TLG 0018 010 :: PHILO JUDAEUS :: De plantatione

PHILO JUDAEUS Phil.
(Alexandrinus: 1 B.C.–A.D. 1)

De plantatione

Source: Wendland, P. (ed.), Philonis Alexandrini opera quae supersunt, vol. 2. Berlin: Reimer, 1897 (repr. Berlin: De Gruyter, 1962): 133–169.

Citation: Section — (line)

Plant
.

t

ΠΕΡΙ ΦΥΤΟΥΡΓΙΑΣ ΝΩΕ ΤΟ ΔΕΥΤΕΡΟΝ
Plant
.

1

| Ἐν μὲν τῷ προτέρῳ βιβλίῳ τὰ περὶ γεωργικῆς τέχνης γενικῆς, ὅσα καιρὸς ἦν, εἴπομεν, ἐν δὲ τούτῳ περὶ τῆς κατ’ εἶδος ἀμπελουργικῆς, ὡς ἂν οἷόν τε ᾖ, ἀποδώσομεν. τὸν γὰρ δίκαιον οὐ γεωργὸν μόνον, ἀλλὰ καὶ ἰδίως ἀμπελουργὸν εἰσάγει φάσκων· „ἤρξατο Νῶε ἄνθρωπος
Plant
.

2

εἶναι γεωργὸς γῆς καὶ ἐφύτευσεν ἀμπελῶνα“ (Gen. 9, 20). προσήκει δὲ τὸν μέλλοντα περὶ τῶν κατὰ μέρος φυτουργιῶν τε καὶ γεωργιῶν διεξιέναι κατανοῆσαι πρῶτον τὰ τελειότατα τοῦ παντὸς φυτὰ καὶ τὸν μέγαν φυτουργὸν καὶ ἐπιστάτην αὐτῶν. ὁ μὲν τοίνυν τῶν φυτουργῶν
5μέγιστος καὶ τὴν τέχνην τελειότατος ὁ τῶν ὅλων ἡγεμών ἐστι, φυτὸν δὲ αὖ περιέχον ἐν ἑαυτῷ τὰ ἐν μέρει φυτὰ ἅμα παμμυρία καθάπερ
Plant
.

3

κληματίδας ἐκ μιᾶς ἀναβλαστάνοντα ῥίζης ὅδε ὁ κόσμος. ἐπειδὴ γὰρ τὴν οὐσίαν ἄτακτον καὶ συγκεχυμένην οὖσαν ἐξ αὑτῆς εἰς τάξιν ἐξ ἀταξίας καὶ ἐκ συγχύσεως εἰς διάκρισιν ἄγων ὁ κοσμοπλάστης μορφοῦν ἤρξατο, γῆν μὲν καὶ ὕδωρ ἐπὶ τὸ μέσον ἐρρίζου, τὰ | δὲ ἀέρος καὶ
5πυρὸς δένδρα πρὸς τὴν μετάρσιον ἀνεῖλκεν ἀπὸ τοῦ μέσου χώραν, τὸν δὲ αἰθέριον ἐν κύκλῳ τόπον ὠχυροῦτο τῶν ἐντὸς ὅρον τε καὶ φυλακτήριον αὐτὸν τιθείς, ἀφ’ οὗ καὶ οὐρανὸς ὠνομάσθαι δοκεῖ· 〈καὶ〉 ὀχεῖσθαι μὲν γῆν ὕδατι ξηρὰν οὖσαν, ἣν δέος ἦν ὕδατι διαλύεσθαι, πυρὶ δὲ ἀέρα θερμῷ φύσει τὸν ἐξ ἑαυτοῦ ψυχρότατον, θαῦμα ἔκτοπον, ὁ θαυματο‐133
Plant
.

4

ποιὸς εἰργάζετο. πῶς γὰρ οὐ τεράστιον ὑπὸ μὲν τοῦ λυομένου συνέχεσθα τὸ λύον, πρὸς γῆς ὕδωρ, ἐπὶ δὲ τῷ ψυχροτάτῳ τὸ θερμότατον ἄσβεστον ἱδρῦσθαι, πῦρ ἐπὶ ἀέρι; καὶ ταῦτα μὲν τὰ τέλεια τοῦ παντὸς ἦν μοσχεύ‐ ματα, τὸ δὲ παμμέγεθες καὶ παμφορώτατον ἔρνος ὁ κόσμος οὗτος, οὗ
5παραφυάδες οἱ εἰρημένοι βλαστοί.
Plant
.

5

Ὅπου ποτ’ οὖν ἄρα τὰς ῥίζας καθῆκε καὶ τίς ἐστιν αὐτῷ βάσις, ἐφ’ ἧς ὥσπερ ἀνδριὰς ἐρήρεισται, σκεπτέον. σῶμα μὲν οὖν οὐδὲν ἀπολειφθὲν εἰκὸς ἔξω πλανᾶσθαι πᾶσαν τὴν δι’ ὅλων ὕλην
Plant
.

6

ἐργασαμένου καὶ διακοσμήσαντος θεοῦ· τελειότατον γὰρ ἥρμοττε τὸ μέγιστον τῶν ἔργων τῷ μεγίστῳ δημιουργῷ διαπλάσασθαι, τελειότατον δὲ οὐκ ἂν ἦν, εἰ μὴ τελείοις συνεπληροῦτο μέρεσιν· ὥστε ἐκ γῆς ἁπάσης καὶ παντὸς ὕδατος καὶ ἀέρος καὶ πυρός, μηδενὸς ἔξω μηδὲ τοῦ
Plant
.

7

βραχυτάτου καταλειφθέντος, συνέστη ὅδε ὁ κόσμος. ἀνάγκη τοίνυν ἐκτὸς ἢ κενὸν ἢ μηδὲν εἶναι. εἰ μὲν δὴ κενόν, πῶς τὸ πλῆρες καὶ ναστὸν καὶ τῶν ὄντων βαρύτατον οὐ βρίθει ταλαντεῦον στερεοῦ μηδενὸς ἐπερεί‐ δοντος; ἐξ οὗ φάσματι ἂν ἐοικέναι δόξαι, ζητούσης ἀεὶ τῆς δια‐
5νοίας βάσιν σωματικήν, 〈ἣν〉 πᾶν ἔχειν εἰκός, ἐάν τι κινούμενον τυγχάνῃ, τὸν δὲ δὴ κόσμον καὶ διαφερόντως, ὅτι τὸ μέγιστον σωμά‐
των ἐστὶ καὶ πλῆθος ἄλλων σωμάτων ὡς οἰκεῖα ἐγκεκόλπισται μέρη.134
Plant
.

8

τὰς δυσωπίας οὖν εἴ τις ἀποδιδράσκειν βούλοιτο τὰς ἐν τοῖς διαπορηθεῖσι, λεγέτω μετὰ παρρησίας, ὅτι οὐδὲν τῶν ἐν ὕλαις κραταιὸν οὕτως, ὡς τὸν κόσμον ἀχθοφορεῖν ἰσχῦσαι, λόγος δὲ ὁ ἀίδιος θεοῦ τοῦ αἰωνίου τὸ ὀχυ‐
Plant
.

9

ρώτατον καὶ | βεβαιότατον ἔρεισμα τῶν ὅλων ἐστίν. οὗτος ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ μέσα ταθεὶς δολιχεύει τὸν τῆς φύσεως δρόμον ἀήττητον συνάγων τὰ μέρη πάντα καὶ σφίγγων· δεσμὸν
Plant
.

10

γὰρ αὐτὸν ἄρρηκτον τοῦ παντὸς ὁ γεννήσας ἐποίει πατήρ. εἰκότως οὖν οὐδὲ γῆ πᾶσα διαλυθήσεται πρὸς παντὸς ὕδατος, ὅπερ αὐτῆς οἱ κόλποι κεχωρήκασιν, οὐδ’ ὑπὸ ἀέρος σβεσθήσεται πῦρ, οὐδ’ ἔμπαλιν ὑπὸ πυρὸς ἀὴρ ἀναφλεχθήσεται, τοῦ θείου λόγου μεθόριον τάττοντος
5αὑτὸν καθάπερ φωνήεντα στοιχείων ἀφώνων, ἵνα τὸ ὅλον ὥσπερ ἐπὶ τῆς ἐγγραμμάτου φωνῆς συνηχήσῃ, τὰς τῶν ἐναντίων ἀπειλὰς πειθοῖ τῇ συναγωγῷ μεσιτεύοντός τε καὶ διαιτῶντος.
Plant
.

11

Οὕτως μὲν δὴ τὸ παμφορώτατον φυτὸν ἐρριζοῦτο καὶ ῥιζωθὲν ἐκρατεῖτο· τῶν δὲ ἐν μέρει καὶ βραχυτέρων φυτῶν τὰ μὲν μεταβατικῶς κινητά, τὰ δὲ ἄνευ μεταβάσεως ὡς ἂν ἑστῶτα κατὰ τὸν αὐτὸν τόπον
Plant
.

12

ἐδημιουργεῖτο. τὰ μὲν οὖν μεταβατικῇ κινήσει χρώμενα, ἃ δή φαμεν ἡμεῖς ζῷα εἶναι, ταῖς τοῦ παντὸς ὁλοσχερεστέραις προσεγένετο μοίραις, γῇ μὲν τὰ χερσαῖα, πλωτὰ δὲ ὕδατι, τὰ δὲ πτηνὰ ἀέρι καὶ τὰ πυρίγονα
πυρί, ὧν τὴν γένεσιν ἀριδηλοτέραν κατὰ Μακεδονίαν λόγος ἔχει προφαίνε‐135
5σθαι, καὶ οἱ ἀστέρες οὐρανῷ—ζῷα γὰρ καὶ τούτους νοερὰ δι’ ὅλων φασὶν οἱ φιλοσοφήσαντες—, 〈ὧν〉 οἱ μὲν πλάνητες ἐξ ἑαυτῶν, οἱ δ’ ἀπλανεῖς τῇ τοῦ παντὸς συμπεριαγόμενοι φορᾷ τόπους ἐναλλάττειν δοκοῦσι.
Plant
.

13

τὰ δὲ ἀφαντάστῳ φύσει διοικούμενα, ἅπερ ἰδίως λέγεται φυτά, μετα‐ βατικῆς κινήσεως ἀμέτοχα. διττὰ δὲ ἔν τε γῇ καὶ ἀέρι γένη ὁ
Plant
.

14

ποιῶν ἐποίει. ἀέρι μὲν τὰ πτηνὰ καὶ αἰσθητὰ καὶ δυνάμεις ἄλλας αἰσθήσει οὐδαμῇ οὐδαμῶς καταλαμβανομένας—ψυχῶν ὁ θίασος οὗτος ἀσωμάτων ἐστὶ διακεκοσμημένων οὐ ταῖς αὐταῖς ἐν τάξεσι· τὰς μὲν γὰρ εἰσκρίνεσθαι λόγος ἔχει σώμασι θνητοῖς καὶ κατά τινας ὡρισμένας περι‐
5όδους ἀπαλλάττεσθαι πάλιν, τὰς δὲ θειοτέρας κατασκευῆς λαχούσας ἅπαντος ἀλογεῖν τοῦ γῆς χωρίου, ἀνωτάτω δ’ εἶναι πρὸς αὐτῷ τῷ | αἰθέρι τὰς καθαρωτάτας, ἃς οἱ μὲν παρ’ Ἕλλησι φιλοσοφήσαντες ἥρωας καλοῦσι, Μωυσῆς δὲ ὀνόματι εὐθυβόλῳ χρώμενος ἀγγέλους προσαγορεύει, πρεσβευομένας καὶ διαγγελλούσας τά τε παρὰ τοῦ ἡγεμόνος
10τοῖς ὑπηκόοις ἀγαθὰ καὶ τῷ βασιλεῖ ὧν εἰσιν οἱ ὑπήκοοι χρεῖοι—, γῇ δὲ ζῷά τε χερσαῖα καὶ φυτά, δύο πάλιν, προσένειμε, τὴν αὐτὴν
Plant
.

15

μητέρα τε βουληθεὶς εἶναι καὶ τροφόν· καθάπερ γὰρ γυναικὶ καὶ παντὶ τῷ θήλει πηγαὶ πρὸς τῷ μέλλειν ἀποκυΐσκειν ἀναχέονται γάλακτος, ἵνα τοῖς γεννωμένοις ἄρδωσι τὰς ἀναγκαίας καὶ ἁρμοττούσας τροφάς, τὸν αὐτὸν τρόπον καὶ τῇ χερσαίων ζῴων μητρὶ γῇ πάσας φυτῶν προσέ‐
5νειμεν ἰδέας, ἵνα συγγενέσι καὶ μὴ ὀθνείοις τροφαῖς τὰ γεννώμενα χρή‐136
Plant
.

16

σηται. καὶ μὴν τὰ μὲν φυτὰ κατωκάρα ἀπειργάζετο τὰς κεφαλὰς αὐτῶν ἐν τοῖς βαθυγειοτάτοις γῆς μέρεσι πήξας, ζῴων δὲ τῶν ἀλόγων τὰς κεφαλὰς ἀνελκύσας ἀπὸ γῆς ἐπὶ προμήκους αὐχένος ἄκρας ἡρμόζετο τῷ
Plant
.

17

αὐχένι ὥσπερ ἐπίβασιν τοὺς ἐμπροσθίους πόδας θείς. ἐξαιρέτου δὲ τῆς κατασκευῆς ἔλαχεν ἄνθρωπος· τῶν μὲν γὰρ ἄλλων τὰς ὄψεις περιήγαγε κάτω κάμψας, διὸ νένευκε πρὸς χέρσον, ἀνθρώπου δὲ ἔμπαλιν ἀνώρθωσεν, ἵνα τὸν οὐρανὸν καταθεᾶται, φυτὸν οὐκ ἐπίγειον ἀλλ’ οὐράνιον, ὡς ὁ
Plant
.

18

παλαιὸς λόγος, ὑπάρχων. ἀλλ’ οἱ μὲν ἄλλοι τῆς αἰθερίου φύσεως τὸν ἡμέτερον νοῦν μοῖραν εἰπόντες εἶναι συγγένειαν ἀνθρώπῳ πρὸς αἰθέρα συνῆψαν. ὁ δὲ μέγας Μωυσῆς οὐδενὶ τῶν γεγονότων τῆς λογικῆς ψυχῆς τὸ εἶδος ὡμοίωσεν, ἀλλ’ εἶπεν αὐτὴν τοῦ θείου καὶ
5ἀοράτου πνεύματος ἐκείνου δόκιμον εἶναι νόμισμα σημειωθὲν καὶ τυπω‐
Plant
.

19

θὲν σφραγῖδι θεοῦ, ἧς ὁ χαρακτήρ ἐστιν ὁ ἀίδιος λόγος· „ἐνέπνευσε“ γάρ φησιν „ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆσ“ (Gen. 2, 7), ὥστε ἀνάγκη πρὸς τὸν ἐκπέμποντα τὸν δεχόμενον ἀπεικονίσθαι· διὸ καὶ λέγεται κατ’ εἰκόνα θεοῦ τὸν ἄνθρωπον γεγενῆσθαι (Gen. 1, 27), οὐ
Plant
.

20

μὴν κατ’ εἰκόνα τινὸς τῶν γεγονότων. ἀκόλουθον οὖν ἦν τῆς ἀνθρώ‐
που ψυχῆς κατὰ τὸν ἀρχέτυπον τοῦ αἰτίου λόγον ἀπεικονισθείσης καὶ τὸ σῶμα ἀνεγερθὲν πρὸς τὴν καθαρωτάτην τοῦ παντὸς μοῖραν, οὐρανόν, τὰς ὄψεις ἀνατεῖναι, ἵνα τῷ φανερῷ τὸ ἀφανὲς ἐκδήλως καταλαμβάνηται.137
Plant
.

21

ἐπειδὴ τοίνυν τὴν πρὸς τὸ ὂν διανοίας ὁλκὴν ἀμήχανον ἦν ἰδεῖν ὅτι μὴ τοὺς ἀχθέντας πρὸς αὐτοῦ μόνους—ὃ γὰρ πέπονθεν ἕκαστος, αὐτὸς ἐξαιρέτως οἶδεν—, εἴδωλον ἐναργὲς | ἀειδοῦς ὄμματος τὰ τοῦ σώματος
Plant
.

22

ποιεῖ δυνάμενα πρὸς αἰθέρα ἀπονεύειν. ὁπότε γὰρ οἱ ἐκ φθαρτῆς παγέντες ὕλης ὀφθαλμοὶ τοσοῦτον ἐπέβησαν, ὡς ἀπὸ τοῦ τῆς γῆς χωρίου πρὸς τὸν μακρὰν οὕτως ἀφεστῶτα ἀνατρέχειν οὐρανὸν καὶ ψαύειν τῶν περάτων αὐτοῦ, πόσον τινὰ χρὴ νομίσαι τὸν πάντῃ δρόμον τῶν ψυχῆς
5ὀμμάτων; ἅπερ ὑπὸ πολλοῦ τοῦ τὸ ὂν κατιδεῖν τηλαυγῶς ἱμέρου πτερω‐ θέντα οὐ μόνον πρὸς τὸν ἔσχατον αἰθέρα τείνεται, παραμειψάμενα δὲ
Plant
.

