TLG 0017 006 :: ISAEUS :: De Philoctemone

ISAEUS Orat.
(Atheniensis fort. Chalcidicus: 5–4 B.C.)

De Philoctemone

Source: Roussel, P. (ed.), Isée. Discours, 2nd edn. Paris: Les Belles Lettres, 1960: 108–124.

Citation: Section — (line)

Or6
.

1

Ὅτι μὲν, ὦ ἄνδρες, πάντων οἰκειότατα 〈τυγχάνω〉 χρώμενος Φανοστράτῳ τε καὶ Χαιρεστράτῳ τουτῳί, τοὺς πολλοὺς οἶμαι ὑμῶν εἰδέναι, τοῖς δὲ μὴ εἰδόσιν ἱκανὸν ἐρῶ τεκμήριον· ὅτε γὰρ εἰς Σικελίαν ἐξέπλει τριηραρχῶν Φανό‐
5στρατος, διὰ τὸ πρότερον αὐτὸς ἐκπεπλευκέναι προῄδειν πάντας τοὺς ἐσομένους κινδύνους, ὅμως δὲ δεομένων τού‐
των καὶ συνεξέπλευσα καὶ συνεδυστύχησα καὶ ἑάλωμεν εἰς τοὺς πολεμίους.108
Or6
.

2

Ἄτοπον δὴ εἰ ἐκεῖνα μὲν προδήλων ὄντων τῶν κινδύνων ὅμως διὰ τὸ χρῆσθαι τούτοις καὶ φί‐ λους νομίζειν ὑπέμενον, νῦν δὲ οὐ πειρῴμην συνειπεῖν ἐξ ὧν ὑμεῖς τε τὰ εὔορκα ψηφιεῖσθε καὶ τούτοις τὰ δίκαια
5γενήσεται. Δέομαι οὖν ὑμῶν συγγνώμην τε ἔχειν καὶ μετ’ εὐνοίας ἀκροάσασθαι· ὁ γὰρ ἀγὼν οὐ μικρὸς αὐτοῖς, ἀλλὰ περὶ τῶν μεγίστων.
Or6
.

3

Φιλοκτήμων γὰρ ὁ Κηφισιεὺς φίλος ἦν Χαιρεστράτῳ τουτῳί· δοὺς δὲ τὰ ἑαυτοῦ καὶ ὑὸν αὐτὸν ποιησάμενος ἐτελεύτησεν. Λαχόντος δὲ τοῦ Χαιρεστράτου κατὰ τὸν νόμον τοῦ κλήρου, ἐξὸν ἀμφισβητῆσαι Ἀθηναίων τῷ βου‐
5λομένῳ καὶ εὐθυδικίᾳ εἰσελθόντι εἰς ὑμᾶς, εἰ φαίνοιτο δικαιότερα λέγων, ἔχειν τὸν κλῆρον,
Or6
.

4

διεμαρτύρησεν Ἀνδροκλῆς οὑτοσὶ μὴ ἐπίδικον εἶναι τὸν κλῆρον, ἀποστε‐ ρῶν τοῦτον τῆς ἀμφισβητήσεως καὶ ὑμᾶς τοῦ κυρίους γενέσθαι ὅντινα δεῖ κληρονόμον καταστήσασθαι τῶν Φιλο‐
5κτήμονος· καὶ ἐν μιᾷ ψήφῳ καὶ ἑνὶ ἀγῶνι οἴεται ἀδελφοὺς καταστήσειν ἐκείνῳ τοὺς οὐδὲν προσήκοντας καὶ τὸν κλῆ‐ ρον ἀνεπίδικον ἕξειν αὐτὸς καὶ τῆς ἀδελφῆς τῆς ἐκείνου κύριος γενήσεσθαι καὶ τὴν διαθήκην ἄκυρον ποιήσειν.
Or6
.

5

Πολλῶν δὲ καὶ δεινῶν ὄντων ἃ διαμεμαρτύρηκεν Ἀνδρο‐ κλῆς, τοῦτ’ αὐτὸ πρῶτον ἐπιδείξω ὑμῖν, ὡς διέθετο καὶ ἐποιήσατο ὑὸν τουτονὶ Χαιρέστρατον. Ἐπειδὴ γὰρ τῷ Φιλοκτήμονι ἐκ μὲν τῆς γυναικὸς ᾗ συνῴκει οὐκ ἦν παιδίον
5οὐδέν, πολέμου δ’ ὄντος ἐκινδύνευε καὶ ἱππεὺς στρατευό‐ μενος καὶ τριήραρχος πολλάκις ἐκπλέων, ἔδοξεν αὐτῷ δια‐ θέσθαι τὰ αὑτοῦ, μὴ ἔρημον καταλίπῃ τὸν οἶκον, εἴ τι πάθοι.
Or6
.

6

Τὼ μὲν οὖν ἀδελφὼ αὐτῷ ὥ περ ἐγενέσθην ἄμφω ἄπαιδε ἐτελευτησάτην· τοῖν δὲ ἀδελφαῖν τῇ μὲν
ἑτέρᾳ, ᾗ [ὁ] Χαιρέας συνῴκει, οὐκ ἦν ἄρρεν παιδίον οὐδὲ ἐγένετο πολλὰ ἔτη συνοικούσῃ, ἐκ δὲ τῆς ἑτέρας, ᾗ συνῴκει109
5Φανόστρατος οὑτοσί, ἤστην ὑεῖ δύο. Τούτων τὸν πρεσβύ‐ τερον τουτονὶ Χαιρέστρατον ἐποιήσατο ὑόν.
Or6
.

7

Καὶ ἔγρα‐ ψεν οὕτως ἐν διαθήκῃ, εἰ μὴ γένοιτο αὐτῷ παιδίον ἐκ τῆς γυναικός, τοῦτον κληρονομεῖν τῶν ἑαυτοῦ. Καὶ τὴν διαθή‐ κην κατέθετο παρὰ τῷ κηδεστῇ Χαιρέᾳ, τῷ τὴν ἑτέραν
5αὐτοῦ ἀδελφὴν ἔχοντι. Καὶ ὑμῖν ἥ τε διαθήκη αὕτη ἀνα‐ γνωσθήσεται καὶ οἱ παραγενόμενοι μαρτυρήσουσι. Καί μοι ἀνάγνωθι.
Διαθήκη. 〈Μάρτυρεσ〉
Or6
.

8

Ὡς μὲν διέθετο καὶ ἐφ’ οἷς ἐποιήσατο ὑὸν τοῦτον, ἀκηκόατε· ὡς δ’ ἐξὸν αὐτῷ ταῦτ’ ἔπραξεν, ὅθεν δικαιότατα ἡγοῦμαι τὰ τοιαῦτ’ εἶναι μανθάνειν, τοῦτον ὑμῖν αὐτὸν ‖ παρέξομαι τὸν νόμον. Καί μοι ἀνάγνωθι.
5Νόμος
Or6
.

