TLG 0017 010 :: ISAEUS :: De Aristarcho

ISAEUS Orat.
(Atheniensis fort. Chalcidicus: 5–4 B.C.)

De Aristarcho

Source: Roussel, P. (ed.), Isée. Discours, 2nd edn. Paris: Les Belles Lettres, 1960: 179–186.

Citation: Section — (line)

Or10
.

1

Ἐβουλόμην 〈μέν〉, ὦ ἄνδρες, ὥσπερ Ξεναίνετος οὑ‐ τοσὶ δύναται ψευδῆ λέγειν θαρραλέως, οὕτω κἀγὼ τἀληθῆ πρὸς ὑμᾶς περὶ ὧν ἀμφισβητοῦμεν εἰπεῖν δυνηθῆναι· οἶμαι γὰρ ἂν ὑμῖν εὐθέως δῆλον γενέσθαι εἴθ’ ἡμεῖς ἀδίκως ἐπὶ
5τὸν κλῆρον ἥκομεν, εἴθ’ οὗτοι μὴ προσηκόντως πάλαι τὰ χρήματα ταῦτα εἰλήφασι. Νῦν δὲ οὐκ ἐξ ἴσου διακείμεθα, ὦ ἄνδρες. Οἱ μὲν γὰρ καὶ λέγειν δεινοὶ καὶ παρασκευάσασ‐ θαι ἱκανοί, ὥστε καὶ ὑπὲρ ἑτέρων πολλάκις ἐν ὑμῖν ἠγω‐ νίσθαι· ἐγὼ δὲ μὴ ὅτι ὑπὲρ ἄλλου, ἀλλ’ οὐδὲ ὑπὲρ ἐμαυτοῦ
10πώποτε δίκην ἰδίαν εἴρηκα, ὥστε πολλῆς δεῖ με συγγνώμης τυχεῖν παρ’ ὑμῶν.
Or10
.

2

Ἠνάγκασμαι μὲν οὖν, ὦ ἄνδρες, διὰ τὸ μὴ δύνασθαι δίκην παρ’ αὐτῶν λαβεῖν, τὴν μητέρα τὴν ἐμὴν ἐν τῇ ἀνα‐ κρίσει Ἀριστάρχου εἶναι ἀδελφὴν προσγράψασθαι· οὐ μὴν
διὰ τοῦτο ὑμῖν ἡ διάγνωσις ἧττον περὶ αὐτῶν εὐκρινὴς179
5γενήσεται, [ἀλλ’] ἐκ τῶν νόμων σκοποῦσιν εἰ τὰ ἑαυτοῦ δέδωκε τούτῳ Ἀρίσταρχος ἢ τὰ μηδὲν προσήκοντα. Ἔστι δὲ δίκαιον τοῦτο, ὦ ἄνδρες· ὁ γὰρ νόμος κελεύει τὰ μὲν ἑαυ‐ τοῦ διαθέσθαι ὅτῳ ἂν ἐθέλῃ, τῶν δὲ ἀλλοτρίων οὐδένα κύριον πεποίηκε.
Or10
.

3

Τοῦτο οὖν ὑμᾶς πειράσομαι πρῶτον διδάσ‐ κειν, ἐάν μου μετ’ εὐνοίας ἀκοῦσαι ἐθέλητε. Εἴσεσθε γὰρ ὡς ὁ κλῆρος οὗτος οὐ τούτων ἦν ἐξ ἀρχῆς, ἀλλὰ τῆς ἐμῆς μητρὸς πατρῷος, ἔπειτα καὶ ὡς Ἀρίσταρχος οὐδὲ καθ’
5ἕνα νόμον αὐτὸν εἴληφεν, ἀλλὰ παρὰ πάντας τοὺς νόμους ἀδικεῖ μετὰ τῶν οἰκείων τὴν ἐμὴν μητέρα· ὅθεν οὖν σαφέσ‐ τατα μαθήσεσθε ὡς ἔχει ταῦτα, ἐντεῦθεν ὑμᾶς πρῶτον πειράσομαι διδάσκειν.
Or10
.

