TLG 0017 003 :: ISAEUS :: De Pyrrho

ISAEUS Orat.
(Atheniensis fort. Chalcidicus: 5–4 B.C.)

De Pyrrho

Source: Roussel, P. (ed.), Isée. Discours, 2nd edn. Paris: Les Belles Lettres, 1960: 52–71.

Citation: Section — (line)

Or3
.

1

Ἄνδρες δικασταί, ὁ ἀδελφὸς τῆς μητρὸς τῆς ἐμῆς Πύρρος, ἄπαις ὢν γνησίων παίδων, ἐποιήσατο Ἔνδιον τὸν ἀδελφὸν τὸν ἐμὸν ὑὸν ἑαυτῷ· ὃς κληρονόμος ὢν τῶν ἐκείνου ἐπεβίω πλείω ἔτη ἢ εἴκοσι καὶ ἐν χρόνῳ τοσούτῳ
5ἔχοντος ἐκείνου τὸν κλῆρον, οὐδεὶς πώποτε προσεποιήσατο οὐδ’ ἠμφεσβήτησε τῆς κληρονομίας ἐκείνῳ.
Or3
.

2

Τελευτή‐
σαντος δὲ τοῦ ἀδελφοῦ πέρυσιν, ὑπερβᾶσα τὸν τελευταῖον κληρονόμον, γνησία θυγάτηρ τοῦ ἡμετέρου θείου ἥκει φάσκουσα εἶναι Φίλη, καὶ κύριος Ξενοκλῆς Κόπρειος τοῦ52
5Πύρρου κλήρου λαχεῖν τὴν λῆξιν ἠξίωσεν, ὃς τετελεύτηκε πλείω ἢ εἴκοσιν ἔτη, τρία τάλαντα τίμημα τῷ κλήρῳ ἐπι‐ γραψάμενος.
Or3
.

3

Ἀμφισβητούσης δὲ τῆς μητρὸς τῆς ἡμετέρας, ἀδελφῆς δὲ τοῦ Πύρρου, ὁ κύριος τῆς εἰλη‐ χυίας τοῦ κλήρου γυναικὸς ἐτόλμησε διαμαρτυρῆσαι μὴ ἐπίδικον τῇ ἡμετέρᾳ μητρὶ τὸν τοῦ ἀδελφοῦ κλῆρον εἶναι,
5ὡς οὔσης γνησίας θυγατρὸς Πύρρῳ, οὗ ἦν ἐξ ἀρχῆς ὁ κλῆρος. Ἐπισκηψάμενοι δὲ ἡμεῖς, καὶ εἰς ὑμᾶς εἰσαγα‐ γόντες τὸν διαμαρτυρῆσαι τολμήσαντα κατὰ ταῦτα,
Or3
.

4

ἐκεῖνόν τε ἐξελέγξαντες περιφανῶς τὰ ψευδῆ μεμαρτυ‐ ρηκότα τὴν τῶν ψευδομαρτυρίων δίκην εἵλομεν παρ’ ὑμῖν καὶ τουτονὶ Νικόδημον παραχρῆμα ἐξηλέγξαμεν ἐν τοῖς αὐτοῖς δικασταῖς ἀναισχυντότατον τῇ μαρτυρίᾳ ὄντα
5ταύτῃ, ὅς γε ἐτόλμησε μαρτυρῆσαι ἐγγυῆσαι τῷ θείῳ τῷ ἡμετέρῳ τὴν ἀδελφὴν τὴν ἑαυτοῦ γυναῖκα εἶναι κατὰ τοὺς νόμους.
Or3
.

5

Ὅτι μὲν οὖν καὶ ἐν τῇ προτέρᾳ δίκῃ ἡ τού‐ του μαρτυρία ψευδὴς ἔδοξεν εἶναι, ὁ τόθ’ ἑαλωκὼς μάρτυς σαφέστατα τοῦτον ἐξελέγχει. Εἰ γὰρ μὴ ἐδόκει οὗτος τὰ ψευδῆ τότε μαρτυρῆσαι, δῆλον ὅτι ἐκεῖνός τ’ ἂν ἀπο‐
5φυγὼν τὴν διαμαρτυρίαν ἀπῆλθε, καὶ κληρονόμος ἂν τῶν τοῦ θείου ἡ διαμαρτυρηθεῖσα γνησία θυγάτηρ εἶναι, ἀλλ’ οὐκ ἂν ἡ ἡμετέρα κατέστη μήτηρ.
Or3
.

6

Ἁλόν‐ τος δὲ τοῦ μάρτυρος καὶ ἀποστάσης τοῦ κλήρου τῆς ἀμφισβητούσης γνησίας θυγατρὸς Πύρρῳ εἶναι, μεγάλη ἀνάγκη ἅμα καὶ τὴν τούτου μαρτυρίαν ἑαλωκέναι· περὶ γὰρ
5αὐτοῦ τούτου διαμαρτυρήσας τὴν τῶν ψευδομαρτυρίων δίκην ἠγωνίζετο, πότερον ἐξ ἐγγυητῆς ἢ ἐξ ἑταίρας ἡ ἀμφισβητοῦσα τοῦ κλήρου τῷ θείῳ [γυναικὸς] εἴη· γνώσεσθε
〈δ’〉 ἀκούσαντες καὶ ὑμεῖς τῆς τε ἀντωμοσίας τῆς ἡμετέ‐ ρας καὶ τῆς τούτου μαρτυρίας καὶ τῆς ἁλούσης διαμαρτυ‐53
10ρίας.
Or3
.

7

Ἀναγίγνωσκε λαβὼν τασδὶ αὐτοῖς.
Ἀντωμοσία. Μαρτυρία. Διαμαρτυρία. Ὡς μὲν ἔδοξε παραχρῆμα εὐθὺς τότε 〈πᾶσι〉 τὰ ψευδῆ μαρτυρῆσαι Νικόδημος, ἐπιδέδεικται [τότε πᾶσι]· προσ‐
5ήκει δὲ καὶ παρ’ ὑμῖν τοῖς περὶ αὐτοῦ τούτου τὴν δίκην μέλλουσι ψηφιεῖσθαι ἐξελεγχθῆναι τὴν τούτου μαρτυρίαν.
Or3
.

8

Ἐπιθυμῶ δὲ πρῶτον μὲν περὶ αὐτοῦ τούτου πυθέσθαι, ἥντινά ποτε προῖκά φησιν ἐπιδοὺς ἐκδοῦναι τὴν ἀδελφὴν ὁ μεμαρτυρηκὼς τῷ τὸν τριτάλαντον οἶκον κεκτημένῳ, εἶτα πότερον ἡ ἐγγυητὴ γυνὴ ἀπέλιπε τὸν ἄνδρα ζῶντα
5ἢ τελευτήσαντος τὸν οἶκον αὐτοῦ, καὶ παρ’ ὅτου ἐκομίσατο τὴν τῆς ἀδελφῆς προῖκα οὗτος, ἐπειδὴ τετελευτηκὼς ἦν ᾧ μεμαρτύρηκεν οὗτος αὐτὴν ἐγγυῆσαι,
Or3
.

9

ἢ εἰ μὴ ἐκομί‐ ζετο, ὁποίαν δίκην σίτου ἢ τῆς προικὸς αὐτῆς ἐν εἴκοσιν ἔτεσι τῷ ἔχοντι τὸν ‖ κλῆρον δικάσασθαι ἠξίωσεν, ἢ εἴ του ἀνθρώπων ἐναντίον προσῆλθεν ἐγκαλῶν τῷ κληρονόμῳ περὶ
5τῆς προικὸς τῆς ἀδελφῆς ἐν χρόνῳ τοσούτῳ. Περί τε οὖν τούτων ἡδέως ἂν πυθοίμην, ὅ τί ποτ’ ἦν τὸ αἴτιον τοῦ μηδὲν τούτων γεγενῆσθαι περὶ τῆς ἐγγυητῆς—ὡς μεμαρ‐ τύρηκεν οὗτος—γυναικός,
Or3
.

10

καὶ πρὸς τούτοις εἴ τις ἄλλος ἐγγυητὴν ἔσχε τὴν τούτου ἀδελφὴν γυναῖκα, ἢ τῶν πρότερον χρησαμένων πρὶν γνῶναι τὸν ἡμέτερον θεῖον αὐτήν, ἢ ὅσοι ἐκείνου γιγνώσκοντος ἐπλησίαζον αὐτῇ, ἢ
5ὅσοι ὕστερον ἐπλησίαζον τετελευτηκότος ἐκείνου· δῆλον γὰρ ὅτι τὸν αὐτὸν τρόπον ὁ ἀδελφὸς αὐτὴν ἅπασι τοῖς πλη‐ σιάζουσιν ἐκδέδωκεν.
Or3
.

