TLG 0018 002 :: PHILO JUDAEUS :: Legum allegoriarum libri i–iii

PHILO JUDAEUS Phil.
(Alexandrinus: 1 B.C.–A.D. 1)

Legum allegoriarum libri i–iii

Source: Cohn, L. (ed.), Philonis Alexandrini opera quae supersunt, vol. 1. Berlin: Reimer, 1896 (repr. Berlin: De Gruyter, 1962): 61–169.

Citation: Book — section — (line)

LA
.

1

t

ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ ΤΩΝ ΜΕΤΑ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ ΤΟ ΠΡΩΤΟΝ
LA
.

1

.

1

„Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσ‐ μος αὐτῶν“ (Gen. 2, 1). νοῦ καὶ αἰσθήσεως γένεσιν εἰπὼν πάλαι, νῦν δὴ ἀμφοτέρων τελείωσιν διασυνίστησιν. οὔτε δὲ νοῦν τὸν ἄτομον οὔτε αἴσθησιν τὴν ἐν μέρει πέρας εἰληφέναι φησίν, ἀλλ’ ἰδέας, τὴν μὲν νοῦ,
5τὴν δὲ αἰσθήσεως· συμβολικῶς μὲν γὰρ τὸν νοῦν οὐρανόν, ἐπειδὴ αἱ νοηταὶ φύσεις ἐν οὐρανῷ, τὴν δὲ αἴσθησιν καλεῖ γῆν, ὅτι σύστασιν σωματοειδῆ καὶ γεωδεστέραν ἔλαχεν αἴσθησις· κόσμος δὲ νοῦ μὲν τὰ ἀσώματα καὶ νοητὰ πάντα, αἰσθήσεως δὲ τὰ ἐνσώματα καὶ ὅσα συνόλως αἰ‐ σθητά.
LA
.

1

.

2

„Καὶ συνετέλεσεν ὁ θεὸς τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ | ἔργα αὐτοῦ ἃ ἐποίησεν“ (Gen. 2, 2). εὔηθες πάνυ τὸ οἴεσθαι ἓξ ἡμέραις ἢ καθό‐ λου χρόνῳ γεγονέναι τὸν κόσμον· διὰ τί; ὅτι πᾶς χρόνος ἡμερῶν καὶ νυκτῶν ἐστι σύστημα, ταῦτα δὲ ἡλίου κίνησις ὑπὲρ γῆν καὶ ὑπὸ γῆν
5ἰόντος ἐξ ἀνάγκης ἀποτελεῖ· ἥλιος δὲ μέρος οὐρανοῦ γέγονεν, ὥστε χρόνον ἀνομολογεῖσθαι νεώτερον κόσμου. λέγοιτ’ ἂν οὖν ὀρθῶς, ὅτι οὐκ ἐν χρόνῳ γέγονε κόσμος, ἀλλὰ διὰ κόσμου συνέστη χρόνος· ἡ γὰρ οὐ‐61
LA
.

1

.

3

ρανοῦ κίνησις χρόνου φύσιν ἔδειξεν. ὅταν οὖν λέγῃ „συνετέλεσεν ἕκτῃ ἡμέρᾳ τὰ ἔργα“, νοητέον ὅτι οὐ πλῆθος ἡμερῶν παραλαμβάνει, τέλειον δὲ ἀριθμὸν τὸν ἕξ, ἐπειδὴ πρῶτος ἴσος ἐστὶ τοῖς ἑαυτοῦ μέρεσιν, ἡμίσει καὶ τρίτῳ καὶ ἕκτῳ, καὶ ἀπὸ ἑτερομήκους συνίσταται τοῦ δὶς τρία· δυὰς
5μέντοι καὶ τριὰς ἐκβέβηκε τὴν κατὰ τὸ ἓν ἀσωματότητα, ὅτι ἡ μὲν ὕλης ἐστὶν εἰκών, διαιρουμένη καὶ τεμνομένη καθάπερ ἐκείνη, τριὰς δὲ
LA
.

1

.

4

στερεοῦ σώματος, ὅτιπερ τριχῆ τὸ στερεὸν διαιρετόν. οὐ μὴν ἀλλὰ καὶ συγγενής ἐστι ταῖς τῶν ὀργανικῶν ζῴων κινήσεσιν· ἑξαχῆ γὰρ τὸ ὀργανι‐ κὸν σῶμα πέφυκε κινεῖσθαι, πρόσω καὶ κατόπιν, ἄνω καὶ κάτω, ἐπὶ δεξιὰ καὶ εὐώνυμα. βούλεται οὖν τά τε θνητὰ γένη καὶ πάλιν αὖ τὰ
5ἄφθαρτα κατὰ τοὺς οἰκείους ἐπιδεῖξαι συστάντα ἀριθμούς, τὰ μὲν θνητὰ ὡς ἔφην παραμετρῶν ἑξάδι, τὰ δὲ μακάρια καὶ εὐδαίμονα ἑβδομάδι.
LA
.

1

.

5

πρῶτον οὖν ἑβδόμῃ ἡμέρᾳ καταπαύσας τὴν τῶν θνητῶν σύστασιν ἄρχεται ἑτέρων θειοτέρων διατυπώσεως· παύεται γὰρ οὐδέποτε ποιῶν ὁ θεός, ἀλλ’ ὥσπερ ἴδιον τὸ καίειν πυρὸς καὶ χιόνος τὸ ψύχειν, οὕτως καὶ θεοῦ τὸ ποιεῖν· καὶ πολύ γε μᾶλλον, ὅσῳ καὶ τοῖς ἄλλοις ἅπασιν
LA
.

1

.

6

ἀρχὴ τοῦ δρᾶν ἐστιν. εὖ μέντοι καὶ τὸ φάναι „κατέπαυσεν“, οὐχὶ „ἐπαύσατο“· παύει μὲν γὰρ τὰ δοκοῦντα ποιεῖν οὐκ ἐνεργοῦντα, οὐ παύ‐ εται δὲ ποιῶν αὐτός. διὸ καὶ ἐπιφέρει „κατέπαυσεν ὧν ἤρξατο“· ὅσα μὲν γὰρ ταῖς ἡμετέραις τέχναις δημιουργεῖται, τελειωθέντα ἵσταται καὶ
5μένει, ὅσα δὲ ἐπιστήμῃ θεοῦ, περατωθέντα πάλιν κινεῖται· τὰ γὰρ τέλη αὐτῶν ἑτέρων εἰσὶν ἀρχαί, οἷον ἡμέρας τέλος νυκτὸς ἀρχή, καὶ μῆνα
δὲ καὶ ἐνιαυτὸν ἐνισταμένους | πέρατα δήπου τῶν ἐξηκόντων ὑποληπτέον·62
LA
.

1

.

7

γένεσίς τε αὖ φθειρομένων ἑτέρων καὶ φθορὰ γεννωμένων ἄλλων ἀποτε‐ λεῖται, ὥστε ἀληθὲς εἶναι τὸ λεγόμενον ὅτι
θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων,
διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο
5μορφὴν ἑτέραν ἀπέδειξεν.
LA
.

1

.

8

χαίρει δὲ ἡ φύσις ἑβδομάδι· πλάνητές τε γὰρ ἑπτὰ γεγό‐ νασιν, ἀντίρροποι τῇ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσῃ φορᾷ· καὶ ἄρκτος ἑπτὰ ἄστροις συμπληροῦται, κοινωνίας καὶ ἑνώσεως ἀνθρώπων, οὐκ ἐπιμιξίας αὐτὸ μόνον, οὖσα αἰτία· καὶ τροπαὶ δὲ σελήνης ἑβδομάσι γί‐
5νονται, συμπαθεστάτου πρὸς τὰ ἐπίγεια ἄστρου, καὶ ἃς κατὰ τὸν ἀέρα μεταβολὰς ἐργάζεται, μάλιστα τοῖς καθ’ ἑβδομάδα σχηματισμοῖς ἀποτε‐
LA
.

1

.

9

λεῖ. τά γε μὴν θνητὰ σπάσαντα ἀπ’ οὐρανοῦ θείαν ἀρχὴν καθ’ ἑβδο‐ μάδα σωτηρίως κινεῖται· τίς γὰρ οὐκ οἶδεν, ὅτι τῶν βρεφῶν τὰ μὲν ἑπτάμηνα γόνιμα, τὰ δὲ πλείω χρόνον προσλαβόντα, ὡς ὀκτὼ μῆνας
LA
.

1

.

10

ἐνδιαιτηθῆναι γαστρί, κατὰ τὸ πλεῖστον ἄγονα; λογικόν τέ φασιν ἄνθρω‐ πον κατὰ τὴν πρώτην ἑπταετίαν γίνεσθαι, ὅτε ἤδη ἱκανός ἐστιν ἑρμηνεὺς εἶναι τῶν συνήθων ὀνομάτων καὶ ῥημάτων τὴν λογικὴν ἕξιν περιπεποιη‐ μένος, κατὰ δὲ τὴν δευτέραν ἑπταετίαν ἄκρως τελειοῦσθαι· τελείωσις
5δέ ἐστι δύναμις τῆς τοῦ ὁμοίου σπορᾶς· περὶ γὰρ τὴν τετταρεσκαιδεκαετῆ ἡλικίαν τὸ ὅμοιον γεννᾶν δυνάμεθα· τρίτη πάλιν ἑπταετία πέρας ἐστὶν αὐξήσεως· ἄχρι γὰρ ἑνὸς καὶ εἴκοσιν ἐτῶν ἐπιδίδωσιν εἰς μέγεθος ἄνθρω‐
LA
.

1

.

11

πος, καὶ καλεῖται παρὰ πολλοῖς ὁ χρόνος οὗτος ἀκμή. ψυχῆς γε μὴν
τὸ ἄλογον ἑπταμερές, αἰσθήσεις πέντε καὶ φωνητήριον ὄργανον καὶ τὸ63
LA
.

1

.

12

διῆκον ἄχρι παραστατῶν, ὃ δὴ γόνιμόν ἐστι. πάλιν αὖ σώματος ἑπτὰ κινήσεις, ὀργανικαὶ μὲν ἕξ, ἑβδόμη δὲ ἡ κύκλῳ. σπλάγχνα γε μὴν ἑπτά· στόμαχος, καρδία, σπλήν, ἧπαρ, πνεύμων, νεφροὶ δύο. μέλη δὲ σώματος ὁμοίως ἰσάριθμα· κεφαλή, τράχηλος, στέρνον, χεῖρες, κοιλία,
5ἦτρον, πόδες. τό τε ἡγεμονικώτατον τοῦ ζῴου πρόσωπον ἑπταχῆ κατα‐ τέτρηται, δυσὶν ὀφθαλμοῖς καὶ ὠσὶ δυσίν, ἴσοις μυκτῆρσιν, ἑβδόμῳ στό‐
LA
.

1

.

13

ματι. αἵ τε ἀποκρίσεις ἑπτά· δάκρυα, μύξαι, σίελος, σπέρμα, διττοὶ περιττωμάτων ὀχετοί, καὶ δι’ ὅλου τοῦ σώματος ἱδρώς. ἔν γε μὴν ταῖς νόσοις κριτικωτάτη ἑβδομάς. καὶ γυναιξὶ δὲ αἱ καταμήνιοι καθάρ‐
LA
.

1

.

14

σεις ἄχρι ἑβδομάδος παρατείνουσιν. διελήλυθε δὲ ἡ | δύναμις αὐ‐ τῆς καὶ ἐπὶ τὰς ὠφελιμωτάτας τῶν τεχνῶν· ἐν γοῦν γραμματικῇ τὰ ἄριστα τῶν στοιχείων καὶ πλείστην δύναμιν ἔχοντα ἑπτά ἐστιν ἀριθμῷ, τὰ φωνήεντα· κατά τε μουσικὴν ἡ ἑπτάχορδος λύρα πάντων σχεδὸν
5ὀργάνων ἀρίστη, διότι τὸ ἐναρμόνιον, ὃ δὴ τῶν μελῳδουμένων γενῶν ἐστι τὸ σεμνότατον, κατ’ αὐτὴν μάλιστά πως θεωρεῖται· τάς τε τῶν φθόγγων τάσεις ἑπτὰ εἶναι συμβέβηκεν, ὀξύν, βαρύν, περισπώμενον, δα‐
LA
.

1

.

15

σύν, ψιλόν, μακρόν, βραχύν. ἔτι πρῶτός ἐστιν ἀπὸ τελείου τοῦ ἓξ καὶ μονάδι κατά τινα λόγον ὁ αὐτός. οἵ τε ἐντὸς δεκάδος ἀριθμοὶ ἢ γεν‐ νῶνται ἢ γεννῶσι τοὺς ἐντὸς δεκάδος καὶ αὐτήν, ἡ δὲ ἑβδομὰς οὔτε γεννᾷ τινα τῶν ἐντὸς δεκάδος ἀριθμῶν οὔτε γεννᾶται ὑπό τινος. παρὸ
5μυθεύοντες οἱ Πυθαγόρειοι τῇ ἀειπαρθένῳ καὶ ἀμήτορι αὐτὴν ἀπεικά‐ ζουσιν, ὅτι οὔτε ἀπεκυήθη οὔτε ἀποτέξεται.
LA
.

1

.

16

„Κατέπαυσεν οὖν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε“ (Gen. 2, 2). τοῦτο δ’ ἐστὶ τοιοῦτο· τὰ θνητὰ γένη παύεται πλάττων ὁ θεός, ὅταν ἄρχηται ποιεῖν τὰ θεῖα καὶ ἑβδο‐
μάδος φύσει οἰκεῖα. ἡ δὲ πρὸς τὸ ἦθος ἀπόδοσίς ἐστι τοιαύτη· ὅταν64
5ἐπιγένηται τῇ ψυχῇ ὁ κατὰ ἑβδομάδα ἅγιος λόγος, ἐπέχεται ἡ ἑξὰς καὶ ὅσα θνητὰ τουτὶ ποιεῖν δοκεῖ.
LA
.

1

.

17

„Καὶ εὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγία‐ σεν αὐτήν“ (Gen. 2, 3). τοὺς κατὰ τὸ ἕβδομον καὶ θεῖον ὡς ἀληθῶς φῶς κινηθέντας τρόπους εὐλογεῖ τε ὁ θεὸς καὶ εὐθὺς ἁγίους ἀπο‐ φαίνει· συγγενέστατοι γὰρ ἀλλήλοις ὁ εὐλόγιστός τε καὶ ὁ ἅγιος. διὰ
5τοῦτο ἐπὶ τοῦ τὴν μεγάλην εὐχὴν εὐξαμένου φησὶν ὅτι, ἐὰν τροπὴ κατα‐ σκήψασα αἰφνίδιον μιάνῃ τὸν νοῦν, οὐκέτ’ ἔσται ἅγιος (cf. Num. 6, 9)· ἀλλ’ „αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι“ (ib. 6, 12)· κατὰ τὸ εἰκός·
LA
.

1

.

18

ἀλόγιστος γὰρ ὁ μὴ ἅγιος τρόπος, ὥστε ὁ εὐλόγιστος ἅγιος. ὀρ‐ θῶς οὖν ἔφη ὅτι τὴν ἑβδόμην εὐλόγησέ τε καὶ ἡγίασεν, „ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιεῖν ὁ θεόσ“ (Gen. 2, 3). αἰτία δ’ ἡ δι’ ἣν εὐλόγιστός τε καὶ ἅγιος γέγονεν ὁ κατὰ
5τὸ ἕβδομον καὶ τέλειον φῶς ἄγων ἑαυτόν, ἐπεὶ ἐν ταύτῃ τῇ φύσει παύεται ἡ τῶν θνητῶν σύστασις. καὶ γὰρ οὕτως ἔχει· ὅταν ἀνατείλῃ φέγγος τῆς ἀρετῆς τὸ λαμπρότατον καὶ θεῖον ὄντως, ἐπέχεται τῆς ἐναντίας φύ‐ σεως ἡ γένεσις. ἐδηλώσαμεν δὲ ὅτι παύων ὁ | θεὸς οὐ παύεται ποιῶν, ἀλλ’ ἑτέρων γενέσεως ἄρχεται, ἅτε οὐ τεχνίτης μόνον ἀλλὰ καὶ πατὴρ
10ὢν τῶν γινομένων.
LA
.

1

.

19

„Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο“ (Gen. 2, 4). οὗτος ὁ κατὰ ἑβδομάδα κινούμενος τέλειος λόγος ἀρχὴ γενέ‐
σεως τοῦ τε κατὰ τὰς ἰδέας νοῦ τεταγμένου καὶ τῆς κατὰ τὰς ἰδέας τεταγμένης νοητῆς, εἰ οἷόν τε τοῦτο εἰπεῖν, αἰσθήσεως. βιβλίον δὲ εἴρηκε65
5τὸν τοῦ θεοῦ λόγον, ᾧ συμβέβηκεν ἐγγράφεσθαι καὶ ἐγχαράττεσθαι τὰς
LA
.

1

.

20

τῶν ἄλλων συστάσεις. ἵνα δὲ μὴ καθ’ ὡρισμένας χρόνων περιόδους ὑπολάβῃς τὸ θεῖόν τι ποιεῖν, ἀλλ’ εἰδῇς ἄδηλα καὶ ἀτέκμαρτα καὶ ἀκατάληπτα τῷ θνητῷ γένει τὰ δημιουργούμενα, ἐπιφέρει τὸ „ὅτε ἐγένετο“, τὸ πότε κατὰ περιγραφὴν οὐ διορίζων· ἀπεριγράφως γὰρ
5γίνεται τὰ γινόμενα ὑπὸ τοῦ αἰτίου. ἀνῄρηται τοίνυν τὸ ἐν ἓξ ἡμέ‐ ραις γεγενῆσθαι τὸ πᾶν.
LA
.

1

.

21

„Ἧι ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄν‐ θρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν“ (Gen. 2, 4. 5). τὴν ἡμέραν ταύτην
5ἐπάνω βίβλον εἴρηκεν, εἴ γε ἐν ἀμφοτέροις οὐρανοῦ καὶ γῆς ὑπογράφει γένεσιν· τῷ γὰρ περιφανεστάτῳ καὶ τηλαυγεστάτῳ ἑαυτοῦ λόγῳ ὁ θεὸς ἀμφότερα ποιεῖ, τήν τε ἰδέαν τοῦ νοῦ, ὃν συμβολικῶς οὐρανὸν κέκληκε,
LA
.

1

.

22

καὶ τὴν ἰδέαν τῆς αἰσθήσεως, ἣν διὰ σημείου γῆν ὠνόμασεν. ἀγροῖς δὲ ἀπεικάζει δυσὶ τήν τε ἰδέαν τοῦ νοῦ καὶ τὴν ἰδέαν τῆς αἰσθήσεως· φέρει γὰρ ὁ μὲν νοῦς καρπὸν τὰ ἐν τῷ νοεῖν, ἡ δὲ αἴσθησις τὰ ἐν τῷ αἰσθά‐ νεσθαι. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ τοῦ ἐπὶ μέρους καὶ ἀτόμου νοῦ
5προϋπάρχει τις ἰδέα ὡς ἂν ἀρχέτυπος καὶ παράδειγμα τούτου καὶ πάλιν τῆς κατὰ μέρος αἰσθήσεως 〈ἰδέα τις αἰσθήσεωσ〉 σφραγῖδος λόγον ἔχουσα εἴδη τυπούσης, οὕτως πρὶν μὲν γενέσθαι τὰ ἐπὶ μέρους νοητά, ἦν τὸ αὐτὸ τοῦτο γενικὸν νοητόν, οὗ κατὰ μετοχὴν καὶ τὰ ἄλλα ὠνόμασται, πρὶν δὲ γενέσθαι τὰ κατὰ μέρος αἰσθητά, ἦν τὸ αὐτὸ τοῦτο γενικὸν αἰσθητόν,
LA
.

1

.

23

οὗ κατὰ μετουσίαν καὶ τὰ ἄλλα αἰσθητὰ γέγονε. χλωρὸν μὲν οὖν ἀγροῦ τὸ νοητὸν εἴρηκε | τοῦ νοῦ· ὡς γὰρ ἐν ἀγρῷ τὰ χλωρὰ βλαστάνει
καὶ ἀνθεῖ, οὕτως βλάστημα τοῦ νοῦ τὸ νοητόν ἐστι. πρὶν οὖν τὸ κατὰ μέρος νοητὸν γενέσθαι, τὸ αὐτὸ τοῦτο νοητὸν ἀποτελεῖ γενικὸν ὄν, ὃ δὴ66
5καὶ „πᾶν“ κέκληκεν ὑγιῶς· τὸ μὲν γὰρ κατὰ μέρος νοητὸν ἀτελὲς ὂν
LA
.

1

.

24

οὐ πᾶν, τὸ δὲ γενικὸν ἅπαν, ἅτε πλῆρες ὄν. „καὶ πάντα“ φησί „χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι,“ τουτέστι· πρὸ τοῦ ἀνατεῖλαι τὰ κατὰ μέρος αἰσθητὰ ἦν τὸ γενικὸν αἰσθητὸν προμηθείᾳ τοῦ πεποιηκότος, ὃ δὴ πάλιν „πᾶν“ εἴρηκεν. εἰκότως μέντοι χόρτῳ τὸ αἰσθητὸν ἀπεί‐
5κασεν· ὡς γὰρ ὁ χόρτος ἀλόγου τροφή, οὕτως τὸ αἰσθητὸν τῷ ἀλόγῳ μέρει ψυχῆς προσκεκλήρωται· ἐπεὶ διὰ τί προειπὼν „χλωρὸν ἀγροῦ“ ἐπιφέρει „καὶ πάντα χόρτον“, ὡς οὐ γινομένου χόρτου χλωροῦ τὸ παρά‐ παν; ἀλλὰ τὸ μὲν ἀγροῦ χλωρὸν τὸ νοητόν ἐστιν, ἐκβλάστημα νοῦ, ὁ δὲ
LA
.

1

.

25

χόρτος τὸ αἰσθητόν, τοῦ ἀλόγου τῆς ψυχῆς καὶ αὐτὸ βλάστημα. „οὐ γὰρ ἔβρεξεν ὁ θεὸσ“ φησίν „ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργά‐ ζεσθαι τὴν γῆν.“ φυσικώτατα· ἐὰν γὰρ μὴ ἐπομβρήσῃ ταῖς αἰσθήσεσι τὰς ἀντιλήψεις τῶν ὑποκειμένων ὁ θεός, οὐδ’ ὁ νοῦς ἐργάσεται καὶ
5πραγματεύσεταί τι περὶ αἴσθησιν· ἄπρακτος γὰρ αὐτὸς ἐξ ἑαυτοῦ μὴ ὥσπερ ὕοντος καὶ ἐπιψεκάζοντος ὁράσει μὲν χρώματα, φωνὰς δὲ ἀκοῇ,
LA
.

1

.

26

γεύσει δὲ χυλοὺς καὶ ταῖς ἄλλαις τὰ οἰκεῖα τοῦ αἰτίου. ὅταν δὲ ἄρδειν ὁ θεὸς ἄρξηται τὴν αἴσθησιν αἰσθητοῖς, τηνικαῦτα καὶ ὁ νοῦς ἐργάτης οἷα πίονος γῆς ἀνευρίσκεται. ἡ δ’ ἰδέα τῆς αἰσθήσεως οὐ δεῖται τρο‐ φῆς· τροφὴ δὲ αἰσθήσεως, ἣν κατὰ σύμβολον βροχὴν εἴρηκεν, τὰ ἐπὶ
5μέρους αἰσθητά, ἃ δὴ σώματά ἐστιν· ἰδέα δὲ σωμάτων ἀλλότριον. πρὶν οὖν γενέσθαι τὰ κατὰ μέρος συγκρίματα, οὐκ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν ἰδέαν τῆς αἰσθήσεως, ἣν εἴρηκε γῆν, τοῦτο δέ ἐστι, τροφὴν οὐ παρέσχεν
LA
.

1

.

27

αὐτῇ· οὐδὲ γὰρ ἐδεῖτο αἰσθητοῦ τὸ παράπαν οὐδενός. τὸ δὲ „καὶ ἄν‐ θρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν“ τοιοῦτόν ἐστιν· ἡ ἰδέα τοῦ νοῦ τὴν ἰδέαν τῆς αἰσθήσεως οὐκ εἰργάζετο· ὁ μὲν γὰρ ἐμὸς καὶ σὸς νοῦς ἐργάζεται τὴν αἴσθησιν διὰ τῶν αἰσθητῶν, ἡ δὲ τοῦ νοῦ ἰδέα, ἅτε δὴ67
5μηδενὸς ὄντος ἐπὶ μέρους οἰκείου σώματος, οὐκ ἐργάζεται τὴν ἰδέαν τῆς αἰσθήσεως· εἰ γὰρ εἰργάζετο, διὰ τῶν αἰσθητῶν ἂν εἰργάζετο, αἰσθητὸν δὲ ἐν ἰδέαις οὐδέν.
LA
.

1

.

28

„Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσω‐ πον τῆς γῆσ“ (Gen. 2, 6). τὸν μὲν νοῦν εἴρηκε | γῆς πηγήν, τὰς δὲ αἰσθήσεις πρόσωπον, ὅτι χωρίον αὐταῖς ἐξ ἅπαντος τοῦ σώματος πρὸς τὰς ἰδίας ἐνεργείας ἐπιτηδειότατον ἡ πάντα προμηθουμένη φύσις ἀπέ‐
5νειμε τοῦτο· πηγῆς δὲ τρόπον ἄρδει τὰς αἰσθήσεις ὁ νοῦς, ἐπιπέμπων τὰ πρόσφορα ἑκάστῃ ῥεύματα. ἴδε οὖν, πῶς ἁλύσεως τρόπον αἱ τοῦ ζῴου δυνάμεις ἀλλήλων ἔχονται· νοῦ γὰρ καὶ αἰσθήσεως ἔτι δὲ αἰσθητοῦ τριῶν ὄντων μέσον μέν ἐστιν αἴσθησις, ἄκρον δὲ ἑκάτερον ὅ τε νοῦς
LA
.

1

.

29

καὶ τὸ αἰσθητόν. ἀλλ’ οὔθ’ ὁ νοῦς δυνατὸς ἐργάσασθαι τουτέστιν ἐνεργῆσαι κατὰ αἴσθησιν, ἐὰν μὴ βρέξῃ καὶ ὕσῃ τὸ αἰσθητὸν ὁ θεός, οὔτε ὑσθέντος αἰσθητοῦ ὄφελός ἐστιν, ἐὰν μὴ πηγῆς τρόπον ὁ νοῦς τείνας ἑαυτὸν ἄχρι τῆς αἰσθήσεως κινήσῃ τε αὐτὴν ἠρεμοῦσαν καὶ ἀγάγῃ πρὸς ἀντίληψιν
5τοῦ ὑποκειμένου· ὥστε ἀντίδοσιν ὁ νοῦς καὶ τὸ αἰσθητὸν ἀεὶ μελετῶσι, τὸ μὲν προϋποκείμενον αἰσθήσει ὡς ἂν ὕλη, ὁ δὲ κινῶν τὴν αἴσθησιν
LA
.

1

.

30

πρὸς τὸ ἐκτὸς ὡς ἂν τεχνίτης, ἵνα γένηται ὁρμή. τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου δυσὶ προὔχει, φαντασίᾳ καὶ ὁρμῇ· ἡ μὲν οὖν φαντασία συνί‐ σταται κατὰ τὴν τοῦ ἐκτὸς πρόσοδον τυποῦντος νοῦν δι’ αἰσθήσεως, ἡ δὲ ὁρμή, τὸ ἀδελφὸν τῆς φαντασίας, κατὰ τὴν τοῦ νοῦ τονικὴν δύναμιν,
5ἣν τείνας δι’ αἰσθήσεως ἅπτεται τοῦ ὑποκειμένου καὶ πρὸς αὐτὸ χωρεῖ γλιχόμενος ἐφικέσθαι καὶ συλλαβεῖν αὐτό.
LA
.

1

.

31

„Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς
γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7). διττὰ ἀνθρώπων γένη· ὁ μὲν γάρ ἐστιν οὐράνιος ἄνθρωπος, ὁ δὲ γήϊνος. ὁ μὲν οὖν οὐράνιος68
5ἅτε κατ’ εἰκόνα θεοῦ γεγονὼς φθαρτῆς καὶ συνόλως γεώδους οὐσίας ἀμέτοχος, ὁ δὲ γήϊνος ἐκ σποράδος ὕλης, ἣν χοῦν κέκληκεν, ἐπάγη· διὸ τὸν μὲν οὐράνιόν φησιν οὐ πεπλάσθαι, κατ’ εἰκόνα δὲ τετυπῶσθαι θεοῦ,
LA
.

1

.

32

τὸν δὲ γήϊνον πλάσμα, ἀλλ’ οὐ γέννημα, εἶναι τοῦ τεχνίτου. ἄνθρωπον δὲ τὸν ἐκ γῆς λογιστέον εἶναι νοῦν εἰσκρινόμενον σώματι, οὔπω | δ’ εἰσ‐ κεκριμένον. ὁ δὲ νοῦς οὗτος γεώδης ἐστὶ τῷ ὄντι καὶ φθαρτός, εἰ μὴ ὁ θεὸς ἐμπνεύσειεν αὐτῷ δύναμιν ἀληθινῆς ζωῆς· τότε γὰρ γίνεται,
5οὐκέτι πλάττεται, εἰς ψυχήν, οὐκ ἀργὸν καὶ ἀδιατύπωτον, ἀλλ’ εἰς νοε‐ ρὰν καὶ ζῶσαν ὄντως· „εἰς ψυχὴν“ γάρ φησι „ζῶσαν ἐγένετο ὁ ἄνθρω‐
LA
.

1

.

33

ποσ“. ζητήσαι δ’ ἄν τις, διὰ τί ἠξίωσεν ὁ θεὸς ὅλως τὸν γη‐ γενῆ καὶ φιλοσώματον νοῦν πνεύματος θείου, ἀλλ’ οὐχὶ τὸν κατὰ τὴν ἰδέαν γεγονότα καὶ τὴν εἰκόνα ἑαυτοῦ· δεύτερον δέ, τί ἐστι τὸ „ἐνεφύ‐ σησε“· τρίτον, διὰ τί εἰς τὸ πρόσωπον ἐμπνεῖται· τέταρτον, διὰ τί πνεύ‐
5ματος ὄνομα εἰδώς, ὅταν λέγῃ „καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ
LA
.

1

.

34

ὕδατοσ“ (Gen. 1, 2), πνοῆς νῦν ἀλλ’ οὐχὶ πνεύματος μέμνηται. πρὸς μὲν οὖν τὸ πρῶτον λεκτέον ἓν μέν, ὅτι φιλόδωρος ὢν ὁ θεὸς χαρίζεται τὰ ἀγαθὰ πᾶσι καὶ τοῖς μὴ τελείοις, προκαλούμενος αὐτοὺς εἰς μετου‐ σίαν καὶ ζῆλον ἀρετῆς ἅμα καὶ τὸν περιττὸν πλοῦτον ἐπιδεικνύμενος
5αὑτοῦ, ὅτι ἐξαρκεῖ καὶ τοῖς μὴ λίαν ὠφεληθησομένοις. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐμφαντικώτατα παρίστησιν. ὅταν γὰρ ὕῃ μὲν κατὰ θαλάττης, πηγὰς δὲ ἐν τοῖς ἐρημοτάτοις ἀνομβρῇ, τὴν δὲ λεπτόγεων καὶ τραχεῖαν καὶ ἄγονον γῆν ἄρδῃ ποταμοὺς ἀναχέων ταῖς πλημμύραις, τί ἕτερον παρίστησιν ἢ τὴν ὑπερβολὴν τοῦ τε πλούτου καὶ τῆς ἀγαθότητος
10ἑαυτοῦ; ἥδ’ ἐστὶν αἰτία δι’ ἣν ἄγονον οὐδεμίαν ψυχὴν ἐδημιούργησεν69
LA
.

1

.

35

ἀγαθοῦ, κἂν ἡ χρῆσις ἀδύνατος ἐνίοις ᾖ αὐτοῦ. ἕτερον δὲ λεκτέον ἐκεῖνο· βούλεται τὰ θέσει δίκαια εἰσαγαγεῖν. ὁ μὲν οὖν μὴ ἐμπνευσθεὶς τὴν ἀληθινὴν ζωήν, ἀλλ’ ἄπειρος ὢν ἀρετῆς, κολαζόμενος ἐφ’ οἷς ἡμάρ‐ τανεν εἶπεν ἂν ὡς ἀδίκως κολάζεται, ἀπειρίᾳ γὰρ τοῦ ἀγαθοῦ σφάλλε‐
5σθαι περὶ αὐτό, αἴτιον δὲ εἶναι τὸν μηδεμίαν ἐμπνεύσαντα ἔννοιαν αὐτοῦ· τάχα δὲ μηδὲ ἁμαρτάνειν φήσει τὸ παράπαν, εἴ γε τὰ ἀκούσια καὶ
LA
.

1

.

36

κατὰ ἄγνοιαν οὐδὲ ἀδικημάτων ἔχειν λόγον φασί τινες. τό γε μὴν „ἐνεφύσησεν“ ἴσον ἐστὶ τῷ ἐνέπνευσεν ἢ ἐψύχωσε τὰ ἄψυχα· μὴ γὰρ τοσαύτης ἀτοπίας ἀναπλησθείημεν, ὥστε νομίσαι θεὸν στόματος ἢ μυκ‐ τήρων ὀργάνοις χρῆσθαι πρὸς τὸ ἐμφυσῆσαι· ἄποιος γὰρ ὁ θεός, οὐ
LA
.

1

.

37

μόνον οὐκ ἀνθρωπόμορφος. ἐμφαίνει δέ τι καὶ φυσικώτερον ἡ προφορά. τρία γὰρ εἶναι δεῖ, τὸ ἐμπνέον, τὸ δεχόμενον, τὸ ἐμπνεόμενον· τὸ μὲν οὖν ἐμπνέον ἐστὶν ὁ θεός, τὸ δὲ δεχόμενον ὁ νοῦς, τὸ δὲ ἐμπνεόμενον τὸ πνεῦμα. τί | οὖν ἐκ τούτων συνάγεται; ἕνωσις γίνεται τῶν τριῶν,
5τείναντος τοῦ θεοῦ τὴν ἀφ’ ἑαυτοῦ δύναμιν διὰ τοῦ μέσου πνεύματος ἄχρι τοῦ ὑποκειμένου—τίνος ἕνεκα ἢ ὅπως ἔννοιαν αὐτοῦ λάβωμεν;
LA
.

1

.

38

ἐπεὶ πῶς ἂν ἐνόησεν ἡ ψυχὴ θεόν, εἰ μὴ ἐνέπνευσε καὶ ἥψατο αὐτῆς κατὰ δύναμιν; οὐ γὰρ ἂν ἀπετόλμησε τοσοῦτον ἀναδραμεῖν ὁ ἀνθρώπινος νοῦς, ὡς ἀντιλαβέσθαι θεοῦ φύσεως, εἰ μὴ αὐτὸς ὁ θεὸς ἀνέσπασεν αὐτὸν πρὸς ἑαυτόν, ὡς ἐνῆν ἀνθρώπινον νοῦν ἀνασπασθῇναι, καὶ ἐτύ‐
LA
.

1

.

39

πωσε κατὰ τὰς ἐφικτὰς νοηθῆναι δυνάμεις. εἰς δὲ τὸ πρόσωπον ἐμπνεῖ καὶ φυσικῶς καὶ ἠθικῶς· φυσικῶς μέν, ὅτι ἐν προσώπῳ τὰς αἰσθήσεις ἐδημιούργει· τοῦτο γὰρ μάλιστα τοῦ σώματος τὸ μέρος ἐψύχωται [καὶ ἐμπέπνευσται]· ἠθικῶς δὲ οὕτως· ὥσπερ σώματος ἡγεμονικόν ἐστι τὸ
5πρόσωπον, οὕτως ψυχῆς ἡγεμονικόν ἐστιν ὁ νοῦς· τούτῳ μόνῳ ἐμπνεῖ ὁ θεός, τοῖς δ’ ἄλλοις μέρεσιν οὐκ ἀξιοῖ, ταῖς τε αἰσθήσεσι καὶ τῷ λόγῳ
LA
.

1

.

40

καὶ τῷ γονίμῳ· δεύτερα γάρ ἐστι τῇ δυνάμει. ὑπὸ τίνος οὖν καὶ ταῦτα ἐνεπνεύσθη; ὑπὸ τοῦ νοῦ δηλονότι· οὗ γὰρ μετέσχεν ὁ νοῦς παρὰ θεοῦ, τούτου μεταδίδωσι τῷ ἀλόγῳ μέρει τῆς ψυχῆς, ὥστε τὸν μὲν νοῦν ἐψυχῶσθαι ὑπὸ θεοῦ, τὸ δὲ ἄλογον ὑπὸ τοῦ νοῦ· ὡσανεὶ γὰρ θεός ἐστι70
5τοῦ ἀλόγου ὁ νοῦς, παρὸ καὶ Μωυσῆν οὐκ ὤκνησεν εἰπεῖν „θεὸν τοῦ
LA
.

1

.

41

Φαραώ“ (Exod. 7, 1). τῶν γὰρ γινομένων τὰ μὲν καὶ ὑπὸ θεοῦ γίνεται καὶ δι’ αὐτοῦ, τὰ δὲ ὑπὸ θεοῦ μέν, οὐ δι’ αὐτοῦ δέ· τὰ μὲν οὖν ἄριστα καὶ ὑπὸ θεοῦ γέγονε καὶ δι’ αὐτοῦ· προελθὼν γοῦν ἐρεῖ ὅτι „ἐφύτευσεν ὁ θεὸς παράδεισον“ (Gen. 2, 8)· τούτων καὶ ὁ νοῦς
5ἐστι· τὸ δὲ ἄλογον ὑπὸ θεοῦ μὲν γέγονεν, οὐ διὰ θεοῦ δέ, ἀλλὰ διὰ τοῦ
LA
.

1

.

42

λογικοῦ τοῦ ἄρχοντός τε καὶ βασιλεύοντος ἐν ψυχῇ. „πνοὴν“ δέ, ἀλλ’ οὐ πνεῦμα, εἴρηκεν, ὡς διαφορᾶς οὔσης· τὸ μὲν γὰρ πνεῦμα νενόηται κατὰ τὴν ἰσχὺν καὶ εὐτονίαν καὶ δύναμιν, ἡ δὲ πνοὴ ὡς ἂν αὖρά τίς ἐστι καὶ ἀναθυμίασις ἠρεμαία καὶ πραεῖα. ὁ μὲν οὖν κατὰ τὴν εἰκόνα
5γεγονὼς καὶ τὴν ἰδέαν νοῦς πνεύματος ἂν λέγοιτο κεκοινωνηκέναι— ῥώμην γὰρ ἔχει ὁ λογισμὸς αὐτοῦ—, ὁ δὲ ἐκ τῆς ὕλης τῆς κούφης καὶ ἐλαφροτέρας αὔρας ὡς ἂν ἀποφορᾶς τινος, ὁποῖαι γίνονται ἀπὸ τῶν ἀρωμάτων· φυλαττομένων γὰρ οὐδὲν ἧττον καὶ μὴ ἐκθυμιωμένων εὐω‐ δία τις γίνεται.
LA
.

1

.

43

„Καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατο‐ λάς· καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασε“ (Gen. 2, 8.). τὴν μετάρσιον καὶ οὐράνιον σοφίαν πολλοῖς ὀνόμασι πολυώνυμον οὖσαν | δε‐ δήλωκε· καὶ γὰρ ἀρχὴν καὶ εἰκόνα καὶ ὅρασιν θεοῦ κέκληκε. ταύτης
5δ’ ὡς ἂν ἀρχετύπου μίμημα τὴν ἐπίγειον σοφίαν νυνὶ παρίστησι διὰ τῆς τοῦ παραδείσου φυτουργίας· μὴ γὰρ τοσαύτη κατάσχοι τὸν ἀνθρώ‐
πινον λογισμὸν ἀσέβεια, ὡς ὑπολαβεῖν ὅτι θεὸς γεωπονεῖ καὶ φυτεύει παραδείσους, ἐπεὶ καὶ τίνος ἕνεκα εὐθὺς διαπορήσομεν· οὐ γὰρ ὅπως ἀναπαύλας εὐδιαγώγους καὶ ἡδονὰς ἑαυτῷ πορίζῃ—μηδὲ εἰς νοῦν71
LA
.

1

.

44

ἔλθοι ποτὲ τὸν ἡμέτερον ἡ τοιαύτη μυθοποιΐα—· θεοῦ γὰρ οὐδὲ ὁ σύμ‐ πας κόσμος ἄξιον ἂν εἴη χωρίον καὶ ἐνδιαίτημα, ἐπεὶ αὐτὸς ἑαυτοῦ τόπος καὶ αὐτὸς ἑαυτοῦ πλήρης καὶ ἱκανὸς αὐτὸς ἑαυτῷ ὁ θεός, τὰ μὲν ἄλλα ἐπιδεᾶ καὶ ἔρημα καὶ κενὰ ὄντα πληρῶν καὶ περιέχων, αὐτὸς δὲ
LA
.

1

.

45

ὑπ’ οὐδενὸς ἄλλου περιεχόμενος, ἅτε εἷς καὶ τὸ πᾶν αὐτὸς ὤν. τὴν οὖν ἐπίγειον ἀρετὴν σπείρει καὶ φυτεύει τῷ θνητῷ γένει ὁ θεὸς μίμημα καὶ ἀπεικόνισμα οὖσαν τῆς οὐρανίου· ἐλεήσας γὰρ ἡμῶν τὸ γένος καὶ κατιδὼν ὅτι ἐξ ἀφθόνων καὶ πλουσίων κακῶν συνέστηκεν, ἐπίκουρον καὶ
5ἀρωγὸν τῶν ψυχῆς νόσων ἀρετὴν ἐπίγειον ἐρρίζου, μίμημα, ὡς ἔφην, τῆς οὐρανίου καὶ ἀρχετύπου, ἣν πολλοῖς ὀνόμασι καλεῖ. παράδεισος μὲν δὴ τροπικῶς εἴρηται ἡ ἀρετή, τόπος δὲ οἰκεῖος τῷ παραδείσῳ Ἐδέμ, τοῦτο δέ ἐστι τρυφή· ἀρετῇ δὲ ἁρμόττον εἰρήνη καὶ εὐπάθεια
LA
.

1

.

46

καὶ χαρά, ἐν οἷς τὸ τρυφᾶν ὡς ἀληθῶς ἐστι. καὶ μὴν κατὰ ἀνατολάς ἐστιν ἡ φυτουργία τοῦ παραδείσου· οὐ γὰρ δύεται καὶ σβέννυται, ἀλλ’ ἀεὶ πέφυκεν ἀνατέλλειν ὁ ὀρθὸς λόγος, καὶ ὥσπερ, οἶμαι, ἀνατείλας ἥλιος τὸν ζόφον τοῦ ἀέρος φωτὸς ἐνέπλησεν, οὕτως καὶ ἀρετὴ ἀνατεί‐
5λασα ἐν ψυχῇ τὴν ἀχλὺν αὐτῆς ἐναυγάζει καὶ τὸν πολὺν σκότον σκε‐
LA
.

1

.

47

δάννυσι. „καὶ ἔθετο“ φησίν „ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν.“ ἀγα‐ θὸς γὰρ ὢν ὁ θεὸς καὶ ἐπ’ ἀρετὴν ὡς οἰκειότατον ἔργον ἀσκῶν τὸ
γένος ἡμῶν τὸν νοῦν τίθησιν ἐν τῇ ἀρετῇ, ἵνα δηλονότι μηδὲν ἄλλο72
LA
.

1

.

48

ἢ ταύτην καθάπερ ἀγαθὸς γεωργὸς τημελῇ καὶ περιέπῃ. ζη‐ τήσειε δ’ ἄν τις, διὰ τί, τοῦ μιμεῖσθαι θεοῦ τὰ ἔργα ὄντος ὁσίου, ἐμοὶ μὲν ἀπηγόρευται φυτεύειν ἄλσος παρὰ τῷ θυσιαστηρίῳ, τὸν δὲ παράδει‐ σον ὁ θεὸς φυτεύει; φησὶ γάρ· „οὐ φυτεύσεις σεαυτῷ ἄλσος, πᾶν ξύλον
5παρὰ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου οὐ | ποιήσεις σεαυτῷ“ (Deuter. 16, 21). τί οὖν λεκτέον; ὅτι πρέπει τῷ θεῷ φυτεύειν καὶ οἰκο‐
LA
.

1

.

49

δομεῖν ἐν ψυχῇ τὰς ἀρετάς. φίλαυτος δὲ καὶ ἄθεος ὁ νοῦς οἰόμενος ἴσος εἶναι θεῷ καὶ ποιεῖν δοκῶν ἐν τῷ πάσχειν ἐξεταζόμενος· θεοῦ δὲ σπείρον‐ τος καὶ φυτεύοντος ἐν ψυχῇ τὰ καλά, ὁ λέγων νοῦς ὅτι „ἐγὼ φυτεύω“ ἀσεβεῖ. οὐ φυτεύσεις οὖν, ὅταν ὁ θεὸς φυτουργῇ· ἐὰν δὲ καὶ φυτὰ ἐν
5ψυχῇ καταβάλῃ, ὦ διάνοια, καρποτόκα φύτευε πάντα, ἀλλὰ μὴ ἄλσος, ἐν ἄλσει γὰρ καὶ ἀγρίας ὕλης ἐστὶ καὶ ἡμέρου δένδρα· κακίαν δὲ τὴν ἄγονον ἐν ψυχῇ μετὰ τῆς ἡμέρου καὶ καρποτόκου φυτεύειν ἀρετῆς λέ‐
LA
.

1

.

50

πρας ἐστὶ τῆς διφυοῦς καὶ μιγάδος οἰκεῖον. ἐὰν μέντοι γε τὰ ἄμικτα καὶ σύγκλυδα εἰς ταὐτὸν ἄγῃς, χώριζε καὶ διάκρινε τῆς καθαρᾶς καὶ ἀμιάντου φύσεως τῆς ἀναφερούσης τὰ ἄμωμα τῷ θεῷ, αὕτη δέ ἐστι τὸ θυσιαστήριον· τούτου γὰρ ἀλλότριον τὸ λέγειν ἔργον τι εἶναι ψυχῆς, ἐπὶ
5θεὸν πάντων λαμβανόντων τὴν ἀναφοράν, καὶ τὸ τὰ ἄκαρπα τοῖς καρ‐ ποτόκοις ἀναμιγνύναι· μῶμος γὰρ τοῦτό γε, τὰ δὲ ἄμωμα τῷ θεῷ προσ‐
LA
.

1

.

51

άγεται. ἐὰν οὖν τι τούτων παραβῇς, ὦ ψυχή, σαυτὴν βλάψεις, οὐ θεόν· διὰ τοῦτό φησιν· „οὐ φυτεύσεις σεαυτῷ“· θεῷ γὰρ οὐδεὶς ἐργάζε‐ ται, καὶ μάλιστα τὰ φαῦλα· καὶ ἐπιφέρει πάλιν· „οὐ ποιήσεις σεαυτῷ.“ λέγει δὲ καὶ ἐν ἑτέροις· „οὐ ποιήσετε μετ’ ἐμοῦ θεοὺς ἀργυροῦς, καὶ
5θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν ἑαυτοῖσ“ (Exod. 20, 23)· ὁ γὰρ ἢ ποιό‐ τητα οἰόμενος ἔχειν τὸν θεὸν ἢ μὴ ἕνα εἶναι ἢ μὴ ἀγένητον καὶ ἄφ‐ θαρτον ἢ μὴ ἄτρεπτον ἑαυτὸν ἀδικεῖ, οὐ θεόν· „ἑαυτοῖσ“ γάρ φησιν
„οὐ ποιήσετε“· δεῖ γὰρ ἡγεῖσθαι καὶ ἄποιον αὐτὸν καὶ ἕνα καὶ ἄφθαρ‐ τον καὶ ἄτρεπτον· ὁ δὲ μὴ οὕτως διανοούμενος ἑαυτοῦ τὴν ψυχὴν ψευ‐73
LA
.

1

.

52

δοῦς καὶ ἀθέου δόξης ἀναπίμπλησιν. οὐχ ὁρᾷς ὅτι, κἂν εἰσαγάγῃ ἡμᾶς εἰς τὴν ἀρετὴν καὶ εἰσαχθέντες φυτεύσωμεν ἄκαρπον μὲν οὐδὲν „πᾶν δὲ ξύλον βρώσιμον“, κελεύει „περικαθαρίσαι τὴν ἀκαθαρσίαν αὐτοῦ“ (Lev. 19, 23); τοῦτο δ’ ἐστὶ τὸ δοκεῖν φυτεύειν· ἀποτεμεῖν οἴησιν γὰρ
LA
.

1

.

53

ἐπαγγέλλεται, οἴησις δὲ ἀκάθαρτον φύσει. ὃν δὲ ἔπλασεν ἄνθρω‐ πον τιθέναι φησὶν ἐν τῷ παραδείσῳ, νυνὶ μόνον· τίς οὖν ἐστιν, ἐφ’ οὗ ὕστερόν φησιν ὅτι „ἔλαβε κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἐποίησε καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν“
5(Gen. 2, 15); μήποτ’ οὖν ἕτερός ἐστιν ἄνθρωπος οὗτος, ὁ κατὰ τὴν εἰκόνα καὶ τὴν ἰδέαν γεγονώς, ὥστε δύο ἀνθρώπους εἰς τὸν παράδεισον
LA
.

1

.

54

εἰσάγεσθαι, τὸν μὲν πεπλασμένον, τὸν δὲ κατ’ εἰκόνα. ὁ μὲν οὖν κατὰ τὴν ἰδέαν γεγονὼς οὐ | μόνον ἐν ταῖς φυτουργίαις τῶν ἀρετῶν ἐξετάζε‐ ται, ἀλλὰ καὶ ἐργάτης ἐστὶν αὐτῶν καὶ φύλαξ, τοῦτο δ’ ἐστὶ μνήμων ὧν ἤκουσε καὶ ἤσκησεν, ὁ δὲ πλαστὸς οὔτε ἐργάζεται τὰς ἀρετὰς οὔτε
5φυλάττει, ἀλλὰ μόνον εἰσάγεται εἰς τὰ δόγματα ἀφθονίᾳ θεοῦ, μέλλων
LA
.

1

.

55

αὐτίκα φυγὰς ἀρετῆς ἔσεσθαι. διὰ τοῦτο ὃν μὲν μόνον τίθησιν ἐν τῷ παραδείσῳ, πλαστὸν καλεῖ, ὃν δὲ καὶ ἐργάτην καὶ φύλακα ἀποδείκνυσιν, οὐ πλαστόν, ἀλλὰ „ὃν ἐποίησε“· καὶ τοῦτον μὲν λαμβάνει, ἐκεῖνον δὲ ἐκβάλλει. ὃν δὲ λαμβάνει, τριῶν ἀξιοῖ, ἐξ ὧν συνέστηκεν ἡ εὐφυΐα,
5εὐθιξίας, ἐπιμονῆς, μνήμης· ἡ μὲν οὖν εὐθιξία θέσις ἐστὶν ἐν τῷ παρα‐ δείσῳ, ἡ δὲ ἐπιμονὴ πρᾶξις τῶν καλῶν [τὸ ἐργάζεσθαι τὰ καλά], ἡ δὲ μνήμη φυλακὴ καὶ διατήρησις τῶν ἁγίων δογμάτων. ὁ δὲ πλαστὸς νοῦς
οὔτε μνημονεύει τὰ καλὰ οὔτε ἐργάζεται, μόνον δὲ εὔθικτός ἐστι· παρὸ καὶ τεθεὶς ἐν τῷ παραδείσῳ μικρὸν ὕστερον ἀποδιδράσκει καὶ ἐκ‐74
10βάλλεται.
LA
.

1

.

56

„Καὶ ἐξανέτειλεν ὁ θεὸς ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παρα‐ δείσῳ, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ“ (Gen. 2, 9). ἃ φυτεύει ἐν τῇ ψυχῇ δένδρα ἀρετῆς, νῦν ὑπογράφει· ἔστι δὲ ταῦτα
5αἵ τε κατὰ μέρος ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι καὶ τὰ κατορθώ‐ ματα καὶ τὰ λεγόμενα παρὰ τοῖς φιλοσοφοῦσι καθήκοντα, ταῦτά ἐστι
LA
.

1

.

57

τοῦ παραδείσου τὰ φυτά. χαρακτηρίζει μέντοι γε αὐτὰ ταῦτα δηλῶν ὅτι τὸ ἀγαθὸν καὶ ὀφθῆναι κάλλιστόν ἐστι καὶ ἀπολαυσθῆναι· ἔνιαι γὰρ τῶν τεχνῶν θεωρητικαὶ μέν εἰσιν, οὐ πρακτικαὶ δέ, γεωμετρία ἀστρο‐ νομία, ἔνιαι δὲ πρακτικαὶ μέν, οὐ θεωρητικαὶ δέ, τεκτονικὴ χαλκευτικὴ
5καὶ ὅσαι βάναυσοι λέγονται· ἡ δὲ ἀρετὴ καὶ θεωρητική ἐστι καὶ πρακ‐ τική· καὶ γὰρ θεωρίαν ἔχει, ὁπότε καὶ ἡ ἐπ’ αὐτὴν ὁδὸς φιλοσοφία διὰ τῶν τριῶν αὐτῆς μερῶν, τοῦ λογικοῦ, τοῦ ἠθικοῦ, τοῦ φυσικοῦ, καὶ πράξεις· ὅλου γὰρ τοῦ βίου ἐστὶ τέχνη ἡ ἀρετή, ἐν ᾧ καὶ αἱ σύμ‐
LA
.

1

.

58

πασαι πράξεις. ἀλλὰ καίτοι θεωρίαν ἔχουσα καὶ πρᾶξιν, πάλιν ἐν ἑκατέρῳ ὑπερβάλλει κατὰ τὸ κρεῖττον· καὶ γὰρ ἡ θεωρία τῆς ἀρετῆς παγκάλη καὶ ἡ πρᾶξις καὶ ἡ χρῆσις περιμάχητος. διὸ καί φησιν ὅτι καὶ „εἰς ὅρασίν ἐστιν ὡραῖον“, ὅπερ ἦν τοῦ θεωρητικοῦ σύμβολον, καὶ
5„καλὸν εἰς βρῶσιν“, ὅπερ ἐστὶ τοῦ χρηστικοῦ καὶ πρακτικοῦ σημεῖον.
LA
.

1

.

59

τὸ δὲ ξύλον τῆς ζωῆς ἐστιν ἡ γενικωτάτη ἀρετή, ἥν τινες ἀγα‐ θότητα καλοῦσιν, ἀφ’ ἧς αἱ κατὰ μέρος ἀρεταὶ συνίστανται. τούτου χάριν καὶ μέσον ἵδρυται τοῦ παραδείσου, τὴν συνεκτικωτάτην χώραν ἔχον, ἵνα ὑπὸ τῶν ἑκατέρωθεν βασιλέως | τρόπον δορυφορῆται. οἱ δὲ
5λέγουσι τὴν καρδίαν ξύλον εἰρῆσθαι ζωῆς, ἐπειδὴ αἰτία τε τοῦ ζῆν ἐστι καὶ τὴν μέσην τοῦ σώματος χώραν ἔλαχεν, ὡς ἂν κατ’ αὐτοὺς ἡγεμονικὸν ὑπάρχουσα. ἀλλ’ οὗτοι μὲν ἰατρικὴν δόξαν ἐκτιθέμενοι μᾶλλον ἢ φυσικὴν μὴ λανθανέτωσαν, ἡμεῖς δέ, ὡς καὶ πρότερον ἐλέχθη,75
LA
.

1

.

60

τὴν γενικωτάτην ἀρετὴν ξύλον εἰρῆσθαι ζωῆς λέγομεν. τοῦτο μὲν οὖν ῥητῶς φησιν ὅτι ἐστὶν ἐν μέσῳ τῷ παραδείσῳ· τὸ δὲ ἕτερον ξύλον, τὸ τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ δεδήλωκεν οὔτε εἰ ἐντὸς οὔτε εἰ ἐκτός ἐστι τοῦ παραδείσου, ἀλλ’ εἰπὼν οὕτως „καὶ τὸ ξύλον
5τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ“ εὐθὺς ἡσύχασεν οὐ δηλώ‐ σας ὅπου τετύχηκεν ὄν, ἵνα μὴ ὁ φυσιολογίας ἀμύητος τὸν ὄντα τῆς ἐπιστήμης θαυμάζῃ. τί οὖν χρὴ λέγειν; ὅτι τὸ ξύλον τοῦτο καὶ ἐν τῷ παραδείσῳ ἐστὶ καὶ ἐκτὸς αὐτοῦ, οὐσίᾳ μὲν ἐν αὐτῷ, δυνάμει δὲ
LA
.

1

.