4

Ἀρίσταρχος γὰρ ἦν, ὦ ἄνδρες, Συπαλήττιος. Οὗτος ἔλαβε Ξεναινέτου Ἀχαρνέως θυγατέρα, ἐξ ἧς γίγνεται Κυρωνίδης καὶ Δημοχάρης καὶ ἡ μήτηρ ἡ ἐμὴ καὶ ἄλλη τούτων ἀδελφή. Κυρωνίδης μὲν οὖν ὁ τοῦδε πατὴρ καὶ
5θατέρου τοῦ τόνδε τὸν κλῆρον ἀδίκως ἔχοντος ἐξεποιήθη εἰς ἕτερον οἶκον, ὥστε αὐτῷ τῶν χρημάτων οὐδὲν ἔτι προσῆκεν· Ἀριστάρχου δὲ τοῦ πατρὸς 〈τοῦ〉 τούτων ‖ τε‐ λευτήσαντος Δημοχάρης 〈ὁ〉 ὑὸς κληρονόμος τῶν ἐκείνου κατέστη. Τούτου δὲ παιδὸς ἀποθανόντος καὶ τῆς ἑτέρας
10ἀδελφῆς, ἡ μήτηρ ἡ ἐμὴ ἐπὶ παντὶ τῷ οἴκῳ ἐπίκληρος ἐγένετο.
Or10
.

5

Καὶ οὕτω μὲν ἐξ ἀρχῆς ἅπαντα ταυτὶ τῆς ἐμῆς μητρὸς ἐγένετο. Προσῆκον δ’ αὐτῇ μετὰ τῶν χρημά‐ των τῷ ἐγγύτατα γένους συνοικεῖν, πάσχει δεινότατα, ὦ ἄνδρες. Ἀριστομένης γάρ, ἀδελφὸς ὢν ἐκείνου τοῦ Ἀρισ‐
5τάρχου, ὄντος αὐτῷ ὑέος καὶ θυγατρός, ἀμελήσας ἢ αὐτὸς αὐτὴν ἔχειν ἢ τῷ ὑεῖ μετὰ τοῦ κλήρου ἐπιδικάσασθαι, τού‐
των μὲν οὐδὲν ἐποίησε, τὴν δὲ αὑτοῦ θυγατέρα ἐπὶ τοῖς τῆς ἐμῆς μητρὸς χρήμασι Κυρωνίδῃ ἐξέδωκεν, ἐξ ἧς ὁ Ξεναίνετος οὗτος καὶ Ἀρίσταρχος ὁ τελευτήσας ἐγένετο.180
Or10
.

6

Τὸ μὲν οὖν ἀδίκημα, καὶ ὃν τρόπον τῶν χρημάτων ἀπεστερήθη, τοῦτ’ ἔστιν, ὦ ἄνδρες· μετὰ δὲ ταῦτα τὴν ἐμὴν μητέρα ἐκδίδωσι τῷ ἐμῷ πατρί. Κυρωνίδου δὲ τελευ‐ τήσαντος τὸν τοῦ Ξεναινέτου ἀδελφὸν εἰσάγουσιν Ἀρισ‐
5τάρχῳ ὑόν, οὐδὲ καθ’ ἕνα νόμον, ὦ ἄνδρες, ὡς ἐγὼ ἐκ πολ‐ λῶν τεκμηρίων ὑμῖν ἐπιδείξω.
Or10
.

7

Πρῶτον μὲν οὖν μάρτυρας ὑμῖν παρέξομαι ὡς Κυρω‐ νίδης ἐκποίητος εἰς τὸν Ξεναινέτου οἶκον ἐγένετο καὶ ἐν ἐκείνῳ ἐτελεύτησεν, ἔπειθ’ ὡς Ἀρίσταρχος, οὗ ἦν οὗτος ὁ κλῆρος, πρότερος τοῦ ὑέος Δημοχάρους ἐτελεύτησε, Δημο‐
5χάρης δὲ παῖς ὢν ἀπέθανε καὶ ἡ ἑτέρα ἀδελφή, ὥστε τὸν κλῆρον ἐπὶ τῇ ἐμῇ μητρὶ γενέσθαι. Καί μοι κάλει τούτων τοὺς μάρτυρας.
〈Μάρτυρεσ〉
Or10
.

