖος, ὡς κυρίως εἰπεῖν μήτε θεὸν αὐτὸν εἶναι μήτε ἄνθρωπον,
5ἀλλὰ τῶν ἄκρων ἐφαπτόμενον, ἀνθρωπότητι μὲν θνητοῦ γένους, ἀρετῇ
Som
.

2

.

231

δὲ ἀφθάρτου. τούτῳ παραπλήσιόν ἐστι καὶ τὸ χρησθὲν λόγιον ἐπὶ τοῦ μεγάλου ἱερέως· „ὅταν“ γάρ φησιν „εἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων, ἄνθρωπος οὐκ ἔσται, ἕως ἂν ἐξέλθῃ“ (Lev. 16, 17); εἰ δὲ μὴ γίνεται τότε ἄνθρωπος, δῆλον ὅτι οὐδὲ θεός, ἀλλὰ λειτουργὸς θεοῦ, κατὰ μὲν
5τὸ θνητὸν γενέσει, κατὰ δὲ τὸ ἀθάνατον οἰκειούμενος τῷ ἀγενήτῳ.
Som
.

2

.

232

τὴν δὲ μέσην τάξιν εἴληχεν, ἕως ἂν ἐξέλθῃ πάλιν εἰς τὰ τοῦ σώματος καὶ τῆς σαρκὸς οἰκεῖα. καὶ πέφυκεν οὕτως ἔχειν· ὅταν μὲν ἐξ ἔρωτος
θείου κατασχεθεὶς ὁ νοῦς, συντείνας ἑαυτὸν ἄχρι τῶν ἀδύτων, ὁρμῇ καὶ σπουδῇ πάσῃ χρώμενος προέρχηται, θεοφορούμενος ἐπιλέλησται295
5μὲν τῶν ἄλλων, ἐπιλέλησται δὲ καὶ ἑαυτοῦ, μόνου 〈δὲ〉 μέμνηται καὶ ἐξήρτηται τοῦ δορυφορουμένου καὶ θεραπευομένου, ᾧ τὰς ἱερὰς καὶ
Som
.

2

.

233

ἀναφεῖς καθαγιάζων ἀρετὰς ἐκθυμιᾷ. ἐπειδὰν δὲ στῇ 〈τὸ〉 ἐνθουσιῶ‐ δες καὶ ὁ πολὺς ἵμερος χαλάσῃ, παλινδρομήσας ἀπὸ τῶν θείων ἄνθρω‐ πος γίνεται, τοῖς ἀνθρωπίνοις ἐντυχών, ἅπερ ἐν τοῖς προπυλαίοις ἐφή‐
Som
.

2

.

234

δρευεν, ἵνα αὐτὸ μόνον ἐκκύψαντα ἔνδοθεν ἐξαρπάσῃ. τὸν μὲν οὖν τέλειον οὔτε θεὸν οὔτε ἄνθρωπον ἀναγράφει Μωυσῆς, ἀλλ’, ὡς ἔφην, μεθόριον τῆς ἀγενήτου καὶ φθαρτῆς φύσεως· τὸν δὲ προκόπτοντα πάλιν ἐν τῇ μεταξὺ χώρᾳ ζώντων καὶ τεθνηκότων τάττει, ζῶντας μὲν καλῶν
5τοὺς συμβιοῦντας φρονήσει, τεθνηκότας δὲ τοὺς ἀφροσύνῃ χαίροντας.
Som
.

2

.

235

λέγεται γὰρ ἐπὶ Ἀαρὼν ὅτι „ἔστη ἀνὰ μέσον τῶν τεθνηκότων 〈καὶ τῶν ζώντων〉, καὶ ἐκόπασεν ἡ θραῦσισ“ (Num. 16, 48). ὁ γὰρ προ‐ κόπτων οὔτε ἐν τοῖς τεθνηκόσι τὸν ἀρετῆς βίον ἐξετάζεται, πόθον καὶ ζῆλον ἔχων τοῦ καλοῦ, οὔτε ἐν τοῖς | μετὰ τῆς ἄκρας καὶ τελείας
5ζῶσιν εὐδαιμονίας—ἔτι γὰρ πρὸς τὸ πέρας ἐνδεῖ—, ἀλλ’ ἑκατέρων
Som
.

2

.

236

ἐφάπτεται. διὸ καὶ κυρίως ἐπιλέγεται τὸ „ἐκόπασεν ἡ θραῦσισ“, ἀλλ’ οὐκ ἐπαύσατο· παύεται μὲν γὰρ ἐπὶ τῶν τελείων τὰ περιθραύοντα καὶ κατακλῶντα καὶ καταγνύντα τὴν ψυχήν, μειοῦται δὲ ἐπὶ τῶν προκοπτόν‐ των ὡς ἂν αὐτὸ μόνον ἀνακοπτόμενα καὶ στελλόμενα.
Som
.

2

.

237

Τῆς οὖν στάσεως καὶ ἱδρύσεως καὶ τῆς ἐν ταὐτῷ κατὰ τὸ ἀμετάβλητον καὶ ἄτρεπτον εἰς ἀεὶ μονῆς πρῶτον μὲν ὑπαρχούσης περὶ τὸ ὄν, ἔπειτα δὲ περὶ τὸν τοῦ ὄντος λόγον, ὃν διαθήκην ἐκάλεσε, τρίτον δὲ περὶ τὸν σοφὸν καὶ τέταρτον περὶ τὸν προκόπτοντα, τί παθὼν
5ὁ φαῦλος καὶ πάσαις ἀραῖς ἔνοχος νοῦς ᾠήθη μόνος ἵστασθαι δύνα‐ σθαι, φορούμενος ὥσπερ ἐν κατακλυσμῷ καὶ κατασυρόμενος ταῖς τῶν ἐπιρρεόντων διὰ τοῦ νεκροφορουμένου σώματος δίναις ἐπαλλήλοις;
Som
.

2

.

238

„ᾤμην“ γάρ φησιν „ἑστάναι ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ“ (Gen. 41, 17). λόγον δὲ συμβολικῶς ποταμὸν εἶναί φαμεν, ἐπειδὴ ἑκάτερος ἔξω τε φέρεται καὶ ῥέων συντόνῳ χρῆται τῷ τάχει καὶ τοτὲ μὲν εὐφορεῖ πλημμύραις ὁ μὲν ὕδατος, ὁ δὲ ῥημάτων καὶ ὀνομάτων, τοτὲ δὲ ἀφο‐296
Som
.

