TLG 0017 012 :: ISAEUS :: Pro Euphileto

ISAEUS Orat.
(Atheniensis fort. Chalcidicus: 5–4 B.C.)

Pro Euphileto

Source: Roussel, P. (ed.), Isée. Discours, 2nd edn. Paris: Les Belles Lettres, 1960: 211–215.

Citation: Section — (line)

Or12
.

1

Ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἀδελφὸς ἡμῖν ἐστιν οὑτοσὶ Εὐφίλητος, οὐ μόνον ἡμῶν, ἀλλὰ καὶ τῶν συγ‐ γενῶν ἁπάντων ἀκηκόατε μαρτυρούντων. Σκέψασθε δὲ
πρῶτον τὸν πατέρα ἡμῶν, τίνος ἕνεκα ἂν ψεύδοιτο καὶ211
5τοῦτον μὴ ὄντα αὐτοῦ ὑὸν εἰσεποιεῖτο.
Or12
.

2

Πάντας γὰρ εὑρήσετε τοὺς τὰ τοιαῦτα πράττοντας ἢ οὐκ ὄντων αὐτοῖς γνησίων παίδων ἢ διὰ πενίαν ἀναγκαζομένους ξένους ἀνθρώπους εἰσποιεῖσθαι, ὅπως ὠφελῶνταί τι ἀπ’ αὐτῶν
5δι’ αὐτοὺς Ἀθηναίων γεγονότων. Τῷ τοίνυν πατρὶ τούτων οὐδέτερον ὑπάρχει· γνήσιοι μὲν γὰρ αὐτῷ ἡμεῖς δύο ὑεῖς ἐσμεν, ὥστε οὐκ ἄν γε δι’ ἐρημίαν τοῦτον εἰσεποιεῖτο.
Or12
.

3

Ἀλλὰ μὴν οὐδὲ τροφῆς τε καὶ εὐπορίας τῆς παρὰ τούτου δεόμενος· ἔστι γὰρ αὐτῷ 〈βίοσ〉 ἱκανός, καὶ χωρὶς τούτου μεμαρτύρηται ὑμῖν τοῦτον ἐκ παιδίου τρέφων καὶ ἀσκῶν καὶ εἰς 〈τοὺσ〉 φράτερας εἰσαγαγών, καὶ ταῦτα οὐ μικρὰ
5δαπανήματά ἐστιν. Ὥστε τόν γε πατέρα ἡμῶν οὐκ εἰκός ἐστιν, ὦ ἄνδρες δικασταί, μηδὲν ὠφελούμενον οὕτως ἀδίκῳ πράγματι ἐπιχειρῆσαι.
Or12
.

4

Ἀλλὰ μὴν οὐδ’ ἐμέ γε οὐδεὶς ἀνθρώπων οὕτως τελέως ἂν ἄφρονα ὑπολάβοι ὥστε τούτῳ μαρτυρεῖν τὰ ψευδῆ, ὅπως τὰ πατρῷα διὰ πλειόνων δια‐ νείμωμαι. Καὶ γὰρ οὐδ’ ἀμφισβητῆσαί μοι ἐξουσία γένοιτ’
5ἂν ὕστερον ὡς οὐκ ἔστιν ἀδελφὸς οὗτος ἐμοῦ· οὐδεὶς γὰρ ἂν ὑμῶν τὴν φωνὴν ἀνάσχοιτ’ ἂν ἀκούων, 〈εἰ〉 νῦν μὲν ὑπόδικον ἐμαυτὸν καθιστὰς μαρτυρῶ ὡς ἔστιν ἀδελφὸς ἡμέτερος, ὕστερον δὲ φαινοίμην τούτοις ἀντιλέγων.
Or12
.

5

Οὐ μόνον τοίνυν ἡμᾶς, ὦ ἄνδρες δικασταί, εἰκός ἐστι τἀ‐ ληθῆ μεμαρτυρηκέναι, ἀλλὰ καὶ τοὺς ἄλλους συγγενεῖς. Ἐνθυμήθητε γὰρ πρῶτον μὲν ὅτι οἱ τὰς ἀδελφὰς ἡμῶν ἔχοντες οὐκ ἄν ποτε ἐμαρτύρουν περὶ τούτου τὰ ψευδῆ·
5μητρυιὰ γὰρ ἡ τούτου μήτηρ ἐγεγένητο ταῖς ἡμετέραις ἀδελφαῖς, εἰώθασι δέ πως ὡς ἐπὶ τὸ πολὺ διαφέρεσθαι
ἀλλήλαις αἵ τε μητρυιαὶ καὶ αἱ πρόγονοι· ὥστε εἰ οὗτος ἐξ ἄλλου τινὸς ἀνδρὸς ἦν τῇ μητρυιᾷ καὶ οὐκ ἐκ τοῦ ἡμετέρου πατρός, οὐκ ἄν ποτε, ὦ ἄνδρες δικασταί, τοὺς ἑαυτῶν212
10ἄνδρας αἱ ἀδελφαὶ μαρτυρεῖν εἴασαν καὶ ἐπέτρεψαν.
Or12
.