11

Περὶ ὧν εἰ δεήσειε καθ’ ἕκασ‐
τον διελθεῖν, οὐκ ἂν πάνυ μικρὸν ἔργον γένοιτο. Ἐὰν μὲν οὖν ὑμεῖς κελεύητε, περὶ ἐνίων μνησθείην ἂν αὐτῶν· εἰ δέ τισιν ὑμῶν ἀηδὲς ἀκούειν ἐστίν, ὥσπερ ἐμοὶ λέγειν τι περὶ54
5τούτων, αὐτὰς τὰς μαρτυρίας ὑμῖν παρέξομαι τὰς μαρτυ‐ ρηθείσας ἐν τῇ προτέρᾳ δίκῃ, ὧν οὐδεμιᾷ ἐπισκήψασθαι ἠξίωσαν οὗτοι. Καίτοι ὅπου κοινὴν αὐτοὶ ὡμολογήκασιν εἶναι τοῦ βουλομένου τὴν γυναῖκα, πῶς ἂν εἰκότως ἡ αὐτὴ γυνὴ ἐγγυητὴ δόξειεν εἶναι;
Or3
.

12

Ἀλλὰ μὴν ὁπότε μὴ ἐπεσκημμένοι εἰσὶ ταῖς περὶ αὐτοῦ τούτου μαρτυρίαις, ὡμολογηκότες εἰσὶ ταῦτα. Ἀκούσαντες δὲ καὶ ὑμεῖς αὐτῶν τῶν μαρτυριῶν, γνώσεσθε ὡς οὗτός τε περιφανῶς τὰ ψευδῆ
5μεμαρτύρηκε, καὶ ὀρθῶς καὶ κατὰ τοὺς νόμους οἱ δικάσαν‐ τες τὴν δίκην ἔγνωσαν τὴν κληρονομίαν μὴ προσήκειν τῇ μὴ ὀρθῶς γεγενημένῃ γυναικί. Ἀναγίγνωσκε· σὺ δ’ ἐπίλαβε τὸ ὕδωρ.
Μαρτυρίαι
Or3
.

13

Ὡς μὲν ἑταίρα ἦν τῷ βουλομένῳ καὶ οὐ γυνὴ τοῦ ἡμετέρου θείου, ἣν οὗτος ἐγγυῆσαι ἐκείνῳ μεμαρτύρηκεν, ὑπὸ τῶν ἄλλων οἰκείων καὶ ὑπὸ τῶν γειτόνων τῶν ἐκείνου μεμαρτύρηται πρὸς ὑμᾶς· οἳ μάχας καὶ κώμους καὶ ἀσέλ‐
5γειαν πολλήν, ὁπότε ἡ τούτου ἀδελφὴ εἴη παρ’ αὐτῷ, μεμαρτυρήκασιν γίγνεσθαι περὶ αὐτῆς.
Or3
.

14

Καίτοι οὐ δή πού γε ἐπὶ γαμετὰς γυναῖκας οὐδεὶς ἂν κωμάζειν τολμή‐ σειεν· οὐδὲ αἱ γαμεταὶ γυναῖκες ἔρχονται μετὰ τῶν ἀνδρῶν ἐπὶ τὰ δεῖπνα, οὐδὲ συνδειπνεῖν ἀξιοῦσι μετὰ τῶν ἀλλο‐
5τρίων, καὶ ταῦτα μετὰ τῶν ἐπιτυχόντων. Ἀλλὰ μὴν τῷ γε μεμαρτυρηκότι οὐδ’ ἐπισκήψασθαι οὗτοι ἠξίωσαν. Καὶ ὡς ἀληθῆ λέγω, ἀναγίγνωσκε πάλιν αὐτοῖς τὴν μαρτυρίαν.
Μαρτυρία
Or3
.

15

Ἀνάγνωθι δὴ καὶ τὰς περὶ τῶν πλησιασάντων αὐτῇ μαρτυρίας, ἵνα εἰδῶσιν ὅτι ἑταίρα τε ἦν τοῦ βουλομένου καὶ ὅτι οὐδ’ ἐξ ἑνὸς ἄλλου φαίνεται τεκοῦσα. Ἀναγίγνωσκε αὐτοῖς.55
5Μαρτυρίαι
Or3
.

16

Ὡς μὲν τοίνυν ἦν κοινὴ τῷ βουλομένῳ, ἣν οὗτος ἐγγυῆσαι τῷ ἡμετέρῳ θείῳ μεμαρτύρηκε, μνημονεύειν χρὴ ὑφ’ ὅσων ὑμῖν μεμαρτύρηται, καὶ ὅτι οὐδενὶ ἄλλῳ ἐγγυη‐ θεῖσα οὐδὲ συνοικήσασα φαίνεται· σκεψώμεθα δὲ καὶ ἐξ ὧν
5ἄν τις ὑπονοήσειεν ἐγγύην γενέσθαι τοιαύτης γυναικός, εἰ ἄρα καὶ τῷ ἡμετέρῳ θείῳ τοιοῦτόν τι συμβέβηκεν.
Or3
.

17

Ἤδη γάρ τινες νέοι ἄνθρωποι, ἐπιθυμήσαντες τοιούτων γυναικῶν καὶ ἀκρατῶς ἔχοντες αὑτῶν, ἐπείσθησαν ὑπ’ ἀνοίας εἰς αὑτοὺς τοιοῦτόν τι ἐξαμαρτεῖν. Πόθεν οὖν ἄν τις σαφέστερον γνοίη περὶ τούτων ἢ ἔκ τε τῶν μαρτυριῶν
5τῶν τούτοις μεμαρτυρημένων ἐν τῇ προτέρᾳ δίκῃ καὶ ἐκ τῶν εἰκότων τῶν περὶ αὐτὸ τὸ πρᾶγμα σκεψάμενος;
Or3
.

18

Ἐνθυμεῖσθε δὲ τὴν ἀναίδειαν ὧν λέγουσιν. Ὁ μὲν γὰρ ἐγγυᾶν μέλλων εἰς τὸν τριτάλαντον οἶκον, ὥς φησι, τὴν ἀδελφήν, διαπραττόμενος τηλικαῦτα ἕνα μάρτυρα παρεῖναι αὑτῷ Πυρετίδην προσεποιήσατο, καὶ τούτου ἐκμαρτυρίαν
5ἐπ’ ἐκείνῃ τῇ δίκῃ παρέσχοντο οὗτοι· ἣν Πυρετίδης οὐκ ἀναδέδεκται αὐτοῖς οὐδὲ ὁμολογεῖ μαρτυρῆσαι οὐδὲ εἰδέ‐ ναι τούτων ἀληθὲς ὂν οὐδέν.
Or3
.

19

Μέγα δὲ τεκμήριον ὡς περιφανῶς ψευδῆ τὴν μαρτυρίαν οὗτοι παρέσχοντο ταύ‐ την· ἴστε γὰρ πάντες ὡς, ὅταν μὲν [ὡς] ἐπὶ προδήλους πράξεις ἴωμεν, ἃς δεῖ μετὰ μαρτύρων γενέσθαι, τοὺς
5οἰκειοτάτους ‖ καὶ οἷς ἂν τυγχάνωμεν χρώμενοι μάλιστα, τούτους παραλαμβάνειν εἰώθαμεν ἐπὶ τὰς πράξεις τὰς
τοιαύτας, τῶν δὲ ἀδήλων καὶ ἐξαίφνης γιγνομένων τοὺς προστυχόντας ἕκαστοι μάρτυρας ποιούμεθα.56
Or3
.

20

Καὶ ἐπὶ μὲν ταῖς μαρτυρίαις αὐταῖς τοῖς παραγενομένοις αὐτοῖς, ὁποῖοί τινες ἂν ὦσι, τούτοις μάρτυσιν χρῆσθαι ἀναγκαῖόν ἐστιν ἡμῖν· παρὰ δὲ τῶν ἀσθενούντων ἢ τῶν ἀποδημεῖν
5μελλόντων ὅταν τις ἐκμαρτυρίαν ποιῆται, τοὺς ἐπιεικεστά‐ τους τῶν πολιτῶν καὶ τοὺς ἡμῖν γνωριμωτάτους ἕκαστος ἡμῶν παρακαλεῖ μάλιστα,
Or3
.

21

καὶ οὐ μεθ’ ἑνὸς οὐδὲ μετὰ δυοῖν, ἀλλ’ ὡς ἂν μετὰ πλείστων δυνώμεθα τὰς ἐκμαρτυ‐ ρίας πάντες ποιούμεθα, ἵνα τῷ τε ἐκμαρτυρήσαντι μὴ ἐξῇ ὕστερον ἐξάρνῳ γενέσθαι τὴν μαρτυρίαν, ὑμεῖς τε πολλοῖς
5καὶ καλοῖς κἀγαθοῖς ταὐτὰ μαρτυροῦσι πιστεύητε μᾶλλον.
Or3
.