2

.

239

ρεῖ χαλώμενος καὶ συνίζων· καὶ ὠφελοῦσι μέντοι ὁ μὲν ἄρδων τὰς ἀρού‐ ρας, ὁ δὲ τὰς τῶν φιληκόων ψυχάς, καὶ ἔστιν ὅτε βλάπτουσι κυμήναντες, ὁ μὲν τὴν ὅμορον γῆν ἐπικλύσας, ὁ δὲ ἀνακυκήσας καὶ συγχέας τὸν τῶν
Som
.

2

.

240

οὐ προσεχόντων λογισμόν. οὗτος μὲν εἰκάζεται ποταμῷ. διττὴ δὲ λόγου φύσις, ἡ μὲν ἀμείνων, ἡ δὲ χείρων, ἀμείνων μὲν ἡ ὠφε‐
Som
.

2

.

241

λοῦσα, χείρων δὲ κατὰ τὸ ἀναγκαῖον ἡ βλάπτουσα. παραδείγματα δὲ ἑκατέρας τοῖς δυναμένοις ὁρᾶν ἀνέθηκε Μωϋσῆς ἀριδηλότατα· „ποτα‐ μὸσ“ γάρ φησι „πορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν
Som
.

2

.

242

ἀφορίζεται εἰς τέσσαρας ἀρχάσ“ (Gen. 2, 10). καλεῖ δὲ τὴν μὲν τοῦ ὄντος σοφίαν Ἐδέμ, ἧς ἑρμηνεία τρυφή, διότι, οἶμαι, ἐντρύφημα καὶ θεοῦ σοφία καὶ σοφίας θεός, ἐπεὶ καὶ ἐν ὕμνοις ᾄδεται· „κατατρύφησον τοῦ κυρίου“ (Psalm. 36, 4). κάτεισι δὲ ὥσπερ ἀπὸ πηγῆς τῆς σοφίας
5ποταμοῦ τρόπον ὁ θεῖος λόγος, ἵνα ἄρδῃ καὶ ποτίζῃ τὰ ὀλύμπια καὶ οὐράνια φιλαρέτων ψυχῶν βλαστήματα καὶ φυτά, ὡσανεὶ παράδεισον.
Som
.

2

.

243

ὁ δὲ ἱερὸς οὗτος λόγος ἀφορίζεται εἰς τέσσαρας ἀρχάς, λέγω δὲ εἰς τὰς τέσσαρας ἀρετὰς σχίζεται, ὧν ἑκάστη βασιλίς ἐστι· τὸ γὰρ ἀφο‐ ρίζεσθαι εἰς ἀρχὰς οὐ τοπικοῖς ὅροις, ἀλλὰ βασιλείᾳ ἔοικεν, ἵν’ ἐπιδείξας τὰς ἀρετὰς εὐθὺς ἀποφήνῃ | καὶ τὸν χρώμενον αὐταῖς σοφὸν βασιλέα,
5κεχειροτονημένον οὐ πρὸς ἀνθρώπων, ἀλλ’ ὑπὸ τῆς ἀψευδοῦς καὶ ἀδεκάστου
Som
.

2

.

244

καὶ μόνης ἐλευθέρας φύσεως. λέγουσι γὰρ τῷ Ἀβραὰμ οἱ κατιδόντες αὐτοῦ τὸ ἀστεῖον· „βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν“ (Gen. 23, 6), δόγμα τιθέμενοι τοῖς περὶ φιλοσοφίαν διατρίβουσιν, ὅτι μόνος ὁ σοφὸς ἄρχων καὶ βασιλεὺς καὶ ἡ ἀρετὴ ἀνυπεύθυνος ἀρχή τε καὶ βασιλεία.
Som
.

2

.

245

τοῦτον τὸν λόγον εἰκάσας ποταμῷ τις τῶν ἑταίρων Μωυσέως ἐν ὕμνοις εἶπεν· „ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων“ (Psalm. 64, 10). καί〈τοι〉 τινὰ τῶν ἐπὶ γῆς ῥεόντων ἄλογον κυριολογεῖσθαι· ἀλλ’,
ὡς ἔοικε, πλήρη τοῦ σοφίας νάματος τὸν θεῖον λόγον διασυνίστησι,297
5μηδὲν ἔρημον καὶ κενὸν ἑαυτοῦ μέρος ἔχοντα, 〈μᾶλλον〉 δέ, ὡς εἶπέ τις, ὅλον δι’ ὅλων ἀναχεόμενον καὶ αἰρόμενον εἰς ὕψος διὰ τὴν συνεχῆ καὶ
Som
.

2

.

246

ἐπάλληλον τῆς ἀεννάου πηγῆς ἐκείνης φοράν. ἔστι δὲ καὶ ἕτερον ᾆσμα τοιοῦτον· „τὸ ὅρμημα τοῦ ποταμοῦ εὐφραίνει τὴν πόλιν τοῦ θεοῦ“ (Psalm. 45, 5). ποίαν πόλιν; ἡ γὰρ νῦν οὖσα ἱερὰ πόλις, ἐν ᾗ καὶ ἅγιος νεώς ἐστι, μακρὰν ὥσπερ θαλάττης καὶ ποταμῶν συνῴκισται· ὡς δῆλον εἶναι, ὅτι τοῦ
Som
.

2

.

247

προφανοῦς ἕτερόν τι βούλεται δι’ ὑπονοιῶν παραστῆσαι. τῷ γὰρ ὄντι τοῦ θείου λόγου ῥύμη *** καὶ συνεχῶς μεθ’ ὁρμῆς ἐν τάξει φερομένη
Som
.

2

.