61

ἐκτός. πῶς; τὸ ἡγεμονικὸν ἡμῶν πανδεχές ἐστι καὶ ἔοικε κηρῷ πάν‐ τας τύπους καλούς τε καὶ αἰσχροὺς δεχομένῳ· παρὸ καὶ ὁ πτερνι‐ στὴς Ἰακὼβ ὁμολογεῖ φάσκων „Ἐπ’ ἐμὲ ἐγένετο πάντα ταῦτα“ (Gen. 42, 36)· ἐπὶ γὰρ μίαν οὖσαν τὴν ψυχὴν αἱ ἀμύθητοι τυ‐
5πώσεις ἁπάντων τῶν ἐν τῷ παντὶ ἀναφέρονται· ὅταν μὲν οὖν δέξηται τὸν τῆς τελείας ἀρετῆς χαρακτῆρα, γέγονε τὸ τῆς ζωῆς ξύλον, ὅταν δὲ τὸν τῆς κακίας, γέγονε τὸ τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ· ἡ δὲ κακία πεφυγάδευται θείου χοροῦ· τὸ δεδεγμένον οὖν αὐτὴν ἡγεμονι‐ κὸν ἐν τῷ παραδείσῳ ἐστὶ κατὰ τὴν οὐσίαν, ἐν αὐτῷ γάρ ἐστι καὶ ὁ
10τῆς ἀρετῆς χαρακτὴρ οἰκεῖος ὢν τῷ παραδείσῳ, δυνάμει δὲ πάλιν οὐκ ἔστιν ἐν αὐτῷ, ὅτι ὁ τύπος ὁ κακίας ἀλλότριός ἐστι θείων ἀνατολῶν.
LA
.

1

.

62

ὃ δὲ λέγω, καὶ οὕτως ἄν τις καταμάθοι. νῦν ἐν τῷ σώματί μου τὸ ἡγεμονικόν ἐστι κατὰ τὴν οὐσίαν, δυνάμει δὲ ἐν Ἰταλίᾳ ἢ Σικελίᾳ, ὁπότε περὶ τῶν χωρῶν τούτων ἐπιλογίζεται, καὶ ἐν οὐρανῷ, ὁπότε περὶ οὐρανοῦ σκοπεῖ· παρὸ καὶ πολλάκις ἐν βεβήλοις ὄντες χωρίοις τινὲς
5κατὰ τὴν οὐσίαν ἐν ἱερωτάτοις ὑπάρχουσι φαντασιούμενοι τὰ ἀρετῆς, καὶ ἔμπαλιν ἐν τοῖς ἀδύτοις ὑπάρχοντες ἄλλοι τὴν διάνοιάν εἰσι βέβηλοι, τῷ τροπὰς πρὸς τὸ χεῖρον καὶ τύπους αὐτὴν λαμβάνειν φαύλους· ὥστε οὔτε ἐν τῷ παραδείσῳ ἡ κακία ἐστὶν οὔτε οὐχί ἐστι· δύναται μὲν γὰρ εἶναι κατ’ οὐσίαν, δυνάμει δὲ οὐ δύναται.76
LA
.

1

.

63

„Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παρά‐ δεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα | τῷ ἑνὶ Φει‐ σών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ, ἐκεῖ οὗ ἐστι τὸ χρυσίον· τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ
5λίθος ὁ πράσινος. καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηών· οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Αἰθιοπίας. καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφρά‐ τησ“ (Gen. 2, 10—14). διὰ τούτων βούλεται τὰς κατὰ μέρος ἀρετὰς ὑπογράφειν· εἰσὶ δὲ τὸν ἀριθμὸν τέτταρες, φρόνησις σωφροσύνη ἀνδρεία
10δικαιοσύνη. ὁ μὲν δὴ μέγιστος ποταμός, οὗ αἱ τέτταρες ἀπόρροιαι γε‐ γόνασιν, ἡ γενική ἐστιν ἀρετή, ἣν ἀγαθότητα ὠνομάσαμεν, αἱ δὲ τέττα‐
LA
.

1

.

64

ρες ἀπόρροιαι αἱ ἰσάριθμοι ἀρεταί. λαμβάνει μὲν οὖν τὰς ἀρχὰς ἡ γενικὴ ἀρετὴ ἀπὸ τῆς Ἐδέμ, τῆς τοῦ θεοῦ σοφίας, ἣ χαίρει καὶ γάνυ‐ ται καὶ τρυφᾷ ἐπὶ μόνῳ τῷ πατρὶ αὐτῆς ἀγαλλομένη καὶ σεμνυνομένη θεῷ, αἱ δὲ ἐν εἴδει τέτταρες ἀπὸ τῆς γενικῆς, ἥτις ποταμοῦ δίκην ἄρδει
LA
.

1

.

65

τὰ κατορθώματα ἑκάσταις πολλῷ ῥεύματι καλῶν πράξεων. ἴδωμεν δὲ
καὶ τὰς λέξεις. „ποταμὸς δὲ“ φησίν „ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον.“ ποταμὸς ἡ γενική ἐστιν ἀρετή, ἡ ἀγαθότης· αὕτη ἐκπο‐ ρεύεται ἐκ τῆς Ἐδέμ, τῆς τοῦ θεοῦ σοφίας· ἡ δέ ἐστιν ὁ θεοῦ λόγος·77
5κατὰ γὰρ τοῦτον πεποίηται ἡ γενικὴ ἀρετή. τὸν παράδεισον δὲ ποτίζει ἡ γενικὴ ἀρετή, τουτέστι τὰς κατὰ μέρος ἀρετὰς ἄρδει. „ἀρχὰσ“ δὲ οὐ τὰς τοπικὰς λαμβάνει, ἀλλὰ τὰς ἡγεμονικάς· ἑκάστη γὰρ τῶν ἀρετῶν ἡγεμονὶς καὶ βασιλὶς ὡς ἀληθῶς ἐστι. τὸ δὲ „ἀφορίζεται“ ἴσον ἐστὶ τῷ ὅροις πεπεράτωται· ἡ μὲν φρόνησις περὶ τὰ ποιητέα ὅρους αὐτοῖς
10τιθεῖσα, ἡ δὲ ἀνδρεία τοῖς ὑπομενετέοις, ἡ δὲ σωφροσύνη τοῖς αἱρετέοις,
LA
.

1

.

66

ἡ δὲ δικαιοσύνη τοῖς ἀπονεμητέοις. „ὄνομα τῷ ἑνὶ Φεισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ, ἐκεῖ οὗ ἐστι τὸ χρυσίον, τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος.“ τῶν τεττάρων ἀρετῶν ἓν εἶδός ἐστιν ἡ φρό‐
5νησις, ἣν Φεισὼν ὠνόμασε παρὰ τὸ φείδεσθαι καὶ φυλάττειν τὴν ψυ‐ χὴν ἀπὸ ἀδικημάτων. χορεύει δὲ καὶ κύκλῳ περίεισι τὴν γῆν Εὐιλάτ, τοῦτο δέ ἐστι, τὴν εὐμενῆ καὶ πραεῖαν καὶ ἵλεων κατάστασιν περιέ‐ πει· καθάπερ δὲ | τῆς χυτῆς οὐσίας ἡ κρατίστη καὶ δοκιμωτάτη χρυ‐
LA
.

1

.

67

σός ἐστιν, οὕτως καὶ ψυχῆς ἡ δοκιμωτάτη ἀρετὴ φρόνησις γέγονε. τὸ δὲ „ἐκεῖ οὗ ἐστι τὸ χρυσίον“ οὐκ ἔστι τοπικὸν τοιοῦτον, ἐκεῖ ὅπου ἐστὶ τὸ χρυσίον, ἀλλ’ ἐκεῖ οὗ κτῆμά ἐστιν ἡ χρυσαυγὴς καὶ πεπυρωμένη καὶ τιμία φρόνησις· κτῆμα δὲ θεοῦ κάλλιστον ἥδε ἀνωμολόγηται. κατὰ
5δὲ τὸν τόπον τῆς φρονήσεως δύο εἰσὶ ποιοί, ὅ τε φρόνιμος καὶ ὁ φρο‐
LA
.

1

.

68

νῶν, οὓς ἄνθρακι καὶ λίθῳ πρασίνῳ παραβέβληκεν. „καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηών· οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Αἰθιοπίας.“
συμβολικῶς ἐστιν ὁ ποταμὸς οὗτος ἡ ἀνδρεία· ἑρμηνευθὲν γὰρ τὸ Γηὼν ὄνομά ἐστι στῆθος ἢ κερατίζων· ἑκάτερον δὲ ἀνδρείας μηνυτικόν· περί τε78
5γὰρ τὰ στήθη, ὅπου καὶ ἡ καρδία, διατρίβει καὶ πρὸς ἄμυναν εὐτρέπι‐ σται· ἐπιστήμη γάρ ἐστιν ὑπομενετέων καὶ οὐχ ὑπομενετέων καὶ οὐδε‐ τέρων. περικυκλοῖ δὲ καὶ περικάθηται προσπολεμοῦσα τὴν Αἰθιοπίαν, ἧς ἐστιν ἑρμηνευθὲν τοὔνομα ταπείνωσις· ταπεινὸν δὲ ἡ δειλία, ἡ δὲ
LA
.

1

.

69

ἀνδρεία ταπεινώσει καὶ δειλίᾳ πολέμιον. „καὶ ὁ ποταμὸς ὁ τρίτος Τί‐ γρις, οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων.“ τρίτη ἐστὶν ἀρετὴ σωφροσύνη, ἀντιστατοῦσα τῇ κατευθύνειν δοκούσῃ τὴν ἀνθρωπίνην ἀσθέ‐ νειαν ἡδονῇ· Ἀσσύριοι γὰρ εὐθύνοντες Ἑλλάδι γλώττῃ καλοῦνται. τί‐
5γριδι δὲ τῷ ἀτιθασωτάτῳ ζῴῳ τὴν ἐπιθυμίαν εἴκασε, περὶ ἣν ἡ σωφρο‐
LA
.

1

.

70

σύνη πραγματεύεται. ἄξιον μέντοι ἀπορῆσαι, διὰ τί δευτέρα μὲν ἀνδρεία, τρίτη δὲ σωφροσύνη, πρώτη δὲ φρόνησις εἴρηται, καὶ οὐχ ἑτέραν τῶν ἀρετῶν τάξιν δεδήλωκε. νοητέον οὖν ὅτι ἐστὶν ἡμῶν τριμε‐ ρὴς ἡ ψυχὴ καὶ ἔχει μέρος τὸ μὲν λογικόν, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπι‐
5θυμητικόν. καὶ συμβέβηκε τοῦ μὲν λογικοῦ χωρίον εἶναι καὶ ἐνδιαί‐ τημα τὴν κεφαλήν, τοῦ δὲ θυμικοῦ τὰ στέρνα, τοῦ δὲ ἐπιθυμητικοῦ τὸ ἦτρον, ἀρετὴν δὲ ἑκάστῳ τῶν μερῶν οἰκείαν προσηρμόσθαι, τῷ μὲν λογικῷ φρόνησιν, λογισμοῦ γάρ ἐστιν ἐπιστήμην ἔχειν ὧν τε δεῖ ποιεῖν καὶ ὧν μή, τῷ δὲ θυμικῷ ἀνδρείαν, τῷ δὲ ἐπιθυμητικῷ σωφροσύνην,
LA
.

1

.

71

| σωφροσύνῃ γὰρ τὰς ἐπιθυμίας ἀκούμεθα καὶ ἰώμεθα. ὥσπερ οὖν κε‐ φαλὴ μὲν πρῶτον τοῦ ζῴου καὶ ἀνωτάτω μέρος ἐστί, δεύτερον δὲ στέρνα, τρίτον δὲ ἦτρον, καὶ πάλιν ψυχῆς πρῶτον μὲν τὸ λογικόν, δεύτε‐ ρον δὲ τὸ θυμικόν, τρίτον δὲ τὸ ἐπιθυμητικόν, οὕτως καὶ τῶν ἀρετῶν
5πρώτη μὲν ἡ περὶ τὸ πρῶτον μέρος τῆς ψυχῆς, ὃ δὴ λογικόν ἐστι, καὶ τοῦ σώματος διατρίβουσα κεφαλὴν φρόνησις, δευτέρα δὲ ἀνδρεία, ὅτι περὶ τὸ δεύτερον μέρος ψυχῆς μὲν θυμόν, σώματος δὲ τὰ στέρνα φω‐ λεύει, τρίτη δὲ σωφροσύνη, ὅτι περὶ τὸ ἦτρον, ὃ δὴ τρίτον ἐστὶ τοῦ σώματος, καὶ περὶ τὸ ἐπιθυμητικόν, ὃ τρίτην εἴληχε χώραν ἐν ψυχῇ,79
LA
.

1

.

72

πραγματεύεται. „ὁ δὲ ποταμὸσ“ φησίν „ὁ τέταρτος Εὐφράτης.“ καρποφορία καλεῖται ὁ Εὐφράτης, ἔστι δὲ συμβολικῶς ἀρετὴ τετάρτη, δικαιοσύνη, καρποφόρος τῷ ὄντι καὶ εὐφραίνουσα τὴν διάνοιαν. πότε οὖν γίνεται; ὅταν τὰ τρία μέρη τῆς ψυχῆς συμφωνίαν ἔχῃ· συμφωνία δὲ
5αὐτοῖς ἐστιν ἡ τοῦ κρείττονος ἡγεμονία, οἷον ὅταν τὰ δύο, τό τε θυμι‐ κὸν καὶ τὸ ἐπιθυμητικόν, ἡνιοχῶνται καθάπερ ἵπποι ὑπὸ τοῦ λογικοῦ, τότε γίνεται δικαιοσύνη· δίκαιον γὰρ τὸ μὲν κρεῖττον ἄρχειν ἀεὶ καὶ πανταχοῦ, τὸ δὲ χεῖρον ἄρχεσθαι· κρεῖττον μὲν δὴ τὸ λογικόν, χεῖρον
LA
.

1

.

73

δὲ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν. ὅταν δὲ ἔμπαλιν ἀφηνιάσῃ καὶ ἀναχαιτίσῃ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία καὶ τὸν ἡνίοχον, λέγω δὲ τὸν λογισμόν, τῇ βίᾳ τῆς ὁρμῆς κατασύρῃ καὶ ὑποζεύξῃ, ἑκάτερον δὲ πάθος λάβηται τῶν ἡνιῶν, ἀδικία κρατεῖ· ἀνάγκη γὰρ ἀπειρίᾳ καὶ κακίᾳ 〈τοῦ〉
5ἡνιόχου τὰ ὑπεζευγμένα κατὰ κρημνῶν φέρεσθαι καὶ βαράθρων, ὥσπερ
LA
.

1

.

74

ἐμπειρίᾳ καὶ ἀρετῇ διασῴζεσθαι. ἔτι καὶ οὕτως ἴδωμεν τὸ προκείμενον. Φεισὼν ἑρμηνεύεται στόματος ἀλλοίωσις, Εὐιλὰτ δὲ ὠδί‐ νουσα· καὶ διὰ τούτων ἡ φρόνησις ἐμφαίνεται. οἱ μὲν γὰρ πολλοὶ φρόνιμον νομίζουσι τὸν εὑρετὴν λόγων σοφιστικῶν καὶ δεινὸν ἑρμηνεῦσαι
5τὸ νοηθέν, Μωυσῆς δὲ λογοφίλην μὲν αὐτὸν οἶδε, φρόνιμον δὲ οὐδαμῶς. ἐν ἀλλοιώσει γὰρ τοῦ στόματος, τουτέστι τοῦ ἑρμηνευτικοῦ λόγου, ἡ φρό‐
νησις θεωρεῖται· ὅπερ ἦν μὴ ἐν λόγῳ τὸ φρονεῖν, ἀλλ’ ἐν ἔργῳ θεω‐80
LA
.

1

.

75

ρεῖσθαι καὶ σπουδαίαις πράξεσι. κύκλον δὲ περιτίθησι καὶ ὡσανεὶ τεῖχος ἡ φρόνησις τῇ Εὐιλὰτ τῇ ὠδινούσῃ ἀφροσύνῃ πρὸς πολιορκίαν αὐτῆς καὶ καθαίρεσιν· ἀφροσύνῃ δὲ κύριον ὄνομά ἐστιν | ὠδίνουσα, ὅτι ὁ ἄφρων νοῦς ἀνεφίκτων ἐρῶν ἑκάστοτε ἐν ὠδῖσίν ἐστιν, ὅτε χρημάτων
LA
.

1

.

76

ἐρᾷ, [ὠδίνει,] ὅτε δόξης, ὅτε ἡδονῆς, ὅτε ἄλλου τινός. ἐν ὠδῖσι δὲ ὢν οὐδέποτε τίκτει· οὐ γὰρ πέφυκε γόνιμον οὐδὲν τελεσφορεῖν ἡ τοῦ φαύ‐ λου ψυχή· ἃ δ’ ἂν καὶ δοκῇ προφέρειν, ἀμβλωθρίδια εὑρίσκεται καὶ ἐκτρώματα, κατεσθίοντα τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς, ἴσα θανάτῳ
5ψυχικῷ. παρὸ καὶ δεῖται ὁ ἱερὸς λόγος Ἀαρὼν τοῦ θεοφιλοῦς Μωυ‐ σέως ἰάσασθαι τὴν τροπὴν τῆς Μαριάμ, ἵνα μὴ γένηται ἐν ὠδῖνι κα‐ κῶν ἡ ψυχή, διὸ καί φησι· „μὴ γένηται ὡς ἴσον θανάτῳ, ὡς ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός, καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆσ“ (Num. 12, 12).
LA
.

1

.

77

„Ἐκεῖ“ οὖν φησιν „οὗ ἐστι τὸ χρυσίον“ (Gen. 2, 11). οὐ λέγει ἐκεῖ εἶναι τὸ χρυσίον μόνον, ἀλλὰ „ἐκεῖ οὗ ἐστιν.“ ἡ γὰρ φρόνη‐ σις, ἣν εἴκασε χρυσίῳ, ἀδόλῳ καὶ καθαρᾷ καὶ πεπυρωμένῃ καὶ δεδο‐ κιμασμένῃ καὶ τιμίᾳ φύσει, ἐκεῖ μέν ἐστιν ἐν τῇ τοῦ θεοῦ σοφίᾳ, ἐκεῖ
5δὲ οὖσα οὐκ ἔστι τῆς σοφίας κτῆμα, ἀλλὰ οὗ καὶ ἡ σοφία ἐστὶν αὐτή,
LA
.

1

.

78

τοῦ δημιουργοῦ καὶ κτωμένου θεοῦ. „τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν“ (Gen. 2, 12). οὐκοῦν ἐστιν ἕτερον χρυσίον οὐχὶ καλόν; πάνυ γε· διττὸν γὰρ φρονήσεως γένος, τὸ μὲν καθόλου, τὸ δὲ ἐπὶ μέρους· ἡ μὲν οὖν ἐν ἐμοὶ φρόνησις ἐκ μέρους οὖσα οὐ καλή, φθαρέντος γάρ μου
5συμφθείρεται· ἡ δὲ καθόλου φρόνησις ἡ οἰκοῦσα τὴν τοῦ θεοῦ σοφίαν καὶ τὸν οἶκον αὐτοῦ καλή, ἄφθαρτος γὰρ ἐν ἀφθάρτῳ οἴκῳ διαμένει.
LA
.

1

.

79

„καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινοσ“ (ibid.), οἱ δύο ποιοί, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν, ὁ μὲν συνιστάμενος κατὰ τὴν φρόνησιν, ὁ δὲ φρονῶν κατὰ τὸ φρονεῖν· τούτων γὰρ ἕνεκα τῶν ποιῶν ἔσπειρεν ὁ θεὸς 〈ἐν〉 τῷ γηγενεῖ φρόνησίν τε καὶ ἀρετήν· τί γὰρ ὄφελος81
5ἦν αὐτῆς, εἰ μὴ οἱ δεξόμενοι λογισμοὶ ὑπῆρχον καὶ τοὺς τύπους αὐτῆς ἐναπομαξόμενοι; ὥστ’ εἰκότως ἐκεῖ ἐστιν, ὅπου ἡ φρόνησις, ὅ τε φρό‐
LA
.

1

.

80

νιμος καὶ ὁ φρονῶν, οἱ δύο λίθοι. μήποτε δὲ ὁ Ἰούδας ἐστὶ καὶ ὁ Ἰσσάχαρ· ὁ γὰρ τῆς τοῦ θεοῦ φρονήσεως ἀσκητὴς ἐξομολογεῖται εὐχαρι‐ στικῶς τῷ τὸ ἀγαθὸν ἀφθόνως δωρησαμένῳ, ὁ δὲ καὶ τὰ καλὰ καὶ σπου‐ δαῖα ἐργάζεται· τοῦ μὲν οὖν ἐξομολογουμένου ὁ Ἰούδας σύμβολον, ἐφ’
5οὗ καὶ ἵσταται τίκτουσα ἡ Λεία (Gen. 29, 35), τοῦ δὲ ἐργαζομένου τὰ καλὰ ὁ Ἰσσάχαρ, „ὑπέθηκε γὰρ τὸν ὦμον εἰς τὸ πονεῖν καὶ ἐγένετο ἀνὴρ γεωργόσ“ (Gen. 49, 15), ἐφ’ οὗ φησι Μωυσῆς σπαρέντος καὶ φυτευθέντος ἐν ψυχῇ „ἔστι μισθόσ“ (Gen. 30, 18), ὅπερ ἦν οὐκ ἀτελὴς
LA
.

1

.

81

ὁ πόνος ἀλλὰ στεφανούμενος ὑπὸ θεοῦ καὶ μισθοδοτούμενος. | ὅτι δὲ τούτων ποιεῖται μνήμην, δι’ ἑτέρων δηλοῖ, ὅταν ἐπὶ τοῦ ποδήρους φῇ· „καὶ συνυφανεῖς ἐν αὐτῷ λίθον τετράστιχον· στίχος λίθων ἔσται, σάρ‐ διον τοπάζιον σμάραγδος ὁ στίχος ὁ εἷσ“—Ῥουβὴν Συμεὼν Λευί—·
5„καὶ ὁ στίχοσ“ φησίν „ὁ δεύτερος ἄνθραξ καὶ σάπφειροσ“ (Exod. 28, 17. 18)· ὁ δὲ σάπφειρος πράσινος λίθος ἐστίν. ἐγγέγλυπται δὲ τῷ μὲν
LA
.

1

.

82

ἄνθρακι ὁ Ἰούδας, τέταρτος γάρ, τῷ δὲ σαπφείρῳ ὁ Ἰσσάχαρ. διὰ τί οὖν οὐχ ὥσπερ λίθον πράσινον εἴρηκεν, οὕτως καὶ λίθον ἀνθράκινον; ὅτι ὁ μὲν Ἰούδας ὁ ἐξομολογητικὸς τρόπος ἄυλός ἐστι καὶ ἀσώματος· καὶ γὰρ αὐτὸ τοὔνομα τὸ τῆς ἐξομολογήσεως ἐμφαίνει τὴν ἐκτὸς ἑαυτοῦ
5ὁμολογίαν· ὅταν γὰρ ἐκβῇ ὁ νοῦς ἑαυτοῦ καὶ ἑαυτὸν ἀνενέγκῃ θεῷ, ὥσ‐ περ ὁ γέλως Ἰσαάκ, τηνικαῦτα ὁμολογίαν τὴν πρὸς τὸν ὄντα ποιεῖται· ἕως δὲ ἑαυτὸν ὑποτίθεται ὡς αἴτιόν τινος, μακρὰν ἀφέστηκε τοῦ παρα‐
χωρεῖν θεῷ καὶ ὁμολογεῖν αὐτῷ· καὶ αὐτὸ γὰρ τοῦτο τὸ ἐξομολογεῖ‐ σθαι νοητέον ὅτι ἔργον ἐστὶν οὐχὶ τῆς ψυχῆς, ἀλλὰ τοῦ φαίνοντος αὐτῇ82
LA
.

1

.

83

θεοῦ τὸ εὐχάριστον. ἄυλος μὲν δὴ ὁ ἐξομολογούμενος Ἰούδας. τῷ δὲ ἐκ πόνου προεληλυθότι Ἰσσάχαρ δεῖ καὶ ὕλης σωματικῆς· ἐπεὶ πῶς ἀναγνώσεται χωρὶς ὀμμάτων ὁ ἀσκητής; πῶς δὲ ἀκούσεται τῶν προ‐ τρεπτικῶν λόγων χωρὶς ἀκοῆς; πῶς δὲ σιτίων καὶ ποτῶν ἐφίξεται δίχα
5γαστρὸς καὶ τῆς περὶ αὐτὴν τερατουργίας; διὰ τοῦτο λίθῳ ἀπεικάσθη.
LA
.

1

.

84

καὶ τὰ χρώματα μέντοι διάφορα· τῷ μὲν γὰρ ἐξομολογητικῷ οἰκεία χροιὰ ἡ τοῦ ἄνθρακος, πεπύρωται γὰρ ἐν εὐχαριστίᾳ θεοῦ καὶ μεθύει τὴν νήφουσαν μέθην, τῷ δὲ ἔτι πονοῦντι ἡ τοῦ πρασίνου λίθου, ὠχροὶ γὰρ οἱ ἐν ἀσκήσει διά τε τὸν τρύχοντα πόνον καὶ διὰ δέος τοῦ μὴ τυ‐
5χεῖν ἂν ἴσως τοῦ κατ’ εὐχὴν τέλους.
LA
.

1

.

85

Ἄξιον δὲ διαπορῆσαι, διὰ τί οἱ μὲν δύο ποταμοὶ ὁ Φεισὼν καὶ ὁ Γηὼν κυκλοῦσι χώρας, ὁ μὲν τὴν Εὐιλάτ, ὁ δὲ τὴν Αἰθιοπίαν, τῶν δὲ λοιπῶν οὐδέτερος, ἀλλ’ ὁ μὲν Τίγρις κατέναντι Ἀσσυρίων λέγε‐ ται εἶναι, ὁ δὲ Εὐφράτης οὐδενός· καίτοι γε πρὸς τὸ ἀληθὲς ὁ Εὐφράτης
5καὶ περιρρεῖ τινας χώρας καὶ ἀντικρὺς ἔχει πολλάς. ἀλλ’ οὐκ ἔστι περὶ
LA
.

1

.

86

τοῦ ποταμοῦ ὁ λόγος, ἀλλὰ περὶ ἤθους ἐπανορθώσεως. λεκτέον οὖν ὅτι ἡ μὲν φρόνησις καὶ ἡ ἀνδρεία δύνανται κύκλον καὶ τεῖχος βαλέσθαι κατὰ τῶν ἐναντίων κακιῶν, ἀφροσύνης τε καὶ δειλίας, καὶ ἑλεῖν αὐτάς· ἀσθενεῖς γὰρ καὶ εὐάλωτοι ἀμφότεραι, καὶ γὰρ ὁ ἄφρων εὔληπτος τῷ
5φρονίμῳ καὶ ὁ δειλὸς ὑποπέπτωκε τῷ ἀνδρείῳ· ἡ δὲ σωφροσύνη ἀδυνατεῖ κυκλώσασθαι | τὴν ἐπιθυμίαν καὶ ἡδονήν· χαλεπαὶ γὰρ ἀντίπαλοι καὶ δυσκαθαίρετοι. οὐχ ὁρᾷς ὅτι καὶ οἱ ἐγκρατέστατοι ἀνάγκῃ τοῦ θνητοῦ παραγίνονται ἐπὶ σιτία καὶ ποτά, ἐξ ὧν αἱ γαστρὸς ἡδοναὶ συνεστᾶσιν; ἀγαπητὸν οὖν ἐστιν ἀντιβῆναι καὶ μαχέσασθαι τῷ γένει τῆς ἐπιθυμίας.
10διὸ καὶ κατέναντι Ἀσσυρίων ἐστὶν ὁ Τίγρις ποταμός, ἡ σωφροσύνη τῆς83
LA
.

1

.

87

ἡδονῆς. ἡ δέ γε δικαιοσύνη, καθ’ ἣν ὁ Εὐφράτης ποταμὸς συνίσταται, οὔτε πολιορκεῖ καὶ περιτειχίζει τινὰ οὔτε ἀντιστατεῖ· διὰ τί; ὅτι ἀπο‐ νεμητικὴ τῶν κατ’ ἀξίαν ἐστὶν ἡ δικαιοσύνη καὶ τέτακται οὔτε κατὰ τὸν κατήγορον οὔτε κατὰ τὸν ἀπολογούμενον, ἀλλὰ κατὰ τὸν δικαστήν.
5ὥσπερ οὖν ὁ δικαστὴς οὔτε νικῆσαί τινας προῄρηται οὔτε πολεμῆσαί τισι καὶ ἐναντιωθῆναι, γνώμην δὲ ἀποφηνάμενος βραβεύει τὸ δίκαιον, οὕτως ἡ δικαιοσύνη οὐδενὸς οὖσα ἀντίδικος ἀπονέμει τὸ κατ’ ἀξίαν ἑκά‐ στῳ πράγματι.
LA
.

1

.

88

„Καὶ ἔλαβε κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἐποίησε καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν“ (Gen. 2, 15). τοῦ πλασθέντος διαφέρει ὃν ἐποίησεν ὁ θεὸς ἄνθρωπον, ὡς εἶπον· ὁ μὲν γὰρ πλασθεὶς νοῦς ἐστι γεωδέστερος, ὁ δὲ ποιηθεὶς
5ἀυλότερος, φθαρτῆς ὕλης ἀμέτοχος, καθαρωτέρας καὶ εἱλικρινεστέρας
LA
.

1

.

89

τετυχηκὼς συστάσεως. τοῦτον οὖν τὸν καθαρὸν νοῦν λαμβάνει ὁ θεός, οὐκ ἐῶν ἐκτὸς ἑαυτοῦ βαίνειν, καὶ λαβὼν τίθησιν ἐν ταῖς ἐρριζωμέναις καὶ βλαστανούσαις ἀρεταῖς, ἵνα ἐργάζηται αὐτὰς καὶ φυλάττῃ. πολλοὶ γὰρ ἀσκηταὶ γενόμενοι τῆς ἀρετῆς ἐπὶ τοῦ τέλους μετέβαλον· ᾧ δὲ παρέχει
5ὁ θεὸς ἐπιστήμην βεβαίαν, τούτῳ δίδωσιν ἀμφότερα, ἐργάζεσθαί τε τὰς ἀρετὰς καὶ μηδέποτε αὐτῶν ἀφίστασθαι, ἀλλ’ ἀεὶ ταμιεύειν καὶ φυλάττειν ἑκάστην. τὸ μὲν οὖν „ἐργάζεσθαι“ ἀντὶ τοῦ πράττειν, τὸ δὲ „φυλάττειν“ ἀντὶ τοῦ μνημονεύειν.
LA
.

1

.

90

„Καὶ ἐνετείλατο κύριος ὁ θεὸς τῷ Ἀδὰμ λέγων· ἀπὸ παν‐ τὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε“ (Gen. 2, 16. 17). ποίῳ
5Ἀδὰμ ἐντέλλεται καὶ τίς ἐστιν οὗτος, διαπορητέον· οὐ γὰρ μέμνηται πρότερον αὐτοῦ, νυνὶ δὲ πρῶτον ὠνόμακεν αὐτόν. μήποτ’ οὖν βούλε‐
ταί σοι τοῦ πλαστοῦ ἀνθρώπου παραστῆσαι τοὔνομα. κάλει | δή, φησίν, αὐτὸν γῆν· τοῦτο γὰρ Ἀδὰμ ἑρμηνεύεται, ὥστε ὅταν ἀκούῃς Ἀδάμ, γήϊνον καὶ φθαρτὸν νοῦν εἶναι νόμιζε· ὁ γὰρ κατ’ εἰκόνα οὐ γήϊνος,84
LA
.

1

.

91

ἀλλ’ οὐράνιος. ζητητέον δέ, διὰ τί πᾶσιν ἐπιτιθεὶς τοῖς ἄλλοις τὰ ὀνό‐ ματα οὐκ ἐπιτέθεικεν ἑαυτῷ. τί οὖν λεκτέον; ὁ νοῦς ὁ ἐν ἑκάστῳ ἡμῶν τὰ μὲν ἄλλα δύναται καταλαβεῖν, ἑαυτὸν δὲ γνωρίσαι ἀδυνάτως ἔχει· ὥσπερ γὰρ ὁ ὀφθαλμὸς τὰ μὲν ἄλλα ὁρᾷ, ἑαυτὸν δὲ οὐχ ὁρᾷ, οὕτως
5καὶ ὁ νοῦς τὰ μὲν ἄλλα νοεῖ, ἑαυτὸν δὲ οὐ καταλαμβάνει· εἰπάτω γάρ, τίς τέ ἐστι καὶ ποταπός, πνεῦμα ἢ αἷμα ἢ πῦρ ἢ ἀὴρ ἢ ἕτερόν τι [σῶμα], ἢ τοσοῦτόν γε ὅτι σῶμά ἐστιν ἢ πάλιν ἀσώματον. εἶτ’ οὐκ εὐή‐ θεις οἱ περὶ θεοῦ σκεπτόμενοι οὐσίας; οἳ γὰρ τῆς ἰδίας ψυχῆς τὴν οὐ‐ σίαν οὐκ ἴσασι, πῶς ἂν περὶ τῆς τῶν ὅλων ψυχῆς ἀκριβώσαιεν; ἡ γὰρ
LA
.

1

.

92

τῶν ὅλων ψυχὴ ὁ θεός ἐστι κατὰ ἔννοιαν. εἰκότως οὖν ὁ Ἀδάμ, τουτέστιν ὁ νοῦς, τὰ ἄλλα ὀνομάζων καὶ καταλαμβάνων ἑαυτῷ ὄνομα οὐκ ἐπιτίθησιν, ὅτι ἑαυτὸν ἀγνοεῖ καὶ τὴν ἰδίαν φύσιν. ἐντέλλεται δὲ τούτῳ καὶ οὐχὶ τῷ κατ’ εἰκόνα καὶ κατὰ τὴν ἰδέαν γεγονότι· ἐκεῖνος
5μὲν γὰρ καὶ δίχα προτροπῆς ἔχει τὴν ἀρετὴν αὐτομαθῶς, οὗτος δ’ ἄνευ
LA
.

1

.

93

διδασκαλίας οὐκ ἂν φρονήσεως ἐπιλάχοι. διαφέρει δὲ τρία ταῦτα· πρόσταξις, ἀπαγόρευσις, ἐντολὴ καὶ παραίνεσις· ἡ μὲν γὰρ ἀπαγό‐ ρευσις περὶ ἁμαρτημάτων γίνεται καὶ πρὸς φαῦλον, ἡ δὲ πρόσταξις 〈περὶ〉 κατορθωμάτων, ἡ δὲ παραίνεσις πρὸς τὸν μέσον, τὸν μήτε
5φαῦλον μήτε σπουδαῖον· οὔτε γὰρ ἁμαρτάνει, ὡς ἀπαγορεύειν ἄν τινα αὐτῷ, οὔτε κατορθοῖ κατὰ τὴν τοῦ ὀρθοῦ λόγου πρόσταξιν, ἀλλὰ
χρείαν ἔχει παραινέσεως τῆς ἀνέχειν μὲν τῶν φαύλων διδασκούσης, προ‐85
LA
.

1

.

94

τρεπούσης δὲ ἐφίεσθαι τῶν ἀστείων. τῷ μὲν οὖν τελείῳ τῷ κατ’ εἰ‐ κόνα προστάττειν ἢ ἀπαγορεύειν ἢ παραινεῖν οὐχὶ δεῖ, οὐδενὸς γὰρ τού‐ των ὁ τέλειος δεῖται, τῷ δὲ φαύλῳ προστάξεως καὶ ἀπαγορεύσεως χρεία, τῷ δὲ νηπίῳ παραινέσεως καὶ διδασκαλίας, ὥσπερ τῷ τελείῳ γραμματικῷ
5ἢ μουσικῷ οὐδενὸς δεῖ παραγγέλματος τῶν εἰς τὰς τέχνας, τῷ δὲ σφαλ‐ λομένῳ περὶ τὰ θεωρήματα ὡσανεί τινων νόμων προστάξεις καὶ ἀπαγο‐
LA
.

1

.

95

ρεύσεις ἐχόντων, τῷ δὲ ἄρτι μανθάνοντι | διδασκαλίας. εἰκότως οὖν τῷ γηίνῳ νῷ μήτε φαύλῳ ὄντι μήτε σπουδαίῳ ἀλλὰ μέσῳ τὰ νῦν ἐντέλλε‐ ται καὶ παραινεῖ. ἡ δὲ παραίνεσις γίνεται δι’ ἀμφοτέρων τῶν κλήσεων καὶ τοῦ κυρίου καὶ τοῦ θεοῦ, „ἐνετείλατο“ γὰρ „κύριος ὁ θεόσ“, ἵνα,
5εἰ μὲν πείθοιτο ταῖς παραινέσεσιν, ὑπὸ τοῦ θεοῦ εὐεργεσιῶν ἀξιωθείη, εἰ δὲ ἀφηνιάζοι, ὑπὸ τοῦ κυρίου ὡς δεσπότου καὶ ἐξουσίαν ἔχοντος σκο‐
LA
.

1

.

96

ρακίζοιτο. διόπερ καὶ ὅτε ἐκβάλλεται τοῦ παραδείσου, τὰς αὐτὰς κλή‐ σεις παρείληφε, λέγει γάρ· „καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη“ (Gen. 3, 23), ἵνα, ἐπεὶ καὶ ὡς δεσπότης ὁ κύριος καὶ ὡς εὐεργέτης ὁ
5θεὸς ἐνετέλλετο, πάλιν ὡς ἀμφότερα ὢν τὸν παρακούσαντα τιμωρῆται· δι’ ὧν γὰρ προὔτρεπε δυνάμεων, διὰ τούτων τὸν ἀπειθοῦντα ἀποπέμπεται.
LA
.

1

.

97

Ἃ δὲ παραινεῖ, ταῦτά ἐστιν· „ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ“ (Gen. 2, 16). προτρέπει τὴν τοῦ ἀνθρώ‐ που ψυχὴν μὴ ἀφ’ ἑνὸς ξύλου μηδ’ ἀπὸ μιᾶς ἀρετῆς ἀλλ’ ἀπὸ πασῶν τῶν ἀρετῶν ὠφελεῖσθαι· τὸ γὰρ φαγεῖν σύμβολόν ἐστι τροφῆς ψυχικῆς·
5τρέφεται δὲ ἡ ψυχὴ ἀναλήψει τῶν καλῶν καὶ πράξει τῶν κατορθωμά‐
LA
.

1

.

98

των. μὴ μόνον δέ φησι „φάγῃ“, ἀλλὰ καὶ „βρώσει“, τουτέστι κατα‐ λέσας καὶ ἐπιλεάνας μὴ ἰδιώτου ἀλλ’ ἀθλητοῦ τρόπον τὴν τροφήν, ἵνα ἰσχὺν καὶ δύναμιν περιποιήσῃ· καὶ γὰρ τοῖς ἀθληταῖς οἱ ἀλεῖπται
παραγγέλλουσι μὴ κάπτειν, ἀλλὰ κατὰ σχολὴν λεαίνειν, ἵνα πρὸς ἰσχὺν86
5ἐπιδιδῶσιν· ἑτέρως γὰρ ἐγὼ καὶ ὁ ἀθλητὴς τρεφόμεθα, ἐγὼ μὲν γὰρ ἕνεκα τοῦ ζῆν μόνον, ὁ δὲ ἀθλητὴς καὶ ἕνεκα τοῦ πιαίνεσθαι καὶ ῥών‐ νυσθαι, παρὸ καὶ ἕν τι τῶν ἀσκητικῶν ἐστι τὸ λεαίνεσθαι τροφήν. τὸ
LA
.

1

.

99

„βρώσει φαγεῖν“ ἐστι τοιοῦτον. ἔτι δὲ ἀκριβέστερον διατυπώσωμεν αὐτό. τὸ τιμᾶν τοὺς γονεῖς ἐδώδιμον καὶ τρόφιμόν ἐστιν· ἀλλ’ ἑτέρως οἱ ἀγα‐ θοὶ καὶ οἱ φαῦλοι τιμῶσιν, οἱ μὲν γὰρ διὰ τὸ ἔθος, οἵτινες οὐ βρώσει ἐσθίουσιν, ἀλλὰ μόνον ἐσθίουσι· πότε οὖν καὶ βρώσει; ὅταν ἀναπτύξαν‐
5τες καὶ τὰς αἰτίας ἐρευνήσαντες κρίνωσιν ἑκουσίως, ὅτι καλὸν τοῦτ’ ἐστίν· αἱ δὲ αἰτίαι τοιαῦται· ἐγέννησαν ἡμᾶς, ἔθρεψαν, ἐπαίδευσαν, πάντων αἴτιοι γεγόνασιν ἀγαθῶν. πάλιν ἐδώδιμον 〈τὸ〉 τὸν ὄντα τιμᾶσθαι· τότε δὲ „βρώσει“, ὅταν καὶ μετὰ τῆς τοῦ κεφαλαίου ἀναπτύξεως καὶ τῆς τῶν
LA
.

1

.

100

αἰτιῶν ἀποδόσεως. „ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ“ (Gen. 2, 17). οὐκοῦν οὐκ ἔστιν ἐν τῷ παραδείσῳ τὸ ξύλον | τοῦτο· εἰ γὰρ ἀπὸ παντὸς ἐσθίειν παραγγέλλει τῶν ἐν τῷ παραδείσῳ, ἀπὸ δὲ τούτου μὴ φαγεῖν, δῆλον ὅτι οὐκ ἔστιν
5ἐν τῷ παραδείσῳ· καὶ φυσικῶς· ἔστι γάρ, ὡς ἔφην, οὐσίᾳ καὶ οὐκ ἔστι δυνάμει. ὥσπερ γὰρ ἐν τῷ κηρῷ δυνάμει μέν εἰσι πᾶσαι αἱ σφραγῖ‐ δες, ἐντελεχείᾳ δὲ μόνη ἡ τετυπωμένη, οὕτως καὶ ἐν τῇ ψυχῇ κηροει‐ δεῖ ὑπαρχούσῃ πάντες οἱ τύποι περιέχονται δυνάμει, οὐκ ἀποτελέσματι, κρατεῖ δὲ ὁ εἷς χαραχθεὶς ἐν αὐτῇ, ἕως μὴ ἀπαλήλιπται ὑφ’ ἑτέρου
LA
.

1

.

101

ἐναργέστερον καὶ ἐκδήλως μᾶλλον ἐπιχαράξαντος. ἑξῆς κἀκεῖνο διαπορη‐ τέον· ὅτε μὲν παραινεῖ ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου ἐσθίειν, ἕνα προτρέπει, ὅτε δὲ ἀπαγορεύει χρῆσθαι τῷ πονηροῦ καὶ καλοῦ αἰτίῳ, πλείοσι διαλέγεται· ἐκεῖ μὲν γάρ φησιν „ἀπὸ παντὸς φάγῃ“, ἐνταῦθα
5δὲ „οὐ φάγεσθε“ καὶ „ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε“, οὐχὶ φάγῃς, καὶ „ἀπο‐87
LA
.

1

.

102

θανεῖσθε“, οὐχὶ ἀποθανῇ. λεκτέον οὖν τάδε, ὅτι πρῶτον μὲν σπάνιόν ἐστι τἀγαθόν, τὸ δὲ κακὸν πολύχουν· διὰ τοῦτο σοφὸν μὲν εὑρεῖν ἕνα μόνον ἔργον, φαύλων δὲ πλῆθος ἀναρίθμητον· εἰκότως οὖν ἑνὶ παραγγέλλει ταῖς ἀρεταῖς ἐντρέφεσθαι, πολλοῖς δὲ περὶ τοῦ πανουργίας
LA
.

1

.

103

ἀπέχεσθαι, ταύτῃ γὰρ μυρίοι χρῶνται. δεύτερον 〈δέ〉, εἰς ἀρετῆς ἀνά‐ ληψίν τε καὶ χρῆσιν ἑνὸς μόνου δεῖ τοῦ λογισμοῦ· τὸ δὲ σῶμα οὐχ οἷον οὐ συνεργεῖ πρὸς τοῦτο, ἀλλὰ καὶ κωλυσιεργεῖ· σχεδὸν γὰρ σοφίας ἔργον τοῦτ’ ἐστίν, ἀλλοτριοῦσθαι πρὸς τὸ σῶμα καὶ τὰς ἐπιθυμίας αὐ‐
5τοῦ· εἰς δὲ ἀπόλαυσιν κακίας οὐ μόνον δεῖ πως ἔχειν τὸν νοῦν, ἀλλὰ
LA
.

1

.

104

καὶ τὴν αἴσθησιν καὶ τὸν λόγον καὶ τὸ σῶμα· ὁ γὰρ φαῦλος δεῖται τούτων ἁπάντων πρὸς ἐκπλήρωσιν τῆς ἰδίας κακίας· ἐπεὶ πῶς ἐκλαλή‐ σει μυστήρια φωνητήριον οὐκ ἔχων ὄργανον; πῶς δὲ ταῖς ἡδοναῖς χρή‐ σεται γαστρὸς καὶ τῶν αἰσθητηρίων στερόμενος; δεόντως οὖν ἑνὶ μὲν
5τῷ λογισμῷ διαλέγεται περὶ κτήσεως ἀρετῆς, μόνου γάρ, ὡς ἔφην, ἐστὶν αὐτοῦ χρεία πρὸς τὴν ἀνάληψιν αὐτῆς, περὶ δὲ κακίας πλείοσι, ψυχῇ, λόγῳ, αἰσθήσεσι, σώματι, διὰ πάντων γὰρ τούτων ἐμφαίνεται.
LA
.

1

.

105

λέγει γε μήν· „ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀπο‐ θανεῖσθε“ (Gen. 2, 17). καὶ φαγόντες οὐχ οἷον οὐκ ἀποθνῄσκουσιν, ἀλλὰ καὶ παιδοποιοῦνται καὶ ἑτέροις τοῦ ζῆν αἴτιοι καθίστανται. τί οὖν λεκτέον; ὅτι διττός ἐστι θάνατος, ὁ μὲν ἀνθρώπου, | ὁ δὲ ψυχῆς
5ἴδιος· ὁ μὲν οὖν ἀνθρώπου χωρισμός ἐστι ψυχῆς ἀπὸ σώματος, ὁ δὲ
LA
.

1

.

106

ψυχῆς θάνατος ἀρετῆς μὲν φθορά ἐστι, κακίας δὲ ἀνάληψις. παρὸ καί φησιν οὐκ ἀποθανεῖν αὐτὸ μόνον ἀλλὰ „θανάτῳ ἀποθανεῖν“, δηλῶν οὐ τὸν κοινὸν ἀλλὰ τὸν ἴδιον καὶ κατ’ ἐξοχὴν θάνατον, ὅς ἐστι ψυχῆς ἐντυμβευομένης πάθεσι καὶ κακίαις ἁπάσαις. καὶ σχεδὸν οὗτος ὁ θά‐
5νατος μάχεται ἐκείνῳ· ἐκεῖνος μὲν γὰρ διάκρισίς ἐστι τῶν συγκριθέν‐
των σώματός τε καὶ ψυχῆς, οὗτος δὲ τοὐναντίον σύνοδος ἀμφοῖν, κρα‐ τοῦντος μὲν τοῦ χείρονος σώματος, κρατουμένου δὲ τοῦ κρείττονος88
LA
.

1

.

107

ψυχῆς. ὅπου δ’ ἂν λέγῃ „θανάτῳ ἀποθανεῖν“, παρατήρει ὅτι θάνα‐ τον τὸν ἐπὶ τιμωρίᾳ παραλαμβάνει, οὐ τὸν φύσει γινόμενον· φύσει μὲν οὖν ἐστι, καθ’ ὃν χωρίζεται ψυχὴ ἀπὸ σώματος, ὁ δὲ ἐπὶ τιμωρίᾳ συνίσταται, ὅταν ἡ ψυχὴ τὸν ἀρετῆς βίον θνῄσκῃ, τὸν δὲ κακίας ζῇ
LA
.

1

.

108

μόνον. εὖ καὶ ὁ Ἡράκλειτος κατὰ τοῦτο Μωυσέως ἀκολουθήσας τῷ δόγματι, φησὶ γάρ· „Ζῶμεν τὸν ἐκείνων θάνατον, τεθνήκαμεν δὲ τὸν ἐκείνων βίον,“ ὡς νῦν μέν, ὅτε ζῶμεν, τεθνηκυίας τῆς ψυχῆς καὶ ὡς ἂν ἐν σήματι τῷ σώματι ἐντετυμβευμένης, εἰ δὲ ἀποθάνοιμεν, τῆς
5ψυχῆς ζώσης τὸν ἴδιον βίον καὶ ἀπηλλαγμένης κακοῦ καὶ νεκροῦ
συνδέτου τοῦ σώματος.89
LA
.

2

t

ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ ΤΩΝ ΜΕΤΑ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ ΤΟ ΔΕΥΤΕΡΟΝ
LA
.

2

.

1

„Καὶ εἶπε κύριος ὁ θεός Οὐ καλὸν εἶναι |τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν“ (Gen. 2, 18). διὰ τί τὸν ἄνθρωπον, ὦ προφῆτα, οὐκ ἔστι καλὸν εἶναι μόνον; ὅτι, φησί, καλόν ἐστι τὸν μόνον εἶναι μόνον· μόνος δὲ καὶ καθ’ αὑτὸν εἷς ὢν ὁ θεός,
5οὐδὲν δὲ ὅμοιον θεῷ· ὥστ’ ἐπεὶ τὸ μόνον εἶναι τὸν ὄντα καλόν ἐστι —καὶ γὰρ περὶ μόνον αὐτὸν τὸ καλόν—, οὐκ ἂν εἴη καλὸν τὸ εἶναι
LA
.

2

.

2

τὸν ἄνθρωπον μόνον. τὸ δὲ μόνον εἶναι τὸν θεὸν ἔστι μὲν ἐκδέξασθαι καὶ οὕτως, ὅτι οὔτε πρὸ γενέσεως ἦν τι σὺν τῷ θεῷ οὔτε κόσμου γενο‐ μένου συντάττεταί τι αὐτῷ· χρῄζει γὰρ οὐδενὸς τὸ παράπαν. ἀμείνων δὲ ἥδε ἡ ἐκδοχή· ὁ θεὸς μόνος ἐστὶ καὶ ἕν, οὐ σύγκριμα, φύσις ἁπλῆ,
5ἡμῶν δ’ ἕκαστος καὶ τῶν ἄλλων ὅσα γέγονε πολλά· οἷον ἐγὼ πολλά εἰμι, ψυχὴ σῶμα, καὶ ψυχῆς ἄλογον λογικόν, πάλιν σώματος θερμὸν ψυχρὸν βαρὺ κοῦφον ξηρὸν ὑγρόν· ὁ δὲ θεὸς οὐ σύγκριμα οὐδὲ ἐκ πολ‐
LA
.

2

.

3

λῶν συνεστώς, ἀλλ’ ἀμιγὴς ἄλλῳ· ὃ γὰρ ἂν προσκριθῇ | θεῷ, ἢ κρεῖσ‐ σόν ἐστιν αὐτοῦ ἢ ἔλασσον ἢ ἴσον αὐτῷ· οὔτε δὲ ἴσον οὔτε κρεῖσσόν ἐστι θεοῦ, ἔλασσόν γε μὴν οὐδὲν αὐτῷ προσκρίνεται· εἰ δὲ μή, καὶ αὐ‐ τὸς ἐλαττωθήσεται· εἰ δὲ τοῦτο, καὶ φθαρτὸς ἔσται, ὅπερ οὐδὲ θέμις
5νοῆσαι. τέτακται οὖν ὁ θεὸς κατὰ τὸ ἓν καὶ τὴν μονάδα, μᾶλλον δὲ ἡ μονὰς κατὰ τὸν ἕνα θεόν· πᾶς γὰρ ἀριθμὸς νεώτερος κόσμου, ὡς καὶ
LA
.

2

.

4

χρόνος, ὁ δὲ θεὸς πρεσβύτερος κόσμου καὶ δημιουργός. οὐδένα δὲ ἄνθρωπον καλόν ἐστιν εἶναι μόνον. δύο γὰρ ἀνθρώπων γένη, τό τε κατὰ τὴν εἰκόνα γεγονὸς καὶ τὸ πεπλασμένον ἐκ γῆς· οὔτε δὲ τῷ κατ’ εἰκόνα ἀνθρώπῳ καλόν ἐστιν εἶναι μόνῳ—ἐφίεται γὰρ τῆς90
5εἰκόνος· ἡ γὰρ εἰκὼν τοῦ θεοῦ ἀρχέτυπος ἄλλων ἐστί· πᾶν δὲ μίμημα ποθεῖ τοῦτο, οὗπέρ ἐστι μίμημα, καὶ μετ’ ἐκείνου τάττεται—οὔτε τῷ πλαστῷ πολὺ μᾶλλον καλόν ἐστιν εἶναι μόνῳ, ἀλλὰ καὶ ἀδύνατον, καὶ γὰρ αἰσθήσεις καὶ πάθη καὶ κακίαι καὶ μυρία ἄλλα τούτῳ τῷ νῷ συνέ‐
LA
.

2

.

5

ζευκται καὶ συνήρμοσται. τῷ δὲ δευτέρῳ ἀνθρώπῳ βοηθὸς συνίσταται, πρῶτον μὲν γενητός, „ποιήσωμεν“ γάρ φησιν „αὐτῷ βοηθόν“, ἔπειτα δὲ νεώτερος τοῦ βοηθουμένου· πρότερον μὲν γὰρ ἔπλασε τὸν νοῦν, μέλλει δὲ πλάττειν τὸν βοηθὸν αὐτοῦ. ἀλλὰ καὶ ταῦτα φυσικῶς ἀλλη‐
5γορεῖ· ἡ γὰρ αἴσθησις καὶ τὰ πάθη τῆς ψυχῆς εἰσι βοηθοὶ νεώτεροι τῆς ψυχῆς. πῶς μὲν οὖν βοηθοῦσιν, ὀψόμεθα· ὅτι δέ εἰσι νεώτεροι,
LA
.

2

.

6

θεασώμεθα. ὥσπερ κατὰ τοὺς ἀρίστους τῶν ἰατρῶν καὶ φυσικῶν δοκεῖ τοῦ ὅλου σώματος προπλάττεσθαι ἡ καρδία, θεμελίου τρόπον ἢ ὡς ἐν νηὶ τρόπις, ἐφ’ ᾗ οἰκοδομεῖται τὸ ἄλλο σῶμα—παρὸ καὶ μετὰ τὴν τελευτὴν ἔτι ἐμπηδᾶν φασιν αὐτὴν ὡς καὶ πρώτην γινομένην
5καὶ ὑστέραν φθειρομένην—, οὕτως καὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς πρεσ‐ βύτερον τῆς ὅλης εἶναι, τὸ δ’ ἄλογον νεώτερον, οὗ τὴν γένεσιν οὔπω μὲν δεδήλωκε, μέλλει δὲ ὑπογράφειν. τὸ δὲ ἄλογον αἴσθησίς ἐστι καὶ τὰ ταύτης ἔκγονα πάθη, καὶ μάλιστα εἰ μὴ κρίσεις εἰσὶν ἡμέτεραι. καὶ
LA
.

2

.

7

νεώτερος οὖν οὗτος ὁ βοηθὸς [θεοῦ] καὶ γενητὸς εἰκότως. τὸ δ’ ὑπερ‐ τεθὲν ἴδωμεν, πῶς βοηθεῖ. | πῶς ἡμῶν ὁ νοῦς καταλαμβάνει, ὅτι τουτὶ λευκὸν ἢ μέλαν ἐστίν, εἰ μὴ βοηθῷ χρησάμενος ὁράσει; πῶς δὲ ὅτι ἡδεῖα ἡ τοῦ κιθαρῳδοῦ φωνὴ ἢ τοὐναντίον ἐκμελής, εἰ μὴ βοηθῷ χρη‐
5σάμενος ἀκοῇ; πῶς δὲ ὅτι εὐώδεις ἢ δυσώδεις οἱ ἀτμοί, εἰ μὴ συμμά‐ χῳ χρησάμενος ὀσφρήσει; πῶς δὲ δοκιμάζει τοὺς χυλούς, εἰ μὴ διὰ βοηθοῦ τῆς γεύσεως; πῶς δὲ αὖ τὰ μαλακὰ καὶ τραχέα, εἰ μὴ δι’
LA
.

2

.

8

ἁφῆς; ἔστι τοίνυν ἕτερον εἶδος βοηθῶν, ὡς ἔφην, τὰ πάθη· καὶ γὰρ ἡδονὴ βοηθεῖ πρὸς διαμονὴν τοῦ γένους ἡμῶν καὶ ἐπιθυμία, καὶ λύπη μέντοι καὶ φόβος δάκνοντα τὴν ψυχὴν ἐπέστρεψεν αὐτὴν μηδενὸς ὀλιγω‐ ρεῖν, ὀργή τε ἀμυντήριον ὅπλον [ἣ] μεγάλα πολλοὺς ὠφέλησε, καὶ τἆλλα91
5ταύτῃ. διὸ καὶ εὐθυβόλως εἶπε „κατ’ αὐτὸν εἶναι τὸν βοηθόν·“ τῷ γὰρ ὄντι οἰκεῖος οὗτος ὁ βοηθός ἐστι τῷ νῷ ὡς ἂν ἀδελφὸς καὶ ὅμαιμος· μιᾶς γάρ ἐστι ψυχῆς μέρη καὶ γεννήματα ἥ τε αἴσθησις καὶ τὰ πάθη.
LA
.

2

.