22

Ξενοκλῆς τοίνυν Βήσαζε μὲν ἰὼν εἰς τὸ ἐργαστήριον τὸ ἡμέτερον εἰς τὰ ἔργα, οὐχ ἡγήσατο δεῖν τοῖς ἀπὸ τοῦ αὐτομάτου ἐκεῖ ἐντυχοῦσι μάρτυσι χρῆσθαι περὶ τῆς ἐξα‐ γωγῆς, ἀλλ’ ἧκεν ἔχων ἐνθένδε Διόφαντον τὸν Σφήττιον
5μεθ’ ἑαυτοῦ, ὃς ἔλεγε τὴν δίκην ὑπὲρ τούτου, καὶ Δωρό‐ θεον τὸν Ἐλευσίνιον καὶ τὸν ἀδελφὸν αὐτοῦ Φιλοχάρην καὶ ἄλλους πολλοὺς μάρτυρας, παρακεκληκὼς ἐνθένδε σταδίους ἐγγὺς τριακοσίους ἐκεῖσε·
Or3
.

23

περὶ δὲ τῆς ἐγγύης τῆς τήθης τῶν παίδων τῶν ἑαυτοῦ ἐν τῷ ἄστει ἐκμαρτυρίαν, ὥς φησι, ποιούμενος, τῶν μὲν οἰκείων οὐδένα τῶν ἑαυτοῦ παρακεκληκὼς φαίνεται, Διονύσιον δὲ 〈τὸν〉 Ἐρχιέα καὶ
5Ἀριστόλοχον τὸν Αἰθαλίδην. Μετὰ δυοῖν τούτοιν ἐν τῷ ἄστει αὐτοῦ τὴν ἐκμαρτυρίαν ποιήσασθαί φασιν οὗτοι— τοιαῦτα μετὰ τούτων οἷς οὐδ’ ἂν περὶ ὁτουοῦν πιστεύσειεν ἄλλος οὐδείς.
Or3
.

24

Ἴσως γὰρ ἦν νὴ Δία πάρεργον καὶ φαῦλον, περὶ οὗ τὴν ἐκμαρτυρίαν παρὰ τοῦ Πυρετίδου φασὶ ποιήσασθαι οὗτοι, ὥστε οὐδὲν θαυμαστὸν ὀλιγωρηθῆναι
ἦν τὸ πρᾶγμα. Καὶ πῶς; Οἷς γε περὶ αὐτοῦ τούτου ὁ ἀγὼν57
5ἦν ὁ τῶν ψευδομαρτυρίων, ὃν Ξενοκλῆς ἔφευγεν, ἢ ἐξ ἑταίρας ἢ ἐξ ἐγγυητῆς τὴν ἑαυτοῦ γυναῖκα εἶναι. Εἶτα ἐπὶ ταύτην ἂν τὴν μαρτυρίαν, εἰ ἦν ἀληθής, οὐκ ἂν ἅπαντας τοὺς οἰκείους τοὺς ἑαυτοῦ παρακαλεῖν ἐκεῖνος ἠξίωσε;
Or3
.

25

Ναὶ μὰ Δία, ὡς ἔγωγε ᾤμην, εἴ γε ἦν ἀληθὲς τὸ πρᾶγμα. Οὐ τοίνυν φαίνεται, ἀλλ’ ὁ μὲν Ξενοκλῆς πρὸς τοὺς ἐπιτυχόντας δύο ἐκμαρτυρησάμενος τὴν μαρτυρίαν ταύτην· Νικόδημος δὲ οὑτοσὶ ἕνα μόνον μάρτυρα παρακα‐
5λέσας μεθ’ ἑαυτοῦ τῷ τὸν τριτάλαντον οἶκον κεκτημένῳ ἐγγυῆσαί φησι τὴν ἀδελφήν.
Or3
.

26

Καὶ οὗτος μὲν τὸν Πυρετίδην μόνον, οὐχ ὁμολογοῦντα, προσεποιήσατο μεθ’ αὑτοῦ παραγενέσθαι· ὑπὸ δὲ τοῦ ἐγγυήσεσθαι μέλλοντος τὴν τοιαύτην Λυσιμένης καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Χαίρων καὶ
5Πυλάδης, φασὶ παρακληθέντες τῇ ἐγγύῃ παραγενέσθαι, καὶ ταῦτα θεῖοι ὄντες τῷ ἐγγυωμένῳ.
Or3
.

27

Ὑμέτερον οὖν ἔργον σκέψασθαι νῦν εἰ δοκεῖ πιστὸν εἶναι τὸ πρᾶγμα. Ἐγὼ μὲν γὰρ νομίζω, ἐκ τῶν εἰκότων σκοπούμενος, πολὺ ἂν μᾶλλον τὸν Πύρρον πάντας ἂν τοὺς οἰκείους βούλεσθαι
5λεληθέναι, εἴ τι παρεσκευάζετο ὁμολογεῖν ἢ πράττειν ἀνά‐ ξιον τῶν αὑτοῦ, ἢ παρακαλέσαι μάρτυρας τοὺς θείους τοὺς ἑαυτοῦ ἐπὶ ἁμάρτημα τηλικοῦτον.
Or3
.

28

Ἔτι δὲ καὶ περὶ ἐκείνου θαυμάζω, εἰ μηδεμίαν προῖκα μήθ’ ὁ διδοὺς μήθ’ ὁ λαμβάνων διωμολογήσαντο ἕξειν ἐπὶ τῇ γυναικί. Τοῦτο μὲν γὰρ εἴ τινα ἐδίδου, εἰκὸς ἦν καὶ τὴν δοθεῖσαν ὑπὸ τῶν παραγενέσθαι φασκόντων
5μαρτυρεῖσθαι· τοῦτο δ’ εἰ δι’ ἐπιθυμίαν τὴν ἐγγύην ὁ θεῖος ἡμῶν ἐποιεῖτο τῆς τοιαύτης γυναικός, δῆλον ὅτι κἂν ἀργύ‐ ριον πολλῷ μᾶλλον [ἢ] ὁ ἐγγυῶν διωμολογήσατο ἔχειν αὐτὸν ἐπὶ τῇ γυναικί, ἵνα μὴ ἐπ’ ἐκείνῳ γένοιτο ῥᾳδίως ἀπαλ‐ λάττεσθαι, ὁπότε βούλοιτο, τῆς γυναικός.
Or3
.

29

Καὶ μάρ‐ τυράς γε πολλῷ πλείους 〈εἰκὸσ〉 ἦν τὸν ἐγγυῶντα παρακα‐ λεῖν ἢ τὸν ἐγγυώμενον τὴν τοιαύτην· οὐδεὶς γὰρ ὑμῶν ἀγνοεῖ ὅτι ὀλίγα διαμένειν εἴωθε τῶν τοιούτων. Ὁ μὲν τοίνυν
58
5ἐγγυῆσαι φάσκων μετὰ ἑνὸς μάρτυρος καὶ ἄνευ ὁμολογίας ‖ προικὸς εἰς τὸν τριτάλαντον οἶκον ἐγγυῆσαί φησι τὴν ἀδελ‐ φήν· οἱ δὲ θεῖοι τῷ ἀδελφιδῷ. ἄπροικον τὴν τοιαύτην ἐγγυω‐ μένῳ μεμαρτυρήκασι παραγενέσθαι.
Or3
.

30

Καὶ οἱ αὐτοὶ θεῖοι οὗτοι ἐν τῇ δεκάτῃ τῆς θυγατρὸς ἀποφανθείσης εἶναι ὑπὸ τοῦ ἀδελφιδοῦ κληθέντες μεμαρ‐ τυρήκασι παραγενέσθαι. Ἐφ’ ᾧ δὴ καὶ δεινῶς ἀγανακτῶ, ὅτι ὁ μὲν ἀνὴρ λαγχάνων ὑπὲρ τῆς γυναικὸς τῆς αὑτοῦ τοῦ
5κλήρου τοῦ πατρῴου Φίλην ὄνομα εἶναι ἐπεγράψατο τῇ γυναικί, οἱ δὲ τοῦ Πύρρου θεῖοι ἐν τῇ δεκάτῃ φάσκοντες παραγενέσθαι τὸ τῆς τήθης ὄνομα Κλειταρέτην τὸν πατέρα ἐμαρτύρησαν θέσθαι αὐτῇ.
Or3
.

31

Θαυμάζω οὖν εἰ ὁ ἀνὴρ ὁ συνοικῶν πλείω ἢ ὀκτὼ ἔτη ἤδη μὴ ᾔδει τοὔνομα τῆς ἑαυτοῦ γυναικός. Εἶτα οὐδὲ παρὰ τῶν αὑτοῦ μαρτύρων πρότερον ἐδυνήθη πυθέσθαι, οὐδ’ ἡ μήτηρ τῆς γυναικὸς τὸ τῆς θυγα‐
5τρὸς ὄνομα τῆς αὑτῆς ἐν χρόνῳ τοσούτῳ ἔφρασεν αὐτῷ, οὐδ’ ὁ θεῖος αὐτὸς Νικόδημος,
Or3
.