8

Οὕτως μὲν ἐξ ἀρχῆς 〈τῆς μητρὸς τῆς ἐμῆσ〉 ἦν, ὦ ἄνδρες, ὁ κλῆρος, περὶ οὗ νῦν ὁ λόγος ἐστί, Κυρωνίδου μὲν ἐκποιήτου γενομένου εἰς τὸν Ξεναινέτου οἶκον, τοῦ δὲ πατρὸς Ἀριστάρχου τῷ ὑεῖ Δημοχάρει καταλιπόντος, ἐκεί‐
5νου δὲ τῇ ἀδελφῇ τῇ ἑαυτοῦ ταύτῃ, μητρὶ δὲ ἐμῇ. Δεῖ δέ, ἐπειδὴ λίαν ἀναισχυντοῦσιν, ὦ ἄνδρες, καὶ τὰ χρήματα παρὰ τὸ δίκαιον ἔχειν ἀξιοῦσι, μαθεῖν ὑμᾶς ὡς οὐδὲ καθ’ ἕνα νόμον Ἀρίσταρχος εἰς τοὺς φράτερας τοὺς ἐκείνου εἰσῆκται· ἐὰν γὰρ τοῦτο μάθητε, σαφῶς εἴσεσθε ὅτι τῷ μὴ
10δικαίως ἔχοντι οὐδὲ διατίθεσθαι περὶ αὐτῶν προσῆκεν.
Or10
.

9

Οἶμαι τοίνυν πάντας ὑμᾶς εἰδέναι, ὦ ἄνδρες, ὅτι κατὰ διαθήκας αἱ εἰσαγωγαὶ τῶν εἰσποιήτων γίγνονται, διδόντων τὰ ἑαυτῶν καὶ ὑεῖς ποιουμένων, ἄλλως δὲ οὐκ ἔξεστιν. Εἴτε οὖν Ἀρίσταρχον φήσει τις αὐτὸν διαθέσθαι, οὐκ ἀληθῆ181
5λέξει· γνησίου γὰρ ὄντος αὐτῷ Δημοχάρους ὑέος οὔτ’ ἂν ἐβούλετο ταῦτα [δια]πρᾶξαι οὔτε ἐξῆν δοῦναι τὰ ἑαυτοῦ ἑτέρῳ· εἴτε Ἀριστάρχου τελευτήσαντος Δημοχάρην αὐτὸν ποιήσασθαι, καὶ ταῦτα ψεύσονται.
Or10
.

10

Παιδὸς γὰρ οὐκ ἔξεστι διαθήκην γενέσθαι· ὁ γὰρ νόμος διαρρήδην κωλύει παιδὶ μὴ ἐξεῖναι συμβάλλειν μηδὲ γυναικὶ πέρα μεδίμνου κριθῶν. Μεμαρτύρηται δὲ Ἀρίσταρχον μὲν πρότερον Δημο‐
5χάρους τοῦ ὑέος τελευτῆσαι, ἐκεῖνον δὲ ὕστερον τοῦ πα‐ τρὸς 〈ἔτι παῖδα ὄντα〉· ὥστε κατά γε διαθήκην ἐκείνων, οὐδ’ εἰ διέθεντο προσῆκεν αὐτῷ τούτων τῶν χρημάτων κλη‐ ρονομῆσαι. Ἀνάγνωθι δὴ καὶ τοὺς νόμους, καθ’ οὓς οὐδε‐ τέρῳ αὐτῶν ἐξῆν διαθήκας ποιήσασθαι.
10Νόμοι
Or10
.