9

Τοῦ δὲ βοηθοῦ ἐστι διττὸν τὸ εἶδος, τὸ μὲν ἐν πάθεσι, τὸ δ’ ἐν αἰσθήσει. τό γε νῦν μόνον τὸ πρότερον εἶδος γεννήσει, λέγει γάρ· „καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ, ἰδεῖν
5τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἂν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτοῦ“ (Gen. 2, 19). ὁρᾷς, τίνες εἰσὶν ἡμῶν οἱ βοηθοί, τὰ θηρία, τῆς ψυχῆς τὰ πάθη· εἰπὼν γὰρ „ποιήσωμεν βοηθὸν κατ’ αὐτόν“ ἐπιφέρει τὸ „ἔπλασε τὰ θηρία“, ὡς τῶν θηρίων ὄντων βοηθῶν
LA
.

2

.

10

ἡμῖν. οὐ κυρίως δὲ οὗτοι βοηθοὶ ἀλλὰ καταχρηστικῶς λέγονται, εὑ‐ ρίσκονταί γέ τοι πρὸς ἀλήθειαν 〈καὶ〉 πολέμιοι, ὥσπερ καὶ τῶν πόλεων ἔστιν ὅτε οἱ σύμμαχοι προδόται καὶ αὐτόμολοι καὶ ἐν ταῖς φιλίαις οἱ κόλακες ἀντὶ ἑταίρων ἐχθροί. οὐρανὸν δὲ καὶ ἀγρὸν συνωνύμως κέκλη‐
5κεν ἀλληγορῶν τὸν νοῦν· οὗτος γὰρ καὶ ὡς ἀγρὸς ἀνατολὰς καὶ βλάσ‐ τας ἔχει μυρίας ὅσας καὶ ὡς οὐρανὸς πάλιν λαμπρὰς καὶ θείας καὶ
LA
.

2

.

11

εὐδαίμονας φύσεις. θηρίοις δὲ καὶ πτηνοῖς ἀπεικάζει τὰ πάθη, ὅτι σίνεται τὸν νοῦν ἀτίθασα καὶ ἀνήμερα ὄντα καὶ ὅτι πτηνῶν τρόπον
ἐπιποτᾶται τῇ διανοίᾳ· ὀξεῖα γὰρ ἡ τούτων καὶ ἀνεπίσχετος ὁρμή. οὐ παρέργως δὲ πρόσκειται τῷ „ἔπλασε“ τὸ „ἔτι“. διὰ τί; ὅτι καὶ92
5ἐπάνω πεπλάσθαι | τὰ θηρία φησὶ πρὸ τῆς ἀνθρώπου γενέσεως, 〈ὡσ〉 καὶ δηλοῖ διὰ τούτων ἐν ἕκτῃ ἡμέρᾳ· „καὶ εἶπεν Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία“
LA
.

2

.

12

(Gen. 1, 24). τί παθὼν οὖν ἄλλα πλάττει θηρία νῦν οὐκ ἀρκεσθεὶς τοῖς προτέροις; λεκτέον οὖν ἠθικῶς μὲν τοῦτο· πλούσιόν ἐστι τὸ κακίας γένος ἐν τῷ γενητῷ, ὥστε ἀεὶ γεννᾶσθαι τὰ φαυλότατα ἐν τούτῳ· φυσικῶς δὲ ἐκεῖνο· πρότερον μὲν ἐν τῇ ἑξαημέρῳ τὰ γένη
5τῶν παθῶν καὶ τὰς ἰδέας εἰργάζετο, νυνὶ δὲ τὰ εἴδη προσπλάττει·
LA
.

2

.

13

διό φησιν „ἔπλασεν ἔτι“. ὅτι δὲ τὰ πάλαι κατασκευασθέντα γένη ἦν, φανερὸν ἐξ ὧν φησιν „ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν“ οὐ κατ’ εἶδος, ἀλλὰ „κατὰ γένος.“ καὶ τοιοῦτος ἐν ἅπασιν εὑρίσκεται· πρὸ γὰρ τῶν εἰδῶν ἀποτελεῖ τὰ γένη, ὥσπερ καὶ ἐπὶ τοῦ ἀνθρώπου· προτυπώ‐
5σας γὰρ τὸν γενικὸν ἄνθρωπον, ἐν ᾧ τὸ ἄρρεν καὶ τὸ θῆλυ γένος φη‐
LA
.

2

.

14

σὶν εἶναι, ὕστερον τὸ εἶδος ἀπεργάζεται τὸν Ἀδάμ. τοῦτο μὲν οὖν τὸ εἶδος τῶν βοηθῶν εἴρηκε, τὸ δ’ ἕτερον ὑπερτίθεται τὸ τῆς αἰ‐ σθήσεως, ἔστ’ ἂν ἐπιχειρῇ πλάττειν τὴν γυναῖκα· ἐκεῖνο δ’ ὑπερθέμενος περὶ τῆς τῶν ὀνομάτων θέσεως τεχνολογεῖ. ἔστι δὲ καὶ ἡ τροπικὴ καὶ
5ἡ ῥητὴ ἀπόδοσις ἀξία τοῦ θαυμάζεσθαι· ἡ μὲν ῥητή, παρόσον τὴν θέσιν τῶν ὀνομάτων προσῆψε τῷ πρώτῳ γενομένῳ ὁ νομοθέτης.
LA
.

2

.

15

καὶ γὰρ οἱ παρ’ Ἕλλησι φιλοσοφοῦντες εἶπον εἶναι σοφοὺς τοὺς πρώ‐ τους τοῖς πράγμασι τὰ ὀνόματα θέντας· Μωυσῆς δὲ ἄμεινον, ὅτι πρῶ‐ τον μὲν οὔ τισι τῶν πρότερον, ἀλλὰ τῷ πρώτῳ γενομένῳ, ἵνα ὥσπερ αὐτὸς ἀρχὴ τοῖς ἄλλοις γενέσεως ἐπλάσθη, οὕτως καὶ αὐτὸς ἀρχὴ τοῦ
5διαλέγεσθαι νομισθῇ—μὴ γὰρ ὄντων ὀνομάτων, οὐδ’ ἂν διάλεκτος ἦν—, ἔπειτα ὅτι πολλῶν μὲν τιθέντων ὀνόματα διάφωνα καὶ ἄμικτα ἔμελλεν ἔσεσθαι, ἄλλων ἄλλως τιθέντων, ἑνὸς δὲ ὤφειλεν ἡ θέσις
ἐφαρμόττειν τῷ πράγματι, καὶ τοῦτ’ εἶναι σύμβολον ἅπασι τὸ αὐτὸ τοῦ93
LA
.

2

.

16

τυγχάνοντος ἢ τοῦ σημαινομένου. ὁ δὲ ἠθικὸς λόγος τοιοῦτός ἐστιν· τὸ „τί“ πολλάκις τίθεμεν ἀντὶ τοῦ „διὰ τί“, οἷον τί λέλουσαι, τί περιπατεῖς, τί διαλέγῃ, πάντα γὰρ ταῦτα ἀντὶ τοῦ „διὰ τί“. ὅταν οὖν λέγῃ „ἰδεῖν τί καλέσει“, ἄκουε ἴσον τῷ, διὰ τί καλέσει καὶ προσ‐
5καλέσεται καὶ ἀσπάσεται τούτων ἕκαστον ὁ νοῦς· πότερον ἕνεκα τοῦ ἀναγκαίου μόνον, ὅτι κατέζευκται τὸ θνητὸν ἐξ ἀνάγκης πάθεσι καὶ κακίαις, ἢ καὶ ἕνεκα τοῦ ἀμέτρου καὶ περιττοῦ; καὶ πότερον διὰ τὰς τοῦ γηγενοῦς χρείας ἢ διὰ τὸ κρίνειν αὐτὰ βέλτιστα καὶ θαυμασιώτατα;
LA
.

2

.

17

οἷον ἡδονῇ χρῆσθαι δεῖ τὸ γεγονός· ἀλλ’ ὁ | μὲν φαῦλος ὡς ἀγαθῷ τελείῳ χρήσεται, ὁ δὲ σπουδαῖος ὡς μόνον ἀναγκαίῳ· χωρὶς γὰρ ἡδονῆς οὐδὲν γίνεται τῶν ἐν τῷ θνητῷ γένει. πάλιν τὴν τῶν χρημάτων κτῆσιν ὁ μὲν 〈φαῦλοσ〉 τελειότατον ἀγαθὸν κρίνει, ὁ δὲ σπουδαῖος ἀναγκαῖον καὶ χρήσιμον
5αὐτὸ μόνον. εἰκότως οὖν ὁ θεὸς ἰδεῖν καὶ καταμαθεῖν βούλεται, πῶς ἕκαστον τούτων προσκαλεῖται καὶ ἀποδέχεται ὁ νοῦς, εἴτε ὡς ἀγαθὰ
LA
.

2

.

18

εἴτε ὡς ἀδιάφορα ἢ ὡς κακὰ μέν, χρειώδη δὲ ἄλλως. διὸ καὶ πᾶν ὃ ἂν προσεκαλέσατο καὶ ἠσπάσατο ὡς ψυχὴν ζῶσαν ἰσότιμον αὐτὸ ἡγη‐ σάμενος ψυχῇ, τοῦτο ὄνομα οὐ τοῦ κληθέντος ἐγίνετο μόνον, ἀλλὰ καὶ τοῦ καλέσαντος· οἷον, εἰ ἀπεδέξατο ἡδονήν, ἐκαλεῖτο ἡδονικός, εἰ ἐπι‐
5θυμίαν, ἐπιθυμητικός, εἰ ἀκολασίαν, ἀκόλαστος, εἰ δειλίαν, δειλός, καὶ οὕτως ἐπὶ τῶν ἄλλων· ὥσπερ γὰρ ἀπὸ τῶν ἀρετῶν ὁ κατ’ αὐτὰς ποιὸς καλεῖται φρόνιμος ἢ σώφρων ἢ δίκαιος ἢ ἀνδρεῖος, οὕτως ἀπὸ τῶν κακιῶν ἄδικος καὶ ἄφρων καὶ ἄνανδρος, ἐπειδὰν τὰς ἕξεις προσκαλέσηται καὶ δεξιώσηται.
LA
.

2

.

19

„Καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ“ καὶ τὰ ἑξῆς (Gen. 2, 21). τὸ ῥητὸν ἐπὶ τούτου μυθῶδές ἐστι· πῶς γὰρ ἂν παραδέξαιτό τις, ὅτι γέγονεν ἐκ πλευρᾶς ἀνδρὸς γυνὴ ἢ συνόλως ἄνθρωπος; τί δὲ ἐκώλυεν, ὥσπερ
5ἐκ γῆς ἄνδρα ἐδημιούργει τὸ αἴτιον, οὕτως καὶ γυναῖκα δημιουργῆσαι; ὅ τε γὰρ ποιῶν ὁ αὐτὸς ἦν ἥ τε ὕλη σχεδὸν ἄπειρος, ἐξ ἧς πᾶσα
LA
.

2

.

20

ποιότης κατεσκευάζετο. διὰ τί δὲ οὐκ ἐξ ἄλλου μέρους, τοσούτων ὑπαρ‐ χόντων, ἀλλ’ ἐκ πλευρᾶς ἐτύπου τὴν γυναῖκα; ποτέραν δὲ πλευρὰν
〈ἔλαβεν〉—ἵνα καὶ δύο μόνας ἐμφαίνεσθαι φῶμεν, πρὸς γὰρ ἀλήθειαν οὐδὲ πλῆθος αὐτῶν ἐδήλωσεν—; ἆρά γε τὴν εὐώνυμον ἢ τὴν δεξιάν;94
5εἴ γε μὴν ἀνεπλήρου σαρκὶ τὴν ἑτέραν, ἡ ἀπολειπομένη οὐκ ἦν σαρκίνη δήπου; καὶ μὴν ἀδελφαί γ’ εἰσὶ καὶ συγγενεῖς πᾶσι τοῖς μέρεσιν αἱ
LA
.

2

.

21

ἡμῶν πλευραὶ καὶ σαρκὸς γεγόνασι. τί οὖν λεκτέον; πλευρὰς ὁ βίος ὀνομάζει τὰς δυνάμεις· λέγομεν γὰρ πλευρὰς ἔχειν τὸν ἄνθρωπον ἴσον τῷ δυνάμεις, καὶ εὔπλευρον εἶναι τὸν ἀθλητὴν ἀντὶ τοῦ ἰσχυρόν, καὶ πλευρὰς ἔχειν τὸν κιθαρῳδὸν ἀντὶ τοῦ δύναμιν ἐρρωμένην ἐν τῷ ᾄδειν.
LA
.

2

.

22

τούτου προειρημένου κἀκεῖνο λεκτέον, | ὅτι ὁ γυμνὸς καὶ ἀνένδετος σώματι νοῦς—περὶ γὰρ τοῦ μήπω ἐνδεδεμένου ἐστὶν ὁ λόγος— πολλὰς ἔχει δυνάμεις, ἑκτικὴν φυτικὴν ψυχικὴν λογικὴν διανοητικήν, ἄλλας μυρίας κατά τε εἴδη καὶ γένη. ἡ μὲν ἕξις κοινὴ καὶ τῶν
5ἀψύχων ἐστὶ λίθων καὶ ξύλων, ἧς μετέχει καὶ τὰ ἐν ἡμῖν ἐοικότα λίθοις ὀστέα. ἡ δὲ φύσις διατείνει καὶ ἐπὶ τὰ φυτά· καὶ ἐν ἡμῖν δέ ἐστιν ἐοικότα φυτοῖς, ὄνυχές τε καὶ τρίχες· ἔστι δὲ ἡ φύσις
LA
.

2

.

23

ἕξις ἤδη κινουμένη. ψυχὴ δέ ἐστι φύσις προσειληφυῖα φαντασίαν καὶ ὁρμήν· αὕτη κοινὴ καὶ τῶν ἀλόγων ἐστίν· ἔχει δὲ καὶ ὁ ἡμέτερος νοῦς ἀναλογοῦν τι ἀλόγου ψυχῇ. πάλιν ἡ διανοητικὴ δύναμις ἰδία τοῦ νοῦ ἐστι, καὶ ἡ λογικὴ κοινὴ μὲν τάχα καὶ τῶν θειοτέρων φύσεων, ἰδία δὲ
5ὡς ἐν θνητοῖς ἀνθρώπου· αὕτη δὲ διττή, ἡ μὲν καθ’ ἣν λογικοί ἐσμεν
LA
.

2

.

24

νοῦ μετέχοντες, ἡ δὲ καθ’ ἣν διαλεγόμεθα. ἔστιν 〈οὖν καὶ〉 ἄλλη δύ‐ ναμις ἐν ψυχῇ τούτων ἀδελφή, ἡ αἰσθητική, περὶ ἧς ἐστιν ὁ λόγος· οὐδὲν γὰρ ἄλλο νῦν ὑπογράφει ἢ γένεσιν τῆς κατ’ ἐνέργειαν αἰσθήσεως· καὶ κατὰ λόγον· μετὰ γὰρ νοῦν εὐθὺς ἔδει δημιουργηθῆναι αἴσθησιν
5βοηθὸν αὐτῷ καὶ σύμμαχον. τελεσιουργήσας οὖν ἐκεῖνον τὸ δεύτερον καὶ τῇ τάξει καὶ τῇ δυνάμει πλάττει δημιούργημα, τὴν κατ’ ἐνέργειαν αἴσθησιν, πρὸς συμπλήρωσιν τῆς ὅλης ψυχῆς καὶ πρὸς τὴν τῶν ὑποκει‐
LA
.

2

.

25

μένων ἀντίληψιν. πῶς οὖν γεννᾶται; ὡς αὐτὸς πάλιν φησίν, ὅταν ὑπνώσῃ ὁ νοῦς· τῷ γὰρ ὄντι ὑπνώσαντος νοῦ γίνεται αἴσθησις, καὶ γὰρ ἔμπαλιν ἐγρηγορότος νοῦ σβέννυται· τεκμήριον δέ· ὅταν τι βουλώμεθα ἀκριβῶς νοῆσαι, εἰς ἐρημίαν ἀποδιδράσκομεν, καταμύομεν τὰς ὄψεις, τὰ
5ὦτα ἐπιφράττομεν, ἀποταττόμεθα ταῖς αἰσθήσεσιν. οὕτως μέν, ὅταν95
LA
.

2

.

26

ἀναστῇ καὶ ἐγρηγόρσει χρῆται ὁ νοῦς, φθείρεται αἴσθησις. ἴδωμεν δὲ καὶ θάτερον, πῶς ὕπνῳ χρῆται ὁ νοῦς. περιαναστάσης καὶ ζωπυρη‐ θείσης αἰσθήσεως, ὅταν ἡ ὄψις γραφέων ἢ πλαστῶν ἔργα εὖ δεδημιουρ‐ γημένα καθορᾷ, οὐχ ὁ νοῦς ἄπρακτός ἐστι νοητὸν ἐπινοῶν οὐδέν; τί δ’
5ὅταν ἡ ἀκοὴ προσέχῃ φωνῆς ἐμμελείᾳ, δύναται ὁ νοῦς λογίζεσθαί τι τῶν οἰκείων; οὐδαμῶς. καὶ μὴν πολὺ πλέον ἄπρακτος γίνεται, ὅταν ἡ γεῦσις
LA
.

2

.

27

ἐξαναστᾶσα λάβρως ἐμπιπλῆται τῶν γαστρὸς ἡδονῶν. διὸ καὶ Μωυσῆς φοβηθείς, μή ποτε ὁ νοῦς μὴ μόνον κοιμηθῇ, ἀλλὰ καὶ τελείως ἀποθάνῃ, φησὶν ἐν | ἑτέροις· „καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου· καὶ ἔσται, ὅταν διακαθιζάνῃς, ὀρύξεις ἐν αὐτῷ καὶ ἐπαγαγὼν καλύψεις τὴν
5ἀσχημοσύνην σου“ (Deut. 23, 13), πάσσαλον συμβολικῶς φάσκων τὸν
LA
.

2

.

28

ἐξορύσσοντα λόγον τὰ κεκρυμμένα τῶν πραγμάτων. κελεύει δ’ αὐτὸν φορεῖν ἐπὶ τοῦ πάθους, ὃ ἀνεζῶσθαι χρὴ καὶ μὴ ἐᾶν κεχαλάσθαι καὶ ἀνεῖσθαι· τοῦτο δὲ πρακτέον, ὅταν ὁ νοῦς τοῦ τόνου τῶν νοητῶν ἀπο‐ στὰς ὑφιῆται πρὸς τὰ πάθη καὶ διακαθιζάνῃ ἐνδιδοὺς καὶ ἀγόμενος ὑπὸ
LA
.

2

.

29

τῆς σωματικῆς ἀνάγκης. καὶ οὕτως ἔχει· ὅταν ἐν ταῖς ἁβροδιαίτοις συνουσίαις ἐπιλάθηται ὁ νοῦς ἑαυτοῦ κρατηθεὶς τοῖς ἐπὶ τὰς ἡδονὰς ἄγουσι, δεδουλώμεθα καὶ ἀκατακαλύπτῳ τῇ ἀκαθαρσίᾳ χρώμεθα· ἐὰν δὲ ὁ λόγος ἰσχύσῃ ἀνακαθᾶραι τὸ πάθος, οὔτε πίνοντες μεθυσκόμεθα
5οὔτε ἐσθίοντες ἐξυβρίζομεν διὰ κόρον, ἀλλὰ δίχα τοῦ ληρεῖν νηφάλια
LA
.

2

.

30

σιτούμεθα. οὐκοῦν ἥ τε τῶν αἰσθήσεων ἐγρήγορσις ὕπνος ἐστὶ 〈τοῦ〉 νοῦ ἥ τε τοῦ νοῦ ἐγρήγορσις ἀπραξία τῶν αἰσθήσεων, καθάπερ καὶ ἡλίου ἀνατείλαντος μὲν ἀφανεῖς αἱ τῶν ἄλλων ἀστέρων λάμψεις, καταδύντος δὲ ἔκδηλοι· ἡλίου δὴ τρόπον ὁ νοῦς ἐγρηγορὼς μὲν ἐπισκιάζει ταῖς αἰσθήσεσι,
LA
.

2

.

31

κοιμηθεὶς δὲ αὐτὰς ἐξέλαμψε. τούτων εἰρημένων ἐφαρμοστέον τὰς λέξεις. „ἐπέβαλε“ φησίν „ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσεν“ (Gen. 2, 21)· ὀρθῶς· ἡ γὰρ ἔκστασις καὶ τροπὴ τοῦ νοῦ ὕπνος ἐστὶν αὐτοῦ· ἐξίσταται δέ, ὅταν μὴ πραγματεύηται τὰ ἐπιβάλ‐
5λοντα αὐτῷ νοητά· ὅτε δ’ οὐκ ἐνεργεῖ ταῦτα, κοιμᾶται. εὖ δὲ τὸ φάναι ὅτι ἐξίσταται, τοῦτο δ’ ἐστὶ τρέπεται, οὐ παρ’ ἑαυτόν, ἀλλὰ παρὰ τὸν ἐπιβάλλοντα καὶ ἐπιφέροντα καὶ ἐπιπέμποντα τὴν τροπὴν
LA
.

2

.

32

θεόν. καὶ γὰρ οὕτως ἔχει· εἰ γοῦν παρ’ ἐμὲ ἦν τὸ τρέπεσθαι, ὁπότε ἐβουλόμην, ἂν ἐχρώμην αὐτῷ, καὶ ὁπότε μὴ ἐπροῃρούμην, ἄτρεπτος διετέλουν· νυνὶ δὲ καὶ ἀντιφιλονεικεῖ μοι ἡ τροπή, καὶ πολλάκις βουλό‐ μενος καθῆκόν τι νοῆσαι ἐπαντλοῦμαι ταῖς παρὰ τὸ καθῆκον ἐπιρροίαις,96
5καὶ ἔμπαλιν ἔννοιάν τινος λαμβάνων αἰσχροῦ ποτίμοις ἐννοίαις ἀπερρυ‐ ψάμην ἐκεῖνο, θεοῦ τῇ ἑαυτοῦ χάριτι γλυκὺ νᾶμα ἀντὶ ἁλμυροῦ ἐπεισ‐
LA
.

2

.

33

χέαντος τῇ ψυχῇ. πᾶν μὲν οὖν τὸ γενητὸν ἀναγκαῖον τρέπεσθαι, ἴδιον γάρ ἐστι τοῦτο αὐτοῦ, ὥσπερ θεοῦ τὸ ἄτρεπτον εἶναι· ἀλλ’ οἱ μὲν τραπέντες κατέμειναν ἄχρι παντελοῦς φθορᾶς, οἱ δ’ ὅσον μόνον παθεῖν
LA
.

2

.

34

τὸ θνητόν, οὗτοι δ’ εὐθὺς ἀνεσώθησαν. διὸ καὶ Μωυσῆς φησιν ὅτι „οὐκ | ἐάσει τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι“ (Exod. 12, 23)· ἐᾷ μὲν γὰρ τὸν ὀλοθρεύοντα—ὄλεθρος δὲ ψυχῆς ἐστιν ἡ τροπή—εἰσελθεῖν εἰς τὴν ψυχήν, ἵνα τὸ ἴδιον ἐνδείξηται τοῦ
5γενητοῦ· οὐκ ἀφήσει δὲ ὁ θεὸς τὸν τοῦ ὁρῶντος ἔγγονον Ἰσραὴλ οὕτως τραπῆναι, ὥστε πληγῆναι ὑπὸ τῆς τροπῆς, ἀλλὰ ἀναδραμεῖν καὶ ἀνα‐
LA
.

2

.

35

κῦψαι ὥσπερ ἐκ βυθοῦ καὶ ἀνασωθῆναι βιάσεται. „ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ“ (Gen. 2, 21). τῶν πολλῶν τοῦ νοῦ δυνάμεων μίαν ἔλαβε τὴν αἰσθητικήν. τὸ δὲ „ἔλαβεν“ οὐκ ἀντὶ τοῦ ἀφεῖλεν ἀκουστέον, ἀλλ’ ἀντὶ τοῦ κατηρίθμησεν, ἐξήτασεν, ὡς ἐν ἑτέροις „λάβε
LA
.

2

.

36

τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίασ“ (Num. 31, 26). τί οὖν ἐστιν ὃ βούλεται παραστῆσαι; διχῶς αἴσθησις λέγεται, ἡ μὲν καθ’ ἕξιν, ἥτις καὶ κοιμωμένων ἡμῶν ἐστιν, ἡ δὲ κατ’ ἐνέργειαν. τῆς μὲν οὖν προτέρας τῆς καθ’ ἕξιν ὄφελος οὐδέν, οὐδὲ γὰρ αὐτῇ τῶν ὑποκειμένων
5ἀντιλαμβανόμεθα, τῆς δὲ δευτέρας τῆς κατ’ ἐνέργειαν, διὰ γὰρ ταύτης
LA
.

2

.

37

ποιούμεθα τὰς τῶν αἰσθητῶν ἀντιλήψεις. γεννήσας οὖν τὴν προτέραν τὴν καθ’ ἕξιν αἴσθησιν, ὅτε καὶ τὸν νοῦν ἐγέννα—σὺν γὰρ πολλαῖς δυνάμεσιν ἠρεμούσαις αὐτὸν κατεσκεύαζε—, νῦν βούλεται τὴν κατ’ ἐνέργειαν ἀποτελέσαι· ἀποτελεῖται δὲ ἡ κατ’ ἐνέργειαν, ὅταν ἡ καθ’
5ἕξιν κινηθεῖσα ταθῇ μέχρι τῆς σαρκὸς καὶ τῶν αἰσθητικῶν ἀγγείων· ὥσπερ γὰρ φύσις ἀποτελεῖται κινηθέντος σπέρματος, οὕτως καὶ ἐνέργεια
LA
.

2

.

38

κινηθείσης ἕξεως. „ἀνεπλήρου δὲ σάρκα ἀντ’ αὐτῆσ“ (Gen. 2, 21),
τουτέστι συνεπλήρου τὴν καθ’ ἕξιν αἴσθησιν ἄγων εἰς ἐνέργειαν καὶ τείνων αὐτὴν ἄχρι σαρκὸς καὶ τῆς ὅλης ἐπιφανείας. διὸ καὶ ἐπιφέρει ὅτι „ᾠκοδόμησεν εἰς γυναῖκα“ (Gen. 2, 22), διὰ τούτου παριστὰς ὅτι97
5οἰκειότατον καὶ εὐθυβολώτατόν ἐστιν ὄνομα αἰσθήσεως γυνή· ὥσπερ γὰρ ὁ μὲν ἀνὴρ ἐν τῷ δρᾶσαι θεωρεῖται, ἐν δὲ τῷ πάσχειν ἡ γυνή, οὕτως ἐν μὲν τῷ δρᾶν ὁ νοῦς, ἐν δὲ τῷ πάσχειν γυναικὸς τρόπον ἡ αἴσθησις
LA
.

2

.

39

ἐξετάζεται. μαθεῖν δὲ ἐκ τῆς ἐναργείας ῥᾴδιον· ἡ ὄψις πάσχει ὑπὸ τῶν κινούντων αὐτὴν ὁρατῶν, τοῦ λευκοῦ, τοῦ μέλανος, τῶν ἄλλων, ἡ ἀκοὴ πάλιν ὑπὸ τῶν φωνῶν καὶ ἡ γεῦσις ὑπὸ τῶν χυλῶν διατίθεται, ὑπὸ τῶν ἀτμῶν ἡ ὄσφρησις, ὑπὸ 〈τοῦ〉 τραχέος καὶ μαλακοῦ ἡ ἁφή· καὶ
5ἠρεμοῦσί γε αἱ αἰσθήσεις ἅπασαι, μέχρις ἂν προσέλθῃ ἑκάστῃ τὸ κινῆ‐ σον ἔξωθεν.
LA
.

2

.

40

„Καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ· καὶ εἶπεν Ἀδάμ Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου“ (Gen. 2, 22. 23). τὴν κατ’ ἐνέργειαν αἴσθησιν ἄγει ὁ θεὸς πρὸς τὸν νοῦν, εἰδὼς ὅτι ἀνακάμπτειν | δεῖ τὴν κίνησιν αὐτῆς καὶ ἀντί‐
5ληψιν ἐπὶ νοῦν. ὁ δὲ θεασάμενος ἣν πρότερον εἶχε δύναμιν καὶ καθ’ ἕξιν ἠρεμοῦσαν νῦν ἀποτέλεσμα καὶ ἐνέργειαν γεγενημένην καὶ κινουμένην, θαυμάζει τε καὶ ἀναφθέγγεται φάσκων ὅτι οὐκ ἔστιν ἀλλο‐
LA
.

2

.

41

τρία αὑτοῦ, ἀλλὰ σφόδρα οἰκεία· „τοῦτο“ γάρ φησιν „ἐστὶν ὀστοῦν ἐκ τῶν ἐμῶν ὀστῶν“ τουτέστι δύναμις ἐκ τῶν ἐμῶν δυνάμεων—ἐπὶ γὰρ δυνάμεως καὶ ἰσχύος νῦν παρείληπται τὸ ὀστέον—καὶ πάθος ἐκ τῶν ἐμῶν παθῶν· „καὶ σὰρξ“ φησίν „ἐκ τῆς σαρκός μου“· πάντα γὰρ ὅσα
5πάσχει ἡ αἴσθησις, οὐκ ἄνευ νοῦ ὑπομένει, πηγὴ γὰρ οὗτός ἐστιν αὐτῇ
LA
.

2

.

42

καὶ θεμέλιος ᾧ ἐπερείδεται. ἄξιον δὲ σκέψασθαι, διὰ τί τὸ „νῦν“ προσετέθη· „τοῦτο“ γάρ φησι „νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου.“ ἡ αἴσθησις φύσει νῦν ἐστι κατὰ τὸν ἐνεστῶτα χρόνον ὑφισταμένη μόνον. ὁ μὲν γὰρ νοῦς τῶν τριῶν ἐφάπτεται χρόνων, καὶ γὰρ τὰ παρόντα νοεῖ καὶ
LA
.

2

.

43

τῶν παρεληλυθότων μέμνηται καὶ τὰ μέλλοντα προσδοκᾷ· ἡ δὲ αἴσθησις οὔτε μελλόντων ἀντιλαμβάνεται οὐδ’ ἀνάλογόν τι πάσχει προσδοκίᾳ ἢ ἐλπίδι οὔτε παρεληλυθότων μέμνηται, ἀλλ’ ὑπὸ τοῦ ἤδη κινοῦντος καὶ
παρόντος μόνου πάσχειν πέφυκεν, οἷον ὀφθαλμὸς λευκαίνεται νῦν ὑπὸ τοῦ98
5παρόντος λευκοῦ, ὑπὸ δὲ τοῦ μὴ παρόντος οὐδὲν πάσχει. ὁ δὲ νοῦς καὶ ἐπὶ τῷ μὴ παρόντι κινεῖται, παρεληλυθότι μὲν κατὰ μνήμην,
LA
.

2

.

44

μέλλοντι δὲ ἐπελπίζων καὶ προσδοκῶν. „ταύτῃ καὶ κληθήσεται γυνή“ (Gen. 2, 23), ἀντὶ τοῦ, διὰ τοῦτο ἡ αἴσθησις γυνὴ προσρηθήσε‐ ται, „ὅτι ἐκ τοῦ ἀνδρὸσ“ τοῦ κινοῦντος αὐτὴν „λαμβάνεται αὕτη“ φησί. διὰ τί οὖν τὸ „αὕτη“ πρόσκειται; ὅτι ἐστὶν ἑτέρα αἴσθησις, οὐκ ἐκ τοῦ
5νοῦ λαμβανομένη, ἀλλὰ σὺν αὐτῷ γεγενημένη· δύο γάρ, ὡς εἶπον ἤδη,
LA
.

2

.

45

εἰσὶν αἰσθήσεις, ἡ μὲν καθ’ ἕξιν, ἡ δὲ κατ’ ἐνέργειαν· ἡ μὲν οὖν καθ’ ἕξιν οὐκ ἐκ τοῦ ἀνδρός, τουτέστι τοῦ νοῦ, λαμβάνεται, ἀλλὰ σὺν αὐτῷ φύεται· ὁ γὰρ νοῦς, καθάπερ ἐδήλωσα, ὅτε ἐγεννᾶτο, σὺν πολλαῖς δυνάμεσι καὶ ἕξεσιν ἐγεννᾶτο, λογικῇ ψυχικῇ φυτικῇ, ὥστε καὶ αἰσθη‐
5τικῇ· ἡ δὲ κατ’ ἐνέργειαν ἐκ τοῦ νοῦ· ἐκ γὰρ τῆς ἐν νῷ καθ’ ἕξιν οὔσης αἰσθήσεως ἐτάθη, ἵνα γένηται κατ’ ἐνέργειαν, ὥστε ἐξ αὐτοῦ τοῦ
LA
.

2

.

46

νοῦ γεγενῆσθαι τὴν δευτέραν καὶ κατὰ κίνησιν. μάταιος δὲ ὁ νομίζων πρὸς τὸν ἀληθῆ λόγον ἐκ τοῦ νοῦ τι συνόλως γεννᾶσθαι ἢ ἐξ ἑαυτοῦ. οὐχ ὁρᾷς ὅτι καὶ τῇ ἐπὶ τῶν εἰδώλων καθεζομένῃ αἰσθήσει τῇ Ῥαχὴλ νομιζούσῃ ἐκ τοῦ νοῦ τὰ κινήματα εἶναι ἐπιπλήττει ὁ βλέπων; ἡ | μὲν
5γάρ φησι· „δός μοι τέκνα, εἰ δὲ μή, τελευτήσω ἐγώ“ (Gen. 30, 1)· ὁ δὲ ἀποκρίνεται ὅτι, ὦ ψευδοδοξοῦσα, οὐκ ἔστιν ὁ νοῦς αἴτιον οὐδενός, ἀλλ’ ὁ πρὸ τοῦ νοῦ θεός· διὸ καὶ ἐπιφέρει· „μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι,
LA
.

2

.

47

ὃς ἐστέρησέ σε καρπὸν κοιλίασ“ (ibid. 2); ὅτι δὲ ὁ γεννῶν ὁ θεός ἐστι, μαρτυρήσει ἐπὶ τῆς Λείας, ὅταν φῇ· „ἰδὼν δὲ κύριος ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς, Ῥαχὴλ δὲ ἦν στεῖρα“ (Gen. 29, 31). ἀνδρὸς δὲ ἴδιον τὸ μήτραν ἀνοιγνύναι. φύσει δὲ μισεῖται παρὰ τῷ
5θνητῷ 〈γένει〉 ἡ ἀρετή, διὸ καὶ ὁ θεὸς αὐτὴν τετίμηκε καὶ παρέχει τὰ
LA
.

2

.

48

πρωτοτόκια τῇ μισουμένῃ. λέγει δ’ ἐν ἑτέροις· „ἐὰν δὲ γένωνται ἀνθρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη καὶ μία αὐτῶν μισουμένη, καὶ τέκωσιν αὐτῷ καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης, ... οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης, ὑπεριδὼν τὸν υἱὸν
5τῆς μισουμένης τὸν πρωτότοκον“ (Deut. 21, 15. 16)· πρώτιστα γάρ ἐστι καὶ τελειότατα τὰ τῆς μισουμένης |ἀρετῆς γεννήματα, τὰ δὲ τῆς ἀγαπωμένης ἡδονῆς ἔσχατα.99
LA
.

2

.

49

„Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν“ (Gen. 2, 24). ἕνεκα τῆς αἰσθήσεως ὁ νοῦς, ὅταν αὐτῇ δουλωθῇ, καταλείπει καὶ τὸν πατέρα τῶν ὅλων θεὸν καὶ τὴν
5μητέρα τῶν συμπάντων, τὴν ἀρετὴν καὶ σοφίαν τοῦ θεοῦ, καὶ προσ‐ κολλᾶται καὶ ἑνοῦται τῇ αἰσθήσει καὶ ἀναλύεται εἰς αἴσθησιν, ἵνα γένων‐
LA
.

2

.

50

ται μία σὰρξ καὶ ἓν πάθος οἱ δύο. παρατήρει δ’ ὅτι οὐχ ἡ γυνὴ κολλᾶται τῷ ἀνδρί, ἀλλ’ ἔμπαλιν ὁ ἀνὴρ τῇ γυναικί, ὁ νοῦς τῇ αἰσθή‐ σει· ὅταν γὰρ τὸ κρεῖττον ὁ νοῦς ἑνωθῇ τῷ χείρονι τῇ αἰσθήσει, ἀνα‐ λύεται εἰς τὸ χεῖρον τὸ σαρκὸς γένος, τὴν παθῶν αἰτίαν αἴσθησιν· ὅταν
5δὲ τὸ χεῖρον ἡ αἴσθησις ἀκολουθήσῃ τῷ κρείττονι τῷ νῷ, οὐκέτι ἔσται σάρξ, ἀλλὰ ἀμφότερα νοῦς. οὗτος μὲν δὴ τοιοῦτος, τὸ φιλοπαθὲς προ‐
LA
.

2

.

51

κρίνων τοῦ φιλοθέου. ἔστι δέ τις ἕτερος τοὐναντίον ᾑρημένος ὁ Λευὶ ὁ „λέγων τῷ πατρὶ καὶ τῇ μητρί Οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς ἀπέγνω“ (Deut. 33, 9)· πατέρα καὶ μητέρα οὗτος [τε], τὸν νοῦν καὶ τὴν τοῦ σώματος ὕλην, καταλείπει ὑπὲρ τοῦ
5κλῆρον ἔχειν τὸν ἕνα θεόν, „κύριος γὰρ αὐτὸς κλῆρος αὐτῷ“ (Deut. 10, 9).
LA
.

2

.

52

γίνεται δὴ τοῦ μὲν φιλοπαθοῦς κλῆρος τὸ πάθος, τοῦ δὲ 〈φιλοθέου〉 τοῦ Λευὶ κλῆρος ὁ θεός. οὐχ ὁρᾷς ὅτι καὶ τῇ δεκάτῃ τοῦ 〈ἑβδόμου〉 μηνὸς κελεύει δύο τράγους [κλῆρον] προσάγειν, „κλῆρον ἕνα τῷ κυρίῳ καὶ κλῆ‐ ρον ἕνα τῷ ἀποπομπαίῳ“ (Lev. 16, 8); τοῦ γὰρ φιλοπαθοῦς ἐστι κλῆ‐
5ρος ὄντως τὸ ἀποπόμπιμον πάθος.
LA
.

2

.

53

„Καὶ ἦσαν οἱ δύο γυμνοί, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο. Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν | ἐποίησε κύριος ὁ θεόσ“ (Gen. 2, 25. 3, 1). γυμνός ἐστιν ὁ νοῦς ὁ μήτε κακίᾳ μήτε ἀρετῇ ἀμπεχόμενος, ἀλλ’
5ἑκατέρου γεγυμνωμένος ὄντως, οἷον ἡ τοῦ νηπίου παιδὸς ψυχὴ ἀμέτοχος
οὖσα ἑκατέρου, ἀγαθοῦ τε καὶ κακοῦ, ἀπημφίασται τὰ καλύμματα καὶ γεγύμνωται· ταῦτα γάρ ἐστιν ἐσθήματα ψυχῆς, οἷς σκεπάζεται καὶ συγ‐ κρύπτεται, τῆς μὲν σπουδαίας τὸ ἀγαθόν, τῆς δὲ φαύλης τὸ κακόν.100
LA
.

2

.

54

τριχῶς δὲ [καὶ] ψυχὴ γυμνοῦται· ἅπαξ μὲν ὅτε ἄτρεπτος διατελεῖ καὶ πασῶν μὲν ἠρήμωται κακιῶν, πάντα δὲ τὰ πάθη ἀπημφίασται καὶ ἀπο‐ βέβληκε. διὰ τοῦτο καὶ „Μωυσῆς ἔξω τῆς παρεμβολῆς πήγνυσι τὴν ἑαυτοῦ σκηνήν, μακρὰν ἀπὸ τῆς παρεμβολῆς, καὶ ἐκλήθη σκηνὴ μαρ‐
LA
.

2

.

55

τυρίου“ (Exod. 33, 7)· τοῦτο δ’ ἐστὶ τοιοῦτον· ἡ φιλόθεος ψυχὴ ἐκδῦσα τὸ σῶμα καὶ τὰ τούτῳ φίλα καὶ μακρὰν ἔξω φυγοῦσα ἀπὸ τούτων πῆξιν καὶ βεβαίωσιν καὶ ἵδρυσιν ἐν τοῖς τελείοις ἀρετῆς δόγμασι λαμ‐ βάνει· διὸ καὶ μαρτυρεῖται ὑπὸ θεοῦ, ὅτι καλῶν ἐρᾷ, „ἐκλήθη γὰρ
5σκηνὴ μαρτυρίου“ φησί· καὶ τὸν καλοῦντα παρεσιώπησεν, ἵνα συγκινη‐ θεῖσα ἡ ψυχὴ σκέψηται, τίς ὁ μαρτυρῶν ταῖς φιλαρέτοις διανοίαις ἐστί.
LA
.

2

.

56

τούτου χάριν ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων οὐκ εἰσελεύσεται ἐν τῷ ποδήρει (cf. Lev. 16, 1 ss.), ἀλλὰ τὸν τῆς δόξης καὶ φαντασίας ψυχῆς χιτῶνα ἀποδυσάμενος καὶ καταλιπὼν τοῖς τὰ ἐκτὸς ἀγαπῶσι καὶ δόξαν πρὸ ἀληθείας τετιμηκόσι γυμνὸς ἄνευ χρωμάτων καὶ ἤχων εἰσε‐
5λεύσεται σπεῖσαι τὸ ψυχικὸν αἷμα καὶ θυμιᾶσαι ὅλον τὸν νοῦν τῷ
LA
.

2

.

57

σωτῆρι καὶ εὐεργέτῃ θεῷ. καὶ μὲν δὴ Ναδὰβ καὶ Ἀβιοὺδ (cf. Lev. 10, 1) οἱ ἐγγίσαντες θεῷ καὶ τὸν μὲν θνητὸν βίον καταλιπόντες, τοῦ δ’ ἀθανάτου μεταλαχόντες, γυμνοὶ θεωροῦνται τῆς κενῆς καὶ θνητῆς δόξης· οὐ γὰρ ἂν ἐν τοῖς χιτῶσιν αὐτοὺς οἱ κομίζοντες ἔφερον (Lev. 10, 5),
5εἰ μὴ γεγύμνωντο πάντα δεσμὸν πάθους καὶ σωματικῆς ἀνάγκης διαρ‐ ρήξαντες, ἵνα μὴ ἡ γύμνωσις αὐτῶν καὶ ἀσωματότης ἀθέων ἐπεισόδῳ λογισμῶν κιβδηλευθῇ· οὐ γὰρ πᾶσιν ἐπιτρεπτέον τὰ θεοῦ καθορᾶν ἀπόρρητα, ἀλλὰ μόνοις τοῖς δυναμένοις αὐτὰ περιστέλλειν καὶ φυλάττειν.
LA
.

2

.

58

διὸ καὶ οἱ περὶ τὸν Μισαδαὶ οὐχὶ τοῖς ἰδίοις χιτῶσιν αἴρουσιν, ἀλλὰ τοῖς τῶν ἐκπυρωθέντων καὶ ἀναληφθέντων Ναδὰβ καὶ Ἀβιούδ· ἀπο‐ δυσάμενοι γὰρ τὰ ἐπικαλύπτοντα πάντα τὴν μὲν γύμνωσιν τῷ θεῷ | προσήνεγκαν, τοὺς δὲ χιτῶνας τοῖς περὶ Μισαδαὶ κατέλιπον· χιτῶνες δ’
LA
.

2

.

59

εἰσὶ τὰ μέρη τοῦ ἀλόγου, ἃ τὸ λογικὸν ἐπεσκίαζε. καὶ Ἀβραὰμ γυμ‐ νοῦται, ὅταν ἀκούσῃ· „ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου“ (Gen. 12, 1). καὶ ὁ Ἰσαὰκ οὐ γυμνοῦται μέν, ἀεὶ δὲ γυμνός ἐστι καὶ ἀσώματος· πρόσταγμα γὰρ αὐτῷ δέδοται, μὴ καταβῆναι εἰς Αἴγυπ‐101
5τον (Gen. 26, 2), τουτέστι τὸ σῶμα. καὶ Ἰακὼβ γυμνότητος ἐρᾷ ψυχι‐ κῆς—ἡ γὰρ λειότης αὐτοῦ γύμνωσίς ἐστιν—· ἦν γὰρ Ἠσαῦ ἀνὴρ δασύς, Ἰακὼβ δέ, φησίν, ἀνὴρ λεῖος (Gen. 27, 11), παρὸ καὶ τῆς Λείας
LA
.

2

.

60

ἀνήρ ἐστι. μία μὲν ἀρίστη γύμνωσίς ἐστιν αὕτη, ἡ δ’ ἑτέρα ἐστὶν ἐναντία, ἀρετῆς ἀφαίρεσις ἐκ τροπῆς γινομένη, ὅταν ληραίνῃ καὶ παρανοῇ ἡ ψυχή. ταύτῃ χρῆται ὁ Νῶε γυμνούμενος, ὅταν πίῃ τοῦ οἴνου· χάρις δὲ τῷ θεῷ, ὅτι ἡ τροπὴ καὶ ἡ γύμνωσις τοῦ νοῦ κατ’
5ἀρετῆς ἀφαίρεσιν οὐκ ἄχρι τῶν ἐκτὸς ἐχύθη, ἀλλ’ ἔμεινεν ἐν τῷ οἴκῳ· φησὶ γὰρ ὅτι „ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ“ (Gen. 9, 21)· κἂν γὰρ ἁμάρτῃ ὁ σοφός, οὐχ οὕτως ἐξώκειλεν ὡς ὁ φαῦλος, τοῦ μὲν γὰρ κέχυται ἡ κακία, τοῦ δὲ συνέσταλται· διὸ καὶ ἀνανήφει, τοῦτο δ’ ἐστὶ
LA
.

2

.

61

μετανοεῖ καὶ ὥσπερ ἐκ νόσου ἀναλαμβάνει. ἀκριβέστερον δὲ τὸ ἐν τῷ οἴκῳ γίνεσθαι τὴν γύμνωσιν θεασώμεθα· ἐπειδὰν ἡ ψυχὴ τραπεῖσα μόνον ἐννοηθῇ τι τῶν ἀτόπων καὶ μὴ ἐπεξέλθῃ, ὥστε αὐτὸ ἔργῳ τε‐ λειῶσαι, ἐν τῷ τῆς ψυχῆς χωρίῳ καὶ οἴκῳ γέγονε τὸ ἁμάρτημα· ἐὰν
5δὲ πρὸς τῷ μοχθηρόν τι λογίσασθαι καὶ ἐπανύσηται, ὥστε ἐργάσασθαι,
LA
.

2

.

62

κέχυται καὶ εἰς τὰ ἐκτὸς τὸ ἀδίκημα. παρὸ καὶ τῷ Χαναὰν καταρᾶται, ὅτι τὴν τῆς ψυχῆς τροπὴν ἔξω ἀπήγγειλε, τουτέστι καὶ εἰς τὰ ἐκτὸς ἔτεινε καὶ ἐπεξειργάσατο προσθεὶς τῷ κακῷ βουλήματι κακὸν τὸ διὰ τῶν ἔργων ἀποτέλεσμα· Σὴμ δὲ καὶ Ἰάφεθ ἐπαινοῦνται μὴ ἐπιθέμενοι
LA
.

2

.

63

τῇ ψυχῇ, ἀλλὰ τὴν τροπὴν αὐτῆς περικαλύψαντες. διὰ τοῦτο καὶ αἱ εὐχαὶ καὶ οἱ ὁρισμοὶ τῆς ψυχῆς ἐπιλύονται, ὅταν ἐν οἴκῳ γένωνται πατρὸς ἢ ἀνδρός (Num. 30, 4 ss.), μὴ ἡσυχαζόντων τῶν λογισμῶν μηδὲ ἐπιτιθεμένων τῇ τροπῇ, ἀλλὰ περιαιρούντων τὸ ἁμάρτημα· τότε γὰρ καὶ
5ὁ δεσπότης ἁπάντων „καθαριεῖ αὐτήν“. εὐχὴν δὲ χήρας καὶ ἐκβεβλη‐ μένης ἀναφαίρετον ἐᾷ· „ὅσα γὰρ ἂν εὔξηται“ φησί „κατὰ τῆς ψυχῆς αὐτῆς, μένει αὐτῇ“ (Num. 30, 10)· κατὰ λόγον· εἰ γὰρ ἄχρι τῶν ἐκτὸς ἐκβληθεῖσα προελήλυθεν, ὡς μὴ τρέπεσθαι μόνον ἀλλὰ καὶ διὰ τῶν ἀποτελεσμάτων ἁμαρτάνειν, ἀθεράπευτος μένει ἀνδρείου τε λόγου
LA
.

2

.

64

μὴ μετασχοῦσα καὶ τῆς τοῦ πατρὸς παρηγορίας στερηθεῖσα. τρίτη γύμ‐ νωσίς ἐστιν ἡ μέση, καθ’ ἣν ὁ νοῦς ἄλογός ἐστι μήτε ἀρετῆς πω μήτε κακίας μετέχων. περὶ ταύτης ἐστὶν ὁ λόγος, ἧς καὶ ὁ νήπιος κοινωνεῖ, ὥστε | τὸ λεγόμενον „ἦσαν οἱ δύο γυμνοί, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐ‐102
5τοῦ“ τοιοῦτον εἶναι· οὔτε ὁ νοῦς ἐνόει οὔτε ἡ αἴσθησις ᾐσθάνετο, ἀλλ’ ἦν ὁ μὲν τοῦ νοεῖν ἔρημός τε καὶ γυμνός, ἡ δὲ τοῦ αἰσθάνεσθαι.
LA
.

2

.

65

τὸ δὲ „οὐκ ᾐσχύνοντο“ πάλιν ἴδωμεν. τρία κατὰ τὸν τόπον ἐστίν· ἀναισχυντία, αἰδώς, τὸ μήτε ἀναισχυντεῖν μήτε αἰδεῖσθαι· ἀναισχυντία μὲν οὖν ἴδιον φαύλου, αἰδὼς δὲ σπουδαίου, τὸ δὲ μήτε αἰ‐ δεῖσθαι μήτε ἀναισχυντεῖν τοῦ ἀκαταλήπτως ἔχοντος καὶ ἀσυγκαταθέτως,
5περὶ οὗ νῦν ἐστιν ὁ λόγος· ὁ γὰρ μηδέπω κατάληψιν ἀγαθοῦ ἢ κακοῦ
LA
.

2

.

66

λαβὼν οὔτε ἀναισχυντεῖν οὔτε αἰδεῖσθαι δύναται. τῆς μὲν οὖν ἀναισχυν‐ τίας παραδείγματα αἱ ἀσχημοσύναι πᾶσαι, ὅταν ὁ νοῦς ἀποκαλύπτῃ τὰ αἰσχρά, συσκιάζειν δέον, ἐπαυχῶν καὶ σεμνυνόμενος ἐπ’ αὐτοῖς. λέγεται καὶ ἐπὶ τῆς Μαριάμ, ὅτε κατελάλει Μωυσῆ· „εἰ ὁ πατὴρ αὐτῆς πτύων
5ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρασ“
LA
.

2

.

67

(Num. 12, 14); ὄντως γὰρ ἀναίσχυντος καὶ θρασεῖα ἡ αἴσθησις, ἣ ἐξουθενηθεῖσα ὑπὸ τοῦ θεοῦ τοῦ πατρὸς παρὰ τὸν πιστὸν ἐν ὅλῳ τῷ οἴκῳ (ibid. 7), ᾧ τὴν Αἰθιόπισσαν, τὴν ἀμετάβλητον καὶ κατακορῆ γνώμην, αὐτὸς ὁ θεὸς ἡρμόσατο, τολμᾷ καταλαλεῖν Μωυσῆ καὶ κατηγο‐
5ρεῖν, ἐφ’ ᾧ ὤφειλεν ἐπαινεῖσθαι (ibid. 1)· τοῦτο γάρ ἐστιν ἐγκώμιον αὐτοῦ μέγιστον, ὅτι τὴν Αἰθιόπισσαν ἔλαβε, τὴν ἄτρεπτον καὶ πεπυρω‐ μένην καὶ δόκιμον φύσιν· ὥσπερ γὰρ ἐν ὀφθαλμῷ τὸ βλέπον μέλαν
LA
.

2

.

68

ἐστίν, οὕτως τὸ ὁρατικὸν τῆς ψυχῆς Αἰθιόπισσα κέκληται. διὰ τί οὖν, πολλῶν ὄντων κακίας ἔργων, ἑνὸς μόνου μέμνηται τοῦ κατὰ τὸ αἰσχρὸν εἰπὼν „οὐκ ᾐσχύνοντο“, ἀλλ’ 〈οὐκ〉 οὐκ ἠδίκουν ἢ οὐχ ἡμάρτανον ἢ οὐκ ἐπλημμέλουν; παράκειται δὲ ἡ αἰτία. μὰ τὸν ἀληθῆ μόνον θεὸν
5οὐδὲν οὕτως αἰσχρὸν ἡγοῦμαι ὡς τὸ ὑπολαμβάνειν ὅτι νοῶ ἢ ὅτι
LA
.

2

.

69

αἰσθάνομαι. ὁ ἐμὸς νοῦς αἴτιος τοῦ νοεῖν; πόθεν; ἑαυτὸν γὰρ οἶδεν, ὅστις ὢν τυγχάνει ἢ πῶς ἐγένετο; ἡ δὲ αἴσθησις αἰτία τοῦ αἰσθάνεσθαι; πῶς ἂν λέγοιτο, μήθ’ ὑφ’ αὑτῆς μήτε ὑπὸ τοῦ νοῦ γνωριζομένη; οὐχ ὁρᾷς ὅτι ὁ δοκῶν νοεῖν νοῦς εὑρίσκεται πολλάκις ἄνους, ἐν τοῖς κόροις,103
5ἐν ταῖς μέθαις, ἐν ταῖς παραφροσύναις; ποῦ δὴ τὸ νοεῖν ἐπ’ αὐτῶν; ἡ δὲ αἴσθησις οὐ πολλάκις ἀφαιρεῖται τὸ αἰσθάνεσθαι; ὁρῶντες ἔστιν ὅτε οὐχ ὁρῶμεν καὶ ἀκούοντες οὐκ ἀκούομεν, ἐπειδὰν ὁ νοῦς μικρὸν ὅσον
LA
.

2

.

70

ἑτέρῳ νοητῷ προσενεχθῇ παρενθυμούμενος. ἕως οὖν γυμνοί εἰσιν, ὁ μὲν νοῦς τοῦ νοεῖν, ἡ δὲ αἴσθησις τοῦ αἰσθάνεσθαι, οὐδὲν ἔχουσιν αἰσχρόν· ἐπειδὰν δὲ | ἄρξωνται καταλαμβάνειν, ἐν αἰσχύνῃ καὶ ὕβρει γίνονται, εὑρεθήσονται γὰρ εὐηθείᾳ καὶ μωρίᾳ πολλάκις χρώμενοι μᾶλλον
5ἢ ὑγιαινούσῃ ἐπιστήμῃ, οὐ μόνον ἐν κόροις καὶ μελαγχολίαις καὶ πα‐ ραφροσύναις ἀλλὰ καὶ ἐν τῷ ἄλλῳ βίῳ· ὅτε μὲν γὰρ ἡ αἴσθησις κρατεῖ, ὁ νοῦς ἠνδραπόδισται μηδενὶ προσέχων νοητῷ, ὅτε δὲ ὁ νοῦς κρατεῖ, ἡ αἴσθησις ἄπρακτος θεωρεῖται μηδενὸς ἀντίληψιν ἴσχουσα αἰσθητοῦ.
LA
.

2

.

71

„Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ θεόσ“ (Gen. 3, 1). δυεῖν προγεγονότων νοῦ καὶ αἰσθήσεως καὶ τούτων γυμνῶν κατὰ τὸν δεδηλωμένον τρόπον ὑπαρχόντων, ἀνάγκη τρίτην ἡδονὴν συναγωγὸν ἀμφοῖν ὑπάρξαι πρὸς τὴν
5τῶν νοητῶν καὶ αἰσθητῶν ἀντίληψιν· οὔτε γὰρ ὁ νοῦς δίχα αἰσθήσεως ἠδύνατο καταλαβεῖν ζῷον ἢ φυτὸν ἢ λίθον ἢ ξύλον ἢ συνόλως σῶμα
LA
.

2

.

72

οὔτε ἡ αἴσθησις δίχα τοῦ νοῦ περιποιῆσαι τὸ αἰσθάνεσθαι. ἐπειδὴ τοίνυν ἄμφω ταῦτα συνελθεῖν ἔδει πρὸς κατάληψιν τῶν ὑποκειμένων, τίς αὐτὰ συνήγαγεν ὅτι μὴ δεσμὸς τρίτος ἔρωτος καὶ ἐπιθυμίας, ἀρχού‐
LA
.

2

.