32

ἀλλ’ ἀντὶ τοῦ τῆς τήθης ὀνόματος, εἴ τις ᾔδει τοῦθ’ ὑπὸ τοῦ πατρὸς κείμενον ταύτῃ, Φίλην ὁ ἀνὴρ ὄνομα ἐπεγράψατο εἶναι αὐτῇ, καὶ ταῦτα λαγχάνων αὐτῇ τοῦ κλήρου τοῦ πατρῴου; Τίνος ἕνεκα; Ἢ
5ἵνα καὶ τοῦ τῆς τήθης ὀνόματος τοῦ ὑπὸ τοῦ πατρὸς τεθέν‐ τος ἄκληρον ὁ ἀνὴρ καταστήσειεν εἶναι τὴν αὑτοῦ γυναῖκα;
Or3
.

33

Ἆρά γε οὐχὶ δῆλον, ὦ ἄνδρες, ὅτι ἃ πάλαι οὗτοι μαρ‐ τυροῦσι γενέσθαι, πολλῷ πλέον 〈μετὰ〉 τῆς λήξεως τοῦ κλήρου σύγκειται αὐτοῖς; Οὐ γὰρ ἄν ποτε οἱ μὲν εἰς τὴν δεκάτην, ὥς φασι, κληθέντες τῆς τοῦ Πύρρου θυγατρός,
5ἀδελφιδῆς δὲ τούτου, ἐξ ἐκείνης τῆς ἡμέρας, ἥτις ἦν ποτε,
ἀκριβῶς εἰς τὸ δικαστήριον ἧκον μεμνημένοι ὅτι Κλειτα‐ ρέτην ὁ πατὴρ ἐν τῇ δεκάτῃ ὠνόμηνεν,59
Or3
.

34

οἱ δ’ οἰκειό‐ τατοι τῶν ἁπάντων, ὁ ἀνὴρ καὶ ὁ θεῖος, καὶ ἡ μήτηρ οὐκ ἂν ᾔδει τὸ ὄνομα τῆς θυγατρός, ὥς φασι, τῆς αὐτοῦ. Πολύ γε μάλιστ’ ἄν, εἰ ἦν ἀληθὲς τὸ πρᾶγμα. Ἀλλὰ περὶ μὲν
5τούτων καὶ ὕστερον ἐγχωρήσει εἰπεῖν.
Or3
.

35

Περὶ δὲ τῆς τούτου μαρτυρίας οὐ χαλεπὸν καὶ ἐξ αὐτῶν τῶν νόμων ἐστὶ γνῶναι ὅτι φαίνεται περιφανῶς τὰ Ψευδῆ μεμαρτυρηκὼς οὗτος. Ὅπου γάρ, ἐάν τίς τι ἀτίμητον δῷ, ἕνεκα τοῦ νόμου, ἐὰν ἀπολίπῃ ἡ γυνὴ τὸν ἄνδρα ἢ ἐὰν ὁ
5ἀνὴρ ἐκπέμψῃ τὴν γυναῖκα, οὐκ ἔξεστι πράξασθαι τῷ δόντι ὃ μὴ ἐν προικὶ τιμήσας ἔδωκεν, ἦ που ὅστις γέ φησιν ἄνευ ὁμολογίας προικὸς τὴν ἀδελφὴν ἐγγυῆσαι, περιφανῶς ἀναίσχυντος ὢν ἐλέγχεται.
Or3
.

36

Τί γὰρ ἔμελλεν ὄφελος εἶναι αὐτῷ τῆς ἐγγύης, εἰ ἐπὶ τῷ ἐγγυησαμένῳ ἐκπέμψαι ὁπότε βούλοιτο τὴν γυναῖκα ἦν; Ἦν δ’ ἂν ἐπ’ ἐκείνῳ, ὦ ἄνδρες, δῆλον ὅτι, εἰ μηδεμίαν προῖκα διωμολογήσατο ἕξειν
5ἐπ’ αὐτῇ. Εἶτ’ ἐπὶ τούτοις ἂν Νικόδημος ἠγγύησε τῷ ἡμε‐ τέρῳ θείῳ τὴν ἀδελφήν; Καὶ ταῦτα εἰδὼς τὸν ἅπαντα χρόνον ἄτοκον οὖσαν αὐτήν, καὶ τῆς ὁμολογηθείσης προι‐ κὸς ἐκ τῶν νόμων γιγνομένης εἰς αὐτόν, εἴ τι ἔπαθεν ἡ γυνὴ πρὶν γενέσθαι παῖδας αὐτῇ;
Or3
.

37

Ἆρ’ οὖν δοκεῖ τῳ ὑμῶν ὀλιγώρως οὕτως ἔχειν χρημάτων Νικόδημος ὥστε παραλιπεῖν ἄν τι τῶν τοιούτων; Ἐγὼ μὲν γὰρ οὐ νομίζω. Εἶτα παρὰ τούτου ὁ ἡμέτερος θεῖος ἠξίωσεν ἂν ἐγγυήσασ‐
5θαι τὴν ἀδελφήν, ὃς αὐτὸς ξενίας φεύγων ὑπὸ ἑνὸς τῶν φρατέρων ὧν φησιν αὑτοῦ εἶναι, παρὰ τέτταρας ψήφους μετέσχε τῆς πόλεως; Καὶ ὡς ἀληθῆ λέγω, ἀναγίγνωσκε τὴν μαρτυρίαν.
Μαρτυρία
Or3
.

38

Οὗτος τοίνυν τῷ ἡμετέρῳ θείῳ ἄπροικον τὴν ἀδελ‐ φὴν τὴν ἑαυτοῦ μεμαρτύρηκεν ἐγγυῆσαι, καὶ ταῦτα τῆς προικὸς εἰς αὐτὸν γιγνομένης, εἴ τι ἔπαθεν ἡ γυνὴ πρὶν γενέσθαι παῖδας αὐτῇ. Λαβὲ δὴ καὶ ἀνάγνωθι τοὺς νόμους60
5τουσδὶ αὐτοῖς.
Νόμοι
Or3
.

39

Δοκεῖ ἂν ὑμῖν οὕτως ὀλιγώρως ἔχειν χρημάτων Νικόδημος ὥστε, εἰ ἦν ἀληθὲς τὸ πρᾶγμα, οὐκ ἂν σφόδρα διακριβώσασθαι περὶ τῶν ἑαυτῷ συμφερόντων; Ναὶ μὰ Δία, ὡς ἔγωγ’ οἶμαι, ἐπεὶ καὶ οἱ ἐπὶ παλλακίᾳ διδόντες τὰς
5ἑαυτῶν πάντες πρότερον διομολογοῦνται περὶ τῶν δοθησο‐ μένων ταῖς παλλακαῖς· Νικόδημος δὲ ἐγγυᾶν μέλλων, 〈ὥσ〉 φησι, ‖ τὴν ἀδελφὴν τὴν αὑτοῦ μόνον τὸ κατὰ τοὺς νόμους ἐγγυῆσαι διεπράξατο, ὃς ἐπ’ ὀλίγῳ ἀργυρίῳ, οὗ ἐπιθυμῶν λέγει πρὸς ὑμᾶς, σφόδρα βούλεται πονηρὸς εἶναι;
Or3
.

40

Περὶ μὲν οὖν τῆς τούτου πονηρίας καὶ σιωπῶντος ἐμοῦ οἱ πολλοὶ γιγνώσκουσιν ὑμῶν, ὥστε οὐκ ἀπορῶ γε μαρ‐ τύρων, ὅταν τι λέγω περὶ αὐτοῦ· βούλομαι δὲ πρῶτον ἐκ τῶν τοιῶνδε ἐξελέγξαι τοῦτον ἀναισχυντότατον τῇ μαρτυ‐
5ρίᾳ ὄντα ταύτη. Φέρε γάρ, ὦ Νικόδημε, εἰ ἦσθα ἠγγυηκὼς τῷ Πύρρῳ τὴν ἀδελφὴν καὶ εἰ ᾔδεις ἐξ αὐτῆς θυγατέρα γνησίαν καταλειπομένην,
Or3
.

41

πῶς ἐπέτρεψας τῷ ἡμετέρῳ ἀδελφῷ ἐπιδικάσασθαι τοῦ κλήρου ἄνευ τῆς γνησίας θυγα‐ τρός, ἣν φὴς τῷ ἡμετέρῳ θείῳ καταλειφθῆναι; Ἢ οὐκ ᾔδεις ἐν τῇ ἐπιδικασίᾳ τοῦ κλήρου νόθην καθισταμένην τὴν
5ἀδελφιδῆν τὴν σαυτοῦ; Ὁπότε γάρ τις ἐπεδικάζετο τοῦ κλήρου, νόθην τὴν θυγατέρα τοῦ καταλιπόντος τὸν κλῆρον καθίστη.
Or3
.