6

Καὶ μὴν οὐδ’ ἂν ὁ θεῖος πρὸς μητρὸς ἡμῖν ὤν, τούτῳ δὲ οὐδὲν προσήκων δήπου τῇ τούτου μητρὶ ἠθέλησεν ἄν, ὦ ἄνδρες δικασταί, μαρτυρῆσαι ψευδῆ μαρτυρίαν, δι’ ἣν ἡμῖν γίγνεται βλάβη περιφανής, εἴ περ ξένον ὄντα τοῦτον
5εἰσποιοῦμεν ἀδελφὸν ἡμῖν αὐτοῖς. Ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς τούτοις 〈πῶσ〉 ἄν τις ὑμῶν καταγνοίη ψευδομαρτυρίων Δημαράτου τουτουὶ καὶ Ἡγήμονος καὶ Νικοστράτου, οἳ πρῶτον μὲν οὐδὲν αἰσχρὸν οὐδέποτε φα‐ νήσονται ἐπιτηδεύσαντες, εἶτα δ’ οἰκεῖοι ὄντες ἡμῖν καὶ
10εἰδότες ἡμᾶς ἅπαντας μεμαρτυρήκασιν Εὐφιλήτῳ τουτῳὶ τὴν αὑτοῦ συγγένειαν ἕκαστος;
Or12
.

7

Ὥστε ἡδέως κἂν τῶν ἀντιδικούντων ἡμῖν τοῦ σεμνοτάτου πυθοίμην εἰ ἄλλοθέν ποθεν ἔχοι ἂν ἐπιδεῖξαι αὑτὸν Ἀθηναῖον ἢ ἐκ τούτων ὧν καὶ ἡμεῖς Εὐφίλητον ἐπιδείκνυμεν. Ἐγὼ μὲν γὰρ οὐκ οἶμαι
5ἄλλο τι ἂν αὐτὸν 〈εἰπεῖν〉 ἢ ὅτι ἡ μήτηρ ἀστή τέ ἐστι καὶ 〈γαμετὴ καὶ ἀστὸσ〉 ὁ πατήρ, καὶ ὡς ταῦτ’ ἀληθῆ λέγει, παρέχοιτ’ ἂν αὑτῷ τοὺς συγγενεῖς μάρτυρας.
Or12
.

8

Εἶτα, ὦ ἄνδρες δικασταί, εἰ μὲν οὗτοι ἐκινδύνευον, ἠξίουν ἂν τοῖς αὑτῶν οἰκείοις ὑμᾶς πιστεύειν μαρτυροῦσι μᾶλλον ἢ τοῖς κατηγόροις· νυνὶ δὲ ἡμῶν πάντα ταῦτα παρεχομένων
5ἀξιώσουσιν ὑμᾶς τοῖς αὑτῶν πείθεσθαι λόγοις μᾶλλον ἢ τῷ πατρὶ τῷ Εὐφιλήτου καὶ ἐμοὶ καὶ τῷ ἀδελφῷ καὶ τοῖς φράτερσι καὶ πάσῃ τῇ ἡμετέρᾳ συγγενείᾳ; Καὶ μὴν οὗτοι
μὲν †οὐδὲν οὐδενὶ† κινδυνεύοντες ἰδίας ἔχθρας ἕνεκα 〈ταῦτα〉 ποιοῦσιν, ἡμεῖς δὲ πάντας ὑποδίκους ἡμᾶς αὐτοὺς213
10καθιστάντες μαρτυροῦμεν.
Or12
.