11

Οὐ τοίνυν, ὦ ἄνδρες, οὐδὲ Κυρωνίδην οἷόν τε ἦν ὑὸν Ἀριστάρχῳ εἰσποιῆσαι, ἀλλ’ αὐτῷ μὲν ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον ἐξῆν, ὑὸν ἐγκαταλιπόντα ἐν τῷ Ξεναι‐ νέτου οἴκῳ, ἐξ αὑτοῦ δὲ ἀντεισαγαγεῖν οὐκ ἔστι νόμος· ἢ
5ἐὰν φῶσι, ψεύσονται. Ὥστε οὐδ’ ἐὰν φάσκωσιν ὑπ’ ἐκεί‐ νου 〈εἰσ〉ποιηθῆναι, νόμον ἕξουσι δεῖξαι καθ’ ὃν ἐξῆν αὐτῷ ταῦτα πρᾶξαι, ἀλλ’ ἐξ ὧν αὐτοὶ λέγουσιν ἔτι φανε‐ ρώτερον ὑμῖν γενήσεται τοῦτο, ὅτι παρανόμως καὶ ἀσελγῶς ἔχουσι τὰ τῆς μητρὸς χρήματα.
Or10
.

12

Καὶ μὲν δή, ὦ ἄν‐ δρες, οὐδὲ Ἀριστομένει γε οὐδὲ Ἀπολλοδώρῳ, οἷς προσῆκε
τῆς ἐμῆς μητρὸς ἐπιδικάσασθαι, οὐδὲ τούτοις ἐξῆν. Θαυ‐ μαστὸν γὰρ ἂν εἴη, εἰ τὴν ἐμὴν μητέρα ἔχοντι Ἀπολλο‐182
5δώρῳ ἢ Ἀριστομένει οὐκ ἂν οἷόν τε ἦν τῶν ἐκείνης κυρίῳ γενέσθαι, κατὰ τὸν νόμον ὃς οὐκ ἐᾷ τῶν τῆς ἐπικλήρου κύριον εἶναι, ἀλλ’ ἢ τοὺς παῖδας ἐπὶ δίετες ἡβήσαντας ‖ κρατεῖν τῶν χρημάτων, ἀλλ’ ἑτέρῳ αὐτὴν ἐκδόντι ἐξέσται εἰς τὰ ταύτης χρήματα ὑὸν εἰσποιῆσαι. Δεινὰ μέντ’ ἂν
10γίγνοιτο.
Or10
.

13

Καὶ τῷ μὲν πατρὶ αὐτῆς, εἰ παῖδες ἄρρενες μὴ ἐγένοντο, οὐκ ἂν ἐξῆν ἄνευ ταύτης διαθέσθαι· κελεύει γὰρ ὁ νόμος σὺν ταύταις κύριον εἶναι δοῦναι, ἐάν τῳ βού‐ ληται, τὰ ἑαυτοῦ· τῷ δὲ μήτε λαβεῖν αὐτὴν ἀξιώσαντι μήτε
5πατρὶ ὄντι, ἀλλ’ ἀνεψιῷ, παρὰ πάντας τοὺς νόμους εἰσ‐ αγαγόντι ἔσται κυρίως ταῦτα πεπραγμένα; Καὶ τίς ὑμῶν ταῦτα πεισθήσεται;
Or10
.

14

Ἐγὼ μέν, ὦ ἄνδρες, σαφῶς ἐπίσταμαι ὅτι οὔτε Ξεναίνετος οὔτε ἄλλος οὐδεὶς ἀνθρώ‐ πων ἕξει ἀποδεῖξαι ὡς οὐ τῆς ἐμῆς μητρὸς οὗτος 〈ὁ〉 κλῆρός ἐστι, τοῦ ἀδελφοῦ αὐτῇ τοῦ Δημοχάρους καταλι‐
5πόντος· ἐὰν δ’ ἄρα τολμῶσι περὶ αὐτῶν λέγειν, νόμον κε‐ λεύετε δεῖξαι καθ’ ὃν γεγένηται ἡ εἰσποίησις Ἀριστάρχῳ, καὶ τίς ὁ εἰσποιήσας· τοῦτο γὰρ δίκαιόν ἐστιν. Ἀλλ’ οἶδ’ ὅτι οὐχ ἕξουσιν ἐπιδεῖξαι.
Or10
.