23

καὶ παντὸς τοῦ κόσμου τοὺς ὅρους ἐπείγεται πρὸς τὸν ἀγένητον. διὰ τοῦτο ἐν τοῖς χρησμοῖς οἱ σοφίας καὶ ἐπιστήμης ἄπληστοι διατελοῦντες ἀνακεκλῆσθαι λέγονται· πρὸς γὰρ τὸ θεῖον ἄνω καλεῖσθαι θέμις τοὺς
Plant
.

24

ὑπ’ αὐτοῦ καταπνευσθέντας. δεινὸν γάρ, εἰ τυφῶσι μὲν καὶ ἁρπυίαις αὐτόπρεμνα δένδρα πρὸς ἀέρα ἀνασπᾶται καὶ μυριάγωγα σκάφη βρίθοντα φόρτῳ καθάπερ τινὰ τῶν κουφοτάτων ἐκ μέσων τῶν πελαγῶν ἀναρπά‐ ζεται καὶ λίμναι καὶ ποταμοὶ μετάρσιοι φέρονται, τοὺς γῆς κόλπους
5ἐκλιπόντος τοῦ ῥεύματος, ὅπερ ἀνιμήσαντο αἱ τῶν ἀνέμων κραταιόταται καὶ πολυπλοκώταται δῖναι, τῇ δὲ τοῦ θείου πνεύματος καὶ πάντα δυνα‐ τοῦ καὶ τὰ κάτω νικῶντος φύσει κοῦφον ὁ νοῦς ὢν οὐκ ἐπελαφρίζεται καὶ πρὸς μήκιστον ὕψος ἐξαίρεται, καὶ μάλιστα ὁ τοῦ φιλοσοφήσαντος
Plant
.

25

ἀνόθως. οὗτος γὰρ κάτω μὲν οὐ βρίθει πρὸς τὰ σώματος καὶ γῆς φίλα ταλαντεύων, ὧν διάζευξιν καὶ ἀλλοτρίωσιν ἀεὶ διεπόνησεν, ἄνω δὲ φέρε‐ ται τῶν μεταρσίων καὶ ἱεροπρεπεστάτων καὶ εὐδαιμόνων φύσεων ἀκορέ‐138
Plant
.

26

στως ἐρασθείς. τοιγαροῦν Μωυσῆς ὁ ταμίας καὶ φύλαξ τῶν τοῦ ὄντος ὀργίων ἀνακεκλήσεται· λέγεται γὰρ ἐν Λευιτικῇ βίβλῳ „ἀνεκάλεσε Μωυσῆν“ (Lev. 1, 1). ἀνακεκλήσεται δὲ καὶ ὁ τῶν δευτερείων ἀξιω‐ θεὶς Βεσελεήλ· καὶ γὰρ τοῦτον ἀνακαλεῖ ὁ θεὸς πρὸς τὴν τῶν ἱερῶν
Plant
.

27

κατασκευήν τε καὶ ἐπιμέλειαν ἔργων (Exod. 31, 2 sqq.). ἀλλ’ ὁ μὲν τὰ δευτερεῖα τῆς ἀνακλήσεως, Μωυσῆς δὲ ὁ πάνσοφος οἴσεται τὰ πρωτεῖα· ἐκεῖνος μὲν γὰρ τὰς σκιὰς πλάττει καθάπερ οἱ ζωγραφοῦντες οἷς οὐ θέμις οὐδὲν ἔμψυχον δημιουργῆσαι—Βεσελεὴλ γὰρ ἐν σκιαῖς ποιῶν
5ἑρμηνεύεται—, Μωυσῆς δὲ οὐ σκιὰς ἀλλὰ τὰς ἀρχετύπους φύσεις αὐτὰς τῶν πραγμάτων ἔλαχεν ἀνατυποῦν. ἄλλως τε καὶ τὸ αἴτιον οἷς μὲν τηλαυγέστερον καὶ ἀριδηλότερον ὡς ἂν ἐν ἡλίῳ καθαρῷ, οἷς δὲ ἀμυδρό‐ τερον ὡς ἂν ἐν σκιᾷ τὰ οἰκεῖα εἴωθεν ἐπιδείκνυσθαι.
Plant
.

28

| Διεξεληλυθότες οὖν περὶ τῶν ὁλοσχερεστέρων ἐν κόσμῳ φυτῶν ἴδωμεν ὃν τρόπον καὶ τὰ ἐν τῷ ἀνθρώπῳ, τῷ βραχεῖ κόσμῳ, δένδρα ὁ πάνσοφος ἐδημιούργει θεός. αὐτίκα τοίνυν ὥσπερ βαθύγειον χωρίον σῶμα τὸ ἡμέτερον λαβὼν δεξαμενὰς αὐτῷ τὰς αἰσθήσεις ἀπειρ‐
Plant
.

29

γάζετο· κἄπειθ’ οἷα φυτὸν ἥμερον καὶ ὠφελιμώτατον ἑκάστην αὐτῶν ἐνετίθει, ἀκοὴν μὲν εἰς οὖς, ὄψιν δ’ εἰς ὄμματα καὶ εἰς μυκτῆρας ὄσφρησιν καὶ τὰς ἄλλας εἰς τὰ οἰκεῖα καὶ συγγενῆ χωρία. μαρτυρεῖ δέ μου τῷ λόγῳ ὁ θεσπέσιος ἀνὴρ ἐν ὕμνοις λέγων ὧδε· „ὁ φυτεύων οὖς
Plant
.

30

οὐκ ἀκούει; ὁ πλάσσων ὀφθαλμοὺς οὐκ ἐπιβλέψει“ (Psalm. 93, 9); καὶ τὰς διηκούσας μέντοι μέχρι σκελῶν τε καὶ χειρῶν καὶ τῶν ἄλλων τοῦ σώματος μερῶν, ὅσα ἐντός τε καὶ ἐκτός, δυνάμεις ἁπάσας εὐγενῆ
Plant
.

31

μοσχεύματα εἶναι συμβέβηκε. τὰ δὲ ἀμείνω καὶ τελειότερα τῷ μεσαι‐ τάτῳ καὶ καρποφορεῖν δυναμένῳ διαφερόντως ἡγεμονικῷ προσερρίζου·
ταῦτα δέ εἰσι νόησις, κατάληψις, εὐστοχία, μελέται, μνῆμαι, ἕξεις, δια‐ θέσεις, τεχνῶν ἰδέαι πολύτροποι, βεβαιότης ἐπιστημῶν, τῶν ἀρετῆς139
5ἁπάσης θεωρημάτων ἄληστος ἀνάληψις. τούτων οὐδὲν οὐδεὶς θνητὸς ἱκανὸς φυτουργῆσαι, πάντων δὲ ἀθρόων εἷς ὁ ἀγένητος τεχνίτης, οὐ πεποιηκὼς μόνον, ἀλλὰ καὶ ποιῶν ἀεὶ καθ’ ἕκαστον τῶν γεννωμένων τὰ φυτὰ ταῦτα.
Plant
.

32

Τοῖς εἰρημένοις ἐστὶν ἀκόλουθος καὶ ἡ τοῦ παραδείσου φυτουργία· λέγεται γάρ· „ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν“ (Gen. 2, 8). τὸ μὲν οὖν ἀμπέλους καὶ ἐλαιῶν ἢ μηλεῶν ἢ ῥοιῶν ἢ τῶν παραπλησίων
Plant
.

33

δένδρα οἴεσθαι *** πολλὴ καὶ δυσθεράπευτος εὐήθεια. τίνος γὰρ ἕνεκα, εἴποι τις ἄν; ἵνα ἐνδιαιτήσεις εὐαγώγους ἔχῃ; ὁ γὰρ κόσμος ἅπας αὐταρκέστατον ἐνδιαίτημα ἂν νομισθείη θεῷ τῷ πανηγεμόνι; ἢ οὐχὶ μυρίων καὶ ἄλλων δόξαι ἂν ὑστερίζειν, ὡς πρὸς ὑποδοχὴν τοῦ
5μεγάλου βασιλέως ἀξιόχρεων ὑποληφθῆναι; χωρὶς τοῦ μηδὲ εὐαγὲς εἶναι οἴεσθαι τὸ αἴτιον ἐν τῷ αἰτιατῷ περιέχεσθαι [τῷ] μηδὲ τὰ δένδρα
Plant
.

34

τοὺς ἐτησίους δήπου φέρειν καρπούς. πρὸς τὴν τίνος οὖν ἀπόλαυσίν τε καὶ χρῆσιν καρποφορήσει ὁ παράδεισος; ἀνθρώπου μὲν οὐδενός· οὐδεὶς γὰρ εἰσάγεται τὸ παράπαν τὸν παράδεισον οἰκῶν, ἐπεὶ καὶ τὸν πρῶτον διαπλασθέντα ἐκ γῆς μεταναστῆναί φησιν ἐνθένδε, ὄνομα Ἀδάμ.
Plant
.

35

καὶ μὴν ὅ γε θεὸς ὥσπερ τῶν ἄλλων καὶ τροφῆς ἀνεπιδεής ἐστιν· ἀνάγκη γὰρ τὸν τροφῇ χρώμενον δεῖσθαι μὲν τὸ πρῶτον, ἔπειτα δὲ ὄργανα εὐτρεπίσθαι, δι’ ὧν καὶ τὴν εἰσιοῦσαν παραδέξεται καὶ τὴν ἐκμασηθεῖσαν θύραζε ἀποπέμψει. | ταῦτα δὲ μακαριότητος καὶ εὐδαι‐
5μονίας τῆς περὶ τὸ αἴτιον ἀπᾴδει, τῶν ἀνθρωπόμορφον, ἔτι δὲ καὶ ἀνθρωποπαθὲς αὐτὸ εἰσαγόντων ἐπ’ εὐσεβείας καὶ ὁσιότητος καθαιρέσει,
Plant
.

36

μεγάλων ἀρετῶν, ἐκθεσμότατα ὄντα εὑρήματα. ἰτέον οὖν ἐπ’
ἀλληγορίαν τὴν ὁρατικοῖς φίλην ἀνδράσι· καὶ γὰρ οἱ χρησμοὶ τὰς εἰς αὐτὴν ἡμῖν ἀφορμὰς ἐναργέστατα προτείνουσι· λέγουσι γὰρ ἐν τῷ παραδείσῳ φυτὰ εἶναι μηδὲν ἐοικότα τοῖς παρ’ ἡμῖν, ἀλλὰ ζωῆς, ἀθα‐140
5νασίας, εἰδήσεως, καταλήψεως, συνέσεως, καλοῦ καὶ πονηροῦ φαντασίας.
Plant
.

37

ταῦτα δὲ χέρσου μὲν οὐκ ἂν εἴη, λογικῆς δὲ ψυχῆς ἀναγκαίως φυτά, 〈ἧσ〉 ἡ μὲν πρὸς ἀρετὴν ὁδὸς αὕτη ζωὴν καὶ ἀθανασίαν ἔχουσα τὸ τέλος, ἡ δὲ πρὸς κακίαν φυγήν τε τούτων καὶ θάνατον. τὸν οὖν φιλόδωρον θεὸν ὑποληπτέον ἐν τῇ ψυχῇ καθάπερ παράδεισον ἀρετῶν καὶ τῶν κατ’
Plant
.

38

αὐτὰς πράξεων ἐμφυτεύειν πρὸς τελείαν εὐδαιμονίαν αὐτὴν ἄγοντα. διὰ τοῦτο καὶ τόπον οἰκειότατον προσένειμε τῷ παραδείσῳ καλούμενον Ἐδέμ —ἑρμηνεύεται δὲ τρυφή—, σύμβολον ψυχῆς τῆς ἄρτια βλεπούσης, ἀρεταῖς ἐγχορευούσης καὶ ὑπὸ πλήθους καὶ μεγέθους χαρᾶς ἀνασκιρτώ‐
5σης, ἀπόλαυσμα ἓν ἀντὶ μυρίων τῶν παρὰ ἀνθρώποις ἡδίστων προτε‐
Plant
.

39

θειμένης τὴν τοῦ μόνου θεραπείαν σοφοῦ. τούτου τοῦ γανώματος ἀκράτου τις σπάσας, ὁ τοῦ Μωυσέως δὴ θιασώτης, ὃς οὐχὶ τῶν ἠμελη‐ μένων ἦν, ἐν ὑμνῳδίαις ἀνεφθέγξατο πρὸς τὸν ἴδιον νοῦν φάσκων „κατατρύφησον τοῦ κυρίου“ (Psalm. 36, 4), παρακεκινημένος πρὸς τὸν
5οὐράνιον καὶ θεῖον ἔρωτα τῇ φωνῇ, τὰς μὲν 〈ἐν〉 τοῖς λεγομένοις καὶ φαινομένοις ἀνθρωπίνοις ἀγαθοῖς χλιδὰς καὶ θρύψεις ἀλήκτους δυσχερά‐ νας, ὅλον δὲ τὸν νοῦν ὑπὸ θείας κατοχῆς συναρπασθεὶς οἴστρῳ καὶ
Plant
.

40

ἐνευφραινόμενος μόνῳ θεῷ. καὶ τὸ πρὸς ἀνατολαῖς μέντοι τὸν παράδεισον εἶναι (Gen. 2, 8) δεῖγμα τοῦ λεχθέντος ἐστί· σκοταῖον μὲν γὰρ καὶ δυόμενον καὶ νυκτιφόρον ἀφροσύνη, λαμπρότατον δὲ καὶ περι‐ αυγέστατον καὶ ἀνατέλλον ὡς ἀληθῶς φρόνησις. καὶ καθάπερ ἀνίσχων
5ἥλιος ὅλον τὸν οὐρανοῦ κύκλον φέγγους ἀναπληροῖ, τὸν αὐτὸν τρόπον αἱ ἀρετῆς ἀκτῖνες ἀναλάμψασαι τὸ διανοίας χωρίον ὅλον μεστὸν αὐγῆς
Plant
.

41

καθαρᾶς ἀπεργάζονται. τὰ μὲν οὖν ἀνθρώπου κτήματα φρουροὺς ἔχει
καὶ φύλακας ἀγριωτάτους θῆρας εἰς τὴν τῶν ἐπιόντων καὶ κατατρεχόν‐ των ἄμυναν, τὰ δὲ τοῦ θεοῦ κτήματα λογικὰς φύσεις· „ἔθετο“ γάρ φησιν „ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν“, ὃ ἐπὶ λογικῶν μόνων τῶν141
Plant
.

42

ἀρετῶν ἐστιν. αἱ οὖν ἀσκήσεις τε καὶ χρήσεις ἐξαίρετον γέρας παρὰ τὰς τῶν ἄλλων ψυχὰς τουτὶ παρὰ τοῦ θεοῦ ἔλαβον· διὸ καὶ ἐμφαντικώ‐ τατα εἴρηται, ὅτι τὸν ἐν ἡμῖν πρὸς ἀλήθειαν ἄνθρωπον, | τουτέστι τὸν νοῦν, ἔθηκεν ἐν ἱερωτάτοις καλοκἀγαθίας βλαστήμασι καὶ φυτοῖς, ἐπεὶ
5[δὲ] τῶν διανοίας ἀμετόχων ἱκανὸν οὐδὲν ἀρετὰς γεωργῆσαι, ὧν τὸ
Plant
.

43

παράπαν λαμβάνειν οὐ πέφυκε κατάληψιν. οὐκ ἔστι δ’ οὖν ἀπορητέον, τί δήποτε εἰς μὲν τὴν κιβωτόν, ἣν ἐν τῷ μεγίστῳ κατα‐ κλυσμῷ κατασκευασθῆναι συνέβη, πᾶσαι τῶν θηρίων αἱ ἱδέαι εἰσάγον‐ ται, εἰς δὲ τὸν παράδεισον οὐδεμία· ἡ μὲν γὰρ κιβωτὸς σύμβολον ἦν
5σώματος, ὅπερ ἐξ ἀνάγκης κεχώρηκε τὰς παθῶν καὶ κακιῶν ἀτιθάσους κἀξηγριωμένας κῆρας, ὁ δὲ παράδεισος ἀρετῶν· ἀρεταὶ δὲ οὐδὲν ἀνήμερον
Plant
.