9

Οὑτοσὶ ὁ νόμος, ὦ ἄνδρες, κοινὸς ἅπασι κεῖται, ἐξεῖ‐ ναι τὰ ἑαυτοῦ διαθέσθαι, ἐὰν μὴ παῖδες ὦσι γνήσιοι ἄρρε‐ νες, ἐὰν μὴ ἄρα μανεὶς ἢ ὑπὸ γήρως ἢ δι’ ἄλλο τι τῶν ἐν τῷ νόμῳ παρανοῶν διαθῆται. Ὅτι δ’ οὐδενὶ τούτων ἔνοχος
5ἦν Φιλοκτήμων, βραχέα εἰπὼν δηλώσω ὑμῖν· ὅστις γὰρ καὶ ἕως ἔζη τοιοῦτον πολίτην ἑαυτὸν παρεῖχεν ὥστε διὰ τὸ ὑφ’ ὑμῶν τιμᾶσθαι ἄρχειν ἀξιοῦσθαι, καὶ ἐτελεύτησε μαχό‐ μενος τοῖς πολεμίοις, πῶς ἄν τις τοῦτον τολμήσειεν εἰπεῖν ὡς οὐκ εὖ ἐφρόνει;
Or6
.

10

Ὅτι μὲν οὖν διέθετο καὶ ἐποιήσατο εὖ φρονῶν, ἐξὸν
αὐτῷ, ἀποδέδεικται ὑμῖν, ὥστε κατὰ μὲν τοῦτο ψευδῆ μεμαρτυρηκὼς Ἀνδροκλῆς ἀποδέδεικται· ἐπειδὴ δὲ προσ‐ διαμεμαρτύρηκεν [ὡς] ὑὸν εἶναι γνήσιον Εὐκτήμονος τοῦ‐110
5τον, καὶ ταῦτ’ ἀποδείξω ψευδῆ ὄντα. Εὐκτήμονι γάρ, ὦ ἄνδρες, τῷ Φιλοκτήμονος πατρί, τοὺς μὲν ὄντως γενομέ‐ νους παῖδας, Φιλοκτήμονα καὶ Ἐργαμένην καὶ Ἡγήμονα καὶ δύο θυγατέρας, καὶ τὴν μητέρα αὐτῶν, ἣν ἔγημεν ὁ Εὐκτήμων, Μειξιάδου Κηφισιῶς θυγατέρα, πάντες οἱ προσ‐
10ήκοντες ἴσασι καὶ οἱ φράτερες καὶ τῶν δημοτῶν οἱ πολλοί, καὶ μαρτυρήσουσιν ὑμῖν·
Or6
.

11

ὅτι δ’ [οὐδ’] ἄλλην τινὰ ἔγημε γυναῖκα, ἐξ ἧστινος οἵδε αὐτῷ ἐγένοντο, οὐδεὶς τὸ παράπαν οἶδεν οὐδ’ ἤκουσε πώποτε ζῶντος Εὐκτήμονος. Καίτοι τούτους εἰκὸς πιστοτάτους εἶναι νομίζειν μάρ‐
5τυρας· τοὺς γὰρ οἰκείους εἰδέναι προσήκει τὰ τοιαῦτα. Καί μοι τούτους κάλει πρῶτον καὶ τὰς μαρτυρίας ἀνά‐ γνωθι.
Μαρτυρίαι
Or6
.

12

Ἔτι τοίνυν καὶ τοὺς ἀντιδίκους ἐπιδείξω ἔργῳ ὑμῖν ταῦτα μεμαρτυρηκότας. Ὅτε γὰρ αἱ ἀνακρίσεις ἦσαν πρὸς τῷ ἄρχοντι καὶ οὗτοι παρακατέβαλον ὡς ὑπὲρ γνησίων τῶνδ’ Εὐκτήμονος ὄντων, ἐρωτώμενοι ὑφ’ ἡμῶν τίς εἴη αὐ‐
5τῶν μήτηρ καὶ ὅτου θυγάτηρ, οὐκ εἶχον ἀποδεῖξαι, διαμαρ‐ τυρομένων ἡμῶν καὶ τοῦ ἄρχοντος κελεύοντος ἀποκρί‐ νασθαι κατὰ τὸν νόμον. 〈Καίτοι δεινόν〉, ὦ ἄνδρες, ἀμφισβητεῖν μὲν ὡς ὑπὲρ γνησίων καὶ διαμαρτυρεῖν, μητέρα δὲ ἥτις ἦν μὴ ἔχειν ἀποδεῖξαι μηδὲ προσήκοντα αὐτοῖς
10μηδένα.
Or6
.

13

Ἀλλὰ τότε μὲν Λημνίαν σκηψάμενοι ταύτην, ἀναβολὴν ἐποιήσαντο. Τὸ δ’ ὕστερον ἥκοντες εἰς τὴν ἀνάκρισιν, πρὶν καί τινα ἐρέσθαι, εὐθὺς ἔλεγον ὅτι Καλ‐
λίππη μήτηρ, αὕτη δ’ εἴη Πιστοξένου θυγάτηρ, ὡς ἐξαρ‐111
5κέσον εἰ ὄνομα μόνον πορίσαιντο τὸν Πιστόξενον. Ἐρομέ‐ νων δ’ ἡμῶν ὅστις εἴη καὶ εἰ ζῇ ἢ μή, ἐν Σικελίᾳ ἔφασαν ἀποθανεῖν στρατευόμενον, καταλιπόντα ταύτην θυγατέρα παρὰ τῷ Εὐκτήμονι, ἐξ ἐπιτροπευομένης δὲ τούτω γενέσ‐ θαι, πρᾶγμα πλάττοντες ἀναιδείᾳ ὑπερβάλλον καὶ οὐδὲ
10γενόμενον, ὡς ἐγὼ ὑμῖν ἀποφανῶ ἐκ τούτων πρῶτον ὧν αὐτοὶ ἀπεκρίναντο.
Or6
.

14

Τῇ μὲν γὰρ στρατιᾷ, ἀφ’ οὗ ἐξέπλευσεν εἰς Σικελίαν, ἤδη ἐστὶ δύο καὶ πεντήκοντα ἔτη, ἀπὸ Ἀριμνήστου ἄρχοντος, τῷ δὲ πρεσβυτέρῳ τούτων, ὧν φασιν ἐκ τῆς Καλλίππης καὶ τοῦ Εὐκτήμονος εἶναι,
5οὔπω ὑπὲρ εἴκοσιν ἔτη. Ἀφελόντι οὖν ταῦτα ἀπὸ τῶν ἐν Σικελίᾳ ὑπολείπεται πλείω ἢ τριάκοντα ἔτη· ὥστ’ οὔτ’ ἐπιτροπεύεσθαι προσῆκε τὴν Καλλίππην ἔτι, τριακοντοῦτίν γε οὖσαν, οὔτε ἀνέκδοτον καὶ ἄπαιδα εἶναι, ἀλλὰ πάνυ πάλαι συνοικεῖν, ἢ ἐγγυηθεῖσαν κατὰ 〈τὸν〉 νόμον ἢ ἐπιδι‐
10κασθεῖσαν.
Or6
.

15

Ἔτι δὲ καὶ γιγνώσκεσθαι αὐτὴν ὑπὸ τῶν Εὐκτήμονος οἰκείων ἀναγκαῖον ἦν καὶ ὑπὸ τῶν οἰκετῶν, εἴ πέρ γε συνῴκησεν ἐκείνῳ ἢ διῃτήθη τοσοῦτον χρόνον ἐν τῇ οἰκίᾳ. Τὰ γὰρ τοιαῦτα οὐκ εἰς τὴν ἀνάκρισιν μόνον δεῖ
5πορίζεσθαι ὀνόματα, ἀλλὰ τῇ ἀληθείᾳ γεγονότα φαίνεσθαι καὶ ὑπὸ τῶν προσηκόντων καταμαρτυρεῖσθαι.
Or6
.