73

σης καὶ δυναστευούσης ἡδονῆς, ἣν συμβολικῶς ὄφιν ὠνόμασε; πάνυ καλῶς ὁ ζῳοπλάστης θεὸς ἐδημιούργησε τὴν τάξιν· νοῦν πρῶτον τὸν ἄνδρα, πρεσβύτατον γὰρ ἐν ἀνθρώπῳ, εἶτα αἴσθησιν τὴν γυναῖκα, εἶτα ἑξῆς τρίτον ἡδονήν. δυνάμει δέ εἰσιν αὐτῶν αἱ ἡλικίαι διάφοροι νοούμεναι
5μόνον, χρόνῳ δὲ ἰσήλικες· ἅμα γὰρ ἑαυτῇ ψυχὴ πάντα ἐπιφέρεται, ἀλλὰ τὰ μὲν ἐντελεχείᾳ, τὰ δὲ τῷ δύνασθαι γενέσθαι, εἰ καὶ μήπω προσείληφε
LA
.

2

.

74

τὸ τέλος. εἰκάσθη δὲ ὄφει ἡδονὴ διὰ τόδε· πολύπλοκος γὰρ καὶ ποι‐ κίλη ὥσπερ τοῦ ὄφεως ἡ κίνησις, οὕτως καὶ ἡδονῆς· πενταχῆ γέ τοι πρῶτον εἱλεῖται, καὶ γὰρ δι’ ὁράσεως ἡδοναὶ συνίστανται καὶ δι’ ἀκοῆς καὶ διὰ γεύσεως καὶ διὰ ὀσφρήσεως καὶ δι’ ἁφῆς· γίνονται δὲ αἱ σφο‐104
5δρόταται καὶ σύντονοι αἱ περὶ τὰς γυναῖκας ὁμιλίαι, δι’ ὧν γένεσις ἡ
LA
.

2

.

75

τοῦ ὁμοίου πέφυκεν ἀποτελεῖσθαι. καὶ μὴν οὐ διὰ τοῦτο μόνον ποικίλην φαμὲν τὴν ἡδονήν, ὅτι περὶ πάντα τὰ τοῦ ἀλόγου τῆς ψυχῆς εἱλεῖται, ἀλλ’ ὅτι καὶ περὶ ἕκαστον μέρος πολύπλοκός ἐστιν· εὐθέως δι’ ὁρά‐ σεως ἡδοναὶ γίνονται ποικίλαι, γραφικὴ πᾶσα, πλαστική, τἆλλα ὅσα
5κατὰ τέχνας τεχνικὰ δημιουργήματα τέρπει τὴν ὅρασιν· πάλιν φυτῶν βλαστανόντων ἀνθούντων καρποτοκούντων διαφοραί, ζῴων εὐμορφίαι πολυσχιδεῖς· ὁμοίως τὴν ἀκοὴν αὐλὸς ἡδύνει, κιθάρα, πᾶσα ὀργάνων ἰδέα, | ζῴων ἀλόγων ἐμμελεῖς φωναί, χελιδόνων, ἀηδόνων, τῶν ἄλλων ὅσα φύσις μεμούσωκε, λογικῶν εὐφωνία, κιθαρῳδῶν κωμῳδίαν τραγῳδίαν
LA
.

2

.

76

τὴν ἄλλην ὑποκριτικὴν ἐπιδεικνυμένων. τί 〈δὲ〉 δεῖ περὶ τῶν γαστρὸς ἡδονῶν διδάσκειν; σχεδὸν γὰρ ὅσαι τῶν ὑποκειμένων χυλῶν προσηνῶν διαφοραὶ καὶ τὴν αἴσθησιν κινούντων, τοσαῦται καὶ τῆς ἡδονῆς. ἆρ’ 〈οὖν〉 οὐ δεόντως ποικίλον οὖσα ἡδονὴ ποικίλῳ ζῴῳ ὄφει παρεβλήθη;
LA
.

2

.

77

διὰ τοῦτο καὶ τὸ λαῶδες καὶ ὄχλον ἔχον ἐν ἡμῖν μέρος, ὅτε τῶν ἐν Αἰγύπτῳ, τουτέστι τῷ σωματικῷ ὄγκῳ, οἰκιῶν ἐφίεται, ἡδοναῖς περι‐ πίπτει θάνατον ἐπαγούσαις, οὐ χωρισμὸν ψυχῆς ἀπὸ σώματος, ἀλλὰ ψυχῆς ὑπὸ κακίας φθοράν· φησὶ γάρ· „καὶ ἀπέστειλε κύριος εἰς τὸν
5λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας. καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθνῃσκε λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ“ (Num. 21, 6)· ὄντως γὰρ οὐδὲν οὕτως
LA
.

2

.

78

θάνατον ἐπάγει ψυχῇ, ὡς ἀμετρία τῶν ἡδονῶν. τὸ δὲ ἀποθνῇσκον οὐ τὸ ἄρχον ἐστὶν ἐν ἡμῖν, ἀλλὰ τὸ ἀρχόμενον τὸ λαῶδες, καὶ μέχρι τού‐ του θάνατον ἐνδέξεται, μέχρις ἂν μετανοίᾳ χρησάμενον ὁμολογήσῃ τὴν τροπήν· προσελθόντες γὰρ ἔλεγον Μωυσῇ „ὅτι ἡμαρτήκαμεν, ὅτι
5κατελαλήσαμεν κατὰ κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς κύριον, καὶ
ἀφελέτω ἀφ’ ἡμῶν τοὺς ὄφεισ“ (ibid. 7). εὖ τὸ φάναι, οὐχ ὅτι κατε‐ λαλήσαμεν, ἡμάρτομεν, ἀλλ’ „ὅτι ἡμάρτομεν, κατελαλήσαμεν“· ὅταν γὰρ ἁμάρτῃ καὶ ἀπαρτηθῇ ὁ νοῦς ἀρετῆς, αἰτιᾶται τὰ θεῖα τὴν ἰδίαν τρο‐105
LA
.

2

.

79

πὴν προσάπτων θεῷ. πῶς οὖν γίνεται ἴασις τοῦ πάθους; ὅταν ἕτερος ὄφις κατασκευασθῇ τῷ τῆς Εὔας ἐναντίος, ὁ σωφροσύνης λόγος· ἡδονῇ γὰρ ἐναντίον σωφροσύνη, ποικίλῳ πάθει ποικίλη ἀρετὴ καὶ ἀμυνομένη πολεμίαν ἡδονήν. τὸν κατὰ σωφροσύνην οὖν ὄφιν κελεύει
5ὁ θεὸς Μωυσεῖ κατασκευάσασθαι καί φησι· „ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου“ (ibid. 8). ὁρᾷς ὅτι οὐκ ἄλλῳ τινὶ κατασκευά‐ ζεται τοῦτον ὁ Μωυσῆς τὸν ὄφιν ἢ ἑαυτῷ, προστάττει γὰρ ὁ θεός „ποίησον σεαυτῷ,“ ἵνα γνῷς, ὅτι οὐ παντός ἐστι κτῆμα σωφροσύνη,
LA
.

2

.

80

ἀλλὰ μόνου τοῦ θεοφιλοῦς. σκεπτέον δέ, διὰ τί Μωυσῆς χαλκοῦν ὄφιν κατασκευάζεται, οὐ προσταχθὲν αὐτῷ περὶ ποιότητος. μήποτ’ | οὖν διὰ τάδε· πρῶτον μὲν ἄυλοί εἰσιν αἱ θεοῦ χάριτες [ἰδέαι αὗται] καὶ ἄποιοι, αἱ δὲ τῶν θνητῶν σὺν ὕλῃ θεωροῦνται· δεύτερον δὲ Μωυσῆς
5μὲν ἀσωμάτων ἐρᾷ ἀρετῶν, αἱ δ’ ἡμέτεραι ψυχαὶ οὐ δυνάμεναι ἐκδῦναι
LA
.

2

.

81

τὰ σώματα σωματικῆς ἐφίενται ἀρετῆς. δυνατῇ δὲ καὶ στερεᾷ οὐσίᾳ τῇ χαλκοῦ ἀπείκασται ὁ κατὰ σωφροσύνην λόγος εὔτονος καὶ ἀδιάκοπος ὤν, ἴσως δὲ καὶ παρόσον ἡ μὲν ἐν τῷ θεοφιλεῖ σωφροσύνη τιμιωτάτη ἐστὶ καὶ χρυσῷ ἐοικυῖα, δευτερεύουσα δὲ ἡ ἐν τῷ κατὰ προκοπὴν
5σοφίαν ἀναλαβόντι. ὃν ἂν οὖν „δάκῃ ὄφις, πᾶς ὁ ἰδὼν αὐτὸν ζήσεται“ (ibid.)· πάνυ ἀληθῶς· ἐὰν γὰρ ὁ νοῦς δηχθεὶς ἡδονῇ, τῷ τῆς Εὔας ὄφει, ἰσχύσῃ κατιδεῖν ψυχικῶς τὸ σωφροσύνης κάλλος, τὸν Μωυσέως ὄφιν, καὶ διὰ τούτου τὸν θεὸν αὐτόν, ζήσεται· μόνον ἰδέτω καὶ κατανοησάτω.
LA
.

2

.

82

οὐχ ὁρᾷς ὅτι καὶ ἡ ἄρχουσα σοφία Σάρρα φησίν· „ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι“ (Gen. 21, 6); ἀλλὰ φέρε τινὰ ἰσχῦσαι ἀκοῦσαι, ὅτι τέτοκεν ἡ ἀρετὴ τὴν εὐδαιμονίαν Ἰσαάκ, καὶ εὐθὺς συγχαρητικὸν ὕμνον ὑμνήσει. ὡς οὖν τοῦ ἀκούσαντός ἐστι 〈τὸ〉 συγχαίρειν, οὕτως τοῦ
LA
.

2

.

83

σωφροσύνην καὶ θεὸν ἰδόντος εἱλικρινῶς τὸ μὴ ἀποθνῄσκειν. πολλαὶ δὲ καρτερίας καὶ σωφροσύνης ἐρασθεῖσαι ψυχαὶ καὶ ἐρημωθεῖσαι παθῶν ὅμως κράτος ὑπέμειναν θεοῦ καὶ τροπὴν τὴν πρὸς τὸ χεῖρον ἐδέξαντο, διασυνιστάντος αὑτόν τε καὶ τὴν γένεσιν τοῦ δεσπότου, ἑαυτὸν μέν, ὅτι106
5ἀκλινὴς ἕστηκεν ἀεί, τὴν δὲ γένεσιν, ὅτι ταλαντεύει καὶ πρὸς τἀναντία
LA
.

2

.

84

ἀντιρρέπει· φησὶ γάρ· „τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα, οὗ οὐκ ἦν ὕδωρ, τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος, τοῦ ψωμίσαντός σε τὸ μάννα ἐν τῇ ἐρήμῳ, ὃ οὐκ ᾔδεισαν οἱ
5πατέρες σου“ (Deut. 8, 15. 16). ὁρᾷς ὅτι οὐ μόνον τῶν ἐν Αἰγύπτῳ παθῶν ἐφιεμένη ἡ ψυχὴ περιπίπτει τοῖς ὄφεσιν, ἀλλὰ καὶ ὅτε ἐστὶν ἐν ἐρήμῳ δάκνεται ὑφ’ ἡδονῆς, τοῦ ποικίλου καὶ ὀφιώδους πάθους· οἰκειό‐
LA
.

2

.

85

τατον δὲ ὄνομα εἴληχε τὸ ἡδονῆς ἔργον, δηγμὸς γὰρ καλεῖται. ἀλλ’ οὐ μόνον οἱ ἐν ἐρήμῳ δάκνονται ὑφ’ ἡδονῆς, ἀλλὰ καὶ οἱ ἐσκορπισμένοι· καὶ γὰρ ἐγὼ πολλάκις καταλιπὼν μὲν ἀνθρώπους συγγενεῖς καὶ φίλους καὶ πατρίδα καὶ εἰς ἐρημίαν ἐλθών, ἵνα τι τῶν θέας ἀξίων κατανοήσω,
5οὐδὲν ὤνησα, ἀλλὰ σκορπισθεὶς ὁ νοῦς ἢ πάθει δηχθεὶς ἀνεχώρησεν εἰς τἀναντία· ἔστι δὲ ὅτε καὶ ἐν πλήθει μυριάνδρῳ ἠρεμῶ τὴν διάνοιαν, | τὸν ψυχικὸν ὄχλον σκεδάσαντος θεοῦ καὶ διδάξαντός με, ὅτι οὐ τόπων διαφοραὶ τό τε εὖ καὶ χεῖρον ἐργάζονται, ἀλλ’ ὁ κινῶν θεὸς καὶ ἄγων ᾗ
LA
.

2

.

86

ἂν προαιρῆται τὸ τῆς ψυχῆς ὄχημα. πλὴν περιπίπτει σκορπίῳ, ὅπερ ἐστὶ σκορπισμῷ, ἐν τῇ ἐρήμῳ, καὶ δίψα καταλαμβάνει ἡ τῶν παθῶν, μέχρις ἂν ὁ θεὸς τῆς ἀκροτόμου σοφίας ἑαυτοῦ τὸ νᾶμα ἐπιπέμψῃ καὶ ποτίσῃ τὴν τραπεῖσαν ψυχὴν ἀμεταβλήτῳ ὑγείᾳ· ἡ γὰρ
5ἀκρότομος πέτρα ἡ σοφία τοῦ θεοῦ ἐστιν, ἣν ἄκραν καὶ πρωτίστην ἔτεμεν ἀπὸ τῶν ἑαυτοῦ δυνάμεων, ἐξ ἧς ποτίζει τὰς φιλοθέους ψυχάς· ποτισθεῖσαι δὲ καὶ τοῦ μάννα ἐμπίπλανται τοῦ γενικωτάτου —καλεῖται γὰρ τὸ μάννα „τί“, ὃ πάντων ἐστὶ γένος—, τὸ δὲ γενικώτατόν ἐστιν ὁ θεός, καὶ δεύτερος ὁ θεοῦ λόγος, τὰ δ’ ἄλλα
10λόγῳ μόνον ὑπάρχει, ἔργοις δὲ ἔστιν οὗ ἴσα τῷ οὐχ ὑπάρχοντι.
LA
.

2

.

87

ἴδε νῦν διαφορὰν τοῦ ἐν ἐρήμῳ τρεπομένου καὶ τοῦ ἐν Αἰγύπτῳ·
ὁ μὲν γὰρ τοῖς θανατοῦσιν ὄφεσι χρῆται, τουτέστιν ἀπλήστοις ἡδοναῖς θάνατον ἐπιφερούσαις, ὁ δ’ ἀσκητὴς δάκνεται μόνον ὑφ’ ἡδονῆς καὶ σκορπίζεται, οὐ θανατοῦται· κἀκεῖνος μὲν σωφροσύνῃ, χαλκῷ ὄφει, θε‐107
5ραπεύεται γενομένῃ ὑπὸ τοῦ σοφοῦ Μωυσέως, οὗτος δὲ ὑπὸ τοῦ θεοῦ ποτίζεται κάλλιστον ποτὸν σοφίαν ἐκ τῆς πηγῆς, ἣν αὐτὸς ἐξήγαγεν
LA
.

2

.

88

ἀπὸ τῆς ἑαυτοῦ σοφίας. οὐδὲ τοῦ θεοφιλεστάτου Μωυσέως ἀπέχεται ἡ ὀφιώδης 〈ἡδονή〉, λέγεται δὲ ὧδε· „ἐὰν οὖν μὴ πιστεύσωσί μοι μηδὲ εἰσακούσωσι τῆς φωνῆς μου—ἐροῦσι γάρ, οὐκ ὦπταί σοι ὁ θεός—, τί ἐρῶ πρὸς αὐτούς; καὶ εἶπε κύριος Μωυσεῖ· τί τοῦτ’ ἐστὶ τὸ ἐν τῇ
5χειρί σου; ὁ δὲ εἶπε· ῥάβδος. καὶ εἶπε· ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις, καὶ ἔφυγε Μωυσῆς ἀπ’ αὐτοῦ. καὶ εἶπε κύριος Μωυσεῖ· ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου. ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο
LA
.

2

.

89

ῥάβδος ἐν τῇ χειρὶ 〈αὐτοῦ〉· ἵνα πιστεύσωσί σοι“ (Exod. 4, 1 ss.). πῶς ἄν τις πιστεύσαι θεῷ; ἐὰν μάθῃ, ὅτι πάντα τὰ ἄλλα τρέπεται, μόνος δὲ αὐτὸς ἄτρεπτός ἐστι. πυνθάνεται οὖν ὁ θεὸς τοῦ σοφοῦ, τί ἐστιν ἐν τῷ πρακτικῷ τῆς ψυχῆς αὐτοῦ βίῳ· ἡ γὰρ χεὶρ σύμβολον πράξεως·
5ὁ δ’ ἀποκρίνεται, ὅτι παιδεία, ἣν ῥάβδον καλεῖ. διὸ καὶ ὁ πτερνιστὴς τῶν παθῶν Ἰακώβ φησιν· „ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην τὸν Ἰορδάνην τοῦτον“ (Gen. 32, 10)· Ἰορδάνης | δὲ κατάβασις ἑρμηνεύεται· τῆς δὲ κάτω καὶ γηίνης καὶ φθαρτῆς φύσεώς ἐστι τὰ κατὰ κακίαν καὶ πάθος· διαβαίνει δὲ ταῦτα ὁ ἀσκητὴς νοῦς ἐν παιδείᾳ· ταπεινὸν γὰρ τὸ ἐκδέ‐
LA
.

2

.

90

χεσθαι, ὅτι βακτηρίαν ἔχων ποταμὸν διέβαινε. καλῶς οὖν καὶ ὁ θεοφιλὴς Μωυσῆς ἀποκρίνεται· ὄντως γὰρ αἱ πράξεις τοῦ σπουδαίου παι‐ δείᾳ ὡς ἂν ῥάβδῳ ἐπερείδονται, τὸν κλόνον καὶ σάλον τῆς ψυχῆς ἱδρυό‐ μεναι. αὕτη ἡ ῥάβδος ἀπορριφθεῖσα γίνεται ὄφις· εἰκότως· ἐὰν γὰρ ἡ
5ψυχὴ ἀπορρίψῃ τὴν παιδείαν, γέγονε φιλήδονος ἀντὶ φιλαρέτου. διὸ καὶ Μωυσῆς φεύγει ἀπ’ αὐτοῦ· ἀπὸ γὰρ τοῦ πάθους καὶ τῆς ἡδονῆς ἀπο‐
LA
.

2

.

91

διδράσκει ὁ φιλάρετος. ἀλλά τοί γε ὁ θεὸς τὴν φυγὴν οὐκ ἐπαινεῖ· σοὶ μὲν γάρ, ὦ διάνοια, μήπω τελειωθείσῃ φυγὴν καὶ δρασμὸν τῶν παθῶν
ἁρμόζει μελετᾶν, Μωυσεῖ δὲ τῷ τελείῳ παραμένειν τῷ πρὸς αὐτὰ πο‐ λέμῳ καὶ ἀντιστατεῖν αὐτοῖς καὶ διαμάχεσθαι· εἰ δὲ μή, ἀδείας καὶ108
5ἐξουσίας λαβόμενα μέχρι τῆς ψυχικῆς ἀκροπόλεως ἀναβάντα πᾶσαν ἐκ‐
LA
.

2

.

92

πολιορκήσει καὶ λεηλατήσει τυράννου τρόπον τὴν ψυχήν. διὸ καὶ προστάτ‐ τει ὁ θεὸς „λαβέσθαι τῆς κέρκου“, τουτέστι τὸ ἀντίδικον τῆς ἡδονῆς καὶ ἀτίθασον αὐτῆς μὴ φοβείτω σε, ἀλλὰ τούτου μάλιστα λαβοῦ καὶ κατάσχες καὶ περικράτησον· ἔσται γὰρ πάλιν ἀντὶ ὄφεως ῥάβδος, τουτέσ‐
LA
.

2

.

93

τιν ἀντὶ ἡδονῆς γενήσεται ἐν τῇ χειρὶ παιδεία. ἀλλὰ γενήσεται ἐν τῇ χειρί, ἐν τῇ πράξει τοῦ σοφοῦ, ὃ δὴ καὶ ἀληθές ἐστι· λαβέσθαι δὲ καὶ περικρατῆσαι ἡδονῆς ἀδύνατον, εἰ μὴ πρότερον ἐκταθείη ἡ χείρ, τουτέστιν εἰ μὴ τὰς πράξεις καὶ προκοπὰς ἁπάσας ὁμολογήσειεν ἡ ψυχὴ
5κατὰ θεὸν εἶναι καὶ μηδὲν εἰς ἑαυτὴν ἀναγάγοι. τοῦτον μὲν δὴ τὸν ὄφιν ἀποδιδράσκειν ὁ βλέπων διέγνωκεν· ἕτερον δὲ τὸν σωφροσύνης λόγον κατασκευάζει, τὸν χαλκοῦν ἐκεῖνον, ἵνα ὁ δηχθεὶς ὑφ’ ἡδονῆς ἰδὼν σω‐
LA
.

2

.

94

φροσύνην ζήσῃ τὸν ἀληθῆ βίον. τοιοῦτον ὄφιν εὔχεται ὁ Ἰακὼβ γενέσθαι τὸν Δὰν καί φησιν οὕτως· „Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν, ὡσεὶ καὶ μία φυλὴ Ἰσραήλ, καὶ γενέσθω Δὰν ὄφις ἐφ’ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω,
5τὴν σωτηρίαν περιμένων κυρίου“ (Gen. 49, 16—18). ἐκ μὲν τῆς Λείας πέμπτος υἱός ἐστιν Ἰσσάχαρ γνήσιος τοῦ Ἰακώβ, συγκαταριθμουμένων δὲ τῶν ἐκ τῆς Ζέλφας δυεῖν ἕβδομος, τοῦ δὲ Ἰακὼβ πέμπτος ἐστὶν ὁ Δὰν ἐκ τῆς Βάλλας τῆς παιδίσκης Ῥαχήλ. τὴν δὲ αἰτίαν ἐν τοῖς κατ’
LA
.

2

.

95

ἰδίαν ἐξευρήσομεν. περὶ δὲ τοῦ Δὰν πάλιν κατανοητέον. δύο γένη φορεῖ ἡ ψυχή, τὸ μὲν θεῖον, τὸ δὲ φθαρτόν· τὸ μὲν οὖν κρεῖττον κε‐ κύηκεν ἤδη καὶ ἵσταται ἐπ’ αὐτοῦ· ὅτε γὰρ ἐξομολογήσασθαι τῷ | θεῷ καὶ παραχωρῆσαι πάντα ἴσχυσεν ἡ ψυχή, κτῆμα κρεῖσσον λαβεῖν οὐκέτ’
5εἶχε· διὰ τοῦτ’ ἔστη τοῦ τίκτειν τὸν Ἰούδαν, τὸν ἐξομολογητικὸν τρόπον,
LA
.

2

.

96

ἐνεγκοῦσα. τὸ δὲ θνητὸν γένος νῦν ἄρχεται διαπλάττειν. ὑφέστηκε δὲ τὸ θνητὸν καταπόσει· θεμελίου γὰρ τρόπον ἡ γεῦσις, ἣ αἰτία τῆς τῶν ζῴων διαμονῆς ἐστι· Βάλλα δὲ ἑρμηνεύεται κατάποσις· ἐκ ταύτης οὖν
γίνεται ὁ Δάν, ὃς ἑρμηνεύεται κρίσις· τοῦτο γὰρ τὸ γένος διακρίνει καὶ109
5χωρίζει τὰ ἀθάνατα ἀπὸ τῶν θνητῶν. εὔχεται οὖν αὐτὸν γενέσθαι σωφροσύνης ἐραστήν, τῷ δὲ Ἰούδᾳ οὐκ εὔξεται· ἔχει γὰρ ἤδη τὸ ἐξομολο‐
LA
.

2

.

97

γεῖσθαι καὶ εὐαρεστεῖν θεῷ. „γενέσθω“ οὖν φησι „Δὰν ὄφις ἐφ’ ὁδοῦ“. ὁδὸς ἡμῶν ἐστιν ἡ ψυχή· ὥσπερ γὰρ ἐν ταῖς ὁδοῖς ἔστιν ἰδεῖν διαφορὰν τῶν ὄντων, ἀψύχων ἐμψύχων, ἀλόγων λογικῶν, σπουδαίων φαύλων, δού‐ λων ἐλευθέρων, νεωτέρων πρεσβυτέρων, ἀρρένων θηλειῶν, ξένων ἀστῶν,
5νοσούντων ὑγιαινόντων, λελωβημένων ὁλοκλήρων, οὕτως καὶ ἐν ψυχῇ καὶ ἄψυχα καὶ ἀτελῆ καὶ νοσώδη καὶ δοῦλα καὶ θήλεα καὶ μυρία ἄλλα κηρῶν μεστὰ κινήματά ἐστι, καὶ ἔμπαλιν ἔμψυχα ὁλόκληρα ἄρρενα ἐλεύ‐
LA
.

2

.

98

θερα ὑγιᾶ πρεσβύτερα σπουδαῖα γνήσια καὶ ἀστὰ ὄντως. γενέσθω οὖν ὁ σωφροσύνης λόγος ὄφις ἐπὶ τῆς ψυχῆς τῆς ὁδευούσης διὰ πάντων τῶν ἐν τῷ βίῳ πραγμάτων καὶ ἐγκαθισάτω ἐπὶ τρίβου. τί δὲ τοῦτ’ ἐστίν; ἄτριπτος μὲν ὁ ἀρετῆς χῶρος, ὀλίγοι γὰρ βαίνουσιν αὐτόν, τέτριπται δὲ
5ὁ κακίας· ἐγκαθίσαι δὴ καὶ ἐνεδρεῦσαι καὶ λοχῆσαι παραινεῖ τὴν τε‐ τριμμένην ὁδόν, τὸ πάθος καὶ τὴν κακίαν, ἐν οἷς κατατρίβονται τὸν
LA
.

2

.

99

βίον οἱ φυγάδες ἀρετῆς λογισμοί. „δάκνων πτέρναν ἵππου.“ ἐχομένως πτερνιστής ἐστιν ὁ τὴν στάσιν τοῦ γενητοῦ καὶ φθαρτοῦ δια‐ σείων τρόπος. τὰ πάθη δὲ ἵππῳ ἀπεικάσθη· τετρασκελὲς |γὰρ καὶ τὸ πάθος ὡς ἵππος καὶ ὁρμητικὸν καὶ αὐθαδείας γέμον καὶ σκιρτητικὸν
5φύσει. ὁ δὲ σωφροσύνης λόγος δάκνειν καὶ τιτρώσκειν φιλεῖ καὶ ἀναι‐ ρεῖν τὸ πάθος· πτερνισθέντος δὲ τοῦ πάθους καὶ ὀκλάσαντος „πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω“. ἱππέα νοητέον 〈τὸν〉 ἐπιβεβηκότα τοῖς πάθεσι νοῦν,
LA
.

2

.

100

ὃς ἀποπίπτει τῶν παθῶν, ὅταν αὐτὰ συλλογισθῇ καὶ πτερνισθῇ. εὖ δ’ ὅτι εἰς τοὔμπροσθεν οὐ πίπτει ἡ ψυχή· μὴ γὰρ προερχέσθω τῶν πα‐ θῶν, ἀλλ’ ὑστεριζέτω τούτων, καὶ σωφρονισθήσεται. καὶ δογματικόν ἐστιν ὃ λέγει· ἐὰν γὰρ ὁρμήσας ὁ νοῦς ἀδικῆσαι ὑστερήσῃ καὶ πέσῃ εἰς τὰ
5ὀπίσω, οὐκ ἀδικήσει· ἐὰν δὲ ἐπὶ πάθος κινηθεὶς ἄλογον μὴ ἐπεκδράμῃ,
LA
.

2

.

101

ἀλλὰ | κατόπιν μείνῃ, ἀπάθειαν, τὸ κάλλιστον, καρπώσεται. διὸ καὶ τὸ κατόπιν πτῶμα ἀποδεχόμενος τῶν κακιῶν ἐπιφέρει· „τὴν σωτηρίαν περι‐
μένων κυρίου“· ὄντως γὰρ ὑπὸ θεοῦ σῴζεται ὁ ἀποπίπτων τῶν πα‐ θῶν καὶ ὑστερίζων τῆς ἐνεργείας αὐτῶν. πέσοι τοιοῦτόν μου πτῶμα110
5ἡ ψυχὴ καὶ μηδέποτε ἀνασταίη ἐπὶ τὸ ἵππειον καὶ σκιρτητικὸν πάθος,
LA
.

2

.

102

ἵνα θεοῦ σωτηρίαν περιμείνασα εὐδαιμονήσῃ. διὰ τοῦτο καὶ Μωυσῆς ἐν τῷ ᾄσματι ὑμνεῖ τὸν θεόν, ὅτι „ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν“ (Exod. 15, 1), τὰ τέσσαρα πάθη καὶ τὸν ἐποχούμενον αὐ‐ τοῖς ἄθλιον νοῦν εἰς τὴν φθορὰν τῶν πραγμάτων καὶ τὸν ἀνήνυτον βυ‐
5θόν· καὶ σχεδὸν τοῦ ᾄσματος ὅλου τὸ κεφάλαιον τοῦτ’ ἐστίν, ἐφ’ ὃ τὰ ἄλλα πάντα ἀναφέρεται, καὶ οὕτως ἔχει· ἐὰν γὰρ ἀπάθεια κατάσχῃ
LA
.

2

.

103

τὴν ψυχήν, τελέως εὐδαιμονήσει. ζητητέον δέ, τίνος ἕνεκα ὁ μὲν Ἰακώβ φησιν, ὅτι „πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω“ (Gen. 49, 17), Μωυσῆς δὲ ᾄδει, ὅτι ἵππος καὶ ἀναβάτης κατεποντώθησαν. λεκτέον οὖν ὅτι ὁ μὲν καταποντούμενος ὁ Αἰγύπτιός ἐστι τρόπος, ὅς, κἂν φεύγῃ,
5ὑπὸ τὸ ὕδωρ τουτέστιν ὑπὸ τὴν φορὰν τῶν παθῶν φεύγει, ὁ δὲ πίπτων ἱππεὺς εἰς τὰ ὀπίσθια οὐκ ἔστι τῶν φιλοπαθῶν· τεκμήριον δέ, ὅτι οὗτος
LA
.

2

.

104

μέν ἐστιν ἱππεύς, ἐκεῖνος δὲ ἀναβάτης· ἱππέως μὲν οὖν ἔργον δαμά‐ ζειν τὸν ἵππον καὶ ἀφηνιάζοντα ἐπιστομίζειν, ἀναβάτου δὲ φέρεσθαι ᾗ ἂν τὸ ζῷον ἄγῃ· καὶ ἐν θαλάττῃ τοῦ μὲν κυβερνήτου ἔργον ἄγειν τὸ σκάφος καὶ εὐθύνειν καὶ ὀρθοῦν, τοῦ δὲ ἐπιβάτου πάσχειν ὅσα ἂν ἡ
5ναῦς ὑπομένῃ. παρὸ καὶ ὁ δαμάζων τὰ πάθη ἱππεὺς οὐ καταποντοῦται,
LA
.

2

.

105

ἀλλὰ ἀποβὰς αὐτῶν τὴν σωτηρίαν περιμένει τοῦ δεσπότου. παραινεῖ μέντοι ὁ ἱερὸς λόγος ἐν Λευιτικῷ „ἀπὸ τῶν ἑρπετῶν, ἃ πορεύεται ἐπὶ τεσσάρων, ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν, ὥστε πηδᾶν ἐν αὐτοῖσ“ σιτεῖσθαι (Lev. 11, 21), ὧν ἐστιν ὁ βροῦχος καὶ ὁ ἀττακὸς καὶ ἀκρὶς
5καὶ τέταρτον ὁ ὀφιομάχης· καὶ δεόντως· εἰ γὰρ ἄτροφον καὶ βλαβερὸν πρᾶγμα ὀφιώδης ἡδονή, τροφιμώτατον ἂν καὶ σωτήριον γένοιτο ἡ πρὸς
LA
.

2

.

106

ἡδονὴν διαμαχομένη φύσις· αὕτη δὲ ἡ σωφροσύνη ἐστί. μάχου δὴ καὶ σύ, ὦ διάνοια, πρὸς πᾶν πάθος καὶ διαφερόντως πρὸς ἡδονήν, καὶ γὰρ „φρονιμώτατός ἐστιν ὁ ὄφις πάντων θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ θεόσ“ (Gen. 3, 1)· τῶν γὰρ πάντων πανουργότατόν
LA
.

2

.

107

ἐστιν ἡδονή· διὰ τί; ὅτι πάντα ἡδονῆς δοῦλα καὶ ὁ βίος ὁ τῶν φαύ‐ λων δεσπόζεται ὑφ’ ἡδονῆς· τὰ γοῦν ποιητικὰ αὐτῆς εὑρίσκεται διὰ πανουργίας πάσης, χρυσὸς ἄργυρος δόξα τιμαὶ ἀρχαί, αἱ ὗλαι τῶν | αἰσθητῶν καὶ τέχναι αἱ βάναυσοι καὶ ὅσαι ἄλλαι κατασκευαστικαὶ111
5ἡδονῆς πάνυ ποικίλαι, καὶ ἀδικοῦμεν δι’ ἡδονήν, τὰ δὲ ἀδικήματα οὐκ
LA
.

2

.

108

ἄνευ πανουργίας τῆς ἐσχάτης ἐστίν. τὴν ὀφιομάχον οὖν γνώμην ἀντί‐ ταττε καὶ κάλλιστον ἀγῶνα τοῦτον διάθλησον καὶ σπούδασον στεφανω‐ θῆναι κατὰ τῆς τοὺς ἄλλους ἅπαντας νικώσης ἡδονῆς καλὸν καὶ εὐ‐
κλεᾶ στέφανον, ὃν οὐδεμία πανήγυρις ἀνθρώπων ἐχορήγησεν.112
LA
.

3

t

ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ ΤΩΝ ΜΕΤΑ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ ΤΟ ΤΡΙΤΟΝ
LA
.

3

.

1

„Καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου“ (Gen. 3, 8). δόγμα εἰσηγεῖται διδάσκον, ὅτι ὁ φαῦλος φυγάς ἐστιν. εἰ γὰρ πόλις οἰκεία τῶν σοφῶν ἡ ἀρετή, ταύτης ὁ μὴ δυνάμενος μετέχειν ἀπελήλαται
5πόλεως, ἧς ἀδυνατεῖ μετέχειν ὁ φαῦλος· ἀπελήλαται ἄρα καὶ πεφυγά‐ δευται μόνος ὁ φαῦλος. ὁ δ’ ἀρετῆς φυγὰς εὐθὺς ἀποκέκρυπται θεόν· εἰ γὰρ καὶ ἐμφανεῖς οἱ σοφοὶ θεῷ, ἅτε ὄντες αὐτῷ φίλοι, δῆλον ὡς ἀποκρύπτονται καὶ καταδύονται πάντες οἱ φαῦλοι, ὡς ἂν ἐχθροὶ καὶ
LA
.

3

.

2

δυσμενεῖς ὄντες ὀρθῷ λόγῳ. ὅτι μὲν οὖν ἄπολις καὶ ἄοικος ὁ φαῦλός ἐστι, μαρτυρεῖ ἐπὶ τοῦ δασέος καὶ ποικίλου τὴν κακίαν Ἠσαῦ, ὅτε φησίν· „ἦν δὲ Ἠσαῦ εἰδὼς κυνηγεῖν, ἀγροῖκοσ“ (Gen. 25, 27)· οὐ γὰρ πέφυκεν ἡ τῶν παθῶν θηρευτικὴ κακία τὴν ἀρετῆς πόλιν οἰκεῖν ἀγροικίαν καὶ
5ἀπαιδευσίαν μετὰ πολλῆς ἀγνωμοσύνης μεταδιώκουσα. ὁ δέ γε σοφίας μεστὸς Ἰακὼβ καὶ πολίτης | ἐστὶ καὶ οἰκίαν τὴν ἀρετὴν κατοικεῖ· φησὶ γοῦν περὶ αὐτοῦ· „Ἰακὼβ δὲ ἄπλαστος ἄνθρωπος οἰκῶν οἰκίαν“ (ibid.).
LA
.

3

.

3

παρὸ καὶ „αἱ μαῖαι, ἐπειδὴ ἐφοβοῦντο τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίασ“ (Exod. 1, 21)· αἱ γὰρ ζητητικαὶ τῶν ἀφανῶν θεοῦ μυστηρίων, ὅπερ ἐστὶ „ζῳογονεῖν τὰ ἄρσενα“, οἰκοδομοῦσι τὰ ἀρετῆς πράγματα, οἷς καὶ ἐνοικεῖν προῄρηνται. διὰ μὲν δὴ τούτων ἐπιδέδεικται, πῶς ὁ μὲν φαῦ‐
5λος ἄπολίς τέ ἐστι καὶ ἄοικος, φυγὰς ἀρετῆς ὤν, ὁ δὲ σπουδαῖος καὶ
LA
.

3

.

4

πόλιν ἔχειν καὶ οἶκον σοφίαν κεκλήρωται. ἴδωμεν δὲ ἑξῆς, πῶς καὶ ἀποκρύπτεσθαί τις θεὸν λέγεται. εἰ δὲ μὴ ἀλληγορήσειέ τις, ἀδύ‐ νατον παραδέξασθαι τὸ προκείμενον· πάντα γὰρ πεπλήρωκεν ὁ θεὸς καὶ διὰ πάντων διελήλυθεν καὶ κενὸν οὐδὲν οὐδὲ ἔρημον ἀπολέλοιπεν113
5ἑαυτοῦ. ποῖον δή τις τόπον ἐφέξει, ἐν ᾧ οὐχὶ θεός ἐστι; μαρτυρεῖ δὲ καὶ ἐν ἑτέροις λέγων· „ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ“ (Deut. 4, 39). καὶ πάλιν· „ὧδε ἕστηκα πρὸ τοῦ σέ“ (Exod. 17, 6)· πρὸ γὰρ παντὸς γενητοῦ ὁ θεός ἐστι, καὶ
LA
.

3

.

5

εὑρίσκεται πανταχοῦ, ὥστε οὐκ ἂν δύναιτό τις ἀποκρύπτεσθαι. καὶ τί θαυμάζομεν; τῶν γὰρ γενομένων τὰ συνεκτικώτατα οὐδ’ ἄν, εἴ τι γέ‐ νοιτο, ἐκφεύγειν καὶ ἀποκρύπτεσθαι δυνηθείημεν, οἷον γῆν φυγέτω τις ἢ ὕδωρ ἢ ἀέρα ἢ οὐρανὸν ἢ τὸν σύμπαντα κόσμον· ἀνάγκη γὰρ ἐν τού‐
5τοις περιέχεσθαι, οὐ γὰρ ἔξω γέ τις τοῦ κόσμου φεύγειν δυνήσεται.
LA
.

3

.

6

εἶτα 〈μὴ〉 τὰ μέρη τοῦ κόσμου μηδὲ τὸν κόσμον αὐτὸν δυνάμενός τις ἀπο‐ κρύπτεσθαι τὸν θεὸν ἂν ἰσχύσαι λανθάνειν; οὐδαμῶς. τί οὖν τὸ „ἐκρύ‐ βησαν“; ὁ φαῦλος δοκεῖ εἶναι τὸν θεὸν ἐν τόπῳ, μὴ περιέχοντα, ἀλλὰ περιεχόμενον· οὗ χάριν καὶ οἴεται ἀποκρύπτεσθαι, ὡς κατ’ ἐκεῖνο τὸ
LA
.

3

.

7

μέρος οὐκ ὄντος τοῦ αἰτίου, καθ’ ὃ φωλεύειν διέγνωκεν. ἔστι δὲ οὕτως ἐκδέξασθαι· ἐν τῷ φαύλῳ ἡ ἀληθὴς περὶ θεοῦ δόξα ἐπεσκίασ‐ ται καὶ ἀποκρύπτεται, σκότους γὰρ πλήρης ἐστὶ μηδὲν ἔχων ἐναύγασμα θεῖον, ᾧ τὰ ὄντα περισκέψεται· ὁ δὲ τοιοῦτος πεφυγάδευται θείου χοροῦ,
5καθάπερ ὁ λεπρὸς καὶ γονορρυής, ὁ μὲν θεὸν καὶ γένεσιν, ἀντιπάλους φύσεις, δύο χρωμάτων ὄντων, ἀγαγὼν εἰς ταὐτὸ ὡς αἴτια, ἑνὸς ὄντος αἰτίου τοῦ δρῶντος, ὁ δὲ γονορρυὴς ἐκ κόσμου πάντα καὶ εἰς κόσμον ἀνάγων, ὑπὸ θεοῦ δὲ μηδὲν οἰόμενος γεγονέναι, Ἡρακλειτείου δόξης ἑταῖρος, κόρον | καὶ χρησμοσύνην καὶ ἓν τὸ πᾶν καὶ πάντα ἀμοιβῇ
LA
.

3

.

8

εἰσάγων. διό φησι καὶ ὁ θεῖος λόγος· „ἐξαποστειλάτωσαν ἐκ τῆς ἁγίου
ψυχῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐν ψυχῇ, ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ“ (Num. 5, 2), καὶ τοὺς θλαδίας καὶ ἀπο‐ κεκομμένους τὰ γεννητικὰ τῆς ψυχῆς καὶ πόρνους τὴν ἑνὸς ἀρχὴν ἀπο‐114
5διδράσκοντας, οἷς ἄντικρυς ἀπείρηται εἰς ἐκκλησίαν θεοῦ φοιτᾶν (Deut.
LA
.

3

.

9

23, 2). οἱ δέ γε σοφοὶ λογισμοὶ οὐχ οἷον ἀποκρύπτονται, ἀλλ’ ἐμφανεῖς εἶναι γλίχονται. οὐχ ὁρᾷς ὅτι ὁ Ἀβραὰμ „ἔτι ἦν ἑστηκὼς ἐνώπιον κυρίου καὶ ἐγγίσας εἶπε Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦσ“ (Gen. 18, 22. 23), τὸν ἐμφανῆ σοι καὶ γνώριμον μετὰ τοῦ φεύγοντός σε καὶ
5ἀποδιδράσκοντος; οὗτος μὲν γὰρ ἀσεβής, δίκαιος δὲ ὁ ἑστηκὼς ἐναντίον
LA
.

3

.

10

σου καὶ μὴ φεύγων· σὲ γάρ, ὦ δέσποτα, τιμᾶσθαι δίκαιον μόνον. οὐχ ὥσπερ δὲ ἀσεβής, οὕτω καὶ εὐσεβής τις εὑρίσκεται, ἀλλ’ ἀγαπητόν, εἰ δίκαιος, οὗ χάριν φησί· „μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦσ“. ἀξίως γὰρ οὐδεὶς τὸν θεὸν τιμᾷ, ἀλλὰ δικαίως μόνον· ὁπότε γὰρ οὐδὲ τοῖς
5γονεῦσιν ἴσας ἀποδοῦναι χάριτας ἐνδέχεται—ἀντιγεννῆσαι γὰρ οὐχ οἷόν τε τούτους—, πῶς οὐκ ἀδύνατον τὸν θεὸν ἀμείψασθαι ἢ ἐπαινέσαι κατὰ τὴν ἀξίαν τὸν τὰ ὅλα συστησάμενον ἐκ μὴ ὄντων; πᾶσαν γὰρ
LA
.

3

.

11

ἀρετὴν παρέσχετο. τρεῖς οὖν καιρούς, ὦ ψυχή, τουτέστι τὸν τρι‐ μερῆ χρόνον σύμπαντα ἐμφανὴς αἰεὶ γίνου θεῷ, μὴ τὸ θῆλυ αἰσθητὸν πάθος ἐφελκομένη, ἀλλὰ τὸν ἀνδρεῖον καὶ καρτερίας ἀσκητὴν λογισμὸν ἐκθυμιῶσα· τρισὶ γὰρ καιροῖς τοῦ ἐνιαυτοῦ ὀφθῆναι πᾶν ἀρσενικὸν
5ἐναντίον κυρίου τοῦ θεοῦ Ἰσραὴλ ὁ ἱερὸς λόγος προστάττει (Deut. 16,
LA
.

3

.

12

16). διὰ τοῦτο καὶ Μωυσῆς, ὅτε ἐμφανὴς καθίσταται θεῷ, φεύγει τὸν διασκεδαστὴν τρόπον Φαραώ, ὃς αὐχεῖ λέγων μὴ εἰδέναι τὸν κύριον· „ἀνεχώρησε“ γάρ φησι „Μωυσῆς ἀπὸ προσώπου Φαραὼ καὶ κατῴ‐ κησεν ἐν γῇ Μαδιάμ“ (Exod. 2, 15), τῇ κρίσει τῶν φύσεως πραγμά‐
5των, „καὶ ἐκάθισεν ἐπὶ τοῦ φρέατοσ“, ἐκδεχόμενος τί ὁ θεὸς ἀνομβρή‐
LA
.

3

.

13

σει πότιμον τῇ διψώσῃ καὶ ποθούσῃ ψυχῇ τὸ ἀγαθόν. ἀναχωρεῖ μὲν
δὴ ἀπὸ τῆς ἀθέου καὶ ἡγεμονίδος τῶν παθῶν δόξης Φαραώ, ἀναχωρεῖ δὲ εἰς Μαδιάμ, τὴν κρίσιν, ἐξετάζων πότερον ἠρεμητέον αὐτῷ | ἐστιν ἢ δικαστέον πάλιν πρὸς τὸν φαῦλον ἐπ’ ὀλέθρῳ αὐτοῦ· σκέπτεται δέ, εἰ115
5ἐπιθέμενος ἰσχύσει νικηφορῆσαι, παρὸ καὶ κατέχεται ὑπομένων, ὡς ἔφην, εἰ ἀναδώσει ὁ θεὸς τῷ βαθεῖ καὶ μὴ κούφῳ λογισμῷ πηγὴν ἱκανὴν
LA
.

3

.

14

ἐπικλύσαι τὴν φορὰν τοῦ Αἰγυπτίων βασιλέως, τῶν παθῶν αὐτοῦ. ἀξιοῦ‐ ται μέντοι τῆς χάριτος· στρατευσάμενος γὰρ στρατείαν τὴν ὑπὲρ ἀρετῆς οὐ παύεται πολεμῶν, πρὶν ἐπιδεῖν πρηνεῖς καὶ ἀπράκτους τὰς ἡδονάς. οὗ χάριν οὐ φεύγει Μωυσῆς ἀπὸ τοῦ Φαραώ, ἀνεπιστρεπτὶ γὰρ ἂν ἀπε‐
5δίδρασκεν, ἀλλ’ ἀναχωρεῖ, τουτέστιν ἀνακωχὴν ποιεῖται τοῦ πολέμου ἀθλητοῦ τρόπον διαπνέοντος καὶ συλλεγομένου τὸ πνεῦμα, μέχρις ἂν ἐγείρας τὴν φρονήσεως καὶ τῆς ἄλλης ἀρετῆς συμμαχίαν διὰ λόγων θείων μετὰ
LA
.

3

.

15

δυνάμεως ἐρρωμενεστάτης ἐπίθηται. ὁ δὲ Ἰακώβ, πτερνιστὴς γάρ ἐστι, μεθόδοις καὶ τέχναις τὴν ἀρετὴν οὐκ ἀκονιτὶ κτώμενος—οὐ γὰρ μετω‐ νόμαστό πω εἰς τὸν Ἰσραήλ—ἀποδιδράσκει τῶν κατὰ Λάβαν πραγ‐ μάτων, τουτέστι χρωμάτων καὶ σχημάτων καὶ συνόλως σωμάτων, ἃ τὸν
5νοῦν διὰ τῶν αἰσθητῶν τιτρώσκειν πέφυκεν· ἐπειδὴ γὰρ αὐτὰ νικῆσαι παρὼν κατὰ τὸ παντελὲς οὐκ ἠδύνατο, φεύγει δεδιὼς τὴν πρὸς αὐτῶν ἧτταν· καὶ σφόδρα ἐπαίνων ἄξιος· „εὐλαβεῖσ“ γάρ φησι Μωυσῆς „ποιή‐ σετε τοὺς υἱοὺς τοῦ ὁρῶντοσ“ (Lev. 15, 31), ἀλλ’ οὐ θρασεῖς καὶ τῶν
LA
.

3

.

16

μὴ καθ’ αὑτοὺς ἐρῶντας. „καὶ ἔκρυψεν Ἰακὼβ Λάβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει. καὶ ἀπέδρα αὐτὸς καὶ τὰ αὐτοῦ πάντα, καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ“ (Gen. 31, 20. 21). φυσικώτατόν ἐστι τὸ κρύπτειν ὅτι ἀποδιδράσκει καὶ
5μὴ ἀναγγέλλειν τῷ ἠρτημένῳ τῶν αἰσθητῶν λογισμῷ Λάβαν· οἷον ἐὰν κάλλος ἰδὼν αἱρεθῇς αὐτῷ καὶ μέλλῃς πταίειν περὶ αὐτό, φύγε λαθὼν ἀπὸ τῆς φαντασίας αὐτοῦ καὶ μηκέτι ἀναγγείλῃς τῷ νῷ, τουτέστι μὴ ἐπιλογίσῃ πάλιν μηδὲ μελετήσῃς· αἱ γὰρ συνεχεῖς ὑπομνήσεις τύπους
ἐγχαράττουσαι τρανοὺς βλάπτουσι τὴν διάνοιαν καὶ ἄκουσαν αὐτὴν116
LA
.

3

.

17

〈πολλάκισ〉 περιτρέπουσιν. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ πάντων τῶν καθ’ ἡντινοῦν αἴσθησιν ὁλκῶν· ἐν γὰρ τούτοις σώτειρα ἡ λαθραία φυγή, τὸ δ’ ὑπομιμνῄσκεσθαι καὶ ἀναγγέλλειν καὶ ἀναπολεῖν κρατεῖ καὶ δουλοῦται βιαίως τὸν λογισμόν. μηδέποτ’ οὖν, ὦ διάνοια, τὸ φανὲν αἰσθητόν, εἰ
5μέλλεις ἁλίσκεσθαι πρὸς αὐτοῦ, ἀναγγείλῃς σαυτῇ μηδὲ ἀναπολήσῃς αὐτό, ἵνα μὴ κρατηθεῖσα κακοδαιμονῇς· ἀλλ’ ἄφετος ὁρμήσασα ἀπόδραθι
LA
.

3

.

18

ἐλευθερίαν ἀτίθασον δουλείας χειροήθους προκρίνουσα. διὰ τί δὲ νῦν ὡς ἀγνοοῦντος τοῦ Ἰακώβ, ὅτι Σύρος ὁ Λάβαν ἐστί, φησὶν „ἔκρυψε δὲ Ἰακὼβ Λάβαν τὸν Σύρον“; ἔχει δὲ καὶ τοῦτο οὐ | πάρεργον λόγον· Συρία γὰρ ἑρμηνεύεται μετέωρα· ὁ ἀσκητὴς οὖν Ἰακὼβ νοῦς, ὅτε μὲν
5ὁρᾷ ταπεινὸν τὸ πάθος, περιμένει λογιζόμενος αὐτὸ νικήσειν κατὰ κρά‐ τος, ὅτε δὲ μετέωρον καὶ ὑψαυχενοῦν καὶ ὑπέρογκον, ἀποδιδράσκει τε ὁ νοῦς ὁ ἀσκητὴς πρῶτος, εἶτα καὶ τὰ αὐτοῦ πάντα μέρη τῆς ἀσκήσεως, ἀναγνώσεις, μελέται, θεραπεῖαι, τῶν καλῶν μνῆμαι, ἐγκράτεια, τῶν καθη‐ κόντων ἐνέργειαι, καὶ διαβαίνει τὸν τῶν αἰσθητῶν ποταμὸν τὸν ἐπικλύ‐
10ζοντα καὶ βαπτίζοντα τῇ φορᾷ τῶν παθῶν τὴν ψυχήν, καὶ ὁρμᾷ διαβὰς εἰς τὸν ὑψηλὸν καὶ μετέωρον 〈τόπον〉 τὸν λόγον τῆς τελείας ἀρετῆς·
LA
.

3

.

19

„ὥρμησε γὰρ εἰς τὸ ὄρος Γαλαάδ“, ἑρμηνεύεται δὲ μετοικία μαρτυρίας, τοῦ θεοῦ μετοικίσαντος τὴν ψυχὴν ἀπὸ τῶν κατὰ Λάβαν παθῶν καὶ μαρτυρήσαντος αὐτῇ μετανάστασιν, ὅτι λυσιτελὴς καὶ συμφέρουσα, καὶ ἀπὸ τῶν ταπεινὴν καὶ χαμαίζηλον ἀπεργαζομένων τὴν ψυχὴν κακῶν
LA
.

3

.

20

εἰς ὕψος καὶ μέγεθος ἀρετῆς προάγοντος. διὰ τοῦτο ὁ φίλος τῶν αἰσθή‐ σεων καὶ κατ’ αὐτὰς ἀλλὰ μὴ κατὰ νοῦν ἐνεργῶν Λάβαν ἀγανακτεῖ καὶ διώκει καί φησιν· „ἵνα τί κρυφῇ ἀπέδρασ“ (Gen. 31, 26), ἀλλ’ οὐ παρέ‐ μεινας τῇ τοῦ σώματος ἀπολαύσει καὶ τῷ δόγματι τῷ 〈τὰ〉 περὶ σῶμα
5καὶ τὰ ἐκτὸς ἀγαθὰ κρίνοντι; ἀλλὰ καὶ φεύγων ἀπὸ τῆσδε τῆς δόξης ἐσύλησάς μου καὶ τὸ φρονεῖν, Λείαν τε καὶ Ῥαχήλ· αὗται γάρ, ἡνίκα παρέμενον τῇ ψυχῇ, φρένας ἐνεποίουν ταύτῃ, μεταναστᾶσαι δὲ ἀμαθίαν καὶ ἀπαιδευσίαν αὐτῇ κατέλιπον· διὸ καὶ ἐπιφέρει ὅτι „ἐκλοποφόρησάς
LA
.

3

.

21

με“ (ibid.), τουτέστι τὸ φρονεῖν ἔκλεψας. τί οὖν ἦν τὸ φρονεῖν, ἐξηγήσεται· ἐπιφέρει γάρ· „καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμα‐ λώτιδας· καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε“ (ibid.). οὐκ ἂν
ἐξαπέστειλας τὰ μαχόμενα ἀλλήλοις· εἰ γὰρ ἐξαπέστειλας ὄντως καὶ117
5ἠλευθέρους τὴν ψυχήν, περιεῖλες ἂν αὐτῆς τοὺς σωματικοὺς καὶ αἰσθητι‐ κοὺς ἅπαντας ἤχους· οὕτως γὰρ ἀπολυτροῦται κακιῶν καὶ παθῶν διά‐ νοια. νυνὶ δὲ λέγεις μέν, ὡς ἐξαποστέλλεις ἐλευθέραν, διὰ δὲ τῶν ἔργων ὁμολογεῖς, ὅτι κατέσχες ἂν ἐν δεσμωτηρίῳ· εἰ γὰρ „μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρασ“ καὶ τῶν καθ’ ἑκάστην αἴσθησιν ἡδονῶν
LA
.

3

.

22

προὔπεμπες, οὐκ ἂν ὄντως ἐξαπέστειλας. οὐ γὰρ μόνον σέ, ὦ σωμά‐ των καὶ χρωμάτων ἑταῖρε Λάβαν, ἀποδιδράσκομεν, ἀλλὰ καὶ πάντα τὰ σά, ἐν οἷς καὶ αἱ τῶν αἰσθήσεων φωναὶ ταῖς τῶν παθῶν ἐνεργείαις συνηχοῦσαι· μεμελετήκαμεν γάρ, εἴ γε ἀρετῆς ἐσμεν ἀσκηταί, μελέτην
5ἀναγκαίαν, ἣν καὶ Ἰακὼβ ἐμελέτησεν, ἀπολλύναι καὶ διαφθείρειν | τοὺς ἀλλοτρίους τῆς ψυχῆς [τοὺς] θεούς, τοὺς χωνευτοὺς θεούς, οὓς ἀπηγό‐ ρευκε Μωυσῆς δημιουργεῖν (Lev. 19, 4)· οὗτοι δ’ εἰσὶν ἀρετῆς μὲν καὶ εὐπαθείας διάλυσις, κακίας δὲ καὶ παθῶν σύστασίς τε καὶ πῆξις, τὸ
LA
.

3

.

23

γὰρ χεόμενον διαλυθὲν αὖθις πήγνυται. λέγει δὲ οὕτως· „καὶ ἔδωκαν Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοισ“ (Gen. 35, 4). οὗτοι δ’
5εἰσὶ τῶν φαύλων θεοί. ὁ δὲ Ἰακὼβ οὐ λέγεται λαμβάνειν, ἀλλὰ κρύπ‐ τειν καὶ ἀπολλύναι· πάντῃ διηκριβωμένως· ὁ γὰρ ἀστεῖος οὐδὲν λήψεται πρὸς περιουσίαν τῶν ἀπὸ κακίας, ἀλλὰ κρύψει καὶ ἀφανιεῖ λάθρᾳ·
LA
.

3

.

24

καθάπερ καὶ Ἀβραὰμ τῷ Σοδόμων βασιλεῖ τεχνάζοντι ἀλόγου φύσεως ποιήσασθαι ἀντίδοσιν πρὸς λογικήν, ἵππου πρὸς ἄνδρας, φησὶ μηδὲν λήψεσθαι τῶν ἐκείνου, ἀλλ’ „ἐκτενεῖν“ τὴν ψυχικὴν πρᾶξιν, ὅπερ διὰ συμβόλου „χεῖρα“ ὠνόμασε, „πρὸς τὸν θεὸν τὸν ὕψιστον“ (Gen. 14, 22),
5μὴ γὰρ λήψεσθαι „ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματοσ“ ἀπὸ πάντων τῶν ἐκείνου, ἵνα μὴ εἴπῃ πλούσιον πεποιηκέναι τὸν ὁρῶντα
LA
.