44

ἢ συνόλως ἄλογον παραδέχονται. παρατετηρημένως δὲ οὐ τὸν κατὰ τὴν εἰκόνα τυπωθέντα ἄνθρωπον, ἀλλὰ τὸν πεπλασμένον εἰσαχθῆναί φησιν εἰς τὸν παράδεισον· ὁ μὲν γὰρ τῷ κατὰ τὴν εἰκόνα θεοῦ χαρα‐ χθεὶς πνεύματι οὐδὲν διαφέρει τοῦ τὴν ἀθάνατον ζωὴν καρποφοροῦντος,
5ὡς ἔμοιγε φαίνεται, δένδρου—ἄμφω γὰρ ἄφθαρτα καὶ μοίρας τῆς μεσαι‐ τάτης καὶ ἡγεμονικωτάτης ἠξίωται· λέγεται γὰρ ὅτι τὸ ξύλον τῆς ζωῆς ἐστιν ἐν μέσῳ τοῦ παραδείσου (Gen. 2, 9)—, ὁ δὲ τοῦ πολυμιγοῦς καὶ γεωδεστέρου σώματος, ἀπλάστου καὶ ἁπλῆς φύσεως ἀμέτοχος, ἧς ὁ ἀσκητὴς ἐπίσταται τὸν οἶκον καὶ τὰς αὐλὰς [τοῦ κυρίου] οἰκεῖν μόνος—
10Ἰακὼβ γὰρ „ἄπλαστος οἰκῶν οἰκίαν“ εἰσάγεται (Gen. 25, 27)—, πολυτρόπῳ δὲ καὶ ἐκ παντοίων συνῃρημένῃ καὶ πεπλασμένῃ διαθέσει
Plant
.

45

χρώμενος. τιθέναι οὖν ἐν τῷ παραδείσῳ, τῷ παντὶ κόσμῳ, ῥιζωθέντα
εἰκὸς ἦν τὸν μέσον νοῦν, ὁλκοῖς πρὸς τἀναντία κεχρημένον δυνάμεσιν ἐπὶ τὴν διάκρισίν τε αὐτῶν ἀνακληθέντα, ἵνα πρὸς αἵρεσιν καὶ φυγὴν ὁρμήσας, εἰ μὲν τὰ ἀμείνω δεξιώσαιτο, ἀθανασίας καὶ εὐκλείας ἀπό‐142
Plant
.

46

ναιτο, εἰ δ’ αὖ τὰ χείρω, ψεκτὸν θάνατον εὕρηται. τοιαῦτα μὲν δὴ δένδρα ὁ μόνος σοφὸς ἐν ψυχαῖς λογικαῖς ἐρρίζου. Μωυσῆς δὲ οἰκτιζόμενος τοὺς μετανάστας ἐκ τοῦ τῶν ἀρετῶν παραδείσου γεγονότας καὶ τὸ αὐτεξούσιον τοῦ θεοῦ κράτος αὐτοῦ καὶ τὰς ἵλεως καὶ ἡμέρους
5δυνάμεις εὔχεται, ὅθεν ὁ γήινος νοῦς Ἀδὰμ πεφυγάδευται, κεῖθι τοὺς
Plant
.

47

ὁρατικοὺς ἐμφυτευθῆναι· λέγει γάρ· „εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω, κύριε, ἁγίασμα, κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου· κύριος βασιλεύων τὸν αἰῶνα καὶ
Plant
.

48

ἐπ’ αἰῶνα καὶ ἔτι“ (Exod. 15, 17. 18). | οὐκοῦν σαφέστατα εἰ καί τις ἄλλος ἔμαθεν, ὅτι τὰ σπέρματα καὶ τὰς ῥίζας ἁπάντων καθεὶς ὁ θεὸς αἴτιός ἐστι τοῦ τὸ μέγιστον ἀναβλαστῆσαι φυτόν, τόνδε τὸν κόσμον, ὃν καὶ νῦν ἔοικεν αἰνίττεσθαι δι’ αὐτοῦ τοῦ λεχθέντος ᾄσματος „ὄροσ“
5αὐτὸν „κληρονομίασ“ εἰπών· ἐπειδὴ τοῦ πεποιηκότος οἰκειότατον τὸ
Plant
.

49

γενόμενον κτῆμα καὶ κλῆρος. εὔχεται οὖν ἡμᾶς ἐν τούτῳ φυτευθῆναι, οὐχ ἵνα ἄλογοι καὶ ἀφηνιασταὶ γενώμεθα τὰς φύσεις, ἀλλ’ ἵνα ἑπόμενοι τῇ τοῦ τελειοτάτου διοικήσει τὴν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν αὐτοῦ διέξοδον ἀπομιμούμενοι σώφρονι καὶ ἀπταίστῳ βίῳ χρώμεθα·
5τὸ γὰρ ἀκολουθίᾳ φύσεως ἰσχῦσαι ζῆν εὐδαιμονίας τέλος εἶπον οἱ
Plant
.

50

πρῶτοι. καὶ μὴν τά γε αὖθις λεγόμενα συνᾴδει τῷ προτεθέντι, τὸ τὸν κόσμον εὐτρεπῆ καὶ ἕτοιμον αἰσθητὸν οἶκον εἶναι θεοῦ, τὸ κατειργάσθαι καὶ μὴ ἀγένητον εἶναι, ὡς ᾠήθησάν τινες, τὸ „ἁγίασμα“, οἷον ἁγίων
ἀπαύγασμα, μίμημα ἀρχετύπου, ἐπεὶ τὰ αἰσθήσει καλὰ τῶν νοήσει143
5καλῶν εἰκόνες, τὸ ἡτοιμάσθαι ὑπὸ χειρῶν θεοῦ, τῶν κοσμοποιῶν αὐτοῦ
Plant
.

51

δυνάμεων. ἀλλ’ ὅπως μηδεὶς ὑπολάβοι τὸν ποιητὴν χρεῖον εἶναί τινος τῶν γεγονότων, τὸ ἀναγκαιότατον ἐπιφωνήσει· „βασιλεύων τὸν αἰῶνα καὶ ἐπ’ αἰῶνα καὶ ἔτι“· βασιλέα δὲ οὐδενὸς δεῖσθαι, τὰ δὲ ὑπήκοα
Plant
.

52

βασιλέως θέμις πάντα. τινὲς δὲ ἔφασαν κλῆρον εἶναι καὶ λέγεσθαι θεοῦ τὸ ἀγαθόν, οὗ τὴν χρῆσιν καὶ ἀπόλαυσιν εὔχεσθαι νυνὶ Μωυσῆν προσγενέσθαι· εἰσαγαγών, γάρ φησιν, ἡμᾶς οἷα παῖδας ἄρτι μανθάνειν ἀρχομένους διὰ τῶν σοφίας δογμάτων καὶ θεωρημάτων καὶ μὴ ἀστοι‐
Plant
.

53

χειώτους ἐάσας ἐν ὑψηλῷ καὶ οὐρανίῳ λόγῳ καταφύτευσον. κλῆρος γὰρ οὗτος ἑτοιμότατος καὶ προχειρότατος οἶκος, ἐπιτηδειότατον ἐνδιαίτημα, ὃ „κατειργάσω ἅγιον“· ἀγαθῶν γὰρ καὶ ἁγίων, ὦ δέσποτα, ποιητὴς ὢν τυγχάνεις, ὡς ἔμπαλιν κακῶν καὶ βεβήλων γένεσις ἡ φθαρτή. βασίλευε
5δὴ τὸν ἄπειρον αἰῶνα ψυχῆς τῆς ἱκέτιδος μηδὲ ἀκαρὲς ἐῶν αὐτὴν ἀνηγεμόνευτον· ἡ γὰρ ἀδιάστατος παρὰ σοὶ δουλεία τῆς μεγίστης ἀρχῆς,
Plant
.

54

οὐκ ἐλευθερίας μόνον ἀμείνων. πολλοῖς δὲ ἂν τάχα που ζήτησιν παράσχοι, τίνα ἔχει λόγον τὸ „εἰς ὄρος κληρονομίας σου“· κληροδοτεῖν μὲν θεὸν ἀναγκαῖον, κληρονομεῖν δὲ ἴσως οὐκ εὔλογον πάντων αὐτοῦ
Plant
.

55

κτημάτων ὄντων. ἀλλὰ μήποτε τοῦτο λέγεται ἐπὶ τῶν κατὰ τὸν ἐξαί‐ ρετον οἰκειώσεως λόγον δεσποζομένων πρὸς αὐτοῦ, καθάπερ οἱ βασιλεῖς ἁπάντων μὲν ἄρχουσι τῶν ὑπηκόων, διαφερόντως δὲ τῶν οἰκετῶν, οἷς πρὸς | τὴν τοῦ σώματος ἐπιμέλειαν καὶ τὴν ἄλλην δίαιταν ὑπηρέταις
Plant
.

56

εἰώθασι χρῆσθαι. οἱ δὲ αὐτοὶ καὶ τῶν κατὰ τὴν χώραν ἁπάντων ὄντες κτημάτων δεσπόται καὶ ὅσων ἐπικρατεῖν οἱ ἰδιῶται δοκοῦσι, μόνα ταῦτα ἔχειν νομίζονται, ἅπερ ἐπιτρόποις καὶ ἐπιμεληταῖς ἐγχειρίσαιεν, ἀφ’ ὧν
καὶ τὰς ἐτησίους προσόδους ἐκλέγουσιν· εἰς ἃ πολλάκις ἀνέσεως καὶ144
5εὐθυμίας ἕνεκα προσέρχονται τὸ βαρύτατον τῶν ἐν πολιτείᾳ καὶ βασιλείᾳ φροντίδων ἄχθος ἀποτιθέμενοι· καὶ καλεῖται μέντοι ταῦτα τὰ κτήματα
Plant
.

57

αὐτοῖς βασιλικά. καὶ μὴν ἄργυρός τε καὶ χρυσὸς καὶ ὅσα ἄλλα κειμήλια παρὰ τοῖς ἀρχομένοις θησαυροφυλακεῖται τῶν ἡγουμένων μᾶλλον ἢ τῶν ἐχόντων ἐστίν, ἀλλ’ ὅμως ἴδιοι τῶν βασιλέων θησαυροὶ λέγονται, ἐν οἷς οἱ ταχθέντες τῶν φόρων ἐκλογισταὶ 〈τὰσ〉 ἀπὸ τῆς χώρας προσόδους κατα‐
Plant
.

58

τίθενται. μηδὲν οὖν θαυμάσῃς, εἰ καὶ τοῦ πανηγεμόνος θεοῦ τὸ ἐφ’ ἅπασι κράτος εἰληχότος ἐξαίρετος κλῆρος εἶναι λέγεται ψυχῶν σοφῶν ὁ θίασος, ὁ ὀξυωπέστατα ὁρῶν, ἀμέμπτῳ καὶ ἀκραιφνεῖ κεχρημένος τῷ διανοίας ὄμματι, μύσαντι μὲν οὐδέποτε, ἀεὶ δὲ ἀναπεπταμένῳ καὶ
Plant
.

59

εὐθυτενῶς βλέποντι. οὐ διὰ τοῦτο μέντοι καὶ ἐν ᾠδῇ τῇ μείζονι λέγεται· „ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσ‐ βυτέρους σου καὶ ἐροῦσί σοι· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ·
Plant
.

60

καὶ ἐγένετο μερὶς κυρίου λαὸς αὐτοῦ Ἰσραήλ“ (Deut. 32, 7—9); ἰδοὺ γὰρ πάλιν μερίδα καὶ κλῆρον εἴρηκε θεοῦ τὸν ὁρατικὸν αὐτοῦ καὶ γνήσιον θεραπευτὴν τρόπον, τοὺς δὲ γῆς παῖδας, οὓς Ἀδὰμ ὠνόμασεν υἱούς, ἐσπάρθαι καὶ ἀνασκεδασθῆναι καὶ ἐπισυναχθῆναι, στῖφος δὲ
5γενέσθαι ἡγεμόνι χρήσασθαι ὀρθῷ λόγῳ μὴ δυναμένους. τῷ γὰρ ὄντι ἁρμονίας μὲν καὶ ἑνώσεως αἴτιον ἀρετή, διαλύσεως δὲ καὶ διαρτήσεως
Plant
.

61

ἡ ἐναντία διάθεσις. δεῖγμα μέντοι τῶν εἰρημένων ἐστὶ τὸ γινόμενον ἀνὰ πᾶν ἔτος ἡμέρᾳ τῇ λεγομένῃ τοῦ ἱλασμοῦ· τότε γὰρ διείρηται „δύο τράγους διακληροῦν, τὸν μὲν τῷ κυρίῳ, τὸν δὲ τῷ ἀποπομπαίῳ“ (Lev. 16, 8), | διττὸν λόγον, ὃν μὲν θεῷ, ὃν δὲ γενέσει· ὁ ἀποσεμνύνων
5μὲν οὖν τὸ αἴτιον [τιμὴν] αὐτῷ προσκληρώσεται, ὁ δὲ γένεσιν φυγαδευ‐ θήσεται, τῶν μὲν ἱερωτάτων ἐλαυνόμενος χωρίων, εἰς δὲ ἄβατα καὶ145
Plant
.

62

βέβηλα καὶ βάραθρα ἐμπίπτων. τοσαύτῃ μέντοι τῇ 〈τοῦ〉 θεοφιλοῦς περιουσίᾳ χρῆται Μωυσῆς, ὥστε αὐτῷ τούτῳ μάλιστα πεπιστευκὼς θερμοτέροις καὶ μείζοσιν ἢ κατὰ τὰς ἑτέρων ἡμῶν ἀκοὰς λόγοις τε καὶ δόγμασιν εἴωθε χρῆσθαι· οὐ γὰρ μόνον ἀξιοῖ κληρονομεῖν θεόν, ἀλλὰ
Plant
.

63

καὶ αὐτόν, τὸ παραδοξότατον, κλῆρον ἑτέρων εἶναι. φυλὴν γὰρ ὅλην πρόσφυγα καὶ ἱκέτιν αὐτοῦ λῆξιν μὲν τῆς χώρας, καθάπερ τὰς ἄλλας ἕνδεκα, οὐκ ἠξίωσε νείμασθαι, γέρας δὲ ἐξαίρετον λαβεῖν ἱερωσύνην, οὐκ ἐπίγειον, ἀλλ’ ὀλύμπιον κτῆμα· „οὐ γὰρ ἔσται“ φησί „τῇ φυλῇ Λευὶ
5μερὶς οὐδὲ κλῆρος ἐν υἱοῖς Ἰσραήλ, ὅτι κύριος αὐτὸς κλῆρος αὐτῶν“ (Deut. 10, 9). καὶ ἐκ προσώπου μέντοι τοῦ θεοῦ διὰ τῶν χρησμῶν ᾄδεται τὸν τρόπον τοῦτον· „ἐγὼ μερίς σου καὶ κληροδοσία“ (Num. 18,
Plant
.

64

20)· τῷ γὰρ ὄντι ὁ τελείως ἐκκεκαθαρμένος νοῦς καὶ πάντα τὰ γενέ‐ σεως ἀπογινώσκων ἓν μόνον οἶδε καὶ γνωρίζει τὸ ἀγένητον, ᾧ προσελή‐ λυθεν, ὑφ’ οὗ καὶ προσείληπται. τίνι γὰρ ἔξεστιν εἰπεῖν „αὐτός μοι μόνος ἐστὶν ὁ θεόσ“ ἢ τῷ μηδὲν τῶν μετ’ αὐτὸν ἀσπαζομένῳ; οὗτος
5δ’ ἐστὶν ὁ Λευίτης τρόπος· ἑρμηνεύεται γὰρ „αὐτός μοι“ διὰ τὸ ἄλλα ἄλλοις τετιμῆσθαι, μόνῳ δὲ αὐτῷ τὸ ἀνωτάτω καὶ πάντων ἄριστον
Plant
.

65

αἴτιον. ἤδη τινὰ τῶν παλαιῶν φασι καθάπερ ἐκπρεπεστάτης γυναικὸς τῷ σοφίας ἐπιμανέντα κάλλει πολυτελεστάτης πομπῆς θεασά‐ μενον παρασκευὴν ἄφθονον, ἀπιδόντα πρός τινας τῶν συνήθων εἰπεῖν
„ἴδετε, ὦ ἑταῖροι, ὅσων χρείαν οὐκ ἔχω“, καίτοι γε ἔξω τῶν ἀναγκαίων146
5οὐδὲν ἁπλῶς περιβεβλημένον, ὡς μηδὲ ὑποφυσηθέντα πλούτου μεγέθει,
Plant
.

66

ὃ μυρίοις συνέβη, δόξαι τῷ λόγῳ καταλαζονεύεσθαι τοῦ θεοῦ. ὃ νομο‐ θέτης ἐκδιδάσκει φρονεῖν δεῖν τοὺς μηδὲν χρῆμα τῶν ἐν γενέσει γνωρί‐ ζοντας, ἀπογινώσκοντας δὲ ὅσα γενητὰ διὰ τὴν πρὸς τὸν ἀγένητον οἰκειότητα, ὃν μόνον πλοῦτον καὶ εὐδαιμονίας ὅρον τελεωτάτης ἐνόμισαν.
Plant
.

67

μηκέτι νῦν οἱ τὰς βασιλείας καὶ ἡγεμονίας ἀναψάμενοι μεγαλαυχείτωσαν, οἱ μὲν ὅτι μίαν πόλιν ἢ χώραν ἢ ἔθνος ἓν ὑπηγάγοντο, οἱ δὲ ὅτι πάντα μὲν γῆς κλίματα μέχρι τῶν περάτων αὐτῆς, πάντα δὲ Ἑλληνικὰ καὶ βαρβαρικὰ ἔθνη, πάντας δὲ ποταμοὺς καὶ τὰ ἄπειρα πλήθει καὶ μεγέθει
Plant
.