42

Ἔτι δὲ πρότερον ὁ Πύρρος ὁ ποιησάμενος τὸν ἀδελφὸν τὸν ἐμὸν ὑὸν αὑτῷ· οὔτε γὰρ διαθέσθαι οὔτε δοῦναι οὐδενὶ οὐδὲν ἔξεστι τῶν ἑαυτοῦ ἄνευ τῶν θυγατέ‐
ρων, ἐάν τις καταλιπὼν γνησίας τελευτᾷ. Γνώσεσθε δὲ αὐ‐61
5τῶν ἀκούσαντες τῶν νόμων ἀναγιγνωσκομένων. Ἀναγί‐ γνωσκε τούσδε αὐτοῖς.
Νόμοι
Or3
.

43

Δοκεῖ ἂν ὑμῖν ὁ μεμαρτυρηκὼς ἐγγυῆσαι ἐπιτρέψαι ἄν τι τούτων γίγνεσθαι καὶ οὐκ ἂν ἐπὶ τοῦ κλήρου τῇ λήξει, ἣν ὁ Ἔνδιος λαχὼν ἐπεδικάζετο, ἀμφισβητῆσαι ἂν ὑπὲρ τῆς ἀδελφιδῆς τῆς ἑαυτοῦ καὶ οὐκ ἂν διαμαρτυρῆσαι
5μὴ ἐπίδικον τῷ Ἐνδίῳ τὸν ἐκείνης πατρῷον κλῆρον εἶναι; Ἀλλὰ μὴν ὥς γε ἐπεδικάσατο ὁ ἡμέτερος ἀδελφὸς τοῦ κλή‐ ρου καὶ οὐκ ἠμφεσβήτησεν οὐδεὶς ἐκείνῳ, ἀναγίγνωσκε τὴν μαρτυρίαν.
Μαρτυρία
Or3
.

44

Γενομένης τοίνυν τῆς ἐπιδικασίας ταύτης οὐκ ἐτόλ‐ μησεν ἀμφισβητῆσαι τοῦ κλήρου Νικόδημος οὐδὲ διαμαρ‐ τυρῆσαι τὴν ἀδελφιδῆν τὴν ἑαυτοῦ γνησίαν θυγατέρα Πύρρῳ καταλειφθῆναι.
Or3
.

45

Περὶ μὲν οὖν τῆς ἐπιδικασίας ἔχοι ἄν τις ψεῦδος προφασίσασθαι πρὸς ὑμᾶς· ἢ γὰρ λαθεῖν σφᾶς προσποιή‐ σαιτ’ ἂν οὗτος, ἢ καὶ ψεύδεσθαι αἰτιῷτ’ ἂν ἡμᾶς. Τοῦτο μὲν οὖν παρῶμεν· ἐπειδὴ δὲ τῷ Ξενοκλεῖ ἠγγύα ὁ Ἔνδιος
5τὴν ἀδελφιδῆν σου, ἐπέτρεψας, ὦ Νικόδημε, τὴν ἐκ τῆς ἐγγυητῆς τῷ Πύρρῳ γεγενημένην ὡς ἐξ ἑταίρας ἐκείνῳ οὖσαν ἐγγυᾶσθαι;
Or3
.

46

Καὶ οὐκ [ἂν] εἰσήγγειλας πρὸς τὸν ἄρχοντα κακοῦσθαι τὴν ἐπίκληρον ὑπὸ τοῦ εἰσποιήτου οὕ‐ τως ὑβριζομένην καὶ ἄκληρον τῶν ἑαυτῆς πατρῴων καθισ‐ ταμένην, ἄλλως τε καὶ μόνων τούτων τῶν δικῶν ἀκινδύνων
5τοῖς διώκουσιν οὐσῶν καὶ ἐξὸν τῷ βουλομένῳ βοηθεῖν ταῖς ἐπικλήροις;62
Or3
.

47

Οὔτε γὰρ ἐπιτίμιον ταῖς πρὸς τὸν ἄρ‐ χοντα εἰσαγγελίαις ἔπεστιν, οὐδὲ ἐὰν μηδεμίαν τῶν ψήφων οἱ εἰσαγγείλαντες μεταλάβωσιν, οὔτε πρυτανεῖα οὔτε πα‐ ράστασις οὐδεμία τίθεται τῶν εἰσαγγελιῶν· ἀλλὰ τοῖς μὲν
5διώκουσιν ἀκινδύνως εἰσαγγέλλειν ἔξεστι, τῷ βουλομένῳ, τοῖς δ’ ἁλισκομένοις 〈αἱ〉 ἔσχαται τιμωρίαι ἐπὶ ταῖς εἰσαγ‐ γελίαις ἔπεισιν.
Or3
.

48

Ἔπειτα εἰ ἦν ἐξ ἐγγυητῆς ἡ τούτου ἀδελφιδῆ τῷ ἡμετέρῳ θείῳ γεγενημένη, ἐπέτρεψεν ἂν Νι‐ κόδημος ὡς ἐξ ἑταίρας οὖσαν αὐτὴν ἐγγυᾶσθαι; Καὶ γενομένων αὐτῶν οὐκ ἂν εἰσήγγελλε πρὸς τὸν ἄρχοντα
5ὑβρίζεσθαι τὴν ἐπίκληρον ὑπὸ τοῦ οὕτως ἐγγυήσαντος αὐτήν; Καὶ εἰ ἦν ἀληθῆ ἃ νυνὶ τετόλμηκας μαρτυρῆσαι, παραχρῆμα εὐθὺς τότε ἐτιμωρήσω ἂν τὸν ἀδικοῦντα· ἢ καὶ ταῦτα λαθεῖν σεαυτὸν προσποιήσῃ;
Or3
.

49

Ἔπειτ’ οὐδ’ ἐκ τῆς ἐπιδοθείσης αὐτῇ προικὸς ᾔσθου; Ὥστε καὶ δι’ αὐτὸ τοῦτο ἀγανακτήσαντι δήπου σοι εἰσαγγεῖλαι τὸν Ἔνδιον προσῆκεν, εἰ αὐτὸς μὲν τριτάλαντον οἶκον ἔχειν ἠξίου ὡς
5προσῆκον αὐτῷ, τῇ δὲ γνησίᾳ οὔσῃ 〈θυγατρὶ〉 [τρισ]χιλίας δραχμὰς προῖκα ἐπιδοὺς ἐκδοῦναι ἠξίωσεν ἄλλῳ. Εἶτ’ ἐπὶ τούτοις οὐκ ἀγανακτήσας εἰσήγγειλεν ἂν τὸν Ἔνδιον οὗ‐ τος; Ναὶ μὰ Δία, εἴ γ’ ἦν ἀληθὲς τὸ πρᾶγμα.
Or3
.

50

Οἶμαι δὲ οὐδ’ ἂν τὴν ἀρχὴν ἐκεῖνον οὐδ’ ἄλλον γε τῶν εἰσποιήτων οὐδένα οὕτως εὐήθη οὐδ’ αὖ ὀλίγωρον τῶν νόμων τῶν κει‐ μένων ‖ γίγνεσθαι ὥσθ’ ὑπαρχούσης γνησίας θυγατρὸς τῷ
5τὸν κλῆρον καταλιπόντι ἑτέρῳ δοῦναι ταύτην ἀνθ’ ἑαυτοῦ. Ἀκριβῶς γὰρ ᾔδει διότι τοῖς γε ἐκ τῆς γνησίας θυγατρὸς παισὶ γεγονόσιν ἁπάντων τῶν παππῴων κληρονομία προσ‐ ήκει. Εἶτα εἰδὼς ἄν τις ταῦτα ἑτέρῳ παραδοίη τὰ αὑτοῦ, καὶ ταῦτα τηλικαῦτα ὄντα ὅσων ἠμφεσβήτησαν οὗτοι;
Or3
.

51

Δοκεῖ δ’ ἄν τις ὑμῖν οὕτως ἀναιδὴς ἢ τολμηρὸς εἰσ‐ ποίητος γενέσθαι ὥστε μηδὲ τὸ δέκατον μέρος ἐπιδοὺς ἐκδοῦναι τῇ γνησίᾳ θυγατρὶ τῶν πατρῴων; Γενομένων δὲ τούτων δοκεῖ ἂν ὑμῖν ὁ θεῖος ἐπιτρέψαι, ὁ ἐγγυῆσαι μεμαρ‐63
5τυρηκὼς αὐτῆς τὴν μητέρα; Ἐγὼ μὲν γὰρ οὐ νομίζω, ἀλλὰ καὶ ἠμφεσβήτησεν ἂν τοῦ κλήρου καὶ διεμαρτύρησε καὶ εἰσήγγειλεν ἂν πρὸς τὸν ἄρχοντα, καὶ ἄλλο εἴ τι ἦν ἰσχυρότερον τούτων, ἅπαντ’ ἂν διεπράξατο.
Or3
.