3

.

25

πενίαν ἀρετῆς τῆς πλουσίας ἀντιδιδούς. κρύπτεται μὲν ἀεὶ καὶ φυλάττε‐ ται τὰ πάθη ἐν Σικίμοις—ὠμίασις δὲ ἑρμηνεύεται, ὁ γὰρ πονούμενος περὶ τὰς ἡδονὰς φυλακτικὸς τῶν ἡδονῶν ἐστιν—, ἀπόλλυται δὲ καὶ διαφθείρεται παρὰ τῷ σοφῷ, οὐ πρὸς βραχύν τινα χρόνον, ἀλλ’ „ἕως τῆς
5σήμερον ἡμέρασ“, τουτέστιν ἀεί· ὁ γὰρ αἰὼν ἅπας τῷ σήμερον παρα‐118
LA
.

3

.

26

μετρεῖται, μέτρον γὰρ τοῦ παντὸς χρόνου ὁ ἡμερήσιος κύκλος. διὸ καὶ ἐξαίρετον δίδωσι τῷ Ἰωσὴφ τὰ Σίκιμα ὁ Ἰακώβ (Gen. 48, 22), τὰ σωματικὰ καὶ αἰσθητικά, μετιόντι τὸν ἐν τούτοις πόνον, τῷ δ’ ἐξομο‐ λογουμένῳ Ἰούδᾳ οὐχὶ δόσεις, ἀλλὰ αἴνεσιν καὶ ὕμνους καὶ θεοπρεπεῖς
5ᾠδὰς πρὸς τῶν ἀδελφῶν (Gen. 49, 8). τὰ δὲ Σίκιμα ὁ Ἰακὼβ λαμ‐ βάνει οὐ παρὰ θεοῦ, ἀλλ’ „ἐν μαχαίρᾳ καὶ τόξοισ“, λόγοις τμητικοῖς καὶ ἀμυντηρίοις· ὑποτάττει γὰρ καὶ τὰ δεύτερα ἑαυτῷ ὁ σοφός, ὑπο‐
LA
.

3

.

27

τάξας δὲ οὐ φυλάττει, ἀλλὰ χαρίζεται τῷ πεφυκότι πρὸς αὐτά. οὐχ ὁρᾷς ὅτι καὶ τοὺς θεοὺς δοκῶν λαμβάνειν οὐκ εἴληφεν, ἀλλὰ ἀπέκρυψε | καὶ ἠφάνισε καὶ διέφθειρε τὸν ἀεὶ χρόνον ἀφ’ ἑαυτοῦ; τίνι οὖν ψυχῇ ἀποκρύπτειν καὶ ἀφανίζειν κακίαν ἐγένετο, εἰ μὴ ᾗ ὁ θεὸς ἐνεφανίσθη,
5ἣν καὶ τῶν ἀπορρήτων μυστηρίων ἠξίωσε; φησὶ γάρ· „μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ“ (Gen. 18, 17); εὖ, σῶτερ, ὅτι τὰ σεαυτοῦ ἔργα ἐπιδείκνυσαι τῇ ποθούσῃ τὰ καλὰ ψυχῇ καὶ οὐδὲν αὐτὴν τῶν σῶν ἔργων ἐπικέκρυψαι. τούτου χάριν ἰσχύει φεύγειν κακίαν καὶ ἀποκρύπτειν καὶ συσκιάζειν καὶ ἀπολλύναι ἀεὶ τὸ βλαβερὸν πάθος.
LA
.

3

.

28

Ὃν μὲν οὖν τρόπον φυγάς τέ ἐστιν ὁ φαῦλος καὶ ἀποκρύπτε‐ ται θεόν, δεδηλώκαμεν· νυνὶ δὲ σκεψώμεθα, ὅπου ἀποκρύπτεται. „ἐν μέσῳ“ φησί „τοῦ ξύλου τοῦ παραδείσου“ (Gen. 3, 8), τουτέστι κατὰ μέσον τὸν νοῦν, ὃς καὶ αὐτὸς μέσος ἐστὶν ὡσανεὶ παραδείσου τῆς ὅλης
LA
.

3

.

29

ψυχῆς· ὁ γὰρ ἀποδιδράσκων θεὸν καταφεύγει εἰς ἑαυτόν. δυοῖν γὰρ ὄντων τοῦ τε τῶν ὅλων νοῦ, ὅς ἐστι θεός, καὶ τοῦ ἰδίου, ὁ μὲν φεύγων ἀπὸ τοῦ καθ’ αὑτὸν καταφεύγει ἐπὶ τὸν συμπάντων—ὁ γὰρ νοῦν τὸν ἴδιον ἀπολείπων ὁμολογεῖ μηδὲν εἶναι τὰ κατὰ τὸν ἀνθρώπινον νοῦν, ἅπαντα
5δὲ προσάπτει θεῷ—, ὁ δὲ πάλιν ἀποδιδράσκων θεὸν τὸν μὲν οὐδενὸς
LA
.

3

.

30

αἴτιόν φησιν εἶναι, τῶν δὲ γινομένων ἁπάντων ἑαυτόν· λέγεται γοῦν παρὰ πολλοῖς, ὅτι τὰ ἐν τῷ κόσμῳ πάντα φέρεται χωρὶς ἡγεμόνος ἀπαυτοματίζοντα, τέχνας δὲ καὶ ἐπιτηδεύματα καὶ νόμους καὶ ἔθη καὶ πολιτικὰ καὶ ἴδια καὶ κοινὰ δίκαια πρός τε ἀνθρώπους καὶ πρὸς τὰ
LA
.

3

.

31

ἄλογα ζῷα ἔθετο μόνος ὁ ἀνθρώπινος νοῦς. ἀλλ’ ὁρᾷς, ὦ ψυχή, τῶν
δοξῶν τὸ παραλλάττον· ἡ μὲν γὰρ τὸν ἐπὶ μέρους τὸν γενητὸν καὶ θνη‐ τὸν ἀπολιποῦσα τὸν τῶν ὅλων καὶ ἀγένητον καὶ ἄφθαρτον ἐπιγράφεται ὄντως, ἡ δὲ πάλιν θεὸν ἀποδοκιμάζουσα τὸν μηδ’ αὑτῷ βοηθῆσαι ἱκα‐119
LA
.

3

.

32

νὸν νοῦν σύμμαχον ἐπισπᾶται πλημμελῶς. τούτου χάριν καὶ Μωυσῆς φησιν ὅτι „ἐὰν 〈ἐν〉 τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος· ἐὰν δὲ καὶ ὁ ἥλιος ἀνατείλῃ ἐπ’ αὐτῷ, ἔνοχός ἐστιν, ἀνταποθανεῖται“ (Exod. 22, 1. 2). ἐὰν γάρ
5τις τὸν ἑστῶτα καὶ ὑγιῆ καὶ ὀρθὸν διακόψῃ καὶ διέλῃ λόγον, ὃς θεῷ μόνῳ τὸ πάντα δύνασθαι μαρτυρεῖ, καὶ εὑρεθῇ ἐν τῷ διορύγματι τουτέστιν ἐν τῷ τετρημένῳ καὶ διῃρημένῳ, ὃς τὸν ἴδιον νοῦν ἐνεργοῦντα
LA
.

3

.

33

οἶδεν, ἀλλ’ οὐ θεόν, κλέπτης ἐστὶ τὰ ἀλλότρια ἀφαιρούμενος· θεοῦ γὰρ τὰ πάντα κτήματα, ὥστε ὁ ἑαυτῷ τι προσνέμων τὰ ἑτέρου νοσφίζεται καὶ πληγὴν ἔχει παγχάλεπον καὶ δυσίατον, οἴησιν, πρᾶγμα ἀμαθίας καὶ ἀπαιδευσίας συγγενές. τὸν δὲ πλήττοντα παρησύχασεν· οὐ γάρ ἐστιν
5ἕτερος τοῦ πληττομένου· ἀλλ’ | ὥσπερ ὁ τρίβων ἑαυτὸν καὶ τρίβεται καὶ ὁ ἐκτείνων ἑαυτὸν καὶ ἐκτείνεται—τήν τε γὰρ τοῦ δρῶντος δύναμιν καὶ τὸ τοῦ ὑπομένοντος πάθος αὐτὸς ἐκδέχεται—, οὕτως ὁ κλέπτων τὰ θεοῦ καὶ ἑαυτῷ ἐπιγράφων ὑπὸ τῆς ἑαυτοῦ ἀθεότητός τε καὶ οἰήσεως
LA
.

3

.

34

αἰκίζεται. εἴθε μέντοι πληχθεὶς ἀποθάνοι, τουτέστιν ἄπρακτος διατελέ‐ σειεν· ἧττον γὰρ ἁμαρτάνειν δόξει. τῆς γὰρ κακίας ἡ μὲν ἐν σχέσει θεωρεῖται, ἡ δὲ ἐν κινήσει θεωρεῖται· νεύει δὲ πρὸς τὰς τῶν ἀποτε‐ λεσμάτων ἐκπληρώσεις ἡ ἐν τῷ κινεῖσθαι, διὸ καὶ χείρων τῆς κατὰ
LA
.

3

.

35

σχέσιν ἐστίν. ἐὰν οὖν ἡ διάνοια ἀποθάνῃ ἡ δοξάζουσα αὑτὴν αἰτίαν τῶν γινομένων, ἀλλὰ μὴ θεόν, τουτέστιν ἠρεμήσῃ καὶ συσταλῇ, οὐκ ἔστιν αὐτῇ φόνος· οὐκ ἀνῄρηκε τελέως τὸ ἔμψυχον δόγμα τὸ θεῷ τὰς ἁπάσας δυνάμεις ἐπιγράφον· ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος, τουτέστιν ὁ φαι‐
5νόμενος λαμπρὸς νοῦς ἐν ἡμῖν, καὶ δόξῃ πάντα διορᾶν καὶ πάντα βρα‐ βεύειν καὶ μηδὲν ἐκφεύγειν ἑαυτόν, ἔνοχός ἐστιν, ἀνταποθανεῖται τοῦ ἐμψύχου δόγματος ὃ ἀνεῖλε, καθ’ ὃ μόνος αἴτιός ἐστιν ὁ θεός, εὑρισκό‐ μενος ἄπρακτος καὶ νεκρὸς ὄντως αὐτός, ἀψύχου καὶ θνητοῦ καὶ πλημ‐
LA
.

3

.

36

μελοῦς δόγματος εἰσηγητὴς γεγενημένος. παρὸ καὶ καταρᾶται ὁ
ἱερὸς λόγος τιθέντι ἐν ἀποκρύφῳ γλυπτὸν ἢ χωνευτόν, ἔργον χειρῶν τεχνίτου (Deut. 27, 15). τί γὰρ τὰς φαύλας δόξας, ὅτι ποιός ἐστιν ὁ θεὸς ὡς καὶ τὰ γλυπτὰ ὁ ἄποιος, ὅτι φθαρτὸς ὡς τὰ χωνευτὰ ὁ ἄφθαρ‐120
5τος, ταμιεύεις καὶ θησαυρίζεις, ὦ διάνοια, ἐν σαυτῇ, ἀλλ’ οὐκ εἰς μέσον προφέρεις, ἵν’ ὑπὸ τῶν ἀσκητῶν τῆς ἀληθείας ἃ χρὴ διδαχθῇς; οἴει μὲν γὰρ τεχνική τις εἶναι, ὅτι κατὰ τῆς ἀληθείας ἀμούσους πιθανότη‐ τας μεμελέτηκας, ἄτεχνος δὲ ἀνευρίσκῃ νόσον χαλεπὴν ψυχῆς ἀμαθίαν
LA
.

3

.

37

οὐκ ἐθέλουσα θεραπεύεσθαι. ὅτι δὲ ὁ φαῦλος εἰς τὸν σποράδα νοῦν ἑαυτοῦ καταδύεται φεύγων τὸν ὄντα, μαρτυρήσει Μωυσῆς ὁ „πα‐ τάξας τὸν Αἰγύπτιον καὶ κρύψας ἐν τῇ ἄμμῳ“ (Exod. 2, 12), ὅπερ ἦν, συλλογισάμενος τὸν προστατεῖν λέγοντα 〈τὰ〉 τοῦ σώματος καὶ μηδὲν τὰ
LA
.

3

.

38

ψυχῆς νομίζοντα καὶ τέλος ἡγούμενον τὰς ἡδονάς· κατανοήσας γὰρ τὸν πόνον τοῦ τὸν θεὸν ὁρῶντος, ὃν ἐπιτίθησιν αὐτῷ ὁ βασιλεὺς τῆς Αἰ‐ γύπτου, ἡ τῶν παθῶν ἡγεμονὶς κακία, ὁρᾷ τὸν Αἰγύπτιον ἄνθρωπον, τὸ ἀνθρώπειον καὶ ἐπίκηρον πάθος, τύπτοντα καὶ αἰκιζόμενον τὸν ὁρῶντα,
5περιβλεψάμενος δὲ τὴν ὅλην ψυχὴν ὧδε κἀκεῖσε καὶ μηδένα ἰδὼν ἑστῶτα, ὅτι μὴ τὸν ὄντα θεόν, τὰ δ’ ἄλλα κλονούμενα καὶ σαλευόμενα, | πατάξας καὶ συλλογισάμενος τὸν φιλήδονον κρύπτει ἐν τῷ σποράδι καὶ πεφορημένῳ
LA
.

3

.

39

νῷ, ὃς συμφυΐας καὶ ἑνώσεως τῆς πρὸς τὸ καλὸν ἐστέρηται. οὗτος μὲν οὖν ἀποκέκρυπται εἰς αὑτόν· ὁ δὲ ἐναντίος τούτῳ φεύγει μὲν ἀφ’ ἑαυ‐ τοῦ, καταφεύγει δ’ ἐπὶ τὸν τῶν ὄντων θεόν. διὸ καί φησιν· „ἐξήγαγεν αὐτὸν ἔξω καὶ εἶπεν Ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθ‐
5μησον τοὺς ἀστέρασ“ (Gen. 15, 5), οὓς ἐβουλόμεθα μὲν περιλαβεῖν καὶ περιαθρῆσαι ἄπληστοι τῶν ἀρετῆς ὄντες ἐρώτων, ἀδυνατοῦμεν δὲ πλοῦτον
LA
.

3

.

40

ἀναμετρῆσαι θεοῦ. ἀλλ’ ὅμως χάρις τῷ φιλοδώρῳ, ὅτι οὕτω σπέρματα ἐν ψυχῇ βαλέσθαι φησὶ τηλαυγῆ καὶ λαμπρὰ καὶ δι’ ὅλων νοερὰ ὡς τοὺς ἀστέρας ἐν οὐρανῷ. οὐ παρέργως δὲ πρόσκειται τῷ „ἐξήγαγεν αὐτὸν“ τὸ „ἔξω“; τίς γὰρ ἔνδον ἐξάγεται; ἀλλὰ μήποτε ὃ λέγει τοι‐
5οῦτόν ἐστιν· ἐξήγαγεν αὐτὸν εἰς τὸ ἐξωτάτω χωρίον, οὐκ εἴς τι τῶν ἐκτός, ὃ δύναται ὑπ’ ἄλλων περιέχεσθαι· ὥσπερ γὰρ ἐν ταῖς οἰκίαις τοῦ
θαλάμου ἐκτὸς μέν ἐστιν ὁ ἀνδρών, ἐντὸς δὲ ὁ αὐλών, καὶ ἡ αὔλειος ἐκτὸς μὲν τῆς αὐλῆς, εἴσω δὲ τοῦ πυλῶνος, οὕτως καὶ ἐπὶ ψυχῆς δύνα‐121
LA
.

3

.

41

ται τὸ ἐκτός τινος ἐντὸς εἶναι [τοῦ] ἑτέρου. οὕτως οὖν ἀκουστέον· τὸν νοῦν εἰς τὸ ἐξώτατον ἐξήγαγε. τί γὰρ ὄφελος ἦν καταλιπεῖν αὐτὸν τὸ σῶμα, καταφυγεῖν δὲ ἐπ’ αἴσθησιν; τί δὲ αἰσθήσει μὲν ἀποτάξασθαι, λόγῳ δὲ ὑποστεῖλαι τῷ γεγωνῷ; χρὴ γὰρ τὸν μέλλοντα νοῦν ἐξάγεσθαι
5καὶ ἐν ἐλευθερίᾳ ἀφίεσθαι πάντων ὑπεκστῆναι, σωματικῶν ἀναγκῶν, αἰ‐ σθητικῶν ὀργάνων, [κατα]λόγων σοφιστικῶν, πιθανοτήτων, τὰ τελευταῖα
LA
.

3

.

42

καὶ ἑαυτοῦ. διὸ καὶ ἐν ἑτέροις αὐχεῖ λέγων· „κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ ὁ θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου“ (Gen. 24, 7)· οὐ γάρ ἐστι 〈τὸν〉 κατοικοῦντα ἐν σώματι καὶ τῷ θνητῷ γένει δυνατὸν θεῷ συγγενέσθαι, ἀλλὰ τὸν 〈ὃν〉 ἐκ τοῦ δεσμωτη‐
LA
.

3

.

43

ρίου θεὸς διαρρύεται. οὗ ἕνεκα καὶ ἡ τῆς ψυχῆς χαρὰ Ἰσαάκ, ὅταν ἀδολεσχῇ καὶ ἰδιάζῃ θεῷ, ἐξέρχεται ἀπολείπων ἑαυτὸν καὶ τὸν ἴδιον νοῦν· „ἐξῆλθε“ γάρ φησιν „Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλησ“ (Gen. 24, 63). καὶ Μωυσῆς δὲ ὁ προφητικὸς λόγος φησίν·
5„ὅταν ἐξέλθω τὴν πόλιν“, τὴν ψυχήν—πόλις γάρ ἐστι καὶ αὕτη τοῦ ζῴου νόμους διδοῦσα καὶ ἔθη—„ἐκπετάσω τὰς χεῖρασ“ (Exod. 9, 29), καὶ ἀναπετάσω καὶ ἐξαπλώσω πάσας τὰς πράξεις θεῷ μάρτυρα καλῶν καὶ ἐπίσκοπον ἑκάστης, ὃν κακία κρύπτεσθαι οὐ πέφυκεν, | ἐξαπλοῦσθαι
LA
.

3

.

44

δὲ καὶ φανερῶς ὁρᾶσθαι. ὅταν μέντοι διὰ πάντων ἡ ψυχὴ καὶ λόγων καὶ ἔργων ἐξαπλωθῇ καὶ ἐκθειασθῇ, παύονται τῶν αἰσθήσεων αἱ φωναὶ καὶ πάντες οἱ ὀχληροὶ καὶ δυσώνυμοι ἦχοι· φωνεῖ γὰρ καὶ καλεῖ τὸ μὲν ὁρατὸν τὴν ὅρασιν ἐφ’ ἑαυτό, ἡ δὲ φωνὴ τὴν ἀκοήν, ὁ δὲ ἀτμὸς
5τὴν ὄσφρησιν, καὶ συνόλως τὸ αἰσθητὸν τὴν αἴσθησιν ἐφ’ ἑαυτὸ προσκα‐ λεῖται· ταῦτα δὲ πάντα παύεται, ὅταν ἐξελθοῦσα τὴν ψυχῆς πόλιν ἡ
LA
.

3

.

45

διάνοια θεῷ τὰς ἑαυτῆς πράξεις καὶ διανοήσεις ἀνάψῃ. καὶ γάρ εἰσιν „αἱ χεῖρες Μωυσεῖ βαρεῖαι“ (Exod. 17, 12)· ἐπειδὴ γὰρ αἱ τοῦ φαύλου πράξεις ἀνεμιαῖοί τε καὶ κοῦφαι, γένοιντ’ ἂν αἱ τοῦ σοφοῦ βαρεῖαι
καὶ ἀκίνητοι οὐδ’ εὐσάλευτοι· παρὸ καὶ στηρίζονται ὑπό τε Ἀαρών, τοῦ122
5λόγου, καὶ Ὤρ, ὅ ἐστι φῶς· οὐδὲν 〈δὲ〉 τῶν πραγμάτων φῶς ἐναργέστε‐ ρόν ἐστιν ἀληθείας· βούλεται οὖν διὰ συμβόλων σοι παραστῆσαι, ὅτι αἱ τοῦ σοφοῦ πράξεις στηρίζονται ὑπὸ τῶν ἀναγκαιοτάτων λόγου τε καὶ ἀληθείας. διὸ καὶ Ἀαρὼν ὅταν τελευτᾷ, τουτέστιν ὅταν τελειωθῇ, εἰς Ὤρ, ὅ ἐστι φῶς, ἀνέρχεται (Num. 20, 25)· τὸ γὰρ τέλος τοῦ λόγου
10ἀλήθειά ἐστιν ἡ φωτὸς τηλαυγεστέρα, εἰς ἣν σπουδάζει ὁ λόγος ἐλθεῖν.
LA
.

3

.

46

οὐχ ὁρᾷς ὅτι καὶ τὴν παρὰ τοῦ θεοῦ σκηνὴν (Exod. 33, 7) λαβών, του‐ τέστι σοφίαν, ἐν ᾗ κατασκηνοῖ καὶ ἐνοικεῖ ὁ σοφός, ἔπηξε καὶ ἐβεβαιώ‐ σατο καὶ κραταιῶς ἱδρύσατο, οὐκ ἐν τῷ σώματι, ἀλλ’ ἔξω τούτου; παρεμβολῇ γὰρ αὐτὸ ἀπεικάζει, στρατοπέδῳ πολέμων καὶ κακῶν ὅσα
5πόλεμος ἐργάζεται πλήρει, μετουσίαν εἰρήνης οὐκ ἔχοντι. „καὶ ἐκλήθη ἡ σκηνὴ μαρτυρίου“, σοφία μαρτυρουμένη ὑπὸ θεοῦ· καὶ γὰρ „πᾶς ὁ
LA
.

3

.

47

ζητῶν κύριον ἐξεπορεύετο“, παγκάλως· εἰ γὰρ ζητεῖς θεόν, ὦ διάνοια, ἐξελθοῦσα ἀπὸ σαυτῆς ἀναζήτει, μένουσα δὲ ἐν τοῖς σωματικοῖς ὄγκοις ἢ ταῖς κατὰ νοῦν οἰήσεσιν ἀζητήτως ἔχεις τῶν θείων, κἂν ἐπιμορφάζῃς ὅτι ζητεῖς· εἰ δὲ ζητοῦσα εὑρήσεις θεόν, ἄδηλον, πολλοῖς γὰρ οὐκ ἐφα‐
5νέρωσεν ἑαυτόν, ἀλλ’ ἀτελῆ τὴν σπουδὴν ἄχρι παντὸς ἔσχον· ἐξαρκεῖ μέντοι πρὸς μετουσίαν ἀγαθῶν καὶ ψιλὸν τὸ ζητεῖν μόνον, ἀεὶ γὰρ αἱ ἐπὶ τὰ καλὰ ὁρμαί, κἂν τοῦ τέλους ἀτυχῶσι, τοὺς χρωμένους προευφραί‐
LA
.

3

.

48

νουσιν. οὕτως ὁ μὲν φαῦλος ἀρετήν γε φεύγων καὶ θεὸν ἀποκρυπτόμενος ἐπ’ ἀσθενῆ βοηθὸν καταφεύγει τὸν ἴδιον νοῦν, ὁ δὲ σπουδαῖος ἔμπαλιν ἑαυτὸν ἀποδιδράσκων ἀναστρέφει πρὸς τὴν τοῦ ἑνὸς ἐπίγνωσιν, | καλὸν δρόμον καὶ πάντων ἄριστον ἀγώνισμα τοῦτο νικῶν.
LA
.

3

.

49

„Καὶ ἐκάλεσε κύριος ὁ θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν αὐτῷ Ποῦ εἶ“ (Gen. 3, 9); διὰ τί μόνος καλεῖται ὁ Ἀδάμ, συγκεκρυμμένης αὐτῷ καὶ τῆς γυναικός; λεκτέον οὖν πρῶτον, ὅτι καλεῖται ὁ νοῦς ὅπου
ἦν, ὅταν ἔλεγχον λαμβάνῃ καὶ ἐπίστασιν τῆς τροπῆς· οὐ μόνον 〈δ’〉123
5αὐτὸς καλεῖται, ἀλλὰ καὶ αἱ δυνάμεις αὐτοῦ πᾶσαι, ἄνευ γὰρ τῶν δυνά‐ μεων ὁ νοῦς καθ’ ἑαυτὸν γυμνὸς καὶ οὐδὲ ὢν εὑρίσκεται· μία δὲ τῶν
LA
.

3

.

50

δυνάμεων καὶ ἡ αἴσθησις, ἥτις ἐστὶ γυνή. συγκέκληται οὖν τῷ Ἀδὰμ τῷ νῷ καὶ ἡ γυνὴ αἴσθησις· ἰδίᾳ δ’ αὐτὴν οὐ καλεῖ· διὰ τί; ὅτι ἄλογος οὖσα ἔλεγχον ἐξ ἑαυτῆς λαμβάνειν οὐ δύναται· οὔτε γὰρ ἡ ὅρασις οὔθ’ ἡ ἀκοὴ οὔτε τις τῶν ἄλλων αἰσθήσεων διδακτή, ὥστε οὐ δύναται κατά‐
5ληψιν πραγμάτων ποιήσασθαι· μόνων γὰρ σωμάτων διακριτικὴν εἰργάσατο αὐτὴν ὁ ἐργασάμενος· ὁ δὲ νοῦς ὁ διδασκόμενός ἐστιν, οὗ χάριν αὐτὸν
LA
.

3

.

51

ἀλλ’ οὐ τὴν αἴσθησιν προκέκληται. τὸ δὲ „ποῦ εἶ“ πολλαχῶς ἔστιν ἀποδοῦναι· ἅπαξ μὲν οὐ τὸ πευστικόν, ἀλλὰ τὸ ἀποφαντικὸν τὸ ἴσον τῷ „ἐν τόπῳ ὑπάρχεισ“ βαρυτονουμένου τοῦ „ποὺ εἶ“· ἐπειδὴ γὰρ ᾠήθης τὸν θεὸν ἐν τῷ παραδείσῳ περιπατεῖν καὶ ὑπὸ τούτου περιέχε‐
5σθαι, μάθε ὅτι 〈οὐκ〉 εὖ τοῦτο πέπονθας, καὶ ἄκουσον παρὰ τοῦ ἐπιστα‐ μένου θεοῦ ῥῆσιν ἀληθεστάτην, ὅτι ὁ μὲν θεὸς οὐχί που—οὐ γὰρ περιέχεται ἀλλὰ περιέχει τὸ πᾶν—, τὸ δὲ γενόμενον ἐν τόπῳ, περι‐
LA
.

3

.

52

έχεσθαι γὰρ αὐτὸ ἀλλ’ οὐ περιέχειν ἀναγκαῖον. δεύτερον δὲ τὸ λεγό‐ μενον ἴσον ἐστὶ τούτῳ· ποῦ γέγονας, ὦ ψυχή; ἀνθ’ οἵων ἀγαθῶν οἷα ᾕρησαι κακά; καλέσαντός σε τοῦ θεοῦ πρὸς μετουσίαν ἀρετῆς κακίαν μετέρχῃ, καὶ τὸ τῆς ζωῆς ξύλον, τουτέστι σοφίας ᾗ δυνήσῃ ζῆν, παρα‐
5σχόντος εἰς ἀπόλαυσιν ἀμαθίας καὶ φθορᾶς ἐνεφορήθης, κακοδαιμονίαν
LA
.

3

.

53

τὸν ψυχῆς θάνατον εὐδαιμονίας τῆς ἀληθινῆς ζωῆς προκρίνασα; τρίτον ἐστὶ τὸ πευστικόν, πρὸς ὃ δύο γένοιντ’ ἂν ἀποκρίσεις· μία μὲν πυνθανο‐ μένῳ „ποῦ εἶ“ ἡ „οὐδαμοῦ“, τόπον γὰρ οὐδένα ἔχει ἡ τοῦ φαύλου ψυχή, ᾧ ἐπιβήσεται ἢ ἐφ’ οὗ ἱδρυθήσεται, παρὸ καὶ ἄτοπος λέγεται
5εἶναι ὁ φαῦλος—ἄτοπον δέ ἐστι κακὸν δύσθετον—· τοιοῦτος δ’ ὁ μὴ ἀστεῖος, σαλεύων καὶ κλονούμενος ἀεὶ καὶ πνεύματος τρόπον ἀστάτου
LA
.

3

.

54

διαφερόμενος, βεβαίου τὸ | παράπαν οὐδεμιᾶς γνώμης ἑταῖρος ὤν· ἑτέρα δὲ γένοιτ’ ἂν ἀπόκρισις τοιάδε, ᾗ κέχρηται καὶ ὁ Ἀδάμ· ποῦ εἰμι ἄκουε· ὅπου οἱ τὸν θεὸν ἰδεῖν ἀδυνατοῦντες, ὅπου οἱ θεοῦ οὐκ ἀκούον‐
τες, ὅπου οἱ τὸ αἴτιον ἀποκρυπτόμενοι, ὅπου οἱ φεύγοντες ἀρετήν, ὅπου124
5οἱ γυμνοὶ σοφίας, ὅπου οἱ φοβούμενοι καὶ τρέμοντες ὑπ’ ἀνανδρίας καὶ δειλίας ψυχικῆς· ὅταν γὰρ λέγῃ „τῆς φωνῆς σου ἤκουσα ἐν τῷ παρα‐ δείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην“ (Gen. 3, 10), πάντα τὰ εἰρημένα παρίστησιν, ὡς καὶ ἐν τοῖς προτέροις διὰ μακροτέρων λόγων
LA
.

3

.

55

ἀπεδείξαμεν. καίτοι γυμνὸς οὐκ ἔστι νῦν ὁ Ἀδάμ· „ἐποίησαν ἑαυτοῖς περιζώματα“ ὀλίγῳ πρότερον εἴρηται· ἀλλὰ καὶ διὰ τούτου βού‐ λεταί σε διδάξαι, ὅτι γυμνότητα οὐ τὴν τοῦ σώματος παραλαμβάνει, ἀλλὰ καθ’ ἣν ὁ νοῦς ἄμοιρος καὶ γυμνὸς ἀρετῆς ἀνευρίσκεται.
LA
.

3

.

56

„Ἡ γυνὴ“ φησίν „ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον“ (Gen. 3, 12). εὖ τὸ μὴ φάναι, ἡ γυνὴ ἣν ἔδωκας ἐμοί, ἀλλὰ „μετ’ ἐμοῦ“· οὐ γὰρ ἐμοὶ ὡς κτῆμα τὴν αἴσθησιν ἔδωκας, ἀλλὰ καὶ αὐτὴν ἀφῆκας ἄνετον καὶ ἐλευθέραν, κατά τινα τρό‐
5πον οὐχ ὑπείκουσαν τοῖς τῆς ἐμῆς διανοίας ἐπιτάγμασιν· ἐὰν γοῦν βου‐ ληθῇ ὁ νοῦς προστάξαι τῇ ὁράσει μὴ ἰδεῖν, οὐδὲν ἧττον αὕτη τὸ ὑπο‐ κείμενον ὄψεται· καὶ ἡ ἀκοὴ μέντοι προσπεσούσης φωνῆς ἀντιλήψεται πάντως, κἂν ὁ νοῦς φιλονεικῶν διακελεύηται αὐτῇ μὴ ἀκούειν· καὶ μὴν ἥ γε ὄσφρησις ἀτμῶν χωρησάντων εἰς αὐτὴν ὀσφρήσεται, κἂν ὁ νοῦς
LA
.

3

.

57

ἀπαγορεύῃ μὴ ἀντιλαβέσθαι. διὰ τοῦτο ὁ θεὸς οὐκ ἔδωκεν αἴσθησιν τῷ ζῴῳ, ἀλλὰ μετὰ τοῦ ζῴου· τὸ δὲ τοῦτ’ ἐστίν· ἅπαντα αἴσθησις μετὰ τοῦ ἡμετέρου νοῦ γνωρίζει καὶ ἅμα αὐτῷ· οἷον ἡ ὅρασις ἅμα τῷ νῷ ἐπιβάλλει τῷ ὁρατῷ· εἶδέ τε γὰρ ὁ ὀφθαλμὸς τὸ σῶμα καὶ εὐθὺς ὁ
5νοῦς κατέλαβε τὸ ὁραθέν, ὅτι μέλαν ἢ λευκὸν ἢ ὠχρὸν ἢ φοινικοῦν ἢ τρίγωνον ἢ τετράγωνον ἢ στρογγύλον ἢ τὰ ἄλλα χρώματά τε καὶ σχή‐ ματα· καὶ πάλιν ἡ ἀκοὴ ἐπλήχθη ὑπὸ τῆς φωνῆς καὶ μετ’ αὐτῆς ὁ νοῦς· τεκμήριον δέ, ἔκρινεν εὐθὺς τὴν φωνήν, ὅτι λεπτὴ ἢ μέγεθος ἔχουσα ἢ ἐμμελὴς καὶ εὔρυθμος καὶ πάλιν εἰ ἐκμελής τε καὶ οὐκ ἐναρ‐
LA
.

3

.

58

μόνιος· καὶ ταὐτὸν ἐπὶ τῶν ἄλλων αἰσθήσεων εὑρίσκεται. πάνυ δὲ κα‐ λῶς καὶ τὸ προσθεῖναι τὸ „αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου“· τὸν γὰρ ξύλινον καὶ αἰσθητὸν ὄγκον τῷ νῷ οὐδεὶς δίδωσιν, ὅτι μὴ αἴσθησις· τίς γὰρ ἔδωκε τῇ διανοίᾳ γνωρίσαι τὸ σῶμα ἢ τὸ λευκόν; οὐχ ἡ ὄψις;
5τίς δὲ τὴν φωνήν; οὐχ ἡ ἀκοή; τίς δὲ τὸν ἀτμόν; οὐχ ἡ ὄσφρησις; τίς δὲ τὸν χυλόν; οὐχ ἡ γεῦσις; | τίς δὲ τὸ τραχὺ καὶ μαλακόν; οὐχ ἡ ἁφή; ὀρθῶς οὖν καὶ πάνυ ἀληθῶς εἴρηται ὑπὸ τοῦ νοῦ, ὅτι τὰς τῶν
σωμάτων ἀντιλήψεις δίδωσί μοι μόνη ἡ αἴσθησις.125
LA
.

3

.

59

„Καὶ εἶπεν ὁ θεὸς τῇ γυναικί Τί τοῦτο ἐποίησας; καὶ εἶπεν Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον“ (Gen. 3, 13). ἄλλο μὲν πυνθάνεται τῆς αἰσθήσεως ὁ θεός, ἄλλο δὲ αὐτὴ ἀποκρίνεται· πυνθάνεται μὲν γάρ τι περὶ τοῦ ἀνδρός, ἡ δὲ οὐ περὶ τούτου φησίν, ἀλλά τι περὶ ἑαυτῆς,
LA
.

3

.

60

λέγουσα ὅτι ἔφαγον, οὐχ ὅτι ἔδωκα. μήποτ’ οὖν ἀλληγοροῦντες λύσο‐ μεν τὸ ἀπορηθὲν καὶ δείξομεν τὴν γυναῖκα εὐθυβόλως πρὸς τὸ πύσμα ἀποκρινομένην. ἀνάγκη γάρ ἐστιν αὐτῆς φαγούσης καὶ τὸν ἄνδρα φαγεῖν· ὅταν γὰρ ἡ αἴσθησις ἐπιβάλλουσα τῷ αἰσθητῷ πληρωθῇ τῆς αὐτοῦ
5φαντασίας, εὐθὺς καὶ ὁ νοῦς συμβέβληκε καὶ ἀντελάβετο καὶ τρόπον τινὰ τροφῆς τῆς ἀπ’ ἐκείνου πεπλήρωται. τοῦτ’ οὖν φησιν· ἄκουσα δέδωκα τῷ ἀνδρί· προσβαλούσης γάρ μου τῷ ὑποκειμένῳ, ὀξυκίνητος ὢν αὐτὸς
LA
.

3

.

61

ἐφαντασιώθη καὶ ἐτυπώθη. παρατήρει δ’ ὅτι ὁ μὲν ἀνὴρ λέγει τὴν γυναῖκα δεδωκέναι, ἡ δὲ γυνὴ οὐχὶ τὸν ὄφιν δεδωκέναι, ἀλλὰ ἠπα‐ τηκέναι· ἴδιον γὰρ αἰσθήσεως μὲν τὸ διδόναι, ἡδονῆς δὲ τῆς ποικίλης καὶ ὀφιώδους τὸ ἀπατᾶν καὶ παρακρούεσθαι· οἷον τὸ λευκὸν τῇ φύσει
5καὶ τὸ μέλαν καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν δίδωσιν ἡ αἴσθησις τῷ νῷ, οὐχὶ ἀπατῶσα ἀλλὰ πρὸς ἀλήθειαν· τοιαῦτα γάρ ἐστι τὰ ὑποκείμενα, οἵα καὶ ἡ ἀπ’ αὐτῶν προσπίπτουσα φαντασία, κατὰ τοὺς πλείστους τῶν μὴ φυσικώτερον φυσιολογούντων· ἡ δὲ ἡδονὴ οὐχ οἷόν ἐστι τὸ ὑποκεί‐ μενον, τοιοῦτον αὐτὸ γνωρίζει τῇ διανοίᾳ, ἀλλ’ ἐπιψεύδεται τέχνῃ τὸ
LA
.

3

.

62

ἀλυσιτελὲς εἰς συμφέροντος τάξιν ἐμβιβάζουσα· ὥσπερ καὶ τῶν ἑταιρῶν τὰς εἰδεχθεῖς ἰδεῖν ἔστι φαρματτούσας καὶ ὑπογραφομένας τὴν ὄψιν, ἵνα τὸ περὶ αὐτὰς αἶσχος ἐπικρύψωσι, καὶ τὸν ἀκρατῆ ἐπὶ τὴν γαστρὸς νενευκότα ἡδονήν· οὗτος τὸν πολὺν ἄκρατον καὶ τῶν σιτίων τὴν παρα‐
5σκευὴν ἀποδέχεται ὡς ἀγαθόν, βλαπτόμενος καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν
LA
.

3

.

63

ἀπ’ αὐτῶν· πάλιν τοὺς ἐρῶντας ἰδεῖν ἔστι πολλάκις ἐπὶ γυναίων αἰσχίστων ὀφθῆναι ἐπιμεμηνότας, τῆς ἡδονῆς ἀπατώσης καὶ μονονουχὶ διεξιούσης, ὅτι εὐμορφία καὶ εὔχροια καὶ εὐσαρκία καὶ τῶν μερῶν ἀνα‐ λογία περὶ τὰς πάντα τὰ ἐναντία τούτοις ἐχούσας ἐστί· τὰς γοῦν πρὸς
5| ἀλήθειαν ἀμέμπτῳ κεχρημένας κάλλει παρορῶσιν, ἐκείνων δὲ ὧν εἶπον
LA
.

3

.

64

κατατήκονται. πᾶσα οὖν ἀπάτη οἰκειοτάτη ἡδονῇ, δόσις δὲ αἰσθήσει· ἡ μὲν γὰρ σοφίζεται καὶ παράγει τὸν νοῦν, οὐχ ὁποῖα τὰ ὑποκείμενά ἐστι δηλοῦσα, ἀλλ’ ὁποῖα οὐκ ἔστιν, ἡ δὲ αἴσθησις ἀκραιφνῶς δίδωσι τὰ σώματα οὕτως, ὡς ἔχει φύσεως ἐκεῖνα, πλάσματος καὶ τέχνης ἐκτός.126
LA
.

3

.

65

„Καὶ εἶπε κύριος ὁ θεὸς τῷ ὄφει Ὅτι ἐποίησας τοῦτο, ἐπι‐ κατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φάγεσαι πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ
5μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ τοῦ σπέρ‐ ματος αὐτῆς. αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν“ (Gen. 3, 14. 15). διὰ τίνα αἰτίαν χωρὶς ἀπολογίας καταρᾶται τῷ ὄφει, κελεύων ἐν ἑτέροις 〈ὡσ〉 εἰκὸς „στῆναι τοὺς δύο, οἷς ἐστιν ἡ
LA
.

3

.

66

ἀντιλογία“ (Deut. 19, 17) καὶ μὴ τῷ ἑτέρῳ προπιστεύειν; καὶ μὴν ὁρᾷς ὅτι τῷ Ἀδὰμ οὐ προπεπίστευκε κατὰ τῆς γυναικός, ἀλλὰ δίδωσιν αὐτῇ εἰς ἀπολογίαν ἀφορμήν, ὅταν πυνθάνηται „τί τοῦτο ἐποίησασ“ (Gen. 3, 13); ἡ δέ γε ὁμολογεῖ πταῖσαι παρὰ τὴν τῆς ὀφιώδους καὶ
5ποικίλης ἡδονῆς ἀπάτην. τί οὖν ἐκώλυε, καὶ τῆς γυναικὸς εἰπούσης ὅτι ὁ ὄφις ἠπάτησέ με, πυθέσθαι τοῦ ὄφεως, εἰ οὗτος ἠπάτησεν, ἀλλὰ
LA
.

3

.

67

μὴ ἀκρίτως χωρὶς ἀπολογίας καταρᾶσθαι; λεκτέον οὖν ὅτι ἡ αἴσθησις οὔτε τῶν φαύλων οὔτε τῶν σπουδαίων ἐστίν, ἀλλὰ μέσον τι αὕτη καὶ κοινὸν σοφοῦ τε καὶ ἄφρονος, καὶ γενομένη μὲν ἐν ἄφρονι γίνεται φαύλη, ἐν ἀστείῳ δὲ σπουδαία. εἰκότως οὖν, ἐπειδὴ φύσιν ἐξ ἑαυτῆς μοχθηρὰν
5οὐκ ἔχει, ἀλλ’ ἐπαμφοτερίζουσα νεύει πρὸς ἑκάτερα τό τε εὖ καὶ χεῖ‐
LA
.

3

.

68

ρον, οὐ καταδικάζεται πρὶν ὁμολογῆσαι, ὅτι ἠκολούθησε τῷ χείρονι. ὁ δὲ ὄφις ἡ ἡδονὴ ἐξ ἑαυτῆς ἐστι μοχθηρά· διὰ τοῦτο ἐν μὲν σπουδαίῳ οὐχ εὑρίσκεται τὸ παράπαν, μόνος δ’ αὐτῆς ὁ φαῦλος ἀπολαύει. κατὰ τὸ οἰκεῖον οὖν μὴ διδοὺς ἀπολογίαν αὐτῇ καταρᾶται ὁ θεός, σπέρμα
5ἀρετῆς οὐκ ἐχούσῃ, ἀλλὰ αἰεὶ καὶ πανταχοῦ ἐπιλήπτῳ καὶ μιαρᾷ καθε‐
LA
.

3

.

69

στώσῃ. διὰ τοῦτο καὶ τὸν Εἲρ χωρὶς αἰτίας περιφανοῦς πονηρὸν οἶδεν ὁ θεὸς (Gen. 38, 7) καὶ ἀποκτείνει· τὸν γὰρ δερμάτινον ὄγκον ἡμῶν τὸ σῶμα—Εἲρ γὰρ δερμάτινος ἑρμηνεύεται—πονηρόν τε καὶ ἐπίβουλον τῆς ψυχῆς οὐκ ἀγνοεῖ καὶ νεκρὸν καὶ τεθνηκὸς αἰεί· μὴ γὰρ
5ἄλλο τι νοήσῃς ἕκαστον ἡμῶν ποιεῖν ἢ νεκροφορεῖν, | τὸ νεκρὸν ἐξ ἑαυτοῦ σῶμα ἐγειρούσης καὶ ἀμοχθὶ φερούσης τῆς ψυχῆς· καὶ τὴν εὐ‐127
LA
.

3

.

70

τονίαν αὐτῆς, εἰ βούλει, κατανόησον. ὁ μὲν ἐρρωμενέστατος ἀθλητὴς οὐκ ἂν ἰσχύσαι τὸν ἑαυτοῦ πρὸς βραχὺν χρόνον ἀνδριάντα κομίσαι, ἡ δὲ ψυχὴ μέχρις ἑκατονταετίας ἔστιν ὅτε τὸν τοῦ ἀνθρώπου φέρει κούφως ἀν‐ δριάντα μὴ κάμνουσα· οὐ γὰρ νῦν αὐτὸν ἀπέκτεινεν, ἀλλ’ ἐξ ἀρχῆς
LA
.

3

.

71

νεκρὸν τὸ σῶμα ἀπειργάσατο. πονηρὸν δὲ φύσει μέν, ὡς εἶπον, ἐστὶ καὶ ψυχῆς ἐπίβουλον, οὐ φαίνεται δὲ πᾶσιν, ἀλλὰ μόνῳ τῷ θεῷ καὶ εἴ τις θεῷ φίλος· „ἐναντίον“ γάρ φησι „κυρίου πονηρὸς Εἴρ“. ὅταν γὰρ ὁ νοῦς μετεωροπολῇ καὶ τὰ τοῦ κυρίου μυστήρια μυῆται, πονηρὸν καὶ
5δυσμενὲς κρίνει τὸ σῶμα· ὅταν δὲ ἀποστῇ τῆς τῶν θείων ἐρεύνης, φίλον αὑτῷ καὶ συγγενὲς καὶ ἀδελφὸν ἡγεῖται, καταφεύγει γοῦν ἐπὶ τὰ φίλα
LA
.

3

.

72

τούτῳ. διὰ τοῦτο ἀθλητοῦ ψυχὴ καὶ φιλοσόφου διαφέρει· ὁ μὲν γὰρ ἀθλητὴς πάντα ἐπὶ τὴν τοῦ σώματος εὐεξίαν ἀναφέρει καὶ τὴν ψυχὴν αὐτὴν πρόοιτ’ ἂν ὑπὲρ αὐτοῦ ἅτε φιλοσώματος ὑπάρχων, ὁ δὲ φιλόσο‐ φος ἐραστὴς ὢν τοῦ καλοῦ τοῦ ζῶντος ἐν ἑαυτῷ κήδεται ψυχῆς, τοῦ
5δὲ νεκροῦ ὄντως σώματος ἀλογεῖ μόνον στοχαζόμενος, ἵνα μὴ ὑπὸ κακοῦ
LA
.

3

.

73

καὶ νεκροῦ συνδέτου πλημμελῆται τὸ ἄριστον ἡ ψυχή. ὁρᾷς ὅτι τὸν Εἲρ ἀποκτείνει οὐχ ὁ κύριος, ἀλλ’ ὁ θεός· οὐ γάρ, καθὸ ἄρχει καὶ ἡγεμονεύει δυναστείᾳ κράτους αὐτεξουσίῳ χρώμενος, ἀναιρεῖ τὸ σῶμα, ἀλλὰ καθὸ ἀγαθότητι καὶ χρηστότητι χρῆται—ὁ θεὸς γὰρ ἀγαθότητός
5ἐστι τοῦ αἰτίου ὄνομα—, ἵνα εἰδῇς ὅτι καὶ τὰ ἄψυχα οὐκ ἐξουσίᾳ πεποίηκεν ἀλλ’ ἀγαθότητι, ᾗ καὶ τὰ ἔμψυχα· ἔδει γὰρ εἰς τὴν τῶν βελτιόνων δή‐ λωσιν γένεσιν ὑποστῆναι καὶ τῶν χειρόνων ὑπὸ δυνάμεως τῆς αὐτῆς
LA
.

3

.

74

ἀγαθότητος τοῦ αἰτίου, ἥτις ἐστὶν ὁ θεός. πότε οὖν, ὦ ψυχή, μάλιστα νεκροφορεῖν σαυτὴν ὑπολήψῃ; ἆρά γε οὐχ ὅταν τελειωθῇς καὶ βραβείων καὶ στεφάνων ἀξιωθῇς; ἔσῃ γὰρ τότε φιλόθεος, οὐ φιλοσώματος· τεύξῃ δὲ τῶν ἄθλων, ἐὰν γυνή σου γένηται ἡ τοῦ Ἰούδα νύμφη Θάμαρ, ἥτις
5ἑρμηνεύεται φοῖνιξ, σύμβολον νίκης· τεκμήριον δέ· ὅταν αὐτὴν ἀγάγηται ὁ Εἴρ, εὐθὺς πονηρός τε εὑρίσκεται καὶ κτείνεται· λέγει γάρ· „καὶ ἔλαβεν Ἰούδας γυναῖκα Εἲρ τῷ πρωτοτόκῳ αὐτοῦ, ᾗ ὄνομα Θάμαρ“ (Gen. 38, 6), καὶ εὐθὺς ἐπιλέγει· „καὶ ἐγένετο Εἲρ πονηρὸς ἔναντι κυ‐ ρίου, καὶ ἀπέκτεινεν αὐτὸν ὁ θεόσ“ (ib. 7)· ὅταν γὰρ ὁ νοῦς τὰ ἀρετῆς128
10ἀπενέγκηται νικητήρια, θάνατον καταψηφίζεται τοῦ νεκροῦ σώματος.
LA
.

3

.

75

ὁρᾷς ὅτι καὶ τὸν ὄφιν ἄνευ ἀπολογίας καταρᾶται, ἡδονὴ γάρ ἐστι, καὶ τὸν Εἲρ χωρὶς αἰτίας περιφανοῦς | ἀποκτείνει, ἔστι γὰρ σῶμα. καὶ σκοπῶν, ὦ γενναῖε, εὑρήσεις τὸν θεὸν πεποιηκότα φύσεις ἐξ ἑαυτῶν ἐπιλήπτους τε καὶ ὑπαιτίους ἐν ψυχῇ καὶ ἐν πᾶσι σπουδαίας καὶ ἐπαι‐
LA
.

3

.

76

νετάς, ὥσπερ ἔχει καὶ ἐπὶ φυτῶν καὶ ζῴων. οὐχ ὁρᾷς ὅτι καὶ τῶν φυτῶν τὰ μὲν ἥμερα καὶ ὠφέλιμα καὶ σωτήρια κατεσκεύακεν ὁ δημιουρ‐ γός, τὰ δὲ ἄγρια καὶ βλαβερὰ καὶ νόσων καὶ φθορᾶς αἴτια, καὶ ζῷα ὁμοίως; καθάπερ ἀμέλει καὶ τὸν ὄφιν, περὶ οὗ νῦν ἐστιν ὁ λόγος, φθορο‐
5ποιὸν γὰρ τὸ ζῷον καὶ ἀναιρετικὸν ἐξ αὑτοῦ. ὃ δὴ διατίθησιν ἄν‐ θρωπον ὄφις, τοῦτο καὶ ψυχὴν ἡδονή, παρὸ καὶ ἀπεικάσθη ὄφις ἡδονῇ.
LA
.

3

.

77

Ὥσπερ οὖν ἡδονὴν καὶ σῶμα ἄνευ μεμίσηκεν αἰτιῶν ὁ θεός, οὕτω καὶ φύσεις ἀστείας χωρὶς περιφανοῦς αἰτίας προαγήοχεν, ἔργον οὐδὲν πρὸ τῶν ἐπαίνων αὐτῶν ὁμολογήσας. εἰ γάρ τις ἔροιτο, διὰ τί φησι τὸν Νῶε χάριν εὑρεῖν ἐναντίον κυρίου τοῦ θεοῦ (Gen. 6, 8) μηδὲν
5πρότερον ἐργασάμενον, ὅσα γε εἰς τὴν ἡμετέραν ἐπίγνωσιν, ἀστεῖον, ἀποκρινούμεθα δεόντως ὅτι ἐπαινετῆς ἐλέγχεται συστάσεως καὶ γενέ‐ σεως, ἑρμηνεύεται γὰρ Νῶε ἀνάπαυσις ἢ δίκαιος· ἀνάγκη δὲ τὸν παυό‐ μενον ἀδικημάτων καὶ ἁμαρτημάτων, ἀναπαυόμενον ἐπὶ τῷ καλῷ καὶ
LA
.

3

.

78

δικαιοσύνῃ συζῶντα, χάριν εὑρεῖν παρὰ τῷ θεῷ. τὸ δὲ χάριν εὑρεῖν οὐκ ἔστι μόνον, ὡς νομίζουσί τινες, ἴσον τῷ εὐαρεστῆσαι, ἀλλὰ καὶ τοι‐ οῦτον· ζητῶν ὁ δίκαιος τὴν τῶν ὄντων φύσιν ἓν τοῦτο εὑρίσκει ἄριστον
εὕρημα, χάριν ὄντα τοῦ θεοῦ τὰ σύμπαντα, γενέσεως δὲ οὐδὲν χάρισμα,129
5ὅτι γε οὐδὲ κτῆμα, θεοῦ δὲ κτῆμα τὰ πάντα, διὸ καὶ μόνου τὴν χάριν οἰκεῖον· τοῖς γοῦν ζητοῦσι, τίς ἀρχὴ γενέσεως, ὀρθότατα ἄν τις ἀπο‐ κρίνοιτο, ὅτι ἀγαθότης καὶ χάρις τοῦ θεοῦ, ἣν ἐχαρίσατο τῷ μετ’ αὐτὸν γένει· δωρεὰ γὰρ καὶ εὐεργεσία καὶ χάρισμα θεοῦ τὰ πάντα ὅσα ἐν
LA
.

3

.

79

κόσμῳ καὶ αὐτὸς ὁ κόσμος ἐστί. καὶ Μελχισεδὲκ βασιλέα τε τῆς εἰρήνης—Σαλὴμ τοῦτο γὰρ ἑρμηνεύεται—〈καὶ〉 ἱερέα ἑαυτοῦ πεποίηκεν ὁ θεός (Gen. 14, 18), | οὐδὲν ἔργον αὐτοῦ προδιατυπώσας, ἀλλὰ τοι‐ οῦτον ἐργασάμενος βασιλέα καὶ εἰρηναῖον καὶ ἱερωσύνης ἄξιον τῆς ἑαυ‐
5τοῦ πρῶτον· καλεῖται γὰρ βασιλεὺς δίκαιος, βασιλεὺς δὲ ἐχθρὸν τυράννῳ,
LA
.

3

.

80

ὅτι ὁ μὲν νόμων, ὁ δὲ ἀνομίας ἐστὶν εἰσηγητής. ὁ μὲν οὖν τύραννος νοῦς ἐπιτάγματα ἐπιτάττει τῇ τε ψυχῇ καὶ τῷ σώματι βίαια καὶ βλα‐ βερὰ καὶ σφοδρὰς λύπας ἐργαζόμενα, τὰς κατὰ κακίαν λέγω πράξεις καὶ τὰς τῶν παθῶν ἀπολαύσεις· ὁ δὲ [δεύτερος] βασιλεὺς πρῶτον μὲν [οὖν]
5οὐκ ἐπιτάττει μᾶλλον ἢ πείθει, ἔπειτα τοιαῦτα παραγγέλλει, δι’ ὧν ὥσπερ σκάφος τὸ ζῷον εὐπλοίᾳ τῇ τοῦ βίου χρήσεται κυβερνώμενον ὑπὸ τοῦ ἀγαθοῦ [καὶ τεχνίτου] κυβερνήτου, οὗτος δέ ἐστιν ὁ ὀρθὸς
LA
.

3

.

81

λόγος. καλείσθω οὖν ὁ μὲν τύραννος ἄρχων πολέμου, ὁ δὲ βασιλεὺς ἡγεμὼν εἰρήνης, Σαλήμ, καὶ προσφερέτω τῇ ψυχῇ τροφὰς εὐφροσύνης καὶ χαρᾶς πλήρεις· ἄρτους γὰρ καὶ οἶνον προσφέρει, ἅπερ Ἀμμανῖται καὶ Μωαβῖται τῷ βλέποντι παρασχεῖν οὐκ ἠθέλησαν, οὗ χάριν ἐκκλη‐
5σίας εἴργονται καὶ συλλόγου θείου· Ἀμμανῖται γὰρ οἱ ἐκ τῆς μητρὸς αἰσθήσεως καὶ Μωαβῖται οἱ ἐκ τοῦ πατρὸς νοῦ φύντες τρόποι δύο ταῦτα
τῶν ὄντων συνεκτικὰ νομίζοντες νοῦν καὶ αἴσθησιν, θεοῦ δὲ μὴ λαμβά‐ νοντες ἔννοιαν, „οὐκ εἰσελεύσονται“ φησὶ Μωυσῆς „〈εἰς ἐκκλησίαν〉 κυρίου, ... παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ἡμῖν μετ’ ἄρτων καὶ ὕδατοσ“130
LA
.

3

.

82

(Deut. 23, 3. 4) ἐξιοῦσιν ἐκ τῶν παθῶν Αἰγύπτου. ἀλλ’ ὁ μὲν Μελχισεδὲκ ἀντὶ ὕδατος οἶνον προσφερέτω καὶ ποτιζέτω καὶ ἀκρατιζέτω ψυχάς, ἵνα κατάσχετοι γένωνται θείᾳ μέθῃ νηφαλεωτέρᾳ νήψεως αὐτῆς· ἱερεὺς γάρ ἐστι λόγος κλῆρον ἔχων τὸν ὄντα καὶ ὑψηλῶς περὶ αὐτοῦ
5καὶ ὑπερόγκως καὶ μεγαλοπρεπῶς λογιζόμενος· τοῦ γὰρ ὑψίστου ἐστὶν ἱερεύς (Gen. 14, 18), οὐχ ὅτι ἐστί τις ἄλλος οὐχ ὕψιστος—ὁ γὰρ θεὸς εἷς ὢν „ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ“ (Deut. 4, 39)—, ἀλλὰ τὸ μὴ ταπεινῶς καὶ χαμαιζήλως ὑπερμεγέθως δὲ καὶ ὑπεραΰλως καὶ ὑψηλῶς νοεῖν περὶ θεοῦ ἔμφασιν
LA
.