15

Περὶ μὲν οὖν τοῦ τὸν κλῆρον εἶναι τῆς μητρὸς ἐξ ἀρχῆς καὶ ἀδίκως αὐτὴν ὑπὸ τούτων ἀπεστερῆσθαι, ἔκ τε τῶν εἰρημένων καὶ μεμαρτυρημένων καὶ ἐξ αὐτῶν τῶν νόμων ἱκανῶς ἡγοῦμαι ἀποδεδεῖχθαι. Οὕτω δὲ καὶ τούτοις
5φανερόν ἐστιν ὅτι οὐ προσηκόντως ἔχουσι ταῦτα τὰ χρή‐ ματα, ὥστε οὐκ ἐπὶ τῷ δικαίως Ἀρίσταρχον εἰσαχθῆναι εἰς τοὺς φράτερας τὸν λόγον ποιοῦνται μόνον, ἀλλὰ καὶ δίκην φασὶν ὑπὲρ τούτων τῶν χρημάτων τὸν πατέρα τὸν ἑαυτῶν ἐκτετικέναι, ἵνα, ἂν μὴ κατ’ ἐκεῖνον δικαίως δοκῶ‐
10σιν ἔχειν, κατά γε ταῦτα εἰκότως προσῆκον αὐτοῖς φαίνηται.183
Or10
.

16

Ἐγὼ δ’, ὦ ἄνδρες, ὅτι οὐκ ἀληθῆ λέγουσι, μεγάλοις ὑμᾶς τεκμηρίοις διδάξω. Εἰ γὰρ ἦν, ὡς οὗτοι λέγουσιν, ὑπό‐ χρεως οὗτος ὁ κλῆρος, οὔτ’ ἂν χρήματα οὗτοι ὑπὲρ αὐτῶν ἐξέτινον—οὐ γὰρ προσῆκεν αὐτοῖς, ἀλλ’ οἷς ἐγένετο ἡ
5ἐμὴ μήτηρ ἐπίδικος, τούτοις ἀναγκαῖον ἦν ὑπὲρ αὐτῶν βουλεύσασθαι—οὔτε ἂν εἰσεποίουν εἰς τοῦτον τὸν κλῆ‐ ρον ὑὸν Ἀριστάρχῳ, μέλλοντες ὠφεληθήσεσθαι μὲν μηδέν, ζημιωθήσεσθαι δὲ μεγάλα.
Or10
.

17

Ἢ ἕτεροι μέν, ὅταν περὶ χρήματα δυστυχῶσι, τοὺς σφετέρους αὐτῶν παῖδας εἰς ἑτέρους οἴκους εἰσποιοῦσιν, ἵνα μὴ μετάσχωσι τῆς τοῦ πατρὸς ἀτιμίας· οὗτοι δὲ ἄρα εἰς ὑπόχρεων οὐσίαν [καὶ
5οἴκοθεν] εἰσεποίουν σφᾶς αὐτούς, ἵνα καὶ τὰ 〈οἴκοθεν〉 ὑπάρχοντα προσαπολέσειαν; Οὐκ ἔστι ταῦτα, ἀλλ’ ὁ μὲν κλῆρος ἐλεύθερος ἦν καὶ τῆς ἐμῆς μητρὸς ἐγένετο, οὗτοι δὲ φιλοχρηματοῦντες καὶ ἐκείνην ἀποστεροῦντες ταῦτα πάντα ἐμηχανήσαντο.
Or10
.

18

Ἴσως οὖν 〈ἄν〉 τις, ὦ ἄνδρες, τὸν χρόνον ὑμῶν θαυμάσειε, πῶς ποτε πολὺν οὕτως εἰάσαμεν καὶ ἀποστε‐ ρούμενοι οὐκ ᾖμεν ἐπ’ αὐτά, ἀλλὰ νυνὶ περὶ αὐτῶν τοὺς λόγους ποιούμεθα. Ἐγὼ δὲ οἶμαι μὲν οὐ δίκαιον εἶναι διὰ
5τοῦτο ἔλαττον ἔχειν, εἴ τις μὴ ἐδυνήθη ἢ κατημέλησεν— οὐ γὰρ τοῦτό ἐστι σκεπτέον, ἀλλὰ τὸ πρᾶγμα εἰ δίκαιον ἢ μή—ὅμως μέντοι καὶ περὶ τούτων αἴτιον εἰπεῖν ἔχομεν, ὦ ἄνδρες.
Or10
.