248

πάντα διὰ πάντων ἀναχεῖ τε καὶ εὐφραίνει. πόλιν γὰρ θεοῦ καθ’ ἕνα μὲν τρόπον τὸν κόσμον καλεῖ, ὃς ὅλον τὸν κρατῆρα τοῦ θείου πόματος δεξάμενος 〈ἠκρατί〉σατο καὶ γανωθεὶς ἀναφαιρέτου καὶ ἀσβέστου τῆς εἰς ἅπαντα τὸν [ἐπὶ τὸν] αἰῶνα εὐφροσύνης ἐπέλαχε, καθ’ ἕτερον
5δὲ τὴν ψυχὴν τοῦ σοφοῦ, ᾗ λέγεται καὶ ἐμπεριπατεῖν ὁ θεὸς ὡς ἐν πόλει· „περιπατήσω“ γάρ φησιν „ἐν ὑμῖν, καὶ ἔσομαι [ἐν] ὑμῶν
Som
.

2

.

249

θεόσ“ (Lev. 26, 12). καὶ ψυχῇ δ’ εὐδαίμονι τὸ ἱερώτατον ἔκπωμα προτεινούσῃ τὸν ἑαυτῆς λογισμὸν τίς ἐπιχεῖ τοὺς ἱεροὺς κυάθους τῆς πρὸς ἀλήθειαν εὐφροσύνης, ὅτι μὴ 〈ὁ〉 οἰνοχόος τοῦ θεοῦ καὶ συμπο‐ σίαρχος λόγος, οὐ διαφέρων τοῦ πόματος, ἀλλ’ αὐτὸς ἄκρατος ὤν, τὸ
5γάνωμα, τὸ ἥδυσμα, ἡ ἀνάχυσις, ἡ εὐθυμία, τὸ χαρᾶς, τὸ εὐφροσύνης ἀμβρόσιον, ἵνα καὶ αὐτοὶ ποιητικοῖς ὀνόμασι χρησώμεθα, φάρμακον;
Som
.

2

.

250

ἡ δὲ θεοῦ πόλις ὑπὸ Ἑβραίων Ἱερουσαλὴμ καλεῖται, ἧς μετα‐ ληφθὲν τοὔνομα ὅρασίς ἐστιν εἰρήνης. ὥστε μὴ ζήτει τὴν τοῦ | ὄντος πόλιν ἐν κλίμασι γῆς—οὐ γὰρ ἐκ ξύλων ἢ λίθων δεδημιούργηται—, ἀλλ’ ἐν ψυχῇ ἀπολέμῳ καὶ ὀξυδορκούσῃ 〈τέλοσ〉 προτεθειμένῃ τὸν [δὲ]
Som
.

2

.

251

θεωρητικὸν καὶ εἰρηναῖον βίον. ἐπεὶ καὶ τίνα σεμνότερον καὶ ἁγιώτερον εὕροι τις ἂν οἶκον ἐν τοῖς οὖσι θεῷ ἢ φιλοθεάμονα διάνοιαν, πάνθ’
Som
.

2

.

252

ὁρᾶν ἐπειγομένην καὶ μηδὲ ὄναρ στάσεως ἢ ταραχῆς ἐφιεμένην; ὑπηχεῖ δέ μοι πάλιν τὸ εἰωθὸς ἀφανῶς ἐνομιλεῖν πνεῦμα ἀόρατον καί φησιν· ὦ οὗτος, ἔοικας ἀνεπιστήμων εἶναι καὶ μεγάλου καὶ περιμαχήτου πράγ‐ ματος, ὅπερ ἀφθόνως—πολλὰ γὰρ καὶ ἄλλα εὐκαίρως ὑφηγησάμην298
Som
.

2

.

253

—ἀναδιδάξω. ἴσθι δή, 〈ὦ〉 γενναῖε, ὅτι θεὸς μόνος ἡ ἀψευδεστάτη καὶ πρὸς ἀλήθειάν ἐστιν εἰρήνη, ἡ δὲ γενητὴ καὶ φθαρτὴ οὐσία πᾶσα συνεχὴς πόλεμος. καὶ γὰρ ὁ μὲν θεὸς ἑκούσιον, ἀνάγκη δὲ ἡ οὐσία· ὃς ἂν οὖν ἰσχύσῃ πόλεμον μὲν καὶ ἀνάγκην καὶ γένεσιν καὶ φθορὰν
5καταλιπεῖν, αὐτομολῆσαι δὲ πρὸς τὸ ἀγένητον, πρὸς τὸ ἄφθαρτον, πρὸς τὸ ἑκούσιον, πρὸς εἰρήνην, λέγοιτ’ ἂν ἐνδίκως ἐνδιαίτημα καὶ πόλις
Som
.

2

.

254

εἶναι θεοῦ. μηδὲν οὖν διαφερέτω σοι ἢ ὅρασιν εἰρήνης ἢ ὅρασιν θεοῦ τὸ αὐτὸ ὑποκείμενον ὀνομάζειν, ὅτι δὲ τῶν πολυωνύμων τοῦ ὄντος δυνάμεων οὐ θιασώτης μόνον, ἀλλὰ καὶ ἔξαρχός ἐστιν εἰρήνης.
Som
.

2

.

255

καὶ Ἀβραὰμ μέντοι τῷ σοφῷ δώσειν φησὶ κλῆρον γῆς „ἀπὸ τοῦ ποταμοῦ 〈Αἰγύπτου ἕως τοῦ ποταμοῦ〉 τοῦ μεγάλου Εὐφράτου“ (Gen. 15, 18), οὐ χώρας ἀποτομὴν μᾶλλον ἢ τὴν περὶ αὐτοὺς ἡμᾶς ἀμείνω μοῖραν. Αἰγύπτου μὲν γὰρ ἀπεικάζεται ποταμῷ τὸ ἡμέτερον
5σῶμα καὶ τὰ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ ἐγγινόμενα πάθη, τῷ δὲ
Som
.

2

.

256

Εὐφράτῃ 〈ψυχὴ〉 καὶ τὰ φίλα ταύτῃ. δόγμα δὴ τίθεται βιω‐ φελέστατον καὶ συνεκτικώτατον, ὅτι ὁ σπουδαῖος κλῆρον ἔλαχε ψυχὴν καὶ τὰς ψυχῆς ἀρετάς, ὥσπερ ὁ φαῦλος ἔμπαλιν σῶμα καὶ τὰς σώμα‐
Som
.

2

.