3

.

83

τοῦ ὑψίστου κινεῖ. τί δὲ εἰργάσατο ἤδη καλὸν ὁ Ἀβράμ, ὅτι κε‐ λεύει αὐτῷ πατρίδος καὶ τῆς γενεᾶς ταύτης ξενοῦσθαι καὶ γῆν οἰκεῖν, ἣν 〈ἂν〉 αὐτὸς δῷ ὁ θεός (Gen. 12, 1); πόλις δέ ἐστιν ἀγαθὴ καὶ πολλὴ καὶ σφόδρα εὐδαίμων, τὰ γὰρ δῶρα τοῦ θεοῦ μεγάλα καὶ τίμια.
5ἀλλὰ καὶ τοῦτον τὸν τρόπον ἐγέννησε τύπον ἔχοντα σπουδῆς ἄξιον· ἑρ‐ μηνεύεται γὰρ Ἀβρὰμ „πατὴρ | μετέωροσ“, δι’ ἀμφοτέρων τῶν ὀνο‐
LA
.

3

.

84

μάτων ἐπαινετός· ὁ γὰρ νοῦς, ὅταν μὴ δεσπότου τρόπον ἀπειλῇ τῇ ψυχῇ, ἀλλ’ ὡς πατὴρ ἄρχῃ, μὴ τὰ ἡδέα χαριζόμενος αὐτῇ, τὰ δὲ συμ‐ φέροντα καὶ ἀκούσῃ διδούς, καὶ ἐπίπαν τῶν ταπεινῶν καὶ ἀγόντων ἐπὶ τὰ θνητὰ ἀποστὰς μετεωροπολῇ καὶ συνδιατρίβῃ θεωρήμασι τοῖς περὶ
5κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ ἔτι μᾶλλον ἐπανιὼν ἐρευνᾷ τὸ θεῖον καὶ τὴν τούτου φύσιν δι’ ἔρωτα ἐπιστήμης ἄλεκτον, μένειν ἐπὶ τῶν ἐξ ἀρχῆς δογμάτων οὐ δύναται, ἀλλὰ μετοικίαν ζητεῖ βελτιούμενος ἀμείνω.
LA
.

3

.

85

ἐνίους δὲ ὁ θεὸς καὶ πρὸ τῆς γενέσεως καλῶς διαπλάττει καὶ διατίθεται καὶ κλῆρον ἔχειν ἄριστον προῄρηται. οὐχ ὁρᾷς, τί περὶ τοῦ Ἰσαάκ φησι τῷ Ἀβραὰμ οὐκ ἐλπίσαντι, ὅτι γενήσεται τοιούτου γεννή‐ ματος πατήρ, ἀλλὰ καὶ γελάσαντι ἐπὶ τῇ ὑποσχέσει καὶ εἰπόντι „Εἰ τῷ
5ἑκατονταετεῖ γενήσεται, καὶ Σάρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται“ (Gen. 17, 17); καταφάσκει καὶ ἐπινεύει λέγων „Ναί, ἰδοὺ Σάρρα ἡ
γυνή σου τέξεταί σοι υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον“ (ib. 19).131
LA
.

3

.

86

τί οὖν ἐστι τὸ καὶ τοῦτον πρὸ τῆς γενέσεως ἐπαινεῖσθαι πεποιηκός; ἔνια τῶν ἀγαθῶν γενόμενα καὶ παρόντα ὠφελεῖ, οἷον ὑγίεια, εὐαισθησία, πλοῦτος εἰ τύχοι, δόξα—λεγέσθω γὰρ καὶ ταῦτα καταχρηστικώτερον ἀγαθά—, ἔνια δ’ οὐ γενόμενα μόνον ἀλλὰ καὶ θεσπισθέντα ὅτι γενή‐
5σεται, ὥσπερ ἡ χαρὰ—εὐπάθεια ψυχῆς ἐστιν ἥδε—[γὰρ] οὐχ ὅταν παροῦσα δραστηρίως ἐνεργῇ μόνον εὐφραίνει, ἀλλὰ καὶ ὅταν ἐλπίζηται προγανοῖ· ἐξαίρετον γὰρ καὶ τοῦτ’ ἔχει· τὰ μὲν ἄλλα ἀγαθὰ ἰδίᾳ ἐνερ‐ γεῖ, ἡ δὲ χαρὰ καὶ ἴδιον καὶ κοινὸν ἀγαθόν ἐστιν· ἐπιγίνεται γοῦν ἅπασι, χαίρομεν γὰρ καὶ ἐπὶ ὑγείᾳ καὶ ἐπ’ ἐλευθερίᾳ καὶ ἐπὶ τῇ τιμῇ
10καὶ ἐπὶ τοῖς ἄλλοις, ὥστε κυρίως εἰπεῖν μηδὲν εἶναι ἀγαθόν, ᾧ μὴ
LA
.

3

.

87

πρόσεστι χαρά. ἀλλ’ οὐ μόνον ἐπὶ προγεγενημένοις ἤδη τοῖς ἄλλοις ἀγαθοῖς καὶ παροῦσι χαίρομεν, ἀλλὰ καὶ ἐπὶ μέλλουσι καὶ προσδοκωμέ‐ νοις, οἷον ὅτε ἐλπίζομεν πλουτήσειν ἢ ἄρξειν ἢ ἐπαινεθήσεσθαι ἢ νόσων ἀπαλλαγὴν εὑρήσεσθαι ἢ εὐτονίας καὶ ῥώμης κοινωνήσειν ἢ ἐπιστήμονες
5ἀντ’ ἀνεπιστημόνων ἔσεσθαι, γεγήθαμεν οὐ μετρίως. ἐπειδὴ τοίνυν ἡ χαρὰ οὐ παροῦσα μόνον ἀλλὰ καὶ ἐλπιζομένη ἀναχεῖ τε καὶ εὐφραίνει τὴν ψυχήν, εἰκότως τὸν Ἰσαὰκ πρὶν γεννηθῆναι ὀνόματός τε καὶ δωρεᾶς μεγάλης ἠξίωσε· γέλως γὰρ ψυχῆς καὶ χαρὰ καὶ εὐφροσύνη διερμηνεύε‐
LA
.

3

.

88

ται οὗτος. πάλιν δὲ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ τὸν μὲν ἄρχοντα καὶ ἡγεμόνα καὶ δεσπότην τὸν δὲ Ἠσαῦ ὑπήκοον καὶ | δοῦλον ἔτι κατὰ γαστρὸς ὄντας φησὶν εἶναι· ὁ γὰρ ζῳοπλάστης θεὸς ἐπίσταται τὰ ἑαυτοῦ καλῶς δημιουργήματα καὶ πρὶν αὐτὰ εἰς ἄκρον διατορεῦσαι, τάς τε δυνά‐
5μεις, αἷς αὖθις χρήσονται, καὶ συνόλως τὰ ἔργα τούτων καὶ πάθη. ἐπειδὴ γὰρ πορεύεται ἡ ὑπομονητικὴ ψυχὴ Ῥεβέκκα πυθέσθαι παρὰ θεοῦ, ἀποκρίνεται αὐτῇ, ὅτι „δύο ἔθνη ἐν τῇ γαστρί σού ἐστι, καὶ δύο
λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ132
LA
.

3

.

89

μείζων δουλεύσει τῷ ἐλάσσονι“ (Gen. 25, 23). φύσει γὰρ δοῦλον παρὰ θεῷ τὸ φαῦλον καὶ ἄλογον, ἡγεμονικὸν δὲ καὶ ἐλεύθερον τὸ ἀστεῖον καὶ λογικὸν καὶ ἄμεινον, καὶ οὐχ ὅταν ἤδη γένηται ἐν τῇ ψυχῇ τέλειον ἑκάτερον, ἀλλὰ κἂν ἐνδοιάζηται· ὅλως γὰρ καὶ μικρά τις αὖρα τῆς ἀρε‐
5τῆς ἀρχὴν καὶ ἡγεμονίαν, οὐκ ἐλευθερίαν μόνον, ἐμφαίνει, καὶ ἔμπαλιν ἡ τυχοῦσα κακίας γένεσις δουλοῖ τὸν λογισμόν, κἂν μήπω τέλειον αὐτῆς
LA
.

3

.

90

ἐκφοιτήσῃ τὸ γέννημα. τί δὲ παθὼν ὁ αὐτὸς οὗτος Ἰακώβ, τοῦ Ἰωσὴφ τοὺς δύο υἱοὺς προσαγαγόντος τὸν πρεσβύτερον Μανασσῆν καὶ τὸν νεώτερον Ἐφραΐμ, ἐναλλάττει τὰς χεῖρας καὶ τὴν μὲν δεξιὰν ἐπιτί‐ θησι τῷ νεωτέρῳ Ἐφραΐμ, τὴν δ’ εὐώνυμον τῷ πρεσβυτέρῳ Μανασσῇ,
5καὶ βαρὺ τὸ πρᾶγμα ἡγησαμένου τοῦ Ἰωσὴφ καὶ οἰηθέντος τὸν πατέρα ἄκοντα σφαλῆναι περὶ τὴν τῶν χειρῶν ἐπίθεσιν, φησίν· οὐ διήμαρτον, ἀλλ’ „οἶδα, τέκνον, οἶδα, καὶ οὗτος ἔσται εἰς λαὸν καὶ οὗτος ὑψωθήσε‐ ται, ἀλλ’ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται“ (Gen.
LA
.

3

.

91

48, 19). τί οὖν χρὴ λέγειν ἢ τοῦτο, ὅτι δύο φύσεις ἐδημιουργήθησαν ἐν ψυχῇ ὑπὸ θεοῦ σφόδρα ἀναγκαῖαι, μνήμη τε καὶ ἀνάμνησις; ἀμεί‐ νων μὲν ἡ μνήμη, χείρων δὲ ἡ ἀνάμνησις· ἡ μὲν γὰρ ἐναύλους ἔχει καὶ ἐναργεῖς τὰς καταλήψεις, ὡς μηδὲ ἀγνοίᾳ διαμαρτεῖν, ἀναμνήσεως
LA
.

3

.

92

δὲ λήθη πάντως προηγεῖται, πηρὸν καὶ τυφλὸν πρᾶγμα. πρεσβύτερον δὲ τὸ χεῖρον ἡ ἀνάμνησις εὑρίσκεται μνήμης τοῦ κρείττονος· *** συνεχὲς καὶ ἀδιάστατον· οἱ γὰρ πρῶτον εἰς τὰς τέχνας εἰσαγόμενοι περικρατῆσαι τῶν εἰς αὐτὰς θεωρημάτων ἀδυνατοῦμεν εὐθύς· λήθῃ οὖν κατ’ ἀρχὰς
5χρώμενοι πάλιν ἀναμιμνῃσκόμεθα, ἕως ἐκ τοῦ πολλάκις μὲν ἐκλαθέσθαι πολλάκις δὲ ἀναμνησθῆναι βέβαιος αὖθις μνήμη κρατήσει, παρὸ καὶ νεω‐
LA
.

3

.

93

τέρα—ὀψίγονος γάρ ἐστι—συνίσταται τῆς ἀναμνήσεως. συμβολικῶς οὖν ὁ μὲν Ἐφραῒμ λέγεται μνήμη, καρποφορία γὰρ ἑρμηνεύεται, τῆς τοῦ φιλομαθοῦς ψυχῆς τὸν οἰκεῖον 〈καρπὸν〉 ἐνηνοχυίας, ὁπότε | διὰ μνήμης ἔχοι βεβαιοῦν τὰ θεωρήματα· ὁ δὲ Μανασσῆς ἀνάμνησις, μετα‐
5ληφθεὶς γὰρ „ἐκ λήθησ“ εἶναι λέγεται, ὁ δὲ λήθην ἐκφεύγων ἀναμιμνῄ‐ σκεται πάντως. ὀρθότατα οὖν ὁ πτερνιστὴς τῶν παθῶν καὶ ἀσκητὴς ἀρετῆς Ἰακὼβ δεξιοῦται τὴν καρποφόρον μνήμην Ἐφραΐμ, δευτερείων133
LA
.

3

.

94

δὲ ἀξιοῖ τὴν ἀνάμνησιν Μανασσῆν. καὶ Μωυσῆς μέντοι τῶν θυόντων τὸ Φασὲκ τοὺς μὲν 〈τὸ〉 πρότερον θύσαντας μάλιστα ἐπαινεῖ, ὅτι δια‐ βάντες ἀπὸ τῶν παθῶν Αἰγύπτου ἐπέμειναν τῇ διαβάσει καὶ οὐχ ὥρ‐ μησαν ἔτι ἐπ’ αὐτά, τοὺς δὲ τὸ δεύτερον δευτερείων ἀξιοῖ (Num. 9, 6 ss.),
5τραπέντες γὰρ ἀνέδραμον τὴν τροπὴν καὶ ὥσπερ ἐπιλαθόμενοι τῶν πρακτέων πάλιν ἐπὶ τὸ πράττειν ὥρμησαν αὐτά, οἱ δὲ πρότεροι ἄτρεπτοι διετέλεσαν. ἔοικεν οὖν τοῖς μὲν τὸ δεύτερον Πάσχα θύουσιν ὁ ἐκ λήθης
LA
.

3

.

95

Μανασσῆς, τοῖς δὲ τὸ πρότερον ὁ καρποφόρος Ἐφραΐμ. ὅθεν καὶ Βεσελεὴλ ἀνακαλεῖ ὁ θεὸς ἐξ ὀνόματος καί φησιν αὐτῷ δωρήσασθαι σοφίαν καὶ ἐπιστήμην, καὶ δημιουργὸν αὐτὸν καὶ ἀρχιτέκτονα πάντων τῶν τῆς σκηνῆς, τουτέστι τῶν τῆς ψυχῆς ἔργων, ἀποδείξειν (Exod. 31, 2 ss.),
5μηδὲν ἔργον, ὃ κἂν ἐπαινέσειέ τις, προϋποδείξας αὐτοῦ. λεκτέον οὖν ὅτι καὶ τοῦτο τὸ σχῆμα τῇ ψυχῇ ἐντετύπωκεν ὁ θεὸς νομίσματος δοκί‐ μου τρόπον. τίς οὖν ἐστιν ὁ χαρακτὴρ εἰσόμεθα, ἐὰν τὴν ἑρμηνείαν
LA
.

3

.

96

πρότερον τοῦ ὀνόματος ἀκριβώσωμεν. ἑρμηνεύεται οὖν Βεσελεὴλ ἐν σκιᾷ θεοῦ· σκιὰ θεοῦ δὲ ὁ λόγος αὐτοῦ ἐστιν, ᾧ καθάπερ ὀργάνῳ προσχρησάμενος ἐκοσμοποίει. αὕτη δὲ ἡ σκιὰ καὶ τὸ ὡσανεὶ ἀπεικό‐ νισμα ἑτέρων ἐστὶν ἀρχέτυπον· ὥσπερ γὰρ ὁ θεὸς παράδειγμα τῆς
5εἰκόνος, ἣν σκιὰν νυνὶ κέκληκεν, οὕτως ἡ εἰκὼν ἄλλων γίνεται παρά‐ δειγμα, ὡς καὶ ἐναρχόμενος τῆς νομοθεσίας ἐδήλωσεν εἰπών· „καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ’ εἰκόνα θεοῦ“ (Gen. 1, 27), ὡς τῆς μὲν εἰκόνος κατὰ τὸν θεὸν ἀπεικονισθείσης, τοῦ δὲ ἀνθρώπου | κατὰ
LA
.

3

.

97

τὴν εἰκόνα λαβοῦσαν δύναμιν παραδείγματος. τίς οὖν ὁ ἐπιγινό‐ μενος χαρακτήρ, θεασώμεθα. ἐζήτησαν οἱ πρῶτοι, πῶς ἐνοήσαμεν τὸ θεῖον, εἶθ’ οἱ δοκοῦντες ἄριστα φιλοσοφεῖν ἔφασαν, ὅτι ἀπὸ τοῦ κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ τῶν ἐνυπαρχουσῶν τούτοις δυνάμεων ἀντίληψιν
LA
.

3

.

98

ἐποιησάμεθα τοῦ αἰτίου· ὥσπερ γάρ, εἴ τις ἴδοι δεδημιουργημένην οἰκίαν ἐπιμελῶς προπυλαίοις στοαῖς ἀνδρῶσι γυναικωνίτισι τοῖς ἄλλοις οἰκοδο‐
μήμασιν, ἔννοιαν λήψεται τοῦ τεχνίτου—οὐ γὰρ ἄνευ τέχνης καὶ δη‐ μιουργοῦ νομιεῖ τὴν οἰκίαν ἀποτελεσθῆναι—, τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ134
5πόλεως καὶ νεὼς καὶ παντὸς ἐλάττονος ἢ μείζονος κατασκευάσματος,
LA
.

3

.

99

οὕτως δὴ καὶ εἰσελθών τις ὥσπερ εἰς μεγίστην οἰκίαν ἢ πόλιν τόνδε τὸν κόσμον καὶ θεασάμενος οὐρανὸν μὲν ἐν κύκλῳ περιπολοῦντα καὶ πάντα ἐντὸς συνειληφότα, πλανήτας δὲ καὶ ἀπλανεῖς ἀστέρας κατὰ ταὐτὰ καὶ ὡσαύτως κινουμένους ἐμμελῶς τε καὶ ἐναρμονίως καὶ τῷ παντὶ
5ὠφελίμως, γῆν δὲ τὸν μέσον χῶρον λαχοῦσαν, ὕδατός τε καὶ ἀέρος χύσεις ἐν μεθορίῳ τεταγμένας, ἔτι δὲ ζῷα θνητά τε αὖ καὶ ἀθάνατα καὶ φυτῶν καὶ καρπῶν διαφοράς, λογιεῖται δήπου, ὅτι ταῦτα οὐκ ἄνευ τέχνης παντελοῦς δεδημιούργηται, ἀλλὰ καὶ ἦν καὶ ἔστιν ὁ τοῦδε τοῦ παντὸς δημιουργὸς ὁ θεός. οἱ δὴ οὕτως ἐπιλογιζόμενοι διὰ σκιᾶς
10τὸν θεὸν καταλαμβάνουσι, διὰ τῶν ἔργων τὸν τεχνίτην κατανοοῦντες.
LA
.

3

.

100

ἔστι δέ τις τελεώτερος καὶ μᾶλλον κεκαθαρμένος νοῦς τὰ με‐ γάλα μυστήρια μυηθείς, ὅστις οὐκ ἀπὸ τῶν γεγονότων τὸ αἴτιον γνω‐ ρίζει, ὡς ἂν ἀπὸ σκιᾶς τὸ μένον, ἀλλ’ ὑπερκύψας τὸ γενητὸν ἔμφασιν ἐναργῆ τοῦ ἀγενήτου λαμβάνει, ὡς ἀπ’ αὐτοῦ αὐτὸν καταλαμβάνειν καὶ
LA
.

3

.

101

τὴν σκιὰν αὐτοῦ, ὅπερ ἦν τόν τε λόγον καὶ τόνδε τὸν κόσμον. οὗτός ἐστι Μωυσῆς ὁ λέγων „Ἐμφάνισόν μοι σαυτόν, γνωστῶς ἴδω σε“ (Exod. 33, 13)· μὴ γὰρ ἐμφανισθείης μοι δι’ οὐρανοῦ ἢ γῆς ἢ ὕδατος ἢ ἀέρος ἤ τινος ἁπλῶς τῶν ἐν γενέσει, μηδὲ κατοπτρισαίμην ἐν ἄλλῳ
5τινὶ τὴν σὴν ἰδέαν ἢ ἐν σοὶ τῷ θεῷ, αἱ γὰρ ἐν γενητοῖς ἐμφάσεις δια‐ λύονται, αἱ δὲ ἐν τῷ ἀγενήτῳ μόνιμοι καὶ βέβαιοι καὶ ἀίδιοι 〈ἂν〉 δια‐ τελοῖεν. διὰ τοῦτο Μωυσῆν ἀνακέκληκε καὶ ἐλάλησεν αὐτῷ ὁ θεός.
LA
.

3

.

102

καὶ Βεσελεὴλ ἀνακέκληκεν, ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ τὸν μὲν τὴν ἔμφασιν τοῦ θεοῦ λαμβάνοντα ἀπ’ αὐτοῦ τοῦ αἰτίου, τὸν δὲ ὥσπερ ἀπὸ σκιᾶς τῶν γενομένων τὸν τεχνίτην ἐξ ἐπιλογισμοῦ κατανοοῦντα. διὰ τοῦθ’ εὑρήσεις τὴν σκηνὴν καὶ τὰ σκεύη πάντα αὐτῆς πρότερον μὲν ὑπὸ
5Μωυσέως, αὖθις δ’ ὑπὸ | Βεσελεὴλ κατασκευαζόμενα· Μωυσῆς μὲν γὰρ τὰ ἀρχέτυπα τεχνιτεύει, Βεσελεὴλ δὲ τὰ τούτων μιμήματα· χρῆ‐
ται μὲν γὰρ Μωυσῆς ὑφηγητῇ τῷ θεῷ, ὥς φησι· „κατὰ τὸ παρά‐ δειγμα τὸ δεδειγμένον σοι ἐν τῷ ὄρει πάντα ποιήσεισ“ (Exod. 25, 40),135
LA
.

3

.

103

Βεσελεὴλ δὲ Μωυσεῖ· καὶ εἰκότως· καὶ γὰρ ὅτε Ἀαρὼν ὁ λόγος καὶ Μαριὰμ ἡ αἴσθησις ἐπανίστανται, ῥητῶς ἀκούουσιν ὅτι, „ἐὰν γένηται προφήτης κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσεται“ καὶ ἐν σκιᾷ ὁ θεός, οὐκ ἐναργῶς, Μωυσεῖ δέ, ὅστις „πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ, στόμα κατὰ
5στόμα λαλήσει, ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων“ (Num. 12, 6—8).
LA
.

3

.

104

ἐπειδὴ τοίνυν δύο φύσεις εὕρομεν γενομένας καὶ πλαττομένας καὶ ἄκρως τετορευμένας ὑπὸ θεοῦ, τὴν μὲν ἐξ ἑαυτῆς βλαβερὰν καὶ ἐπίληπτον καὶ κατάρατον, τὴν δὲ ὠφέλιμον καὶ ἐπαινετήν, καὶ ἔχουσαν τὴν μὲν κίβδηλον, τὴν δὲ δόκιμον χαρακτῆρα, καλὴν καὶ ἁρμόττουσαν
5εὐχὴν εὐξώμεθα, ἣν καὶ Μωυσῆς, „ἵν’ ἡμῖν ἀνοίξῃ ὁ θεὸς τὸν ἑαυτοῦ θησαυρὸν“ (Deut. 28, 12) καὶ τὸν μετάρσιον καὶ ἐγκύμονα θείων φώ‐ των λόγον, ὃν δὴ κέκληκεν οὐρανόν, τοὺς δὲ τῶν κακῶν ἐπισφίγξῃ.
LA
.

3

.

105

εἰσὶ γὰρ ὥσπερ ἀγαθῶν οὕτω καὶ κακῶν παρὰ τῷ θεῷ θησαυροί, ὡς ἐν μεγάλῃ φησὶν ᾠδῇ· „οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ’ ἐμοί, καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου, ἐν ἡμέρᾳ ἐκδικήσεως, ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν“ (Deut. 32, 34. 35); ὁρᾷς ὅτι κακῶν εἰσι
5θησαυροί· καὶ ὁ μὲν τῶν ἀγαθῶν εἷς—ἐπεὶ γὰρ ὁ θεὸς εἷς, καὶ ἀγαθῶν θησαυρὸς 〈εἷσ〉—, πολλοὶ δὲ τῶν κακῶν, ὅτι καὶ οἱ ἁμαρτά‐ νοντες ἄπειροι τὸ πλῆθος. ἀλλὰ καὶ ἐν τούτῳ σκόπει τὴν τοῦ ὄντος ἀγαθότητα· τὸν μὲν τῶν ἀγαθῶν θησαυρὸν ἀνοίγει, τοὺς δὲ τῶν κακῶν ἐπισφίγγει· θεοῦ γὰρ ἴδιον τὰ μὲν ἀγαθὰ προτείνειν καὶ φθάνειν δω‐
LA
.

3

.

106

ρούμενον, τὰ δὲ κακὰ μὴ ῥᾳδίως ἐπάγειν. Μωυσῆς δὲ καὶ ἐπιτείνων τὸ τοῦ θεοῦ φιλόδωρον καὶ χαριστικὸν οὐ μόνον ἐν τῷ ἄλλῳ χρόνῳ φησὶ τοὺς θησαυροὺς τῶν κακῶν ἐσφραγίσθαι, ἀλλὰ καὶ ὅταν ἡ ψυχὴ
σφαλῇ κατὰ τὴν βάσιν τοῦ ὀρθοῦ λόγου, ὁπότε καὶ ἄξιον ἦν αὐτὴν136
5δίκης ἀξιοῦσθαι· 〈ἐν〉 ἡμέρᾳ γάρ φησιν ἐκδικήσεως ἐσφραγίσθαι τοὺς τῶν κακῶν θησαυρούς, δεικνύντος τοῦ ἱεροῦ λόγου, ὅτι οὐδὲ τοῖς ἁμαρ‐ τάνουσιν εὐθὺς ἐπέξεισιν ὁ θεός, ἀλλὰ δίδωσι χρόνον εἰς μετάνοιαν καὶ τὴν τοῦ σφάλματος ἴασίν τε καὶ ἐπανόρθωσιν.
LA
.

3

.

107

„Καὶ εἶπε κύριος ὁ θεὸς τῷ ὄφει Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆσ“ (Gen. 3, 14). ὥσπερ ἡ χαρὰ εὐπάθεια οὖσα εὐχῆς ἐστιν ἐπαξία, οὕτως κατάρας ἡδονή, τὸ πάθος, ἡ μεταθεῖσα τοὺς ὅρους τῆς ψυχῆς καὶ κατα‐
5σκευάσασα αὐτὴν ἀντὶ φιλαρέτου | φιλοπαθῆ· φησὶ δὲ Μωυσῆς ἐν ταῖς ἀραῖς, ἐπικατάρατον εἶναι τὸν μετατιθέντα τὰ ὅρια τοῦ πλησίον (Deut. 27, 17)· ὅρον γὰρ ἔθηκε καὶ νόμον ὁ θεὸς τὴν ἀρετὴν τῇ ψυχῇ, τὸ τῆς ζωῆς ξύλον· τοῦτον δὲ μετατέθεικεν 〈ὁ〉 πήξας ὅρον κακίαν, ξύλον
LA
.

3

.

108

θανάτου. „ἐπικατάρατος μέντοι καὶ ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ“ (Deut. 27, 18), „καὶ ὁ τύπτων τὸν πλησίον δόλῳ“ (ib. 24). καὶ ταῦτα δ’ ἐργάζεται ἡ ἀθεωτάτη ἡδονή· τυφλὸν γὰρ φύσει ἡ αἴσθησις ἅτε ἄλογος οὖσα, ἐπεὶ τὸ λογικὸν ἐξομματοῦται· παρὸ καὶ μόνῳ τούτῳ τὰ πράγματα
5καταλαμβάνομεν, αἰσθήσει δ’ οὐκέτι, μόνα γὰρ τὰ σώματα φαντα‐
LA
.

3

.

109

σιούμεθα δι’ αἰσθήσεως. τὴν οὖν πηρὰν αἴσθησιν τῆς τῶν πραγμάτων ἀντιλήψεως ἐξηπάτηκεν, εἴ γε δυναμένην ἐπὶ νοῦν τρέπεσθαι καὶ ἡνιο‐ χεῖσθαι ὑπ’ αὐτοῦ κεκώλυκεν, ἐπὶ τὸ ἐκτὸς αἰσθητὸν ἀγαγοῦσα καὶ λίχνον αὐτὴν ἀπεργασαμένη τοῦ ἑαυτῆς ποιητικοῦ, ἵνα ἡ μὲν αἴσθησις πηρὸς
5οὖσα ἀκολουθῇ τυφλῷ ποδηγῷ τῷ αἰσθητῷ, ὁ δὲ νοῦς, ὑπ’ ἀμφοτέρων ποδηγούμενος οὐ βλεπόντων, ἐκτραχηλίζηται καὶ ἀκρατὴς ἑαυτοῦ γίνηται.
LA
.

3

.

110

εἰ γάρ τις ἦν τοῦ κατὰ φύσιν ἀκολουθία, τῷ βλέποντι λογισμῷ τὰ πηρὰ ἐχρῆν ἕπεσθαι, οὕτως γὰρ ἂν τὰ βλαβερὰ ἐπεκουφίζετο· νυνὶ δὲ τοσοῦ‐ τον ἔστησε μηχάνημα κατὰ τῆς ψυχῆς, ὥστε ἡγεμόσιν αὐτὴν χρῆσθαι τυφλοῖς ἠνάγκασε, παρακρουσαμένη καὶ ἀναπείσασα κακῶν ἀρετὴν ἀλλάξαι
5καὶ ἀντιδοῦναι πονηρῶν ἀκακίαν. ἀπείρηκε δὲ καὶ τὴν τοιαύτην ἀντίδοσιν ὁ ἱερὸς λόγος, ὅταν φῇ· „οὐκ ἀλλάξεις καλὸν πονηρῷ“ (Lev.137
LA
.

3

.

111

27, 33). ἐπικατάρατος δὴ διὰ ταῦτα ἡ ἡδονή. ἃ δὲ καταρᾶται αὐτῇ, ἴδωμεν ὡς προσφυᾶ. ἀπὸ πάντων φησὶ τῶν κτηνῶν ἐπάρατον εἶναι (Gen. 3, 14). οὐκοῦν κτηνῶδες μέν ἐστι τὸ ἄλογον καὶ αἰσθητικόν, ἑκάστη δὲ αἴσθησις ἡδονῇ καταρᾶται ὡς πολεμιωτάτῃ καὶ ἐχθίστῃ·
5καὶ γάρ ἐστι τῷ ὄντι πολέμιος αἰσθήσει· τεκμήριον δέ, ὅταν ἡδονῆς ἀμέτρου κορεσθῶμεν, οὔθ’ ὁρᾶν οὔτ’ ἀκούειν οὔτ’ ὀσφραίνεσθαι οὔτε γεύεσθαι οὔθ’ ἅπτεσθαι εἱλικρινῶς δυνάμεθα, ἀλλ’ ἀμυδρὰς καὶ ἀσθενεῖς
LA
.

3

.

112

ποιούμεθα τὰς προσβολάς. καὶ τοῦτο μέν, ὅταν ἐπίσχωμεν τὴν χρῆσιν αὐτῆς, πάσχομεν· ἐν αὐταῖς δ’ ὄντες ταῖς τῆς ἡδονῆς ἀπολαύσεσι κατὰ τὸ παντελὲς καὶ τὴν διὰ τῶν συνεργουσῶν αἰσθήσεων ἀντίληψιν ἀφαι‐ ρούμεθα, ὡς δοκεῖν πεπηρῶσθαι. πῶς οὖν οὐκ ἂν εἰκότως ἀρὰς θεῖτο
LA
.

3

.

113

αἴσθησις τῇ πηρούσῃ αὐτὴν ἡδονῇ; | ἐπικατάρατος δέ ἐστι καὶ παρὰ πάντα τὰ θηρία, λέγω δὴ τὰ πάθη τῆς ψυχῆς, τούτοις γὰρ νοῦς τιτρώσκεται καὶ διαφθείρεται. διὰ τί οὖν καὶ τῶν ἄλλων παθῶν χείρων εἶναι δοκεῖ; ὅτι σχεδὸν ὑποβέβληται πᾶσιν, ὥσπερ τις ἀρχὴ καὶ θεμέλιος·
5ἥ τε γὰρ ἐπιθυμία γέγονε δι’ ἔρωτος ἡδονῆς, ἥ τε λύπη συνίσταται κατὰ τὴν ταύτης ἀφαίρεσιν, φόβος τε αὖ γεννᾶται δι’ εὐλάβειαν ἀπου‐ σίας αὐτῆς· ὥστε δῆλον εἶναι, ὅτι πάντα ἐφορμεῖ τὰ πάθη τῇ ἡδονῇ, καὶ οὐδ’ ἂν συνέστη τὸ παράπαν ἴσως ἐκεῖνα, εἰ μὴ προκατεβλήθη τὸ οἰστικὸν αὐτῶν ἡδονή.
LA
.

3

.

114

„Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ“ (Gen. 3, 14). περὶ γὰρ ταῦτα φωλεύει τὰ μέρη τὸ πάθος, τά τε στέρνα καὶ τὴν γα‐ στέρα, ὅταν μὲν ἔχῃ τὰ ποιητικὰ καὶ τὰς ὕλας ἡ ἡδονή, περὶ τὴν γα‐ στέρα καὶ τὰ μετ’ αὐτήν, ὅταν 〈δ’〉 ἀπορῇ, περὶ τὰ στήθη, ὅπου ὁ θυμός·
5οἱ γὰρ φιλήδονοι στερόμενοι τῶν ἡδονῶν ὀργίζονται καὶ παραπικραίνον‐
LA
.

3

.

115

ται. ἔτι δὲ ἀκριβέστερον ἴδωμεν τὸ δηλούμενον. τριμερῆ συμβέβηκε τὴν ψυχὴν ἡμῶν εἶναι καὶ ἔχειν μέρος μὲν ἓν λογιστικόν, δεύτερον δὲ θυμικόν, τρίτον δὲ ἐπιθυμητικόν. ἔνιοι μὲν οὖν τῶν φιλοσόφων τὰ μέρη ταῦτα δυνάμει μόνον διέκριναν ἀλλήλων, τινὲς δὲ καὶ τόποις· εἶτα ἔνει‐
5μαν τῷ μὲν λογιστικῷ τὸν περὶ κεφαλὴν χῶρον εἰπόντες, ὅπου ὁ βασι‐ λεύς, ἐκεῖ καὶ οἱ δορυφόροι, δορυφόροι δὲ αἱ αἰσθήσεις τοῦ νοῦ περὶ
κεφαλὴν οὖσαι, ὥστε καὶ ὁ βασιλεὺς εἴη ἂν ἐκεῖ, ὥσπερ ἄκραν ἐν πόλει λαχὼν οἰκεῖν, τῷ δὲ θυμικῷ τὰ στέρνα, παρὸ καὶ τὴν φύσιν ὀχυρῶσαι τὸ μέρος πυκνότητι καὶ κραταιότητι συνεχῶν ὀστέων ὥσπερ138
10στρατιώτην ἀγαθὸν καθοπλίσασαν θώρακι καὶ ἀσπίδι πρὸς τὴν τῶν ἐναν‐ τιουμένων ἄμυναν, τῷ δὲ ἐπιθυμητικῷ τὸν περὶ τὸ ἦτρον καὶ τὴν κοι‐
LA
.

3

.

116

λίαν τόπον, ἐνταῦθα γὰρ κατοικεῖ ἐπιθυμία, ὄρεξις ἄλογος. ἐὰν οὖν ποτε ζητῇς, ὦ διάνοια, τίνα χῶρον ἡδονὴ κεκλήρωται, μὴ σκέπτου τὸν περὶ κεφαλὴν τόπον, ὅπου τὸ λογιστικόν, οὐ γὰρ μὴ εὑρήσεις, ἐπεὶ μάχεται ὁ λόγος τῷ πάθει καὶ ἐν ταὐτῷ μένειν οὐ δύναται· κρατοῦν‐
5τος μὲν γὰρ λόγου φροῦδος ἡ ἡδονή, νικώσης δὲ ἡδονῆς φυγὰς ὁ λόγος· ζήτει δ’ ἐν στήθει καὶ κοιλίᾳ, ὅπου ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, μέρη τοῦ ἀλόγου· ἐν αὐτῷ γὰρ εὑρίσκεται καὶ ἡ κρίσις ἡ ἡμετέρα καὶ τὰ πάθη.
LA
.

3

.

117

οὐ κεκώλυται οὖν νοῦς ἐκβὰς τῶν νοητῶν καὶ οἰκείων ἐπιβολῶν ἐκδο‐ θῆναι τῷ χείρονι· τοῦτο δὲ συμβαίνει, ὅταν ὁ ψυχῆς κρατήσῃ πόλεμος· ἀνάγκη γὰρ δορυάλωτον γίνεσθαι τὸν μὴ μάχιμον | ἀλλ’ εἰρηναῖον [τὸν]
LA
.

3

.

118

ἐν ἡμῖν λογισμόν. εἰδὼς γοῦν ὁ ἱερὸς λόγος ὅσον ἡ ἑκατέρου δύναται ὁρμὴ πάθους, θυμοῦ τε καὶ ἐπιθυμίας, ἑκάτερον ἐπιστομίζει, ἡνίοχον καὶ κυβερνήτην ἐφιστὰς τὸν λόγον. καὶ πρότερον περὶ τοῦ θυμοῦ, θεραπεύων αὐτὸν καὶ ἰώμενος, διαλέγεται οὕτως· „καὶ ἐπιθή‐
5σεις ἐπὶ τὸ λόγιον τῶν κρίσεων τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρών, ὅταν εἰσέρχηται εἰς τὸ ἅγιον ἐναντίον
LA
.

3

.

119

κυρίου“ (Exod. 28, 26). λόγιον οὖν ἐστιν ἐν ἡμῖν τὸ φωνητήριον ὄρ‐ γανον, ὅπερ ἐστὶν ὁ γεγωνὼς λόγος· οὗτος δὲ ἢ ἀκριτόμυθός ἐστι καὶ ἀδόκιμος ἢ κεκριμένος καὶ δόκιμος· εἰς ἔννοιαν δ’ ἡμᾶς ἄγει λόγου τοῦ κατὰ διάκρισιν· τὸ γὰρ λόγιόν φησιν οὐ τὸ ἄκριτον ἢ κίβδηλον,
LA
.

3

.

120

ἀλλὰ τὸ τῶν κρίσεων, ἴσον τῷ διακεκριμένον καὶ ἐξητασμένον. τούτου δὲ τοῦ δοκίμου λόγου δύο ἀρετάς φησιν εἶναι τὰς ἀνωτάτω, σαφήνειαν καὶ ἀληθότητα, καὶ πάνυ ὀρθῶς· ὁ γὰρ λόγος τὸ μὲν πρῶτον παρῆκε τοῦ σαφῆ ποιῆσαι καὶ δῆλα τὰ πράγματα τῷ πλησίον, μὴ δυνηθέντων ἡμῶν
5τὸ ἐγγενόμενον τῇ ψυχῇ πάθος ὑπὸ τῶν ἐκτὸς ἐπιδείξασθαι οὐδ’ οἷον ἦν παραστῆσαι· διόπερ ἠναγκάσθημεν ἐλθεῖν ἐπὶ τὰ διὰ φωνῆς σύμ‐
βολα, ὀνόματα καὶ ῥήματα, ἃ δεῖ πάντως εἶναι γνώριμα, ἵνα σαφῶς καὶ ἐκδήλως ὁ πλησίον ἐκλάβηται· ἔπειτα τοῦ ἀληθῶς αὐτὰ ἀπαγγεῖλαι·139
LA
.

3

.

121

τί γὰρ ὄφελος τρανὴν μὲν καὶ σαφῆ τὴν ἑρμηνείαν ποιεῖσθαι, ψευδῆ δὲ ἄλλως; ἀνάγκη γὰρ οὕτως ἐχόντων ἀπατᾶσθαι τὸν ἀκροατὴν καὶ μεγίστην καρποῦσθαι συμφοράν, μετὰ ἀγνοίας ἀπαιδευσίαν· τί γάρ, ἂν λέγω τῷ παιδὶ τρανῶς καὶ σαφῶς δείξας τὸ ἄλφα στοιχεῖον ὅτι ἐστὶ γάμμα ἢ
5τὸ ἦτα ὅτι ἐστὶν ω; ἢ ὁ μουσικὸς λέγῃ τῷ πρῶτα εἰσαγομένῳ δεικνὺς τὸ ἐναρμόνιον ὅτι χρῶμά ἐστιν, ἢ τὸ χρωματικὸν ὅτι διατονικόν, ἢ τὴν ὑπάτην ὅτι μέση, ἢ τὸ συνημμένον ὅτι διεζευγμένον, ἢ τὴν ὑπερβολαίαν
LA
.

3

.

122

ὅτι προσλαμβανόμενος; τρανῶς μὲν ἴσως καὶ σαφῶς ἐρεῖ, οὐκ ἀληθῶς δέ, ἀλλὰ ταύτῃ κακίαν ἐργάσεται τὴν ἐν λόγῳ· ὅταν δὲ ἀμφότερα καὶ σαφήνειαν καὶ ἀληθότητα ποιῆται, ὠφέλιμον παρέξει τῷ μανθάνοντι τὸν λόγον, χρησάμενος ταῖς δυσὶν ἀρεταῖς αὐτοῦ, ἃς καὶ μόνας σχεδὸν
LA
.

3

.

123

εἶναι συμβέβηκέ που. φησὶν οὖν ἱδρῦσθαι τὸν |κεκριμένον λόγον ἔχοντα τὰς ἰδίας ἀρετὰς ἐπὶ τοῦ στήθους δηλονότι Ἀαρών, τουτέστιν ἐπὶ τοῦ θυμοῦ, ἵν’ οὗτος ἡνιοχῆται λόγῳ τὸ πρῶτον καὶ μὴ ὑπὸ τῆς ἑαυτοῦ ἀλογίας βλάπτηται, εἶτα δὲ σαφηνείᾳ, οὐ πέφυκε γὰρ ὁ θυμὸς
5σαφηνείας εἶναι φίλος· τῶν | γοῦν ὀργιζομένων οὐ μόνον ἡ διάνοια ἀλλὰ καὶ τὰ ῥήματα ταραχῆς καὶ συγχύσεως γέμει· οἰκεῖον οὖν ἦν τὴν τοῦ
LA
.

3

.

124

θυμοῦ ἀσάφειαν ἐπανορθωθῆναι σαφηνείᾳ· ἐπὶ τούτοις ἀληθότητι, μετὰ γὰρ τῶν ἄλλων καὶ τοῦτο ἔχει ὁ θυμὸς ἴδιον, τὸ ψεύδεσθαι· τῶν γοῦν χρωμένων τῷ πάθει τούτῳ σχεδὸν οὐδεὶς ἀληθεύει, ἅτε μέθῃ κεκρα‐ τημένος ψυχῆς, οὐ σώματος. ταῦτα ἀλεξιφάρμακα τοῦ θυμικοῦ μέρους
5ἐστί· λόγος, σαφήνεια λόγου, ἀλήθεια αὐτοῦ· ἓν γάρ ἐστι δυνάμει τὰ τρία, λόγος σὺν ἀρεταῖς ἀληθότητι καὶ σαφηνείᾳ θυμὸν νόσημα χαλεπὸν
LA
.

3

.

125

ψυχῆς ἰώμενος. τίνος οὖν ἐστι φέρειν ταῦτα; οὐχὶ τῆς ἐμῆς ἢ τῆς 〈τοῦ〉 τυχόντος διανοίας, ἀλλὰ τῆς ἱερωμένης καὶ θυούσης καθαρῶς, τῆς Ἀαρών· καὶ οὐδὲ ταύτης ἀεί, πολλάκις γὰρ τρέπεται, ἀλλ’ ὅταν ἀτρέπτως διάγῃ, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον, ὅταν συνεισπορεύηται
LA
.

3

.

126

ὁ λογισμὸς ταῖς ἁγίαις γνώμαις καὶ μὴ τούτων ἀποδιδράσκῃ. ἀλλὰ
πολλάκις συνεισέρχεται μὲν ὁ νοῦς εἰς ἱερὰς καὶ ὁσίους καὶ κεκαθαρ‐ μένας δόξας, ἀλλὰ ἀνθρωπείους ταύτας, οἷον τὰς περὶ τῶν καθηκόντων, τὰς περὶ τῶν κατορθωμάτων, τὰς περὶ τῶν θέσει νομίμων, τὰς περὶ140
5τῆς κατ’ ἀνθρώπους ἀρετῆς· οὐδ’ ὁ τοῦτον διακείμενος τὸν τρόπον ἱκανός ἐστι τὸ λόγιον φέρειν ἐπὶ τοῦ στήθους μετὰ τῶν ἀρετῶν, ἀλλὰ μόνος ὁ ἐναντίον κυρίου εἰσιών, τουτέστιν ὁ ἕνεκα θεοῦ πάντα πράττων καὶ μηδὲν τῶν μετὰ θεὸν ὑπερτιμῶν, ἀλλὰ νέμων μὲν καὶ τούτοις τὰ κατ’ ἀξίαν, μὴ ἱστάμενος μέντοι ἐπ’ αὐτῶν, ἀλλ’ ἀνατρέχων ἐπὶ τὴν
LA
.

3

.

127

γνῶσιν καὶ ἐπιστήμην καὶ τιμὴν τοῦ ἑνός· τῷ γὰρ οὕτως διακειμένῳ ἡνιοχηθήσεται ὁ θυμὸς ὑπό τε λόγου κεκαθαρμένου τὸ ἄλογον αὐτοῦ περιαιροῦντος καὶ ὑπὸ σαφηνείας τὸ ἀσαφὲς καὶ συγκεχυμένον θερα‐
LA
.

3

.

128

πευούσης καὶ ὑπὸ ἀληθότητος τὸ ψεῦδος ἀποκοπτούσης. ὁ μὲν οὖν Ἀαρὼν—δεύτερος γάρ ἐστι Μωυσῆ ἐκτέμνοντος τὸ στῆθος, ὅπερ ἐστὶ τὸν θυμόν—οὐκ ἐᾷ αὐτὸν ἀκρίτοις ὁρμαῖς ἐκφέρεσθαι, δεδιὼς μή ποτε ἀφεθεὶς ἵππου τρόπον ἀνασκιρτήσας ὅλην πατήσῃ τὴν ψυχήν,
5ἀλλὰ θεραπεύει καὶ ἐπιστομίζει τὸ μὲν πρῶτον λόγῳ, ἵνα ἡνιόχῳ χρώ‐ μενος ἀρίστῳ μὴ σφόδρα ἀφηνιάσῃ, ἔπειτα δὲ ταῖς ἀρεταῖς τοῦ λόγου, σαφηνείᾳ καὶ ἀληθείᾳ· εἰ γὰρ παιδευθείη ὁ θυμὸς οὕτως, ὥστε καὶ λόγῳ εἴκειν καὶ σαφηνείᾳ καὶ τὸ ἀψευδὲς ἀσκεῖν, ἑαυτόν τε τῆς πολ‐
LA
.

3

.

129

λῆς ζέσεως ἀπαλλάξει τήν θ’ ὅλην ψυχὴν ἵλεων κατασκευάσει. ἀλλ’ οὗτος μέν, ὡς ἔφην, ἔχων τὸ πάθος ἰᾶσθαι αὐτὸ πειρᾶται τοῖς λεχ‐ θεῖσι σωτηρίοις φαρμάκοις, Μωυσῆς δὲ ὅλον τὸν | θυμὸν ἐκτέμνειν καὶ ἀποκόπτειν οἴεται δεῖν τῆς ψυχῆς, οὐ μετριοπάθειαν ἀλλὰ συνόλως ἀπά‐
5θειαν ἀγαπῶν. μαρτυρεῖ δέ μου τῷ λόγῳ ὁ ἱερώτατος χρησμός· „λαβὼν“ γάρ φησι „Μωυσῆς τὸ στηθύνιον ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἐναν‐ τίον κυρίου ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, καὶ ἐγένετο Μωυσεῖ ἐν
LA
.

3

.

130

μερίδι“ (Lev. 8, 29)· πάνυ καλῶς· τοῦ γὰρ φιλαρέτου καὶ θεοφιλοῦς ἔργον ἦν τὴν ὅλην ψυχὴν θεασάμενον λαβέσθαι τοῦ στήθους, ὅπερ ἐστὶ τοῦ θυμοῦ, καὶ ἀφελεῖν αὐτὸν καὶ ἀποκόψαι, ἵνα τοῦ πολεμικοῦ μέρους ἐκτμηθέντος εἰρήνην τὸ λοιπὸν ἄγῃ. ἀφαιρεῖ δὲ οὐκ ἀπὸ τοῦ τυχόντος
5ζῴου, ἀλλ’ ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, καίτοι καὶ μόσχος ἱερουρ‐
γήθη· ἀλλὰ τοῦτον παρελθὼν ἐπὶ τὸν κριὸν ἦλθε, διότι κρουστικὸν φύσει ζῷόν ἐστι καὶ θυμικὸν καὶ ὁρμητικόν, παρὸ καὶ οἱ μηχανοποιοὶ141
LA
.

3

.

131

τὰ πολλὰ τῶν πολεμιστηρίων ὀργάνων κριοὺς κατασκευάζουσι. τὸ κριῶδες οὖν καὶ ὁρμητικὸν καὶ ἄκριτον ἐν ἡμῖν ἐστι τὸ ἐριστικὸν εἶδος· ἔρις δὲ μήτηρ ἐστὶ θυμοῦ· παρὸ καὶ οἱ φιλονεικότεροι ἔν τε ταῖς συζητή‐ σεσι κἀν ταῖς ἄλλαις ὁμιλίαις ῥᾷστα ὀργίζονται. τῆς οὖν ἐριστικῆς καὶ
5φιλονείκου ψυχῆς πλημμελὲς γέννημα θυμὸν ἐκτέμνει δεόντως, ἵνα στει‐ ρωθεῖσα παύσηται βλαβερὰ τίκτουσα καὶ γένηται μερὶς τοῦτο ἁρμόζουσα τῷ φιλαρέτῳ, οὐ τὸ στῆθος οὐδ’ ὁ θυμός, ἀλλὰ τὸ ἀφελεῖν αὐτά· μοῖραν γὰρ ὁ θεὸς ἔνειμεν ἀρίστην τῷ σοφῷ τὸ ἐκτέμνειν τὰ πάθη
LA
.

3

.

132

δύνασθαι. ὁρᾷς πῶς ὁ τέλειος τελείαν ἀπάθειαν αἰεὶ μελετᾷ. ἀλλ’ ὅ γε προκόπτων δεύτερος ὢν Ἀαρὼν μετριοπάθειαν, ὡς ἔφην, ἀσκεῖ, ἐκτε‐ μεῖν γὰρ ἔτι τὸ στῆθος καὶ τὸν θυμὸν ἀδυνατεῖ· φέρει δ’ ἐπ’ αὐτὸν τὸν ἡνίοχον σὺν ταῖς προσφυέσιν ἀρεταῖς λόγον, τὸ λόγιον, ἐφ’ οὗ δή‐
LA
.

3

.

133

λωσίς ἐστι καὶ ἀλήθεια. παραστήσει δὲ σαφέστερον τὴν διαφο‐ ρὰν καὶ διὰ τούτου· „τὸ γὰρ στηθύνιον“ φησί „τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν, καὶ ἔδωκα αὐτὰ Ἀαρὼν καὶ τοῖς υἱοῖς
LA
.

3

.

134

αὐτοῦ“ (Lev. 7, 24). ὁρᾷς ὅτι οὔκ εἰσιν οὗτοι ἱκανοὶ τὸ στῆθος μόνον λαβεῖν, ἀλλὰ σὺν τῷ βραχίονι, Μωυσῆς δὲ χωρὶς τοῦ βραχίονος. διὰ τί; ὅτι ὁ μὲν τέλειος ὢν βραχὺ καὶ ταπεινὸν οὐδὲν φρονεῖ οὐδὲ μετριο‐ παθεῖν βούλεται, ἀλλ’ ἐκ περιουσίας ὅλα τὰ πάθη δι’ ὅλων ἀπέκοψεν,
5οἱ δὲ βραχέως καὶ οὐ μεγάλως ὁρμῶσιν ἐπὶ τὸν τῶν παθῶν πόλεμον, ἀλλὰ καταλλάττονται καὶ σπονδὰς πρὸς αὐτὰ τίθενται τὸν συμβατήριον λόγον | προτείνοντες, ἵν’ οὗτος ἡνιόχου τρόπον ἐπιστομίζῃ τὴν ἐπὶ πλέον
LA
.

3

.

135

αὐτῶν φοράν. ἔστι δὲ καὶ σύμβολον ὁ βραχίων πόνου καὶ κακοπαθείας· τοιοῦτος δὲ ὁ θεραπευτὴς καὶ λειτουργὸς τῶν ἁγίων, ἀσκήσει καὶ πόνῳ χρώμενος· ἄπονος δ’ ἐστὶν ᾧ ὁ θεὸς χαρίζεται κατὰ πολλὴν περιουσίαν τὰ ἀγαθὰ τέλεια· βραχύτερος δ’ εὑρίσκεται καὶ ἀτελέστερος ὁ πόνῳ
5κτώμενος τὴν ἀρετὴν τοῦ ἀπόνως καὶ εὐμαρῶς αὐτὴν παρὰ θεοῦ λα‐ βόντος Μωυσῆ· ὡς γὰρ αὐτὸ τὸ πονεῖν βραχύτερον καὶ ἔλαττόν ἐστι τοῦ ἀπόνου, οὕτω καὶ τὸ ἀτελὲς τοῦ τελείου καὶ τὸ μανθάνον τοῦ αὐτο‐
μαθοῦς. διὰ τοῦτο σὺν μὲν βραχίονι λαμβάνει τὸ στῆθος Ἀαρών, ἄνευ142
LA
.

3

.

136

δὲ βραχίονος Μωυσῆς. τὸ στηθύνιον δὲ ἐπιθέματος καλεῖ διὰ τοῦτο, ὅτι ἐπικεῖσθαι δεῖ τῷ θυμῷ καὶ ἐφιδρῦσθαι τὸν λόγον ὡσανεί τινα ἡνίοχον εὐθύνοντα σκληραύχενα καὶ ἀφηνιαστὴν ἵππον· τὸν δὲ βραχίονα οὐκέτι ἐπιθέματος ἀλλ’ ἀφαιρέματος διὰ τόδε, ὅτι δεῖ τὸν ὑπὲρ ἀρετῆς
5πόνον μὴ ἑαυτῇ προσάγειν τὴν ψυχήν, ἀλλ’ ἀφελεῖν ἀφ’ ἑαυτῆς καὶ θεῷ ἀνενεγκεῖν, ὁμολογοῦσαν ὅτι οὐχ ἡ ἰσχὺς αὐτῆς οὐδὲ ἡ δύναμις
LA
.

3

.

137

περιεποίησε τὸ καλόν, ἀλλὰ ὁ καὶ τὸν ἔρωτα χαρισάμενος. οὔτε δὲ στηθύνιον οὔτε ὁ βραχίων λαμβάνεται πλὴν ἀπὸ τῆς θυσίας τοῦ σωτη‐ ρίου· κατὰ τὸ εἰκός· τότε γὰρ ἡ ψυχὴ σῴζεται, ὅταν καὶ ὁ θυμὸς ἡνιοχηθῇ ὑπὸ λόγου καὶ ὁ πόνος μὴ οἴησιν ἐγκατασκευάσῃ ἀλλὰ παρα‐
5χώρησιν τῷ εὐεργέτῃ θεῷ.
LA
.

3

.

138

Τὸ δὲ μὴ μόνον ἐπὶ τῷ στήθει ἀλλὰ καὶ τῇ κοιλίᾳ πορεύ‐ εσθαι τὴν ἡδονὴν εἴπομεν ἤδη, οἰκειότατον δηλοῦντες ἡδονῇ χωρίον τὴν γαστέρα, σχεδὸν γὰρ ἀγγεῖον τῶν ἡδονῶν ἁπασῶν αὕτη ἐστί· πληρω‐ θείσης γὰρ τῆς γαστρὸς ὀρέξεις καὶ τῶν ἄλλων ἡδονῶν γίνονται σύν‐
LA
.

3

.

139

τονοι, κενωθείσης δὲ ἠρεμαῖαι καὶ σταθηρότεραι. διὸ καί φησιν ἑτέ‐ ρωθι· „πᾶς ὁ πορευόμενος ἐπὶ κοιλίᾳ καὶ πᾶς ὁ πορευόμενος ἐπὶ τεσσάρων διὰ παντός, ὃς πολυπληθεῖ ποσίν, ἀκάθαρτός ἐστι“ (Lev. 11, 42)· τοιοῦτος δ’ ὁ φιλήδονος ἀεὶ χωρῶν ἐπὶ γαστέρα καὶ τὰς μετὰ ταύτην
5ἡδονάς. τῷ δὲ ἕρποντι ἐπὶ κοιλίαν τὸν ἐπὶ τεσσάρων βαδίζοντα ἥνωκεν· εἰκότως· τέτταρα γάρ ἐστι τὰ πάθη τῶν ἐν ἡδονῇ, ὥς τις κατ’ ἐξαί‐ ρετον λόγος μέμνηται. ἀκάθαρτος οὖν καὶ ὁ τῷ ἑνὶ χρώμενος τῇ ἡδονῇ
LA
.

3

.