68

πελάγη προσεκτήσαντο. καὶ γὰρ εἰ μετὰ τούτων τῆς μεταρσίου φύσεως, ὃ μηδὲ εἰπεῖν εὐαγές, ἣν μόνην ἐκ πάντων ἀδούλωτον καὶ ἐλεύθερον ὁ ποιητὴς εἰργάσατο, ἐπεκράτησαν, ἰδιῶται νομισθεῖεν ἂν κατὰ σύγκρισιν | μεγάλων βασιλέων, οἳ τὸν θεὸν κλῆρον ἔλαχον· ὅσῳ γὰρ ὁ κτησάμενος
5τὸ κτῆμα τοῦ κτήματος ἀμείνων καὶ τὸ πεποιηκὸς τοῦ γεγονότος,
Plant
.

69

τοσούτῳ βασιλικώτεροι ἐκεῖνοι. τοὺς μὲν οὖν πάντα τοῦ σπου‐ δαίου φάσκοντας εἶναι παραδοξολογεῖν ᾠήθησάν τινες ἀφορῶντες εἰς τὴν ἐκτὸς ἔνδειάν τε καὶ περιουσίαν καὶ μηδένα τῶν ἀχρημάτων ἢ ἀκτη‐ μόνων πλούσιον νομίζοντες. Μωυσῆς δὲ οὕτως περίβλεπτον καὶ περι‐
5μάχητον ἡγεῖται σοφίαν, ὥστε οὐ μόνον τὸν σύμπαντα κόσμον ἀξιό‐
Plant
.

70

χρεω κλῆρον αὐτῆς ἀλλὰ καὶ τὸν τῶν ὅλων ἡγεμόνα νομίζειν. τὰ δὲ δόγματα οὐκ ἐπαμφοτεριζόντων ταῦτ’ ἐστίν, ἀλλὰ βεβαίᾳ πίστει κατε‐ σχημένων· ἐπεὶ καὶ νῦν εἰσί τινες τῶν ἐπιμορφαζόντων εὐσέβειαν, οἳ τὸ πρόχειρον τοῦ λόγου παρασυκοφαντοῦσι φάσκοντες οὔθ’ ὅσιον οὔτ’
Plant
.

71

ἀσφαλὲς εἶναι λέγειν ἀνθρώπου θεὸν κλῆρον. οὐ γὰρ ἀπὸ γνησίου τοῦ
πάθους, ἀλλ’ ὑποβολιμαίου καὶ νόθου, πρὸς τὴν θεωρίαν τῶν πραγμάτων, εἴποιμ’ ἂν αὐτοῖς, ἥκετε· ἐν ἴσῳ γὰρ ᾠήθητε τὰ ἀμπέλων ἢ ἐλαιῶν ἢ τῶν ὁμοιοτρόπων κτήματα τῶν ἐχόντων καὶ σοφῶν τὸν θεὸν κλῆρον147
5λέγεσθαι, καὶ οὐκ ἐνενοήσατε ὅτι καὶ ζωγράφοις ζωγραφία καὶ συνόλως τέχνη τῷ τεχνίτῃ λέγεται κλῆρος, οὐχ ὡς γήινον κτῆμα, ἀλλ’ ὡς ὀλύμ‐
Plant
.

72

πιον ἀγώνισμα. δεσπόζεται γὰρ τῶν τοιούτων οὐδέν, ἀλλ’ ὠφελεῖ τοὺς ἔχοντας· ὥστε καὶ τὸ ὂν κλῆρον μὴ ὡς κτῆμα τούτοις ἐμφερὲς ἀκούετε τοῖς λεχθεῖσιν, ὦ συκοφάνται, ἀλλ’ ὡς ὠφελιμώτατον καὶ μεγίστων τοῖς θεραπεύειν ἀξιοῦσιν ἀγαθῶν αἴτιον.
Plant
.

73

Εἰρηκότες οὖν περὶ τοῦ πρώτου φυτουργοῦ καὶ φυτοῦ τὰ ἁρμόζοντα μέτιμεν ἑξῆς ἐπὶ τὰς τῶν μαθημάτων ἅμα καὶ μιμημάτων ἐπιμελείας. εὐθέως τοίνυν ὁ σοφὸς Ἀβραὰμ λέγεται „φυτεῦσαι ἄρου‐ ραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου καὶ ἐπικαλέσαι τὸ ὄνομα κυρίου θεὸς
5αἰώνιοσ“ (Gen. 21, 33)· καὶ οὐ δεδήλωται τῶν φυτῶν ἡ ἰδιότης,
Plant
.

74

ἀλλ’ αὐτὸ μόνον τοῦ χωρίου τὸ μέγεθος. φασὶ δὲ οἷς ἔθος ἐρευ‐ νᾶν τὰ τοιαῦτα, πάντα θεοῦ ὅσα ἐν κτήμασιν ἠκριβῶσθαι διαφερόν‐ τως, καὶ τὸ δένδρον καὶ τὸ χωρίον καὶ τὸν τοῦ δένδρου καρπόν· τὸ μὲν οὖν δένδρον αὐτὴν εἶναι τὴν ἄρουραν, ἀλλ’ οὐχ ὁμοίαν τοῖς βλαστά‐
5νουσιν ἀπὸ γῆς, ἀλλὰ κατὰ τὴν τοῦ θεοφιλοῦς διάνοιαν ῥιζωθεῖσαν, τὸ δὲ χωρίον τὸ φρέαρ τοῦ ὅρκου, τὸν δὲ καρπὸν τὴν τοῦ κυρίου ὀνόματος μετά‐
Plant
.

75

ληψιν εἰς θεὸν αἰώνιον. τὸν δὲ περὶ ἑκάστου τῶν προταθέντων εἰκότα λόγον ἀναγκαῖον προσαποδοῦναι· ἡ μὲν τοίνυν ἄρουρα μήκει πηχῶν | οὖσα ἑκατὸν καὶ πλάτει τῶν ἴσων κατὰ τὴν τοῦ τετραγώνου φύσιν πολυ‐
Plant
.

76

πλασιασθέντων εἰς μυρίων ἀριθμὸν ἐπιπέδων συντίθεται πηχῶν. ἔστι δὲ ὅρος οὗτος τῶν ἀπὸ μονάδος παραυξηθέντων ὁ μέγιστος καὶ τελειό‐ τατος, ὥστε ἀρχὴν μὲν ἀριθμῶν εἶναι μονάδα, τέλος δὲ ἐν τοῖς κατὰ τὴν πρώτην σύνθεσιν μυριάδα. παρὸ καί τινες οὐκ ἀπὸ σκοποῦ βαλβῖδι
5μὲν μονάδα, καμπτῆρι δὲ εἴκασαν μυριάδα, τοὺς δὲ μεθορίους πάντας ἀριθμοὺς τοῖς δρόμον ἀγωνιζομένοις· ἀρχόμενοι γὰρ ὥσπερ ἀπὸ βαλβῖ‐148
Plant
.

77

δος φέρεσθαι μονάδος παρὰ μυριάδα τὸ τέλος ἵστανται. μετιόντες οὖν ἀπὸ τούτων τινὲς ὡσανεὶ συμβόλων ἔφασαν τὸν θεὸν ἀρχὴν καὶ πέρας εἶναι τῶν ἁπάντων, δόγμα κατασκευαστικὸν εὐσεβείας· τοῦτο τὸ δόγμα φυτευθὲν ἐν ψυχῇ κάλλιστον καὶ τροφιμώτατον καρπόν, ὁσιότητα, τίκτει.
Plant
.

78

τόπος 〈δ’〉 ἐστὶν οἰκειότατος τῷ φυτῷ τὸ φρέαρ, ὃ κέκληται ὅρκος, ἐν ᾧ κατέχει λόγος μὴ ἀνευρεθῆναι ὕδωρ· „παραγενόμενοι“ γάρ φησιν „οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν, καὶ εἶπον· οὐχ εὕρομεν ὕδωρ, καὶ ἐκάλεσεν αὐτὸ ὅρκοσ“ (Gen. 26, 32. 33).
Plant
.

79

τοῦτο δὲ ἣν ἔχει δύναμιν θεασώμεθα· οἱ τὴν τῶν ὄντων φύσιν διερευνῶντες καὶ τὰς περὶ ἑκάστων ζητήσεις μὴ ὀλιγώρως ποιούμενοι παραπλήσια ποιοῦσι τοῖς τὰ φρέατα ὀρύττουσι· καὶ γὰρ ἐκεῖνοι τὰς ἐν ἀφανεῖ πηγὰς ἀναζητοῦσι. καὶ κοινὸς μὲν πόθος ἅπασίν ἐστι ποτὸν
5ἀνευρεῖν, ἀλλὰ τοῖς μὲν δι’ οὗ σῶμα, τοῖς δὲ δι’ οὗ ψυχὴ πέφυκε
Plant
.

80

τρέφεσθαι. ὥσπερ οὖν ἔνιοι τῶν ἀνατεμνόντων τὰ φρέατα τὸ ζητού‐ μενον ὕδωρ πολλάκις οὐχ εὗρον, οὕτως οἱ προσωτέρω χωροῦντες τῶν ἐπιστημῶν καὶ ἐπὶ πλέον ἐμβαθύνοντες αὐταῖς ἀδυνατοῦσι τοῦ τέλους ἐπιψαῦσαι. τοὺς γοῦν πολυμαθεῖς φασιν ἀμαθίαν δεινὴν
5ἑαυτῶν κατηγορεῖν, μόνον γὰρ ὅσον τοῦ ἀληθοῦς ὑστερίζουσιν ᾔσθοντο. καί τινα τῶν παλαιῶν λόγος ἔχει θαυμαζόμενον ἐπὶ σοφίᾳ εἰκότως
Plant
.

81

φάναι θαυμάζεσθαι· μόνον γὰρ εἰδέναι ὅτι οὐδὲν οἶδεν. ἑλοῦ δ’ εἰ θέλεις ἣν ἂν διανοηθῇς μικρὰν ἢ μείζονα τέχνην καὶ τὸν κατὰ ταύτην γενόμενον ἄριστόν τε καὶ δοκιμώτατον, εἶτα κατανόησον εἰ τὰ ἐπαγγέλ‐ ματα τῆς τέχνης ἰσάζει τοῖς ἔργοις τοῦ τεχνίτου· σκοπῶν γὰρ εὑρήσεις
5ταῦτα ἐκείνων οὐ βραχέσιν ἀλλὰ μεγάλοις διαστήμασιν ἀποδέοντα, σχε‐ δὸν ἀδυνάτου καθεστῶτος πρὸς ἡντινοῦν τελειωθῆναι τέχνην πηγῆς τρόπον ἀεὶ καινουμένην καὶ θεωρημάτων παντοίων ἰδέας ἀνομβροῦσαν.
Plant
.

82

διὰ τοῦθ’ ὅρκος ὠνομάσθη προσφυέστατα τὸ πίστεως βεβαιοτάτης σύμ‐ βολον μαρτυρίαν θεοῦ περιεχούσης. | ὡς γὰρ ὁ ὀμνὺς τῶν ἀμφισβητου‐ μένων καλεῖ θεὸν μάρτυρα, ἐπ’ οὐδενὶ οὕτως ἔστιν εὐορκῆσαι ὡς ἐπὶ149
Plant
.

83

τῷ μηδεμιᾶς ἐπιστήμης εὑρίσκεσθαι παρὰ τῷ τεχνίτῃ τέλος. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τὰς ἄλλας ὅσαι περὶ ἡμᾶς δυνάμεις ὀλίγου δεῖν κεχώρηκεν· ὥσπερ γὰρ ἐν τῷ λεχθέντι φρέατι ὕδωρ φασὶ μὴ εὑρεθῆναι, οὕτως οὐδὲ ἐν ὀφθαλμοῖς τὸ ὁρατὸν οὐδ’ ἐν ὠσὶ τὸ ἀκούειν οὐδ’ ἐν
5μυκτῆρσι τὸ ὀσφραίνεσθαι οὐδὲ συνόλως ἐν αἰσθήσεως ὀργάνοις τὸ αἰσθά‐
Plant
.

84

νεσθαι, κατὰ τὸ παραπλήσιον δὲ οὐδ’ ἐν νῷ τὸ καταλαμβάνειν. πῶς γὰρ ἂν παρορᾶν ἢ παρακούειν ἢ παρανοεῖν συνέβαινεν, εἴπερ ἐν τούτοις πάγιαι ἦσαν αἱ ἀντιλήψεις ἑκάστου, ἀλλὰ μὴ ἐπ’ αὐτῶν θεοῦ σπείροντος
Plant
.

85

τὸ βέβαιον ἐπεφύκεσαν; ἱκανῶς οὖν καὶ περὶ τοῦ χωρίου διειλε‐ γμένοι, ἐν ᾧ τὸ δένδρον ἀνθεῖ, καὶ περὶ τοῦ καρποῦ τελευταῖον ἐξεργα‐ σώμεθα. τίς οὖν ὁ καρπὸς αὐτοῦ, αὐτὸς ὑφηγήσεται· „ἐπεκάλεσε“ γὰρ
Plant
.

86

„τὸ ὄνομα κυρίου θεὸς αἰώνιοσ“ (Gen. 21, 33). αἱ τοίνυν λεχθεῖσαι προσρήσεις τὰς περὶ τὸ ὂν ἐμφαίνουσι δυνάμεις· ἡ μὲν γὰρ κύριος καθ’ ἣν ἄρχει, ἡ δὲ θεὸς καθ’ ἣν εὐεργετεῖ· οὗ χάριν καὶ τῇ κατὰ τὸν ἱερώτατον Μωυσῆν κοσμοποιίᾳ πάσῃ τὸ τοῦ θεοῦ ὄνομα ἀναλαμ‐
5βάνεται· ἥρμοττε γὰρ τὴν δύναμιν, καθ’ ἣν ὁ ποιῶν εἰς γένεσιν ἄγων
Plant
.

87

ἐτίθετο καὶ διεκοσμεῖτο, διὰ ταύτης καὶ [κατα]κληθῆναι. καθὸ μὲν οὖν ἄρχων ἐστίν, ἄμφω δύναται, καὶ εὖ καὶ κακῶς ποιεῖν, συμμετα‐ βαλλόμενος πρὸς τὴν τοῦ δράσαντος ἀπόδοσιν· καθὸ δὲ εὐεργέτης, θά‐
Plant
.

88

τερον μόνον βούλεται, τὸ εὐεργετεῖν. μέγιστον δ’ ἂν ψυχῆς γένοιτο ἀγαθὸν μηκέτι ἐνδοιάζειν περὶ τῆς πρὸς ἑκάτερα τοῦ βασιλέως ἰσχύος, ἀλλ’ ἀνενδοιάστως τὸν μὲν ἕνεκα τοῦ κράτους τῆς ἀρχῆς αὐτοῦ φόβον ἐπικρεμάμενον καταλύειν, τὴν δὲ ἐκ τοῦ προαιρετικῶς εἶναι φιλόδωρον
Plant
.

89

ἀγαθῶν κτήσεως καὶ χρήσεως ἐλπίδα βεβαιοτάτην ζωπυρεῖν. τὸ δὴ „θεὸς αἰώνιοσ“ ἴσον ἐστὶ τῷ ὁ χαριζόμενος οὐ ποτὲ μὲν ποτὲ δὲ οὔ,
ἀεὶ δὲ καὶ συνεχῶς, ὁ ἀδιαστάτως εὐεργετῶν, ὁ τὴν τῶν δωρεῶν ἐπάλ‐ ληλον φορὰν ἀπαύστως συνείρων, ὁ τὰς χάριτας ἐχομένας ἀλλήλων150
5ἀνακυκλῶν δυνάμεσιν ἑνωτικαῖς καθαρμοσάμενος, ὁ μηδένα καιρὸν τοῦ ποιεῖν εὖ παραλείπων, ὁ κύριος ὤν, ὡς καὶ βλάπτειν δύνασθαι.
Plant
.

90

τοῦτο καὶ ὁ ἀσκητὴς Ἰακὼβ ᾐτήσατο ἐπὶ τέλει τῶν ἱεροπρεπεστάτων εὐχῶν· εἶπε γάρ που· „καὶ ἔσται κύριος ἐμοὶ εἰς θεόν“ (Gen. 28, 21), ἴσον τῷ οὐκέτι μοι τὸ δεσποτικὸν ἐπιδείξεται τῆς αὐτοκράτορος | ἀρχῆς, ἀλλὰ τὸ εὐεργετικὸν τῆς ἵλεω περὶ πάντα καὶ σωτηρίου δυνάμεως, τὸν
5μὲν οἷα ἐπὶ δεσπότῃ φόβον ἀναιρῶν, τὴν δὲ ὡς ἐπ’ εὐεργέτῃ φιλίαν
Plant
.