257

τος καὶ διὰ σώματος κακίας. τὸ δὲ ἀπὸ δύο δηλοῖ, ἓν μὲν τὸ σὺν ἐκείνῳ ἀφ’ οὗ λέγεται, ἕτερον δὲ 〈τὸ〉 χωρὶς αὐτοῦ. ὅταν μὲν γὰρ λέγωμεν ἀπὸ πρωΐας ἄχρις ἑσπέρας 〈ὥρασ〉 εἶναι δώδεκα καὶ ἀπὸ νεομηνίας ἄχρι τριακάδος ἡμέρας τριάκοντα, συγκατατάττομεν τήν τε
5πρώτην ὥραν καὶ τὴν νεομηνίαν· ὅταν δέ τις ἀπὸ τῆς πόλεως φῇ | τὸν ἀγρὸν ἀπέχειν σταδίους τρεῖς ἢ τέτταρας, δίχα τῆς πόλεως δήπου
Som
.

2

.

258

φησίν. ὥστε καὶ νῦν τὸ „ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου“ νομιστέον τὸ χωρὶς ἐκείνου παραλαμβάνεσθαι· βούλεται γὰρ διοικίσας ἡμᾶς τῶν σωματικῶν, ἅπερ ἐν ῥύσει καὶ φθορᾷ φθειρομένῃ καὶ φθειρούσῃ θεω‐ ρεῖται, κλῆρον ψυχῆς λαβεῖν μετὰ τῶν ἀφθάρτων καὶ ἀφθαρσίας ἀξίων299
Som
.

2

.

259

ἀρετῶν. οὕτω μέντοι τὸ εἰκάσθαι ποταμῷ λόγον ἐπαινετὸν ἰχνηλα‐ τοῦντες εὑρήκαμεν. ὁ δὲ ψεκτὸς αὐτὸς ἄρα ἦν ὁ Αἰγύπτιος ποταμός, ἀνάγωγός τις καὶ ἀμαθής, ὡς ἔπος εἰπεῖν, ἄψυχος λόγος· οὗ χάριν καὶ εἰς αἷμα μεταβάλλει (Exod. 7, 20), τρέφειν οὐ δυνάμενος—ὁ γὰρ
5ἀπαιδευσίας λόγος οὐ πότιμος—καὶ εὐτοκεῖ μέντοι βατράχοις (Exod. 8, 6) ἀναίμοις καὶ ἀψύχοις, καινὸν καὶ τραχὺν ἦχον, ἄλγημα ἀκοῆς,
Som
.

2

.

260

ἀπηχοῦσι. λέγεται δέ, ὅτι καὶ οἱ ἐν αὐτῷ πάντες ἰχθύες ἐφθάρησαν (Exod. 7, 21), οἳ συμβολικῶς εἰσι τὰ νοήματα· ταῦτα γὰρ ἐννήχεται καὶ ἐγγίνεται ὡς ἐν ποταμῷ τῷ λόγῳ, ζῴοις ἐοικότα καὶ ψυχοῦντα αὐτόν· ἐν δὲ ἀπαιδεύτῳ λόγῳ τέθνηκε τὰ ἐνθυμήματα· συνετὸν γὰρ
5οὐδὲν ἔστιν εὑρεῖν, ἀλλὰ κολῳῶν τινας ἀκόσμους καὶ ἀμετροεπεῖς, ὡς εἶπέ τις, φωνάς.
Som
.

2

.

261

Περὶ μὲν δὴ τούτων ἅλις. ἐπεὶ δὲ οὐ μόνον στάσιν καὶ ποταμόν, ἀλλὰ καὶ χείλη ποταμοῦ φαντασιωθῆναι ὁμολογεῖ φάσκων· „ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ“ (Gen. 41, 17), ἀναγκαῖον
Som
.

2

.

262

ἂν εἴη καὶ περὶ χείλους τὰ καίρια ὑπομνῆσαι. φαίνεται τοίνυν ἕνεκα δυεῖν τῶν ἀναγκαιοτάτων ἡ φύσις χείλη ζῴοις καὶ μάλιστα ἀνθρώποις ἁρμόσασθαι· ἑνὸς μὲν ἡσυχίας—ἔρυμα γὰρ ταῦτα καὶ φραγμὸς ὀχυ‐ ρώτατος φωνῆς—, ἑτέρου δὲ ἑρμηνείας· διὰ γὰρ τούτων τὸ τῶν λόγων
5νᾶμα φέρεται· συναχθέντων μὲν γὰρ ἐπέχεται, φέρεσθαι δ’ ἀμήχανον
Som
.

2

.

263

μὴ διαστάντων. ἐκ δὲ τούτου γυμνάζει καὶ συγκροτεῖ πρὸς ἄμφω, τὸ λέγειν καὶ ἡσυχάζειν, ἑκατέρου τὸν ἁρμόττοντα καιρὸν παραφυλάττον‐ τας. οἷον ἀκοῆς ἄξιόν τι λέγεται; πρόσεχε μηδὲν ἐναντιούμενος ἐν ἡσυχίᾳ κατὰ τὸ Μωυσέως παράγγελμα, τὸ „σιώπα καὶ ἄκουε“ (Deut.
Som
.

2

.

264

27, 9). τῶν γὰρ εἰς τὰς ἐριστικὰς γνωσιμαχίας ἀφικνουμένων οὐδ’ ἂν εἷς κυρίως οὔτε λέγειν οὔτ’ ἀκούειν νομισθείη, τῷ δὲ μέλλοντι πρὸς300
Som
.

2

.

265

ἀλήθειαν *** ὠφέλιμον. πάλιν ὅταν ἴδῃς ἐν τοῖς τοῦ βίου πολέ‐ μοις καὶ κακοῖς τὴν ἵλεω τοῦ θεοῦ χεῖρα καὶ δύναμιν ὑπερέχουσαν καὶ προασπίζουσαν, ἠρέμησον· οὐ γὰρ δεῖται | συμμαχίας ὁ βοηθὸς οὗτος. ἔστι δὲ καὶ τούτου δεῖγμα τὸ ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς κατα‐
5κείμενον, τὸ „κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε“
Som
.

2

.

266

(Exod. 14, 14). ἐάν γε μὴν ἴδῃς τὰ γνήσια ἔγγονα καὶ πρωτότοκα Αἰγύπτου φθειρόμενα (Exod. 11, 5), τὸ ἐπιθυμεῖν, τὸ ἥδεσθαι, τὸ λυ‐ πεῖσθαι, τὸ φοβεῖσθαι, τὸ ἀδικεῖν, τὸ ἀφραίνειν, τὸ ἀκολασταίνειν καὶ ὅσα τούτων ἀδελφὰ καὶ συγγενῆ, καταπλαγεὶς ἡσύχαζε, τὸ φοβερὸν τοῦ
Som
.