140

καὶ ὁ πᾶσιν ἐφορμῶν τοῖς τέσσαρσι. τούτων εἰρημένων ἴδε διαφορὰν πάλιν τελείου καὶ προκόπτοντος. ὥσπερ οὖν πρότερον εὑρίσκετο ὁ μὲν τέλειος ὅλον ἐκτέμνων τὸν θυμὸν τῆς ἐριστικῆς ψυχῆς καὶ ποιῶν αὐτὴν τιθασὸν καὶ χειροήθη καὶ εἰρηναίαν καὶ ἵλεων πρὸς πάντα ἔργῳ τε καὶ
5λόγῳ, ὁ δὲ προκόπτων | οὐ δυνάμενος μὲν ἀποκόψαι τὸ πάθος—φέρει γὰρ τὸ στῆθος—, παιδεύων δὲ αὐτὸ λόγῳ κεκριμένῳ, ἔχοντι δύο ἀρετάς, σαφήνειαν καὶ ἀλήθειαν, οὕτως καὶ νῦν εὑρεθήσεται ὁ μὲν σοφὸς τέλειος ἡδονὰς ἀπορρυπτόμενος καὶ ἀποσειόμενος Μωυσῆς,
ὁ δὲ προκόπτων οὐχ ἅπασαν, ἀλλὰ τὴν μὲν ἀναγκαίαν καὶ ἁπλῆν προσιέ‐143
10μενος, τὴν δὲ περίεργον καὶ περιττὴν κατὰ τὰς ἐπεντρώσεις παραιτού‐
LA
.

3

.

141

μενος· ἐπὶ γὰρ Μωυσέως φησὶν οὕτως· „καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι τοῦ ὁλοκαυτώματοσ“ (Lev. 9, 14)· πάνυ καλῶς· ὅλην γὰρ τὴν ψυχὴν ἀξίαν οὖσαν θεῷ προσάγεσθαι διὰ τὸ μηδένα ἔχειν μήθ’ ἑκούσιον μήτ’ ἀκούσιον μῶμον ὁ σοφὸς καθαγιάζει· οὕτως δὲ δια‐
5κείμενος ὅλην τὴν γαστέρα καὶ τὰς αὐτῆς καὶ μετ’ αὐτὴν ἡδονὰς ἐκπλύνει καὶ ἀπολούεται καὶ ἀπορρύπτεται, οὐχὶ μέρος τι, ἀλλ’ οὕτω καταφρο‐ νητικῶς ἔσχηκεν αὐτῆς, ὥστε οὐδὲ τὰ ἀναγκαῖα σιτία ἢ ποτὰ προσίεται
LA
.

3

.

142

θεωρίᾳ τῶν θείων τρεφόμενος. διὸ καὶ ἐν ἑτέροις μαρτυρεῖται αὐτῷ· „τετταράκοντα ἡμέρας ἄρτου οὐκ ἔφαγε καὶ ὕδωρ οὐκ ἔπιεν“ (Exod. 34, 28), ὅτε ἐν τῷ θείῳ ὄρει γενόμενος χρησμῶν θεοῦ νομοθετοῦντος ἤκουεν. ἀλλ’ οὐ μόνον ὅλῃ τῇ γαστρὶ ἀποτάττεται, ἀλλὰ καὶ τοὺς
5πόδας αὐτῇ συναπορρύπτεται, τουτέστι τὰς ἐπιβάσεις τῆς ἡδονῆς·
LA
.

3

.

143

ἐπιβάσεις δὲ ἡδονῆς εἰσι τὰ ποιητικὰ αὐτῆς· ὁ [τε] γὰρ προκόπτων λέγε‐ ται τὰ ἐγκοίλια καὶ τοὺς πόδας λούειν (Lev. 1, 9), οὐ τὴν ὅλην κοι‐ λίαν· ἱκανὸς γὰρ οὐκ ἔστι πᾶσαν ἡδονὴν διώσασθαι, ἀγαπητὸν δέ, ἐὰν τὰ ἐγκοίλια αὐτῆς τουτέστι τὰ ἐπεντρώματα, ἅ φασιν οἱ φιλήδονοι ἐπι‐
5λεάνσεις εἶναί τινας τῶν προηγουμένων ἡδονῶν, ἃ γίνεται ὀψαρτυτῶν
LA
.

3

.

144

καὶ σιτοπόνων λίχνων περιεργίᾳ. καὶ προσεπιτείνει τὴν τοῦ *** προκόπτοντος μετριοπάθειαν τῷ τὸν μὲν ἄνευ προστάξεως παραιτεῖσθαι ὅλην τὴν γαστρὸς ἡδονήν, τὸν δὲ προκόπτοντα μετὰ προστάξεως· ἐπὶ μὲν γὰρ τοῦ σοφοῦ λέγεται οὕτως· „τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι
5ἔπλυνεν“ (Lev. 9, 14), ἀνεπικελεύστως κατὰ τὴν ἑκούσιον γνώμην, ἐπὶ δὲ τῶν ἱερέων οὕτως· „τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδασ“ οὐχὶ ἔπλυναν, ἀλλὰ „πλυνοῦσι“ (Lev. 1, 9)· σφόδρα παρατετηρημένως· δεῖ γὰρ τὸν μὲν τέλειον ἐξ ἑαυτοῦ κινεῖσθαι πρὸς τὰς κατ’ ἀρε‐ τὴν ἐνεργείας, τὸν δὲ ἀσκητὴν μετὰ τοῦ ὑφηγουμένου τὰ πρακτέα λόγου,
LA
.

3

.

145

ᾧ προστάττοντι πείθεσθαι καλόν. οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι Μωυσῆς | ὅλην τὴν κοιλίαν τουτέστι τὴν γαστρὸς ἐκπλήρωσιν παραιτούμενος σχεδὸν
καὶ τοῖς ἄλλοις πάθεσιν ἀποτάττεται, τοῦ νομοθέτου ἀπὸ μέρους ἑνὸς τὸ σύμπαν ἐναργῶς παριστάντος καὶ ἀπὸ τοῦ συνεκτικωτάτου περὶ τῶν144
5ἄλλων, ἐν οἷς ἡσύχασε, δυνάμει διεξιόντος· συνεκτικώτατον 〈γὰρ〉 ἡ γαστρὸς ἐκπλήρωσις καὶ ὡσανεὶ θεμέλιός τις τῶν ἄλλων παθῶν· οὐδὲν γοῦν ἐκείνων δύναται συστῆναι μὴ ἐπερειδόμενον γαστρί, ᾗ πάντα
LA
.

3

.

146

ἐφίδρυκεν ἡ φύσις. διὰ τοῦτο, γεννηθέντων τῶν ἐκ τῆς Λείας προτέ‐ ρων τῶν ψυχικῶν ἀγαθῶν καὶ στάντων ἐπὶ τῆς. ἐξομολογήσεως Ἰούδα (Gen. 29, 35), μέλλων ὁ θεὸς δημιουργεῖν καὶ τὰς σώματος προκοπὰς Βάλλαν τὴν Ῥαχὴλ παιδίσκην καὶ πρὸ τῆς δεσποίνης τίκτειν παρασκευά‐
5ζει· Βάλλα δ’ ἐστὶν ἐγκατάποσις· ᾔδει γὰρ ὅτι οὐδὲν τῶν σωματικῶν ἄνευ καταπόσεως καὶ γαστρὸς ὑποστῆναι δύναται, ἀλλὰ αὕτη κρατεῖ καὶ ἡγεμονεύει παντὸς τοῦ σώματος καὶ τοῦ κατὰ τὸ ζῆν ψιλὸν ὄγκου.
LA
.

3

.

147

παρατήρει δὲ πᾶσαν τὴν λεπτολογίαν, οὐδὲν γὰρ λεχθὲν παρέργως εὑρή‐ σεις. Μωυσῆς τὸ μὲν στηθύνιον ἀφαιρεῖται, τὴν δὲ κοιλίαν οὐκ ἀφαι‐ ρεῖ μὲν, πλύνει δέ (Lev. 8, 29. 9, 14)· διὰ τί; ὅτι ὁ τέλειος σοφὸς ὅλον μὲν τὸν θυμὸν ἰσχύει παραιτήσασθαι καὶ ἀποκόψαι ὀργῆς κατεξ‐
5αναστάς, τὴν δὲ κοιλίαν ἐκτεμεῖν ἀδυνατεῖ· τοῖς γὰρ ἀναγκαίοις σιτίοις καὶ ποτοῖς ἡ φύσις βιάζεται χρῆσθαι καὶ τὸν ὀλιγοδεέστατον καὶ καταφρονη‐ τικὸν αὐτῶν τῶν ἀναγκαίων καὶ ἀσιτίαν αὐτῶν μελετῶντα. πλυνέτω οὖν αὐτὴν καὶ καθαιρέτω ἀπὸ τῶν περιττῶν καὶ ἀκαθάρτων παρασκευῶν·
LA
.

3

.

148

ἱκανὴ γὰρ καὶ αὕτη παρὰ θεοῦ τῷ φιλαρέτῳ δωρεά. διὰ τοῦτο ἐπὶ τῆς ὑπονοηθείσης διεφθάρθαι ψυχῆς φησιν (Num. 5, 27), ὅτι ἂν μὲν ἀπολελοιπυῖα τὸν ὀρθὸν λόγον, ὅς ἐστιν ἀνὴρ νόμιμος, εὑρεθῇ προσ‐ κεχωρηκυῖα τῷ μιαίνοντι τὴν ψυχὴν πάθει, „πρησθήσεται τὴν γαστέρα“,
5ὅπερ ἦν, ἀπληρώτους καὶ ἀκορέστους ἕξει τὰς γαστρὸς ἡδονὰς καὶ ἐπι‐ θυμίας, καὶ οὐδέποτε παύσεται ἄπληστος οὖσα δι’ ἀπαιδευσίαν, ἀλλ’ ἀμυ‐
LA
.

3

.

149

θήτων ἐπιρρεόντων ἀίδιον ἕξει τὸ πάθος. οἶδα γοῦν πολλοὺς οὕτω πταίοντας περὶ τὴν τῆς γαστρὸς ἐπιθυμίαν, ὥστ’ ἐμέτοις χρησάμενοι πάλιν ἐπὶ τὸν ἄκρατον καὶ τἆλλα ὥρμησαν· οὐ γὰρ ἀναλογεῖ τοῖς σωμα‐ τικοῖς ὄγκοις ἡ τῆς ἀκράτορος ψυχῆς ἐπιθυμία, ἀλλ’ οἱ μὲν ἅτε ἀγγεῖα
5ὄντες μεμετρημένα ἄμετρον οὐδὲν προσίενται, ἀλλὰ τὸ περιττὸν ἐκβάλ‐ λουσιν, ἡ δὲ ἐπιθυμία πληροῦται μὲν οὐδέποτε, μένει δὲ ἐνδεὴς καὶ145
LA
.

3

.

150

διψαλέα ἀεί. | παρὸ καὶ τὸ ἀκόλουθον προστίθεται τῷ πρησθῆναι τὴν γαστέρα τὸ „διαπεσεῖν τὸν μηρόν“· διαπίπτει γὰρ τότε τῇ ψυχῇ καὶ ὁ σπερματικὸς καὶ γεννητικὸς τῶν καλῶν λόγος ὀρθός· „ἐὰν“ γοῦν φησι „μὴ μιανθῇ καὶ καθαρὰ 〈ᾖ〉, καὶ ἀθῷος ἔσται 〈καὶ〉 ἐκσπερματιεῖ
5σπέρμα“ (Num. 5, 28), ἐὰν ὑπὸ πάθους μὴ μιανθῇ, καθαρεύσῃ δὲ πρὸς τὸν νόμιμον ἄνδρα, τὸν ὑγιῆ καὶ ἡγεμόνα λόγον, γόνιμον ἕξει ψυχὴν καὶ καρποφόρον, φέρουσαν γέννημα φρονήσεως καὶ δικαιοσύνης
LA
.

3

.

151

καὶ τῆς συμπάσης ἀρετῆς. ἆρ’ οὖν ἡμᾶς ἐνδεδεμένους σώματι οἷόν τε σωματικαῖς ἀνάγκαις μὴ χρῆσθαι; καὶ πῶς ἔνεστιν; ἀλλ’ ὅρα. ὁ ἱεροφάντης τὸν τρόπον παραγγέλλει τῷ ἀγομένῳ ὑπὸ σωματικῆς χρείας αὐτῷ μόνῳ χρῆσθαι τῷ ἀναγκαίῳ. πρῶτον μέν φησι „τόπος ἔστω
5σοι ἔξω τῆς παρεμβολῆσ“ (Deut. 23, 12), παρεμβολὴν καλῶν τὴν ἀρε‐ τήν, ἐν ᾗ ἐστρατοπέδευκεν ἡ ψυχή· οὐ γὰρ δύναται τὸν αὐτὸν κρα‐
LA
.

3

.

152

τεῖν χῶρον φρόνησις καὶ σωματικῆς ἀνάγκης ἀπόλαυσις. εἶτα „ἐξε‐ λεύσῃ“ φησίν „ἐκεῖ ἔξω“· διὰ τί; ὅτι οὐ δύναται ἡ ψυχὴ καταμέ‐ νουσα μετὰ φρονήσεως καὶ ἐν τῷ οἴκῳ διατρίβουσα τῆς σοφίας χρῆσθαί τινι τῶν φίλων σώματος· τρέφεται γὰρ τότε θειοτέραις τροφαῖς ἐν
5ταῖς ἐπιστήμαις, δι’ ἃς καὶ τῆς σαρκὸς ἀμελεῖ· ἐπειδὰν γὰρ ἐξέλθῃ τῶν ἱερῶν ἀρετῆς οἴκων, τηνικαῦτα ἐπὶ τὰς τὸ σῶμα πλημμελούσας
LA
.

3

.

153

καὶ πιεζούσας ὕλας τρέπεται. πῶς οὖν αὐταῖς χρήσομαι; „πάσσαλος ἔστω σοι“ φησίν „ἐπὶ τῆς ζώνης σου, καὶ ὀρύξεις ἐν αὐτῷ“ (Deut. 23, 13), τουτέστι λόγος ἐπὶ τοῦ πάθους ἐξορύττων καὶ ἀναστέλλων καὶ ἀπαμφιεννὺς αὐτό· ἀνεζῶσθαι γὰρ βούλεται ἡμᾶς τὰ πάθη, ἀλλὰ μὴ
LA
.

3

.

154

ἀνειμένα καὶ κεχαλασμένα φορεῖν. διὸ καὶ ἐπὶ τῆς διαβάσεως αὐτῶν, ὃ καλεῖται Πάσχα, προστάττει τὰς „ὀσφῦς περιεζῶσθαι“ (Exod. 12, 11), ἤτοι συνεστάλθαι τὰς ἐπιθυμίας. πάσσαλος οὖν, τουτέστι λόγος, ἑπέ‐ σθω τῷ πάθει, κωλύων αὐτὸ χεῖσθαι· οὕτως γὰρ αὐτοῖς μόνοις χρη‐
LA
.

3

.

155

σόμεθα τοῖς ἀναγκαίοις, τῶν δὲ περιττῶν ἀφεξόμεθα. κἂν ἐν συνουσίαις ὄντες καὶ μέλλοντες εἰς ἀπόλαυσιν καὶ χρῆσιν τῶν παρεσκευ‐ ασμένων ἐλθεῖν σὺν λόγῳ παραγενώμεθα ὥσπερ ὅπλῳ τινὶ ἀμυντηρίῳ,
οὔτε πέραν τοῦ μετρίου σιτίων ἐμφορηθησόμεθα αἰθυιῶν τρόπον οὔτ’146
5ἀκράτου ἀμέτρου κορεσθέντες μέθῃ ληραίνειν ἀναγκαζούσῃ χρησόμεθα· ἐπιστομιεῖ γὰρ ὁ λόγος καὶ ἐγχαλινώσει τὴν ῥύμην | καὶ φορὰν τοῦ πά‐
LA
.

3

.

156

θους. ἐγὼ γοῦν αὐτὸ πολλάκις παθὼν οἶδα· εἰς γὰρ ἀδιάγωγον συνουσίαν ἐλθὼν καὶ πολυτελῆ δεῖπνα, ὁπότε μὴ ἀφικοίμην σὺν λόγῳ, δοῦλος ἐγενόμην τῶν παρεσκευασμένων, ἀγόμενος ὑπὸ δεσποτῶν ἀτι‐ θάσων, θεαμάτων καὶ ἀκουσμάτων καὶ τῶν ὅσα διὰ μυκτῆρος καὶ γεύ‐
5σεως ἡδονὰς ἀπεργάζεται· ὁπότε δὲ μετὰ τοῦ αἱροῦντος λόγου, δεσπό‐ της ἀντὶ δούλου γίνομαι καὶ ἀνὰ κράτος νικῶ καλὴν νίκην καρτερίας καὶ σωφροσύνης, ἀντιβαίνων καὶ ἀντιφιλονεικῶν πᾶσι τοῖς ἀναρρηγνῦσι
LA
.

3

.

157

τὰς ἀκράτορας ἐπιθυμίας. „διορύξεισ“ φησὶ γοῦν „τῷ πασσάλῳ“ (Deut. 23, 13), τουτέστιν, ἣν ἕκαστον ἔχει φύσιν, τὸ φαγεῖν, τὸ πιεῖν, τὸ τοῖς μετὰ γαστέρα χρῆσθαι, τῷ λόγῳ γυμνώσεις καὶ διαστελεῖς, ἵνα διακρί‐ νας γνῷς τἀληθές· τότε γὰρ εἴσῃ, ὅτι ἐν οὐδενὶ τούτων ἐστὶ τὸ ἀγα‐
LA
.

3

.

158

θόν, ἀλλὰ τὸ ἀναγκαῖον μόνον καὶ χρήσιμον. „καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου“ (ibid.)· πάνυ καλῶς· ἔπαγε γάρ, ὦ ψυχή, τὸν λόγον ἐπὶ πάντα, ᾧ καλύπτεται καὶ συσκιάζεται καὶ συγκρύπτεται πᾶσα ἀσχημοσύνη σαρκὸς καὶ πάθους· τὰ γὰρ μὴ σὺν λόγῳ πάντα αἰσχρά,
LA
.

3

.

159

ὥσπερ τὰ σὺν λόγῳ κόσμια. οὐκοῦν ὁ μὲν φιλήδονος ἐπὶ κοιλίαν βαδίζει, ὁ δὲ τέλειος τὴν κοιλίαν ὅλην ἐκπλύνει, ὁ δὲ προκόπτων τὰ ἐν κοιλίᾳ, ὁ δὲ ἄρτι ἀρχόμενος παιδεύεσθαι ἔξω πρόεισιν, ὅταν μέλλῃ τῆς γαστρὸς τοῖς ἀναγκαίοις ἐπιφερόμενος λόγον ἐπιστομιεῖν τὸ πάθος, ὃς εἴρηται
5συμβολικῶς πάσσαλος.
LA
.

3

.

160

Εὖ μέντοι καὶ τὸ προσθεῖναι· „πορεύσῃ ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ“ (Gen. 3, 14)· ἡ γὰρ ἡδονὴ οὐκ ἔστι τῶν ἠρεμούντων καὶ ἱσταμένων, ἀλλὰ τῶν κινουμένων καὶ ταραχῆς γεμόντων· ὥσπερ γὰρ ἡ φλὸξ ἐν κινήσει, οὕτως φλογμοῦ τινα τρόπον τὸ πάθος ἐν τῇ ψυχῇ
5κινούμενον ἠρεμεῖν αὐτὴν οὐκ ἐᾷ. διὸ καὶ τοῖς λέγουσι καταστηματικὴν
εἶναι τὴν ἡδονὴν οὐ συμφέρεται· ἠρεμία γὰρ λίθῳ μὲν καὶ ξύλῳ καὶ παντὶ ἀψύχῳ οἰκεῖον, ἀλλότριον δὲ ἡδονῇ· γαργαλισμοῦ γὰρ καὶ σπα‐ σμώδους ἐφίεται καὶ ἐπ’ ἐνίων οὐκ ἠρεμίας ἀλλὰ συντόνου καὶ σφο‐ δρᾶς κινήσεώς ἐστι χρεία.147
LA
.

3

.

161

Τὸ δὲ „γῆν φάγεσαι πάσας τὰς ἡμέρας τῆς ζωῆς σου“ (Gen. 3, 14), τοῦτο προσφυῶς εἴρηται· τῆς γὰρ | σώματος τροφῆς ἡδοναὶ γήιναι· καὶ μήποτ’ εἰκότως· δύο 〈γάρ〉 ἐστιν ἐξ ὧν συνέσταμεν, ψυχή τε καὶ σῶμα· τὸ μὲν οὖν σῶμα ἐκ γῆς δεδημιούργηται, ἡ δὲ ψυχὴ
5αἰθέρος ἐστίν, ἀπόσπασμα θεῖον· „ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ πνεῦμα ζωῆς ὁ θεός, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7). εὐλόγως οὖν τὸ μὲν ἐκ γῆς διαπλασθὲν σῶμα συγγενεῖς ἔχει τροφὰς ἃς ἀναδίδωσιν ἡ γῆ, ἡ δὲ αἰθερίου φύσεως μοῖρα οὖσα ψυχὴ πάλιν αἰθερίους καὶ θείας· ἐπιστήμαις γὰρ τρέφεται καὶ οὐ σι‐
LA
.

3

.

162

τίοις ἢ ποτοῖς, ὧν ἐπιδεές ἐστι τὸ σῶμα. ὅτι δὲ οὐ γήινοι ἀλλ’ οὐράνιοι αἱ ψυχῆς τροφαί, μαρτυρήσει διὰ πλειόνων ὁ ἱερὸς λόγος· „ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους 〈ἐκ〉 τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συνάξουσι τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτούς, εἰ
5πορεύσονται τῷ νόμῳ μου ἢ οὔ“ (Exod. 16, 4). ὁρᾷς ὅτι οὐ γηίνοις καὶ φθαρτοῖς τρέφεται ἡ ψυχή, ἀλλ’ οἷς ἂν ὁ θεὸς ὀμβρήσῃ λόγοις ἐκ
LA
.

3

.

163

τῆς μεταρσίου καὶ καθαρᾶς φύσεως, ἣν οὐρανὸν κέκληκεν· ἐξίτω μέντοι ὁ λεὼς καὶ πᾶν τὸ τῆς ψυχῆς σύστημα καὶ συναγαγέτω καὶ ἀρχέσθω τῆς ἐπιστήμης, μὴ ἀθρόως ἀλλὰ „τὸ τῆς ἡμέρας εἰς ἡμέραν“· πρῶ‐ τον μὲν γὰρ ἀθρόον οὐ χωρήσει τὸν πολὺν πλοῦτον τῶν τοῦ θεοῦ χα‐
5ρίτων, ἀλλὰ τῇ φορᾷ χειμάρρου τρόπον ἐπικλυσθήσεται· ἔπειτ’ ἐστὶν ἄμεινον τὰ αὐτάρκη λαβόντας ἀγαθὰ καὶ μεμετρημένα τῶν λοιπῶν ταμίαν
LA
.

3

.

164

οἰηθῆναι τὸν θεόν. ὁ δὲ πάντα μετιὼν ἀθρόα δυσελπιστίαν καὶ ἀπιστίαν μετὰ πολλῆς ἀνοίας κτᾶται· δύσελπις μὲν 〈γίνεται〉, εἰ νῦν μόνον ἀλλὰ μὴ καὶ αὖθις ἐλπίζει τὸν θεὸν ὀμβρήσειν αὐτῷ ἀγαθά, ἄπιστος δέ, εἰ μὴ πεπίστευκε καὶ νῦν καὶ ἀεὶ τὰς τοῦ θεοῦ χάριτας ἀφθόνως148
5τοῖς ἀξίοις προσνέμεσθαι, ἄνους δέ, εἰ οἴεται τῶν συναχθέντων ἱκανὸς ἔσεσθαι φύλαξ ἄκοντος θεοῦ· μικρὰ γὰρ ῥοπὴ τὸν ἀσφάλειαν καὶ βε‐ βαιότητα περιάπτοντα νοῦν ὑπὸ μεγαλαυχίας ἑαυτῷ ἄκυρον καὶ ἀβέβαιον ὧν
LA
.

3

.

165

ἐδόκει φύλαξ εἶναι πάντων ἐποίησε. σύναγε οὖν, ὦ ψυχή, τὰ αὐτάρκη καὶ καθήκοντα καὶ μήτε πλείω τῶν ἱκανῶν ὡς ὑπερβάλλειν μήτε ἐλάττω πάλιν ὡς ἐνδεῖν, ἵνα μέτροις δικαίοις χρωμένη μὴ ἀδικῇς. καὶ γὰρ διάβασίν γε μελετῶσαν ἀπὸ τῶν παθῶν καὶ τὸ Πάσχα θύουσαν δεῖ
5τὴν προκοπήν, τὸ πρόβατον, λαμβάνειν μὴ ἀμέτρως· „ἕκαστοσ“ γάρ φησι „τὸ ἀρκοῦν αὐτῷ συναριθμηθήσεται εἰς πρόβατον“ (Exod. 12, 4).
LA
.

3

.

166

καὶ ἐπὶ τοῦ μάννα οὖν καὶ ἐπὶ πάσης δωρεᾶς, ἣν ὁ θεὸς δωρεῖται | τῷ γένει ἡμῶν, καλὸν τὸ ἐνάριθμον καὶ μεμετρημένον καὶ μὴ τὸ ὑπὲρ ἡμᾶς λαμβάνειν· πλεονεξίας γὰρ τοῦτό γε. τὸ τῆς ἡμέρας οὖν εἰς ἡμέραν συναγαγέτω ἡ ψυχή (Exod. 16, 4), ἵνα μὴ ἑαυτὴν φύλακα
LA
.

3

.

167

τῶν ἀγαθῶν ἀλλὰ τὸν φιλόδωρον θεὸν ἀποφήνῃ. καὶ διὰ τοῦτό μοι δοκεῖ τὸ προκείμενον λέγεσθαι· σύμβολον φωτός ἐστιν ἡ ἡμέρα, φῶς δὲ ψυχῆς ἐστι παιδεία. πολλοὶ οὖν τὰ ἐν ψυχῇ φῶτα ἐκτήσαντο εἰς νύκτα καὶ σκότος, ἀλλ’ οὐκ εἰς ἡμέραν καὶ φῶς, οἷον τὰ προπαι‐
5δεύματα πάντα καὶ τὰ ἐγκύκλια λεγόμενα καὶ φιλοσοφίαν αὐτὴν τρυφῆς ἕνεκεν ἢ ἀρχῆς τῆς πρὸς τοὺς ἡγεμόνας. ὁ δέ γε ἀστεῖος τὴν ἡμέραν ἕνεκα ἡμέρας καὶ τὸ φῶς ἕνεκα φωτὸς καὶ τὸ καλὸν ἕνεκα τοῦ καλοῦ κτᾶται μόνου, οὐχ ἕνεκα ἄλλου τινός. διὸ καὶ ἐπιφέρει· „ὅπως πειράσω αὐτούς, εἰ πορεύσονται τῷ νόμῳ μου ἢ
10οὔ“ (Exod. 16, 4)· νόμος γὰρ θεῖος οὗτος, τὴν ἀρετὴν δι’ ἑαυτὴν τιμᾶν.149
LA
.

3

.

168

τοὺς οὖν ἀσκητὰς ὥσπερ νόμισμα δοκιμάζει ὁ ὀρθὸς λόγος, πότερα κεκηλίδωνται ἐπί τι τῶν ἐκτὸς ἀναφέροντες τὸ τῆς ψυχῆς ἀγαθὸν ἢ ὡς δόκιμον διαστέλλουσιν ἐν διανοίᾳ μόνῃ τοῦτο διαφυλάττοντες. τούτοις συμβέβηκε μὴ τοῖς γηίνοις ἀλλὰ ταῖς ἐπουρανίοις ἐπιστήμαις τρέφεσθαι.
LA
.

3

.

169

δηλοῖ δὲ καὶ δι’ ἑτέρων, ὅταν φῇ· „τὸ πρωὶ ἐγένετο καταπαυ‐ ομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου 〈λεπτὸν〉 ὡσεὶ κόριον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. ἰδόντες δὲ αὐτὸ εἶπον ἕτερος τῷ ἑτέρῳ Τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν, τί ἦν.
5εἶπε δὲ αὐτοῖς Μωυσῆς Οὗτος ὁ ἄρτος, ὃν δέδωκεν ἡμῖν κύριος τοῦ φαγεῖν. τοῦτο τὸ ῥῆμα ὃ συνέταξε κύριοσ“ (Exod. 16, 13 ss.). ὁρᾷς τῆς ψυχῆς τροφὴν οἵα ἐστί· λόγος θεοῦ συνεχής, ἐοικὼς δρόσῳ, κύκλῳ πᾶσαν περιειληφὼς καὶ μηδὲν μέρος ἀμέτοχον αὑτοῦ ἐῶν.
LA
.

3

.

170

φαίνεται δ’ οὐ πανταχοῦ ὁ λόγος οὗτος, ἀλλ’ ἐπ’ ἐρήμου παθῶν καὶ κακιῶν, καὶ ἔστι λεπτὸς νοῆσαί τε καὶ νοηθῆναι καὶ σφόδρα διαυγὴς καὶ καθαρὸς ὁραθῆναι, καὶ ἔστιν ὡσεὶ κόριον. φασὶ δὲ οἱ γεωπόνοι τὸ σπέρμα τοῦ κορίου διαιρεθὲν εἰς ἄπειρα καὶ τμηθὲν καθ’ ἕκαστον τῶν
5μερῶν καὶ τμημάτων σπαρὲν βλαστάνειν οὕτως, ὡς καὶ τὸ ὅλον ἠδύ‐ νατο· τοιοῦτος καὶ ὁ θεοῦ λόγος, καὶ δι’ ὅλων ὠφελητικὸς καὶ διὰ
LA
.

3

.

171

παντὸς μέρους καὶ τοῦ τυχόντος. μήποτε δὲ ὁμοιοῦται καὶ τῇ κατὰ τὸν ὀφθαλμὸν κόρῃ· ὡς γὰρ αὕτη βραχύτατον οὖσα μέρος τὰς τῶν ὄντων ὁρᾷ ζώνας ὅλας καὶ θάλατταν ἄπειρον καὶ | ἀέρος μέγεθος καὶ τοῦ παντὸς οὐρανοῦ ὅσον ἀνατέλλων καὶ δυόμενος ὁ ἥλιος ὁρίζει, οὕτως
5καὶ ὁ θεοῦ λόγος ὀξυδερκέστατός ἐστιν, ὡς πάντα ἐφορᾶν εἶναι ἱκανός, *** ᾧ τὰ θέας ἄξια κατόψονται· παρὸ καὶ λευκόν ἐστι· τί γὰρ ἂν εἴη λαμπρότερον ἢ τηλαυγέστερον θείου λόγου, οὗ κατὰ μετουσίαν καὶ τὰ ἄλλα τὴν ἀχλὺν καὶ τὸν ζόφον ἀπελαύνει φωτὸς κοινωνῆσαι ψυχικοῦ150
LA
.

3

.

172

γλιχόμενα. ἴδιον δὲ περὶ τοῦτον τὸν λόγον συμβαίνει πάθος. ὅταν γὰρ καλέσῃ πρὸς ἑαυτὸν τὴν ψυχήν, πῆξιν ἀνεγείρει τῷ γεώδει καὶ σω‐ ματικῷ καὶ αἰσθητικῷ παντί· διὸ λέγεται τὸ „ὡσεὶ πάγος ἐπὶ τῆς γῆσ“ (Exod. 16, 14)· καὶ γὰρ ἡνίκα ὁ τὸν θεὸν ὁρῶν φυγὴν τὴν ἀπὸ τῶν
5παθῶν μελετᾷ, πήγνυται τὰ κύματα, τουτέστιν ἡ φορὰ καὶ αὔξησις καὶ τὸ μεγάλαυχον αὐτῶν· „ἐπάγη γὰρ τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσησ“
LA
.

3

.

173

(Exod. 15, 8), ἵνα διαβῇ τὸ πάθος ὁ βλέπων τὸν ὄντα. πυνθάνονται οὖν ἀλλήλων αἱ ψυχαὶ αἱ πεπονθυῖαι μὲν ἤδη τὸν λόγον, οὐκ ἔχουσαι δ’ εἰπεῖν τὸ „τί ἐστι“ (Exod. 16, 15)· καὶ γὰρ γλυκανθέντες πολλάκις τὸν κεκινηκότα χυμὸν ἀγνοοῦμεν καὶ ἡδέων ἀτμῶν ὀσφραινόμενοι τίνες
5εἰσὶν οὐκ ἴσμεν· οὕτως οὖν ἡ ψυχὴ γανωθεῖσα πολλάκις εἰπεῖν οὐκ ἔχει, τί τὸ γανῶσαν αὐτήν ἐστι· διδάσκεται δὲ ὑπὸ τοῦ ἱεροφάντου καὶ προφήτου Μωυσέως, ὃς ἐρεῖ· „οὗτός ἐστιν ὁ ἄρτοσ“ (ibid.), ἡ τροφή, ἣν δέδωκεν ὁ θεὸς τῇ ψυχῇ, προσενέγκασθαι τὸ ἑαυτοῦ ῥῆμα καὶ τὸν ἑαυτοῦ λόγον· οὗτος γὰρ ὁ ἄρτος, ὃν δέδωκεν ἡμῖν φαγεῖν, „τοῦ‐
LA
.

3

.

174

το τὸ ῥῆμα“. λέγει δὲ καὶ ἐν Δευτερονομίῳ· „καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε, καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄν‐ θρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι 〈τῷ〉 ἐκπορευομένῳ διὰ στόματος θεοῦ“
5(Deut. 8, 3). ἡ κάκωσις αὕτη ἱλασμός ἐστι· καὶ γὰρ τῇ δεκάτῃ κακῶν ἡμῶν τὰς ψυχὰς ἱλάσκεται (Lev. 16, 30)· ὅταν γὰρ τὰ ἡδέα περισυλᾶται, δοκοῦμεν κακοῦσθαι, τὸ δ’ ἐστὶ πρὸς ἀλήθειαν ἵλεων τὸν
LA
.

3

.

175

θεὸν ἔχειν. περιποιεῖ δ’ ἡμῖν καὶ λιμόν, οὐκ ἀρετῆς, ἀλλὰ τὸν ἐκ πά‐ θους καὶ κακίας συνιστάμενον· τεκμήριον δέ, διατρέφει γὰρ ἡμᾶς τῷ γενικωτάτῳ αὑτοῦ λόγῳ· τὸ γὰρ μάννα ἑρμηνεύεται „τί“, τοῦτό ἐστι τὸ γενικώτατον τῶν ὄντων· καὶ ὁ λόγος δὲ τοῦ θεοῦ ὑπεράνω παντός
5ἐστι τοῦ κόσμου καὶ πρεσβύτατος καὶ γενικώτατος τῶν ὅσα γέγονε. τοῦτον τὸν λόγον οὐκ ᾔδεισαν οἱ πατέρες, οὐχ οἱ πρὸς ἀλήθειαν, ἀλλ’
οἱ χρόνῳ πολιοὶ οἱ λέγοντες· „δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰσ“151
LA
.

3

.

176

τὸ πάθος „Αἴγυπτον“ (Num. 14, 4). ἀναγγελλέτω οὖν ὁ θεὸς τῇ ψυχῇ, ὅτι | „οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωποσ“ [κατ’ εἰκόνα], „ἀλλ’ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ“, τουτέστι καὶ διὰ παντὸς τοῦ λόγου τραφήσεται καὶ διὰ μέρους αὐτοῦ· τὸ μὲν
5γὰρ στόμα σύμβολον τοῦ λόγου, τὸ δὲ ῥῆμα μέρος αὐτοῦ. τρέφεται δὲ τῶν μὲν τελειοτέρων ἡ ψυχὴ ὅλῳ τῷ λόγῳ· ἀγαπήσαιμεν δ’ ἂν ἡμεῖς,
LA
.

3

.

177

εἰ καὶ μέρει τραφείημεν αὐτοῦ. ἀλλ’ οὗτοι μὲν εὔχονται θεοῦ λόγῳ τραφῆναι. ὁ δὲ Ἰακὼβ καὶ τὸν λόγον ὑπερκύψας ὑπ’ αὐτοῦ φησι τρέφεσθαι τοῦ θεοῦ, λέγει δ’ οὕτως· „ὁ θεός, ᾧ εὐηρέστησαν οἱ πατέ‐ ρες μου Ἀβραὰμ καὶ Ἰσαάκ, ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς
5ἡμέρας ταύτης, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλο‐ γήσαι τὰ παιδία ταῦτα“ (Gen. 48, 15. 16). ὡραῖος οὗτος ὁ τρόπος· τροφέα τὸν θεόν, οὐχὶ λόγον, ἡγεῖται, τὸν δὲ ἄγγελον, ὅς ἐστι λόγος, ὥσπερ ἰατρὸν κακῶν· φυσικώτατα· ἀρέσκει γὰρ αὐτῷ τὰ μὲν προη‐ γούμενα ἀγαθὰ αὐτοπροσώπως αὐτὸν τὸν ὄντα διδόναι, τὰ δεύτερα δὲ
10τοὺς ἀγγέλους καὶ λόγους αὐτοῦ· δεύτερα δ’ ἐστὶν ὅσα περιέχει κακῶν
LA
.

3

.

178

ἀπαλλαγήν. διὰ τοῦτ’ οἶμαι καὶ ὑγείαν μὲν τὴν ἁπλῆν, ἧς οὐ προη‐ γεῖται νόσος ἐν τοῖς σώμασιν, ὁ θεὸς χαρίζεται δι’ ἑαυτοῦ μόνου, τὴν δὲ γινομένην κατὰ νόσου φυγὴν καὶ διὰ τέχνης καὶ διὰ ἰατρικῆς, ἐπι‐ γράφων καὶ ἐπιστήμῃ καὶ τεχνίτῃ τὸ δοκεῖν ἰᾶσθαι, πρὸς ἀλήθειαν αὐ‐
5τὸς καὶ διὰ τούτων καὶ ἄνευ τούτων ἰώμενος. τοῦτον δὴ τὸν τρόπον καὶ ἐπὶ ψυχῆς ἔχει· τὰ μὲν ἀγαθά, τὰς τροφάς, αὐτὸς χαρίζεται δι’ ἑαυτοῦ, διὰ δὲ ἀγγέλων καὶ λόγων ὅσα ἀπαλλαγὴν περιέχει κακῶν.
LA
.

3

.

179

ταῦτα δ’ ηὔξατο αἰτιώμενος τὸν πολιτικὸν Ἰωσήφ, ὃς ἐτόλμησεν εἰπεῖν ὅτι „ἐκθρέψω σε ἐκεῖ“· „σπεύσαντεσ“ γάρ φησιν „ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ Τάδε λέγει“ καὶ τὰ ἑξῆς, εἶτα „κα‐ τάβηθι πρὸς μὲ καὶ μὴ μείνῃσ“, ἐπὶ πᾶσι „καὶ ἐκθρέψω σε ἐκεῖ, ἔτη
5γὰρ πέντε λιμόσ“ (Gen. 45, 9. 11). ἐπιμεμφόμενος οὖν ἅμα καὶ διδάσκων τὸν δοκησίσοφον λέγει· ὦ οὗτος, ἴσθι τὰς ψυχῆς τροφὰς ἐπιστήμας ὑπαρχούσας, ἃς οὐχ ὁ αἰσθητὸς λόγος ἀλλ’ ὁ θεὸς δωρεῖται, ὁ τρέφων ἐκ νεότητος καὶ πρώτης ἀκμῆς 〈με〉 μέχρι τελείου φωτὸς
LA
.

3

.

180

(cf. Gen. 48, 15) αὐτὸς ἐμπλήσει. ἔπαθεν οὖν ταὐτὸν ὁ Ἰωσὴφ τῇ
μητρὶ αὐτοῦ Ῥαχήλ· καὶ γὰρ αὕτη ἐνόμισε δύνασθαί τι τὸ γενητόν, διὸ λέγει· „δός μοι τέκνα“ (Gen. 30, 1)· ἀλλ’ ὅ γε πτερνιστὴς αὐτὴν μωμησάμενος ἐρεῖ· πλάνον πεπλάνησαι πολύν, οὐ γὰρ ἀντὶ θεοῦ ἐγώ152
5| εἰμι τοῦ μόνου δυναμένου τὰς ψυχῶν μήτρας ἀνοιγνύναι καὶ σπείρειν ἐν αὐταῖς ἀρετὰς καὶ ποιεῖν ἐγκύμονας καὶ τικτούσας τὰ καλά· κατά‐ μαθέ γέ τοι τὴν ἀδελφήν σου Λείαν καὶ εὑρήσεις ἐξ οὐδενὸς γενητοῦ λαμβάνουσαν τὴν σπορὰν καὶ τὴν γονήν, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ θεοῦ· „ἰδὼν γὰρ κύριος, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ
LA
.

3

.

181

δὲ ἦν στεῖρα“ (Gen. 29, 31). ἀλλ’ ὅρα πάλιν τὴν ἐν τούτῳ λεπτουρ‐ γίαν· τῆς ἀρετῆς ὁ θεὸς τὰς μήτρας ἀνοίγει, σπείρων ἐν αὐταῖς τὰς καλὰς πράξεις, ἡ δὲ μήτρα, παραδεξαμένη τὴν ἀρετὴν ὑπὸ θεοῦ, οὐ τίκτει τῷ θεῷ—χρεῖος γὰρ οὐδενός ἐστιν ὁ ὤν—, ἀλλ’ ἐμοὶ τῷ
5Ἰακὼβ υἱούς· ἐμοῦ γὰρ ἕνεκα ἔσπειρεν ὁ θεὸς ἐν τῇ ἀρετῇ τάχα, οὐχ ἑαυτοῦ. οὐκοῦν ἄλλος μὲν ἀνὴρ τῆς Λείας ὁ ἡσυχαζόμενος εὑρίσκεται, ἄλλος δὲ πατὴρ τῶν ἐκ Λείας τέκνων· ἀνὴρ μὲν γὰρ ὁ τὴν μήτραν ἀνοίγων, πατὴρ δὲ τῶν τέκνων, ᾧ ταῦτα τίκτειν λέγεται.
LA
.

3

.

182

„Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυ‐ ναικόσ“ (Gen. 3, 15). ὄντως ἐστὶν ἡδονὴ ἐχθρὸν αἰσθήσει, καίτοι δο‐ κοῦν ἐνίοις μάλιστα εἶναι φίλον· ἀλλ’ ὥσπερ τὸν κόλακα οὐκ ἄν τις ἑταῖρον εἴποι—νόσος γὰρ φιλίας ἡ κολακεία—οὐδὲ τὴν ἑταίραν
5εὔνουν ἐραστῇ—τοῖς γὰρ διδομένοις, οὐκ αὐτῷ, προσπέπονθεν—, οὕτω καὶ τὴν ἡδονὴν ἐξετάζων εὑρήσεις νόθον οἰκειότητα ὑποδυομένην
LA
.

3

.

183

πρὸς αἴσθησιν. ὅταν γέ τοι κορεσθῶμεν ἡδονῆς, ἐκπίπτει τῶν τόνων ἡμῶν τὰ αἰσθητήρια· ἢ τοὺς οἴνῳ ἢ ἔρωτι μεθύοντας οὐ καταμανθά‐ νεις, ὅτι ὁρῶντες οὐχ ὁρῶσι καὶ ἀκούοντες οὐκ ἀκούουσι καὶ τῶν ἄλλων αἰσθήσεων ἀφῄρηνται τὰς ἀκριβεῖς ἐνεργείας; ἔστι δ’ ὅτε καὶ
5διὰ πλῆθος ἄμετρον τροφῆς ἅπαντες οἱ τόνοι τῶν αἰσθήσεων ὑφείθησαν ὕπνου καταλαμβάνοντος, ὃς καὶ τοὔνομα ἔσχεν ἀπὸ τῆς ὑφέσεως αὐτῶν· χαλᾶται γὰρ τότε τὸ αἰσθητικὸν ὄργανον, ὥσπερ ἐν ταῖς ἐγρηγόρσεσιν ἐπιτείνεται, μηκέτι κωφὰς τὰς ἀπὸ τοῦ ἐκτὸς πλήξεις δεχόμενον ἀλλὰ γεγωνυίας καὶ ἐναργεῖς τήν τε ἠχὴν ἄχρι τοῦ νοῦ διαδιδούσας· δεῖ γὰρ153
10αὐτὸν πληχθέντα γνωρίσαι τὸ ἐκτὸς καὶ λαβεῖν αὐτοῦ τύπον ἐναργῆ.
LA
.

3

.

184

τήρει δ’ ὅτι οὐκ εἶπεν „ἔχθραν θήσω σοὶ καὶ τῇ γυναικί“, ἀλλὰ „ἀνὰ μέσον σοῦ καὶ τῆς γυναικόσ“. διὰ τί δέ; ὅτι περὶ τὸ μέ‐ σον καὶ ὡς ἂν ἐν μεθορίῳ κείμενον ἡδονῆς καὶ αἰσθήσεως γίνεται τούτων ὁ πόλεμος. τὸ δὲ μέσον ἀμφοῖν | ἐστι τὸ πότιμον, τὸ ἐδώδιμον,
5τὸ εὐτρεπὲς πρὸς τὰ τοιαῦτα πάντα, ὧν ἕκαστον αἰσθητόν τέ ἐστι καὶ ποιητικὸν ἡδονῆς. ὅταν οὖν ἀπλήστως ἐμφορηθῇ τούτων ἡ ἡδονή,
LA
.

3

.

185

βλάβην εὐθὺς εἰργάσατο αἰσθήσει. τὸ δ’ „ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ τοῦ σπέρματος αὐτῆσ“ εἴρηται πάλιν φυσικῶς· σπέρμα γὰρ πᾶν ἐστι γενέσεως ἀρχή· ἀρχὴ δὲ ἡδονῆς μὲν [οὐ] τὸ πάθος, [ἀλλ’] ἄλογος ὁρμή, αἰσθήσεως δὲ ὁ νοῦς· ἀπὸ γὰρ τούτου καθάπερ τινὸς πηγῆς
5αἱ αἰσθητικαὶ τείνονται δυνάμεις, μάλιστα κατὰ τὸν ἱερώτατον Μωυσῆν, ὃς ἐκ τοῦ Ἀδὰμ πεπλάσθαι φησὶ τὴν γυναῖκα, τὴν αἴσθησιν ἐκ τοῦ νοῦ. ὅπερ οὖν ἡδονὴ πρὸς αἴσθησιν, τοῦτο πάθος πρὸς νοῦν, ὥστ’
LA
.

3

.

186

ἐπειδὴ ἐκεῖνα ἐχθρά, καὶ ταῦτ’ ἂν εἴη πολέμια. καὶ περιφανής ἐστιν ὁ τῶνδε πόλεμος· κατὰ γοῦν τὰς ἐπικρατείας τοῦ νοῦ, ὅτε τοῖς νοητοῖς καὶ ἀσωμάτοις παραβάλλει, φυγαδεύεται τὸ πάθος· καὶ ἔμπα‐ λιν ὅταν τοῦτο νικήσῃ νίκην κακήν, εἴκει ὁ νοῦς κωλυόμενος προσέχειν
5ἑαυτῷ καὶ τοῖς ἑαυτοῦ πᾶσιν ἔργοις. φησὶ γοῦν ἐν ἑτέροις, ὅτι „ὅταν μὲν ἐπῆρε τὰς χεῖρας Μωυσῆς, κατίσχυεν Ἰσραήλ, ὅταν δὲ καθῆκε, κατίσχυεν Ἀμαλήκ“ (Exod. 17, 11), τοῦτο παριστὰς ὅτι, ὁ νοῦς ἐπειδὰν μὲν ἐξάρῃ αὑτὸν ἀπὸ τῶν θνητῶν καὶ μετεωρισθῇ, ῥώννυται τὸ ὁρῶν τὸν θεόν, ὅπερ ἐστὶν Ἰσραήλ, ἐπειδὰν δὲ καθῇ τοὺς ἰδίους τόνους καὶ
10ἐξασθενήσῃ, αὐτίκα τὸ πάθος ἰσχύσει, ὁ Ἀμαλήκ, ὃς ἑρμηνεύεται λαὸς ἐκλείχων· ὄντως γὰρ διεσθίει τὴν ὅλην ψυχὴν καὶ ἐκλιχμᾶται,
LA
.

3

.

187

μηδὲν ἐν αὐτῇ σπέρμα ἢ ζώπυρον ἀρετῆς ὑπολείπων. παρὸ καὶ λέγε‐
ται „ἀρχὴ ἐθνῶν Ἀμαλήκ“ (Num. 24, 20), ὅτι τῶν μιγάδων καὶ συγκλύδων καὶ πεφυρμένων ἀβουλεὶ τὸ πάθος ἄρχει καὶ κυριεύει. διὰ τούτου πᾶς ὁ ψυχῆς ἀναρριπίζεται πόλεμος· αἷς γοῦν χαρίζεται διανοίαις154
5ὁ θεὸς εἰρήνην, ταύταις ὁμολογεῖ ἀπαλείψειν „τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπ’ οὐρανόν“ (Exod. 17, 14).
LA
.

3

.

188

Τὸ δὲ „αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν“ (Gen. 3, 15) τῇ μὲν φωνῇ βαρβαρισμός ἐστι, τῷ δὲ σημαι‐ νομένῳ κατόρθωμα· τῷ γὰρ ὄφει λέγεται περὶ τῆς γυναικός, ἡ δὲ γυνὴ „αὐτὸσ“ οὐκ ἔστιν, ἀλλ’ „αὐτή“. τί οὖν λεκτέον; ἀπὸ τοῦ περὶ τῆς
5γυναικὸς λόγου μετελήλυθεν ἐπὶ τὸ σπέρμα καὶ τὴν ἀρχὴν αὐτῆς· ἀρχὴ δὲ ἦν αἰσθήσεως | ὁ νοῦς· οὗτος δὲ ἄρρην, ἐφ’ οὗ χρὴ λέγειν αὐτὸς καὶ αὐτοῦ καὶ τὰ τοιαῦτα. ὀρθῶς οὖν τῇ ἡδονῇ λέγεται, ὅτι ὁ νοῦς σου τηρήσει τὸ κεφάλαιον καὶ ἡγεμονικὸν δόγμα, καὶ σὺ τηρήσεις αὐτοῦ, τοῦ νοῦ, τὰς ἐπιβάσεις καὶ ἐφιδρύσεις τῶν ἀρεσκόντων, αἷς αἱ πτέρ‐
LA
.

3

.

189

ναι κατὰ λόγον εἰκάσθησαν. τὸ δὲ „τηρήσει“ δύο δηλοῖ· ἓν μὲν τὸ οἷον διαφυλάξει καὶ διασώσει, ἕτερον δὲ τὸ ἴσον τῷ ἐπιτηρήσει πρὸς ἀναίρεσιν. ἀνάγκη δὲ τὸν νοῦν ἢ φαῦλον ἢ σπουδαῖον εἶναι· ὁ μὲν οὖν ἄφρων φύλαξ καὶ ταμίας ἂν γένοιτο τῆς ἡδονῆς, χαίρει γὰρ αὐτῇ,
5ὁ δὲ σπουδαῖος ἐχθρός, καραδοκῶν ὅτε ἐπιθέμενος ἰσχύσει καθελεῖν αὐτὴν εἰσάπαν. καὶ μὴν ἔμπαλιν ἡ ἡδονὴ τοῦ μὲν ἄφρονος διατηρεῖ τὴν ἐπίβασιν, τοῦ δὲ σοφοῦ λύειν καὶ ἀναιρεῖν ἐπιχειρεῖ τὴν ἔνστασιν, ἡγουμένη τὸν μὲν κατάλυσιν αὐτῆς μελετᾶν, τὸν δ’ ἄφρονα δι’ ὧν μά‐
LA
.

3

.

190

λιστα σωθήσεται. ἀλλ’ ὅμως πτερνίζειν δοκοῦσα καὶ ἀπατᾶν τὸν ἀστεῖον αὐτὴ πτερνισθήσεται πρὸς τοῦ πάλην ἠσκηκότος Ἰακώβ— πάλην δ’ οὐ τὴν σώματος ἀλλ’ ἣν παλαίει ψυχὴ πρὸς τοὺς ἀνταγωνιστὰς τρόπους αὐτῆς πάθεσι καὶ κακίαις μαχομένη—· καὶ οὐ πρότερον ἀνή‐
5σει πτέρναν τοῦ ἀνταγωνιστοῦ πάθους, πρὶν ἀπειπεῖν αὐτὸ καὶ ὁμολο‐ γῆσαι, ὅτι ἐπτέρνισται καὶ νενίκηται δίς, ἔν τε τοῖς πρωτοτοκίοις καὶ
LA
.

3

.

191

ἐν τῷ εὐλογιστεῖν. „δικαίωσ“ γάρ φησιν „ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ, ἐπτέρνικέ με γὰρ ἤδη δεύτερον· τότε τὰ πρωτοτόκιά μου εἴληφε, καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου“ (Gen. 27, 36). πρεσβύτερα
δὲ ὁ μὲν φαῦλος ἡγεῖται τὰ σώματος, ὁ δ’ ἀστεῖος τὰ ψυχῆς, ἃ καὶ155
5πρὸς ἀλήθειάν ἐστιν, οὐ χρόνῳ ἀλλὰ δυνάμει καὶ ἀξιώματι πρεσβύτερα καὶ πρῶτα ὄντως, ὡς καὶ ἄρχων ἐν πόλει· ἡγεμονὶς δὲ τοῦ συγκρίματος
LA
.

3

.

192

ἡ ψυχή. εἴληφεν οὖν τὰ πρῶτα ὁ πρῶτος κατ’ ἀρετήν, ἃ καὶ ἐπέβαλεν αὐτῷ· εἴληφε γὰρ καὶ 〈τὸ〉 εὐλογιστεῖν σὺν εὐχαῖς τελείαις. μάταιος δὲ καὶ οἰησίσοφος ὁ λέγων „τὰς ἐμὰς εὐλογίας καὶ τὰ ἐμὰ πρωτοτόκια εἴληφεν“· οὐ γὰρ τὰ σά, ὦ οὗτος, λαμβάνει, ἀλλὰ τοῖς
5σοῖς τὰ ἐναντία· τὰ μὲν γὰρ σὰ δουλείας, τὰ δ’ ἐκείνου δεσποτείας
LA
.

3

.

193

ἠξίωται· καὶ εἰ ἀγαπήσεις δοῦλος γενέσθαι τοῦ σοφοῦ, νουθεσίας καὶ σωφρονισμοῦ κοινωνήσεις, ἀμαθίαν καὶ ἀπαιδευσίαν κῆρας ψυχῆς ἀπο‐ βαλών· εὐχόμενος γὰρ ὁ πατήρ σοί φησιν, ὅτι „τῷ ἀδελφῷ σου δου‐ λεύσεισ“ (Gen. 27, 40)· ἀλλ’ οὐχὶ νῦν—οὐ γὰρ ἀνέξεταί σε ἀφηνιά‐
5ζοντα—, ἀλλ’ ὅταν „ἐκλύσῃς τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου σου“ (ibid.), τὸ αὔχημα καὶ φρύαγμα ἀποβαλὼν ὃ ἐκτήσω ὑποζεύξας | σεαυ‐
LA
.

3

.

194

τὸν ὀχήματι παθῶν, ἡνιοχούσης ἀφροσύνης. νυνὶ μὲν δοῦλος εἶ χαλε‐ πῶν καὶ ἀφορήτων τῶν ἐν σαυτῷ δεσποτῶν, οἷς νόμος ἐστὶ μηδένα ἐλεύθερον ποιεῖν· ἐὰν δὲ τούτους δρασμῷ χρησάμενος καταλίπῃς, ὑπο‐ δέξεταί σε φιλόδουλος δεσπότης ἐπ’ ἐλπίσι χρησταῖς ἐλευθερίας καὶ
5οὐκ ἐκδώσει ἔτι τοῖς προτέροις δεσπόταις, μαθὼν παρὰ Μωυσέως δί‐ δαγμα καὶ δόγμα ἀναγκαῖον, „μὴ παραδιδόναι παῖδα τῷ κυρίῳ, ὃς προστέθειται αὐτῷ παρὰ τοῦ κυρίου· μετὰ γὰρ αὐτοῦ κατοικήσει ἐν
LA
.

3

.

195

παντὶ τόπῳ, ᾧ ἐὰν ἀρέσκῃ αὐτῷ“ (Deut. 23, 15. 16). ἀλλ’ ἕως οὐκ ἀποδέδρακας, ἔτι δ’ ἐγκεχαλίνωσαι ταῖς ἐκείνων τῶν δεσποτῶν ἡνίαις, ἀνάξιος εἶ δουλεύειν σοφῷ· τεκμήριον μέγιστον ἤθους ἀνελευ‐ θέρου καὶ δουλοπρεποῦς παρέχεις, ὅταν λέγῃς „τὰ ἐμὰ πρωτοτόκια καὶ
5τὰς ἐμὰς εὐλογίασ“ (Gen. 27, 36)· εἰς ἄμετρον γὰρ ἀμαθίαν κεχωρη‐ κότων αἵδε αἱ φωναί, ἐπειδὴ μόνῳ ἁρμόττει θεῷ λέγειν τὸ ἐμόν, αὐ‐
LA
.

3

.