91

καὶ εὔνοιαν τῇ ψυχῇ παρέχων. τίς ἂν οὖν τοῦθ’ ὑπολάβοι ψυχή, ὅτι ὁ δεσπότης καὶ ἡγεμὼν τῶν ὅλων οὐδὲν τῆς ἑαυτοῦ φύσεως μεταβάλλων, μένων δὲ ἐν ὁμοίῳ, ἀγαθός ἐστι συνεχῶς καὶ φιλόδωρος ἀνελλιπῶς; ὅθεν ὄντως ἀγαθῶν ἀφθόνων καὶ ἀεννάων αἴτιος τελειότατος τοῖς εὐδαι‐
Plant
.

92

μονοῦσι. βασιλεῖ δὲ πεπιστευκέναι μὴ τῷ μεγέθει τῆς ἀρχῆς ἐπαιρο‐ μένῳ πρὸς βλάβας τῶν ὑπηκόων, ἀλλὰ φιλανθρωπίᾳ τὸ ἐνδεὲς ἑκάστῳ ἐπανορθοῦσθαι προαιρουμένῳ, μέγιστόν ἐστι πρὸς εὐθυμίαν καὶ ἀσφάλειαν ἕρκος.
Plant
.

93

Ἃ τοίνυν ὑπεσχόμεθα, ἤδη σχεδὸν ἀποδέδεικται, [τὸ] φυτὸν μὲν τὸ ἀρχήν τε καὶ τέλος λαμβάνεσθαι τῶν ἁπάντων εἶναι θεόν, χωρίον δὲ τὸ ἀκόλουθον τὸ ἐν μηδενὶ τῶν ἐν γενέσει τέλειον εὑρίσκεσθαι, ἐπ’ αὐτῷ δ’ ἔσθ’ ὅτε χάρισι τοῦ αἰτίου προφαίνεσθαι, καρπὸς δὲ τὸ τὰς
5τοῦ θεοῦ διαιωνίζειν χάριτας καὶ ὀμβρούσας ἀπαύστως μηδέποτε λήγειν.
Plant
.

94

οὕτως μὲν δὴ καὶ ὁ σοφὸς ἑπόμενος τῇ τοῦ πρώτου καὶ μεγίστου φυ‐ τουργοῦ τέχνῃ τὴν γεωργικὴν ἐπιδείκνυται. βούλεται δὲ ὁ ἱερὸς λόγος καὶ τοῖς μήπω τελειωθεῖσιν ἡμῖν, ἔτι δὲ ἐν μέσοις ἀριθμοῖς τῶν λεγο‐
Plant
.

95

μένων καθηκόντων ἐξεταζομένοις, διαπονηθῆναι τὰ γεωργικά· φησὶ γάρ·
„ὅταν εἰσέλθητε πρὸς τὴν γῆν, ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν, καὶ καταφυτεύσητε πᾶν ξύλον βρώσεως, περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ· ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος, οὐ βρωθήσεται· τῷ δὲ ἔτει151
5τῷ τετάρτῳ ἔσται πᾶς καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ κυρίῳ· τῷ δὲ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν, πρόσθεμα ὑμῖν τὰ γεννήματα
Plant
.

96

αὐτοῦ. ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν“ (Lev. 19, 23—25). οὐκοῦν τῶν ξύλων τὰ ἐδώδιμα, πρὶν εἰς τὴν ὑπὸ θεοῦ δοθεῖσαν χώραν μετα‐ ναστῆναι, φυτεύειν ἀδύνατον· „ὅταν γὰρ εἰσέλθητε πρὸς τὴν γῆν, φυ‐ τεύσετε πᾶν ξύλον βρώσιμον“ φησίν, ὥστε ἔξω διατρίβοντες οὐκ ἂν
5δυναίμεθα τὰ τοιαῦτα τῶν δένδρων γεωργεῖν· καὶ μήποτ’ εἰκότως·
Plant
.

97

ἕως μὲν γὰρ εἰς τὴν σοφίας ὁδὸν οὐ προσελήλυθεν ὁ νοῦς, τετραμμένος δὲ πόρρω πλανᾶται, τῶν τῆς ἀγρίας ὕλης ἐπιμελεῖται φυτῶν, ἅπερ ἤτοι
Plant
.

98

ἄγονα ὄντα ἐστείρωται ἢ γεννῶντα ἐδωδίμων ἐστὶν ἄφορα. ὅταν δὲ εἰς τὴν φρονήσεως ἐμβὰς ὁδὸν συνεισέρχηται | τοῖς δόγμασι καὶ συντρέχῃ πᾶσιν, ἄρξεται τὴν ἥμερον καὶ καρπῶν ἡμέρων οἰστικὴν ἀντὶ τῆς ἀγρίας ἐκείνης γεωργεῖν, ἀπάθειαν ἀντὶ παθῶν καὶ ἀντὶ ἀγνοίας ἐπιστήμην καὶ
Plant
.

99

ἀντὶ κακῶν ἀγαθά. ἐπεὶ οὖν ὁ ἄρτι εἰσαγόμενος μακρὰν τοῦ τέλους ἀφέστηκεν, εἰκότως φυτεύσαντι αὐτῷ προστέτακται περιελεῖν τὴν ἀκα‐ θαρσίαν τοῦ φυτευθέντος. τί δὲ τοῦτ’ ἐστί, συνεπισκεψώμεθα.
Plant
.

100

τὰ μέσα τῶν καθηκόντων ἡμέρων φυτῶν ἔχειν μοι δοκεῖ λόγον· ἑκά‐ τερα γὰρ ὠφελιμωτάτους φέρει καρπούς, τὰ μὲν σώμασι, τὰ δὲ ψυχαῖς. πολλὰ δὲ ἐν τοῖς μέσοις συναναβλαστάνοντα καὶ ἐπιφυόμενα τῶν βλα‐ βερῶν ἀναγκαίως ἂν τέμνοιτο τοῦ μὴ ζημιοῦσθαι τὰ ἀμείνω χάριν.
Plant
.

101

ἢ οὐκ ἂν εἴποιμεν φυτὸν ἥμερον ψυχῆς παρακαταθήκης ἀπόδοσιν; ἀλλὰ
τοῦτό γε τὸ φυτὸν καθάρσεως δεῖται καὶ περιττοτέρας ἐπιμελείας. τίς οὖν ἡ κάθαρσις ἥδε; παρὰ νήφοντος λαβὼν παρακαταθήκην μήτε με‐ θύοντι μήτ’ ἀσώτῳ μήτε μεμηνότι ἀποδῷς—ὁ γὰρ λαβὼν ὄνησιν152
5ἐκ τοῦ κομίσασθαι οὐχ ἕξει καιρὸν ὠφεληθῆναι—, μηδὲ χρεώσταις ἢ δούλοις ἀποδῷς δανειστῶν καὶ δεσποτῶν ἐφεδρευόντων—προδοσία γὰρ τοῦτ’ ἐστίν, οὐκ ἀπόδοσις—, μηδὲ τὴν ἐν ὀλίγοις πίστιν φύλαττε
Plant
.

102

〈ἐπὶ〉 θήρᾳ τῆς ἐν πλείοσι πίστεως· δελέατά γε οἱ μὲν ἁλιευόμενοι μικρὰ καθιέντες ἐπὶ τῷ τοὺς μείζους ἀγκιστρεύεσθαι τῶν ἰχθύων οὐ σφόδρα ἂν ὑπαίτιοι τῆς κατ’ ἀγορὰν εὐετηρίας προνοεῖσθαι φάσκοντες καὶ ὡς ἂν ἄφθονον τοῖς ἀνθρώποις τὴν καθ’ ἑκάστην ἡμέραν ποιή‐
Plant
.

103

σωνται δίαιταν· δέλεαρ δὴ μηδεὶς ὀλιγοχρημάτου παρακαταθήκης ἀπό‐ δοσιν ἐπ’ ἄγρᾳ μείζονος προφερέτω, χερσὶ μὲν τὰ ἑνὸς καὶ ὀλίγα προτείνων, διανοίᾳ δὲ τὰ πάντων καὶ ἀμύθητα νοσφιζόμενος. ἐὰν οὖν ὡς δένδρου τῆς παρακαταθήκης περιέλῃς τὰ ἀκάθαρτα, τὰς ἀπὸ τῶν
5ἐφεδρευόντων βλάβας, τὰς ἀκαιρίας, τὰς ἐνέδρας, τὰ ὁμοιότροπα πάντα,
Plant
.

104

ἡμερώσεις τὸ μέλλον ἀγριαίνεσθαι. κἀν τῷ φιλίας μέντοι φυτῷ ταῦτα δὴ τὰ παραβλαστάνοντα τεμεῖν καὶ ἀποκόψαι φυλακῆς ἕνεκα τοῦ βελτίονος ἀναγκαῖον. τὰ δὲ παραβλαστάνοντα ταῦτ’ ἐστίν· ἑταιρῶν πρὸς
Plant
.

105

ἐραστὰς γοητεῖαι, πρὸς τοὺς κολακευομένους οἰκοσίτων ἀπάται. τὰς γὰρ μισθαρνούσας ἐπὶ τῇ ὥρᾳ τοῦ σώματος ἰδεῖν ἔστι περιεχομένας τῶν ἐραστῶν ὡς δὴ σφόδρα φιλούσας—φιλοῦσι δὲ οὐκ ἐκείνους, ἀλλ’ ἑαυτὰς καὶ τοῖς καθ’ ἑκάστην ἡμέραν λήμμασιν ἐπικεχήνασι—, τούς
5τε κόλακας ἄλεκτον μὲν ἔστιν ὅτε μῖσος πρὸς τοὺς | θεραπευομένους φυλάττοντας, ὀψοφαγίαν δὲ καὶ λαιμαργίαν ἀγαπῶντας, ὑφ’ ὧν
Plant
.

106

ἀναπείθονται τοὺς χορηγοὺς τῶν ἀμέτρων ἐπιθυμιῶν περιέπειν. τὸ δὲ τῆς ἀκιβδηλεύτου φιλίας δένδρον ἀποσεισάμενον καὶ μεθέμενον
ταῦτα καρπὸν τοῖς χρησομένοις ὠφελιμώτατον οἴσει, τὸ ἀδέκαστον. εὔνοια γάρ ἐστι βούλησις τοῦ τῷ πλησίον εἶναι τὰ ἀγαθὰ αὐτοῦ χάριν153
5ἐκείνου. αἱ δέ γε χαμαιτύπαι καὶ οἱ κόλακες αὑτῶν ἕνεκα σπουδάζουσιν, αἱ μὲν τοῖς ἐρασταῖς, οἱ δὲ τοῖς κολακευομένοις τὰ ἀγαθὰ προσάγειν. τὰς οὖν εἰρωνείας καὶ γοητείας καθάπερ ἐπιφυομένας κῆρας τῷ φιλίας φυτῷ
Plant
.

107

περικοπτέον. ἱερουργίαι γε μὴν καὶ ἡ περὶ τὰς θυσίας ἁγιστεία βλάστημα κάλλιστον, ἀλλὰ παραναπέφυκεν αὐτῷ κακόν, δεισιδειμονία, ἣν πρὶν χλοῆσαι λυσιτελὲς ἐκτεμεῖν. ἔνιοι γὰρ ᾠήθησαν τὸ βουθυτεῖν εὐσέβειαν εἶναι, καὶ ἐξ ὧν ἂν κλέψωσιν ἢ ἀρνήσωνται ἢ χρεωκοπή‐
5σωσιν ἢ ἁρπάσωσιν ἢ λεηλατήσωσι μοίρας ἀπονέμουσι τοῖς βωμοῖς, οἱ δυσκάθαρτοι, τὸ μὴ δοῦναι δίκην ἐφ’ οἷς ἐξήμαρτον ὤνιον εἶναι νομί‐
Plant
.

108

ζοντες. ἀλλὰ γάρ, εἴποιμ’ ἂν αὐτοῖς, ἀδέκαστόν ἐστιν, ὦ οὗτοι, τὸ θεοῦ δικαστήριον, ὡς τοὺς μὲν γνώμῃ κεχρημένους ὑπαιτίῳ, κἂν καθ’ ἅπασαν ἡμέραν ἑκατὸν βόας ἀνάγωσιν, ἀποστρέφεσθαι, τοὺς δ’ ἀνυ‐ παιτίους, κἂν μηδὲν θύωσι τὸ παράπαν, ἀποδέχεσθαι. βωμοῖς γὰρ
5ἀπύροις, περὶ οὓς ἀρεταὶ χορεύουσι, γέγηθεν ὁ θεός, ἀλλ’ οὐ πυρὶ πολλῷ φλέγουσιν, ὅπερ αἱ τῶν ἀνιέρων ἄθυτοι θυσίαι συνανέφλεξαν ὑπομιμνῄσκουσαι τὰς ἑκάστων ἀγνοίας τε καὶ διαμαρτίας· καὶ γὰρ εἶπέ που Μωυσῆς θυσίαν „ἀναμιμνῄσκουσαν ἁμαρτίαν“ (Num. 5, 15).
Plant
.

109

πάντ’ οὖν τὰ τοιαῦτα μεγάλης γιγνόμενα ζημίας αἴτια χρὴ περιαιρεῖν καὶ ἀποκόπτειν ἑπομένους τῷ χρησμῷ, ἐν ᾧ διείρηται περιαιρεῖν τὴν
Plant
.

110

ἀκαθαρσίαν ξύλου τοῦ φυτευθέντος ἐδωδίμου. ἀλλ’ ἡμεῖς μὲν
οὐδὲ διδασκόμενοι πρὸς εὐμάθειαν ἐπιδίδομεν· ἔνιοι δὲ αὐτοδιδάκτῳ τῇ φύσει χρησάμενοι τἀγαθὸν ἐξέδυσαν τῶν ἐνειλημμένων βλαβῶν, καθάπερ ὁ ἀσκητὴς ἐπίκλην Ἰακώβ· οὗτος γὰρ „ῥάβδους ἐλέπισε154
5λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν“ (Gen. 30, 37), ἵνα τῆς ἐν μέσοις ποικιλίας σκοταίοις καὶ ζοφεροῖς πανταχοῦ ἀναιρεθείσης τὸ μὴ τέχνῃ ποι‐ κιλλόμενον, φύσει δὲ γεννώμενον ἀδελφὸν αὐτῆς λευκὸν εἶδος ἀναδειχθῇ.
Plant
.

111

παρὸ καὶ ἐν τῷ περὶ τῆς λέπρας | τεθέντι νόμῳ διείρηται τὸν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων ὅλον δὲ λευκωθέντα δι’ ὅλων ἀπὸ κεφαλῆς 〈ἄκρασ〉 ἕως ποδῶν ἐσχάτων καθαρὸν εἶναι (Lev. 13, 12. 13), ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον
5καὶ ἀντιρρέπον καὶ ἐπαμφοτερίζον τῆς διανοίας μεθέμενοι πάθος τὸ
Plant
.

112

ἀποίκιλον καὶ ἀνενδοίαστον ἀληθείας ἁπλοῦν χρῶμα δεξώμεθα. τὸ μὲν οὖν τὸ ξύλον φάσκειν περικαθαίρεσθαι λόγον ἔχει βεβαιούμενον ἀλη‐ θείᾳ, τὸ δὲ τὸν καρπὸν οὐ πάνυ τῷ ἐναργεῖ πεπίστωται· σῦκα γὰρ ἢ
Plant
.

113

σταφυλὴν ἢ συνόλως καρπὸν οὐδεὶς γεωργῶν περικαθαίρει. καὶ μήν φησί γε· „ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος, οὐ βρω‐ θήσεται“, ὡς εἰωθότος δήπου περικαθαίρεσθαι ἀεί. λεκτέον οὖν, ὅτι
καὶ τοῦθ’ ἕν ἐστι τῶν ἐν ὑπονοίαις ἀποδιδομένων, τοῦ ῥητοῦ μὴ σφόδρα155
5συνᾴδοντος. ἡ δὲ λέξις ἐστὶν ἀμφίβολος· δηλοῖ γὰρ ἓν μέν τι τοιοῦτον „ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται“, εἶτα ἰδίᾳ τὸ „ἀπερικάθαρτος οὐ βρωθήσεται“, ἕτερον δὲ „ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικά‐
Plant
.

114

θαρτοσ“, ἔπειθ’ οὕτως „〈οὐ〉 βρωθήσεται.“ κατὰ μὲν οὖν τὸ πρότερον σημαινόμενον ταῦτα ἄν τις ἐκδέξαιτο· τῶν τριῶν ἐτῶν ἀντὶ τοῦ τριμε‐ ροῦς χρόνου παραλαμβανομένων, ὃς εἰς τὸν παρεληλυθότα καὶ ἐνε‐ στῶτα καὶ μέλλοντα τέμνεσθαι πέφυκεν, ὁ τῆς παιδείας καρπὸς ἔσται
5καὶ ὑποστήσεται καὶ μενεῖ σῷος κατὰ πάντα τὰ χρόνου τμήματα, ἴσον τῷ δι’ αἰῶνος φθορὰν μὴ δεχόμενος· ἄφθαρτος γὰρ ἡ τοῦ ἀγαθοῦ φύσις. „ἀπερικάθαρτος δὲ καρπὸς οὐ βρωθήσεται“, παρόσον οἱ μὲν κεκαθαρμένοι καὶ ὑγιαίνοντες ἀστεῖοι λόγοι ψυχὴν τρέφουσι καὶ νοῦν αὔξουσιν, οὐ τρόφιμοι δέ εἰσιν οἱ ἐναντίοι νόσον καὶ φθορὰν ἐπιπέμ‐
Plant
.