16

Ἀπο‐ δεῖξαι τοίνυν ἡμῶν κελευόντων ὅστις οἶδε τῶν Εὐκτήμονος οἰκείων ἢ συνοικήσασαν ἐκείνῳ τινά, [ἢ] τὴν Καλλίππην, 〈ἢ〉 ἐπιτροπευομένην, καὶ παρὰ τῶν ὄντων 〈ἡμῖν〉 θερα‐
5πόντων τὸν ἔλεγχον ποιεῖσθαι, ἢ εἴ τις τῶν παρ’ αὐτοῖς οἰκετῶν φάσκοι ταῦτα εἰδέναι, ἡμῖν παραδοῦναι, οὔτε λαβεῖν ἠθέλησαν οὔθ’ ἡμῖν ‖ παραδοῦναι. Καί μοι λαβὲ τήν τ’ ἀπόκρισιν αὐτῶν καὶ τὰς ἡμετέρας μαρτυρίας καὶ προ‐
κλήσεις.112
10Ἀπόκρισις. Μαρτυρίαι. Προκλήσεις
Or6
.

17

Οὗτοι μὲν τοίνυν τοιοῦτο πρᾶγμα ἔφυγον· ἐγὼ δ’ ὑμῖν ἐπιδείξω καὶ ὅθεν εἰσὶ καὶ οἵτινες οὓς γνησίους δι‐ εμαρτύρησαν εἶναι καὶ κληρονόμους ζητοῦσι καταστῆσαι τῶν Εὐκτήμονος. Ἴσως μέν ἐστιν ἀηδὲς Φανοστράτῳ, ὦ
5ἄνδρες, τὰς Εὐκτήμονος συμφορὰς φανερὰς καθεστάναι· ὀλίγα δ’ ἀναγκαῖον ῥηθῆναι, ἵν’ ὑμεῖς τὴν ἀλήθειαν εἰδότες ῥᾷον τὰ δίκαια ψηφίσησθε.
Or6
.

18

Εὐκτήμων μὲν γὰρ ἐβίω ἔτη ἓξ καὶ ἐνενήκοντα, τούτου δὲ τοῦ χρόνου τὸν μὲν πλεῖστον ἐδόκει εὐδαίμων εἶναι—καὶ γὰρ οὐσία ἦν οὐκ ὀλίγη αὐτῷ καὶ παῖδες καὶ γυνή, καὶ τἆλλ’ ἐπιεικῶς ηὐτύ‐
5χει—ἐπὶ γήρως δὲ αὐτῷ συμφορὰ ἐγένετο οὐ μικρά, ἣ ἐκείνου πᾶσαν τὴν οἰκίαν ἐλυμήνατο καὶ χρήματα πολλὰ διώλεσε καὶ αὐτὸν τοῖς οἰκειοτάτοις εἰς διαφορὰν κατέστη‐ σεν.
Or6
.

19

Ὅθεν δὲ καὶ ὅπως ταῦτ’ ἐγένετο, ὡς ἂν δύνω‐ μαι διὰ βραχυτάτων δηλώσω. Ἀπελευθέρα ἦν αὐτοῦ, ὦ ἄνδρες, ἣ ἐναυκλήρει συνοικίαν ἐν Πειραιεῖ αὐτοῦ καὶ παι‐ δίσκας ἔτρεφε. Τούτων μίαν ἐκτήσατο ᾗ ὄνομα ἦν Ἀλκή,
5ἣν καὶ ὑμῶν οἶμαι πολλοὺς εἰδέναι. Αὕτη δὲ ἡ Ἀλκὴ ὠνη‐ θεῖσα πολλὰ μὲν ἔτη καθῆστο ἐν οἰκήματι, ἤδη δὲ πρεσβυ‐ τέρα οὖσα ἀπὸ μὲν τοῦ οἰκήματος ἀνίσταται,
Or6
.

20

διαιτω‐ μένῃ δὲ αὐτῇ ἐν τῇ συνοικίᾳ συνῆν ἄνθρωπος ἀπελεύθερος —Δίων ὄνομα αὐτῷ—ἐξ οὗ ἔφη ἐκείνη τούτους γεγο‐ νέναι· καὶ ἔθρεψεν αὐτοὺς ὁ Δίων ὡς ὄντας ἑαυτοῦ. Χρόνῳ
5δὲ ὕστερον ὁ μὲν Δίων ζημίαν εἰργασμένος καὶ δείσας ὑπὲρ αὑτοῦ ὑπεχώρησεν εἰς Σικυῶνα· τὴν δ’ ἄνθρωπον ταύτην, τὴν Ἀλκήν, καθίστησιν Εὐκτήμων ἐπιμελεῖσθαι τῆς ἐν
Κεραμεικῷ συνοικίας, τῆς παρὰ τὴν πυλίδα, οὗ ὁ οἶνος ὤνιος.113
Or6
.

21

Κατοικισθεῖσα δ’ ἐνταυθοῖ πολλῶν καὶ κακῶν ἦρξεν, ὦ ἄνδρες. Φοιτῶν γὰρ ὁ Εὐκτήμων ἐπὶ τὸ ἐνοίκιον ἑκάστοτε, τὰ πολλὰ διέτριβεν ἐν τῇ συνοικίᾳ, ἐνίοτε δὲ καὶ ἐσιτεῖτο μετὰ τῆς ἀνθρώπου, καταλιπὼν καὶ τὴν γυ‐
5ναῖκα καὶ τοὺς παῖδας καὶ τὴν οἰκίαν ἣν ᾤκει. Χαλεπῶς δὲ φερούσης τῆς γυναικὸς καὶ τῶν ὑέων οὐχ ὅπως ἐπαύσατο, ἀλλὰ τελευτῶν παντελῶς διῃτᾶτο ἐκεῖ καὶ οὕτω διετέθη εἴθ’ ὑπὸ φαρμάκων εἴθ’ ὑπὸ νόσου εἴθ’ ὑπ’ ἄλλου τινός, ὥστε ἐπείσθη ὑπ’ αὐτῆς τὸν πρεσβύτερον τοῖν
10παίδοιν εἰσαγαγεῖν εἰς τοὺς φράτερας ἐπὶ τῷ αὑτοῦ ὀνόματι.
Or6
.

22

Ἐπειδὴ δὲ οὔθ’ ὁ ὑὸς αὐτῷ Φιλοκτήμων συνεχώρει οὔθ’ οἱ φράτερες εἰσεδέξαντο, ἀλλ’ ἀπηνέχθη τὸ κούρειον, ὀργιζόμενος ὁ Εὐκτήμων τῷ ὑεῖ καὶ ἐπηρεάζειν βουλόμενος ἐγγυᾶται γυναῖκα Δημοκράτους
5τοῦ Ἀφιδναίου ἀδελφήν, ὡς ἐκ ταύτης παῖδας ἀποφανῶν καὶ εἰσποιήσων εἰς τὸν οἶκον, εἰ μὴ συγχωροίη τοῦτον ἐᾶν εἰσαχθῆναι.
Or6
.