196

τοῦ γὰρ ὄντως κτήματα μόνου τὰ πάντα. διὸ καὶ μαρτυρήσει, ὅταν φῇ „τὰ δῶρά μου, δόματά μου, καρπώματά μου διατηρήσεισ“ (Num. 28, 2), ὅτι δῶρα δομάτων διαφέρει· τὰ μὲν γὰρ ἔμφασιν μεγέθους τελείων ἀγαθῶν δηλοῖ, ἃ τοῖς τελείοις χαρίζεται ὁ θεός, τὰ δ’ εἰς
5βραχύτατον ἔσταλται, ὧν μετέχουσιν οἱ εὐφυεῖς ἀσκηταὶ οἱ προκόπτοντες.
LA
.

3

.

197

οὗ χάριν καὶ Ἀβραὰμ ἀκολουθῶν τῷ θεοῦ θελήματι τὰ μὲν ὑπάρχοντα, ἅπερ ἦν αὐτῷ ἐκ θεοῦ, κατέχει, ἀποπέμπεται δὲ τὴν ἵππον τοῦ βασι‐ λέως Σοδόμων (Gen. 14, 21 ss.), ὡς καὶ τὰ ὑπαρκτὰ τῶν παλλακῶν. καὶ Μωυσῆς μέντοι τὰ μέγιστα δικαιονομεῖν ἀξιοῖ καὶ περὶ τῶν μεγίστων,156
5τὰ δὲ βραχέα τῶν κριμάτων ἐπιτρέπει τοῖς δευτερεύουσι σκοπεῖν
LA
.

3

.

198

(cf. Exod. 18, 26). ὅστις δὲ τολμᾷ λέγειν ἑαυτοῦ τι εἶναι, δοῦλος τὸν πάντα αἰῶνα γεγράψεται, ὥσπερ ὁ λέγων „ἠγάπηκα τὸν κύριόν μου καὶ τὴν γυναῖκά μου καὶ τὰ παιδία μου· οὐκ ἀποτρέχω ἐλεύ‐ θεροσ“ (Exod. 21, 5). εὖ γε τὸ ἑαυτῷ ὁμολογῆσαι δουλείαν· πῶς γὰρ
5ὁ λέγων οὐ δοῦλος Ἐμὸς ὁ κύριος νοῦς ἐστι, κύριος ἑαυτοῦ καὶ αὐτο‐ κράτωρ· ἐμὴ καὶ ἡ αἴσθησις, αὔταρκες τῶν σωμάτων κριτήριον· ἐμὰ καὶ τὰ τούτων ἔκγονα, τοῦ μὲν νοῦ τὰ νοητά, τῆς δ’ αἰσθήσεως τὰ
LA
.

3

.

199

αἰσθητά· ἐπ’ ἐμοὶ γὰρ τὸ νοεῖν, τὸ αἰσθάνεσθαι. ἀλλὰ μὴ μόνον ἑαυτοῦ καταμαρτυρείτω, ἀλλὰ καὶ ὑπὸ τοῦ θεοῦ καταδικασθεὶς αἰωνίαν καὶ βεβαιοτάτην ὑπομενέτω δουλείαν κελεύοντος τό τε οὖς τρυπᾶσθαι, ἵνα μὴ παραδέξηται λόγους ἀρετῆς, καὶ δουλεύειν τὸν αἰῶνα τῷ νῷ
5καὶ τῇ αἰσθήσει, κακοῖς καὶ ἀνηλεέσι δεσπόταις.
LA
.

3

.

200

„Καὶ τῇ γυναικὶ εἶπε Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου“ (Gen. 3, 16). τῆς γυναικός, ἥτις αἴσθησις ἦν, ἴδιόν ἐστιν ἀλγηδὼν πάθος, | ἣ λύπη καλεῖται· περὶ ὃ γὰρ γίνεται τὸ ἥδεσθαι, περὶ τοῦτο καὶ τὸ ἀλγεῖν· ἡδόμεθα δὲ διὰ τῶν αἰσθήσεων,
5ὥστε ἐξ ἀνάγκης καὶ ἀλγοῦμεν δι’ αὐτῶν. ἀλλ’ ὁ μὲν σπουδαῖος καὶ κεκαθαρμένος νοῦς ἐλάχιστα ἀλγεῖ, ἥκιστα γὰρ ἐπιτίθενται αὐτῷ αἱ αἰσθήσεις· τῷ δ’ ἄφρονι περιττεύει τὸ πάθος οὐδὲν ἔχοντι ἀλεξιφάρ‐ μακον ἐν τῇ ψυχῇ, ᾧ τὰς ἀπὸ τῶν αἰσθήσεων καὶ αἰσθητῶν κῆρας
LA
.

3

.

201

ἀμυνεῖται. ὥσπερ γὰρ ἑτέρως τύπτεται ὁ ἀθλητὴς καὶ ὁ δοῦλος, ὁ μὲν καθ’ ὑπόπτωσιν ἐνδιδοὺς πρὸς τὰς αἰκίας καὶ ὑπείκων, ὁ δ’ ἀθλη‐ τὴς ἀντέχων καὶ ἀντιστατῶν καὶ τὰς ἐπιφερομένας 〈πληγὰσ〉 ἀποσειό‐ μενος, καὶ κείρεις ἑτέρως μὲν ἄνθρωπον, ἑτέρως δὲ τὸ κῴδιον—τὸ μὲν
5γὰρ ἐν τῷ πάσχειν μόνον ἐξετάζεται, ὁ δ’ ἄνθρωπος καὶ ἀντιδρᾷ καὶ
LA
.

3

.

202

ὥσπερ ἀντιπέπονθε σχηματίζων ἑαυτὸν πρὸς τὸ κείρεσθαι—, οὕτως ὁ μὲν ἀλόγιστος ἀνδραπόδων δίκην ἑτέρῳ ὑπείκει καὶ ὑποπίπτει ταῖς ἀλγη‐ δόσιν ὡς ἀφορήτοις δεσποίναις ἀντιβλέψαι πρὸς αὐτὰς ἀδυνατῶν, ἄρρενας
καὶ ἐλευθέρους σπᾶν μὴ δυνάμενος λογισμούς, παρὸ δὴ καὶ πλῆθος157
5ἄπειρον διὰ τῶν αἰσθήσεων αὐτῷ τῶν ὀδυνηρῶν ἐπαντλεῖται, ὁ δ’ ἐπιστή‐ μων ἀθλητοῦ τρόπον μετὰ δυνάμεως καὶ ῥώμης καρτερᾶς ἀντιβὰς πρὸς τὰ ἀλγεινὰ πάντα ἀντιπνεῖ, ὡς μὴ τιτρώσκεσθαι πρὸς αὐτῶν, ἀλλ’ ἐξαδιαφορεῖν ἕκαστον, καί μοι δοκεῖ νεανιευσάμενος ἂν ἐπιφωνῆσαι τὸ τραγικὸν πρὸς τὴν ἀλγηδόνα οὕτως·
10〈Πίμπρη〉, κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνουσα κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεις’ ἐς αἰθέρα, πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.
LA
.

3

.

203

ὥσπερ δὲ τῇ αἰσθήσει τὰ ἀλγεινὰ πάντα παραυξήσας τέθεικεν ὁ θεός, οὕτω τῇ σπουδαίᾳ ψυχῇ πλῆθος ἄφθονον ἀγαθῶν δεδώρηται. φησὶ γοῦν ἐπὶ τοῦ τελείου Ἀβραὰμ τὸν τρόπον τοῦτον· „κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος· οὗ εἵνεκα ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω
5τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ, ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσησ“ (Gen. 22, 16. 17). εὖ καὶ τὸ ὅρκῳ βεβαιῶσαι τὴν ὑπόσχεσιν καὶ ὅρκῳ θεοπρεπεῖ· ὁρᾷς γὰρ ὅτι οὐ καθ’ ἑτέρου ὀμνύει θεός, οὐδὲν γὰρ αὐτοῦ κρεῖττον, ἀλλὰ
LA
.

3

.

204

καθ’ ἑαυτοῦ, ὅς ἐστι πάντων ἄριστος. ἔφασαν δέ τινες, ὡς ἀνοίκειον ἦν ὀμνύναι· ὁ ὅρκος γὰρ πίστεως ἕνεκα παραλαμβάνεται, | πιστὸς δὲ μόνος ὁ θεὸς καὶ εἴ τις θεῷ φίλος, καθάπερ Μωυσῆς λέγεται „πιστὸς ἐν παντὶ τῷ οἴκῳ“ γεγενῆσθαι (Num. 12, 7). ἄλλως τε καὶ οἱ λόγοι
5τοῦ θεοῦ εἰσιν ὅρκοι καὶ νόμοι τοῦ θεοῦ καὶ θεσμοὶ ἱεροπρεπέστατοι· τεκμήριον δὲ τῆς ἰσχυρότητος αὐτοῦ, ὃ ἂν εἴπῃ γίνεται, ὅπερ ἦν οἰκειό‐ τατον ὅρκῳ· ὥστ’ ἀκόλουθον ἂν εἴη λέγειν, ὅτι πάντες οἱ τοῦ θεοῦ
LA
.

3

.

205

λόγοι εἰσὶν ὅρκοι βεβαιούμενοι ἔργων ἀποτελέσμασι. φασί γε μὴν ὅρκον εἶναι μαρτυρίαν θεοῦ περὶ πράγματος ἀμφισβητουμένου· εἰ
δὴ ὄμνυσιν ὁ θεός, ἑαυτῷ μαρτυρεῖ, ὅπερ ἐστὶν ἄτοπον, ἕτερον γὰρ δεῖ εἶναι τὸν ποιούμενον τὴν μαρτυρίαν καὶ τὸν ὑπὲρ οὗ γίνεται. τί158
5οὖν λεκτέον; πρῶτον μὲν ὡς οὐκ ἔστιν ὑπαίτιον ἑαυτῷ μαρτυρεῖν τὸν θεόν· τίς γὰρ ἂν ἄλλος γένοιτο ἱκανὸς αὐτῷ μαρτυρῆσαι; ἔπειτα πάντ’ ἐστὶν αὐτὸς ἑαυτῷ τὰ τιμιώτατα, συγγενὴς οἰκεῖος φίλος ἀρετὴ εὐδαι‐ μονία μακαριότης ἐπιστήμη σύνεσις ἀρχὴ τέλος ὅλον πᾶν δικαστὴς
LA
.

3

.

206

γνώμη βουλὴ νόμος πρᾶξις ἡγεμονία. ἄλλως τε ἂν τὸ „κατ’ ἐμαυτοῦ ὤμοσα“ ὃν χρὴ τρόπον ἐκδεξώμεθα, παυσόμεθα τῆς ἄγαν σοφιστείας. μήποτ’ οὖν ἐστι τοιοῦτον· οὐδὲν τῶν δυναμένων πιστοῦν δύναται παγίως περὶ θεοῦ πιστῶσαι, οὐδενὶ γὰρ ἔδειξεν αὑτοῦ τὴν φύσιν, ἀλλ’ ἀόρατον
5αὐτὴν παντὶ τῷ γένει παρεσκεύασε· τίς ἂν ἰσχύσαι ἢ ὅτι ἀσώματον ἢ ὅτι σῶμα ἢ ὅτι ποιὸν ἢ ὅτι ἄποιον τὸ αἴτιον εἰπεῖν ἢ συνόλως περὶ οὐσίας ἢ ποιότητος ἢ σχέσεως ἢ κινήσεως αὐτοῦ βεβαίως ἀποφήνασθαι; ἀλλὰ περί γε ἑαυτοῦ μόνος ἰσχυριεῖται, ἐπεὶ καὶ μόνος ἀψευδῶς τὴν
LA
.

3

.

207

ἑαυτοῦ φύσιν ἠκρίβωσε. βεβαιωτὴς οὖν ἰσχυρότατος ἑαυτοῦ τὸ πρῶτον, ἔπειτα καὶ τῶν ἔργων αὑτοῦ μόνος ὁ θεός, ὥστ’ εἰκότως ὤμνυε καθ’ ἑαυτοῦ πιστούμενος ἑαυτόν, ὃ μὴ δυνατὸν ἦν ἄλλῳ. διὸ καὶ ἀσεβεῖς ἂν νομισθεῖεν οἱ φάσκοντες ὀμνύναι κατὰ θεοῦ· εἰκότως γὰρ οὐδεὶς
5ὄμνυσι κατ’ αὐτοῦ, ὅτι γε οὐ περὶ τῆς φύσεως αὐτοῦ διαγνῶναι δύνα‐ ται, ἀλλ’ ἀγαπητόν, ἐὰν 〈κατὰ〉 τοῦ ὀνόματος αὐτοῦ δυνηθῶμεν, ὅπερ ἦν τοῦ ἑρμηνέως λόγου· οὗτος γὰρ ἡμῶν τῶν ἀτελῶν ἂν εἴη θεός,
LA
.

3

.

208

τῶν δὲ σοφῶν καὶ τελείων ὁ πρῶτος. καὶ Μωυσῆς μέντοι τὴν ὑπερ‐ βολὴν θαυμάσας τοῦ ἀγενήτου φησίν· „καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ“ (Deut. 6, 13), οὐχὶ αὐτῷ· ἱκανὸν γὰρ τῷ γενητῷ πιστοῦσθαι καὶ μαρτυρεῖσθαι λόγῳ θείῳ· ὁ δὲ θεὸς αὑτοῦ πίστις ἔστω καὶ μαρτυρία
LA
.

3

.

209

| βεβαιοτάτη. τὸ δὲ „οὗ εἵνεκα ἐποίησας τὸ ῥῆμα τοῦτο“ (Gen. 22, 16) σύμβολόν ἐστιν εὐσεβείας· τὸ γὰρ ἕνεκα θεοῦ μόνου πάντα πράττειν εὐσεβές. παρὸ καὶ ἀφειδοῦμεν τοῦ ἀγαπητοῦ τέκνου τῆς ἀρετῆς, τοῦ εὐδαιμονῆσαι, παραχωροῦντες αὐτὸ τῷ δημιουργῷ,
5ἄξιον τὸ γέννημα κρίνοντες κτῆμα θεοῦ νομίζεσθαι, ἀλλὰ μὴ γενητοῦ159
LA
.

3

.

210

τινος. εὖ δὲ τὸ φάναι „εὐλογῶν εὐλογήσω“ (ib. 17)· πολλὰ γὰρ εὐλόγιστα δρῶσί τινες, ἀλλ’ οὐκ ἐπ’ εὐλογίαις, ἐπεὶ καὶ ὁ φαῦλος ἔνια δρᾷ τῶν καθηκόντων οὐκ ἀφ’ ἕξεως καθηκούσης, καὶ ὁ μεθύων μέντοι καὶ μεμηνὼς ἔστιν ὅτε νηφάλια φθέγγεταί τε καὶ ποιεῖ, ἀλλ’
5οὐκ ἀπὸ νηφούσης διανοίας, καὶ οἱ ἔτι κομιδῇ νήπιοι παῖδες οὐκ ἀπὸ λογικῆς ἕξεως—οὔπω γὰρ αὐτοὺς ἡ φύσις λογικοὺς πεπαίδευκε —πολλὰ πράττουσι καὶ λέγουσιν ὧν οἱ λογικοί. βούλεται δὲ ὁ νο‐ μοθέτης τὸν σοφὸν μὴ σχετικῶς καὶ εὐαλώτως καὶ ὡς ἂν ἐκ τύχης εὐλόγιστον δοκεῖν εἶναι, ἀλλ’ ἀπὸ ἕξεως καὶ διαθέσεως εὐλογίστου.
LA
.

3

.

211

οὐκ ἐξήρκεσεν οὖν τῇ βαρυδαίμονι αἰσθήσει χρῆσθαι πλουσίως ταῖς λύπαις, ἀλλὰ καὶ „τῷ στεναγμῷ“. ἔστι δὲ στεναγμὸς σφοδρὰ καὶ ἐπιτεταμένη λύπη· πολλάκις γὰρ ἀλγοῦμεν οὐχὶ στένοντες· ὅταν δ’ ἐπι‐ στένωμεν, ἀνιαρῶς καὶ πάνυ ὀμβρηρῶς χρώμεθα ταῖς λύπαις. τὸ δὲ
5στένειν ἐστὶ διττόν· ἓν μὲν ὃ γίνεται περὶ τοὺς ἐπιθυμοῦντας καὶ ὀρε‐ γομένους τῶν ἀδικιῶν καὶ μὴ τυγχάνοντας, ὃ δὴ καὶ φαῦλόν ἐστιν· ἕτερον δὲ ὃ γίνεται περὶ τοὺς μετανοοῦντας καὶ ἀχθομένους ἐπὶ τῇ πάλαι τροπῇ καὶ λέγοντας Κακοδαίμονες ἡμεῖς, ὅσον ἄρα χρόνον ἐλελήθειμεν νοσοῦντες ἀφροσύνης νόσον καὶ ἀνοίας καὶ ἀδικίας ἐπιτηδευ‐
LA
.

3

.

212

μάτων. τοῦτο δ’ οὐ γίνεται, ἐὰν μὴ τελευτήσῃ καὶ ἀποθάνῃ ἐκ τῆς ψυχῆς ὁ βασιλεὺς τῆς Αἰγύπτου, ὁ ἄθεος καὶ φιλήδονος τρόπος· „μετὰ γὰρ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς τῆς Αἰγύ‐ πτου“· εἶτ’ εὐθὺς ἀποθανούσης κακίας στενάζει ὁ ὁρῶν τὸν θεὸν [καὶ]
5τὴν ἑαυτοῦ τροπήν, „κατεστέναξαν γὰρ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν σω‐ ματικῶν καὶ Αἰγυπτιακῶν ἔργων“ (Exod. 2, 23)· ἐπεὶ ζῶν γε ὁ βα‐ σιλεὺς καὶ φιλήδονος τρόπος ἐν ἡμῖν γεγηθέναι τὴν ψυχὴν ἀνα‐
LA
.

3

.

213

πείθει ἐφ’ οἷς ἁμαρτάνει, ὅταν δὲ τελευτήσῃ, στένει. διὸ καὶ ἐκβοᾷ πρὸς τὸν δεσπότην ἱκετεύουσα, μηκέτι τραπῆναι μηδὲ ἀτελῆ τὴν τε‐ λείωσιν λαβεῖν· πολλαῖς γὰρ ψυχαῖς μετανοίᾳ χρῆσθαι βουληθείσαις οὐκ ἐπέτρεψεν ὁ θεός, ἀλλ’ ὥσπερ ὑπὸ παλιρροίας εἰς τοὔμπαλιν ἀνεχώρη‐
5σαν τρόπον τινὰ τῆς Λὼτ | γυναικὸς (Gen. 19, 26) τῆς λιθουμένης διὰ τὸ Σοδόμων ἐρᾶν καὶ εἰς τὰς κατεστραμμένας ὑπὸ τοῦ θεοῦ φύσεις
LA
.

3

.

214

ἀνατρέχειν. ἀλλὰ νυνί γέ φησιν ὅτι „ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς
τὸν θεόν“ (Exod. 2, 23), μαρτυρῶν τῇ τοῦ ὄντος χάριτι· εἰ γὰρ μὴ δυνατῶς πρὸς ἑαυτὸν ἐκάλεσε τὸν ἱκέτην λόγον, οὐκ ἂν ἀνέβη, τουτέσ‐ τιν οὐκ ἂν ἀνεβιβάσθη καὶ ηὐξήθη καὶ μετεωρεῖν ἤρξατο φυγὼν160
5τὴν ταπεινότητα τῶν γηίνων. διὸ καὶ ἐν τοῖς ἑξῆς φησιν· „ἰδοὺ κραυγὴ
LA
.

3

.

215

τῶν υἱῶν Ἰσραὴλ ἥκει πρὸς μέ“ (Exod. 3, 9). πάνυ καλῶς τὸ φθάσαι μέχρι θεοῦ τὴν ἱκεσίαν· οὐκ ἂν δὲ ἔφθασεν, εἰ μὴ ὁ καλῶν χρηστὸς ἦν. ἐνίαις δὲ ψυχαῖς προαπαντᾷ· „ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε“ (Exod. 20, 24). ὁρᾷς ὅση τοῦ αἰτίου ἡ χάρις φθάνοντος τὴν ἡμε‐
5τέραν μέλλησιν καὶ προαπαντῶντος εἰς εὐεργεσίαν παντελῆ τῆς ψυχῆς. καὶ χρησμός ἐστι δογματικὸς τὸ λεγόμενον· ἐὰν γὰρ ἔλθῃ εἰς τὴν διά‐ νοιαν ἔννοια θεοῦ, εὐθὺς εὐλογιστεῖ τε καὶ πάσας τὰς νόσους αὐτῆς
LA
.

3

.

216

ἰᾶται. ἡ δέ γε αἴσθησις αἰεὶ λυπεῖται καὶ στένει καὶ τίκτει μετ’ ὀδύνης καὶ ἀλγηδόνων ἀνηκέστων τὸ αἰσθάνεσθαι, ὡς καὶ αὐτός φησιν· „ἐν λύπαις τέξῃ τέκνα“ (Gen. 3, 16)· τίκτει δὲ ἡ μὲν ὅρασις τὸ ὁρᾶν, ἡ δὲ ἀκοὴ τὸ ἀκούειν, ἡ δὲ γεῦσις τὸ γεύεσθαι, καὶ συνόλως ἡ αἴσθησις
5τὸ αἰσθάνεσθαι· ἀλλ’ οὐκ ἄνευ χαλεπῆς ἀνίας τῷ ἄφρονι ἕκαστον τού‐ των ποιεῖται, ἐπιλύπως γὰρ οὗτος καὶ ὁρᾷ καὶ ἀκούει καὶ γεύεται καὶ
LA
.

3

.

217

ὀσφραίνεται καὶ κοινῶς αἰσθάνεται. ἔμπαλιν δὲ τὴν ἀρετὴν εὑ‐ ρήσεις μετὰ χαρᾶς ὑπερβαλλούσης [καὶ] κυοφοροῦσαν καὶ τὸν σπου‐ δαῖον σὺν γέλωτι καὶ εὐθυμίᾳ γεννῶντα καὶ τὸ γέννημα ἀμφοῖν αὐτὸ γέλωτ’ ὄν. ὡς μὲν οὖν ὁ σοφὸς χαίρων ἀλλ’ οὐ λυπούμενος γεννᾷ,
5μαρτυρήσει λέγων οὕτως ὁ θεῖος λόγος· „εἶπεν ὁ θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάρρα αὐτῆς ἔσται τὸ ὄνομα· εὐλογήσω αὐτὴν καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον“ (Gen. 17, 15. 16)· εἶτ’ ἐπιλέγει· „καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον καὶ ἐγέλασε καὶ εἶπεν Εἰ τῷ ἑκατονταετεῖ γενήσεται, καὶ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν
LA
.

3

.

218

οὖσα τέξεται“ (ib. 17); οὗτος μὲν δὴ φαίνεται γεγηθὼς καὶ γελῶν, ὅτι μέλλει γεννᾶν τὸ εὐδαιμονεῖν, τὸν Ἰσαάκ· γελᾷ δὲ καὶ ἡ ἀρετὴ Σάρρα, μαρτυρήσει δὲ ὁ αὐτὸς λέγων ὧδε· „ἐξέλιπε Σάρρᾳ γίνεσθαι τὰ γυναικεῖα, καὶ ἐγέλασε τῇ διανοίᾳ καὶ εἶπεν Οὔπω μοι γέγονε τὸ εὐδαι‐
5μονεῖν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου“ θεῖος λόγος „πρεσβύτερός ἐστιν“ (Gen. 18, 11. 12), ᾧ προσεῖναι τοῦτο ἀνάγκη καὶ πιστεύειν καλὸν
ὑπισχνουμένῳ. καὶ τὸ γέννημα δ’ ἐστὶ γέλως καὶ χαρά· τοῦτο γὰρ161
LA
.

3

.

219

καὶ Ἰσαὰκ ἑρμηνεύεται. | λυπείσθω τοιγαροῦν αἴσθησις, ἀρετὴ δ’ αἰεὶ χαιρέτω· καὶ γὰρ γεννηθέντος τοῦ εὐδαιμονεῖν φησι σεμνυνομένη· „γέ‐ λωτα ἐποίησέ μοι ὁ κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι“ (Gen. 21, 6). ἀναπετάσαντες οὖν ὦτα, ὦ μύσται, παραδέξασθε τελε‐
5τὰς ἱερωτάτας· ὁ γέλως ἐστὶν ἡ χαρά, τὸ δὲ „ἐποίησεν“ ἴσον τῷ ἐγέννησεν, ὥστ’ εἶναι τὸ λεγόμενον τοιοῦτον· Ἰσαὰκ ἐγέννησεν ὁ κύριος· αὐτὸς γὰρ πατήρ ἐστι τῆς τελείας φύσεως, σπείρων ἐν ταῖς ψυ‐ χαῖς καὶ γεννῶν τὸ εὐδαιμονεῖν.
LA
.

3

.

220

„Καὶ πρὸς τὸν ἄνδρα σου“ φησίν „ἡ ἀποστροφή σου“ (Gen. 3, 16). δύο αἰσθήσεως ἄνδρες εἰσίν, ὁ μὲν νόμιμος, ὁ δὲ φθορεύς· ἀνδρὸς μὲν γὰρ 〈φθορέωσ〉 τρόπον τὸ μὲν ὁρατὸν κινεῖ τὴν ὅρασιν, ἡ δὲ φωνὴ τὴν ἀκοήν, ὁ δὲ χυλὸς τὴν γεῦσιν, καὶ τῶν ἄλλων ἕκαστον·
5ταῦτα δ’ ἀποστρέφει καὶ καλεῖ τὴν ἄλογον αἴσθησιν πρὸς ἑαυτὰ καὶ κατακρατεῖ καὶ κυριεύει· τό τε γὰρ κάλλος τὴν ὅρασιν ἐδουλώσατο ὅ τε ἡδὺς χυλὸς τὴν γεῦσιν καὶ τῶν ἄλλων ἕκαστον αἰσθητῶν τὴν κατ’
LA
.

3

.

221

αὐτὸ αἴσθησιν· ἴδε γέ τοι τὸν λίχνον, ὡς δουλεύει ταῖς παρασκευαῖς τῶν ὅσα ὀψαρτυταὶ καὶ σιτοπόνοι τεχνιτεύουσι, καὶ τὸν σεσοβημένον περὶ μέλος, πῶς ἐπικρατεῖται ὑπὸ κιθάρας ἢ αὐλοῦ ἢ καὶ ᾄδειν ἐπι‐ σταμένου. τῇ δέ γε πρὸς τὸν νόμιμον ἄνδρα, τὸν νοῦν, ἀποστραφείσῃ
5μεγίστη ἐστὶν ὠφέλεια αἰσθήσει.
LA
.

3

.

222

Ἴδωμεν οὖν ἑξῆς, τίνα καὶ περὶ αὐτοῦ τοῦ νοῦ διεξέρχεται παρὰ τὸν ὀρθὸν λόγον κινουμένου. „τῷ δὲ Ἀδὰμ εἶπεν ὁ θεός Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν
5τοῖς ἔργοις σου“ (Gen. 3, 17). ἀλυσιτελέστατόν ἐστιν ἀκούειν αἰσθή‐ σεως νοῦν, ἀλλὰ μὴ αἴσθησιν νοῦ· ἀεὶ γὰρ τὸ κρεῖττον ἄρχειν, τὸ δὲ
LA
.

3

.

223

χεῖρον ἄρχεσθαι δεῖ· νοῦς δὲ κρεῖττον αἰσθήσεως. ὥσπερ οὖν ἄρχοντος μὲν ἡνιόχου καὶ ταῖς ἡνίαις τὰ ζῷα ἄγοντος ᾗ βούλεται ἄγεται τὸ
ἅρμα, ἀφηνιασάντων δὲ ἐκείνων καὶ κρατησάντων ὅ τε ἡνίοχος κατε‐ σύρη πολλάκις τά τε ζῷα ἔστιν ὅτε τῇ ῥύμῃ τῆς φορᾶς εἰς βόθρον162
5κατηνέχθη πλημμελῶς τε πάντα φέρεται, καὶ ναῦς εὐθυδρομεῖ μέν, ἡνίκα τῶν οἰάκων λαβόμενος ὁ κυβερνήτης ἀκολούθως πηδαλιουχεῖ, περιτρέπεται δ’ ὅτε πνεύματος ἐναντίου περιπνεύσαντος τῇ θαλάττῃ ὁ
LA
.

3

.

224

κλύδων ἐνῴκησεν, οὕτως ἐπειδὰν μὲν ὁ τῆς ψυχῆς ἡνίοχος ἢ κυβερνήτης | ὁ νοῦς ἄρχῃ τοῦ ζῴου ὅλου καθάπερ ἡγεμὼν πόλεως, εὐθύνεται ὁ βίος, ὅταν δὲ ἡ ἄλογος αἴσθησις φέρηται τὰ πρωτεῖα, σύγχυσις κατα‐ λαμβάνει δεινή, οἷα δούλων δεσπόταις ἐπιτεθειμένων· τότε γάρ, εἰ δεῖ
5τἀληθὲς εἰπεῖν, ἐμπίπραται φλεγόμενος ὁ νοῦς, τῶν αἰσθήσεων τὴν
LA
.

3

.

225

φλόγα ἐγειρουσῶν τὰ αἰσθητὰ ὑποβεβλημένων. καὶ Μωυσῆς μέντοι δηλοῖ περὶ τῆς τοιαύτης ἐμπρήσεως, ἣ γίνεται διὰ τῶν αἰσθή‐ σεων, τοῦ νοῦ, ὅταν λέγῃ· „καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐν Μωάβ“—ἑρμηνεύεται γὰρ „ἐκ πατρόσ“, ὅ τε πατὴρ ἡμῶν ὁ νοῦς
5ἐστι—· „τότε“ γάρ φησιν „ἐροῦσιν οἱ αἰνιγματισταί Ἔλθετε εἰς Ἐσε‐ βών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών. ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηών, καὶ κατέφαγεν ἕως Μωὰβ καὶ κατέπιε στήλας Ἀρνών. οὐαί σοι, Μωάβ· ἀπώλου, λαὸς Χαμώς. ἀπε‐ δόθησαν 〈οἱ〉 υἱοὶ αὐτῶν σῴζεσθαι, καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι
10τῷ βασιλεῖ Ἀμορραίων Σηών, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται Ἐσεβὼν ἕως Δεβών, καὶ 〈αἱ〉 γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ“
LA
.

3

.

226

(Num. 21, 27—30). Ἐσεβὼν ἑρμηνεύεται λογισμοί· οὗτοι δ’ εἰσὶν αἰνίγματα ἀσαφείας γέμοντα. ἴδε λογισμὸν ἰατροῦ· κενώσω τὸν κάμνοντα, θρέψω, φαρμάκοις ἰάσομαι 〈καὶ〉 διαίτῃ, τεμῶ, καύσω· ἀλλὰ πολλάκις ἡ φύσις καὶ ἄνευ τούτων ἰάσατο καὶ μετὰ τούτων ἀπώλεσεν, ὡς τοὺς ἰατροῦ
5πάντας ἐπιλογισμοὺς ἐνύπνια εὑρεθῆναι ἀσαφείας καὶ αἰνιγμάτων πλήρη.
LA
.

3

.

227

πάλιν ὁ γεωπόνος φησί· σπέρματα βαλοῦμαι, φυτεύσω, αὐξήσει τὰ φυτά, καρποὺς ταῦτα οἴσει, οἳ οὐ μόνον εἰς ἀπόλαυσιν ἔσονται χρήσιμοι τὴν ἀναγκαίαν, ἀλλὰ καὶ πρὸς περιουσίαν ἀρκέσουσιν· εἶτ’ ἐξαίφνης φλὸξ ἢ
ζάλη ἢ ἐπομβρίαι συνεχεῖς διέφθειραν πάντα· ἔστι δ’ ὅτε τὰ μὲν163
5ἐτελεσιουργήθη, ὁ δὲ ταῦτα λογισάμενος οὐκ ὤνατο, ἀλλὰ προαπέθανε καὶ ἐπὶ τοῖς τῶν πονηθέντων καρποῖς μάτην ἀπόλαυσιν ἐμαντεύσατο.
LA
.

3

.

228

ἄριστον οὖν τῷ θεῷ πεπιστευκέναι καὶ μὴ τοῖς ἀσαφέσι λογισμοῖς καὶ ταῖς ἀβεβαίοις εἰκασίαις· „Ἀβραάμ γέ τοι ἐπίστευσε τῷ θεῷ, καὶ δίκαιος ἐνομίσθη“ (Gen. 15, 6)· καὶ Μωυσῆς ἄρχει μαρτυρούμενος ὅτι ἐστὶ „πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ“ (Num. 12, 7). ἐὰν
5δὲ ἀποπιστεύσωμεν τοῖς ἰδίοις λογισμοῖς, κατασκευάσομεν καὶ οἰκοδο‐ μήσομεν τὴν πόλιν τοῦ διαφθείροντος τὴν ἀλήθειαν νοῦ· Σηὼν γὰρ
LA
.

3

.

229

ἑρμηνεύεται διαφθείρων. παρὸ καὶ ἀναστάς, παρ’ ᾧ ἦν ἐνύπνια, εὗρεν, ὅτι αἱ κινήσεις | ἅπασαι καὶ αἱ διατάσεις τοῦ ἄφρονός εἰσιν ἐνύπνια ἀληθείας ἀμέτοχα—αὐτὸς γὰρ ὁ νοῦς ἐνύπνιον εὑρέθη—, ὅτι ἀληθὲς μέν ἐστι δόγμα τὸ πιστεύειν θεῷ, ψεῦδος δὲ τὸ πιστεύειν τοῖς κενοῖς
5λογισμοῖς. ἄλογος δὲ ὁρμὴ ἐξέρχεται καὶ φοιτᾷ ἀφ’ ἑκατέρων τῶν τε λογισμῶν καὶ τοῦ νοῦ τοῦ διαφθείροντος τὴν ἀλήθειαν· διὸ καί φησιν, ὅτι „πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηών“ (Num. 21, 28)· οὕτως γὰρ ἄλογον τὸ πιστεύειν ἢ λογισμοῖς πιθανοῖς ἢ νῷ
LA
.

3

.

230

διαφθείροντι τὸ ἀληθές. „κατεσθίει γέ τοι καὶ ἕως Μωάβ“ τουτέστιν ἕως τοῦ νοῦ· τίνα γὰρ ἄλλον ἢ τὸν ἄθλιον νοῦν ἡ ψευδὴς δόξα ἀπατᾷ; κατεσθίει καὶ βιβρώσκει καὶ μέντοι καὶ καταπίνει τὰς ἐν αὐτῷ στήλας, τουτέστι τὰ κατὰ μέρος ἐνθυμήματα, ἃ καθάπερ ἐν στήλῃ
5τετύπωται καὶ ἐγκεχάρακται. Ἀρνὼν δ’ εἰσὶν αἱ στῆλαι, ὅπερ ἑρμη‐ νεύεται „φῶς αὐτῶν“, ἐπεὶ τῶν πραγμάτων ἕκαστον ἐν λογισμῷ σαφη‐
LA
.

3

.

231

νίζεται. ἄρχεται μὲν οὖν θρηνεῖν τὸν αὐθάδη καὶ φίλαυτον νοῦν οὕτως· „οὐαί σοι, Μωάβ, ἀπώλου“· εἰ γὰρ αἰνίγμασι προσέχεις τοῖς κατὰ τὴν τῶν εἰκότων ἐπιβολήν, ἀπολώλεκας ἀλήθειαν. „λαὸς Χαμώσ“ τουτέστιν ὁ λαός σου καὶ ἡ δύναμις εὕρηται πηρὸς καὶ τετυφλωμένος· Χαμὼς
5γὰρ ἑρμηνεύεται „ὡς ψηλάφημα“· ἴδιον δὲ τοῦ μὴ ὁρῶντος τὸ ἔργον
LA
.

3

.

232

τοῦτο. τούτοις οἱ μὲν υἱοὶ 〈οἱ〉 κατὰ μέρος λογισμοὶ φυγάδες, αἱ δὲ γνῶμαι θυγατέρων ἔχουσαι δύναμιν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Ἀμορραίων, τουτέστι τῷ σοφιστῇ λαλούντων· οἱ γὰρ Ἀμορραῖοι ἑρμηνεύονται
λαλοῦντες, τοῦ γεγωνότος λόγου σύμβολον ὄντες· ὁ δὲ τούτων ἡγεμὼν ὁ164
5σοφιστής ἐστι καὶ δεινὸς λόγων ἀνερευνᾶν τέχνας, ὑφ’ οὗ κατασοφίζονται
LA
.

3

.

233

οἱ τὸν ὅρον τῆς ἀληθείας ὑπερβαίνοντες. Σηὼν οὖν ὁ δια‐ φθείρων τὸν ὑγιῆ κανόνα τῆς ἀληθείας καὶ τὸ σπέρμα αὐτοῦ ἀπο‐ λεῖται καὶ Ἐσεβὼν τὰ αἰνίγματα τὰ σοφιστικὰ ἕως Δεβών, ὃ καλεῖται δικασμός· πάνυ προσφυῶς· τὰ γὰρ εἰκότα καὶ πιθανὰ οὐκ ἔχει περὶ
5ἀληθείας ἐπιστήμην, ἀλλὰ δίκην καὶ ἀμφισβήτησιν καὶ ἐριστικὴν
LA
.

3

.

234

ἅμιλλαν καὶ φιλονεικίαν καὶ πάντα τὰ τοιαῦτα. ἀλλ’ οὐκ ἐξήρκεσε τῷ νῷ τὰς ἰδίας καὶ νοητὰς ἔχειν κῆρας, ἀλλ’ ἔτι καὶ αἱ γυναῖκες προσεξέ‐ καυσαν πῦρ, αἱ αἰσθήσεις, πυρκαϊὰν πολλὴν ἐπ’ αὐτόν. ἴδε μέντοι τὸ λεγόμενον οἷόν ἐστι. πολλάκις νύκτωρ οὐδεμιᾷ τῶν αἰσθήσεων ἐνερ‐
5γοῦντες ἀτόπους περὶ πολλῶν καὶ διαφερόντων λαμβάνομεν | ἐννοίας, τῆς ψυχῆς ἀεικινήτου ὑπαρχούσης καὶ μυρίας τροπὰς ἐνδεχομένης. ἦν
LA
.

3

.

235

οὖν ἱκανὰ πρὸς διαφθορὰν αὐτῇ, ὅσα αὐτὴ ἐξ ἑαυτῆς ἐγέννησε. νυνὶ δὲ καὶ ὁ τῶν αἰσθήσεων ὄχλος ἐπεισωδίασεν αὐτῇ κηρῶν ἀμήχανον πλῆθος, τοῦτο μὲν ἐκ τῶν ὁρατῶν, τοῦτο δὲ ἐκ τῶν φωνῶν, εἶτα χυλῶν 〈καὶ〉 ἀτμῶν τῶν κατὰ τὴν ὀσμήν· καὶ σχεδὸν ἡ ἀπ’ αὐτῶν
5φλὸξ χαλεπώτερον τὴν ψυχὴν διατίθησι τῆς ἐγγινομένης ὑπ’ αὐτῆς τῆς
LA
.

3

.

236

ψυχῆς ἄνευ συμπαραλήψεως αἰσθητηρίων. τούτων μία τῶν γυναικῶν ἐστιν ἡ Πεντεφρῆ τοῦ Φαραὼ ἀρχιμαγείρου (Gen. 39, 1 ss.)· ὃς πῶς ἔχει γυναῖκα εὐνοῦχος ὤν, ἐπισκεπτέον· τοῖς γὰρ τὰ ῥήματα τοῦ νόμου πραγματευομένοις πρὸ ἀλληγορίας ἀκολουθήσει τὸ δοκοῦν ἀπο‐
5ρεῖσθαι· ὁ γὰρ εὐνοῦχος καὶ ἀρχιμάγειρος ὄντως νοῦς μὴ ταῖς ἁπλαῖς μόνον ἀλλὰ καὶ ταῖς περιτταῖς χρώμενος ἡδοναῖς εὐνοῦχος κέκληται καὶ ἄγονος σοφίας, ὢν εὐνοῦχος οὐκ ἄλλου τινὸς ἢ τοῦ σκεδαστοῦ τῶν καλῶν Φαραώ· ἐπεί τοι κατ’ ἄλλον λόγον ἄριστον ἂν εἴη τὸ εὐνοῦχον γενέσθαι, εἰ δυνήσεται ἡμῶν ἡ ψυχὴ κακίαν ἐκφυγοῦσα ἀπομαθεῖν τὸ
LA
.

3

.

237

πάθος. διὸ καὶ Ἰωσὴφ ὁ ἐγκρατὴς τρόπος τῇ λεγούσῃ ἡδονῇ „Κοιμή‐ θητι μετ’ ἐμοῦ (Gen. 39, 7) καὶ ἄνθρωπος ὢν ἀνθρωποπάθησον καὶ ἀπόλαυσον τῶν κατὰ τὸν βίον τερπνῶν“ ἐναντιοῦται φάσκων· „ἁμαρτή‐ σομαι εἰς τὸν θεὸν τὸν φιλάρετον, εἰ γενοίμην φιλήδονος· πονηρὸν γὰρ
LA
.

3

.

238

τοῦτ’ ἔργον“. καὶ νῦν μὲν ἀκροβολίζεται, ἤδη δὲ καὶ καρτερῶς
ἀπομάχεται, ὅταν εἰσέλθῃ εἰς τὸν ἑαυτῆς οἶκον ἡ ψυχὴ καὶ ἀναδραμοῦσα ἐπὶ τοὺς ἑαυτῆς τόνους ἀποτάξηται τοῖς κατὰ τὸ σῶμα καὶ τὰ ἴδια ὡς ψυχῆς ἔργα ἐργάσηται· οὔτ’ εἰς τὸν οἶκον Ἰωσὴφ οὔτε Πεντεφρῆ, ἀλλ’165
5„εἰς τὴν οἰκίαν“—καὶ οὐ προστίθησι τὴν τίνος, ἵνα σκεπτικῶς ἀλλη‐
LA
.

3

.

239

γορῇς—„ποιεῖν τὰ ἔργα αὐτοῦ“ (Gen. 39, 11). ἡ μὲν οὖν οἰκία ἐστὶν ἡ ψυχή, εἰς ἣν ἀνατρέχει καταλιπὼν τὰ ἐκτός, ἵνα τὸ λεγόμενον ἐντὸς αὑτοῦ γένηται· τὰ δὲ τοῦ ἐγκρατοῦς ἔργα μήποτε θεοῦ βουλήματί ἐστι· καὶ γὰρ οὐδεὶς ἦν ἀλλότριος λογισμὸς τῶν εἰωθότων ἐν τῇ ψυχῇ
5κατοικεῖν εἴσω. πλὴν οὐκ ἀφίσταται ζυγομαχοῦσα ἡ ἡδονή, ἀλλὰ τῶν ἱματίων λαβομένη φησί „Κοιμήθητι μετ’ ἐμοῦ“. σκεπάσματα δὲ ὥσπερ σώματος τὰ ἐσθήματά ἐστιν, οὕτως τοῦ ζῴου σιτία καὶ ποτά.
LA
.

3

.

240

τοῦτο δή φησι· τί παραιτῇ τὴν ἡδονήν, ἧς ἄνευ οὐ δύνασαι ζῆν; ἰδοὺ ἐκλαμβάνομαι τῶν ποιητικῶν αὐτῆς καί φημί σε μὴ ἂν δυνηθῆναι ὑπο‐ στῆναι, εἰ μή τινι τῶν ποιητικῶν χρήσαιο. τί οὖν ὁ ἐγκρατής; εἰ μέλλω, φησί, δουλεύειν πάθει διὰ τὴν ποιητικὴν | ὕλην, καὶ ἐξελεύσο‐
5μαι ἀπὸ τοῦ πάθους ἔξω· „καταλιπὼν γὰρ τὰ ἱμάτια ἐν ταῖς χερσὶν
LA
.

3

.

241

αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω“ (Gen. 39, 12). τίς δὲ ἔνδον, φαίη τις ἄν, ἐξέρχεται; οὐ πολλοί; ἢ οὐ φυγόντες τινὲς τὸ ἱεροσυλεῖν ἐξ ἰδιωτικῆς ἔκλεψαν οἰκίας, καὶ οὐκ ὄντες πατροτύπται ἀλλότριον ὕβρισαν; οὗτοι ἐξέρχονται μὲν ἀπὸ τῶν ἁμαρτημάτων, εἰς ἕτερα δὲ
5εἰσέρχονται· τὸν δὲ τελείως ἐγκρατῆ δεῖ πάντα φεύγειν τὰ ἁμαρτήματα καὶ τὰ μείζω καὶ τὰ ἐλάττω καὶ ἐν μηδενὶ ἐξετάζεσθαι τὸ παράπαν.
LA
.

3

.

242

ἀλλ’ ὁ μὲν Ἰωσὴφ—νέος τε γάρ ἐστι καὶ τῷ Αἰγυπτίῳ σώματι οὐκ ἴσχυσεν ἀγωνίσασθαι καὶ νικῆσαι τὴν ἡδονήν—[καὶ] ἀποδιδράσκει. Φινεὲς δὲ ὁ ἱερεὺς ὁ ζηλώσας τὸν ὑπὲρ θεοῦ ζῆλον οὐ φυγῇ τὴν ἰδίαν σωτηρίαν πεπόρισται, ἀλλὰ τὸν „σειρομάστην“ τουτέστι τὸν ζηλωτικὸν
5λόγον λαβὼν οὐκ ἀποστήσεται, πρὶν ἢ „ἐκκεντῆσαι τὴν Μαδιανῖτιν“ τὴν ἐκκεκριμένην θείου χοροῦ φύσιν „διὰ τῆς μήτρας αὐτῆσ“ (Num. 25, 7. 8), ἵνα μηδέποτε ἰσχύσῃ φυτὸν ἢ σπέρμα κακίας ἀνατεῖλαι· οὗ χάριν ἐκκοπείσης ἀφροσύνης ἆθλον καὶ κλῆρον ἡ ψυχὴ λαμβάνει διττόν, εἰρήνην καὶ ἱερωσύνην (ib. 12. 13), συγγενεῖς καὶ ἀδελφὰς ἀρετάς.
LA
.

3

.

243

τοιαύτης μὲν οὖν γυναικὸς οὐκ ἀκουστέον, αἰσθήσεως μοχθηρᾶς λέγω, ἐπεὶ καὶ „τὰς μαίας εὖ ἐποίει θεόσ“ (Exod. 1, 20), ὅτι τῶν προστάξεων τοῦ σκεδαστοῦ Φαραὼ ἠλόγουν „τὰ ἄρρενα“ τῆς ψυχῆς „ζῳογονοῦσαι“, ἃ ἐκεῖνος ἤθελε διαφθείρειν τῆς θηλείας ὕλης ἐραστὴς ὤν, τὸ δ’ αἴτιον166
LA
.

3

.

244

ἀγνοῶν καὶ λέγων ὅτι „οὐκ οἶδα αὐτόν“ (Exod. 5, 2). ἑτέρᾳ δὲ πειστέον γυναικί, οἵαν συμβέβηκε Σάρραν εἶναι, τὴν ἄρχουσαν ἀρετήν· καὶ πείθεταί γε ὁ σοφὸς Ἀβραὰμ αὐτῇ παραινούσῃ ἃ δεῖ· πρότερον μὲν γάρ, ὅτ’ οὔπω τέλειος ἐγεγένητο, ἀλλ’ ἔτι πρὶν μετονομασθῆναι τὰ
5μετέωρα ἐφιλοσόφει, ἐπισταμένη ὅτι οὐκ ἂν δύναιτο γεννᾶν ἐξ ἀρετῆς τελείας, συμβουλεύει ἐκ τῆς παιδίσκης τουτέστι παιδείας τῆς ἐγκυκλίου παιδοποιεῖσθαι τῆς Ἄγαρ (Gen. 16, 2 ss.), ὃ λέγεται παροίκησις· ὁ γὰρ μελετῶν ἐν ἀρετῇ τελείᾳ κατοικεῖν, πρὶν ἐγγραφῆναι τῇ πόλει αὐτῆς, τοῖς ἐγκυκλίοις μαθήμασι παροικεῖ, ἵνα διὰ τούτων πρὸς τελείαν ἀρετὴν
LA
.

3

.

245

ἀφέτως ὁρμήσῃ· ἔπειτα ὅταν ἴδῃ τετελειωμένον αὐτὸν καὶ ἤδη δυνάμενον σπείρειν, *** κἂν ἐκεῖνος εὐχάριστος ὢν πρὸς τὰ παιδεύματα, δι’ ὧν ἀρετῇ συνεστάθη, χαλεπὸν ἡγῆται παραιτήσασθαι αὐτά, χρησμῷ πραϋν‐ θήσεται θεοῦ τῷ κελεύοντι· „πάντα ὅσα ἂν εἴπῃ Σάρρα, ἄκουε τῆς
5φωνῆς αὐτῆσ“ (Gen. 21, 12). νόμος ἡμῶν ἔστω | ἑκάστῳ τὸ δοκοῦν ἀρετῇ· εἰ γὰρ πάντων ὅσα παραινεῖ ἡ ἀρετὴ βουλόμεθα ἀκούειν, εὐδαι‐ μονήσομεν.
LA
.

3

.

246

Τὸ δὲ „καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τού‐ του μόνου μὴ φαγεῖν“ ἴσον ἐστὶ τῷ συγκατέθου κακίᾳ, ἣν χρή σε ἀνὰ κράτος ἀπείργειν· διὰ τοῦτο „ἐπικατάρατοσ“ οὐχὶ σύ, 〈ἀλλ’〉 „ἡ γῆ ἐν τοῖς ἔργοις σου“ (Gen. 3, 17). τίς οὖν ἡ αἰτία τούτων; ὁ ὄφις ἦν, ἡδονή,
5ἔπαρσις ἄλογος ψυχῆς· αὕτη κατάρατος ἐξ ἑαυτῆς, μόνῳ γέ τοι τῷ φαύλῳ προσγίνεται, σπουδαίῳ δ’ οὐδενί. ὁ Ἀδὰμ δὲ ὁ μέσος ἐστὶ νοῦς, ὃς τοτὲ μὲν ἀμείνων τοτὲ δὲ χείρων ἐξετάζεται· ᾗ γὰρ νοῦς ἐστιν, οὔτε φαῦλος οὔτε σπουδαῖος εἶναι πέφυκεν, ἀρετῇ δὲ καὶ κακίᾳ
LA
.

3

.

247

πρός τε τὸ εὖ καὶ πρὸς τὸ χεῖρον εἴωθε μεταβάλλειν. εἰκότως οὖν οὐκ ἔστι κατάρατος ἐξ ἑαυτοῦ, ὡς οὔτε κακία ὢν οὔτε κατὰ κακίαν πρᾶξις, ἀλλ’ ἐν τοῖς ἔργοις αὐτοῦ ἡ γῆ κατάρατος· αἱ γὰρ πράξεις αἱ διὰ τῆς ὅλης ψυχῆς, ἣν κέκληκε γῆν, ἐπίληπτοι καὶ ὑπαίτιοι κατὰ κακίαν167
5ἕκαστα δρῶντός εἰσι. παρὸ καὶ ἐπιφέρει, ὅτι „ἐν λύπῃ φάγεσαι αὐτήν“, ὅπερ ἐστὶν ἴσον τῷ ἀπολαύσεις τῆς ψυχῆς ἐπιλύπως· ἐπωδύνως γὰρ ὁ φαῦλος πάντα τὸν βίον χρῆται τῇ ἑαυτοῦ ψυχῇ μηδὲν ἔχων χαρᾶς αἴτιον, ὃ πέφυκε γεννᾶν δικαιοσύνη καὶ φρόνησις καὶ αἱ σύνθρονοι ταύ‐ της ἀρεταί.
LA
.

3

.

248

„Ἀκάνθας οὖν καὶ τριβόλους ἀνατελεῖ σοι“ (Gen. 3, 18). ἀλλὰ τί φύεται καὶ βλαστάνει ἐν ἄφρονος ψυχῇ, πλὴν τὰ κεντοῦντα καὶ τιτρώσκοντα αὐτὴν πάθη; ἃ διὰ συμβόλων ἀκάνθας κέκληκεν, οἷς ἡ ἄλογος ὁρμὴ πυρὸς τὸν τρόπον πρώτοις ἐντυγχάνει, μεθ’ ὧν ταχθεῖσα
5πάντα τὰ αὐτῆς καταφλέγει καὶ διαφθείρει. λέγει γὰρ οὕτως· „ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεμπρήσῃ ἅλωνα ἢ στάχυας ἢ πε‐
LA
.

3

.

249

δίον, ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύσασ“ (Exod. 22, 6). ὁρᾷς ὅτι τὸ πῦρ ἐξελθόν, ἡ ἄλογος ὁρμή, οὐκ ἐμπίπρησι τὰς ἀκάνθας, ἀλλὰ εὑρίσκει· ζητητικὴ γὰρ τῶν παθῶν οὖσα ἃ ἐπόθει λαβεῖν εὗρεν· ὅταν δὲ εὕρῃ, καταφλέγει τρία ταῦτα, ἀρετὴν τελείαν, προκοπήν, εὐφυΐαν· ἀρετὴν μὲν
5οὖν παραβέβληκε τῇ ἅλῳ, συγκεκόμισται γάρ, ὡς ἐνταῦθα ὁ καρπός, οὕτως καὶ ἐν τῇ τοῦ σοφοῦ ψυχῇ τὰ καλά· στάχυσι δὲ τὴν προκοπήν, ἐπεὶ καὶ ἑκάτερον ἀτελὲς ἐφιέμενον τοῦ τέλους· πεδίῳ δὲ τὴν εὐφυΐαν,
LA
.

3

.

250

ὅτι εὐπαράδεκτος σπερμάτων ἀρετῆς ἐστιν. | ἕκαστον δὲ τῶν παθῶν τριβόλια εἴρηκεν, ἐπειδὴ τριττά ἐστιν, αὐτό τε καὶ τὸ ποιητικὸν καὶ τὸ ἐκ τούτων ἀποτέλεσμα, οἷον ἡδονή, ἡδύ, ἥδεσθαι· ἐπιθυμία, ἐπιθυμητόν, ἐπιθυμεῖν· λύπη, λυπηρόν, λυπεῖσθαι· φόβος, φοβερόν,
5φοβεῖσθαι.
LA
.

3

.

251

„Καὶ φάγεσαι τὸν χόρτον τοῦ ἀγροῦ· ἐν ἱδρῶτι τοῦ προσώπου σου 〈φάγεσαι τὸν ἄρτον σου〉“ (Gen. 3, 18. 19). χόρτον καὶ ἄρτον καλεῖ συνωνύμως, πρᾶγμα ταὐτόν· χόρτος ἀλόγου τροφή ἐστιν· ἄλογον δὲ 〈ὁ〉 φαῦλος ἐκτετμημένος τὸν ὀρθὸν λόγον, ἄλογοι δὲ καὶ αἱ
5αἰσθήσεις τῆς ψυχῆς οὖσαι μέρος· ὁ δὲ νοῦς ἐφιέμενος τῶν αἰσθητῶν
διὰ τῶν ἀλόγων αἰσθήσεων οὐκ ἄνευ πόνου καὶ ἱδρῶτος ἐφίεται· σφόδρα γὰρ ὀδυνηρὸς καὶ ἐπαχθὴς ὁ τοῦ ἄφρονος βίος μετιόντος καὶ ἐπι‐ λιχνεύοντος τὰ ποιητικὰ τῶν ἡδονῶν καὶ τῶν ὅσα κακία ἀπεργάζεσθαι168
LA
.

3

.

252

φιλεῖ. καὶ μέχρι τίνος; „μέχρι“ φησίν „ἀποστρέψεις εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθησ“ (Gen. 3, 19). νῦν γὰρ οὐκ ἐν τοῖς γεώδεσι καὶ ἀσυστά‐ τοις ἐξετάζεται τὴν οὐράνιον σοφίαν καταλιπών; πῇ οὖν ἔτι ἀποστρέ‐ φεται, σκεπτέον. ἀλλὰ μήποτε ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ὁ ἄφρων
5νοῦς ἀπέστραπται μὲν ἀεὶ τὸν ὀρθὸν λόγον, εἴληπται δὲ οὐκ ἀπὸ τῆς μεταρσίου φύσεως, ἀλλ’ ἀπὸ τῆς γεωδεστέρας ὕλης, καὶ μένων δὲ καὶ
LA
.

3

.

253

κινούμενος ὁ αὐτός ἐστιν ἐφιέμενός τε τῶν αὐτῶν. διὸ καὶ ἐπιφέρει, „ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ“ (ibid.), ὅπερ ἴσον ἐστὶ τῷ προει‐ ρημένῳ. δηλοῖ δὲ καὶ τοῦτο· ἡ ἀρχή σου καὶ τὸ τέλος ἓν καὶ ταὐτόν ἐστιν· ἤρξω τε γὰρ ἀπὸ τῶν φθειρομένων γῆς σωμάτων, τελευτήσεις
5δὲ πάλιν εἰς ἐκεῖνα τὴν μεταξὺ τοῦ βίου τρίψας ὁδὸν οὐ λεωφόρον ἀλλὰ τραχεῖαν, βάτων καὶ τριβόλων κεντεῖν τε καὶ τιτρώσκειν πεφυ‐
κότων μεστήν.169