52

Ὁ μὲν τοίνυν Ἔνδιος ὡς ἐξ ἑταίρας οὖσαν ἠγγύησεν, ἥν φησιν ἀδελφιδῆν Νικόδημος εἶναι αὑτῷ· οὗτος δὲ οὔτε τῷ Ἐνδίῳ τοῦ Πύρρου κλήρου ἀμφισβητῆσαι ἠξίωσεν, οὔτ’ ἐγγυή‐
5σαντα τὴν ἀδελφιδῆν 〈ὡσ〉 οὖσαν ἐξ ἑταίρας εἰσαγγεῖλαι πρὸς τὸν ἄρχοντα [ἠξίωσεν], οὔτ’ ἐπὶ τῇ δοθείσῃ προικὶ αὐτῇ ἠγανάκτησεν οὐδέν, ἀλλὰ πάντα ταῦτα εἴασε γενέ‐ σθαι. Οἱ δὲ νόμοι περὶ ἁπάντων διορίζουσι τούτων.
Or3
.

53

Ἀναγνώσεται οὖν πρῶτον ὑμῖν τὴν περὶ τῆς ἐπιδικασίας τοῦ κλήρου μαρτυρίαν πάλιν, ἔπειτα τὴν περὶ τῆς ἐγγυή‐ σεως τῆς γυναικός. Ἀναγίγνωσκε αὐτοῖς.
Μαρτυρίαι
5Ἀνάγνωθι δὴ καὶ τοὺς νόμους.
Νόμοι Λαβὲ δὴ καὶ τὴν τούτου μαρτυρίαν.
Μαρτυρία
Or3
.

54

Πῶς ἄν τις σαφέστερον ἐξελέγχοι ψευδομαρτυρίων διώκων ἢ ἔκ τε τῶν πεπραγμένων αὐτοῖς τούτοις ἐπιδει‐
κνύων καὶ ἐκ τῶν νόμων ἁπάντων τῶν ὑμετέρων; Περὶ μὲν οὖν τούτου σχεδὸν εἴρηται τὰ πολλά· σκέψασθε64
5δὲ καὶ περὶ τοῦ ἔχοντος τὴν ἀδελφιδῆν τὴν τούτου γυναῖκα, ἐὰν ἄρα τι γένηται καὶ ἐκ τούτου τεκμήριον ὡς ἔστι ψευδῆ τὰ μεμαρτυρημένα Νικοδήμῳ.
Or3
.

55

Ὡς μὲν οὖν ἠγγυή‐ σατο καὶ ἔλαβεν ὡς οὖσαν ἐξ ἑταίρας τὴν γυναῖκα, ἐπιδέ‐ δεικται καὶ μεμαρτύρηται· ὡς δ’ ἀληθὴς ἡ μαρτυρία ἐστὶν αὕτη, ὁ Ξενοκλῆς αὐτὸς ἔργῳ οὐκ ὀλίγου χρόνον ἤδη ἀληθῆ
5ταῦτα μεμαρτύρηκε. Δῆλον γὰρ ὅτι εἰ μὴ ἠγγύητο παρὰ τοῦ Ἐνδίου ὡς ἐξ ἑταίρας οὖσαν τὴν γυναῖκα, ὄντων αὐτῷ παίδων ἤδη τηλικούτων ἐκ τῆς γυναικός, ζῶντι ἂν τῷ Ἐνδίῳ ἠμφεσβήτησεν ὑπὲρ τῆς γνησίας θυγατρὸς τῶν πατρῴων,
Or3
.

56

ἄλλως τε καὶ παρεσκευασμένος μὴ ὁμολο‐ γεῖν τὴν τοῦ Ἐνδίου ποίησιν τῷ Πύρρῳ γενέσθαι. Ὡς γὰρ οὐχ ὁμολογῶν [πῶς] ἐπεσκήπτετο τοῖς μεμαρτυρηκόσιν ἐπὶ τῇ διαθήκῃ τοῦ Πύρρου παραγενέσθαι. Καὶ ὡς ἀληθῆ λέγω,
5ἀναγνώσεται ὑμῖν τὴν μαρτυρίαν τὴν μαρτυρηθεῖσαν. Ἀνα‐ γίγνωσκε αὐτοῖς.
Μαρτυρία
Or3
.

57

Ἀλλὰ μὴν κἀκεῖνό γε δηλοῖ ὡς οὐχ ὁμολογοῦσι τὴν τοῦ Ἐνδίου ποίησιν ὑπὸ τοῦ Πύρρου γενέσθαι· οὐ γὰρ ἂν ὑπερβάντες τὸν τελευταῖον τοῦ οἴκου γεγενημένον κληρο‐ νόμον ὑπὲρ τῆς γυναικὸς τοῦ Πύρρου κλήρου λαχεῖν τὴν
5λῆξιν ἠξίωσαν οὗτοι. Ὁ μὲν γὰρ Πύρρος πλείω ἢ εἴκοσιν ἔτη τετελεύτηκεν ἤδη, ὁ δὲ Ἔνδιος τοῦ Μεταγειτνιῶνος μηνὸς πέρυσιν, ἐν ᾧ ἔλαχον τοῦ κλήρου τὴν λῆξιν τρίτῃ ἡμέρᾳ εὐθέως οὗτοι.
Or3
.

58

Ὁ δὲ νόμος πέντε ἐτῶν κελεύει δικάσασθαι τοῦ κλήρου, ἐπειδὰν τελευτήσῃ ὁ κληρονόμος. Οὐκοῦν δυοῖν τὰ ἕτερα προσῆκε τῇ γυναικί, ἢ ζῶντι τῷ
Ἐνδίῳ ἀμφισβητῆσαι τῶν πατρῴων, ἢ ἐπειδὴ τετελευτηκὼς65
5ἦν ὁ εἰσποίητος, τῶν τοῦ ἀδελφοῦ τὴν ἐπιδικασίαν ἀξιοῦν ποιεῖσθαι, ἄλλως τε καὶ εἰ, ὥς φασιν οὗτοι, ἠγγυήκει αὐτὴν τῷ Ξενοκλεῖ ὡς γνησίαν ἀδελφὴν οὖσαν αὑτοῦ.
Or3
.

59

Ἀκρι‐ βῶς γὰρ ἐπιστάμεθα πάντες ὅτι ἀδελφῶν μὲν κλήρων ἐπι‐ δικασία πᾶσίν ἐστιν ἡμῖν, ὅτῳ δὲ γόνῳ γεγόνασι γνήσιοι παῖδες, οὐδενὶ ἐπιδικάζεσθαι τῶν πατρῴων προσήκει. Καὶ
5περὶ τούτων οὐδένα λόγον λεχθῆναι δεῖ· ἅπαντες γὰρ ὑμεῖς ‖ καὶ οἱ ἄλλοι πολῖται ἀνεπίδικα ἔχουσι τὰ ἑαυτῶν ἕκαστοι πατρῷα.
Or3
.

60

Οὗτοι τοίνυν εἰς τοῦτο τόλμης ἀφιγμένοι εἰσὶν ὥστε τῷ μὲν εἰσποιήτῳ οὐκ ἔφασαν ἐπιδι‐ κάσασθαι προσήκειν τῶν δοθέντων, τῇ δὲ Φίλῃ, ἥν φασι θυγατέρα γνησίαν τῷ Πύρρῳ καταλελεῖφθαι, λαχεῖν τοῦ
5κλήρου τοῦ πατρῴου τὴν λῆξιν ἠξίωσαν. Καίτοι—ὅπερ εἶπον καὶ πρότερον—ὅσοι μὲν 〈ἂν〉 καταλίπωσι γνησίους παῖδας ἐξ αὑτῶν, οὐ προσήκει τοῖς παισὶν ἐπιδικάσασθαι τῶν πατρῴων· ὅσοι δὲ διαθήκαις αὑτοῖς εἰσποιοῦνται, τού‐ τοις ἐπιδικάζεσθαι προσήκει τῶν δοθέντων.
Or3
.

61

Τοῖς μὲν γάρ, ὅτι γόνῳ γεγόνασιν, οὐδεὶς ἂν δήπου ἀμφισβητήσειε περὶ τῶν πατρῴων· πρὸς δὲ τοὺς εἰσποιήτους ἅπαντες οἱ κατὰ γένος προσήκοντες ἀμφισβητεῖν ἀξιοῦσιν. Ἵνα οὖν
5μὴ παρὰ τοῦ ἐντυχόντος τῶν κλήρων αἱ λήξεις [τοῖς ἀμφι‐ σβητεῖν βουλομένοις] γίγνωνται καὶ μὴ ὡς ἐρήμων τῶν κλήρων ἐπιδικάζεσθαί τινες τολμῶσι, τούτου ἕνεκα τὰς ἐπιδικασίας οἱ εἰσποίητοι πάντες ποιοῦνται.
Or3
.