115

ποντες αὐτῇ. κατὰ δὲ τὸ ἕτερον σημαινόμενον ὥσπερ ἀναπόδεικτος λέγεται διχῶς, ὅ τε δυσκόλως ἀργαλεότητος ἕνεκα ἐπιδεικνύμενος καὶ ὁ ἐνθένδε γνώριμος ἐξ αὑτοῦ, τὸ σαφὲς οὐκ ἐκ τῆς ἑτέρου μαρτυρίας, ἀλλ’ ἐκ τῆς ἐμφαινομένης ἐναργείας αὐτῷ πιστούμενος, ᾧ πρὸς τοὺς
5συλλογιστικοὺς εἴωθεν ἡ διαλεκτικὴ λόγους χρῆσθαι, οὕτως ἀπερικά‐ θαρτος καρπὸς ὅ τε δεόμενος καθάρσεως καὶ μὴ κεκαθαρμένος, καὶ ὁ
Plant
.

116

τηλαυγέστατος. τοιοῦτός ἐστιν ὁ παιδείας καρπὸς τρία ἔτη, τουτέστι τὸν τριμερῆ χρόνον, τὸν σύμπαντα αἰῶνα, καθαρώτατος καὶ διαυγέστα‐ τος, ὑπ’ οὐδενὸς βλαβεροῦ συσκιαζόμενος, λουτρῶν καὶ περιρραντηρίων ἢ συνόλως ἑτέρου τινὸς τῶν εἰς κάθαρσιν τεινόντων οὐδαμῇ οὐδαμῶς
Plant
.

117

χρεῖος ὤν. „τῷ | δὲ ἔτει“ φησί „τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ κυρίῳ“. τὸν τέσσαρα ἀριθμὸν πολλα‐ χοῦ μὲν τῆς νομοθεσίας, μάλιστα δὲ ἐν τῷ καταλόγῳ τῆς τοῦ παντὸς
Plant
.

118

γενέσεως, ἀποσεμνύνειν ἔοικεν ὁ προφητικὸς λόγος· τὸ γὰρ αἰσθητὸν καὶ τίμιον φῶς, τὸ καὶ ἑαυτοῦ καὶ τῶν ἄλλων σαφέστατον γνώρισμα, καὶ τοὺς τοκέας αὐτοῦ ἥλιον καὶ σελήνην καὶ τὸν ἱερώτατον χορὸν τῶν ἀστέρων, οἳ νύκτα τε καὶ ἡμέραν, ἔτι τε μῆνας καὶ ἐνιαυτοὺς ἀνατολαῖς156
5καὶ δύσεσιν ἐπεράτωσαν ἀριθμοῦ τε φύσιν ἀνέδειξαν, οἷς τὸ μέγιστον ψυχῆς ἀγαθὸν ἀνάκειται, ἡμέρᾳ τετάρτῃ φησὶ δημιουργηθῆναι (Gen.
Plant
.

119

1, 14). διαφερόντως δὲ καὶ νῦν αὐτὸν ἐκτετίμηκεν, οὐκ ἐν ἑτέρῳ χρόνῳ τὸν τῶν δένδρων καρπὸν ἀναθεὶς τῷ θεῷ ἢ ἐνιαυτῷ τῆς φυτείας
Plant
.

120

τετάρτῳ. λόγον γὰρ καὶ φυσικώτατον καὶ ἠθικώτατον ἔχει· τάς τε γοῦν τοῦ παντὸς ῥίζας, ἐξ ὧν ὁ κόσμος, τέτταρας εἶναι συμβέβηκε, γῆν, ὕδωρ, ἀέρα, πῦρ, καὶ τὰς ἐτησίους ὥρας ἰσαρίθμους, χειμῶνα καὶ θέρος
Plant
.

121

καὶ τὰς μεθορίους, ἔαρ τε καὶ μετόπωρον. πρεσβύτατός τε αὖ τετρα‐ γώνων ὁ ἀριθμὸς ὢν ἐν ὀρθαῖς γωνίαις, ὡς τὸ κατὰ γεωμετρίαν δηλοῖ σχῆμα, ἐξετάζεται· αἱ δ’ εἰσὶν ὀρθότητος λόγου σαφῆ δείγματα, πηγὴ
Plant
.

122

δὲ ἀέναος ἀρετῶν ὁ ὀρθὸς λόγος. ἀνάγκη μέντοι τὰς τοῦ τετραγώνου πλευρὰς ἴσας εἶναι· δικαιοσύνην δὲ ἰσότης τὴν ἔξαρχον καὶ ἡγεμονίδα τῶν ἀρετῶν ἔτεκεν· ὥστε ἰσότητος καὶ δικαιοσύνης καὶ πάσης ἀρετῆς
Plant
.

123

χωρὶς τῶν ἄλλων ἐπιδείκνυται τὸν ἀριθμὸν εἶναι σύμβολον. καλεῖται δ’ ἡ τετρὰς καὶ „πᾶσ“, ὅτι τοὺς ἄχρι δεκάδος καὶ αὐτὴν δεκάδα περιέχει δυνάμει. ὅτι μὲν οὖν τοὺς πρὸ αὐτῆς, παντί τῳ δῆλον· ὅτι δὲ καὶ τοὺς μετ’ αὐτήν, ἐξ ἐπιλογισμοῦ ῥᾴδιον ἰδεῖν [ἐν ἀριθμῷ μὲν ἕξ]·
Plant
.

124

ἕν, δύο, τρία, τέτταρα συντιθέντες ὃ ἠποροῦμεν εὑρήσομεν. ἐκ μὲν γὰρ ἑνὸς καὶ τεττάρων πεντὰς ἔσται, ἐκ δὲ δυεῖν καὶ τεττάρων ἑξάς,
ἑβδομὰς δὲ ἐκ τριῶν καὶ τεττάρων· καὶ κατὰ τὴν διπλῆν σύνθεσιν ἐξ ἑνὸς καὶ τριῶν καὶ τεττάρων ὀγδοάς, καὶ πάλιν ἐκ δυεῖν καὶ τριῶν καὶ157
5τεττάρων ὁ ἐννέα ἀριθμός, δεκὰς δὲ ἐκ πάντων· ἓν γὰρ καὶ δύο καὶ
Plant
.

125

τρία καὶ τέτταρα δέκα γεννᾷ. διὰ τοῦτο καὶ Μωυσῆς εἶπεν, ὅτι „ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιοσ“· ἄρτιον γὰρ καὶ ὁλό‐ κληρον καὶ πλήρη, ὡς καὶ σύμπαντα, ὡς τύπῳ φάναι, λόγον ἔχει, διὰ τὸ δεκάδα, ἣν τετρὰς ἐγέννησε, πρῶτον καμπτῆρα τῶν ἀπὸ μονάδος
5συντιθεμένων ἀριθμῶν ἑστάναι· | δεκὰς δὲ καὶ τετρὰς „πᾶσ“ ἐν ἀριθ‐ μοῖς εἶναι λέγεται, ἀλλὰ δεκὰς μὲν ἀποτελέσματι, τετρὰς δὲ δυνάμει.
Plant
.

126

τόν τε παιδείας καρπὸν οὐ μόνον ἅγιον, ἀλλὰ καὶ αἰνετὸν εἶναί φησι προσηκόντως· ἑκάστη μέν γε τῶν ἀρετῶν ἐστι χρῆμα ἅγιον, εὐχα‐ ριστία δὲ ὑπερβαλλόντως· θεῷ δὲ οὐκ ἔνεστι γνησίως εὐχαριστῆσαι δι’ ὧν νομίζουσιν οἱ πολλοὶ κατασκευῶν ἀναθημάτων θυσιῶν—οὐδὲ γὰρ
5σύμπας ὁ κόσμος ἱερὸν ἀξιόχρεων ἂν γένοιτο πρὸς τὴν τούτου τιμήν —, ἀλλὰ δι’ ἐπαίνων καὶ ὕμνων, οὐχ οὓς ἡ γεγωνὸς ᾄσεται φωνή, ἀλλὰ οὓς ὁ ἀειδὴς καὶ καθαρώτατος νοῦς ἐπηχήσει καὶ ἀναμέλψει.
Plant
.

127

παλαιὸς γοῦν ᾄδεται λόγος ὑπὸ μὲν σοφῶν εὑρεθείς, μνήμῃ δέ, οἷα φιλεῖ, κατὰ διαδοχὰς παραδοθεὶς τοῖς μετέπειτα, οὐδὲ τὰς ἀεὶ παιδείας λίχνους ἡμετέρας παρῆλθεν ἀκοάς. ἔστι δὲ τοιόσδε· ἡνίκα, φασί, τὸν σύμπαντα κόσμον ὁ ποιητὴς ἐτελεσφόρησεν, ἑνὸς τῶν ὑποφητῶν ἐπύ‐
5θετο, εἴ τι ποθεῖ μὴ γενόμενον τῶν ὅσα κατὰ γῆς καὶ καθ’ ὕδατος ἢ ὅσα κατὰ τὴν μετάρσιον ἀέρος ἢ τὴν ἐσχάτην τοῦ παντὸς φύσιν οὐρανοῦ
Plant
.

128

γέγονεν. ὁ δὲ ἀπεκρίνατο τέλεια μὲν καὶ πλήρη πάντα διὰ πάντων εἶναι, ἓν δὲ μόνον ζητεῖν, τὸν ἐπαινέτην αὐτῶν λόγον, ὃς τὰς ἐν πᾶσι καὶ τοῖς βραχυτάτοις καὶ ἀφανεστάτοις δοκοῦσιν ὑπερβολὰς οὐκ ἐπαι‐ νέσει μᾶλλον ἢ ἐξαγγελεῖ· τὰς γὰρ διηγήσεις τῶν τοῦ θεοῦ ἔργων
5αὐταρκέστατον ἐκείνων ἔπαινον εἶναι, προσθήκης οὐδεμιᾶς ἔξωθεν εἰς κόσμον δεομένων, ἀλλὰ τὸ ἀψευδὲς τῆς ἀληθείας τελειότατον ἐχόντων158
Plant
.

129

ἐγκώμιον. ἀκούσαντα δὲ τὸν πατέρα τοῦ παντὸς τὸ λεχθὲν ἐπαινέσαι, καὶ οὐκ εἰς μακρὰν τὸ πάμμουσον καὶ ὑμνῳδὸν ἀναφανῆναι γένος ἐκ μιᾶς δὴ τῶν περὶ αὐτὸν δυνάμεων παρθένου Μνήμης, ἣν Μνημοσύνην
Plant
.

130

παρατρέποντες οἱ πολλοὶ τοὔνομα καλοῦσιν. ὁ μὲν οὖν τῶν πα‐ λαιῶν μῦθος ὧδε ἔχει. ἑπόμενοι δὲ ἡμεῖς αὐτῷ λέγομεν, ὅτι οἰκειό‐ τατόν ἐστιν ἔργον θεῷ μὲν εὐεργετεῖν, γενέσει δὲ εὐχαριστεῖν μηδὲν ἔξω τούτου πλέον τῶν εἰς ἀμοιβὴν ἀντιπαρασχεῖν δυναμένῃ· ὃ γὰρ ἂν
5θελήσῃ τῶν ἄλλων ἀντιχαρίσασθαι, τοῦθ’ εὑρήσεται τοῦ πάντα πεποιη‐
Plant
.

131

κότος ἀλλ’ οὐ τῆς κομιζούσης φύσεως κτῆμα ἴδιον. μαθόντες οὖν, ὡς ἓν ἔργον ἡμῖν ἐπιβάλλει μόνον ἐν τοῖς πρὸς τιμὴν θεοῦ, τὸ εὐχάριστον, τοῦτο ἀεὶ καὶ πανταχοῦ μελετῶμεν διὰ φωνῆς καὶ διὰ γραμμάτων ἀστείων καὶ μηδέποτε ἐπιλείπωμεν μήτε λόγους ἐγκωμιαστικοὺς μήτε
5ποιήματα συντιθέντες, ἵνα καὶ ἐμμελῶς καὶ χωρὶς μέλους καὶ καθ’ ἑκα‐ τέραν φωνῆς ἰδέαν, ᾗ τὸ λέγειν καὶ τὸ ᾄδειν ἀποκεκλήρωται, ὅ τε κοσμοποιὸς καὶ ὁ κόσμος γεραίρηται, „ὁ μέν“, ὡς ἔφη τις, | „ἄριστος τῶν
Plant
.

132

αἰτίων, ὁ δὲ τελειότατος τῶν γεγονότων“. ἐπειδὰν οὖν ἔτει καὶ ἀριθμῷ τετάρτῳ πᾶς ὁ ψυχῆς ἀφιερωθῇ καρπός, τῷ πέμπτῳ τὴν ἀπό‐ λαυσιν καὶ χρῆσιν ἡμεῖς αὐτοὶ σχήσομεν. φησὶ γάρ· „ἐν τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν“, ἐπειδὴ τὸ γεγονὸς τοῦ πεποιηκότος
5ὕστερον ἐν ἅπασιν ἐξετάζεσθαι νόμος φύσεως ἀνεπίληπτος, ὥστε κἄν,
Plant
.

133

εἰ τῶν δευτερείων ἀντιλαμβανοίμεθα, καὶ θαυμαστὸν ἡγεῖσθαι. καὶ διὰ τοῦτο μέντοι τὸν καρπὸν τοῦ πέμπτου ἡμῖν ἀνατίθησιν, ὅτι αἰσθήσεως
πεντὰς ἀριθμὸς οἰκεῖος καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὸ τρέφον τὸν νοῦν ἡμῶν ἐστιν αἴσθησις, ἢ δι’ ὀφθαλμῶν τὰς χρωμάτων καὶ σχημάτων159
5ποιότητας εὐτρεπίζουσα ἢ δι’ ὤτων παντοδαπὰς τὰς τῶν φωνῶν ἰδιό‐ τητας ἢ διὰ μυκτήρων ὀσμὰς ἢ χυλοὺς διὰ στόματος ἢ μαλακότητας εὐενδότους καὶ σκληρότητας ἀντιτύπους ἢ λειότητας καὶ τραχύτητας, 〈ψυχρότητάσ〉 τε αὖ καὶ θερμότητας διὰ τῆς ἀνὰ πᾶν τὸ σῶμα σκιδνα‐
Plant
.

134

μένης δυνάμεως ἣν ἔθος ὀνομάζειν ἁφήν. τῶν δὲ εἰρημένων παράδειγμα σαφέστατον οἱ Λείας υἱοί, τῆς ἀρετῆς, οὐχ ἅπαντες, ἀλλὰ τέταρτός τε καὶ πέμπτος. ἐπὶ μὲν γὰρ τοῦ τετάρτου φησὶ Μωυσῆς, ὅτι „ἔστη τοῦ τίκτειν“ (Gen. 29, 35), καλεῖται δὲ Ἰούδας, ὃς ἑρμηνεύεται
5κυρίῳ ἐξομολόγησις. τὸν δὲ πέμπτον Ἰσσάχαρ προσαγορεύει, μισθὸς δὲ μεταληφθεὶς καλεῖται. καὶ τεκοῦσα τὸν τρόπον τοῦτον ἡ ψυχὴ ὃ ἔπαθεν εὐθὺς ἐξελάλησεν· „ἐκάλεσε“ γάρ φησι „τὸ ὄνομα αὐτοῦ Ἰσσά‐
Plant
.

135

χαρ, ὅ ἐστι μισθόσ“ (Gen. 30, 18). οὐκοῦν Ἰούδας ὁ εὐλογῶν τὸν θεὸν νοῦς καὶ τὰς εἰς αὐτὸν εὐχαρίστους ὑμνῳδίας ἀπαύστως μελετῶν αὐτὸς ὁ πρὸς ἀλήθειαν „ἅγιος καὶ αἰνετὸς καρπὸσ“ ἦν, οὐχ ὑπὸ γῆς δένδρων, ἀλλ’ ὑπὸ φύσεως λογικῆς καὶ σπουδαίας ἐνεχθείς. παρὸ καὶ
5ἡ τεκοῦσα αὐτὸν φύσις „στῆναι“ λέγεται „τοῦ τίκτειν“, ἐπεὶ καὶ πῇ τράπηται οὐκ εἶχεν ἔτι, πρὸς τὸν τελειότητος ὅρον ἐλθοῦσα· τῶν γὰρ ἀποκυηθέντων κατορθωμάτων ἁπάντων ἄριστον καὶ τελειότατον γέννημα
Plant
.