2

.

267

θεοῦ κράτος ὑποπτήξας. „οὐ γὰρ γρύξει“ φησί „κύων τῇ γλώσσῃ, οὐδ’ ἀπ’ ἀνθρώπου ἕως κτήνουσ“ (ibid. 7), ἴσον τῷ οὔτε τὴν κυνώδη γλῶσσαν ὑλακτοῦσάν τε καὶ κράζουσαν οὔτε τὸν ἐν ἡμῖν ἄνθρωπον, ἡγεμόνα νοῦν, οὔτε τὸ κτηνῶδες θρέμμα, τὴν αἴσθησιν, προσήκει
5γαυριᾶν, ὅταν ἀναιρεθέντος τοῦ παρ’ ἡμᾶς ὅλον ἔξωθεν τὸ συμμαχικὸν
Som
.

2

.

268

αὐτοκέλευστον ὑπερασπιοῦν ἥκῃ. πολλοὶ δὲ συμβαίνουσι καιροὶ μὴ ἐφαρμόζοντες ἡσυχίᾳ, τὰς δὲ καταλογάδην ῥήσεις ἐπιζητοῦντες· ὧν πάλιν ἰδεῖν ἔστιν ἀνακείμενα ὑπομνήματα. πῶς; ἀγαθοῦ τις γέγονεν ἀπροσδόκητος μετουσία; καλὸν οὖν εὐχαριστῆσαι καὶ τὸν ἐπιπέμψαντα
Som
.

2

.

269

ὑμνῆσαι. τί οὖν τὸ ἀγαθόν; τέθνηκε τὸ ἐπιτιθέμενον ἡμῖν πάθος καὶ πρηνὲς ἄταφον ἔρριπται; μὴ μέλλωμεν οὖν, ἀλλὰ 〈χορὸν〉 στησάμενοι τὴν ἱεροπρεπεστάτην ᾄδωμεν ᾠδήν, παρακελευόμενοι λέγειν πᾶσιν· „ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς
Som
.

2

.

270

θάλασσαν“ (Exod. 15, 1). ἀλλὰ γὰρ ἡ μὲν τοῦ πάθους φθορὰ καὶ μετανάστασις ἀγαθόν, ἀλλ’ οὐ τέλειον ἀγαθόν· ἡ δὲ σοφίας εὕρεσις ὑπερβάλλον καλόν· ἧς εὑρεθείσης ἅπας ὁ λεὼς οὐ καθ’ ἓν μέρος μουσικῆς, ἀλλὰ κατὰ πάσας αὐτῆς τὰς ἁρμονίας καὶ μελῳδίας ᾄσεται.
Som
.

2

.

271

„τότε“ γάρ φησιν „ᾖσεν Ἰσραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατοσ“ (Num. 21, 17), λέγω δὲ ἐπὶ τῆς πάλαι μὲν κεκρυμμένης, ἀναζητηθεί‐ σης δὲ αὖθις καὶ ἐπὶ πᾶσιν ἀνευρημένης βαθείας τὴν φύσιν ἐπιστήμης,301
Som
.

2

.

272

ᾗ νόμος τὰς τῶν φιλοθεαμόνων ἄρδειν λογικὰς ἐν ψυχαῖς ἀρούρας. τί δέ; ὅταν συγκομίσωμεν τὸν γνήσιον διανοίας καρπόν, οὐ παραγγέλλει ἡμῖν ὁ ἱερὸς λόγος ὥσπερ ἐν καρτάλῳ (Deut. 26, 2. 4) τῷ λογισμῷ τὰς ἀπαρχὰς τῆς εὐφορίας ὧν ἤνθησεν, ὧν ἐβλάστησεν, ὧν ἐκαρποφό‐
5ρησεν ἡ ψυχὴ καλῶν, ἐπιδεικνυμένους ἄντικρυς οὕτω ῥητορεύειν, τὰ εἰς τὸν τελεσφόρον θεὸν ἐγκώμια λέγοντας· „ἐξεκάθηρα τὰ ἅγια ἀπὸ τῆς οἰκίας μου“ (ibid. 13) καὶ ἐταμιευσάμην | ἐν τῷ τοῦ θεοῦ οἴκῳ, ταμίας καὶ φύλακας αὐτῶν ἐπιστήσας τοὺς ἀριστίνδην ἐπιλελεγμένους
Som
.

2

.

273

πρὸς τὴν ἱερὰν νεωκορίαν. οὗτοι δέ εἰσι Λευῖται καὶ προσήλυτοι καὶ ὀρφανοὶ καὶ χῆραι (ibid.)· οἱ μὲν ἱκέται, οἱ δὲ μετανάσται καὶ πρόσ‐ φυγες, οἱ δὲ ἀπωρφανισμένοι καὶ κεχηρευκότες γενέσεως, θεὸν δὲ τὸν τῆς ψυχῆς θεραπευτρίδος ἄνδρα καὶ πατέρα γνήσιον ἐπιγεγραμμένοι.
Som
.

2

.

274

τοῦτον μὲν δὴ τὸν τρόπον καὶ λέγειν καὶ ἡσυχάζειν ἐμπρεπέστα‐ τον. τὸ δὲ ἐναντίον μεμελετήκασιν οἱ φαῦλοι· καὶ γὰρ ἡσυχίας ἐπι‐ λήπτου καὶ ἑρμηνείας ὑπαιτίου ζηλωταὶ γεγόνασιν, ἑκάτερον ἐπ’ ὀλέθρῳ
Som
.

2

.

275

ἑαυτῶν τε καὶ ἑτέρων συγκροτοῦντες. τὸ δὲ πλέον ἐστὶν αὐτοῖς τῆς ἀσκήσεως ἐν τῷ λέγειν ἃ μὴ δεῖ· τὸ γὰρ στόμα διανοίξαντες καὶ ἐάσαντες ἀχαλίνωτον, καθάπερ ῥεῦμα ἀκατάσχετον, φέρεσθαι τὸν ἀκρι‐ τόμυθον, ᾗ φασιν οἱ ποιηταί, λόγον ἱᾶσι, μυρία τῶν ἀλυσιτελῶν
Som
.