62

Μηδεὶς οὖν ὑμῶν ἡγείσθω, εἰ ἐνόμιζε γνησίαν εἶναι τὴν ἑαυτοῦ γυναῖκα Ξενοκλῆς, λαχεῖν ἂν ὑπὲρ αὐτῆς τὴν λῆξιν τοῦ κλήρου τοῦ πατρῴου, ἀλλ’ ἐβάδιζεν ἂν ἡ γνησία εἰς τὰ
5ἑαυτῆς πατρῷα καὶ, εἴ τις αὐτὴν ἀφῃρεῖτο ἢ ἐβιάζετο, ἐξῆγεν ἂν ἐκ τῶν πατρῴων καὶ οὐκ ἂν ἰδίας μόνον δίκας
ἔφευγεν ὁ βιαζόμενος, ἀλλὰ καὶ δημοσίᾳ εἰσαγγελθεὶς πρὸς τὸν ἄρχοντα ἐκινδύνευεν ἂν περὶ τοῦ σώματος καὶ τῆς οὐσίας ἁπάσης τῆς ἑαυτοῦ.66
Or3
.

63

Ἔτι δ’ ἂν πρότερον τοῦ Ξενοκλέους οἱ τοῦ Πύρρου θεῖοι, εἰ ᾔδεσαν γνησίαν θυγατέρα τῷ ἑαυτῶν ἀδελφιδῷ καταλειπομένην καὶ ἡμῶν μηδένα λαμβάνειν ἐθέλοντα αὐ‐ τήν, οὐκ ἄν ποτε ἐπέτρεψαν Ξενοκλέα, τὸν μηδαμόθεν
5μηδὲν γένει προσήκοντα Πύρρῳ, λαβόντα ἔχειν τὴν κατὰ γένος προσήκουσαν αὐτοῖς γυναῖκα. Ἢ δεινόν γ’ ἂν εἴη.
Or3
.

64

Τὰς μὲν ὑπὸ τῶν πατέρων ἐκδοθείσας καὶ συνοι‐ κούσας ἀνδράσι γυναῖκας—περὶ ὧν τίς ἂν ἄμεινον ἢ ὁ πατὴρ βουλεύσαιτο; —καὶ τὰς οὕτω δοθείσας, ἐὰν ὁ πα‐ τὴρ αὐτῶν τελευτήσῃ μὴ καταλιπὼν αὐταῖς γνησίους ἀδελ‐
5φούς, τοῖς ἐγγύτατα γένους ἐπιδίκους ὁ νόμος εἶναι κελεύει, καὶ πολλοὶ συνοικοῦντες ἤδη ἀφῄρηνται τὰς ἑαυ‐ τῶν γυναῖκας.
Or3
.

65

Εἶτα τὰς μὲν ὑπὸ τῶν πατέρων ἐκδο‐ θείσας διὰ τὸν νόμον ἐξ ἀνάγκης ἐπιδίκους εἶναι προσήκει, Ξενοκλεῖ δὲ ἄν τις τόδ’ ἐπέτρεψε τῶν τοῦ Πύρρου θείων, εἰ ἦν γνησία θυγάτηρ ἐκείνῳ καταλειπομένη, λαβόντα ἔχειν
5τὴν κατὰ γένος προσήκουσαν αὐτοῖς γυναῖκα καὶ τοσαύ‐ της οὐσίας τοῦτον καταστῆναι κληρονόμον ἀνθ’ ἑαυτῶν; Μὴ νομίσητε ὑμεῖς, ὦ ἄνδρες·
Or3
.

66

οὐδεὶς γὰρ ἀνθρώπων μισεῖ τὸ λυσιτελοῦν οὐδὲ περὶ πλείονος τοὺς ἀλλοτρίους ἑαυτοῦ ποιεῖται· ἐὰν οὖν προφασίζωνται διὰ τὴν τοῦ Ἐν‐ δίου ποίησιν μὴ ἐπίδικον εἶναι τὴν γυναῖκα, καὶ διὰ ταῦτα
5μὴ φῶσιν ἀμφισβητῆσαι αὐτῆς, πρῶτον μὲν ἐκεῖνα αὐτοὺς ἐρέσθαι χρή, εἰ ὁμολογοῦντες τὴν τοῦ Ἐνδίου ποίησιν ὑπὸ τοῦ Πύρρου γενέσθαι ἐπεσκημμένοι εἰσὶ τοῖς μεμαρτυρη‐ κόσι ταῦτα,
Or3
.

67

εἶτα 〈τί〉 παρελθόντες τὸν τελευταῖον τοῦ οἴκου γεγενημένον κληρονόμον τοῦ Πύρρου κλήρου τὴν λῆξιν λαχεῖν ἠξίωσαν παρὰ τὸν νόμον. Πρὸς δὲ τού‐
τοις ἐκεῖνο αὐτοὺς ἔρεσθε, εἴ τις τῶν γνησίων 〈τῶν〉 αὑτοῦ67
5ἐπιδικάζεσθαι ἀξιοῖ. Ταῦτα πρὸς τὴν ἀναίδειαν αὐτῶν πυνθάνεσθε. Ὡς δ’ ἦν ἐπίδικος ἡ γυνή, εἴ περ γνησία καταλειφθείη, ἐκ τῶν νόμων σαφέστατα μαθεῖν ἔστι τοῦτο.
Or3
.

68

Ὁ γὰρ νόμος διαρρήδην λέγει ἐξεῖναι διαθέσθαι ὅπως ἂν ἐθέλῃ τις τὰ αὑτοῦ, ἐὰν μὴ παῖδας γνησίους καταλίπῃ ἄρρενας· ἐὰν δὲ θηλείας καταλίπῃ, σὺν ταύταις. Οὐκοῦν μετὰ τῶν θυγατέρων ἔστι δοῦναι καὶ διαθέσθαι τὰ αὐτοῦ·
5ἄνευ δὲ τῶν γνησίων θυγατέρων οὐχ οἷόν τε οὔτε ποιή‐ σασθαι οὔτε δοῦναι οὐδενὶ οὐδὲν τῶν ἑαυτοῦ.
Or3
.

69

Οὐκοῦν εἰ μὲν ἄνευ τῆς γνησίας θυγατρὸς τὸν Ἔνδιον Πύρρος ἐποιεῖτο ὑὸν αὑτῷ, ἄκυρος ἂν ἦν αὐτοῦ ἡ ποίησις κατὰ τὸν νόμον· εἰ δὲ τὴν θυγατέρα ἐδίδου καὶ ἐπὶ τούτῳ ποιησά‐
5μενος κατέλιπε, πῶς ἂν ὑμεῖς ‖ ἐπετρέψατε ἐπιδικάζεσθαι, οἱ τοῦ Πύρρου θεῖοι, τὸν Ἔνδιον τοῦ Πύρρου κλήρου ἄνευ τῆς γνησίας θυγατρός, εἰ ἦν ἐκείνῳ, ἄλλως τε καὶ εἰ, ὡς ἐμαρτυρήσατε, ἐπέσκηψεν ὑμῖν ὁ ἀδελφιδοῦς ἐπιμελεῖσθαι τούτου τοῦ παιδίου;
Or3
.

70

Ἀλλ’, ὦ ἀγαθέ, τοῦτο μὲν καὶ λαθεῖν φήσαιτ’ ἂν ὑμᾶς· ὅτε δ’ ἠγγύα καὶ ἐξεδίδου ὁ Ἔν‐ διος τὴν γυναῖκα, ἐπετρέπετε ὑμεῖς οἱ θεῖοι τὴν τοῦ ἀδελ‐ φιδοῦ τοῦ ὑμετέρου αὐτῶν ὡς ἐξ ἑταίρας οὖσαν ἐκείνῳ
5ἐγγυᾶσθαι, ἄλλως τε καὶ παραγενέσθαι φάσκοντες, ὅτε ὁ ἀδελφιδοῦς ὑμῶν ἠγγυᾶτο τὴν μητέρα τὴν ταύτης κατὰ 〈τοὺσ〉 νόμους ἕξειν γυναῖκα, ἔτι δὲ καὶ ἐν τῇ δεκάτῃ τῇ ταύτης κληθέντες συνεστιᾶσθαι;
Or3
.

71

Πρὸς δὲ τούτοις —τουτὶ γὰρ τὸ δεινόν ἐστιν—ἐπισκῆψαι φάσκοντες ὑμῖν τὸν ἀδελφιδοῦν ἐπιμελεῖσθαι τούτου τοῦ παιδίου, οὕτως ἐπεμελήθητε ὥστ’ ἐᾶσαι ὡς ἐξ ἑταίρας οὖσαν αὐτὴν ἐγγυᾶ‐
5σθαι, ἄλλως τε καὶ ἔχουσαν τοὔνομα τῆς ὑμετέρας αὐτῶν ἀδελφῆς, ὡς ἐμαρτυρεῖτε;
Or3
.