136

ὁ εἰς τὸν πατέρα τοῦ παντὸς ὕμνος. ὁ δὲ πέμπτος υἱὸς τῆς κατὰ τὸν πέμπτον ἐνιαυτὸν τῶν φυτευθέντων ἀδιαφορεῖ χρήσεως· ὅ τε γὰρ γεω‐ πόνος μισθὸν τρόπον τινὰ λαμβάνει παρὰ τῶν δένδρων ἔτει πέμπτῳ καὶ τὸ τῆς ψυχῆς γέννημα Ἰσσάχαρ [ὃς] μισθὸς ἐκαλεῖτο, καὶ σφόδρα
5εἰκότως, μετὰ τὸν εὐχάριστον Ἰούδαν ἀποκυηθείς· τῷ γὰρ | εὐχαρίστῳ
Plant
.

137

μισθὸς αὐτὸ τὸ εὐχαριστεῖν αὐταρκέστατος. οἱ μὲν οὖν τῶν δένδρων καρποὶ γεννήματα λέγονται τῶν ἐχόντων, ὁ δὲ παιδείας καὶ φρονήσεως οὐκέτι ἀνθρώπου, μόνου δέ, ὥς φησι Μωυσῆς, τοῦ πανηγεμόνος· εἰπὼν γὰρ „τὰ γεννήματα αὐτοῦ“ ἐπιφέρει· „ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν“,
5ἐναργέστατα παριστὰς ὅτι οὗ τὸ γέννημα καὶ ὁ τῆς ψυχῆς καρπός,160
Plant
.

138

εἷς ἐστιν ὁ θεός. τούτῳ καὶ παρά τινι τῶν προφητῶν χρησθὲν συνᾴδει τόδε· „ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται. τίς σοφὸς καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται αὐτά“ (Hos. 14, 9. 10); οὐ γὰρ παντὸς ἀλλὰ μόνου σοφοῦ τὸ γνῶναι, τίνος ὁ διανοίας καρπός ἐστι.
Plant
.

139

Περὶ μὲν οὖν γεωργίας τῆς πρεσβυτάτης καὶ ἱερωτάτης, ᾗ τὸ αἴτιον πρὸς τὸν κόσμον, τὸ παμφορώτατον φυτῶν, χρῆται, καὶ περὶ τῆς ἑπομένης, ἣν ὁ ἀστεῖος ἐπιτηδεύει, καὶ περὶ τῆς φερομένης τετρά‐ δος τῶν ἄθλων, καὶ ἃ κατὰ προστάξεις καὶ ὑφηγήσεις νόμων συνεκρο‐
Plant
.

140

τεῖτο, ὡς οἷόν τε ἦν εἴπομεν. τὴν δὲ τοῦ δικαίου Νῶε ἀμπελουρ‐ γικήν, εἶδος γεωργικῆς οὖσαν, ἐπισκεψώμεθα. λέγεται γὰρ ὅτι „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργὸς γῆς· καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιε
Plant
.

141

τοῦ οἴνου, καὶ ἐμεθύσθη“ (Gen. 9, 20. 21). οὐκοῦν τὸ μέθης φυτὸν ἐξεργάζεται τεχνικῶς καὶ ἐπιστημόνως ὁ δίκαιος τῶν ἀφρόνων ἄτεχνον καὶ πλημμελῆ ποιουμένων αὐτοῦ τὴν ἐπιστασίαν, ὥστε ἀναγκαῖον τὰ προσήκοντα περὶ μέθης εἰπεῖν· εὐθὺς γὰρ εἰσόμεθα καὶ τὴν δύναμιν
5τοῦ παρέχοντος αὐτῇ τὰς ἀφορμὰς φυτοῦ. τὰ μὲν οὖν εἰρημένα τῷ νομοθέτῃ περὶ μέθης εἰσόμεθα ἐπ’ ἀκριβείας αὖθις, νυνὶ δὲ ἐξερευνή‐
Plant
.

142

σωμεν ὅσα καὶ τοῖς ἄλλοις ἔδοξεν. ἐσπουδάσθη δὲ παρὰ πολλοῖς τῶν φιλοσόφων ἡ σκέψις οὐ μετρίως. προτείνεται δὲ οὕτως, εἰ μεθυσ‐ θήσεται ὁ σοφός. ἔστι τοίνυν τὸ μεθύειν διττόν, ἓν μὲν ἴσον τι τῷ
Plant
.

143

οἰνοῦσθαι, ἕτερον δὲ ἴσον τῷ ληρεῖν ἐν οἴνῳ. τῶν δὲ ἐπιχειρησάντων τῇ προτάσει οἱ μὲν ἔφασαν μήτε ἀκράτῳ πλείονι χρήσεσθαι τὸν σοφὸν μήτε ληρήσειν· τὸ μὲν γὰρ ἁμάρτημα, τὸ δὲ ἁμαρτήματος εἶναι ποιη‐
Plant
.

144

τικόν, ἑκάτερον δὲ ἀλλότριον κατορθοῦντος· οἱ δὲ τὸ μὲν οἰνοῦσθαι καὶ σπουδαίῳ προσῆκον ἀπεφήναντο, τὸ δὲ ληρεῖν ἀνοίκειον· τὴν γὰρ ἐν αὐτῷ φρόνησιν ἱκανὴν εἶναι τοῖς βλάπτειν ἐπιχειροῦσιν ἀντιστατῆσαι καὶ τὸν ἐπὶ τὴν ψυχὴν νεωτερισμὸν αὐτῶν καθελεῖν· δύναμιν δὲ περι‐161
5βεβλῆσθαι φρόνησιν παθῶν σβεστήριον εἴτε ὑπὸ φλεγμαίνοντος ἔρωτος οἴστρων ἀνερριπισμένων εἴτε ὑπὸ πολλοῦ καὶ ζέοντος ἐξημμένων οἴνου, δι’ ἣν ὑπεράνω στήσεται· ἐπεὶ | καὶ τῶν κατὰ ποταμοῦ βαθέος ἢ θα‐ λάττης δυομένων οἱ μὲν ἄπειροι τοῦ ναυτίλλεσθαι διαφθείρονται, οἱ δὲ τοῦ πράγματος ἐπιστήμονες τάχιστα διασῴζονται· καὶ μὴν ὥσπερ χει‐
10μάρρους ὁ πολὺς ἄκρατος ἐπικλύζων τὴν ψυχὴν τοτὲ μὲν βρίθουσαν εἰς ἀμαθίας ἔσχατον βυθὸν κατέρριψε, τοτὲ δὲ ὑπὸ τῆς σωτηρίου παιδείας
Plant
.

145

ἐπικουφιζομένην καὶ ἐπελαφριζομένην οὐδὲν ἴσχυσε βλάψαι. οἱ δὲ τὸ μέγεθος τῆς περὶ τὸ πάθος ὑπερβολῆς οὐ κατανοήσαντες, οἶμαι, τοῦ σοφοῦ μετεωροπολοῦντα αὐτὸν ὥσπερ οἱ τὰ πτηνὰ θηρῶντες ἐπὶ γῆν ἀπ’ οὐρανοῦ κατεβίβασαν, ἵν’ εἰς τὰς ὁμοίας κῆρας ἀγάγωσιν, οὐδ’
5ὁρῶντες ἀρετῆς εἰς ὕψος ἔφασαν, ὅτι χρησάμενος οἴνω πλείονι τοῦ με‐ τρίου πάντως ἀκράτωρ αὐτὸς ἑαυτοῦ γενόμενος διαμαρτήσεται καὶ οὐ χεῖρας μόνον ὑπ’ ἀσθενείας οἷα τῶν ἀθλητῶν οἱ νενικημένοι καθείς, ἀλλὰ καὶ αὐχένα καὶ κεφαλὴν παραβαλὼν καὶ ὀκλάσας καὶ ὅλον τὸ
Plant
.

146

σῶμα κατασυρεὶς ἀναπεσεῖται. τοῦτο μέντοι προμαθὼν οὐκ ἄν ποτε ἀξιώσειεν ἑκὼν εἰς πολυοινίας ἀγῶνα ἐλθεῖν, εἰ μὴ μεγάλα εἴη τὰ διαφέροντα, σωτηρία πατρίδος ἢ τιμὴ γονέων ἢ τέκνων καὶ τῶν οἰκειο‐ τάτων σωμάτων ἀσφάλεια ἢ συνόλως ἰδίων τε καὶ κοινῶν ἐπανόρθωσις
Plant
.

147

πραγμάτων. οὐδὲ γὰρ θανάσιμον φάρμακον προσενέγκαιτο ἄν, εἰ μὴ πάνυ βιάζοιντο οἱ καιροὶ καθάπερ ἐκ πατρίδος μετανίστασθαι τοῦ βίου·
φάρμακον δέ, εἰ καὶ οὐ θανάτου, μανίας γοῦν ἄκρατον εἶναι αἴτιον συμ‐ βέβηκε. διὰ τί δ’ οὐχὶ καὶ μανίαν λεκτέον θάνατον, ᾧ τὸ κράτιστον162
5ἀποθνῄσκει τῶν ἐν ἡμῖν, ὁ νοῦς; ἀλλά μοι δοκεῖ τις ἂν εἰκότως τὸν διακρίνοντα καὶ διαλύοντα ψυχήν τε καὶ σῶμα ὡς κουφότερον ἀντὶ βαρυτέρου τοῦ κατὰ τὴν ἔκστασιν, εἴ τις ἦν αἵρεσις, ἀνενδοιάστως ἑλέσ‐
Plant
.

148

θαι. διὰ τοῦτο μέντοι καὶ τὸν εὑρετὴν τῆς περὶ τὸν οἶνον ἐργασίας μαινόλην ἐκάλεσαν οἱ πρῶτοι καὶ τὰς ἐξ αὐτοῦ κατασχέτους γενομένας βάκχας μαινάδας, ἐπεὶ μανίας καὶ παραφροσύνης αἴτιος τοῖς ἀπλήστως
Plant
.

149

ἐμφορουμένοις ὁ οἶνος. τὰ μὲν οὖν ὡσανεὶ προοίμια τῆς σκέψεως τοιαῦτά ἐστι, τὸν δὲ περὶ αὐτῆς λόγον ἤδη περαίνωμεν διπλοῦν ὡς εἰκὸς ὄντα, τὸν μὲν ὅτι ὁ σοφὸς μεθυσθήσεται κατασκευάζοντα, τὸν δὲ
Plant
.

150

τοὐναντίον ὅτι οὐ μεθυσθήσεται βεβαιούμενον. τοῦ δὲ προτέρου τὰς πίστεις ἁρμόττον λέγειν πρότερον, ποιησαμένους ἐνθένδε τὴν ἀρχήν· τῶν πραγμάτων τὰ μὲν ὁμώνυμα, τὰ δὲ συνώνυμα εἶναι συμβέβηκεν. ὁμωνυμία δὲ καὶ συνωνυμία τἀναντία ὁμολογεῖται, | ὅτι ὁμωνυμία μὲν κατὰ πολλῶν
Plant
.

151

ὑποκειμένων ἓν ὄνομα, συνωνυμία δὲ καθ’ ἑνὸς ὑποκειμένου 〈πολλά〉. ἡ κυνὸς φωνὴ πάντως ὁμώνυμος ἐμφερομένων πλειόνων ἀνομοίων, ἃ δι’ αὐτῆς σημαίνεται· τό τε γὰρ χερσαῖον ὑλακτικὸν ζῷον κύων καὶ θὴρ ὁ θαλάττιος καὶ ὁ οὐράνιος ἀστήρ, ὃν ὀπωρινὸν οἱ ποιηταὶ καλοῦσιν, ὅτι
5τῆς ὀπώρας ἄρτι ἡβώσης ἐπιτέλλει τοῦ τελεσφορηθῆναί τε χάριν αὐτὴν καὶ πεπανθῆναι, καὶ προσέτι ὁ ἀπὸ τῆς κυνικῆς αἱρέσεως ὁρμηθεὶς φιλό‐ σοφος, Ἀρίστιππος καὶ Διογένης καὶ ἄλλων οἳ τὰ αὐτὰ ἐπιτηδεύειν
Plant
.

152

ἠξίωσαν ἀπερίληπτος ἀριθμὸς ἀνθρώπων. ἄλλαι δ’ εἰσὶ προσρήσεις διάφοροι κατὰ σημαινομένου ἑνὸς ὡς ἰός, ὀϊστός, βέλος—τὸ γὰρ διὰ τῆς
τόξου νευρᾶς ἐπὶ τὸν σκοπὸν ἀφιέμενον πάντα ταῦτα λέγεται—· καὶ πάλιν εἰρεσία, κώπη, πλάτη, τὸ πρὸς πλοῦν ἰσοδυναμοῦν ἱστίοις· ὁπότε γὰρ163
5μὴ δύναιτο χρῆσθαι ναῦς κατὰ νηνεμίας ἢ ἀντιπνοίας ἱστίοις, πρόσκωποι καθίσαντες οἷς ἐπιμελὲς καὶ οἷα ταρσοὺς ἑκατέρωθεν ἀποτείναντες ὑπό‐ πτερον αὐτὴν φέρεσθαι βιάζονται, ἡ δὲ ἐξαιρομένη πρὸς ὕψος, ἐπιτρέ‐ χουσα τοῖς κύμασι μᾶλλον ἢ ἐντέμνουσα ταῦτα, τροχάζουσα ταχυναυτεῖ
Plant
.

153

καὶ ναυλοχωτάτοις ὑποδρόμοις ἐνορμίζεται. καὶ μὴν πάλιν σκίπων, βακτηρία, ῥάβδος ἑνὸς ὑποκειμένου διάφοροι κλήσεις, ᾧ τύπτειν καὶ ἀκραδάντως σκηρίπτεσθαι καὶ ἐπερείδεσθαι καὶ ἄλλα πλείω ποιεῖν ἔνεστι. ταῦτα δ’ οὐ μακρολογοῦντες ὅλως εἴπομεν, ἀλλ’ ὑπὲρ τοῦ
Plant
.

154

σαφέστερον γνῶναι τὸ ζητούμενον. τὸν ἄκρατον ὥσπερ οἶνον, οὕτως καὶ μέθυ οἱ παλαιοὶ ἐκάλουν· πολλαχοῦ γοῦν τῆς ποιήσεώς ἐστι τουτὶ τοὔνομα ἐμφερόμενον, ὥστ’ εἰ τὰ συνωνυμοῦντα καθ’ ἑνὸς ὑποκειμένου λέγεται, οἶνος καὶ μέθυ, καὶ τὰ ἀπὸ τούτων οὐδὲν ὅτι μὴ
Plant
.

155

φωναῖς διοίσει μόνον, τό τε οἰνοῦσθαι καὶ τὸ μεθύειν [ἕν]· ἑκάτερον δὲ πλείονος οἴνου χρῆσιν ἐμφαίνει, ἣν πολλῶν ἕνεκα αἰτιῶν οὐκ ἂν ἀπο‐ στρέφοιτο ὁ σπουδαῖος. εἰ δὲ οἰνωθήσεται, καὶ μεθυσθήσεται, χεῖρον οὐδὲν ἐκ τῆς μέθης διατεθείς, ἀλλὰ ταὐτὸν ὅπερ καὶ [ὁ] ἐκ ψιλῆς τῆς
5οἰνώσεως παθών.
Plant
.

156

Μία μὲν ἀπόδειξις περὶ τοῦ τὸν σοφὸν μεθυσθῆναι λέλεκται, δευ‐ τέρα δ’ ἐστὶ τοιαύτη· σχεδὸν οἱ νῦν ἄνθρωποι τοῖς προτέροις ἔξω μέρους βραχέος οὐδὲν ὁμοιότροπον ζηλοῦν ἀξιοῦσιν, ἀλλὰ καὶ ἐν λόγοις
Plant
.

157

καὶ ἐν ἔργοις τὸ μὴ συνῳδὸν καὶ διαφωνοῦν ἐπιδείκνυνται· τοὺς μὲν γὰρ λόγους ὑγιαίνοντας καὶ ἐρρωμένους εἰς πάθος ἀνήκεστον καὶ φθορὰν περιήγαγον ἀντὶ σφριγώσης καὶ ἀθλητικῆς ὄντως | εὐεξίας οὐδὲν ὅτι μὴ
νοσοῦν κατασκευάσαντες καὶ τὸν πλήρη καὶ ναστόν, ὡς ἔφη τις, ὑπ’164
5εὐτονίας ὄγκον εἰς παρὰ φύσιν οἰδούσης καχεξίας ἀγαγόντες καὶ κενῷ φυσήματι μόνον ἐπαίροντες, ὃ δι’ ἔνδειαν τῆς συνεχούσης δυνάμεως,
Plant
.

158

ὅταν μάλιστα περιταθῇ, ῥήγνυται. τὰς δὲ πράξεις ἐπαινέσεως καὶ σπουδῆς ἀξίας καὶ αὐτάς, ὡς ἔπος εἰπεῖν, ἄρρενας ἐξεθήλυναν αἰσχρὰς ἀντὶ καλῶν ἐργαζόμενοι, ὡς ὀλίγους εἶναι παντάπασιν ἑκατέροις, ἔργοις τε
Plant
.