2

.

276

προσεπισύροντα. τοιγαροῦν οἱ μὲν ἐπὶ συνηγορίαν ἡδονῆς καὶ ἐπιθυμίας καὶ πάσης πλεοναζούσης ὁρμῆς ἐτράποντο, ἄλογον πάθος ἐπιτειχίζοντες ἡγεμόνι λογισμῷ, 〈ἔτι δὲ〉 καὶ ταῖς ἐριστικαῖς φιλονεικίαις 〈ἐπ〉αποδυσά‐ μενοι συνεπλάκησαν, ἐλπίσαντες τὸ ὁρατικὸν πηρῶσαι γένος καὶ
5κατὰ κρημνῶν καὶ βαράθρων, ἐξ ὧν οὐδ’ ἂν ἔτι γένοιτο διαναστῆναι,
Som
.

2

.

277

δυνήσεσθαι ῥῖψαι. ἔνιοι δὲ οὐ μόνον ἀντιπάλους ἑαυτοὺς τῆς ἀνθρωπίνης ἀπέφηναν ἀρετῆς, ἀλλὰ καὶ τῆς θείας· ἐπὶ τοσοῦτον ἀπονοίας ἤλασαν.
τοῦ μὲν οὖν φιλοπαθοῦς ἔξαρχος ἀναγράφεται θιάσου τῆς Αἰγυπτίας χώρας ὁ βασιλεύς, Φαραώ· λέγεται γὰρ τῷ προφήτῃ· „ἰδοὺ αὐτὸς302
5ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ, καὶ στήσῃ συναντῶν αὐτῷ παρὰ τὸ χεῖλος
Som
.

2

.

278

τοῦ ποταμοῦ“ (Exod. 7, 15). τοῦ μὲν γὰρ ἴδιον ἐπὶ τὴν φορὰν καὶ ἀνάχυσιν ἀεὶ τοῦ ἀλόγου πάθους ἐξιέναι· τοῦ δὲ σοφοῦ πολλῷ ῥέοντι τοῖς ὑπὲρ ἡδονῆς καὶ ἐπιθυμίας λόγοις ὑπαντιάσαι οὐ τοῖς ποσίν, ἀλλὰ τῇ γνώμῃ, βεβαίως καὶ ἀκλινῶς, ἐπὶ τοῦ ποταμίου χείλους, τοῦτο δέ
5ἐστιν ἐπὶ τοῦ στόματος καὶ τῆς γλώττης, ἅπερ ἦν ὄργανα λόγου· παγίως γὰρ ἐπιβὰς αὐτοῖς δυνήσεται τὰς συνηγορούσας τῷ πάθει
Som
.

2

.

279

πιθανότητας ἀνατρέψαι καὶ καταβαλεῖν. ὁ δὲ τοῦ ὁρατικοῦ γένους ἐχθρὸς ὁ τοῦ Φαραὼ λαός ἐστιν, ὃς ἐπιτιθέμενος καὶ διώκων καὶ δου‐ λούμενος ἀρετὴν οὐκ ἐπαύσατο, ἕως κακὰς ὧν διέθηκε τὰς ἀμοιβὰς εὕρατο, πελάγει τῶν ἀδικημάτων καὶ τρικυμίαις, ἃς τὸ λυ〈ττῶν πάθοσ〉
5ἀνήγειρε, καταποντωθείς, | ὡς ὑπερβάλλουσαν θέαν καὶ νίκην ἀναντα‐
Som
.

2

.

280

γώνιστον καὶ χαρὰν ἐλπίδος μείζονα τὸν καιρὸν ἐνεγκεῖν ἐκεῖνον. διὸ λέγεται· „εἶδεν Ἰσραὴλ τοὺς Αἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάσσησ“ (Exod. 14, 30). μεγάλη γε ἡ ὑπέρμαχος χείρ, ἀναγ‐ κάζουσα παρὰ στόματι καὶ χείλεσι καὶ λόγῳ πίπτειν τοὺς τὰ ὄργανα
5ταῦτα κατὰ τῆς ἀληθείας ἀκονησαμένους, ἵνα μὴ ὀθνείοις ἀλλὰ ἰδίοις
Som
.

2

.

281

ὅπλοις οἱ καθ’ ἑτέρων ἀναλαβόντες αὐτὰ θνῄσκωσι. τρία δ’ εὐαγγελί‐ ζεται τῇ ψυχῇ τὰ κάλλιστα, ἓν μὲν ἀπώλειαν Αἰγυπτιακῶν παθῶν, ἕτερον δὲ τὸ μὴ παρ’ ἑτέρῳ χωρίῳ, 〈ἀλλὰ〉 τῆς ἁλμυρᾶς καὶ πικρᾶς πηγῆς, ὡς ἂν θαλάττης, χείλεσι, δι’ ὧν ὁ πολέμιος ἀρετῆς σοφιστὴς
Som
.

2

.

282

λόγος ἐξεκέχυτο, τελευταῖον δὲ τὴν θέαν τοῦ πτώματος. μηδὲν γὰρ ἀόρατον εἴη καλόν, ἀλλὰ πρὸς *** καὶ λαμπρὸν ἥλιον ἄγοιτο· καὶ γὰρ τοὐναντίον εἰς βαθὺ σκότος καὶ *** ἄξιον τὸ κακόν. καὶ τοῦτο μὲν μηδ’ ἐκ τύχης ἰδεῖν ποτε γένοιτο, τὸ δὲ ἀγαθὸν μείζοσιν ὀφθαλ‐
5μοῖς ἀεὶ περιαθροῖτο. τί δὲ οὕτως ἀγαθόν, ὡς ζῆσαι τὰ καλὰ καὶ
Som
.

2

.

283

ἀποθανεῖν τὰ φαῦλα; τρεῖς τοίνυν ἦσαν οἱ τὴν τῶν λόγων
δεινότητα μέχρις οὐρανοῦ τείναντες. οὗτοι μελέτην κατὰ τῆς φύσεως, μᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν ψυχῆς ἐμελέτησαν φάσκοντες, μόνον εἶναι τὸ αἰσθητὸν καὶ ὁρώμενον τοῦτο, οὔτε γενόμενόν ποτε οὔτ’ αὖθις303
5φθαρησόμενον, ἀγένητον δὲ καὶ ἄφθαρτον, ἀνεπιτρόπευτον, ἀκυβέρνητον,
Som
.