23

Εἰδότες δ’ οἱ ἀναγκαῖοι ὅτι ἐξ ἐκείνου μὲν οὐκ ἂν ἔτι γένοιντο παῖδες ταύτην τὴν ἡλικίαν ἔχον‐ τος, φανήσοιντο δ’ ἄλλῳ τινὶ τρόπῳ, καὶ ἐκ τούτων ἔσοιντο ἔτι μείζους διαφοραί, ἔπειθον, ὦ ἄνδρες, τὸν Φιλοκτήμονα
5ἐᾶσαι εἰσαγαγεῖν τοῦτον τὸν παῖδα ἐφ’ οἷς ἐζήτει ὁ Εὐ‐ κτήμων, χωρίον ἓν δόντα.
Or6
.

24

Καὶ ὁ Φιλοκτήμων, αἰσχυ‐ νόμενος μὲν ἐπὶ τῇ τοῦ πατρὸς ἀνοίᾳ, ἀπορῶν δ’ ὅ τι χρήσαιτο τῷ παρόντι κακῷ, οὐκ ἀντέλεγεν οὐδέν. Ὁμολο‐ γηθέντων δὲ τούτων καὶ εἰσαχθέντος τοῦ παιδὸς ἐπὶ τού‐
5τοις, ἀπηλλάγη τῆς γυναικὸς ὁ Εὐκτήμων καὶ ἐπεδείξατο ὅτι οὐ παίδων ἕνεκα ἐγάμει, ἀλλ’ ἵνα τοῦτον εἰσαγάγοι.
Or6
.

25

Τί γὰρ ἔδει αὐτὸν γαμεῖν, ὦ Ἀνδρόκλεις, εἴ περ οἵδε ἦσαν ἐξ αὐτοῦ καὶ γυναικὸς ἀστῆς, ὡς σὺ μεμαρτύρηκας; Τίς γὰρ ἂν γνησίους ὄντας οἷός τε ἦν κωλῦσαι εἰσαγαγεῖν;
Ἢ διὰ τί ἐπὶ ῥητοῖς αὐτὸν εἰσήγαγε, τοῦ νόμου κελεύοντος114
5ἅπαντας τοὺς γνησίους ἰσομοίρους εἶναι τῶν πατρῴων;
Or6
.

26

Ἢ διὰ τί τὸν μὲν πρεσβύτερον τοῖν παίδοιν ἐπὶ ῥητοῖς εἰσήγαγε, τοῦ δὲ νεωτέρου ἤδη γεγονότος οὐδὲ λόγον ἐποιεῖτο ζῶντος ‖ Φιλοκτήμονος οὔτε πρὸς αὐτὸν ἐκεῖνον οὔτε πρὸς τοὺς οἰκείους; Οὓς σὺ νῦν διαρρήδην μεμαρτύ‐
5ρηκας γνησίους εἶναι καὶ κληρονόμους τῶν Εὐκτήμονος. Ταῦτα τοίνυν ὡς ἀληθῆ λέγω, ἀναγίγνωσκε τὰς μαρτυ‐ ρίας.
Μαρτυρίαι
Or6
.

27

Μετὰ ταῦτα τοίνυν ὁ Φιλοκτήμων τριηραρχῶν περὶ Χίον ἀποθνῄσκει ὑπὸ τῶν πολεμίων· ὁ δ’ Εὐκτήμων ὕστε‐ ρον χρόνῳ πρὸς τοὺς κηδεστὰς εἶπεν ὅτι βούλοιτο τὰ πρὸς τὸν ὑὸν οἱ πεπραγμένα γράψας καταθέσθαι. Καὶ ὁ μὲν
5Φανόστρατος ἐκπλεῖν ἔμελλε τριηραρχῶν μετὰ Τιμοθέου καὶ ἡ ναῦς αὐτῷ ἐξώρμει Μουνιχίασι καὶ ὁ κηδεστὴς Χαι‐ ρέας παρὼν συναπέστελλεν αὐτόν· ὁ δ’ Εὐκτήμων παραλα‐ βών τινας ἧκεν οὗ ἐξώρμει ἡ ναῦς, καὶ γράψας διαθήκην, ἐφ’ οἷς εἰσήγαγε τὸν παῖδα, κατατίθεται μετὰ τούτων παρὰ
10Πυθοδώρῳ Κηφισιεῖ, προσήκοντι αὐτῷ.
Or6
.

28

Καὶ ὅτι μέν, ὦ ἄνδρες, οὐχ ὡς περὶ γνησίων ἔπραττεν Εὐκτήμων, ὃ Ἀνδροκλῆς μεμαρτύρηκε, καὶ αὐτὸ τοῦτο ἱκανὸν τεκμή‐ ριον· τοῖς γὰρ φύσει ὑέσιν αὑτοῦ οὐδεὶς οὐδενὶ ἐν διαθήκῃ
5γράφει δόσιν οὐδεμίαν, διότι ὁ νόμος αὐτὸς ἀποδίδωσι τῷ ὑεῖ τὰ τοῦ πατρὸς καὶ οὐδὲ διαθέσθαι ἐᾷ ὅτῳ ἂν ὦσι παῖ‐ δες γνήσιοι.
Or6
.

29

Κειμένου δὲ τοῦ γραμματείου σχεδὸν δύ’ ἔτη καὶ τοῦ Χαιρέου τετελευτηκότος, ὑποπεπτωκότες οἵδε τῇ ἀνθρώπῳ καὶ ὁρῶντες ἀπολλύμενον τὸν οἶκον καὶ τὸ γῆρας καὶ τὴν ἄνοιαν τοῦ Εὐκτήμονος, ὅτι εἴη αὐτοῖς ἱκανὴ ἀφορμή,
5συνεπιτίθενται.
Or6
.

30

Καὶ πρῶτον μὲν πείθουσι τὸν Εὐ‐ κτήμονα τὴν μὲν διαθήκην ἀνελεῖν ὡς οὐ χρησίμην οὖσαν τοῖς παισί· τῆς γὰρ φανερᾶς οὐσίας οὐδένα κύριον ἔσεσθαι τελευτήσαντος Εὐκτήμονος ἄλλον ἢ τὰς θυγατέρας καὶ
115
5τοὺς ἐκ τούτων γεγονότας· εἰ δὲ ἀποδόμενός τι τῶν ὄντων ἀργύριον καταλίποι, τοῦτο βεβαίως ἕξειν αὐτούς.
Or6
.

31

Ἀκούσας δ’ ὁ Εὐκτήμων εὐθὺς ἀπῄτει τὸν Πυθόδωρον τὸ γραμματεῖον καὶ προσεκαλέσατο εἰς ἐμφανῶν κατάστασιν. Καταστήσαντος δὲ ἐκείνου πρὸς τὸν ἄρχοντα, ἔλεγεν ὅτι βούλοιτ’ ἀνελέσθαι τὴν διαθήκην.
Or6
.

32

Ἐπειδὴ δ’ ὁ Πυθό‐ δωρος ἐκείνῳ μὲν καὶ τῷ Φανοστράτῳ παρόντι ὡμολόγει ἀναιρεῖν, τοῦ δὲ Χαιρέου τοῦ συγκαταθεμένου θυγάτηρ ἦν μία, ἧς ἐπειδὴ κύριος κατασταίη, τότε ἠξίου ἀνελεῖν, καὶ
5ὁ ἄρχων οὕτως ἐγίγνωσκε, διομολογησάμενος ὁ Εὐκτήμων ἐναντίον τοῦ ἄρχοντος καὶ τῶν παρέδρων καὶ ποιησάμενος πολλοὺς μάρτυρας ὡς οὐκέτ’ αὐτῷ κέοιτο ἡ διαθήκη, ᾤχετο ἀπιών.
Or6
.