19

Ὁ γὰρ πατὴρ οὑμὸς ἐπὶ προικὶ ἐγγυησά‐ μενος τὴν ἐμὴν μητέρα συνῴκει, τὸν δὲ κλῆρον τούτων καρπουμένων οὐκ εἶχεν ὅπως εἰσπράξαιτο· ὅτε γὰρ περὶ αὐτοῦ λόγους ἐποιήσατο τῆς μητρὸς κελευούσης, οὗτοι
5ταῦτα αὐτῷ ἠπείλησαν, αὐτοὶ ἐπιδικασάμενοι αὐτὴν ἕξειν, εἰ μὴ βούλοιτο αὐτὸς ἐπὶ προικὶ ἔχειν. Ὁ δὲ πατήρ, ὥστε
τῆς μητρὸς μὴ στερηθῆναι, καὶ δὶς τοσαῦτα χρήματα εἴα‐ σεν ἂν αὐτοὺς καρποῦσθαι.184
Or10
.

20

Καὶ τοῦ μὲν τὸν πατέρα μὴ ἐπεξελθεῖν ὑπὲρ τούτων τοῦτό ἐστι τὸ αἴτιον· μετὰ δὲ ταῦτα ὁ Κορινθιακὸς πόλεμος ἐγένετο, ἐν ᾧ ἐγὼ κἀκεῖνος στρατεύεσθαι ἠναγκαζόμεθα, ὥστε οὐδετέρῳ ἂν ἡμῶν δίκην
5ἐξεγένετο λαβεῖν. Εἰρήνης τ’ αὖ γενομένης ἐμοί τι ἀτύχημα πρὸς τὸ δημόσιον συνέβη, ὥστε μὴ ῥᾴδιον εἶναι πρὸς τού‐ τους διαφέρεσθαι. Ὥστε οὐ μικρὰς ἔχομεν αἰτίας περὶ τοῦ πράγματος.
Or10
.

21

Ἀλλὰ νυνὶ δίκαιον εἰπεῖν ἐστιν, ὦ ἄνδρες, τίνος δόντος ἔχει τὸν κλῆρον, κατὰ ποίους νό‐ μους εἰς τοὺς φράτερας εἰσῆκται καὶ πῶς ‖ οὐκ ἐπίκληρος ἦν ἐπὶ τούτοις τοῖς χρήμασιν ἡ ἐμὴ μήτηρ. Ταῦτα γάρ
5ἐστι περὶ ὧν ὑμᾶς δεῖ τὴν ψῆφον ἐνεγκεῖν, οὐκ εἰ χρόνῳ τι ὕστερον ἡμεῖς τῶν ἡμετέρων εἰσπραττόμεθα. Μὴ δυνη‐ θέντων δὲ ἐπιδεῖξαι, δικαίως ἂν ἐμὸν αὐτὸν εἶναι ψηφί‐ σαισθε.
Or10
.

22

Τοῦτο μὲν οἶδ’ ὅτι ποιεῖν οὐχ οἷοί τ’ ἔσονται· χαλε‐ πὸν γὰρ πρὸς νόμους καὶ δίκαιον πρᾶγμα ἀντιλέγειν ἐστί· περὶ δὲ τοῦ τεθνεῶτος λέξουσιν ἐλεοῦντες ὡς ἀνὴρ ὢν ἀγαθὸς ἐν τῷ πολέμῳ τέθνηκε, καὶ ὅτι οὐ δίκαιόν ἐστι τὰς
5ἐκείνου διαθήκας ἀκύρους καθιστάναι. Ἐγὼ δὲ καὶ αὐτός, ὦ ἄνδρες, οἶμαι δεῖν κυρίας εἶναι τὰς διαθήκας ἃς ἂν ἕκαστος διαθῆται περὶ τῶν ἑαυτοῦ, περὶ μέντοι τῶν ἀλλο‐ τρίων οὐ κυρίας εἶναι τὰς διαθήκας ὥσπερ ἃς 〈ἂν〉 ἕκασ‐ τος περὶ τῶν αὑτοῦ διαθῆται.
Or10
.