159

καὶ λόγοις, ἀρχαιοτρόπου ζηλώσεως ἐρῶντας. τοιγαροῦν ἐπ’ ἐκείνων ποιηταὶ καὶ λογογράφοι καὶ ὅσοι περὶ τὰ ἄλλα μουσικῆς ἐσπούδαζον ἤνθουν, οὐ τὰς ἀκοὰς διὰ τῆς ἐν ῥυθμοῖς φωνῆς ἀφηδύνοντές τε καὶ θρύπτοντες, ἀλλὰ εἴ τι τῆς διανοίας κατεαγὸς καὶ κεκλασμένον ἐγείροντες
5καὶ ὅσον ἐμμελὲς αὐτῆς ἁρμοζόμενοι φύσεως καὶ ἀρετῆς ὀργάνοις· ἐφ’ ἡμῶν δὲ ὀψαρτυταὶ καὶ σιτοπόνοι καὶ ὅσοι τῆς ἐν βαφικῇ καὶ μυρεψικῇ τεχνῖται περιεργίας, ἀεί τι καινὸν χρῶμα ἢ σχῆμα ἢ ἀτμὸν ἢ χυλὸν ἐπιτειχίζοντες ταῖς αἰσθήσεσιν, ὅπως τὸν ἡγεμόνα πορθήσωσι νοῦν.
Plant
.

160

τίνος δὴ χάριν τούτων ἐμνήσθην; ἵν’ ἐπιδείξω, ὅτι καὶ τὸν ἄκρα‐ τον οὐχ ὁμοίως οἱ νῦν τοῖς πάλαι προσφέρονται. νῦν μὲν γὰρ ἄχρι τοῦ σῶμα καὶ ψυχὴν παρεθῆναι πίνουσιν ἀθρόως καὶ ἀπνευστί, χαί‐ νοντες ἔτι καὶ προσεπιφέρειν τοῖς οἰνοχοουμένοις κελεύοντες, κἂν
5διαμέλλωσιν ἀγανακτοῦντες, ὅτι τὸν θερμὸν λεγόμενον παρ’ αὐτοῖς πότον παραψύχουσι, καὶ τὸ παράκομμα τῶν γυμνικῶν, τὸν παροίνιον ἀγῶνα, πρὸς τοὺς συνόντας ἐπιδείκνυνται, ἐν ᾧ μεγάλα καὶ καλὰ ἀλλήλους ἀντιδρῶσιν, ὦτα καὶ ῥῖνας καὶ χειρῶν ἄκρους δακτύλους καὶ
Plant
.

161

ὁποῖα δ’ ἂν τύχῃ μέρη τοῦ σώματος ἀπεσθίοντες. ταῦτ’ ἐστὶ τῆς ἡβώσης καὶ νεωτέρας καὶ ἄρτι ἀκμαζούσης ἆθλα, ὡς ἔοικεν, εὐφροσύνης, τῆς δὲ ἀρχαίας καὶ πρεσβυτέρας τἀναντία· πάσης γὰρ καλῆς πράξεως ἀφ’ ἱερῶν τελείων οἱ πρότεροι κατήρχοντο, νομίζοντες μάλιστα οὕτως
5αἴσιον ἀποβήσεσθαι τὸ τέλος αὐτοῖς, καὶ πρὶν εὔξασθαί τε καὶ θῦσαι, καὶ εἰ σφόδρα τοῦ πράττειν ἐπέσπευδον οἱ καιροί, πάντως ἀνέμενον οὐκ ἀεὶ τὸ ταχὺ τοῦ βραδέος ἡγούμενοι κρεῖττον· οὐ προμηθὲς μὲν γὰρ τάχος βλαβερόν, βραδυτὴς δὲ μετ’ εὐελπιστίας ὠφέλιμον. εἰδότες οὖν, ὅτι165
Plant
.

162

καὶ ἡ τοῦ οἴνου ἀπόλαυσίς τε καὶ χρῆσις δεῖται πολλῆς ἐπιμελείας, οὔτε ἄδην | οὔτε ἀεὶ προσεφέροντο τὸν ἄκρατον, ἀλλ’ ἔν τε κόσμῳ καὶ καιρῷ προσήκοντι. πρότερον γὰρ εὐξάμενοι καὶ θυσίας ἀναγαγόντες καὶ ἱλασάμενοι τὸ θεῖον, σώματα καὶ ψυχὰς καθηράμενοι, τὰ μὲν λου‐
5τροῖς, τὰ δὲ νόμων καὶ παιδείας ὀρθῆς ῥεύμασι, φαιδροὶ καὶ γεγηθότες πρὸς ἀνειμένην δίαιταν ἐτρέποντο, μηδὲ οἴκαδε πολλάκις ἀφικόμενοι, ἀλλ’ ἐν οἷς ἔθυσαν ἱεροῖς διατελοῦντες, ἵνα καὶ τῶν θυσιῶν μεμνημένοι καὶ τὸν τόπον αἰδούμενοι ἱεροπρεπεστάτην ὡς ἀληθῶς ἄγωσιν εὐωχίαν,
Plant
.

163

μήτε λόγῳ μήτε ἔργῳ διαμαρτάνοντες. ἀπὸ τούτου γέ τοί φασι τὸ μεθύειν ὠνομάσθαι, ὅτι μετὰ τὸ θύειν ἔθος ἦν τοῖς πρότερον οἰνοῦσθαι. τίσι δὴ μᾶλλον οἰκεῖος ἂν εἴη τῆς τοῦ ἀκράτου χρήσεως ὁ λεχθεὶς τρόπος ἢ σοφοῖς ἀνδράσιν, οἷς καὶ τὸ πρὸ τῆς μέθης ἔργον ἁρμόττει
Plant
.

164

τὸ θύειν; σχεδὸν γὰρ οὐδὲ εἷς τῶν φαύλων πρὸς ἀλήθειαν ἱερουργεῖ, κἂν ἐνδελεχεῖς μυρίους βόας ἀνὰ πᾶσαν ἡμέραν ἀνάγῃ· τὸ γὰρ ἀναγ‐ καιότατον ἱερεῖον αὐτῷ λελώβηται, ὁ νοῦς, λώβας δὲ οὐ θέμις βωμῶν προσάψασθαι.
Plant
.

165

Δεύτερος μὲν δὴ λόγος οὗτος εἴρηται, δεικνὺς ὅτι οὐκ ἀλλότριον σπουδαίου τὸ μεθύειν, τρίτος δ’ ἐστὶν ἀπὸ διαφερούσης τῆς πρὸς τὴν ἐτυμολογίαν πιθανότητος ἠρτημένος· τὴν γὰρ μέθην οὐ μόνον,
ἐπειδὴ μετὰ θυσίας ἐπιτελεῖται, νομίζουσί τινες εἰρῆσθαι, ἀλλ’ ὅτι καὶ166
Plant
.

166

μεθέσεως ψυχῆς αἰτία γίγνεται. μεθίεται δὲ ὁ μὲν τῶν ἀφρόνων λογισ‐ μὸς εἰς πλειόνων χύσιν ἁμαρτημάτων, ὁ δὲ τῶν ἐμφρόνων εἰς ἀνέσεως καὶ εὐθυμίας καὶ ἱλαρότητος ἀπόλαυσιν· ἡδίων γὰρ αὐτὸς ἑαυτοῦ νή‐ φοντος οἰνωθεὶς ὁ σοφὸς γίγνεται, ὥστε οὐδ’ ἂν ταύτῃ διαμαρτάνοιμεν
Plant
.

167

φάσκοντες ὅτι μεθυσθήσεται. πρὸς δὲ τούτοις κἀκεῖνο λεκτέον, ὅτι οὐ σκυθρωπὸν καὶ αὐστηρὸν τὸ τῆς σοφίας εἶδος, ὑπὸ συννοίας καὶ κατη‐ φείας ἐσταλμένον, ἀλλ’ ἔμπαλιν ἱλαρὸν καὶ γαληνίζον, μεστὸν γηθοσύ‐ νης καὶ χαρᾶς· ὑφ’ ὧν πολλάκις προήχθη τις οὐκ ἀμούσως παῖξαί τι
5καὶ χαριεντίσασθαι, παιδιὰν μέντοι τῇ σεμνότητι καὶ σπουδῇ καθάπερ ἐν ἡρμοσμένῃ λύρᾳ φθόγγοις ἀντιφώνοις εἰς ἑνὸς μέλους κρᾶσιν συνη‐
Plant
.

168

χοῦσαν. κατὰ γοῦν τὸν ἱερώτατον Μωυσῆν τέλος ἐστὶ σοφίας παιδιὰ καὶ γέλως, ἀλλ’ οὐχ ἃ τοῖς νηπίοις ἄνευ φρονήσεως πᾶσι μελετᾶται, ἀλλ’ ἃ τοῖς ἤδη πολιοῖς οὐ χρόνῳ μόνον ἀλλὰ καὶ βουλαῖς ἀγαθαῖς γεγονόσιν. οὐχ ὁρᾷς ὅτι τὸν αὐτηκόου καὶ αὐτομαθοῦς καὶ αὐτουργοῦ
5τῆς ἐπιστήμης ἀρυσάμενον οὐ μετέχοντα γέλωτος, ἀλλ’ αὐτὸν γέλωτα
Plant
.

169

εἶναί φησιν; οὗτός ἐστιν Ἰσαάκ, ὃς ἑρμηνεύεται γέλως, ᾧ παίζειν μετὰ τῆς ὑπομονῆς, ἣν Ῥεβέκκαν Ἑβραῖοι καλοῦσιν, ἁρμόττει. τὴν δὲ | θείαν παιδιὰν τῆς ψυχῆς ἰδιώτῃ μὲν οὐ θέμις ἰδεῖν, βασιλεῖ δὲ ἔξεστιν, ᾧ πάμπολυν χρόνον παρῴκησεν, εἰ καὶ μὴ πάντ’ ἐνῴκησε τὸν
5αἰῶνα, σοφία. προσαγορεύεται οὗτος Ἀβιμέλεχ, ὃς διακύψας τῇ θυρίδι, τῷ διοιχθέντι καὶ φωσφόρῳ τῆς διανοίας ὄμματι, τὸν Ἰσαὰκ εἶδε παί‐
Plant
.

170

ζοντα μετὰ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ (Gen. 26, 8). τί γὰρ ἄλλο ἐμπρεπὲς ἔργον σοφῷ ἢ τὸ παίζειν καὶ γανοῦσθαι καὶ συνευφραίνεσθαι τῇ τῶν καλῶν ὑπομονῇ; ἐξ ὧν ὅτι καὶ μεθυσθήσεται δῆλόν ἐστι τῆς167
Plant
.

171

μέθης ἠθοποιούσης καὶ ἄνεσιν καὶ ὠφέλειαν ἐργαζομένης· ὁ γὰρ ἄκρα‐ τος τὰ τῇ φύσει προσόντα ἐπιτείνειν καὶ σφοδρύνειν ἔοικεν εἴτε καλὰ εἴτε καὶ τὰ ἐναντία, καθάπερ καὶ πολλὰ τῶν ἄλλων· ἐπεὶ καὶ χρήματα αἴτια μὲν ἀγαθῶν 〈ἀγαθῷ〉, κακῷ δέ, ὡς ἔφη τις, κακῶν· καὶ πάλιν
5δόξα τοῦ μὲν ἄφρονος τὴν κακίαν ἐπιφανεστέραν, τοῦ δὲ δικαίου τὴν ἀρετὴν εὐκλεεστέραν ἐπιφαίνει. οὕτως οὖν καὶ ὁ ἄκρατος ἀναχυθεὶς τὸν μὲν πάθεσι κεχρημένον ἐμπαθέστερον, τὸν δὲ εὐπαθείαις εὐμενέ‐
Plant
.

172

στερον καὶ ἵλεω μᾶλλον ἀπειργάσατο. τίς γε μὴν οὐκ οἶδεν, ὅτι δυεῖν ἐναντίων ἐπειδὰν θάτερον εἶδος ἐφαρμόζῃ πλείοσι, καὶ θάτερον ἐξ ἀνάγ‐ κης συμβήσεται; οἷον λευκοῦ καὶ μέλανος ἐναντίων ὄντων, εἰ τὸ λευκὸν ἀστείοις τε καὶ φαύλοις, καὶ τὸ μέλαν ἐξ ἴσου δήπουθεν ἀμφοτέροις,
5οὐχὶ μόνοις προσέσται τοῖς ἑτέροις. καὶ μὴν τό γε νήφειν καὶ τὸ με‐ θύειν ἐναντία, μετέχουσι δὲ τοῦ νήφειν, ὡς ὁ τῶν προτέρων λόγος, ἀγαθοί τε καὶ φαῦλοι· ὥστε καὶ τὸ μεθύειν ἑκατέρῳ τῶν εἰδῶν ἐφαρ‐ μόττει. μεθυσθήσεται τοιγάρτοι καὶ ὁ ἀστεῖος μηδὲν τῆς ἀρετῆς ἀπο‐
Plant
.

173

βαλών. εἰ δ’ ὥσπερ ἐν δικαστηρίῳ μὴ μόνον ταῖς ἐντέχνοις ἀποδείξεσιν, ἀλλὰ καὶ ταῖς ἀτέχνοις λεγομέναις χρηστέον, ὧν μία ἐστὶν ἡ διὰ τῶν μαρτυριῶν, πολλοὺς καὶ εὐδοκίμους μαρτυροῦντας παρεξόμεθα παῖδας ἰατρῶν καὶ φιλοσόφων, οὐ λόγοις μόνον ἀλλὰ καὶ γράμμασι τὴν
Plant
.

174

μαρτυρίαν σημαινομένους. μυρίας γὰρ ἀπολελοίπασι συντάξεις ἐπιγρά‐
ψαντες περὶ μέθης, ἐν αἷς περὶ ψιλῆς αὐτὸ μόνον χρήσεως οἴνου σκο‐ ποῦσιν, οὐδὲν περὶ τῶν ληρεῖν εἰωθότων προσεξετάζοντες, ἀλλ’ ὅλον τὸ παροινίας παραπέμψαντες εἶδος· ὥστε καὶ παρὰ τούτοις σαφέστατα168
5ἀνωμολογῆσθαι, ὅτι τὸ μεθύειν ἦν τὸ οἰνοῦσθαι. οἴνου δὲ σπάσαι πλείονος οὐκ ἂν εἴη χεῖρον ἐν καιρῷ σοφόν· οὐ τοίνυν διαμαρτησόμεθα
Plant
.

175

λέγοντες ὅτι μεθυσθήσεται. ἐπεὶ δὲ οὐδεὶς καθ’ αὑτὸν ἀγωνιζόμενος ἀναγράφεται νικῶν, εἰ δὲ ἀγωνίζεται, σκιαμαχεῖν μᾶλλον ἂν εἰκότως δόξαι, ἀνάγκη καὶ τοὺς τὸ ἐναντίον κατασκευάζοντας λόγους εἰπεῖν, ἵνα δικαιοτάτη γενηθῇ κρίσις, μηδετέρου μέρους ἐξ ἐρήμου καταδικασθέντος.
Plant
.

176

ἔστι δὲ πρῶτος καὶ δυνατώτατος οὗτος· εἰ τῷ μεθύοντι οὐκ ἄν τις εὐλόγως λόγον ἀπόρρητον παρακατάθοιτο, 〈τῷ δὲ ἀστείῳ παρακατατί‐ θεται〉, οὐκ ἄρα μεθύει ὁ ἀστεῖος. ἀλλ’ οὖν πρὶν ἢ τοὺς ἄλλους ἑξῆς συνείρειν, ἄμεινον καθ’ ἕκαστον τῶν προτεινομένων ἀντιλέγειν, ἵνα μὴ
Plant
.

177

μακρηγοροῦντες ἐπὶ πλέον διοχλεῖν δοκῶμεν. φήσει δή τις ἐναντιού‐ μενος, ὅτι κατὰ τὸν λεχθέντα λόγον ὁ σοφὸς οὔτε μελαγχολήσει ποτὲ οὔτε κοιμηθήσεται οὔτε συνόλως ἀποθανεῖται· ᾧ δὲ μὴ συμβαίνει τι τοιοῦτον, ἄψυχόν ἐστιν ἢ θεῖον, ἄνθρωπος δὲ οὐκ ἂν εἴη τὸ παράπαν.
5τὴν γὰρ ἀγωγὴν τοῦ λόγου μιμησάμενος ἐφαρμόσει τὸν τρόπον τοῦτον τῷ μελαγχολῶντι ἢ κοιμωμένῳ ἢ ἀποθνῄσκοντι· οὐκ ἄν τις εὐλόγως λόγον ἀπόρρητον τῷ τοιούτῳ παρακατάθοιτο, τῷ δὲ σοφῷ εὐλόγως·
οὔτ’ ἄρα μελαγχολᾷ οὔτε κοιμᾶται οὔτε ἀποθνῄσκει ὁ σοφός.169