33

Καὶ ἐν πάνυ ὀλίγῳ χρόνῳ, οὗπερ ἕνεκα οὗτοι λῦσαι αὐτὸν ἔπεισαν, ἀποδίδονται ἀγρὸν μὲν Ἀθμονοῖ πέντε καὶ ἑβδομήκοντα μνῶν Ἀντιφάνει, τὸ δ’ ἐν Σηραγγίῳ βαλανεῖον τρισχιλίων Ἀριστολόχῳ· οἰκίαν δὲ ἐν ἄστει τεττά‐
5ρων καὶ τετταράκοντα μνῶν ὑποκειμένην ἀπέλυσε τῷ ἱερο‐ φάντῃ. Ἔτι δὲ αἶγας ἀπέδοτο σὺν τῷ αἰπόλῳ τριῶν καὶ δέκα μνῶν, καὶ ζεύγη δύο ὀρικά, τὸ μὲν ὀκτὼ μνῶν, τὸ δὲ πεντήκοντα καὶ πεντακοσίων δραχμῶν, καὶ δημιουργοὺς ὅσοι ἦσαν αὐτῷ.
Or6
.

34

Σύμπαντα δὲ πλείονος ἢ τριῶν τα‐ λάντων, ἃ ἐπράθη διὰ ταχέων πάνυ τελευτήσαντος Φιλο‐ κτήμονος. Καὶ ταῦθ’ ὅτι ἀληθῆ λέγω, καθ’ ἕκαστον ὑμῖν τῶν εἰρημένων πρῶτον καλῶ τοὺς μάρτυρας.
5〈Μάρτυρεσ〉
Or6
.

35

Ταῦτα μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε· περὶ δὲ τῶν ὑπολοίπων εὐθὺς ἐπεβούλευον καὶ πάντων δεινότατον πρᾶγμα κατεσκεύασαν, ᾧ ἄξιόν ἐστι προσέχειν τὸν νοῦν. Ὁρῶντες γὰρ τὸν Εὐκτήμονα κομιδῇ ἀπειρηκότα ὑπὸ γήρως116
5καὶ οὐδ’ 〈ἐκ〉 τῆς κλίνης ἀνίστασθαι δυνάμενον, ἐσκόπουν ὅπως καὶ τελευτήσαντος ἐκείνου δι’ αὑτῶν ἔσοιτο ἡ οὐσία.
Or6
.

36

Καὶ τί ποιοῦσιν; Ἀπογράφουσι τὼ παῖδε τούτω πρὸς τὸν ἄρχοντα ὡς εἰσποιήτω τοῖς τοῦ Εὐκτήμονος ὑέσι τοῖς τετελευτηκόσιν, ἐπιγράψαντες σφᾶς αὐτοὺς ἐπιτρόπους, καὶ μισθοῦν ἐκέλευον τὸν ἄρχοντα τοὺς οἴκους ὡς ὀρφανῶν
5ὄντων, ὅπως ἐπὶ τοῖς τούτων ὀνόμασι τὰ μὲν μισθωθείη τῆς οὐσίας, τὰ δὲ ἀποτιμήματα κατασταθείη καὶ ὅροι ‖ τε‐ θεῖεν ζῶντος ἔτι τοῦ Εὐκτήμονος, μισθωταὶ δὲ αὐτοὶ γενό‐ μενοι τὰς προσόδους λαμβάνοιεν.
Or6
.

37

Καὶ ἐπειδὴ πρῶτον τὰ δικαστήρια ἐπληρώθη, ὁ μὲν ἄρχων προεκήρυττεν, οἱ δ’ ἐμισθοῦντο. Παραγενόμενοι δέ τινες ἐξαγγέλλουσι τοῖς οἰκείοις τὴν ἐπιβουλὴν καὶ 〈οὗτοι〉 ἐλθόντες ἐδήλωσαν τὸ
5πρᾶγμα τοῖς δικασταῖς καὶ οὕτως ἀπεχειροτόνησαν οἱ δικασταὶ μὴ μισθοῦν τοὺς οἴκους· εἰ δ’ ἔλαθεν, ἀπωλώλει ἂν ἅπασα ἡ οὐσία. Καί μοι κάλει τοὺς παραγενομένους μάρτυρας.
Μάρτυρες
Or6
.

38

Πρὶν μὲν τοίνυν τούτους γνωρίσαι τὴν ἄνθρωπον καὶ μετ’ ἐκείνης ἐπιβουλεῦσαι Εὐκτήμονι, οὕτω πολλὴν οὐσίαν ἐκέκτητο Εὐκτήμων μετὰ τοῦ ὑέος Φιλοκτήμονος ὥστε ἅμα τά τε μέγιστα ὑμῖν λῃτουργεῖν ἀμφοτέρους τῶν
5τε ἀρχαίων μηδὲν πραθῆναι τῶν τε προσόδων περιποιεῖν ὥστε ἀεί τι προσκτᾶσθαι· ἐπειδὴ δ’ ἐτελεύτησε Φιλοκτή‐ μων, οὕτω διετέθη ἡ οὐσία ὥστε τῶν ἀρχαίων μηδὲ τὰ
ἡμίσεα εἶναι λοιπὰ καὶ τὰς προσόδους ἁπάσας ἠφανίσθαι.117
Or6
.

39

Καὶ οὐδὲ ταῦτα ἐξήρκεσεν αὐτοῖς διαφορῆσαι, ὦ ἄν‐ δρες, ἀλλ’ ἐπειδὴ καὶ ἐτελεύτησεν ὁ Εὐκτήμων, εἰς τοῦτο ἦλθον τόλμης ὥστ’ ἐκείνου κειμένου ἔνδον τοὺς μὲν οἰκέτας ἐφύλαττον, ὅπως μηδεὶς ἐξαγγείλειε μήτε τοῖν θυγατέροιν
5μήτε τῇ γυναικὶ αὐτοῦ μήτε τῶν οἰκείων μηδενί, τὰ δὲ χρήματα ἔνδοθεν ἐξεφορήσαντο μετὰ τῆς ἀνθρώπου εἰς τὴν ὁμότοιχον οἰκίαν, ἣν ᾤκει μεμισθωμένος εἷς τούτων, Ἀντίδωρος ἐκεῖνος.
Or6
.

40

Καὶ οὐδ’ ἐπειδὴ ἑτέρων πυθό‐ μεναι ἦλθον αἱ θυγατέρες αὐτοῦ καὶ ἡ γυνή, οὐδὲ τότε εἴων εἰσιέναι, ἀλλ’ ἀπέκλεισαν τῇ θύρᾳ, φάσκοντες οὐ προσήκειν αὐταῖς θάπτειν Εὐκτήμονα· καὶ οὐδ’ εἰσελθεῖν
5ἐδύναντο, εἰ μὴ μόλις καὶ περὶ ἡλίου δυσμάς.
Or6
.