23

Ταῦτα δὲ οὐ τούτων ὄντα, ἀλλ’ ἡμέτερα φαίνεται. Ὥστ’ ἐὰν ἐπὶ τοῦτον τὸν λό‐ γον καταφεύγῃ καὶ μάρτυρας παρέχηται ὡς διέθετο ἐκεῖ‐ νος, ἐπιδεικνύναι κελεύετε καὶ ὡς τὰ ἑαυτοῦ. Τοῦτο γὰρ
5δίκαιόν ἐστι. Δεινότατα γὰρ 〈ἂν〉 πάντων γένοιτο, εἰ Κυ‐ ρωνίδης μὲν καὶ οὗτοι, ὄντες ἐξ ἐκείνου, μὴ μόνον τὸν
Ξεναινέτου οἶκον πλέον ἢ τεττάρων ταλάντων ἕξουσιν, ἀλλὰ καὶ τόνδε προσλήψονται, ἐγὼ δὲ τῆς μητρὸς οὔσης κυρίας καὶ ἐκ τῶν αὐτῶν Κυρωνίδῃ γεγενημένος εἰ μηδὲ185
10τὸν τῆς μητρὸς κλῆρον λήψομαι, καὶ ταῦτα μηδὲ ἐχόντων τούτων ἀνενεγκεῖν παρ’ ὅτου ποτ’ εἰλήφασι.
Or10
.

24

Καίτοι δίκαιον, ὦ ἄνδρες, ὥσπερ τῶν ἀμφισβητησίμων χωρίων δεῖ τὸν ἔχοντα ἢ θέτην ἢ πρατῆρα παρέχεσθαι ἢ καταδεδι‐ κασμένον φαίνεσθαι, οὕτω καὶ τούτους καθ’ ἕν τι τούτων
5ἀποφήναντας αὐτῶν ἀξιοῦν ἐπιδικάζεσθαι, μὴ πρὸ δίκης τὴν Ἀριστάρχου θυγατέρα, ἐμὴν δὲ μητέρα, ἐκ τῶν πα‐ τρῴων ἐκβάλλειν.
Or10
.

25

Ἀλλὰ γάρ, ὦ ἄνδρες, οὐχ ἱκανόν ἐστι Ξεναινέτῳ τὸν Ἀριστομένους οἶκον καταπεπαιδεραστη‐ κέναι, ἀλλὰ καὶ τοῦτον οἴεται δεῖν τὸν αὐτὸν τρόπον δια‐ θεῖναι. Ἐγὼ δ’, ὦ ἄνδρες δικασταί, βραχείας οὐσίας ὑπαρ‐
5ξάσης ἀδελφὰς μὲν ἐξέδωκα, ὅσα ἐδυνάμην ἐπιδούς, κόσμιον δ’ ἐμαυτὸν παρέχων καὶ ποιῶν τὰ προσταττόμενα καὶ τὰς στρατείας στρατευόμενος ἀξιῶ τῶν τῆς μητρὸς πατρῴων μὴ ἀποστερηθῆναι.
Or10
.

26

Ἀπέδειξα δ’ ὑμῖν Κυ‐ ρωνίδην μὲν τὸν τούτων πατέρα ἐκποίητον γενόμενον καὶ οὐκ ἐπανελθόντα εἰς τὸν πατρῷον οἶκον, τὸν δὲ πατέρα τὸν Κυρωνίδου καὶ τῆς ἐμῆς μητρὸς Δημοχάρει τῷ ὑῷ
5τοῦτον τὸν κλῆρον καταλιπόντα, ἐκεῖνον δὲ παῖδα ὄντα τελευτήσαντα καὶ εἰς τὴν ἐμὴν μητέρα τοῦτον τὸν κλῆρον
ἐπιγιγνόμενον.186