9

Καὶ πρὸς ταῖς μαρτυρίαις, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ἡ τοῦ Εὐφιλήτου μήτηρ, ἣν οὗτοι ὁμολογοῦσιν ἀστὴν εἶναι, ὅρκον ὀμόσαι ἐπὶ τοῦ διαιτητοῦ ἐβούλετο ἐπὶ Δελφινίῳ ἦ μὴν τουτονὶ Εὐφίλητον
5εἶναι ἐξ αὑτῆς καὶ τοῦ ἡμετέρου πατρός. Καίτοι τίνα προσ‐ ῆκε μᾶλλον αὐτῆς ἐκείνης τοῦτ’ εἰδέναι; Ἔπειτα, ὦ ἄν‐ δρες δικασταί, ὁ πατὴρ ὁ ἡμέτερος, ὃν εἰκός ἐστι μετὰ τὴν τούτου μητέρα ἄριστα τὸν αὑτοῦ ὑὸν γιγνώσκειν, οὗτος καὶ τότε καὶ νυνὶ βούλεται ὀμόσαι ἦ μὴν Εὐφίλητον τουτονὶ
10ὑὸν εἶναι αὑτοῦ ἐξ ἀστῆς καὶ γαμετῆς γυναικός.
Or12
.

10

Πρὸς τούτοις τοίνυν, ὦ ἄνδρες δικασταί, ἐγὼ ἐτύγχανον μὲν τρισκαιδεκαετὴς ὤν, ὥσπερ καὶ πρότερον εἶπον, ὅτε οὗτος ἐγένετο, ἕτοιμος δέ εἰμι ὀμόσαι ἦ μὴν Εὐφίλητον τουτονὶ
5ἀδελφὸν εἶναι ἐμαυτοῦ ὁμοπάτριον. Ὥστε, ὦ ἄνδρες δικασταί, δικαίως ἂν καὶ τοὺς ἡμετέρους ὅρκους πιστοτέ‐ ρους νομίζοιτε ἢ τοὺς τούτων λόγους· ἡμεῖς μὲν γὰρ ἀκρι‐ βῶς εἰδότες ὀμόσαι περὶ αὐτοῦ θέλομεν, οὗτοι δὲ ταῦτα ἀκηκοότες παρὰ τῶν τούτου διαφόρων ἢ αὐτοὶ πλάττοντες
10λέγουσι.
Or12
.

11

Πρὸς δὲ τούτοις, ὦ ἄνδρες δικασταί, ἡμεῖς μὲν τοὺς συγγενεῖς μάρτυρας καὶ ἐπὶ τῶν διαιτητῶν καὶ ἐφ’ ὑμῶν παρεχόμεθα, οἷς οὐκ ἄξιον ἀπιστεῖν· οὗτοι δέ, ἐπειδὴ ἔλαχεν Εὐφίλητος τὴν δίκην τὴν προτέραν τῷ
5κοινῷ τῶν δημοτῶν καὶ τῷ τότε δημαρχοῦντι, ὃς νῦν τετε‐ λεύτηκε, δύο ἔτη τοῦ διαιτητοῦ τὴν δίαιταν ἔχοντος οὐκ ἐδυνήθησαν οὐδεμίαν μαρτυρίαν εὑρεῖν ὡς οὑτοσὶ ἄλλου
τινὸς πατρός ἐστιν ἢ τοῦ ἡμετέρου. Τοῖς δὲ διαιτῶσι μέ‐ γιστα 〈ταῦτα〉 σημεῖα ἦν τοῦ ψεύδεσθαι τούτους καὶ κατ‐214
10εδιῄτησαν αὐτῶν ἀμφότεροι. Καί μοι λαβὲ τῆς προτέρας διαίτης τὴν μαρτυρίαν.
Μαρτυρία
Or12
.

12

Ὡς μὲν τοίνυν καὶ τότε ὦφλον τὴν δίαιταν, ἀκη‐ κόατε. Ἀξιῶ δέ, ὦ ἄνδρες δικασταί, ὥσπερ οὗτοι μέγα τοῦτ’ ἂν ἔφασαν εἶναι σημεῖον ὡς οὐκ ἔστιν Ἡγησίππου, εἰ οἱ διαιτηταὶ αὐτῶν ἀπεδιῄτησαν, οὕτω τὸ νῦν ἡμῖν
5τοιοῦτον εἶναι μαρτύριον, ὅτι ἀληθῆ λέγομεν, ἐπεὶ ἔδοξαν αὐτοῖς ἀδικεῖν τοῦτον Ἀθηναῖον ὄντα καὶ κυρίως πρῶτον ἐγγραφέντα ὕστερον ἐξαλείψαντες. Ὅτι μὲν οὖν ἀδελφὸς ἡμῶν ἐστιν οὑτοσὶ Εὐφίλητος καὶ πολίτης ὑμέτερος, καὶ ἀδίκως ὑβρίσθη ὑπὸ τῶν ἐν τῷ δήμῳ συστάντων, ἱκανῶς
10οἴομαι ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἀκηκοέναι.215