41

Εἰσελ‐ θοῦσαι δὲ κατέλαβον ἐκεῖνον μὲν ἔνδον κείμενον δευτεραῖον, ὡς ἔφασαν οἱ οἰκέται, τὰ δ’ ἐκ τῆς οἰκίας ἅπαντα ἐκπε‐ φορημένα ὑπὸ τούτων. Αἱ μὲν οὖν γυναῖκες, οἷον εἰκός,
5περὶ τὸν τετελευτηκότα ἦσαν· οὗτοι δὲ τοῖς ἀκολουθήσασι παραχρῆμα ἐπεδείκνυσαν τὰ ἔνδον ὡς εἶχε, καὶ τοὺς οἰκέτας πρῶτον ἠρώτων ἐναντίον τούτων ὅποι τετραμμένα εἴη τὰ χρήματα.
Or6
.

42

Λεγόντων δ’ ἐκείνων ὅτι οὗτοι ἐξενη‐ νοχότες εἶεν εἰς τὴν πλησίον οἰκίαν, καὶ ἀξιούντων παραχρῆμα τῶνδε φωρᾶν κατὰ τὸν νόμον καὶ τοὺς οἰκέτας ἐξαιτούντων τοὺς ἐκφορήσαντας, οὐκ ἠθέλησαν τῶν
5δικαίων οὐδὲν ποιῆσαι. Καὶ ὅτι ἀληθῆ λέγω, λαβὲ ταυτὶ καὶ ἀνάγνωθι.
〈Μαρτυρίαι〉
Or6
.

43

Τοσαῦτα μὲν τοίνυν χρήματα ἐκ τῆς οἰκίας ἐκφορή‐ σαντες, τοσαύτης δ’ οὐσίας πεπραμένης τὴν τιμὴν ἔχον‐ τες, ἔτι δὲ τὰς προσόδους τὰς ἐν ἐκείνῳ τῷ χρόνῳ γενο‐
μένας διαφορήσαντες, οἴονται καὶ τῶν λοιπῶν κύριοι118
5γενήσεσθαι· καὶ εἰς τοῦτο ἀναιδείας ἥκουσιν ὥστ’ εὐθυδι‐ κίᾳ μὲν οὐκ ἐτόλμησαν εἰσελθεῖν, ἀλλὰ διεμαρτύρουν ὡς ὑπὲρ γνησίων ἅμα μὲν τὰ ψευδῆ, ἅμα δὲ τἀναντία οἷς αὐτοὶ ἔπραξαν·
Or6
.

44

οἵτινες πρὸς μὲν τὸν ἄρχοντα ἀπ‐ έγραψαν αὐτοὺς ὡς ὄντας τὸν μὲν Φιλοκτήμονος τὸν δ’ Ἐργαμένους, νῦν δὲ διαμεμαρτυρήκασιν Εὐκτήμονος εἶναι. Καίτοι οὐδ’ εἰ γνήσιοι ἦσαν, εἰσποίητοι δέ, ὡς οὗτοι ἔφα‐
5σαν, οὐδ’ οὕτως προσῆκεν αὐτοὺς Εὐκτήμονος εἶναι· ὁ γὰρ νόμος οὐκ ἐᾷ ἐπανιέναι, ἐὰν μὴ ὑὸν 〈ἐγ〉καταλίπῃ γνή‐ σιον. Ὥστε καὶ ἐξ ὧν αὐτοὶ ἔπραξαν ἀνάγκη τὴν μαρτυ‐ ρίαν ψευδῆ εἶναι.
Or6
.

45

Καὶ εἰ μὲν τότε διεπράξαντο μισθωθῆναι τοὺς οἴκους, οὐκ ἂν ἔτι ἦν τοῖσδε ἀμφισβητῆ‐ σαι· νῦν δὲ ἀποχειροτονησάντων τῶν δικαστῶν ὡς οὐδὲν αὐτοῖς προσῆκον, οὐδὲ ἀμφισβητῆσαι τετολμήκασιν· ἀλλὰ
5πρὸς ὑπερβολὴν ἀναισχυντίας [προσ]μεμαρτυρήκασι τού‐ τους εἶναι κληρονόμους, οὓς ὑμεῖς ἀπεχειροτονήσατε.
Or6
.

46

Ἔτι δὲ καὶ τοῦ μάρτυρος αὐτοῦ σκέψασθε τὴν τόλ‐ μαν καὶ ἀναίδειαν, ὅστις εἴληχε μὲν αὑτῷ τῆς θυγατρὸς τῆς Εὐκτήμονος ὡς οὔσης ἐπικλήρου, καὶ αὐτοῦ τοῦ κλή‐ ρου τοῦ Εὐκτήμονος [πέμπτου] ‖ 〈τοῦ〉 μέρους ὡς ἐπιδίκου
5ὄντος, μεμαρτύρηκε δ’ Εὐκτήμονος ὑὸν εἶναι γνήσιον. Καίτοι πῶς οὗτος οὐ σαφῶς ἐξελέγχει αὐτὸς αὑτὸν τὰ ψευδῆ μεμαρτυρηκότα; Οὐ γὰρ δήπου γνησίου ὄντος ὑέος Εὐκτήμονι ἐπίκληρος ἂν ἦν ἡ θυγάτηρ αὐτοῦ, οὐδὲ ὁ κλῆ‐ ρος ἐπίδικος. Ὡς τοίνυν ἔλαχε ταύτας τὰς λήξεις, ἀνα‐
10γνώσεται ὑμῖν τὰς μαρτυρίας.
〈Μαρτυρίαι〉
Or6
.

47

Τοὐναντίον τοίνυν συμβέβηκεν ἢ ὡς ὁ νόμος γέγρα‐ πται· ἐκεῖ μὲν γὰρ ἔστι νόθῳ μηδὲ νόθῃ 〈μὴ〉 εἶναι ἀγχισ‐ τείαν μήθ’ ἱερῶν μήθ’ ὁσίων ἀπ’ Εὐκλείδου ἄρχοντος, Ἀνδροκλῆς δὲ καὶ Ἀντίδωρος οἴονται δεῖν, ἀφελόμενοι τὰς119
5Εὐκτήμονος θυγατέρας τὰς γνησίας καὶ τοὺς ἐκ τούτων γεγονότας, τόν τε Εὐκτήμονος οἶκον καὶ τὸν Φιλοκτήμονος ἔχειν.
Or6
.

48

Καὶ ἡ διαφθείρασα τὴν Εὐκτήμονος γνώμην καὶ πολλῶν ἐγκρατὴς γενομένη οὕτως ὑβρίζει σφόδρα πισ‐ τεύουσα τούτοις ὥστε οὐ μόνον τῶν Εὐκτήμονος οἰκείων καταφρονεῖ, ἀλλὰ καὶ τῆς πόλεως ἁπάσης. Ἀκούσαντες δὲ
5ἓν μόνον σημεῖον ῥᾳδίως γνώσεσθε τὴν ἐκείνης παρανομίαν. Καί μοι λαβὲ τοῦτον τὸν νόμον.
〈Νόμοσ〉
Or6
.

49

Ταυτὶ τὰ γράμματα, ὦ ἄνδρες, ὑμεῖς οὕτω σεμνὰ καὶ εὐσεβῆ ἐνομοθετήσατε, περὶ πολλοῦ ποιούμενοι καὶ πρὸς τούτω καὶ πρὸς τοὺς ἄλλους θεοὺς εὐσεβεῖν· ἡ δὲ τούτων μήτηρ, οὕτως ὁμολογουμένως οὖσα δούλη καὶ
5ἅπαντα τὸν χρόνον αἰσχρῶς βιοῦσα,
Or6
.