72

Ἐκ τοίνυν τούτων, ὦ ἄνδρες, καὶ ἐξ αὐτοῦ τοῦ πράγματος ῥᾴδιόν ἐστι γνῶναι ὅσον ἀναισχυντότατοι ἀνθρώπων εἰσὶν οὗτοι. Τίνος γὰρ ἕνεκα, εἰ ἦν γνησία θυγά‐ τηρ τῷ ἡμετέρῳ θείῳ καταλειπομένη, ποιησάμενος ὁ θεῖος68
5κατέλιπε τὸν ἐμὸν ἀδελφὸν ὑὸν ἑαυτῷ; Πότερον ὅτι προσ‐ ήκοντες αὐτῷ ἐγγυτέρω γένους ἡμῶν ἦσαν ἄλλοι, οὓς βου‐ λόμενος τὴν ἐπιδικασίαν τῆς θυγατρὸς ἀποστερῆσαι ἐποιεῖτο τὸν 〈ἐμὸν〉 ἀδελφὸν ὑὸν αὑτῷ; Ἀλλ’ οὔτε ἐγένετο οὔτ’ ἔστι, μὴ γενομένων γε παίδων γνησίων ἐκείνῳ, ἐγγυ‐
10τέρω ἡμῶν οὐδὲ εἷς· ἀδελφὸς μὲν γὰρ οὐκ ἦν αὐτῷ οὐδ’ ἀδελφοῦ παῖδες, ἐκ δὲ τῆς ἀδελφῆς ἡμεῖς ἦμεν αὐτῷ.
Or3
.

73

Ἀλλὰ νὴ Δία ἄλλον τινὰ ποιησάμενος τῶν συγγενῶν ἔδωκεν ἂν ἔχειν τὸν κλῆρον καὶ τὴν θυγατέρα τὴν ἑαυτοῦ· καὶ τί αὐτὸν ἔδει καταφανῶς καὶ ὁτῳοῦν ἀπέχθεσθαι τῶν οἰκείων, ἐξόν, εἴπερ ἦν ἠγγυημένος τὴν ἀδελφὴν τὴν Νικοδήμου,
5τὴν θυγατέρα τὴν ἐκ ταύτης ἀποφανθεῖσαν εἶναι εἰς τοὺς φράτερας εἰσαγαγόντι ὡς οὖσαν γνησίαν ἑαυτῷ, ἐπὶ ἅπαντι τῷ κλήρῳ ἐπίδικον καταλιπεῖν αὐτὴν καὶ ἐπισκῆψαι τῶν γιγνομένων 〈ἐκ〉 τῆς θυγατρὸς παίδων εἰσαγαγεῖν ὑὸν ἑαυτῷ;
Or3
.

74

Δῆλον μὲν γὰρ ὅτι ἐπίκληρον [μὲν] καταλιπὼν ἀκριβῶς ἂν ᾔδει ὅτι δυοῖν θάτερον ἔμελλεν ὑπάρχειν αὐτῇ· ἢ γὰρ ἡμῶν τινα τῶν ἐγγύτατα γένους ἐπιδικασάμενον ἕξειν γυναῖκα, ἢ εἰ μηδεὶς ἡμῶν ἐβούλετο λαμβάνειν, τῶν θείων
5τινὰ τούτων τῶν νῦν μαρτυρούντων, εἰ δὲ μή, τῶν ἄλλων τινὰ συγγενῶν τὸν αὐτὸν τρόπον ἐπὶ πάσῃ τῇ οὐσίᾳ ἐπιδι‐ κασάμενον κατὰ τοὺς νόμους ἕξειν ταύτην γυναῖκα.
Or3
.

75

Οὐκοῦν ἐκ μὲν τοῦ τὴν θυγατέρα εἰς τοὺς φράτερας εἰσ‐ αγαγεῖν καὶ μὴ ποιήσασθαι τὸν ἐμὸν ἀδελφὸν ὑὸν αὑτῷ ταῦτ’ ἂν διεπράξατο· ἐκ δὲ τοῦ τοῦτον μὲν ποιήσασθαι, τὴν δὲ μὴ
εἰσαγαγεῖν, τὴν μὲν νόθην, ὥσπερ αὐτῷ προσῆκε, καὶ ἄκλη‐69
5ρον κατέστησε, τὸν δὲ κληρονόμον κατέλιπεν τῶν ἑαυτοῦ.
Or3
.

76

Ἀλλὰ μὴν ὥς γε οὔτε γαμηλίαν εἰσήνεγκεν ὁ θεῖος ἡμῶν, οὔτε τὴν θυγατέρα, ἥν φασι γνησίαν αὐτοῦ εἶναι οὗτοι, εἰσαγαγεῖν εἰς τοὺς φράτερας ἠξίωσε, καὶ ταῦτα νόμου ὄντος αὐτοῖς, ἀναγνώσεται [δὲ] ὑμῖν τὴν τῶν φρατέ‐
5ρων τῶν ἐκείνου μαρτυρίαν. Ἀναγίγνωσκε· σὺ δ’ ἐπίλαβε τὸ ὕδωρ.
Μαρτυρία Λαβὲ δὲ καὶ ὡς ἐποιήσατο τὸν ἐμὸν ἀδελφὸν ὑὸν αὑτῷ.
Μαρτυρία
Or3
.

77

Εἶτα ὑμεῖς τὴν Νικοδήμου μαρτυρίαν τῶν αὐτοῦ τοῦ θείου ἐκμαρτυριῶν πιστοτέραν ἡγήσεσθε εἶναι, καὶ τὴν οὕτω κοινὴν τοῖς βουλομένοις γεγενημένην, ταύτην ἐπιχειρήσει τις ὑμᾶς πείθειν ὅτι ἐγγυητὴν γυναῖκα ὁ ἡμέτερος θεῖος
5ἔσχεν; Ἀλλ’ ὑμεῖς, ὡς ἔγωγ’ οἶμαι, οὐ πιστεύσετε, ἐὰν μὴ ἀποφαίνῃ ὑμῖν, ὅπερ ἀρχόμενος εἶπον τοῦ λόγου,
Or3
.

78

πρῶτον μὲν ἐπὶ τίνι προικὶ οὗτος ἐγγυῆσαι τῷ Πύρρῳ φησὶ τὴν ἀδελφήν, ἔπειτα πρὸς ὁποῖον ἄρχοντα ἡ ἐγγυητὴ γυνὴ ἀπέλιπε τὸν ἄνδρα ἢ τὸν οἶκον [τὸν] αὐτοῦ, εἶτα παρ’ ὅτου ἐκομίσατο τὴν προῖκα οὗτος, ἐπειδὴ τετελευτηκὼς ἦν
5ᾧ φησιν αὐτὴν ἐγγυῆσαι· ἢ, εἰ ἀπαιτῶν μὴ ἐδύνατο κομί‐ σασθαι ‖ ἐν εἴκοσιν ἔτεσιν, ὁποίαν δίκην σίτου ἢ τῆς προι‐ κὸς αὐτῆς ὑπὲρ τῆς ἐγγυητῆς γυναικὸς ἐδικάσατο τῷ ἔχοντι τὸν Πύρρου κλῆρον οὗτος.
Or3
.

79

Ἔτι δὲ πρὸς τού‐ τοις ἐπιδειξάτω ὅτῳ πρότερον ἢ ὕστερον ἠγγύησεν οὗτος
τὴν ἀδελφήν, ἢ εἰ ἐξ ἄλλου τινὸς γεγενημένοι εἰσὶ παῖδες αὐτῇ. Ταῦτα οὖν ἀξιοῦτε πυνθάνεσθαι παρ’ αὐτοῦ, καὶ70
5περὶ τῆς τοῖς φράτερσι γαμηλίας μὴ ἀμνημονεῖτε· οὐ γὰρ τῶν ἐλαχίστων πρὸς τὴν τούτου μαρτυρίαν τεκμήριόν ἐστι τοῦτο. Δῆλον γὰρ ὅτι, εἰ ἐπείσθη ἐγγυήσασθαι, ἐπείσθη ἂν καὶ γαμηλίαν ὑπὲρ αὐτῆς τοῖς φράτερσιν εἰσενεγκεῖν καὶ εἰσαγαγεῖν τὴν ἐκ ταύτης ἀποφανθεῖσαν θυγατέρα ὡς γνη‐
10σίαν οὖσαν αὑτῷ.
Or3
.

80

[Καὶ] ἔν τε τῷ δήμῳ, κεκτημένος τὸν τριτάλαντον οἶκον, εἰ ἦν γεγαμηκώς, ἠναγκάζετο ἂν ὑπὲρ τῆς γαμετῆς γυναικὸς καὶ θεσμοφόρια ἑστιᾶν τὰς γυναῖκας καὶ τἆλλα ὅσα προσῆκε λῃτουργεῖν ἐν τῷ δήμῳ
5ὑπὲρ τῆς γυναικὸς ἀπό γε οὐσίας τηλικαύτης. Οὐ τοίνυν φανεῖται οὐδὲν τούτων γεγενημένον οὐδεπώποτε· οἱ μὲν οὖν φράτερες μεμαρτυρήκασιν ὑμῖν· λαβὲ δὲ καὶ τὴν τῶν δημοτῶν τῶν ἐκείνου μαρτυρίαν.
〈Μαρτυρία〉71