2

.

284

ἀπροστασίαστον. εἶτ’ ἐπ’ ἄλλοις ἄλλα συνθέντες ἐπιχειρήματα, δόγμα ἀδόκιμον οἰκοδομοῦντες εἰς ὕψος οἷα πύργον ἐξῆραν. λέγεται γὰρ ὅτι „ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν“ (Gen. 11, 1), συμφωνία τῶν τῆς ψυχῆς μερῶν πάντων ἀσύμφωνος ἐπὶ τῷ κινῆσαι τὸ συνεκτικώτατον ἐν τοῖς
Som
.

2

.

285

οὖσιν, ἀρχήν. τοιγαροῦν ἐλπίσαντας αὐτοὺς εἰς οὐρανὸν ταῖς ἐπινοίαις ἀναδραμεῖσθαι ἐπὶ καθαιρέσει τῆς αἰωνίου βασιλείας ἡ μεγάλη καὶ ἀκαθαίρετος καταβάλλει χείρ, καὶ τὸ οἰκοδομηθὲν δόγμα συνανατρέψασα.
Som
.

2

.

286

κέκληται δὲ ὁ τόπος „σύγχυσισ“, οἰκεῖον ὄνομα τῷ καινουργηθέντι τολμήματι. τί γὰρ ἀναρχίας συγχυτικώτερον; οὐκ οἰκίαι μὲν ἀνηγε‐ μόνευτοι προσκρουσμάτων γέμουσι καὶ ταραχῆς; ἀβασίλευτοι δ’ ἐαθεῖ‐
Som
.

2

.

287

σαι πόλεις ὑπὸ ὀχλοκρατίας, ἐναντίου καὶ μεγίστου, φθείρονται; καὶ χῶραι δὲ καὶ ἔθνη καὶ κλίματα γῆς, ὧν ἀρχαὶ κατελύθησαν, οὐ παλαιὰς
Som
.

2

.

288

καὶ μεγάλας εὐδαιμονίας ἀπέβαλον; καὶ τί δεῖ | τὰ ἀνθρώπινα λέγεσθαι; οὐδὲ γὰρ αἱ ἄλλαι τῶν ζῴων ἀγέλαι, πτηνῶν, χερσαίων, ἐνύδρων, ἄνευ τινὸς ἀγελάρχου συνεστᾶσιν, ἀλλὰ ποθοῦσι καὶ περιέπουσιν αἰεὶ τὸν οἰκεῖον ἡγεμόνα, ὡς μόνον ἀγαθῶν αἴτιον, οὗ κατὰ τὴν ἀπουσίαν
Som
.

2

.

289

σκεδάννυνται καὶ διαφθείρονται. εἶτ’ οἰόμεθα τοῖς μὲν περιγείοις, ἃ βραχυτάτη μοῖρα τοῦ παντός ἐστιν, ἀρχὴν μὲν ἀγαθῶν, ἀναρχίαν δὲ κακῶν εἶναι αἰτίαν, τὸν δὲ κόσμον οὐ διὰ τὴν τοῦ βασιλεύοντος θεοῦ
Som
.

2

.

290

προήγησιν εὐδαιμονίας τῆς ἄκρας πεπληρῶσθαι; δίκην οὖν ἁρμόττουσαν οἷς ἐτίθεντο διδόασι· φύραντες γὰρ τὸ ἱερὸν περὶ *** ἀναρχίας φυρόμενοι ἐπεῖδον, συγχυθέντες οὐ συγχέαντες. ἕως δὲ οὔπω τιμωρίαν δεδώκασιν, ὑπὸ φρενοβλαβείας φυσώμενοι τὴν μὲν τῶν ὅλων ἀρχὴν ἀνοσίοις λόγοις
5καθαιροῦσιν, αὑτοὺς δὲ ἄρχοντας καὶ βασιλέας ἀναγράφουσι, τὸ ἀκα‐ θαίρετον τοῦ θεοῦ κράτος γενέσει τῇ ἀδιαστάτως ἀπολλυμένῃ καὶ
Som
.

2

.

291

φθειρομένῃ περιάπτοντες. ἐπιτραγῳδοῦντες γοῦν καὶ ἐπικομπά‐
ζοντες εἰώθασιν οἱ καταγέλαστοι λέγειν ταῦτα· ἡμεῖς οἱ ἡγεμόνες, ἡμεῖς οἱ δυναστεύοντες· ἐφ’ ἡμῖν ὁρμεῖ τὰ πάντα· ἀγαθῶν καὶ τῶν ἐναντίων τίνες αἴτιοι 〈ὅτι μὴ〉 ἡμεῖς; τὸ 〈εὖ καὶ〉 κακῶς ἐργάσασθαι304
5τίσιν ὅτι μὴ ἡμῖν ἀψευδέστατα ἀνάκειται; φλυαροῦσι δὲ ἄλλως οἱ δυνάμεως ἀοράτου τὰ πάντα φάσκοντες ἐξῆφθαι, ἣν πρυτανεύειν τῶν
Som
.

2

.

292

κατὰ τὸν κόσμον ἀνθρωπείων τε καὶ θείων νομίζουσι. τοιαῦτα κατα‐ λαζονευσάμενοι, ἐὰν μὲν ὥσπερ ἐκ μέθης νήψαντες ἐν ἑαυτοῖς γένων‐ ται καὶ τῆς παροινίας, ἣν παρῴνησαν, εἰς αἴσθησιν ἐλθόντες αἰδεσθῶσι καὶ κακίσωσιν ἑαυτοὺς ἐφ’ οἷς ὑπ’ ἀγνώμονος γνώμης ἐξαμαρ‐
5τάνειν προήχθησαν, ἀκολακεύτῳ καὶ ἀδεκάστῳ χρησάμενοι συμβούλῳ μετανοίᾳ, τὴν ἵλεω τοῦ ὄντος δύναμιν ἐξευμενισάμενοι παλινῳ‐
Som
.

2

.