50

ἣν οὔτε παρελ‐ θεῖν εἴσω τοῦ ἱεροῦ ἔδει οὔτ’ ἰδεῖν τῶν ἔνδον οὐδέν, οὔσης τῆς θυσίας ταύταις ταῖς θεαῖς, ἐτόλμησεν συμπέμψαι τὴν πομπὴν καὶ εἰσελθεῖν εἰς τὸ ἱερὸν καὶ ἰδεῖν ἃ οὐκ ἐξῆν
5αὐτῇ. Ὡς δὲ ἀληθῆ λέγω, ἐκ τῶν ψηφισμάτων γνώσεσθε ἃ ἐψηφίσατο ἡ βουλὴ περὶ αὐτῆς. Λαβὲ τὸ ψήφισμα.
Ψήφισμα
Or6
.

51

Ἐνθυμεῖσθαι τοίνυν χρή, ὦ ἄνδρες, πότερον δεῖ τὸν ἐκ ταύτης τῶν Φιλοκτήμονος εἶναι κληρονόμον καὶ ἐπὶ τὰ
μνήματα ἰέναι χεόμενον καὶ ἐναγιοῦντα, ἢ τὸν ἐκ τῆς ἀδελφῆς τοῦτον, ὃν ὑὸν αὐτὸς ἐποιήσατο· καὶ πότερον δεῖ120
5τὴν ἀδελφὴν 〈τὴν〉 Φιλοκτήμονος, ἣ Χαιρέᾳ συνῴκησε, νῦν δὲ χηρεύει, ἐπὶ τούτοις γενέσθαι ἢ ἐκδοῦναι ὅτῳ βούλονται ἢ ἐᾶν καταγηράσκειν, ἢ γνησίαν οὖσαν ὑφ’ ὑμῶν ἐπιδικασ‐ θεῖσαν συνοικεῖν ὅτῳ ἂν ὑμῖν δοκῇ·
Or6
.

52

Ἡ γὰρ ψῆφός ἐστι περὶ τούτων νυνί· τουτὶ γὰρ αὐτοῖς ἡ διαμαρτυρία δύναται, ἵν’ ὁ κίνδυνος τοῖσδε μὲν ᾖ περὶ τούτων, οὗτοι δέ, κἂν νῦν διαμάρτωσι τοῦ ἀγῶνος, δόξῃ δὲ ὁ κλῆρος ἐπίδικος
5εἶναι, ἀντιγραψάμενοι δὶς περὶ τῶν αὐτῶν ἀγωνίζωνται. Καίτοι εἰ μὲν διέθετο Φιλοκτήμων μὴ ἐξὸν αὐτῷ, τοῦτ’ αὐτὸ ἐχρῆν διαμαρτυρεῖν, ὡς οὐ κύριος ἦν ὑὸν τόνδε ποιή‐ σασθαι· εἰ δ’ ἔξεστι μὲν διαθέσθαι, ἀμφισβητεῖ δὲ ὡς οὐ δόντος οὐδὲ διαθεμένου, μὴ διαμαρτυρίᾳ κωλύειν, ἀλλ’ εὐθυ‐
10δικίᾳ εἰσιέναι.
Or6
.

53

Νῦν δὲ πῶς ἄν τις περιφανέστερον ἐξελεγχθείη τὰ ψευδῆ μεμαρτυρηκὼς ἢ εἴ τις αὐτὸν ἔροιτο· «Ἀνδρόκλεις, πῶς οἶσθα Φιλοκτήμον’ ὅτι οὔτε διέθετο οὔτε ὑὸν Χαιρέστρατον ἐποιήσατο»; Οἷς μὲν γάρ τις παρ‐
5εγένετο, δίκαιον, ὦ ἄνδρες, μαρτυρεῖν, οἷς δὲ μὴ παρεγέ‐ νετο, ἀλλ’ ἤκουσέ τινος, ἀκοὴν μαρτυρεῖν·
Or6
.

54

σὺ δ’ οὐ παραγενόμενος διαρρήδην μεμαρτύρηκας ὡς οὐ διέθετο Φιλοκτήμων, ἀλλ’ ἄπαις ἐτελεύτησε. Καίτοι πῶς οἷόν τε εἰδέναι, ὦ ἄνδρες; Ὅμοιον γὰρ ὥσπερ ἂν εἰ φαίη εἰδέναι,
5καὶ μὴ παραγενόμενος, ὅσα ὑμεῖς πάντες πράττετε. Οὐ γὰρ δὴ τοῦτό γε ἐρεῖ, καίπερ ἀναίσχυντος ὤν, ὡς ἅπασι παρεγένετο καὶ πάντ’ οἶδεν ὅσα Φιλοκτήμων ἐν τῷ βίῳ διεπράξατο.
Or6
.

55

Πάντων γὰρ αὐτὸν ἐκεῖνος ἔχθιστον ἐνόμιζε διά 〈τε〉 τὴν ἄλλην πονηρίαν καὶ διότι τῶν συγ‐ γενῶν μόνος μετὰ τῆς Ἀλκῆς ἐκείνης τούτῳ καὶ τοῖς ἄλλοις συνεπιβουλεύσας τοῖς τοῦ Εὐκτήμονος χρήμασι τοιαῦτα
5διεπράξατο, οἷά περ ὑμῖν ἀπέδειξα.
Or6
.

56

Πάντων δὲ μάλιστα ἀγανακτῆσαί ἐστιν ἄξιον, ὅταν οὗτοι καταχρῶνται τῷ Εὐκτήμονος ὀνόματι τοῦ τουδὶ πάπ‐ που. Εἰ γάρ, ὡς οὗτοι λέγουσι, τῷ μὲν Φιλοκτήμονι μὴ ἐξῆν διαθέσθαι, τοῦ δ’ Εὐκτήμονός ἐστιν ὁ κλῆρος, πότε‐121
5ρον δικαιότερον τῶν Εὐκτήμονος κληρονομεῖν τὰς ἐκείνου θυγατέρας, ὁμολογουμένως οὔσας γνησίας, ‖ καὶ ἡμᾶς τοὺς ἐκ τούτων γεγονότας ἢ τοὺς οὐδὲν προσήκοντας;
Or6
.

57

Οἳ οὐ μόνον ὑφ’ ἡμῶν ἐλέγχονται, ἀλλὰ καὶ ἐξ ὧν αὐτοὶ 〈οἱ〉 ἐπίτροποι διαπεπραγμένοι εἰσί. Τοῦτο γὰρ ὑμῶν δέομαι καὶ ἱκετεύω σφόδρα μεμνῆσθαι, ὦ ἄνδρες, ὅπερ ὀλίγῳ πρότε‐
5ρον ἀπέδειξα ὑμῖν, ὅτι Ἀνδροκλῆς οὑτοσὶ φησὶ μὲν εἶναι ἐπίτροπος αὐτῶν ὡς ὄντων γνησίων Εὐκτήμονος, εἴληχε δ’ αὐτὸς [ἐφ’] ἑαυτῷ τοῦ Εὐκτήμονος κλήρου καὶ τῆς θυγα‐ τρὸς αὐτοῦ ὡς οὔσης ἐπικλήρου·
Or6
.

58

καὶ ταῦτα μεμαρ‐ τύρηται ὑμῖν. Καίτοι πῶς οὐ δεινόν, ὦ ἄνδρες, πρὸς θεῶν Ὀλυμπίων, εἰ μὲν οἱ παῖδές εἰσι γνήσιοι, τὸν ἐπίτροπον ἑαυτῷ λαγχάνειν τοῦ Εὐκτήμονος κλήρου καὶ τῆς θυγατρὸς
5αὐτοῦ ὡς οὔσης ἐπιδίκου, εἰ δὲ μή εἰσι γνήσιοι, νῦν διαμε‐ μαρτυρηκέναι ὡς εἰσὶ γνήσιοι; Ταῦτα γὰρ αὐτὰ ἑαυτοῖς ἐναντία ἐστίν. Ὥστ’ οὐ μόνον ὑφ’ ἡμῶν ἐλέγχεται τὰ ψευδῆ διαμεμαρτυρηκώς, ἀλλὰ καὶ ἐξ ὧν αὐτὸς πράττει.
Or6
.

59

Καὶ τούτῳ μὲν οὐδεὶς διαμαρτυρεῖ μὴ ἐπίδικον εἶναι τὸν κλῆρον, ἀλλ’ εὐθυδικίᾳ εἰσιέναι 〈ἐξῆν〉, οὗτος δ’ ἅπαν‐ τας ἀποστερεῖ τῆς ἀμφισβητήσεως. Καὶ διαρρήδην μαρτυ‐ ρήσας γνησίους τοὺς παῖδας εἶναι οἴεται ἐξαρκέσειν ὑμῖν
5παρεκβάσεις, ἐὰν δὲ τοῦτο μὲν μηδ’ ἐγχειρήσῃ ἐπιδεικνύναι ἢ καὶ κατὰ μικρόν τι ἐπιμνησθῇ, ἡμῖν δὲ λοιδορήσηται μεγάλῃ τῇ φωνῇ καὶ λέγῃ ὡς εἰσὶν οἵδε μὲν πλούσιοι, αὐτὸς
δὲ πένης, διὰ [δὲ] ταῦτα δόξειν τοὺς παῖδας εἶναι γνη‐ σίους.122
Or6
.

60

Τῆς δὲ τούτων οὐσίας, ὦ ἄνδρες, εἰς τὴν πόλιν πλείω ἀναλίσκεται ἢ εἰς αὐτοὺς τούτους. Καὶ Φανό‐ στρατος μὲν τετριηράρχηκεν ἑπτάκις ἤδη, τὰς δὲ λῃτουρ‐ γίας ἁπάσας λελῃτούργηκε καὶ τὰς πλείστας νίκας νενίκη‐
5κεν· οὑτοσὶ δὲ Χαιρέστρατος τηλικοῦτος ὢν τετριηράρχηκε, κεχορήγηκε δὲ τραγῳδοῖς, γεγυμνασιάρχηκε δὲ λαμπάδι· καὶ τὰς εἰσφορὰς εἰσενηνόχασιν ἀμφότεροι πάσας ἐν τοῖς τριακοσίοις. Καὶ τέως μὲν δύ’ ὄντες, νῦν δὲ καὶ ὁ νεώτερος οὑτοσὶ χορηγεῖ μὲν τραγῳδοῖς, εἰς δὲ τοὺς τριακοσίους
10ἐγγέγραπται καὶ εἰσφέρει τὰς εἰσφοράς.
Or6
.

61

Ὥστ’ οὐ φθονεῖσθαί εἰσιν ἄξιοι, ἀλλὰ πολὺ μᾶλλον, νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω, οὗτοι, εἰ λήψονται ἃ μὴ προσήκει αὐτοῖς. Τοῦ γὰρ Φιλοκτήμονος κλήρου ἐὰν μὲν ἐπιδικάσηται ὅδε, ὑμῖν
5αὐτὸν ταμιεύσει, τὰ προσταττόμενα λῃτουργῶν ὥσπερ καὶ νῦν καὶ ἔτι μᾶλλον· ἐὰν δ’ οὗτοι λάβωσι, διαφορήσαντες ἑτέροις ἐπιβουλεύσουσι.
Or6
.

62

Δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες, ἵνα μὴ ἐξαπατηθῆτε, τῇ διαμαρτυρίᾳ τὸν νοῦν προσέχειν, περὶ ἧς τὴν ψῆφον οἴσετε· καὶ πρὸς ταύτην αὐτὸν κελεύετε τὴν ἀπολογίαν ποιεῖσθαι, ὥσπερ καὶ ἡμεῖς κατηγορήσαμεν. Γέγραπται ὡς
5οὐκ ἔδωκεν οὐδὲ διέθετο Φιλοκτήμων· τοῦτο ἐπιδέδεικται ψεῦδος ὄν· καὶ γὰρ [ὁ δοὺς καὶ ὁ διαθέμενος καὶ] μαρτυ‐ ροῦσιν οἱ παραγενόμενοι.
Or6
.

63

Τί ἔτι; τελευτῆσαι ἄπαιδα Φιλοκτήμονα. Πῶς οὖν ἄπαις ἦν ὅστις τὸν ἑαυτοῦ ἀδελ‐ φιδοῦν ὑὸν ποιησάμενος κατέλιπεν, ᾧ ὁμοίως ὁ νόμος τὴν κληρονομίαν ἀποδίδωσι καὶ τοῖς ἐξ αὐτοῦ γενομένοις; Καὶ
5διαρρήδην ἐν τῷ νόμῳ γέγραπται, ἐὰν ποιησαμένῳ παῖδες ἐπιγένωνται, τὸ μέρος ἑκάτερον ἔχειν τῆς οὐσίας καὶ κλη‐ ρονομεῖν ὁμοίως ἀμφοτέρους.
Or6
.

64

Ὡς οὖν εἰσὶ γνήσιοι οἱ
παῖδες οἵδε, τοῦτ’ αὐτὸ ἐπιδεικνύτω, ὥσπερ ἂν ὑμῶν ἕκασ‐ τος. Οὐ γὰρ ἐὰν εἴπῃ μητρὸς ὄνομα, γνήσιοί εἰσιν, ἀλλ’ ἐὰν ἐπιδεικνύῃ ὡς ἀληθῆ λέγει, τοὺς συγγενεῖς παρεχόμε‐123
5νος τοὺς εἰδότας συνοικοῦσαν τῷ Εὐκτήμονι 〈καὶ〉 τοὺς δημότας καὶ τοὺς φράτερας, εἴ τι ἀκηκόασι πώποτε ἢ ἴσασιν ὑπὲρ αὐτῆς Εὐκτήμονα λῃτουργήσαντα, ἔτι δὲ ποῦ τέθαπται, ἐν ποίοις μνήμασι·
Or6
.

65

τίς εἶδε τὰ νομιζόμενα ποιοῦντα Εὐκτήμονα· ποῖ δ’ ἔτ’ ἰόντες οἱ παῖδες ἐναγί‐ ζουσι καὶ χέονται, καὶ τίς εἶδε ταῦτα τῶν πολιτῶν ἢ τῶν οἰκετῶν 〈τῶν〉 Εὐκτήμονος. Ταῦτα γάρ ἐστιν ἔλεγχος
5ἅπαντα, καὶ οὐ λοιδορία. Καὶ ἐὰν περὶ αὐτοῦ τούτου κελεύητε ἐπιδεικνύναι ὥσπερ καὶ διεμαρτύρησεν, ὑμεῖς τε τὴν ψῆφον ὁσίαν καὶ κατὰ τοὺς νόμους θήσεσθε, τοῖσδέ τε
τὰ δίκαια γενήσεται.124