293

δίαις ἀντὶ βεβήλων ἱεραῖς, ἀμνηστίαν εὑρήσονται παντελῆ. ἐὰν δὲ ἀφηνιασταὶ καὶ σκληραύχενες μέχρι τοῦ παντὸς γενόμενοι σκιρτῶσιν, ὡς αὐτόνομοι καὶ ἐλεύθεροι καὶ ἑτέρων ἡγεμόνες ὄντες, ἀπαραιτήτῳ ἀνάγκῃ καὶ ἀμειλίκτῳ τὴν ἑαυτῶν ἐν ἅπασι μικροῖς τε καὶ μεγάλοις οὐδένειαν
Som
.

2

.

294

αἰσθήσονται. ὁ γὰρ ἐπιβεβηκὼς ἡνίοχος ὡς ἅρματι πτηνῷ τῷδε τῷ | κόσμῳ χαλινὸν ἐμβαλὼν καὶ τὸ κεχαλασμένον τῶν ἡνιῶν ὀπίσω βίᾳ τείνας καὶ τοὺς κημοὺς ἐπισφίγξας, μάστιξι καὶ κέντροις ἀναμνήσει τῆς δεσποτικῆς ἐξουσίας, ἧς ἐπελάθοντο διὰ τὸ χρηστὸν καὶ ἥμερον τοῦ
Som
.

2

.

295

κρατοῦντος ὥσπερ οἱ κακοὶ δοῦλοι. τὸ γὰρ τῶν δεσποτῶν ἐπιεικὲς εἰς ἀναρχίαν ἐκτρέποντες ἐπιμορφάζουσι τὸ ἀδέσποτον, μέχρις ἂν τὴν ῥοώδη τε καὶ πολλὴν αὐτῶν νόσον, ἀντὶ φαρμάκων τὰς τιμωρίας προσ‐
Som
.

2

.

296

φέρων, ὁ κεκτημένος ἐπισχῇ. διὸ λέγεται· „ψυχὴ ἄνομος ἡ διαστέλ‐ λουσα τοῖς χείλεσι κακοποιῆσαι ἢ καλῶς ποιῆσαι· εἶθ’ ὕστερον ἐξαγορεύ‐ σει τὴν ἁμαρτίαν ἑαυτῆσ“ (Lev. 5, 4). τί φῄς, ὦ γέμουσα ἀλαζονείας; οἶδας γάρ, τί ἐστι τὸ πρὸς ἀλήθειαν ἀγαθὸν ἢ καλὸν ἢ δίκαιον ἢ ὅσιον
Som
.

2

.

297

ἢ τίνα τίσιν ἐφαρμόττει; ἡ τούτων ἐπιστήμη τε καὶ δύναμις ἀνάκειται μόνῳ θεῷ, καὶ εἴ τις αὐτῷ φίλος. μάρτυς δὲ καὶ χρησμός, ἐν ᾧ λέγεται· „ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω κἀγὼ ἰάσομαι“305
Som
.

2

.

298

(Deut. 32, 39). ἀλλὰ γὰρ οὐδὲ ἐπιπόλαιον ἔσχεν ἡ δοκησίσοφος ψυχὴ τὴν τῶν ὑπὲρ ἑαυτὴν ὀνείρωξιν, ἀλλ’ οὕτως ἡ δυστυχὴς ἐξηνεμώθη, ὡς καὶ ἐνώμοτον γενέσθαι περὶ τοῦ βεβαίως καὶ παγίως ταῦθ’ ἑστάναι,
Som
.

2

.

299

ἃ ψευδῶς ὑπέλαβεν. ἐὰν οὖν τὸ παλμῶδες καὶ παφλάζον τοῦ νοσή‐ ματος ἄρξηται χαλᾶν, τὰ τῆς ὑγείας ἐμπυρεύματα κατ’ ὀλίγον ἐκζω‐ πυρούμενα βιάσεται τὸ μὲν πρῶτον ἐξαγορεῦσαι τὸ ἁμάρτημα, τὸ δ’ ἐστὶ κακίσαι ἑαυτήν, εἶτα πρὸς βωμοῖς ἱκέτιν γενέσθαι, ποτνιωμένην
5λιταῖς καὶ εὐχαῖς καὶ θυσίαις, 〈αἷσ〉 ἀμνηστίας μόναις ἐπιλαχεῖν ἔστιν.
Som
.

2

.

300

Ἑξῆς δ’ ἄν τις εἰκότως ἐπαπορήσειε, τί δή ποτε τὸν ἐν Αἰγύπτῳ ποταμὸν μόνον ἀνέγραψεν ἔχοντα χείλη, τὸν δ’ Εὐφράτην ἤ τινα τῶν ἄλλων ἱερῶν ποταμῶν οὐκέτι. ὅπου μὲν γάρ φησι· „στήσῃ συναντῶν αὐτῷ παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ“ (Exod. 7, 15) ***.
Som
.

2

.

301

καίτοι τινὲς ἴσως ἐπιχλευάζοντες ἐροῦσι, μὴ δεῖν τὰ τοιαῦτα εἰς τὰς ζητήσεις εἰσάγειν· γλισχρολογίαν γὰρ μᾶλλον ἢ ὠφέλειάν τινα ἐμφαίνειν. ἐγὼ δὲ τὰ τοιαῦτα ἡδυσμάτων τρόπον παρηρτύσθαι ταῖς ἱεραῖς ἀνα‐ γραφαῖς βελτιώσεως ἕνεκα τῶν ἐντυγχανόντων ὑπολαμβάνω· καὶ οὐδε‐
5μίαν τῶν ζητούντων καταγνωστέον εὑρεσιλογίαν, ἀλλ’ εἰ μὴ ζητοῖεν,
Som
.

2

.

302

ἔμπαλιν ἀργίαν. οὐδὲ γὰρ περὶ ποταμῶν ἐστιν ἱστορίας ἡ παροῦσα σπουδή, περὶ δὲ βίων | τῶν εἰκαζομένων ποταμίοις ῥεύμασιν, ἐναντιου‐ μένων ἀλλήλοις. ὁ μὲν γὰρ τοῦ σπουδαίου βίος ἐν ἔργοις, ἐν λόγοις δὲ ὁ τοῦ φαύλου θεωρεῖται. λόγος δὲ γλώττῃ καὶ στόματι καὶ χείλεσι
5καὶ τοῖς ***.306